PG 10Gregory Thaumaturgus
Paraphrase of Ecclesiastes of Solomon
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.

By Our Holy Father Gregory, Bishop of...ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΤΗΣ…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 10:988ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΜΕΤΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟΝ ΕΚΚΛΗΣΙΑΣΤΗΝ ΤΟΥ ΣΟΛΟΜΩΝΤΟΣ. ΚΕΦΑΛ. Α. Τάδε λέγει Σαλομὼν, ὁ τοῦ Δαβὶδ βασιλέως καὶ προφήτου παῖς ἁπάσῃ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, παρὰ πάντας ἀνθρώπους βασιλεὺς ἐντιμότατος, καὶ προφήτης σοφώτατος. Ὡς κενὰ καὶ ἀνόνητα τὰ τῶν ἀνθρώπων πράγματά τε καὶ σπουδάσματα, ὅσα ἀνθρώπινα. Οὐδὲ γὰρ ἔχει τις εἰπεῖν ὄφελός τι τούτοις προσηρτημένον, ἅπερ ἄνθρωποι περὶ γῆν ἕρποντες, καὶ σώμασι καὶ ψυχαῖς ἐκτελέσαι σπεύδουσι, τῶν μὲν προσκαίρων ἡττημένοι, ἀνωτέρω δὲ τῶν ἄστρων τῷ γενναίῳ τῆς ψυχῆς ὄμματι, οὐδ’ ὁτιοῦν κατιδεῖν βουλόμενοι. Καὶ κατατρίβεται ὁ τῶν ἀνθρώπων βίος ἡμέραν ἐξ ἡμέρας, καὶ ὡρῶν καὶ ἐνιαυτῶν περιόδους, ἡλίου τε δρόμους περιωρισμένους, τῶν μὲν παραγινομένων, τῶν δὲ ὑπαπαιρόντων. Ἔοικε δὲ τὸ πρᾶγμα, χειμάῤῥων παρόδῳ, ἀμετρήτῳ θαλάσσης ἐμπιπτόντων βυθῷ σὺν ταράχῳ πολλῷ. Καὶ τὰ μὲν δι’ ἀνθρώπους ὑπὸ Θεοῦ γεγονότα, μένει τὰ αὐτὰ, οἷον.
PG 10:989τὸ ἀπὸ γῆς γεννᾶσθαι, τὸ εἰς γῆν ἀπιέναι, τὸ αὐτὴν ἑστάναι τὴν γῆν, τὸ τὸν ἥλιον ἅπασαν αὐτὴν ἐκπεριϊόντα, πάλιν εἰς τὸν αὐτὸν περιτρέχειν ὅρον, καὶ τὰ πνεύματα ὡσαύτως, τούς τε ποταμοὺς τοσούτους εἰς θάλασσαν ἐκδιδόντας, καὶ τοὺς ἀνέμους ἐμπίπτοντας, μὴ ἀναγκάζειν αὐτὴν ὑπερβαίνειν τὰ αὐτῆς μέτρα, μηδὲ αὐτοὺς παρανομεῖν. Καὶ τὰ μὲν ὡς εἰς τουτονὶ συντελοῦντα ἡμῖν τὸν βίον, οὔτως ἄραρε. Τὰ δ’ ὑπ’ ἀνθρώπων ἐπιτεχνώμενα ῥήματά τε καὶ πράγματα, μέτρον οὐκ ἔχει. Καὶ λόγων πολὺς μὲν ὅμιλος, ὄνησις δὲ οὐδεμία ἀπὸ τῆς πεπλανημένης φλυαρίας· ἀλλ’ ἄπληστόν ἐστι τὸ τῶν ἀνθρώπων φῦλον, πρός τε τὸ λέγειν, πρός τε τὸ ἑτέρου λέγοντος ἀκούειν· ἔτι δὲ καὶ τὸ ὄμμασιν εἰκαίοις ἕκαστα τῶν παραπιπτόντων ὁρᾷν γλίχεσθαι. Τί ἂν γένοιτο ὕστερον, ὅπερ οὐκ ἤδη τετέλεσται, ἢ πραχθείη πρὸς ἀνθρώπων; Τί καινὸν τὸ μηδέπω εἰς πεῖραν ἐλθὸν, ὅτου καὶ μνησθῆναι ἄξιον; Ἐγὼ μὲν γὰρ οἶμαι οὐδὲν, ὅ τι δ’ ἂν εἴπῃ πρόσφατον, ἢ καινὸν ἀναλογιζόμενος εὑρήσει, μηδὲ τοῖς πάλαι ἄγνωστον. Ὥσπερ δὲ τὰ πρότερα λήθῃ κέκρυπται, οὕτω καὶ τὰ ἐνεστῶτα, εἰς τοὺς μετέπειτα χρόνῳ ἀμαυρωθήσεται.
Καὶ οὐκ αὐτοσχεδιάζω ταῦτα νῦν ἐκκλησιάζων· ἀλλά μοι βασιλείαν Ἑβραίων ἐν Ἱεροσολύμοις πεπιστευμένῳ, ἱκανῶς ἄπαντα πεφρόντισται. Ζητήσας δὲ μεμελημένος, καὶ σοφῶς κατανοήσας τὴν περὶ γῆν φύσιν ἅπασαν, ποικιλωτάτην ἔγνων, ὡς ἀνθρώπῳ δέδοται πονεῖν ἐπὶ γῆς, ἄλλοτε ἀλλοίᾳ καμάτου προφάσει ἐγκαλινδουμένῳ εἰς τὸ μηδέν. Πνεύματος δὲ ἀλλοκότου καὶ μυσαροῦ τὰ κάτω ἅπαντα πλήθει, ὥστε μὴ εἶναι αὐτὰ ἀνακτήσασθαι, ἀλλὰ μηδὲ ἀναθυμηθῆναι τὸ παράπαν ὅση τὰ κατὰ ἀνθρώπους πράγματα κατείληφεν ἀτοπία. Λογισάμενος γάρ ποτε ἐγὼ κατ’ ἐμαυτὸν, καὶ οἰηθεὶς ὡς ἁπάντων εἴην τότε τῶν πρὸ ἐμαυτοῦ γεγονότων ἐνταυθοῖ σοφώτερος· ἔγνων παραβολάς τε συνεῖναι καὶ πραγμάτων φύσεις. Ὠιήθην δὲ τηνάλλως ἐπὶ τούτῳ φέρεσθαι, καὶ σοφίᾳ μὲν γνῶσιν ἕπεσθαι, γνώσει δὲ πόνους ἐπακολουθεῖν.

Chapter IIΚΕΦΑΛ. Β

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 10:992ΚΕΦΑΛ. Β. Τοῦτο δὴ τοῦθ’ οὕτως ἔχειν νομίσας, ἔγνων ἐπὶ ἑτέραν ἰδέαν τραπέσθαι βίου, καὶ ἐκδοῦναι μὲν ἐμαυτὸν τρυφῇ, πεῖραν δὲ λαβεῖν ἡδονῶν ποικίλων. Νῦν τοίνυν συνῆκα ὡς τὰ τοιαῦτα μάταια σύμπαντα· καὶ γέλωτα μὲν εἰκῆ φερόμενον ἐπέσχον, ἡδονὴν δὲ πρὸς τὸ σωφρονεῖν ἐκόλασα, πικρῶς ἐπιτιμήσας αὐτῇ.
Λογισάμενος δὲ, ὅτι ψυχὴ δύναται στῆσαι μεθύουσαν καὶ ῥέουσαν ὥσπερ οἶνον σώματος φύσιν, ἐγκράτεια δὲ δουλοῦται ἐπιθυμίαν· προεθυμήθην κατιδεῖν, τί ποτε εἴη προκείμενον ἀνθρώποις σπουδαῖον, καὶ τῷ ὄντι καλὸν ὃ καταπράξονται παρὰ τουτονὶ τὸν βίον. Διεξελήλυθα γὰρ τὰ λοιπὰ σύμπαντα ὅς’ ἀξιάγαστα νομίζεται, οἴκων τε ὑπερυψήλων ἀνορθώσεις καὶ φυτείας ἀμπέλων, ἔτι δὲ παραδείσων κατασκευὰς, καὶ παντοίων δένδρων καρποφόρων κτήσεις καὶ ἐπιμελείας· ὅπου δὲ καὶ δεξαμεναὶ μεγάλαι πρὸς ὑποδοχὰς ὑδάτων κατεσκευάσθησαν, εἰς δαψιλῆ ἀρδείαν τῶν φυτῶν ἀπονενεμημέναι. Περιεβαλόμην δὲ καὶ οἰκετῶν πλῆθος, θεράποντας καὶ θεραπαίνας· ἄλλους μὲν ἔξωθεν κτησάμενος, ἄλλους δὲ καὶ παρ’ ἐμαυτῷ γενομένους καρπωσάμενος. Ζώων δὲ τετραπόδων ἀγέλαι, πολλαὶ μὲν βουκολίων, πολλαὶ δὲ ποιμνίων ὑπὸ τὴν ἐμὴν ἦλθον ἐξουσίαν παρ’ ὁντινοῦν τῶν πάλαι. Θησαυροί τε χρυσοῦ τε καὶ ἀργύρου προσέῤῥεον, δορυφόρους τέ μοι καὶ δασμοφόρους, τοὺς ἁπάντων βασιλεῖς πεποιημένῳ. Χοροί τε συνεκροτοῦντο παμπληθεῖς, ἀῤῥένων δέ τε ὁμοῦ καὶ θηλειῶν εἰς τὴν ἐμὴν τέρψιν, παναρμόνιον ἐκπονούντων ᾠδήν.
Συμπόσιά γε μὴν καὶ οἰνοχόους εἰς τοῦτο ἀπέταξα τῆς τρυφῆς μέρος ἐξ ἑκατέρου γένους ἀνθρώπων ἐξειλεγμένους, οὐδ’ ἂν καταλέγειν ἔχοιμι, τοσοῦτον ὑπερέβαλον τούτοις τοὺς πρὸ ἐμοῦ βασιλεύσαντας Ἱερουσαλήμ. Εἶτα συνέβαινε, τὰ μὲν τῆς σοφίας μοι ἐλαττοῦσθαι, πληθύνειν δὲ τὰ τῆς οὐκ ἀγαθῆς ἐπιθυμίας. Παντὶ γὰρ ὀφθαλμῶν τε δελεάσματι, καὶ καρδίας ἀκράτοις ὁρμαῖς ἐφιεὶς πανταχόθεν προσπιπτούσαις, ἡδονῶν ἐλπίσιν ἐμαυτὸν ἐκδεδωκώς· καὶ πάσαις τρυφαῖς δειλαίαις, τὴν ἐμαυτοῦ ἐγκατέδησα προαίρεσιν. Οὕτω γάρ μου αἱ ἐνθυμήσεις, εἰς δυσπραγίαν ἠνέχθησαν, ὡς ταῦτα μὲν εἶναι καλὰ, ταῦτα δέ μοι προσήκειν διαπράττεσθαι νομίζειν. Εἶτα ποτὲ ἀνανήψας ἐγὼ καὶ ἀναβλέψας, κατεῖδον ἅπερ ἐν χερσὶν εἶχον, μοχθηρὰ ὁμοῦ καὶ παγχάλεπα, πνεύματος οὐκ ἀγαθοῦ ποιήματα. Οὐδὲν γὰρ ὁτιοῦν ὑπ’ ἀνθρώπων ᾑρημένον, ἀποδεκτὸν εἶναί μοι νῦν καταφαίνεται καὶ περισπούδαστον ὀρθῷ λογισμῷ. Συλλογισάμενος οὖν τά τε σοφίας ἀγαθὰ, καὶ τὰ ἀφροσύνης κακὰ, εἰκότως ἂν ἱκανῶς θαυμάζοιμι ἄνδρα τοιοῦτον, ὅς τις φερόμενος ἀλόγως· ἔπειτα ἑαυτοῦ λαβόμενος, εἰς τὸ δέον ἐπιστρέψει.
PG 10:993Φρονήσεως γὰρ καὶ ἀφροσύνης πολὺ τὸ μέσον, διαφορὰ δὲ ἀμφοῖν τοσαύτη, ὅση περ ἡμέρας πρὸς νύκτα. Ἔοικε τοίνυν, ὁ μὲν ἀρετὴν ᾑρημένος, τρανῶς τε ἕκαστα καὶ ἄνω βλέποντι· τῆς τε ἑαυτοῦ πορείας, λαμπροτάτου φέγγους καιρῷ πεποιημένῳ· ὁ δ’ αὖ κακίᾳ ἐμπεπλεγμένος, καὶ πλάνῃ παντοίᾳ ὡς ἐν σκοτομήνῃ πλανωμένῳ, τυφλός τε ὢν τὴν πρόσοψιν, καὶ ὑπὸ τοῦ σκότους τῶν πραγμάτων ἀφῃρημένος. Τέλος δὲ ἐπινοήσας ἑκατέρου τῶν βίων τούτων ἐγὼ τὸ διάφορον, εὗρον οὐδὲν, καὶ ὡς κοινωνὸν ἀφρόνων ἐμαυτὸν καταστήσας, τὰ τῆς ἀφροσύνης ἐπίχειρα δέξομαι. Τί γὰρ ἢ τῶν σοφισμάτων ἐκείνων ἀγαθὸν, ἢ ποία ὄνησις τῶν πολλῶν λόγων, ὅπου γε τὰ φλυαρίας ῥεύματα, ὥσπερ ἐκ πηγῆς ὁρμᾶται τῆς ἀφροσύνης; Σοφῷ δὲ καὶ ἄφρονι κοινὸν οὐδὲν, οὐ κατὰ ἀνθρώπων μνήμην, οὐ κατὰ Θεοῦ ἀμοιβήν. Τῶν δ’ ἐν ἀνθρώποις πραγμάτων, ἔτι ἄρχεσθαι δοκούντων, ἤδη τὸ τέλος ἐπιλαμβάνει ἁπάντων. Σοφὸς δὲ οὐδέποτε ἀσυνέτῳ τοῦ αὐτοῦ κοινωνεῖ τέλους. Ἐμίσησα τοίνυν καὶ τὸν σύμπαντά μου βίον, τὸν ἐν τοῖς ματαίοις ἀναλωθέντα, ὃν διήγαγον τοῖς περὶ γῆν πόνοις προστετηκώς.
Ὡς γὰρ συνελόντι φάναι, πάντα μοι λυπηρῶς ἐκμεμόχθηται ὁρμῆς ἀλογίστου γενόμενα ποιήματα· καὶ διαδέξεταί τις αὐτὰ ἕτερος, εἴτε σοφὸς, εἴτε ἠλίθιος, τὰς ψυχρὰς τῶν ἐμῶν καμάτων ἐπικαρπίας. Ἀπολαβομένῳ δέ μοι ταῦτα καὶ ἀποῤῥίψαντι, κατεφάνη τὰ τῷ ὄντι ἀγαθὰ προκείμενα ἀνθρώπῳ, σοφίας τε γνῶσις, καὶ κτῆσις ἀνδρείας. Εἰ δέ τις τούτων μὲν οὐκ ἐφρόντισεν, ἑτέρων δὲ ἐπτόηται, ὁ τοιοῦτος εἵλετο μὲν πονηρὰ ἀντὶ ἀγαθῶν, μετῆλθε δὲ κακίαν ἀντὶ χρηστότητος, καὶ μόχθον ἀνθ’ ἡσυχίας, ταράχοις ποικίλοις περιελκόμενος, νύκτωρ τε καὶ μεθ’ ἡμέραν συνεχόμενος ἀεὶ, σώματός τε ἐπείγουσι καμάτοις, καὶ ψυχῆς φροντίσιν ἀδιαλείπτοις, σφαδαζούσης αὐτῷ τῆς καρδίας, ἀλλοκότων ἕνεκα πραγμάτων. Οὐ γὰρ τὸ τέλειον ἀγαθὸν περὶ βρῶσίν τε καὶ πόσιν ἱζάνει· εἰ καὶ μάλιστα ἐκ Θεοῦ ἀνθρώποις γίνονται αἱ τροφαί· οὐδὲν γὰρ τῶν πρὸς σωτηρίαν ἡμῖν δεδομένων ἔξω τῆς αὐτοῦ ὑπάρχει προνοίας. Ἀλλ’ ὁ μὲν ἀγαθὸς ἀνὴρ, σοφίας ἐκ Θεοῦ τυχὼν, εὐφροσύνης ἔτυχεν οὐρανίου·
ὁ δ’ αὖ πονηρὸς, θεηλάτοις ἐλαυνόμενος κακοῖς, πλεονεξίαν νοσῶν, πολλά τε ἀθροῖσαι σπουδάζει, καὶ τὸν ὑπὸ Θεοῦ τετιμημένον ἐναντίον τοῦ πάντων Δεσπότου ὀνειδίσαι σπεύδει, δῶρα προτείνων ἄχρηστα, δολερά τε ὁμοῦ καὶ μάταια τῆς ἑαυτοῦ ἀθλίας ψυχῆς σπουδάσματα πεποιημένος.

