Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 64:17Γ. Τοῦ αὐτοῦ λόγος παραινετικὸς περὶ ἐγκρατείας. Ὅσοι μαθήμασί τισι προσεδρεύοντες φιλοπονίαν ἐνδείκνυνται, τῆς τοῦ διδάσκοντος ἐπικειμένης ἀνάγκης, τοῦ διδασκαλικοῦ φόβου τὸ τῶν παίδων νενόμισται σπούδασμα· ἐπειδὰν δὲ ἀπόντος διδασκάλου τῆς τῶν καλῶν ἐπιμελείας ἀντέχονται, προαιρέσεως καθαρᾶς τὸ φιλόπονον. Τῶν τῆς νηστείας ἐσμὲν καὶ ἡμεῖς φοιτηταὶ μαθημάτων· ἀλλ’ ὅτε μὲν τῆς νηστείας παρούσης φιλοσοφίαν ἐνδείκνυμεν, ὥσπερ ἐκ παιδαγωγικῆς ἐσμεν φιλόπονοι· νῦν δὲ δὴ ταύτης πρὸς μικρὸν ὑπεκστάσης, οἱ περὶ τὸν ἄμετρον ἐγκρατευόμενοι κόρον, καθαρὸν ἔχουσι τῆς γνώμης τὸν ἔπαινον, ὡς χωρὶς ἀνάγκης φιλόσοφοι, ὡς κατὰ γνώμην καρτερικοὶ, ὡς εἰδότες τὰ καλὰ περισφίγγειν, ἃ τοῖς προλαβοῦσιν ἐθησαύρισαν κόποις. Ὁ μὲν γὰρ εἰς ἀμετρίαν τῶν βρωμάτων ἐκβαίνων, οὐκ οἶδεν ἃ νηστεύων συνήγαγεν, οὐκ οἶδεν οὓς συνέλεξε πόρους, ἀλλ’ ὡς οὐδὲν ἔχων ἀποκείμενον ἔνδον, ὡς οὐδὲν ἐν ἑαυτῷ θησαυρίσας, ἀνέῳκται πρὸς τροφῆς ἀμετρίαν, οὐκ ἐπιβάλλει ταῖς ὀρέξεσι κλεῖθρα, οὐ θύραις συμμετρίας ἑαυτὸν ἀσφαλίζεται· καὶ θαυμαστόν γε οὐδέν.
Τοιοῦτο γὰρ ὁ πενόμενος ἅπας, οὐκ ἔχει θυρῶν καὶ κλείθρων ἐπιμέλειαν, οὐκ ἔγκειται φροντίσιν ἐπιβουλῶν, ἀμερίμνῳ διανοίᾳ καθεύδει, ὡς οὐκ ἔχων τι τὸ λῃστὰς ἐρεθίζον, ὡς κλαπῆναι μὴ δυνάμενος ἄπορος· τοῖς δὲ πλουσίαν οἰκίαν κεκτημένοις διὰ φυλακῆς, ὡς θησαυρῶν ἐγκειμένων, διὰ θυρωρῶν τηρούντων τὴν εἴσοδον. Πεπλουτήκαμεν καὶ ἡμεῖς τῇ νηστείᾳ· καὶ τὰ τοῦ πλούτου τεκμήρια πρόδηλα· ἡδονὰς ἐκτησάμεθα δούλας, ἐδεσπόσαμεν γαστρὸς, ᾗ τὸ πρὶν ἐδουλεύσαμεν· ἀσώματον ἐκτησάμεθα βίον, οἰκίαν ἐγκρατείας προεβαλόμεθα νέαν, ἧς τέως τοὺς θεμελίους ἐθέμεθα. Δεῖται δὲ τὸ ἔργον συμπήξεως, χρῄζει περισφίγγοντος τόνου· τῶν χαυνούντων δὲ, οὐ σφιγγόντων, ἡ μέθη, τῶν παραλυόντων, οὐ τονούντων τὰς βάσεις Οὐδεὶς ὃν καλῶς ἔσφιγξε σαλεύει θεμέλιον· οὐδεὶς πλούτου ταμιεῖον ἀφυλάκτως ἀνοίγνυσι· νηστευτοῦ δὲ ψυχὴ πλουσίου τινός ἐστιν ἀποθήκη δοκίμου, καὶ φυλακῆς ἀκριβοῦς δεομένη, μήπου τινὶ περιπέσῃ λῃστείᾳ· λῃστεύεται γὰρ ὡς οἰκία ψυχή. Γέμουσαν εἶχεν ὁ Δαυὶ̈δ τὴν τῆς ψυχῆς οἰκίαν, ἀλλ’ ἐκ λῃστρίδος ἡδονῆς ἐσυλήθη· ἀνεῳγμένην γὰρ ἀφῆκε τὴν εἴσοδον, καὶ νήψεως οὐκ ἠσφαλίσατο κλείθρῳ.
