PG 27Athanasius
Excerpts from the Commentary on Luke
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1389–1390page 1 of 8
PG 27:1389τὰ δένδρα τοῖς φύλλοις πεπυκνωμένα, τοὺς δὲ λειμῶνας βαστάζοντας ὑπεράνω τῶν ἀνθῶν τὸ μέλι τῆς ἐργα σίας τῆς σοφῆς καὶ ἀόκνου μελίσσης, τὴν δὲ πόαν ἀγλαϊζομένην, πᾶσαν δὲ βοτάνην ηυξημένην ἱλαρῷ προσώπῳ. "Οθεν καὶ γαλακτοφαής ἐστιν, ὅτι, ὡς μή της τῷ γάλακτι τρέφει τὸ νήπιον, οὕτω καὶ αὕτη τῇ πιότητι καὶ τῇ δρόσῳ μεγαλύνει τὰ σύμπαντα. Οὖσα δὲ ἐν τῷ οὐρανῷ, σημαίνει ἐνιαυτῶν κύκλους, μηνῶν ἐκπληρώσεις, καιρῶν καὶ χρόνων τροπάς, τὸν προσήκοντα καιρὸν τοῦ ἀληθινοῦ καὶ βεβαίου Πάσχα, λεγούσης τῆς Σοφίας, Ἀπὸ σελήνης σημεῖον ἑορ τῆς· καὶ ὅτι φωστήρ μειούμενος καὶ αὐξούμενος, μὴν τὸ ὄνομα αὐτοῦ ἐστιν. Η βίβλος τῆς Γενέσεως οὕτω διηγεῖται· Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω φῶς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, εἰς φαῦσιν ἐπὶ τῆς γῆς, καὶ ἀρχὴ τῆς ἡμέρας καὶ τῆς νυκτός καὶ ἔστω εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέ ρας καὶ εἰς ἐνιαυτούς· καὶ ἔστωσαν εἰς φαῖσιν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, φαίνειν ἐπὶ τῆς γῆς. Πάντα δὲ ταῦτα ἠναγκάσθην παραγνῶναι τῇ εὐλαβείᾳ ὑμῶν, ἵνα δείξω ἐξ αὐτῶν τῶν πραγμάτων καὶ τῶν θεοπνεύστων Γραφῶν μὴ εἶναι τὴν σελήνην αἰτίαν φρενοβλαβείας, ἀλλὰ τὸν κακομήχανον καὶ δόλιον διάβολον. Οὗτος γὰρ ὑπάρχει ἐν κακοῖς τεχνί ταις· μὴ δυνάμενος ἄλλως πως τὰ κτίσματα εκθειά σασθαι, ἢ καταναγκάσαι τοὺς ἀνθρώπους εἰς τὴν εἰ δωλοποιίαν, ἐπιτηρεῖ τὴν νεομηνίαν τῆς σελήνης, ἢ ὅταν ἔχῃ εʹ, καὶ τότε ποιεῖ τὸν ἐπιληπτικὸν κράζειν, ἀφρίζειν, βάλλειν ἑαυτὸν κατὰ πυρὸς, ἡ ὕδατος, ἵνα οἱ γεννήτορες αὐτοῦ, ἢ οἱ ἀδελφοί, ἢ οἱ προσγενεῖς ἀναγκασθήσωνται τῇ σελήνῃ προσκυνῆσαι, νομίσαν. " τες, ὅτι αὕτη ἔπεμψε τὸν δαίμονα τῷ νεανίσκῳ. "Οθεν καὶ οἱ Ἕλληνες βασίλισσαν αὐτὴν προσαγορεύουσι τοῦ οὐρανοῦ, οὖσαν δουλίδα τῆς νυκτὸς, καὶ ὑπηρέτριαν τῆς ἀνθρωπίνης φύσεως· οὐ μέντοι δέσποιναν ἢ ἄρ χουσαν. Διὰ τοῦτο καὶ Ἰησοῦς ὁ διάδοχος Μωϋσέως ἐκέλευσεν αὐτοῖς εἰπών· Στήτω ὁ ἥλιος κατὰ Γαβαὼ, καὶ ἡ σελήνη κατὰ φάραγγα Ελώμ, ἕως τοὺς πέντε βασιλεῖς τῶν Ἀμοῤῥαίων τροπώσομαι. Ὁ τοίνυν ἐπιτάσσων ἄνθρωπος τῇ σελήνῃ, πῶς οἷόν τέ ἐστι παρ' αὐτοῖς κακοποιεῖσθαι αὐτὸν ἢ δεσποτεύεσθαι; Απαγε οὖν ἀφ' ἑαυτοῦ τὰ μηχανήματα τοῦ ἀποστά. του δράκοντος, καὶ τὴν Ἑλληνικὴν πλάνην καὶ δεισιδαιμονίαν. "Οτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ δὲ Λουκᾶς λέγει· Ότι ήρατε τὴν κλεῖδα τῆς γνώσεως, τουτέστι τὴν εἰς Χριστὸν πίστιν, ὡς προοδοποιοῦσαν εἰς τὴν γνῶσιν τῆς ἀληθείας καὶ τῆς διδασκαλίας αὐτοῦ. ῎Αντινα κλεῖδα ἦραν ἀπὸ τῶν μελλόντων δι᾿ αὐτῆς εἰσέρχεσθαι
