Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 31:1508ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΝΗΣΤΕΙΑΣ ΛΟΓΟΣ Γ. Νηστείας καὶ ἱλασμοῦ ὁ καιρὸς οὐ μόνον τῆς τῶν βρωμάτων ἀποχῆς, ἀλλὰ καὶ τῆς τῶν ἁμαρτιῶν ἀπαλλαγῆς. Ἀπαλλάξαντες τοίνυν ἑαυτοὺς ἀπὸ πάσης ἁμαρτίας, προθύμως νηστεύσωμεν· εἰδότες, ὅτι νηστεία ἀπόφασιν Θεοῦ ἀνεκαλέσατο. Νόμος τοίνυν ἐκκλησιαστικὸς τὴν νηστείαν προμηνύει, κήρυκα μεγαλοφωνότατον προστησάμενος τὸν προφητικὸν καὶ ἀποστολικὸν χορόν. Καλεῖ δὲ οὗτος οὐκ ἄνδρας καὶ πρεσβύτας μόνους, ἀλλὰ καὶ γυναῖκας καὶ παῖδας· τῶν μὲν ἀνανεῶν τὴν νεότητα, τῶν δὲ μεταβάλλων τὴν φύσιν εἰς ἀνδρικὴν ἀρετήν. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐκ ἔνι ἄρσεν καὶ θῆλυ. Ἆθλα δὲ τοῖς ἀγωνιζομένοις προτίθησι, βασιλείαν οὐρανῶν, καὶ στέφανον ἀειθαλῆ, καὶ ζωὴν αἰώνιον, ἐὰν μετὰ ἁγιωσύνης νηστεύσωμεν, κατὰ τὸν μακάριον Ἰωὴλ τὸν προφήτην λέγοντα· Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε νήπια θηλάζοντα μαστούς· ἱερεῖς, κλαύσατε ἐνώπιον θυσιαστηρίου· συγκαλέσατε πρεσβυτέρους. Ἐξελθέτω νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς, καὶ νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ. Ἅγιος γὰρ ὁ τρόπος τῆς νηστείας, ἁγίῳ Θεῷ ὑπὸ ἁγίων ἁγίως προσφερόμενος. Πάντας τοίνυν ὁ κῆρυξ καλεῖ ἐπὶ τὸν ἀγῶνα.
Διαφορὰ δὲ πολλὴ τοῖς ἀθλοῦσι καὶ βίου καὶ ἡλικιῶν. Οὐκ ἔστι δὲ ὁ ἀγὼν πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τὰ πνευματικὰ τῆς πονηρίας. Ἐχθροὺς μὲν γὰρ ἔχων τις πολεμίους ὁρωμένους, ἐὰν μὲν δυνατὸς ᾖ, ἀντιπολεμήσειεν· εἰ δὲ ἀδύνατος, ἀποκρυβεὶς σωθήσεται· ἀοράτους δὲ πολεμίους ἔχων τις, τί ποιήσειεν, ἐὰν μὴ Θεὸν ἐπικαλέσηται βοηθόν; Ἐὰν γὰρ καθεύδῃ, ἐκεῖνοι γρηγοροῦσιν; ἐὰν δὲ ἀποκρύβηται, ἐκεῖνοι ἔνδοθεν πολεμοῦσιν. Δεινὸς ὁ ἐχθρός· πολλά σοι προσάγει τεχνάσματα κατὰ τὴν πάλην τὴν τῆς φιλοχρηματίας, τὴν τῆς ἀκολασίας, τὴν τῆς κραιπάλης καὶ τρυφῆς καὶ κενοδοξίας. Ἐφίσταταί σοι καὶ καθεύδοντι· οὐδὲ γὰρ τῶν ὕπνων δυσωπεῖται τοὺς νόμους. Τί οὖν ποιήσεις πρὸς τοὺς πολλοὺς τούτους πολεμίους ἔχων; Τάφον ὀρύξαι; Ἀλλὰ καὶ τοῦτον ὑπερβήσεται. Χάρακα προστῆσαι; Ἀλλὰ καὶ τοῦτον διαβήσεται. Πῶς οὖν ἀγωνίσασθαι χρή; πῶς δὲ ἐπισχεῖν τὴν τοςαύτην ἐπιβουλήν; Οὐδὲ γὰρ ὁρᾷν ἐστι τοὺς μαχομένους. Ἀλλ’ εὕρηται μέγιστον βοήθημα, νηστεία καὶ προσευχή. Τούτῳ γὰρ τῷ τρόπῳ ἡττῶνται οἱ χείρους τῶν ὁρατῶν πολεμίων, πονηροὶ δαίμονες·
ὡς διδάσκει ὁ Κύριος τοὺς μαθητὰς, περὶ τοῦ σεληνιαζομένου λέγων· Τοῦτο τὸ γένος ἐν οὐδενὶ ἐλαύνεται, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Μέγα οὖν ἀγαθὸν ἀνθρώποις νηστεία, ἥτις ἀπόφασιν Θεοῦ ἀνεκαλέσατο. Ἐκηρύχθη ἐν Νινευῇ τριήμερος καταστροφή· καὶ ἐνίκησεν ἡ πρὸς τὸν Θεὸν ἐπιστροφὴ τὴν καταστροφήν. Ἡ γὰρ ἀπειλὴ τῆς καταστροφῆς διὰ τὴν ἐπιστροφὴν ἀνείθη. Εὐγνώμονες ἁμαρτωλοὶ οἱ Νινευῖται, ἀκούσαντες τοῦ Ἰωνᾶ κηρύσσοντος τὴν καταστροφὴν, τῷ τρόπῳ τῆς νηστείας ἔστησαν τὴν ἀπειλὴν, καὶ τῷ φαρμάκῳ τῆς ἐξομολογήσεως καὶ προςευχῆς ἐπεσπάσαντο τὴν σωτηρίαν. Διὰ τῆς νηστείας Μωσῆς ἐξ οὐρανοῦ τὸν νόμον κατήνεγκεν· διὰ νηστείας ἐξιλάσατο περὶ τῶν μοσχοποιησάντων. Διὰ νηστείας Ἠλίας ἕως οὐρανοῦ ἀνελήφθη, ὅπλον φέρων τῆς σωφροσύνης τὴν νηστείαν· νηστείαν βρωμάτων, καὶ ἀποχὴν ἁμαρτημάτων. Ἐὰν γὰρ τὸ στόμα νηστεύῃ, αἱ δὲ χεῖρες τὰ ἀλλότρια ἁρπάζωσιν, ἀκούεις· Οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, λέγει Κύριος. Ἐὰν ἀπέχῃ βρωμάτων, καὶ συκοφαντῇς τὸν ἀδελφόν σου, ἀκούεις·
Οὐ τὸ εἰσερχόμενον εἰς τὸ σῶμα, κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐκπορευόμενα. Καθαρὰ τοίνυν ἔστω καὶ ἡ κοιλία ἀπὸ βρωμάτων, καὶ ἡ διάνοια ἀπὸ ἁμαρτημάτων. Σύμφωνα ἔστω τὰ ἔνδον τοῖς ἔξω. Μήτε τὸ σῶμα τοῖς σιτίοις βαρυνέσθω, μήτε ἡ ψυχὴ ταῖς κακίαις μολυνέσθω· ἵνα ὁ Θεὸς τῶν ὅλων ἀξίους ἀπεργάσηται ἡμᾶς τῆς οὐρανῶν βασιλείας ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Continue reading PG 31: Homilia de misericordia et judicio Sp. →≣ entire volume