PG 39Didymus Alexandrinus
Fragments on Job
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.

ProemProoemium

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 39:1120ΚΕΦ. Α, στ. α. Ἄνθρωπος τις ἦν ἐν χώρᾳ Τῇ Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ. Διδύμου. Ὑψηλότερον δὲ, Αὐσῖτις βουλὴ ἑρμηνεύεται, κατὰ τὴν Ἑλλάδα φωνὴν, ἐν ᾗ ᾤκει ὁ δίκαιος. Ὀξύθυμος μὲν γὰρ μετὰ ἀβουλίας πράσσει· διὸ τυφλὰ παρ’ αὐτῷ γεννᾶται, καθάπερ τοῖς κυσὶ, καὶ τὰ πράγματα καὶ τὰ ῥήματα· ὁ δὲ δίκαιος οὐδὲν ἀβούλως ποιεῖ, τῷ σοφῷ παραγγέλματι ἐκείνῳ πειθόμενος· Μετὰ βουλῆς πάντα ποίει. Τὸ δὲ Ἰὼβ ὄνομα ὑπομονὴ νοεῖται καὶ ἔστιν, ὡς γενέσθαι τοῦτον ὃ προεκλήθη, ἢ κληθῆναι ὅπερ ἐγένετο Στ. β. Ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς Διδύμου. Ἐνταῦθα δὲ καὶ ὁ τῶν παίδων κατάλογος τίμιος παρὰ τῇ Γραφῇ, καὶ λόγοις σύμφωνος μυστικοῖς. Τίς γὰρ οὐκ οἶδε τὴν ἑβδόμην ἀπαρίθμησιν τῶν ἑπτὰ χαρισμάτων μηνύειν τὴν σύνοδον, ὥσπερ οὖν καὶ τὴν τρίτην ἐκφώνησιν, πρὸς τὸ τελειότερον ὁρᾷν καὶ θειότερον; ἵνα μάθωμεν τὴν ἐν Τριάδι πίστιν τῆς ἑβδόμης [ἴς. ἑβδομαίας] χάριτος εἶναι δημιουργὸν, καθάπερ τινὰ κεφαλὴν ἐπιτιθεμένην ταῖς ἀρεταῖς. Στ. γ. Καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς, τῶν ἀφ’ ἡλίου ἀνατολῶν. Διδύμου.
PG 39:1121Πρὸς μὲν οὖν τὸ ῥητὸν, εὐγενὴς τοῦ ἀφ’ ἡλίου ἀνατολῶν, λέγεται, διὰ τὴν κατὰ σάρκα τοῦ Ἀβραὰμ οἰκειότητα· πρὸς δὲ ἀναγωγὴν, οἱ υἱοὶ τοῦ φωτὸς, καὶ τέκνα Θεοῦ δι’ ἔργων φωτεινῶν χρηματίζονται, οὗτοί εἰσιν οἱ ἀφ’ ἡλίου ἀνατολῶν. Ὁ γὰρ δίκαιος εὐγένειαν κτᾶται, οὐκ ἀπ’ ἀνθρώπων, ἀλλ’ ἀπὸ τοῦ φωτὸς τοῦ ἡλίου τῆς δικαιοσύνης, καταλαμπομένην. Στ. 2. Καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου, ἀπέστειλεν Ἰὼβ καὶ ἐκαθάριζεν αὐτοὺς, ἀνιστάμενος τὸ πρωὶ̈, κ. τ. λ. Διδύμου. Καὶ κατὰ τὸν εἰρηκότα, Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σὲ, ὁ

Θεός · καί · Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Θεός· καί· Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω, οὐ πρὸς ἕτερον ἔργον ὁ μακάριος Ἰὼβ τὸ πρωὶ̈ ἀνίστατο, ἀλλὰ πρὸς Θεὸν [ἴς. τῷ Θεῷ], ὑπὲρ τῶν παίδων θυσίαν προσάγων [ἴς. προσάξων], κατὰ τὸν ἀριθμὸν αὐτῶν· ὅ ἐστι, καθ’ ἕκαστον, καὶ εὐτάκτως· οὐδὲν γὰρ συγκεχυμένον ἐν σπουδαίῳ. Ἀλλὰ καὶ μετὰ τοῦτο, ὑπὲρ πάντων μόσχον προσῆγε κατὰ τὸν ἴδιον τρόπον, καὶ τῇ τῶν παίδων ἀγωγῇ συνεθίζων. Οὕτω γοῦν καὶ ἐκαθάριζεν αὐτοὺς μετὰ τὸ συντελεσθῆναι τὸν πότον, μετὰ τῆς αἰσθητῆς καθάρσεως, καὶ τὰ συντελοῦντα πρὸς διάνοιαν καθάρσια παραδεικνύς.
PG 39:1122Φαίνεται γὰρ προφητικῶς καὶ κατὰ νόμον, καὶ κατὰ χάριν τὰς θυσίας πληρῶν. Κατὰ νόμον μὲν, τὰς διαφόρους· κατὰ χάριν δὲ, τὸν ἕνα μόσχον τὸν περὶ ἁμαρτίας. Καὶ γὰρ ἡ τοιαύτη θυσία τῆς χάριτος προεμήνυε τὴν ἀλήθειαν, τὴν μίαν τυποῦσα κατὰ σάρκα θυσίαν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ. Εἰ δὲ ὁ ὑπὲρ ἁπάντων προσαγόμενος μόσχος τὸν δι’ ἡμᾶς σταυρὸν ὑπομείναντα Σωτῆρα δηλοῖ, συνεπίσκεψαι καὶ μὴ θαυμάσῃς· οὐ γὰρ ἀμύητος ἦν ὁ Ἰὼβ τῆς τοῦ Σωτῆρος ἐπιδημίας, ὁ λέγων, ὅτι αὐτός ἐστιν ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι. Στ. ζ. Καὶ ἀποκριθεὶς ὁ διάβολος τῷ Κυρίῳ, εἶπε· Περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ’ οὐρανὸν, πάρειμι. Διδύμου. Σημειωτέον δὲ, ὅτι διάφοροι τόποι ἡ γῆ καὶ ἡ ὑπ’ οὐρανόν εἰσι· τῆς μὲν γῆς ὑπὸ τὸν οὐρανὸν οὔσης, τῶν δὲ ὑπ’ οὐρανὸν τόπων οὐ πάντως γῆς ὑπαρχόντων. Τὴν μὲν οὖν γῆν περίεισιν, ἵνα κατανοήσῃ περὶ τίνος ἀνθρώπου αἰτήσει· τὴν δὲ ὑπ’ οὐρανὸν ἐμπεριπατεῖ, εὐφραινόμενος τοῖς πνευματικοῖς τῆς πονηρίας, τοῖς ὑπηρετοῦσιν αὐτῷ πρὸς τὰ αἴσχιστα. Οὐ δεῖ δὲ ξενίζεσθαι, εἰ λεπτὸν ὑπάρχων πνεῦμα, διέβη τοὺς προειρημένους τόπους·
καὶ γὰρ οὐδὲ ὁ Θεὸς ὡς ψευδόμενον αὐτὸν ἤλεγξε. Τὸ μέντοι ἀνήμερον καὶ ἀφιλάνθρωπον τοῦ τρόπου, τῇ τοσαύτῃ περιόδῳ καταμηνύει ὁ πονηρός. Μανικοῦ γάρ τινος καὶ ὑπὸ ἐμπληξίας περινοστοῦντός ἐστι τὰ ῥήματα· καθὼς καὶ ἑτέρωθί που εἴρηται· Ὅτι ὁ ἀντίδικος ἡμῶν διάβολος, ὡς λέων ὠρυόμενος περιπατεῖ, ζητῶν τίνα καταπίῃ. Ἄγρυπνος γὰρ πολεμεῖ, καὶ περιέρχεται, τοὺς μὲν φίλους ὑπαγόμενος, τοὺς δὲ ἐχθροὺς ἐξαιτούμενος· οὐ γὰρ ἐξουσιάζει ἡμῶν. Καί τι τοιοῦτον αὐτοῦ τὰ ῥήματα βούλεται· Ἐπειδὴ, φησὶ, γηίνων καὶ ἀερίων ὑποτασσομένων μοι, Ἰὼβ μόνος ἀνθίσταται, ἥκω αὐτὸν αἰτησόμενος. Στ. θ. Ἀπεκρίθη δὲ ὁ διάβολος, καὶ εἶπεν ἐναντίον Κυρίου. Διδύμου. Ἴδιον δὲ τῶν πρὸς ἀρετὴν ἀπεχθανομένων, τὸ μὴ λογίζεσθαι γνήσια τὰ καλὰ τῶν πέλας, ἀλλὰ διαβάλλοντας λέγειν, ὡς ὅδε τις δίκαιός ἐστι, δι’ ἀδυναμίαν τοῦ ἀδικεῖν· ὅδε τις σώφρων, διὰ τὴν καλουμένην ἠλιθιότητα· ὁ δὲ, χρήματα καὶ πορισμοὺς οὐκ ἔχει, διὰ τὸ πρὸς ταῦτα ἀνεπιτήδειον· καὶ ὅλως, οὐδεὶς φαῦλος ἀποδέχεταί τινος ἀρετὴν, ὡς γνησίαν. Στ. ια. Ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων ὧν ἔχει, ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. Διδύμου.
PG 39:1123Χεῖρα Θεοῦ διαφόρως ἐκληπτέον, ἢ τὴν κολαστικὴν καὶ εἰς τοῦτο ὑπηρετικὴν δύναμιν, ἥ τις καὶ σκεῦος ὀργῆς λέγεται κατὰ τὸ, Ἡ χείρ σου ἔθνη ἐξωλόθρευσεν· ἢ τὴν φρουρητικὴν καὶ σκεπαστικὴν δύναμιν, ὡς τὸ, Ἔπλασάς με, καὶ ἔθηκας ἐπ’ ἐμὲ τὴν χεῖρά σου. Ἐνταῦθα τοίνυν τὸ, Ἀπόστειλον τὴν χεῖρά σου, ἀντὶ τοῦ, πληκτικῶς αὐτοῦ περίδραξαι, εἴρηται· τὸ δὲ, Ἅψαι αὐτοῦ, ἀντὶ τοῦ, καθάψαι, ἐπάγαγε θλιβερά. Ἔχομεν δὲ καὶ τούτου παράδειγμα τὸ, Μὴ ἅψησθε τῶν χριστῶν μου. Οὐ γὰρ τὴν ἁπλὴν ἁφὴν ἀπαγορεύει, ἀλλὰ τὴν κατὰ τῶν ἁγίων τόλμαν ἐπὶ κακώσει. Ὅρα δὲ ὅπως πανούργως, καὶ μεθ’ ὑποκρίσεως, οὐ λέγει, ὅτι Ἐπίτρεψόν μοι, ἀλλὰ, Σὺ ποίησον. Σύνοιδε γὰρ τὴν ἑαυτοῦ ἀσθένειαν, καὶ ὅμως μέμηνε καὶ ἀλαζονεύεται, ὅπερ τῆς ἐσχάτης ἀνοίας ἐστί. Σὺ δέ μοι θεώρει καὶ ἑτέραν κακίαν, καὶ τυφλότητα διαβολικὴν, ὅτι τὸν μόνον ἀγαθὸν πείθειν ἐθέλει κακοποιεῖν· κατὰ πολλὴν δὲ λίαν ὠμότητα, οὐκ ἀρκεῖται μέρος αὐτοῦ τῆς οὐσίας ἀπολέσαι, ἤ τινας τῶν παίδων, ἀλλ’ ἀθρόον αὐτὸν πάντων ἔρημον καταστῆσαι βούλεται· διὸ οὐ μερικῶς, ἀλλὰ καθολικῶς ἐξαιτεῖται τὸν δίκαιον, λέγων·
PG 39:1124Ἅψαι πάντων ὧν ἔχει, γύμνωσον αὐτὸν πάσης ἀνθρωπίνης ἐλπίδος, ἔστω θλίψεων καὶ θρήνων εἰκὼν ἀπαράβλητος. Τότε γὰρ καὶ τὸ εὐχάριστον καὶ τὸ εὔγνωμον θαυμασθήσεται, ταῖς μεταβολαῖς μηδαμῶς ἐλεγχόμενον. Εἰ οὐκ εἰς πρόσωπόν σε εὐλογήσει, τουτέστιν ἐὰν μὴ τότε σε φανερῶς βλασφημήσῃ, καὶ ἐναντίον σου θρασυνόμενος ἀκονήσει τὴν γλῶσσαν, ἅτε τῶν συμφορῶν μὴ βαστάζων τὸ μέγεθος. Κἀνταῦθα τοίνυν, ἀντὶ τοῦ, καταράσεται, καὶ βλασφημήσει σε, ὁ διάβολος εἶπε, τῷ εὐφημοτέρῳ χρησάμενος ὀνόματι, ὅπως μὴ πρὸς Θεὸν τὴν τραχυτέραν προενέγκηται λέξιν, μηδὲ ἐρεῖ, ὅτι ἐξ ἐναντίας ἄν σοι ἔσῃ, τῷ Θεῷ. Στ. ιβ. Τότε εἶπεν ὁ Κύριος τῷ διαβόλῳ· Ἰδοὺ πάντα ὅσα ἔχει δίδωμι ἐν τῇ χειρί σου, ἀλλ’ αὐτοῦ μὴ ἅψῃ. Διδύμου. Τὸ γὰρ, Ἰδοὺ δέδωκα πάντα ἐν τῇ χειρί σου, παραστατικόν ἐστι τοῦ μὴ χωρὶς θείας συγχωρήσεως ὑποπίπτειν τινὰ πειρασμοῖς. Ἵνα δὲ φανερὸν γένηται, ὅτι μέτρῳ καὶ τὴν συγχώρησιν ποιεῖται, ἐπιφέρει, Ἀλλ’ αὐτοῦ μὴ ἅψῃ. Ὅθεν δῆλον, ὅτι οὔτε εἱμαρμένῃ αἱ περιστάσεις συμβαίνουσιν, οὔτ’ ἐκ ταυτομάτου, ἀλλ’ ἐκ Θεοῦ συγχωρήσεως. Καὶ ἐξῆλθεν ὁ διάβολος παρὰ τοῦ Κυρίου.
