PG 39Didymus Alexandrinus
Fragments on Job
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 39:281ὑπολαβὼν δὲ Ἰὼβ [λ]έγει· εἶτα ὑμε[ῖς] ἐστε ἄνθρωποι; ἢ μεθ’ ὑμῶν τελευτήσει σοφία; φησὶν ὅτι ἄν(θρωπ)οι μέν ἐστε, μέγα δὲ περὶ αὑτῶν οἰόμενοι καὶ ὡς μόνους ἑαυτοὺς ἀν(θρώπ)ους λογιζόμενοι νομίζετε μέχρις ὑμῶν εἶναι τὴν σοφίαν· [οἴ]εσθε δὲ δύνασθαι καὶ τὰ κρίμα[τ]α τοῦ θεοῦ καταλαμβάνειν καὶ ἀποφαίνεσθαί τι περὶ αὐτῶν· καὶ τῷ ὄντι ὑπερβαίνει τὰ ἀνθρώπινα.3 τὰ κρίματά σου γάρ φησιν ἄβυσσος πολλή. ἀλλὰ καὶ Παῦλος ἀνεξεραύνητα αὐτὰ εἶναι γράφει. ἐμφαίνει δὲ διὰ τοῦ μεθ’ ὑμῶν τελευτήσει σοφία; ὅτι ἡ τοῦ θ(εο)ῦ σοφία οὐκ ἄχρι τῶν ἀνθρωπίνων ἐστὶν πραγμάτων. οἶδε[ν κα]θὰ καὶ ὁ ἀπόστολος ὅτι ἐκ [μέρους κ]α?ὶ τοῖς τελείοις ἐνταῦθ[α ἡ γνῶσις] ἀραβῶνα πν(εύματο)ς ἐχόντω[ν καὶ τού]τ?ων· ὁ δὲ ἀραβῶνά τινο[ς ἔχων οὐ τὸ] ὅλον αὐτὸ ἔχει, ἀλλὰ μέρ[ος αὐτοῦ. τ]οῦ δὲ τελείου ἐλθόντος ἔχ[ει σὺν τῷ] ὅλῳ τὸ μέρος· τοῦτο γάρ ἐ[στιν ὁ ἀρ]αβών. κἀμοὶ μὲν [καρδία κα]θ’ ὑμᾶς ἐστιν. [παραστῆ[σαι αὐτοῖς] βούλεται, ὅτι ἀναπλας[μοὺς ἐν] τῇ διανοίᾳ ἑαυτῶν ἔχουσι[ν, φάσκ]ων· κἀμοὶ καρδία καθ’ ὑμ[ᾶς ἐστι]ν καὶ οὐ συμφέρομαι ὑμῖ[ν εἰς τὴ]ν αὐτὴν διάνοιαν.
PG 39:1121ἢ μ[ὴ νο]μίζετε ὑπερβαλλόντω[ς] νοεῖν; κἀγὼ γὰρ συνίημι· λο[γι]κὸν γὰρ λογικοῦ οὐ διαφέρει. τ[ῇ] δὲ ἐπιβολῇ ἡ διαφορὰ γίνεται.3 περὶ φαύλων γοῦν λέγεται· ἀκούσατέ μου οἱ ἀπολωλεκότες τὴν καρδίαν. οὐ γὰρ τὴν οὐσίαν, ἀλλὰ τὴν ἐνέργειαν αὐτῆς τὴν φαύλην ἀπώλειαν αὐτῆς λέγει.] δίκαιος γὰρ καὶ ἄμεμπτος ἀνὴρ ἐγενήθη εἰς χλεύασμα. [ὅταν τὰ ἐλάττονα λέγῃ, ἑαυτῷ αὐτὰ προσάπτει· ἐλαττωτικὸς γὰρ ἑαυτοῦ διὰ ἀτυφίαν ὑπάρχει. ὅταν δὲ] ἐπαίνου χρεία ᾖ, τῷ δικαίῳ καὶ τῶι ἔχοντι τὴν ἀρετὴν αὐτὰ ἕπεσθαι λέγει,] ὡς ὁ μακάριος Παῦλος οἶδα ἄν(θρωπ)ον ἐν Χ(ριστ)ῷ λέγων?. [ὁ θ(εὸ)ς] γὰρ αὐτῷ ἐμαρτύρησεν λέγω[ν· οἴει δ]έ με ἄλλως σοι κεχρηματι[κέναι ἢ ἵ]να ἀναφανῇς δίκαιος; [εἰ δὲ ὁ Ἰὼβ εἶ]πέν ποτε ἐκβιαζόμε[νος διὰ τὸ τ]οὺς φίλους ἐναντί[ον δοξά]ς?αι· οἶδα ὅτι δίκαιος ἀν[αφανοῦ]μαι, χαρακτὴρ γινόμεν[ος τοῦτο ε]ἶ?πεν ἐκ τῶ(ν) καθ’ ἑαυτὸ[ν ἀπαγγεί]λ?ας τοὺς ἀρετῇ χρωμέ[νους καὶ] ἐργαζομένο[υς] λέγων· οἶδ[α ὅτι εἰ χ]ρησαίμην τῇ ἀνδρείᾳ [ἕως] τ?έ?λους, δίκαιος ἀναφανο[ῦ]μαι.3 οὐ γὰρ εἶπεν·
PG 39:1127δίκαιός εἰμι, ἀ[λ]λ’ εἰς μέλλοντα χρόνον ἀνέκλινεν τὴν προσδοκίαν, τὸ ἴδιον τῶν ἀρετῶν ἀπαγγέλλων. εἰς χρόνον γὰρ τακτὸν ἡτοίμαστο πεσεῖν ὑπὸ ἄλλους οἴκους τε αὐτοῦ ἐκπορθεῖσθαι ὑπὸ ἀνόμων. δηλοῖ ὅτι παρεδόθη τοῖς ἐξαιτησαμένοις πειράσαι αὐτόν. τινὲς καὶ ἐκ ταύτης τῆς λέξεως οὐ καλῶς αὐτῇ χρησάμενοι εἱμαρμένην ἐλογίσαντο εἶναι, τὸ τακτὸν χρόνον εἰς αὐτὴν ἀναφέροντες. ψεῦδος δὲ τοῦτο· οὐ γὰρ πᾶς χρόνος τεταγμένος τὴν εἱμαρμένην σημαίνει. ὃ παρίστησιν οὖν, τοῦτ’ ἔστι(ν), ὅτι εἰ καὶ εἰς χλεύασμα ἐγενήθη, ἀλλά γε οὐκ εἰς ἄπειρον τοῦτο ἐγίνετο, ἀλλὰ [και]ρῷ τοῦ θ(εο)ῦ συνχωρήσαν[τος τοῦ]το γενέσθαι, καθὰ καὶ οἱ? [δοθέντ]ες εἰς χεῖρας τῶν θλ[ιβόντων]. χρόνον δὲ τακτὸν εἶ?[πεν, ὃν ἔστι]ν? τῇ ἀρετῇ τῇ τοιαύ[τῃ χρῆσθ]αι τὸν ἄν(θρωπ)ον, καθ’ ἣν κ[αὶ λέγεται] ἱκανὸς εἶναι πολεμεῖ[ν. οἴκους] δὲ λέγει πορθουμέν[ους τὰς ἀ]ρετάς· τούτο[υς] γὰρ σπουδ?[άζουσι]ν? οἱ ἀντικείμενοι δ[ιὰ τῶν ἐ]πιπόνων σεῖσαι καὶ κλο?[νῆσαι!] ὅτι δὲ οἶκοι ἀντὶ ἀρετῶν παρ[αλ]αμβάνονται, εἴρηται· ἐπεὶ ἐφ[οβ]οῦντο αἱ μαῖαι τὸν θ(εό)ν, ἐποίης[α]ν ἑαυταῖς οἰκίας.
PG 39:1131ἆρά γε ἄοικοι ἦσαν πρὶν φοβηθῶσι τὸν θ(εό)ν; ἀλλὰ δῆλον ὡς τὰς ἀρετάς, κατὰ τὸν ἀκούοντα τοὺς λόγους Ἰ(ησο)ῦ καὶ οἰκοδομοῦντα τὴ(ν) ἑαυτοῦ οἰκί[α]ν, ὅ ἐστιν τὸν βίον, οὐκ ἐπὶ πέτραν αἰσθητήν, ἀλλ’ ἐπὶ τὸν Χ(ριστὸ)ν τὸν εἰπόντα Πέτρῳ· σὺ εἶ Πέτρος καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, τοῦ Πέτρου δηλονότι ἔχοντος οἰκίαν ἐν τῇ τοιαύτῃ πέτρᾳ. οἰκοδομεῖ δὲ ὁ σωτὴρ τὴν ἐκκλησίαν, αὐτὸς καὶ πέτρα καὶ οἰκοδόμος ὤν· συνεργεῖ γὰρ ὁ θ(εὸ)ς τῷ σπουδαίῳ. οὕτω καὶ ὁ ψαλμῳδός φησιν· ἐν πέτρᾳ ὕψωσάς με. οὐ μέγα δὲ δῶρον θ(εο)ῦ ἐν αἰσθητῇ πέτρᾳ ὑψωθῆναι, ἀ[λλὰ] δῆλον ὡς τῶι λόγωι τῷ ἀσφαλ[εῖ, κ]αθὸ πάλιν ὁ ψαλμῳδός φησιν· ἔστη[ς]ας ἐπὶ πέτραν τοὺς πόδας μου. ση[μ]ειωτέ[ον] δὲ ὅτι δίκαιος ἢ ἀλλοτιν[!!!!!]π[!!!] ἀλλ’ ἄνομοι. τὸ δὲ ἐκπορθε[ῖσθαι ἐμφ]αίνει τὸ ἀνδρεῖον τοῦ δικ[αίου κ]αταμηχαν[ηθέ](ν)- τος· εἴρηται κ?[αὶ ἐν ψα]λμοῖς· πλεονάκις ἐπολ[έμησά]ν με ἐκ νεότητός μου [καὶ γὰρ οὐ]κ ἠδυνήθησάν μοι, ὡ[ς καὶ Παῦλ]ο?ς· τίς ἡμᾶς χωρίσει ἀπ[ὸ τῆς ἀγά]πης τοῦ θ(εο)ῦ; καὶ τὰ ἑξῆς. [οἴκους] δὲ πληθυντικῶς δεῖ νο[εῖν] τὸ πλῆθος τῆς ἀρετῆς·
PG 39:1135σωφρο[σύ]νη οἶκος, ἀνδρεία οἶκος, πραότ[η]ς καὶ ἄλλαι, καθὸ εἴρηται· ὀχύρωμα ὁσίου φόβος κ(υρίο)υ· οὕτω καὶ δικαιοσύνη. τούτων τῶν οἴκων εἰσὶν ἐναντίοι, οὓς κατασπᾷ κ(ύριο)ς· οἴκους γὰρ ὑβριστῶν κα[ς]τασπᾷ κ(ύριο)ς· ἐστήριξεν δὲ ὅρ[ιον] χήρας. τὰς γὰρ τῶν ὑπερηφάνων π[ο]λιτείας κατασπᾷ ὡ?[ς] εἴρηται· Καφαρναούμ, ἢ ἕως οὐ(ρα)νοῦ ἀναβήσῃ, ἕως ᾅδου καταβιβασθήσῃ. [καὶ] ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται. στηρίζει δὲ χήρας τὸ ὅριον, ὅ ἐστιν· τὸν οἶκον, τὸν βίον τῶν κατὰ θ(εὸ)ν χηρευόντων ἀπὸ κακῶν. δηλοῖ καὶ τὸ οἰκίαι παρανόμων ὀφειλήσουσιν καθαρισμόν, οἰκίαι δὲ δικαίων δεκταὶ τοὺς ἑκάστου βίους. οὐ μὴν δὲ ἀλλὰ μηθεὶς πεποιθέτω πονηρὸς ὢν ἀθῷος ἔσεσθαι. ὅσοι παροργίζουσι τὸν κ(ύριο)ν, οὐχὶ καὶ [ἔ]τασις αὐτῶν ἔσται; [διδάσκει ὅτι κἂν χλευάζῃ τις τὸ(ν) δίκαιον καὶ κα[τα]δυναστεύῃ, οὐκ ἔσται ἀθῷος, κἂν [ἐκ]νικήσῃ αὐτὸ(ν) τῷ δοκεῖν. πα[ρορ]γίζει γὰρ τὸν θ(εὸ)ν ὁ τοιο[ῦτο]ς. ἔστ[αι] γὰρ ἐξέτασις τῶν πρ[αττ]ομ[έν]ων, δι’ οὗ αἰνίττεται κρίς[ιν], καθὰ] καὶ Παῦλός φησιν·
PG 39:1141δεῖ γὰρ ἡ[μᾶς π]άντας παραστῆναι τ[ῷ βήματ]ι τοῦ Χ(ριστο)ῦ, ἵνα κομίσηται [ἕκαστος] πρὸς ἃ διὰ τοῦ σώμ[ατος ἔπρα]ξεν. νοεῖ(ν) δὲ ὑποβά[λλει ὅτι ε]ἰ καὶ οἱ ἐξαιτησάμενο[ι πον]ηρεύονται εἰς ἐμὲ λαβόν[τες] ἐξουσίαν, οὐδ’ οὗτοι ἀθῷοί εἰσι[ν] ὄργανον καὶ σκεύη ὀργῆς γεγ?[ε]νημένοι, κἂ(ν) ἐπὶ ἁμαρτάνον[τ]α τοῦτο ποιῶσιν.3 χαίρουσιν γὰρ τῇ τοιαύτῃ ὑπηρεσίᾳ. πρός τινα γοῦν λέγεται· ἐγὼ ἔδωκα αὐτοὺς εἰς τὰς χεῖράς σου, ς[ὺ] δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος καὶ ἐγὼ ὠργίσθην αὐτοῖς ὀλίγα, αὐτοὶ δὲ συνεπέθε(ν)- το εἰς κακά. οὐ γὰρ ἵν[α] ἀνηλεῶς χρήσωνται παραδίδωσιν θ(εό)ς· αὐτοὶ δὲ σὺν πολλῇ προθυμίᾳ τοῦτο ποιοῦντες ἀνηλεῶς ποιοῦσιν· καὶ Φαραὼ δὲ πρὸς τοὺς [υἱοὺς] Ἰςδραὴλ τοιοῦτος. τοιοῦτον τὸ γίγα(ν)- τες ἔρχονται πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες. χαίρουσιν γὰρ τοιούτοις [οἷς] ὑπηρετοῦσιν. ἀλλὰ ἐρώτη[σον] τετράποδα, ἐάν σοι εἴπωσιν, πε[τει]νὰ δὲ οὐρανοῦ, ἐάν σοι ἀπαγ[γ]είλ[ωσι]ν· ἐκδιήγησαι γῇ, ἐάν ς[οι] φρ[άσῃ,] καὶ ἐκδιηγήσονταί σοι ο[ἱ ἰχ]θύ[ες τ]ῆς θαλάσσης.
PG 39:1145τὴν τῶν κρ[ιμάτων] βαθύτητα καὶ τὴν ἀξίαν [τοῦ ἀνθ]ρώπου ἐνταῦθα δηλῶς[αι βούλε]ται λέγων, ὅτι ἀκατάλημ[πτά εἰ]ς?ι? τὰ κρίματα ὧν ἐκ μέ[ρους ἄνθρ]ωπος ἐπιστήμην δέχε[ται. οὐ π]άντως δὲ οὕτως ἐκλαβ[εῖν πρ]οσήκει, ὅτι ἐρωτῆσαι δεῖ τ[ὰ τε]τράποδα ὡς παρ’ [αὐ]- τῶν ἐκδέ[χε]σθαι ἀπόκρισιν, ἀλλ[ὰ] τὴν ἐν τοῖς [τε]τραπόδοις ἐραύν[η]- σον καὶ ἐν π[ε]τεινοῖς καὶ τῇ γῇ δημιουργίαν καὶ κρίματα καὶ σκόπησον, εἰ δυνήσει καταλαβεῖν τοὺς βαθυτά[το]υς ἐν αὐτοῖς λόγους.3 ταῦτα δέ φ?[η]ς?ιν ἐπιστῆσαι αὐτοῖς βουλόμεν[ος,] ὅτι ἡ τοῦ θ(εο)ῦ διοίκησις ἐναπ[οκρ]ύπτεται καὶ οὐ πρέπει αὐτο[ὺς ἐ]πιτρέχειν αὐτῇ ἀγνοοῦντα[ς], καθ?[ὰ κα]τέτρεχον αὐτοῦ ὡς δι’ ἁμαρ[τί]ας πάσχοντος οὐκ εἰδότες τὸ κ[ρί]μα. καὶ γὰρ τῷ ὄντι ἐκ προχε[ίρ]ου ἡ τῶν ζῴων ὕπαρξις οὐ [π]αραστήσει τὸ ε[ὔ]λογον· τὰ γοῦν [ἰ]οβόλα τοῖς πολλοῖς δοκεῖ οὐκ ἔ[χ]ειν τῆς παραγωγῆς τὸ εὔλογον. [ἀ]λλ’ ὁ ἅγιός φησιν· πά(ν)- τα εἰς χρείαν αὐτῶν ἔκτισται. καὶ τὸ κεκρυμμέ[νον] δὲ αὐτῶν παρίστησιν· α![!]!τ?[!
PG 39:1149τῶ]ν ἔργων αὐτοῦ ἐστιν ἐν ἀπ[οκρ]ύφ[οις.] καὶ γὰρ ἐπὶ ἰατρικῆς [ἐστι τ]οῦτ[ο] θεωρῆσαι τοῦ μὲν ἰατρ[οῦ τέ]χ?ν?[ῃ κ]αὶ ἐπιστήμῃ προσάγον[τος τὰ ἰ]ατικά, τοῦ δὲ ἀνιάτρου δυ[σαρεστου]μένου πολλάκις τοῖς π[αρὰ τοῦ ἰ]ατροῦ ἐπιβαλλομένοις φ[αρμάκο]ις. τίς οὖν [οὐκ] ἔγν[ω] [ἐν πᾶσι] τούτοις, ὅτι χεὶρ κ(υρίο)υ ἐποί[ησεν ταῦ]τα; τὸν καθ’ ἕκα[στον λόγον] τῶν γεγενημένων ἀποκ[εκρυ]μμένον εἰπών, δι’ οὗ ἐδίδα[ξεν] τοὺς φίλους ἐπιστῆσαι καὶ τῷ [κα]θ’ αὑτὸν ὡς κεκρυμμένῳ καὶ μ[ὴ] προχείρως φάσκειν ἁμαρτίας χάριν τοῦτο γεγονέναι, ἕτερόν τι παιδεύει παριστῶν, ὅτι ὁ καθόλου λόγος φανερός ἐστιν, [κἂ]ν? ὁ ἕτερος κεκρυμμένος τυγχάνῃ, [λέ]γω δή, ὅτι χεὶρ κ(υρίο)υ ταῦτα πεποίη[κεν,] ἵνα ἔμφασιν παραστήσῃ τ[ῆς ἑτ]έρας αἰτίας, ὅτι εἰ καὶ οὐ διὰ ἁμ[αρτ]ίας, ἀλλ’ ὑπὸ χειρὸς κυρίου ταῦ[τα γ]ίνεται συνχωροῦντος. καὶ γ[ὰρ] εἰ μὴ ἦν ὁ ἐξα?ι?- τησάμενος λαβ[ὼ]ν τὴν ἐπιτροπὴν πρὸς τοῦ θ(εο)ῦ, [οὐ]δὲν ἠδύνατο. ἐλεγκτέον ἐ[κ τ]ούτων τοὺς τὸ αὐτόματον εἰσά[γο]ντας, ὅτι τάξει καὶ προνοίᾳ τὰ πάντ[α] διοικεῖται.
PG 39:1159ἡ γὰρ σύνπνοια τ[οῦ] παντὸς ἱκανὴ διδασκαλία τοῦ ἐφεστάναι τοῖς ὅλοις τ[ὴ]ν πρόνο[ια]ν τ[οῦ θ(εο)]ῦ?. εἰ μὴ ἐν χειρὶ αὐτ[οῦ] ψυχ[ὴ] πά(ν)- των τῶν ζώντων [κ]αὶ π[νεῦ]μα παντὸς ἀνθρώπ[ο]υ; [βεβ[αι]οῖ τὰ τῆς πα[ι]δεύσε[ω]ς διδ[ά]σκω(ν) αὐτούς, ὅτι ὑπὸ τὴ[ν] χεῖρ[α] τοῦ θ(εο)ῦ πάντα ἐστιν [κ]αὶ ἡ ζωὴ τῶ(ν) ἀνθρώπων καὶ ὁ [θ]άνατ[ο]ς] τούτῳ ὅμοιον τὸ ἐν τῷ εὐαγγελίῳ· οὐχὶ δύο στρουθ[ί]α ἀ[σσα]ρίου πωλεῖται; καὶ οὐ[χ] ἓν [αὐτ]ῶν ἐμπεσεῖται εἰς [π]αγί[δα ἄν]ευ τοῦ π(ατ)ρ(ὸ)ς τοῦ ἐν τ[οῖ]ς ο[ὐ(ρα)νοῖ]ςοὐδὲν ἕτερον διὰ [τούτου] κατασκευάζων ἢ τὸ ἐ?[πιστῆς]α?ι τὴ(ν) ἑαυτῶν διάνο[ι]αν ἐ[πὶ τ]ὰ τοῦ θ(εο)ῦ κρίματα καὶ [!]ι μὴ [εἰ]κ?αίως λέγειν δι’ ἁμαρτίας α[ὐ]τὸν πεπονθέναι. νοῦς μὲν γὰρ ῥήματ[α δ]ιακρίνει, λάρυξ δὲ σῖτα γε[ύ]εται. ἐπίστη[ς]ον, ε[ἰ ταῦ]τα ἀποδίδοται π[ρ]ὸς ἐκ[εῖ]να· ἀλλὰ ἐρώτησον τ[ε]τράπ[ο]δα, ἐάν σοι εἴπωσιν. δῆλον [ἐκ] τῆς ἀκολουθίας, ὅτι οὐκ [ἀλ]όγων ἢ ἀψύχων ἐστὶν εἰδ[έ]ναι τὰ τῆς προνοία[ς] κρίμ[ατ]α, ἀλλὰ τοῦ νοῦ.
καὶ π[α]ράδει[γμ]α λαμβάνει, ὅτι καθάπερ ὁ [λ]άρυγξ κριτικός ἐστι τῶν σιτί[ω]ν, οὕτως ὁ νοῦς τῶν τε λεγο[μέ]νων καὶ τῶν ἐγκειμένων ἐ[ν] τῇ φύσει τοῦ παντός. διακρίν[ε]τε τοίνυ(ν) [κ]αὶ ὑ[με]ῖς, λέγοι ἂν πρὸς τοὺς φίλου[ς,] ταῦτα κα[ὶ] εὑρήσετε τὸν τ[ρό]πον τῶ[ν] ἐμοὶ συμ- [β]εβηκ[ό]των.3 ἐ[ν] πολ[λ]ῷ χρόνῳ σοφία, ἐν δὲ πολ[λ]ῷ βίῳ ἐπιστήμη. παιδε[υ]τικώτατα καὶ ταῦτά φης[ι]ν· ἵνα γὰρ μὴ πρόχειρον [κ]α[ὶ ε]ὐχερῆ τὴν τῶν ὄ(ν)- τ[ων] γνῶσιν οἰηθῶσιν διὰ τ[ὸ ε]ἰρῆ[ς]θαι νοῦς μὲν γὰρ ῥήμ[ατα δια]κρίνει καὶ λογίσωντ[αι, ὅτι εὐ]χερὲς αὐτοῖς τοῦτο ἅτ[ε νοῦ]ν? ἔχουσιν, ἐνάγει αὐτ[οὺς] ε?[ἰς ἐ]πιμέλειαν τῆς σοφ[ίας] λέγων· ἐν πολλῷ χρόν[ῳ] σοφία, ἐν δὲ πολλῷ βίῳ ἐπ[ις]τήμ[η.] ἐλεγκτέον ἐκ τούτου [το]ὺς μὴ βουλομένους πον[εῖν,] ἀλλ’ [οἰ]ομένους αὐτοῖς ἀρκ[εῖ]ν τὴν ὅπως ποτὲ γιγνομέ[νη]ν ἐπ[ι]βολὴν ἐπιστήμη[ς τι]νός. οὐ γὰρ ἅμα τῷ ἄρξα[σθ]αί τινα ἡ γνῶσις τῶν τελ[εί]ων παραγίνεται. πρὸς δὲ τ[ούτ]ωι ἐλ[έ]γχονται καὶ οἱ φύς[ει ν]ομί[ζ]οντες εἶναι τὰς μαθή[ς]εις·
οὐδὲν γὰρ τῶν κατὰ φύ[σι]ν καὶ ἀναγκαίως τῇ οὐσίᾳ το[ῦ] ἀν(θρώπ)ου προσόντων χρόνῳ κα[τ]ορθοῦται. οὐδεὶς γοῦν θ[ν]ητὸς ᾗ ζῷον χρόνῳ προστ[ί]θεται· τὸ δὲ σοφὸς εἶναι χρόνῳ προσγίν[ε]ται· ὅτε γὰρ ἤμην νήπιος, ἐλάλουν ὡς νήπιος, ἐφρόν[ο]υν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος· ὅτε γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπ[ίο]υ. πρὸς ταῦτα ἀντιθήσει τι[ς] τὸ οὐχ οἱ πολυχρόνιοί εἰσιν σοφοί, οὐδὲ οἱ γέροντες οἴδασιν κρίμα, ἐναντίον τοῦ[τ]ο τῷ ὑπὸ τοῦ Ἰὼβ εἰρημέν[ῳ] οἰόμενο[ι]ς. δυνατὸν δὲ ἀμφότερα ἀκολούθως εἰρημένα συνιδεῖ(ν)· ὁ μὲν γὰρ μακά[ρ]ιος Ἰ[ώβ] φησιν, ὅτι ὁ ἀρχόμ[ε]νος [ς]οφίας καὶ σπεύδων [α]ὐτὴν [ἀ]ναλαβεῖν οὐχ ὡς ἔτυχε[ν] αὐτήν, ἀλλ’ ἐν πολλῷ χρόνῳ ἀναλήμψεται. ἀλλὰ καὶ ὁ Ἐλιοὺς οὐκ ἀπιθάνως ἂν λέγοι· οὐδὲ γάρ, εἰ μὴ ἐπεθύμησέν τις σοφίας, τῇ δὲ ἡλικίᾳ προβέβηκεν, ἤδη σοφὸ[ς ἂ]ν εἴη· οὐ γὰρ ἐξ ἀνάγκης ὁ γέρων σοφός. ἐπιστήσεις τῷ ὑπὸ τοῦ ὑμνῳδοῦ λεγομέν[ῳ], εἰ συμβάλλεται τ[ῷ] ἐν πολλῷ χρόνῳ τὴν σοφίαν ἀναλαμβάνεσθαι ἐν τῷ λέγειν· γνώρισόν μοι, κ(ύρι)ε, τὸ πέρα[ς] μου καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶ(ν) μου, τίς ἐστιν, ἵνα γνῶ, τί ὑστερῶ ἐγώ.
PG 39:1165ἀναλημπτὴ γὰρ δείκνυται καὶ [ο]ὐ φύσει ἡ ἀρετή, ἀλλὰ καὶ χρ[ό]νῳ κατορθουμένη ἐν τῷ ἵνα γνῶ, τί ὑστερῶ ἐγώ. τί δέ ἐστ[ι]ν σοφία, ἐν τοῖς ἑξῆς εἴρητα[ι] οὕτως· ἰδοὺ ἡ θεοσέβειά ἐστιν σοφία, καὶ τὸ ἀπέχεσθαι ἀπὸ κακῶν ἐστιν ἐπιστήμη. καὶ πρῶτον δεῖ κατορθῶσαι τὴν ἀποχὴν τῶν κακῶν, ἵνα οὕτω ἡ θεοσέβεια προσγένηται σοφία οὖσα. εἴ[ρ]ηται γάρ· ἐπιθυμήσα[ς σο]φί[α]ν διατήρησον ἐντο[λὰ]ς κα[ὶ] κύριος χορηγήσει σοι [αὐ]τή[ν·] ἡ γὰρ σοφία καθαρθε[ίς]ης τῆς ψυχῆς προσγίνεται. παρ’ αὐτῷ σοφία καὶ δύναμις, αὐτῷ βουλὴ καὶ σύνεσις. εἰπὼν ἐν πολλῷ χρόνῳ σοφία πρὸς τὸ μὴ νομίσαι αὐτοὺς λέγειν αὐτὸν περὶ ἀνθρωπίνης [ς]οφίας [λέγειν] μηδὲ ζ[η]τεῖν [α]ὐτὴν ἐν τοῖς γενητοῖς διδάσκει, πῶς εὑρίσκεται, λέγων· παρ’ αὐτῷ σοφία καὶ δύν[α]μις. οὐ γὰρ ἔξωθεν αὐτοῦ ἐ[στι]ν?, ἀλλ’ ἐν αὐτῷ ἐστιν ὁμοούσιος αὐτῷ τυγχάνουσα· πηγὴ γὰρ αὐτῆς ὑπάρχει, ἡ πηγὴ δὲ οὐκ ἄλλοθεν δέχεται. καὶ ἡ δύναμις δὲ παρ’ αὐτῷ ἐστιν ὁ Χ(ριστό)ς· Χ(ριστὸ)ς γὰρ θ(εο)ῦ δύναμις καὶ [σοφία].