Chapter IIIΚΕΦΑΛ. Γ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 10:996ΚΕΦΑΛ. Γ. Χρόνος δὲ οὗτος πάντων γέμει τῶν ἐναντιωτήτων, τοκετῶν, εἶτα θανάτων, βλαστήσεως φυτῶν, εἶτα ἀνατροπῆς· ἰάσεων καὶ ἀναιρέσεων, οἴκων τε εὐορθώσεως καὶ καταλύσεως, κλαυθμῶν καὶ γελώτων, κοπετῶν καὶ ὀρχημάτων. Νῦν μὲν συνάγει τις τὰ ἀπὸ γῆς, νῦν δὲ ἐξέβαλε· καὶ ποτὲ μὲν ἐπιμέμηνε γυναικὶ, ποτὲ δὲ αὐτὴν ἀποστυχεῖ. Καὶ νῦν μὲν ἐζήτησέ τις ὁτιοῦν, νῦν δὲ ἀπώλεσε· καὶ νῦν μὲν ἐφύλαξε, νῦν δὲ προήκατο· ἄλλοτε ἀπέκτεινεν, ἄλλοτε ἐφονεύθη· ἐλάλησεν, εἶτα ἡσύχασεν· ἠγάπησεν, εἶτα ἐμίσησε. Τὰ γὰρ ἐν ἀνθρώποις πράγματα ποτὲ μὲν πολεμεῖται, ἄλλοτε δὲ εἰρηνεύεται, ὀξυῤῥόπως τῶν πραγμάτων ἐξ ἀγαθῶν εἶναι δοκούντων εἰς ὁμολογούμενα κακὰ μεταπιπτόντων. Παυσώμεθα τοίνυν ἐξ ἀνονήτων μόχθων. Ταῦτα γὰρ ἅπαντα, ὥς γέ μοι δοκεῖ, κέντροις ἰοβόλοις ἀνθρώπους ἐξοιστρεῖν ἐτέθη.
Καιροσκόπος δή τις πονηρὸς τὸν αἰῶνα τοῦτον περικέχηνεν, ἀφανίσαι ὑπερδιατεινόμενος τὸ τοῦ Θεοῦ πλάσμα, ἐξ ἀρχῆς αὐτῷ μέχρι τέλους πολεμεῖν ᾑρημένος. Πέπεισμαι τοίνυν τὰ μέγιστα ἀγαθὰ ἀνθρώπῳ εὐθυμίαν καὶ εὐποιί̈αν ὑπάρχειν, καὶ μέν τοι καὶ τὴν πρόσκαιρον ταύτην ἀπόλαυσιν ἐκ Θεοῦ παραγενέσθαι μόνον, εἰ δικαιοσύνη τῶν πράξεων ἡγοῖτο. Τῶν δὲ αἰωνίων καὶ ἀφθάρτων πραγμάτων, ὅσα ὁ Θεὸς παγίως ὥρισεν, οὔτε τι ἀφελεῖν, οὔτε τι προσθεῖναι δυνατόν. Ὧι τινι οὖν, ἀλλ’ ἔστιν, ἐκεῖνα φοβερά τε ὁμοῦ καὶ θαυμαστά· καὶ τὰ μὲν γενόμενα, ἕστηκε· τὰ δὲ ἐσόμενα, ἤδη κατὰ τὸ προεγνῶσθαι γεγένηται. Θεῷ δὲ κέχρηται ὁ ἀδικούμενος βοηθῷ. Εἶδον ἐν τοῖς κάτω μέρεσι, κολάσεως μὲν βάραθρον τοὺς δυσσεβεῖς δεχόμενον, εὐσεβέσι δὲ χῶρον ἕτερον ἀνειμένον. Ἐλογισάμην δὲ πάντα ὅμοια ὑπάρχειν παρὰ Θεῷ νομίζεσθαι καὶ κρίνεσθαι, ταυτὸν εἶναι δικαίους καὶ ἀδίκους, λογικὰ καὶ ἄλογα. Χρόνον τε γὰρ ἅπασιν ὁμοίως ἐπιμεμετρῆσθαι, καὶ θάνατον ἐπηρτῆσθαι, ταυτόν τε εἶναι παρὰ Θεῷ κτηνῶν τε καὶ ἀνθρώπων φῦλα, διαφέρειν δὲ ἀλλήλων, μόνῳ τῷ ἐνάρθρῳ τῆς φωνῆς·
συμβαίνειν δὲ αὐτοῖς ἅπαντα παραπλήσια, καὶ τὸν θάνατον χωρεῖν, οὐδὲν μᾶλλον ἐπὶ τὰ λοιπὰ τῶν ζώων, ἤπερ καὶ ἐπ’ ἀνθρώπους. Πνεῦμα γὰρ πᾶσιν ὅμοιον εἶναι, καὶ πλέον ὑπάρχειν ἐν ἀνθρώποις μηδὲν, ἀλλὰ πάντα ἑνὶ λόγῳ εἶναι μάταια, ἀπὸ τῆς αὐτῆς γῆς λαβόντα τὴν σύστασιν, καὶ εἰς τὴν αὐτὴν γῆν ἕξοντα τὴν ἀνάλυσιν. Ἄδηλον γὰρ εἶναι περί τε τῶν ἀνθρωπίνων ψυχῶν, εἰ ἀναπτήσονται ἄνω, καὶ περὶ τῶν λοιπῶν ἃς τὰ ἄλογα κέκτηνται, εἰ κάτω διαῤῥυήσονται. Καὶ ὅ μοι ἐδόκει μηδὲν ἕτερον ὑπάρχειν ἀγαθὸν, εἰ μὴ τρυφὴ καὶ τῶν παρόντων χρῆσις. Οὐ γὰρ εἶναι πάλιν ᾠήθην, ἐπὶ τὴν ἀπόλαυσιν τούτων ἐλθεῖν δυνατόν, ἅπαξ ἀνθρώπῳ θανάτου γευσαμένῳ.

Chapter IVΚΕΦΑΛ. Δ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 10:997ΚΕΦΑΛ. Δ. Ἀπὸ δὲ τούτων ἁπασῶν ἐμαυτὸν ἐπιστρέψας τῶν ἐννοιῶν κατεσκεψάμην καὶ ἀπεστράφην πάντα εἴδη συκοφαντιῶν τὰ ἐν ἀνθρώποις πλαζόμενα, ἐξ ὧν τινὲς μὲν ἀδικούμενοι δακρύουσι καὶ θρηνοῦσι, βίᾳ καταβεβλημένοι τῶν ἐπαμυνόντων, ἢ ὅλως παραμυθησομένων αὐτοὺς πάσης πανταχόθεν κατεχούσης ἀπορίας· οἱ δὲ χειροδίκαι εἰς ὕψος αἴρονται, ἐξ οὗ καὶ πεσοῦνται. Τῶν δὲ ἀδίκων καὶ θρασέων, οἱ μὲν ἀποθανόντες, ἄμεινον παρὰ τοὺς μέχρι νῦν ζῶντας ἔπραξαν.
Αἱρετώτερος δὲ τούτων ἀμφοτέρων, ὁ ὅμοιος αὐτοῖς ἐσόμενος, μηδέπω δὲ γεγονὼς, ὅτι οὔπω τῆς κατὰ ἀνθρώπους ἥψατο πονηρίας. Φανερὸν δέ μοι ἐγένετο καὶ ὁπόσος ἀνδρὶ φθόνος παρὰ τῶν πέλας ἕπεται, οἶστρος ὑπάρχων πονηροῦ πνεύματος· καὶ ὅτι ὁ ὑποδεξάμενός τε αὐτὸν, καὶ οἱονεὶ προστερνισάμενος, οὐδὲν ἕτερον ἔχει, ἢ τὸ διεσθίειν τὴν ἑαυτοῦ ψυχὴν, καὶ διαπρίειν τε καὶ δαπανᾷν μετὰ τοῦ σώματος ἑαυτοῦ λύπην ἀπαραμύθητον, τὴν τῶν ἄλλων εὐπραγίαν τιθέμενον. Ἕλοιτο δ’ ἄν τις εὖ φρονῶν θατέραν ἐμπλῆσαι τῶν χειρῶν, σὺν ῥᾳστώνῃ καὶ πραότητι, ἤπερ ἀμφοτέρας σὺν μόχθῳ, καὶ δολεροῦ πνεύματος πανουργίᾳ. Ἔστι δέ τι καὶ ἕτερον, ὅπερ οἶδα συμβαῖνον παρὰ τὸ προσῆκον, ἀνδρὸς ἕνεκα προαιρέσεως οὐκ ἀγαθῆς. Ὃς μεμονωμένος πάντοθεν, καὶ οὔτε ἀδελφὸν ἔχων, οὔτε υἱὸν, κτήμασι δὲ πολλοῖς εὐθηνούμενος, ἀπληστίᾳ συζῶν, χρηστότητι ἑαυτὸν οὐθ’ ὅλως ὁτιοῦν ἐπιδοῦναι θέλει. Ἡδέως οὖν ἂν αὐτὸν ἐροίμην, ὅτου χάριν ὁ τοιοῦτος μοχθεῖ, τὸ μὲν ἀγαθόν τι δρᾶσαι προτροπάδην φεύγων, ποικίλαις δὲ τοῦ χρηματίσασθαί ποθεν ἐπιθυμίαις διασπώμενος.
Πολλῷ δὲ τούτου βελτίους οἳ κοινωνίαν ἅμα βίου ἐστείλαντο, ἐξ ἧς καρποῖντο ἂν τὰ βέλτιστα; Δύο γὰρ ἀνδρῶν τοῖς αὐτοῖς πράγμασιν ὀρθῶς προσκειμένων, εἰ καὶ θατέρῳ τινὶ προσπέσῃ τι· ἀλλὰ μὴν οὐ μικρὰν ἐπικουρίαν ἔχει, τὸν αὐτῷ συνόντα. Μεγίστη δὲ καὶ συμφορὰ ἀνθρώπῳ δυσπραγοῦντι, καὶ ἡ ἐρημία τοῦ ἀνακτησομένου. Οἱ δ’ αὖ ὁμοδίαιτοι, καὶ τὴν εὐπραγίαν αὐτοῖς ἐδιπλασίασαν, καὶ πραγμάτων ἀβουλήτων χειμῶνα παρεμυθήσαντο· ὥστε καὶ μεθημέραν τῇ ἐπ’ ἀλλήλοις λαμπρύνεσθαι παῤῥησίᾳ, καὶ νύκτωρ φαιδρότητι σεμνύνεσθαι. Ὁ δὲ βίον ἀκοινώνητον ἕλκων, φρικώδη τινὰ ἑαυτῷ διεξάγει ζωὴν, οὐκ ᾐσθημένος, ὡς εἰ καὶ ἐπίθοιτό τις ἀνθρώποις συμπεφραγμένοις, θρασέως καὶ οὐκ ἀσφαλῶς βουλεύεται, καὶ ὄτι οὐδὲ σχοῖνος τριπλῇ ῥᾳδίως ἀποῤῥήγνυσθαι πέφυκεν. Ἐγὼ δὲ προκρίνω νέον πένητα σώφρονα, γέροντος βασιλέως ἄφρονος, ᾧ ἐνθύμιον οὐ γεγένηται, ὡς δυνατόν ἐστι, τῶν μὲν ἐκ τοῦ δεσμωτηρίου τινὰ εἰς τὸ βασιλεῦσαι καταστῆναι, αὐτὸν δὲ τῆς ἀδίκου δυναστείας, δικαίως ὕστερον ἐκπεσεῖν. Συμβαίνει γὰρ τοὺς ὑπὸ τῷ νέῳ μὲν, ἔμφρονι δὲ τασσομένους, ἀλύπους εἶναι τοὺς ὅσοι προγενέστεροι.
PG 10:1000Οἱ γὰρ μετέπειτα γενόμενοι, διὰ τὸ ἑτέρου ἀπειράτως ἔχειν, οὐδὲ τοῦτον ἐπαινεῖν δύνανται, ἀγόμενοί τε γνώμῃ ἀλογίστῳ, καὶ ὁρμῇ πνεύματος ἐναντίου. Ἐκκλησιάζων δὲ πρὸ ὀφθαλμῶν ἔχε τόν τ’ ἑαυτοῦ βίον ὀρθῶς διαπορεύεσθαι, καὶ ὑπὲρ τῶν ἀφρόνων εὔχεσθαι, ὅπως ἐπίσταιντο σύνεσιν λαβόντες, ἐκκλίνειν τὴν πρᾶξιν τῶν πονηρῶν.