PG 39:1125Κατὰ δέ τινας, εἰ μὴ ἔξω γέγονε τοῦ Θεοῦ ὁ διάβολος, οὐκ ἂν ἐνήργησε τὰ κατὰ τοῦ Ἰώβ. Κυριολεκτεῖται δὲ ἐπὶ τούτου μᾶλλον ἢ ἐπὶ τοῦ Καὶ̈ν τό· Ἐξῆλθεν ἀπὸ προσώπου Κυρίου· ὃ δηλοῖ τὸ ἀφάνταστον τοῦ Θεοῦ εἶναι αὐτόν. Οὗτος γὰρ ἀεὶ τῶν ἔξω τυγχάνει, εἰ καὶ προσποιητῶς ἦλθε μετὰ τῶν παραστατῶν τοῦ Θεοῦ. Στ. ιγ. Καὶ ἦν ὡς ἡ ἡμέρα αὕτη. Διδύμου. Ἀκολούθως καὶ τῆς ἡμέρας μνημονεύει, καὶ τῆς συνελεύσεως τῶν τέκνων, ἵνα οὕτω καὶ τὸ τοῦ θανάτου αὐτῶν γένηται πιστὸν, ἀθρόως ὑφ’ ἕνα καιρὸν ὑπὸ τὴν πτῶσιν τῆς οἰκίας ἀποθανόντων. Στ. ιδ. Καὶ ἰδοὺ ἄγγελος ἦλθε πρὸς Ἰὼβ, καὶ εἶπεν αὐτῷ, κ. τ. λ. Διδύμου. Κατανοεῖν δὲ ἄξιον, ὅπως τὰ τῆς ἀπαγγελίας ἀθρόως γεγενημένα, καὶ ἐκ τῆς διηγήσεως ἔχει τὸ βαρὺ, καὶ τὸ πρὸς λύπην ὑπερβάλλουσαν ἐπιῤῥεπές. Ἀλλ’ εἰ καὶ ἱκανὰ ἦν ταράξαι, διὰ τὸ ἀθρόον τοῦ χαλεποῦ, ὅμως οὐκ ἐταράχθη ὁ δίκαιος. Εἴρηται γοῦν ἐν ἑνὶ τῶν ψαλμῶν περὶ τοῦ ἁγίου· Ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται. Στ. ι.
PG 39:1126Ἔτι τούτου λαλοῦντος, ἦλθεν ἕτερος ἄγγελος, καὶ εἶπε πρὸς Ἰὼβ, Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ, καὶ κατέκαυσε τὰ πρόβατα, καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως, καὶ σωθεὶς ἐγὼ μόνος, ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. Διδύμου. Οὐ γὰρ διάβολος ἐξουσίαν ἔχει, πῦρ ἐξ οὐρανοῦ καταγαγεῖν, ἀλλὰ θείᾳ κρίσει τοῦτο γεγένηται, ὅπως παραστήσῃ τῷ Σατανᾷ ὁ δεδωκὼς αὐτῷ τὴν ἐξουσίαν τῶν τοῦ Ἰὼβ Θεὸς, ὅτι οὐδὲ μέλει τῷ μακαρίῳ τῶν ἀνθρωπίνων, κἂν πολλὰς πλέκῃ μηχανάς. Καίτοιγε εἰ καὶ τὰ δόγματα τῆς ἀληθείας ἠκριβωκὼς ὁ ἅγιος ἐγίνωσκεν, ὡς οὐκ ἄνευ Θεοῦ ἡ τῶν πειρασμῶν ἐπιτροπὴ γέγονεν, ἀλλ’ ἱκανὸν ἦν τὸ γινόμενον μεγίστην αὐτῷ φέρειν λύπην, διὰ τοὺς σκανδαλιζομένους, ὡς καὶ Θεοῦ κατ’ αὐτοῦ χωροῦντος. Τὸ γὰρ τοὺς αἰχμαλωτίζοντας ἐπελθόντας, τὰ μὲν κτήνη ἀπελάσαι, τοὺς δὲ παῖδας ἀποσφάξαι, ἠδύναντο λογίσασθαι οἱ ἁπλούστεροι, ὅτι νόμῳ πολέμου, ἀλλ’ οὐκ ἀπὸ Θεοῦ γέγονεν· ὅτε δὲ πῦρ ἀπήγγελται οὐρανόθεν κατελθὸν, δέος ἦν μή τις λογίζηται τῶν ἀσθενῶν, ὡς οὐδὲν θαυμαστὸν ἡ ἀρετὴ, καὶ παρὰ Θεοῦ τιμωρουμένου τοῦ ταύτην ἔχοντος. Ἀλλὰ καὶ τούτου συμβάντος, ὁ ἅγιος οὐκ ὤκλασεν·
ὅθεν πρὸς τὸ ἀνένδοτον τοῦ ἀθλητοῦ ἐναργέστατα εἴρηται [ἴς. δηλοῦσθαι] τὸ, Ὅτε οὗτος ἐλάλει, καὶ οὗτος ἦλθεν. Ἵνα γὰρ μηδεμίαν τῶν πόνων ἀναψυχὴν τῷ παλαιστῇ δῷ, ἀλλὰ τῷ συνεχεῖ τῆς ἀγγελίας ταράξῃ τὸν δίκαιον, καὶ καθάπερ ναῦν, τῷ ἐπαλλήλῳ τῶν κυμάτων ὑποβρύχιον γενέσθαι παρασκευάσῃ τοῖς πάθεσι, πυκνὰ κατ’ αὐτοῦ πέμπει τὰ πικρὰ βέλη τῶν συμφορῶν. Αὐτὸς ὁ τῶν κακῶν ἐργάτης, αὐτὸς ὁ ἄγγελος, αὐτὸς ἔπληξε τὰ κτήνη, καὶ αὐτὸς ἀπαγγέλλει τὴν πληγὴν, καὶ ταύτην κατὰ τὴν συνέχειαν, ἵνα μηδὲ ἀναπνεύσῃ ὁ ἀκούων. Στ. ιζ. Ἔτι τούτου λαλοῦντος, ἦλθεν ἕτερος ἄγγελος, καὶ εἶπε πρὸς Ἰώβ, Οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς, καὶ ἐκύκλωσαν τὰς καμήλους, κ. τ. λ. Διδύμου. Τὸ γοῦν καὶ περὶ τῆς σφαγῆς τῶν παίδων ἀκοῦσαι, καὶ ἀνδρείως ἐνεγκεῖν, τοῦτο δείκνυσι τὴν ἀνδρείαν τε τοῦ δικαίου καὶ καρτερίαν. Δῆλον δὲ, ὡς ὑφ’ ἓν πάντα γέγονε, μηδὲ ἀκουσάντων υἱῶν τὰ συμβεβηκότα, καὶ γὰρ ἐσημειώσατο ἡ Γραφὴ, ὅτι παρὰ τῷ πρεσβυτέρῳ αὐτῶν ἀδελφῷ ἠρίστων.
PG 39:1127Ταῦτα ἱκανὰ ἦν εἰς ἔκστασιν ἀγαγεῖν καὶ θορυβῆσαι τοὺς μὴ λογιζομένους τὰς συνεχεῖς τροπὰς τῶν πραγμάτων καὶ ἀλλοιώσεις, τοὺς συνέχειν πειρωμένους τὰ μὴ ἴδια, ὧν ἡ κτῆσις λυπηροτέρα καὶ τῆς πρώτης στερήσεως. Ἤδη γάρ τινες τῷ ἀθρόῳ τῆς μεταπτώσεως προσομιλήσαντες, καὶ περὶ αὐτὸν τὸν σώφρονα νοῦν ἐκινδύνευσαν, τοσοῦτον ἁλόντες ὑπὸ τοῦ πάθους, ὅσον καὶ ἠγάπησαν τὰ μίσους ἄξια καὶ φυγῆς. Μετρεῖ γὰρ αὐτοῖς τὴν ἀθυμίαν, τῆς πολλῆς εὐθυμίας τὸ ἀβασάνιστον. Τὸ γὰρ μὴ πρὸς κτῆσιν ἐλθὸν, καὶ λύπης ἐστὶν ἀπείρατον· τὸ δὲ ἐν πείρᾳ γενόμενον, καὶ πρὸ τῆς στερήσεως σύνοικον ἔχει τὸν φόβον τοῦ πάθους, καὶ μετὰ τὴν στέρησιν δριμείας φέρει τὰς ὀδύνας. Εὐθυμία γὰρ ἀχαλίνωτος, καὶ νοῦς ἀπαιδαγώγητος, τελευταίοις ἁλίσκεται θρήνοις. Ἀλλ’ οὐ τοιοῦτος ἦν Ἰὼβ ὁ ἀοίδιμος, τῆς καρτερίας τὸ θαυμαστὸν χρῆμα, τῆς ἀνδρείας ὁ ἀκρότατος ὅρος, τὸ τῆς εὐσεβείας κεφάλαιον, τῆς φιλοσοφίας τὸ μέγα παράδειγμα. Φέρειν γὰρ οἶδε, καὶ εὐθυμίαν σωφρόνως, καὶ συμφορὰν γενναίως. Ἡ γὰρ προλαβοῦσα φιλοσοφία ταῖς μετὰ ταῦτα πληγαῖς οὐδαμῶς ἀπελέγχεται.
PG 39:1128Πῶς δ’ ἂν καὶ ἐγένετο τὸ πάθος ἀφόρητον τῷ τὰ θεῖα πεπαιδευμένῳ, καὶ προασκηθέντι καλῶς τὴν εὐσέβειαν; Ὁ γὰρ τὸν πλοῦτον κοινὸν ἔχειν πεπαιδευμένος, ταῖς δαπάναις τῶν δεομένων πλουτεῖ, καὶ οὐκ εὐλαβείται τὴν στέρησιν· διὸ καὶ ἀφιστάμενος οὐ δυσχεραίνει, φιλοσοφίας δὲ μᾶλλον ἀφορμὴν τὸ πάθος πεποίηται, καὶ τοῖς φαιδροῖς χαλινὸν ἐπιτιθεὶς τοῦ ἤθους τὸ μέτριον, καὶ τοῖς λυπηροῖς εἴκειν οὐκ ἀνεχόμενος, οἷα καὶ φρουρούμενος ἄνωθεν. Οἶδε γὰρ φιλοσοφία πρὸς ἑκατέραν μεταβολὴν σωφρονεῖν· ὅθεν οὔτε ταῖς πολυτελείαις ἐξύβρισε [ἴς. ἐξυβίζει] (πλουτεῖ γὰρ φιλοσοφίαν), οὔτε καταβαπτίζεται ταῖς συμφοραῖς (ἀσκεῖ γὰρ τὴν καρτερίαν), καὶ γίνεται αὐτῷ σωτηρίας ὁδὸς ἡ τοῦ βασκάνου πεῖρα. Ἔλαθε γὰρ ἑαυτὸν ὁ πολέμιος, ἐκεῖθεν ὁδοποιῶν αὐτῷ πρὸς τὴν κτῆσιν τῶν ἀγαθῶν, ὅθεν ἑλεῖν αὐτὸν προσεδόκησε· διὰ τοῦτο καὶ σύνοικος ἐπιβουλεύουσα διελέγχεται, καὶ παίδων πανολεθρία τὴν εὐσέβειαν οὐ λυμαίνεται, καὶ πῦρ ῥέον ἀπ’ οὐρανοῦ τὴν διάνοιαν οὐ παρακρούεται, σωζομένην ὑπὸ Θεοῦ· καὶ αἱ συνεχεῖς τῶν κακῶν ἀγγελίαι, καὶ αἱ πανταχόθεν οἰμωγαὶ τὴν καρτερίαν οὐ σαλεύουσι.
