PG 28Athanasius
Instruction to Antiochus
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 28:513Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας Διδασκαλίαι πρὸς Ἀντίοχον τὸν ἄρχοντα. Ἐλθὼν πρὸς τὸν ἁγιώτατον ἐπίσκοπον Ἀθανάσιον δούξ τις ὀνόματι Ἀντίοχος ἐν δεινῇ ἀρρωστίᾳ κατεχόμενος παρεκάλει εὔχεσθαι ὑπὲρ αὐτοῦ πρὸς τὸν κύριον, μετανοῶν ἐπὶ τοῖς ἁμαρτήμασιν αὐτοῦ. καὶ παρακαλέσαντος τοῦ ἐπισκόπου τὸν φιλάνθρωπον θεὸν ὑγιὴς γέγονεν. καὶ δὴ ἔρχεται φέρων μεθ’ ἑαυτοῦ τὰ ὑπάρχοντα αὐτοῦ καὶ τίθησιν παρὰ τοὺς πόδας τοῦ ἐπισκόπου, παρακαλῶν αὐτὸν δοθῆναι αὐτὰ τοῖς πτωχοῖς, αὐτὸν δὲ λαβόντα τὸ ἅγιον σχῆμα παρὰ ἁγίου ἀνδρὸς τὸν ἐνάρετον καὶ μονήρη βίον πολιτεύσασθαι· ὅπερ τῇ τοῦ θεοῦ χάριτι ἐποίησεν ὁ ἐπίσκοπος. τότε λέγει τῷ ἐπισκόπῳ ὁ δοὺξ Ἀντίοχος Ἔδει με ἀφ’ οὗ ἐβαπτίσθην φυλάξαι τὴν πίστιν καὶ μὴ μολῦναι τὸ βάπτισμα· ἀλλ’ ἐπειδὴ ἡ ἀφροσύνη μεγάλα ἐν ἐμοὶ εἰργάσατο ἀνομήματα, παρακαλῶ τὴν σὴν ἁγιωσύνην διδάξαι με καὶ κατηχῆσαι τίνων ἀπὸ τοῦ νῦν πραγμάτων καὶ ἔργων καὶ λογισμῶν ἐγκρατεύσομαι. Τότε ὁ ἐπίσκοπος ποιήσας εὐχὴν καὶ καθίσας ἐδίδασκεν αὐτὸν ἐν πνεύματι ἁγίῳ μίαν ἑκάστην ἐντολὴν τῶν διδαγμάτων τοῦ Χριστοῦ πληρῶσαι.
PG 28:553ἄρχεται οὖν λέγειν αὐτῷ Χρὴ τὸν ἐπὶ τὴν ἀκηλίδωτον ἀρετὴν ἐρχόμενον καὶ σεμνὸν βίον πολιτευόμενον καὶ ἐπὶ τοῖς προτέροις ἁμαρτήμασιν μετανοοῦντα πρὸ πάντων πιστεῦσαι εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς ὁρατῶν τε πάντων καὶ ἀοράτων, καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μονεγενῆ, δι’ οὗ τὰ πάντα ἐγένετο, καὶ τὰ ἑξῆς. εἷς θεὸς μόνος πάντα χωρῶν, μόνος δὲ ἀχώρητος ὢν καὶ ὃς πάντα δύναται, ἀδυνατεῖ δὲ παρ’ αὐτοῦ οὐδέν. ἐὰν οὖν ἐξ ὅλης τῆς καρδίας σου πιστεύσῃς καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ φοβηθεὶς αὐτὸν ἐγκρατεύσῃ ὧν λέγω σοι, καὶ εἰσακουσθήσεταί σου ἡ δέησις καὶ πιστεύσας λήψῃ παρ’ αὐτοῦ τὴν βοήθειαν καὶ νίκην σωτηρίας εἰς τοὺς αἰῶνας. Καὶ ἀναστάντες ηὔξαντο, καὶ μετὰ τὴν εὐχὴν λέγει αὐτῷ Ἁπλότητα ἔχε καὶ ἄκακος γίνου, καὶ ἔσῃ ὡς τὰ νήπια μὴ γινώσκοντα πονηρίαν τὴν ἀπόλλουσαν τὸ γένος τῶν ἀνθρώπων. καὶ πρῶτον μὲν μηδενὸς καταλάλει μηδὲ ἡδέως ἄκουε καταλαλούντων· εἰ δὲ μὴ, καὶ σὺ ἀκούων ἔνοχος ἔσῃ τῆς ἁμαρτίας τοῦ καταλαλοῦντος.
PG 28:557πονηρὸν γὰρ πνεῦμά ἐστιν ἡ καταλαλιὰ καὶ ἀκατάστατον δαιμόνιον μήποτε εἰρηνεῦον, ἀλλὰ πάντοτε ἐν διχοστασίαις κατοικοῦν. ἄπεχε οὖν ἀπ’ αὐτοῦ, καὶ εἰρήνην πάντοτε ἕξεις μετὰ πάντων, ἔνδυσαι δὲ τὴν ἁπλότητα καὶ τὴν σεμνότητα, ἐν οἷς οὐδὲν πρόσκομμά ἐστιν πονηρὸν, ἀλλὰ πάντα ὁμαλὰ καὶ ἱλαρὰ, καὶ ζήσῃ εἰς τοὺς αἰῶνας. Καὶ ἀναστὰς ηὔξατο, καὶ μετὰ τὴν εὐχὴν λέγει αὐτῷ Ἄκουε καὶ ταύτην τὴν τρίτην ἐντολήν· ἀλήθειαν ἀγάπα καὶ πᾶσα ἀλήθεια ἐκ τοῦ στόματός σου ἐκπορευέσθω, ἵνα τὸ πνεῦμα τοῦ θεοῦ κατοικῇ ἐν σοί. οἱ γὰρ ψευδόμενοι ἀθετοῦσιν τὸν κύριον. ἔλαβον γὰρ πνεῦμα ἀληθείας καὶ ἐγένοντο ἀλλότριοι τοῦ ἀληθινοῦ πνεύματος. ὅρκον δὲ δικαίως ἀδίκως φεῦγε, καὶ ἡ ἀλήθεια εἰσάξει σε εἰς τὴν ζωὴν τὴν αἰώνιον. Καὶ ἀναστάντες ηὔξαντο, καὶ εὐξαμένων αὐτῶν καθεσθεὶς ὁ ἐπίσκοπος λέγει αὐτῷ Ἄκουε καὶ τῆς τετάρτης ἐντολῆς· φύλασσε τὴν ἁγνείαν καὶ μὴ ἀναβαινέτω εἰς τὴν καρδίαν σου περὶ γυναικὸς ἀλλοτρίας ἢ περὶ πορνείας. εἰ δέ τις ἐργάζεται τὸ ἔργον τοῦτο τὸ πονηρὸν, θάνατον ἑαυτῷ κατεργάζεται. βλέπε οὖν, ἀπέχου ἀπὸ τῆς ἐνθυμήσεως ταύτης.
ὅπου γὰρ σεμνότης καὶ ἁγνεία κατοικεῖ, ἐκεῖ ἀνομία οὐκ ὀφείλει ἀναβαίνειν· τοῦτο γὰρ κατορθοῦται διὰ πόνου εὐχῆς καὶ ταπεινώσεως. καὶ τοῦτο ποιῶν ζήσῃ εἰς τοὺς αἰῶνας. Καὶ ἀναστάντες ηὔξαντο, καὶ καθίσας ὁ ἐπίσκοπος λέγει αὐτῷ Ἄκουε καὶ τῆς πέμπτης ἐντολῆς· μακρόθυμος γίνου καὶ συνετὸς, καὶ πάντων ἔργων πονηρῶν κατακυριεύσῃ. ἐὰν γὰρ καὶ μακρόθυμος ἔσῃ, τὸ πνεῦμα τὸ πανάγιον κατοικήσει ἐν σοί. ἐν δὲ τῇ ὀξυχολίᾳ ὁ διάβολος. οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ ἐν ᾧ κατοικοῦσιν ἀμφότερα. ἄκουε δὲ καὶ τὴν ἐνέργειαν τῆς ὀξυχολίας πῶς πονηρά ἐστιν καὶ πλανᾷ τοὺς δούλους τοῦ θεοῦ. οὐκ ἀποπλανᾷ δὲ τοὺς ὄντας πλήρεις ἐν πίστει, οὐδὲ ἐνεργεῖ εἰς αὐτοὺς, ὅτι ἡ δύναμις τοῦ θεοῦ μετ’ αὐτῶν ἐστιν, ἀποπλανᾷ δὲ τοὺς διψύχους. ὅταν ἴδῃ τοὺς τοιούτους εὐσταθοῦντας, παραβάλλει ἑαυτὴν εἰς τὴν καρδίαν τοῦ ἀνθρώπου, καὶ οὕτως κρίνεται ὁ ἄνθρωπος ἕνεκεν βιωτικῶν πραγμάτων. ταῦτα γὰρ πάντα μωρά ἐστιν καὶ κενά. ἡ δὲ μακροθυμία εὐπρόσδεκτος καὶ ἰσχυρά. ἀγαλλιωμένη καὶ ἀμέριμνος οὖσα δοξάζει τὸν κύριον ἐν παντὶ καιρῷ. τὸ τρυφερὸν πνεῦμα.
μὴ ἔχον συνήθειαν μετὰ πονηροῦ πνεύματος καὶ σκληρότητος κατοικεῖν, ὑποχωρεῖ ἀπὸ τοῦ τοιούτου καὶ ζητεῖ κατοικεῖν μετὰ πραύ̈τητος καὶ ἡσυχίας. ὅταν δὲ ἀποστῇ ἀπὸ τοῦ ἀνθρώπου οὗ κατοικεῖ, γίνεται ὁ ἄνθρωπος ἐκεῖνος κενὸς ἀπὸ τοῦ πνεύματος τοῦ ἁγίου καὶ ὅλος ἀποτυφλοῦται ἀπὸ τῆς διανοίας τῆς ἀγαθῆς. οὕτως οὖν συμβαίνει πᾶσι τοῖς ὀξυχόλοις. ἄπεχε οὖν ἀπ’ αὐτῆς, τοῦ πονηροτάτου δαίμονος, ἔνδυσαι δὲ τὴν μακροθυμίαν καὶ τὴν ὑπομονὴν, καὶ ζήσῃ εἰς τοὺς αἰῶνας. Καὶ ἀναστάντες ηὔξαντο, καὶ καθίσας ὁ ἐπίσκοπος λέγει αὐτῷ Ἄκουε καὶ τῆς ἕκτης ἐντολῆς· ἐνετειλάμην σοι ἐν τῇ πρώτῃ ἐντολῇ ἵνα φυλάξῃς τὴν πίστιν καὶ τὸν φόβον καὶ τὴν ἐγκράτειαν. ἀπεκρίθη ὁ Ἀντίοχος Ναὶ, κύριε, οὕτως ἐστίν. ἀπεκρίθη ὁ ἐπίσκοπος Ἀλλὰ νῦν θέλω σοι δηλῶσαι τὰς δυνάμεις αὐτῶν, ἵνα νοήσῃς τὴν δύναμιν ἣν ἔχουσιν καὶ τὴν ἐνέργειαν. διπλαῖ γάρ εἰσιν. κεῖνται οὖν ἐπὶ δικαίου καὶ ἀδίκου. σὺ οὖν πίστευε τῷ δικαίῳ, τῷ δὲ ἀδίκῳ μηδὲν πιστεύσῃς. δύο εἰσὶν ἄγγελοι μετὰ τοῦ ἀνθρώπου, ὁ εἷς τῆς πονηρίας καὶ ὁ εἷς τῆς δικαιοσύνης. ὁ μὲν τῆς δικαιοσύνης ἄγγελος τρυφερός ἐστιν καὶ αἰσχυντηρὸς καὶ πρᾶος καὶ ἰσχυρός.
ὅταν οὗτος ἐπὶ τὴν καρδίαν σου ἀναβῇ, εὐθέως λαλεῖ μετὰ σοῦ περὶ δικαιοσύνης, περὶ ἁγνείας, περὶ σεμνότητος καὶ περὶ παντὸς ἔργου ἀγαθοῦ. ταῦτα πάντα ὅταν εἰς τὴν καρδίαν σου ἀναβῇ, γίνωσκε ὅτι ὁ ἄγγελος τῆς δικαιοσύνης μετὰ σοῦ ἐστίν. ὅρα οὖν καὶ τοῦ ἀγγέλου τῆς πονηρίας τὰ ἔργα αὐτοῦ τὰ πονηρά. πρὸ πάντων ὀξύχολός ἐστιν καὶ πικρὸς καὶ ἄφρων, καὶ τὰ ἔργα αὐτοῦ πονηρὰ, καταστρέφοντα τοὺς δούλους τοῦ θεοῦ. ὅταν οὗτος ἐπὶ τὴν καρδίαν σου ἀναβῇ, γνῶθι ὅτι ἐκ τοῦ πονηροῦ καὶ μισοκάλου εἰσίν. Λέγει αὐτῷ ὁ Ἀντίοχος Πῶς νοήσω μὲν αὐτὸν οὐκ ἐπίσταμαι, ἐὰν μὴ διδαχθῶ κατὰ λόγον. λέγει αὐτῷ ὁ ἐπίσκοπος Ἄκουε λεπτομερῶς καὶ συνετὸς γίνου καὶ μακρόθυμος. εἶτα λοιπὸν ἐπιθυμία γυναικῶν καὶ κραιπαλῶν πολλῶν καὶ ἐπιθυμία πράξεων πλεονεξίας καὶ ὑπερηφανίας καὶ τὰ τούτοις ὅμοια. ὅταν ταῦτα ἐπὶ τὴν καρδίαν σου ἀναβῶσιν, γίνωσκε ὅτι ὁ ἄγγελος τῆς πονηρίας ἐστὶν μετὰ σοῦ. ἔχεις ἀμφοτέρων τὰς ἐνεργείας. σύνες αὐτὰς, καὶ πίστευε τῷ ἀγγέλῳ τῆς δικαιοσύνης, ἀπὸ δὲ τοῦ ἀγγέλου τῆς πονηρίας ἀπόστηθι, καὶ ἐργαζόμενος τὸ ἀγαθὸν ἔσῃ ηὐλογημένος εἰς τοὺς αἰῶνας.
Καὶ εὐξαμένων αὐτῶν λέγει αὐτῷ ὁ ἐπίσκοπος Μέμνησαι ὅτι εἰς τὴν πρώτην ἐντολὴν ἐνετειλάμην σοι περὶ πίστεως καὶ προσευχῆς καὶ φόβου καὶ ἐγκρατείας. ἀπεκρίθη αὐτῷ ὁ Ἀντίοχος Ναὶ, κύριε. καὶ λέγει αὐτῷ ὁ ἐπίσκοπος Ἄκουε καὶ τῆς ἑβδόμης ἐντολῆς· φοβοῦ τὸν θεὸν καὶ φύλασσε τὰς ἐντολὰς αὐτοῦ, καὶ ἔσῃ δυνατὸς ἐν πάσῃ πράξει· φοβούμενος γὰρ τὸν κύριον πάντα καλὰ ἐργάσῃ· τὸν διάβολον μὴ φοβηθῇς, ὅτι δύναμις ἐν αὐτῷ οὐκ ἔστιν, μᾶλλον δὲ φοβήθητι τὰ ἔργα αὐτοῦ τὰ πονηρὰ, ἵνα μὴ κατακυριευθῇς ὑπ’ αὐτῶν, ὅτι πονηρά εἰσιν. ἐὰν οὖν μὴ θελήσῃς τὸ πονηρὸν ἐργάσασθαι, φοβοῦ τὸν κύριον πάντοτε, καὶ μὴ ἐπιλάθῃ τὸν φόβον αὐτοῦ· ὁ γὰρ ἔχων τὸν φόβον τοῦ θεοῦ ἐν τῇ καρδίᾳ αὐτοῦ οὐδέποτε ἐνθυμεῖται πονηρὸν ἐν τῇ διανοίᾳ αὐτοῦ, καὶ ἐργαζόμενος τὸ ἀγαθὸν ἔχει ζωὴν ἐν ἑαυτῷ εἰς τοὺς αἰῶνας. Καὶ εὐξαμένων αὐτῶν λέγει αὐτῷ ὁ ἐπίσκοπος Ἄκουε καὶ τῆς ὀγδόης ἐντολῆς. περὶ ἐγκρατείας νόησον ὅτι διπλῆ ἐστίν. ἐπὶ τίνων δεῖ ἐγκρατεύεσθαι καὶ μὴ ποιεῖν αὐτά. ἐγκρατεύου ἀπὸ πάσης πονηρίας, ἐργαζόμενος τὸ ἀγαθόν. ἄκουε λεπτομερῶς.
ἐγκρατεύου ἀπὸ μεθύσματος, ἀνομίας, ἀπὸ τρυφῆς πονηρᾶς, ἀπὸ ἐδεσμάτων πολλῶν καὶ πολυτελείας πλούτου καὶ μνησικακίας καὶ βλασφημίας. ταῦτα τὰ ἔργα πονηρά εἰσιν τῇ ζωῇ τῶν ἀνθρώπων. τούτων δεῖ ἐγκρατεύεσθαι τὸν δοῦλον τοῦ θεοῦ. ὁ γὰρ μὴ ἐγκρατευόμενος τούτων οὐ δύναται ζῆσαι. ἄκουε καὶ τὰ ὀνόματα τούτων ἤτοι ἀκόλουθα. λέγει Ἀντίοχος Ποῖα γὰρ, κύριε, πονηρά εἰσιν ἔργα; λέγει αὐτῷ ὁ ἐπίσκοπος Καὶ πολλά εἰσιν πονηρὰ, ἀφ’ ὧν δεῖ τὸν δοῦλον τοῦ θεοῦ ἐγκρατεύεσθαι, ψεῦδος, ἀποστέρησις, ψευδομαρτυρία, πλεονεξία, ἀλαζονεία, καὶ ὅσα τούτοις ὅμοια. ἢ οὐ δοκεῖ σοι πονηρὰ εἶναι ταῦτα; καὶ ἀπεκρίθη Ναὶ, δοῦλε τοῦ θεοῦ. λέγει αὐτῷ ὁ ἐπίσκοπος Τούτων πάντων δεῖ ἐγκρατεύεσθαι τὸν δοῦλον τοῦ θεοῦ, ἵνα ζήσῃ τῷ θεῷ καὶ ἐγγραφῇ μετὰ τῶν ἐγκρατευομένων. πρὸ πάντων πίστις, φόβος κυρίου, ὁμόνοια, ἀγάπη, ῥήματα δικαιοσύνης, ἀλήθεια, ὑπομονή. τούτων ἀγαθώτερον οὐδέν ἐστιν ἐν τῇ ζωῇ τῶν ἀνθρώπων. ταῦτα ἐάν τις φυλάξῃ, μακάριός ἐστιν ἐν τῇ ζωῇ αὐτοῦ. εἶτα τὰ τούτων ἀκόλουθα ἄκουε· χήραις ὑπηρετεῖν καὶ ὀρφανοῖς, ὑστερουμένοις τοῖς δούλοις τοῦ θεοῦ.
φιλόξενον εἶναι, ἥσυχον, ἐνδεεστέρῳ παρέχειν, πάντα ἄνθρωπον σέβεσθαι, ὕβριν ὑποφέρειν, μακρόθυμον εἶναι, ἀμνησίκακον, ἁμαρτάνοντας νουθετεῖν, χρεώστας μὴ θλίβειν, ἐνδεεῖς μὴ λυπεῖν, καὶ ὅσα τούτοις ὅμοιά ἐστιν. οὐ δοκεῖ σοι ταῦτα ἀγαθὰ εἶναι; ἀπεκρίθη ὁ Ἀντίοχος Τί γὰρ δύναται τούτων ἀγαθώτερον εἶναι; λέγει αὐτῷ ὁ ἐπίσκοπος Ἐπιγύμναζε οὖν ἑαυτὸν ἐν τούτοις καὶ μὴ ἀποστῇς ἀπ’ αὐτῶν, καὶ ζήσῃ εἰς τοὺς αἰῶνας, καὶ πάντες ὅσοι τὰς ἐντολὰς αὐτοῦ φυλάξωσιν ζήσονται εἰς τοὺς αἰῶνας. Καὶ εἰξαμένων αὐτῶν λέγει αὐτῷ ὁ ἐπίσκοπος Ἄκουε καὶ τῆς ἐνάτης ἐντολῆς τὴν διδασκαλίαν· πάνυ γὰρ ὠφέλιμός ἐστιν· ἆρον ἀπὸ σοῦ τὴν διψυχίαν καὶ μηδὲν ὅλως διψυχήσῃς αἰτήσασθαι τῷ θεῷ, λέγων ἐν ἑαυτῷ ὅτι πῶς δυνήσομαι αἰτήσασθαι παρὰ τοῦ κυρίου λαβεῖν ἡμαρτηκὼς τοσαῦτα εἰς αὐτόν; μηδὲν τοιοῦτον διαλογίζου, ἀλλ’ ἐξ ὅλης καρδίας σου ἐπίστρεψον πρὸς τὸν κύριον καὶ αἰτοῦ ἀδιστάκτως, καὶ γνώσῃ τὴν πολλὴν αὐτοῦ εὐσπλαγχνίαν, ὅτι οὐ μή σε ἐγκαταλείψει, ἀλλὰ τὸ αἴτημα τῆς ψυχῆς σου ταχέως πληρώσει.
PG 28:559οὐκ ἔστιν γὰρ ὁ θεὸς ὡς οἱ ἄνθρωποι μνησικακοῦντες, ἀλλ’ αὐτὸς ἀμνησίκακός ἐστιν καὶ σπλαγχνίζεται ἐπὶ τῷ πλάσματι αὐτοῦ. σὺ οὖν καθάρισόν σου τὸν λογισμὸν καὶ τὴν ψυχὴν ἀπὸ παντὸς ῥύπου ἐχθροῦ καὶ αἴτησαι παρὰ τοῦ κυρίου, καὶ λήψῃ εἴ τι αἰτήσῃ, ὅτι οὐκ ἐγκαταλείπει τοὺς εἰς αὐτὸν ἐλπίζοντας. οἱ γὰρ διστάζοντες εἰς τὸν θεὸν οὗτοί εἰσιν δίψυχοι, καὶ οὐδὲν ὅλως λαμβάνουσιν τῶν αἰτημάτων αὐτῶν· οἱ δὲ ὁλοτελεῖς ὄντες ἐν πίστει πάντα ἃ αἰτοῦνται ὁλοψύχως λαμβάνουσιν. πᾶς γὰρ δίψυχος ἀνὴρ, ἐὰν μὴ καθαρίσῃ τὸν νοῦν τῆς ψυχῆς αὐτοῦ, δυσκόλως σώζεται. ἔνδυσαι δὲ τὴν πίστιν, ὅτι ἰσχυρά ἐστιν, καὶ πίστευε τῷ θεῷ ὅτι πάντα τὰ αἰτήματά σου ἃ αἰτεῖς λήψῃ. ἐὰν αἰτησάμενός ποτε παρὰ τοῦ κυρίου αἴτημα καὶ βραδύτερον λάβῃς, μὴ διψυχήσῃς, ὅτι τάχιον οὐκ ἔλαβες τὸ αἴτημα τῆς καρδίας σου, ἤτοι τῆς ψυχῆς σου. πάντως γὰρ διὰ πειρασμόν τινα ἢ παράπτωμα, ὃ σὺ ἀγνοεῖς, οὐκ ἔλαβες τὸ αἴτημα τῆς ψυχῆς σου. σὺ οὖν μὴ διαλίπῃς εὐχόμενος ἕως οὗ ἀπολήψῃ αὐτό. ἐὰν δὲ ἐκκακήσῃς καὶ διψυχήσῃς εὐχόμενος καὶ αἰτούμενος, ἑαυτὸν αἰτιῶ καὶ μὴ τὸν διδοῦντά σοι. βλέπε οὖν ὅτι ἡ διψυχία παρὰ τοῦ διαβόλου ἐστίν.
σὺ οὖν δούλευε ἐκ τῆς ψυχῆς σου, καὶ ζήσῃ τῷ θεῷ, καὶ πάντες οἱ ταῦτα φρονοῦντες ζήσονται εἰς τοὺς αἰῶνας. Καὶ εὐξαμένων αὐτῶν λέγει ὁ ἐπίσκοπος Ἄκουε καὶ τῆς δεκάτης ἐντολῆς· ἆρον ἀπὸ σοῦ πᾶσαν ἐπιθυμίαν πονηρὰν καὶ ἔνδυσαι τὴν ἀγαθὴν καὶ σεμνήν. ἀπὸ δὲ τῆς πονηρᾶς ἐπιθυμίας, καὶ μάλιστα ἐὰν ἐμπέσῃ εἰς λύπην ὁ δοῦλος τοῦ θεοῦ καὶ μὴ ᾖ συνετὸς, δαπανᾶται ὑπ’ αὐτῆς δεινῶς. καὶ μάλιστα τοὺς μὴ ἔχοντας ἔνδυμα ἐπιθυμίας ἀγαθῆς, ἀλλ’ ἐμπεφυρμένους τῷ αἰῶνι τούτῳ, τούτους οὖν παραδίδωσιν εἰς θάνατον. καὶ λέγει ὁ Ἀντίοχος Ποῖά εἰσιν τὰ παραδιδοῦντα τοὺς ἀνθρώπους εἰς θάνατον; καὶ γνώρισόν μοι, ἵνα φύγω ἀπ’ αὐτῶν. λέγει αὐτῷ ὁ ἐπίσκοπος Ἄκουσον ἐν ποίοις ἔργοις θανατοῖ ἡ ἐπιθυμία ἡ πονηρὰ τοὺς δούλους τοῦ θεοῦ. πρὸ πάντων ἐπιθυμία γυναικὸς, καὶ πολυτέλεια πλούτου, ἥτις ἐστὶν φιλαργυρία, καὶ ἐδεσμάτων πολλῶν καὶ ματαίων, καὶ μεθύσματος πολλοῦ, διαφόρου γεύσεως, καὶ δόξης ἀνθρωπίνης ματαίας, μᾶλλον δὲ πᾶσα τρυφὴ καὶ ἡδονὴ τοῦ βίου τούτου ματαία ἐστίν. αὗται οὖν αἱ πονηρίαι καὶ αἱ ἐπιθυμίαι θανατοῦσιν τοὺς δούλους τοῦ θεοῦ. ἄπεχε οὖν ἀπ’ αὐτῶν, καὶ ζήσῃ τῷ θεῷ.
ἐὰν δουλεύσῃς τῷ θεῷ ἐν δικαιοσύνῃ, δύνασαι κατακυριεῦσαι τῆς πονηρᾶς ἐπιθυμίας. ὁ Ἀντίοχος λέγει Ἤθελον κἀγὼ γνῶναι ποίοις τρόποις δεῖ με δουλεῦσαι τῇ ἐπιθυμίᾳ τῇ ἀγαθῇ. ὁ ἐπίσκοπος λέγει Ἔργασαι δικαιοσύνην καὶ ἀρετὴν ἀληθείας, φόβον κυρίου καὶ πίστιν καὶ ἀγάπην καὶ ταπεινοφροσύνην καὶ ὑπομονὴν, καὶ τὰ ὅμοια τούτοις, καὶ τοῖς ἀγαθοῖς ἔργοις κολλήθητι. καὶ ταῦτα ἐργαζόμενος εὐάρεστος ἔσῃ καὶ δοῦλος θεοῦ εἰς τοὺς αἰῶνας. Πάλιν λέγει αὐτῷ ὁ ἐπίσκοπος Ὁ διάβολος ὅταν ἴδῃ ὅτι διὰ τοῦ ἰδίου λογισμοῦ οὐ δύναταί σε βλάψαι, τότε φέρει πρὸς σὲ ἀσθενεστέρους μοναχοὺς, καὶ δι’ αὐτῶν πρόφασίν τινα διὰ λόγων, ἢ διὰ ἔργων ἀναπαύσεως, ἢ ζῆλον σαρκικὸν δίδωσίν σοι εἰς τὸ σκανδαλίσαι σε καὶ καταρρᾶξαί σε. σὺ δὲ νοῶν ὅτι τοῦ ἐχθροῦ εἰσιν κατασκευαὶ αὗται μὴ ἄρξαις εἰς τὴν διάνοιάν σου λέγειν.
ἐγὼ ἀπὸ τοιούτου γένους εἰμὶ μεγάλου, καὶ οὗτος ἰδιώτης καὶ εὐτελὴς καὶ ἀσθενὴς, κἀγὼ εἰς τοὺς πόδας αὐτοῦ ἔχω πεσεῖν, μᾶλλον δὲ διὰ τοῦτο πρόσπεσε αὐτῷ, μεμνημένος τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐντολῆς, ἥτις σοι παρακελεύεται ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην, καὶ μὴ πρότερον ἀποστῇς αὐτοῦ τῶν ποδῶν ἕως οὗ συγχώρησιν μετ’ εὐχῆς δέξῃ παρ’ αὐτοῦ, ὅπως τέλειός σοι ἀποδοθῇ τῆς ταπεινοφροσύνης ὁ στέφανος εἰς τοὺς αἰῶνας. ἀμήν. Καὶ εὐξαμένων αὐτῶν λέγει αὐτῷ ὁ ἐπίσκοπος Ἄκουε καὶ τῆς ἑνδεκάτης ἐντολῆς· ἆρον ἀπὸ σοῦ τὴν λύπην. καὶ γὰρ αὐτὴ ἀδελφή ἐστιν τῆς διψυχίας καὶ τῆς ὀξυχολίας. λέγει ὁ Ἀντίοχος Πῶς, κύριε, ἀδελφή ἐστιν τούτων; ἄλλο γάρ μοι δοκεῖ ὀξυχολία καὶ ἄλλο λύπη. λέγει αὐτῷ ὁ ἐπίσκοπος Διὰ τί οὐ νοεῖς τὰ λεγόμενά σοι; ἐκεῖνοι γὰρ οὐ νοοῦσιν οἱ βάλλοντες ἑαυτοὺς εἰς τὰ κοσμικὰ καὶ σαρκικὰ πράγματα. οὐ νοεῖς ὅτι πονηροτάτη ἐστὶν καὶ δεινοτάτη τοῖς δούλοις τοῦ θεοῦ.
οἱ δὲ τὸν φόβον τοῦ θεοῦ ἔχοντες δικαιοσύνης ἔργον καὶ ἀληθείας ἐπιτελοῦσιν, καὶ τὴν καρδίαν καὶ τὸν νοῦν ἔχοντες πρὸς κύριον τυγχάνουσιν καὶ συνιοῦσιν, διότι καθαροί εἰσιν καὶ ἀμέριμνοι ἀπὸ πάσης φροντίδος τοῦ βίου καὶ μερίμνης κοσμικῆς καὶ οὐδὲν εἰ μὴ μόνον τὸν φόβον τοῦ θεοῦ ἔχουσιν ἐν ἑαυτοῖς. ὅπου γὰρ ὁ κύριος κατοικεῖ, ἐκεῖ ἐστιν σύνεσις πολλή. κολλήθητι οὖν τῷ κυρίῳ, καὶ πάντα νοήσεις. ἄκουε πῶς ἡ λύπη ἐκτρίβει τὸ πνεῦμα καὶ πάλιν σώζει. ὅταν ὁ δίψυχος ἐπιβάληται πρᾶξαί τι καὶ ἀποτύχῃ διὰ τὴν διψυχίαν αὐτοῦ, ἡ λύπη πορεύεται εἰς τὸν ἄνθρωπον καὶ λυπεῖ τὸ πνεῦμα τὸ ἅγιον καὶ στενοχωρεῖ. εἶτα πάλιν ἡ ὀξυχολία, ὅταν κολληθῇ τῷ ἀνθρώπῳ περὶ πράγματός τινος καὶ λίαν πικρανθῇ καὶ ποιήσῃ τι κακὸν, πάλιν ἡ λύπη εἰσπορεύεται εἰς τὴν καρδίαν τοῦ ἀνθρώπου, καὶ λυπεῖται ἐπὶ τῇ πράξει αὐτοῦ ᾗ ἔπραξεν, καὶ μεταμελεῖται ὅτι πονηρὸν εἰργάσατο. αὕτη οὖν ἡ λύπη δοκεῖ σωτηρίαν ἔχειν, ὅτι πονηρὸν πράξας μετενόησεν. ἀμφότεραι οὖν αἱ πράξεις λυποῦσιν τὸν ἄνθρωπον· ἡ μὲν διψυχία ὅτι οὐκ ἔτυχεν τῆς πράξεως αὐτοῦ, ἡ δὲ ὀξυχολία ὅτι ἔπραξεν τὸ πονηρόν.
