PG 31Basil the Great
Homily on the Text: "Give No Sleep to Your Eyes
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 31:1497ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας. Εἰς τό· Μὴ δῷς ὕπνον σοῖς ὀφθαλμοῖς, μηδὲ ἐπινυστάξῃς σοῖς βλεφάροις. Οὐ λυπεῖ με ἐλάττωσις τῶν συνελθόντων ἐπὶ τὴν πνευματικὴν ταύτην πανήγυριν. Ὁρῶ γὰρ, ὅτι τὸ θορυβοῦν ἠλαττώθη, τὸ δὲ φιλήκοον πάρεστι. Καὶ γὰρ οὐδὲν δέομαι τῶν ἔξω περιηχούντων τὸν τύπον· ἀλλ’ ἐπιζητῶ ψυχὰς φιληκόους, εὐσχημόνως περιεστώσας τὸ πνευματικὸν ἀκροατήριον, καὶ δεχομένας ἐν κόσμῳ τὰς ὑπομνήσεις τοῦ Πνεύματος, καὶ φυλασσούσας τῇ μνήμῃ τὰ σωτήρια διδάγματα· ἅπερ εὔχομαι ὑπάρξαι τοῖς παροῦσιν. Ἐπεὶ καὶ ποιμένι ἀσφαλεστέρα ἡ ἐνέργεια ἐν ὀλίγῳ ἢ τῷ πλήθει τῶν ποιμνίων, καὶ κυβερνήτῃ εὐεπιχείρητος ναῦς, ἄλλως τε κἂν κλύδων ᾖ πανταχόθεν ὁ περικλύζων τὴν γῆν, καὶ χαλεπὴν ποιῶν κυβέρνησιν τῷ ἐπιτεταμένῳ. Ἕνεκα μὲν γὰρ τῆς ἀγάπης τῆς περὶ ἕκαστον, πάντας ἀνθρώπους ἐβουλόμην παρεῖναι· ἀλλ’ ἐπειδὴ τῷ πλήθει συμπαρέσπαρται καὶ τὸ νόθον, εὔχομαι τὸ καθαρὸν φυλοκρινηθὲν ἀκριβῶς κεχωρισμένον τοῦ βλαβεροῦ μόνον συνεῖναι ἡμῖν· μὴ πρὸς ἐπήρειαν περιεστηκὸς, ἀλλὰ κατὰ ἀλήθειαν τὴν ἀκρόασιν ποιούμενον.
Εὔχομαι τὸν σῖτον κεχωρισμένον τοῦ ἀχύρου. Τὸ μὲν γὰρ παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφέρεται· τὸ δὲ βαρὺ καὶ εὐσταθὲς καὶ αὐτόπιπτον, τῷ Πνεύματι διακρινόμενον, τῆς ἀποθήκης ἀξιοῦται. Τί εἴπω; πῶς ὑμᾶς προσφθέγξομαι; Πῶς προκαταλήψομαι τὰ παρελθόντα; τῶν μελλόντων τὸ χρέος; Καὶ γὰρ παρελθόντων ὑπεύθυνός εἰμι, καὶ μελλόντων χρεώστης. Ἀπὸ ποίας Γραφῆς ἂν ὑμῖν καιρίως διαλεχθείην; Πάντα ὁμότιμα, καὶ πάντα πνευματικά· πάντα θεόπνευστα, καὶ πάντα ὠφέλιμα. Ἀλλ’ οὐ ῥᾳδία οὐδὲ ἐμοὶ ἡ διάκρισις, οὐδὲ ὑμῖν δυνατὸν τὸ μὲν ἀποπέμπεσθαι, τὸ δὲ προί̈εσθαι, ἴσης οὔσης τῆς ἐν ἑκάστῳ χάριτος, καὶ ὁμοτίμου τῆς πανταχόθεν ὠφελείας ἡμῖν προκειμένης. Ἐφθέγξατο ἡμῖν ῥήματα χρήσιμα ὁ παροιμιαστὴς Σολομών. Τοῦτο πρῶτον προσέβαλεν ὑμῶν ταῖς ἀκοαῖς· ἐντεῦθεν ἀρξώμεθα τῆς πρὸς ὑμᾶς ὁμιλίας. Διορατικόν σε βούλεται εἶναι μαθητὴν καὶ ὑψηλὸν τῷ φρονήματι. Ἑκάτερον τούτων παρίστησι δυϊκὸς λόγος· Μὴ δῷς ὕπνον σοῖς ὀφθαλμοῖς, μηδὲ νυσταγμὸν σοῖς βλεφάροις. Μὴ δῷς ὕπνον. Ἆρα τοῦτον ἀπαγορεύει τὸν ὕπνον, τὸ κοινὸν πάθος τῆς φύσεως, καὶ βούλεται ἡμᾶς ἀύ̈πνους εἶναι;
PG 31:1498Οὐκοῦν κατηγόρημα τοῦ δημιουργοῦ τοῦ συζεύξαντος τῇ ζωῇ ἡμῶν τὴν ἐκ τοῦ ὕπνου ἀνάπαυσιν; Μὴ δῷς ὕπνον σοῖς ὀφθαλμοῖς, μηδὲ νυσταγμὸν σοῖς βλεφάροις. Οὐ ταυτολογεῖ, ἀλλ’ οἶδε τὴν διαφορὰν τοῦ ὕπνου καὶ τοῦ νυσταγμοῦ. Ὁ μὲν γὰρ ὕπνος βαρεῖά τίς ἐστιν ἀναισθησία· ὁ δὲ νυσταγμὸς μίγμα ἐστὶν ἐγρηγόρσεως καὶ ὕπνου. Ἐπεὶ οὖν οἱ μὲν βαθεῖ κατέχονται ὕπνῳ, ληθαργήσαντες τῶν τοῦ Θεοῦ δωρεῶν· οἱ δὲ ἀναμὶξ, ποτὲ μὲν ἐγρηγόρασιν, ποτὲ δὲ ὥσπερ ἐπινυστάζουσιν· οὔτε τὸν ἀλλότριον δέχονται, οὔτε τόν ποτε ἐπιστρέφοντα, οὔτε τὸν νοσοῦντα ὡς ὑγιαίνοντα. Ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων. Ἡ δορκὰς ζῶόν ἐστιν ὀξυδερκὲς, ἐπώνυμον τῇ ἑαυτοῦ ὀξυδορκίᾳ. Οὐδὲν λανθάνει τὸν ὀφθαλμὸν τῆς δορκάδος· οἶδεν ὃ φυλάξεται, καὶ οἶδεν ὅπου τοῦ δρόμου τὸ κυβερνητικόν. Ἀλλὰ καὶ δορκὰς ἔσο πρὸς τὸ τὰ κάτω ἐρευνᾷν· καὶ ὄρνεον, πρὸς τὸ τὰ ὑψηλὰ ζητεῖν· ἵνα μὴ τῇ παγίδι ἐνσχασθῇς, ἀλλὰ καὶ ὑψηλότερος γένῃ τῶν βρόχων. Οὐδέποτε ὄρνεον πίπτει εἰς παγίδα, ἐὰν, τῷ κατὰ φύσιν πτερῷ τὸν ἀέρα τέμνον, τὴν γῆν ὑπεραίρηται.