PG 39:1129Πᾶς γὰρ Θεῷ προσομιλῶν, μικρὰ φροντίζει τῶν κάτω καὶ φθειρομένων. Τοσούτῳ δὲ μᾶλλον οἰκειοῦται τοῖς ἄνω καὶ μένουσιν, ὅσῳ καὶ τῶν παρόντων ἐλαύνεται. Τὸ γὰρ τῆς πονηρίας πνεῦμα, καὶ ἡ τοῦ κλύδωνος ἐπανάστασις, δικαίαν οὐκ οἶδε καταβλάπτειν [ἴς. καταβάπτειν] ψυχήν· ἐφρούρει γὰρ αὐτὴν ὁ Θεὸς, μετρήσας τὴν συμφοράν· τὰ μὲν ὅσα περὶ αὐτὴν, τῷ πειράζοντι συγχωρήσας, εἰς ἔλεγχον σώφρονος λογισμοῦ, τὸν δὲ νοῦν ἀπαθῆ φυλάξας, ᾧ καὶ πολεμεῖν ἔμελλεν, ᾧ καὶ παραταξάμενος, τῶν τοσούτων τροπαίων ἐκράτησεν. Στ. ιη, ιθ. Ἔτι τούτου λαλοῦντος, ἄλλος ἄγγελος ἔρχεται, λέγων τῷ Ἰὼβ, Τῶν υἱῶν σου, κ. τ. λ. Διδύμου. Οὐ μάτην πρόσκειται τὸ, Τῶν υἱῶν σου καὶ τῶν θυγατέρων ἐσθιόντων καὶ πινόντων, ἀλλὰ πρὸς ἐπίτασιν ἀνοίας, καὶ τοῦτο τοῦ διαβόλου πραγματευομένου, ἵνα ἡ τῶν γεγενημένων ἐπαγγελία βαρεῖα γενομένη, λύπην ὑπερβάλλουσαν τῷ ἁγίῳ ἐμποιήσῃ. Κοιμωμένων γὰρ τῶν τέκνων εἰ συνέβη, τὸ τῆς πτώσεως ἀνεπαίσθητον λογιζόμενος, οὐχ οὕτως ἠνιᾶτο· πρόσκειται δὲ τὸ, ἐξαίφνης, ἐμφαντικὰ τοῦ μὴ δύνασθαί τινα διαδρᾶναι, οὕτω συμβάντος τὰ πράγματος. ΚΕΦ. Β, στ. 2. Εἶπε δὲ ὁ Κύριος τῷ διαβόλῳ·
PG 39:1130Ἰδού, παραδίδωμί σοι αὐτόν· μόνον τὴν ψυχὴ αὐτοῦ διαφύλαξον (ὁ δὲ Θεοδοτίων, τῆς ψυχῆς αὐτοῦ οὐχ ἅψῃ). Διδύμου. Καὶ τοῦτο πρὸς ἡμετέραν ὠφέλειαν, ἵνα χαρακτὴρ καὶ τύπος ἀνδρείας, καθάπερ ἐν στηλογραφίᾳ, ὁ Ἰὼβ τεθεὶς, σκοπὸς τῆς τοιαύτης ἀρετῆς, καὶ τοῖς τότε, καὶ τοῖς μεταγενεστέροις, ὑπάρξῃ· ὃ καὶ γέγονεν. Αὐτοῦ γὰρ ἔστιν ἀκοῦσαι τοῦ ἀθλητοῦ καὶ ἀγωνιστοῦ λέγοντος· Οἶδα ἐγὼ, ὅτι δίκαιος ἀναφανοῦμαι. Παραδιδοὺς δὲ ὁ Κύριός φησι, Μόνον τὴν ψυχὴν αὐτοῦ διαφύλαξον. Ὅπερ νοηθείη οὕτως· Παρακοπὰς πολλάκις, καὶ τοῦ ἡγεμονικοῦ διαστροφὰς ἔν τισιν ὁρῶμεν γινομένας, δι’ οὓς οἶδε λόγους ὁ τὰ κρυπτὰ γινώσκων Θεός. Ἐπεὶ οὖν εἰς παραφροσύνην τὸν δίκαιον ἀγαγεῖν ἔσπευδεν ὁ διάβολος, καὶ ἔκστασιν φρενῶν, ἵνα καὶ ἄκοντα αὐτὸν τοῖς τῆς βλασφημίας περιβάλῃ ῥήμασιν, Ἰδοὺ, φησὶ, παραδίδωμί σοι ὃν ἐξῃτήσω, ἵνα κἀκεῖνος πλεῖον εὐδοκιμήσῃ, καὶ σὺ αἰσχυνθείς [ἴς. αἰσχυνθῇς]· πλὴν μὴ κάρον αὐτῷ καὶ διαστροφὴν ἐργάσω τοῦ ἡγεμονικοῦ. Τοῦτο γὰρ οὐκ ἐφεῖταί σοι, ἵν’ ἐῤῥωμένῳ τῷ λογισμῷ τὴν ἐν τοῖς πάθεσιν ἐνδείξηται ἀνδρείαν, ἀλλὰ σαρκῶν ἅπτου, καὶ ὀστέων, ὡς ἐξῃτήσω.

Στ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Στ. θ.
Χρόνου δὲ πολλοῦ προβεβηκότος, εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ· Μέχρι τίνος καρτερήσεις, λέγων· Ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν, προςδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου; Διδύμου. Ἀτονήσας ἐκ τῶν τοσούτων προσβολῶν ὁ διάβολος, καὶ οὐκ ἔχων ὅ τι ποιήσει λοιπὸν, ἐπὶ τὴν τῆς ἀρχαίας ἐπιβουλῆς ἔρχεται μνήμην, καὶ τοῦ γυναίου διάνοιαν ὑποσύρας, δι’ ἐκείνης σαλεύειν ἐπειρᾶτο τὸν ἀθλητήν· καὶ τρίτον αὐτῷ πλέκει πάλαισμα, τὴν αὐτῆς ὁμιλίαν, ἴσως διὰ ταύτης τὸν Ἰὼβ, ὡς καὶ διὰ τῆς Εὔας τὸν Ἀδὰμ, ἀπατήσειε. Χρόνου γὰρ πολλοῦ προβεβηκότος, ὡς οὐδὲ αὐτὸς δεδύνηται σεῖσαι τὸν τῆς εὐσεβείας πύργον, τὰ τῆς ὀλιγωρίας προφέρειν πείθει τὴν γυναῖκα ῥήματα. ΚΕΦ. Γ, στ. η. Ἀλλὰ καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην· ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι. Διδύμου. Καλῶς δὲ τὸ, Ὁ μέλλων χειρώσασθαι, εἴρηται, δηλοῦν τὸ κατὰ τὴν ἐνανθρώπησιν μυστήριον, ὡς μήπω τότε γεγονὸς, μέλλον δὲ γενέσθαι. Οὐ γὰρ ἥρμοζε γυμνῇ τῇ θεότητι καταργῆσαι [ἴς. καταργηθῆναι] τὸν κράτος ἔχοντα τοῦ θανάτου διάβολον, ἀλλὰ διὰ τοῦ ναοῦ τοῦ Λόγου [ἴς.
PG 39:1131τοῦ Λόγου ἀνθρώπου] γεγενημένου ἐκ σπέρματος τοῦ ἀπατηθέντος ὑπὸ τοῦ διαβόλου. Καύχημα γὰρ ἦν τῷ πονηρῷ, εἰ γυμνῇ τῇ θεότητι χειρωσάμενος αὐτὸν ὑπῆρξε. Τὰ διάφορα δὲ ὀνόματα τοῦ διαβόλου, ἐνεργείας αὐτοῦ διαφόρους, οὐκ οὐσίας, δηλοῖ. Διάβολος γὰρ καὶ ἀντικείμενος, καὶ πονηρὸς, καὶ λέων, καὶ δράκων, καὶ ὄφις, καὶ θηρίον, καὶ κῆτος, διὰ τὸν τρόπον λέγεται, διαφόρως αὐτοῦ τὴν κακίαν ἐνεργοῦντος· ὅπερ ἀνατρεπτικόν ἐστι τοῦ Μανιχαϊκοῦ δόγματος. ΚΕΦ. Δ, στ. β. Μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ; ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει; Διδύμου. Ἢ τὸ, Πολλάκις σοι λελάληται ἐν κόπῳ; δηλοῖ, ὅτι καὶ αὐτὸς σὺ πολλάκις ἐχρήσω λόγοις πρός τινας περιπεπτωκότας θλιβεροῖς, καὶ παράκλησιν αὐτοῖς προσήγαγες ἐν κόπῳ, τουτέστιν ἐν ταῖς συμφοραῖς καὶ ταῖς θλίψεσι· νῦν δὲ τὰ σὰ ῥήματα ὀλιγωρίας πεπληρωμένα οὐδεὶς οἷός τέ ἐστι φέρειν, ἀλλὰ τὸ τραχύ σου τῶν λόγων καὶ τὸν ἄγαν ἡσυχάζειν βουλόμενον διανίστησι πρὸς ἀντιλογίαν. Στ. ι. Σθένος λέοντος, φωνὴ δὲ λεαίνης, γαυρίαμα δὲ δρακόντων ἐσβέσθη. Μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν· σκύμνοι δὲ λεόντων ἔλιπον ἀλλήλους. Διδύμου.
PG 39:1132Λαμβάνει φύσιν ἀλόγων οὐ πάνυ τοι χρησίμην τῷ γένει τῷ ἡμετέρῳ, ἀλλὰ καὶ ἐπίβουλον, καὶ κατασκευάζει, ὅτι πᾶν τὸ ἄδικον καὶ ὑπερήφανον ἀπόλλυσιν ὁ Θεός. Ἀπόλλυται γοῦν, φησὶν, ὁ ἀνυπόστατος λέων, ὅταν βούληται Θεός· σβέννυται δὲ τὸ ἄγριον φθέγμα τῆς λεαίνης, δι’ οὗ ἐκδειματοῖ τῶν θηρίων τὰ ἀσθενέστερα· καὶ οἱ δράκοντες ἐταπεινώθησαν· ἐξέλιπε δὲ ὁ μυρμηκολέων, μὴ χορηγηθείσης αὐτῷ τροφῆς· καὶ οἱ σκύμνοι τῶν λεόντων ἔλιπον ἀλλήλους, οὐκ εἰς διαδοχὰς παραπέμπονται. Κατὰ μέντοι τὴν ἱστορίαν, ἐπειδὴ εἶπεν Ἐλιφὰζ, ὅτι οἱ σπείροντες τὰ ἄτοπα, ἀπὸ προστάγματος Κυρίου ἀπολοῦνται, ἐπήγαγεν, ὅτι καὶ λέων καὶ δράκων τὸ αὐτὸ πείσεται, Θεοῦ βουλομένου. Ὁ τοίνυν καὶ ἐν τοῖς ἀλόγοις τὴν εὐταξίαν διατηρῶν, πολλῷ μᾶλλον ἐπ’ ἀνθρώπων. Στ. ιζ. Τί γάρ; μὴ καθαρὸς ἔσται βροτὸς ἐναντίον τοῦ Κυρίου; ἢ, ἀπὸ τῶν ἔργων αὐτοῦ, ἄμεμπτος ἀνήρ; Διδύμου. Οὐκ ἂν, φησὶ, τοῦτο εἴποις, ὡς ἁμαρτημάτων ἐκτὸς ὢν, ταῦτα πέπονθας· ἐπεὶ μηδὲ ἔστιν ἀνθρώπου φύσιν πρὸς τὴν τῶν νόμων ἀκρίβειαν πολιτεύεσθαι. Ἔστι γὰρ ὅτε μὲν καὶ ἑκουσίοις, πολλάκις δὲ καὶ ἀκουσίοις περιπίπτομεν, διὰ τὴν τῆς φύσεως ἀσθένειαν.