col. 1391–1392page 2 of 8
PG 27:1391ἐκ παρέργου, ἀποσπασμάτια σάβετ ἡ πρὸς τὴν Παρθένον καὶ πρὸς τὴν μητέρα Καὶ ἰδοὺ ἔσῃ σιωπῶν, καὶ μὴ δυνάμενος λα λῆσαι, ἄχρι ἧς ἡμέρας γένηται ταῦτα· ἀνθ' ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν Οὐ συγγινώσκει δὲ τῷ Ζαχαρίᾳ ὁ ἄγγελος ἀπιστήσαντι δικαίως· διότι εἶχεν ἐκεῖνος εἰς ὑπόδειγμα καὶ ἄλλας στείρας πρ αὐτοῦ γενομένας καὶ τεκούσας, ὡς αἱ θεῖαι Γραφαι διδάσκουσιν. Διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον, κληθήσεται Υἱὸς Θεοῦ. Οὐχ ἁπλῶς δὲ τὸ γενικώ μενόν φησι πρὸς τὴν Παρθένον ὁ ἄγγελος, ἵνα μὴ ἔξωθεν ἐπεισαγόμενον αὐτῇ σῶμα νομισθῇ· ἀλλ' ἐπ ἤγαγεν καὶ τὸ, ἐκ σοῦ, ἵνα ἐξ αὐτῆς φύσει τὸ γεννά μενον εἶναι πιστευθῇ. "Αγιον δὲ κληθησόμενον, οὐχ ὡς ἔνοικον ἕξοντα τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ ἐκ μετο χῆς ἁγιασθησόμενον, ἀλλ' ὡς ὄντα κατὰ φύσιν ἅγιον, τῷ τὸν αὐτὸν Υἱὸν ὑπάρχειν Θεοῦ, καὶ ἕνα εἶναι. Καὶ ἰδοὺ Ελισάβετ ἡ συγγενής σου. Συγγενῆ δὲ τῆς παναγίας Παρθένου τὴν Ἐλισάβετ εἶπεν ὁ ἄγγελος, εἴτε ὡς ἐξ ἑνὸς προπάτορος τοῦ Ἰακὼν ὑπαρχούσας, εἴτε διὰ τὸ πρὸ τῆς νομοθεσίας λαβεῖν τὸν ᾿Ααρών, ἐκ τῆς τοῦ Λευῒ φυλῆς ὄντα, γυναῖκα τὴν Ἐλισάβετ, θυγατέρα οὖσαν τοῦ ᾿Αμιναδάμ, τὴν ἀδελφὴν Ναασ σῶν, ἐκ τῆς τοῦ Ἰούδα φυλῆς ὑπάρχοντος. Καὶ γὰρ ἐνταῦθα συνήφθη ἡ βασιλικὴ τοῦ Ἰούδα φυλή, ἐξ ἧς ἦν ἡ παναγία Παρθένος, τῇ ἱερατικῇ τοῦ Λευῒ φυλῇ, ἐξ ἧς ὑπῆρχεν ἡ Ἐλισάβετ. Διὸ καὶ παραδόξως ἡ πάνσοφος τοῦ παναγίου Πνεύματος ᾠκονόμησε χάρις καὶ ταύτην τὴν Ζαχαρίου γυναῖκα Ελισάβετ προσ αγορεύεσθαι, ὥσπερ καὶ τὴν τοῦ 'Ααρών· ὅπως διὰ τοῦ ονόματος εναργώς μάθωμεν, ὡς ἐξ ἐκείνης τῆς Ἐλι του προδρόμου Ελισάβετ ὑπάρχει συγγένεια. Εἰποῦσα δὲ ἡ παναγία Παρθένος· Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου· τοῦτο ἐδή λωσεν· Πίναξ εἰμί, φησίν, γραφόμενος 8 βούλεται ὁ γραφεύς. Γραφέτω, ποιείτω 8 θέλει ὁ τοῦ παντὸς Κύριος. Δεξάμενος δὲ ὁ ἄγγελος τῆς παναγίας Παρ θένου τὴν ὁμολογίαν τῆς πίστεως, ἀπῆλθεν ἀπ' αὐτῆς. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον. Ωσπερ γὰρ τὸ δοξάζειν τὸν Θεὸν οὐκ ἔξωθεν εὔκλειαν αὐτω
col. 1393–1394page 3 of 8
Ex Commentariis S. Athanasii in Lucam
PG 27:1393φέρειν παρίστησιν, οὐδὲ τὸ ἁγιάζειν τὸν Κύριον προσ τιθέναι αὐτῷ ἁγιότητα σημαίνει· οὕτω καὶ τὸ με γαλύνειν τὸν Θεὸν οὐκ ἐπίδοσιν μεγέθους προσάγειν αὐτῷ δηλοῖ· ἀλλ' ὁ μεγαλύνων αὐτὸν τοῦ μεγέθους αὐτοῦ μετοχὴν εἰς ἑαυτὸν δέχεται. "Οθεν είρηται Μεγαλύνει ἡ ψυχή μου τον Κύριον. Ταῦτα δὲ οὐ δοκεῖ παράδοξα τῷ ἀκριβῶς ἐπισταμένῳ, ὡς ὁ Θεὸς οὐ δέχεται, ἀλλὰ χορηγεῖ τὰ ἀγαθά. *Οτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δού ης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ἀλλ᾽ οἷον τὸ τῆς παρθενίας χρῆμα; Τὰς μὲν γὰρ ἄλλας ἀρετὰς ἀσκῆσαι θέ λων ἕκαστος, ὑπὸ τοῦ νόμου ῥυθμίζεται· ἡ δὲ παρθενία, τὸν νόμον ὑπερβᾶσα, καὶ μείζονι σκοπῷ τὴν ἀγωγὴν τῆς πολιτείας ἔχουσα, γνώρισμα μέν ἐστι τοῦ μέλλοντος αἰῶνος, εἰκὼν δὲ τῆς τῶν ἀγγέ λων καθαρότητος. Πολλὰ μὲν οὖν εἰπεῖν τις έχοι περὶ αὐτῆς· ἵνα δὲ μὴ ἐν φανεροῖς ἐνδιατρίβω λέ γων, ἐν ἀντὶ πάντων τοῦτ᾽ εἰπὼν, τῆς ἀρετῆς ταύ της δείξω τὸ μέγεθος. Ο γὰρ Δεσπότης τοῦ παντὸς ὁ Θεὸς Λόγος, θέλοντος τοῦ Πατρὸς ἀνεγεῖραι καὶ ἀνακαινίσαι τὰ πάντα, μητέρα τοῦ σώματος οὗ ἔμελλε φορεῖν οὐδένα πλὴν παρθένον ἠθέλησε γενέ σθαι, καὶ γέγονε· καὶ οὕτως ἡμῖν ἄνθρωπος ἐπεδήμησεν ὁ Κύριος· ἵν᾿ ὥσπερ τὰ πάντα δι' αὐτοῦ ἐγέ νετο, οὕτω καὶ ἡ παρθενία ἐξ αὐτοῦ γένηται, καὶ δι' αὐτοῦ πάλιν εἰς ἀνθρώπους ἡ χάρις αὕτη δοθῇ, καὶ αὔξουσα διαμείνῃ. Οσον τοίων καύχημα παρ θένων ἐστὶ τοῦτο, καὶ γνώρισμα τῆς ἐν αὐτῷ θεότητος, ἔξεστιν ἐκ τούτου μαθεῖν· Εἰ τῶν ἁγίων μαρ τύρων οἱ γονεῖς εἰσι περίβλεπτοι διὰ τὴν τῶν υἱῶν ἀνδρίαν· καὶ χαίρει Σάρρα τεκοῦσα τὸν Ἰσαάκ, και μακάριοι ὅσοι ἔχουσιν ἐν Σιὼν σπέρμα, καὶ οἰκείους ἐν Ἱερουσαλήμ, ὥς φησιν ὁ προφήτης· πόσον ἄν τις ό εἶποι τὸ καύχημα τῆς ἁγίας Παρθένου καὶ θεοειδούς Μαρίας, ὅτι μήτηρ τοῦ Λόγου κατὰ τὴν γένεσιν τῆς σαρκὸς γέγονέ τε και χρηματίζει; καὶ γὰρ τὸν θεῖον τόκον τοῦτον στρατιὰ μὲν ἀγγέλων ὕμνησε· γυνὴ δὲ τὴν φωνὴν ἐπάρασα έλεγε· Μακαρία ἡ κοιλία ἡ βαστάσασα σε, καὶ μαστοὶ οὓς ἐθήλασας. Καὶ αὐ τὴ δὲ ἡ κυριοτόκος Μαρία καὶ ἀειπάρθενος, εἰδυΐα τὸ ἐν αὐτῇ γενόμενον, ἔλεγεν· ᾿Απὸ τοῦ νῦν μα καριοῦσί με πᾶσαι αἱ γενεαί. Ο δὲ γέγονε τῇ Μα ρίᾳ, τοῦτο πάσαις ταῖς παρθένοις εἰς εὐκλειάν ἐστιν. Αὗται γὰρ ὡς ἀπὸ ῥίζης ἐκείνης λοιπὸν κλάδοι κρέμανται παρθενικοί. Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθα ρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωϋσέως, ἀνήγαγον αὐτὸν εἰς Ιεροσόλυμα, παραστῆσαι τῷ Κυ ρίῳ, καθώς γέγραπται ἐν νόμῳ Κυρίου· "Οτι πᾶν ἄρσεν διανοίγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται· καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου, ζεῦγος τρυγόνων, ἢ δύο νεοσ σοὺς περιστερῶν. ὓς οὐχὶ κατὰ τοὺς ἄλλους ἀν θρώπους ἕνεκα τοῦ εἶναι καὶ ὑφεστάναι σάρκα πε
col. 1395–1396page 4 of 8
