PG 96Pseudo-John of Damascus
Against the Iconoclasts (formerly attributed to John of Damascus)
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 96:1349ΔΙΑΛΟΓΟΣ ΣΤΗΛΙΤΕΥΤΙΚΟΣ γενόμενος Παρὰ πιστῶν καὶ ὀρθοδόξων καὶ πόθον καὶ ζῆλον ἐχόντων, πρὸς ἔλεγχον τῶν ἐναντίων τῆς πίστεως καὶ τῆς διδασκαλίας τῶν ἁγίων καὶ ὀρθοδόξων ἡμῶν Πατέρων. α. Ναβουθὲ ὁ Ἰσραηλίτης ἵνα μὴ τὸν πατρῷον ἀμπελῶνα παραδῷ κατελιθοβολήθη, λέγων· Οὐ μὴ προδῶ κληρονομίαν πατέρων μου. Οὗτοι δὲ, φησὶν, ἐπίσκοποι, καὶ ποιμένες τῶν λογικῶν λαχόντες εἶναι προβάτων, διὰ δόξαν κενὴν καὶ μόνον, τῶν Πατέρων τὰς φωνὰς παρωσάμενοι, κατὰ τῆς πίστεως ἑαυτοὺς ὁπλίσαντες, τὰ ὀρθῶς ὑπ’ αὐτῶν ῥηθέντα στρεβλοῦσι, κατὰ τὸν ἀδόκιμον αὐτῶν καὶ τεθολωμένον νοῦν διδάσκοντες, Ἅπερ πάντα ἐνώπια τοῖς συνιοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν, κατὰ τὸ γεγραμμένον. Οἱ μὲν γὰρ δόξῃ καὶ καθαρῷ τῆς διανοίας ὄμματι τοῖς ἱεροῖς τῆς θεοπνεύστου Γραφῆς περιτυγχάνοντες λόγοις, ὄφελος θεῖον, ὥσπερ τινὰ οὐράνιον θησαυρὸν, ταῖς αὑτῶν εἰσοικίζουσι ψυχαῖς· οἱ δὲ τὸν νοῦν ἔχοντες τῷ ψεύδει προσνενευκότα, καὶ τῆς τινων ἀθυροστομίας ἡττώμενον, καὶ βεβήλου γνώσεως ἐραστὴν, ἐκείνων ἔσονται κοινωνοὶ, περὶ ὧν ὁ μακάριος Παῦλος γράφει·
Ἐν οἷς ὁ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ διαυγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ. Τυφλώττουσι γὰρ, καί εἰσιν ὁδηγοὶ τυφλῶν· τοιγαροῦν οὗτοι καὶ τοῖς τῆς ἀπωλείας ἐμπίπτουσι βόθροις. Ὡς γὰρ αὐτὸς ὁ Σωτὴρ εἴρηκε· Τυφλὸς τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται. Καταφλυαροῦσι τοίνυν τινὲς τῶν τῆς ἀληθείας Πατέρων καὶ διδασκάλων, καὶ δὴ καὶ σκαιότητος διαβολικῆς τὸν οἰκεῖον ἐμπλήσαντες νοῦν, παραχαράττειν ἐπείγονται τὸ τῆς ἀληθείας μυστήριον, τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς οὐ μετρίαν ποιοῦντες κατάῤῥησιν, μὴ νοοῦντες μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται, κατὰ τὸ γεγραμμένον. β. Εὑρεταὶ δὲ τῆς τοιαύτης ἀσεβείας γεγόνασι πολλοὶ μὲν καὶ ἕτεροι, κατὰ τοὺς ἄνωθεν παρῳχηκότας καιροὺς, νῦν δὲ τῆς ἐκείνων ἀνοσιότητος οὗτοι οἱ προφασιζόμενοι κατὰ τοὺς νέους Φαρισαίους.
Ὥσπερ γὰρ ἀληθῶς αὐτοὶ ἠρνήσαντο τὸν Υἱὸν τοῦ Θεοῦ σαρκὶ ἐληλυθότα, οὕτω καὶ νῦν νεοκήρυκες μὴ θέλοντες προσκυνεῖν καὶ σεβάζεσθαι τῆς ἐνσάρκου τοῦ Χριστοῦ παρουσίας, καὶ τῆς κατὰ σάρκα αὐτοῦ ἀχράντου Μητρὸς καὶ κατὰ ἀλήθειαν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, καὶ πάντων τῶν ἁγίων αὐτοῦ τὰς σεβασμίους καὶ σεπτὰς εἰκόνας. Ἀλλὰ νέαν κενοτομοῦντες ἐτεκτονήσαντο πίστιν, παρὰ τὴν ἀρχῆθεν ἐκ τῶν ἁγίων ἡμῶν Πατέρων καὶ μαθητῶν καὶ διαδόχων τῶν ἁγίων ἀποστόλων ὑπαρχόντων. Ὡς γὰρ αὐτοῖς ἔδοξε νῦν λέγοντες, πλέον τῶν ἁγίων Πατέρων ὧν οἱ λόγοι καὶ αἱ ἀρεταὶ στήριγμα καὶ στήλη τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας ὑπάρχουσιν, οὗτοι τὴν πίστιν φυλάττειν διαβεβαιοῦντες. Τὰς γὰρ αὐτῶν τῶν Πατέρων φωνὰς, ἃς αὐτοὶ τρανῶς ἐκήρυξαν περὶ τῶν σεβασμίων καὶ προσκυνητῶν εἰκόνων, οὗτοι οἱ νεόσοφοι λαβόντες τὰς καλῶς ὑπὸ τῶν προφητῶν ῥηθείσας φωνὰς, κατὰ τὰς ἰδίας ἐπιθυμίας πρὸς τὸν ἴδιον νοῦν στρεβλοῦσιν.