PG 28:561ἀμφότερα οὖν λυπηρά εἰσιν τῷ πνεύματι τῷ ἁγίῳ. ἆρον τὴν λύπην ἀπὸ σοῦ καὶ μὴ θλῖβε τὸ πνεῦμα τὸ ἅγιον τὸ ἐν σοὶ κατοικοῦν, μή ποτε ἐντεύξηται κατὰ σοῦ τοῦ θεοῦ καὶ ἀποστῇ ἀπὸ σοῦ. τὸ γὰρ πνεῦμα τοῦ θεοῦ τὸ δοθὲν εἰς τὴν σάρκα ταύτην λύπην σαρκικὴν οὐχ ὑποφέρει οὐδὲ στενοχωρίαν. λύπη γὰρ ἡ ἐπὶ τοῖς προτέροις ἁμαρτήμασιν μόνη ἔχει ὠφέλειαν, ἐὰν μὴ πάλιν ἁμαρτήσῃς. πᾶς γὰρ ἱλαρὸς ἀνὴρ ἀγαθὰ ἐργάζεται καὶ ἀγαθὰ φρονεῖ καὶ καταφρονεῖ τῆς ματαίας λύπης· ὁ δὲ λυπηρὸς ἀνὴρ πάντοτε πονηρεύεται. πρῶτον μὲν πονηρεύεται ὅτι λυπεῖ τὸ πνεῦμα τὸ ἅγιον τὸ δοθὲν τῷ ἀνθρώπῳ ἱλαρόν· δεύτερον δὲ λυπῶν τὸ πνεῦμα ἀνομίαν ἐργάζεται μὴ ἐντυγχάνων μηδὲ ἐξομολογοίμενος τοῦ θεοῦ. πάντοτε γὰρ λυπηροῦ ἀνδρὸς ἡ ἔντευξις οὐκ ἔχει δύναμιν τοῦ ἀναβῆναι ἐπὶ τὸ θυσιαστήριον τοῦ θεοῦ, ὅτι ἡ λύπη ἐγκάθηται ἐν τῇ καρδίᾳ αὐτοῦ. μεμιγμένη οὖν ἡ λύπη ἡ κοσμικὴ μετὰ τῆς ἐντεύξεως οὐκ ἀφίησιν τὴν ἔντευξιν ἀναβῆναι καθαρὰν πρὸς τὸ θυσιαστήριον τοῦ θεοῦ. ὥσπερ γὰρ ὄξος οἴνῳ μεμιγμένον τὴν αὐτὴν ἡδονὴν οὐκ ἔχει, οὕτως καὶ λύπη μεμιγμένη μετὰ τοῦ πνεύματος τὴν αὐτὴν ἔντευξιν οὐκ ἔχει.
καθάρισον οὖν σεαυτὸν ἀπὸ τῆς λύπης τῆς πονηρᾶς ταύτης, καὶ ζήσῃ τῷ θεῷ, καὶ ἅπαντες ὅσοι ἀποβάλλονται τὴν λύπην ἀφ’ ἑαυτῶν καὶ ἐνδύονται ἀγάπην καὶ ἱλαρότητα ζήσονται εἰς τοὺς αἰῶνας. ἀμήν. Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου πατριάρχου Ἀλεξανδρείας Διδασκαλία πρὸς Ἀντίοχον δοῦκαν. Ἐλθὼν πρὸς τὸν ἁγιώτατον ἐπίσκοπον Ἀθανάσιον δοὺξ ὀνόματι Ἀντίοχος ἐν δεινῇ ἀρρωστίᾳ κατεχόμενος παρεκάλει εὔχεσθαι ὑπὲρ αὐτοῦ ὅπως, ἐὰν ὑγιάνῃ, ἐπιστρέψει λοιπὸν πρὸς τὸν κύριον, μετανοῶν ἐπὶ τοῖς ἁμαρτήμασιν αὐτοῦ. καὶ παρακαλέσαντος τοῦ ἐπισκόπου τὸν φιλάνθρωπον θεὸν ὑγιὴς τῇ ἑξῆς γέγονεν. καὶ δὴ ἤρχετο φέρων μεθ’ ἑαυτοῦ τὰ ὑπάρχοντα αὐτοῦ καὶ τίθησι παρὰ τοὺς πόδας τοῦ ἐπισκόπου, παρακαλῶν δοθῆναι τοῖς πτωχοῖς καὶ τοῖς χρείαν ἔχουσιν, αὐτὸν δὲ λαβόντα τὸ σεμνὸν σχῆμα παρὰ τοῦ ἁγίου ἀνδρὸς τὸν ἐνάρετον καὶ μονήρη βίον πολιτεύεσθαι· ὅπερ τῇ τοῦ θεοῦ χάριτι ἐποίησεν ὁ ἐπίσκοπος. τότε λέγει τῷ ἐπισκόπῳ ὁ δοὺξ Ἀντίοχος Ἔδει με ἀφ’ οὗ ἐβαπτίσθην φυλάξαι τὴν πίστιν καὶ μὴ μολῦναι τὸ βάπτισμα ἔτι·
PG 28:563ἀλλ’ ἐπειδὴ ἡ ἀφροσύνη μου μεγάλην ἐν ἐμοὶ εἰργάσατο ἀμέλειαν, παρακαλῶ τὴν σὴν ἁγιωσύνην διδάξαι με καὶ κατηχῆσαι καὶ νουθετῆσαι τίνων ἀπὸ τοῦ νῦν πραγμάτων καὶ ἔργων καὶ λογισμῶν ἐγκρατεύσομαι, καὶ τίνων ἄλλων ἐπιμελήσομαι ἀρετῶν. Τότε ὁ ἐπίσκοπος ποιήσας εὐχὴν καὶ καθίσας ἐδίδασκεν αὐτὸν ἐν πνεύματι ἁγίῳ μίαν ἑκάστην ἐντολὴν τῶν διδαγμάτων τοῦ Χριστοῦ πληρῶσαι. ἄρχεται οὖν λέγειν αὐτῷ Χρὴ τὸν ἐπὶ τὴν ἀκηλίδωτον ἀρετὴν ἐρχόμενον καὶ σεμνὸν βίον πολιτευόμενον καὶ ἐπὶ τοῖς προτέροις ἁμαρτήμασι μετανοοῦντα πρὸ πάντων πιστεύειν εἰς ἕνα θεὸν παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς ὁρατῶν τε πάντων καὶ ἀοράτων, καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μονεγενῆ, δι’ οὗ τὰ πάντα ἐγένετο τὰ ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, θεὸν σωτῆρα ἡμῶν ὑπάρχοντα ὁμοούσιον τῷ πατρὶ, καὶ εἰς τὸ ἅγιον πνεῦμα τὸ κύριον καὶ ζωοποιὸν, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, τὸ σὺν πατρὶ καὶ υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον. εἷς θεὸς μόνος ὁ πάντα χωρῶν, μόνος δὲ ἀχώρητος ὢν, καὶ ὅτι πάντα δύναται, ἀδύνατον δὲ αὐτῷ οὐδέν.
ἐὰν οὕτως πιστεύσῃς ἐξ ὅλης καρδίας σου καὶ ἐξ ὅλης ψυχῆς καὶ ἐξ ὅλης ἰσχύος σου καὶ φοβηθῇς αὐτὸν καὶ ἐγκρατεύσῃ ὧν λέγω σοι, εἰσακουσθήσεταί σου ἡ ἔντευξις καὶ πιστεύσας λήψῃ παρ’ αὐτοῦ τὴν βοήθειαν καὶ νίκην καὶ σωτηρίαν εἰς τοὺς αἰῶνας. ἀμήν. Καὶ ἀναστὰς ηὔξατο, καὶ μετὰ τὴν εὐχὴν λέγει αὐτῷ Ἁπλότητα ἔχε καὶ ἄκακος γενοῦ, καὶ ἔσο ὡς τὰ νήπια τὰ μὴ γινώσκοντα πονηρίαν τὴν ἀπόλλουσαν τὴν σωτηρίαν τῶν ἀνθρώπων. πρῶτον μὲν μηδενὸς καταλάλει μηδὲ ἡδέως ἄκουε τοῦ καταλαλοῦντος· εἰ δὲ μὴ, καὶ σὺ ἀκούων ἔνοχος ἔσῃ τῆς ἁμαρτίας τοῦ καταλαλοῦντος, ἂν πιστεύσῃς τῇ καταλαλιᾷ ᾗ ἐὰν ἀκούσῃς· ἐπίστευσας γὰρ καὶ σὺ αὐτὸς ἕξεις κατὰ τοῦ ἀδελφοῦ σου. οὕτως οὖν ἔνοχος ἔσῃ τοῦ καταλαλοῦντος. πονηρὸν γὰρ πνεῦμά ἐστιν ἡ καταλαλιὰ καὶ ἀκατάστατον δαιμόνιον, μηδέποτε εἰρηνεῦον, ἀλλὰ πάντοτε ἐν διχοστασίαις κατοικοῦν. ἄπεχε οὖν ἀπ’ αὐτοῦ, καὶ εἰρήνην ἕξεις μετὰ πάντων, ἔνδυσαι δὲ τὴν ἁπλότητα καὶ τὴν σεμνότητα, ἐν οἷς οὐδὲν πρόσκομμά ἐστι πονηρὸν, ἀλλὰ πάντα ὁμαλὰ καὶ ἱλαρὰ, καὶ ζήσῃ εἰς τοὺς αἰῶνας. ἀμήν. Καὶ ἀναστὰς ηὔξατο, καὶ μετὰ τὴν εὐχὴν καθίσας λέγει αὐτῷ Ἄκουε καὶ ταύτην τὴν ἐντολήν·
ἀλήθειαν ἀγάπα καὶ πᾶσα ἀλήθεια ἐκ τοῦ στόματός σου ἐκπορευέσθω, ἵνα τὸ πνεῦμα τοῦ θεοῦ κατοικῇ ἐν σοί. οἱ γὰρ ψευδόμενοι ἀθετοῦσι τὸν θεόν. ἔλαβον γὰρ πνεῦμα ἀληθείας καὶ ἐγένοντο οἰκητήρια τοῦ ἀληθινοῦ πνεύματος. ἐὰν οὖν τὴν ἀλήθειαν φυλάξῃς, δυνήσῃ σεαυτῷ ζωὴν περιποιήσασθαι. ὅρκον δὲ δικαίως ἢ ἀδίκως ἔκφευγε, καὶ ἡ ἀλήθεια εἰσάξει σε εἰς τὴν ζωὴν τὴν ἀθάνατον εἰς τοὺς αἰῶνας. ἀμήν. Καὶ εὐξαμένων αὐτῶν καθεσθεὶς ὁ ἐπίσκοπος λέγει αὐτῷ Ἄκουε καὶ τῆς τετάρτης ἐντολῆς· φύλασσε τὴν ἁγνείαν καὶ μὴ ἀναβαινέτω ἐπὶ τὴν καρδίαν σου περὶ γυναικὸς ἀλλοτρίας ἢ περὶ πορνείας τινὸς, ἢ περὶ τοιούτων ὀνομάτων. τοῦτο γὰρ ποιῶν ἁμαρτίαν μεγάλην ἐργάζῃ, μὴ ταχέως ἀφιστῶν τὸν νοῦν σου τοῦ τοιούτου αἰσχροῦ φάσματος. ἡ γὰρ ἐνθύμησις αὕτη θεοῦ δούλῳ ἁμαρτία μεγάλη ἐστίν. εἰ δέ τις ἐργάζεται τὸ ἔργον τὸ πονηρὸν τοῦτο, θάνατον ἑαυτῷ κατεργάζεται. βλέπε οὖν, ἀπέχου ἀπὸ τῆς ἐνθυμήσεως ταύτης. ὅπου γὰρ σεμνότης καὶ ἁγνεία κατοικεῖ, ἐκεῖ ἀνομία οὐκ ὀφείλει ἀναβαίνειν. τοῦτο δὲ κατορθοῦται διὰ πυκνοτέρας καὶ ἐπιπόνου εὐχῆς. τοῦτο οὖν ποίει, καὶ ζήσῃ εἰς τοὺς αἰῶνας. ἀμήν.
Καὶ ἀναστάντες ηὔξαντο, καὶ καθίσας ὁ ἐπίσκοπος λέγει αὐτῷ Ἄκουε καὶ τῆς πέμπτης ἐντολῆς· φύλασσε τὴν ἁγνείαν καὶ μακροθυμίαν καὶ γίνου συνετὸς, καὶ πάντων τῶν πονηρῶν ἔργων κατακυριεύσεις καὶ ἐργάσῃ πᾶσαν δικαιοσύνην. ἐὰν γὰρ μακρόθυμος ἔσῃ, τὸ πνεῦμα τὸ ἅγιον κατοικοῦν ἐν σοὶ καθαρὸν ἔσται, μὴ σκοτούμενον ὑπὸ πονηροῦ πνεύματος, μηδὲ μιαινόμενον ὑπὸ τῆς ὀξυχολίας. ἐν γὰρ τῇ μακροθυμίᾳ ὁ κύριος κατοικεῖ, ἐν δὲ τῇ ὀξυχολίᾳ ὁ διάβολος. ἀμφότερα οὖν τὰ πνεύματα ἀσύμφορόν ἐστιν ἐν ταὐτῷ κατοικεῖν. ἐὰν γὰρ λαβὼν ἀψινθίου μικρὸν εἰς κεράμιον μέλιτος ἐπιχέῃς, οὐχὶ ὅλον τὸ μέλι ἀφανίζεται, καὶ τοσοῦτον μέλι ὑπὸ τοῦ ἐλαχίστου ἀψινθίου ἀπόλλυται. ἐὰν δὲ εἰς τὸ μέλι μὴ βληθῇ τὸ ἀψίνθιον, γλυκὺ εὑρίσκεται τὸ μέλι καὶ εὔχρηστον πάντως γίνεται τῷ δεσπότῃ. βλέπε οὖν ὅτι ἡ μακροθυμία γλυκυτάτη ἐστὶν ὑπὲρ τὸ μέλι καὶ εὔχρηστός ἐστι τῷ κυρίῳ καὶ ἐν αὐτῇ κατοικεῖ, ἡ δὲ ὀξυχολία τὴν μακροθυμίαν μιαίνει. ἄκουε δὲ καὶ τὴν ἐνέργειαν τῆς ὀξυχολίας πῶς πονηρά ἐστιν καὶ πλανᾷ τοὺς δούλους τοῦ θεοῦ καὶ καταστρέφει τῇ ἑαυτῆς ἐνεργείᾳ.
PG 28:565οὐκ ἀποπλανᾷ δὲ τοὺς ὄντας πλήρεις ἐν πίστει, οὐδὲ ἐνεργῆσαι δύναται εἰς αὐτοὺς, ὅτι ἡ δύναμις τοῦ κυρίου μετ’ αὐτῶν ἐστιν, ἀλλὰ ἀποπλανᾷ τοὺς διψύχους. ὅταν γὰρ ἴδῃ τοὺς τοιούτους ἀνθρώπους εὐσταθοῦντας, παρεμβάλλει ἑαυτὴν εἰς τὴν καρδίαν τοῦ ἀνθρώπου, καὶ οὕτως πικραίνεται ἄνθρωπος ἕνεκεν βιωτικῶν πραγμάτων, ἢ φίλου τινὸς, ἢ περὶ δόσεως καὶ λήψεως, ἢ περὶ τοιούτων μιαρῶν πραγμάτων. ταῦτα πάντα μωρά ἐστι καὶ κενὰ καὶ ἀσύμφορα τοῖς δούλοις τοῦ θεοῦ, ἡ δὲ μακροθυμία μεγάλη ἐστὶ καὶ ὀχυρὰ, ἔχουσα τὴν δύναμιν ἰσχυρὰν καὶ καθημένην ἐν πλατυσμῷ μεγάλῳ. ἱλαρὰ, ἀγαλλιωμένη καὶ ἀμέριμνος οὖσα δοξάζει τὸν κύριον ἐν παντὶ καιρῷ, μηδὲν ἔχουσα ἐν ἑαυτῇ πικρὸν, παραμένουσα διὰ παντὸς πραότητι καὶ ἡσυχίᾳ. Αὕτη οὖν ἡ μακροθυμία κατοικεῖ μετὰ τῶν πίστιν ἐχόντων ὁλόκληρος, ἡ δὲ ὀξυχολία πρῶτον μὲν μωρία ἐστὶν καὶ ἐλαφρία φρενῶν· εἶτα ἐκ τῆς ἀφροσύνης γίνεται πικρία, ἐκ δὲ τῆς πικρίας θυμὸς, ἐκ δὲ τοῦ θυμοῦ ὀργὴ, ἐκ δὲ τῆς ὀργῆς μῆνις. εἶτα ἡ μῆνις ἐκ τοσούτων κακῶν συνισταμένη γίνεται ἁμαρτία μεγάλη καὶ ἀνίατος.