PG 27:1395Π ριβέβληται, ἀλλ᾽ ἕνεκεν τοῦ ἁγιάζειν τὴν σάρκα γέ γονεν ἄνθρωπος. Εἰ δὲ καὶ τὸ, παραστῆσαι αὐτὸν τῷ Κυρίῳ, περὶ αὐτοῦ τοῦ Κυρίου τις ἐκλάβοι, καὶ οὕτως ἐκπίπτει τοῦ εἰκότος. Πότε γὰρ ἀπεκρύβη ὁ Κύριος ἐκ τῶν ὀφθαλμῶν τοῦ Πατρὸς, ἵνα μὴ δυ νηθῇ ὑπ' αὐτοῦ ὁρᾶσθαι; Η ποῖος τόπος ἔξω τῆς αὐτοῦ δεσποτείας ὑπάρχει, ἵνα ἐκεῖ ὢν μὴ παρῇ τῷ Πατρί, εἰ μὴ εἰς Ἱεροσόλυμα ἀνηνέχθη, καὶ εἰς τὸν ναὸν εἰσηνέχθη Πῶς δὲ καὶ τὰς τυπικὰς θυσίας προσέφερον, αὐτοῦ ὑπάρχοντος τῆς ἀληθείας; Μή ποτ᾽ οὖν οὐ δι' αὐτὸν, ἀλλὰ δι' ἡμᾶς ταῦτα γέγραπται Ωσπερ γάρ, Θεὸς ὢν, οὐ δι᾿ ἑαυτὸν φύσει ἄνθρωπος ἀτρέπτως γίνεται, καὶ σαρκὶ περιτέμνεται, καὶ βαπτίζεται, καὶ τἄλλα, ἀλλὰ δι᾿ ἡμᾶς, ἵνα ἡμεῖς, ἄνθρωποι ὄντες, θέσει διὰ τῆς χάριτος γενώ μεθα θεοὶ, καὶ περιτμηθῶμεν πνευματικῶς, ἀλλ' οὐ νομικῶς, καὶ τὸν ῥύπον ἀπονιψώμεθα τῆς ἁμαρτίας διὰ τοῦ βαπτίσματος, καὶ σταυρωθῶμεν τῷ κόσμῳ, καὶ ἀναστῶμεν τῷ Θεῷ· οὕτω κἀνθάδε τὸ περὶ τοῦ καθαρισμοῦ αὐτῶν, καὶ τὸ, παραστῆσαι αὐτὸν τῷ Κυρίῳ, καὶ περὶ τῶν τυπικῶν θυσιῶν, οὐ δι' αὐτὸν,άλ λὰ δι' ἡμᾶς καὶ γεγένηται καὶ γέγραπται· ἵνα μάθωμεν καθαίρειν καὶ παριστάνειν ἑαυτοὺς τῷ Θεῷ, μυστικῶς προσφέροντες αὐτῷ καὶ πνευματικῶς ζεῦγος τρυγόνων, ἢ δύο νεοσσούς περιστερῶν. Καὶ ἡ μὲν τρυφών σωφροσύνης καὶ ἡσυχίας σύμβολον· φιλέρημον γὰρ τὸ ζῶον καὶ σωφρονέστατον· ὥστε τοῦ ἄρξενος ἢ τοῦ θήλεος ἀποθνήσκοντος, μηδ' ἕτερον αὐτῶν ἑτέρῳ συζεύγνυσθαι· οἱ δὲ νεοσσοὶ τῶν περιστερῶν ἀκα κίας καὶ πραότητος τύπος. Οσοι τοίνυν διὰ σωφροσύνης καθαίρουσιν ἑαυτοὺς ἀπὸ σαρκικῶν ἡδονῶν καὶ ἐπιθυμιῶν, καὶ διὰ τῆς ἀκακίας καὶ πραότητος ἀπέχονται θυμοῦ καὶ ὀργῆς, ὄντως καλάς θυσίας ἐπι φερόμενοι, ὀπτάνονται τῷ Θεῷ, καὶ παρίστανται εἰς Ἱερουσαλὴμ τὴν ἐπουράνιον. Οὐδὲν γὰρ οὕτω Θεῷ φίλον ὡς ἀκακία καὶ σωφροσύνη. Αμέλει τοσοῦτον ἡμᾶς εἶναι βούλεται σώφρονας, ὡς μηδὲ μέχρις ἐπι θυμίας ἐμβλέπειν γυναικί. Περὶ δὲ τῆς ἀκακίας φη σίν· Ἐὰν μὴ στρατῆτε καὶ γένησθε ὡς τὰ παι δία, οὐ κατὰ τὴν σωματικὴν ἡλικίαν, ἀλλὰ τὴν ἀκα κίαν διὰ τῶν παίδων σημαίνων. Πραότητος δὲ καὶ ταπεινοφροσύνης ἑαυτὸν ὑπόδειγμα τίθησι λέγων Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Εἰ δέ τις εἴποι· Διά τί δύο καὶ δύο προσφέ Ο ρεσθαι τὰ εἰρημένα ζῶα ἐκέλευσε, καὶ τὰ μὲν τέ λεια, τὰ δὲ νεοσσούς; φημί, ὅτι, τοῦ ἀνθρώπου δι πλοῦ ὄντος, τουτέστιν ἐκ ψυχῆς καὶ σώματος, δι πλῆν ζητεῖ παρ' ἡμῶν ὁ Θεὸς τήν τε σωφροσύνην καὶ τὴν πραότητα. Εἰ γὰρ κατὰ μὲν τὸ σῶμα ἀπέχομαι σαρκικῶν ἡδονῶν, κατὰ δὲ τὴν ψυχὴν πρὸς ἐπι θυμίαν τούτων κινοῦμαι, οὐκ εἰμὶ σώφρων, ἀλλὰ μοιχός. Ο γὰρ ἐμβλέψας, φησί, πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν ἐν τῇ καρδίᾳ. Καὶ αὖθις ὁ κατὰ τὸ φαινόμενον δοκῶν εἶναι πράος, κατὰ δὲ τὴν ψυχὴν κινούμενος πρὸς θυμὸν, οὐκ ἔστιν ἄκακος, ἀλλ' ὑπο κριτὴς καὶ μηνιαστὴς, ἔχων τῆς κεκρυμμένης και κίας τὸ ἐπικάλυμμα τὴν φαινομένην καὶ δοκοῦσαν εἶναι ἀκακίαν· οὓς ὁ προφήτης αινιττόμενος λέγει σε ΧΙΙ,