PG 39:1133Τοῦτο μέντοι πιθανὸν ὑπάρχον, εἰ κατὰ τὴν ἔννοιαν ἐξετάζοιτο, ἔχει τὸν ἔλεγχον. Εἰ γὰρ δι’ ἁμαρτίας ὁ περιπίπτων ἀνιαροῖς θλίβεται, οὐδεὶς δὲ καθαρὸς, οὐδεὶς ἐκτὸς ἀνιαρῶν ὑπάρξειεν ἄν. Στ. η. Κύριον δὲ τὸν πάντων Δεσπότην ἐπικαλέσομαι, τὸν ποιοῦντα μεγάλα, καὶ ἀνεξιχνίαστα, ἔνδοξάτε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. Διδύμου. αἰτιασάμενος τοὺς ἄφρονας, καὶ εἰπὼν ἃ εἶπε περὶ αὐτῶν, νῦν προνοητὴν ὁμολογεῖ καὶ δημιουργὸν τὸν Θεὸν, διὰ τῶν ἐκτιθέντων. Οὐκ ἀπεικὸς δὲ αὐτὸν ταύτας ἔχειν τὰς διαλήψεις, ἄνδρα σοφὸν ὄντα τὰ ἀνθρώπινα. Ἔχει δὲ καὶ περὶ ἀοράτων καὶ ὁρατῶν διάληψιν, περὶ ἀνεξιχνιάστων λέγων, καὶ μεγάλων, καὶ ἐνδόξων, ὑετοῦ τε καὶ ὕδατος· ὅπερ ὕδωρ εἰ διαστέλλοι τοῦ ὑετοῦ, τὸ ἐκ πηγῶν, καὶ χειμάῤῥων, καὶ φλεβῶν εἴη ἂν λέγων. Φησὶ τοίνυν, ὅτι Ἐγὼ οὐ δοξάζω, οὐδὲ φρονῶ, ὡς οἱ ἀσεβεῖς, ἀλλάγε πρόνοιαν ἐπιστάμενος, καὶ εἰδὼς τὸν Θεὸν Δεσπότην πάντων, καὶ καιρῶν, καὶ τόπων, καὶ πραγμάτων, ἐπικαλοῦμαι αὐτὸν, πρέπειν τοῦτο ἡγούμενος, ὃς κατὰ καιροὺς θαυμαστὰ ἐργάζεται, καὶ ἐκπλήξεως ἄξια, πρὸς ὠφέλειαν ἀνθρώπων, ὧν τὸ πλῆθος οὐδὲ λόγῳ καταλέξαι οἷόν τε.
PG 39:1134Λέγει δὲ τὴν καθ’ ἑκάστην γενεὰν ποικίλην γενομένην πρόνοιαν, κοινῶς τε πρὸς ἅπαντας, καὶ ἰδίᾳ πρὸς ἕκαστον. Ὡς γὰρ τῶν ἀνθρώπων οὐκ ἔστιν ἀριθμὸν εὑρεῖν, οὕτως οὐδὲ τῆς τοῦ Θεοῦ ἐφικέσθαι προνοίας. Στ. ια. Τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος, καὶ ἀπολωλότας ἐξεγείροντα. Διδύμου. Μεταβαίνει καὶ ἐπὶ τὴν κατ’ ἀνθρώπους πρόνοιαν, καὶ τοῦτο δὲ διακείμενος περὶ τοῦ Θεοῦ, ὅτι αὐτὸς ἐξ ὕψους ταπεινοῖ, ἐκ πενήτων πλουσίους, ἐξ ὑπηκόων ἄρχοντας, ἐκ νοσούντων ὑγιαίνοντας ἀπεργαζόμενος. Στ. ιζ. Μακάριος δὲ ἄνθρωπος ὃν ἤλεγξεν ὁ Κύριος νουθέτημα δὲ Παντοκράτορος μὴ ἀπαναίνου. Αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησιν· ἔπαισε, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο. Διδύμου. Ἐλέγχει Θεὸς, καὶ τὴν τῆς μάστιγος ἐπάγει νουθεσίαν, οὐχ ἵνα ἀπολέσῃ, ἀλλ’ ἵνα σώσῃ τὸν παιδευόμενον· καὶ σὺ τοίνυν μὴ καθυφεὶς τοῦ φρονήματος, μετ’ εὐχαριστίας δέχου τὸν ἔλεγχον. Στ. ιη. Ἑξάκις ἐξ ἀναγκῶν σε ἐξελεῖται, ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν. Διδύμου. Κατὰ δέ τινας ὑποβάλλουσιν οἱ στίχοι, ὅτι εἰς ὅσον τις ὑπὸ τὸν ἐν ἓξ ἡμέραις γεγενημένον ὑπάρχει κόσμον, τὰς ἐν αὐτῷ ὑπομένει ἀνίας, καὶ θλίψεις·
κἂν ἅγιός τις ὑπάρχῃ, ἔχει τὴν ἐκ τοῦ σώματος τῆς χρείας ἀνάγκην· ὑπερβὰς δὲ τὸν κόσμον, καὶ ἐν τῇ ἑβδοματικῇ ἀναπαύσει γεγενημένος, οὐκ αἰσθήσεται κακώσεως· ἐπεὶ καὶ τοῦ ἀφιλάργυρον ἔχοντος τὸν τρόπον οὐχ ἅπτεται ζημία. Ὁ δὲ νοῦς τοιοῦτος· Ἐν τῷ νῦν αἰῶν· γυμνάσει σε, καὶ ἐν τῷ μέλλοντί σε δοξάσει. Οὐκ ἀνάγκη δὲ ταῖς θεωρίαις τὰς ἱστορίας ἐξομαλίζειν ἑξῆς. Στ. κ. Ἐλεύσῃ δὲ ἐν τάφῳ, ὥσπερ σῖτος ὥριμος, κατὰ καιρὸν θεριζόμενος· ἢ ὥσπερ θημωνία ἅλωνος καθ’ ὥραν συγκομισθεῖσα. Διδύμου. Τοῦτο γὰρ δηλοῖ ἡ συγκομιζομένη θημωνία, τὴν πλήρωσιν, καὶ τελείωσιν, καὶ ὅτι ἐπ’ ἀσφαλοῦς λοιπὸν τῷ ὄντι ἐστὶν ὁ τέλειος. ΚΕΦ. 4, στ. ε. Τί γάρ; μὴ διακενῆς κεκράξεται ὄνος ἄγριος, ἀλλ’ ἢ τὰ σῖτα ζητῶν; εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς, ἐπὶ φάτνης ἔχων τὰ βρώματα; Διδύμου. Μὴ γὰρ ματαίως φωνὴν ἀφίησιν ὄνος ἄγριος, ἀλλ’ ἐνδεόμενος τροφῆς· ἀλλ’ οὐδὲ βοῦς μυκᾶται, ἐπὶ φάτνης βρωμάτων κειμένων· ὥστε μηδὲ ἐμὲ αἰτιῶ, εἰ κράζω, κατὰ τὴν σὴν ὑπόληψιν, διὰ τὰ ἀνιαρὰ, τῆς φύσεως ἀσθενοῦς ὑπαρχούσης. Ταῦτα δέ φησιν ὁ δίκαιος, ὅτι Ὡς οὐ μάτην ἀνακράζει ὄνος, ἢ βοῦς, ἀλλ’ ὅταν ἐπιλείπῃ τὰ βρώματα·
PG 39:1135οὕτως οὐδὲ ἐγὼ ἠθύμουν, εἰ μὴ πρὸς ἔσχατον ἐληλάκειν κακοῦ, ἄγων τὸν Ἐλιφὰζ πρὸς τὸ μὴ μέμφεσθαι τὸν ὀδυνώμενον, εἰ κράζει. Οὐ γὰρ ἀναίσθητον εἶναι δεῖ τὸν δίκαιον, κἂν καρτερῶς φέρῃ τὰ θλίβοντα. Αὕτη γὰρ ἀρετή ἐστιν, ὅταν αἴσθησιν τῶν ἐπιπόνων δεχόμενός τις, ὑπερφρονῇ τῶν ἀλγηδόνων διὰ τὸν Θεόν. Στ. 2. Εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός; εἰ δὲ καὶ ἔστι γεῦμα ἐν ῥήμασι κενοῖς; Διδύμου. Πρὸς δὲ διάνοιαν, Ἅπας λόγος κενὸς καὶ μάταιός ἐστιν, ἐστερημένος πράξεως ἐναρέτου. Τούτου παραστατικὸν τὸ, Οὐ γὰρ ἐν λόγῳ ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ’ ἐν δυνάμει, οὐκ ἐν κεναῖς ὑποσχέσεσιν, ἀλλ’ ἐν λόγῳ ἐνεργεῖ τὰ τῆς σωτηρίας ὑπάρχει. Στ. ιε. Οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου· ὥσπερ χειμάῤῥους ἐκλείπων, ἢ ὥσπερ κῦμα, παρῆλθόν με. Διδύμου. Καὶ οἱ δοκοῦντες δὲ φίλοι εἶναι, ἐνστάντος δὲ θλιβεροῦ καιροῦ ἐλεγχόμενοι, ὅτι ψεύδονται τὴν φιλίαν, καὶ σχηματίζονται, λόγον τε ἂν [ἴς. λέγοιντ’ ἂν] χείμαῤῥος καὶ κῦμα, διὰ τὸ ἀβέβαιον καὶ ἄπιστον. Ὡς γὰρ ὁ χείμαῤῥος δόκησιν παρέχει αὐθιγενοῦς καὶ ἀεννάου ποταμοῦ, καὶ τὸ κῦμα κορυφούμενον τοῖς ἀπείροις δοκεῖ μὴ ἄν ποτε ταπεινωθῆναι (ἤλεγξε [ἴς.
PG 39:1136ἐλέγχει] δὲ καὶ τὸν χειμάῤῥουν πρόσκαιρον ὄντα ὁ αὐχμὸς, καὶ τὸ κῦμα ἡ νηνεμία)· οὕτω καὶ τοὺς ὑποκρινομένους τὰ τῆς φιλίας, καιροῦ ζάλη δείκνυσι πολύ τι πρὸς τοὺς ἀληθινοὺς φίλους ἀντικειμένους. Οἱ μὲν γὰρ δίκαιοι, ἣν ἔχουσι βεβαιότητα πρὸς τοὺς ἀγαπωμένους, ταύτην φαίνονται ἐν ἀνέσει, καὶ ἐν περιστάσει τηροῦντες, τὸν ὅρον τῆς φιλίας μὴ διαστρέφοντες· καὶ οὐ θαῦμα, ὅπουγε καὶ πρὸς τοὺς ἐχθροὺς τὴν ἀγάπην ἐκτείνουσι, μετὰ τῶν μισούντων τὴν εἰρήνην εἰρηνικοὶ ὄντες· οἱ δὲ φαῦλοι μέχρι μέν τινος κρύπτουσιν ὅπερ εἰσὶ, φωρῶνται δὲ ἐν τοῖς περιστατικοῖς, τὸ προσωπεῖον τῆς ἀγάπης ἀποδυσάμενοι. Τοῦτο τοίνυν καὶ τῷ Ἰὼβ πρὸς δοκιμασίαν τότε συνέβαινεν· ἴσως δὲ καὶ τοῦτο τοῦ ἐξαιτησαμένου ὑποβάλλοντος, πείθοντός τε καὶ τοὺς φίλους, διὰ τὸ πάθος καταφρονεῖν αὐτοῦ. Οὐ μικρὸν δὲ ἀνιᾷ ἐν τοῖς θλιβεροῖς ἀπουσία τῶν φίλων. Ταύτην ὑπομένων τὴν θλίψιν καὶ Δαβὶδ ὁ ἅγιος ἔψαλλε [ἴς. ἔψαλε]· Κατενόουν εἰς τὰ δεξιὰ, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. Καὶ πάλιν ἀποδυρόμενος, ἔλεγε· Ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας, ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός. Στ. ιη.