Chapter VΚΕΦΑΛ Ε

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦΑΛ Ε. Γλώσσης δὲ φείδεσθαι καλὸν, καὶ εὐσταθούσῃ χρῆσθαι καρδίᾳ ἐν τῇ περὶ λόγους σπουδῇ. Οὐ γὰρ χρὴ ἀλογίστως αὐτῶν ἔχοντα, κἂν ἄτοπα, ἢ τὰ ἐπὶ νοῦν ἐλθόντα, ταῦτα προί̈εσθαι διὰ τῆς φωνῆς· ἀλλ’ ἐνθυμουμένους, ὅτι εἰ καὶ πολὺ ἀφεστήκαμεν οὐρανοῦ, γινώσκειν χρὴ, ὅτι ἐπ’ ἐπηκόῳ φθεγγόμεθα Θεοῦ, καὶ ἔστι λυσιτελὲς λαλεῖν ἀπεριπτώτως. Ὥσπερ δὲ φροντίσι ψυχῆς ποικίλαις παρέπεται ὀνειράτων παντοδαπῇ φαντασίᾳ· οὕτω καὶ ἀφροσύνῃ φλυαρία συνέζευκται. Ἐπαγγελία δὲ δι’ εὐχῆς γινομένη, τέλος λαμβανέτω δι’ ἔργου. Ἀφρόνων δὲ ἴδιον, τὸ ἀποβλήτους εἶναι· σὺ δὲ ἀληθὴς ἔσο, γινώσκων ὡς πολλῷ ἄμεινον μὴ εὔξασθαί σε, μηδὲ ὑποσχέσθαι τὶ δρᾶσαι, ἢ εὐξάμενον, εἶτα παραλιπεῖν. Δεῖ δὲ παντοίως φεύγειν τὴν τῶνδε καλῶν ῥημάτων ἐπιῤῥοὴν, ὡς ἀκουσομένου θεοῦ.
PG 10:1001Τῷ γὰρ ταῦτα ἐνθυμουμένῳ πλέον οὐδέν ἐστιν, ἢ τὸ αἰσθάνεσθαι τῶν ἑαυτοῦ ἔργων ὑπὸ θεοῦ διαφθειρομένων. Ὥσπερ γὰρ τὰ πολλὰ ἐνύπνια μάταια, οὕτω καὶ τὰ πολλὰ ῥήματα. Φόβος δὲ Θεοῦ, ἀνθρώπων σωτήριος, σπάνιος δέ. Ὅθεν [οὐ] χρὴ θαυμάζειν ἀφορῶντα πρός τε πένητας συκοφαντουμένους, καὶ πρὸς δικαστὰς παραλογιζομένους. Χρὴ δὲ ἐκτρέπεσθαι τὸ τῶν δυνατωτέρων μείζονας εἶναι δοκεῖν. Κἂν γὰρ ἐκγένηται τοῦτο, ἀλλ’ οὖν τῶν ἐσομένων σοι φοβερῶν, οὐ ῥύσεταί σε ἡ καθ’ αὑτὴν πονηρία. Ὥσπερ δὲ κτῆμα τὸ ἐξ ἁρπαγῆς βλαβερώτατον καὶ ἀνοσιώτατον, οὕτω καὶ ἀνδρὶ ἐπιθυμητῇ χρημάτων οὐκ ἐκγίνεται χόρος, οὔθ’ ἡ παρὰ τῶν πέλας εὔνοια· κἂν ὁτιοῦν μάλιστα πάμπολυ ἀργύριον ἐπικτήσωνται. Τοῦτο μὲν γὰρ μάταιον. Ἀγαθότης δὲ τοὺς συνόντας αὐτῇ ὑπερευφραίνουσα, ἀνδρείους ἀπεργάζεται τοῦ καθορᾷν ἕκαστα τῶν πραγμάτων παρέχουσα τὴν δύναμιν. Μέγα δὲ καὶ τὸ μὴ προστετηκέναι τοιαύταις φροντίσιν· ὁ μέν γε πένης, κἂν δοῦλος ᾖ, καὶ μὴ ὑπερεμπλήσας τὴν ἑαυτοῦ γαστέρα, προσηνοῦς μεταλαμβάνει τῆς διὰ τοῦ ὕπνου ἀνέσεως· πλούτου δὲ ἐπιθυμία σύνεστι ἀγρυπνίαις καὶ καμάτοις ψυχῆς.
Τί δ’ ἂν γένοιτο τούτου ἀτοπώτερον, ἢ τὸ μετὰ πολλῆς σπουδῆς καὶ ἐπιμελείας ἀποθησαυρίζοντα τὸν πλοῦτον συντηρεῖν, μυρίων ἑαυτῷ φυλάςσοντα κακῶν ἀφορμήν; Καὶ τὸν πλοῦτον ἐκεῖνον ἀνάγκη ἀπολέσθαι ποτὲ καὶ διαφθαρῆναι, εἴτε γένοιτο τῷ κτησαμένῳ τέκνα, εἴτε καὶ μή· αὐτόν τε εἰ καὶ μὴ βούλοιτο προσήκει τοιοῦτον εἰς τὴν γὴν πεσεῖν καὶ ἀπελθεῖν, οἷος καὶ ὁπότε εἰς τὸ εἶναι παρὼν ἐτύγχανε. Κεναῖς δὲ χερσὶν ἀπιέναι μέλλων, αὔξει τὴν ἑαυτοῦ κακίαν, ὥσπερ οὐκ ἐνθυμούμενος, ὅτι ἐπίκειται αὐτῷ τέλος τοῦ βίου τῇ γενέσει ὅμοιον, καὶ ὅτι ἀνόνητα μοχθεῖ, εἰς δέ τινα μᾶλλον ἀνέμου ὁρμὴν, ἤπερ τῇ ἑαυτοῦ σπουδῇ χαριζόμενος, καταναλώσας τὸν ἑαυτοῦ βίον σύμπαντα, ἔν τε ἐπιθυμίαις ἀνοσιωτάταις, καὶ ἐν ὁρμαῖς ἀλόγοις, ἔτι δὲ λύπαις καὶ ἀῤῥωστίαις. Καὶ συνελόντι φάναι, σκότος μέν εἰσι τῷ τοιούτῳ αἱ ἡμέραι· πένθος δὲ ἡ ζωή. Ἀγαθόν γε μὴν ἐκεῖνο καὶ οὐκ ἀπόβλητον· Θεοῦ γάρ ἐστι δῶρον, τὸ δυνηθῆναι ἀπολαῦσαι ἄνθρωπον τῶν ἑαυτοῦ καματῶν ἐν εὐφροσύνῃ, θεόσδοτα, καὶ οὐχ ἁρπακτικὰ δεξάμενον κτήματα. Οὔτε γὰρ λύπαις οὖτός γε νοσεῖ, οὔτε ὡς ἐπὶ πολὺ ἐνθυμήσεσι πονηραῖς δουλεύει·
συμμετρεῖται δὲ τὸν ἑαυτοῦ βίον εὐποιίαις τοῖς πᾶσιν εὐθυμούμενος, καὶ ἀγαλλιώμενος τῇ τοῦ Θεοῦ δωρεᾷ.

Chapter 2ΚΕΦΑΛ. 2

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦΑΛ. 2 Παρέξομαι δὲ τῷ λόγῳ, τὴν μάλιστα ἐπιπολάζουσαν ἀνθρώποις κακοπραγίαν. Ὅταν Θεὸς μὲν τὰ καταθύμια αὐτῶν ἅπαντα ἐπιχορηγήσας. μηδένος οὐτινοσοῦν τῶν εεἰς ἐπιθυμίαν ἐλθόντων αὐτὸν ἀφέ ληται, μὴ περιουσίας, μὴ πολυδοξίας, μὴ τῶν λοιπῶν περὶ ὅσα ἄνθρωποι ἐπτόηνται· ὁ δὲ τοῖς πᾶσιν εὐθηνούμενος, ὥσπερ τούτῳ μόνῳ θεηλάτῳ κακῷ συνεχόμενος, τῷ μὴ ἀπολαύειν, ἑταίρῳ τῷ αὐτοῦ ταμιεύσεται, πεσὼν ἄκαρπος καὶ ἑαυτῷ, καὶ τοῖς πλησίον. Τοῦτο μέγα τεκμήριον καὶ ἔλεγχον περιφανῆ ὑπερβαλλούσης ἐγὼ τίθεμαι πονηρίας· ἄνδρα τε ἐκεῖνον, ὃς πλείστων πατὴρ ὀνομασθεὶς τέκνων ἀσινῶς, βιοὺς δὲ χρόνον μακρὸν, οὐκ ἐπλήσθη χρηστότητος τὴν ψυχὴν ἐπὶ τοσοῦτον, θάνατον πεῖραν οὐ λαβών· τοῦτον ἔγωγε, οὔτε τῆς πολυπαιδίας, οὔτε τῆς πολυημερίας ζηλώσαιμ’ ἄν· καὶ προκρίνω δὲ αὐτοῦ ἄωρον γαστρὸς μητρῴας ἐκπεσὸν ἔμβρυον. Ἐκεῖνο γὰρ ὥσπερ ἦλθε ματαίως, οὕτως ἄπεισι καὶ λαθραίως ἐν ἀμνηστίᾳ, οὐχ ἁψάμενον κακῶν, οὐδὲ προσβλέψαν ἡλίῳ.
PG 10:1004Τοῦτο κουφότερον, ἤπερ τῷ πονηρῷ, κἂν χιλίοις ἔτεσι τὴν ἑαυτοῦ ζωὴν ἀναμετρησαμένῳ ἀγαθότητα μὴ ἐπιγνῷ. Τέλος δὲ ἀμφοῖν θάνατος. Ἐλεγχομένου ἄφρονος, μάλιστα τῷ πλησμονὴν μηδεμιᾶς λαμβάνειν ἐπιθυμίας. Ὁ δὲ σώφρων, τούτοις οὐκ ἐνίσχεται τοῖς πάθεσιν. Ὡς δ’ ἐπὶ τὸ πλεῖστον εὐθύτης ζωῆς ἄνθρωπον τῇ πενίᾳ ὁδηγεῖ. Ἐξίστησι δὲ πολλοὺς ὀφθαλμῶν λίχνων θεάματα, τὴν ψυχὴν ἐρεθίζοντα, ἐπ’ ἀνόνητον σπουδὴν ἕλκοντα, διὰ τῆς τοῦ ὀφθῆναι κενῆς ἐπιθυμίας. Τὰ μέν τοι νῦν γεγεννημένα ἤδη ἔγνωσται· καὶ σαφὲς τυγχάνει, ὡς τοῖς ὑπὲρ αὐτὸν ἄνθρωπος ἀντιτάσσεσθαι οὐχ οἷός τε. Φλυαρίαι γε μὴν κατὰ ἀνθρώπους στρέφονται, τὴν τῶν χρωμένων ἄνοιαν ἐπαυξάνουσαι.

