PG 39Didymus Alexandrinus
Exposition on the Psalms
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 39:115612 Κύριος ποιμανεῖ με, καὶ οὐδέν με ὑστερήσει. εἰς τόπον χλοῆς, ἐκεῖ με κατεσκήνωσεν. ἡ τοῦ ἀνθρώπου ψυχὴ διὰ πολλῶν ὀνομάτων σημαίνεται· λέγεται γὰρ εἶναι καὶ πρόβατον καὶ ἄνθρωπος καὶ φυτὸν καὶ ἄλλα πολλά, ὡς καὶ λίθος· ἐὰν γὰρ γράφῃ ὁ Πέτρος· καὶ αὐτοὶ ὡς λίθοι ζῶντες ἀνοικοδομ[εῖσθε], λίθους λέγει τοὺς ἀνθρώπους. οὐδὲν δὲ τούτων κατ’ οὐσίαν ὑπάρχει ὁ ἄνθρωπος, ὥστε ἀλληγορικῷ τρόπῳ πάντα περὶ αὐτοῦ ἐκλαβεῖν προσήκει. αὐτὴ ἡ ψυχὴ αὐξάνει καὶ πληθύνεται οὐ κατ’ οὐσίαν, ἀλλὰ κατὰ πρακτικὸν καὶ θεωρηματικὸν βίον. διανοη τικὴν ἔχει ἀρετήν, πρακτικὴν δύναται κατορθῶσαι. λέγεται γοῦν προκοπ[ὴ] τῆς ψυχῆς ὡς ἀνθρώπου· ὁτὲ μὲν γὰρ ὀνομάζεται νήπιον, ὁτὲ παῖς, ὁτὲ νεανίσκος, ὁτὲ ἀνήρ. καὶ ταῦ - τα οὐκ ἐπὶ τῶν χαρακτήρων τοῦ σώματος ἢ τῶν ἡλικιῶν λαμβάνομεν· ψυχὴ γὰρ οὐ μεθηλικιοῦται εἰ μὴ κατὰ ἀρετήν, κατὰ προκοπήν, κατὰ βελτίωσιν. εἰσίν τινες οὖν νήπιοι οὐκ ἄλλῃ τροφῇ δυνάμενοι βελτιοῦσθαι ἢ γάλακτι. γράφει γοῦν ὁ ἀπόστο λος· γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα. καὶ Πέτρος· ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε.
PG 39:1159λογικὸν δὲ γάλα οὐ τὸ αἰσθητόν ἐστιν, οὐ τὸ σωματικόν, ἀλλ’ ἡ κατάλ ληλος τῇ λογικῇ οὐσίᾳ τροφή. καὶ Ἑβραίοις οὖν ἐπιστέλλει ὁ ἀπόστολος λέγων· καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνονπολλῷ γὰρ χρόνῳ ἦσαν ἀνατραφέντες ἐν ταῖς γραφαῖςπάλιν χρείαν ἔχετε τοῦ διδάσκεσθαι ὑμᾶς, τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ. ὀφείλοντες [εἶναι] διδάσκαλοι αὐτοὶ ἄλλοις προσάγειν τελείαν διδασκαλίαν εἰς τοσοῦτον ἐσμικρύνθητε κατὰ τὸν ἔσω ἄνθρωπον ὡς νήπιοι εἶναι γάλακτος. γάλα δὲ λέγει τὴν ἀρχὴν τῶν λογίων τοῦ θεοῦ, τοὺς εἰσαγωγικοὺς λόγους, τοὺς στοιχειώδεις. καὶ λέγει· πᾶς ὁ μετέχων [γάλα]κτος ἄπειρος λόγου δικαιοσύνη[ς], νήπιος γάρ ἐστιν. οὐκ ἔχει τὸν λόγον τῆς δικαιοσύνης. διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον ἐπὶ τὴν τελειότητα φερώμεθα. ἄφετε τὸν στοιχειώδη λόγον· ἀρχὴ γὰρ τῆς τοῦ Χριστοῦ διδασκαλίας ἐστίν. ἐνεχθῶμεν ἐπὶ τὴν τελειότητα, ἵν’ οὕτω τέλειοι γεγενημένοι τέλειοι Χριστοῦ ἀκροαταὶ δυνώμεθα εἶναι· σοφίαν γὰρ λαλοῦμεν ἐν τοῖς τελείοις. λέγεταί ποτε ἡ ψυχή, ὡς εἶπον ἤδη, καὶ πρόβατον.
PG 39:1163ὅταν πρόβατον ᾖ, χλοῆς χρῄζει, οὐ κρεῶν, οὐ τῶν σαρκῶν Ἰησοῦ, οὐκ ἄρτου. οὔπω δὲ δύναται τούτων τῶν τροφῶν ἢ ὄρεξιν ἔχειν ἢ διοικεῖν αὐτάς, κἂν προσαχθῶσιν αὐτῷ. χρῄζει βο τάνης· βοτάνης δὲ πνευματικῆς. ποτὲ καὶ φυτὸν λέγεται καὶ δεῖται ὑετοῦ, χρῄζει γεωργικῆς τέχνης, ἵνα αὐξήσασα τέλειον καρπὸν ἀγάγῃ καὶ εἴπῃ· ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ. καὶ ἐνταῦθα τοίνυν τὴν προβατώδη κατάστασιν τὴν ὡσανεὶ ἀλογωτέραν μετὰ πραότητός τε καὶ εὐσταθείας σημαίνει διὰ τοῦ φάναι· κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. ἀκαθυστέρητός εἰμι, ἀκαθυστέρητος δὲ ὡς πρόβατον. ὡς εἰ καὶ βρέφος λέγοι ὅτι· τρέφει με ἡ τροφός, καὶ οὐδέν με ὑστερήσει, δηλονότι τῶν νηπιωδῶν τροφῶν. ἑρμηνεύων λέγει· εἰς τόπον χλοῆς, ἐκεῖ με κατεσκήνωσεν. ἔστιν διδασκαλία χλοώδης προβάτοις ἁρμόζουσα. καὶ τάχα οὐκ ἄλλη ἐστὶν αὕτη τῆς τοῦ Χριστοῦ φωνῆς· λέγει γάρ· τὰ πρόβατα τὰ ἐμὰ τῆς ἐμῆς φωνῆς ἀκούουσιν. οἱ Χριστοῦ μαθηταὶ οἱ τέλειοι κατὰ τὴν παίδευσιν αὐτοῦ γεγενη μένοι οὐκέτι πρόβατα ὄντες οὐ φωνῆς ἀκούουσιν, ἀλλὰ διδασκάλῳ αὐτῷ χρῶνται· ὑμεῖς γὰρ φωνεῖτέ με·
PG 39:1166ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ. εἰς τόπον οὖν χλοῆς, ἐκεῖ με κατεσκήνωσεν. οὐ κατοίκισεν, ἀλλὰ κατεσκήνωσεν. ἡ σκηνὴ δὲ προ κοπὴν σημαίνει· διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ θεοῦ. ὁ προκόπτων οἰκίαν ἔχει φορητήν, αὐτὴν τὴν ἀρετήν. ὅταν δὲ ἐπ’ αὐτὸ τὸ τέρμα καὶ τὸ τέλος αὐτῆς φθά σῃ, οὐκέτι κατασκηνοῖ, ἀλλὰ κατοικεῖ. ταύτην ὁ ἅγιος ἐπιστάμενος τὴν μεγαλειότητα καὶ τὴν προ κοπὴν ἔλεγεν· μίαν ᾐτησάμην παρὰ κυρίου, ταύτην ἐκζητήσω· τ[οῦ] κατοικεῖν με ἐν οἴκῳ κυρίου οὐ παροικεῖνπάσας τὰς ἡμέρας τῆς ζωῆς μου. ἔχει δὲ καὶ ὁ εἰσαγόμενος ζωὴν καὶ ὁ προκόπτων καὶ ὁ τε λειούμενος. διὸ πλῆθος οἶδεν ζωῶν ὁ λέγων· κρεῖττον τὸ ἔλεός σου ὑπὲρ ζωάς· ἐν ὁποίᾳ γὰρ ἐὰν γένωμαι ζωῇ, ἐλέῳ σου κατέχομαι καὶ βοηθοῦμαι. 23 ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέν με, [τὴν ψυχήν μου ἐπέστρεψεν. ὡδήγησέν με ἐπὶ τρίβους δικαιοσύνης]. πόμα ἐστὶν κατάλληλον τὸ ὕδωρ τοῖς προβάτοις. οἱ νομὴν προσφερόμενοι καὶ τρεφόμενοι ὕδατι ποτίζονται οὐκ οἴνῳ ἔνθα γὰρ ἄρτος, ἐκεῖ καὶ ὁ οἶνος ὀνομάζεται·