Βούλεται οὖν σε τῷ ὑψηλῷ τῆς διανοίας, ὃ ἔλαβες παρὰ τοῦ κτίσαντός σε, ἀσφαλῶς φυλάσσειν, καὶ τὸ σύντροφον πάθος τῆς ἀργίας, ὡς τὴν εὐπραξίαν τῶν διατεταγμένων ἡμῖν παρὰ τοῦ Κυρίου ἀποδιῶκον, διώκεσθαι. Χαλεπωτάτη γὰρ ἀργία, ἡ τῶν ψυχῶν νωθρία. Μὴ ἔσο ἀργὸς περὶ τὰς ἐντολὰς τοῦ Κυρίου· μὴ τὸ μὲν ποίει, τὸ δὲ ἀναβάλλου. Δανειστικόν τι ποιεῖς ἀφοσίωμα, ὡς τὸ ὅλον πληρώσας. Ἀλλὰ βούλεταί σε ἐν τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι. Ὁρᾷς, ὅτι εὐπερίδρομόν σε βούλεται τῆς εὐσεβείας εἶναι, τρέχοντα ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως; Οὐ τοίνυν χρὴ τὸν αὐτὸν καὶ ἀργὸν εἶναι καὶ ἐμπορεύεσθαι. Πάρεστιν ὁ αἰτῶν· ἐὰν ἀργῇς πρὸς τὴν ἐλεημοσύνην, ἡ ἀργία ἐμπόδιόν σοι γίνεται πρὸς τὸν δρόμον τῆς σωτηρίας. Ἵνα οὖν σε διυπνίσῃ, καὶ ζηλωτὴν ποιήσῃ τῶν καλῶν ἔργων, μικρὸν ζῶον ἐκλεξάμενος τὸ πάντων ἐλάχιστον, τοῦτο προστίθησί σοι. Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρὲ, καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ. Εἶδες πῶς σοι κέχρηται· εὐτελῆ διδάσκαλον προδείκνυσιν· ἵν’ οὕτως, τὸν ὕπνον ἀποσεισάμενος, τὴν ἀργίαν ἀπωσάμενος, τῇ αἰσχύνῃ τῇ πρὸς τὸν συγκρινόμενον, ποιήσῃς σεαυτὸν ἄξιον τῷ κτίσαντι. Εἴ σοι εἶπεν·
PG 31:1500Μίμησαι τοῦ ἵππου τὸν δρόμον, μίμησαι τὴν ἀχθηφορίαν τῆς καμήλου, μίμησαι τὸν γεηπονοῦντα βοῦν· εἶπες ἂν, Πῶς μιμήσωμαι τὰ ἁπλᾶ τὰ τῷ μεγέθει τοῦ σώματος; Ἄλλος ἐκεῖνος ὁ τόνος τοῦ σώματος πάρεστιν· ἐγὼ δὲ μικρὸς καὶ ἀσθενής. Ἵνα μὲν τοῦτο προβάλλῃ, τὸ ἀναντιῤῥήτως ὑποδεέστερον, τοῦτό σοι προέθηκεν εἰς μίμησιν. Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ. Τί καταφρονεῖς τοῦ μεγάλου διδασκάλου; Ὁ μύρμηξ σε διερεθιζέτω πρὸς τὴν ἐνέργειαν. Καὶ παρ’ ἐκείνου μάθε. Ἐκεῖνος οὐ διδάσκαλον οἶδεν, οὐκ ἀποδημίαν ἀπεδήμησεν, οὐκ ἔμαθε γεωργικοὺς λόγους, οὐκ ἔζευξε βοῦν, οὐ κέκτηται βοῦν ἀροτῆρα, οὐ μάχεται περὶ ὅρων γῆς, οὐ παροργίζει τοὺς γείτονας, οὐ τὰ μὲν κατέχει, τὰ δὲ προσλαμβάνεται, οὐδὲν οἶδε τῶν κατὰ γεωργίαν· οὐκ ἔχει δεσπότην τὸν ἐπικείμενον, οὐκ ἔχει φορολόγον τὸν ἀναγκάζοντα, οὐκ ἔχει τοὺς οἰκέτας τοὺς, ὅτε ἐὰν μὴ διανεμηθῇ αὐτοῖς τὸ σιτηρέσιον, δικαζομένους τῷ δεσπότῃ. Οὐδὲν τούτων πάρεστιν· ἀλλὰ φυσική τις ἀνάγκη τὸ ζῶον διερεθίζει. Οὐκοῦν ἡ φύσις τότε. Καὶ σὺ τῆς φύσεως παρίει λόγος αἴτιος. Λόγῳ πλεονεκτεῖς τὸν μύρμηκα.