PG 39:1169αὐτῶι δὲ καὶ βουλὴ καὶ [σύνεσις] πρόςεστιν, ὥστε μὴ ἀνθρωπίναις ἐπιβολαῖς ταῦτα ζητεῖται, ἀλλὰ παρ’ αὐτοῦ. ταῦτα δὲ πάντα ὁ υ(ἱό)ς ἐστιν· τὸ γὰρ ἡτοίμασε(ν) οὐρανοὺς ἐν φρονήσει περὶ υ(ἱο)ῦ λέγεται. ἐὰν καταβάλῃ, τίς οἰκοδομήσει; ἐὰν κλείσῃ κατὰ ἀν(θρώπ)ων, τίς ἀνοίξει; ἐὰν κωλύσῃ τὸ ὕδωρ, ξηρανεῖ τὴν γῆν· ἐὰν δὲ ἐπαφῇ, ἀπώλεσεν αὐτὴν καταστρέψας. [τὸν περὶ προνοίας λόγον, ὡς καὶ πρότερον ἐλέχθη, ἠρέμα διδάσκει τοὺς [ἀ]ντι[λ]έγοντας αὐτῷ. εἰ γὰρ καὶ ἐτίθε[ν]το πρόνοιαν, ἀλλά γε ἐναν[τι]ώμασιν περιέπιπτον. λέγει οὖν ὅτι τῷ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; ἔστι γοῦν εὑρεῖ(ν) τὸν μὲν πενόμενον, τὸν δὲ ἐν περιστάσει, τὸν δὲ νόσῳ πεπιεσμένον καὶ ὅλως ἐν διαφόροι[ς] συνπτώμασι(ν) ἄλλον καὶ ἄλλον κατειλημμένους καὶ μὴ σθένοντας ἀπώσασθαι τὸ κεκ[ρι]μένον. θ(εο)ῦ γὰρ βουλήσει συ[μ]βαίνουσιν.] οὐ μόνον πε[ρ]ὶ οἰκοδομῆς, ἀλλὰ καὶ τῶν προ[ε]ιρημένω(ν) οὐδείς ἐστιν, ὃς δυνήσεται εἰπεῖν κατὰ τὸν ἀπόστολο(ν)· τί [με] ἐποίησας οὕτως;
ἀλλὰ καὶ οἱ χωρὶς βουλῆς θ(εο)ῦ τολμῶντές τι, ἐπεὶ οὐκ ἐπεκαλέσαντο αὐτόν, [καταστρέφονται κατὰ τὸ αὐτοὶ] οἰκοδομήσουσι καὶ ἐγὼ καταστρέψω, λέγει κ(ύριο)ς. καὶ περὶ τῶν κακὴν οἰκοδομὴ(ν) ἐχόντων λέγεται· καθελεῖς αὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς. οὕτω καὶ ἐὰν ἐνκλείσῃ κατὰ ἀνθρώπων, οὐδεὶς ἀνοίξει· θ(εο)ῦ γὰρ μὴ εὐοδοῦντος ἐπὶ πρᾶξίν τινα, ἣν προῄρηταί τις, δι’ οὓς οἶδεν λόγους, τίς ἀνοῖξαι δύναται; συνέκλεισεν τῷ Φαραὼ καὶ τοῖς [Α]ἰγυπτίοις τὴν ἀποφυγὴν καὶ [ἀ]νοίγων οὐχ εὑρίσκετο. κ[α]ὶ ὅλω[ς] πολλὰ τοιαῦτα εὑρή[ς]εις. κλείει γὰρ πρὸς τὸ χρήσιμον μὴ ἐῶν ἔχειν τῶν ἀνθρωπίνων ἀπόλαυσιν, ἀλλ’ [ἐν] ἐνδείᾳ εἶναι· πρὸς δὲ τί[να]; πρὸς τὸ[ν] σωτήριον εἶναι ἐπάγων τὰ [ἐ]πίπονα. κλείει δὲ καὶ ἄλλω[ς] κατὰ ἀν(θρώπ)ων, ὅτε οὐκ ἐᾷ εὐοδοῦσθαι αὐτοὺς ἐν κακοῖς καὶ τούτου δεόντως γινομ[έ]νου πρὸς θ(εο)ῦ, οὐ καθὼς Φαρις[αῖ]οι ἐπο[ί]ουν· εἴρηται γὰρ πρ[ὸς] αὐτούς· κλείετε τὴν βασιλείαν τῶν οὐ(ρα)νῶν, αὐτοὶ οὐκ εἰσέρχεσθε οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν.
κλείεται δ’ ἡ βασιλεία τῶν οὐ(ρα)νῶν, ὅταν οἱ δοκοῦντες εἶναι διδάσκαλοι δι’ ὧν ἐνεργοῦσιν φαύλων μιμητὰς ἑαυτῶν ποιῶσίν τινας, ὡς μήτε αὐτ[οὶ] μήτε οἱ μιμούμενοι αὐτοὺς εἰσιέναι εἰς τὴν βασιλείαν. ἐὰν οὖν τῷ ἑαυτῷ κλείσαντι καὶ θ(εὸ)ς κλείσῃ διὰ τὴν πολιτείαν αὐτοῦ, τίς τούτῳ ἀνοίξει; οὕτω καὶ τὸ ὕδωρ καὶ τὸ κατὰ αἰσθητὸν κωλύων κατὰ τὸ εἰρημένον μερὶς μία βραχήσεται καὶ μερίς, ἐφ’ ἣν οὐ βρέξω, ξηρανθής[ε]ται [κ]ωλύω(ν) ξηραίνει τὴν [γ]ῆν· [κ]αὶ τούτου ἔχει[ς] ἐν τα[ῖς] Βασιλείαις τὸ παράδειγμα· αὐτὸς [γ]άρ ἐστι(ν) ὁ ἀνάγων νεφέλας ἐξ ἐσχάτου [τῆς] γῆς, ἀστραπὰς εἰς ὑετὸ(ν) ποιῶν. καὶ κ[α]τὰ τὴν ἑαυτοῦ ἐξουσίαν ἐπαφίεται τῇ γῇ καὶ εἰς ἀρδείαν καὶ εἰς φθορὰν τῶν ἐν αὐτῇ, ὡς ἐν τῷ κατὰ Νῶε κατακλυσμῷ. ταῦτα δὲ εἰ μετὰ συνέσεως ἀνάγοις, εὑρήσεις καὶ [τὸ] ἀπὸ τούτων ὄφελος. παρ’ αὐτῶι κράτος καὶ ἰσχύς, αὐτῷ ἐπιστήμη καὶ σύνεσις. [τὸ εὔλογον τῆς ἀποδείξεως τοῦ ἕκαστα τῶν παρ’ αὐτοῦ τοῦ θ(εο)ῦ γιγνομένων μὴ ἂν ἄλλον δύνασθαι ποιεῖν ἢ αὐτὸ(ν) διὰ τούτων διδάσκει φάσκων·
PG 39:1175παρ’ αὐτῷ κράτος καὶ ἰσχύς.] καὶ ἵνα μή τις ἀβέβαιος λογίσηται, ὅτι δυνάμει καὶ ἰσχύι μόν[αις] θ(εὸ)ς ποιεῖ, ἐπάγει· αὐτῶι ἐπιστήμη καὶ σύνεσις. κἂν γὰρ δυςαρεστῇ τις τοῖς γιγνομένοις λέγων ὅτι διὰ τί μὲν ἥδε ἡ χώρα ἡ εὔφορος καὶ πολύπλουτος πάλιν ἄρδεται, ἡ δὲ δεομένη ἄβροχος διατελεῖ;3, ἀκουέτω τὸ αὐτῷ ἐπιστήμη καὶ σύνεσις. αὐτ[ὸ]ς γὰρ σταθμῶι καὶ μέτρῳ πάντα [τα] διαταξάμεν[ο]ς ἑκά[ς]τῳ κατὰ τοὺς λόγους τῆς [π]ρονοίας ἑαυτοῦ ἐπιχορηγεῖ ἃ βούλεται· οὐ γὰρ ὡς ἔτυχεν ἡ τῶ[ν] ὄντων παραγωγὴ ἢ διοίκησις ἔχει τὴν σύστασιν, ἀλλὰ καὶ τὸ τῶν δημιουργημάτων διάφορον καὶ τὸ τῆς διοικήσεως συνέσει θείᾳ πέπηγέν τε καὶ ἕστηκε(ν). ἐπιστατέον ὅτι οὐχ ὡς συνθέτο[υ ὄν]τος τοῦ θ(εο)ῦ ἰσχὺς παρ’ αὐτῷ [κα]ὶ κράτος καὶ αὐτῷ ἐπιστή[μ]η καὶ σύνεσις εἴρηται· πάντα [γ]ὰρ ταῦτα ὁ υ(ἱό)ς ἐστιν ἁπλοῦς καὶ ἀσύνθετος ὑπάρχω(ν). διάγων βουλευτὰς αἰχμαλώτους, κριτὰς δὲ γῆς ἐξέστησεν. [καὶ ταῦτα τῆς προνοίας ἔργα·
PG 39:1201καὶ [γ]ὰρ τῷ θελήματι καὶ τῇ κρίσει καὶ βουλευταὶ αἰχμάλωτοι διάγονται καὶ κριταὶ μεθίστανται.] καὶ εἰ μὲν βουλευτὰς λέγοι τοὺς ἐν πολιτείᾳ μεγάλα φυσῶντας, ἔστιν καὶ τούτων πολλοὺς εὑρεῖν ἐν αἰχμαλωσίᾳ διαχθέντας· ὅπερ δῆλον ἐκ τῆς τοῦ [Ἰσδραὴλ] αἰχμαλωσία[ς], περὶ οὗ θρῆνον ὁ Ἰερημίας θρηνῶν [ἐπὶ] τὴν πόλι(ν) αὐτῶν ἔλεγεν· πῶς ἐκάθισε(ν) μόνη ἡ πόλις ἡ πεπληθυμμένη λαῶν, ἐγενήθη ὡς χήρα πεπληθυμμένη ἐν ἔθνεσιν, ἄρχουσα ἐν χώραις ἐγενήθη εἰς φόρον. εἰ δὲ τοὺς συμβουλεύοντας σημαίνοι τὸ τῆς βουλῆς ὄνομα, καὶ οὕτως τοὺς ἐπὶ κακῷ τοῦτο ποιοῦντας αἰχμαλώτους διάγει θ(εό)ς· καὶ τούτου παράδειγμα [Ἀχιτόφελ], οὗ[κ] ἡ βουλὴ καὶ ἡ ζωὴ διεστράφη. καὶ γὰρ καὶ ἐκ τούτου κατανοῆσαί ἐστιν τὸ ἔργον τῆς προνοίας, ὅτι καὶ οἱ συ[ν]ετώτατοι τῶν συμβουλευόν[τ]ων καὶ σκοπῷ τοῦ συμβουλεύειν ἑπόμενοι ἀποτυγχάνουσιν πρὸς τὰς ἐκβάσεις οὐχ ὡς κακῶς συμβουλεύσαντες, ἀλλ’ ὡς τῆς προνοίας ἑτέρως δοκιμαζούσης. οὕ[τ]ω καὶ κυβερνῆται πάντα τ?ὰ παρ’ ἑαυτοῖς πεποιηκότες ἀποτυγχάνουσιν· θ(εο)ῦ γάρ ἐστιν τὸ τέλος. τῆι ἑαυτοῦ δυνάμει καὶ τοὺς κριτὰς ἐξέστησεν.
PG 39:1207καὶ εἰ μὲν τὸ ἐξέστησεν σημαίνει τὴν παραφροσύνην, καὶ τοῦτο γίγνεται τοῖς μὴ ὃν δεῖ τρόπον τῇ κρίσει τῶν πραγμάτων χρωμένοις· ἐξιστᾷ δὲ θ(εὸ)ς τοὺς τοιούτους ἀποδεικνύων αὐτοὺς ἄφρονας. δυνατὸν δὲ καὶ τὴν μετάστασιν αὐτῶν σημαίνειν τὸ ἐξέστησεν· αὐτοῦ γὰρ τοῦ θ(εο)ῦ λόγου προνοίαι καὶ οἱ κριταὶ μεθίστανται. καθιζάνων βασιλεῖς ἐπὶ θρόνους. ὅμοιον τούτῳ τὸ δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσιν καὶ τὸ κ(ύριο)ς καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ. πολλάκις τούτους καὶ κατ’ ὀργὴν δίδωσιν [και] κατὰ τὸ ἔδωκα αὐτοῖς βασιλέα ἐν ὀργῇ μου. ὅτι δὲ σαθρὰ τὰ χωρὶς [τ]ῆς τοῦ θ(εο)ῦ ἐπικρίσεως, αὐτὸς [κ]αταμεμφόμενός φησιν· ἐβασίλευσαν καὶ οὐ δι’ ἐμοῦ, ἦρξαν καὶ οὐκ ἐγνώρισάν μοι, δι’ ὅπερ ἐν ὀργῆι οἱ τοιοῦτοι πάλιν ἀφίενται, τῆς συνχωρήσεως πάλιν τὴ(ν) ἐπιτροπὴν παρεχούσης ἄχρι καιροῦ. ὅτι δὲ ὁ θρόνος ἀντὶ βασιλείας πολλάκις παραλαμβάνεται, εἰ καὶ ἐσθότε ἀντὶ διδασκαλίας, δῆλον ὡς τὸ καθιεῖται κ(ύριο)ς βασιλεὺς εἰς τὸν αἰῶνα, καὶ πάλιν· ὁ θρόνος σου, ὁ θ(εό)ς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ ἔτι· μετὰ γὰρ [δικαιοσύνης] ἑτοιμάζεται θρόνος ἀρχῆς.
PG 39:1245ἀλλὰ καὶ τοῖς μαθηταῖς εἴρηται· καθήσεσθε καὶ ὑμεῖς ἐπὶ δ[ώ]δ[ε]κα θρόνους κρίνο(ν)- τες τὰς δώδεκα φυλὰς τοῦ Ἰςδραήλ. ὅταν δὲ λέγηται· ἐπὶ τῆς καθέδρας Μωσέως ἐκάθισαν οἱ γραμματεῖς, ἡ καθέδρα αὕτη διδασκαλίας ἐστι(ν). καὶ περιέζωσεν ζώνῃ ὀσφύας αὐτῶν. εἰ μὴ αὐτὸς ζώσῃ, οὐκ ἔχει ἰσχὺν ὁ ζωσθείς, ὥστε θεός ἐστιν ὁ καὶ ταῦτα τῇ ἑαυτοῦ προνοίᾳ διοικῶ(ν). καὶ τὸ τῆς ζώνης δὲ ἀρχὴν σημαίνει ὡς τὸ καὶ ἄρχοντες δι’ ἐμοῦ κρατήσουσι γῆς. ἐξαποστέλλων ἱερεῖς αἰχμαλώτους. [εἰ μὲν τοὺς οὐκ ὀρθῶς χρωμένους τῷ πράγματι λέγοι, δηλοῖ, ὅτι οὐδὲ ἐκείνων φείδεται καιροῦ καλοῦντος. εἰ δὲ τοὺς εἰς δέο(ν) χρωμένους σημα[ί]νει, καὶ τούτους πολλάκις ὡς τοὺς περὶ Δανιὴλ καὶ Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ εἰς τὴν αἰχμαλωσίαν ἐξαποστέλλει θ(εὸ)ς διὰ τὸ χρήσιμον τοῦ ἄλλου πλήθους· ὅσον γὰρ ἐφ’ οἷς ἔπραττον οὗτοι, οὐκ ἦσαν ἄξιοι τοῦ αἰχμαλωσίαν ὑποστῆναι.] ἀμέλει γοῦ(ν) τὸ μέγεθος αὐτῶν σκόπει, ὅτι καὶ ἐν τῇ αἰχμαλωσίᾳ γεγενημένοι καὶ ἐν τῇ Βαβυλῶνι ἔμειναν ἀσάλευτοι.
κἂν οὖν εἰς τὸν βίον τοῦτον ἐξαποστελλομένους τοὺς ἁγίους ὁρῶμεν, λογιζώμεθα ὅτι οὐ διὰ ἑαυτούς, ἀλλὰ τὸ τῶν ἄλλω(ν) ὄφελος τοῦθ’ ὑπέστησαν. τοῦτο αὐτὸ ὁ ἀπόστολος αἰνιττόμενος γράφει· τοῦτο φρονεῖτε ἐν ὑμῖν ὃ καὶ ἐν Χ(ριστ)ῷ Ἰ(ησο)ῦ, ὃς ἐν μορφῇ θ(εο)ῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θ(ε)ῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε(ν) μορφὴν δούλου λαβών. δυνάστας δὲ γῆς κατέστρεψεν. αὐτοῦ γὰρ τοῦ θ(εο)ῦ κρίσει καὶ οὗτοι τὴν καταστροφὴν ὑπομένουσιν καθὰ καὶ Φαραὼ καὶ Ναβουχοδονοσόρ. καὶ τὸν ἀρχέκακο(ν) διάβολον ὁ θ(εὸ)ς κατέστρεψεν· εἴρηται γάρ· ἀγγέλους δὲ τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶ(ν) ἀρχὴν ὑπὸ ζόφον τετήρηκε(ν). διαλλάσσων χείλη πιστῶν. ἔνιοι δοκοῦσιν πιστοὺς λόγους ἔχειν κα[ὶ ἀ]νελέγκτους, καὶ το[ύ]- τους διαλλάττει θ(εό)ς. ἀμέλει γοῦ[ν] περὶ τοῦ Ἀχιτόφελ λέγεται τ[οῦ] συμβούλου τοῦ βασιλέως Ἰσδρ[α]- ήλ, ὃς πρότερον τοῦ Δα(υὶ)δ ἐτύγχανε σύμβουλος, ὕστερον δὲ τοῦ Ἀβεσαλώμἐλέγετο γὰρ περὶ αὐτοῦ, ὅτι ἔμπροσθεν ἡ βουλὴ Ἀχιτόφελ ὡς βουλὴ θ(εο)ῦ·
PG 39:1249τοῦτο δὲ περὶ αὐτοῦ περιεφέρετο ὡς ἀδιαπτώτου ἐν ταῖς συμβουλαῖςἀμέλει γοῦν ὁ Δα(υί)δ, ᾧ τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας πεφανέρωτο, εὐχόμενος τῷ θ(ε)ῷ ἔλεγεν· διασκέδασόν μοι τὴν βουλὴν τοῦ Ἀχιτόφελ, ὃ καὶ γέγονεν. σύνεσιν δὲ πρεσβυτέρων ἔγνω. καὶ τῶν πρεσβυτέρων τῶν ἐχόντων ἀντὶ πολιᾶς τὴν φρόνησιν καὶ τὸν βίον τὸν ἀκηλίδωτον ἀντὶ τοῦ γήρως τὴν σύνεσιν αὐτὸς ἔγνω· ἀξία γὰρ ἦν τῆς γνώσεως αὐτοῦ. τοῦ δὲ ἔγνω συνετῶς ἀκούειν προσήκει· καὶ τοὺς ἀσυνέτους γὰρ καὶ τὰς τούτω(ν) βουλὰς γιγνώσκει· ἀλλὰ δῆλο(ν), ὡς ἐκείνας γιγνώσκωντὰς τῶν πρεσβυτέρων λέγω[ν] κατὰ τὸν Ἀβραάμκαὶ ἀποδέχεται. ἐκχέων ἀτιμίας ἐπ’ [ἄ]ρχοντας, ταπεινοὺς δὲ ἰάσατο. αὐτοῦ γὰρ τοῦ καθιστῶν[το]ς καὶ μεθιστῶ(ν)- τός ἐστιν κατὰ μὲν τὸ καθιστᾶ(ν) [τιμὰς πα]ρ?- έ[χειν, κατ]ὰ? δὲ [τὸ μεθιστ]ᾶν ἀτιμίαν καταχεῖν· τὸ δὲ ἐκχεῖ(ν) τὸ δαψιλῶς τοῦτο ποιεῖν σημαίνει· πολλάκις γὰρ τοῦτο παρετηρήσαμεν, ὡς ἐν τῷ ἡ ἀγάπη τοῦ θ(εο)ῦ ἐκκέχυται ἐ(ν) ταῖς καρδίαις ἡμῶν, ἀντὶ τοῦ μεγάλως δέδοται κατὰ τὸ εἰρημένον·
PG 39:1253μύρον ἐκκενωθὲ(ν) ὄνομά σου, ὅπερ ἐν πάσῃ τῇ γῇ θαυμαστὸν γέγονεν κατὰ τὸ(ν) ψαλμῳδόν, πρὸ τούτου ἄχρι μόνης τῆς Ἰουδαίας τὴν εὐωδίαν ἐκπέμπον, ὕστερον δὲ ἐπὶ πάντας φθάσαν ὡς λέγεσθαι· ἐμεγάλυνας ἐπὶ πά(ν)- τας τὸ ὄνομα τὸ ἅγιόν σου. ἀλλὰ καὶ τὸ ἐκχεῶ ἀπὸ τοῦ πν(εύματό)ς μου ἐπὶ πᾶσαν σάρκα τῆς πλουσίως διδομένης χάριτος παραστατικὸν ὑπάρχει. λέγει οὖ(ν), ὅτι ὀργῆς ἐπιπεμπομένης κατ’ ἀξίαν ἐπ’ ἄρχοντας ἔκχυσις ἀτιμίας ἐπ’ αὐτοὺς ἔσται τῶν ταπεινῶν ἰωμένων παρὰ θ(εο)ῦ· αὐτὸς γὰρ ἐξ ἐντίμω(ν) ἀτίμους ποιεῖ, ἐκ πενήτων πλουσίους, ἐξ ἀσθενῶν δυνατοὺς κατὰ τὸ ἐγείρων ἀπὸ γῆ[ς] πτωχὸν καὶ ἀπὸ κοπρίας ἀν[ι]- στῶν πέν[η]τα. ἐὰν δὲ ταπει[νοὺς] λάβῃς τοὺς κατὰ γνώμην κα[ὶ] προαίρεσιν, τούτους εἰς ὕψ[ος] ποιῶν ἰάσατο τὴν δοκοῦσαν συντριβὴν ἐκ τοῦ ἐξευτελίζεσθαι καταστήσας κατὰ τὸ ὁ καλῶν τὰ μὴ ὄντα ὡς ὄντα. οὕτω γοῦν λέγει· [ταπεινώθητε οὖν] ὑπὸ τὴν χεῖρα τοῦ θ(εο)ῦ τὴν κραταιάν, ἵν’ ὑμᾶς ὑψώσῃ ἐν καιρῷ. καὶ πάλιν· κ(ύριο)ς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν.
PG 39:1267τοὺς γὰρ τὴν τῆς ταπεινοφροσύνης ἀρετὴν κατορθώσαντας εἰσάγει εἰς τὴν βασιλείαν τῶν οὐ(ρα)νῶν· αὐτὸς γάρ ἐστιν, περὶ ο[ὗ] εἴρηται· καὶ τοὺς ταπεινοὺς τῷ πν(εύματ)ι σώσει. ἀνακαλύπτων βαθέα ἐκ σκότους. εἰπὼν τὰ περὶ τῆς δημιουργίας καὶ προνοίας διέξεισιν καὶ τὰ περὶ προγνώσεως καὶ τοῦ ἀναποδράστου αὐτοῦ ὡς καὶ τὰ ἐν ἀποκρύφῳ πρατ[τ]όμενα ἐπισταμένου. τούτῳ ὅμοιον τὸ ὑπὸ Δα(υὶ)δ λεγόμενον· κ(ύρι)ε, ἐδοκίμασάς με καὶ ἔγνως με, σὺ ἔγνως τὴν καθέδραν μου κα[ὶ] τὴν ἔγερσίν μου, σὺ συνῆκας πάντας τοὺς διαλογισμούς μου ἀπὸ [μα]κρόθεν· οὐ γάρ, ὅτε λογίζομ[αι,] γινώσκεις τοὺς διαλογισμ[ο]ύς, ἀλλ’ ὥσπερ τῶν πραγμάτων προγνώστης ὑπάρχεις, οὕτω καὶ τῶν διαλογισμῶν. ποῦ γὰρ πορευθῶ ἀπὸ τοῦ πν(εύματό)ς σου, ἢ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ εἶ ἐκεῖ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· ἐὰν ἀναλάβω τὰς πτέρυγάς μου κατ’ ὀρθὸν καὶ κατασκηνώσω εἰς τὰ πέρατα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὀδηγήσει καὶ καθέξει με ἡ δεξιά σου. ἀλλὰ καὶ ὑπὲρ ταῦτα ἕτερόν τι λέγει ἐν τῷ εἶπα· ἄρα σκότος καταπατήσει με, ἀντὶ τοῦ κρύψει με.
PG 39:1275ἀλλὰ καὶ τοῦτο πάλιν παιδεύων, ὅτι οὐ δύναται κωλῦσαι τὴν γνῶσιν τοῦ θ(εο)ῦ, φησὶν ὅτι τὸ σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται. ἀν(θρώπ)οις μὲν γὰρ ἡ νὺξ διαφορὰν ποιεῖ πρὸς ἡμέραν, σοὶ δέ, ὦ κ(ύρι)ε, καὶ ταῦτα πεφώτισται, ἀντὶ τοῦ φανερὰ τυγχάνει· ὅπερ καὶ ὁ ἀπόστολος φανερο[ῖ] λέγων· πάντα δὲ [γυμνὰ καὶ τετραχηλι]- σμένα τοῖς ὀφ[θαλμοῖς αὐτοῦ.] καὶ ἐν τῷ Δαν[ιὴλ εἴρηται·] γιγνώσκων πά[ντα τὰ ἐν τῷ] σκότει, καὶ τὸ φῶ[ς μετ’ αὐτοῦ ἐ]- στιν, ὅ ἐστιν ὁ ς(ωτ)ὴ[ρ ἡμῶν, ὃς φω]- τίζει πάντα ἄν[θρωπον. φα]- νερὰ οὖν αὐτῷ [!!!!! !!!!!] καὶ τὰ ενκατα[!!!!! !!!!!] τὰς πρ[ά]ξεις τῶν [ἀ]ν[θρώπων] τὰς ἐν ἀποκρύφ[ῳ] κα[ὶ σκότ]ε?[ι] γιγνομένας φ[α]νερὰ[ς π]οιῶν ὅτε δεῖ. δύν[α]ται δὲ καὶ τὰ ἀ[ς]αφῆ τῶν λόγ[ω]ν κατὰ τὸ νοής[ε]ι τε παραβο[λὴ]ν καὶ σκοτεινὸν λόγον ἀπ[οκα]λύψαι διὰ φωτισμοῦ ἐν δι[αν]οίᾳ [γεν]ομένου. ἐξήγαγε[ν] δὲ εἰς φ[ῶς] σκιὰν θανάτου. σκιὰν θανά[το]υ νῦν τὴ(ν) κακίαν λέγει τὴ[ν ἐ]πικεκρυμμένην καὶ ἐνερ[γου]μένην μετὰ δόλου πρός [τιν]ος ὡς αὐτὸν λέγεσθαι τὴν [ς]κιὰν τοῦ θανάτου·
PG 39:1289πολλάκι[ς γ]ὰρ τῷ τῶ(ν) ἕξεων ὀνόματι [οἱ ἐ]νεργοῦ(ν)- τες σημαίνονται, [ὡς] ὁ δίκαιος δικαιοσύνη καλ[εῖ]ται ἐν τῷ ἵνα ἡμεῖς γε[νώ]μεθα δικαιοσύνη θ(εο)ῦ ἐν α[ὐ]τῷ. καὶ τοὺς ἔχοντας δὲ ἀγά[π]ην ὁ ἀπόστολος τῶι ὀνόματι τ[ῆ]ς ἀγάπης ἐδήλωσεν λέγων· ἡ ἀγάπη [μακροθυμεῖ, οὐ] φυσιοῦται, οὐ [περπερεύετ]α?ι, οὐ λογίζεται τὸ [κακόν, πάντ]α πιστεύει. ταῦτα δὲ [οὐ περὶ τῆς ἕ]ξεως λέγει, ἀλλὰ πε- [ρὶ τοῦ ἔχοντ]ο?ς τὴν ἀγάπην. [εἶτα δὲ πά]λιν ἐπιλέγει· ἡ ἀγά- [πη οὐδέπο]τε πίπτει· καὶ οὐ μέ- [γα ὅτι ἀρετὴ ο]ὐ πίπτει· οὐ πέφυκε(ν) [!!!!! !!, ἀλ]λὰ περὶ τοῦ [ἐ]ν ταύτῃ τε- [θεμελιωμέν]ου λέγει· [ἐ]ς ὅσον γάρ [τις ἔ]χ?ε?τ[αι] αὐτῆς, ἄπτωτός ἐς[τιν!] ἐὰν [οὖ]ν λέγῃ τὴν σκιὰν τ[οῦ θ]ανάτ[ο]υ εἰς φῶ[ς] ἄγειν, οὐ τὴν κακί[α]ν, ἀλλὰ τὸν ἐνεργοῦντα αὐτὴν [λέ]γει κατὰ τὸ ἦτε γάρ ποτε σκ[ότος,] νῦν δὲ φῶς ἐν κ(υρί)ῳ. ὅτε γὰρ ς[κό]τος ἦσαν ἐν ἀγνοίᾳ [ὄ]ντες, [σκι]ὰ θανάτου ἐτύγχανο(ν). ὅτε δὲ μ[ε]ταγνόντας ἐφώτισε(ν), τότε ἀπ[ὸ τ]ῆς σκιᾶς τοῦ θανάτου αὐτοὺς ἐ[ξ]ήγαγεν, ἵνα λεχθῇ περὶ αὐ[τῶ]ν·
ἐν οἷς ἐστε ὡς φωστῆρες [ἐν] κόσμῳ, οἵτινες ἀποθέμεν[οι] τὸ ψεῦδος, ὅ ἐστιν σκότος, ἀλ[ήθ]ειαν λαλοῦσιν, ὅπερ ὑπάρχε[ι] φῶς. πλανῶ[ν] ἔθνη καὶ ἀπολλύων αὐτά. ἡ πλάνη ὁμώνυμός ἐστιν. λέ[γε]ται γὰρ καὶ ἡ ἀπάτη πλάνη, λέ[γε]ται καὶ ἡ ἀνομία, κατὰ τὸ λεγ[ό]μενον· καὶ ἐγένοντο πλανῆτα[ι] ἐν τοῖς ἔθνεσιν. πλανᾷ δὲ θ(εὸ)ς [οὐ]κ ἀσυμφόρως τοῦτο ποιῶν, ἀλλ’ ἀπὸ τῆς κακίας ἀποσπῶν. εἰ δὲ καὶ τὸ π?[αραδοῦναι εἰς ἀδόκι]- μον νοῦν π[λανᾶν λέγει, καὶ] τοῦτο οὐκ ἀσυμ[φόρως ποιεῖ, ὡς] ἔστιν ἀκοῦσαι λέ?[γοντος τοῦ κ(υρίο)υ·] ἰδοὺ ἐγὼ πλαν[ῶ αὐτήν, ὅ ἐστι(ν)·] ἐπεὶ ἐπὶ τὰ κακ?[ὰ τρέπεται,] τῆς σωτηρίας ἐπιμ[ελούμενος] αὐτῆς διαστρέφ[ει] α?[ὐτήν, ἀντὶ τοῦ] τὴν εὐοδουμέ[νην ἐν κακοῖς] ψυχήν. διαστρέ[φε]ι? [δὲ πλάνην] χρησίμην αὐτ[ῇ] ἐν[τιθείς.] τῷ δ’ αὐτῷ τρόπῳ [κ]αὶ α?[ὐτὸν] τὸν φαῦλον ἢ κολ[ά]σει ὑπ?ο?[βάλ]- λων ἢ διὰ ἐπις[τρο]φ?ῆς ἀπο?[λλύ]- ων τὴν ἐπὶ κακ[ὰ αὐ]τοῦ ἕξ?[ιν] ἀπολλύειν τοὺς φ[αύ]λους λ[έγε]- ται. ἑκατέρως ο[ὖ]ν ὁ θ(εὸ)ς ἀπ[όλ]- λυσιν τὰ ἔθνη ἢ τ?[ι]μ?ωρ[ούμε]- νος αὐτὰ ἢ ἀπολλύων [τὴν κακίαν αὐτῶν]. οὕτω καὶ ζητῆσαι καὶ σῶ[ς]αι τὸ ἀπ[ολω]- λὸς ἐλήλυθεν.