Chapter VIIΚΕΦΑΛ. Ζ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦΑΛ. Ζ. Μηδαμῶς γὰρ πλέοντι ὠφελουμένου τοῦ γινώσκοντος τὰ αὐτῷ συμβησόμενα παρὰ τὸν βίον καταθύμια· θῶμεν γὰρ τοῦτο· ὅμως δὲ καὶ τῶν ἀνθρώπων περιεργίᾳ ἐπιτεχνᾶται, ὡς καὶ τὰ μετὰ θάνατόν τινος ἑκάστου ἐσόμενα, πολυπραγμονεῖν τε καὶ δοκεῖν εἰδέναι. Μνήμη δὲ ἀγαθὴ ψυχῇ προσηνεστέρα, ἤπερ σώματι ἔλαιον· καὶ βίου ἔξοδος, ἀμείνων γενέσεως· καὶ αἱρετώτερον πενθεῖν, ἢ κωμάζειν, καὶ τὸ παρεῖναι τοῖς λυπουμένοις, ἢ τοῖς μεθυσκομένοις.
Ἔστι γὰρ οὕτω, λαβόντα τινὰ τοῦ βίου τέλος μὴ εὐλαβηθῆναι περὶ τῶν ἀμφ’ αὐτόν. Γέλωτος δὲ θυμὸς ἔμφρων προτιμότερος· αὐστηρᾷ γὰρ διαθέσει προσώπου, κατορθοῦται ψυχή. Αἱ μὲν τοίνυν τῶν σοφῶν ψυχαὶ, σκυθρωπάζουσι καὶ συστέλλονται, αἱ δὲ τῶν ἀφρόνων ἐπαιρόμεναι διαχέονται. Πολὺ δέ ἐστιν εὐκταιότερον ἐπίπληξιν σοφοῦ ἑνὸς δέξασθαι, ἢ ὅλου χοροῦ ἀνθρώπων φαύλων καὶ δυστήνων ᾀδόντων γενέσθαι ἀκροατήν. Τῶν γὰρ ἀφρόνων ἀνθρώπων ὁ γέλως, ἀκανθῶν πολλῶν λάβρῳ πυρὶ καιομένων ἤχῳ προσέοικεν. Ἄθλιον δὲ καὶ τοῦτο, κακόν γε μὴν μέγιστον ἡ συκοφαντία· αὕτη γὰρ σοφῶν ἐπιβουλεύει ψυχαῖς, καὶ ἐπιχειρεῖ διαφθείρειν τὴν γενναίαν ἔνστασιν τῶν ἀγαθῶν. Λόγων δὲ οὐκ ἀρχόμενον, ἀλλὰ παυόμενον ἐπαινεῖν προσήκει, καὶ τὸ μέτριον ἦθος ἀποδέχεσθαι, καὶ μὴ τὸ μετεωριζόμενον καὶ τετυφωμένον. Πάνυ δὲ χρὴ θυμοῦ φείδεσθαι, καὶ μὴ εἰς ὀργὴν προχείρως καταφέρεσθαι, ᾗτινι ἄφρονες δουλεύουσιν. Ἁμαρτάνουσι δὲ οἱ λέγοντες τοῖς προτέροις ἀμείνονα δεδόσθαι βίον, καὶ οὐ συνιᾶσιν, ὅτι πάμπολυ διαφέρει σοφία τῆς τῶν χρημάτων περιουσίας·
PG 10:1005καὶ τοσοῦτόν ἐστι φανερωτέρα, ὅσον ἄργυρος λαμπρότερος φαίνεται τῆς ἑαυτοῦ σκιᾶς. Ζωὴ γὰρ ἀνθρώπου, οὐκ ἐξ ἐπικήρου πλούτου κτήσεως, ἀλλ’ ἐκ σοφίας περιγίνεται. Τίς δὲ καὶ δυνήσεται, εἰπέ μοι, τὴν τοσαύτην καὶ οὕτω χρηστὴν τοῦ Θεοῦ πρόνοιαν ἐξειπεῖν; ἢ τίς ἀνακαλέσασθαι τὰ δοκοῦντα παρημελῆσθαι ὑπὸ Θεοῦ δικαίως; Πράττων δὲ οὐκ ὀρθῶς πρότερον ἔγωγε κατενόησα τὰ σύμπαντα, καὶ δίκαιον ἐμμένοντα τῇ δικαιοσύνῃ, καὶ μέχρι θανάτου μὴ ἐξιστάμενον, ἀλλὰ καὶ δι’ αὐτὴν ἐπιβουλευόμενον, καὶ ἀσεβῆ συναποθνήσκοντα τῇ ἑαυτοῦ κακία. Χρὴ δὲ δίκαιον ὄντα μὴ πάνυ τοιοῦτον εἶναι δοκεῖν, μηδὲ ἄγαν σοφὸν καὶ ὑπερμέτρως· ὅπως μή τι πταίσας, πολλαπλασίονα ἁμαρτήσῃ. Καὶ μὴ ἔσο τολμηρὸς καὶ προπετὴς, μή σε θάνατος ἁρπάσῃ ἄκαιρος. Μέγιστον δὲ ἀγαθὸν ἀντιλαμβάνεσθαι Θεοῦ, καὶ ἐν τούτῳ ὄντα μηδὲν ἁμαρτάνειν. Τῶν γὰρ ἀμιάντων χειρὶ ἀνάγνῳ ψαύειν, μυσαρόν. Ὁ δὲ μετὰ φόβου Θεοῦ ὑπείκων ἅπαντα διαφεύγει τἀναντία. Σοφία δὲ βοηθείας, στίφους ἀνδρῶν τῶν δυνατωτάτων ἐν πόλει μείζονα δύναται, ἢ καὶ συγγινώσκει δικαίως πολλάκις τῶν δεόντων ἀποτυγχάνουσιν. Ἄπταιστος γάρ ἐστιν οὐδὲ εἷς.
Ἀσεβῶν δὲ λόγοις, οὐδ’ ὁπωσοῦν τι χρὴ προσιέναι, ὅπως μὴ τῶν κατὰ σοῦ λόγων αὐτήκοος γενόμενος, ὥσπερ δούλου πονηροῦ φλυαρίας· ἔπειτα δηχθεὶς τὴν καρδίαν, ὕστερον ἐν πολλαῖς πράξεσιν εἰς τὸ ἀντικαταράσασθαι καὶ σὺ ἐκτραπῇς. Ἔγνων δὲ ταῦτα ἐγὼ ἅπαντα, σοφίαν ἐκ Θεοῦ λαβὼν, ἣν ὕστερον ἀποβαλὼν, οὐκέτι οἷός τε ἤμην ὅμοιος εἶναι. Ἔφυγε γὰρ ἀπ’ ἐμοῦ σοφία εἰς μῆκος ἄπειρον, καὶ εἰς βάθος ἀμέτρητον, ὡς μὴ εἶναι αὐτῆς λαβέσθαι μηκέτι. Ὥστε ὕστερον καὶ τοῦ ἐπιζητεῖν αὐτὴν, τέλειον ἀπεσχόμην· καὶ οὔτε ἐνεθυμούμην ἔτι τοῦ κατανοεῖν τὰς τῶν ἀσεβῶν ἀφροσύνας καὶ βουλὰς ματαίας, καὶ ἀλύοντα βίον. Οὕτω δὲ διακείμενος, εἰς αὐτὰ διηνέχθην, καὶ ἐπιθυμίᾳ συσχεθεὶς θανατηφόρῳ, ἔγνων τὴν γυναῖκα, γῆν τινα, ἢ εἴ τι ἕτερον τοιοῦτον ὑπάρχουσαν. Καρδία μὲν γὰρ αὐτῆς σαγηνεύει τοὺς παριόντας, χειρὶ δὲ χεῖρα συνάψασα μόνον, κατέχει ἢ εἰ δεσμοῖς περιβάλλουσα εἷλκε. Μόνος δ’ ἂν ἀπ’ αὐτῆς ῥυσθείης, τὸν Θεὸν ἵλεω καὶ ἐπόπτην ἐσχηκώς· ὡς ὅ γε ἁμαρτίᾳ δεδουλωμένος οὐκ ἂν ἐκφύγοι. Ζητήσας δ’ ἐγὼ διὰ πασῶν γυναικῶν σωφροσύνην αὐτῶν, εὗρον ἐν οὐδεμιᾷ. Καὶ ἄνδρα μέν τις ἐν χιλίοις γνοίη ἂν σώφρονα, γυναῖκα δὲ οὔ.
PG 10:1008Κατενόησα δὲ ἐκεῖνο μάλιστα, ὅτι ἄνθρωποι ὑπὸ Θεοῦ ἁπλοῖ ταῖς ψυχαῖς γενόμενοι, ἑαυτοῖς ἐπισπῶνται λογισμοὺς ποικίλους καὶ ζητήσεις ἀπεράντους, καὶ σοφίαν ζητεῖν προσποιούμενοι, περὶ ῥημάτια κατατρίβονται.