PG 39:1137Οἵτινές με διευλαβοῦντο, νῦν ἐπιπεπτώκασί μοι. Διδύμου. Ἴσως μὲν οὖν ἠρέμα τοὺς φίλους ἐλέγχει, ὅτι Ἀγνοοῦντες τὴν αἰτίαν τῶν ἐπαγωγῶν, ἐπεμβαίνετέ μοι, τολμῶντες τοιαῦτα λέγειν, ἃ μὴ πρότερον εἰρήκατε, διὰ τὴν πρός με εὐλάβειαν. Εἰκὸς δὲ ὅτι καὶ πολλοὶ τῶν ἄλλων διὰ τὴν συμφορὰν αὐτῷ ἐνήλλοντο. Στ. κα. Ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως. Διδύμου. Καὶ τοὺς ἐπ’ αἰτιᾳ ψεκτῇ περιπεσόντας σκυθρωποῖς νουθετῶν τις, οὐκ ἐλέγχει, κατὰ λόγον [ἴς. λόγου] κινούμενος· οὐ τοῦτο γὰρ πρόκειται· ἀλλὰ μᾶλλον εἰς ἀνδρείαν προτρέψασθαι, τοῦ γενναίως ἐνεγκεῖν. Τὸ γὰρ λέγειν, Διατί γὰρ ἥμαρτες; βαρύναι ἐστὶ μᾶλλον ἢ πόνων κουφίσαι. Καὶ γὰρ τῷ ὄντι ἀνελεημόνως ἐπέστησαν αὐτῷ, ἐκ τοῦ πεπλανῆσθαι περὶ τὴν αἰτίαν τῆς ἐπαγωγῆς, καὶ ὅτι τὸν μὴ ὑποκείμενον ἐλέγχῳ, ἐλέγχειν ἐπειρῶντο. Στ. κα. Ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα, φοβήθητε. Διδύμου. Κηδεμονικώτατα δὲ ὁ ἅγιος καὶ πρὸς τοὺς μὴ ὀρθῶς διακειμένους πρὸς αὐτὸν προσφέρεται, ἀπὸ τῶν καθ’ ἑαυτὸν κἀκείνους διορθούμενος, καὶ ἐκ τῆς αὐτῶν διαλήψεως δεχόμενος τὴν ἀρχὴν τῆς παραινέσεως.
PG 39:1138Εἰ γὰρ πᾶς ὁ ἁμαρτάνων σκυθρωποῖς περιπίπτει, καὶ ὁ περιπεσὼν ἐξ ἁμαρτιῶν τοῦτ’ ἔπαθεν, οὐδεὶς δὲ καθαρὸς ἀπὸ ῥύπου, καὶ ὑμεῖς φοβήθητε, ἐκ τοῦ ἡμετέρου τραύματος [γρ. πράγματος] τὸν φόβον δεχόμενοι. Στ. κδ. Διδάξατέ με, ἐγὼ δὲ κωφεύσω· εἴ τι πεπλάνημαι, φράσατέ μοι. Διδύμου. Καὶ τοῦτο δὲ μετὰ πλείστης ὅσης πραότητος ὁ ἅγιος παιδεύει αὐτοὺς, πῶς χρήσονται λόγοις πρὸς τοὺς ἐν περιστάσει· φησὶ γάρ· Διδάξατέ με, τουτέστι, Διδάσκειν ὀφείλετε, οὐκ ἐλέγχειν ἀκαίρως· εἰ μὴ καὶ τοῦτο πρὸς παίδευσιν δεῖ ποιεῖν, καὶ τὸ [ἴς. κατὰ] λεγόμενον ὑπὸ Παύλου· Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. Στ. κε. Οὐ γὰρ παρ’ ὑμῶν ἰσχὺν αἰτοῦμαι, οὐδὲ ἔλεγχος ὑμῶν ῥήμασί με παύσει· οὐδὲ γὰρ ὑμῶν φθέγμα ῥήματος ἀνέξομαι. Πλὴν ὅτι ἐπ’ ὀρφανῷ ἐπιπίπτετε, ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν. Διδύμου. Ἀνδρείας δὲ καὶ τοῦτο. Πολλοὶ γὰρ πολλάκις τῶν ἐν περιστάσεσι, φορτικῶν ἀκούοντες λόγων, ἀποκάμνουσιν·
PG 39:1139ἀλλ’ ὁ ἅγιος, οὔτε ὅλως τὸν ἔλεγχον τὸν ὑπὸ φίλων, οὔτε τοὺς λόγους πρὸς ὀλιγωρίαν ἐδέξατο, μὴ καταδεχόμενος αὐτὰ τὴν ἀρχὴν, ὡς δυνάμενα αὐτὸν σεῖσαι ἀλλὰ τὸ ἄλογον τῆς καθ’ ἑαυτοῦ ἐπιπλήξεως, καὶ τὸ μάταιον τοῦ ἐλέγχου δεικνὺς, φησὶν, ὅτι Οὐ παύσει με ὁ ἔλεγχος ὑμῶν. Λόγος γὰρ χωρὶς ἔργων προσφερόμενος [ἴς. προφερόμενος] ἀβέβαιός ἐστι καὶ ἄπιστος· ἄλλως δὲ καὶ μὴ ἀληθῶς προϊὼν, ἔτι τὸ ἀσθενὲς ἔχει· ὥστε καὶ ὑμεῖς τοιούτῳ ἐλέγχῳ χρώμενοι, οὐ παύετε [ἴς. παύσετε] τἀληθῆ λέγειν, οὐδὲ πρὸς τοὺς παρ’ ὑμῶν λόγους εὑρήσετε ἡσυχάζοντα. Στ. κθ. Καθίσατε δὴ, καὶ μὴ εἴη ἄδικον, καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε. Οὐ γάρ ἐστιν ἐν γλώσσῃ μου ἄδικον, ἢ ὁ λάρυγξ μου οὐχὶ σύνεσιν μελετᾷ; Διδύμου. Ἐπιτρεπτικὰ δὲ ταῦτα καὶ ἀνεξίκακα [ἴς. ἀλεξίκακα], παιδεύοντα σχολῇ, καὶ προσοχῇ, καὶ ἐξετάσει φθέγγεσθαι· ὃ δηλοῦται διὰ τοῦ, Καθίσατε. Τοῦτο καὶ ἀλλαχοῦ εἴρηται, Πρὶν ἐξετάσῃς, μὴ μέμφου. Μέγα δὲ καὶ τὸ ἐπίταγμα τὸ, Μὴ εἴη ἄδικον· οὐ γὰρ μικρὸν, ἐν λόγῳ μὴ πταίειν. Προτρεψάμενος δὲ αὐτοὺς σχολάσαι τῇ περὶ αὐτοῦ ἐξετάσει, ὅπερ διὰ τοῦ, Καθίσατε δὴ, καὶ μὴ εἴη ἄδικον, ἡρμήνευσεν·
εἶτα εὐπαῤῥησίαστον προφέρει λόγον, φάσκων· Οὐ γάρ ἐστιν ἐν γλώσσῃ μου ἄδικον· ἠρέμα παρακρινῶν [γρ. παρακινῶν] [ἴς. κατακρίνων] αὐτοὺς, ἐξ ἧς εἶχον περὶ αὐτοῦ διαλήψεως, ὡς δι’ ἁμαρτίας πεπονθότος· καὶ ἄλλως ὑποσημαίνων αὐτοῖς, ὡς οὐ πρὸς ἀσύνετον [ἴς. συππλ. πρᾶγμα] ἔχουσιν, ἵν’ ἐκ τούτου εἰς τὴν περὶ αὐτοῦ σκέψιν αὐτοὺς διεγείρῃ, ὥστε φρονίμως καὶ συνετῶς ταύτῃ χρήσασθαι. ΚΕΦ. Ζ, στ. ι. Ἐὰν γὰρ ἄνθρωπος καταβῇ εἰς ᾅδην, οὐκέτι μὴ ἀναβῇ, οὐδ’ οὐ μὴ ἐπιστρέψῃ εἰς τὸν ἴδιον οἶκον, οὐδ’ οὐ μὴ ἐπιγνῷ αὐτὸν ἔτι ὁ τόπος αὐτοῦ. Διδύμου. Ἄλλοι [γρ. Τινὲς] δέ φασιν, ὅτι οὐ παραινούμενος [ἴς. παραιρούμενος] τὴν ἀνάστασιν, τοῦτο λέγει· ἀλλὰ πρῶτον μὲν τὸ τῶν ἀνθρώπων ἐπίκηρον δεικνύς· ἔπειτα, ὅτι ὁ ἅπαξ ἀποθανὼν, εἰς τόνδε τὸν φθαρτὸν βίον οὐχ ὑποστρέψει, οὐδὲ τὰ συνήθη πράττων ἐπιγνωσθήσεται· ὥστε τῷ, Οὐκέτι οὐ μὴ ἀναβῇ ἐξ ᾅδου, συναπτέον τὸ, Εἰς τὸν ἴδιον οἶκον οὐκ ἐπιστρέψῃ· ἵνα εἴπῃ, ὅτι Ἀναβιώσεται μὲν, οὐ μὴν εἰς τὸν ἑαυτοῦ οἶκον ἐπιστρέψει. Ἀλλ’ αὕτη μὲν ἡ ἑρμηνεία πιθανὴ, ἀληθεστέρα δὲ ἡ προτέρα, ὅτι ἠγνόει τὰ περὶ τῆς ἀναστάσεως ὁ δίκαιος·
PG 39:1140ὅθεν καὶ πλέον ἐστὶ θαυμαστὸς, ὅτι μηδὲν τοιοῦτον ἐλπίζων, οὕτω τὴν ἄκραν ἀρετὴν κατώρθωσεν. ΚΕΦ. Η, στ. ια. Μὴ θάλλει πάπυρος ἄνευ ὕδατος; ἢ ὑψωθήσεται βούτομον ἄνευ πότου; ἔτι ὂν, κ. τ. λ. Διδύμου. Εἰ δὲ χρὴ καὶ κομψότερον περὶ τούτων διαλαβεῖν· Τῷ ὄντι ἡ τῶν ἀσεβῶν ἐλπὶς οὐ περὶ ὑφεστηκότα γίνεται. Ἡ γὰρ ἐλπὶς οὐδὲν ἕτερόν ἐστι κατὰ γένος, ἢ προσδοκία ἀγαθῶν· καὶ ὁ φοβούμενος δὲ προσδοκᾷ, ἀλλ’ οὐκ ἀγαθά. Κακῶν γὰρ προσδοκία ἐστὶν ὁ φόβος, ἀγαθῶν δὲ ἡ ἐλπίς. Ἐπεὶ οὖν οὐχ ὑφεστηκότα πράγματα οἱ ἀσεβεῖς προσδοκῶσιν, ἀπόλλυται αὐτῶν ἡ ἐλπίς. Ὡς γὰρ μένουσιν, τοῖς ἡδέσι χρῶνται, καὶ ἐν τούτοις ματαίαν ἔχουσιν ἐλπίδα. Καὶ ὁ μὲν δίκαιος ἐν τῇ αὑτοῦ ἀρετῇ, ὡς ἐν οἰκίᾳ, μένων, οὐδέποτε ἕξει τὴν τοιαύτην οἰκίαν ἀοίκητον· Ἡ δικαιοσύνη γὰρ αὐτοῦ μένει εἰς τὸν αἰῶνα· ὁ δὲ φαῦλος, ταύτης μὴ ἀντεχόμενος, οὐκ οἰκοδομεῖ αὐτὴν, οὐδὲ μένει ἐν αὐτῇ. Πάλιν ἡ ἀράχνη ποικιλίαν ἐπιδείκνυται, ἐξ ὑφάσματος φυσικοῦ κατεσκευασμένη, ῥᾷστα δὲ διαλύεται, ἐπιψαύσαντός τινος. Τὰ τῶν φαύλων οὖν ἔργα, καὶ ἡ κατασκευὴ τῆς πολιτείας, ἀράχνῃ ἔοικεν οὐχ ὑφισταμένῃ.