PG 96:1350Ὡς γὰρ αὐτοὶ περὶ τῶν εἰδωλικῶν ξοάνων καὶ δαιμονικῶν στηλῶν φράσαντες εἴρηκαν, οὗτοι εἰς τὰς ἁγίας εἰκόνας μετέστρεψαν τοὺς ἁγίους Πατέρας καὶ διδασκάλους τῆς ἁγίας καὶ ἀμωμήτου καὶ ὀρθοδόξου τῶν Χριστιανῶν πίστεως, παρωσάμενοι τὰς αὐτῶν φωνὰς καὶ μαρτυρίας περὶ τῆς ἐνσάρκου καὶ ἀνθρωπίνης αὐτοῦ μορφώσεως χαρακτῆρος ἱστορηθείσας ἁγίας εἰκόνας, ἅσπερ ἡμῖν τρανῶς σέβειν καὶ προσκυνεῖν ἐδίδαξαν. Δι’ ὃ καὶ μετ’ ὀλίγον διάλεκτον πρὸς τοὺς νεοκήρυκας ποιησόμενοι, Θεοῦ διδόντος ἡμῖν καὶ τὸ ἀναπνεῖν, ὀλίγα ἐκ πολλῶν παραθήσομεν, κἂν οὗτοι ὡς χειροποίητα δῆθεν ἀποστρέφονται. γ. Λεγέτωσαν ἡμῖν οἱ θολόσοφοι καὶ μεμψίμοιροι καὶ ἐρασταὶ τῆς φαύλης καὶ βεβήλου καὶ ἐχθραινούσης Θεῷ συνόδου, τῆς γενομένης κατὰ Θεοῦ συγχωρισμὸν ἐν Κωνσταντινουπόλει εἰς τὸν τόπον τὸν λεγόμενον Ὀνέρια, ποίῳ τρόπῳ καὶ σκοπῷ τὰς τῶν Πατέρων παρακρουόμενοι φωνὰς, κατὰ τὰς ἰδίας ἐπιθυμίας ἑαυτοὺς ἐξαπατῶντες ἐξελκόμενοι καὶ δελεαζόμενοι στρεβλεῖτε; Εἴπατε ἡμῖν, οἱ νῦν κενοτομοῦντες νέας πίστεως ἔκθεσιν, ποῖον ἐπὶ τῆς γῆς προσκυνητὸν καὶ σεβάσμιον καὶ λατρευτόν ἐστιν ἀχειροποίητον; ὁ σταυρός;
PG 96:1352τὸ θυσιαστήριον; ἡ προσφορά; τὸ Εὐαγγέλιον; Πάντα χειροποίητα, ἀλλ’ ἡμῖν σεβαστὰ καὶ σωτηρίας σύμβολα, ὥσπερ καὶ αἱ τῶν ἁγίων εἰκόνες, καὶ τῆς ἐνσάρκου τοῦ Χριστοῦ οἰκονομίας τῆς ἀληθινῆς καὶ ἀνθρωπίνης αὐτοῦ σαρκὸς, ἣν διὰ τὴν ἡμῶν σωτηρίαν προσελάβετο ἐκ τῆς πανάγνου καὶ Θεοτόκου Μαρίας, πάντα ἡμῶν λαβὼν, χωρὶς μόνης τῆς ἁμαρτίας. Διὸ καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ τῆς ἀχράντου αὐτοῦ Μητρὸς προσκυνοῦμεν καὶ σέβομεν. Καὶ ὑμεῖς δόκησιν τὸ μυστήριον ἀπεργάζεσθε. Ἡμεῖς δὲ οἱ τῆς ἀληθείας, τῆς τῶν ἁγίων ἀποστόλων, καὶ τῶν ἁγίων αὐτῶν μαθητῶν καὶ διαδόχων, ἡμετέρων δὲ Πατέρων καὶ διδασκάλων, τὴν παρ’ αὐτῶν ἡμῖν παραδοθεῖσαν πίστιν περὶ τῆς ἁγίας καὶ ὁμοουσίου καὶ προσκυνητῆς Τριάδος, ἀνακεκαλυμμένῳ προσώπῳ λαμπρᾷ τε φωνῇ λέγομεν τὰ τοῦ προφήτου Ἡσαί̈ου· Ἀνάβηθι ὁ εὐαγγελιζόμενος ἐπ’ ὄρος ὑψηλόν. Καὶ ἡμεῖς ἀνερχόμεθα εἰς τὴν τρισυπόστατον ὁμοουσιοκόρυφον δόξαν, εὐαγγελιζόμενοι τὰ ἀγαθὰ τῆς ὀρθοδόξου πίστεως, λέγοντες· δ.