Εἰ δύναμις συνεργὸς, προτιμοτέρα ἡ σὴ δύναμις τοῦ μύρμηκος. Ἴθι οὖν πρὸς τὸν μύρμηκα, ὀκνηρέ· καὶ παρ’ ἐκείνου μάθε. Προλαβὼν ἐδιδάχθης· ὑπὸ δὲ ἀργίας αὐτὰ ἔῤῥιψας, καὶ λήθην ἔλαβες ἐκ τοῦ ὕπνου ὃν ἠγάπησας. Μάθε ἀπὸ τοῦ μύρμηκος. Ἐκεῖνος γὰρ γεώργιον οὐκ ἔχει, οὐδὲ δεσπότην κέκτηται, οὐδὲ ὑπὸ ἀνάγκην ἐστίν· καὶ οὐδεμιᾷ ἀνάγκῃ δουλεύων, ἀδέσποτος ὢν, αὐτόνομον βίον καὶ ἐλεύθερον κεκτημένος, αὐτὸς ἑαυτῷ ἐφέστηκεν, ἐπείγων ἑαυτὸν πρὸς τὸ ἔργον. Τίς εἶπε τῷ μύρμηκι, ὅτι Νῦν θέρος; καὶ τίς πάλιν ἐρεῖ, ὅτι Νῦν πάλιν χειμών; Ἵνα δείξῃ σοι τὴν τοῦ Θεοῦ πρόνοιαν δι’ ὅλων ἀνήκουσαν ἐφ’ ἡμῖν· ἵνα δὲ μήτε σεαυτὸν ἐλεύθερον ἣ ἀδέσποτον ὑπολάβῃς τὸν μύρμηκά σοι προσέδειξε. Καὶ γὰρ ἐκεῖνος οὐκ αὐθαιρέτῳ τινὶ συντυχίᾳ ταῦτα ἐνεργεῖ, ἀλλ’ ἔχει τὸν ἐπείγοντα, τὴν τοῦ Θεοῦ οἰκονομίαν, διδασκάλῳ χρώμενος τῷ τῆς φύσεως νόμῳ. Ταῦτά ἐστι τὰ διδάγματα. Θέρος ἐστὶ, καὶ ὁ μύρμηξ ἐνεργεῖ, τὰ ἀποπίπτοντα τῆς σῆς ἐνεργείας ἴδιον κέρδος ποιούμενος. Φοβοῦμαι μή ποτέ σου κατήγορος γένηται, ὡς φιλοπόνως τὰς τοῦ Θεοῦ δωρεὰς μὴ συναγαγόντος, ὡς ἐκεῖνος τὰς ἑαυτοῦ ἀποθήκας πληροῖ.