PG 39:1141Ῥᾷστα γὰρ ἡ τῶν φαύλων ἐπίνοια, σκηνὴ ὀνομαζομένη, καταπίπτουσα, εὐάλωτός ἐστιν οὕτως, ὡς μηδὲ δοκεῖν γεγονέναι ποτέ. Ὥσπερ ἄνευ ὕδατος οὐ πληθυνθήσεται ἕλος· οὕτως ἀδύνατον μὴ δεχόμενον ἐν διανοίᾳ ὠφέλειαν τῶν κρειττόνων, καρπὸν προενεγκεῖν ὠφέλιμον. Ἁρμόσει δὲ τὸ ῥητὸν καὶ ἐπὶ τῶν ἀνθρωπίνων πραγμάτων, ὅτι καθάπερ ἀπὸ ὕδατος ὑπὸ τῆς προνοίας ταῦτα ἀρδεύεται, ἧς μὴ ἐπιούσης, ῥᾳδίαν ταῦτα καὶ εὐμάραντον ἕξει τὴν διάλυσιν. Πᾶν γὰρ, κἂν μικρὸν, κἂν μέγα ᾖ, τὸ ἐν τῷ βίῳ, ὑπὸ πρόνοιάν ἐστι· ξηραίνεται δὲ, εἰ μὴ αὕτη ἐποπτεύοι. Στ. ιζ. Ἐπὶ συναγωγὴν λίθων κοιμᾶται, ἐν δὲ μέσῳ χαλίκων ζήσεται· ἐὰν καταπίῃ, ὁ τόπος ψεύσεται αὐτόν. Διδύμου. Ὑψηλότερον δὲ εἰπεῖν· Οἶκός ἐστι λίθων σύνθεσις κατὰ τέχνην, πρὸς ἑτέρους ἕνωσιν ἔχων [ἴς. ἐχόντων]· τοιοῦτον ἡ ἀρετὴ, καὶ ἡ ἁγιότης, καὶ αὐτὴ ἡ μετουσία τοῦ Πνεύματος· ἐσκορπισμένον δέ τι, ἡ συναγωγὴ τῶν λίθων, καὶ μίξις τῶν χαλίκων, παραπλησίον τῇ κακίᾳ, τῇ μὴ ἐχούσῃ ἕνωσιν, ἀλλ’ ἀταξίαν.
PG 39:1142Ὁ ἀσεβὴς οὖν ἅπασαν τὴν διαγωγὴν ἐν οἴκῳ κακίας ἔχει, διαλελυμένος, κατὰ τοὺς ἔξω τῆς οἰκοδομῆς λίθους, οἳ οὐχ ἁρμόζουσι τῇ οἰκοδομῇ τοῦ πύργου, κατὰ τὸν Ποιμένα· οὐδ’ ἀκούουσιν· Ὑμεῖς δὲ ἐποικοδομεῖσθε ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. Στ. ιθ. Ἐκ δὲ γῆς ἄλλον ἀναβλαστήσει· ὁ γὰρ Κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον. Διδύμου. Ἐπιμείνας τῇ τροπῇ τῶν βοτανῶν, τὸ, ἀναβλαστήσειν, τέθεικεν. Ἄκακον δὲ ἐνταῦθα λέγει, οὐ τὸν εὐήθη, ἀλλὰ τὸν μὴ ἔχοντα κακίαν· ἀμφότερα γὰρ σημαίνει τὸ ὄνομα. Ὅταν μὲν γὰρ λέγῃ περὶ τῶν αἱρετικῶν, ὅτι Διὰ τῆς χρηστολογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων, ἀκάκους καλεῖ τοὺς εὐήθεις, τοὺς βραδεῖς τὴν νόησιν· ὅταν δὲ λέγῃ· Ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, τοὺς δικαίους σημαίνει· καθάπερ οὖν καὶ ἐνταῦθά φησιν, ὅτι ἐκτίλλει μὲν τὸν φαῦλον ὁ Κύριος, φυτεύει δὲ ἀντ’ ἐκείνου τὸν ἄκακον· ἐκεῖνον μὲν γὰρ τιμωρεῖται. Εἰ δέ τις εἴη εὐσεβὴς, καὶ τῆς καθ’ ἑτέρων κακίας ἀπέχεται, εἰ καὶ ἐν ἐσχάτοις ἐξετασθείη, πλείστης γοῦν αὐτῷ τῆς οἰκείας προνοίας μεταδίδωσι. Στ. κα. Πᾶν δὲ δῶρον ἀσεβοῦς οὐ δέξεται.
PG 39:1143Ἀληθινῶν δὲ στόμα ἐμπλήσει γέλωτος, τὰ δὲ χείλη αὐτῶν ἐξομολογήσεως. Διδύμου. Ἀληθινός ἐστιν ἐκεῖνος, ὁ μὴ ὑποκρινόμενος μηδὲ ἐπιμορφιζόμενος τὴν ἀρετὴν, ὁ μὴ σχηματιζόμενος σωφροσύνην, ἀλλὰ σώφρων ὢν, τὸ δίκαιον δικαίως διώκων. Τούτων οὖν τῶν ἀληθινῶν τὸ στόμα ἐμπλήσει ὁ Θεὸς γέλωτος, τουτέστιν ἀγαλλιάσεως. Ἀντὶ δὲ, τῆς ἐξομολογήσεως, ἀλαλαγμοῦ εἶπον οἱ ἄλλοι. ΚΕΦ. Θ, στ. ε. Ὁ παλαιῶν ὄρη, καὶ οὐκ οἴδασιν, ὁ καταστρέφων αὐτὰ ὀργῇ. Διδύμου. Οἶδα καὶ ἄλλα ὄρη, Μωϋσέα καὶ τοὺς προφήτας, Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη. Χριστὸς παλαιοῖ τὴν πρώτην Διαθήκην, καὶ οὐκ οἴδασιν Ἰουδαῖοι, πρὸς οὓς εἴρηται· Εἰ ἐπιστεύετε Μωϋσῇ, ἐπιστεύετε ἂν ἐμοί. Ὁ αὐτὸς δὲ καὶ κατέστρεψε τὰ μέχρι γράμματος ὄρη τῆς Ἰερουσαλὴμ καὶ τὸ ἁγίασμα· ὁ αὐτὸς δὲ καὶ τὸν ἥλιον ἀμαυροῖ τῇ ἑαυτοῦ λαμπρότητι, καὶ τοὺς ἀστέρας. Βαβαί Οἷα λέγει ἄνθρωπος νοσῶν καὶ ἑλκωμένος, ὄστρακον ἔχων, καὶ τὸν ἰχῶρα ξέων, ἄνθρωπος ἐπὶ κοπρίας καθεζόμενος Ὁ παλαιῶν ὄρη, καὶ οὐκ οἴδασι. Τίνες οὖν εἰσιν οἱ λόγοι, ἴδωμεν· καὶ περὶ ποίων ὀρέων παλαιουμένων, καὶ ὑπὸ [ἴς. ἐπὶ] τίνων, Καὶ οὐκ οἴδασιν.
Ἦλθεν Ἰησοῦς ὁ καταστρέφων τὴν κατὰ τὸ γράμμα ἐκδοχὴν, καὶ τοὺς ταύτῃ μετὰ τὴν χάριν ἐμμένοντας, περὶ ὧν φησιν ὁ Ἀπόστολος· Ἔφθασε δὲ ἐπ’ αὐτοὺς ἡ ὀργή· τὰ πεπαλαιωμένα κατεστράφη, πεπαλαίωται τὰ τοῦ γράμματος, ἀνακεκαίνωται τὰ τοῦ πνεύματος, ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος, καὶ οὐ παλαιότητι γράμματος. Παράδοξον ὁ Ἰησοῦς πεποίηκεν ἐλθὼν, τοὺς αὐτοὺς προφήτας καὶ πεπαλαίωκε, καὶ ἀνεκαίνισεν. Στ. 2. Ὁ σείων τὴν ὑπ’ οὐρανὸν ἐκ θεμελίων· οἱ δὲ στύλοι αὐτῆς σαλεύονται. Διδύμον. Κομψότερον δέ τινες· Οἱ στύλοι ἦσαν τοῦ Κυρίου μου Ἰησοῦ Χριστοῦ οἱ ἀπόστολοι. Οὗτοι γὰρ παρὰ τὸν καιρὸν τοῦ πάθους Ἰησοῦ ἐσαλεύθησαν· Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ. Σεισμοὶ δὲ πολλάκις γεγόνασιν ἐπὶ τῆς γῆς· ἀλλ’ οἱ γενόμενοι σεισμοὶ, καὶ πρὸ Χριστοῦ, καὶ μετὰ Χριστὸν, ἐκ μέρους γεγόνασιν· ἐπὶ δὲ τοῦ Κυρίου μου Ἰησοῦ Χριστοῦ οὐ γέγονε μερικὸς [γρ. μικρὸς] ὁ σεισμὸς, ἀλλ’ ὅλη ἡ γῆ ἐσείσθη ἐξ αὐτοῦ τοῦ κέντρου. Στ. ζ. Κατὰ δὲ ἄστρων κατασφραγίζει. Διδύμου.
PG 39:1144Φέρεται δὲ, ὅτι κατὰ τὸν καιρὸν τοῦ πάθους, ἐν ταῖς τρισὶν ὥραις ἐν αἷς ὁ ἥλιος ἐξέλιπε, τηνικαῦτα καὶ ἀστέρες ἐφάνησαν, ὡς ἐν νυκτί. Στ. ιγ. Ὑπ’ αὐτοῦ ἐκάμφθησαν κήτη τὰ ὑπ’ οὐρανόν. Διδύμου. Πρὸς μὲν τὸ ῥητόν· Καὶ τὰ κήτη ἀνυπότακτα ἦν ἀνθρώποις, καὶ τὰ ἄλλα ἰοβόλα θηρία, εἰ μὴ αὐτὸς ταῦτα ὑπέταξε. Πρὸς δὲ θεωρίαν· Τὰ πονηρὰ πνεύματα, τὰ κήτη ἀλληγορικῶς καλούμενα, διὰ τὸ περὶ τοὺς κλύδωνας τῆς ψυχῆς διανήχεσθαι, αὐτὸς ἔκαμψε, καὶ ἐταπείνωσεν. Οὐ γὰρ οἵα τέ ἐστιν ἀνθρωπεία φύσις· πρὸς αὐτὰ μὴ καμφθέντα ὑπὸ Θεοῦ [ἴς. αδδ. ἀντιστῆναι]. Στ. κζ. Ἐάν τε γὰρ εἴπω, ἐπιλήσομαι λαλῶν, συγκύψας τῷ προσώπῳ στενάξω, σείομαι πᾶσι τοῖς μέλεσιν· οἶδα γὰρ ὅτι οὐκ ἀθῶόν με ἐάσεις. Διδύμου. Ἡ μετριότης τοῦ ἁγίου ἐν τούτοις γνωρίζεται, καὶ μεγάλη εὐγνωμοσύνη. Εἰ γὰρ καὶ εἶπεν, ὅτι Δίκαιος ἀναφανοῦμαι, ἀλλ’ οὖν οἶδε καὶ πέπεισται, ὅτι ὡς πρὸς Θεὸν δοκιμαστὴν ἄστρα καθαρὰ οὐκ ἔστιν ἐνώπιον αὐτοῦ, οὐδ’ αὐτὸς δηλονότι. Διό φησιν, ὅτι Ἐξεταστής μου γινόμενος ἀκριβὴς (Θεὸς γὰρ εἶ), οὐκ ἀθῶόν με ἐάσεις. ΚΕΦ. Ι, στ. η. Αἱ χεῖρές σου ἔπλασάν με, καὶ ἐποίησάν με. Διδύμου.
PG 39:1145Διαφέρει δὲ τὸ, ἔπλασας, τοῦ, ἐποίησας. Πέπλασται μὲν γὰρ τὸ σῶμα ἐξ ὑποκειμένης τῆς γῆς, ἤτοι τῆς γυναικός· πεποίηται δὲ ἡ ψυχὴ μὴ προϋποκειμένου τινός· ὡς γὰρ ἀσώματος, οὕτω καὶ ἀμέριστος. Στ. ιδ. Ἐάν τε γὰρ ἁμάρτω, φυλάσσεις με· ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῶόν με πεποίηκας. Διδύμου. Εἰκότως δὲ τοῦτο λέγει· Ἐπειδὴ γὰρ δημιουργὸν καὶ προνοητὴν ἑαυτοῦ οἶδε τὸν τῶν ὅλων Θεὸν, ἀκολούθως καὶ περὶ μακροθυμίας αὐτοῦ διδάσκει· ἐπίσταται γὰρ καὶ αὐτὸς, κατὰ τὸν μακάριον Δαβὶδ, ὅτι Οὐκ ὀργὴν ἐπάγει καθ’ ἑκάστην ἡμέραν, φυλάττει δὲ τὸν ἁμαρτάνοντα, οὐ βουλόμενος αὐτὸν ἁμαρτάνειν· [ἴς. κατὰ τὸ] Οὐ βούλεται δὲ τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν. Τὸ δὲ, Οὐκ ἀθῶόν με πεποίηκας, οἱ ἄλλοι, Οὐκ ἀθωώσεις με, Οὐ καθαρίσεις με, εἶπον. Στ. ιε. Ἐάν τε γὰρ ἀσεβήσω, οἴμοι· ἐάν τε ὦ δίκαιος, οὐ δύναμαι ἀνακύψαι. Διδύμου. Τάχα δὲ καὶ τοιοῦτόν τι λέγει· Εἴτε προαιρετικῶς ἁμάρτω, οἴμοι· εἴτε ὡς ἐκ τῆς τοῦ Ἀδὰμ παραβάσεως, καὶ εἰς ἡμᾶς διαβαινούσης ἐκ διαδοχῆς τῆς ὀφειλῆς, πάλιν οὐδ’ οὕτως ἀνακύψαι δυνήσομαι, ὡς παντὸς ἀπηλλαγμένος ῥύπου.