Chapter VIIIΚΕΦΑΛ. Η

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦΑΛ. Η. Σοφία δὲ ἐν ἀνθρώπῳ ἐξεταζομένη, καὶ διὰ προςώπου φαίνεται φωτίζουσα τὸν κεκτημένον· ὤσπερ οὖν ἀναίδεια, μίσους εὐθὺς ὀφθέντα ἄξιον ἐκεῖνον ἐλέγχει, ᾧπερ ἐνῴκησε. Πάνυ δὲ χρὴ ἐπιμελῶς τοῖς τοῦ βασιλέως προσέχειν λόγοις, ὅρκον δὲ ἐκ παντὸς τρόπου φεύγειν, μάλιστα τὸν εἰς Θεοῦ ὄνομα γινόμενον. Ἐφίστασθαι δὲ ὅμως προσήκει λόγῳ πονηρῷ· ἀλλὰ φυλάσσεσθαι ἅπασαν τὴν εἰς τὸν Δεσπότην βλασφημίαν. Οὐ γὰρ δὴ ἐπάγοντός τι μέμφεσθαι ὑπάρξει, οὐδὲ ἀντιλέγειν τοῖς τοῦ μόνου δυνάστου καὶ βασιλέως δόγμασι. Βέλτιον δὲ, καὶ λυσιτελέστερον ἐμμένοντα ταῖς ἱεραῖς ἐντολαῖς, λόγων τῶν πονηρῶν ἐκτὸς καθεστάναι. Σοφὸς γὰρ ἀνὴρ ἐπίσταται καὶ προγινώσκει τὴν εἰς καιρὸν κρίσιν, ὅτι δικαία ἔσται. Πάντα γὰρ τὰ ἐν τῷ βίῳ τῶν ἀνθρώπων πράγματα περιμένει τὴν ἄνωθεν κόλασιν· πλὴν ὅ γε πονηρὸς, οὐ λίαν γινώσκειν ἔοικεν, ὅτι πολλῆς ἐπ’ αὐτῷ οὔσης προνοίας, οὐδὲν ὁτιοῦν εἰς τὸ μετέπειτα λήσεται.
Οὐ γὰρ οἶδε τὰ ἐπιόντα· οὐδὲν γὰρ αὐτῶν κατ’ ἀξίαν τις ἀναγγεῖλαι δυνήσεται· ὅτι οὐχ οὕτως τις ἰσχυρὸς ὑπάρξει, ὡς τὸν ἀφαιρούμενον τὴν ψυχὴν αὐτοῦ ἄγγελον κωλῦσαι δύνασθαι, οὐδέ τις ὅλως μέθοδος εὑρεθείη ἂν τοῦ παραγράφασθαί πως τὸν καιρὸν τῆς τελευτῆς· ἀλλ’ ὥσπερ ἐν πολέμῳ μέσῳ ληφθέντα, ἄφυκτα πανταχόθεν ἔστιν ὁρᾷν, ἀσέβεια δὲ πᾶσα ἀνθρώπου συνεξόλλυται. Καὶ ἐκπέπληγμαι δὲ, ὁπότ’ ἂν ἀπίδω οἷα καὶ ὅσα εἰς βλάβην τῶν πέλας ἄνθρωποι ἐπιτετηδεύκασιν. Ἐπίσταμαι δὲ προαναρπαζομένους ἐνθένδε τοὺς ἀσεβεῖς καὶ γινομένους ἐκ ποδῶν, ἄνθ’ ὧν ἑαυτοὺς ματαιότητι δεδώκεσαν. Ἐπειδὴ γὰρ οὐκ ἐφ’ ἁπάντων μετέρχεται ἡ τοῦ Θεοῦ πρόνοια ὀξέως διὰ τὴν πολλὴν ἀνεξικακίαν, οὐδὲ παραυτίκα τιμωρεῖται ἐπὶ ταῖς πλημμελείαις, τούτου χάριν οἴεται δεῖν ὁ πονηρὸς ἀνὴρ ἁμαρτάνειν ἐπὶ πλεῖον, ὡς ἀθῶος ἀπαλλάξων· οὐ συνιεὶς, ὅτι καὶ μετὰ πάμπολυν χρόνον ἀδικήσας οὐ λήσεται· ἀγαθόν γε μὴν μέγιστον, εὐλαβεῖσθαι Θεόν· οὗπερ ἀσεβὴς ἐκπεσὼν, οὐ πολὺν χρόνον τῇ ἑαυτοῦ μωρίᾳ καταχρήσεται. Χειρίστη δὲ καὶ ἐψευσμένη δόξα ἀνθρώπους ἐπινέμεται πολλάκις, περί τε δικαίων καὶ ἀδίκων. Ὑπολαμβάνουσι γὰρ περὶ ἑκατέρων τἀναντία·
PG 10:1009καὶ δίκαιός γε τὶς ὢν, οὐ τοιοῦτος ἔδοξε· καὶ πάλιν ἀσεβὴς, ἔμφρων ἐνομίσθη. Ταύτην ἔγωγε τὴν πλάνην χαλεπὴν ἐν τοῖς μάλιστα τίθεμαι. Ἔδοξα δέ ποτε τὸ μέγιστον τῶν ἀγαθῶν βρῶσιν εἶναι καὶ πόσιν· κἀκεῖνον θεοφιλέστατον, ὃς ἂν τούτων ἀπολαύῃ παρὰ τὸν βίον, ὡς οἷόν τε μάλιστα· καὶ παραμυθίαν τῆς ζωῆς, τὴν τοιαύτην εὐθυμίαν μόνην ἡγησάμην· καὶ τοίνυν προσεῖχον οὐδενὶ ἑτέρῳ, ἢ τῇ οἰήσει ταύτῃ, ὡς μήτε νύκτωρ μήτε μεθημέραν ἁπάντων, ὅσα πρὸς τρυφὴν ἀνθρώποις εὕρηται, ἐμαυτὸν ἀπάγειν. Ἔγνων τε τοσοῦτον, ὅτι ἐν ἐκείνοις τὶς ἐμφύρων, οὐδαμῶς δυνήσεται, οὐδὲ πολλὰ μοχθήσας, εὑρεῖν τὸ ὄντως ἀγαθόν.

Chapter IXΚΕΦΑΛ. Θ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦΑΛ. Θ. Ὤιμην γὰρ ἅπαντας τότε τῶν αὐτῶν ἀνθρώπους ἠξιῶσθαι· καὶ εἴ τέ τις σοφὸς, δικαιοσύνης μὲν ἐπεμελήθη, ἀδικίαν δὲ ἐξετράπη, καὶ ἔχθραν ἔφυγε πρὸς ἅπαντας δεξιὸς ὢν, ὅπερ ἐστὶν ἀρεστὸν Θεῷ, οὗτος ματαιοπονεῖν ἐφαίνετο. Τέλος δὲ ἓν ἐδόκει δικαίου τε καὶ ἀσεβοῦς, ἀγαθοῦ τε καὶ κακοῦ, καθαροῦ τε καὶ ἀκαθάρτου, καὶ Θεὸν ἱλασκομένου καὶ μή.
Ὅτε γὰρ ἄδικος καὶ ὁ ἀγαθὸς, ὅτε ἐπίορκος, καὶ ὁ τέλεον ὅρκον ἐκτρεπόμενος, εἰς ταὐτὸ τέλος ἐλαύνειν ἠλπίζετο, κατάγνωσίς τέ τις ὕπεισι τοῦ εἰς ὅμοια τελευτᾷν ἅπαντας. Γινώσκω δὲ νῦν ὡς ἀφρόνων ταῦτα ἐνθυμήματα, καὶ πλάναι καὶ ἐξαπάται. Καὶ πολλὰ λέγουσιν, ὡς ὁ ἀποθανὼν οἴχεται τέλεον· καὶ προτιμητέον τὸν ζῶντα τοῦ τεθνηκότος, κᾶν ἐν σκότῳ κείμενος ᾖ, κἂν κυνὸς τρόπον, τὸν βίον διαπορεύηται, παρὰ τὸν λέοντα τὸν τεθνηκότα. Οἱ μὲν γὰρ ζῶντες τοῦτο γοῦν ἐπίστανται, ὅτι τεθνήξονται· οἱ δὲ νεκροὶ οὐδ’ ὁτιοῦν γινώσκουσιν. Ἀμοιβαὶ δὲ οὐδενὸς πρόκεινται μετὰ τὸ ἀποπληρῶσαι τὸ χρεών. Ἥ τε ἔχθρα καὶ ἡ φιλία ἡ πρὸς τοὺς τεθνηκότας, τέλος ἔχει. Ἐκείνων γὰρ, εἴτε ζῆλος, ἐξέλιπεν· εἴτε βίος, ἠφάνισται. Μέτεστι δὲ οὐδενὸς τῷ ἅπαξ ἐντεῦθεν ἀπελθόντι. Ταῦτα ἡ πλάνη ἐπᾴδουσα ἔτι, καὶ τοιαῦτα συμβουλεύει· Τί πράττεις, ὦ οὗτος, καὶ οὐ τρυφᾷς, οὐδὲ ἐμφορῇ μὲν ἐδεσμάτων παντοίων, οἴνου δὲ ὑπερεμπίπλασαι; Οὐκ αἰσθάνῃ, ὡς ἐκ Θεοῦ ταυτὶ δέδοται πρὸς ἀπόλαυσιν ἀνεπικώλυτον;
Περιβαλοῦ ἐσθῆτα νεόπλυτον, καὶ μύρῳ τὴν κεφαλὴν χρισάμενος, ὅρα τὴν γυναῖκα ταύτην, κἀκείνην δὲ ματαίως τὸν μάταιον πάρελθε βίον; Ἕτερον γὰρ οὐδὲν ὑπολείπεταί σοι παρὰ ταῦτα, οὐκ ἐνθάδε, οὐδὲ μετὰ θάνατον. Ἀλλὰ πράττε τὰ προστυχόντα. Οὔτε γὰρ λογισμὸν σέ τις τούτων εἰσπράξεται· οὔθ’ ὅλως γινώσκεται ἐκτὸς ἀνθρώπων τὰ ὑπ’ ἀνθρώπων γινόμενα. Ἅιδης δὲ, ὅ τί ποτε καὶ ἔστιν, εἰς ὃν ἀπιέναι λεγόμεθα, σοφίας καὶ αἰσθήσεως ἀμοιρεῖ. Ταῦτα μὲν οἱ μάταιοι. Ἐγὼ δὲ εὖ οἶδα, ὡς οὔτε οἱ κουφότατοι δοκοῦντες τὸν μέγαν δρόμον ἐκεῖνον ἀνύσουσιν, οὔτε οἱ δυνατοὶ καὶ φοβεροὶ παρὰ ἀνθρώποις δεδοξασμένοι, τὸν φοβερὸν πόλεμον νικήσουσιν. Ἀλλ’ οὐδὲ ἐν ἐδωδῆς πλήθει φρόνησις δοκιμάζεται, οὐδὲ σύνεσις πλούτῳ κοινωνεῖν εἴωθεν. Οὐδὲ συγχαίρω τοῖς οἰομένοις ἅπαντας τῶν ὁμοίων τεύξεσθαι. Πάνυ δὲ ὑπνώττειν ἐοίκασιν οἱ τὰ τοιαῦτα ἐνθυμούμενοι, καὶ μὴ λογιζόμενοι, ὡς δίκην ἰχθύων καὶ ὀρνέων ἀνάρπαστοι γινόμενοι, ἐν κακοῖς κατατριβήσονται, ἄφνω τῆς ἀξίας λαχόντες ἐπιτιμίας.
PG 10:1012Ἐγὼ δὲ σοφίαν οὕτω τι μέγα ἡγοῦμαι, ὡς καὶ πόλιν μικρὰν ὑπ’ ὀλίγων μὲν οἰκουμένην, ὑπὸ δὲ μεγάλου πολιορκουμένην βασιλέως χειρὶ, πολλὴν καὶ μεγάλην ἡγοῦμαι, εἰ καὶ ἕνα σοφὸν ἄνδρα πολίτην ἔχοι πένητα. Δύναιτο γὰρ ἂν οὗτος καὶ ἐκ τῶν πολεμίων, καὶ ἐκ τῶν χαρακωμάτων τὴν ἑαυτοῦ διασῶσαι πόλιν. Καὶ ἄλλοι μὲν τὸν σοφὸν ἐκεῖνον οὐ γινώσκουσι πένητα· ἐγὼ δὲ καὶ πάνυ προκρίνω τὴν ἐν σοφίᾳ ἰσχὺν ταύτης τῆς δημώδους δυνάμεως. Ἀλλ’ ἐνθάδε μὲν ἀτιμάζεται σοφία πενίᾳ συνοικοῦσα· ἀκουσθήσεται δὲ μετέπειτα ὑπερφωνοῦσα δυνάστας καὶ τυράννους κακῶν ὀρεγομένους. Σοφία γὰρ καὶ σιδήρου δυνατωτέρα· Ἀφροσύνη τε ἑνὸς πολλοῖς κίνδυνον ἐργάζεται, κἂν πολλοῖς καταφρόνητος ᾖ.