PG 31:1502Μάθε μυρμήκων τὸ καταγώγιον. Ἐκεῖνος ἑαυτῷ διώροφα καὶ τριώροφα, τὸν Νῶε μιμούμενος, τὴν τοῦ κατακλυσμοῦ κατασκευὴν ἐπὶ τῆς κιβωτοῦ, ποιούμενος, τὰ μὲν ἑαυτῷ ὑπεύθυνα, τὰ δὲ ὑπαναβεβηκότα τῶν οἴκων κατασκευάσας, ἄλλα ἐποίησεν ὑποδοχὰς, ἄλλα τὰ σιτηρέσια. Εἶδές ποτε τὴν μυρμηκίαν; Κατέμαθες φιλοπόνως, ἢ ὡς μηδὲ τὰ τοῦ μύρμηκος καταμανθάνειν; Εὐσχήμονες τοῦ μύρμηκος αἱ διαγωγαί· κεχωρισμένα παρ’ ἐκείνῳ τὰ ῥυπαρὰ τῶν καθαρῶν· ἔστιν ἐν τῇ ἀποθήκῃ, καὶ ἔστι σοφὴ ἡ ἀπόθεσις. Εἶδον ἐγὼ σῖτον ὑπὸ μύρμηκος ἀποτεθέντα, οὐχ ἁπλῶς δὲ ῥιφέντα, ἀλλὰ μετὰ σοφῆς ἐπινοίας τῆς ἀποθήκης ἠξιωμένον. Κόπτει δὲ ταῖς χηλαῖς τὸ μέσον τοῦ σίτου, ὑφορώμενος μήποτε, ὑπόγεως πεσὼν, εἶτα νοτισθεὶς, ἀναγάγῃ πρὸς τὴν βλάστησιν· ἀλλὰ διακόπτει καὶ ἀπονεκροῖ τὸν σῖτον, ἵνα πρὸς μὲν τὴν τροφὴν ἐπιτήδειος ᾖ, πρὸς δὲ τὴν βλάστησιν ἄχρηστος. Ἆρα δοκεῖ σοι ἀξιοπιστότερος εἶναι διδάσκαλος, τοσαύτῃ σοφίᾳ καὶ τέχνῃ κεχρημένος; Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ· μάθε τὴν εὐταξίαν τοῦ μύρμηκος· πῶς οἱ ἐπισιτιζόμενοι τοῖς ἐξιοῦσιν οὐκ ἐμποδίζουσιν, ἀλλ’ εἷς τόπος τῶν ἐξιόντων, ἕτερος τῶν ἐπεισαγόντων·
καὶ τάξις ἐστὶν ἐν αὐτοῖς, καίτοι ὁ βασιλεὺς οὐκ ἀφηγεῖται ἐν αὐτοῖς, οὐδὲ εἰς χιλιάρχους τὰ ἐν αὐτοῖς διῄρηται· ἀλλ’ ὡς μία εὐταξία τῶν ὁδῶν, ἔνθεν ἄλλη, ἑτέρα δὲ τῶν ἐκεῖθεν, ἀλλήλους ὅταν παρέρχωνται, οὐκ ἐμπόδιον ἀλλήλοις πρὸς τὸν δρόμον γίνονται. Τίς δὲ ἔταξε ταῦτα; Ἐγὼ νομίζω καὶ τοὺς ταξιάρχας καὶ τοὺς στρατηγάρχας ἐντεῦθεν λαμβάνοντας τὰ τακτικὰ μετατιθέναι ἐπὶ τὴν τῶν ἀνθρώπων εὐταξίαν. Οὕτως ὁ τῆς σοφίας νόμος πρεσβύτερός ἐστι τῶν ἐπιτηδευμάτων τῆς τέχνης. Πάρεστι τῷ μύρμηκι καὶ πρόγνωσις. Πολλάκις γοῦν ἐκ τῶν ἑαυτῶν καταδύσεων προκομίσαντες τὸν σῖτον διαψύχουσιν, ἐπειδὰν διάβροχος γένηται. Τότε τοίνυν, ὅταν ἴδῃς τὰ σιτηρέσια ἐπὶ τὴν μυρμηκιὰν, γίνωσκε, ὅτι ἀνέχει ὁ ὄμβρος. Πόθεν τοῦτο ἢ τοῦ Κυρίου; ἵνα μείνῃ τὸ ζῶον, καὶ μὴ λιμῷ διαφθαρῇ. Μὴ τοίνυν μήτε τὰ περὶ σὲ ἀλόγῳ τινὶ καὶ αὐθαιρέτῳ συντυχίᾳ νομίσῃς οἰκονομεῖσθαι. Ἢ πορεύθητι πρὸς τὴν μέλισσαν. Τί κοινότερον τῶν ὑποδειγμάτων τούτων; Τίς ἀγνοεῖ μύρμηκα; Τίς οὐκ οἶδε μέλιςσαν; Τὰ πατούμενα ζῶα, τὰ σύντροφα ἡμῖν, ταῦτα ἡμῖν ὑποδείκνυσιν.