[κα]ταστρ[ων]- νύων ἔθνη καὶ κ[αθ]οδηγ[ῶν] αὐτά. τῶν τιθεμέ[ν]ων πρ[όν]ο?ι?- αν καὶ λεγόντων θ?[εὸ]ν διοικεῖ(ν) τὰ ὅλα διαφορὰ φέ?[ρε]ται· οἱ μὲ(ν) γὰρ λέγουσι τὸ καθόλου διοικεῖ(ν) θ(εό)ν, οὐ μὴν τ[ὰ] κα[θ’] ἕκαστα· ἡμεῖς δὲ καὶ τοῦτο λ[έ]γομεν. χρῶνται δὲ καὶ παρ[α]δείγματι τοιούτῳ· ὁ ἀγορανόμος, φασίν, προνοεῖται τῆς πόλεως, τὰ ὤνια δαψιλῆ ποιεῖ, τὴν ἄλλην διοίκησιν οὐ μέντοι φερε [!!!!! !!!!! !!!!] τῷ δήμῳ τῆς [πόλεως. !!!!! κα]ὶ? περὶ δημιουρ- [γοῦ φασιν ἐκ]εῖνοι, ὅτι τὰ γένη [τῶν ὄντων δ]ημιουργεῖ, οὐ μέντοι [τὰ καθ’ ἕκαστα.] ἡμεῖς δὲ καὶ τοῦ- [το λέγομεν] ἀκούοντες τοῦ ὅ- [τι σὺ ἐπο]ίησάς με καὶ αἱ χεῖρές [σου ἔπλα]σάν με καὶ ἐποίησάν [με καὶ πρὸ τ]οῦ με πλάσαι σε ἐν [κοιλίᾳ ἐπίς]ταμαί ς[ε, ὃ] ἐκεῖνοι [φέρους]ι?ν [ἐ]π?ὶ τὸν τρ[ό]πον τῆς [πλάσε]ως?, [ο]ὐ μὴν τ[ό]νδε ἢ τό(ν)- [δε σφ]αλλ[ό]μενοι. τὸ καταστρω(ν)- [νύ]ειν οὖ[ν] τοῦτο δηλοῖ· αὕτη [γὰ]ρ ἡ λέξι[ς κ]αὶ ἐπὶ τῶν ἐνγραφο- [μέ]νων [τῇ] πολιτείᾳ παραλαμ- [βά]νεται. [ὃ λ]έγει ἐστὶν ὅτι προνοί- [ᾳ θ(εο)]ῦ? εὖ καὶ τ[ετ]αγμένως ἅπαντα [!!!]εῖται [κ]αὶ ἐπὶ τῶν καθ’ ἕκα- [ς]τα τοῦτο ποιῶν·
τοῦτο γὰρ δη- [λ]οῦται μ[ά]λιστα ἐκ τοῦ καθοδη- [γ]ῶν αὐτά. οὐ] μὴν δ[ὲ ἀ]λλ’ ἐγὼ πρὸς κ(ύριο)ν λαλήσω,] ἐλέγ[ξ]ω δὲ ἐναντίον αὐτοῦ, ἐὰν βού[λη]ται. [αἰτιασάμενος αὐτοὺς ὡς [ς]φαλλομένους φησὶ(ν) ὅτι πρὸ[ς κ](ύριο)ν λαλήσω τὸ εὐπαρησίαστον [ἑ]αυτοῦ δεικνύς. τὸ δὲ ἐλέγχω ἐναντίον αὐτοῦ ἀντὶ τοῦ ἀπο[δε]ίκνυμι τὰ κατ’ ἐμαυτόν, εἰ καθ’ ὑπόθεσιν ἤθελεν· οἶδα γὰρ ὅτι αὐτὸς τὴν αἰτίαν τῆς κακώσεως ἐπίσταται. ὅμοιον τούτῳ τὸ ἄρτι γὰρ ἀν(θρώπ)ους πείθω [ἢ θεόν]; καὶ τὸ ὁ δὲ ἀνακρίνων με κ(ύριό)ς ἐστιν.] οὐ μικροῦ δ[ὲ !!!!! !!!!! !!!!!] ἀλλὰ τελείου κ[αὶ ὡς ὁ θ(εὸ)ς ἐν ἀρχῇ] ἐμαρτύρησεν [δικαίου καὶ ἀμέμ]- πτου τὸ λέγειν [πρὸς κ(ύριο)ν λαλήσω] καὶ τὸ ἐλέγξω δ[ὲ ἐναντίον αὐ]- τοῦ, ἐὰν βούλητ[αι. χωρὶς γὰρ τῆς] αὐτοῦ βουλήσεως [ποιῆσαι τοιοῦτό] τι οὐ θεμιτόν. [ ὑμεῖς δέ ἐστε ἰατροὶ] ἄδικοι καὶ ἰατ[αὶ κακῶν πάντες. ] [ἄδικο[ς] ἰατρός ἐ[στι κατὰ τὸ πρό]- χειρο[ν] ὁ ἄλλα β[οη]θή[ματα πα]- ρὰ τὰ ς[υ]μφέρον[τ]α π[ρος]άγω[ν] τοῖς κάμνουσιν. [δι]ττῶ[ς] δὲ τ[οῦ]- το γίνεται, ἢ ἐξ [ἀ]πειρίας τοῦ ἰατροῦ ἢ κακοη[θεί]ας.
οὗτοι δ[ὲ] οἱ ἐλεγχόμενο[ι ἔλ]εγον ἐξ ἀμ[α]- θίας μᾶλλον ἢ [ἐκ] κακουρ[γ]ί[ας] τῷ Ἰὼβ ὅτι δι’ ἁμ[α]ρτήμ[ατα] π[ά]- σχεις, οἰόμενοι π[α]ρακλήσεως προσάγειν λόγους, ἄδικοι οὖν κατὰ τὸ ἀγνοεῖν [τ]ὴν αἰτίαν. τ[ὸ] δὲ ἰαταὶ κακῶν π[ά]ντες εἴη ἂ[ν] λέγων κατὰ τῶν οἰομένων μεγάλα περὶ ἑαυτῶν ὡς δυναμένων ἰάσασθαι τὰ περιστατικῶς ἑτέροις συμβαίνοντα.] εἴη δὲ ὑμῖν κωφ[εῦ]σαι, καὶ ἀποβήσεται ὑμῖν εἰς [σο]φίαν. εὔχεται αὐτοὺς καιρῶ[ν] ἐπιστήμη[ν] ἔχειν ὅτε δεῖ λαλ[ο]ῦντας καὶ ὅτε δεῖ σιωπῶντα[ς,] ἐγνωκότας ὅτι σφάλλοντ[αι!] τοῦτο γὰρ αὐτοῖς σοφίας ἀρχὴ καὶ προοίμιον γενήσεται. εἰ γὰρ μάθοιεν, ὅτι ἔστι καὶ ἑτέρως θλίβεσθαι ὑπὲρ τοῦ ἀναφανῆναι τὴν ἐνοῦσαν ἀρετήν, σοφία αὐτοῖς ἔσται. [!!!!! !!!!! !!!!!]υ?ς?ιν φρονη [!!!!! !!!!! !!!]α?ι? τὸ ἐπέχειν πε [!!!!! !!!!! !!]!, καθὰ ἐν Παροι- [μίαις λέγεται·] ἀνοήτῳ ἐπερω- [τήσαντι σοφ]ίαν σοφία λογισθή- [σεται. ὅταν] γ?άρ τις ἐπιγνῷ, ὅτι χρῄ- [ζει παιδευμ]ά?των καὶ διδασκά- [λου τοῦ φω]τ?ίζοντος, ἀποβήσε- [ται αὐτῷ εἰς σο]φίαν.
ὥσπερ γὰρ [ὁ λέγειν δυνά]μενος π[ε]ρὶ σοφίας [καὶ διδ]ά?σκ?[ει]ν σοφός [ἐ]στι καὶ δι[δάς]καλ[ος,] οὕτως ἀπὸ μέρους σοφ[ό]ς ἐστ[ι]ν ὁ δυνάμενος ἐρωτῆσαι ἃ δ[εῖ] ἐρωτῆσαι. ἀνόητον δ’ αὐ[τὸν] εἶπεν οὐχ ὡς πά(ν)- τῃ ἐστερ[ημ]ένον, ἀλλ’ ὡς ἔχο(ν)- τ[ά] τι ἐλλεῖπ[ο]ν. ὅμοιον τῷ εἴη δ[ὲ] ὑμῖν [κ]ωφεῦσαι τὸ καιρὸς τοῦ σιγᾶν [ ] επι καιρὸς δὲ τοῦ λαλεῖν. ἀκούσατε [ἔ]λεγχον στόματός μου, κρίσιν δ[ὲ] χειλέων μου προςέχετε. [στ[ό]μα καὶ χείλη ἀντὶ τοῦ λόγο[υ] φησίν. ἐλέγχει δὲ ὁ ἅγιος ὡς ἅγ[ιο]ς καὶ κρίνει ὡς πρέπει αὐτῷ· ἐπιστημονικῶς καὶ νομίμως χρῆται τῷ ἐλέγχῳ καὶ τῇ κρ[ί]σει· οὐ γὰρ ἄκαιρον ἔλεγχον ἔχε[ι] ὁ δίκαιος οὐδὲ ψευδῶς τοῦτο ποιεῖ, ἀλλὰ κεκριμένως. στόμα γὰρ δικαίου μελετήσει σοφίαν καὶ ἡ γλῶσσα αὐτοῦ λαλεῖ κρίσιν.
ὁ νόμος τοῦ θ(εο)ῦ αὐτοῦ ἐν καρδίᾳ α[ὐτοῦ, καὶ οὐχ ὑπος]- κελισθήσεται [τὰ διαβήματα αὐ]- τοῦ.] ὅτι γὰρ ὁ ν[όμος τοῦ θ(εο)ῦ ἐν τῇ] καρδίᾳ τοῦ δικ[αίου ἐστίν, σο]- φίαν μελετᾷ κα[ὶ τὰ διαβήματα] οὐχ ὑποσκελίζο[νται, ὅ ἐστιν αἱ] πορευτικαὶ τῆ[ς] ψυ[χῆς δυνάμεις.] τοιοῦτόν τι κα[ὶ σημαίνει τὸ] τῶν [Π]αροιμιῶ[ν λόγιον λογι]- σμο[ὶ] δικαίων [κρ]ίμ[ατα. τῶν δὲ] λογι[ς]μῶν το[ιο]ύτω[ν ὄ]ν[των] ἀκολουθεῖ καὶ τ[ὸ]ν λόγ[ο]ν εἶν[αι] τοιοῦτον· ὁ γὰρ ἀ[γ]αθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθ[οῦ] θησαυροῦ [τῆς] καρδίας προφ[έρε]ι τὸ ἀγαθό[ν.] πότερον οὐκ ἔν[α]ντι κ(υρίο)υ λα[λεῖτε,] ἔναντι δὲ αὐτ[οῦ] φθέγγ[εσθ]ε δόλον, ἢ ὑπος[τε]λεῖσθε; ἀπὸ τῆς συνειδήσεως αὐτῶν [ἀπάρχεται τοῦ [ἐ]λέγχου διδάσκων αὐτούς, ὅτ[ι] πᾶν ὃ προφ[έ]- ρουσιν ὁρῶντ[ος] τοῦ θ(εο)ῦ φθέγγονται· ἀλλὰ καὶ τ[ὸ]ν δόλον ὡ[ς] κατέναντι αὐτ[οῦ] προφερόμ[ε]- νον αὐτοῖς ἀπα[γ]γέλλει διορθ[ώ]- σεως ἕνεκεν, ἵνα παύσωντ[αι] τῆς τοιαύτης διαθέσεως ὡς ἔχοντες τὸν ἐφορῶντα κ(ύριο)[ν.] καὶ τῆς τόλμας οὖν αὐτοὺς ἀποκωλύει,] ὅτι καθάπερ ἄν(θρωπ)ον ὑπεστέλλοντο τὸν θ(εὸ)ν κρύπτ[ον]- τες τὸν δόλον καὶ ἐναντίον αὐτοῦ φθεγγόμενοι.
PG 39:1291δόλον δὲ [ ξα. 11 ]!!ν?με?[!]!νοι [ ξα. 10 χ]ρήσιμα τὰ ῥήμα- [τα πρὸς τοὺς ψ]ευδομένους καὶ [δόλῳ χρωμέ]ν?ους, περὶ ὧν καὶ Δα(υὶ)δ [λέγει· τῶν λα]λούντων εἰρήνη(ν) [μετὰ τῶν πλ]ησίον αὐτῶν, κακὰ [δὲ ἐν ταῖς] καρδίαις αὐτῶν. ὑμεῖς δὲ αὐ]τ[οὶ] κριταὶ γένεσθε. καλόν γε, ἐὰν] ἐξιχνιάσῃ ὑμᾶς. [λέγοι ἄν τις] ὅτι πῶ[ς] ο?ἷς εἶπε(ν) [ἄρτι τὸ ὑ]με[ῖς] δέ ἐστε [ἰ]ατροὶ ἄ- [δι]κοι καὶ π[ότε]ρον οὐκ ἀ[π]έναντι [κ](υρίο)υ λα[λ]εῖτε, ἔναντι [α] δὲ αὐτοῦ φθέγγεσθε δόλον; λέγει νῦν· [ὑ]μεῖς δὲ α[ὐ]τοὶ κριταὶ γένεσθε;3 πρὸς ὃ λε?[κτέ]ο?ν, ὅτι ἕκαστος τῶ(ν) [ἁ]μαρταν[όν]των ἡδονῇ θελ- [γ]όμενος τὸν ἔφορον τοῦ θ(εο)ῦ ὀφθαλμὸν οὐχ ὑπείδεται. ἐπὰν δὲ δίκαιος καὶ σοφὸς ἀνὴρ ἢ καὶ ἄλλος οὐ τοιοῦτος προ[κ]αλῆται τὸ συνειδὸς τοῦ ἁμαρτάνο[ν]τος ἐνάγων αὐτὸ(ν) [εἰς] τὸ διακεῖσθαι, ὅτι ὁρᾷ ἑκάστου τὰ ἐνθυμήματα ὁ θ(εό)ς, πλήττει αὐτὸν εἰς ς[υ]ναίσθησιν. τοῦτ’ οὖ(ν) αὐτὸ ποιε[ῖ] ὁ ἅγιος λέγων· ὑμεῖς δὲ αὐτοὶ κ[ρ]ιταὶ γένεσθε. καλό(ν) γε, ἐὰν ἐξιχνιάσῃ ὑμᾶς. οἱ γὰρ συνειδότ[ε]ς ἑαυτοῖς σφάλματος οὐδ’ ὑπὸ δικαίου ἀνδρὸς ἐραυνηθῆναι βούλονται, μή τί γε δὴ τοῦ θ(εο)ῦ·
PG 39:1293ἁγίων γὰρ τοιοῦτόν ἐστιν κατὰ τὸν Δα(υὶ)δ λεγόντω(ν)· πύρ[ω]σον τ[οὺς νεφρούς μου καὶ] τὴν καρδίαν [μου.] εἰ γὰρ τὰ πάντ[α ποιοῦντες προς]- τεθής[εσθε] α[ὐτῷ, οὐθὲν ἧς]- σον ἐλέγχει ὑμ[ᾶς. [κἂν τὰ πάν]- τα ποιήσαντε[ς ἃ δεῖ ποιῆσαι] προστεθῆτε αὐτῷ[ἀντὶ τοῦ οἰ]- κεῖοι αὐτοῦ κατας[τῆτε, ὑπόκει]- σθε πάλιν ἐλ[έγχῳ δι’ ἀγνο]- ήματα.3 τοῦτο [γοῦν ὁ μακάρι]- ος ἀπόστολος ἔ[λ]εγ[εν· οὐδὲν] ἐμα[υ]τῷ σύνοιδα, ἀλ[λ’] οὐκ [ἐν] τούτῳ δεδικαίωμαι.] ἐγχωρεῖ [με] γὰρ παριδεῖν τ[ι τ]ῶν ἀγνοη[μά]- των, καὶ οὐ δεδ[ι]καίωμαι δ[ι’ ἐ]- κεῖνο. ὅσον δὲ δ?[οκ]ῶ μηδὲ[ν] ἐμαυτῷ συνειδ[έν]αι, δοκῶ [ἀν]- υπεύθυνος εἶναι. ο[ὐ]κ ἐμο?[ῦ δὲ ἡ] κρίσις δείκνυσίν με δεδικα[ι]- ωμένον, ἀλλ’ ἡ τοῦ θ(εο)ῦ.3 βεβαι[οῖ] τὸ τοιοῦτον καὶ ὁ μακάριος Δα(υὶ)[δ] λέγων· παραπτώματα τίς συ[νή]- σει; ἐκ τῶν κρυφίων μου καθ[ά]- ρισόν με. καὶ γὰρ τῷ ὄντι ἁμαρτήματα μὲν γιγνώσκει τις, π[α]- ραπτώματα δ[έ,] ἅπερ τρόπο[ν] τινὰ ἀκούσιά ἐστ[ι]ν, δυσκόλω[ς] συνίησίν τις.
PG 39:1321καὶ ἐὰν οὖν,3 φ[η]- σίν, πάντα ποιήσητε πρὸς καθαρότητα, ἐκ τῶν ἀκους[ί]- ων ὡς θ(εο)ῦ κρίνοντος ἕξετε τὸν ἔλεγχον.3 δι’ ὅπερ καὶ ὁ κ(ύριο)ς τοῖς ἑαυτοῦ μαθηταῖς ἔλεγεν· ὅταν πάντα ποιήσητε, εἴπατε· δοῦλοι ἀχρεῖοί ἐσμεν, ὃ ὀφείλο- [μεν ποιῆσαι, πεποι]ήκαμ[ε]ν. εἰ δὲ καὶ κρυφῇ π]ρόσωπα θαυμάσετε, πότερ]ον οὐχὶ δεινὰ αὐτοῦ στροβής]ει ὑμᾶς, φόβος δὲ παρ’ αὐτοῦ ἐ]πιπεσεῖται ὑμῖν; [[ὁ ἄριστος κριτ]ὴς πραγμάτων ἐστὶ(ν) [ἐξεταστής,] οὐκ εἰς πρόσωπα βλέ- [πει τῶν] κρ[ι]νομένων. ἐὰν γὰρ [ὦσιν οἱ κρινό]μενοι πλούσιοι [ἢ ἄρχοντες] ἢ ἄλλην ὑπερέχο(ν)- [τες ἀξίαν, οὐκ] εἰς [τ]ὸ πρόσωπον αὐτῶ(ν) [ς]κοπεῖ, ἀλλ’ εἰς τὰς πρά[ξ]εις, ἃς κρίνει.] τοῦτο καὶ ἐν τῇ ἐπιστολῆι τῇ καθολικῇ φέρεται· θαυμάζο(ν)- [τ]ες πρόσω[π]α ὠφελείας χάριν, δῆλον δ[ὲ ὅτ]ι οἱ δωροδόκ[ο]ι δικαιοῦντε[ς] τὸν ἀσεβῆ ἕνεκεν δώρων καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες. θεὸς δὲ προςτάττων οὐχ οὕτω βούλεται, ἀλλὰ νομοθετεῖ· κατὰ τὸν μέγαν καὶ τὸν μικρὸν κρινεῖς, οὐ λήμψει πρόσωπον, τοῦ πλουσίου δηλονότι, καὶ πένητα οὐκ ἐλεήσεις ἐν κρί[ς]ει. καὶ ἑτέρωθι δὲ λέγεται· δ[ι]καίως τὸ δίκαιον διώξει.
PG 39:1325[οὔτε γὰρ πλουσίῳ προστί- [θ]εσθαι δεῖ οὔτε πένητος τὴ(ν) [ἔ]νδειαν [ἐ]λεοῦντα παρορᾶ(ν) τὸ δίκαιον.] ἔργον δὲ ὀρθοῦ κριτοῦ τυγχάνει, καθάπερ καὶ τῇ περὶ τοῦ Δα(υὶ)δ ἱστορίᾳ παραδέδοται, ἵνα μετὰ τὰς κρίσεις καὶ ἐκβάσεις τῶν πραγμ[άτων, εἰ συμβαίη πέ]- νητα εἶναι ἢ τ[ὸν ἀγνοήσαντα τὸ] δίκαιον ἢ ἀδι[κ]ο[ῦντα, παρακα]- λεῖν τὸν πλούσιο[ν ὥστε φιλαν]- θρωπίαν εἰς αὐτ[ὸν ἐνδείξασθαι.] ἑτοιμότερος δὲ ἔ[σται πρὸς τοῦ]- το τὴν ὀρθότητα [τοῦ κριτοῦ ἀπο]- δεχόμενος. οὕτω γο[ῦν λέγεται] περὶ τοῦ Δα(υί)δ· π?[οιῶν κρίμα καὶ] δικα[ι]οσύνην[!!!!! !!!!! !!!!] φιλο?[!!] ὁ Ἰὼβ ὑπ[!]τ?![!!!!! !!!!] εἰ κα[ὶ] κρυφῇ πρ[ό]σωπ[α θαυμά]- ζετε· πᾶς γὰρ δωροδόκος [οὐκ] ἐκ τοῦ φανεροῦ ἀποδέχε[ται] τὰ τῶν παρεχό[ν]των πρός[ω]- πα, ἀλλὰ κεκρυ[μμ]ένως, π[ολ]- λάκις καὶ σχημ[ατ]ιζ[ο]μέν[ως] κατ’ ἐκείνου, ω[!]!ρο[!]![!]αδ![ ] συνελθεῖν βούλεται. καὶ ἐπάγει φόβον λέγων, ὅτι εἰ καὶ δόλῳ τις τολμᾷ κρύπτειν τὸ τῆ[ς] προσωπολημψίας, ἀλλά γε ὁ θ(εὸ)ς ὀργιζόμενος διὰ τῆς ἐπιφορᾶς τ[ῆς] κατὰ τῶν ἁμαρταν[όν]- των στροβώσει αὐτούς, ἀν[τὶ τοῦ] πεῖραν αὐτοῖς παρέξει τ[οῦ θυ]- μοῦ.
PG 39:1329δῖναν δὲ λέγει τὴν μ[εθ’] ὁρμῆς τοῦ θυμοῦ ἐπιφορὰν ἀπὸ μεταφορᾶς τῶν συστρεφομένων ὑδάτων κατὰ τοὺς εἰλίγγους, ἵν’ ᾖ ὃ λέγει συντόμως τοιοῦτον· ἦ φέρετε αὐτοῦ κίνησιν, ἐὰν ἀγανακτήσῃ;3 τούτῳ ὅ- [μοιον, ὃ ἐν Ζαχ]αρίᾳ φέρεται λε- [γόμενον πρὸ]ς? τοὺς ἁμαρτάνο(ν)- [τας· πορεύς]ε[τ]αι κύριος ἐν σάλῳ [ἀπειλῆς αὐ]τοῦ. σάλον δὲ ἀπειλῆς [τὴν ὀργὴ]ν τὴν διὰ τὰ ἁμαρτή- [ματα αὐτ]ῶν σημαίνει, αὐτὸς γὰρ [!!!!! ! ἐς]τίν. τὸ δὲ πορεύσεται [ἴσως ἂν] ὅμοιον εἴη τοῦ ἐν τῇ Γε- [νέσει λεγομ]ένου περὶ τοῦ Ἀδάμ, [ὅτι ἤκουσεν] τοῦ θ(εο)ῦ περιπατοῦ(ν)- [τος ἄρτι ἁμα]ρτάνων· δι’ αὐτοῦ [τούτου αἴ]σθ[η]σιν δέχετ[α]ι τῆς τοῦ [θ](εο)ῦ ἀναχωρήσεως δι[ὰ] τὸ[υ] μηδὲ(ν) [ἔ]χειν ἔτι ἐν ἑαυτῷ φωτεινόν. οἱ [γ]ὰρ μακρύ[ν]οντες ἑαυτοὺς ἀπὸ τοῦ θεοῦ [ἀκο]ύ?ουσιν· μακρὰν ἀπέχει ὁ κ(ύριο)ς ἀ[πὸ] ἀσεβῶν, οὐ τόπῳ τού- [το]υ λ?[εγο]μ[έ]νου, ἀλλὰ τῷ τὸν μὲν θ(εὸ)ν ἀγαθόν, τὸν δὲ φαῦλον ἀφεστάναι τούτου. καὶ ταῦτα μὲν διὰ τὸ πορεύσεται ἐν σάλῳ. ἐπανελθετέον ἐπὶ τὸ ἐξ ἀρχῆς, τοὺς κρυφῇ πρόσωπα θαυμάζοντας, οὓς καὶ στροβώσει, ὡς ἀποδέδοται, [ὁ] κατὰ δίνησιν θυμὸς τοῦ θ(εο)ῦ·
PG 39:1333ἐ- [[π’ αὐτοὺς δὲ καὶ ἐπι]πί]πτει φόβος παρὰ θ(εο)ῦ, καὶ τοῦ- [τ]ο ἐπ’ εὐεργεσίᾳ, ἵνα γνῶσιν, ὅ- [τ]ι ἀπειλὴ κατ’ αὐτῶν ὡς ἁμαρτανόντων ἐπάγεται. τούτου δὲ τοῦ φόβου, το[ῦ] κατὰ τὴν ἀπειλὴν λέγω, ἕτερός ἐστιν καθ’ ὃν εἴρηται· φόβος κ(υρίο)υ πάντα[ς] ὑπερέβαλεν, ὅστις καὶ κυρίως εὐλάβειά ἐστιν. οὐδὲν γὰρ ἕτερόν ἐστιν φόβος θ(εο)ῦ ἢ ἐπιτεταμένος σεβασμός, [δι’ οὗ ἀν]- υστέρητοι γίνοντα[ι] οἱ ἔχο[ντες] αὐτόν· οὐκ ἔστιν γὰ[ρ] ὑστέ[ρημα] τοῖς φοβουμένοις α[ὐ]τ[όν. ὁ δὲ πα]- θητικὸς φόβος τοῖς [ἁμαρτάνου]- σιν ἕπεται. ἕτερος [γὰρ τοῦ τοιού]- του κατὰ κόλασιν ἁ?[μαρτωλοῖς ἐ]- πιπέμπεσθαι λέγ[εται! σκόπει δέ,] εἰ μηδὲν ἕτερο[ν σημαίνει] διὰ το[ῦ] ὀνόματ[ος τοῦ φόβου ἢ] τὴν τ[ῆ]ς ὀργῆς ἀ[π]οφ?[υγήν. αὕτη] οὐ πά[θ]ος θ(εο)ῦ ἐστιν· εἴρητ[αι γάρ·] ἐξαπ[ές]τειλας τὴν ὀργή[ν· πά]- θος οὐκ ἐξαποστ[έ]λλετα[ι!] ἀποβήσεται δὲ ὑ[μῖ]ν τὸ [γαυρία]- μα ἴσα σποδῷ.
PG 39:1337[[τ]ὴν [μετὰ τὴν] ὀργὴν τῶν ἁμ[αρτανόντων] κατάστασιν ἐνφ[α]ίν[ει ὁ λόγος,] εὐτελιζομένων αὐτῶ[ν ἐν τῇ] φανερώσει τῇ διὰ τῆς ὀρ[γῆς γι]- νομένῃ καταπινούσης [τὸ] οἴ[η]- μα τῶν λαθραίως κρινόντ[ων.]] ὅτι δὲ τὴν εὐτέλειαν ἡ σποδ[ὸς] δηλοῖ, ἔστιν ἐξ ἑνὸς τῶν δώδ[ε]- κα προφητῶν μαθεῖν λέγο[ν]- τος· καὶ καταπατήσετε ἀνό[μους] καὶ ἔσονται ὡ[ς] σποδὸς ὑπ[ὸ τοὺς] πόδας ὑμῶν. ἡ γὰρ σποδὸ[ς καυ]- στόν τί ἐστιν ἀπολέσαν τὴν ἰδίαν δύναμιν. ἀμέλει γοῦν ἀπειλὴ ἐν τῷ Δευτερονομίῳ περὶ καύσεως φέρεται ὡ[ς] [διὰ τοῦ] τῶν καρπῶν ἐμποδιζομένων διὰ τὸ ἀπολωλεκέναι τὴν γῆν τὴν ἑαυτῆς δύναμι(ν). [ἔστι] δὲ ἐπ’ ὠφελείᾳ τινὸς τὰ ἁμαρ- [τήμ]ατα τ[ε]φροῦσθαι· καθάπερ ἄ- [κανθ]αι κ[α]ὶ τρίβολοι καυθέντες [οὐκ ἐλαχίς]την ἐπιφέρουσιν βλά- [βην, οὕτω] καὶ τὰ ἁμαρτήματα, εἰ [καίεται κα]τὰ τὸ εἰρημένον καυ- [θήσεται] ὡς πῦρ ἡ ἀνομία καὶ ὡς [ἄγρωστις ξη]ρὰ βρωθήσεται ὑ- [πὸ πυρός, οὐ]κ?έτι τὴν ψυχὴν [λυμαίνε]τ?[α]ι?, ἀλλ’ εἰς μ[ε]τάνοια(ν) [ἐκκαλ]ε?ῖ?τ?α?ι? κατὰ τὸ ἐ[ν] εὐαγγε- [λίῳ εἰ]ρημένον·
PG 39:1345εἰ ἐ[ν] Τύρῳ καὶ [Σιδῶ]νι ἐγενήθησαν αἱ δυνά- [μεις] αἱ γενόμεναι [ἐν ὑμῖν], πάλαι ἂν [ἐν σάκ]κῳ [κα]ὶ σποδῷ καθήμε- [νοι με]τε[νό]ησαν. εἰ γάρ τις δέ- [χεται ἐ]ν [τ]ῇ διανοίᾳ τὸ σωτή- [ριον] π?ῦ?ρ, π?ε?ρὶ οὗ εἶπεν ὁ Σ(ωτ)ήρ· πῦρ [ἦλθ]ον βαλεῖν ἐπὶ τὴν γῆν καὶ [τί θέ]λω, εἰ ἤδη ἀν[ή]φθη, τὰς μὲν προτέρας ἁμαρτίας τεφροῖ· καθήμενος δέ, ἀντὶ τοῦ ἀργήσας ἀπὸ τοῦ ἁμαρτάνειν, εἰς μετά- [ν]οιαν τρέπεται αὐστηρόν τινα [βίο]ν ἑλόμενος καὶ ἐπίπονον. [ τὸ] δὲ σῶμα πήλινον. [ὁ] ἄνθρωπος σύνκειται ἐκ ψυχῆς καὶ σώματος. καὶ ἔστιν ὅτε δουλαγωγεῖται τὸ σῶμα ὑπὸ τῆς ψυχῆς καὶ τρόπον τινὰ οὐκέτι πήλινόν ἐστιν ἀγόμενον ὑποκειμένη μετὰ λογικὰ ὑπηρετοῦν λοιπὸν ψυχῇ[ς] σὺν λόγῳ καὶ σὺ(ν) νῷ ἐ[ν]εργούσῃ. ὅτ?[αν δὲ μηδὲν] φροντίσῃ τις τῆς ς?[ωτηρίας αὐτοῦ] τῆς ψυχῆς πρὸς κ?[ακίαν τραπεὶς] καὶ τ[ῇ] σαρκὶ λοι?[πὸν δουλεύῃ ποιῶ(ν)] τοιαῦ[τ]α, ἃ οὐδὲν δια[φέρει ἀλό]- γου ζῴου, δείκνυσιν, [ὅτι αὐτοῦ τὸ] σῶμ[α] πήλινόν ἐς[τιν ὡς οὐδὲν] βοηθ[ο]ύμενον ἀπ[ὸ τῶν ψυχι]- κῶν κ[ι]νημάτ[ων. ἑτερούσι]- ον γάρ [ἐ]στιν τὸ σῶ[μα παρὰ τὴν] ψυχή[ν,] ὡς αὐτὸς ὁ Σω[τὴρ ἐδί]- δαξε[ν] λέγων·
PG 39:1355μὴ φοβ[εῖσθε ἀ]- πὸ τῶν ἀποκτεννόντ[ων τὸ] σῶμα, τὴν δὲ ψυ[χ]ὴν μ[ὴ δυνα]- μένων ἀποκτε[ῖν]αι. ἐ[πεὶ τὸ σῶ]- μα ἀν(θρώπ)ο[υ] δύναν[ται] ἀπ[οκτεῖναι,] τὴν ψυχὴν δὲ οὔ?, [ς]α?[φὲς ὅτι οὐχ ἡ] αὐτὴ οὐσία ψυχῆς καὶ ς[ώματός] ἐστιν. ὅταν τοίνυν ἐμπ[οδισθῇ] ἡ ψυχὴ τῶν ἰδίων καὶ [οἰκείων] ὁρμῶν, τότε ὁ ἄν(θρωπ)ος ὡς π[ήλι]- νον σῶμα φαίνε[τα]ι, οὐ τ[ῆς ψυ]- χῆς εἰς σῶμα μεταβαλλο[ύσης,] ἀλλὰ τῷ τὰς πράξεις αὐτῆς [οὐ]- κέτι εἶναι οὐρανί[ο]υς, ἀλλ[ὰ σω]- ματικάς, καθὰ κα[ὶ το]ὺς κατ[ὰ σάρ]- κα περιπατοῦντ[ας] καὶ κατ’ [ἄν(θρωπ)ον] ἀν(θρώπ)ους καλεῖ ὁ Παῦλος τῷ ἀν[θρω]- πίνας ἔχειν καὶ μὴ θείας ἐν[ερ]- γείας [λέγων]. εἴρηται γοῦν π?[αρὰ] τοῦ μακαρίου Παύλου πρὸς ὅ[λους] τοὺς τοῖς σωματικοῖς ἑαυτοὺς ἐπιδ[ε]- δωκότας καὶ διὰ τοῦτο ἀνθρωπ[ί]- [νους ὄν]τας· ὅπου γὰρ [ἔ]ρις ἐν ὑ- [μῖν, οὐ σα]ρκικοί ἐστε καὶ κατὰ [ἄν(θρωπ)ον περιπ]ατεῖτε; ὅτ[ε] δὲ ἐπὶ [γῆς περι]πατοῦντες ἐ[ν] οὐρανῷ [τὸ πολίτ]ευμα ἔχουσι κ[α]ὶ φοροῦ- [σι τὴν εἰκό]να τοῦ ἐπο[υρ]ανίου, [!!!!! !]!!! οὐκ εἰσὶν πήλινον σῶμα!] κωφεύς[α]τε, ἵνα λαλήσω καὶ ἀ]ναπαύς[ω]μαι θυμοῦ. αὐ]τ?ο?[ὺ]ς?