col. 1397–1398page 5 of 8
PG 27:1397Τῷ στόματι αὐτῶν εὐλύγουν, καὶ τῇ καρδίᾳ αὐ τῶν κατηρῶντο· καὶ αὖθις· Τῶν λαλούντων ειρή την μετὰ τῶν πλησίον αὐτῶν, κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν. Τῷ δὲ τὰ μὲν τέλεια, τὰ δὲ νεοσ σοὺς προσάγεσθαι προστάσσειν, δηλοῖ τὸ τὴν μὲν φρόνησιν καὶ σωφροσύνην τελείους ἡμᾶς δεῖ εἶναι τῇ δὲ κακίᾳ νηπιάζειν, καθώς φησιν ὁ ᾿Απόστολος. Αι Αλλ᾽ ἴδωμεν ἐπὶ τίσι καὶ ποῦ καὶ πότε εἴρηται, ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον Κυρίῳ κλη θήσεται· καὶ τί τοῦ νόμου τὸ αίνιγμα. Εἰς τὸ Νῦν ἀπολύεις τὸν δοῦλον σου, Κύριε, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ. Οὐκοῦν καταφρονήσωμεν τὸν θάνατον· κἂν γὰρ δειλιάσωμεν αὐτὸν, ἀλλὰ τεθνηξόμεθα πάντως κατὰ τοὺς ὁρισθέντας ἡ μῖν παρὰ τῆς Προνοίας χρόνους. Βέλτιον αὐτὸν μετὰ τῆς ἀρετῆς ἐκδέχεσθαι ὡς ἀπαιτούμενον, ἢ μόνον ἀκλεῶς ἀποδοῦναι. Ὁ μὲν γὰρ ἐν θεοσεβείᾳ τελευ τῶν οὐδὲ ἀποθνήσκων ἐστίν· ὁ δὲ τῷ χρόνῳ μόνον ἀπαιτούμενος, ὡς ἑαυτῷ ζήσας, ἀνάγκην ἔχει καὶ τοῦ χρόνου λόγους ἀποδοῦναι καὶ μὴ ἀποδοὺς ἀκοῦ σαι· Ἀπέλαβες τὰ ἀγαθὰ ἐν τῇ ζωῇ σου, νῦν δὲ ὧδε ὀδυνᾶσαι. ᾿Ανδριστέον τοίνυν, ὡς παρήγγη λεν ὁ ᾿Απόστολος, ὥστε νεκροῦν ἤδη τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ παρασκευαστέον εἰς τὴν ἔξοδον τὰ ἑρ γα· ἵνα, κἂν φθάσῃ τοῦ χρόνου τὸ τέλος, ἢ κληθῶ μεν παρὰ τοῦ Σωτῆρος, εἴπωμεν καὶ ἡμεῖς· Νῦν ἀπολύεις τὸν δοῦλον σου, Δέσποτα· ἂν δὲ καὶ αὐ τὸς ὁ Κύριος ἔλθῃ, ἵνα εὕρῃ γρηγοροῦντας ἡμᾶς, καὶ μὴ κοιμωμένους αἰτιάσηται λέγων· Οὕτως οὐκ ισχύσατε μίαν ώραν γρηγορῆσαι; "Ὕπνος δὲ ψυχῆς ἐστιν ἡ ἀμέλεια καὶ ἡ ἀμνηστία τοῦ θανάτου. Καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου. Καὶ ἀνέκραξε φωνῇ μεγάλη, λέγων· τί ἡμῖν καὶ σοὶ, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς. Οἴδαμέν σε τίς εἶ, ὁ Ἅγιος τοῦ Θεοῦ. "Ο γε μὴν δαίμων ὁ εἰπὼν, Οϊδαμέν σε, οὐκ ᾔδει αὐτὸν ἀληθῶς· ἀλλὰ τοῖς ῥή κασιν ὑπεκρίνετο. Καίτοι δὲ τἀληθῆ λέγοντα, ἀληθῆ γὰρ ἔλεγε, Σὺ εἶ ὁ ῞Αγιος τοῦ Θεοῦ, ἐφίμου καὶ λα εῖν ἐκώλυε· μήποτε μετὰ τῆς ἀληθείας καὶ τὴν ἰδίαν κακίαν ἐπισπείρῃ, καὶ ἵνα καὶ ἡμᾶς συνεθίσῃ μηδέποτε τοῖς τοιούτοις προσέχειν, κἂν δοκῶσι τά απθῆ λέγειν. Καὶ γὰρ ἀπρεπές, ἔχοντας ἡμᾶς τὰς θείας Γραφὰς καὶ τὴν παρὰ τοῦ Σωτῆρος έλευθε οίαν, διδάσκεσθαι ὑπὸ τοῦ διαβόλου τοῦ μὴ τηρή σαντος τὴν ἰδίαν τάξιν, ἀλλ᾽ ἕτερα ἀνθ' ἑτέρων φρο νήσαντος. Διὰ τοῦτο καὶ λαλοῦντα αὐτὸν τὰς ἀπὸ τῶν Γραφῶν λέξεις κωλύει λέγων· Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· "Ινα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου; Οἱ μὲν οὖν πιστοὶ δύνανται παρ' αὐτῆς τε τῆς πατρικῆς φωνῆς λεγούσης, Οὗτός ἐστιν ὁ Υἱός μου χνι, σε πιν, οι