Τίς δὲ ἡ περὶ τὴν νῆψιν ἀμέλεια; Ἡ πλατεῖα τοῦ σώματος ἄνεσις· Ἐγένετο γὰρ, φησὶν, ἐν τῷ καιρῷ τῆς δείλης, καὶ ἀνέστη Δαυὶ̈δ ἀπὸ τῆς κοίτης αὐτοῦ, καὶ περιεπάτει ἐπὶ τοῦ δώματος ἐν τῷ οἴκῳ τῶν βασιλείων· δείλης, καὶ ἀνέστη ἀπὸ τοῦ ὕπνου καὶ περιεπάτει· ὕπνος, καὶ μετὰ τὸν ὕπνον περίπατος ὀρεγομένου ἀνέσεως. Πλατὺς τῇ γαστριμαργίᾳ περίπατος. Τί οὖν τὸ βλάβος; Καὶ εἶδεν, ἀπὸ τοῦ δώματος γυναῖκα λουομένην· καὶ ἡ γυνὴ καλὴ τῷ εἴδει σφόδρα. Καὶ ἀποστείλας κατῄσχυνεν αὐτήν. Τὸ βλέπειν ἀνέγκλητον· οὐδεὶς γὰρ ἂν ὀφθαλμοὺς ἐγκαλέσειεν, ὅτι τὰ βλεπόμενα βλέπουσιν· ἀλλ’ ἔχει τὸ ἀνέγκλητον ἔγκλημα πρὸς ἁμαρτίαν ὁδεῦσαν· οὐ γὰρ εἶδε τὴν μορφὴν καὶ παρεῖδεν, ἀλλ’ ὥσπερ προςηλώθη τῷ κάλλει· ἐνέπηξε τὸ βλέμμα τῷ σώματι, ἐβάπτισε τῇ θεωρίᾳ τὰς κόρας· οὐκ ἔτι κόρας εἶχεν ἐν ὀφθαλμοῖς, ἀλλὰ πόρνας. Τοσοῦτον κακὸν καὶ βλέμματος ὁρμὴ, ἐὰν ἀχαλίνωτον ἀφιῇς. Οὕτω καὶ νῦν ἔστιν ἡμῖν πρὸς τροφὴν ἐξουσία, ὥσπερ καὶ τότε τῷ Δαυὶ̈δ τοῦ χρῆσθαι τοῖς ὄμμασιν· ἀλλ’ ἡ τῆς ἁμαρτίας παρέξοδος ὑπ’ ἔγκλημα ποιεῖ τὸν ἀναίτιον. Τί οὖν; Τροφῇ μὲν κολακευέσθω τὸ σῶμα·
Ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστι· συμπαρέστω δὲ ἡμῖν ἀριστῶσιν ὁ Παῦλος, κἂν ἴδῃ που πρὸς τὴν τροφὴν ἀτακτοῦντας, ὥσπερ ἰατρὸς ἀτακτοῦσι βοήσει· Ἔχοντες διατροφὴν καὶ σκεπάσματα, τούτοις ἀρκεσθησώμεθα. Διατροφὴν, οὐ τρυφήν· διατροφὴν, οὐ τὴν ἐκ μέθης ἀνατροπήν. Τρυφή ποτε τὸν Ἰσραὴλ εἰς εἰδωλικὴν διήγειρεν ὄρχησιν· ἡ γὰρ μέθη τὸν νοῦν ᾐχμαλώτευσεν· Ἐκάθισε γὰρ, φησὶν, ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. Τὴν τῆς χρείας τοίνυν τηρῶμεν αὐτάρκειαν· τροφῇ θεραπευέσθω τὸ σῶμα· ἀνέσεως παραμυθίαν ζητοῦντες, ἐμφορήσεως μὴ κλασθῶμεν φορτίῳ· μεμετρημένης ἐξουσιάζωμεν βρώσεως· ἐκκλίνωμεν τὴν τῆς μέθης ἀσχημοσύνην, καὶ κίνδυνον οὐχ ἕξομεν· πειθώμεθα παραινοῦντι τῷ Παύλῳ· Μὴ μεθύσκεσθαι οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθαι ἐν Πνεύματι ἁγίῳ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Continue reading PG 64: Quod mari similis sit haec vita Sp. (fort. auctore quodam →≣ entire volume