PG 39:1363ἐ?πιστ[ῆ]σαι τοῖς [παρ’ αὐ]τοῦ ἐπιφερομ[έ]νοις προ- [τρεπ]όμενος ταῦτά [φ]ησιν ἐπά- [γων] τὴν αἰτίαν ἐν τῷ λέγειν· [καὶ ἀν]απα[ύ]σωμαι θυμοῦ παι- [δεύω]ν ὅ?τ?[ι, ε]ἰ? διορθώ[ς]εως τύχοι- [εν ἐκ] το[ῦ συ]νκεχωρηκέναι [αὐτῷ λέγ]ε?[ιν,] ἀναπαύσεται αὐ- [τοῦ τοῦ] θ?υμ?ο?ῦ?, ο?ὗ εἶχεν δικαίως [κατὰ τ]ῆς [ἀ]ν?ο?[ί]ας αὐτῶν ὀργι- [ζόμ]ενος [οὐκ] ἐ?μπαθῶς, ἀλλ’ ὡς ἂ(ν) [ἔκε]ιτο ὁ νόμος κατὰ τῶν ἁμαρ- [ταν]όντω[ν] ὀργίζεσθαι. σημαί- [ν]ει δὲ τ[ὸ τ]ῆς κωφώσεως ὄνο- [μ]α τὴν ς[ι]ωπὴν ὡς ἐν τῷ ἐκω- [φώ]θην [κ]αὶ οὐκ ἤνοιξα τὸ στό- [μα] μου, ὅ[τι] σὺ εἶ ὁ ποιήσας με. τὸ γὰρ [μ]ὴ λαλῆ[ς]αι κώφωσιν λέγει. καὶ [π]άλιν· ἐν τῶι συστῆναι τὸν ἁμαρ- [τ]ωλὸν ἐναντίον μου ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα[ν] ἐξ ἀγαθῶν. ὅταν γὰρ ὁ ἁμαρτωλός, ὅστις ἐστὶν ὁ διάβολος, πείσας ψυχὴν ἁμαρτάνειν ς?[τ]ῇ κατενώπιον α[ὐ]τῆς ὀνειδ[ί]- [ζ]ων αὐτῇ, ἐχθρὸς [ὑ]πάρχων [κα]ὶ ἐκδικητής, τ[ότε] αἰσχυνο- [μέ]νη σιωπᾷ κώ[φω]σιν ἀνα- [δε]χομένη. λέ[γει] οὖν ὅτι ἐπ- [έχ]ετε τὴν πολ[υλο]γίαν, ἵν[α] [δι]ὰ τοῦ αὐτὸν [εἰπεῖ]ν παίδε[υ]- [σι]ς αὐτοῖς ἐνγέ[νητ]αι. ἀν]αλαβὼν τὰ[ς σάρκ]ας μου το[ῖ]ς ὀ]δοῦσιν.
PG 39:1365[τρ[όπον τι]νὰ ὑπα- [ν]απαύει αὐτο[ύς. ἐπ]εὶ γὰρ αὐτὸς ᾐτιάσατο [αὐτοὺ]ς πρότερον ὡς παρακ[λήτορ]ας κακῶ[ν] ὄνταςοὐ γὰρ π[αρ]εκ[ά]λουν ὡ[ς ἔ]- δει, ἀλλὰ μᾶλλον τὴν λύπη[ν] ἤγειρον καὶ τὴ[ν] ὀδύνην τ[ο]ῦ δῆθεν παρακαλουμένου, λ[έ]- γει ὅτι ἀναλαμβάνω τὰς σάρκας μου τοῖς ὀδοῦ[σι]ν, οὐκέτι καθ’ ὑμῶν ὀργίζο[μα]ι, ἀλλὰ κατ’ ἐμαυτοῦ.] ἐξομαλι[σθ]είη οὕτως τὸ τῶν σαρκῶν ὄνομα. πολλάκις γάρ, ὅτε τις ἀπαγγεῖλαι βούλεται ἑαυτῷ συντριβὴ(ν) γεγενημένην, τῶν σαρκῶν μνημονεύει καθὸ εἴρητα[ι·] ἐν τῷ ἐγγίζειν ἐπ’ ἐμὲ κακ[ο]ῦ(ν)- τας τοῦ φαγε[ῖ]ν τὰς [σά]ρκας [μ]ου, ἀντὶ τοῦ τοῦ κακῶσα[ί] με· οὐ γὰρ τὰς σάρκα[ς] αὐτοῦ τὰς ὑπὸ δέρμα ἦσαν φαγόν[τ]ες, ἀλλὰ θλίψαντες αὐτόν. ὅμοιον τ[ού]- τῳ καὶ τὸ ἄρα ζῶντα[ς ἂ]ν κατέπιον ἡμᾶς δηλοῦν τ[ὴ]ν σφ[ο]- δρὰν ἐπ[ίθ]εσιν τῶν βιαζομένων. λέ[γοι] ἂν ὅτι ἐγὼ τὰς ς[άρ]- κας μου [τοῖ]ς ὀδοῦσιν ἀναλ[αμ]- βάνω. ο[ὕτ]ω τρέφομαι τ[ὰς ὀ]- δύνας [μο]υ.
PG 39:1367καὶ ὥσπερ τ[ροφὴ] ἀναλαμ[βα]νομένη εἰς το[ὺς ὀ]- δόντα[ς λε]πτύνεται κα[ὶ τὸ] ἐπωφ[ελὲ]ς αὐτῆς δείκνυ[σιν,] οὕτω κ[αὶ τ]ὰς ὀδύνας μ[ου] τρεφό[μενο]ς καὶ τὰς ἐκ τού[των] κακώς[εις ἕψ]ων αὔξησιν ὠ[φε]- λείας δέ[χομ]αι.3 εἰ δὲ τὴν καρτ[ε]- ρίαν ἐ[μ]φ[αί]νει διὰ τοῦ λέγειν ἀναλαβὼ[ν] τὰς σάρκας τοῖς ὀδοῦσιν, ἀντὶ τ[ο]ῦ τῆς κακώσεως οὐδὲν φρ[ον]τίσας, συνεπίσκεψαι. ψυχὴν δέ μου θήσω ἐν χει[ρ]ί, ἐάν με χειρώσηται ὁ δυν[άς]της, ἐπεὶ καὶ ἦρκται. [συ(ν)- φώνω[ς] τῷ ἀναλαβὼν τὰς σάρκα[ς] μου τοῖς ὀδοῦσιν ἐκλημπτέον καὶ τὸ ψυχὴν δέ μου θήσω ἐν χειρί, ἵν’ ᾖ λέγω(ν) ὅτι καὶ τῆς ψυχῆς τῆς ἐμαυτοῦ καταφρονῶ ὑπὲρ τοῦ τινα ὠφέλ[ει]αν ὑμᾶς ὠφελῆσαι ὑποκείμενος τῷ χειρουμέν[ῳ] με κα[ὶ] ἤδη τ[ο]ύτου ὑπαρξαμ[έ]- ν[ῳ] δηλῶν τὸν θ(εὸ)ν τὸν τῷ [ἐξ]- αιτή[ς]αντι [αὐ]τὸν συνκεχωρ[η]- κότα.
PG 39:1369[[ἕ]τοιμος οὖν εἰμι θανάτ[ῳ] ἐκδο[θ]ῆναι.] εἰ δὲ τὴν εἰς αὐτ[ὸν] μέλ[λο]υσαν μεταβολὴν ἔσεσθ[αι] τοῦτο λέγει, σκοπῆσαι ἄξιον [ἐ]ννοοῦντα, μὴ ἀντίκειται τ[ὸ] ἐπεὶ [κ]αὶ ἦρκται, δυν[άστ]ην καλῶν [τὸ]ν θ(εὸ)ν διὰ τὸ ῥ[ύες]θαι ἐκ τῶν κα- [τα]πονούντω[ν!] ἦ] μὴν λαλήσω [καὶ] ἐλέγξω ἐνα(ν)- τ]ίον αὐτοῦ, κ[αὶ τοῦτ]ό μοι ἀποβ]ήσεται εἰς σωτ[ηρία]ν. [δι’ ὅλω(ν) [ς]πουδὴ αὐτῷ ἐ[στιν] παιδεῦσαι τοὺς φίλους τὴ[ν αἰτί]αν τῶν ἐπιπόνων, ἵν[α κερδ]ήσῃ αὐτοὺς μὴ ἐναντία [δοξ]άζειν. σωτηρίαν γὰρ ταύ[την] ἐλογίζε[τ]ο τὸ τούτους γνῶ[ν]αι [τ]ὸν καὶ [π]ερὶ τούτου τῆς π[ρ]ον[οίας λόγο]ν, ὅντινα φανερῶς[αι βουλόμ]ενος ἔλεγεν τὸ καὶ ἐ[λέγξω· πο]λλάκις γὰρ ὁ ἔλεγχος [τὴν] ἀπ[ό]- δειξιν σημαίνει,] κ[αθὸ] καὶ Παῦλός φησιν· τὰ πάν[τ]α ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸ[ς] φανεροῦται, καὶ πάλιν δὲ πίστις ἐστὶν ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων, ἀντὶ τοῦ ἀπόδειξις. οὐ γὰρ ἐναντίον αὐ[τ]οῦ δόλ[ο]ς εἰσελεύσεται. [τὸ ἀψ[ε]υδὲς [α]ὐτοῦ παραστ[ῆ]σαι βο[υλόμενο]ς καὶ τὸ εὐλαβὲς λέγει [ὅ]τι ἃ λ?έ?[γ]ω θ(εο)ῦ ὁρῶντος [φ]θέγγο[μ]αι.
PG 39:1371οὐ γὰρ οἷόν τε ἀπάτην τιν[ὰ] γενέσθαι θ(ε)ῷ, ὡς δόλον εἰσελθε[ῖ]ν ἐνώπιον αὐτοῦ.] τοῦτο δὲ δι?[τ]τ?ῶς ἂν νο- [η]θείη τῇ τ[ο]ῦ ὁμοίου παραθέσει, ὅπερ οὕτως ἔχε[ι ε]ὐαγγελικὸν ὑπάρχ[ον·] [κ]αὶ τὸ φῶ[ς ἐ]ν τῇ σκοτίᾳ φαίν[ει] καὶ ἡ σκο[τία α]ὐτὸ οὐ κατέλα[βεν.] ἢ? γὰρ συν[σκιά]ζον λύεται μ[ὴ ὑ]- [φ]ιστάμε[νον] τοῦ φωτὸς τῇ [πα]- [ρ]ουσίᾳ, ἢ? [ὅστις ἀ]πάτην προσά[γει] ἐπὶ τῷ [ἐγγὺς] τοῦ φωτὸς γενέ[σθαι] ἀποστρ[έφετ]α?ι? λυομένης τῆ[ς] ἀπάτης?, [κα]ὶ? ὅλως οὐ καταλ[αμ]- βάνει. π?[ᾶσα γ]ὰρ τῶν ἀπατώ[ν]- των [καὶ] μηχ[ανω]μένων ἀνό[νη]- τος ἡ σπο[υδή·] οὐ γὰρ καταλή[μ]- ψονται τ[ῆς ἀ]ληθείας τὸ κάλλος. δ[όλος οὖ]ν ο[ὐκ] ἐγγίζει τῆι πηγῇ τ[ῆς ἀληθ]εία[ς] διὰ τὸ μὴ τολμᾶ(ν) τ[οὺς χρ]ω?μ?έ?[ν]ους αὐτῷ αὐτῇ αὐτ[ὸν προ]σαγαγεῖν. καὶ ἄλλως δόλ[ος οὐ]κ ἔστιν ἐν θ(ε)ῷ· οὐ γὰρ πέ?φ?[υκε]ν? ἐν αὐτῶι γίνεσθαι. πιστὸς γ[ὰρ] ὁ θεὸς καὶ οὐκ ἔστιν ἀδικία ἐ[ν] αὐτῷ. καὶ πάλιν· εἰ ἀρνησόμεθα, αὐτὸς πιστὸς μένει. ἄτρεπτος γάρ ἐστιν καὶ ἀναλλοίωτος. ἀκούσατε, ἀκούσατε τὰ ῥήμα[τά] μου· ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων.
PG 39:1403[ἐπαναδιπλα- [σι]άζει τ[ὸ] ῥῆμα, ἵνα βεβαίως αὐτ[ο]ὺς π[ρὸς] τὸ ἀκοῦσαι καλέσῃ. [ἔν- [εστι γά]ρ [π]οτε π[λ]ηγείσης τῆς ἀκ[ο]ῆς τῇ φωνῇ διὰ τὸ μὴ προ[ς]- έχειν τὸν νο[ῦ]ν μὴ ἀκηκοέναι. δι[ὰ] τοῦτο ὁ Σ(ωτ)ὴρ διεγείρων τ[ο]ὺς ἀκούοντας εἰς τὸ γν[η]- σίως [ἀ]κούειν ἔλεγεν· ὁ ἔχων ὦτα [ἀκ]ούειν ἀκουέτω.] καὶ πάλιν πρὸς ἄλλους μ[ὴ] προσέχοντας λέγει· οὔ[τ]ε φω[ν]ὴν αὐτοῦ ἀκηκόατε οὔτε [εἶ]δος αὐτο[ῦ] [ἑ]ωράκατε, καὶ [ἑρμ]ηνεύων [π]ως ἐπάγει· οὔ[τε τὸ]ν λόγον αὐ- [το]ῦ ἔχετε ἐν ὑμ[ῖν] μένοντα, [ὅ]περ συνέβα[ινε]ν?, εἰ γνησί[ω]ς ἤκουον. οὕτως [δὲ] καὶ ὁ μακάριος Ἰὼβ προ[ευτ]ρεπίσαι α[ὐ]τῶ(ν) τὴν ἀκοὴν βο[υλό]μενος ἔλεγεν τὸ ἀκούσατ[ε· οὕ]τω γὰρ ὑμῶ(ν) εὐτρεπισθέν[των] εὐδοκῶ λέγειν, σοφοὺς [ἀκροα]τὰς αὐτ[ο]ὺς γενέσθαι βου[λόμεν]ος· οὖς γὰρ ἀκροατοῦ ἐπ[ιθ]υμία σοφο[ῦ.] ἰδοὺ ἐγὼ ἐγγύ[ς] εἰμι τοῦ κρ[ί]ματός μου. [δ[ιδ]ασκαλίας ἀ[ρ]χὴ(ν) αὐτοῖς καὶ νῦν καταβάλλε[τ]αι παιδεύουσαν, ὅτ[ι] οὐ δι’ ἁμ[αρ]- τίας, ἀλλὰ διὰ ἀγῶνα αὐτῷ παθεῖν κέκριται] ο[ὕτ]ως ὡς καὶ τὸν καιρὸν εἰδ[έν]αι, καθ’ ὃν λήξει τὸ κρίμα.] οἶ[δ]α ἐγώ, ὅτι δίκαιος ἀναφαν[ο]ῦμαι.
PG 39:1405τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι, ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω; [οὐκ ἀλαζονείᾳ τοῦτό φησιν, ἀλ- [λ]ὰ πρὸς τὸ παιδε[ῦ]σαι αὐτοὺς [μ]ὴ ἑτέραν παρὰ [τ]ὴν ἀλ[η]θῆ [δ]ιάλημψ[ιν] ἔχει[ν] περὶ α[ὐ]τοῦ. [ἐ]σθότε γάρ τις περ[ὶ ἑ]αυτοῦ λέ- [γ]ει χρηστὰ μὴ πρ[οθ]έμενος τοῦτο ποι[εῖ]ν, ὅταν [ἄ]λλως ᾖ διαθέμενός τις π[ε]ρὶ αὐτόν. φέρε γὰρ εἴ τις ἐγκεχ[ει]ρισμένον τινὰ διακονίαν εἰς τοὺς δεομένους ἀπ[ο]πληρῶσαι, εἰ διαβ[άλ]- λοι ὡς σφ[ε]τεριζόμενόν τ[ι,] οὐκ ἂν αἰ[τια]σα[ί]μεθα ἐν ἀπ[ολο]- γίας εἴδ[ει λ]έγοντα ὅτι τ[ὰ ἡ]- μέτερα πάν[τα] παρέσχον δε[ομέ]- νοις, πρό[τερ]ον τοῦτο μὴ ε[ἰ]- [ρ]ηκότα. οὕ[τως] οὐδὲν αἰτιατ[έ]- ον τὸν Ἰὼ[β ο]ὐ φιλαυτίας, ἀλ[λὰ] τῆς εἰρη[μέ]νης αἰτίας ἕν[ε]- κα ταῦτ[α λέγο]ντα καὶ μετ[ὰ] παρρη[σίας κ]αθαρᾶς λέγον[τα·] τίς ἐστ[ιν ὁ κρι]θησόμενός μ[οι] ἵνα κωφ[ε]ύ[ς]ω,] ἀντὶ τοῦ σιω[πή]- [ς]ω, καὶ ἐκλεί[ψ]ω;, ἀντὶ τοῦ π[αύ]- [σο]μαι λέγω[ν.] δ[υ]εῖν δέ μοι χρήσει· τότε ἀ[πὸ] τοῦ προς[ώ]που σου κρυβήσομα[ι·] τὴν χεῖ[ρ]α ἀπ’ ἐμοῦ ἀπέχου, ὁ δὲ φόβ[ος] σου μή με καταπλ[ης]- σέτω.
[τὸ [ἀσα]φὲς τῶν προκειμένων [ο]ὕτως ἂν ἐξομαλισθ[εί]- η λέγοντος αὐτοῦ ὅτι εἰ ὡς ο[ἱ] φίλοι λέγουσιν οὕτω μοι χρήσει ὡς φαῦλον δεικνύς, ἀπὸ τ[ο]ῦ προ[ς]ώπου σου κρυβήσομ[αι,] εἰ δὲ ὡς ἐγὼ λέγω, τὴν χε[ῖρα] ἀπ’ ἐμο[ῦ ἀ]πέχου καὶ ὁ φόβ[ος] ς[ο]υ μή [μ]ε καταπλησσέτω. 3 [κρύ]- πτετα[ι δ’] ἀπὸ π[ρ]οσώπου το[ῦ θ(εο)ῦ] πᾶς ὁ ἁ[μ]αρτάνων ἀνάξι[α αὐ]- τοῦ ἐνε[ργ]ῶν, κα[θ]ὰ καὶ Ἀδὰμ ἐκρύπ[τε]το ἀπὸ προσώπου τοῦ θ[(εο)ῦ.]] τούτῳ ἐναντίον ἐστὶν τὸ ὑπὸ θεοῦ κατακρύπτε[σθ]αι κατὰ τὸ εἰρημένον· κατακ[ρύ]ψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ [προ]σώπου σου ἀπὸ ταραχῆς ἀν(θρώπ)[ων.] σωτήρι[ο]ν καὶ τοῦτο σκεπά[ζον]τος τοῦ θ(εο)ῦ τὸν σπουδαῖον, [ἵν]α μὴ ταρ[α]χαῖς ἀνθρωπίν[αις] ἐκπέσῃ. ἀπόκρυφον δὲ τοῦ [προ]σώπου τοῦ θ(εο)ῦ εἴη ἂν τὰ μυ[στικ]ὰ θεωρήμα[τα] ἀντιδιαστ[ελλό]μενον πρὸς τὸ φανερόν. [τὸ γὰ]ρ ἐξ ἔργων τῆς προνοίας κ[αὶ τ]ῶν δημιουργημάτων θ(εὸ)ν ὁρᾶν οὐκ [ἔς]τιν ἐν ἀποκρύφῳ, ἀλλ’ ἐν τῷ φανερῷ. εἴρηται· διότι τὸ γνωστὸν τοῦ θ(εο)ῦ φανερόν ἐστιν ἐν αὐτοῖς· ὁ θ(εὸ)ς γὰρ αὐτοῖς ἐφανέρωσεν. τὰ γὰρ ἀόρατα α[ὐ]τοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται.
PG 39:1411τὸ κατακρύπτεσθαι οὖν, ὡς προείρηται, ὑπὸ θ(εο)ῦ [σωτήριον], τὸ δὲ κρύπτεσθαι αὑτὸν κατὰ τὸν Ἀδὰμ ἀλυσιτελές, οὗ μὴ γινομένου διὰ τὸ μὴ ὑποκεῖσθαι ἁμαρτίᾳ φησίν· τὴν χεῖρ[α] ἀπ’ ἐμοῦ ἀπέχου καὶ τὰ ἑξῆς, ἵ[ν’] οὗτοι παιδευθῶς[ιν,] ὅτι ο[ὐ] δι’ ἁμαρτίας τοῦτο πάσχω. 3 οἱ γὰ[ρ] φίλοι οὐδὲ(ν) ἕτερον δ[ι]ενοοῦ[ν]το ἢ ὅτι δι’ ἁμαρτίας πάσχει. εἶτα καλέσε[ι]ς, ἐγὼ δέ σοι ὑπακούσομαι· ἢ λ[α]λήσεις, ἐγὼ δέ σοι δώσω ἀντ[α]πόκρισιν. [διὰ πλειόνων ἑαυτ[οῦ] τὴν πρὸς θεὸ[ν] παρρησία[ν γ]νωρίζει, ἵν’ ἐν τ[ο]ύτῳ ἀνα[γά]γῃ αὐτοὺς εἰς τ[ὴν] ἀληθῆ τῶ[ν π]ερὶ αὐτὸν συμβαινόντω[ν γ]νῶσιν. καὶ γὰρ παραστατι[κό]ν ἐστιν τοῦτο τοῦ εἶναι α[ὐτὸ]ν δίκαιον.] ἔχει[ς] δὲ τοῦτο κα[ὶ πε]ρὶ τοῦ ἱεροφάντου Μωσέω[ς κα]ταξι[ωθέ]ντος λαλεῖν π[ρὸς α]ὐτὸν ἐν τῷ Μωυσῆς ἐλάλε?[ι καὶ] ὁ θ(εὸ)ς ἀπ[ε]κρίνετο αὐτῷ φωνῇ. οὐ δεῖ δὲ τὴν ἀπόκρισι[ν] τὴν πρὸς θεο[ῦ] γινομένην ψιλὴν φωνὴ[ν] οἴεσθαι, ἀλλ’ ἐνεργείας θείας, ἐξ ὧν εὐπαρησιάστως πρὸς θ(εὸ)ν λαλεῖ. πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ ἀνομίαι μου; δίδαξόν με, τίνες εἰσίν.
PG 39:1431[πάλιν δι’ ἐκείνους τὰ τοιαῦτα λέγει, ἵν’ ἐκεῖνοι μάθωσιν, ὅτι ὁ ἔχων ἁμαρτίας καὶ ἀνομίας οὐ λέληθεν θ(εό)ν. καὶ αὐτὸς δὲ εἰπὼν τὸ οἶδα ὅτι δίκαιος ἀναφανοῦμαι πρὸς τοὺς φίλο[υ]ς πρὸς θ(εὸ)ν εὐλαβ[ῶς] λέγει ὅτι [σύ] με δ[ί]δαξον, πόσα[ι] εἰσὶν αἱ [ἁμ]αρτία[ι] μου.] ὅμοι[ον] τούτῳ τ[ὸ ο]ὐδὲν [ἐ]μαυτῷ σύ[ν]- οιδα, ἀλλ’ [ο]ὐκ ἐν τ[ο]ύτῳ δεδι[καί]- ωμαι, ὁ δὲ ἀνακρίνων με κ(ύριό)ς ἐστιν. κα[λὸ]ν δὲ καὶ τὸ μανθάνει(ν) τὰ σφάλματα, ἵν[α] ἐκ τούτων ἐκτρεπώμεθα. δ[ιὰ] τί ἀπ’ ἐμοῦ κρύπτῃ, ἥγησα[ι δ]έ με ὑπεναντίον σου; [καὶ τ[οῦτ]ο πρὸς τὴν ἐκείνων διάλημ[ψι]ν· οὐ γὰρ ἐκρύπτετο ἀπ’ αὐτο[ῦ θ(εὸ)ς] ἐνοικῶν ἐν αὐτῷ, ἀλλὰ διὰ τ[ὸ ἐ]κείνους τ[ο]ῦτο οἴεσθαι καὶ τα[ῦτα] εἴρηται. τοῦτο γὰρ οὗτοι νο[μί]ζουσιν, ὅτι ὑπεναντίος μο[υ τ]υγχάνεις, νομίζοντές με δ[ι’ ἁ]μαρτίας πάσχει(ν).] ἢ ὡς φύλλο[ν κ]ινούμενον ὑπὸ ἀνέμ[ου ε]ὐλαβηθήσει ἢ ὡς χόρτῳ [φερ]ομένῳ ὑπὸ πνεύματ[ος] ἀντίκεισαί μοι; τὸ ὅλον τῆ[ς] νοήσεως ο[ὕ]τως ἂν εἴη·
PG 39:1451διὰ τ[ί] με ἀποκ[ρ]ύπτῃ ἡγούμενός με εἶναι ὑπεναντίον σου καὶ φύλλον ὑπ’ ἀνέμου κινούμενον καὶ χόρτον ὑπὸ πν(εύματο)ς φερόμενο(ν);3 ἅπερ παραστατικὰ τυγχάνει εὐμεταβόλου τρόπου καὶ φαυλότητος κατὰ τὸ ὑπὸ τοῦ Σ(ωτ)ῆρ(ο)ς λεγόμενον περὶ Ἰωάννου· τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενο(ν); ἀντὶ τοῦ εὐκατα[φ]ρόνητόν τινα καὶ ὑπὸ το[ῦ τ]υχόντος μεταπίπ[τ]οντα. ταῦτα δέ, ὡς καὶ πρότερον εἴ[ρ]ηται, πρὸς τὴν τῶν φίλων διάλημψιν ὁ Ἰὼβ λέγει. ὅτι κατέγραψας κατ’ ἐμοῦ κακά, περιέθηκας δέ μοι νεότητος ἁμαρτίας. [σα[φὲ]ς ὅτι πρὸς τὴν ἐκείνων ὑπ[όλ]ημψιν λέγει· κακὰ γὰρ νῦν [τὰς] κακώσεις φης[ίν.] τοῦτο γὰρ ν[ομι]ζόντων τῶ[ν] φίλων, ὅτι δ[ι’ ἁ]μαρτίας πάσχ[ει,] αὐτὸς τῷ κα[τέ]γραψας κατ’ ἐμο[ῦ] κακὰ συνῆ[ψε]ν τὸ περιέθηκα[ς] δέ μοι νεό[τη]τος ἁμαρτίας σημαίνω[ν ὅ]τι [ἐξ ὧν οἱ φίλοι μου κατατρέ[χο]ντές μου διάκεινταί με δι’ ἁμ[αρ]τίας πάσχειν, ἑπόμενον [ἔ]χουσι τὸ νομίζε[ι]ν, ὅτι αἱ τῆς νεότητος ἁμ[α]ρτίαι νῦν μοι περιετέθ[η]- σαν.] ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι.