col. 1399–1400page 6 of 8
PG 27:1399ὁ ἀγαπητός, καὶ παρὰ τῶν προσκυνούντων αὐτὸν ἀγγέλων, καὶ τῶν περὶ αὐτοῦ γραψάντων ἁγίων μα θεῖν, ὅτι αὐτὸς μόνος ἐστὶν ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ. 'Αρειανοὶ δὲ ἐπεὶ τὴν διάνοιαν οὐκ ἔχουσι και θαρὰν, οὐδὲ δύνανται θείων ἐπακούειν καὶ θεολόγων ἀνδρῶν, παρὰ γοῦν τῶν ὁμοίων αὐτοῖς δαιμόνων μαθέτωσαν, ὅτι μὴ ὡς πολλῶν ὄντων ἀνεφώνουν, ἀλ λὰ τοῦτον μόνον εἰδότες ἔλεγον· Σὺ εἶ ὁ ῞Αγιος τοῖ Θεοῦ, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ. Καὶ γὰρ ὁ τὴν αἵρεσιν αὐτοῖς ὑποβαλὼν οὐκ ἔλεγε, Σὺ εἶ "Αγιος τοῦ Θεοῦ, ὡς ὄντων καὶ ἄλλων, ἀλλὰ, Σὺ εἶ ὁ ῞Αγιος τοῦ Θεοῦ, ὡς μόνου ὄντος αὐτοῦ. Καλὴ οὖν καὶ ἡ τοῦ ἄρθρου προσθήκη· εἷς γάρ ἐστιν ὁ φύσει ἅγιος, οὗ κατὰ μέθο εξιν καὶ οἱ ἄλλοι ἅγιοι. Οὕτω καὶ αὐτοὶ πολλάκις οἱ ἐργάται τοῦ ψεύδους, ὑπὸ τῆς ἐναργείας ἀναγκαζόμενοι, μαρτυροῦσι τῇ ἀληθείᾳ καὶ μὴ βουλόμενοι ἐπεὶ καὶ οἱ δαίμονες οὐχὶ τῶν εὐαγγελιστῶν ἐποίουν ἔργον, ἀλλ᾽ ἀντιβλέπειν μὴ δυνάμενοι τῷ τῆς ἀληθείας φωτί, ἐβόων· Οἰδαμέν σε τίς εἰ, ὁ Ἅγιος τοῦ Θεοῦ. ῾Ο δὲ Ἰησοῦς, ἀκούσας, ἀπεκρίθη αὐτῷ λέγων· Μὴ φοβοῦ· μόνον πίστευε, καὶ σωθήσεται. Πίστιν γε ἀπαιτεῖ πρῶτον τοὺς ἐπικαλουμένους αὐτὸν ὁ Κύριος· ὡς ἐπὶ τοῦ τυφλοῦ λέγων· Πι στεύεις, ὅτι δύναμαί σοι τοῦτο ποιῆσαι; καὶ ἐπὶ τοῦ σεληνιαζομένου δέ φησιν, ὅτι Ἐὰν πιστεύῃς, γίνεται. Απαιτεῖ δὲ τοῦτο ὁ Σωτὴρ, οὐκ ἐπειδήπερ ἔχρηζε τῆς παρ' ἑτέρων συνεργίας· αὐτὸς γὰρ καὶ τῆς πίστεως κύριος καὶ χορηγός ἐστιν· ἀλλ᾽ ἵνα μὴ ὡς προσώποις χαριζόμενος φανῇ, ἀλλ' ὅτι τοῖς πι στεύουσιν ἐπινεύει, καὶ ἵνα μὴ χωρίς πίστεως δέξων τα: τὰς εὐεργεσίας, καὶ τῇ ἀπιστία ταύτας ἀπολέσωσι. Θέλει γὰρ χαριζόμενος παραμένειν τὴν χάριν, καὶ θεραπεύων ἀδιάπτωτον εἶναι τὴν θεραπείαν. Ἠσφαλίζετο γοῦν τὸν παραλυτικὸν λέγων· Ὑγής γέγονας, μηκέτι ἁμάρτανε. Καὶ ὥσπερ ἄν τις ἰα τρὸς εἰσιὼν πρὸς τοὺς κάμνοντας πυνθάνοιτο πρῶτ τον, εἰ βούλοιντο θεραπεύεσθαι, ἵνα μὴ, αὐτοῦ φρον είζοντος, κἀκείνων μὴ βουλομένων, ἀνωφελὴς ἡ θε ραπεία γένηται, ἐναντιουμένων τῶν καμνόντων πρὸς τὴν τοῦ ἰατροῦ τέχνην· οὕτω καὶ ὁ Κύριος τῶν θεραπευομένων ἐπυνθάνετο, καὶ τοῖς πιστεύουσιν ἐχαρίζετο, ἵνα τῇ πίστει καὶ τὴν χάριν κατασχεῖν δυνηθῶσι γνώρισμα γὰρ τῆς προαιρέσεως τῆς ψυχῆς ἡ πίστις ἐστί. Καὶ νῦν οὖν φησι· Μόνον πίστευε, καὶ σωθή σεται. Εγένετο δέ, πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ, εἶπέ τις πρὸς αὐτόν· Ἀκολουθήσω σοι όπου ἂν ἀπέρχῃ, Κύριε. Καὶ εἶπεν αὐτῷ ὁ ᾿Ιησοῦς· Αἱ αλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. Διὸ καὶ τὸν γραμματέα τοῦτον ἐπαγγελλόμενον ἀκολουθήσειν αί τῷ, καὶ τῷ μὲν ῥήματι βοῶντα, τῇ δὲ διανοίᾳ μὴ σχολάζοντα, ἀλλ' ἐν ἑτέροις ἀφελκόμενον ὁρῶν ὁ Κύ ριος, ἐδυσώπει διὰ τοῦ ἐλέγχου· καὶ οὔτε ὡς ἀπο το