PG 39:1169ἄρτος στηρίζει καρδίαν ἀνθρώπουτελεία δὲ τροφὴ διὰ τοῦ ἄρτου δηλοῦται, καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. ἔνθα οὖν χλοή, ἐκεῖ καὶ τὸ ὕδωρ, καὶ ὅπου ἄρτος, εὑρίσκεται καὶ οἶνος. ἡ δὲ εὐωχία ἡ τελεία ἐξ ἄρτου καὶ οἴνου συνπληροῦται· ἡ γὰρ προβατώδης κατάστασις ἐκ χλοῆς καὶ ὕδατος βοηθεῖται. δύνα ται τὸ ὕδωρ τῆς ἀναπαύσεως εἰρῆσθαι διὰ τὸ μὴ κάμνειν τὸν ἀρυόμενον αὐτό· ὁ πίνων γὰρ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω, ἕξει πηγὴν ἁλλομένην εἰς ζωὴν αἰώνιον. οὐ κάτω ὂν τὸ ὕδωρ ἀ νιμᾶται, ἀλλ’ αὐτὸ ἁλλόμενον ἔρχεται πρὸς τὸν πίνοντα. ὅθεν ὕδωρ ἀναπαύσεώς ἐστιν. τοῦτο τὸ ὕδωρ πρὸς τῷ τρέφειν καὶ καθαίρει. καὶ ἐπεὶ ἡ ψυχὴ καθαιρομένη ἀποβάλλει τὴν ἁμαρτίαν αὕτη γὰρ ταλάντῳ μολίβδου παρεβάλλετο, ἀνάπαυσιν παρέχει τὸ ὕδωρ. ἀμφότερα ἐκβάλλει καὶ τὸ δίψος καὶ τὸν ῥύπον. εἶτ’, ἐπεὶ περὶ ποιμάνσεως καὶ χλοῆς καὶ ὕδατος μνημονεύει, εὐθέως μετάγει εἰς τὸν ἔσω ἄνθρωπον τὸν λόγον καὶ λέγει· τὴν ψυχήν μου ἐπέστρεψεν. [τ]ῇ ἐπιστροφῇ ἡ μεταβολὴ δηλοῦται. οὐκέτι πρόβατον μένω, οὐκέτι ὑπὸ ποιμένα εἰμί, οὐχ ὕδα τος ὄρεξιν ἔχω. τὴν ψυχήν μου ἐπέστρεψεν. τί δὲ ὑπῆρκται ἐπιστραφείσῃ τῇ ψυχῇ μου;
PG 39:1173ὡδήγησεν αὐτὴν ὁ θεὸς ἐπὶ τρίβους δικαιοσύνης. αἱ τρίβοι τῆς δικαιοσύνης αἱ κατ’ εἶδός εἰσιν ἀρεταὶ ἢ αἱ πράξεις τῶν ἀρετῶν. πολλαχοῦ τῶν θείων παιδευμάτων τὸ τῆς δικαιοσύνης ὄνομα τὴν καθόλου ἀρετὴν σημαίνει· ἔστιν μὲν γὰρ καὶ εἰδ?ικὴ ἀρετὴ οὕτω καλουμένη δικαι οσύνη. ἐὰν λέγωμεν ὅτι τέσσαρές εἰσιν αἱ γενικαὶ ἀρεταὶ, ἀνδρεία, δικαιοσύνη, σωφρο σύνη, φρόνησις, ἡ μία τῶν ἀρετῶν σημαίνεται διὰ τοῦ δικαιοσύνη. καὶ ὅταν λέγῃ ὅτι· καὶ ὑμεῖς, οἱ δεσπόται, τὴν ἰσότητα καὶ τὸ δίκαιον, ὧδε τὸ κατ’ ἀξίαν δίκαιον σημαίνεται. καὶ ὅταν λέγῃ ὅτι· στάθμια δίκαια καὶ ζυγὸν δίκαιον, ποιητικὸν δικαιοσύνης μνημονεύει. καὶ παρονο μάζει ἀπ’ αὐτῆς τὸ δίκαιον τὸ κατ’ ἀξίαν ἀπονεμητικὸν [καὶ] τὸ ὡς λέγο?υ?ς?ιν ἐπανορθωτικόν· διττῶς γὰρ ἡ δικαιοσύνη λέγεται ἤτοι ἐπανορθωτικὴ ἢ τοῦ κατ’ ἀξίαν [ἀπονεμητική]. [τοῦτο οὖν ἐπανορθωτικὸν λέγεται δίκαιον] καὶ ἵνα ἀπὸ τῶν γραφῶν αὐτὸ παραστήσω· προστάττει ὁ νόμος· ὀδόντα ἀντὶ ὀδόντος καὶ ὀφθαλ μὸν ἀντὶ ὀφθαλμοῦ. ὁ βίᾳ ἐπελθών τινι καὶ ἐκκόψας αὐτοῦ τὸν ὀφθαλμὸν ἥδεται ἀμυνόμε νος ἐχθρόν. ὁ ἀφαιρεθεὶς τὸν ὀφθαλμὸν λυπεῖται ἢ τὸν ὀδόντα.
PG 39:1176δίδωσιν ὁ θεὸς νόμος τὸ αὐ τὸ παθεῖν τὸν κακῶς προ[ς]διατεθεικότα. καὶ ἀπὸ τῆς ἡδονῆς αὐτοῦ ἀφαίρεσις γίνεται καὶ προστίθεται τῷ ὀδυνωμένῳ διὰ τὸ παθεῖν τὰ ἐπίπονα, καὶ γίνεται ἰσότης. [τοῦτο οὖν ἐπανορθωτικὸν λέγεται δίκαιον]. τὸ δια νεμητικὸν οὐκ ἐν τῇ ἰσότητι τῆς φύσεως τοῦ πρ?άγματος φαίνεται, ἀλλ’ ἐν τῇ ἀναλογίᾳ τῆς διανομῆς. τρίβοι οὖν δικαιοσύνης εἰσὶν αἱ κατημαξευμέναι ὁδοὶ αὐτῆς, αἱ πεπατημέ ναι ὑπὸ πολλῶν. δύνανται δὲ καὶ τρίβοι δικαιοσύνης εἶναι αἱ πρακτικαὶ τῆς δικαιοσύνης ἐνέργειαι· τότε γὰρ μάλιστα πατεῖται καὶ τρίβεται ἡ δικαιοσύνη, ὅταν πράττηται. ὅτι δὲ ἡ πρακτι κὴ ἀρετὴ σημαίνεται τούτῳ τῷ ὀνόματι τῆς δικαιοσύνη?ς, πιστοῦται ἐκ τούτου· πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην, λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ, ὃς οὐκ ἐδόλωσεν ἐν γλώς σῃ αὐτοῦ καὶ οὐκ ἐποίησεν τῷ πλησίον αὐτοῦ κακόν. καὶ μεθ’ ὁλίγα· ὁ ποιῶν ταῦτα οὐ μὴ σαλευ - θῇ εἰς τὸν αἰῶνα. θεωρεῖς ὅτι τὰ εἴδη τῆς ἀρετῆς πάντα συναγαγὼν εἰς ταὐτὸν γενικῶς εἶπεν αὐτὴν δικαιοσύνην. ὡδήγησέν με οὖν ἐπὶ τρίβους δικαιοσύνης. καὶ οἱ πρὸ τοῦ νόμου τοῦ γραπτοῦ ταύτην ὥδευσαν τὴν δικαιοσύνην.
PG 39:1179περὶ οὖν τοῦ Ἀβραὰμ εἴρηται ὅτι ἐφύλαξεν πάν τα τὰ δικαιώματα καὶ προστάγματα τοῦ κυρίου. καίτοι οὔπω ἦν δοθέντα, ἀλλ’ ἐφύλαξεν αὐτά, κατ’ αὐτὰ ἔζη. καὶ ὁ Ἅβελ οὖν ἐπὶ δικαιοσύνῃ μαρτυρεῖται. ἡ ἐπιστροφὴ οὖν τῆς ψυχῆς ἡ ὅδευσίς ἐστιν ἡ ἐπὶ τὰς τρίβους τῆς δικαιοσύνης ἀπάγουσα, ἵνα μηκέτι ᾖ[ν] πρόβατον. 3 [ὡδή γησέν με ἐπὶ τρίβους δικαιοσύνης] ἕν[εκ]εν τοῦ ὀνόματος αὐτοῦ. οὐ τοσοῦτον διὰ τὴν ἐμὴν ἀξίαν, ὅσον διὰ τὴν ἑαυτοῦ προσηγορίαν τοῦτό μ?[οι πα]ρ?ές?χ?εν· κἂν γάρ τις τρέχῃ ἐπὶ τὰ καλά, κἂν πόθον αὐτῶν ἔχῃ, ἐὰν μὴ ἐλεήσῃ θεός, οὐκ ἀνύεται τὰ σπουδαζόμενα. αὐτίκα γοῦν καὶ ἐν τῷ ἑκατὸν ὀκτωκαίδεκα ψαλμῷ λέγεται· ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου. σοῦ πλατύναντος τὴν καρ - δίαν μου καὶ εὖρος τῇ νοήσει μου δεδωκότος ἔδραμον τὴν ὁδὸν τῶν ἐντολῶν σου. ἀεὶ οὖν διὰ τὸν θεὸν τὰ σπουδαζόμενα ἀνύεται. ἔκτισεν γὰρ τὰ λογικά, ἵνα μετέχ[ω]σιν αὐτοῦ τῆς ὀνο - μασίας. ὀνομασίας δέ φημι οὐκ ἐκ συλλαβῶν συνκειμένας, ἀλλ’ ἐκ ποιότητος δεικνυού σης τὸ ὀνομαζόμενον· ἀποδέδοται γὰρ ὅρος ὀνόματος καὶ οὕτως·
PG 39:1183ὄνομά ἐστιν κεφαλαιώδης προσηγορία παραστατικὴ τῆ[ς] ἰδίας ποιότητος τοῦ ὀνομαζομένου. καὶ ἔχει γε τοῦτο μάλιστα ἡ παρωνυμία. ἀπὸ σοφίας λέγεταί τις σοφός, καὶ οὐ ψιλὴν προσηγορίαν ἔχει, οὐ τὴν ἐκ συλλα βῶν συνκειμένην, ἀλλὰ τὴν δηλοῦσαν τὴν ποιότητα, ἣν παρέσχεν τῇ ψυχῇ ἡ σοφία. κεφα λαιώδης οὖν προσηγορία ἐστὶν τὸ κυρίως ὄνομα τὸ παραστατικὸν τῆς ποιότητος τοῦ ὀνομαζομένου. κἂν οὖν ἄνθρωπον εἴπῃς, παραστατικόν ἐστιν τῆς ποιότητος τοῦ ἀνθρώπου ποιότητα δὲ ἐνταῦθα τὴν ἰδιότητα λέγω· εἶπε[ς] γὰρ τὴν ἰδίαν ποιότητα τοῦ ὀνομαζομένου. ἰδία δὲ ποιότης ἐστὶν τοῦ ἀνθρώπου ἡ ἀνθρωπότης· ἐὰν γὰρ ἄλλην εἴπῃς ποιότητα, μετέ χουσιν αὐτῆς καὶ ἄλλοι· οὔκ ἐστιν ἰδία. λεγέσθω τις μαθητὴς ἰατροῦ, μηδὲν δὲ τῆς ἰατρι κῆς εἰδέτω· οὐκ ἔχει τὴν ποιότητα τῆς ἰατρικῆς, καὶ ψόγος ἐστὶν τῷ παιδεύσαντι αὐτὸν τὰ ἰατρικά, ὅταν μηδὲν αὐτῶν εἰδῇ [μ]ηδὲ πράττῃ. 4 ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κα[κ]ά, ὅτι σὺ μετ’ ἐμοῦ εἶ. ἐπεὶ ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ ἐπέστρεψεν τὴν ψυχήν μου, μετ’ ἐμοῦ ἐστιν.