PG 39:1469[οὐ κατὰ βούλησιν τὴν ἑαυτοῦ ταῦτα λέγει, ἀλλὰ π[ρ]ὸς τὸν ὑποτιθέμενον, ὅτι πᾶς θλιβόμενος ἁμαρτὼν τοῦτο ὑφίσταται.] ἐξομαλιζόμενον δὲ οὕτως ἂν εἴη· τὴν πορευτικήν μου δύναμιν, καθ’ ἣν κατορθῶ, ἑτέρως παρ’ ἐκείνων ὑπονοουμένην ὡς ἁμαρτόντος μ[ου] καὶ διὰ τ[οῦ]το π[ε]ριστάσεσιν κοινων[ο]ῦντ[ο]ς ἐν κωλύματι ἔθηκ[ας.] τρόπ[ο]ν γάρ τινα [αὐ]- τὸς τοῦτ[ο ἐ]νήργ[η]σεν ἐκδοὺ[ς] αὐτὸν τ[ῷ] αἰτησαμένῳ, ἐξ οὗ συνέβη [ἐ]ν κωλύματι τεθεῖσθαι αὐτοῦ τὸν πόδα, π?αρ’ αὐτοῖ?ς ὡς εἴρηται κωλυόμε?[ν]ον ἐξ [ἁμαρτιῶν, μὴ βουλομένων] αὐτῶν τὴν προκοπὴ[ν τ]οῦ δικαίου, ἥτις [ἐ]στιν πούς, ὀρθ[ῶς] ἐκλαμβάνειν. [ὅ]τι δὲ σύνηθ[ες] τ?ῇ γραφῇ καὶ τὰ ἀπὸ γνώμη[ς συ]νιστάμενα τοῦ ἐνεργοῦντ[ος] ὡς παρὰ θ(εο)[ῦ] λέγει(ν) διὰ τὸ συνκεχ[ω]ρηκένα[ι], σαφὲς ἔσται σοι ἐκ το[ῦ π]αρέδωκεν αὐτοὺς ὁ θ(εὸ)ς εἰς π[άθ]η ἀτιμίας καὶ εἰς ἀδόκιμο[ν] νοῦν καὶ ταῖς ἐπιθυμίαις τ[ῶν] καρδιῶν αὐτῶ(ν). εἰ δὲ καὶ διὰ τ?[ὴ]ν ὁλοσώματον κάκωσιν μ[η]κέτι συνχωροῦσαν αὐτῷ αὐ[τ]ουργεῖν τὰ πρὸς τὰς χρείας ἢ τῶν δεομένω(ν) ἢ ἄλλων τινῶνκαθὰ καὶ εἴρηκεν.
PG 39:1491θύρα μου δὲ παντὶ ἐλθόντι ἠνέῳκτο[τοῦτο ἔλεγεν], συνεπίσκεψαι, ὅπερ οὐκ ἠγνόει διὰ ἀγῶνα αὐτῷ γεγενῆσθαι. πολλὰ γὰρ διὰ τὸ συμφέρον τοιαῦτα θ(εὸ)ς ποιεῖ, ὡς ἐκ τῶν κατὰ τὸν [λαὸν] α?ὐ?το[ῦ] ἔστιν μαθεῖν, ὃν διήγαγεν ὁ θ(εὸ)ς διὰ τῆς ἐρήμου εξον διὰ τρ[ι]ῶν ἡμερῶν χρησίμως, ἵνα μὴ τ[α]χεῖαν οἰη- [θῶ]σιν τὴν εἰς Α[ἴ]γυπτον ὑπο[ς]τροφ[ή]ν. κατανόησον δέ, μήποτε καὶ τ[ὴ]ν πρὸς σῶμα [κ]οινωνίαν β?[ά]ρος οὖσαν [κ]αὶ δι’ οἰκ[ο]νομίαν ἀπόρρητον γινομένην [τ]οῦτο λέγει ὡς τῆς ἄκρα[ς] καθαρότητος μὴ ἐπιτελουμένης. τοῦτο δὲ πάλιν ἔκ τινος αἰτία[ς· [ο]ὐ γὰρ] ἡμᾶς, οὐ γὰρ τ[ὸν] θ(εὸ)ν αἰτιατέο[ν.] ἐφύλαξας δέ μ[ου] πάντα τὰ ἔργα.
PG 39:1495[οἶδεν ὁ μακ[άρ]ιος τὸ ὑπὸ τοῦ [Δα(υὶ)δ] εἰρημένον [ἅγ]ιος ὤν, ὅτι ὁ θ(εὸ)[ς] οὐ παρατηρ[εῖτ]αι πάσας τὰς ἀν[ο]- μίας τῶν πτ[αιό]ντων, ἀλλὰ πα[ι]- δεύων ἐκε[ίνο]υς πάλιν, δι’ ἣν αἰτίαν πάσχ[ει]ὅτι δι’ ἀγῶνα, τ[ὸ] προκείμενο[ν ε]ἴρηκεν ὡς πά[ν]- τα αὐτοῦ τὰ ἔρ[γα] φυλάξαντος καὶ οὕτως ἐπα[γ]αγόντος αὐτῷ τὰ ἀνιαρά, ἵνα ἐκ τούτου ἐννοήσωσιν, ὅτι τὸ μέγ[ε]θος τῶν τος[ού]- των ἐπαγωγῶν οὐ διὰ ἁμα[ρ]- τία[ς] ἐστίν, ἀλλ[ὰ] διὰ ἀγῶνα κ[αὶ] σκ[ο]πὸν ἀνδρείας.] τὸ ἐφύλαξ[ας] ἐνταῦθα οὐκ [ἀ]ντὶ τοῦ ἐτήρησας, ἀλλὰ παρετηρήσω. εἰ δὲ καὶ νεότητος ἁμαρτίας ἑαυτ[οῦ] λέγει καὶ τὸ ἐφύλαξας δέ μο[υ] πάντα τὰ ἔργα ἔμφασιν παρέχων ὡς ἁμαρτήσας, οὐ ξενι[στέ]- ον· καὶ γὰρ πάντες οἱ ἅγιοι κα[ὶ] μετριότητος ἕνεκεν καὶ εὐγν[ω]- μοσύνης προφέρονται το[ι]- αύτας φω[ν]άς, καθὰ οἱ ἐν τῇ [κα]- μίνῳ ἄνδρες καὶ ὁ μακάρ[ιος] Δα(υὶ)δ λέγων· ἁμα[ρ]τίας ν[ε]ότη[τός] μου καὶ [τ]ὰς ἀγν[ο]ίας μ[ο]υ μ[ὴ] μνησθ[ῇ]ς. εἰς δὲ ῥίζ[ας] τῶν π[ο]δῶν μου ἀ[φί]- κου.
PG 39:1499[ἀντ[ὶ] τοῦ ἠκρίβωσας πάντ[α] τὰ κατ’ ἐμὲ οὕτως ὡ[ς τ]ὰς ῥίζας, το[υ]τέστιν καὶ τὰς αἰτίας [κα]ὶ τὰς ἀρχὰς τῶν διαβάσεών μ[ου] τῶν πρακτι- [κ]ῶν, ἐπιτηρῆσα[ι ἵν]α μοι κόλασι(ν) ἐπαγάγῃς. τοῦτο [δ]ὲ πάλιν κατὰ τὴν ἐκείνων [ὑπ]όλημψίν φ]ησιν.] ὃ παλ[αιο]ῦται ἴσα ἀ[ς]κῷ ἢ ὥσπερ ἱμάτ[ιον] σητόβρω[τ]ο(ν). ἐκείνων,3 φησί[ν, κ]ατὰ τούτους ἐμνήσθης τῶ[ν] φθασάντω(ν) ἁμαρτημάτω[ν, ἅ]περ πεπαλ[αί]- ωται ἴσα ἀσκῷ.3 [ἀς]κὸς δὲ παλαιωθεὶς ἀνενέ[ργ]ητός ἐστιν πρὸς τὴν χρεί[α]ν ἣν κατεσκεύ- [α]σται· οὐ γὰρ κα[τ]έχει τὰ ἐ[μ]βαλ- [λ]όμενα ὑγρά. ο[ὕ]τω δὲ καὶ τ[ὰ] τῆς νεότητος πεπαλαίωται ἁμαρ- [τ]ήματα καὶ ὡς ἱμάτιον σητό- [βρ]ωτον οὐκέτι παρέχον τὴν χρείαν. παλα[ιο]ῦται δὲ ἁμαρτήματα, ὅταν αὐτὰ διαδέξητ[α]ι ἀρετή· ᾗ ἐνεργούμενα γὰρ ἀεὶ νεάζει, κἂν πολυχρόνιος ὑπάρχῃ ὁ ἐνεργῶν αὐτά, νεώτε[ρ]ος καὶ αὐτὸς ἐκ τοῦ νεωτεροποιοῦ ἤθους καλούμενος. βροτὸς δὲ γεννητὸς γυναικὸς ὀλιγόβιος καὶ πλήρης ὀργῆς. [βού]λεται αὐτοῖς πα[ρα]στῆσαι τὴν [αἰ]τί[α]ν τῆς κακώσε[ω]ς ἑαυτοῦ [συ]ν[κ]ρινόν[τ]ων α[ὐτ]ῶν τὸν [ὄγ]κον τῆς [ἐ]παγω[γ]ῆς καὶ τὸν [ἀ]νθ[ρ]ώπινον βίον·
PG 39:1501[δ]ιεξελθὼ(ν) [γ]ὰρ ὅτι τὰς τ[ῆ]ς νεότ[η]τος ἁμαρτίας μοι περιέθηκ[α]ς καὶ ἐφύλαξάς μου π[ά]ντα τὰ ἔργα οὕτως ὡς τοσαῦτά [μ]οι ἐπιπέμψαι, ἐπάγ[ει] ὡσανεὶ π[α]ραστατικὸν τοῦ μ[ὴ οὕ]- τως ἔχει[ν τ]ὸ πρᾶγμα τὸ βρ[οτὸς] δὲ γεννη[τὸ]ς γυναικὸς ὀλιγ[ό]- βιος καὶ π[λ]ήρης ὀργῆς. τῷ δ[ὲ ὀ]- λιγοβίῳ κ[αὶ π]λήρης ὀργῆς δ?[ιὰ] τὸ μοχθη[ρὸν] τοῦ βίου οὐκ ἂν [ἐπή]- γαγε τοσαύ[τη]ν κόλασιν, εἰ μὴ [ἀ]- γῶνος χ[άρι]ν ἐτύγχανε. τὴν γὰρ ἀγαθότ[η]τα τοῦ θ(εο)ῦ εἰ συνέβαλλον κ[αὶ] τὸ τῶν ἀνθρώ[πων] ὀλιγόβιον, ο[ὐ]κ ἂν ἔτι ὡς δι’ ἁ[μαρ]- τίας ταῦτα [π]επονθότα ἐλο[γί]- ζοντο. ἐπ[ί]σκεψαι δέ, μήπ[ο]- τε καὶ τοιαύ[τ]ην ἔχει διάνο[ιαν·] ὁ μὴ γεγενημένος θ(εὸ)ς δι’ ἀ?[ρε]- τήν, ἀλλ’ ἐν [τ]ῇ ἀν(θρώπ)ου κατα[ς]τάσει μένων, οὗτος ἐν ὀργῇ ἐστ[ιν] καὶ ὀλιγόβιος τρόπον τιν[ὰ] ἐν ταύτῃ τῇ ζωῇ μόνῃ ἠλπικώς. ὁ δὲ πιστεύων εἰς τὸν Σ(ω)τ(ῆ)ρα ὥςτε ἐκ τούτου γενέσθαι θ(εὸ)ς ὀ?[ρ]γῇ ἐκ τούτου [οὐχ] ὑπόκειται τῇ κατὰ κόλασιν, κἂν [θ]λίβηται, ὀργῆς καλουμένης τῆς θλίψεω[ς ἑ]- τέρως.
PG 39:1505[λ]έγοι οὖν ὅτι εἰ κ[ἀγὼ κα]- τὰ ἄν(θρωπ)ο?[ν] ἐπολ[ι]τευσάμην, [σκο]- πήσατε?, [ἵ]ν’ ἐκ τούτου ἀποφ[αί]- νησθε, ὅτι ὀρ?[γ]ῇ ὑπέπ?ε[σον.] ἢ ὥσπερ [ἄ]νθος ἀ[ν]θῆς[α]ν ἐ[ξέπε]- σεν, ἀπ[έ]δρα δὲ ὥσπερ σκι[ὰ] καὶ οὐ μὴ στῇ. ταῦτα συναπτέον τῷ πρὸ αὐτ[ῶν]. ὅτ[ι τῷ] παρερχομένῳ ἀν(θρώπ)ῳ ὡς ἄνθει [καὶ] σκιᾷ τοσαύτην ἐπήνεγκε κάκω?[σιν,] οὐκ ἔστιν κατὰ τὸν παρόντα δ?[ι’ ἁ]μαρτήματα. ἐὰν γὰρ ἀνομίας π[αρα]τηρήσῃ, κ(ύρι)ε, κ(ύρι)ε, τίς ὑποστήσε[ται; ὅ]τι παρὰ ς[ο]ὶ ὁ ἱλασμός ἐστιν. ὥς[τε ἐ]ννοητέ[ο]ν τοῖς φίλοις ἦν, ὅτι [οὐ δι]ὰ σφάλματα, ἀλλ’ ὡς προείρητ[αι] διὰ τὸ προβλη[θ]ῆναι αὐτὸν ἀν[δ]ρείας σκοπὸν ταῦτα αὐτῷ συν[έπ]εσεν. καὶ ταῦ[τ]α μὲν κατὰ πρ[ώ]την διάνοιαν. κατὰ δευτέρ[α]ν δὲ οὕτως ἂν λεχθείη· ὡς ἄν[θο]ς ἐκπίπτει ὁ κατὰ σάρκα περιπατῶν καὶ ὡ[ς] σκιὰ παρακολου[θήμ]ατι ἐοικὼς καὶ οὐδ[ὲ]ν πράττων προηγούμενον. [ὅτι] δὲ ὡς ἀντ[ὶ] ἀνυποστάτου ἡ? [ς]κιὰ παραλ[α]μβάνεται, δηλοῖ τ[ὸ α]ἱ ἡμέραι μου ὡσεὶ σκιὰ παράγ[ου]σιν. οὐχὶ καὶ τούτου λόγο(ν) ἐπ[ο]ιήσω καὶ τοῦτον ἐποίησα[ς ε]ἰσελθεῖν ἐν κρίματι ἐνώπ[ιό]ν σου;
PG 39:1509σύμφωνα τῇ προτέρᾳ ἀποδόσει λέγοι τις ἂν εἶναι ταῦτα συνάπτων αὐτὰ οὕτως· [εἰ] καὶ ὁ γεννητὸς [γ]υναικὸς [ὀλι]γ[ό]βιός ἐς[τι]ν καὶ μόχθου πε- [π]λη[ρ]ωμένος οὕτως ὡς ἄνθει [π]επ[τ]ωκότ[ι ἐ]οικέναι καὶ σκι- [ᾷ τ]ῇ φευγού[ς]ῃ ταχέ[ω]ς, ἀλλὰ μὴ(ν) [κα]ὶ τούτου λ[ό]γον ἐπ[ο]ιήσω οὐχ ὑπεριδὼν [α]ὐτὸν ὥστ[ε] καὶ εἰς κρίμα ἐνώπιόν σο[υ αὐ]τὸν εἰσέρχεσθαι.3 τούτου ἀποδεικτ[ικὸ]ν ἂν εἴη τὸ πρὸς θ(εο)ῦ λεγόμεν[ον· λ]αός μου, τί ἐποί[η]- σά σοι; καὶ πά[λιν] ἰδού, κρίνομαι πρὸς σέ. οὐκ [ἂν ο]ὖν ὁ τοιαύτην περὶ ἀν(θρώπ)ων [κη]δεμονίαν εἰσάγων θ(εὸ)ς οὕτ[ως ἀ]τέγκτως καὶ ἀπ[α]- ρα[ι]τήτως [ἀπ]ῄτει δίκας τὸν ἄν(θρωπ)ον, ὡς οἱ φ[ίλο]ι αὐτὸν ὑπενό- [ο]υν τιννύν[αι.] ταῦτα δ’ ἐπάγε[ι] πρὸς παράς[τα]σιν τοῦ μὴ ἑτ[έ]- ρως πάσχειν [ἢ] διὰ τὸ φανῆν[αι δί]- καιον κατὰ [τὸ] οἴει δέ με ἄλλ[ως] σοι κεχρημα[τι]κέναι ἢ ἵνα ἀναφανῇς δ[ίκ]αιος; τίς γὰρ καθαρός [ἐ]στιν ἀπὸ ῥύπο[υ;] οὐδὲ εἷς, ἐὰ[ν] καὶ μία ἡμέρ[α] ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς, [ἀριθμη]- τοὶ δὲ μῆνες αὐτοῦ πα[ρὰ σοί.] καὶ ταῦτα, ἵν[α] ἐννοήσω[σιν,] ὅτι οὐ δι’ ἁμαρ[τ]ίας πάσχ[ει, συν]- ῆψεν.
PG 39:1513εἰ γὰρ τοῦτο οὕτως [εἶχ]εν, οὐδεὶς ἂν ἔξω περιστ[άσε]ως ἦν, εἰ καὶ πρὸς βραχὺ ἐβ[ίω]σεν. ταῦτα δέ, ὅπως οἱ φίλοι π[α]ιδευθῶσιν τὴν αἰτίαν· ὡς γὰ[ρ] ἐνστάσεως ἂν λ[ε]χθησομ[έ]νης πρὸς τὰ πρὸς [α]ὐτοῦ εἰρημέ[να] τοῦτο εἶ[π]εν λέγοντός [τινος] ἐνισταμένου [ὅ]τι κἂν [γ]ὰρ ὀ[λι]- γόβιος ᾖ[ς] καὶ ὡς σκιὰ παρε[ρχό]- μενος [κ]αὶ ὡ[ς ἄν]θος ἐκπίπ[των,] ἀλλ’ οὐδὲν κωλ[ύ]ει δ[ι’ ἁ]μ[αρτί]- ας σε πά[ς]χειν. πρὸς ὃ εὐθυβ[ο]- λώτατ[α ε]ἶπεν· τ[ί]ς γὰρ καθαρὸς ἀπὸ ῥύπου; ἀλλ’ ο[ὐ]δε[ί]ς, ὥστε ἔδ[ει] [πάν]τας, ὡς [ἤδ]η εἴρηται, πάσχει[ν]. ῥύπον δὲ κ[αὶ ἁμ]αρτίαν ἄλλος [τις] ἂν εἴπ[οι τ]αὐτὸ δηλοῦν, ἑτέρου ἐλάτ[τ]ω τὸν ῥύπον τῆς ἁμαρτίας λ[έγοντο]ς. ἔχεις περὶ [ῥύ]που καὶ ἁ[μ]αρτίας παρὰ τῷ [Ἠσα]ίᾳ οὕτ[ως·] ἐκπλυνεῖ κ(ύριο)ς τὸ(ν) [ῥύ]πον τῶ[ν] υἱῶν καὶ τῶν θυ- [γατ]έρων Σε[ι]ὼν καὶ τὸ αἷμα [ἐκ]καθαριε[ῖ ἐ]κ μ[έ]σου αὐτῶν, [το]ῦ μὲν αἵματος τὴν ἁμαρτίαν ἐντα[ῦ]θα δηλοῦντος, [τὸ] ἀκάθαρτ[ο]ν, τοῦ δὲ ῥύπου τὰ [ἀκ]ούσια, ἃ καθ’ αὑτὰ ὁ Σωτὴρ ἐ- [π]ιδημήσας ἐκάθηρεν. ὅτι δὲ τὸ αἷμα πολλάκις τὴν ἁμα[ρ]- τίαν δηλο[ῖ,] εἴρηται πρὸς τὸν ἀρχέκακον διάβολ[ο]ν·
PG 39:1519ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρόν, οὕτως οὐδὲ σὺ ἔσε[ι] καθαρός. οὐ γὰρ αἵματι πεφυρμένος ἐτύγχανεν, ἀλλὰ δῆλον, ὡς τὴν πρὸ[ς] θάνατον ἁμαρτίαν δηλοῖ αὐτῷ τὸ αἷμα. ὁ οὖν ἔχων σφάλμα δυνάμενον πλυθῆναι ῥύπον ἔχει, ὁ δὲ ὡσανεὶ ἀμετανόητον ὡς ὁ εἰς τὸ ἅγιον πν(εῦμ)α βλασφημήσας καὶ τὰ ὅμοια οὐχ ὑπὸ ῥύπον ἐστίν, ἀλλ’ ἁμαρτίαν, καὶ ὁ ἐντολὰς παραβαίνων μετὰ τοῦ εἰδέναι. τὸ δὲ οὐδ’ εἰ μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆ[ς] διττῶς [ἂ]ν ἐπιχειρηθείη· ἔστ[ιν] ὁ νῦν ἂν γεννώμενος ὁ [κα]τὰ διαδοχὴν ἔχων τοῦ Ἀδ[ὰ]μ τὸ ἁμάρτημα, ἔστιν ὁ ἐναρ[χό]μενος λόγῳ κρίνειν τὰ πρ[άγ]ματα, ὅτε καὶ τὸν τοῦ ἀν(θρώπ)ου λ[ό]γον συμ[πλ]η?ρο?[ῖ.] οὐδ’ ὁ τοιοῦτο[ς] ἡμέραν κ[α]θαρεύσει ἀγνοία[ς] παρεπομ[έ]νης τῷ καὶ νῦν ἀ[ρ]ξαμένῳ δ[ι]ακρίνειν τὸ φευκτὸν ἀπὸ τοῦ ἀ[γ]αθοῦ, κἂν ἡμέραν, κἂ[ν] ἀριθμητοὺς μῆνας βιώσῃ. ὁ μὲν οὖ(ν) φαῦλος ἐκ βίβλου ἐξαλειφόμενος ζώντων οὐκ ἔστιν ἐναρίθμιος παρὰ [θ](ε)ῷ, ὁ δὲ σπουδαῖος ἀριθμεῖται παρ’ αὐτῷ.
PG 39:1523κἂν τοιοῦτον οὖν,3 φησίν, ὑποθῇ, οὐδὲ οὗτος ἀπήλλακται ῥύπου.3 τούτῳ ὅμοιον τὸ οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι καὶ τὸ ἀπὸ τῶν κρυφίων μου καθάρισόν με. εἰς χρόνον γὰρ ἔθου καὶ οὐ μὴ ὑπερβῇ. [τὴν περὶ τὸν ἄν(θρωπ)ον πρόνοιαν ἐνταῦθα σαφηνίζει οὐχ ὡς εἰκαίως καὶ ὡς ἔτυχεν ἐν τῷ βίῳ παραμένοντος, ἀλλ’ ἐκ κρίσεως θ(εο)ῦ οὐχ ὑπερβαίνοντος τὸν παρ’ αὐτοῦ τεταγμένον χρόνον. ταῦτα δὲ οὐχ ὡς εἱμαρμέν[ης] κρατούσης λεκτέο(ν), ἀλλ’ ὡς τοῦ [θε]λήματος τοῦ θ(εο)ῦ ὅροις καὶ μέ[τρ]οις ἕκαστα διαταξαμένου.] [ε]ἰ δὲ καὶ κατὰ ἀλληγορίαν λέγε?[ι] τὸν ὑπὸ θ(εο)ῦ ἐναρέτως χειραγωγούμενον μὴ ὑπερβαίνε[ι]ν τὰ καθήκοντα διὰ τὸ μεμετρημένην εἶναι τὴν ἀρετήν, [ς]υνεπίσκεψαι. ἀπόστα ἀπ’ αὐ[τ]οῦ, ἵνα ἡσυχάσῃ καὶ εὐδοκήσῃ τὸν βίον ὥσπε[ρ] ὁ μισθωτός. ἐπεὶ δι’ ἐπιπόνω(ν) πάρεστιν αὐτῷ θ(εό)ς, τὸ ἀπόστα [εἴ]ρηκ[ε]ν ἀντὶ τοῦ παῦσον τὴ(ν) ὀργήν. τὸ γὰρ ἐγγίζειν θεὸν διάφορον, [κ]αὶ τὸ κατὰ μετουσίαν καὶ [τὸ κατ’ ὀργήν].
PG 39:1527τῶν γὰρ φίλων δι’ ἁμαρτίας πάσχειν αὐτὸν τιθεμένων καὶ οὕτω γε σκληρῶς εἰπὼν τὰ φθάσαντα, ὅτι ὀλιγόβιός ἐστιν ὁ ἄν(θρωπ)ος καὶ ὡς ἄνθος ἐκπῖπτον καὶ ὡς σκιὰ καὶ [ὡς] ὅτι λόγον αὐτοῦ ποιεῖται θ(εό)ς, παριστὰς αὐτοῖς, ὅτι οὐ δι’ ἁμαρτίας ἀνιᾶται, λέγει ὅτι ἀπόστα ἀπ’ αὐτοῦ. εἰ γὰρ τοσούτῳ πλήθει κακώσεων αὐτὸν ἐπιβάλλει, οὐκ [ἔχ]ει σχολὴν εἰς μετάνοιαν ὁ ἄν(θρωπ)ος. παιδεύει οὖ(ν) αὐτούς, ὅτι οὐ συνετῶς τοῦτο ὑπολαμβάνουσιν, διὰ τοῦ ἀπόστα ἀπ’ αὐτοῦ, ἵνα ἡσυχάσῃ. οὐδὲ γὰρ δύναται μετὰ τοσούτω(ν) περιστάσεω[ν] σχ[ο]λὴν ἄγειν οὐδὲ εὐδοκῆσαι [τὸ]ν βίον. [] ἵν’ ὡς μισθὸν ἐργάτῃ [ἀ]ποδῷ. ἄλλως τε αἰνίττεται· [εἰ] δι’ ἁμαρτίας ἔπασχεν, ἀρκο[ύ]ντως εἶχον αἱ ἐπιτιμήσε[ις,] ἵν’ ἐκ τούτου ἡσυχία γένητα[ι] καὶ ὡς μισθωτὸς λοιπὸν ἐργ[ά]σηται. ταῦτα δὲ ὡς πρὸς αὐ[τ]οὺς πάλιν εἴρηται δήλου τυγχάνοντος, ὅτι ἀνοχὴν δίδωσι θεὸς εἰς μετάνοιαν, ὡς τὸν Παῦλον λέγειν·
PG 39:1571ἢ τῆς ἀνοχῆς αὐτοῦ καὶ μακροθυμίας καταφρ[ο]νεῖς ἀγνοῶ(ν), ὅτι τὸ χρηστὸν τοῦ θ(εο)ῦ εἰς μετάνοιάν σε ἄγε[ι;] ὅτι δὲ τὸ ἡσυχάσαι ἀντὶ τοῦ παύσασθαι κακίας καὶ ἀρετὴν ἀναλαβεῖν λέγεται, δῆλον ἐκ τοῦ ἥμαρτες, ἡσύχασον καὶ ἐκ τοῦ γῆ ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν θεόν. οἱ γὰρ ἄν(θρωπ)οι ἔννοιαν λαβόντες, ὅτι κριτής ἐστιν ὁ θ(εό)ς, ἡσύχασα(ν) ἀπὸ τοῦ ἁμαρτάνειν. ἔστιν γὰρ δένδρῳ ἐλπίς· ἐὰν γὰρ ἐκκοπῇ, ἔτι ἐπανθήσει καὶ ὁ ῥόδαμνος αὐτοῦ οὐ μὴ ἐκλίπῃ. διὰ πολλῶν ἀποδείκνυσιν, ὅτι οὐ διὰ φαυλότητα ὑπέμεινεν τὰ ἀνιαρά, οὕτω σαφοῦς τοῦ λόγου γινομένου· καθ’ ὑπόθεσιν γὰρ τοῦτο οὕτως ἐχέτω· ἀρκούντως αἱ κολάσεις γεγένηνται ὡς καιρ[ὸν] ἔχειν τοῦ ἀποστῆναι. οὐδὲ γ[ὰ]ρ ἀπέγνωσται τὰ τῆς μετανοίας οὐδὲ θ(εὸ)ς ὡς ἀμεταβλήτου τῆς προαιρέσεως οὔσης ἀμέτρω[ς] κολάζει. ἔνκειται γὰρ ἡ ἐπιτηδειότης ἐν ταῖς ψυχαῖς, κἂν πολλὴ χύσις ἁμαρτημάτων γένηται· δύναται οὖν γενέσθαι μετάνοια. δένδρον δὲ τὸν ἄνθρωπον καλεῖ ὡς καὶ πολλαχοῦ τῶν γραφῶν, καθὸ εἴρηται· ἤδη ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρω(ν) κεῖται·
PG 39:1579πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτετα[ι] καὶ εἰς πῦρ βάλλεται. καὶ πάλι[(ν)·] [ἢ] ποιής[α]τε τὸ δένδρον καλὸ(ν) καὶ τοὺς καρποὺς αὐτοῦ καλούς, ἢ ποιής[α]τε τὸ δέ[νδρον] σαπρὸν καὶ τοὺς καρποὺς αὐτοῦ σαπρούς. τοῦτο δὲ ἅπαξ παραθέμενοι οὐκ ἀβασάνιστον αὐτὸ ἐάσομε(ν). οὐ γὰρ ὁ Σωτὴρ προστάττει σαπρόν τινι γενέσθαι δένδρον ἢ σαπρὸν καρπὸν ἐνεγκεῖν, ἀλλὰ τὴν ἑνὸς ἑκάστου ἕξιν φανερὰν διὰ τῶν ἐνεργειῶν εἶναι καὶ μὴ προκρίνει(ν) τούτου τὴν ὑπόκρισιν. ἔστιν δὲ καὶ ἑτέρως νοῆσαι τοῦτο· οἱ Ἰουδαῖοι ἔλεγον περὶ τοῦ Σ(ωτῆ)ρ(ο)ς· ἐν Βεεζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. διόπερ αὐτὸς ὁ Σ(ωτ)ήρ φησιν αὐτοῖς· ἢ ποιήσατε τὸ δένδρον καλ[ὸ]ν καὶ τὰ ἑξῆς. εἰ γὰρ τὸ ἐκβάλλει[ν] δαίμονας ἀγαθόν, ἀγαθὸς ὁ τ[ο]ῦτο ἐνεργῶ(ν), εἰ δὲ φαῦλος ὁ ἐν[ε]ργῶν, φαῦλο(ν) καὶ τὸ γεγενημένον. ἐὰν γὰρ γηράσῃ ἐν γῇ ἡ ῥίζα αὐτοῦ, ἐν δὲ πέτρᾳ τελευτήσῃ τὸ στέλεχος αὐτοῦ, ἀπὸ ὀσμῆς ὕδατος ἀνθήσει, ποιήσει δὲ θερισμὸν ὥσπερ νεόφυτον.
PG 39:1609τοῦ δένδρου εἰς τὸν ἄνθρωπον μετα[φερ]ομένου δῆλον ἔσται, ὅτι ἡ ψυχὴ ἀσθένειαν ὑπομένει, ἥτις διὰ τοῦ ἐὰν γηράσῃ ἐν γῇ ἡ ῥίζα αὐτοῦ δηλοῦται. ἔχει πάλιν προσδοκίαν μετανοίας, κἂν ἐν πέτρᾳ στέλεχος αὐτοῦ, δηλονότι τοῦ ἀνθρώπου, [τελευτήσῃ]. κἂν γὰρ [προσαράξῃ] τῇ ψυχῇ ἁμάρτημα ὥστε θάνατον αὐτῇ ποιῆσαι καὶ ἀπὸ τοῦ ὕψους τῆς ἀρετῆς αὐτὴν κατασπάσαι, ὅπερ τὸ στέλεχος δηλοῖ, ἀλλ’ οὐκ ἐκκόπτ[ε]ι τὴν εἰς ἀρετὴν ἐπιτηδειότητα, ὅπερ δηλῶ(ν) ὁ κύριος ἔλεγεν· ἡ βασιλεία τοῦ θ(εο)ῦ ἐντὸς ὑμῶν ἐστιν, σημαίνω(ν) τὴν ἐνκειμένην δύναμιν, ἥντινα καὶ τὸ παρὸν ἀνάγνωσμα διδάσκει. ἀπὸ ὀσμῆς ὕδατός ἐστιν ἀπὸ τοῦ λόγου τοῦ θείου εὐωδοῦς ὄντος. μύρον γὰρ ἐκκ[ε]νωθ[ὲν ὄ]νομά σου. ἀναλαμβάν[ει] π[οτὸν κ]αὶ νεάσει διὰ μετα[νοί]α?ς?, [ὥστε] καὶ θερισμὸν π?[οι]ῆσαι [καθὰ το]ὺς ἐξ ἀρχῆς [τοῦ] λόγου [ἀδι]απτώτως ἀκούο(ν)- [τας ὥ]στ[ε εἰ]πεῖν περὶ αὐτῶ(ν)· [ἐρχό]μεν[οι] δὲ ἥξουσιν ἐν ἀγαλ- [λιάς]ει αἴ[ρον]τες τὰ δράγματα [α]ὐτῶν.