Πιστεύομεν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, ἥτις ἐστὶν ἡ ἁγία Τριὰς, ἄκτιστος, ἀί̈διος, ἀσύγχυτος, ἀδιαίρετος, ὁμοούσιος, ἐν μιᾷ θεότητι καὶ βασιλείᾳ καὶ κυριότητι, ἐν τρισὶ προσώποις ἤτοι ὑποστάσεσι καὶ ἰδιότησι προσκυνουμένη τε καὶ δοξολογουμένη. Ἰδιότητα γὰρ ὅταν εἴπω, τὸν Πατέρα Πατέρα νόησον, καὶ τὸν Υἱὸν Υἱὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον Πνεῦμα ἅγιον. Αὗται γὰρ αἱ ἰδιότητες οὐκ ἀντιστρέφονται. Οὐ δύναται γὰρ ὁ Πατὴρ Υἱὸς εἶναι, ἢ ὁ Υἱὸς Πατὴρ, ἢ τὸ Πνεῦμα τὸ ἅγιον εἶναι Πατὴρ ἢ Υἱός· ἀλλ’ ὡς εἶπον, Πατὴρ ὁ Πατὴρ, καὶ Υἱὸς ὁ Υἱὸς, καὶ Πνεῦμα ἅγιον τὸ Πνεῦμα τὸ ἅγιον. Οὐκ ἦν ποτε ὅτε οὐκ ἦν Πατὴρ, καὶ οὐκ ἦν ποτε ὅτε οὐκ ἦν Υἱὸς, καὶ οὐκ ἦν ποτε ὅτε οὐκ ἦν τὸ Πνεῦμα τὸ ἅγιον. Διὰ τοῦτο ἀκατάληπτος καὶ ἡ γέννησις τοῦ Μονογενοῦς, καὶ ἡ ἐκπόρευσις τοῦ ἁγίου Πνεύματος. Προσκυνεῖς τὸν Πατέρα; ἐν αὐτῷ προσκυνεῖται ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα. Προσκυνεῖς τὸν Υἱόν; ἐν αὐτῷ προσκυνεῖς τὸν Πατέρα καὶ τὸ ἅγιον Πνεῦμα. Προσκυνεῖς τὸ Πνεῦμα τὸ ἅγιον; ἐν αὐτῷ προσκυνεῖς καὶ τὸν Πατέρα καὶ τὸν Υἱόν. Οὐ συγχεομένων τῶν προσώπων, ἀλλὰ διὰ τὸ ταὐτὸν καὶ ἀπαράλλακτον τῆς οὐσίας οὕτω νοεῖς.
PG 96:1353Μιᾶς γὰρ οὔσης τῆς φύσεως καὶ τῆς οὐσίας καὶ τῆς θεότητος, μία καὶ ἡ προσκύνησίς ἐστι τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος. Ἀλλ’ ἐπειδὴ Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα, ὀνομάζονται καὶ εἰσὶ τῇ μὲν οὐσίᾳ κατὰ πάντα ἴσα τὰ τρία· ἀπέδωκε δὲ ἡ θεόπνευστος Γραφὴ τὴν ἀρχὴν τῷ Πατρὶ, καὶ λοιπὸν τῇ τοῦ Πατρὸς εὐδοκίᾳ καὶ ὁ Υἱὸς τὰ πάντα ἐποίησε, καὶ τὸ Πνεῦμα τὸ ἅγιον τὰ πάντα ἐτελεσιούργησεν· ἔστιν οὖν Θεὸς ὁ Πατὴρ, Θεὸς ὁ Υἱὸς, Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον. Ἀλλ’ ἐπειδὴ Θεὸς καὶ Θεὸς καὶ Θεὸς, οὐ δύνασαι εἰπεῖν, τρεῖς Θεοί. Ἀλλὰ τρία πρόςωπα ἐνθυμούμενος, ἕκαστον πρόσωπον ὁμολογῶν, εἷς Θεὸς λέγεται, διὰ τὸ ἓν καὶ τὸ ταὐτὸν τῆς φύσεως καὶ τῆς θεότητος καὶ τῆς οὐσίας καὶ τῆς συναϊδιότητος. Διὸ καὶ ἑνικῶς δοξάζομεν καὶ προσκυνοῦμεν τὴν ἁγίαν Τριάδα. ε. Ἐμάθομεν καὶ πιστεύομεν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἐγεννήθη ἐκ τοῦ Πατρὸς ἀῤῥήτως, ἀχρόνως, ἀσωμάτως, πρὸ πάντων τῶν αἰώνων.