PG 39:1186μετ’ ἐμοῦ δὲ ὄντος αὐτοῦ, ἀπαλέξο[υ]ν τος πᾶν κακὸν οὐκ ἐνγίζει μοι οὐδὲ σκιὰ θανάτου. κακὰ δὲ διχῶς ἐν γραφῇ λέγεται, τάχα δὲ καὶ ἐν τῇ συνηθείᾳ. τὰ ἐναντία τῆς ἀρετῆς εἴδη τῆς κακίας λέγεται κακά· ὡς ἐὰν λέγῃ· ἐν γέλωτι ἄφρων πράσσει κακά, καί· ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν. λέγου σιν δὲ καὶ τὰ ἀηδῆ κακά, ἐπεὶ τὰ ἡδέα οἱ ἄνθρωποι λέγουσιν εἶναι ἀγαθά. καί εἰσίν γε ἀνθρώπων ἀγαθὰ οὐκ ἀληθῶς ἀγαθά. διὰ τοῦτο καὶ πρὸς τὸν πλούσιον ὁ Ἀβραὰμ εἶπεν· ἀπέλαβες τὰ ἀγαθὰ σοῦ. ὡς, εἰ περὶ τῶν ἀρετῶν ἔλεγεν, οὐκ ἂν εἶπεν· τὰ ἀγαθὰ σοῦ. κύριος ἀγαθὰ δώσει τοῖς αἰτοῦσιν αὐτόν. μὴ εἶπεν· τὰ ἀγαθὰ [αὐτῶν]. ὅταν γοῦν λέγῃ ὁ Ἰώβ· εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα παρὰ κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; κακὰ λέγει τὴν ἕλκωσιν, τὸν οἴκτις τον θάνατον τῶν τέκνων καὶ τὰ ἄλλα. φαίνεται δὲ μάλιστα τὸ ἐκ τοῦ Ἰσαίου οὕτω λέγοντος τοῦ προφήτου περὶ τοῦ θεοῦ· καὶ αὐτὸς σοφὸς ἦγεν ἐπ’ αὐτοὺς κακά. οὐδὲ ἀνθρώπου σοφοῦ ἐστιν ἐπάγειν τὰ εἴδη τῆς κακίας κακὰ ὄντα, οὔ τί γε λοιπὸν θεοῦ. καὶ αὐτοὶ γοῦν οἱ κακοὶ ὅτε ὑποκρίνονται [ὑποκρίνονται] ἀρετήν, οὐ λέγουσιν ὅτι· ἐπιφέρομέν τινι κακόν.
PG 39:1189λέγεται δὲ περὶ τοῦ θεοῦ ὅτι ὡς σοφὸς ἐπάγει κακά. τὰ κακωτικὰ λέγει. καὶ θεώρει τὸ τέλος τῆς ἐπαγωγῆς τῶν κακῶν· καὶ ὁ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ. ἐπὶ τῷ μὴ ἀ θετηθῆναι αὐτοῦ τὸν λόγον ἐπάγεται τὰ ἐπίπονα· ἐπεὶ γὰρ προστακτικῷ λόγῳ [ἤ]- κουσα[ν] ἃ δεῖ ποιεῖν καὶ ὧν δεῖ ἀπέχεσθαι, κατεφρόνησαν δὲ τούτου τοῦ λόγου καί, τὸ ὅσον ἧ κεν εἰς τὴν αὐτῶν μοχθηρίαν, ἠθετήθη, ἐπάγει κακά, ἵνα μὴ ἀθετηθῇ ὁ λόγος αὐτοῦ. καὶ ἡ χειρουργία δὲ ἡ ἰατρικὴ καὶ ἡ καῦσις ὑγίειαν φέρουσα τῷ πάσχοντι ταῦτα, οὔκ εἰσιν κακά. σκιὰν δὲ ἐνταῦθα λέγει οὐκ ἐκείνην, ἣν λέγομεν ἔχειν τὸν νόμονσκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, ἀλλὰ ὧδε σκ[ιὰ]ν? λέγει τὴν προυφισταμένην τοῦ θανάτου. προυφίσταται δὲ τοῦ θανάτου ἡ ἁμαρτία. θάνατον δὲ λέγω νῦν οὐ τὸν κοι νόν. ἴδε· οἱ ζωγράφοι πρὸ τῶν εἰκόνων καὶ τῶν μορφῶν σκιογραφοῦσιν. καὶ ἀρχὴ εἰκόνος ἐστὶν ἐκείνη ἡ σκιά. καὶ ὁ θάν[ατ]ος τοίνυν ἔχει σκιάν, τὴν ἁμαρτίαν. αὕτη δὲ προ τυποῖ καὶ προδείκνυσιν τὸν θάνατον. ἐὰν γοῦν ἐν μέσῳ τῆς σκιᾶς γένωμαι τοῦ θανάτου, οὐ φοβοῦμαι αὐτόν.
PG 39:1193οἷον ὁ Ἰωσήφ, ὅσον ἐπὶ προτροπῇ τῇ κατασπάσαι αὐτὸν θελούσῃ εἰς ἀκολασίαν, γέγονεν ἐν μέσῳ τῆς σκιᾶς τοῦ θανάτου, καὶ οὐ πεφόβηται κακόν, οὐχ εἷλεν αὐτὸν ἐκείνη. ἐπερ( )· ἡ σκιὰ ἡ ἐν μέσῳ; ἐπεὶ οὐ περὶ κοινοῦ θανάτου ὁ λόγος, οὐδὲ περὶ τῆς σκιᾶς αὐτοῦ οὕτω διανοεῖσθαι ἔδει· ὥσπερ γὰρ ἐκείνη ἣν λέγεις προ τύπωσις αἰσθητή τις οὖσα καὶ ὄψει ὑποκειμένη, φέρει καὶ τὸ μετὰ τὴν σκιὰν αἰσθητὸν καὶ ὁρ[α]τόν, οὕτω καὶ ὧδε, ἐπεὶ κατὰ ψυχὴν ἡ σκιὰ γίνεται, καὶ ὁ θάνατος ψυχῆς ἅπτεται. ἡ ἁμαρτίασκιὰ ἦνἀποτελεσθεῖσα μήτηρ γίνεται θανάτου, τουτέστιν φέρει καὶ ποιεῖ θάνατον. ἐὰν οὖν πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου. ἐπερ( )· γέγονεν ἐν θλιβηροῖς; ναί, εἰ ἦν φοβηθείς, ἡμάρτανεν. ἐπερ( )· τὸ ἐν μέσῳ ἐν τῇ ἁμαρτίᾳ; οὐ τοῦ το λέγω. οὐ τὸ θλιβῆναι λέγω τὴν σκιὰν τοῦ θανάτου, ἀλλὰ τὴν ἐκ τοῦ θλιβῆναι ἔνδοσιν καὶ δειλίαν. ἐπεὶ οἱ μάρτυρες γέγοναν ἐν μέσῳ σκιᾶς θανάτου, οὐκ ἐν τῷ θανάτῳ δέ. ἐθλίβησαν, ὃ ἐπηγγέλλετο δὲ ἡ θλῖψις ἡ ἐπαγομένη, οὐχ ὑφέστασαν. τοιουτότρο πον ἐλέχθη νόημα καὶ τό· μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν. μὴ γὰρ τοῦτο λέγουσιν· μὴ ἐάσῃς ἡμᾶς θλιβῆναι.