[δῆλ]ον δὲ καὶ ἐκ τοῦ θ?[ερι]σμ[ὸν εἰ]π?ε?ῖ?ν ποιεῖν τὸ δέ[ν]δρον, [ὅτι οὐ] περὶ τοῦ αἰσθητο[ῦ] λέγε?[ται·] οὐ γὰρ θερίζεσθαι τὰ δ[έν]δρα εἴποι τις ἄν, ἀλ[λ]ὰ μᾶλ[λο]ν τρυγᾶσθαι, ὥςτε περὶ π?[όν]ω?ν ψυχῆς ἠμελ[η]μ[έ]ν[ης κ]αὶ ἐκ μετανοίας διὰ τὸν σω[τ]ήριον λόγον ἀναλαμπούση[ς] οἱ προτεθέντες εἴρηνται στίχοι. [] λόγου ἐκείνου, ὃν ὁ κ(ύριο)ς ὕδωρ καλῶν ἔλεγεν· ὁ πιστεύων εἰς ἐμέ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ἁλλομένου εἰς ζωὴ(ν) αἰώνιον. ἀνὴρ δὲ τελευτήσας ᾤχετο, πεσὼν δὲ βροτὸς οὐκέτι ἐστίν. ἐπίστησον, μὴ ἄρα πρὸς τὸ ἀπόστ[α] ἀπ’ αὐτοῦ, ἵνα ἡσυχάσῃ καὶ τὰ εἰς αὐτ[ὸ] εἰρημένα τοῦτο ἁρμόζει οὕτως· εἰ γὰρ δι’ ἁμαρτίας οἱ φίλοι ἔφασκον αὐτὸν ἀνιᾶσθαι, εἰκότως τὸ ἀπόστα ἀπ’ [αὐτοῦ] ἔλε[γεν] ἀ?[ν]- τὶ τοῦ ἔνδοσι[ν πον]η?[ρῶν] χ?ά?- ρισαι, ἵν’ ἐκ το?[ύτου γ]έν?[ητα]ι? τὸ ἡσυχάσαι?, [τουτές]τιν [τὸ ἐν γα]- λήνῃ ἐνάρε[τον γ]ε?ν[έσθαι τὴ(ν)] ψυχήν. εἶτα ἑξ?[ῆς] ὡ?ς ἂ?[ν εἰ ἀν]- τίθεσις ἠκολο?[ύθ]ε?ι ὅτ?[ι διὰ] τ?[ί] μὴ πάλαι, ἀλλ[ὰ ν]ῦ?ν μ[εταγι]- γνώσκεις πάλ?[αι ἁ]μαρτ[ί]ᾳ? ἐνεχόμενο[ς;3 ἐπ]ι?φέρ?[ει τ]ὸ?
PG 39:1643ἔστιν γὰρ δέ[νδρῳ] ἐλπ[ὶς κ]αὶ τὰ ἑξῆς, οἷς? ἑ?π?[όμε]νον [ἔ]θηκε(ν)· ἀνὴρ δὲ τελε[υτή]σας ᾤχετο καὶ τὸ μετ’ αὐτ[ὸ δ]η?λῶν?, [ὅτ]ι? ἕ?ως ἐν τῷ βίῳ τού[τῳ δ]ι?[αμέ]ν?ε?[ι,] κ?[α]- τὰ τὸν ῥάδαμ[νο]ν κ?[αὶ τὸ] δ?[έ(ν)]- δρον ἔχει τὴν [π]ροσδο?κ?[ί]αν τῆς μετανο[ία]ς?· ἐπὰν δ?ὲ? τ?ε?- λευτήσῃ, ἀκο[ύε]ι· νῦν μετανοεῖς, ὅτε οὐκ ἔστιν καιρὸς μετανοίας, ἵν’ [ᾖ] ὅμοιον τῷ μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶ(ν) μου. οὐ γὰρ κατὰ τοὺς ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότας μόνον [καὶ] ἄχρι τῶν ἐνταῦθα οἴεται εἶναι τὴν διαμονὴν ὁ ἅγιος ἐν τοῖς ἑξῆς λέγων· ὑπομενῶ, ἕως πάλιν γένωμαι. χρόνῳ δὲ σπανίζεται θάλαςσα, ποταμὸς δὲ ἐρημωθεὶς ἐξηράνθη. πρό[ς]σχες, εἰ καὶ ταῦτα τῇ φθασάσῃ διανοίᾳ ἁρμό- [ζει] τ?ρόπ?[ον] ἀ?λέξοντα ἀναύ- [δως ε]ἰ?π?[όντ]ω?ν· ἕνεκα ἁμαρ- [τημ]άτω[ν τί]ν?ων δίκας, τί δὴ [λέγ]ε?ι?ς ὅτ?[ι ἔστι]ν γὰρ δένδρῳ [ἐλπ]ίς;3 οὐ [γὰρ ο]ἴ?ονται τὴν το- [σαύτ]η?ν τ[ῆς κ]ακίας ἀναστῆ- [ναι] φορ[άν,] πρὸς ὃ δεῖξαι βουλ[όμ]ενο[ς, ὅτι] καὶ οἱ ἐν πολλο[ῖς] κ?[ακ]οῖς [ἐνεχό]μενοι δυνατ[οί εἰ]σιν [εἰς με]τάνοιαν ἐλθεῖ(ν), ἐπήγαγ[εν· χρό]νῳ δὲ σπαν[ί]- ζε[τ]αι θά[λασς]α.
PG 39:1645ὁ γὰρ τρόπος κα?[ὶ τ]ὸ ἦθ?[ος τ]ὸ θαλάσσῃ καὶ τ[ῷ] ἀ?- [στάτ]ῳ τ[οῦ κλ]ύδωνος ἐοικὸ[ς] [!!!!!]τ?[!!!!]τ?ε κατάστασιν [!!!!]ι?ου[!!!]νον λόγῳ, ὡσαύτω?[ς] κ?αὶ π[οτ]αμός, ὃς δηλοῖ [τὰ ῥε]υς?τὰ [το]ῦ βίου πράγματα, [ἐρη]μωθ[εὶ]ς? τοῦ ἐνεργοῦν- [τος ξ]ηρα[ί]νεται τοῦτο ποιοῦ(ν)- το[ς τ]οῦ διδασκαλικοῦ λόγου. ἄ[νθ]ρωπος δὲ κοιμηθεὶς ο[ὐ μ]ὴ ἀναστῇ, ἕως ἂν ὁ οὐ(ρα)νὸς οὐ [μ]ὴ συνραφῇ, καὶ οὐκ ἐξυπνισθήσονται ἐξ ὕπνου αὐ[τ]ῶν. εἰ γὰρ ὄφελον ἐν ᾅδῃ με ἐφύλαξας, ἔκρυψας δέ με, [ἕ]ως ἂν παύσηταί σου ἡ ὀργὴ καὶ τάξῃ μοι χρόνον, ἐν ὧι μνείαν μου ποιήσῃ. ἔμφασίς ἐστιν δηλουμένη ἐκ τῶ(ν) προκειμένων τοῦ μεγέθους τῶν ἀνιαρῶν, ἐξ οὗ παρίστησιν τοῖς φίλοις ἐπ?[ίν]ο?ιαν [τῆς α]ἰ?- τίας τῶν ἐπαγ[ομέ]ν[ων οἰο]- μένοις, ὅτι το?[σαύτ]η ἐπ?[ιτιμί]- α οὐκ ἐγίγνετ[ο μὴ ἁ]μαρτ?[όντι.] δείκνυσιν δέ, [ὅτι ὑ]περβ[ολικῶς] ἠνιάθη, ἐκ το[ῦ αἱρ]ε?τωτ?[έραν] τὴν ἐν ᾅδῃ [διατ]ρ?ιβὴ[ν καὶ φ]υλακήν, οὐ τὴν [κατὰ] κόλα[σιν, ἀ]λ?λ’ [ ] ἐπὶ τῶν φυλ?[!!!!!]!α![!!!!]!αι κρυφθησόμ[ενον] ἐ?ντα?ῦ?[θ]α?, ἕως ἂν παρέ?[λθῃ ἡ] ὀργή, [ἐ]π?αγ?- γελλομένου? [θ(εο)ῦ μ]νη[μο]ν?εύειν αὐτοῦ, ἵν’ ᾖ?
PG 39:1657[σα]φ?ές[τερ]ο?ν λέγων, ὅτι τὸ?[ν τῆ]ς ἀν?[αστάς]ε?- ως καιρὸν ἐν τ[ῷ ᾅδ]ῃ [μᾶλ]- λον ἐκδέξασθ[αι] !οιη?[!!! αὐ]- τὸν ἢ τοσαύτας [ὑ]π?ομ[εῖν]αι ἀλγηδόνας. κα?[ὶ γ]ὰρ τῷ [ὄντ]ι? [ ] ἐν ᾅδῃ τυγχάνων καθ’ [ἕκα]- στα δίκαιος κατὰ τὸν π?[ρὸ τῆς] ἐπιδημίας τοῦ Χ(ριστο)ῦ χρό[νο]ν βέλτιον διάγει ἅτε το[ῦ ἐ]π?ικήρου καὶ νοσώδους ἀ[πη]λλαγμένος σώματος μέλ[λω]ν αὐτὸ ἄφθαρτον ἀπολα[β]εῖν. μόνος γὰρ ὁ Σωτὴρ κα[τὰ] τὸν ἄνθρωπον οὐχ ὑπέκειτο τῶι ἐν ᾅδῃ εἶναι, εἰ καὶ ἐκεῖ γέγονε δι’ ἄλλους. εἴρηται γὰρ ἐκ προσώπου αὐτοῦ· ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος. καὶ γὰρ [τοὺς μὲν ἁ[γί]ους φωταγωγοὶ ἀπ[ά]γου[σιν] ἄγγελοι, τοὺς δὲ φαύλους ς[κότ]ι?οι.] ὁ δὲ Σωτὴρ οὔτ?[ι] ἀγγέλω[ν ἐδ]εήθη ἐλεύθερος ὢν κα[ὶ δε]σπότης αὐτῶ(ν) καὶ παρ’ α[ὐτῶ]ν διακονούμενο[ς] καὶ χ[ειραγ]ωγούμενος. εἶπεν γο[ῦν· ο]ὐδεὶς αἴρει τὴ(ν) ψυχήν [μου ἀπ’] ἐμοῦ, ἀλλ’ ἐγὼ τίθημι [αὐτὴν] ἀπ’ ἐμαυτοῦ. ἀλλὰ καὶ ἐ[ν τῷ] Ἄσματι τῶν ᾀσμάτω[ν διὰ] συμβόλων τὸ(ν) θάνατο[ν ς]μύρναν καλῶν φησιν δει[κνὺ]ς ἑαυτοῦ τὸ ἐλεύθερον· π[ορε]ύσομαι ἐμαυτῷ πρὸς τὸ [ὄρος] τῆς σμύρνης.
ἀλλὰ καὶ τὸ τῶν ἐθνῶν οὐδείς ἐστιν ἀνὴ[ρ] μετ’ ἐμοῦ δείκνυσιν αὐτοῦ [κ]αὶ κατὰ τὸν ἄνθρωπον τὸ ἀπροσδεές. φέρεται ἀντὶ τούτου ἑτέρου ἑρμηνευτοῦ ἐγὼ μόνος ἐξέπιον τὸ κεραμύλλιον. ἀλλὰ καὶ Πέτρου λέγοντος· ὑπὲρ σοῦ τὴν ψυχὴ(ν) θήσω ἐπιτιμῶν εἶπεν· ὑπὲρ ἐμοῦ τὴν ψυχὴν θήσεις; πρὶ(ν) ἀλέκτορα φωνῆς[αι] τρίς με ἀπαρνήσει. ὅτι ἀπ’ ἀγγέλω(ν) φωταγωγοῦνται οἱ ἅγιοι καὶ πρὸς τῶν σκοτίων δαιμόνων οἱ φαῦλοι, εἴρηται· ἄφρων, ταύτῃ τῇ νυκτὶ ἀφαιροῦσιν τὴν ψυχήν ς[ου] ἀπὸ σοῦ, δηλονότι κολαστα[ί.] περὶ δὲ Λαζάρου εἴρηται· ἐγ[ένε]το δὲ ἐ[ν] τῷ ἀποθανεῖν τὸ[ν πτ]ωχὸν [κ]αὶ ἀπ[ε]νεχθῆνα[ι ὑπ]ὸ τῶν ἀγγέλων εἰς κόλπο[ν Ἀ]βραάμ, δῆλο[ν] δὲ ἀπὸ ἀγγέλω[ν ἀγ]αθῶν. [ἐ]ὰ[ν] γὰρ ἀποθάνῃ ἄ[νθ]ρωπος, ζήσεται συντελές[ας τὰ]ς ἡμέρας τοῦ βίου αὐτο[ῦ. [οὐκ ἀ]πεικότως αἱρετωτέραν [τὴν] ἐντεῦθεν ἀπαλλαγὴν [τῆς ἐ]πωδύνου ζωῆς τίθεται] [πεπ]εισμένος περὶ τῆς τῶν ν[εκ]ρῶν ἀνα- [ς]τάσεως καὶ [εἰδ]ώς, ὅτι κάλλιόν ἐστιν τὸ ἀνα[λῦς]αι καὶ σὺν Χ(ριστ)ῷ εἶναι, λέγων·
PG 39:1661[ἐὰ]ν γὰρ ἀποθάνῃ ἄνθρωπ[ος,] ζήσεται συ(ν)- τελέσας τὰς ἡμ[έ]ρας τοῦ βίου αὐτοῦ, ἐξ οὗ παρί[ς]τ[α]ται καὶ δόγμα περὶ ἀναστάσεως καὶ κρίμα τῆς ἑκάστου ζωῆς ἐν τῷδε [τῷ] βίῳ οὐκ εἰκαίως καὶ ὡς ἔτυχε(ν) συμβαίνοντος τοῦ θανάτου.] εἰ δὲ καὶ τὸ συντελέσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ δύναται τὰς πρὸ τῆς ἀναστάσεως ἡμέρας δηλοῦν, μεθ’ ἃς ἡ αἰώνιος ζωὴ διαδέξεται, συνεπίσκεψαι. ὑπομενῶ, ἕως ἂν πάλιν γένωμαι. τῇ αὐτῇ ἀκολουθίᾳ τῶν λόγων καὶ τὰς τῶν προδιαλεγομένων αὐτῷ[ν] δόξας ἀντιδ[ο]ξ?ούν[των] τίθεται καὶ τὰς ἀληθεῖς, ἵν[α] παραλλήλων αὐτ[ῶν] κ?[ει]μένω?[ν ὁρ]ῶμεν, ποῖαί εἰ[σι(ν)] [αἱ ἀ]ν?ασκ[ευαζ]ό?μεναι καὶ ποῖ[α]ι [αἱ κα]τας?[κευαζ]όμεναι. ὡς πρ[!] [!!!!]! μὲ?[ν γὰ]ρ? ἔλεγεν πρὸς τὴ(ν) δό[ξα]ν ἐ[κείν]ων τὴν ἐσφαλμένην· ἄν[θρω]πος δὲ κοιμηθ[ε]ὶς οὐ μὴ ἀ[ναστῇ] καὶ ἀνὴρ τελευτήσας ᾤ[χετο,] πεσὼν δὲ βροτὸς οὐκέτι ἐ[στιν. οὐ] γὰρ οὕτως εἶχε(ν) ἡ τοῦ ἀν[θρώ]που φύσις ὡς ἐκεῖνοι ἐνόμ[ιζο]ν, [ὅτι] μέχρι τῆς παρούσης ζωῆς? [ἔχ]ω?ν τὴν ὑπόστασιν ἄνθ[ρω]πος ἀποβαλὼν ταύτην τὴν [ζ]ωὴν οὐκέτι ἔστιν ὡςαύτως το[ῖς] ἀλόγοις ζῴοις.
PG 39:1665τῶ(ν) γὰρ ἀλόγω[ν] ζῴων αἱ ψυχαὶ συνσπείρον[ται] τοῖς σώμασιν αὐτῶν, διὸ καὶ συνφθείρονται. ἐπειδὴ δὲ ἡ τοῦ ἀνθρώπου οὐ συνσπείρεται, οὐδὲ συνφθείρεται· ἀθάνατος γάρ ἐστιν. καὶ ἐπεὶ οἱ φίλοι οὐ διέκειντο, ὡς ἔστι διὰ ἀγῶνα ἐπίπονα συνβαίνειν καθὼς αὐτῷ τῷ μακαρίῳ, λογιζόμενοι αὐτὸν διὰ ἁμαρτίας πάσχειν, πρὸς τὴ(ν) ἐκείνων δόξαν ἐναντιούμενος λέγει τὸν λογισμὸν τοῦ φέρειν τὰ ἐπίπονα εἶναι τὸ πάλι(ν) γενέσθαι. ὑπομενῶ, γάρ φησιν, ἕως πάλιν γένωμαι, σημαίνω(ν) τὴν ἀνάστασιν, ἣ?[ν ο]ὐ? παρα?δέχονται οἱ συνφ[θει]ρομένην λέγοντες εἶν?[αι τὴ]ν ψυχ[ὴν] καί τινες τῶ[ν !!]!ατ[!!!!] τιθεμένων τ?[!!!!]!ς?![!!!!] φύσιν ἀπολο?[!!!]!ς?α?![!!!!!] δὲ τὸ ὑπομεν[ῶ, ἕ]ως ἂ[ν] πάλι[(ν)] γένωμαι το[ῦ ἐὰν] γὰρ ἀποθάνῃ ἄνθρωπ[ος, ζής]εται [ς]υντελέσας τὰς ἡμ[έρας τ]οῦ βίου αὐτοῦ. ταύτης τῆς [ὑ]π?[ολή]μ?ψεως ὑπάρχων καὶ ὁ μακ[άριος] Παῦλος ἔγραψεν· εἰ ἐν τ[ῇ ζω]ῇ ταύτῃ ἠλπικότες ἐσμὲν [μό]νον, ἐλεεινότεροι πάντ[ων] ἀνθρώπω(ν) ἐσμὲν καὶ εἰ κα[τὰ] ἄνθρωπο(ν) ἐθηριομάχησα [ἐ]ν Ἐφέσῳ, τί μοι τὸ ὄφελος, ε[ἰ ν]εκροὶ οὐκ ἐγείρονται;
PG 39:1667οὕτως ὡς πρὸς τὴν δόξαν τῶν φίλων μὴ τιθέντω(ν), ὅτι δι’ ἀρετὴν ἔστιν πάσχειν, τὸ ἄνθρωπος δὲ κοιμηθεὶς οὐ μὴ ἀναστῇ ἐλέγετο, τὸ δὲ ὑπομενῶ, ἕως ἂν πάλιν γένωμαι ἐναντιουμένου τῇ γνώμῃ τῶν φασκόντων· φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν. τὸ δὲ ἕως πάλιν γένωμαι διεξοδευτέον οὕτως· γένεσίς τίς ἐστιν ἡ ἀνάστασις. διὰ γὰρ τοῦτο παλινγενεσία πρὸ[ς τοῦ] Σ(ωτῆ)ρ(ο)ς εἴρηται. καὶ γὰρ ἡ μὲν [πρ]οτέρα γένεσις διά?- φ?[ορ]ο?ν ἔχ?[ουσα] τρόπον κατὰ με?- τ?[αβο]λ?ὴν? [ὕλης] συνίστατο, ἢ τοῦ χ?[οῦ ὡ]ς? ἐ?[ν τῷ π]ρωτοπλάστῳ [ἢ τῆς πλευρᾶς] ὡς ἐν τ[ῇ] Εὕᾳ ἢ? [τῶν] ς?π?[ερμ]ά?των ὡς ἐν τοῖς [γεν]ν?η?[θεῖσι]ν ἢ ἀπὸ παρθέν[ο]υ? χω?ρ?[ὶς σπέ]ρ?ματος τρεψά- [σης] τι αὐτ?[ῆς εἰς] τὸν σωτήριον ν?α?όν, ο?ὕ?[τω γι]νομένης τῆς μεταβολ[ῆς. ο]ὕ?τ?ω καὶ τῆς ἀναστάσεω[ς καιρ]ὸ?ς? ἢ εἰς χοῦν τοῦ σώματος [με]ταστάντος ἢ εἰς ἕτερόν τ?[ι κ]α?τὰ μεταβολὴν τούτων ἐ[γεί]ρει ἄφθαρτον τὸ ἀνιστάμεν[ο]ν σῶμα. γένεσις ἄρα τίς ἐστι[ν.] εἶτα καλέσεις, ἐγὼ [δέ] σοι ὑπακούσομαι.
PG 39:1669[δεῖξαι βουλόμενος, ὅτι οὐ μόνον τὸ σῶμα ἀνίσταται, ἀλλὰ καὶ ἡ ψυχὴ τὰς ἐννοίας τὰς περὶ θ(εο)ῦ ἔχουσα, φησὶν τὸ εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι. τὸ γὰρ ὑπακοῦσαι θ(εο)ῦ καλοῦντος λογικῆς οὐσίας οἰκεῖον.] τὰ δὲ ἔργα τῶν χειρῶν σου μὴ ἀποποιοῦ. [διδάξας περὶ ἀναστάσεως τοῦ ὅλου ἀνθρώπου καὶ τῆς ἀθανασίας τῆς ψυχῆς παιδεύει τοὺς φίλους πρὸς τὸ μὴ νομίζειν εὐτελῆ αὐτὸν παρὰ θ(ε)ῷ κεκρίς[θαι.]] ἠρίθμησας δέ μου τὰ ἐπι[τηδ]εύματα καὶ οὐ μὴ παρέλ[θῃ σε οὐ]δὲ[ν τῶν] ἁμαρτιῶν μ[ου. [ἀν]απ[όδρα]ς?τ?[ο(ν)] αὐτοῦ τὴν γ[νῶσιν] διδ[άς]κω(ν) διὰ τούτων ἔ[τι καὶ τρόπον τι]- νὰ παιδεύε[ι τοὺς φίλους δι]- ακειμένου[ς, ὅτι δι’ ἁμαρτίας] πάσχει, πῶ[ς χρὴ] με?τ?α?[νοε]ῖ?(ν) καὶ μὴ ἀλαζο[νεύε]ς[θαι τ]ῇ? [ἐν]υ?- παρχούσῃ κ[αθαρό]τ[η]τ?ι?, [με]- τριότητος ἕν?[εκα] τ?ῆ?[ς ἑαυτοῦ] καὶ τοῦ ἐκείν[ους δι]ε?[γ]ε?[ίρειν] εἰς μετάνοι?[αν τα]ῦ?τ?α? λ?[έγων.]] ἐπεσημήνω [δέ, εἴ τ]ι ἄκω?ν? π?[αρ]- έβην. ὡς πρὸ[ς αὐτ]οὺς?
PG 39:1671πά?λιν [λέγει ταῦτα] διακειμένου[ς] ὡς ἁμαρτ?ό(ν)- τα αὐτὸν ταῦτ[α] ὑφίστασθαι καὶ μετριότητ[ι] καὶ πρὸς παίδευσιν αὐτῶν εἰς τὸ μιμήσασθαι αὐτὸν οὕτω καθαρὸν ὄντα καὶ μετανοίας προφέροντα ῥήματα. ἐσφράγισας δέ μου τὰς ἀνομίας ἐν βαλλαντίῳ. [τουτέστιν· ἐμπεριείληφας αὐτῶν καὶ τὴν ποι[ότη]τα καὶ τ[ὸ]ν ἀριθμόν.] ὅμοια δὲ τῶν προλαβόντων καὶ ταῦτα νοῆσαι δεῖ. καὶ πλὴν ὄρος πῖπτον πεσεῖται. πιστεύων τῷ πάντων αἰτίῳ, ὅτι κατορθώσει τὸν ἀγῶνα συ(ν)- τριβέντος τοῦ ἐξαιτησαμένου ὄρου[ς ἐ]νταῦθα καλο[υ]μένου, φη?ς?ὶ?(ν?) αὐ[τοῖς ὅ]τ?ι ἀσθενήσε[ι] οὕτως? ὡς ἐ?κ?- πί?[πτ]ειν τῆς προσδοκίας, ἣν πρ?ο?[ς]- εδ[όκησε]ν, ἑλεῖν με [πειρ]ώμε[νος.] ν[!!!! γὰ]ρ καὶ παντ[!!!]αιτη?[ ] ρ?η?[!!!!]!σιν, ὡς προείρ[η]ται, ἀλ[λ’] οἶ?[δεν,] ὅ?τι διαπεσεῖται τ[ο]ῦ ἀντ[ι]- κε?[ιμέ]νου τὸ βούλευμα. κ?α[ὶ πέ]τρα παλαιωθήσεται ἐκ τ?[οῦ] τ?[όπου] αὐτῆς. [κἂν πέτρ[α] οἴηται ε[ἶναι ὁ] ἀντικείμενος, ἀλλὰ παλ[αι]ωθήσεταιἀντὶ τοῦ ἕωλος ὀ?[φ]θ?ή?σεταιτῆς κατορθώσεως φ?α?ν?[εί]σης.
PG 39:1673πέτρα δὲ εἴρηται δ?[ιὰ] τὸ φαντασίαν [ἐξ]αποστ?[έλ]- λ?[ειν ὡ]ς ἀκαταμάχη?τ?[ο]ς καὶ διὰ [τὸ σχ]ηματίζεσθαι [εἶ]ναι Χ[(ριστὸ)ς] [καὶ] μιμητὴς τῆς ἀληθο[ῦς] π[έτρ]ας,] περὶ ἧς εἴρηται· ἡ δὲ π[έτρ]α ἦν ὁ Χριστός. τόπον δὲ ἐν[τα]ῦθα τὴν κατάστασιν [καλεῖ], κ?αθ?’ ἣν? [ἑ]λεῖν βούλετα[ι] τὸν ἐνάρετ[ο]ν. ὅτι δὲ ὁ τόπο[ς] [λέγεται καὶ] ἀντὶ βαθμοῦ, εἴρηται ἐν ταῖς Πράξεσι(ν)· δέσποτα καρδιογνῶστα πάντων, ἀνάδειξ[ο]ν ἕ?[ν]α λαβεῖ(ν) τὸν [τ]όπον τῆς δια[κ]ονίας τ?[α]ύτ[ης] ἀφ’ ἧς παρέβη Ἰ[ο]ύδας. εἰ? δ[ὲ κ]αὶ μετὰ τ[ὸ ε]ἰπ?ε[ῖ]ν ὅτ[ι] ἐς?φ?ράγις[α]ς δέ μου τὰ[ς] ἀνομίας ἐν βαλλαντίῳ κα[ὶ] ὡς περὶ ἁμαρτ[ωλ]οῦ ἑαυτοῦ [εἰ]ρηκ[έ]ναι τὰ π[ρο]εκτεθέντα ἐπήγαγεν τὸ πλ[ὴ]ν ὄρος πῖπτον π[ε]σεῖται καὶ πέτρα παλαιωθήσεται ἐκ τοῦ τόπου αὐτῆς δηλῶν ὅ[τι κ]ἂν ὄρο[ς] διὰ ὑπερηφανίαν ἤγ?[ου]ν? διὰ σκλη[ρ]ότητα γένητα[ι, ἔστ]αι α[ὐ]- τοῦ [ἡ κατ]άγνωσις, συν[επίσκ]εψ[αι.] λίθου[ς] ἐλέαναν ὕδατ[α καὶ κ]ατ[έ]- κλυ[ς]εν ὕδατα ὕπτια [τοῦ χ]ώ?μ[α]- τος τῆς γῆς· καὶ ὑπομ[ονὴ]ν? ἀ[ν]- θρώπου ἀπώλεσας; [β[εβαι]οῖ διὰ τ[ο]ύτων τὰ προειρη[μέ]να δεικνύς, ὅτι μετάνοια [ἰσχύε]ι.
PG 39:1675δ[ι]- ὰ γὰρ τοῦ λίθους ἐλέαν[αν ὕ]δατα παρίστησιν, ὅτι ὁ μεταν[οία]ς ἀρχόμενος ἐπιμέν[ω]ν τ[ο]ύτῳ κ[α]τὰ τὸ ὕδωρ τὸ π[εριαιρο]ῦ?[(ν)] τοῦ λ[ί]θου τὰ περιττὰ τ?[ῆς ἁμαρτί]- ας ἑαυτὸν ἀπαλλάττ[ει ὡς μ]ηκέτι ἔχειν τὴν ἀπ’ αὐ[τῆς τρ]αχύτητα καὶ καθάπερ ἐ[ν ὑπτί]- ῳ χωμάτων κειμέν[ων τὸν] κατακλυσμὸν τῆς ἁμ[αρτί]α?[ς] ἐργάζεται.] εἰ δὲ ταῦτα [το]ῦτο[ν] ἔχει τὸν τρόπον, μὴ ἀ[πο]γίγν[ω]- σκε ὑπομονὴν ἀνθρ[ώ]πο[υ] μηδὲ λέγε, ὅτι αὕτη ἀπόλλυτ[αι] ὑ ὦσας αὐτ[ὸ]ν καὶ εἰς τέλος ᾤχ?ε?το. μετάγ[ε]ι τὸν [λ]όγον ἐπὶ τ[ὸν] θ?(εό)ν?. μετὰ γὰρ τὸ εἰπεῖν, ὅτι με[τά]ν?ο?ι?- α δυνατὴ καὶ ὡς οὐ δεῖ ἀπογ[ι]- γνώσκειν ὑπομονὴν [ἀνθρώ]- που, ἐπάγει τὸ ὦσας αὐ[τὸ]ν? καὶ εἰς τέλος ὤιχετο παιδ[ε]ύ?ω?(ν?), ὅτι εἰ μὴ θ(εὸ)ς ς[ύ]νεργος ᾖ, μάτην τὰ τ[ῆς ὑ]πομονῆς. ἐὰν γὰρ μὴ κ(ύριο)ς οἰκ[οδο]μήσῃ οἶκον, ε[ἰ]ς μάτην ἐκ[οπί]ασαν οἱ οἰκοδομοῦντες αὐ[τόν.] ὠθεῖ δὲ θεὸς [οὐ] τὸ?ν ἀνάξι[ον, ἀ]λ?λὰ τὸν ὑπο[κ]ε?ί?μ?ενον το[ιού]τ?ῳ τρόπῳ λέγων· ἀποχωρεῖτε ἀπ’ ἐμοῦ, ἐργάται ἀνομί?[α]ς, οὐδέποτε ὑμᾶς ἔγνων. ἐπ[ές]τησας αὐτῷ τὸ πρόσωπον κ[αὶ] ἐξαπέστειλας. εἴρηται·
PG 39:1679πρόσωπον κ(υρίο)υ ἐπὶ ποιοῦντας κα?κά· καὶ πάλιν οἱ ἅγιοι εὐχόμενοί φασιν· ἐπίφανον τὸ πρός[ωπό]ν σου καὶ σωθη[ς]όμεθα· [κ]αὶ [ἐ]ν ἄλλοις· ἐπιφάναι τὸ πρόσω[πο]ν αὐτοῦ ἐπὶ σὲ καὶ δῴη σοι [εἰρ]ήνην. ἐπὰν οὖν διὰ πολλὴ[ν] μακροθυμίαν θ(εο)ῦ ἀναι- [ς]θ[ητ]ῶν ὁ ἁμαρτάνων ἐμμένῃ [τ]οῖς σφάλμασιν, μὴ οἰηθῇ [εἶ]ναι θ(εό)ν, ἀλλὰ δόξῃ λανθάνειν, καὶ λέγῃ· σκότος καλύπτει με πάντοθεν καὶ οἱ τοῖχοι, τίς με ὁρᾷ;, ὁ θ(εὸ)ς λέγων· θ(εὸ)ς ἐγγίζων εἰμὶ καὶ οὐ θ(εὸ)ς πόρρωθε[ν.] μὴ κρυβήσεταί τις ἐν κρυφ[αίο]ι?ς κἀ[γ]ὼ οὐκ ὄψομαι αὐτό(ν); οὐ[χ]ὶ τὸν οὐ(ρα)νὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κ(ύριο)ς ἐπιστήσας τ[ὸ] πρόσωπον αὐτοῦ τῷ ἁμαρτ[ά]νοντι ἐξαποστέλλει αὐτό(ν), [ἀ[ν]τὶ τοῦ ἀλλότριον ἑαυτοῦ αὐτὸν ἀποδείκνυσιν,] κατὰ τὸ ἀπώσεται αὐτοὺς ὁ θ(εό)ς, ὅτι οὐ[κ εἰ]σήκουσαν αὐτοῦ, καὶ ἔσοντ[αι πλ]ανῆται ἐν τ[ο]ῖς [ἔθνεσιν] κ[αὶ τ]ὸ? ὡςεὶ τρ[αυ]ματίαι ἐρριμμέ[νοι] κ?αθ[εύ]- δοντε[ς] ἐν τάφῳ, ὧν ο?[ὐκ ἐ]μ?ν?[ή]- σθη[ς] ἔτι, καὶ αὐτοὶ ἐκ τῆ[ς χ]ειρ[ός] σου ἀπώσθησαν.