ὅταν γὰρ πάντα τὰ ἀνθρώπινα ταῦτα ἐν ἑνὶ ἀγγείῳ κατοικῇ, ὅπου καὶ τὸ πνεῦμα τὸ ἅγιον, οὐ χωρεῖ ἐκεῖνο τὸ ἄγγος, ἀλλ’ ὑπερπλεονάζει τὸ τρυφερὸν πνεῦμα, μὴ ἔχον συνήθειαν μετὰ πονηροῦ πνεύματος καὶ σκληρότητος κατοικεῖν. ὑποχωρεῖ οὖν ἀπὸ τοῦ ἀνθρώπου τούτου καὶ ζητεῖ κατοικεῖν μετὰ πραότητος καὶ ἡσυχίας. εἶτα ὅταν ἀποστῇ ἀπὸ τοῦ ἀνθρώπου οὗ κατοικεῖ, γίνεται ὁ ἄνθρωπος ἐκεῖνος κενὸς ἀπὸ τοῦ πνεύματος τοῦ ἁγίου καὶ λοιπὸν πεπληρωμένος τῶν πνευμάτων τῶν πονηρῶν ἀκαταστατεῖ ἐν πάσῃ πράξει αὐτοῦ, περισπώμενος ὧδε κἀκεῖ ἀπὸ τῶν ἀνθρώπων τῶν πονηρῶν, καὶ ὅλος ἀποτυφλοῦται ἀπὸ τῆς διανοίας τῆς ἀγαθῆς. οὕτως οὖν συμβαίνει πᾶσι τοῖς ὀξυχόλοις. ἀπέχου οὖν ἀπὸ τῆς ὀξυχολίας, τοῦ πονηροῦ δαίμονος, ἔνδυσαι δὲ τὴν μακροθυμίαν καὶ ἀντίστηθι τῇ ὀξυχολίᾳ, καὶ ἔσῃ ἐπαινούμενος μετὰ τῆς σεμνότητος τῆς ἠγαπημένης ὑπὸ κυρίου. βλέπε οὖν μὴ παραλογίσῃ τὴν ἐντολὴν ταύτην. ἐὰν γὰρ ταύτην φυλάξῃς, δυνήσῃ καὶ τὰς λοιπὰς τηρῆσαι. ἴσχυε οὖν ἐν αὐταῖς καὶ ἐνδυναμοῦ, καὶ νικήσεις καὶ ζήσῃ εἰς τοὺς αἰῶνας. ἀμήν. Καὶ ἀναστάντες ηὔξαντο, καὶ καθίσας ὁ ἐπίσκοπος λέγει αὐτῷ Ἄκουε καὶ τῆς ἕκτης ἐντολῆς·
ἐνετειλάμην σοι ἐν τῇ πρώτῃ ἐντολῇ ἵνα φυλάξῃς τὴν πίστιν καὶ τὸν φόβον καὶ ἐγκρατεύσῃ. ἀπεκρίθη ὁ Ἀντίοχος Ναὶ, κύριε, οὕτως ἔστιν. λέγει αὐτῷ ὁ ἐπίσκοπος Ἀλλὰ νῦν θέλω σοι δηλῶσαι καὶ τὰς δυνάμεις αὐτῶν, ἵνα νοήσῃς τὴν δύναμιν ἣν ἔχουσι καὶ ἐνέργειαν. διπλαῖ γάρ εἰσιν. κεῖνται γὰρ ἐπὶ δικαίῳ καὶ ἀδίκῳ. σὺ οὖν πίστευε τῷ δικαίῳ, τῷ δὲ ἀδίκῳ μηδὲν πιστεύσῃς. τὸ γὰρ δίκαιον ὀρθὴν ὁδὸν ἔχει, τὸ δὲ ἄδικον στρεβλήν. δύο εἰσὶν ἄγγελοι μετὰ τοῦ ἀνθρώπου, εἷς τῆς δικαιοσύνης καὶ εἷς τῆς πονηρίας. καὶ ὁ μὲν τῆς δικαιοσύνης ἄγγελος τρυφερός ἐστι καὶ αἰσχυντηρὸς καὶ πρᾶος καὶ ἰσχυρός. ὅταν οὖν οὗτος ἐπὶ τὴν καρδίαν σου ἀναβῇ, εὐθέως λαλεῖ μετὰ σοῦ περὶ δικαιοσύνης, περὶ ἁγνείας, περὶ σεμνότητος καὶ περὶ αὐταρκείας καὶ περὶ παντὸς ἔργου δικαίου καὶ περὶ πάσης ἀρετῆς ἐνδόξου. ταῦτα πάντα ὅταν εἰς τὴν καρδίαν σου ἀναβῇ, γίνωσκε ὅτι ὁ ἄγγελος τῆς δικαιοσύνης μετὰ σοῦ ἐστίν. τούτῳ οὖν πίστευε καὶ τοῖς ἔργοις αὐτοῦ καὶ ἐγκρατὴς αὐτοῦ γενοῦ. ὅρα οὖν καὶ τοῦ ἀγγέλου τῆς πονηρίας τὰ ἔργα.
πρῶτον πάντων ὀξύχολός ἐστι καὶ πικρὸς καὶ ἄφρων, καὶ τὰ ἔργα αὐτοῦ πονηρὰ, καταστρέφοντα τοὺς δούλους τοῦ θεοῦ. ὅταν οὗτος ἐπὶ τὴν καρδίαν σου ἀναβῇ, γνῶθι αὐτὸν ἐπὶ τῶν ἔργων αὐτοῦ. Λέγει αὐτῷ ὁ δοὺξ Ἀντίοχος Πῶς, κύριε, νοήσω αὐτὸν οὐκ ἐπίσταμαι, ἐὰν μὴ διδαχθῶ κατὰ λόγον. λέγει αὐτῷ ὁ ἐπίσκοπος Ἄκουε λεπτομερῶς καὶ ... ... γίνου. ὅταν ὀξυχολία σοί τις προσέλθῃ ἢ πικρία, γίνωσκε· ὅτι αὐτός ἐστιν ἐν σοί. εἶτα λοιπὸν ἐπιθυμίαι πράξεων πολλῶν καὶ πολυτέλεια ἐδεσμάτων καὶ κραιπαλῶν πολλῶν καὶ ποικίλων τροφῶν καὶ οὐ δεόντων, καὶ ἐπιθυμίαι γυναικῶν καὶ πλεονεξίαι, ὑπερηφανία τε καὶ ἀλαζονεία καὶ ὅσα τούτοις παραπλήσια. ταῦτα οὖν ὅταν ἐπὶ τὴν καρδίαν σου ἀναβῇ, γίνωσκε ὅτι ὁ ἄγγελος τῆς πονηρίας ἐστὶν ἐν σοί. σὺ οὖν ἐπιγνοὺς τὰ ἔργα αὐτοῦ ἀπόστα ἀπ’ αὐτοῦ καὶ μηδὲν αὐτῷ πίστευε. ἔχεις οὖν ἀμφοτέρων τῶν ἀγγέλων τὰς ἐνεργείας. σύνες αὐτάς. περὶ μὲν [τοῖς ἔργοις] τῆς πίστεως αὕτη ἐστὶν ἡ ἐντολὴ, ἵνα τοῖς ἔργοις τοῦ ἀγγέλου τῆς δικαιοσύνης πιστεύσῃς καὶ ἐργασάμενος αὐτὰ ζήσῃς τῷ θεῷ, ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.
Καὶ εὐξαμένων αὐτῶν λέγει αὐτῷ ὁ ἐπίσκοπος Μέμνησαι ὅτι εἰς τὴν πρώτην ἐντολὴν ἐνετειλάμην σοι περὶ πίστεως καὶ φόβου καὶ ἐγκρατείας. ἀπεκρίθη Ναὶ, κύριε. λέγει αὐτῷ Νῦν ἄκουσον τῆς ἑβδόμης ἐντολῆς περὶ τοῦ φόβου· φοβοῦ τὸν κύριον καὶ φύλασσε τὰς ἐντολὰς αὐτοῦ, καὶ ἔσῃ δυνατὸς ἐν πράξει, καὶ ἡ πρᾶξίς σου ἀσύγκριτος ἔσται. φοβούμενος τὸν κύριον πάντα καλὰ ἐργάσῃ· οὗτός ἐστιν ὁ φόβος ὃν δεῖ σε φοβηθῆναι. τὸν διάβολον μὴ φοβηθῇς, ὅτι δύναμις ἐν αὐτῷ οὐκ ἔστιν, οὐδὲ φόβος. ἐν ᾧ δὲ ἡ δύναμις ᾖ ἔνδοξος, καὶ φόβος ἐν αὐτῷ. πᾶς γὰρ ὁ δύναμιν ἔχων καὶ φόβον ἔχει. ὁ δὲ μὴ ἔχων δύναμιν ὑπὸ πάντων καταφρονεῖται. ὁ δοῦλος οὖν τοῦ κυρίου ἰσχυρός ἐστι καὶ … φοβήθητι οὖν τὸν κύριον, καὶ ζήσῃ αὐτῷ φυλάσσων τὰς ἐντολὰς αὐτοῦ εἰς τοὺς αἰῶνας. Καὶ εὐξαμένων αὐτῶν λέγει αὐτῷ ὁ ἐπίσκοπος Ἄκουε καὶ τῆς ὀγδόης ἐντολῆς περὶ ἐγκρατείας· νόησον ὅτι ἡ ἐγκράτεια διπλῆ ἐστίν. ἐπὶ τινῶν γὰρ δεῖ σε ἐγκρατεύεσθαι, ἐπὶ τινῶν δὲ οὐ δεῖ. τὸ πονηρὸν ἐγκρατεύεσθαι καὶ μὴ ποιεῖν αὐτὸ, τὸ δὲ ἀγαθὸν μὴ ἐγκρατεύου, ἀλλὰ ποίει αὐτό. ἄκουε δὲ λεπτομερῶς.
λέγει αὐτῷ ὁ Ἀντίοχος Ναὶ, δέομαί σου, πάντα μοι λεπτομερῶς δήλωσον, ὅτι οὐδέποτε ἤκουσα τοιοῦτον λόγον σωτηρίας, καθοπλίζοντα τὸν ἄνθρωπον κατὰ πάσης μηχανῆς τοῦ διαβόλου. διὰ τοῦτο ἐποίησα καὶ τὸν νοτάριόν μου πᾶσαν τὴν ἔνδοξον καὶ ἐνάρετον ταύτην διδαχὴν γράψαι. λέγει ὁ ἐπίσκοπος Ἐγκρατεύου ἀπὸ πάσης πονηρίας, ἀπὸ μεθύσματος, ἀνομίας, ἀπὸ τρυφῆς πονηρᾶς, ἀπὸ ἐδεσμάτων πολλῶν καὶ πολυτελῶν, πλούτου, καυχήσεως, ὑψηλοφροσύνης καὶ ὑπερηφανίας καὶ ψεύδους καὶ καταλαλιᾶς καὶ ὑποκρίσεως καὶ μνησικακίας καὶ πάσης βλασφημίας. ταῦτα τὰ ἔργα πονηρά ἐστι τῇ ζωῇ τῶν ἀνθρώπων. τούτων οὖν τῶν ἔργων δεῖ ἐγκρατεύεσθαι τὸν δοῦλον τοῦ θεοῦ. ὁ γὰρ μὴ ἐγκρατευόμενος τούτων οὐ δύναται ζῆσαι τῷ θεῷ. ἄκουε δὲ καὶ τὰ ἀκόλουθα τούτων. λέγει ὁ δοὺξ Ἀντίοχος Ἔτι γὰρ, κύριε, πονηρά εἰσιν ἔργα; λέγει αὐτῷ ὁ ἐπίσκοπος Καὶ πολλά εἰσιν ἀφ’ ὧν δεῖ τὸν δοῦλον τοῦ θεοῦ ἐγκρατεύεσθαι, κλοπὴ, ψεῦδος, ἀποστέρησις, ψευδομαρτυρία, πλεονεξία, ἀλαζονεία, καὶ ὅσα τούτοις ὅμοια. ἢ οὐ δοκεῖ σοι πονηρὰ εἶναι ταῦτα; ἀπεκρίθη Καὶ λίαν πονηρὰ τοῖς δούλοις τοῦ θεοῦ.
λέγει αὐτῷ ὁ ἐπίσκοπος Ἐγκράτευσαι οὖν ἀπὸ πάντων τούτων, ἵνα ζήσῃ τῷ θεῷ καὶ ἐγγραφήσῃ μετὰ τῶν ἐγκρατευομένων. ἃ μὲν οὖν δεῖ ἐγκρατεύεσθαι ταῦτά ἐστιν· ἃ δὲ δεῖ σε μὴ ἐγκρατεύεσθαι, ἀλλὰ ποιεῖν, ἄκουε. πάντων πρῶτον πίστις, φόβος κυρίου, ὁμόνοια, ἀγάπη, ῥήματα δικαιοσύνης, ἀλήθεια, ὑπομονή. τούτων ἀγαθώτερον οὐδέν ἐστιν ἐν τῇ ζωῇ τῶν ἀνθρώπων. ταῦτα ἐάν τις φυλάσσῃ καὶ μὴ ἐγκρατεύηται ἀπ’ αὐτῶν, μακάριός ἐστιν ἐν τῇ ζωῇ αὐτοῦ. εἶτα τούτων τὰ ἀκόλουθα ἄκουε· χήραις ὑπηρετεῖν καὶ ὀρφανοὺς ὑστερουμένους ἐπισκέπτεσθαι, ἐξ ἀνάγκης λυτρώσασθαι τοὺς δούλους τοῦ θεοῦ, φιλόξενον εἶναι· ἐν γὰρ τῇ φιλοξενίᾳ εὑρίσκεται ἀγαθοποίησις· ἡσύχιον εἶναι, ἐνδεέστερον γενέσθαι, πάντα ἄνθρωπον πρεσβύτην σέβεσθαι, ἀσκεῖν δικαιοσύνην, ἀδελφότητα συντηρεῖν, ὕβριν ὑποφέρειν, μακρόθυμον εἶναι, ἀμνησίκακον, κάμνοντας τῇ ψυχῇ παρακαλεῖν, ἐσκανδαλισμένους ἀπὸ τῆς πίστεως μὴ ἀποβαλέσθαι, ἀλλ’ ἐπιστρέφειν καὶ εὐθύμους ποιεῖν, ἁμαρτάνοντας νουθετεῖν, χρεώστας μὴ θλίβειν, ἐνδεεῖς μὴ λυπεῖν, καὶ ὅσα τούτοις ὅμοιά ἐστιν. δοκεῖ σοι ταῦτα ἀγαθὰ εἶναι;
PG 28:569ἀπεκρίθη ὁ Ἀντίοχος Τί γὰρ, κύριε, δύναται τούτων ἀγαθώτερον εἶναι; λέγει αὐτῷ ὁ ἐπίσκοπος Γύμναζε σεαυτὸν ἐν τούτοις καὶ μὴ ἐγκρατεύου πάντων, καὶ ζήσῃ τῷ θεῷ εἰς τοὺς αἰῶνας. ἀμήν. Καὶ εὐξαμένων αὐτῶν λέγει αὐτῷ ὁ ἐπίσκοπος Ἄκουε καὶ τῆς ἐνάτης ἐντολῆς τὴν διδασκαλίαν· πάνυ γὰρ ὠφέλιμός ἐστιν· ἆρον ἀπὸ σοῦ τὴν διψυχίαν καὶ μηδὲν ὅλως διψυχήσῃς αἰτήσασθαι παρὰ τοῦ θεοῦ, λέγων ἐν ἑαυτῷ ὅτι πῶς δυνήσομαι αἰτήσασθαι παρὰ τοῦ κυρίου λαβεῖν ἡμαρτηκὼς τοσαῦτα εἰς αὐτόν; μὴ διαλογίζου ταῦτα, ἀλλ’ ἐξ ὅλης καρδίας σου ἐπίστρεψον πρὸς κύριον καὶ αἰτοῦ παρ’ αὐτοῦ ἀδιστάκτως, καὶ γνώσῃ τὴν πολυευσπλαγχνίαν αὐτοῦ, ὅτι οὐ μή σε ἐγκαταλίπῃ, ἀλλὰ τὸ αἴτημα τῆς ψυχῆς σου πληροφορήσει. οὐκ ἔστιν γὰρ ὁ θεὸς ὡς οἱ ἄνθρωποι μνησικακοῦντες, ἀλλ’ αὐτὸς ἀμνησίκακός ἐστιν καὶ σπλαγχνίζεται ἐπὶ τὴν ποίησιν αὐτοῦ. σὺ οὖν καθάρισον τὴν καρδίαν σου ἀπὸ πάντων τῶν ματαίων τούτων καὶ τῶν προειρημένων σοι ῥημάτων, καὶ αἰτοῦ παρὰ τοῦ κυρίου, καὶ λήψῃ, καὶ πάντων τῶν αἰτημάτων σου ἀστέρητος ἔσῃ, ἐὰν ἀδιστάκτως αἰτήσῃς· ἐὰν δὲ διστάσῃς ἐν τῇ καρδίᾳ σου, οὐδὲν οὐ μὴ λήψῃ τῶν αἰτημάτων σου.