PG 39:1196ἐὰν τοῦτο ᾖ[ν], οὐδέποτε ἠλήθευσαν οἱ ἀπόστολοι λέγοντες· [ἐν παντὶ θλιβόμενοι]. τὸ μὴ εἰςελθεῖν οὖν εἰς πειρασμὸν τοῦτο λέγομεν τὸ μὴ ἁλῶναι τῷ βουλήματι τοῦ πειράζοντος. οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ’ ἐμοῦ εἶ. σὲ μετ’ ἐμαυτοῦ ἔχων οὐδὲν φοβοῦμαι τῶν βλάπτειν δοκούντων. 4 ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὐταί με πα ρεκάλεσαν. θεωρεῖς ὅτι οὐκ ἄπειρος ἦν τῆς σκιᾶς τοῦ θανάτου. ἡ [βακτηρία] σου ἡ ἀντι στήριγμά μου γινομένη καὶ ἡ [ῥάβδος σου ἡ] παιδεύουσά με παρεκάλεσάν με, ἔξω με πεποίηκαν τοῦ θανάτου, εἰ καὶ ἐν τῇ σκιᾷ αὐτοῦ γέγονα, εἰ καὶ ἐν μέσῳ τῆς σκιᾶς αὐτοῦ ἐχώρησα. λαμ βάνεται ἡ ῥάβδος καὶ ἡ βακτηρία θεοῦ καὶ ἐπὶ παιδεύσεως καὶ ἐπὶ ἀντιστηριγμοῦ· ὃς προφέρει ἐκ χειλέων σοφίαν, ῥάβδῳ τύπτε[ι] ἄνδρα ἀκάρδιον. τὸν παιδευτικὸν καὶ ἐλεγκτικὸν λόγον ῥάβδον ὠνόμασεν. καὶ Κορινθίοις δὲ Παῦλος γράφει· τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς; καὶ ἐπὶ ἀντιστηριγμοῦ δὲ λαμβάνεται· αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν· καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς· πάσχα ἐστὶν κυρίου. 5 ἡτοίμασας ἐνώ πιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με.
PG 39:1199εἰς τὸ προοίμιον λοιπὸν συν άπτομεν τὰ παρόντα· αὐτῶν γὰρ ἕνεκα γεγένηται, ὅτε ἐλέγομεν ὅτι μετὰ τὴν πόσιν τοῦ γάλακτος στερεὰ τροφὴ δίδοται οὖσα σοφία θεοῦ ἐν τελείοις λαλουμένη. ἡ δὲ καὶ ἐνταῦθ[α] μετὰ τὴν κτηνώδη ἀγωγήν, εἰ καὶ μετ’ εὐσταθείας καὶ πραότητος ἦν γινομένη, ποιμανθεὶς ὑπὸ σοῦ ἀκαθυστέρητος ἔμεινα· διεδέξατο γὰρ τὴν χλοὴν τράπεζα. ὡς προβάτου κατάστασιν εἶχον, χρείαν εἶχον μαθημάτων χλοῇ ἐοικότων καὶ ὕδα τος δύναμιν ἐχόντων. ὅτε δὲ προέκοψα ἐπιστραφείσης τῆς ψυχῆς μου ὑπὸ σοῦ ἐπὶ τὰς τῆς δικαιοσύνης τρίβους ὥστε ὑπὸ τῆς ῥάβδου καὶ τῆς βακτηρίας σου παρακλη θῆναι, ἄνθρωπος γέγονα. διὰ τοῦτο οὐχ ἡτοίμασας ἔτι χλοήν, ἀλλὰ τράπεζαν, καὶ ἐνώ πιόν μου ἐφανέρωσάς μοι αὐτῆς τὸ κάλλος τὸ τρόφιμον, τὸ ἐδώδιμον. ἡ σοφία σου εὐτρέπισέν μοι τὴν τράπεζαν ταύτην. σφάξασα τὰ ἑαυτῆς θύματα ἐπέθηκεν αὐτῇ. καὶ τὸν οἶνον τὸν ἑαυτῆς ἐπέθηκεν κεράσασα ταύτῃ τῇ τραπέζῃ καὶ πάντας ἐπὶ τὸ φαγεῖν καὶ πιεῖν ἀπὸ ταύτης τῆς τραπέζης καλεῖ. καὶ λέγομεν τράπεζαν ἐνταῦθα τῆς σοφίας τὴν θείαν παίδευσιν. ἐπίκειται δὲ ταύτῃ θύματα·
PG 39:1203ὅταν γὰρ ἱερουργήσωμεν καὶ σφάξωμεν τὰ δόγματα τῆς εὐσεβείας, ἵν’ ἕτοιμα πρὸς τρο φὴν αὐτὰ ποιήσωμεν, τότε ἐπίκειται τὰ θύματα τῇ τραπέζῃ. καὶ οὐκ ἄλλος γε ἔθυσεν αὐτὰ ἢ αὐτὴ ἡ σοφία ἡ ἑτοιμάσασα τὴν ἑαυτῆς τράπεζαν· οὐ γὰρ ἁπλῶς εἶπεν· ἡτοίμασεν τράπεζαν, ἀλλὰ τὴν ἑαυ τ[ῆς]. σοφίας δὲ τράπεζα οὐκ ἔχει ἐπικείμενα ἄλλα ἐδέσματα ἢ τὰ σοφὰ παιδεύματα. εἶτα καὶ τὸν ἑαυτῆς οἶνον ἐκέρασεν. προσέλαβεν αὐτῷ ὕδωρ, ἵν’ ἡμεῖς ἀκράτου μὴ δυνάμενοι δέξασθαι κεκερασμένον λάβωμεν οἶνον. ἔστιν τινὰ ἄρρητα ῥήματα, ἃ οὐ [ ]. ἔστω ταῦτα οἶνος. ὅταν τις δύνη ται ταῦτα εἰς διδασκαλίαν ῥητὴν ἀγαγεῖν, ἐκέρασεν, αὐτοῖς αἰσθητὸν ὕδωρ ἐπιμείξας· τὰ παραδεί γματα τὰ τῆς γραφῆς, αἱ λέξεις αἱ ἐν παραβολαῖς ἀπαγγελλόμεναι. πάλιν ἐπεὶ θεὸς λόγος ἐστὶν ἡ σοφία, οὐκ ἠδυνάμεθα δὲ ἀκράτου[ς] λαβεῖν τοῦ λόγου, ἐκέρασεν αὐτὸν τῇ ἐνανθρωπήσει, καὶ ἐδεξά μεθα λοιπὸν κεκραμένον οἶνον ἔκ τε τοῦ λόγου τῆς ἐνανθρωπήσεως καὶ τῆς μεγαλειότητος τοῦ μονο γενοῦς. γενάμενος δὲ ὁ λόγος σὰρξ καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεα[σά]μεθα τὴν δόξαν αὐτοῦ. ἰδοὺ τὸ κρᾶμα.
PG 39:1206οὐκ ἄλλου δέ τινος ἦν τοῦτο μεῖξαι ἢ τῆς σοφίας αὐτῆς. οἶδας ὅτι ὁ κερανν[ύ]ων ἐνίοτε πρὸς τὴν ἕξιν τοῦ πίνοντος τὴν κρᾶσιν ποιεῖται. καὶ ἡ σοφία τοίνυν τὸν ἑαυτῆς οἶνον ἐκέρασεν καὶ οὐ πᾶσιν τὸ αὐτὸ κρᾶμα δίδωσιν, ἀλλ’ ὃ χωρεῖ ἕκαστος. εἰσὶν οὖν νηπιώδεις, ἐν οἷς δοκεῖ τοῦτο τὸ κρᾶμα μᾶλλον ὑδα ρέστερον εἶναι. πλεονάζει τὸ τῆς ἐνανθρωπήσεως. ὅταν δέ τις θεάσηται τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, ὁ οἶνος πλεονάζει. ταύτην οὖν τὴν τράπεζαν ἡτοίμασεν οὐκ εἰς νῶτον τοῦ ἐπικαλουμένου, οὐ μακρὰν αὐτοῦ, ἀλλ’ ἐνώπιον αὐτοῦ καὶ ἐξ ἐναντίας τῶν θλιβόντων αὐτόν. τοῦτο τὸ αἴνιγμα ἐπὶ τὸ σαφέστερον ὁ ἀπόστολος μεταβαλὼν γράφει· θύρα γάρ μοι ἀνέῳγεν με γάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί. ὅταν τις λόγον καὶ θύραν λόγου ἔχῃ ἰσχυρὸν καὶ ἐνεργῆ, ἀντικειμένους πολλοὺς ἔχει. καὶ αὐτὸς διάβολος ἀντίκειται κωλύειν θέλων τὴν ὠφέλειαν τὴν ἐκ τῆς ἐνεργείας τοῦ λόγου, καὶ ἄνθρωποι σοφισταὶ καὶ ἄλλοι κακοὶ ἄνθρωποι. [οὐ] τοσοῦτον γοῦν ἀντίκεινται ὡς ἐπιβουλεῦσαί ποτε τῷ εὐεργετουμένῳ. ἐξ ἐναντίας τῶν θλιβόντων με ἡτοιμάσατο τὴν τρ[ά]πε - ζαν.