PG 39:1681πολ[λ]ῶν δὲ γενομένων τῶν υ[ἱ]ῶν αὐτοῦ οὐκ οἶδεν, ἐάν τε ὀλ[ί]γοι γένωνται, οὐκ ἐπίστα[τα]ι. ἐπίστησον, μὴ τὸ ἀκατάλημπτον τῶν κριμάτων το[ῦ θ](εο)ῦ ταῦτα δηλοῖ. ἀλλ’ ἢ αἱ σάρκες αὐτοῦ ἤλγησαν, ἡ δὲ ψυχ[ὴ] αὐτοῦ ἐπένθησεν. παρίστησιν, ὅτι τῆς ὀργῆς κατὰ τοῦ ἁμαρτάνοντος χωρούσης κατὰ τοὺς ἀπορρήτους λόγους τῆς προνοίας ἀλγεῖ μὲν ὁ περιπίπτων καὶ πενθεῖ, ἀγν[ο]- εῖ δὲ τοὺς λόγους τῆς παραδό[ς]εως. ταῦτα δὲ παιδευτικὰ πρ[ὸ]ς τὸ μὴ λέγειν τοὺς φίλους ὡς εἰδότας, ὅτι δι’ ἁμαρτίας πάσχε[ι.] ἀλγεῖ μὲν οὖν καὶ ὀλοφύρετα[ι] ὁ μὴ ὑπομένων, ὅτε ἀνίαις περιπίπτει, ὁ δὲ ἀνδρεῖος, κἂν ἐπαίσθηται τῶν ἀνιαρῶν, ἀλλὰ φέρει γενναίως πρὸ[ς] τὸν σκοπὸν ἀπο[β]λέπων. [ἀ]λγεῖ μὲν γὰρ μόν[ο]ν ὁ πρὸς μ[ηδ]ὲ(ν) ἀφορῶν χρηστὸν ἢ ὠφ[έλ]ιμο(ν), ἐὰν θλίβηται. ὁ δὲ ἐνάρε[τ]ος ὡς στεφανίτης ἀθλητὴς οὐδὲν ἡγεῖται τὰ ἐπίπονα διὰ τὴ(ν) τοῦ [ς]τεφάνου προσδοκίαν. [ ὑ]πολαβὼν δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης λέγει· πότερον ὁ ς[οφ]ὸς ἀπόκρισιν [δ]ώσει συνέσεω[ς] πν(εύματο)ς;
PG 39:1687καὶ [οὗ]τος τῆς αὐτῆς ὑπάρχων διαλήμψεως καὶ οἰόμενος, ὅτι δι’ ἁμαρτίας πάσχει, ἄρχεται τῶν λόγων φάσκων, ὅτι σοφοῦ ἐστιν μετὰ συνέσεως ἀποκρίνεσθαι, αἰνιττόμενος, ὅτι ὁ Ἰὼβ οὐ μετὰ συνέσεως ἀποκρίνεται. φορτικὸς οὖν καὶ οὗτος πλήττων τὸν ἅγιον ἐπὶ ἀσυνεσίᾳ. καὶ ἐνέπλησεν πόνον γαστρὸς ἐλέγχων ῥήμασιν, οἷς οὐ δεῖ, καὶ ἐν λόγοις, οἷς οὐδὲν ὄφελος. ὡς εἴρηται, πληκτικῶς ἄρχεται· φησὶν γάρ, ὅτι τῶν μὲν σοφῶ(ν) ἐστιν συνετῶς ἀποκρίνεσθαι, ἐνέπλησεν δὲ πόνον γαστρὸς ἐλέγχων ῥήμασιν, οἷς οὐ δεῖ, [ἀντὶ τοῦ ἐκ τῶν πόνων, ὧν ἐν καρδίᾳ ἔσχεν καὶ κατασχεῖ(ν) οὐ δεδύνηται, προφέρει ῥήματα, ἃ μὴ δεῖ, καὶ τοὺς λόγους, οἷς μηδὲν ὄφελος,3 διαχλευάζω(ν) αὐτοῦ τοὺς λόγους ὡς ἀνηνύτους καὶ μάτην ἐκπεμφθέντας.] οὐ καὶ σὺ ἀπεποιήσω φόβον; βεβαιοῦται τὰ προειρημένα· ἐλέγχει γὰρ αὐτὸν δῆθεν ὡς μὴ ἐσχηκότα φόβον, δῆλο(ν) δὲ ὅτι τὸν θ(εο)ῦ, ὑποβάλλων πάλι(ν) καὶ οὗτος, ὅτι διὰ τὸ μὴ ἐσχηκέναι φόβον, ἀλλ’ ἐν ἁμαρτίαις γεγενῆσθαι ταῦτα πέπονθεν, καὶ ὅτ[ι μὴ] φόβον ἔχοντος τὸ το[ι]- ούτοις χρῆσθαι λόγοις.
PG 39:1689θρα[ς]εῖς γ?ὰ?[ρ] αὐτοὺς ἐνόμιζον ἀγν[ο]οῦντες αὐτοῦ τὴν ἀρετὴν οἰόμενοι, ὅτι ἀποποιησάμενος τὸν φόβον ταῦτα λέγει. συνετέλεσας δὲ ῥήματα τοιαῦτα ἔναντι κ(υρίο)υ; [ἴσως διὰ τὸ εὐπαρησίαστον αὐτοῦ τῶν λόγω(ν), οὓς προέφερεν ἀπὸ καθαροῦ τοῦ συνειδότος, ταῦτα λέγει, ἅπερ οὗτος νομίζει ὡς βλάσφημα,] ψευδῆ ἀρχὴν ὑποτιθέμενος τὴν ὅτι δι’ ἁμαρτίας πάσχει. ἔνοχος εἶ ῥήμασιν στόματός ς[ο]υ. [θρασέως αὐτῷ διαλέγεται ὡ[ς] πρὸς μὴ δίκαιον προφέρων τοὺς λόγους. οἴεται δὲ καὶ ἐκ τῶ(ν) αὐτοῦ λόγων ἐλέγχειν αὐτὸ(ν) φάσκων ὅτι ἐκ τῶν σεαυτοῦ ἐλεγχθήσει λόγων.] οὐδὲ διέκρινας ῥήματα δυναστῶν. συνεπίσκεψαι, μήποτε δυνάστας λέγει τοὺς ὑπερέχοντας συνέσει ἤτοι κατὰ τὸν αὐτοῦ καιρὸ(ν) ἢ κατὰ τὸν πρὸ αὐτοῦ, καθὰ λέγεται ἐν τοῖς ἔνπροσθεν· ἐπερώτησον γὰρ γενεὰν πρώτην, ἐξιχνίασον δὲ κατὰ γένος πατέρων, ἵν’ ᾖ ὃ λέγει τοιοῦτον· οὐ διέκρινας τὰ τῶν σοφῶν ῥήματα ὥςτε δι’ αὐτῶν ῥυθμί[ς]αι σου τὰ ῥήματα καὶ ὅλον τὸν βί[ον.] πολλάκις γὰρ εἴρηται, ὅτι ὡ[ς ἐξ] ἁμαρτιῶ(ν) π[άς]χοντι ἐπιτι[μ]ῶσιν. ἐλέ[γξαι] σε τὸ σὸν στόμα καὶ μὴ ἐγώ, τὰ χείλη σου καταμαρτυρήσαιςάν σου.
PG 39:1691[ἀπὸ θρασύτητος καὶ ταῦτα προφέρονται· οὐ γὰρ εἶχεν αὐτὸν οὕτως ἐλέγξαι. πρὸς γὰρ τὴν ἐξ ἀρχῆς διάλημψιν καὶ ταῦτα προφέρεται.] τί γάρ; μὴ πρῶτος ἀνθρώπων ἐγεννήθης, ἢ πρὸ θινῶν ἐπάγης; [παριστᾶν αὐτῷ βούλονται ὅτι [οὐ διαφέρεις τῶν ἄλλω(ν) ἀνθρώπων οὐδ’ ἔξω τῆς φύσεως αὐτῶν ὑπάρχεις ὥστε πλέον τι τῶν ἄλλων κατειληφέναι, ἵν’ ἑαυτοὺς ὡς ἐφικνουμένους τῆς ἀκριβείας παραστήσωσιν,] δι’ ἣν ἀλγεῖ [αἰτίαν. τούτῳ δὲ] προσχρήσονται οἱ συσπειρομένην εἰσάγοντες τὴν ψυχήν, ὧν εἰσιν Ἱερακαῖ̈- ται καὶ Στρατιῶται καὶ ὅμοιοι, λέγοντες ὅτι εἰ μὴ πρὸ τῶν θινῶνἀντὶ τοῦ πρὸ τῆς γῆς· ἀπὸ μέρους γὰρ τὸ ὅλον ὠνόμασεν, ἐπάγη μετὰ τὰς θῖνας, ἐξ οὗ συνάγειν οἰήσονται τὴ(ν) ψυχὴν συνσπείρεσθαι τῷ σώματι, ἑτέρου τούτους ἀνατρέπο(ν)- τος ἐκ τοῦ νοεῖν τὴν πῆξιν συστροφὴν εἶναι ὑγροῦ, ὅπερ οὐχ ἁρμόζει ψυχῇ, ἀλλὰ σώματι. ἢ σύνταγμα κ(υρίο)υ ἀκήκοας, ε[ἰ]ς δὲ σὲ ἀφίκετο [ς]οφία; [προβαλλόμενος τὸ τῶν κ[ρι]μάτων ἀνεξεραύνητον ἐκ το[ύ]του οἴεται αὐτ[ὸν] περιτρέπειν εἰς τὸ μὴ ο[ἴεσθ]αι, ὅτι δι’ ἕτερον ἢ δι’ ἁμαρτίας πάσχει, τούτῳ αὐτὸς ἐνεχόμενος.
PG 39:1693οὐδὲ γὰρ αὐτὸς συνταγὴν κ(υρίο)υ ἦ(ν) ἀκηκοὼς ἢ ἀφικομένην εἶχεν πρὸς αὐτὸν τὴν σοφίαν, ἵνα διάλημψιν ἔχῃ περὶ τοῦ ἁγίου ὡς δι’ ἁμαρτίας πάσχοντος.] τί γὰρ οἶδας, ὃ οὐκ οἴδαμεν, ἢ τί συνίεις σύ, ὃ οὐχὶ καὶ ἡμεῖς; [κοινοποιεῖ αὐτὸν τοῖς πᾶσιν ἀνθρώποις εἰκότως ἅτε ἀγνοῶ(ν) αὐτοῦ τὸ μέγεθος τῆς ἀρετῆς, ἐκ τούτου, ὡς προείρηται, ἀνατρέπων δῆθεν τὸ οἴεσθαι ἑαυτὸν δίκαιον·] ὅπερ ἔδει καὶ αὐτὸν ἀγνοοῦντα μὴ προκαταλαμβάνειν τὸ κρίμα καὶ πεπεῖσθαι, ὅτι ὡς ἁμαρτὼν ἀνιᾶται.] καί γε πρεσβύτης καί γε παλαιὸς ἐν ἡμῖν, βαρύτερος τοῦ π(ατ)ρ(ό)ς σου ἡμέραις. [εἰ καὶ πρεσβύτης,3 φησίν, ὑπάρχεις καὶ παλαιὸς ἐν ἡμῖν προγενέστερος τυγχάνων ὡς καὶ τοῦ πατρός σου βαρύτεροςἀντὶ τοῦ γηραλεώτεροςγεγονέναι, οὐ πλε?ῖ?[ό]ν? τι ἡμῶν ἐπίστασαι.3 καὶ ταῦτ[α] δὲ ἀπὸ αὐθεντίας [ἀ]λαζονικῆς λέ?γ?ει.] ἔχομεν τὸ β[α]ρὺς ἀντὶ το[ῦ] γέρων κείμ[εν]ον ἐν ταῖς Βασιλικαῖς Ἱστορί[αι]ς· καὶ γὰρ περὶ [το]ῦ Ἠλὶ πεσόν[το]ς δεῖξαι θέλ[ων] ὁ λόγος, ὅτι γέρων ἦν, λέγει· καὶ ὁ ἄνθρωπος βαρύς. δηλοῖ δὲ καὶ τὸ τίμιον καὶ πλῆθος, ὡς ἐὰν λέγῃ·
ἐξομολογήσομαί σοι, κ(ύρι)ε, ἐν ἐκκλησίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε, ἀντὶ τοῦ ἐν τιμίῳ καὶ πολλῷ. ὀλίγα ὧν ἡμάρτηκας μεμαστίγωσαι. [τοῦτο λέγει ὅτι ἥμαρτες καὶ διὰ τοῦτο μάστιγας ὑπομένεις. ἐπειδὴ δὲ τοῦτο ὑφιστάμενος προσάπτεις ἀδικίαν τῷ [θε]ῷ, βαρύτερον γέγονέ σοι τὸ ἁμάρτημα.] καὶ ταῦτα δὲ λέγει οὐ συνετῶς· οὐ γὰρ ᾔδει τὸ κατ’ αὐτό(ν), ὥστε ψευδῶς ἔλεγεν.] καὶ ποικίλον δέ ἐστιν τὸ ψεύδεσθαι. ἔστιν γὰρ ψεύσασθαι μὴ ψευδόμενον· πολλάκις γὰρ διακείμεθα περί τινος ὡς οὕτως ἔχοντος καὶ λέγομεν αὐτὸ διάθεσιν ἔχοντ[ε]ς ὡς περὶ ἀληθοῦς, καὶ τὸ μὲν ἀπαγγελλόμενον τῇ ἑαυτοῦ φύσει ψεῦδός ἐστιν, οὐκ ἀπὸ ψευδομένου δὲ λεγόμενον. ἔστι(ν) δὲ καὶ μηδ’ ὅλως τι ἐπιστάμενον προφέρειν λόγον ψευδῆ ἐξ ἀλαζο[ν]είας, ὅπερ τούτῳ συμβέβηκεν. [ε]ἰσὶν δὲ καὶ ἄλλ[ω]ς ψευδόμεν[οι,] ὡς ἐπιστήσας γνώσει. με[γ]άλως ὑπερβαλλόντως λελά[λ]ηκας. τί ἐτόλμ[ης]ε(ν) ἡ καρδία σου ἢ τί ὑπή[νεγ]κα[ν] οἱ ὀφθαλμοί σου; [καὶ ταῦτα διακείμενοι περὶ αὐτοῦ ὡς ἁμαρτόντος ἀκούοντές τε καὶ τῶν ἐκ παρρησίας λόγων αὐτοῦ προήνεγκαν.
PG 39:1699ἐπεὶ γὰρ ἐκ καθαρότητος προέφερεν λόγους ὁ μακάριος, τόλμαν ἡγοῦντο τοῦτο καὶ ὑπερβολὴ(ν) ἀλαζονείας [μ]αταίως καὶ ἀνοήτως.] ὅτι θυμὸν ἔρρηξας ἔνα(ν)- τι κ(υρίο)υ, ἐξήγα[γε]ς δὲ ἐκ στόματος ῥήματα τοιαῦτα. [θυμὸν ἡγοῦντο τὴν ἐκ καθαρότητος ὑπερβαλλούσης παρρησίαν, ὅπερ αὐτοῖς συνέβαινεν ἐκ τῆς σαθρᾶς αὐτῶν ἀρχῆς ἧς αὐτοὶ ἑαυτοῖς ὑπέθεντο βλασφημίαν ἡγούμενοι τὴ(ν) εὔλογον καὶ ὡς προαποδέδοται τῶν λόγων αὐτοῦ ἐλευθερίαν.] τίς γὰρ ὢν βροτός, ὅτι ἔσται ἄμεμπτος ἢ ὡς ἐσόμενος δίκαιος γεννητὸς γυναικός; [ἴδιον τῶν μὴ ἐχόντων ἀρετὴν τὸ δυσχερῆ λογίζεσθαι τὴν ταύτης ἀνάλημψιν καὶ διακεῖσθαι ὡς μηδεν[ὸ]ς αὐτὴν ἔχοντο[ς, κ]αθάπερ καὶ ὁ π[ρ]οκείμενος λέ[γ]ει σφαλλόμε[νο]ς διὰ τὴν τοῦ σώματος ὡς εἰκ[ὸς] ἀσθένειαν.] ε[ἰ δ]ὲ κατὰ τὴν ψυ[χ]ὴν καὶ κατὰ τ?[ὴν] διάνοιαν ἦν σκοπήσας, ἐθεώρει τῆς φύσεως τοῦ ἀνθρώπου τὸ μέγεθος,] ὅπερ εἰδὼς ὁ ὑμνῳδὸς ἀμφότερα διδάσκει λέγων· τί ἐστιν ἄνθρωπος, ὅτι λογίζῃ αὐτόν; ἄνθρωπος ματαιότητι ὡμοιώθη, ὅπερ πρὸς τὴ(ν) ἀσθένειαν τοῦ σώματος εἴρηκεν ὡς πρὸς τὰ [θ]εῖα συνκρίνων. παιδεύων δὲ τ[ὸ] μέγεθος λέγει πάλιν·
PG 39:1709ἠλάττ[ω]σας αὐτὸν βραχύ τι παρ’ ἀγγ[έλ]ους, δόξῃ καὶ τιμῇ ἐστεφά[ν]ωσας αὐτόν. καὶ πάλιν ἕτερον λόγιον μέ[γ]α ἄν(θρωπ)ος φησὶν καὶ τίμιον ἀνὴρ ἐλεήμων, ὅπερ οὐ κατὰ τὸ γεννᾶσθαι ἔχει, ἀλλὰ κατὰ τὸ οὐσίαν εἶναι ἐν τῷ συνθέτῳ δικαιοσύνης δεκτικήν. εἰ κατὰ ἁγίων οὐ πιστεύει. ὅμοιον τούτῳ [η] τὸ εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει, κατὰ ἀγγέλω(ν) αὐτοῦ σκολιόν τι ἐπενόησεν. [ἁγίους οὖν ἐνταῦθα τοὺς ἀγγέλους λέγει παριστῶν ὅτι [εἰ καὶ ἄγγελοι τρεπτοί εἰσιν, πῶς οἷόν τε ἄν(θρωπ)ον εἶναι ἄμεμπτον.] σημειωτέον, ὅτι τὸ πιστεύειν πολλάκις τὸ βέβαιον δηλοῖ, καθὸ εἴρηται· πι[ς]ταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ. καὶ [ἑρ]μηνεύει τὸ π[ιστ]ὸν αὐτῶν λ[έγ]ων· ἐστερ[ε]ωμέναι εἰς τὸν α[ἰ]ῶνα τοῦ αἰῶνος. καὶ π[ά]- λιν· πιστὸ[ς] ὁ λόγος καὶ πά[ς]ης [ἀ]- ποδοχῆς ἄξιος. καὶ ἔτι· ὁ [θεὸς πι]- στὸς καὶ οὐκ ἔστιν ἀδικία. οὐδὲ γὰρ ὁ θ(εὸ)ς ἐκ τοῦ μετέχειν πίστεως πιστός, ἀλλ’ ἐκ τοῦ βεβαιότητα ἔχειν. οὐρανὸς δὲ οὐ καθαρὸς ἐναντίον αὐτοῦ.
[ὡς οὐδὲ τὰ ἄστρα συνκρίσει θεοῦ φωτὸς ὄντος καὶ σκοτίαν οὐκ ἔχοντος οὐδεμίαν [κα[ὶ] αὐτὸς ὁ οὐρανὸς ο[ὐ] καθαρός ἐστ[ι]ν, οὐ καθάπαξ, [ἀ]λλ’ ἐπίπροσθε[ν] θ(εο)ῦ.] δυνατὸν δὲ οὐρανὸν ἐντα[ῦ]θα λέγειν αὐτοὺς τούτους τοὺς [ἀπο]λιπόντας τὸ οὐράνιον οἴκημα, οὓς εἶπεν παῖδας αὐτοῦ, καθ’ ὧν οὐ πιστεύει. λέγει γοῦν ἐν τῷ Ἠσαίᾳ αὐτὸς ὁ θεὸς ἀπὸ ἰδίου προσώπου· ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ. ἡ μάχαιρα δὲ κόλασιν σημαίνει, καθὸ εἴρηται· ἡ μάχαιρά μου φάγεται αἷμα τραυματιῶν κα[ὶ] μεθύσω τὰ βέλη μου ἀφ’ αἵματος. ἐν τοῖς οὖν παραβεβηκόσιν ἀγγέλοις φησὶν μεθύσκεσθαι τὴν μάχαιραν οὐ(ρα)νοῖς καλουμένοις τὴν κόλασιν ἐπιφέρων. οὗτος οὖν ὁ οὐ(ρα)νὸς οὐ καθαρὸς ἐναντίον αὐτοῦ. ἔα δὲ ἐβδελυ[γ]μένος καὶ ἀκάθαρτο[ς] ἀνὴρ πίνων [ἀδι]κίας ἴσα ποτῷ. [[κἄν] τις οὐ(ρα)νὸς τυ[γχά]νων ἐκ πα- [ραβά]σεως γήϊνο[ς γ]ένηται, ὁμοι- [οῦται] ἀνδρὶ οὐκέ[τι] ἄγγελος εἶναι [ἀξιού]μενος διὰ [τὸ] ποτὸν ἡγεῖ- [σθαι τὴ]ν ἀδικίαν· ἀμέτρως γὰρ [ἐ]μφ[ο]ρεῖται τὴν ἀδικίαν ὁ ἄδικος. δεικτικὸν δὲ τοῦτο μὴ κατὰ φύσιν εἶναι τὸ κακόν· ἐπεισόδιον γάρ ἐστιν τὸ κακόν.
φησὶν γοῦν, ὅτι ὁ [ο]ὐρανὸς οὐ καθαρὸς ὡς πρὸς τὸν θεόν. εἰ δὲ τ[ο]ῦτο, ὁ ἄνθρωπος ἐν πίνους[ιν] ἀδικίαν ταχθεί- [η].] ἀδικίαν ἐν[τα]ῦθα λέγει τὴ(ν) [γε]νικὴν κακ[ία]ν· ἔστιν γὰρ καὶ ἰδικὴ ἀδικία [ἡ] περὶ τὰ συναλλάγματα, ὥς[περ] δικαιοσύνη ἡ [ἰ]δικὴ καὶ ἡ [π]ᾶσα ἀρετὴ πολλάκις καλεῖται. ἀναγγέλλω δέ σοι, [σὺ] δὲ ἄκουέ μου. [δοκεῖ πως ἀλαζονικῶς ταῦτα τῷ Ἰὼβ λέγειν ἢ τάχα οὐ προθέσει ἀλαζονικῇ, ἀλλὰ τῷ νομίζει(ν) αὐτὸν ἐν ἁμαρτίᾳ εἶναι καὶ διὰ τοῦτο δεῖσθαι τῆς πρὸς αὐτοῦ [π]αραινέσεως.] ἃ δ]ὴ ἑώρακα ἀναγγέλλω σοι, ἃ σο]φοὶ ἐροῦσιν καὶ οὐκ ἔκρυψαν πα]τέρες αὐτῶν. [ὡς] ἐνδόξων δῆθεν προσώ- [π]ων χρῆσθαι βούλεται τῷ λό- [γ]ῳ, ἵν’ ἐκ τούτων πειστικῶς δο- [κοί]η λέγειν. φησὶν γάρ· ἃ σοφοὶ [ἐρ]οῦσιν, οἳ παρὰ πατέρων ἀκη- [κό]ασιν οὐ κρυψάντων ἀπ’ αὐτῶ(ν) τὴν διδας[καλ]ί?αν.3 δηλοῖ δὲ [δι]ὰ? [τού]- των ὡς ε[ὐ]διαθέτως εἰ?[ς τὸν Ἰὼβ] αὐτὸν κι[νο]ύ?μενον. ὅμο[ιον τού]- τῳ τὸ ἐπερ[ώ]τ?ησον γὰρ γε[νεὰν πρώ]- την, ἐξιχν[ία]σον δὲ κα[τὰ γένος] πατέρων.
PG 39:1711αὐτοῖς μόνοι[ς] ἐδόθη ἡ γῆ [κ]α[ὶ οὐκ] ἐπῆλθεν [ἀ]λλογενὴς ἐπ’ αὐ[τούς.] [ἔοικεν οὗτος, εἰ καὶ μὴ κατ’ ἐπ[ί]- γνωσιν θείαν, ἀλλὰ τῷ θαυμάζειν τοὺς συνέσει ὑπερβάλλοντας, ὅμοιον λέγειν τῷ ῥητῷ τῷ φάσκοντι· τοῦ πιστοῦ ὅλος ὁ κόσμος τ[ῶ]ν χρημάτων, τοῦ δὲ ἀπίστο[υ ο]ὐδὲ ὀβολός. [κἂν] γὰρ πολυκ[τή]μων ὑπάρ[χῃ ὁ] ἄπιστος, οὐ δ[ες]πότης αὐτῶ[ν, ἀλλὰ] δοῦλός ἐστ[ιν. τ]ῷ γὰρ μαμων[ᾷ] δουλεύει.] ὁ δ[ὲ] δίκαιος ἀδούλ[ω]- τον ἔχει τὸ φρονεῖν. διὸ οὐδ[ὲ] [ἐπέρχεται] ἀλλογενὴς ἐπ’ αὐτούς, ἀντὶ τ[οῦ] οὐκ αἰχμαλωτεύονται οὔτε [ἀ]- πὸ ἀοράτου δυνάμεως οὔτ[ε] ἀπὸ ἀνθρώπου. ἡ ἀγάπη γὰ[ρ] οὐδέποτε πίπτει, ἀντὶ τοῦ [ὁ ἀ]- γαπῶν. κἂν γάρ ποτε ἐν αἰχ[μα]- λωσίᾳ κρατηθῇ ὁ δίκαιος, [ἀλλ’] ὡς προείρηται ἀδούλ[ωτός] ἐστιν τὸν λογισμόν. οἰκ?[εῖον δὲ] τῶν ἀλλογενῶν καὶ ἀορ[άτων] καὶ ὁρατῶν τὸ ἐπέρχεσθ[αι.] πᾶς ὁ βίος ἀσεβοῦς ἐν φροντ[ίδι.] θέλει λέγειν, ὅτι ὁ δ[ί]καιος ἐ[ν πά]- σῃ ἐστὶν ἀναπαύσει, ὡς τὴν [γῆν] αὐτοῖς δίδ[οσθ]αι κ[αὶ] μὴ [ἐπέρχες]θ?αι ἀλλ[ογε]νῆ ἐπ’ αὐτούς, [ὁ δὲ] ἀσεβὴς ἐν φ[ρο]ντίσιν ἐστίν. [καὶ ε]ἰ? μὴ κατὰ τ?[ὰ] εἰρημένα [τοῦτο ἔ]λ?εγεν, ε?ἶ?χ[ε] λόγον.
PG 39:1715ἐπειδὴ [δὲ εἶπε]ν?, ὅτι ἁμ[αρ]τωλός ἐστιν, [π]α?[ρ]αινίττεται [ὅ]τι διὰ τοῦτο [ἐ]ν φροντίσιν ὑπάρχεις, ἐπεὶ [ο]ὐκ εἶ δίκαιος, ᾧ μετὰ τῶν ὁμοίω?ν ἐδόθη ἡ γῆ καὶ οὐκ ἐπέρχε- [τ]αι ἀλλογενής. οὗτος μὲν οὖν ὅπως τοῦτο εἶπεν, δεδήλωται. [ὁ] δ?ὲ? κύριος πα[ρα]γγέλλων τοῖς [ἑαυ]τ?οῦ μαθη[ταῖ]ς φησιν· μὴ με- [ριμ]ν[ή]σητε [π]ερὶ τῆς αὔριον. [κ]αὶ παραγγε[λί]α ἔστιν, ἵνα πᾶσαν μέριμν[αν] ἐπὶ κ(ύριοῥίψωμε(ν). ε?ἰ δὲ καὶ τὰ χρ?[ή]ματα λέγει τὸν [β]ίον, καὶ οὗτος ἐν φροντίδι. ἔτ]η δὲ ἀριθμητὰ δεδομένα δυν]άστῃ. ὁ δὲ φόβος αὐτοῦ ἐν ὠ- [σὶν] αὐτοῦ. [τοῦτο λέγει, ὅτι κἂν δυναστεύων τις καταθρασύνη- [ται,] ἴστω ὅτι ἀριθμητὰ ἔτη ἔχει. [οὐχ] ἡ δυναστεία πολυχρόνι- [ον] αὐτὸν ποιεῖ· ἐπιμετρεῖται γὰρ [τοῖς] ἀνθρώποις χρόνος παρὰ [τοῦ θ](εο)[ῦ] πρὸς τὸ αὐτοῦ κρίμα. κἂν ἀ- [λα]ζονεύηται οὖν ὁ δυνάστης, [ἀλ]λ’ ὁ βίος αὐτοῦ καὶ τὰ ἔτη αὐτοῦ [ὀλί]γα τυγχάνει] καὶ ἐπίφοβα ἀεὶ [ἐν] τοῖς ὠσὶν τὸν φόβον ἔχον- [το]ς διὰ τὸ ἀβέβαιον τοῦ τρόπου.] τ?[ὸν δὲ] π[αθη]τικὸν ὁ τοι[οῦτος] [ἔ]χει φ?[ό]βο[ν. ὅτ]αν γὰρ ἐ?[ν] φ?ρ?[οντί]- σιν τοῦ βίο[υ ἐς]τίν, εὐλαβεῖτ[αι καὶ τὸ(ν)] θάνατον. ὁ?