Αὐτὸς οὖν ὁ Υἱὸς τοῦ Θεοῦ, τὸ φῶς ἐκ τοῦ φωτὸς, ὁ ἀληθινὸς Θεὸς ἐκ τοῦ ἀληθινοῦ Θεοῦ καὶ Πατρὸς, τῇ εὐδοκίᾳ τοῦ Πατρὸς ἐσαρκώθη ἐν τῇ πανάγνῳ καὶ ὑπὸ Πνεύματος ἁγίου καθαγιαζομένῃ Παρθένῳ τῇ ἁγίᾳ Μαρίᾳ, τῇ κυρίως καὶ κατ’ ἀλήθειαν Θεοτόκῳ. Καὶ ὥσπερ ἐκ τοῦ Πατρὸς ἡ γένεσις αὐτοῦ τοῦ Υἱοῦ ἀκατάληπτός τίς ἐστι καὶ ἀνερμήνευτος, καὶ διὰ τοῦτο πίστει καὶ σιωπῇ προσκυνοῦμεν καὶ δοξάζομεν· οὕτω τοῦ αὐτοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ ἡ ἐκ τῆς μητρὸς καὶ Παρθένου ἔνσαρκος γέννησις, ἄφραστός ἐστι καὶ ἀνεκδιήγητος. Καὶ μάθε πῶς. 2. Ὁ οὖν μονογενὴς Υἱὸς τοῦ Θεοῦ, ὁ πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Πατρὸς γεννηθεὶς, ἀπερίγραπτός ἐστι, καὶ ἄνω ἐστὶ καὶ κάτω, καὶ τὰ πάντα ἐν χειρὶ ἔχει, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε, καὶ τὰ πάντα πληροῖ, καὶ ὑπὲρ τὰ πάντα ὑπερεκτείνεται, καὶ ὑπεράνω πάντων οὐρανῶν ἐστι, καὶ τὰς ἀβύσσους καθορᾷ. Καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ. Ἐν ἀγγέλοις ἐστὶν, ὅλος ἄνω ἐστὶν, ὅλος πανταχοῦ ἐστιν. Αὐτὸς οὖν ὁ Υἱὸς τοῦ Θεοῦ ὁ τοιοῦτος τηλικοῦτος, ὁ ἀπήλικος καὶ ἀμεγέθης, ἐπειδὴ πάντα δύναται, ἐδυνήθη καὶ ἄνθρωπος γενέσθαι.
PG 96:1356Καὶ κατ’ ἀλήθειαν σαρκωθεὶς, καὶ ἐνανθρωπήσας ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου ἄνω οὐκ ἔλειψε, καὶ κάτω σαρκωθεὶς ὁ αὐτὸς ὅλος. Οὐκοῦν τίς δύναται φράσαι ἢ ὅλως διηγήσασθαι τὸ μυστήριον; Πλὴν ὅτι πρὸς τὴν εὐτέλειαν τῆς ἀνθρωπίνης φύσεως, ἔδωκεν ἡ θεία Γραφὴ ὀλίγα τινὰ ῥήματα, δι’ ὧν ὁ νοῦς ἐν ἀπολαύσει δυνήσεται γενέσθαι, καὶ ἀφθέγκτως ἐκπλαγῆναι καὶ προσκυνεῖν τὸ θεῖον μυστήριον. ζ. Ὁ οὖν Υἱὸς τοῦ Θεοῦ ὁ ἀχώρητος εἰσῆλθεν εἰς τὴν ἁγίαν Παρθένον, καὶ ἐπελάβετο ἐκ τῆς φύσεως τῆς σαρκὸς αὐτῆς, καὶ ἥνωσε τῇ ἰδίᾳ τῆς θεότητος ὑποστάσει σάρκα τὴν ἡμῖν ὁμοούσιον, ἔμψυχόν τε καὶ ἔννουν, ὡς αὐτὸς μόνος οἶδε. Προεῖπον γὰρ ὅτι οὔτε νοῦς καταλαβέσθαι ἰσχύει, οὔτε λόγος παραστῆσαι δύναται, οὔτε ὀφείλει ἄνθρωπος φυσιολογεῖν τὸ ἀνεξιχνίαστον καὶ ἀνεξερεύνητον πρᾶγμα. Ἑνώσας οὖν ἑαυτῷ τὴν ἐξ αὐτῆς ληφθεῖσαν φύσιν, ηὔξει ὁ ἀναυξὴς Υἱὸς τοῦ Θεοῦ τῇ ἰδίᾳ σαρκὶ, ἐμψυχωμένῃ ψυχῇ λογικῇ τε καὶ νοερᾷ. Καὶ μὴ τραπεὶς ὁ Υἱὸς τοῦ Θεοῦ ὅπερ ἦν, ἐγένετο βρέφος ἐν τῇ κοιλίᾳ τῆς μητρός. Καὶ ἀπετελέσθη ἕνωσις ἀδιαίρετος καὶ ἀσύγχυτος θεότητός τε καὶ ἀνθρωπότητος·
καὶ ἰδοὺ ὁ ἀσώματος καὶ ἀψηλάφητος σεσωμάτωται καὶ ψηλαφᾶται· καὶ ὁ πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Πατρὸς γεννηθεὶς, ἰδοὺ αὐτὸς καὶ ἐκ τῆς ἁγίας Παρθένου σεσαρκωμένος γεννᾶται· καὶ ὁ τῶν κόλπων τῶν πατρικῶν μὴ χωρισθεὶς, καὶ τὰ σύμπαντα τῇ δυνάμει τῆς θεότητος συνέχων, καὶ τῶν πάντων τῇ παντοκρατορικῇ δυνάμει περιδραττόμενος, ὁ αὐτὸς ἐνανθρωπήσας ἐκ τῆς ἁγίας Παρθένου καὶ γεννηθεὶς, κεῖται ἐν φάτνῃ παιδίον ἐσπαργανωμένον, τῆς ἁγίας Παρθένου παρθένου μεινάσης. Τὰ γὰρ θεῖα τοιαῦτά ἐστι. Ὥσπερ γὰρ ἡ ἕνωσις τῆς σαρκὸς καὶ τῆς θεότητος ἀνεξερεύνητος, οὕτω καὶ ἡ γέννησις. Ἐδυνήθη γὰρ ὁ θεῖος Λόγος ὁ παντοδύναμος κατὰ ἀλήθειαν σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι ἐν τῇ Δεσποίνῃ, καὶ γεννηθῆναι ἐξ αὐτῆς, καὶ τὴν παρθενίαν ἐσφραγισμένην διαφυλάξαι, ὥσπερ οὖν ἀμέλει καὶ τῶν θυρῶν κεκλεισμένων ἔστη ἐν μέσῳ τῶν μαθητῶν. η. Διὰ τοῦτο ἡ ἁγία καὶ ἀποστολικὴ Ἐκκλησία πάντα εὐπειθῶς τὰ θεῖα ἀποδέχεται, πάντα πιστῶς, πάντα ἀπολυπραγμόνως σέβει καὶ προσκυνεῖ καὶ τιμᾷ.