PG 39:1209ἔλεγόν ποτε εἰς ἐκεῖνο τὸ ῥητὸν περὶ τοῦ βρέφους Ἰησοῦ· ὅτι πρὶν γνῶναι καλεῖν πατέρα ἢ μητέρα λήμψεται δύναμιν Δαμασκοῦ καὶ σκῦλα Σαμαρείας ἔναντι [βασιλέως Ἀσσυρίων]. οὐ μέγα ἦν, εἰ τὰ σκῦλα τὰ ὑπὸ τὸν βασιλέα τοῦ βασιλέως ἀπόντος ἔλαβεν, ἀλλὰ ἀπέναντι αὐτοῦ, παρόντος αὐτοῦ ἀπέ σπασεν ἃ εἶχεν ὑφ’ ἑαυτόν. ἢ οὐκ ἀπέναντι τοῦ βασιλέως τῶν Ἀσσυρίων ἐσκύλευσεν τοὺς μάγους; ἐν τῷ μαγεύειν γὰρ ἦσαν. οὐ μετανοήσαντες πρότερον ἦλθον πρὸς τὸ παιδίον, ἀλλ’ ἔτι ἐνεργούν των τῶν δαιμόνων. τοιοῦτόν τι γοῦν τεθεώρηται ἐκκλησιαστικῶς, ὅτι τὰ συνήθη ἐκεῖνοι ποιήσαντες ἐπὶ τῷ καλέσαι δαίμονας, μὴ σχόντες αὐτοὺς ὑπηκόους ἔγνωσαν ὅτι κατελύθη ἐκ τοῦ παιδίου τοῦ σημαινομένου διὰ τοῦ φανέντος ἀστέρος ἡ μαγεία. [ἐλθὼν γοῦν εἰς ἐμὲ τοιοῦτό τι] οἱ θλίβοντες οὗτοι παρῆσαν καὶ ἐπ’ ὄψε?σιν αὐτῶν γέγονεν τὰ τῆς εὐεργεσίας. δύναται καὶ τὸ ἐξ ἐναντίας οὕτως· ἐναντίᾳ προαιρέσει παρῆσαν κωλῦσαι θέλοντες, τὸ ὅσον εἰς αὐτούς, ἢ βλάψαι αὐτὸν θέλοντες. 5 ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου. χριστόν με ἀπέδειξας· καθ’ ὃ σημαινόμενον λέγεται· μὴ ἅπτεσθε τῶν χριστῶν μου.
PG 39:1213καὶ οὗτος ὁ ἅγιος εἷς ἦν τῶν χριστῶν τῶν χρισθέντων ἐλαίῳ ἀγαλλιάσεως παρὰ τοὺς μετόχους Χριστοῦ. αὐτὸς ὁ ἄνθρωπος ἐχρίσθη παρὰ τοὺς μετόχους, παρὰ τοὺς ἄλλους χριστούς, περὶ ὧν εἴρηται· ἔξελθε εἰς σωτηρίαν τοῦ λαοῦ σου τοῦ σῶσαι τοὺς χριστούς σου. ἐλίπανας οὖν ἐν ἐλαίῳ τὴν κεφαλήν μου. πολλαχοῦ ἡ κεφαλὴ τὸν νοῦν σημαίνει· ὡς ἐὰν λέγηται· τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ. ἀμέλει γοῦν καὶ ἡ συνήθεια λέγει τοὺς μωροτέρους ἐνκέφαλον μὴ ἔχειν, κεφαλὴν μὴ ἔχειν. ὁ ἄρχων συνστήματος κεφαλὴ λέγεται τοῦ συνστήματος. ἐπεὶ καὶ ὁ νοῦς τοίνυν ἄρχει καὶ ἡγεῖται πάσης τῆς συνστάσεως ἡμῶν, κεφαλὴ ὀνομάζεται. πολλαὶ δὲ γραφαὶ τοῦτο διδάσκουσιν, ἃς πολλάκις εἰρήκαμεν. οὐκ εἶπεν ἁπλῶς ἐλιπάνθη, ἀλλ’ ἐν ἐλαίῳ· ἔστιν γὰρ καὶ φαῦλον ἔλαιον, περὶ οὗ ὁ ἅγιος ἀπεύχεται λέγων· ἔλαιο[ν] δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφα λήν μου. 5 καὶ τὸ ποτήριόν σου μεθύσκον ὡς κράτιστον. ἐπεὶ οὐ πᾶς τις δύναται ὅλον τὸν κρατῆρα, ὃν ἐκέρασεν ἡ σοφία, ἐκπιεῖν, ἑκάστῳ νέμει ποτήριον, ὃ δύναται δεξάμενος εὐφρανθῆναι. ἔνια τῶν γραφῶν ἔχει· καὶ τὸ ποτήριόν μου· ὃ ἐπιδέδωκάς μοι. πλὴν ἑκατέρως λέγεται.
PG 39:1216μεθύσκον οὖν ἐστιν ὡς κράτιστον. κρατίστην μέθην ἐπιφέρει τῷ πίνοντι, νηφαλίαν μέθην. τὸ δὲ μεθύσκον ἀντὶ τοῦ εὐφραῖνον. λέγομεν οὖν πολλάκις μέθυσον τὸν πολύοινον. καὶ αὐτὸ δὲ τὸ θιγεῖν καὶ γεύσασθαι μέθη λέγεται. καὶ ἐτυμολογοῦσιν τὴν μέθην οὕτως· κατὰ τὸ παλαιὸν οὐκ ἦν πληθὺς οἴνου, ὅτε εὐθέως εὑρέθη τὸ γένημα τῆς ἀμπέλου ποιοῦν οἶνον, καὶ ἐν ταῖς εὐωχίαις καὶ ταῖς δημοτελέσιν πανηγύρεσιν μετὰ τὸ θῦσαι ἔπινον. οὐκ ἔπινον ἄλλῳ καιρῷ. καὶ διὰ τοῦτο μέθη λέγεται. καὶ τὸ ἁπλῶς [δ]ὲ θιγεῖν σημαίνει ἡ μέθη πολλάκις· μεθύσκονται ἀπὸ πιό τητος τοῦ οἴκου σου, ἀντὶ τοῦ εὐφραίνονται· ἑτέρως γὰρ ἡ μέθη λέγεται μετὰ διαβολῆς· οἱ μεθυς κόμενοι νυκτὸς μεθύουσιν. σὺν σκότῳ καὶ ἀγνοίᾳ οὗτοι μεθύουσιν. οἱ δὲ μεθύοντες θεῖον πόμα λαβόντες, τουτέστιν εὐφρανθέντες, νηφαλίως μεθύουσιν. φάγετε, πίετε, με θύσθητε, ἀδελφοί, ὁ νυμφίος ἐν τῷ ᾄσματι τῶν ᾀςμάτων λέγει. τὸ μεθύσθητε οὐ τοῦτο λέγει, οὐ κρα ταιώθητε ἀπὸ οἴνου, ἀλλ’ εὐφράνθητε. 6 καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. τὸ ἔλεός σου ὡς ἐλίπανας τὴν κεφαλήν μου·
PG 39:1219οὐ πρὸς ὀλίγον λι παίνει μου τὴν κεφαλήν, ἀλλὰ ἀεί· [ἐπεὶ πάρεστίν μοι] [καὶ οὕτως αἰώνιος χριστὸς ἕκαστος τῶν χριςθέντων γίνεται]. πάσας οὖν τὰς ἡμέρας τῆς ζωῆς μου δ[ι]ώκει με· οὐκ ἐᾷ με πόρρω αὐτοῦ γενέσθαι· παρά[μονο]ν γάρ ἐστιν, [ἐπεὶ πάρεστίν μοι], [καὶ οὕτως αἰώνιος χριστὸς ἕκας τος τῶν χρισθέντων γίνεται. οὐκέτι λοιπὸν κατασκηνοῖ] καὶ οὐκ ἐπὶ μίαν ἢ δευτέραν, ἀλλ’ ἐπὶ πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. ἡμέρας δὲ πάσας τῆς ζωῆς τοὺς φωτισμοὺς τῆς ψυχῆς ἐκλάμβανε ἀπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης γενομένους. 1 [ψαλμὸς τῷ Δαυίδ· τῆς μιᾶς σαββάτων]. [ ] κατάλληλον ἔχει τὴν προγραφήν· εἰς τὴν ἡμέραν γὰρ τὴν μίαν τῶν σαββάτων. μίαν σαββάτου· ἡ ὀγδοὰς ἡ ἑπομένη. αὕτη καὶ πρώτη σαββάτου ἐστίν. εἶτ’, ἐπεὶ ἀρχή ἐστιν δῆθεν κύκλου ἑβδο μάδος, καλεῖται καὶ ὀγδοάς· μέχρι γὰρ ἑβδομάδος περιγράφεται ἡ ἑβδομάς, μέχρι ἑβδόμης προσθήκης ἤτοι ἡμέρας ἢ μονάδος. ἡ δευτέρα ἄρχεται πάλιν ἀπὸ μονάδος. αὕτη ὁτὲ μὲν λέγεται πρώτη σαββάτου, τουτέστιν μετὰ τὸ σάββατον, ὁτὲ δὲ ὀγδοάς, ἵνα συναχθῶσιν αἱ δύο ἑβδομάδες.
