PG 27Athanasius
Fragment on the First Epistle to the Corinthians
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1405–1406page 1 of 3
PG 27:1405νης καὶ τῶν ἐθνῶν καὶ νήσων πεφωτισμέναι ψυχαί, καὶ τῇ πρὸς Θεὸν πίστει καὶ ἐλπίδι ἐκλάμπουσαι, ἐν τῇ χώρᾳ τῶν ζώντων καὶ ἐν ταῖς τῶν ἁγίων σκηναῖς συνηθροίζοντο. αν πάντων ὁμολογούντων, ὅτι διὰ τῆς διδασκαλίας Παύλου τῆς θεογνωσίας τὸ φέγγος ἐδέ ξαντο· διὰ τοῦτο τὴν δέησιν καὶ ἱκεσίαν τῷ Δεσπότῃ προσήγαγον. Ὁ δὲ, πληρῶν τὸ αἴτημα τῶν θεραπόν των αὐτοῦ, καὶ πρὸ τῆς ἐντεῦθεν ἀπαλλαγῆς ἀνήγαγεν αὐτὸν πρὸς ἀσπασμὸν καὶ εὐφροσύνην τῶν ἀπ' αἰῶνος ἁγίων πατριαρχῶν, προφητῶν καὶ δικαίων ἁπάντων, εἴτε ἐν σώματι, ὡς αὐτὸς ἔφη, εἴτε ἐκτὸς τοῦ σώματος, μόνῳ γνωστὸν τῷ Θεῷ, τῷ παραδόξως ποιοῦντι θαύματα καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. Ἐκεῖθεν γὰρ εἶδε τὴν τῶν ἄνω στρατηγῶν διακόσμησιν, ἀγγέλων καὶ οὐρανίων δυνάμεων, καὶ τὰ ἄῤῥητα θαύματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλεῖν, ἢ ἀκοῦσαι. ΣΧΟΛΙΟΝ. Εἰ περὶ τὸν οὐρανὸν ὑπάρχουν καὶ παράκεινα ται αἱ τῶν ἁγίων ψυχαί, ὡς λέγεται· καὶ γὰρ αἱ τῶν δικαίων ψυχαὶ ἐν οὐρανοῖς αὐλίζονται, καὶ ἄλλαι δι καίων ψυχαὶ ἐν παραδείσῳ, καὶ ἄλλαι ἐν γῇ πραέων ἰδοὺ γοῦν οἰκίαι δικαίων· εἰς αὐτὰς ἁρπαγεὶς ὁ Παῦ λος ὑπάρχων, ἁρπαγεὶς δὲ μετὰ τὸ βαπτίσαι αὐτὸν ὁ ἅγιος Ανανίας, ὅταν ἔπεσον ἀπὸ τοῦ Παύλου ὡσεὶ λεπίδες, ἀπὸ ἐκείνου τοῦ καιροῦ ἕως οὗ ὡμολόγησε καὶ εἶπε, καὶ τὴν Ἐπιστολὴν ἣν λέγει, Ὁ ἐν εὐλογημένος, καὶ τὰ ἑξῆς, ἕως ἐκεῖ ὑπῆρχον χρόνοι δεκα-. τέσσαρες. Διὰ τί οὐκ εἶπε Παῦλος· Ἐγὼ ἡρπάγην, ἀλλὰ εἶπεν Οἶδα ἄνθρωπον; "Η διὰ τὸ μὴ γνῶσαι [γνωρίσαι] ἑαυτὸν εἰς ὑπερηφανίαν, καυχώμενον εἰς δόξαν τοῦ Θεοῦ; Τοῦ ἁγίου Αθανασίου εἰς τὸ ῥητὸν τοῦ ἀποστόλου Παύλου· ι Εδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος Σατῶν, ἵνα με κολαφίζῃ. Οἱ τὴν εὐσέβειαν σύντροφον ἔχοντες, καὶ ἐν τῇ τῶν θείων Γραφών μελέτη σχολάζοντες, ἐξ αὐτῶν τῶν Γραφῶν ἔχουσι ὁδηγὸν τὴν ἀλήθειαν. Καὶ πρῶτον μὲν εἰδέναι προσήκει τὴν τῆς Ἐπιστολῆς ὑπόθεσιν, καὶ ὅπως γέγραπται. Ἐπειδὴ ὁ θειότατος Παῦλος ἐξαι ρέτως ἐν ταύτῃ τῇ Ἐπιστολῇ, ὡς πολλὰ παθὼν καὶ πειρασθείς παρὰ τῶν συγγενῶν καὶ ὁμοφύλων