Αὐτὸς οὖν ὁ Υἱὸς Θεοῦ ὁ ἀληθινὸς Θεὸς, διὰ τὴν ἡμετέραν σωτηρίαν παιδίον γεννηθεὶς, αὔξειν λέγεται τῇ ἰδίᾳ σαρκὶ, τὰ ἡμέτερα οἰκειούμενος ἀδιάβλητα πάθη, καὶ προκόπτειν σοφίᾳ καὶ ἡλικίᾳ διὰ τὴν κατὰ μέρος ἀνάδειξιν, ὅπως δείξῃ κυρίως καὶ κατὰ ἀλήθειαν εἶναι τὴν ἐνανθρώπησιν. Καὶ κοπιᾷν λέγεται, καὶ πεινῇν καὶ διψῇν, καὶ τοῖς ἀνθρώποις συναναστραφῆναι, διδάξας καὶ φωτίσας πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Αὐτὸς γάρ ἐστι τὸ φῶς τὸ ἀληθινόν. θ. Λοιπὸν δὲ διὰ τὴν ἄμετρον αὐτοῦ φιλανθρωπίαν καὶ ἔπαθε τῇ ἰδίᾳ σαρκί. Αὐτὸς γὰρ ὁ Κύριος τῆς δόξης ὑπὲρ ἡμῶν ἐσταυρώθη, καὶ πάσχει ἀληθῶς. Πάσχει γὰρ οὐ τῇ θεότητι, ἀλλὰ τῇ ἀδιαιρέτως συναφθείσῃ αὐτῷ ἰδίᾳ σαρκὶ ἐμψυχωμένῃ, καὶ ἀποθνήσκει, τῆς ψυχῆς δηλονότι χωρισθείσης τοῦ σώματος. Ἡ γὰρ θεότης ἀδιαίρετος καὶ ἀσύγχυτος καὶ τῇ ψυχῇ ἡνωμένη ἦν καὶ τῷ σώματι. Κατῆλθεν οὖν ὁ Υἱὸς τοῦ Θεοῦ τῇ ἰδίᾳ ψυχῇ πρὸς τὰς τῶν ἁγίων ψυχὰς, καὶ πάλιν ἀνέστη, τῆς ψυχῆς ἑνωθείσης τῷ σώματι. Ἀνέστη οὖν ὁ αὐτὸς μονογενὴς Υἱὸς τοῦ Θεοῦ τῇ ἰδίᾳ δυνάμει· Ἐξουσίαν γὰρ ἔχω, φησὶν, τὴν ψυχήν μου θεῖναι, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. ι.