οἱ γὰρ διστάζοντες εἰς τὸν θεὸν, οὗτοί εἰσιν ὡς δίψυχοι καὶ οὐδὲν ὅλως λαμβάνουσι τῶν αἰτημάτων αὐτῶν. οἱ δὲ ὁλοτελεῖς ὄντες ἐν τῇ πίστει πάντα αἰτοῦνται πεποιθότες ἐπὶ τὸν θεὸν καὶ λαμβάνουσιν, ὅτι ἀδιστάκτως αἰτοῦνται μηδὲν διψυχοῦντες. πᾶς γὰρ δίψυχος ἀνὴρ, ἐὰν μὴ μετανοήσῃ, δυσκόλως σωθήσεται. καθάρισον οὖν τὴν καρδίαν σου ἀπὸ τῆς διψυχίας, ἔνδυσαι δὲ τὴν πίστιν, ὅτι ἰσχυρά ἐστιν, καὶ πίστευε τῷ θεῷ ὅτι πάντα τὰ αἰτήματά σου ἃ αἰτῇ λήψῃ, καὶ ἐὰν αἰτησάμενός ποτε παρὰ τοῦ κυρίου αἴτημά τι καὶ βραδύτερον λάβῃς, μὴ διψυχήσῃς, ὅτι τάχιον οὐκ ἔλαβες τὸ αἴτημα τῆς ψυχῆς σου. πάντως γὰρ διὰ πειρασμόν τινα ἢ παράπτωμά τι, ὃ σὺ ἀγνοεῖς, οὐκ ἔλαβες. σὺ οὖν μὴ διαλίπῃς εὐχόμενος τὸ αἴτημα τῆς ψυχῆς σου, ἕως οὗ ἀπολήψῃ αὐτό. ἐὰν δὲ ἐκκακήσῃς καὶ διψυχήσῃς αἰτούμενος, ἑαυτὸν αἰτιῶ καὶ μὴ τὸν μὴ διδοῦντά σοι. βλέπε οὖν τὴν διψυχίαν ταύτην. πονηρὰ γάρ ἐστι καὶ ἀσύνετος καὶ πολλοὺς ἐκριζοῖ ἀπὸ τῆς πίστεως, καί γε λίαν πιστοὺς καὶ ἰσχυρούς. καταφρόνησον οὖν αὐτῆς ἐν παντὶ πράγματι, ἐνδυσάμενος τὴν πίστιν τὴν ἰσχυρὰν καὶ δυνατήν.
ἡ γὰρ πίστις πάντα ἐπαγγέλλεται, πάντα τελειοῖ, ἡ δὲ διψυχία μὴ καταπιστεύουσα ἑαυτὴν πάντων ἀποτυγχάνει τῶν ἔργων αὐτῆς ὧν πράσσει. σὺ οὖν δούλευε τῇ εὐχῇ σου, τῇ δυνάμει τῆς πίστεως, καὶ ζήσῃ τῷ θεῷ καὶ πάντες οἱ καταφρονοῦντες εἰς τοὺς αἰῶνας. ἀμήν. Καὶ εὐξαμένων αὐτῶν λέγει αὐτῷ ὁ ἐπίσκοπος Ἄκουε καὶ τῆς δεκάτης ἐντολῆς· ἆρον ἀπὸ σοῦ πᾶσαν ἐπιθυμίαν πονηρὰν, ἔνδυσαι τὴν ἐπιθυμίαν τὴν ἀγαθὴν καὶ σεμνήν. ἐνδεδυμένος γὰρ τὴν ἐπιθυμίαν ταύτην μισήσεις τὴν πονηρὰν ἐπιθυμίαν· ἀγρία γὰρ ἐπιθυμία εἰς τάδε. ἐὰν ἐμπέσῃ εἰς λύπην ὁ δοῦλος τοῦ θεοῦ καὶ μὴ ᾖ συνετὸς, δαπανᾶται ὑπ’ αὐτῆς δεινῶς. δαπανᾷ δὲ τούτους μὴ ἔχοντας ἔνδυμα ἐπιθυμίας ἀγαθῆς, ἀλλ’ ἐμπεφυρμένους τῷ αἰῶνι τούτῳ. τούτους οὖν παραδίδωσιν εἰς θάνατον. καὶ λέγει ὁ Ἀντίοχος Ποῖα, κύριε, εἰσὶ τῆς ἐπιθυμίας τῆς πονηρᾶς τὰ παραδιδοῦντα τοὺς ἀνθρώπους εἰς θάνατον; γνώρισόν μοι, ἵνα φύγω ἀπ’ αὐτῶν. λέγει αὐτῷ ὁ ἐπίσκοπος Ἄκουσον.
πρῶτον πάντων ἐπιθυμία γυναικὸς, καὶ πολυτέλεια πλούτου, ἥ ἐστι φιλαργυρία, καὶ ἐδεσμάτων πολλῶν καὶ ματαίων, καὶ μεθύσματος πολλοῦ, διαφόρων γεύσεων, καὶ ἑτέρων τρυφῶν πολλῶν καὶ μωρῶν, καὶ δόξης ἀνθρωπίνης καὶ ματαίας. πᾶσα τρυφὴ μωρά ἐστι καὶ κενὴ τοῖς δούλοις τοῦ θεοῦ. ἀπέχεσθαι οὖν δεῖ τῶν ἐπιθυμιῶν τούτων, ἵνα ἀπεχόμενοι ζήσητε τῷ· θεῷ. ἐὰν δὲ δουλεύσῃς τῇ ἐπιθυμίᾳ τῇ ἀγαθῇ καὶ ὑποταγῇς αὐτῇ, δύνασαι κατακυριεῦσαι τῆς ἐπιθυμίας τῆς πονηρᾶς καὶ ὑποτάξαι αὐτὴν καθὼς βούλει. ὁ Ἀντίοχος λέγει Ἤθελον γνῶναι ποίοις τρόποις δεῖ με δουλεῦσαι τῇ ἐπιθυμίᾳ τῇ ἀγαθῇ. ὁ ἐπίσκοπος λέγει Ἄκουε· ἔργασαι δικαιοσύνην καὶ ἀρετὴν ἀληθείας, καὶ φόβον κυρίου καὶ πίστιν καὶ ἀγάπην καὶ ταπεινοφροσύνην καὶ ἀκτημοσύνην .....ιθην ποιῆσαι τῆς κοσμικῆς … ότητος, καὶ ὅσα τούτοις ὅμοια τοῖς προειρημένοις. ταῦτα ἐργαζόμενος εὐάρεστος ἔσῃ δοῦλος θεοῦ εἰς τοὺς αἰῶνας. ἀμήν.
Πάλιν λέγει αὐτῷ ὁ ἐπίσκοπος Ὁ διάβολος ὅταν ἴδῃ ὅτι δι’ ἑαυτοῦ, τουτέστιν διὰ τοῦ ἰδίου λογισμοῦ, οὐδὲν δύναταί σε βλάψαι, τότε φέρει πρὸς σὲ ἀσθενεστέρους μοναχοὺς, καὶ δι’ αὐτῶν πρόφασίν τινα διὰ λόγων, ἢ ἔργων, ἢ ἀναπαύσεως, ἢ ζήλου σαρκικοῦ δίδωσίν σοι εἰς τὸ σκανδαλίσαι καὶ ταράξαι. σὺ δὲ νοῶν τοῦ ἐχθροῦ εἶναι κατασκευὴν τοῦτο μὴ ἄρξῃ εἰς τὴν διάνοιάν σου λέγειν. ἐγὼ ἀπὸ τοῦ τοιούτου γένους εἰμὶ μεγάλου, καὶ οὗτος ἰδιώτης καὶ εὐτελὴς, κἀγὼ εἰς τοὺς πόδας αὐτοῦ ἔχω πεσεῖν, μᾶλλον δὲ διὰ τοῦτο πρόςπεσε αὐτῷ, μεμνημένος τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐντολῆς, ἥτις σοι παρακελεύεται ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην, καὶ μὴ πρότερον αὐτοῦ ἀποστῇς τῶν ποδῶν ἕως οὗ συγχώρησιν μετ’ εὐχῆς παρ’ αὐτοῦ δέξῃ, ὅπως τέλειός σοι ἀποδοθῇ τῆς ταπεινοφροσύνης ὁ στέφανος εἰς τοὺς αἰῶνας. ἀμήν. Καὶ εὐξαμένων αὐτῶν λέγει αὐτῷ ὁ ἐπίσκοπος Ἄκουε καὶ τῆς ἑνδεκάτης ἐντολῆς· ἆρον ἀπὸ σοῦ τὴν λύπην· καὶ γὰρ αὕτη ἀδελφή ἐστι τῆς διψυχίας καὶ τῆς ὀξυχολίας. λέγει ὁ Ἀντίοχος Πῶς, κύριε, ἀδελφή ἐστι τούτων;
PG 28:571ἄλλο γάρ μοι δοκεῖ ὀξυχολία καὶ ἄλλο διψυχία καὶ ἄλλο λύπη. λέγει αὐτῷ ὁ ἐπίσκοπος Διὰ τί οὐ νοεῖς τὰ λεγόμενά σοι; καὶ γὰρ ἐκεῖνοι οὐ νοοῦσιν οἱ βάλλοντες ἑαυτοὺς εἰς τὰ σαρκικὰ καὶ κοσμικὰ πράγματα. οὐ νοεῖς ὅτι ἡ λύπη πάντων τῶν παθῶν πονηροτέρα ἐστὶν καὶ δεινοτάτη τοῖς δούλοις τοῦ θεοῦ, καὶ παρὰ πάντα τὰ πνεύματα καταφθείρει τὸν ἄνθρωπον. οἱ δὲ φόβον ἔχοντες θεοῦ καὶ ἐρευνῶντες περὶ θεοῖ ἔργων καὶ ἀληθείας, καὶ τὴν καρδίαν ἔχοντες πρὸς κύριον πάντα τὰ λεγόμενα αὐτοῖς τάχιον νοοῦσι, καὶ συνιοῦσιν ὅτι καθαροί εἰσιν καὶ ἀμέριμνοι ἀπὸ πάσης φροντίδος καὶ μερίμνης κοσμικῆς καὶ οὐδὲν ἄλλο εἰ μὴ τὸν φόβον τοῦ θεοῦ ἔχουσιν ἐν ἑαυτοῖς. ὅπου γὰρ ὁ κύριος κατοικεῖ, ἐκεῖ καὶ σύνεσις πολλή. κολλήθητι οὖν τῷ κυρίῳ καὶ πάντα νοήσεις. ἄκουε οὖν πῶς ἡ λύπη ἐκτρίβει τὸ πνεῦμα καὶ πάλιν σώζει. ὅταν ὁ δίψυχος ἐπιβάληται πρᾶξαί τι καὶ ἀποτύχῃ διὰ τὴν διψυχίαν αὐτοῦ, ἡ λύπη ἐκπορεύεται εἰς τὸν ἄνθρωπον καὶ λυπεῖ τὸ πνεῦμα τὸ ἅγιον καὶ στενοχωρεῖ αὐτό.
PG 28:573εἶτα πάλιν ἡ ὀξυχολία, ὅταν κολληθῇ τῷ ἀνθρώπῳ περὶ πράγματός τινος καὶ λίαν πικρανθῇ καὶ ποιήσῃ τι κακὸν, πάλιν ἡ λύπη εἰσπορεύεται εἰς τὴν καρδίαν τοῦ ἀνθρώπου τοῦ ὀξυχολήσαντος, καὶ λυπεῖται ἐπὶ τῇ πράξει αὐτοῦ ᾗ ἔπραξεν καὶ μετανοεῖ, ὅτι πονηρὸν εἰργάσατο. αὕτη οὖν ἡ λύπη δοκεῖ σωτηρίαν ἔχειν, ὅτι τὸ πονηρὸν πράξας μετενόησεν. ἀμφότεραι δὲ τῶν πράξεων λυποῦσι τὸν ἄνθρωπον· ἡ μὲν διψυχία ὅτι οὐκ ἐπέτυχε τῆς πράξεως, ἡ δὲ ὀξυχολία ὅτι ἔπραξεν τὸ πονηρόν. ἀμφότερα οὖν λυπηρά ἐστι τῷ πνεύματι τῷ ἁγίῳ. ἆρον οὖν ἀπὸ σοῦ τὴν λύπην καὶ μὴ θλῖβε τὸ πνεῦμα τὸ ἅγιον τὸ ἐν σοὶ κατοικοῦν, μή ποτε ἐντεύξηται τῷ θεῷ καὶ ἀποστῇ ἀπὸ σοῦ. τὸ γὰρ πνεῦμα τοῦ θεοῦ τὸ δοθὲν εἰς τὴν σάρκα ταύτην λύπην σαρκικὴν οὐχ ὑποφέρει οὐδὲ στενοχωρίαν. λύπη γὰρ ἡ ἐπὶ τοῖς πρώτοις ἁμαρτήμασι μόνη ἔχει ὠφέλειαν, ἐὰν μὴ πάλιν ἁμαρτήσῃς. ἔνδυσαι οὖν τὴν ἱλαρότητα τὴν πάντοτε ἔχουσαν χάριν παρὰ τῷ θεῷ καὶ εὐπρόσδεκτον οὖσαν αὐτῷ, καὶ ἐντρύφησον ἐν αὐτῇ. πᾶς γὰρ ἱλαρὸς ἀνὴρ ἀγαθὰ ἐργάζεται καὶ ἀγαθὰ φρονεῖ καὶ καταφρονεῖ τῆς ματαίας λύπης·
ὁ δὲ λυπηρὸς ἀνὴρ πάντοτε ὀργίζεται καὶ ἀνομίαν ἐργάζεται μὴ ἐντυγχάνων μηδὲ ἐξομολογούμενος τῷ θεῷ. πάντοτε γὰρ λυπηροῦ ἀνδρὸς ἡ ἔντευξις οὐκ ἔχει δύναμιν τοῦ ἀναβῆναι ἐπὶ τὸ θυσιαστήριον τοῦ θεοῦ, ὅτι ἡ λύπη ἐγκάθηται εἰς τὴν καρδίαν αὐτοῦ. μεμιγμένη οὖν ἡ λύπη ἡ κοσμικὴ μετὰ τῆς ἐντεύξεως οὐκ ἀφίησι τὴν ἔντευξιν ἀναβῆναι καθαρὰν εἰς τὸ θυσιαστήριον. ὥσπερ γὰρ ὄξος οἴνῳ μεμιγμένον τὴν αὐτὴν ἡδονὴν οὐκ ἔχουσιν, οὕτως καὶ λύπη μεμιγμένη μετὰ τοῦ ἁγίου πνεύματος τὴν αὐτὴν ἔντευξιν οὐκ ἔχει. καθάρισον οὖν ἑαυτὸν ἀπὸ τῆς λύπης τῆς πονηρᾶς ταύτης, καὶ ζήσῃ τῷ θεῷ εἰς τοὺς αἰῶνας. ἀμήν. Καὶ εὐξαμένων αὐτῶν λέγει αὐτῷ ὁ ἐπίσκοπος Βλέπε στερεῶς καὶ ἐξ ὅλης τῆς καρδίας σου ἐπίστρεφε πρὸς κύριον καὶ μὴ φοβηθῇς τὸν διάβολον· δύναμις γὰρ ἐν αὐτῷ οὐκ ἔστιν κατὰ τῶν δούλων τοῦ θεοῦ· ὁ θεὸς γάρ ἐστιν ὁ παρέχων τὴν νίκην. ὁ διάβολος μόνον φόβον ἔχει, ὁ δὲ φόβος αὐτοῦ τόνους οὐκ ἔχει. μὴ φοβηθῇς οὖν αὐτὸν, καὶ φεύξεται ἀπὸ σοῦ, μηδὲ τὴν ἀπειλὴν αὐτοῦ δειλιάσῃς· ἄτονος γὰρ ὡς νεκροῦ νεῦρα.