PG 39:1223διδόντος τοῦ ἁγίου μέρος τοῖς ἑπτὰ καὶ τοῖς ὀκτὼ ὁ Ἰουδαῖος μόνον τὸ σάββατον ἔχει. οὐδὲ πρώτην σαββάτου ἔχουσιν οὐδὲ ὀγδοάδα, ὅλως οὐ θεωρήσαντες τὴν προτέραν ἑβδομάδα. μόνος οὖν ὁ ἐκκλησιαστικὴν γνώμην ἔχων, ὁ κατὰ ἄλλην παραβολὴν τοῦ εὐαγγελίου προφέρων ἐκ τοῦ θησαυροῦ νέα κ[α]ὶ [παλαι]ά, ἐκεῖνος ἔχει τὴν νέαν τοῦ σαββάτου. ὑπερβὰς τὴν πρώτην ἑβδομάδα ἤρξατο τῆς δε?υ?[τέρας] τῆς κατὰ τὸ εὐαγγέλιον. καὶ αὕτη ὀγδο ὰς λέγεται ὡς πρὸς τὴν πρώτην ἑβδομάδα καὶ πρώ?[τη σα]ββάτων. οἱ πρῶτοι στίχοι τοῦ [ψαλμοῦ] καὶ κατὰ λέξι[ν κ]α?ὶ? [νοη]τὸν δύνανται ἐκλαμβάνεσθαι. πλή ρωμα δὲ τῆς γῆς τὸν κόσμον αὐτῆς ἐκλημπτέον· ὅ γε? εἶπεν Μωυσῆς· γενομένων γὰρ ἐπ’ αὐ τῆς φυτῶν καὶ ζῴων εἴρηται ὅτι· συνετελέσθη ὁ κόσμος τοῦ οὐρανοῦ καὶ τῆς γῆς. καὶ συνετέλεσεν ὁ θεὸς [ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ]. καὶ ἐπὶ ῥητοῦ λαμβάνομεν, ὅτι οἱ καρποὶ καὶ τὰ ζῷα [πλήρωμά] ἐστιν γῆς. καὶ ὁ ἀπόστολος παιδεύει λέγων· συμβουλεύων γὰρ τοῖς ἀπὸ ἐθνῶν πιστεύσασιν καὶ τοῖς Ἰουδαίοις μὴ δεισιδαιμονεῖν περὶ τὰς τροφὰς λέγει· πᾶν τὸ ἐν μακέλλῳ πωλού μενον ἐσθίετε μηδὲν ἀποκρίνοντες·
PG 39:1226τοῦ γὰρ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. κρέα δὲ μάλιστα ἐν τοῖς μακέλλοις πιπράσκεται, ἀλλὰ καὶ τὰ ἄλλα ὤνια τὰ πρὸς τροφὴν συντελοῦντα. 1 τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. καὶ πρό τερον εἶπον, ὅτι διῃρέθη ἡ γῆ ὡς τὸ μὲν αὐτῆς γεωργήσιμον εἶναι, τὸ δὲ πρὸς οἴκησιν ἐπιτηδείως ἔχον. τὸ πρὸς οἴκησιν οὖν ἔχον τὴν ἑτοιμασίαν οἰκουμένη καλεῖται, τὸ δὲ πρὸς γεωργίαν καὶ τὰ ἄλλα γῆ. ἀμφοτέρων οὖν ποιητής ἐστιν ὁ θεός· πῶς γὰρ αὐτοῦ ἦν ταῦτα, εἰ μὴ αὐτὸς αὐτὰ πεποιήκει; τοῦ κυρίου οὖν ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. κατὰ κοινοῦ λάμβανε τό· 2 αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμε λίωσεν αὐτὴν καὶ ἐπὶ ποταμῶν ἑτοίμασεν αὐτήν. ἤτοι τὴν γῆν ἢ τὴν οἰκουμένην. ἡ οἰκουμένη δὲ καὶ γῆ ἐστιν. ἴσον ἐστὶν τὸ λεγόμενον ἐνταῦθα τῷ εἰρημένῳ οὕτω· τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τὸ ὕδωρ, καὶ ὑπὸ τοῦ Ἰώβ· κρεμάζων γῆν ἐπ’ οὐδενός· εἰ γὰρ ἐν θαλάσσῃ τεθεμελίωται, οὐκ ἔχει θεμέλιον σκληρὸν καὶ ἀντίτυπον, ἀλλ’ ἐν τοῖς ὕδασι ἔχει τὸ κρεμάσθαι. καὶ πᾶν μὲν ὕδωρ ἀντε ρίζον ἔδαφος ἔχει. ἐπειδὴ δὲ ἡ θάλασσα ἔχει ὑποκείμενον ἔδαφος, πάντως κἀκεῖνο δεῖ ἔχειν τι ὑποκείμενον.
PG 39:1229οὐκ εὑρίσκεται δὲ ἄλλο ἢ τὸ ὑγρόν. διὰ τοῦτο λέγει ἐπὶ θαλασσῶν τεθεμελιῶσθαι τὴν γῆν. αὐτὴ πρὸς ἑαυτὴν συνστρεφομένη κρατεῖ ἑαυτήν. οὐκ ἔδαφος ἀντερίζον σκληρὸν ἐᾷ αὐτὴν οὕτω τετάχθαι, ἀλλὰ αὐτὴ περὶ ἑαυτὴν στρέφεται. ἀμέλει γοῦν καὶ Ἑλλήνων οἱ λόγ[ο]ι λέγουσιν, ὅτι εὐθεῖαι πεμπόμεναι ἀπὸ τοῦ κύκλου εὐθεῖαι δὲ οὐκ αἰσθηταί, ἀλλὰ λόγῳ θεωρεῖταιδιακρα - τοῦσιν αὐτὴν ἐν τῷ μεσαιτάτῳ. καὶ τοῦτό ἐστιν τὸ ἐπὶ μηδενὸς αὐτὴν κρεμάσθαι. ἐστὶν δὲ τοῦτο τὸ βού λημα τοῦ θεοῦ· ἐθεμελίωσας γὰρ τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κινηθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πῶς γὰρ οἷόν τε κλιθῆναι τὴν οὕτω ψήφῳ θε[οῦ] τὴν ἕδραν εἰληφυῖαν; ἐπεὶ τοίνυν ἐπὶ θαλάσσης ἡ γῆ τεθεμελίωται, μέρος δὲ τῆς γῆς ἡ οἰκουμένη ἐστίν, καὶ αὐτὴ εἰκότως ἐν ταύτῃ τὴν ἕδραν ἔχει τῇ ὑγρᾷ οὐσίᾳ. καὶ λέγει ἐπὶ ποταμῶν αὐτὴν ἡτοιμάσθαι· οὐκ ἐπὶ ποταμῶν τεθεμελιῶσθαι, ἀλλ’ ἡτοιμάσθαι· οὐ γὰρ οἷ[ό]ν τε εἰπεῖν, ὅτι καὶ ἐν τῇ θαλάσσῃ τὸν θεμέλιον ἔχει καὶ ἐν τοῖς ποταμοῖς, ἀλλὰ αὐτὴ μὲν τεθεμελίωται ἐπὶ τῆς θαλάττης ἡτοιμασμένη τοῖς ποταμοῖς, ἵν’ ἐν αὐτῇ ὥσπερ πηγαί τινες καὶ πίδακες ῥέοντες ὠφελήσουσιν αὐτήν.