PG 39:1717[δὲ] σπουδαῖο[ς εἰδώς,] ὅτι κάλλιο[ν ἀ]ναλῦσαι κ[αὶ σὺν] Χ(ριστ)ῷ εἶναι, ε[ὔ]ελπίς ἐς[τιν, τοῦ φαύ]- λου οὐχ οὕ[τ]ως ὄντο[ς, ἀ[λ[λὰ φο]- βουμένου· [ε]ἴρηται γάρ, [ὅ]τ?ι φ[εύ]- γει ἀσεβὴς οὐδενὸς διώκο[ντος.] ὅταν δοκῇ ἤδη εἰρηνεύειν, [ἥ]- ξει αὐτοῦ ἡ καταστροφή. κἂ[ν] ἐν πολλῇ εὐθηνίᾳ τις ὑπάρχ[ῃ] ὡς ὁ λέγων ἐν τῷ εὐαγγελίῳ· καθελῶ μο[υ] τ?ὰς ἀποθή[κ]α[ς καὶ] μείζονας ο[ἰκο]δ[ο]μήσω [καὶ ἐρῶ] τῇ ψυχῇ· ψυ[χή,] ἔχεις ἀγα[θὰ πολ]- λά, φάγε, πίε, [εὐφ]ραίνου, [ἀλλ’] ὁ κ(ύριο)ς αὐτῷ λέγε[ι· ἄ]φρων, ταύτῃ [τῇ] νυκτὶ ἀπαιτ[οῦς]ιν τὴν ψυχ[ήν] σου ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τ[ίνι] ἔσται; ὅτε γὰρ ἔδοξ[εν] εἰρηνε[ύε]ι[ν] ἐν τῷ πλούτῳ, ἦλθεν ἡ καταστροφὴ αὐτοῦ. ταῦτα μὲν οὖν ὁ θεῖος ὑποβάλλει λόγος. ἔοικεν δέ, [ὅτι] οὗτος ἐκ παρακουσμάτων [τῶν] σοφῶν ταῦτα λέγει κατὰ τ?[οῦτο] σφαλλόμενος, ὅτι περὶ τοῦ [Ἰὼβ] αὐτὰ ᾐνίττετο. μὴ πιστευέτω ἀποστρα[φῆναι] ἀπὸ σκότους. ὅμοιον τῷ [ὅταν] λέγωσιν· εἰρήνη καὶ ἀσφαλ[ία ἐ]- στίν τὸ ὅταν δοκῇ εἰρηνεύ?[ειν,] ἥξει αὐτοῦ ἡ καταστροφή. τ[ότε,] φησίν, αἰφνίδιος αὐτοῖς ἐφί[σταται] ὄλεθρος ὥσπερ ἡ ὠδὶν τῇ ἐν [γαστρὶ] [ἐχούσῃ.
PG 39:1721ιοβ 15,βα ἐντέταλται γὰρ ἤδη εἰς χεῖρας σιδήρου, κατατέτακται δὲ εἰς σῖτα γυψίν. ἀπεντεῦθεν γὰρ ὁ ἁμαρτάνων ἐθησαύρισεν ἑαυτῷ κόλασιν, ἅπερ διὰ τοῦ σιδήρου καὶ τῶν γυπῶν σημαίνεται. οὐ δεῖ δὲ ξενίζεσθαι, ὅτι οὗτος τοιαῦτα λέγει. ἤδη γὰρ εἴρηται, ὅτι ἴσως ἐκ παρακουσμάτων [τῶν] ἀρχαίων αὐτὰ προφέρει. ιοβ,β οἶδεν δὲ ἐν ἑαυτῷ, ὅτι μένει εἰς πτῶμα. λέγει, ὅτι τὸ συνειδὸς τῶν ἁμαρτανόντων οἶδε τὴν τῶν ἐπιτηδευμάτων τῶν φαύλων προσδοκίαν, ὅτι αὕτη πτῶμα [ὑπάρχ]ει. ιοβ 15,ξ ἡμέρα δὲ αὐτὸν σκοτεινὴ στροβήσει. ἀντὶ τοῦ διαταράττεται ἐκ τῶν κολάσεων. ἔχεις ἐν Ἀμῶς περὶ [ταύτης] τῆς ἡμέρας· οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν κυρίου, καὶ ἵνα τί ὑμῖν αὕτη ἡ ἡμέρα κυρίου; καὶ αὕτη ἐστὶ σκότος καὶ οὐ φῶς (αμος 5, ] καὶ γνόφος οὗ οὐκ ἔστι φέγγος (ξφ. ιοβ 10,α). ιοβ 15,α ἀνάγκη δὲ καὶ θλῖψις αὐτὸν καθέξει. φησὶν οὖν, ὅτι οἱ φαῦλοι τούτοις περιπεσοῦνται, διὰ πάντων κατασκευάζων, ὅτι δι’ ἁμαρτίας ταῦτα πάσχει. ιοβ 15,β ὥσπερ στρατηγὸς πρωτοστάτης πίπτων.
PG 39:1723εἰ καὶ μὴ ὁ Ἰώβ ἐστιν ὁ ταῦτα λέγων, ἀλλ’ εἶχέ τινα [τοῦ] διαβόλο[υ] γνῶσιν, ἥντινα εἰκὸς ἐκ λόγων ἢ τοῦ Ἰὼβ ἢ ἄλλων παλαιῶν ἔσχεν. πρωτοστάτην οὖν αὐτὸν στρατηγὸν διὰ τὸ ἀρχέκακον λέγει. φησὶν οὖν, ὅτι οὕτως αὐτὸν καθέξει, ἀνάγκη καὶ [θλῖψις λεγόμενος ἐν] τοῖς προειρημένοις, [ἔσται] ὡς ὁ πρωτοστάτης στρατηγός· οὕτως καὶ αὐτὸς πεσεῖται ἀρχέκακος ὤν. [ ιοβ 15,α ἔδραμεν δὲ ἐναντίον αὐτοῦ ὕβρει. ] !ς ἐμφαίνεται διὰ τοῦ μὴ κεκρυμμένως αὐτὴν ἐνεργεῖ(ν), ἀλλ’ ἐναντίον κ(υρίο)υ. ὕβρις δὲ δύναται εἶναι καὶ ἡ ἀλαζονεία καὶ πᾶσα ἀδικία· ὕβρεως γὰρ ἀξίους ποιεῖ τοὺς ἐνεχομένους. ὁ ὑβρίζων τινὰ λόγους λέ[γει] κ?αὶ τούτους φαύλους. οὐ π[άν]τ?ως δὲ ποιεῖ αὐτὸν ὕβρεω[ς ἄξι]ον· [οὔτε γὰρ ἔπαινος [ἀγαθὸ]ν ποιεῖ οὔτε ψόγος κακό(ν).] [ἐν πάχ]ει νώτου ἀσπίδος αὐ- [τοῦ. ὅτι] θρασύτης ἐν τῷ κακῷ [ἐστιν,] δηλοῖ ἐν τούτῳ· ὡς γὰρ [ἀκατ]α?μάχητος χρῆται τῇ [!!!!!] ἀσπίδι χρησάμενος [τ]ῇ ταύτης παχύτητι κ[αὶ] τοῖς σαρκικοῖς ἐπιτηδεύμασιν. οὕτω καὶ οἱ ψευδοπροφῆται δορὰν προβάτου περιβεβλημένοι ἔσωθεν ἦσαν λύκοι ἅρπαγες. περὶ τοῦ διαβόλου λέ[γε]ται ἐν αὐτῷ τούτῳ τῷ βιβλίῳ·
τίς ἀποκ[α]λ[ύ]ψει ἔνδυμα προσώπου αὐτοῦ, εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι; σπάνιος γὰρ ὁ ἀποκαλύπτω(ν) αὐτοῦ τὴν κακίαν. καὶ ὥσπερ ὁ ὑποκρινόμενος ἐν σκηνῇ ἄλλο ἔχων πρόσωπον [ἄ]λλοις ἑαυτὸν ἐμφανίζει, οὕτω καὶ ὁ διάβολος μετασχηματι?ζόμενος εἰς ἄγγελον φωτὸς ἀπατᾷ [καὶ] συναρπάζει, [και] οὐχ ὡς διάβολος· εἰ γὰρ [αν] προφανῶς, ἔφευγον [ἂν] αὐτόν. οὕτω καὶ ἡ ἐν Παροιμίαις προσωποποιουμένη πόρνη χρηστοῖς λόγοις τὸν ἰὸν ὑποβάλλει. εἰσέλθοι δὲ εἰς οἴκους ἀοικήτους. [ἔοικεν ταῦτα περὶ διαβόλου λέγεσθαι ἢ περὶ πάσης πονηρᾶς καὶ ἀντικειμένης δυνάμεως καὶ ψυχῆς με[τεχο]ύσης τῆς αὐτῆς κακίας· τὰ γ[ὰρ τ]ῶν αὐτῶν δεκτικὰ ὁμο[ούσιά ἐ]στι(ν). καὶ ἐάν τι περὶ διαβόλ[ου λέγη]- ται ὡς πονηροῦ, ὡς [κακούρ]- γου, δυνατὸν ταύτη[ν τὴν κα]- κίαν καὶ περὶ ἄλλην [δύνα]μι(ν) πονηρὰν λεχθῆνα[ι. καθό]λου οὖ[ν] περὶ παντὸς κακοῦ φα[μ]ε(ν), ὅτ[ι εἰ]σέρχεται εἰς οἴκους ἀοικήτους· ἔνθα γὰρ οἴκησίς ἐστιν σπουδαία, οὐκ ἔχει χώραν ὁ κακός.
καὶ ἔχομεν ἐξ εὐαγγελικοῦ παραστῆσαι τοῦ[το·] ὅτα(ν) τὸ ἀκάθαρτον, φησίν, [π]νεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι’ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσι(ν) καὶ οὐχ εὑρίσκει. ἄνυδροι δὲ τόποι ἐν τούτοις αἱ ψυχαί εἰσιν αἱ ἐστερημέναι κακίας.] π[ο]λλαχοῦ γὰρ ἡ ὑγρότης τῆς κακίας ὕδωρ λέγεται· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. καὶ βασιλεύς ἐστιν ὁ διάβολος πάντων τῶ(ν) ἐν τοῖς ὕδασιν, οὐ τῶν αἰσθητῶνταῦτα γὰρ τοῦ θ(εο)ῦ εἰσι δημιουργήματα, ἀλλὰ τῶν κακῶν καὶ ἁμαρτωλῶν τῶν ἐνεχομένων τῷ ὕδατι ἐκείνῳ, περὶ οὗ εἴρηται· ὕδωρ πολὺ οὐ δυνήσεται σβέσαι τὴν ἀγάπην, ἀντὶ τοῦ κακία ἀγάπ[ην] οὐκ ἐμποδίζει. ὅταν οὖν τ[ὸ ἀκ]άθαρτον πν(εῦμ)α ἐκβληθὲν ἀ[πὸ τ]οῦ ἀνθρώπου ζητῇ ἄ[λλον οἶκο]ν? [ζητῇ] ποῦ φωλεύ- [ει, διέρχε]ται δι’ ἀνύδρων, ἀντ?[ὶ τοῦ οὐ κάθ]ηται ἐν ψυχῇεὑρίσκει [γὰρ αὐτὴν ἐ]στερημένην τῶν [φαύλων ὑ]γρῶν ὥστε παρρησι- [άζεσθαί τ]ινα ἐν τούτῳ καὶ λέ- [γειν· ἡ ψυ]χή μου ὡς γῆ ἄνυδρος - [καὶ οὐχ εὑρ]ίσκει ἐκεῖ ἀνάπαυ- [σιν. ἀνάλο]γ?όν τι ὁ ὑμνῳδός που [λέγει· ἐκκ]λίνοντος ἀπ’ ἐμοῦ τ[οῦ πονη]ροῦ οὐκ ἐγίγν[ω]σκον.
[οἶκοι οὖν] ἀο[ίκητοί] εἰσιν [αἱ] ἐκεῖναι αἱ ψυχ[αί, ὧν κ]εχώρισται πᾶσα ἀρετή, [ἧς ἀπο]ύσης ὁ θ(εὸ)ς ἄπεστιν κα[ὶ ὁ τούτ]ου λόγος καὶ τὸ ἅγιον [π]ν(εῦμ)α· εἰς οὓς ὁ διάβολ[ο]ς, ἡ ἀντικειμένη δύναμις, εἴς[ει]σιν. ἃ δὲ ἐκεῖνοι ἡτοίμασαν, [ἄ]λλοι ἀποίσονται. [εἰπὼν περὶ ἀντικειμένων δυνάμεων ἑνικῶς διὰ τοῦ εἰσέλθο[ι] δὲ εἰς οἴκους ἀο[ι]κήτους ἐπάγει πληθυντικ[ῶς· ἃ] δὲ ἐκεῖνοι ἡτοίμασαν, [ἄλλο]ι ἀποίσονται. ὅσα γὰρ παρ[ασκ]ευάζουσιν οἱ φαῦλοι εἰς κακίαν, ἄλλοι αὐτῶν ὄντες οἱ ἅγιοι λαμβάνουσιν ἀποσπῶντες αὐτοὺς ἀπὸ τῶν κατεχόντων διὰ τοῦ θείου κηρύγματος, ὅπερ οἱ μακάριοι ἀπόστολοι πεποιήκασι ἀποσταλέντες μα[θ]ητεῦσαι πάντα τὰ ἔθνη.] καὶ πρ[ός]- σχες, ὅτι οὐκ εἶπ[ε]ν ἃ ἐκεῖνοι ἔ[κ]- τισαν, ἀλλ’ ἃ ἐκεῖνοι ἡτοίμασαν, ἡτοίμασαν δὲ διὰ κακίας, δι’ ἡδονῶν, διὰ τῶν ἄλλω[ν] κ?ακῶν. οὔτε μὴ πλουτισθῇ, οὔ[τε μὴ] μείνῃ αὐτοῦ τὰ ὑπάρχοντα. τ?[ῶν σπ]ο?υ?δ?ῇ ἑτοιμασθέντων ἐ?[ξαιτουμ]ένων πῶς ἂν ἔτι π?[λουτοί]η?; πένης γὰρ καὶ ϊροσγ?[!!!!! !!!!]ν? ἡτοιμασμένων ![!!!!! !!!!] α τῆς αὐτοῦ ἀπάτ[ης !!!!! !!] ἀγαθοὺς διδασκαλ[!!!!! !!!!] νων.
τούτῳ ὅμοιο[ν τὸ ἐφώνη]- σεν πέρδιξ, συνήγ[αγεν ἃ οὐκ ἔ]- τεκεν· ἐπ’ ἐσχάτου [αὐτοῦ ἐγ]- καταλείψουσιν αὐτ[όν, ἐπ’ ἐ]- σχά[το]υ αὐτοῦ ἔστα[ι ἄφρων.] οὐ μὴ [β]άλῃ ἐπὶ γῆς? [σκιάν.] [τὰ σώματα ποιητ[ικὰ τῶν] σκιῶν εἰ?σιν καὶ ἀδύν[ατον ς]ώματος μὴ ὄντος σκι[ὰν εἶναι.]] καὶ οὗτ[ο]ς οὖν ἐπεὶ τρόπον τ[ινὰ] ὑφεστηκὼς οὐ μένειοὐ λέγω, ὅτι ἡ οὐσία αὐτοῦ οὐ μένει, ἀλλ’ οὕτως ὡς ἠθέλησεν εἶναι οὐ μένει, διὸ οὐ βάλλει σκιάν· οὔτε γὰρ ἦ(ν) [ἀπ’ ἀρχῆς], φη[σί]ν, ἡ κακία οὔτε εἰς τὸν αἰῶνα ἔσται.] οὐδὲ μὴ ἐκφύγῃ τὸ σκότος. [καὶ εἰκότω[ς· ὁ γὰρ] τῶν ἄλλω(ν) παραίτιος εἰς κακίαν ἀ[ναπ]όδραστον ἔχει τὴν κόλας[ιν.]] τὸν βλαστὸν αὐτοῦ μαράναι ἄνεμος. [εἰ καὶ ἔδοξε βλαστάνειν ἐν οἷς ἠπάτησεν καὶ ἐν οἷς ἐκπληροῖ αὐτοῦ τὴν κακίαν, ἀλλ’ ὁ βλαστὸς οὗτος ὑπὸ ἀνέμου μα- [ρ]αίνεται· οὐ γάρ ἐστιν ῥίζαν ἔχων. οὐ γὰρ οὐσιώδης ἡ κακία, ἀλλὰ ἔξωθε(ν) ἐπεισελθοῦσα, ἥτις προσβολῇ πειρασμοῦ, ὅστις ἄνεμος εἴρηται, ἐλέγχεται καὶ πίπτει καὶ μαραίνεται.] ἐκπέσοι δὲ αὐτοῦ τὸ ἄνθος. [τὸ ἄνθο[ς ἀρχ]ὴ καὶ προοίμιόν ἐστι(ν) καρποῦ, [καὶ] τοῦτο οὖν ἐκπίπτει.
κ[ἂν γὰρ ἀλ]αζονεύηταιμετέχ[ων κακίας,] ἀλλὰ μικρὸν ὕστερο(ν) τ[απεινοῦτ]αι. τοῦτο δὲ πολλάκις [καὶ εὐεργε]τικόν ἐστιν, καθὰ καὶ [ὁ ἰατρὸς τὴ]ν ἐπιφυομένην λύ- [μην τῷ ς]ώματι πολλάκις διὰ [σιδήρου ἐκ]τέμνει καὶ οὐδὲ παύ- [εται προς]άγων τὰ ἀνιαρά, ἕως [οὗ τὸν σκο]πόν, τὸ ὑγιεινόν, ἀπο- [πληρώσῃ.]] μὴ ἀσφαλῆ, φησίν, τὰ καθ’ ἑαυτὸν νομιζέτω ὁ ἀσεβὴς πταίων εἰς θεόν. ] κενὰ γὰρ ἀποβήσεται αὐτῷ. ] [[ματαιότης γ]άρ ἐστιν αὐτοῦ πᾶσα πρᾶξις διὰ τὸ μηδὲν ὑφεστηκὸς ἔχειν.] ἡ τομὴ αὐτοῦ πρὸ ὥρα[ς] φθαρήσεται. [διὰ τοῦτο τὸ ἄν[θος α]ὐ?τ?οῦ ἐκπίπτει καὶ ὁ βλαστ[ὸς] αὐτοῦ μαραίνεται, ὅτι οὐ μένει καιρὸν τελείου καρποῦ.] ὅμοιον τούτῳ τὸ μὴ γίνου σκληρός, ἵνα μὴ ἀποθάνῃς ἐν [οὐ] καιρῷ σου. τινὲς ἐκ τῶν τοιούτων λέξεων ταραττόμενοι εἱμαρμένην εἰσηγοῦνται καὶ λέγουσιν ὅτι ὑπὸ καιρόν ἐσμεν ἐν οἷς πράττο[με]ν. [τὸ δὲ πρὸ ὥρας ἐνταῦθα πρὸ τῆς τελεσφορήσεως λέγει, καθὸ λέγομεν ὥρα(ν) εἶναι τρυγητοῦ ἢ ἀμήτου. οὕτω γοῦν ὁ Ἰὼβ ἐλήλυθεν [ἐν τάφῳ] ὡς σῖτος ὥριμος κατὰ καιρὸν συνκομισθείς.
PG 39:1725εὐεργεσία δὲ θ(εο)ῦ ἐστιν τῆς κακίας τὸν βλαστὸν πρ[ὸ] ὥρας φθαρῆναι.] καὶ ὁ ῥόδαμνος αὐτοῦ οὐ πυκάσει· [τρυγηθείη δὲ ὥσπερ ὄμφαξ πρὸ ὥρας, ἐκπέσοι δὲ ὡς ἄνθος ἐλαίας. ] οὐκ ἐπιτρέπ[ε]- ται εἰς τελείαν καρποφορίαν ἐλθ[εῖ](ν) τὸ ἄνθος αὐτοῦ. οὐδὲν δ’ ἧττον κα[ὶ] τοῦτο ὡς προείρητ[αι λ]υσιτελές ἐστιν καὶ χρήσιμον? [!!]ε?λετην κακίαν εἶναι τῶν ἐν?[ερ]γ?ο?[ύ]ν?τ?ων. τὰ δὲ τῶν δικαίων [οὐχ οὕτ]ως· τὰ γὰρ κλήματα τῆ[ς ἀληθιν]ῆς ἀμπέλου μένον[τα ἐν τῇ συ]μφυίᾳ βλαστοῦσιν κα[ὶ καρποφο]- ροῦσιν. μαρτύριον γὰρ ἀσεβο[ῦς θάνατος.] [τὰ φθάσαντα διελθ[ὼν τὸ πέρας] τοῦ ἀσεβοῦς θάνατ[ον ἀποφαίνε]- ται. ἡ γὰρ τῆς κακία[ς τελεσιουργί]- α θάνατον ἀπεργ[άζεται, οὐ τὸν] κοινόν, ἀλλὰ τὸν τ[ῆς κολάσεως.]] πῦρ δὲ καύσει οἴκους δωροδεκτῶ[(ν).] [καὶ κατὰ τὸ πρόχειρον ὠφέλειαν ἔχει, ὅτι οἱ δωροδοκοῦντ[ε]ς πάντως ἐπὶ ἀδικήμασι κα[ὶ ἀσε]βήμασιν τοῦτο ὑπομένουσι[ν.] εἴ]ρηται γάρ· ὁ ἄρχων αἰτεῖ καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησεν, καταθύμιον ψυχῆς αὐτοῦ ἐστι(ν). πῶς δὲ καίεται τοῦ δωροδέκτου ὁ οἶκος, ἐπις?τῆσαι δεῖ. εἴρηται·
καὶ ἐξελοῦμαι τὰ ἀγαθὰ αὐτῶν ὡς σὴς ἐκτρώγων καὶ βαδίζων ἐπὶ κανόνος ἐν ἡμέρᾳ ςκοπιᾶς. ἐν γὰρ ἐξετάσει τῶν πραγμάτων ἔσται ἀπόδοσις κατὰ τὸ εἰρημένον· ὑπάγετε εἰς τὸ πῦρ τὸ αἰώνιον. ἔστιν δὲ ὅτε καὶ ἐν τῷ βίῳ τούτῳ ἡ ἀνταπόδοσις γενήσεται κατὰ τῶν δωροδεκτῶν. ἐπεὶ γὰρ ἡ κρίσις τοῦ θ(εο)ῦ ἐστιν, ὅσοι διαστρέφουσιν τὰ τοῦ θ(εο)ῦ κρίματα, οὗτοι ὑπὸ κόλασιν πίπτουσιν. ἐν γαστρὶ δὲ λήμψεται ὀδύνας. [τοῦτο λέγει, ὅτι πατὴρ ἔσται κακῶ(ν) γεννημάτων] αἴτιος γινόμενος κολάσεων. τὰς δ’ ἀμοιβὰς τὰ[ς θείας] οὐκ ἄνθρωπος γενν[ᾷ, ἀλλ]ὰ θ(εὸ)ς χαρίζεται· οὐ γὰρ ἄξια [τὰ παθ]ήματα τοῦ νῦν καιροῦ [πρὸς τὴ]ν μέλλουσαν δόξαν ἀποκαλυ- [φθῆνα]ι εἰς ἡμᾶς.] καὶ οὐ τοῦτο [λέγομεν,] ὅτι τῶν ἀγαθῶν ὁ σπουδ[αῖος οὐ]κ? ἔστιν αἴτιος, ἀλλ’ ὅτι αἱ χ?[άριτες] τοῦ θ(εο)ῦ καὶ αἱ δωρεαὶ ἀνυ?π?ε?ρβ?[λ]ήτῳ ὑπεροχῇ π[αρ’] αὐτοῦ παρέχονται· πᾶσα γ?[ὰρ] δόσις ἀγα[θ]ὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστιν καταβαῖνον παρὰ τοῦ πατρὸς τῶν φωτῶν.
PG 39:1731ὅτι δὲ τοῖς μὲν φαύλοις ἕπε[ται] τὰ τῆς κολάσεως τρόπο(ν) τιν[ὰ] αὑτ[ο]ῖς αὐτῶν αὐτὰ ἐπαγό[ντ]ων, τοῖς δὲ σπουδαίοις θ(εὸ)ς [ὀρ]έγει τὰς χάριτας, εἴρηται· τοὺ[ς] δοξάζοντάς με δοξάσω, οἱ? [δ]ὲ ἐμὲ ἐξουθενοῦντες ἀτι[μ]ασθήσονται. ἡ γὰρ ἐξουθένω[ς]ις τοῦ θ(εο)ῦ ἐπιφέρει αὐτοῖς τὴ[ν] ἀτιμίαν. τοῦτο καὶ ὁ Παῦλος [γρ]άφει· τοῖς μὲν καθ’ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν ζητοῦσιν ζωὴν αἰώνιον δίδωσιν θ(εό)ς, τοῖς δὲ ἐξ ἐριθ[εί]ας καὶ ἀπειθοῦσιν τῇ ἀληθείᾳ ὀργὴ καὶ θυμὸς ἕπεται. ἀποβήσεται δὲ αὐτῷ κενά, ἡ δὲ κοιλία αὐτοῦ ὑποίσει δόλον. [πᾶσα γὰρ αὐτοῦ πρᾶξις, ὡς προείρηται, ματαιότητος πεπλήρωται ἐν γαστρὶ λαμβάνοντ[ο]ς ὀδύνας. συνέλαβεν γὰρ πόνον καὶ ἔτεκεν ἀδικίαν, [δηλονότι τῆς κοιλίας αὐτοῦ δόλον φερούσης. δόλον δὲ ἐνταῦθα τὴν πᾶσαν κακίαν φησίν.] ἔς?τ?ι?ν? μ?ὲν οὖν καὶ εἶδος κακία[ς ὁ δόλος,] οὐδὲν δ’ ἧττον καὶ πᾶς[α κακί]α? καλεῖται τῷ ὀνόματι κ?[ατὰ τὸ ε]ἰ?- ρημένον· ὦ πλήρης [παντὸς] δόλου καὶ πάσης ῥαδ[ιουργίας] καὶ διὸ ἀποθέμενοι π[άντα δό]- λον καὶ ὑπόκρισιν. κ[οιλίαν δ]ὲ δε?ῖ? νοεῖν τὴν τὸ δ[!!!!! !]!ς ψ![!!]!κα!!
συνκατατ?ί?θ?ε?τ?[αι] το[ῖς] κακοῖς ἢ τοῖς ἀγαθοῖς. ὑπολαβὼν δὲ Ἰὼβ λ[έ]γει· ἀκήκοα τοιαῦτα πολλά· παρακλήτορες κακῶν πάντες. δείκνυσι(ν) διὰ τούτων, ὡς συνὼν ἀνθρώποις οἶδεν πολ[λὰ] ἀκο[ύσα]ς. καὶ ἐπεὶ [ἀ]διαφόρως τοῖς ἐν π?[ερι]ς?τ?άσεσιν οὖσιν προσάγους[ιν] τὰς παρακλήσεις μετὰ τοῦ [δι]ακεῖσθαι περὶ αὐτῶν ὡς φα[ύλ]ων, εἰκότως, καθὰ καὶ οἱ τρε[ῖς πε]ποιήκασιν φίλοι, ἐπήγαγεν [τὸ] παρακλήτορες κακῶν πά[ν]τες σημαίνων ἤτοι ὅτι πά[ν]τες ἀγνοίᾳ τῶν συμβαινόντων ἑτέρως ἢ ὡς δεῖ φθέγ[γο]νται ἐγείροντες μᾶλλον ἢ συστέλλοντες τὰ ἀνιαρά, ἢ το[ὺ]ς τρεῖς πάντας εἶπεν· καὶ γὰρ ἀπὸ τούτου τοῦ ἀριθμοῦ τὸ πλῆθος. τί γάρ; μὴ τάξις ἐστὶν ῥήμασιν πνεύ- [ματος; ιοβ 16,α ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα. θέλει τὴν διάθεσιν αὐτοῦ τὴν γνησίαν ἐπιδείξασθαι ὅτι ἐμοὶ μέλει τῆς ὑμετέρας σωτηρίας, ὥστε εἰ καὶ ἀλγῶ, χρῶμαι τῇ παραινέσει. εἰ γὰρ καὶ ἄλλοι ἀλγοῦντες καὶ ἀνιώμενοι ἀρκοῦνται ταῖς καθ’ ἑαυτοὺς ἀνίαις, ἀλλὰ τούτῳ ἡ σωτηρία τῶν φίλων προκριτέα. ιοβ 16,β ἐὰν δὲ καὶ σιωπήσω, τί ἔλαττον τρωθήσομαι;
εἰ δὲ καὶ σιωπῇ, φησίν, ἐνέγκαι τὰ ὀνείδη βουληθείην, οὐ μόνον φιλοσοφίας δόξαν οὐκ ἀποίσομαι, ἀλλὰ τοὐναντίον μειζόνως ὡς παράνομος κριθήσομαι τῆς σιωπῆς ἀπὸ τοῦ περὶ τὰ λεγόμενα συνειδότος γίνεσθαι νομιζομένης.3 ιοβ 16, νῦν δὲ κατάκοπόν με πεποίηκεν, μωρόν, σεσηπότα κατ’ αὐτοὺς καὶ τοῦτο λέγει φάσκων ἐκ θεοῦ τοῦτο αὐτῷ συμβεβηκέναι· οὐχ οὕτως δὲ εἶχε τὸ πρᾶγμα. εἰ γὰρ καὶ ὁ θεὸς συνεχώρησεν, ἀλλά γε οὐ προηγουμένως τοῦτο πεποίηκεν, ἀλλ’ ἐξαιτησαμένου τοῦ ἀντικειμένου. μωρὸν δὲ ἐνταῦθα τὸ ἀναίσθητον· συνῆψε γὰρ τούτῳ τὸ σεσηπότα. ιοβ 16,α καὶ ἐλάβετό μου, εἰς μαρτύριον ἐγενήθη τὸ ἐπελάβετό μου ἀντὶ τοῦ καθήψατο. τοῦτο δὲ εἰς μαρτύριόν μοι ἐγενήθη. καὶ γὰρ τῷ ὄντι ἡ ἀνδρεία τοῦ μακαρίου Ἰὼβ πᾶσιν ἐξάκουστος ἐξετέθη.
Page scan enlarged

Notebook

Full View