Ἀναστὰς τοίνυν ὁ Υἱὸς τοῦ Θεοῦ ἐκ νεκρῶν, τῇ ἰδίᾳ ἐνανθρωπήσει ἀνελήφθη εἰς τοὺς οὐρανούς. Ὁ τὸ πρὶν ἀσώματος, νῦν ὁ αὐτὸς σεσαρκωμένος· ὁ τὸ πρὶν ἁπλοῦς, νῦν ὁ αὐτὸς σύνθετος, Θεὸς ὁμοῦ καὶ ἄνθρωπος. Μένει γὰρ ἐν αὐτῷ καὶ ἡ φύσις τῆς θεότητος· καὶ ὁ τὸ πρὶν ἁπλοῦς ὢν καὶ εἷς τῆς ἁγίας Τριάδος, καὶ νῦν ὁ αὐτὸς εἷς ἐστι τῆς ἁγίας Τριάδος σεσαρκωμένος, καὶ ἐνανθρωπήσας. Καὶ ὅπερ οὐκ ἠδύναντο πᾶσαι αἱ οὐράνιαι δυνάμεις θεωρῆσαι· θεότητα γὰρ τῆς προσκυνητῆς Τριάδος ἰδεῖν οὐδεὶς δύναται· νῦν τὸν ἕνα τῆς ἁγίας Τριάδος, τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ βλέπουσι κατὰ τὸν φαινόμενον ἄνθρωπον, ἐννοοῦντες τὸ ἀπερίγραφον τῆς αὐτοῦ θεότητος. Τοῦτο γάρ ἐστιν ὃ εἶπεν ὁ μακάριος Παῦλος· Ὤφθη ἀγγέλοις. Προσελάβετο τοίνυν ὃ οὐκ εἶχε, καὶ ἔχει, λέγω δὴ τὴν ἡμετέραν φύσιν, εἰς αἰῶνας τῶν αἰώνων. Καὶ πάλιν· Ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκροὺς, ἤτοι δικαίους καὶ ἁμαρτωλούς. Τοὺς μὲν κρῖναι, ἀντὶ τοῦ δικαιῶσαι, διὰ τὰ καλὰ αὐτῶν ἔργα, τοὺς δὲ κατακρῖναι διὰ τὴν ἀπιστίαν αὐτῶν, καὶ τὰς τῆς κακίας αὐτῶν πράξεις. ια. Διδάσκει ἡμᾶς τὸ σύμβολον πιστεύειν·
PG 96:1357Καὶ εἰς μίαν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν τοῦ Θεοῦ Ἐκκλησίαν. Οὐ δύναται Ἐκκλησία ἡ καθολικὴ μόνον ὑπάρχειν ἀποστολική. Ἡ γὰρ παντοδύναμος ἐξουσία τῆς κεφαλῆς, ἥτις ἐστιν ὁ Χριστὸς, ἴσχυσε διὰ τῶν ἀποστόλων τὸν καθόλου κόσμον σῶσαι. Ἔστιν οὖν ἡ ἁγία τοῦ Θεοῦ καθολικὴ Ἐκκλησία, τὸ σύστημα τῶν ἀπ’ αἰῶνος ἁγίων Πατέρων, πατριαρχῶν, προφητῶν, ἀποστόλων, εὐαγγελιστῶν, μαρτύρων, οἷς προσετέθη πιστεύσαντα ὁμοθυμαδὸν πάντα τὰ ἔθνη. Ἐθεώρουν γὰρ ὅτι ἐκ παντὸς γένους τῶν ὑπὸ τῶν οὐρανῶν καὶ τὴν αὐτὴν τῶν Χριστιανῶν πίστιν ἔχουσιν. Ἄνευ γὰρ τοῦ ἁγίου Πνεύματος οὐ δύναται πάνδημον καὶ μυριόγλωσσον ἄθροισμα εἰς ἓν φρόνημα τῆς ἀληθεστάτης πίστεως ἐλθεῖν. Πάλιν γὰρ λέγω, ὅτι καθολικὴ παρὰ τοῦτό ἐστί τε καὶ λέγεται, διὰ τὸ ἀλλόκοτα καὶ πολυσχιδῆ καὶ ἄγρια πάσης τῆς ὑφηλίου μυριόγλωσσά τε ἔθνη, εἰς μίαν εἰρηνικὴν καὶ σωτήριον πίστιν τε καὶ θεογνωσίαν εἶναι. ιβ. Πιστεύομεν τοιγαροῦν εἰς μίαν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν τοῦ Θεοῦ Ἐκκλησίαν, ἐν ᾗ μαθητευθῆναι ἐν τῇ κατηχήσει.
PG 96:1359Καὶ γινώσκομεν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, καὶ βαπτιζόμεθα εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, καὶ μεταλαμβάνομεν τοῦ σωτηρίου σώματος καὶ αἵματος τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ δι’ ἡμᾶς τῇ τοῦ Πατρὸς εὐδοκίᾳ ἐνανθρωπήσαντος, καὶ ἀποθανόντος ὑπὲρ ἡμῶν. Διδάσκεσθαι δὲ καὶ πράττειν τὰς θείας αὐτοῦ καὶ εὐαγγελικὰς ἐντολὰς, παραλαμβάνειν τε ἀσφαλῶς τὰς θεοπνεύστους Γραφὰς τῆς Παλαιᾶς καὶ τῆς Καινῆς Διαθήκης, δι’ ὧν ἀεὶ αὔξειν εἰς πίστιν καὶ ἀγαθὴν συνείδησιν, ὁ ἐπιμελῶς προσέχων αὐταῖς καταξιοῦται πρός τε ἑαυτοῦ καὶ ἄλλων ὠφέλειαν. ιγ. Λοιπὸν ταῦτα οἱ πιστῶς καὶ ὀρθῶς ἐρευνήσαντες οἱ ἅγιοι ἡμῶν Πατέρες καὶ τῆς εὐσεβείας διδάσκαλοι, ἐδίδαξαν ἡμᾶς ποίῳ τρόπῳ ὀφείλομεν σέβειν καὶ προσκυνεῖν τὰ σωτηρία σύμβολα τῆς πίστεως. Τὸν σταυρὸν τοῦ Χριστοῦ, διὰ τὸν ἐν αὐτῷ προσηλωθέντα Σωτῆρα, ὡς δι’ αὐτοῦ ἡμῖν λύτρωσιν χαρισαμένου, καὶ τῆς ἐκ τοῦ ξύλου κατάρας ἐλευθερώσαντος. Τὸ δὲ θυσιαστήριον, ὡς τὸ κυριακὸν καὶ ἄχραντον μνῆμα. Τὴν δὲ προσφορὰν, ὡς τὸ σῶμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἀληθινοῦ Θεοῦ καὶ Σωτῆρος τῶν ἡμετέρων ψυχῶν.