και ἀγνωμόνων Ἰουδαίων, ὧν καλεῖ ψευδαδέλφους, ἅπαν τα τὰ συμβάντα αὐτῷ ἐμνημόνευσεν, καὶ εἰς οὓς τὴν αὐτὴν Ἐπιστολὴν ἐπιστέλλει, παραινεί λέγων· Ηδέως ἀνέχεσθε τῶν ἀφρένων φρόνιμοι ὄντες· καὶ ἐπε ἀγει· Ἀνέχεσθε ὅστις ὑμᾶς καταδουλοῖ, ὅστις κατεσθίει, ὅστις κατεπαίρεται, καὶ τὰ ἑξῆς τῆς Επιστολῆς ἀκολούθως μνημονεύει, καὶ τὰ αὐτοῦ άπειρα πάθη αὐτοῖς διαγράφει λέγων· Ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως· καὶ αὖθις προσάγει τοὺς πειρασμούς, τοὺς λιθασμοὺς καὶ ῥαβδισμούς, τα ναυάγια, τους κινδύνους, τοὺς κόπους καὶ μόχθους, καὶ λιμοὺς καὶ δίψεις· καὶ ἅπαντα ὡς γενναῖος ἀθλητὴς ἐμνημόνευσε τῶν ἰδίων. Καὶ οὐκ οιn
col. 1407–1408page 2 of 3
PG 27:1407ηρκέσθη ἐπὶ τοῖς αὐτοῦ, ἀλλὰ καὶ τῶν παρεκτὸς ἐμνη μόνευσεν, Η καθημερινή μέριμνα πασῶν τῶν Εκκλησιῶν. Οθεν καὶ τῇ συνειδήσει τις ἀσθενῶν καὶ αὐτὸς ἠσθένει, οὐ σώματι, ἀλλὰ πνεύματι. Καύ χημα δὲ ἔχων τὰς θλίψεις ὁ μακάριος ἔλεγεν Καυ χᾶσθαι δὴ οὐ συμφέρει μοι, ἀλλὰ τὰ τῆς ἀσθε νείας μου καυχήσομαι· ἤγουν τὰ τῶν διαφόρων θλίψεών μου πάθη. Διὸ καὶ ἑτέρωθι, ὡς ἄριστος ἀθλη τῆς καὶ τὴν ἀκήρατον δόξαν τοῦ Θεοῦ τοῖς τῆς δια νοίας ὀφθαλμοῖς κατανοῶν, λέγει· Οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς· ἐπειδὴ, ὡς τερ πνὰ ὀρφίσματα ὁ θειότατος ἀνὴρ καὶ ἄνω τὸ φρόνημα κεκτημένος, ἅπαντα τὰ κολαστήρια ελογίζετο. Αὖθις εμνημόνευσε τὴν ἀποκαλυφθεῖσαν αὐτῷ ὀπτασίαν, καὶ ἁρπαγὴν εἰς τὸν παράδεισον, καὶ τὰ ἄῤῥητα ἐκεῖνα ῥήματα· ὅθεν, ὡς μὴ βουλόμενος δι᾿ ἑαυτοῦ καυχήσασθαι, ἔφη· Ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι, εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου· οἱονεὶ ἐν ταῖς θλίψεσί μου καὶ τὰ πάθη μου. Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων, ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ήγουν ἐμπόδιον, ἵνα μὴ ὑψαν χενῶν αἴρωμαι, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ. Σατᾶν ἑρμηνεύεται ἀντικείμενος· ἀντέκειντο γὰρ τῇ κηρύξει τῷ μακαρίῳ Παύλῳ τινὲς, καὶ μάστιξι δεινοῖς καὶ πολλοῖς κακοῖς κολαστηρίοις τοῦτον ὡς τοῦ νόμου ἀντίπαλον κατεπόνουν, μὴ συγχωρούντων τον τῆς διδασκαλίας λόγον σαφῶς κηρύξαι. Τούτους τοίνυν ὁ θεῖος ἀπόστολος ὑποβάλλων ὡς υἱοὺς