Chapter 10ΚΕΦΑΛ. Ι

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦΑΛ. Ι Καὶ γὰρ μυῖαι ἐμπεσοῦσαι μύρῳ, καὶ ἐναποπνιγεῖσαι, ἀσχήμονα τοῦ ἡδέος ἐκείνου χρίσματος, τήν τε ὄψιν, καὶ τὴν χρίσιν ἐργάζονται· σοφίας δὲ καὶ ἀφροσύνης οὐδὲν ἐν ταυτῷ μεμνῆσθαι προσῆκον. Ὁ μέν γε σοφὸς ἑαυτὸν ἐπὶ δεξιὰ τῶν πραγμάτων ὁδηγεῖ· ἄφρων δὲ εἰς ἀριστερὰ ἀπονένευκεν, οὐδ’ ἔστιν ὅτε καλῶν ὁδηγῷ πραγμάτων ἀφροσύνῃ χρήσεται. Μάταια δὲ αὐτοῦ καὶ τὰ ἐνθυμήματα, ἀφροσύνης ἀναπεπλησμένα.
PG 10:1013Εἰ δὲ καὶ πνεῦμά σοί ποτε, ὦ φίλος, πολέμιον προσπέσοι, ἔνστηθι ἐῤῥωμένως, γινώσκων ὡς καὶ πολλῶν ἁμαρτημάτων πλῆθος Θεὸς ἱλάσασθαι δύναται. Τυράννου δὲ ἔργα ταῦτα, καὶ πατρὸς πάσης πονηρίας· τὸν μὲν ἄφρονα εἰς ὕψος αἴρεσθαι, τὸν πλούσιον δὲ φρονήσει ταπεινοῦσθαι· καὶ δούλους μὲν ἁμαρτιῶν ἐπὶ ἵππον φερομένους, ἄνδρας δὲ ἱεροὺς βαδίζοντας ἀτίμως ὁρᾶσθαι, τῶν πονηρῶν γαυρουμένων. Εἰ δέ τις ἑτέρῳ ἐπιβουλεύει, λέληθεν αὑτὸν ὡς ἑαυτῷ πρώτῳ καὶ μόνῳ ἔνεδρον ἐργάζεται. Ὁ δὲ καθαιρῶν ἄλλου ἀσφάλειαν, περιπεσεῖται ὄφεως δήγματι. Ἀλλὰ μὴ [ ἴς. μὴν] ὁ λίθους ἐξαιρούμενος, ὑποίσει πόνον οὐ μικρόν· ἀλλὰ καὶ σχίζων ξύλα, ἐν αὐτῷ τῷ οἰκείῳ ὅπλῳ τὸν κίνδυνον οἴσει. Ἐὰν δὲ συμβῇ τοῦ στελεοῦ τὸν πέλεκυν ἐκπηδῆσαι, θορυβηθήσεται ὁ ταῦτα ἐργαζόμενος, οὐκ ἐπ’ ἀγαθῷ συγκομίζων, καὶ ἐπαύξων αὐτὸς τὴν ἑαυτοῦ ἄδικον καὶ ὠκύμορον δύναμιν. Ὄφεως δὲ δῆγμα λαθραῖον· οὐδὲν παραμυθήσονται οἱ ἐπᾴδοντες· μάταιοι γάρ εἰσιν. Ἀλλ’ ὁ μὲν ἀγαθὸς ἀνὴρ ἀγαθὰ ἐργάζεται αὑτῷ τε καὶ τοῖς πλησίον· ὁ δὲ ἄφρων εἰς ὄλεθρον ἐμπεσεῖται διὰ τῆς αὐτοῦ φλυαρίας.
Καὶ ἄπαξ ἀνοίξας τὸ στόμα, ἄρχεται ἀφρόνως, καὶ παύεται ταχέως, διὰ παντὸς ἐνδεικνύμενος τὴν ἑαυτοῦ ἄνοιαν. Ἀνθρώπῳ δὲ ἀδύνατόν τι γνῶναι, καὶ παρὰ ἀνθρώπου μαθεῖν τὰ ἀπ’ ἀρχῆς, ἢ τὰ ἐπιόντα. Τίς γὰρ ἔσται ὁ μηνύσων; Ἄνθρωπος δὲ ὃς οὐκ οἶδεν εἰς τὴν ἀγαθὴν πορευθῆναι πόλιν, κάκωσιν ὑπομένει, τοῖς τε ὀφθαλμοῖς, καὶ τῷ παντὶ προσώπῳ. Πόλει δὲ ἐκείνῃ κακὰ προλέγω, ἧς ὅ τε βασιλεὺς νέος, καὶ οἱ ἄρχοντες γαστρίμαργοι. Μακαρίζω δὲ γῆν τὴν ἀγαθὴν, ἧς βασιλεύει ὁ τοῦ ἐλευθέρου υἱός· ἔνθα εὐκαίρως ἀπολαύσουσιν ἀγαθῶν, οἱ ἐκεῖσε ἄρχειν ἠξιωμένοι. Ὀκνηρὸς δὲ καὶ ἀργὸς, οἶκον ἐλαττοῦσι χλευασταὶ γενόμενοι· καὶ εἰς τὴν ἑαυτῶν λαιμαργίαν, τοῖς πᾶσι καταχρώμενοι, ἀργυρίῳ ἀγώγιμοι, ἕνεκα ὀλίγου τιμήματος πάντα αἰσχρῶς καὶ ταπεινῶς πράσσειν ὑπομένοντες. Βασιλεῖ δὲ, καὶ ἄρχουσιν, ἢ δυνάσταις ὑπακούειν προσήκει, καὶ οὐκ ἀπεχθάνεσθαι, οὐδ’ ὅλως λυπηρόν τι εἰς αὐτοὺς ῥῆμα ἀποῤῥίπτειν. Δέος γὰρ, μὴ τὸ καὶ τὸ καταμόνας εἰρημένον, εἰς φανερόν πως ἔλθῃ.
Τῷ γὰρ μόνῳ καὶ πλουσίῳ καὶ μεγάλῳ βασιλεῖ ἄγγελοι ὀξεῖς καὶ ὑπόπτεροι ἅπαντα διακομίζουσι, πνευματικὴν ὁμοῦ καὶ λογικὴν τελοῦντες ὑπηρεσίαν.