Τὰ δὲ Εὐαγγέλια, ὡς ὑπ’ αὐτοῦ τοῦ Θεοῦ Λόγου λαληθέντα καὶ πραχθέντα. Τὰς δὲ εἰκόνας, τὴν μὲν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῆς ἀχράντου καὶ πανασπίλου αὐτοῦ μητρὸς καὶ Θεοτόκου Μαρίας ὅταν ἴδω, εὐθέως καὶ παρ’ αὐτὰ τὸν νοῦν ἀνάγω εἰς τὴν ἄκραν αὐτοῦ πρὸς ἡμᾶς πτωχείαν καὶ συγκατάβασιν, ὅτι Θεὸς ὢν μορφὴν δούλου ἔλαβε, καὶ τὴν οἰκείαν δούλην μητέρα ἐποίησε, καὶ ὑπ’ αὐτῆς ὡς νήπιος ἐβαστάζετο, καὶ ἐκ παρθενικῶν μαζῶν γάλα ἐθήλασε· καὶ λοιπὸν τὸ αἰσθητὸν ὄμμα πρὸς τὴν εἰκόνα ἀτενῶς βλέπων, τὸ νοητὸν τῆς καρδίας ὄμμα σὺν τῷ νῷ εἰς τὸ μυστήριον τῆς ἐνσάρκου οἰκονομίας ἀκοντίζω, καὶ περὶ τῶν ἀσυγγνώστων καὶ πολλῶν μου ἁμαρτημάτων δέομαι τὴν ἀγαθότητα καὶ εὐσπλαγχνίαν αὐτοῦ, λέγων· Δόξα σοι, ὁ Θεός· ὁ Σωτήρ μου, ἐλέησόν με τὸν ἁμαρτωλὸν, καὶ συγχώρησον τὰς πολλάς μου ἁμαρτίας, ὁ δι’ ἐμὲ τὸ κατ’ ἐμὲ φορέσας, δίχα μόνης τῆς ἁμαρτίας. ιδ. Ὅταν δὲ τῆς Θεοτόκου Παρθένου Μαρίας τὴν εἰκόνα θεάσωμαι, εὐθέως λέγω· Ἄχραντε Θεοτόκε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, πρέσβευε τὸν Υἱόν σου καὶ Θεόν μου, ὅπως ἐλεήσῃ με τῇ αὐτοῦ ἀγαθότητι καὶ εὐσπλαγχνίᾳ·
πολλὰ γὰρ ἰσχύει δέησις Μητρὸς πρὸς εὐμένειαν Δεσπότου. Μὴ παρίδῃς ἁμαρτωλῶν ἱκεσίαν, ἡ πάνσεμνος, ὅτι ἐλεήμων ἐστὶ καὶ σώζειν δυνάμενος, ὁ καὶ παθεῖν ὑπὲρ ἡμῶν καταδεξάμενος. ιε. Ὅταν δὲ ἴδω εἰκόνα ἀποστόλου ἢ μάρτυρος, ἤ τινος τῶν ἁγίων, ἱστορίαν τῶν παθημάτων αὐτῶν, ὧν διὰ Χριστὸν ὑπέμειναν γενναίως, λέγω· Δόξα σοι, ὁ Θεὸς τοῦδε ἀποστόλου ἢ τοῦδε τοῦ ἁγίου. Καὶ ταῦτα οὕτω λέγων, εἰς Θεὸν τὴν δόξαν ἀναπέμπω. Ταῦτα οὕτω παρελάβομεν ἐκ τῶν ἁγίων Πατέρων, ὧν καὶ τὰ ὀνόματα καὶ τοὺς λόγους ἐν τῷ τεύχει παρασημειωσόμεθα, Θεοῦ βουλήσει καὶ προνοίᾳ. ι. Ὑμεῖς δὲ οἱ νεοκήρυκες καὶ κενοὶ θεολόγοι· ὑμεῖς οἱ τυχόντες τὸ κήρυγμα τῶν ἁγίων ἀποστόλων καὶ τῶν αὐτῶν διαδόχων καὶ μαθητῶν, ἡμετέρων δὲ Πατέρων καὶ διδασκάλων, καθὼς αὐτοὶ ἡμῖν παραδεδώκασιν· ἀπὸ τοῦ κυριακοῦ πάθους καὶ τῆς σωτηρίου ἀναστάσεως, μέχρι τῆς παρούσης ἰνδικτιῶνος ὀγδόης, ἔτη ἑπτακόσια με λέγουσιν εἶναι, καὶ ἔκτοτε καὶ ἕως μέχρι καὶ νῦν αἱ σεβάσμιαι εἰκόνες ἦσαν καὶ εἰσὶν ὑπὸ τῶν πιστῶν, ὡς προείπομεν, προσκυνούμεναι·