οὐ δύναται γὰρ καταδυναστεύειν τῶν δούλων τοῦ θεοῦ τῶν ἐξ ὅλης καρδίας ἐλπιζόντων ἐπ’ αὐτόν. δύναται οὖν ὁ διάβολος παλαῖσαι, καταπαλαῖσαι δὲ οὐ δύναται. ἐὰν οὖν ἀντιστῇς αὐτὸν, νικηθεὶς φεύξεται ἀπὸ σοῦ κατῃσχυμμένος. μᾶλλον φοβήθητι τὸν κύριον τὸν δυνάμενον σῶσαι καὶ ἀπολέσαι. μὴ δειλιάσῃς μηδὲ φοβηθῇς τὸν θάνατον· φθαρτὸς γάρ ἐστιν· ἀλλὰ φοβοῦ τὴν ἁμαρτίαν· προαιρετικὴ γάρ ἐστι. φύλασσε σεαυτὸν ἀπὸ τῶν τριῶν μελῶν τοῦ σώματός σου, ὀφθαλμοῦ, στόματος καὶ ἀκοῆς, μή ποτε διὰ τῶν ὀφθαλμῶν σου φθονερῶς καὶ ἀκολάστως προσέχῃς τινὶ καὶ διὰ στόματος τοῦ μὴ λαλεῖν ποτε ἀσύμφορα, καὶ ἀκοὴν τῇ ὑγιαινούσῃ ..... μήποτε καταδέξῃ λογίον … … βεῖς, μή ποτε ἡττηθῇς ἀσυνέτοις λογισμοῖς, ἀκοῇ βλαβερᾷ, καὶ ἐπιστρέψῃς ὡς κύων ἐπὶ τὸν ἴδιον ἔμετον, ἀλλὰ λάβε μᾶλλον εἰς τὴν σὴν ἔννοιαν τὴν ἐσχάτην ἡμέραν. οὐ γὰρ μόνος τὸν αἰῶνα βιώσεις, ἀλλὰ τὴν τότε μνήσθητι συνοχὴν καὶ πνιγμὸν καὶ θανάτου ὥραν καὶ ἀπόφασιν θεοῦ κατεπείγουσαν καὶ ἀγγέλους ἐπισπεύδοντας καὶ ψυχὴν ἐν τούτοις θορυβουμένην καὶ ἅμα τῷ συνειδότι πικρῶς μαστιγουμένην καὶ πρὸς τὰ ὧδε ἐλεεινῶς ἐπιστρέφουσαν.
καὶ τὴν ἀπαραίτητον τῆς μακρᾶς ἐκείνης ἀποδημίας ἀνάγκην διάγραψόν μοι τῇ διανοίᾳ, τὴν τελευταίαν τοῦ κοινοῦ βίου καταστροφὴν, ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ θεοῦ ἐν τῇ δόξῃ αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ τῶν ἁγίων. ἥξει γὰρ καὶ οὐ παρασιωπήσεται, ὅταν ἔλθῃ ὁ κύριος κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. μνήσθητι τὸν πύρινον ποταμὸν, τὸν σκώληκα τὸν ἀκοίμητον, τὸν δεινὸν ᾅδην, τὸ σκότος τὸ ἐξώτερον, τὸν πικρὸν κλαυθμὸν, τὸν βρυγμὸν τῶν ὀδόντων, τὴν ἄσβεστον κάμινον. πάντα γὰρ γυμνὰ καὶ τετραχηλισμένα παραστήσεται, ὅταν ἡ σάλπιγξ ἐκείνη μέγα τι καὶ φοβερὸν ἠχήσασα τοὺς ἀπ’ αἰῶνος ἐξεγερεῖ καθεύδοντας καὶ ἐκπορείσονται οἱ τὰ ἀγαθὰ πράξαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. μνήσθητι τῆς τοῦ Δανιὴλ ὀπτασίας, πῶς ὑπ’ ὄψεσιν ἄγει τὴν κρίσιν ὅτι φησὶν ἕως οὗ θρόνοι ἐτέθησαν καὶ παλαιὸς ἡμερῶν ἐκάθισεν, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιὼν, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡς ἔριον καθαρὸν, ὁ θρόνος αὐτοῦ ὡς φλὸξ πυρός· οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον, ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ.
PG 28:575χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ. κριτήριον ἐκάθισεν καὶ βίβλοι ἠνεώχθησαν. τὰ ἀγαθὰ, τὰ φαῦλα, τὰ φανερὰ, τὰ κεκρυμμένα, τὰ πράγματα, τὰ ῥήματα, τὰ ἐνθυμήματα. εὐθέως οὖν εἰς ἐξάκουστον τοῖς πᾶσιν καὶ ἀγγέλοις καὶ ἀνθρώποις σοφῶς ἀνακαλύψει. πάντα γὰρ, ὡς προεῖπον, γυμνὰ καὶ τετραχηλισμένα παραστήσει τῷ βήματι τῷ φοβερῷ. βλέπε λοιπὸν τὸν χρόνον ἐν ᾧ δεῖ σε καρπώσασθαι τὸ ἀμέτρητον αὐτοῦ ἔλεος, μὴ ἐν ματαιότητι ἀναλώσῃς, καὶ ἐν πύλαις ᾅδου ζητήσεις τοῦτο καὶ οὐχ εὑρήσεις ὃ ἐν τῷ ὕψει τῶν ἡμερῶν σου προκείμενον οὐκ ἠθέλησας. μνήσθητι οὖν καὶ ταύτην τὴν φρικτὴν τῆς ἀπολογίας ἡμέραν τῆς κρίσεως, καὶ ἴδε πῶς μέλλεις ἀπολογεῖσθαι τῷ πλάσαντί σε θεῷ, ὅτι αὐτός ἐστι κριτὴς ζώντων καὶ νεκρῶν, ὅτι δεδόξασται τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ὡς ἀπ’ ἀρχῆς καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
Καὶ συντελέσας τὰς δώδεκα ταύτας ἐντολὰς ὁ ἐπίσκοπος λέγει αὐτῷ Πορεύου ἐν ταῖς ἐντολαῖς ταύταις καὶ παρακάλει καὶ τοὺς ἀκούοντας πορεύεσθαι ἐν αὐταῖς, ἵνα ἡ μετάνοια αὐτῶν καθαρὰ γένηται τὰς λοιπὰς ἡμέρας τῆς ζωῆς αὐτῶν, θαρροῦντας ὅτι λήψονται οὐ μόνον ἄφεσιν ἁμαρτιῶν, ἀλλὰ καὶ τὴν κληρονομίαν τῆς ἐπουρανίου βασιλείας, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ πατρὶ σὺν τῷ ἁγίῳ καὶ ζωοποιῷ πνεύματι δόξα, τιμὴ, κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Ταύτας ἀκούσας τὰς ἐντολὰς ὁ Ἀντίοχος καὶ γράψας αὐτὰς ἐπὶ τὴν καρδίαν αὐτοῦ ὡς ἐν βιβλίῳ, σπεύσας ὠρθοδρόμησε τῷ κοινοβίῳ, λέγων ἐν ἑαυτῷ Μή πως κατὰ μόνας οἰκῶν ὑψωθῶ καὶ βλάψω ἑαυτὸν, ἀλλὰ μᾶλλον δίδωμι ἐμαυτὸν εἰς ὑπακοὴν ἀδελφῶν καὶ θεωρῶν ἑνὸς ἑκάστου τὴν πολιτείαν ζήλῳ κρατούμενος κἀγὼ τῇ τοῦ θεοῦ χάριτι τὴν αὐτὴν πληρώσω ἀρετήν. ὅπερ καὶ γέγονεν. εἰσελθὼν γὰρ εἰς κοινόβιον οὕτως ἐπολιτεύσατο μετὰ τῆς ἀδελφότητος ὡς νομίζειν αὐτὸν μὴ μετὰ ἀνθρώπων οἰκεῖν, ἀλλὰ μετὰ ἀγγέλων θεοῦ, καὶ τὰ κελευόμενα μετὰ πάσης σπουδῆς καὶ προθυμίας καὶ χαρᾶς ἐποίει.
πάντα τῦφον καὶ ὑπερηφανίαν καὶ μνήμην κοσμικὴν ἐκ ποδῶν ποιήσας πᾶσαν ἤσκει σωφροσύνην, ὑπακοὴν, ταπεινοφροσύνην, φιλαδελφίαν, σιωπὴν, ἀγάπην, οὐδὲν ἄλλο ἐννοῶν εἰ μὴ τὰς ἐντολὰς καὶ νουθεσίας τοῦ ἁγίου πατρὸς καὶ ἐπισκόπου Ἀθανασίου καὶ τὴν ἐλπίδα τὴν ἐν Χριστῷ Ἰησοῦ. καὶ πάντες ὠφελοῦντο οἱ ἀδελφοὶ βλέποντες τὸν ἄνδρα ποτὲ μὲν ἐν τῷ κόσμῳ πλούσιον καὶ ἔνδοξον καὶ μετὰ πάσης πολιτείας ἀνατραφέντα, νῦν δὲ μὴ λογιζόμενον ἑαυτὸν ἄνθρωπον εὐγενῆ καὶ ἐλεύθερον, ἀλλὰ πᾶσαν εὐτέλειαν ἀσκοῦντα. καὶ ἐδόξαζον τὸν θεὸν τὸν πλείονα χαριζόμενον τοῖς ἀνθρώποις ὧν αἰτοῦσιν ἢ ζητοῦσιν αὐτόν. ὅνπερ ἰδὼν ὁ ἡγούμενος τοῦ μοναστηρίου τοσούτων τῇ τοῦ θεοῦ χάριτι γέμοντα κατορθωμάτων καὶ πᾶσαν ἀρετὴν ἠμφιεσμένον τῷ δευτέρῳ ἐνιαυτῷ τῆς εἰσόδου αὐτοῦ κατέστησεν αὐτὸν ἀποκρισιάριον τῆς μονῆς, ὅπως ἐξερχόμενος ἐπὶ τὴν πόλιν πᾶσαν χρείαν μετὰ πάσης εὐλαβείας διακονήσῃ, ᾧτινι καὶ πᾶσα ἡ ἀδελφότης συνῄνεσεν.
PG 28:577Ὁ δὲ δοῦλος τοῦ θεοῦ Ἀντίοχος, ἀντιλέγειν μὴ εἰδὼς, μετὰ πάσης εὐλαβείας ὡς ἀπ’ ἀρχῆς καὶ ταύτην ἐποίησε τὴν ὑπακοὴν, καὶ αἰτήσας εὐχὴν παρὰ πάσης τῆς ἀδελφότητος ἐξήρχετο λοιπὸν ἐπὶ τὴν πόλιν εἰς πᾶσαν ἀπόκρισιν τοῦ μοναστηρίου. εὑρὼν δὲ εἰς τὴν πόλιν φίλον ἀρχαῖον, διάκονον τῆς ἐκκλησίας, ὀνόματι Πιστὸν, παρ’ αὐτῷ ἔμενεν, ὅτε ἤρχετο εἰς τὴν πόλιν προφάσει διακονίας. ἰδὼν οὖν ὁ φθονερὸς δαίμων τὴν τοςαύτην ἐπιστήμην καὶ ἀρετὴν τοῦ ἀνδρὸς καὶ μὴ φέρων ὅρα τί μηχανᾶται. Θυγάτηρ ἦν μονογενὴς τῷ διακόνῳ. ταύτην πολλάκις προσεδρεύσας τις ἀναγνώστης, ὀνόματι Ἀλέξανδρος, ἔφθειρεν, καὶ τῆς κόρης ἐγκύου γεναμένης φοβηθεὶς ὁ ἀναγνώστης τὸν ἐπίσκοπον καὶ τὴν αἰσχύνην μὴ φέρων ὑπέθετο τῇ κόρῃ τὴν αἰτίαν τῷ δούλῳ τοῦ θεοῦ Ἀντιόχῳ ἐπιγράψαι, ᾧ καὶ συνέθετο ἡ κόρη τοὺς πάντας οὕτως πληροφορῆσαι. καὶ μεθ’ ἡμέρας τεσσαράκοντα τῆς τοῦ παιδίου γεννήσεως φανερὰ γέγονε τῷ ἐπισκόπῳ τὰ κατὰ τὴν κόρην, καὶ προσκαλεσάμενος αὐτὴν ὁ ἐπίσκοπος ἐπυνθάνετο μετὰ πολλῆς ἀπειλῆς τίς ἂν εἴη ὁ τοῦτο πεποιηκώς. ἡ δὲ ἀπεκρίθη Ἀπὸ τοῦ μονάζοντος Ἀντιόχου, καθά φησιν, ἐν συνηθείᾳ ἐστὶ τοῦ ἔρχεσθαι πρὸς ἡμᾶς.
καὶ ἐπίστευσεν ὁ ἐπίσκοπος καὶ πάντες οἱ παρεστῶτες. καὶ πέμψας μετὰ πολλοῦ θυμοῦ εἰς τὸ μοναστήριον .... τὸν δοῦλον τοῦ θεοῦ. μεθ’ ὕβρεως δὲ εἰσελθόντες μετ’ αὐτοῦ εἰς τὴν πόλιν ἄλλος μὲν ὕβριζεν αὐτὸν, ἄλλος ἐνέπτυεν, ἕτερος ὠνείδιζεν, αὐτὸς δὲ παρέστη τῷ ἐπισκόπῳ. καὶ ἐρωτηθεὶς περὶ τῆς κόρης καὶ περὶ τοῦ γεγονότος εἶπεν ὁ Ἀντίοχος Ἐὰν εἴπω τὴν ἀλήθειαν, ἡ ἀλήθειά μου ἐν τῷ ὑμετέρῳ ψεύδει οὐ μὴ πιστευθῇ. καὶ παρεστῶτος ὅλου τοῦ ὄχλου εἶπεν ἡ κόρη κράζουσα Τί ἔχεις εἰπεῖν; οὐ δύνασαι ἀρνήσασθαι· ἀπὸ σοῦ γὰρ γεγένηται τὸ παιδίον. καὶ τί αἰσχύνῃ; ὁμολόγησον ὃ ἐποίησας. τότε στενάξας ὁ δοῦλος τοῦ θεοῦ Ἀντίοχος λέγει Δότε μοι τὸ παιδίον, καὶ ἴδω εἰ ἐξ ἐμοῦ γεγένηται. καὶ λαβὼν τὸ παιδίον τεσσαράκοντα ἡμερῶν ὂν καὶ κρατήσας ἐν ταῖς χερσὶν αὐτοῦ, ἀτενίσας εἰς τὸν οὐρανὸν εἶπεν τῷ παιδίῳ Ἐν ὀνόματι τοῦ· κυρίου, εἰπὲ, παιδίον, ἐξ ἐμοῦ γεγένησαι σύ; τότε βοᾷ τὸ παιδίον χάριτι τοῦ θεοῦ μεγάλῃ τῇ φωνῇ Οὐχὶ, δοῦλε τοῦ θεοῦ· καθαρὸς σὺ ἐνώπιον τοῦ θεοῦ. ὁ δὲ τοῦτο τὸ σκάνδαλον ποιήσας Ἀλέξανδρός ἐστιν ὁ ἀναγνώστης.
τότε ἡ μὲν κόρη κατανοήσασα τὴν τοῦ θεοῦ ἔλεγξιν παραχρῆμα πεσοῦσα παρὰ τοὺς πόδας αὐτοῦ ἐξέψυξεν· ὁ δὲ ἐπίσκοπος ἀμνησικακίας χάριν ᾐτήσατο παρ’ αὐτοῦ· ὁ δὲ ἀναγνώστης, πολλὰ ἐπιθεὶς ἑαυτῷ σίδηρα καὶ μακρὰν ἀπὸ τῆς πόλεως ἀπελθὼν, ἐγκλείσας ἑαυτὸν ἐν κελλίῳ μικρῷ, ἕως τῆς τελευτῆς αὐτοῦ ἐν τῇ μετανοίᾳ τέλειον τῷ θεῷ ἀπεδίδου τὴν ἐξομολόγησιν χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. Καὶ ἐπανερχομένου αὐτοῦ εἰς τὸ μοναστήριον ἐγγὺς τῆς πύλης τῆς πόλεως προσπίπτει αὐτῷ τις νεώτερος γονυπετῶν καὶ λέγων Δοῦλε τοῦ θεοῦ, συγχώρησόν μοι ὅτι ἐνέπτυσα εἰς τὸ πρόσωπόν σου, πιστεύσας τῇ ἀνόμῳ κόρῃ ἐκείνῃ περὶ τῶν κατὰ σοῦ λεχθέντων, καὶ νηστεύω ἕνεκεν τῆς τόλμης ταύτης, καὶ παρακαλῶ τὸν κύριον. ὁ δὲ δοῦλος τοῦ θεοῦ Ἀντίοχος λέγει αὐτῷ Μὴ κλαῖε περὶ ἐμοῦ μηδὲ νήστευε, ἀλλὰ κλαῖε καὶ νήστευε διὰ τὸ ἱμάτιον ὃ ἔκλεψας τῆς γυναικὸς τῆς χήρας καὶ πτωχῆς πρὸ τριῶν ἡμερῶν. καὶ σὺ ἔχων πέντε ἱμάτια τὸ ἓν τῆς χήρας ἔκλεψας.