Chapter 11ΚΕΦΑΛ. ΙΑ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦΑΛ. ΙΑ. Κοινωνεῖν γε μὴν ἄρτου καὶ τῶν ἀναγκαίων, ἃ πρὸς τὸν βίον ἀνθρώποις, δίκαιον. Εἰ γὰρ καὶ παραυτίκα τισὶ δόξεις ἀπολλύναι, ὥσπερ ὕδατι τὸν ἄρτον παραδιδοὺς, ἀλλ’ οὖν προϊόντος τοῦ χρόνου, οὐκ ἀνόνητός σοι φανεῖται ἡ φιλανθρωπία. Δίδου δὲ ἀφειδῶς, καὶ μέριζε τὰ σαυτοῦ πλείοσιν· οὐ γὰρ ἐπίστασαι τί ποτε ἡ ἐπιοῦσα ἐποίησεν ἡμέρα. Κατέχουσι δὲ οὐδὲ νεφέλαι τὸν ἑαυτῶν πολὺν ὑετὸν, ἀλλὰ τὸν ὄμβρον ἐπὶ γῆν ἀφιᾶσι· καὶ οὐδὲ δένδρον εἰς ἀεὶ ἕστηκεν, ἀλλὰ κἂν ἄνδρες αὐτοῦ φείσωνται, ἀνέμῳ γοῦν ἀνατραπήσεται. Πολλοὶ δὲ βούλονται καὶ τὰ ἐκ τοῦ οὐρανοῦ ἐσόμενα προγινώσκειν, καί τις εἴς τε νεφέλας ἀφορῶν, καὶ περιμένων ἄνεμον, ἀμήτου ἢ λικμητοῦ ἀπέσχετο, ἐπὶ μηδενὶ πεπεισμένος, μηδὲ γινώσκων τὶ τῶν ἐκ Θεοῦ ἐσομένων· ὥσπερ οὐδὲ οἷον ἡ κυοφοροῦσα τέξεται. Σπείρας δὲ ἐν καιρῷ, συγκόμιζε τοὺς καρποὺς, ὁπότ’ ἂν τούτου καιρὸς ἐνστῇ· ἄδηλον γὰρ, ὁποῖα αὐτῶν ἔσται ἀμείνω τῶν φυέντων. Γένοιτο δὲ ἅπαντα εἰς ἀγαθόν.
PG 10:1016Λογιζόμενος δέ τις, ὡς καλὸς μὲν ὁ ἥλιος, ἡδὺς δὲ οὗτος ὁ βίος, ἀγαθὸν δὲ καὶ τὸ πολυχρόνιον γενέσθαι διαπαντὸς εὐφραινόμενον, καὶ ὡς φοβερὸν ὁ θάνατος, καὶ ἀί̈διον κακὸν, καὶ εἰς τὸ μηδὲν ἄγων, οἴεται χρῆναι, πάντων μὲν ἀπολαύειν τῶν παρόντων καὶ δοκούντων ἡδέων. Συμβουλεύει δὲ καὶ τοῖς νέοις, τῇ ἑαυτῶν ὥρᾳ καταχρῆσθαι ἀνέντας τὰς ἑαυτῶν ψυχὰς εἰς πᾶσαν ἡδονὴν, καὶ χαρίζεσθαι μὲν ἐπιθυμίαις, πράττειν δὲ τὰ αὐτοῖς δοκοῦντα, καὶ βλέπειν τὰ τέρποντα, καὶ ἀποστρέφεσθαι τὰ μὴ οὕτως ἔχοντα. Πρὸς ὃν τοσοῦτον λέξω· Ὅτι ἀνοηταίνεις, ὦ οὗτος, μὴ προσδοκῶν τὴν ἐφ’ ἅπασι τούτοις ἐκ Θεοῦ κρίσιν ἐσομένην. Πονηρὸν δὲ ἀσωτία καὶ ἀσέλγεια, καὶ ῥυπαρὰ σωμάτων ἡμετέρων ὕβρις ὀλέθριος. Νεότητι μὲν γὰρ ἄνοια παρέπεται· ἄνοια δὲ ἄγει εἰς ὄλεθρον.

Chapter 12ΚΕΦΑΛ. ΙΒ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦΑΛ. ΙΒ. Χρὴ δὲ ἕτι νέον ὄντα φοβεῖσθαι Θεὸν, πρὶν ἢ ἑαυτὸν παραδοῦναι κακοῖς, πρὶν ἐλθεῖν τὴν τοῦ Θεοῦ μεγάλην ἡμέραν καὶ φοβερὰν, ὁπότε ἥλιος μὲν οὐκέτι λάμψει, οὐδὲ σελήνη, οὐδὲ οἱ λοιποὶ ἀστέρες, κινηθήσονται δὲ αἱ ὑπέρτεραι δυνάμεις, ἐν ἐκείνῳ τῷ ὅλων χειμῶνι καὶ ταράχῳ, οἱ κοσμοφύλακες ἄγγελοι·
ὡς παύσασθαι μὲν ἄνδρας δυνάστας, παύσασθαι δὲ καὶ γυναῖκας ἐργαζομένας, φευγούσας εἰς τὰ σκοτεινὰ τῶν οἰκημάτων, κεκλεισμένων ἁπασῶν τῶν θυρῶν· καί τις γυνὴ τοῦ ἀλήθειν ἀποσχομένη διὰ τὸ δέος, ἰσχνοτάτῃ φωνῇ χρήσεται ὥσπερ λεπτότατον ὄρνεον· ἅπασαι δὲ ἄναγνοι γυναῖκες εἰς γῆν πεσοῦνται, καὶ πόλεις καὶ αἱ τούτων ἀρχαὶ αἱ μιαιφόνοι, περιμένουσαι τὴν ἄνωθεν κόλασιν, ἐνστάντος καιροῦ πικροτάτου καὶ αἱματώδους, ὥσπερ ἀνθοῦντος ἀμυγδάλου καὶ συνεχῶν ἐπικειμένων κολάσεων, ὥσπερ πλήθους ἐφιπταμένων ἀκρίδων, καὶ ἐκποδῶν ῥιπτουμένων τῶν παρανόμων, ὥσπερ μελαίνης καὶ εὐκαταφρονήτου καππάρεως. Καὶ ὁ μὲν ἀγαθὸς ἀνὴρ εἰς αἰώνιον οἶκον τὸν ἑαυτοῦ χαίρων πορεύσεται· οἱ δέ γε φαῦλοι, πάντα τᾲ αὐτῶν ἐμπλήσουσι κοπτόμενοι, καὶ οὔτε ἀργύριον ἀποτεθησαυρισμένον, οὔτε χρυσίον δόκιμον ἐπωφελὲς ἔτι. Μεγάλη γὰρ ἅπαντα καθέξει πληγὴ, καὶ μέχρις ὑδρίας ἑστώσης πρός τινι κρήνῃ, καὶ τροχοῦ ὀχήματος, ὃν ἂν τύχῃ καταλελεῖφθαι ἐν τῷ κοιλώματι παυσαμένης, χρόνον τε περιδρομῆς, καὶ τῆς δι’ ὕδατος ζωῆς παροδεύσαντος τοῦ λουτροφόρου αἰῶνος.
PG 10:1017Ἀνθρώπων δὲ ἐπὶ γῆς κειμένων μία σωτηρία, εἰ ἐπιγνοῖεν αὐτῶν αἱ ψυχαὶ, καὶ πρὸς αὐτὸν ἀναπταῖεν ὑφ’ οὗ καὶ γεγέννηνται. Λέγω τοίνυν αὖθις ἂ καὶ πρότερον εἴρηκα, πάνυ ματαίως ἀνθρώπους διακεῖσθαι, καὶ μήτε ὑπερβολὴν ὅλως ἐνδέχεσθαι τῶν ἐπινοουμένων πραγμάτων τὴν ματαιότητα. Περιττὸς δέ μοι ὁ κάματος ἐκκλησιάζοντι σοφῶς, ὅτι διδάσκειν ἐπιχειρῶν τὸν λαὸν τοῦτον ἀδιδάκτως καὶ ἀνιάτως ἔχοντα. Δεῖ δὲ ἀνδρὸς γενναίου, πρὸς τὸ συνιέναι λόγους σοφίας δυνηθῆναι. Ἐγὼ δὲ ἤδη πρεσβύτης ὢν, καὶ μακρὸν βίου διελθὼν χρόνον, ἔκαμον εἰς τὸ ἀνευρεῖν τὰ τῷ Θεῷ ἀρεστὰ διὰ τῶν τῆς ἀληθείας μυστηρίων. Ἐπίσταμαί τε ὡς ἐπεγείρει ψυχὰς, καὶ νύττει οὐχ ἧττον τὰ τῶν σοφῶν παραγγέλματα, ἢ διατίθεται σώματα βουκέντρῳ, ἢ ἥλῳ ἐμπερονηθέντα. Δώσουσι δέ τινες τὰ σοφὰ ἐκεῖνα διδάγματα, παρ’ ἑνὸς ἀγαθοῦ λαβόντες ποιμένος καὶ διδασκάλου, ὥσπερ ἐξ ἑνὸς στόματος ἅπαντες αὑτοῖς συμφώνως δαψιλέστερον τὰ πιστευθέντα διηγούμενοι. Λόγων δὲ πολλῶν οὐδὲν ὄφελος· οὐδέ σοι συμβουλεύω, ὦ φίλος, ἀνόνητα καταγράφειν τὰ περὶ τὸ προσῆκον, ἐν οἷς τοῦ κάμνειν εἰκῆ ἐστὶν οὐδὲν πλέον.
Ἀλλά μοι λοιπὸν ἐπιλόγου δεήσει τοιοῦδέ τινος, ὅτι· Ὦ ἄνθρωποι, ἰδοὺ διαῤῥήδην ὑμῖν καὶ συντόμως προαγορεύω, φοβεῖσθαι μὲν Θεὸν τὸν πάντων δεσπότην τε ὁμοῦ καὶ ἐπόπτην, τηρεῖν δὲ αὐτοῦ καὶ τὰ παραγγέλματα· πείθεσθαι δὲ, πάντα τινὰ μετέπειτα καὶ κριθήσεσθαι, καὶ κατ’ ἀξίαν ἀπολήψεσθαι ἔκαστον τῶν αὑτοῦ ἔργων τὴν ἀμοιβὴν ἀγαθῶν τε ὁμοῦ καὶ φαύλων.
Page scan enlarged

Notebook

Full View