PG 39:1233τὰ τοιαῦτα σώματα ἐὰν μὴ ἔχῃ παρεσπαρμένον ὕδωρ [ᾧ] δύναται διακρατεῖσθαι, ψήγματα γίνεται. καὶ ταῦτα μὲν πρὸς τὸ ῥητόν. ἐπειδὴ δὲ τὰ ἑξῆς οὐκέτι ἱστορικῶς δύναται ληφθῆναι· τίς γὰρ ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; δέον εἰπεῖν τὴν ὁδὸν τῆς ἀνόδου καὶ τὴν ἕδραν τῆς στάσεως, οὐδὲν τοιοῦτο εἶπεν, ἀλλὰ ἡ ἀπόκρισις γίνεται πρὸς τὸν ἐρωτήσαντα· τίς ὁ ἀναβαίνων καὶ τίς ὁ ἑστηκώς; οὕτως· ἀθῷός ἐστιν χερσὶν καὶ καθαρὸς τῇ καρδίᾳ. τὸ ἀθῷον εἶναι ταῖς χερσὶν τὸ καθαρὸν εἶναι ταῖς πράξεσιν σημαίνει. εἶτα λέγει χαρακτῆρα θεῖον· ἀθῶος χερσὶν καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ. διττῶς δὲ τοῦτο νοεῖται. ἐπὶ ματαίῳ λαμβάνει τὴν ψυχὴν ἑαυτοῦ ὁ μάταια διανοούμενος καὶ αἱρούμενος καὶ πράττων· πολλαχοῦ γὰρ ταῦτα τὰ μὴ σπουδαῖα, τὰ αἰσθη τά, τὰ πρόςκαιρα τῷ ὀνόματι τῶν ματαίων σημαίνεται· ὡς ἐὰν λέγῃ· καὶ γνώσῃ ὅπου ἦσθα, ὅτε ἐπεποίθεις ἐπὶ τοῖς ματαίοις, ἐπὶ τοῖς προσκαίροις. δύναται καὶ αὐτὰ τὰ ἁμαρτήματα. ἐπὶ ματαίῳ αὐτὴν ἔλαβεν ὁ ἐγειρόμενος τὸ πρωὶ καὶ πίνων τὸν οἶνον καὶ μένων τὸ ὀψὲ ὥστε ὑπὸ τοῦ οἴνου συνκαίεσθαι·
PG 39:1236οὐαὶ γὰρ οἱ ἐγειρόμενοι [τὸ] πρωὶ καὶ τὸ σίκερα διώκοντες καὶ μένοντες τὸ ὀψέ· ὁ δὲ οἶνος αὐτοὺς συνκαύσει. ἄλλως πάλιν σπουδὴν ἔχουσιν ἐξ ἕω ἀνίστασθαι καὶ σπεύδειν ἐπὶ δικαστήρια, οἷς παρέπεται τὸ ἀδικεῖν. οὗτος ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ ἔλαβεν. συνᾴδει καὶ τὸ ἐν Ἰσαίᾳ λεγόμενον πρός τινας· ματαία ἡ ἰσχὺς τοῦ πνεύματος ὑμῶν. ὧδε πνεῦμα ἡ γνώ μη. παραπλησίως τοῦτο καὶ τῷ εἰρημένῳ περὶ τῆς παρθένου, ὅτι ὥςπερ σώματι, οὕτω καὶ πνεύματι ἁγία ἐστίν, γνώμῃ καὶ νῷ. ματαία οὖν ἡ ἰσχὺς τοῦ πνεύματος ὑμῶν. ἐάν τις οὖν τὸν νοῦν αὐτοῦ καὶ τὴν γνώμην ὀδυνᾶται ταῖς βιωτικαῖς φροντίσεσιν εἰς τὰ μάταια, ματαίαν τὴν ἰσχὺν ἔχει. τὴν τοῦ νοεῖν δύναμιν εἰς τὰ μάταια ἀναλίσκουσιν. ἔστιν γοῦν ἰδεῖν τοὺς τοιούτους καὶ κα κουργοτέρους. πάνυ ὅλην τὴν ἰσχὺν τοῦ νοῦ εἰς ταῦτα ἀναλίσκουσιν. δευτέρα ἀπόδοσις εἰς τό· ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ· κατεσκεύασεν ὁ θεὸς τὸν ἄνθρωπον λογικόν, οὐχ ἵνα μόνον ἔχῃ λογισμὸν καὶ μηδὲν κατ’ αὐτὸν πράττῃ· διὰ τοῦτο γὰρ τὸν λογικὸν πε ποίηκεν, ἵνα δέχηται ἀρετὴν καὶ ἐνεργῇ αὐτήν.
PG 39:1239ἐπὶ ματαίῳ τὴν ψυχὴν ἑαυτοῦ ἔλαβεν οὐ θεοῦ οὕτως αὐτὴν δεδωκότος, ἀλλὰ αὐτοῦ οὕτως αὐτὴν εἰληφότος. ὡς εἴ τις λέγοι [οἷ]ον· πεποί ηκεν ἐκ ψυχῆς καὶ σώματος τὸν ἄνθρωπον, καί εἰσίν τινα τῆς ψυχῆς κινήματα, εἰσὶν δὲ καὶ τοῦ σώματος. ἔχομεν ἐνέργειαν μελῶν τὸ βαδίζ?[ει]ν?, τὸ διὰ χειρῶν τι ποιεῖν, τὸ ὁρᾶν. ἐάν τις οὖν, φέρε, πόδας ἔχων μηδέποτε βαδίζῃ, τρόπ[ο]ν τινὰ ἐπὶ ματαίῳ τοὺς πόδας ἔχει. καὶ πρὸς ἀναγωγὴν δέ· τὰ ἑξῆς τῶν προτέρων στίχων βιάζεται καὶ αὐτοὺς ἀναγαγεῖν. τοῦ κυρίου ἐστὶν ἡ γῆ ἐκείνη ἡ καρδία ἡ καλὴ καὶ ἀγαθὴ ἡ δεξαμένη ὃν ἔβαλεν Ἰησοῦς σπόρον καὶ ἑκατονταπλασίω ἐκαρποφόρησεν ἢ εἰς ἑκατὸν καὶ ἑξήκοντα καὶ τριάκοντα. πολλάκις εἶπον, ὅτι τὰ νοητὰ δύναται κατὰ πλείονας ἐπινοίας τὰ αὐτὰ λαμβάνεσθαι, ὅτε ἔλεγον τὴν ψυχὴν λέγεσθαι καὶ πρόβατον καὶ φυτόν. ἐνταῦθα οὖν ἡ αὐτὴ [γῆ] καὶ γῆ ἐστιν καὶ οἰκουμένη. ὅταν οὖν καρποφορῇ τὰς πρακτικὰς ἀρετάς, γῆ ἐστιν πλήρωμα ἔχουσα. ὅταν δὲ τὰ θεῖα χαρίσματα ἔχῃ τοῦ πνεύματος, οἰκου μένη ἐστὶν ἔχουσα τοὺς κατοικοῦντας. οὔκ ἐστιν ἔρημος· οὐ γὰρ εἴρηκεν·
PG 39:1243δεῦτε καὶ ἐνκαταλείψωμεν αὐτήν, ὡς τῇ διαβαλλομένῃ οἰκουμένῃ εἴρηται. αὕτη δέ ἐστιν ἡ τῶν Ἰουδαίων συν αγωγή. τοῦτο δὲ παρατείνει καὶ εἰς πᾶσαν ψυχὴν ἔχουσαν μὲν πρότερον τὸ οἰκεῖσθαι, παρ’ ἰδίαν δὲ αἰτίαν ἐνκαταλειπομένην. συνάπτεται οὖν τούτοις τό· αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτήν. θάλασσα καὶ θάλασσαι ὁ περὶ γῆν τόπος ὀνομάζεται καὶ ἡ κατάστασις τῶν ἐνταῦθα διαγόντων. ἐν τρικυμίαις καὶ ἐν ἁλμυρότητι ἐχούσης τὸ εἶναι, τὴν οἴκησιν λέγω, ἐπὶ τούτων τῶν θαλασσῶν ἐθεμελίωσεν. αὕτη δὲ ἡ θάλασσα λαμβάνει τὴν Ἰησοῦ σαγήνην, ἵνα ἐξ αὐτῆς ἀγρευθῶσιν καλὰ ζῷα, οἱ σπουδαῖοι. ἐὰν δὲ οἱ τῆς ἀρετῆς φίλοι οὗτοι [οἱ] θηρευόμενοι, ἄλλως λέγονται θηρεύεσθαι ἐκ τῆς θαλάσσης, ἵν’ ἐκτὸς αὐτῆς γένωνται, καὶ ἄλλως ἐπὶ τῆς θαλάττης τεθεμελιῶσθαι· ὧδε γὰρ θεμελιοῦνται, ἵν’ ἐν ἀγάπῃ τεθεμελιωμένοι καὶ ῥεριζωμένοι ἀνα - φανῶσιν. καὶ ἐπὶ τῶν ποταμῶν τῶν ῥεόντων ἐκ τῆς κοιλίας τοῦ τὸ πνεῦμα ἔχοντος ἑτοιμάζονται, ἵνα δέχωνται τοὺς ποταμοὺς τούτους τοὺς ἐκ τῆς κοιλίας ἑκάστου τῶν πις τῶν ῥέοντας. εἰσὶν δὲ τὰ διάφορα τοῦ πνεύματος χαρίσματα οἱ ποταμοί.
PG 39:1246πρὸς τὸν ἀ[να]κρινόμε νον μαθεῖν θέλοντα· τίς ἐστιν ὁ ἀναβαίνων εἰς τὸ ὄρος τοῦ κυρίου καὶ ἱστάμενος εἰς τὸν τόπον τὸν ἅγιον; ἀπόκρισις φέρεται· ζητεῖς τίς ἐστιν ὁ ἀναβαίνων καὶ ἱστάμενος; ὁ ταῖς χερσὶν ἀθῷος καὶ καθαρὸς τῇ καρδίᾳ, ὁ μὴ λαβὼν τὴν ψυχὴν ἐπὶ ματαίῳ· οὗτός ἐστιν ὁ ἀναβαίνων διὰ προκοπῆς. ἡ προκοπὴ δὲ ἄνοδός ἐστιν. ἡ στάσις ἡ ἐν τῷ τελείῳ. ὅταν τις γένηται τέλειος ὡς ὁ πατὴρ ὁ οὐράνιος, ἔστη ἐν τῷ ἁγίῳ τόπῳ, εἰ μὴ ἄρα ὑπερβῇ τὴν ὅλην τοιαύτην κατάστασιν καὶ ἀρχὴν λάβῃ ἄλλης· διὸ καὶ ἐν ψαλμοῖς λέγεται· πάσης συντελείας εἶδον πέρας. πολλὰ πέρατα ἔστιν, ὡς ἔχει ἐπὶ μαθήσεως γραμμάτων. συντελεῖταί τις ἐν τῇ γνώσει τῶν χαρακτήρων, καὶ ἄρχεται συλλαβῶν, καὶ πάλιν ἐκείνων τέλος ἀπολαβόντων ἄ?λ?λ?η? ἀρχὴ γίνεται. κύκλου οὐκ ἔστιν λαβεῖν οὔτε ἀρχὴν οὔτε τέλος. ἐὰν οὖν ἀπὸ σημείου ἐπι[στ]ήσῃ ἀρχὴν τοῦ κύκλου, καὶ συντελέσει[ς] τὸν ὅλον κύκλον. εἰς τὴν ἀρχὴν πάλιν ἔρχεται, ὡς ἔχει ἐπὶ τοῦ ἡλίου. ἐν τοῖς τοιούτοις τέλεσιν ἀεὶ κατὰ τῶν αὐ τῶν φέρεται. Ἰουδαῖοι οὖν ἴσως τὸ ἀναβῆναι εἰς τὸ ὄρος τὸ εἰς τὸν ναὸν ἀναβῆναι λέγουσιν καὶ στῆναι ἐν αὐτῷ.