PG 28:579τότε ὁ νεώτερος ἐλεγχθεὶς καὶ φρίξας καὶ θαυμάσας πῶς φανερὸν γέγονεν ὃ κρυφῆ καὶ ἐν ἑσπέρᾳ ἔπραξε μόνος ἀπέρχεται τρέμων, καὶ φέρει τὰ ἴδια πέντε ἱμάτια καὶ τὸ ἓν τῆς χήρας, καὶ ὅλα δίδωσιν τῇ γυναικὶ, παρακαλῶν αὐτῇ σὺν αὐτῷ προσπεσεῖν τῷ δούλῳ τοῦ θεοῦ. ἰδὼν δὲ ἀμφοτέρους προσπίπτοντας καὶ ἀπὸ καρδίας τὸν αἴτιον μετανοοῦντα ἐδέξατο αὐτὸν ἐν φιλήματι ἁγίῳ, καὶ λέγει ὁ νεώτερος Θέλω, κύριέ μου, νηστεῦσαι πολλὰς ἡμέρας, ὅτι πολλαί εἰσιν αἱ ἁμαρτίαι μου. λέγει αὐτῷ ὁ δοῦλος τοῦ θεοῦ Ἀντίοχος Πῶς θέλεις νηστεῦσαι; ὁ δὲ εἶπεν αὐτῷ Ἀπὸ τοῦ πρωὶ̈ ἕως ἑσπέρας. καὶ λέγει αὐτῷ ὁ Ἀντίοχος Καὶ μὴ τρώγων ποῦ διάγεις; ὁ δὲ εἶπεν Τοὺς φίλους καὶ τὰ πράγματά μου βλέπω, καὶ πάλιν ὀλίγον καθεύδω, καὶ ὅταν γένηται ἑσπέρα, μεταλαμβάνω. λέγει αὐτῷ ὁ δοῦλος τοῦ θεοῦ Ἀντίοχος Τοῦτο οὐκ ἔστιν νηστεία·
ἐὰν γὰρ νηστεύσῃς ἀπὸ βρωμάτων καί τινα κακαλογήσῃς, ἢ λυπήσῃς, ἢ διαβάλῃς, ἢ μνησικακήσῃς ἀπὸ προτέρας μάχης, ἢ ἑσπέρας ποιήσῃς πολύτιμον δεῖπνον, καὶ ἄρξῃ μεθύσκεσθαι ἢ αἰσχρὰ ἐργάζεσθαι, ἢ κατ’ ἔννοιαν ἐπιθυμεῖν τι τοιοῦτον, πολὺ συμφέρει σοι πέμπτον τῆς ἡμέρας ἐσθίειν καὶ τούτων φείσασθαι ἢ μὴ γευσάμενον ἐκείνοις συμφύρεσθαι. τίς γὰρ ὠφέλεια βρωμάτων ἀπέχεσθαι, πάσης δὲ ἄλλης ἐπιθυμίας ἐμφορεῖσθαι; ἢ οὐκ οἶδας ὅτι πᾶς ὁ τὴν ἐπιθυμίαν αὐτοῦ πληρῶν κατ’ ἔννοιαν καὶ ἐκτὸς τῶν ἔξωθεν βρωμάτων ἤδη κεκόρεσται καὶ μεθύει; ἀλλ’ εἰ θέλεις ἐγκρατεύσασθαι καὶ νηστεῦσαι, ἵνα ἡ νηστεία σου δεκτὴ ᾖ τῷ θεῷ, πρῶτον πάντων φύλαξαι νηστεύειν ἀπὸ παντὸς ῥήματος πονηροῦ καὶ ἀκοῆς πονηρᾶς, καὶ καθάρισόν σου τὴν καρδίαν ἀπὸ παντὸς μολυσμοῦ καὶ μνησικακίας καὶ αἰσχροκερδίας, καὶ ἐν ἡμέρᾳ ᾗ νηστεύεις ἀρκέσθητι ἄρτῳ καὶ λαχάνοις καὶ ὕδατι, εὐχαριστῶν τῷ θεῷ. συμψηφίσας δὲ τὴν ποσότητα τῆς δαπάνης τοῦ ἀρίστου οὗ ἔμελλες ἐσθίειν κατ’ ἐκείνην τὴν ἡμέραν, δὸς χήρᾳ ἢ ὀρφανῷ ἢ ὑστερουμένῳ, πρὸς ὃν δὴ σαφῶς ἐμπλήσας τὴν ἑαυτοῦ ψυχὴν εὔξεται ὑπὲρ σοῦ πρὸς κύριον.
ἐὰν οὖν τελέσῃς τὴν νηστείαν ὡς ἐνετειλάμην σοι, ἔσται ἡ θυσία σου δεκτὴ ἐνώπιον κυρίου καὶ ἐγγεγραμμένη ἐν τοῖς οὐρανοῖς ἐν ἡμέρᾳ ἀνταποδόσεως τῶν ἡτοιμασμένων ἀγαθῶν τοῖς δικαίοις. Ταῦτα ἀκούσας ὁ νεώτερος καὶ καταλείψας πάντα ἐβιάσατο τὸν δοῦλον τοῦ θεοῦ λαβεῖν αὐτὸν εἰς τὴν μονήν. καὶ ἀκολουθήσας αὐτῷ, πάντα ὅσα ἐδιδάχθη παρ’ αὐτοῦ φυλάξας, ἐν πολλῇ ἐγκρατείᾳ καὶ δάκρυσι καὶ στεναγμοῖς πληρώσας ἐνιαύσιον χρόνον ἐν εἰρήνῃ ἐκοιμήθη, παραδοὺς τὸ πνεῦμα τῷ κυρίῳ. Καὶ μετὰ τρία ἔτη, μέλλοντος τοῦ ἡγουμένου τῆς μονῆς τελευτᾶν, ἦλθον εἰς ἐπίσκεψιν αὐτοῦ τινὲς ἅγιοι ἐπίσκοποι, καὶ παρεκάλει αὐτοὺς ὁ ἡγούμενος ὅπως ἀντ’ αὐτοῦ τὸν φιλάδελφον καὶ ἀμνησίκακον καὶ ταπεινόφρονα Ἀντίοχον καταστήσωσι, καὶ πᾶσα δὲ ἡ ἀδελφότης συμπαρεκάλει. τοῦ δὲ ἀντιλέγοντος καὶ ὀδυρομένου, μετὰ πολλῆς βίας καὶ ἀνάγκης χειροτονήσαντες τοῦτον οἱ ἐπίσκοποι πρεσβύτερον κατέστησαν καὶ ἡγούμενον. καὶ παραθέμενος αὐτῷ ὁ ἡγούμενος πᾶσαν τὴν ἐν Χριστῷ ἀδελφότητα ἐκοιμήθη ἐν εἰρήνῃ.
PG 28:581λαβὼν οὖν τὴν φροντίδα ὁ Ἀντίοχος ἐν πολλῇ σπουδῇ καὶ ἐγκρατείᾳ καὶ ἀγρυπνίᾳ καὶ εὐχαῖς διετέλει, πολλά τε ἔνδοξα καὶ κατορθώματα διεπετέλει ὁ Χριστός. Καὶ μετὰ δύο ἔτη τοῦ ἡγήσασθαι αὐτὸν τῆς μονῆς δύο ἀδελφοὶ ὀλιγόψυχοι κοινῇ γνώμῃ ἐξῆλθον τοῦ μοναστηρίου καὶ ἐπέστρεψαν ὡς κύων ἐπὶ τὸν ἴδιον ἔμετον, σπαταλῶντες καὶ ἐντρυφῶντες ἐπὶ ταῖς βιωτικαῖς ἀσελγείαις. καὶ ταῦτα μαθὼν ὁ δοῦλος τοῦ θεοῦ Ἀντίοχος πάνυ ἔθλιψεν ἑαυτὸν, θρηνῶν τοὺς δύο ἀδελφοὺς, καὶ ἐδέετο περὶ αὐτῶν τοῦ κυρίου. ψαλλόντων δὲ αὐτῶν τὴν ἐνάτην, ὡς ἔκλινε τὰ γόνατα σὺν τοῖς ἀδελφοῖς, γέγονεν ἐν ἐκστάσει, καὶ παραλαμβάνεται ἡ ψυχὴ αὐτοῦ ὑπὸ ἀγγέλου. καὶ πολλῆς ὥρας παρελθούσης καὶ μὴ ἐγειρομένου αὐτοῦ ἐγείρεται ὁ δευτεράριος αὐτοῦ καὶ μετ’ ἐπιεικείας παρεκάλει ἀναστῆναι καὶ τελέσαι τὴν λειτουργίαν τῆς εὐχῆς. ὡς δὲ εἶδον ὅτι οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόασις, ἐγνώρισαν ὀπτασίαν αὐτὸν βλέπειν, καὶ ὑπεχώρησαν ἀπ’ αὐτοῦ πληρώσαντες τὸν κανόνα. μέλλοντος δὲ δύνειν τοῦ ἡλίου κράξας εἶπεν Δόξα σοι ὁ θεὸς, δόξα σοι. τότε προσῆλθον αὐτῷ πᾶσα ἡ συνοδία ἱκετεύουσα μηδὲν ἀπ’ αὐτῶν κρύψαι ὧν ὁ θεὸς αὐτῷ ἀπεκάλυψεν.
καὶ μὴ δυνηθεὶς κρύψαι διὰ τὴν πολλὴν ὄχλησιν τῶν ἀδελφῶν ποιήσας εὐχὴν ἤρξατο λέγειν Παραληφθεὶς χάριτι Χριστοῦ ὑπὸ ἀγγέλου ἦλθον εἰς πεδίον, καὶ δείκνυσί μοι ποιμένα νεανίσκον ἐνδεδυμένον σύνθεσιν ἱματίων κροκαίων, βόσκοντα πρόβατα πολλὰ λίαν, καὶ τὰ πρόβατα ταῦτα ἦν ὡσεὶ τρυφῶντα καὶ λίαν σπαταλῶντα καὶ ἱλαρὰ, σκιρτῶντα ὧδε κἀκεῖ· καὶ αὐτὸς ὁ ποιμὴν πάνυ ἱλαρὸς ἐπὶ τῷ ποιμνίῳ αὐτῷ ἦν, καὶ περιέτρεχε τὰ πρόβατα. καὶ ἄλλα πρόβατα εἶδον σπαταλῶντα καὶ τρυφῶντα ἐν τόπῳ ἑνὶ, οὐ μέντοι σκιρτῶντα· καὶ λέγει μοι Βλέπεις τὸν ποιμένα τοῦτον; Βλέπω φημὶ κύριε. Οὗτος φησὶν ἄγγελος τρυφῆς καὶ ἀπάτης ἐστίν· οὗτος ἐκτρίβει τὰς ψυχὰς τῶν δούλων τοῦ θεοῦ καὶ καταστρέφει ἀπὸ τῆς ἀληθείας ἀπατῶν αὐτὰς ταῖς ἐπιθυμίαις ταῖς πονηραῖς, ἐν αἷς ἀπόλλυνται ἐπιλανθανόμενοι τῶν ἐντολῶν τοῦ θεοῦ τοῦ ζῶντος, καὶ πορευόμενοι ταῖς ματαίαις τρυφαῖς καὶ ἀπάταις τοῦ βίου τούτου. διὸ καὶ ἀπόλλυνται ὑπὸ τοῦ ἀγγέλου τούτου εἰς θάνατον καὶ καταφθοράν. λέγω αὐτῷ Οὐ γινώσκω, κύριε, τί ἐστιν εἰς θάνατον καὶ καταφθοράν. καὶ λέγει μοι Ἄκουε·
φησὶν ἃ εἶδες πρόβατα ἱλαρὰ καὶ σκιρτῶντα, οὗτοί εἰσιν οἱ ἀπεσπασμένοι ἀπὸ τοῦ θεοῦ εἰς τέλος καὶ παραδεδωκότες ἑαυτοὺς ταῖς ἐπιθυμίαις τοῦ αἰῶνος τούτου. ἐν τούτοις οὖν μετάνοια ζωῆς οὐκ ἔστιν, ὅτι καὶ τὸ ὄνομα τοῦ θεοῦ δι’ αὐτοὺς βλασφημεῖται. τῶν τοιούτων ἡ ζωὴ θάνατός ἐστιν. ἃ δὲ εἶδες μὴ σκιρτῶντα, ἀλλὰ καὶ ἐν τόπῳ βοσκόμενα, οὗτοί εἰσιν οἱ παραδεδωκότες μὲν τῇ τρυφῇ καὶ ἀπάτῃ ἑαυτοὺς, εἰς δὲ τὸν κύριον μὴ βλασφημήσαντες. οὗτοι οὖν κατεφθαρμένοι εἰσὶν ἀπὸ τῆς ἀληθείας· ἐν τούτοις ἐλπίς ἐστιν μετανοίας, ἐν ᾗ δύνανται ζῆσαι. ἡ καταφθορὰ οὖν ἐλπίδα ἔχει ἀναστάσεως ἕως τινὸς, ὁ δὲ θάνατος ἀπώλειαν ἔχει αἰώνιον. Πάλιν προέβημεν μικρὸν, καὶ δείκνυσί μοι ἕτερον ποιμένα μέγαν, ὡς ἄγριον τῇ ἰδέᾳ, περικείμενον δέρμα αἴγειον λευκὸν, καὶ πήραν τινὰ εἶχεν ἐπὶ τὸν ὦμον, καὶ ῥάβδον σκληρὰν λίαν καὶ ὄζους ἔχουσαν, καὶ τὸ βλέμμα εἶχεν πικρὸν, ὥστε φοβηθῆναί με αὐτόν.