PG 31:1504Ἵνα δὲ αὐτῶν λάβωμεν ὁδηγίαν εἰς τὸ ἐπιμελεῖσθαι ἑαυτῶν, ἐπειδὴ οὐκ αὔταρκες ἦν τὸ ὑπόδειγμα τοῦ μύρμηκος, τὴν μέλισσαν προσπαρέθηκεν. Ἠδύνατο γάρ μοι εἰπεῖν ὁ φειδωλὸς, ὁ περιεκτικὸς τῶν ἰδίων κτημάτων, ὅτι μιμοῦμαι τὸν μύρμηκα· ἀμετάδοτον γὰρ τὸ ζῶον, καὶ ἑαυτῷ μὲν συνάγει, ἑτέρῳ δὲ οὐ θησαυρίζει. Εἶπεν ἂν, Τῇ διδασκαλίᾳ πείθομαι. Ὁ μύρμηξ πονεῖ εἰς οἰκείαν ἀπόλαυσιν· οὐκοῦν κἀγὼ ἀποτίθεμαι· μηδέν μοι πλέον παραινεθῇ. Ἀλλ’ ἐνταῦθα πρὸς τὸ φιλόπονόν σε καὶ ἐργαστικὸν εἶναι ὁ μύρμηξ παρηνέχθη· πρὸς δὲ τὸ μεταδοτικὸν ἡ μέλισσα. Ἢ πορεύθητι πρὸς τὴν μέλισσαν, καὶ μάθε, ὡς ἐργάτις ἐστίν. Χρήσιμον τὸ ὑπόδειγμα τῆς μελίσσης δοῦναι τὸν καρπὸν, καὶ ἀμύνασθαι. Καὶ γὰρ ἡ μέλισσα, ἀμυνομένη, ἐπαποθνήσκει τῇ πληγῇ, καὶ Χριστιανοῦ θάνατος ἡ ἀνταπόδοσις τοῦ κακοῦ. Ἐκεῖνον μὲν μικρὸν ὠνείδισας, σεαυτὸν δὲ ἀπέκτεινας τῇ παρακοῇ τῆς ἐντολῆς· Μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες. Εἶδες πῶς ἡ μέλισσα τῷ κέντρῳ τὴν ζωὴν ἐναφίησιν; Οὕτω καὶ Χριστιανὸς, τὸν ἐχθρὸν ἀμυνόμενος, διὰ τῆς πληγῆς τῆς εἰς τὸν ἐχθρὸν τὴν ἑαυτοῦ ζωὴν ἀποβάλλει.
Μήτε οὖν ἀμυντικὸς ἔσο τῶν ἐχθρῶν, μήτε φειδωλὸς τῶν οἰκείων· ἀλλὰ μάθε ἀπὸ τῆς μελίσσης· ᾗ τῇ μὲν θάνατον προξενεῖ τὸ ἀμύνασθαι· τὴν δὲ ἐνέργειαν αὑτῆς προτίθεται εἰς ἀπόλαυσιν βασιλεῦσι καὶ ἰδιώταις, τρυφῶσί τε καὶ ἀῤῥώστοις· τῇ μὲν ἐπιτηδεύσει καὶ παντὶ τῷ βίῳ χρησιμεύει μέχρι τῆς ὀσμῆς. Ἡ δὲ μέλισσα τῇ ποικιλίᾳ τῆς τέχνης καὶ μέλι ἐκλέγεσθαι οἶδεν ἀπὸ τοῦ αὐτοῦ ἄνθους· καὶ τὸ μὲν εἰς μέλι ἀποτίθεται, τὸ δὲ εἰς κηρίον, καὶ τὸν κηρὸν περιπήγνυσι τῷ μέλιτι. Τίς ἐδίδαξε τὴν μέλισσαν ἐκείνην ποιεῖν τὰς σύριγγας, ὑφαίνειν δὲ τὸν λεπτὸν ὑμένα; Τίς αὐτῶν, παλαιῷ διδασκάλῳ φοιτήσασα, τὰ ἑξάπλευρα καὶ τετράπλευρα ποιεῖν ἐδιδάχθη; Πῶς γωνίαν ἔστησε διὰ τοῦ κηροῦ, καὶ τοίχους διύφανεν, ἵνα αἱ μὲν γωνίαι τὸ στερεὸν παρασκευάσωσιν, οἱ δὲ τοῖχοι τὸ μέλι φυλάξωσι; Διὰ τί οὐχ ἕνα σύριγγα ἐποίησεν, ἀλλ’ ἔνθεν κἀκεῖθεν διέπηξε τοῦ μέλιτος τὰς ἀποθήκας; Πῶς ἑκάστῳ πυθμένι ἴδιον ἐνίησι μέλι; Εἰ ἓν ἐποίει τὸ πανδοχεῖον, διεῤῥάγη ἂν τῷ βάρει τὸ ὑποκείμενον· ἀλλ’ ὑποτίθησι τοὺς πυθμένας, καὶ τοίχους ὑποβάλλει, καὶ γωνίας ἀσφαλίζεται. Τίς οἰκοδόμος; Οὐκ ἐκεῖνος ἐπαιδεύθη τὰ οἰκοδομικά.
PG 31:1506Εἶδες ἐν μελίσσῃ ὅση σοφία, ἐν μύρμηκι ὅσον τὸ φιλόπονον; Οὐκ αἰσχυνόμεθα, ἐὰν ἀπέλθωμεν μύρμηκος σοφίας, καὶ φιλοπονίας μελίσσης ἀπολιπόμενοι; Τὰ μικρὰ ταῦτα ζῶα διεγειρέτω ἡμῶν τὸν νοῦν πρὸς τῶν ἀγαθῶν ἔργων ἐπιμέλειαν. Συναγελαστικὸν τὸ ζῶον· οὔτε μύρμηξ ἰδιαστικὸν, οὔτε μέλισσα μοναστική· κατὰ ἀγέλας ζῶσι, κατὰ ἀγέλας ἵπτανται. Οὐκ εἶδες μέλισσάν ποτε καθ’ ἑαυτὴν πετομένην, ἀλλ’ ἀλλήλαις κοινωνοῦσι τῆς πτήσεως. Οὐ βασκαίνουσιν ἀλλήλαις τῶν ἀνθῶν· κοινῇ ἀπαίρουσιν ἐπὶ λειμῶνας, κοινῇ πάλιν ἐπὶ ἰδίας σηκοὺς ἐπανέρχονται. Ἑκάστη τὴν ἰδίαν καλιὰν γνωρίζει· ἀπὸ τοῦ ἰδίου ἐξερχομένη ἔργου, κοινωνεῖ τῆς ἐργασίας τοῖς συννόμοις. Τοῦτο δὲ ἐν ἡμῖν οὐκ ἔστιν. Οὐ γὰρ ἔτι ἐσμὲν κοινωνοὶ ἀλλήλων, οὔτε ἐπὶ τὰ ἄνθη τῶν Ἐκκλησιῶν κοινῇ πετόμεθα· ἀλλ’ ἑκάστου τὸ κέντρον σφοδρὸν ἐπήρθη κατὰ τοῦ πλησίον· καὶ οἶδε μὲν, ὅτι ἐπὶ τῷ κέντρῳ ἀποθνήσκει, ἐν ᾧ μαστίζει τὸν ἀδελφὸν, ὅμως δὲ, τῷ θυμῷ πλέον ἢ τῆς ἑαυτοῦ σωτηρίας ἐπιμελόμενος, ποιεῖ καὶ τὰ ἀπηγορευμένα παρὰ τοῦ Κυρίου, καὶ ἡμῖν προξενοῦντα τὴν αἰώνιον κόλασιν·
ἧς ῥυσθῆναι εὐχώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Page scan enlarged

Notebook

Full View