PG 39:1146Τῶν γὰρ ἁμαρτημάτων, τὰ μὲν ἐκ προαιρέσεως τῆς ἡμετέρας ὑφίσταται, οἷς καὶ κόλασις ἕπεται· τὰ δὲ ἐκ προγόνων, οἷς καὶ κάθαρσις χρεωστεῖται. Στ. ιη. Ἱνατί οὖν ἐκ κοιλίας με ἐξήγαγες, καὶ οὐκ ἀπέθανον; Ὀφθαλμὸς δέ με οὐκ εἶδε, καὶ ὥσπερ οὐκ ὢν ἐγενόμην. Διατί γὰρ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην; Διδύμου. Ὅρα δὲ, ὅτι τῶν προσπεσόντων αὐτῷ πειρατηρίων ἐπιμνησθεὶς, ἐπὶ τὴν πρώτην αἰτίαν τῶν παθῶν ἀνατρέχει, τουτέστι τὴν παράβασιν, καὶ τὴν ἐκ φθορᾶς γένεσιν· καὶ οὐδαμοῦ μὲν κατὰ τῆς προτέρας τοῦ ἀνθρώπου ποιήσεως σχετλιάζει· τὸ δὲ πειρασθῆναι· τῆς ἐν βίῳ φθορᾶς, ἡγεῖται χαλεπὸν, κοιλίας τε καὶ γαστρὸς μνημονεύων. Ἡμεῖς γὰρ ἑαυτοῖς τῇ παραβάσει τὴν ὀδυνηρὰν ταύτην ζωὴν ἐπεισηγάγομεν. Στ. κα. Ἔασόν με ἀναπαύσασθαι μικρὸν, πρὸ τοῦ με πορευθῆναι ὅθεν οὐκ ἀναστρέψω. Διδύμου. Εὐχῆς τρόπῳ ταῦτα προφέρει. Οὐ γὰρ αἱ ἐπικείμεναι ἀνίαι μικραὶ τυγχάνουσιν, οὐδὲ ἀναισθήτως ἔφερε τὰς ἀλγηδόνας· τοῦτο γὰρ οὐκ ἦν ἀνδρεῖον, εἰ οὐκ ᾐσθάνετο. Διδάσκει δὲ, ὅτι καὶ Θεοῦ δυνάμει ὑπέμεινε, δι’ ὧν εὔχεται, εὐχαρίστως λέγων·
PG 39:1147Ἐκεχειρίαν μοι τῶν πόνων παράσχου, προσκαίρῳ ὄντι, καὶ εἰς ἀεὶ ἀπόλλυσθαι μέλλοντι· τοῦτο γὰρ δηλοῖ τὸ, πορευθῆναι ὅθεν οὐκ ἐπανελεύσεται. Καὶ δόγμα [γρ. δεῖγμα] τι διδάσκει κάλλιστον, ὅτι ὁ ἅπαξ ἐξελθὼν τοῦ βίου οὐκέτι εἰς τόνδε τὸν βίον ἐπαναστρέφει, ὡς μυθολογοῦσιν οἱ τὰς μετενσωματώσεις τερατευόμενοι. Εἶτα διηγεῖται τὰ ἐν ᾅδου κακὰ, ἵνα γνῶμεν οἵων ἡμᾶς ἠλευθέρωσεν ὁ Σωτὴρ, εἰπὼν τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλυφθῆναι. ΚΕΦ. ΙΑ, στ. η. Ὑψηλὸς ὁ οὐρανὸς, καὶ τί ποιήσεις; βαθύτερα δὲ τῶν ἐν ᾄδου· τί οἶδας; ἢ μακρότερα μέτρου γῆς, ἢ εὔρους θαλάσσης; Διδύμου. Δεῖξαι δὲ βούλεται διὰ πάντων τούτων, ὅτι ἡ τῶν ἀνθρώπων γνῶσις μεμετρημένη ἐστὶ, μὴ ἐφικνουμένη τῶν τοῦ Θεοῦ κριμάτων. Καὶ νῦν γοῦν ὁ οὐρανὸς, φησὶν, ἐστὶ, καὶ ᾅδου βαθύτερα, καὶ μακρότερα γῆς, καὶ τοῦ εὔρους [ἴς. τὸ εὖρος] τῆς θαλάσσης, λέγε τι περὶ αὐτῶν, εἰ δύνασαι. Αἰνίττεται δὲ ἴσως, ὅτι κἂν ἐπιχειρήσῃ τις περὶ γῆς, καὶ θαλάσσης, καὶ οὐρανοῦ λαλῆσαι, ἀλλὰ τὰ ὑπὲρ ἐκεῖνα ἀγνοεῖ. Στ. ιβ. Ἄνθρωπος δὲ ἄλλως [ἴς. τηνάλλως] νήχεται λόγοις, βροτὸς δὲ γεννητὸς γυναικὸς ἴσα ὄνῳ ἐρημίτῃ. Διδύμου.
Τὸ τῆς τοῦ Θεοῦ γνώσεως ἀσφαλὲς παραβάλλων ταῖς τῶν ἀνθρώπων ἐπιβολαῖς, νήχεσθαι αὐτοὺς ματαίως ἔφησε, μὴ δυναμένους πᾶσαν τὴν τοῦ Θεοῦ γνῶσιν λογισμῷ περιλαβεῖν. Διὰ δὲ τοῦ ἐρημίτου ὄνου, παρίστησι τὸ σφόδρα νωθὲς αὐτῶν πρὸς τὴν κατάληψιν τῶν κριμάτων, ὑπερβολικῷ χρώμενος τῷ λόγῳ. ΚΕΦ. ΙΒ, στ. δ. Δίκαιος γὰρ ἀνὴρ καὶ ἄμεμπτος ἐγενήθη εἰς χλεύασμα. Διδύμου. Ἐπισήμηναι δὲ, ὅτι ὅταν μὲν τὰ ἐλάττονα λέγῃ, ἑαυτῷ αὐτὰ προσάγει, οὐ γάρ ἐστιν ἐπιδεικτικὸς δι’ ἀτυφίαν· ὅταν δὲ τὰ μείζονα καταλέγῃ, εἰς τὸ καθόλου ἀνάγει τὸν λόγον· ὥσπερ οὖν κἀνταῦθα μονονουχί φησι, Μὴ γελάσθωσαν οἱ δίκαιοι, ἐπὶ τοσοῦτον γὰρ πάσχουσιν, ἐφ’ ὅσον ὁ Θεὸς βούλεται. ΚΕΦ. ΙΓ, στ. γ. Οὐ μὴν δὲ ἀλλ’ ἐγὼ πρὸς Κύριον λαλήσω. Διδύμου. Αἰτιασάμενος τοὺς φίλους ὡς σφαλλομένους, φησὶν, ὅτι Πρὸς Κύριον λαλήσω, τὸ εὐπαῤῥησίαστον ἑαυτοῦ δεικνύς. Στ. δ. Ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι, καὶ ἰαταὶ κακῶν πάντες Διδύμου. Ἄδικος δὲ ἰατρός ἐστι, κατὰ τὸ πρόχειρον, ὁ ἄλλα βοηθήματα παρὰ τὰ συμφέροντα προςάγων τοῖς κάμνουσι· διττῶς δὲ τοῦτο γίνεται, ἢ ἐξ ἀπειρίας τοῦ ἰατροῦ, ἢ ἐκ κακοηθείας.
PG 39:1148Οὗτοι δὲ οἱ ἐλεγχόμενοι, ἐξ ἀμαθίας μᾶλλον ἢ ἐκ κακουργίας, ἔλεγον τῷ Ἰὼβ, ὅτι Δι’ ἁμαρτήματα πάσχεις, οἰόμενοι παρακλήσεως προσάγειν λόγους. Ἄδικοι οὖν κατὰ τὸ ἀγνοεῖν τὴν αἰτίαν. Τὸ δὲ, Ἰαταὶ κακῶν πάντες, εἴη ἂν λέγων, κατὰ τῶν οἰομένων μεγάλα περὶ ἑαυτῶν, ὡς δυναμένων ἰάσασθαι τὰ περιστατικῶς ἑτέροις συμβαίνοντα. Στ. 2. Ἀκούσατε δὲ ἔλεγχον τοῦ στόματός μου, κρίσιν δὲ χειλέων μου προσέχετε. Διδύμου. Κατανοήσατε ἃ μέλλω λέγειν εἰς ἔλεγχον ὑμῶν, καὶ ἐννοήσατε εἰ κεκριμένως φθέγγομαι. Στόμα δὲ καὶ χείλη ἀντὶ τοῦ λόγου φησίν. Ἐλέγχει δὲ ὁ ἅγιος, ὡς ἅγιος, καὶ κρίνει ὡς πρέπει αὐτῷ. Οὐ γὰρ ἄκαιρον ἔλεγχον ἔχει ὁ δίκαιος, οὐδὲ ψευδῶς τοῦτο ποιεῖ, ἀλλὰ κεκριμένως καὶ νομίμως χρῆται τῷ ἐλέγχῳ καὶ τῇ κρίσει· Στόμα γὰρ δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν. Στ. ια. Εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσεσθε, πότερον οὐχ ἡ δίνη αὐτοῦ στροβήσει ὑμᾶς; [Ὁ δὲ Σύμμαχος, Μὴ κρύφα πρόσωπον αὐτοῦ δυςωπηθήσεσθε; μὴ οὐχὶ ἡ κίνησις αὐτοῦ πτοήσει ὑμᾶς;] Ὁ φόβος, κ. τ. λ. Διδύμου. Ὁ ἄριστος κριτὴς πραγμάτων ἐστὶν ἐξεταστὴς, οὐκ εἰς πρόσωπον βλέπει τῶν κρινομένων.
PG 39:1149Ἐὰν γὰρ ὦσιν οἱ κρινόμενοι πλούσιοι, ἢ ἄρχοντες, ἢ κατ’ ἄλλην ἀξίαν [γρ. ἐξουσίαν] ὑπερέχοντες, οὐκ εἰς τὸ πρόσωπον αὐτῶν σκοπεῖ, ἀλλ’ εἰς τὰς πράξεις ἃς κρίνει. Οὔτε γὰρ πλουσίῳ προστίθεσθαι δεῖ, οὔτε πένητος τὴν ἔνδειαν ἐλεοῦντας, παρορᾷν τὸ δίκαιον· διὸ εἴρηται, Οὐκ ἐλεήσεις πτωχὸν ἐν κρίσει. Στ. ιγ. Κωφεύσατε ἵνα λαλήσω, καὶ ἀναπαύσωμαι θυμοῦ, ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν. Διδύμου. Τάχα γε τρόπον τινὰ ὑπαναπαύει [ἴς. ἐπαναπαύει] τοὺς φίλους. Ἐπεὶ γὰρ αὐτοὺς ᾐτιάσατο πρότερον, ὡς παρακλήτορας κακῶν ὄντας (οὐ γὰρ παρεκάλουν ὡς ἔδει, ἀλλὰ μᾶλλον τὴν λύπην ἤγειρον καὶ τὴν ὀδύνην τοῦ δῆθεν παρακαλουμένου), νῦν λέγει, ὅτι Λήξω τοῦ πρὸς ὑμᾶς θυμοῦ, ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσι· τουτέστιν, Οὐκέτι καθ’ ὑμῶν ὀργίσομαι, ἀλλὰ κατ’ ἐμαυτοῦ. Στ. ι. Καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν· οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται. Διδύμου. Δι’ ὅλων δὲ σπουδὴ τῷ δικαίῳ ἐστὶ, παιδεῦσαι τοὺς φίλους τὴν αἰτίαν τῶν ἐπιπόνων, ἵνα κερδήσῃ αὐτοὺς μὴ ἐναντία δοξάζειν. Σωτηρίαν γὰρ ταύτην [ἴς.