col. 1401–1402page 7 of 8
PG 27:1401τρεπόμενος τοῦτον ἐδίωκεν, οὔτε ὡς ἀγνοῶν ἐπλα νᾶτο ὑπὸ τῶν τούτου ῥημάτων· ἀλλὰ καὶ ὡς εἰδὼς ἤλεγχε, καὶ ὡς παιδεύων διωρθοῦτο. Μονονουχὶ γὰρ τοῦτο λέγων ἐδίδασκεν, ὡς ἄρα οὐδεὶς δύναται τῷ Λόγῳ ἀκολουθεῖν ἀναπαυόμενος ἐν ἀλόγοις, οὐδὲ τῶν ἀλόγων ὁ φίλος δύναται τὸν Λόγον δέχεσθαι, οὐδὲ ὁ τὰ ἄλογα φανταζόμενος δύναται τοῦ Λόγου μετα λαμβάνειν ἔννοιαν. Αμέλει ἐκ τῆς τόλμης τὸ γνώ ρισμα τῆς προπετείας καὶ ἀπαιδευσίας ἔξεστιν αὐτ τοῦ καταμαθεῖν. Εἰ γὰρ ἐπίστατο τοῦ Λόγου τὴν δύο ναμιν, οὐκ ἂν ὅλως φαντασίαν ειλήφει πνευματικού Λόγου, οὐκ ἂν ἄνθρωπος ὢν ἐξισοῦν ἑαυτὸν ἐτόλμα τῇ τοῦ Σωτῆρος ἀκαταλήπτω δυνάμει λέγων· Ακο λουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ. Ακολουθεῖν μὲν γὰρ ἁπλούστερον τῷ Σωτῆρι πρὸς τὸ τῆς διδασκαλίας αὐτοῦ ἀκούειν δυνατὸν τῇ ἀνθρωπίνῃ φύσει, καὶ τοῦτο κατὰ τὴν αὐτοῦ φιλανθρωπίαν· συνεκτείνεσθαι δὲ καὶ συντρέχειν αὐτῷ πανταχοῦ, τοῦτο καὶ ἀδύνατον καὶ τολμηρὸν τῷ ἐπαγγελλομένῳ. Οὔτε γὰρ ἀνα παυομένῳ αὐτῷ παρὰ τῷ Πατρὶ συνεῖναι δυνάμεθα πῶς γὰρ, ἄλλης φύσεως τυγχάνοντες; οὔτε πανταχού αὐτῷ ὄντι συνδραμεῖν οἷόν τε. Ὁ μὲν γὰρ ἀχώρητος, οἱ δὲ χωρητοί· καὶ ὁ μὲν ἐν τῷ παντὶ καὶ ἔξω τοῦ παντός ἐστιν, οἱ δὲ ἐν τῷ παντὶ μεμετρημένην ἔχομεν τὴν σύστασιν· καὶ ὁ μὲν Κύριος ακινήτως καὶ ἀμεταβάτως κινεῖ τὰ πανταχοῦ, καὶ τὰ ὅλα διοικεῖ ἄνθρωποι δὲ, μεταβαίνοντες ἀφ' οὗ κινούμεθα, λει πόμεθα τῇ ἀπολείψει τοῦ τόπου πρὸς τὴν ἀμετάβα τον πανταχοῦ τῆς θεότητος αὐτοῦ παρουσίαν. Αλλ' ὁ Κύριος κατ' ἀμφότερα τοῦτον διορθοῦται, καὶ τὸ μὲν ἀνέτοιμον τῆς προθέσεως διελέγχει, τὴν δὲ τῆς θεότητος αὐτοῦ μεγαλειότητα παιδεύει, λέγων· Α' ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ ἑξῆς. Ἴσον δὲ τούτῳ εἰπεῖν ἐστι, τὰ μὲν γενητὰ πάντα χωρητὰ τυγχάνει, καὶ τόποις διίσταται, ὁ δὲ Λόγος ὁ τοῦ Θεοῦ ἀχώρητον ἔχει τὴν δύναμιν· ὥστε τοῦ μὲν λέ γειν, ὅτι "Οπου ἐὰν ἀπέρχῃ ἀκολουθήσω σοι, παῦσαι· εἰ δὲ μαθητεύεσθαι θέλεις, ἀπόστα τῶν ἀλόγων, οἰκειώθητι δὲ τῷ λόγῳ· ἀδύνατον γὰρ τὸν ἀλογία συνόντα Λόγου γενέσθαι μαθητήν. Τίνι ομοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ; ῾Ομοία ἐστὶ ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη όλον. Τοῦτο οὖν σκόπει, πᾶς τις ὁ τοῖς ῥηθεῖσιν ἀμφισβη τῶν, ὅτιπερ ἕκαστος τῶν ἀνθρώπων ἡ μικρὰν ζύμην ἀρετῆς κτησάμενος, μὴ πεφθακὼς δὲ ταύτην ἀρτοποιῆσαι· ἀλλὰ βουληθείς μέν, μὴ δυνηθεὶς δὲ τοῦτο, ἢ ῥαθυμίας ἢ ἀμελείας ἢ ἀνανδρίας ἕνεκα καὶ τῆς ἐξ ἡμέρας εἰς ἡμέραν ἀναβολῆς· ἐπιφθασθεὶς δὲ καὶ θερισθεὶς παρ' ἐλπίδα, οὗτος οὐκ ἐπιλησθήσεται παρά. τοῦ δικαίου κριτοῦ· ἀλλ᾽ ἐγερεῖ αὐτῷ μετὰ θάνατον τοὺς οἰκείους, καὶ τούτων τὰς γνώμας ἰθυνεί, και τὰς καρδίας ἑλκύσει, καὶ τὰς ψυχὰς ἐπικάμψει, και πρὸς ἀρωγὴν καὶ βοήθειαν τούτου σπεύσουσι κινη θέντες. "Οθεν καὶ ἁψαμένου τοῦ Δεσπότου τῶν καρ