PG 28:583οὗτος οὖν ὁ ποιμὴν παρελάμβανε τὰ πρόβατα ἀπὸ τοῦ ποιμένος τοῦ πρώτου τοῦ νεανίσκου, ἐκεῖνα τὰ σπαταλῶντα καὶ τρυφῶντα, μὴ σκιρτῶντα δὲ, καὶ ἔβαλλεν αὐτὰ εἴς τινα τόπον κρημνώδη καὶ ἀκανθώδη καὶ τριβολώδη, ὥστε ἀπὸ τῶν ἀκανθῶν καὶ τριβόλων μὴ δύνασθαι ἐκπλέξαι τὰ πρόβατα, ἀλλ’ ἐμπλέκεσθαι ταῖς ἀκάνθαις καὶ τριβόλοις, καὶ λίαν ἐταλαιπώρουν δαιρόμενα ὑπ’ αὐτοῦ· καὶ ὧδε κἀκεῖ περιήλαυνεν αὐτὰ, καὶ ὅλως ἀνάπαυσιν αὐτοῖς οὐκ ἐδίδου, οὐδὲ ἵσταντο. Βλέπων οὖν αὐτὰ ἐγὼ οὕτως μαστιζόμενα καὶ ταλαιπωροῦντα ἐλυπούμην ἐπ’ αὐτοῖς, ὅτι οὕτως ἐβασανίζοντο καὶ ἀνοχὴν ὅλως οὐκ εἶχον. καὶ λέγω τῷ ἀγγέλῳ τῷ μετ’ ἐμοῦ λαλοῦντι Κύριε, τίς ἐστιν οὗτος ὁ ποιμὴν ὁ ἄσπλαγχνος καὶ πικρός; καὶ λέγει μοι Οὗτός ἐστιν ὁ ἄγγελος τῆς τιμωρίας· ἐκ δὲ τῶν ἀγγέλων τῶν δικαίων ἐστὶ, τεταγμένος δὲ ἐπὶ τῆς τιμωρίας. παραλαμβάνει οὖν τοὺς ἀποπλανηθέντας ἀπὸ τοῦ θεοῦ καὶ πορευθέντας ταῖς ἐπιθυμίαις αὐτῶν, καὶ τιμωρεῖται αὐτοὺς καθὼς ἄξιοί εἰσι, δειναῖς καὶ ποικίλαις τιμωρίαις. λέγω αὐτῷ Ἤθελον γνῶναι, κύριε, τὰς ποικίλας ταύτας τιμωρίας, ποταπαί εἰσιν. Ἄκουε φησίν·
αἱ ποκίλαι τιμωρίαι καὶ βάσανοι βιωτικαί εἰσι βάσανοι· ἐπὰν γὰρ ἀποστῶσιν τοῦ θεοῦ, νομίζοντες ἐν ἀναπαύσει εἶναι καὶ πλούτῳ, τότε τιμωροῦνται οἱ μὲν ζημιούμενοι, οἱ δὲ ὑστερούμενοι, οἱ δὲ ἀσθενείαις ποικίλαις περιπίπτοντες, ἄλλοι ἐν ἀκαταστασίαις, ἕτεροι ὑβριζόμενοι ὑπὸ ἐλαττόνων, καὶ ἑτέραις ποκίλαις πράξεσι. πολλοὶ γὰρ ἀκαταστατοῦντες ἐν ταῖς βουλαῖς αὐτῶν ἐπιβάλλονται εἰς πολλὰ πράγματα, καὶ οὐδὲν αὐτοῖς ὅλως ὑποβαίνει, καὶ δυσχεραίνουσιν, καὶ οὐ γινώσκουσιν ὅτι διὰ τὰ πονηρὰ ἃ ἔπραξαν οὐκ εὐοδοῦνται, καὶ λοιπὸν αἰτιῶνται τὸν κύριον, καὶ οὐκ ἀνέχονται τὰς λοιπὰς ἡμέρας αὐτῶν ἐπιστρέψαντες δουλεῦσαι τῷ θεῷ ἐν καθαρᾷ καρδία. ἂν δὲ μετανοήσωσι καὶ ἀνανήψωσι, τότε συνιοῦσιν ὅτι διὰ τὰ ἔργα αὐτῶν τὰ πονηρὰ οὐκ εὐωδοῦντο, καὶ οὕτως δοξάζουσι τὸν κύριον ὅτι δίκαιος κριτής ἐστι καὶ δικαίως ἔπαθον καὶ ἐπαιδεύθησαν κατὰ τὰς πράξεις αὐτῶν. ἄκουε οὖν ἀμφοτέρων τὴν δύναμιν, τῆς τρυφῆς καὶ τῆς βασάνου. τῆς τρυφῆς καὶ τῆς ἀπάτης ὁ χρόνος ὥρα ἐστὶ μία, τῆς δὲ βασάνου ὧραι τριάκοντα, ἡμερῶν δύναμιν ἔχουσαι.
PG 28:585ἐὰν οὖν μίαν ἡμέραν τις τρυφήσῃ καὶ ἀπατηθῇ, μίαν δὲ ἡμέραν βασανισθῇ, ἐνιαυτοῦ ὁλοκλήρου ἰσχὺν ἔχει ἡ ἡμέρα ἐκείνη τῆς βασάνου. ὅσας οὖν ἡμέρας τρυφήσῃ τις, τοσούτους ἐνιαυτοὺς βασανισθήσεται. βλέπεις οὖν ὅτι τῆς τρυφῆς καὶ ἀπάτης ὁ χρόνος οὐδέν ἐστιν, τῆς δὲ τιμωρίας καὶ βασάνου πολύς. ὁ τρυφῶν καὶ ἀπατώμενος καὶ πράσσων ἃ βούλεται πολλὴν ἀφροσύνην ἐνδέδυται· ἀντὶ γὰρ τῆς τρυφῆς καὶ ἀπάτης ἑκάστης ἡμέρας ἀποτίσει βάσανον μεγάλην, ἐνιαυτὸν τῇ ἡμέρᾳ. καὶ λέγω τῷ ἀγγέλῳ Ποῖαι τρυφαί εἰσι βλαβεραί; λέγει μοι Πᾶσα πρᾶξις σαρκικὴ τρυφή ἐστιν, ἐὰν ἡδέως ποιῇ αὐτήν. ὁ γὰρ ὀξύχολος τῷ ἑαυτοῦ πάθει τὸ ἱκανὸν ποιῶν τρυφᾷ, ὁμοίως καὶ ὁ μοιχὸς καὶ ὁ μέθυσος καὶ ὁ κατάλαλος καὶ ὁ ψεύστης καὶ ὁ πλεονέκτης καὶ ὁ ἀποστερητὴς, καὶ ὅσα τοιαῦτα· τρυφῶσι γὰρ ἐν τῇ αὐτῶν πράξει. αὗται δὲ αἱ πράξεις βλαβεραί εἰσι τοῖς δούλοις τοῦ θεοῦ. εἰσὶ δὲ καὶ τρυφαὶ σώζουσαι τοὺς ἀνθρώπους· πολλοὶ γὰρ ἀγαθὰ ἐργαζόμενοι τρυφῶσιν. αὕτη οὖν ἡ τρυφὴ τοῖς δούλοις τοῦ θεοῦ περιποιεῖται ζωὴν, αἱ δὲ προειρημέναι τρυφαὶ βάσανον. ταῦτά μοι φανερώσας ὁ ἄγγελος ἀπέστρεψέ με εἰς τὸν τόπον μου.
δοξάσωμεν οὖν, ἀδελφοὶ, τὴν τοῦ θεοῦ φιλανθρωπίαν, πῶς μακρόθυμος καὶ εὔσπλαγχνός ἐστιν ἐπὶ τῇ τοσαύτῃ κακίᾳ τῶν ἀνθρώπων. αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Καὶ μετ’ ὀλίγον χρόνον οἱ δύο ἀδελφοὶ οἱ ἐξελθόντες τοῦ μοναστηρίου ἐνέπεσαν εἰς πειρασμὸν καὶ θλίψεις. τῷ γὰρ ἑνὶ ἕλκος ἀνεφάνη εἰς τὴν πλευρὰν καὶ εἰσελθὼν εἰς νοσοκομεῖον εἰς δύο μῆνας τρίτον ἐχειρουργήθη ὑπὸ τοῦ ἰατροῦ καὶ οὐδὲ οὕτως ἐθεραπεύθη. τῷ δὲ ἑτέρῳ ἐμπεσόντι μετὰ τῶν στασιαστῶν συνέβη νώτῳ καὶ κοιλίᾳ μαστιγωθέντι σιδηροδέσμιον ἐμβληθῆναι ἐν τῇ φυλακῇ καὶ ἐν σκότει διάγειν ἐπὶ πολλὰς ἡμέρας. ἀλλ’ ἐπειδὴ ἡ εὐχὴ τοῦ ὁσίου πατρὸς Ἀντιόχου ἐδυσώπει τὸν ἐλεήμονα θεὸν, μεθ’ ἡμέρας ἔδωκεν ὁ Χριστὸς καὶ ἐξεβλήθη ἐν τῇ φυλακῇ, καὶ πάλιν ἐκεῖνος ἀπελθὼν ἐν τῷ νοσοκομείῳ ἔτι ἐν τῇ ἀλγηδόνι ὄντα τὸν ἀδελφὸν διαβαστάζων ὀλίγον, τῇ χειρὶ ἀναπαυόμενον ἤγαγεν εἰς τὸ μοναστήριον, καὶ ὡς ἐσήμανεν ὁ θυρωρὸς, εὗρεν τοὺς ἀδελφοὺς πρὸ τοῦ πυλεῶνος, καὶ εὐχαριστήσας τῷ φιλανθρώπῳ θεῷ ἐδέξατο αὐτούς. καὶ εὐχὴν ἐπ’ αὐτοὺς ποιήσας παραχρῆμα ὑγιεῖς τῷ σώματι ἀπεκατέστησε.
καὶ λοιπὸν μετανοοῦντες ἐφ’ οἷς ἔπραξαν ἐν πολλῇ ἀσκήσει δακρύοντές τε καὶ ἀγρυπνοῦντες διετέλουν ἐν πολλῇ ταπεινοφροσύνῃ. καὶ οὕτως μετὰ τρεῖς ἐνιαυτοὺς μετ’ εἰρήνης καὶ ἀγαθῆς ἐξομολογήσεως ἐκοιμήθησαν ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. Ἄλλοτε καθημένου καὶ ἀναγινώσκοντος αὐτοῦ τὴν βίβλον τῶν ἐντολῶν τοῦ ὁσίου πατρὸς καὶ ἐπισκόπου Ἀθανασίου μετὰ φωνῆς καὶ ἡδονῆς πολλῆς εἷς τῶν ἀδελφῶν ἀκροασάμενος ἀκριβῶς ὅλας λέγει αὐτῷ Κύριε, αἱ ἐντολαὶ αὗται μεγάλαι καὶ καλαὶ καὶ δυναταί εἰσι, δυνάμεναι εὐφρᾶναι τὴν καρδίαν τοῦ δυναμένου τηρῆσαι αὐτάς. οὐκ οἶδα, κύριε, εἰ δύνανται αἱ ἐντολαὶ αὗται ὑπὸ πολλῶν φυλαχθῆναι, διότι σκληραί εἰσιν. ἐμβλέψας δὲ αὐτὸν ὁ δοῦλος τοῦ θεοῦ μετὰ πολλῆς αὐστηρίας εἶπεν Ἄνανδρε, ἀκηδιαστὰ, ῥάθυμε καὶ ὀλιγόψυχε, οὐκ οἶδας ὅτι, ἐὰν σὺ ἑαυτῷ προθῇ ὅτι δύνανται φυλαχθῆναι, εὐκόλως αὐτὰς φυλάξεις, καὶ οὐκ ἔσονται σκληραί; εἰ δὲ ἀναβῇ ἐπὶ τὴν καρδίαν σου μὴ δύνασθαι αὐτὰς ὑπὸ ἀνθρώπου φυλαχθῆναι, οὐ φυλάξεις αὐτάς.
PG 28:587οὐ νοεῖς τὴν δόξαν τοῦ θεοῦ πῶς μεγάλη ἐστὶ καὶ ἰσχυρὰ καὶ θαυμαστὴ, ὅτι ἔκτισεν τὸν κόσμον διὰ τὸν ἄνθρωπον καὶ τὴν ἐξουσίαν ἅπασαν ἔδωκεν αὐτῷ κυριεύειν πάντων τῶν ἐπὶ τῆς γῆς. εἰ οὖν πάντων τούτων ὁ ἄνθρωπος κύριός ἐστιν καὶ πάντων δύναται κατακυριεῦσαι, πῶς οὐ δυνήσεται καὶ τούτων τῶν ἐντολῶν κατακυριεῦσαι; πῶς Δαυὶδ ἐτροπώσατο τὸν ἀλλόφυλον γίγαντα καὶ πολεμιστὴν ἄνθρωπον πάντοθεν καθωπλισμένον; οὐχὶ μόνον τῇ προαιρέσει καὶ τῇ ἀπὸ καρδίας πίστει; ἐκεῖνος μόνον ταῦτα προσήνεγκε τῷ θεῷ, ὁ δὲ θεὸς ἰδὼν αὐτοῦ τὴν προθυμίαν καὶ τὴν ἀπὸ καρδίας πίστιν καὶ ἐλπίδα λοιπὸν αὐτὸς εἰργάσατο τὴν νίκην καὶ δι’ ἑνὸς … κατέβαλεν τὸν ὑπεναντίον. καὶ μάθῃς ὅτι οὐχὶ Δαυὶδ, ἀλλ’ ὁ θεὸς τὸ ἔργον εἰργάσατο. κατανόησον Στέφανον τὸν πρωτομάρτυρα πόσους λίθους ὑπὸ τοσούτων ἀνθρώπων ἐδέξατο, καὶ εἰ μὴ αὐτὸς παρεκάλεσε τὸν δεσπότην Χριστὸν, οὐκ ἂν παρέδωκε τὸ πνεῦμα. τί δὲ λέγωμεν περὶ ἀνδρῶν;
κατανόει μοι τὴν Ἰουδὶθ πρὸς τὸν Ὁλοφέρνην πορευομένην καὶ μὴ κατανοήσασαν τὴν ἑαυτῆς ἀσθένειαν, τὸ εὐπρεπὲς, τὸ εὐάλωτον, πῶς οὐκ εἶπεν ἐν ἑαυτῇ Τοσοῦτοι ἄνθρωποι ἐν τῇ πόλει ἰσχυροὶ καὶ δυνατοὶ καὶ φρόνιμοι καὶ εὐμήχανοι, καὶ οὐδεὶς ἐπιχειρεῖ τοῦτο ποιῆσαι, κἀγὼ τὸ ἀσθενέστερον μέρος τοῦτο ποιῆσαι τολμήσω; οὐδὲν τοιοῦτον ἐλογίσατο, ἀλλὰ πάσῃ προθυμίᾳ καὶ πίστει προσῆλθεν τῷ παντοκράτορι θεῷ θαρροῦσα, καὶ ὁ θεὸς ὁ παντοδύναμος, δεξάμενος παρ’ αὐτῆς ταύτην τὴν πεποίθησιν, τὸ πᾶν λοιπὸν αὐτὸς ἐπετέλεσεν. ὁ γὰρ ἐλεήμων θεὸς οὐ ζητεῖ σώματος δύναμιν, ἀλλὰ προαίρεσιν καὶ σπουδὴν καὶ ὑπομονήν. πᾶσα οὖν ἀφορμὴ ἀνθρώπου ἐκ ποδῶν γενέσθω. οὐ γὰρ ἔστιν λέγειν θεῷ Ἐγὼ ἀσθενής εἰμι. ὁ θεὸς γὰρ ἀπὸ σοῦ ἰσχὺν οὐ ζητεῖ, ἀλλὰ προαίρεσιν ἀπὸ καρδίας. εἰπέ μοι, ποίαν δύναμιν εἶχεν ὁ λῃστὴς ἐμπαγεὶς ἐν τῷ ξύλῳ ....ιων; οὐχὶ ὅλος ἐν τῷ ᾅδῃ ἦν π … χεν ἡ ἀλείψασα τὸν κύριον μύρῳ … τοὺς πόδας, οὐχὶ τῇ προαιρέσει καὶ τῇ πίστει μόνον ἐσώθη;
οὐ θέλω λέγειν τὰ περὶ Θέκλης καὶ τὰς λοιπὰς γυναῖκας, αἵτινες ἐν τῷ μέλλοντι αἰῶνι μετὰ δόξης στεφανοφοροῦσαι παρασταθήσονται τῷ Χριστῷ. οἱ δὲ ὀλιγόψυχοι καὶ ῥάθυμοι κατῃσχυμμένοι πορεύσονται εἰς τὴν αἰώνιον κόλασιν. δύναται πασῶν τῶν ἐντολῶν τούτων κατακυριεῦσαι ὁ ἄνθρωπος ὁ ἔχων τὸν κύριον ἐν τῇ καρδίᾳ αὐτοῦ. οἱ δὲ ἐπὶ τὰ χείλη ἔχοντες τὸν κύριον, τὴν δὲ καρδίαν πεπωρωμένην, καὶ μακρὰν ὄντες ἀπὸ τοῦ κυρίου διὰ τὴν ἑαυτῶν ῥαθυμίαν, ἐκείνοις αἱ ἐντολαὶ αὗται σκληραί εἰσιν καὶ δυσκατόρθωτοι. θέσθε οὖν ὑμεῖς οἱ ὀλιγόψυχοι καὶ ἐλαφροὶ τῇ πίστει τὸν κύριον ἀδιαλείπτως εἰς τὰς καρδίας ὑμῶν, καὶ γνώσεσθε ὅτι οὐδέν ἐστιν εὐκολώτερον τῶν ἐντολῶν τούτων, οὔτε γλυκύτερον, οὔτε ἡμερώτερον. βιαστῶν γάρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ· τῷ γὰρ αἰτοῦντι δίδοται, καὶ ὁ ἐμπόνως ζητῶν εὑρήσει, καὶ τῷ ἀπὸ καρδίας καὶ ὑπομονῆς κρούοντι ἀνοιγήσεται, καὶ πλείονα χαρίζεται ὧν αἰτοῦμεν· μάταιος γάρ ἐστιν ἄνθρωπος ὅστις καὶ ὧδε θέλει ἀπολαῦσαι καὶ ἀναπαύεσθαι κἀκεῖ σὺν Χριστῷ σι … σαι οὖν σεαυτὸν … …
τὸν παντοκράτορα θεὸν, ὅτι παρ’ αὐτῷ ἡ ῥίζα τῆς ἀγαθότητος καὶ ἡ πηγὴ τοῦ ἐλέους καὶ τὸ πέλαγος τῶν οἰκτιρμῶν. αὐτῷ ἡ δόξα καὶ ἡ μεγαλωσύνη εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
Page scan enlarged

Notebook

Full View