PG 39:1150τοῦτο] ἐλογίζετο, τὸ τούτους γνῶναι τὸν περὶ τούτου τῆς προνοίας λόγον, ὃν φανερῶσαι βουλόμενος, ἔλεγε τὸ, Ἐλέγξω· πολλάκις γὰρ ὁ ἔλεγχος τὴν ἀπόδειξιν σημαίνει. Τὸ οὖν ἀψευδὲς αὑτοῦ παραστῆσαι θέλων καὶ τὸ εὐλαβὲς, λέγει, ὅτι Ἃ λέγω, Θεοῦ ὁρῶντος φθέγγομαι. Οὐ γὰρ οἷόν τε ἀπάτην τινὰ γενέσθαι Θεῷ, ὡς [ἴς. ἢ] δόλον εἰσελθεῖν ἐνώπιον αὐτοῦ. Στ. κζ. Ἐφύλαξας δέ μου πάντα τὰ ἔργα. Διδύμου. Οἶδεν ὁ μακάριος τὸ ὑπὸ τοῦ Δαβὶδ εἰρημένον, ἅγιος ὢν, ὅτι ὁ Θεὸς οὐ παρατηρεῖται πάσας τὰς ἀνομίας τῶν πταιόντων· ἀλλὰ παιδεύων τοὺς φίλους πάλιν, δι’ ἣν αἰτίαν πάσχει (ὅτι δι’ ἀγῶνα), τὸ προκείμενον εἴρηκεν, ὡς τοῦ Θεοῦ πάντα αὐτοῦ τὰ ἔργα φυλάξαντος, καὶ ἀκριβώσαντος, καὶ οὕτως ἐπαγαγόντος αὐτῷ τὰ ἀνιαρά· ἵνα ἐκ τούτου ἐννοήσωσιν, ὅτι τὸ μέγεθος τῶν τοσούτων ἐπαγαγὼν, οὐ δι’ ἁμαρτίας ἐστὶν, ἀλλὰ δι’ ἀγῶνα, καὶ σκοπὸν ἀνδρείας. ΚΕΦ. ΙΔ, στ. γ. Οὐχὶ καὶ τούτου λόγον ἐποιήσω, καὶ τοῦτον ἐποίησας εἰσελθεῖν ἐν κρίματι ἐνώπιόν σου; Διδύμου. Τάχα δὲ καὶ τὴν περὶ τὸν ἄνθρωπον πρόνοιαν ἐνταῦθα σαφηνίζει, οὐχ ὡς εἰκαίως καὶ ὡς ἔτυχεν ἐν τῷ βίῳ αὐτοῦ παραμένοντος, ἀλλ’ ἐκ κρίσεως Θεοῦ [ἴς. αδδ.
PG 39:1151μὴ] ὑπερβαίνοντος τὸν παρ’ αὐτοῦ τεταγμένον χρόνον. Ταῦτα δὲ οὐχ ὡς εἱμαρμένης κρατούσης λεκτέον, ἀλλ’ ὡς τοῦ θελήματος τοῦ Θεοῦ ὅροις καὶ μέτροις ἕκαστα διαταξαμένου. ΚΕΦ. ΙΕ, στ. ζ. Τί γάρ; μὴ πρῶτος ἀνθρώπων ἐγεννήθης; κ. τ. λ. Διδύμου. Προβαλλόμενος τοίνυν ὁ Ἐλιφὰζ τὸ τῶν κριμάτων ἀνεξερεύνητον, ἐκ τούτου οἴεται περιτρέπειν τὸν δίκαιον εἰς τὸ οἴεσθαι, ὅτι μὴ δι’ ἕτερον ἢ δι’ ἁμαρτίας πάσχει, τούτῳ [ἴς. ταύταις] αὐτὸς ἐνεχόμενος. Οὐδὲ γὰρ αὐτὸς συνταγὴν Κυρίου ἦν ἀκηκοὼς, ἢ ἀφικομένην εἶχε πρὸς αὐτὸν τὴν σοφίαν, ἵνα διάληψιν ἔχῃ περὶ τοῦ ἁγίου, ὡς δι’ ἁμαρτία πάσχοντος. Κοινοποιεῖ δὲ αὐτὸν τοῖς πᾶσιν ἀνθρώποις εἰκότως, ἅτε ἀγνοῶν αὐτοῦ τὸ μέγεθος τῆς ἀρετῆς, ἐκ τούτου ἀνατρέπων δῆθεν τὸ οἴεσθαι αὐτὸν δίκαιον. ΚΕΦ. ΙΕ, στ. ιγ. Τί ἐτόλμησεν ἡ καρδία σου, ἢ τί ἐπήνεγκαν οἱ ὀφθαλμοί σου; ὅτι θυμὸν ἔῤῥηξας ἔναντι Κυρίου, ἐξήγαγες δὲ ἐκ στόματος ῥήματα τοιαῦτα Διδύμου. Θυμὸν γὰρ ἡγοῦντο τὴν ἐκ καθαρότητος ὑπερβαλλούσης παῤῥησίαν· ὅπερ αὐτοῖς συνέβαινεν ἐκ τῆς σαθρᾶς αὐτῶν ἀρχῆς, ἧς αὐτοὶ ἑαυτοῖς ὑπέθεντο, βλασφημίαν ἡγούμενοι τὴν εὔλογον τῶν λόγων ἐλευθερίαν.
Διό φησι, Τί τοσοῦτον ἐθρασύνω, ὅτι καὶ ἀντέβλεψας Θεῷ, καὶ ὡς ἀγανακτῶν κατ’ αὐτοῦ τοιαῦτα ἐφθέγξω ῥήματα; Στ. ιδ. Τίς γὰρ ὢν βροτὸς, ὅτι ἔσται ἄμεμπτος; ἢ ὡς ἐσόμενος δίκαιος γεννητὸς γυναικός; Διδύμου. Ἴδιον δὲ τῶν μὴ ἐχόντων ἀρετὴν, τὸ δυσχερῆ λογίζεσθαι τὴν ταύτης ἀνάληψιν, καὶ διακεῖσθαι, ὡς μηδενὸς αὐτὴν ἔχοντος· καθὰ καὶ ὁ προκείμενος λέγει, σφαλλόμενος διὰ τὴν τοῦ σώματος, ὡς εἰκὸς, ἀσθένειαν. Τίς γὰρ, φησὶν, ἄνθρωπος ὢν, δύναται ἄμεμπτος εἶναι, ἢ ἐπαγγέλλεσθαι, ὅτι Δίκαιος ἔσομαι, ὡς σὺ σαυτὸν νομίζεις; Στ. ιζ. Ἀναγγελῶ δέ σοι, ἄκουέ μου· ἃ δὴ ἑώρακα ἀναγγελῶ σοι, ἃ σοφοὶ, κ. τ. λ. Διδύμου. Ἢ τάχα οὐ προθέσει ἀλαζονικῇ, ἀλλὰ τῷ νομίζειν αὐτὸν ἐν ἁμαρτίαις εἶναι, καὶ διὰ τοῦτο δεῖσθαι τῆς παρ’ αὐτοῦ παραινέσεως. Καὶ ἔοικέ γε οὗτος, εἰ καὶ μὴ κατ’ ἐπίγνωσιν θείαν, ἀλλὰ τῷ θαυμάζειν τοὺς συνέσει ὑπερβάλλοντας, ὅμοιον λέγειν τῷ φάσκοντι ῥητῷ· Τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων, τοῦ δὲ ἀπίστου οὐδ’ ὀβολός. Κἂν γὰρ πολυκτήμων ὑπάρχῃ ὁ ἄπιστος, οὐ δεσπότης, ἀλλὰ δοῦλός ἐστι τῶν χρημάτων· τῷ γὰρ Μαμμωνᾷ δουλεύει.
PG 39:1152Τίς δὲ ὁ παλαιὸς λόγος, ὃν παρὰ τῶν ἀρχαίων φησὶ μεμαθηκέναι, ἐπάγει. Στ. κη. Αὐλισθείη δὲ πόλεις ἐρήμους, εἰσέλθοι δὲ εἰς οἴκους ἀοικήτους· ἃ δὲ ἐκεῖνοι ἡτοίμασαν. ἄλλοι ἀποίσονται. Διδύμου. Τὴν παντελῆ ἐρημίαν τῶν ἀσεβῶν λέγει, ὡς ἀντὶ πόλεων εὐθυνουμένων [γρ. εὐθυνομένων] καὶ οἴκων, ἐρημίαν αὐτοὺς οἰκεῖν ὑπὸ πενίας. Ὁ τοιοῦτος γὰρ, φησὶ, τῶν οἰκείων ἐκπεσὼν, καὶ πάσης τῆς προσούσης δυναστείας, τὰς ἐρήμους καταδιώξει· ἔθος δὲ τοῖς φεύγουσι, τοὺς τυχόντας τῶν τόπων πρὸς σωτηρίαν καταλαμβάνειν, ἐν οἷς γινόμενοι τὸν ἐν ποσὶ διαφεύγοιεν κίνδυνον. Οὐκοῦν ὁ ἀσεβὴς ἔσται ἐν τούτοις, τῆς ἐκ τοῦ πλούτου ἀλαζονείας ἀξίαν τὴν δίκην διδοὺς τῆς προσούσης εὐεξίας τὴν μεταβολὴν, καὶ τὰ σὺν πολλῷ δὲ τῷ πόνῳ συλλεγέντα, εἰς ἀλλοτρίους μεταστήσεται. Εἶτα αὔξει τὴν κατὰ τοῦ ἀσεβοῦς τιμωρίαν, οὐ μόνον μὴ πλουτεῖν αὐτὸν ἀποφαινόμενος, ἀλλὰ καὶ τῶν ὑπαρχόντων ἐκπίπτειν διαβεβαιούμενος· ἐπάγει γάρ· ΚΕΦ. Ι, στ. ζ. Ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα, Ἐὰν δὲ καὶ σιωπήσω, τί ἔλαττον τρωθήσομαι; Διδύμου. Τάχα καὶ τὴν γνησίαν αὑτοῦ περὶ τοὺς φίλους διάθεσιν ἐπιδείξασθαι θέλει·
PG 39:1153ὅτι Ἐμοὶ μέλει τῆς ὑμετέρας σωτηρίας· διὸ εἰ καὶ ἀλγῶ, χρῶμαι τῇ παραινέσει. Εἰ γὰρ καὶ ἄλλοι ἀλγοῦντες ἀρκοῦνται ταῖς καθ’ ἑαυτοὺς ἀνίαις, ἀλλ’ ἐμοὶ, φησὶν, ἡ σωτηρία τῶν φίλων προκριτέα. Στ. ιη. Ἄδικον δὲ οὐδὲν ἦν ἐν χερσί μου, εὐχὴ δέ μου καθαρά. Διδύμου. Χείρονά μοι, φησὶ, τὴν ἀθυμίαν ἐμποιεῖ, καὶ μᾶλλόν με ἀνιᾷ, τὸ μηδὲν ἑαυτῷ συνειδέναι φαῦλον. Οὐ γὰρ γινώσκω τι, εἰ μὴ ὅτι ὀρθῷ λογισμῷ τὰς πρὸς Θεὸν ἐποιούμην ἱκεσίας· διὸ καὶ ξενίζομαι ἐφ’ οἷς ταῦτα ὑπομένω. Ἐπισήμηναι δὲ, ὅτι καθαρὰ ἦν ἡ τοῦ δικαίου εὐχὴ, καὶ παντὸς πάθους ἀμιγὴς, μὴ ῥεμβασμοὺς ὑπομένουσα, μηδὲ ὑπὸ φροντίδων κατασπωμένη. ΚΕΦ. ΚΑ, στ. γ. Ἄρατέ με, ἐγὼ δὲ λαλήσω· εἶτ’ οὐ καταγελάσετέ μου. Διδύμου. Ἀντὶ τοῦ, Ἐνέγκατέ μου τοὺς λόγους, βαστάσατέ με λέγοντα, λογιζόμενοι, ὅτι οὐχ ὑβριστικῶς χρῶμαι τῷ ἐλέγχῳ, ἀλλὰ πρὸς ἐπιστασίαν.
Page scan enlarged

Notebook

Full View