διαβόλου Σα τῶν ὀνομάζει. Διὸ δὴ καὶ ὁ τῶν ἀποστόλων πρωτόθρονος Πέτρος, ώς τῇ διδασκάλου γνώμῃ ἀντικείμενος, καὶ μὴ τὰ θεῖα, ἀλλὰ τὰ ἀνθρώπινα φρονῶν, Σατᾶν αὐτὸν ὁ Κύριος προηγόρευσε λέγων· "Υπαγε ὀπίσω μου, Σατῶν· ήγουν, Αντίκεισαι τῇ θείᾳ καὶ σωτηριώδει γνώμῃ μου· ἐπειδὴ τὸ πάθος μου κοινὴν σωτηρίαν τῇ οἰκουμένῃ μέλλει ἐργάσασθαι. Ὡς οὖν τρισσῶς τὸν Κύριον περὶ τούτου παρακαλέσας, εἰρή κει αὐτῷ· Ἀρκεῖ σοι ἡ χάρις μου. Αρκεί σοι ἵνα σκεῦος ἐκλογῆς γενήσῃ, ἵνα ῥήτωρ τῶν Ἐκκλησιῶν κατασταθήσῃ, ἵνα μέχρι τὸν οὐρανὸν καὶ παράδεισον άρπαγῇς ἔτι ζῶν ἐν τῷ σαρκίῳ, ἵνα τὴν ἀποκάλυψιν τῶν ἀῤῥήτων μυστηρίων καὶ τὰ τῶν ἐπουρανίων ταγμάτων ὑπὲρ πᾶσαν γλῶσσαν βροτείαν λαλήσῃ, ἵνα πλήρης θείας σοφίας, καὶ Πνεύματος ἁγίου ἐμπλησθήσῃ, ἵνα συγκάθεδρος τῶν συμμυστῶν ἀποστόλων γενήσῃ. Αρκεί σοι τὰ δοθέντα σοι ταῦτα καὶ παρα πλήσια παρ' ἐμοῦ χαρίσματα· Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται· ἀσθένειαν, φημί, οὐ τὴν τοῦ σώματος, ἀλλὰ τὰς θλίψεις, τους πειρασμούς λέγει. Ο γὰρ ἀσθενείᾳ ψυχικῇ ὑποκείμενος πῶς ἑτέ ροις τὰ ψυχικὰ παθήματα ἰᾶσαι δύναται; Αὐτὸς γὰρ ὁ θεῖος Απόστολος εἴρηκεν· Ὅταν ἀσθενῶ, τότε δι νατός είμι, τουτέστι, ὅταν ἀσθενῶσιν οἱ πονηροί λογισμοὶ τῶν παθῶν ἐν ἐμοί, τότε δυνατός εἰμι τῷ πνεύματι.
col. 1409–1410page 3 of 3
PG 27:1409Αγαπητός, Μονογενής, 'Αγα Ἀλλὰ φόβος καὶ τρόμος ἐπέπεσε τῷ προφήτῃ ὁρῶντι τὸν ᾿Αγαπητὸν τοῦ Θεοῦ τοιαῦτα ὑπὸ τῶν ἀσεβῶν πάσχοντα. Αγιοπρεπής, ους, 92 Αποτελέσματα τῶν ἐνυπνίων, Τα Κύριε, σῶσον δή, ὦ Κύριε, εὐόδωσον δή, εὐλο γημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, 480 Κασία φλοιός τίς ἐστι λεπτότατος καὶ εὐώδης, ξυλώ δη κάρφη περιτεινόμενος, 212 Α. Λ Αιθολόγως τόπος, Μεταχειρίσας ἑαυτὸν ἀγχόνῃ, πάθους, οικονομία τοῦ σταυ Παρεκτροπή, 224 Παρεκτροπὴ τῆς θείας ὁδοῦ. Πολυωρία, Πολυωρίαν τὴν πολυχρον Σ Στακτή. Έστιν ἡ στακτὴ σμύρνης εἶδος λεπτότατον. Ἐκθλιβέντος γὰρ τοῦ ἀρώματος, ὅσον μὲν γὰρ αὐτ τοῦ ῥυτὸν εἰς στα τὴν ἀπομερίζεται, τὸ δὲ παχύτερον ἀπομένον σμύρνα προσαγορεύεται, 212. Α. συντετμημένως Κεφα λίδα οἱ Ἑβραῖοι τὸν τόμον φασίν, 192 469 Τῆς ἀγάπης μισθὸν ἐδέξατο τὴν ὑπο
Page scan enlarged

Notebook

Full View