col. 1403–1404page 8 of 8
PG 27:1403διῶν αὐτῶν, ἀναπληρώσουσι τοῦ ο.χομένου τὰ ὑστε ρήματα. Ο δέ γε βίον πονηρὸν κεκτημένος, συμπεφυρμένος ὅλον ἀκάνθαις, πλήρη τε ὑλῶν ὄντα τῶν ἀκαθάρτων, ὃς οὐδέποτε ἐν συνειδήσει ἦλθεν, ἀλλ ἀδεῶς καὶ ἀδιαφόρως ταῖς τῶν ἡδονῶν ἐνέκειτο δυστ ωδίαις, πράττων ἁπάσας τὰς τῆς σαρκὸς ὀρέξεις, καὶ μηδὲν ὅλως περὶ ψυχῆς φροντίζων, ἔχων τε τὸ φρόνημα σαρκικὸν ἅπαν· εἶθ' οὕτω φθασθεὶς, ἐκδη μήσει τοῦ βίου, τούτῳ παντελῶς οὐδεὶς ὀρέξει χεῖρα ἀλλ' οὕτω πάντα τὰ κατ' αὐτὸν διαπραχθήσεται, ὡς μήτε ὑπὸ συνεύνου, ἢ τέκνων, ἢ ἀδελφῶν, ἢ συγγενῶν, ἢ φίλων ἐπικουρηθῆναι τὸ σύνολον· ὅτι μηδὲ ἔχει Θεὸς ἐν μέτρῳ τοῦτον. Περὶ δὲ ὧν ἐγράψατέ μοι, καλὸν ἀνθρώπῳ γυναι κὺς μὴ ἅπτεσθαι. Ἔστι καὶ πρὸς τούτοις ἅπατι καὶ τοῦ ἁγίου Αθανασίου έρμηνεία ἐν τῷ περὶ τοῦ σεμνοῦ γάμου. Πρὸς ὅλοις τούτοις ηρμήνευσε τις καὶ οὕτω. Πρὸς ἁβροδιαίτους καὶ φιλοσάρκους γράφων ὁ Παῦλος, τῇ αὐτῶν φιλοσαρκίᾳ συνεργῷ ἐχρήσατο πρὸς τὴν τῆς πορνείας παραίτησιν, τοῦτο λέγων, ὅτι Τὰ λοιπὰ ἁμαρτήματα ψυχὴν ἀδικεῖ, καὶ εἰς αὐτ τὴν μόνην τὴν βλάβην παραπέμπει· ὁ δέ γε πορ νεύων σὺν τῇ ψυχῇ καὶ τὸ σῶμα ἀδικεῖ, φθείρων αὐτὸ καὶ ἐκδυναμῶν, καὶ τὸν ψυχικὸν καὶ ζωτικὸν καθα ρῶν τόνον. ὡσεὶ εἶπεν· Φείσασθε κἂν τοῦ σώματος ὑμῶν, ὁ περιέπετε καὶ θάλπετε καὶ οὗ πρόνοιαν πλείστην ποιείσθε. Τοῦ ἁγίου Αθανασίου ἐπισκόπου Αλεξανδρείας, εἰς τὸ ῥητὸν τοῦ ἀποστόλου Παύλου, ὅτι ο Οἶδα τὸν τοιοῦτον ἄνθρωπον ἁρπαγέντα ἕως τρίτον οὐρανὸν,» καὶ τὰ ἑξῆς. ᾿Απαγγέλλω ὑμῖν ἅπερ τοῖς ὠσὶν ἀκήκοα, ἔτ: νέος ὑπάρχων, παρὰ παλαιῶν ἀνδρῶν, σοφίᾳ καὶ συνέσει κεκοσμημένων καὶ ἀρεταῖς κατηγλαϊσμένων, ἐν ἀσκη τικοῖς ἀγῶσι καταγηρασάντων. Συνηγμένων γὰρ αὐ τῶν καὶ πνευματικῶς περὶ ἀρετῶν διαλεγομένων, ἦλθον εἰς μέσον ἐρωτήσεις· Τί δήποτε μόνος ὡς ἐξαίρετος παρὰ πάντας ἁγίους ὁ μέγας Απόστολος εἰς τρίτον οὐρανὸν ἦρθη, ἁρπαγεὶς ἐν παραδείσῳ καὶ ἐκεῖθεν ἀκούσας ἄρξητα ρήματα; Αποκριθεὶς δὲ εἰς ἐξ αὐτῶν εἶπεν· Ηκουσταί μοι παρὰ ἀρχαιοτέρων πατέρων, ὡς πρεσβεία καὶ αίτησις γέγονε παρὰ τῶν ἀπ' αἰῶνος ἁγίων Πατέρων πρὸς τὸν Θεὸν καὶ Δεσπότην καὶ πάντων Κύριον, ὑπὲρ τοῦ ἀποστόλου Παύλου, ὅπως θεάσωνται τοιοῦτον ἄνδρα, ἂν ἀπὸ τοῦ αἰῶνος οὐκ ἐθεάσαντο. Ἀπὸ γὰρ πάσης τῆς οἰκουμέ
Page scan enlarged

Notebook

Full View