ἐδείξατε ὅτι τὰ ἑπτακόσια ταῦτα ἔτη ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία, καὶ οἱ διδάσκαλοι καὶ οἱ ποιμένες αὐτῆς ἐπλανῶντο, καὶ ὑμῖν τοῖς νεοκήρυξιν ἀπεκαλύφθη ἡ ἀλήθεια τῆς πίστεως; Ἐξ ὅτου γὰρ τὴν ἔρευναν ταύτην ἤρξατε ποιῆσαι, εἰσὶν ἔτη πλεῖον ἢ ἐλάσσον με. Ἀπὸ γὰρ ἐννάτης ἐπινεμήσεως ἤρξατε τῇ ἀληθείᾳ ἀντιπίπτειν καὶ ἐρευνᾷν τὸ πῶς διαστρέψετε τὰ ἀδιάστροφα. Ἐπειδὴ ἐπὶ τὴν πέτραν τῆς «ἀληθείας ᾠκοδόμησαν οἱ ἅγιοι ἡμῶν Πατέρες, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς, ἅπερ εἰσὶ τὰ ἄδικα καὶ πονηρὰ τῶν αἱρετικῶν στόματα. Ἠπιστήσατε τοῖς πατράσι καὶ τῷ βαπτίσματι, ὃ παρ’ αὐτῶν εἰλήφατε, καὶ οὐκ ἐδέξασθε αὐτῶν τὴν πίστιν καὶ τοὺς λόγους. Ἐδείξατε τρανῶς τίνων μαθηταί ἐστε καὶ διάδοχοι. Ὡς γὰρ ἡ ἄνοια ὑμῶν πρόδηλος γενησομένη ἐφάνη, ὅτι ἐκείνων ἐστὲ μαθηταὶ, τῶν κραξάντων σὺν Ἄννᾳ καὶ Καϊάφᾳ πρὸς Πιλᾶτον, λέγουσιν· Ἡμεῖς βασιλέα οὐκ ἔχομεν εἰ μὴ Καίσαρα, εἰ καὶ προβάτου δορὰν ἐπέχετε καὶ ποιμένος στολὴν ἀμφιέννυσθε. Ὡς γὰρ ἐκεῖνοι τὸν Σωτῆρα ἠρνήσαντο κατὰ πρόςωπον Πιλάτου, καὶ τοῦτον σταυρῷ προσπήξαντες ἀνήλωσαν·
αὐτὸς δὲ τῇ θεικῇ αὐτοῦ δυνάμει ἀνέστη, καὶ ἀνῆλθεν ἐν τοῖς ὑψίστοις, καὶ ἐκάθησεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης τοῦ Θεοῦ καὶ Πατρός· Ὃ γὰρ ἔπαθεν ὑπὲρ ἡμῶν σαρκὶ, ἔπαθεν ἐφάπαξ, θάνατος αὐτοῦ οὐκέτι κυριεύει, κἂν ὑμεῖς φιλοπόλεμοι ὄντες πρὸς ἡμᾶς φιλονεικεῖτε· ὡσαύτως καὶ ὑμεῖς, ἐν τῷ τὸν Σωτῆρα μὴ ἰσχύοντες ἐκ δευτέρου σταυρῶσαι, εἰς τοὺς τῆς ἐνσάρκου οἰκονομίας αὐτοῦ χαρακτῆρας καὶ τὰς ὑπομνήσεις, σὺν τῇ κατὰ σάρκα αὐτοῦ μητρὶ, καὶ τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις πᾶσαν τὴν κακίαν ὑμῶν προδήλως ἐδείξατε. Καὶ γὰρ ἐν πυρὶ καὶ ἐν μυρίαις μηχαναῖς ἐχρήσασθε κατὰ τῶν ἁγίων εἰκόνων, νομίζοντες τὴν μνήμην αὐτῶν τελέως ἀπαλειφῆναι, κατὰ τῶν χαρακτήρων τῆς χρωματουργίας αὐτῶν ἀναμνήσεως μαινόμενοι. Ἀλλ’ ὅμως καὶ ταῦτα πράττοντες, καθ’ ὑμῶν αὐτῶν ἀκονᾶτε τὸ ξίφος τῆς δικαιοκρισίας τοῦ Θεοῦ, καὶ πολλῆς μακροθυμίας καὶ ἀγαθότητος. Διὸ παρακαλῶ ὑμᾶς ἀποῤῥίψαι τὴν κενὴν διδασκαλίαν ὑμῶν, καὶ μέμψασθε ἑαυτοῖς καλῶς, ἐφ’ οἷς διεπράξασθε κακῶς. Ἀνορθώσατε τὰ παρειμένα γόνατα τῆς ψυχῆς, καὶ τραχείας ὀρθὰς ποιήσατε·
καὶ τὰς ἁγίας φωνὰς τῶν Πατέρων σὺν ἡμῖν ταῖς ἁγίαις εἰκόσι τὸ σέβας ἀναπέμψατε, ὅπως κοινῇ τῇ φωνῇ δόξαν ἀναπέμψωμεν τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ τῷ Υἱῷ τοῦ Θεοῦ, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ, καὶ τῷ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Page scan enlarged

Notebook

Full View