PG 39:1249τὰ ἑξῆς δὲ ἐπισυναπτόμενα εἴργει ταύτης τῆς διανοίας. 34 τίς ἀνα βήσεται εἰς τὸ ὄρος τοῦ κυρίου καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; ἀθῷος χερσὶν καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ καὶ οὐκ ὤμοσεν ἐπὶ ματαίῳ τῷ πλησίον. ἐν τῇ δεκαλόγῳ κεῖται· οὐ λήμψῃ τὸ ὄνομα κυρίου τοῦ θεοῦ ἐπὶ ματαίῳ· [οὐ] μὴ γὰρ καθαρίσῃ κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ. τοῦτο καὶ εἰσωτερικῶς καὶ τελείως καὶ εἰσαγωγικῶς καὶ καταλλήλως τοῖς ἀρχομένοις ἐκλαβεῖν δεῖ. κυρίως ὁ νέος ὁ ἕτοιμος ὢν πρὸς τὸ δέξασθαι τοὺς τοῦ θεοῦ νόμους οὐκ ὀμνύει ὅλως· διὸ οὐ λαμβάνει ἐπὶ μα ταίῳ τὸ ὄνομα κυρίου. ἐπ’ οὐδενὶ ματαίῳ παραλαμβάνει αὐτὸ ἀρκούμενος τῷ ναὶ ναὶ καὶ τῷ οὒ οὔ. δυνα τὸν δὲ πρὸς τοὺς εἰσαγομένους τοῦτο εἰπεῖν· οὐ δεῖ ψευδῶς ὀμνύναι· ὁ γὰρ ψευδῶς ὀνομάζων τὸ ὄνομα κυρίου, ὅσον εἰς αὐτὸν ἧκεν, ἐπὶ ματαίῳ αὐτὸ ἔλαβεν· δυνάμενος γὰρ ἀποδεῖξαι καὶ πίστιν τῷ ἀμφισβητουμένῳ δοῦναι χωρὶς ὅρκου ῥᾳδίως ἐπὶ τὸν ὅρκον καταφέρεται. ταύτην τὴν δι ὰ ὅρκου πίστιν ἀναπόδεικτον λέγουσιν.
PG 39:1253καὶ οἱ ἔξω νόμοι, ὅτε μὴ οἷόν τε ἦν ἀποδεῖξαι, μὴ διὰ γραμμάτων, μὴ διὰ μαρτύρωντότε καὶ οὐχ ἑαυτὸν ἐπιρίπτει εἰς τὸ ὀμόσαι, ἀλλ’ οἱ δικάζοντες πᾶσαν ἀπόδειξιν θελήσαντες εὑρεῖν καὶ μὴ εὑρόντες εἰς τελευταίαν ταύτην καταφεύγουσιν. ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ. καὶ εὐθέως συνῆψεν· οὐδὲ ὤμοσεν ἐπὶ δόλῳ· πᾶς γὰρ ἐφίορκος ἐπὶ δόλῳ ὀμνύει· μὴ γὰρ νομίζει μὴ ἐφιορκεῖν. σπανίως γίνεται κατὰ ἄγνοιαν. πολλάκις τις ἐπιλαθόμενος ὄμνυσιν, καὶ πάλιν ἔχει ἔνκλημα, ὡς ἐπὶ τῶν ἀκουσίων ἁμαρτημάτων. λέγω· τινὲς οὐκ αἰτιῶνται τοὺς μεθύοντας λέγοντ[α]ς ἃ μὴ δεῖ, καὶ πράττοντας ἃ οὐ χρῆ, λέγοντες ὅτι [ἀ]κουσία ἐστὶν ἡ μέθη παρ’ ἧς ταῦτα ἃ αἰτιῶνται, τὰ με τὰ μέθην γινόμενα· ἀλλ’ αὐτὴ ἡ μέθη ἑκούσιός ἐστιν· ἔδει γὰρ μὴ μεθυσθῆναι. 5 οὗτος λήμ ψεται εὐλογίαν παρὰ κυρίου. διαγράψας τίς ἐστιν ὁ ἀναβαίνων εἰς τὸ ὄρος καὶ ἱστάμενος ἐν τόπῳ ἁγίῳ, καὶ τὸ ἑπόμενον τῷ τοιούτῳ λέγει· κατὰ τὸν ἀναβάντα ἐστὶν ἐν τῷ ὄρει τοῦ θεοῦ καὶ στάντα ἐν τόπῳ ἁγίῳ.
PG 39:1256καὶ μετὰ τὴν ἀνάβασιν τοῦ ὄρους, ἵνα ᾖ[ν] ἡ ἀκρώρεια τοῦ ὄρους ὁ τόπος ὁ ἅγιος, λέγει ὅτι λήμψεται οὗτος εὐλογίαν παρὰ κυρίου, εὐλογίαν πνευματικὴν τὴν ἐν τοῖς ἐπουρανίοις· λέγεται γάρ· καὶ γὰρ εὐλογ[ίας] δώσει ὁ νομοθετῶν. δίδωσιν δὲ ὁ νομοθετῶν οὐ τοῖς παραβαίνουσιν τὸν νόμον, ἀλλὰ τοῖς εἰς ἔργον αὐτὸν μεταβάλλουσιν. καὶ πάλιν· ἰδοὺ οὕτως, φησίν, εὐλογηθήσεται ὁ ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον. αἰτία τῆς εὐλογίας ἡ εὐλάβειά ἐστιν, ὁ φόβος ὁ πρὸς τὸν κύριον· διὸ λέγεται· εὐλογήσαι σε κύριος ἐκ Σιών. εἰ ἐκ τῆς Σιὼν εὐλογεῖ ὁ θεὸς τὸν τοιοῦτον, διὰ ἀρετὴν προλαβοῦσαν καὶ φρό νησιν ὀρθὴν αὐτῷ ὀρέγει τὴν εὐλογίαν. ἴδε, τὸν σπουδαῖον, τὸν ἀθῷον ταῖς χερσὶν καὶ καθαρὸν τῇ καρδίᾳ, μὴ λαβόντα ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ, οὐδὲ ὤμοσεν τῷ πλησίον αὐτοῦ ἐπὶ δόλῳ, λέγει λήμψεσθαι εὐλογίαν παρὰ κυρίου· οὐ παρὰ τοῦ τυχόντος αὐτὴν λαμβάνει· εἰσὶν γὰρ καὶ ἄνθρωποι ἀλλήλους εὐλογοῦντες καὶ ἑαυτοὺς εὐλογοῦντες, τουτέστιν ἐπαινετὰ περὶ αὐτῶν λέγοντες. οὗτος οὖν παρὰ κυρίου λήμψεται. παραπλήσιον ἐν ταῖς παροιμίαις φέ ρεται· εὐλογία κυρίου ἐπὶ κεφαλὴν δικαίου.
PG 39:1259οὐχ ἑαυτῷ τὴν εὐλογίαν ὁ δίκαιος ἐπισπᾶται, οὐκ ἄνθρωποι αὐτὴν αὐτῷ νέμουσιν, ἀλλὰ κυρίου ἐστὶν ἡ εὐλογία ἐπὶ τὸν νοῦν αὐτοῦ καλούμενον ἀλληγορι κῶς κεφαλήν. [ 5 καὶ ἐλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ.] κἂν γὰρ ἔχῃ τις ἔργα τὰ φέροντα τὴν εὐλογίαν, ἐπεὶ μείζω ἐστὶν τῶν πραχθέντων ἡ εὐλογία, ὑπὲρ ἃ φρονοῦμεν δὲ καὶ ποιοῦμεν ὁ θεὸς χαρίζεται, διὰ τοῦτο καὶ ἐλε ημοσύνης τῆς παρ’ αὐτοῦ χρῄζει. [καὶ ἐλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ] 6 αὕτη ἡ γενεὰ ζητούν των αὐτόν. ἐπεὶ ἑνικῶς τὸ πύσμα γίνεται· τίς ἀναβήσεται καὶ τίς στήσεται; καὶ ἡ ἀπόκρισις ὡς περὶ ἑνός· ἀθῷος χερσὶν καὶ καθαρὸς τῇ καρδίᾳ, οὐχ εἷς δέ ἐστιν μόνος ὁ πεφυκὼς τὴν ἀρετὴν κατορθοῖν, εὐθέως ἐπιφέρει· αὕτη ἡ γενεὰ ζητούντων αὐτόν, γενεὰν λέγων πάντας τοὺς τῶν αὐτῶν κατορθωμάτων καὶ ἀρετῶν ἐνγεγενημένους. καὶ λύεται ἡμῖν εὐαν γελικὸν ῥητὸν ἐκ τῆς θεωρίας ταύτης· ὁ σωτὴρ λέγει· πᾶν αἷμα δίκαιον ἐκκεχυμένον ἐπὶ τῆς γῆς ἐκδικηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης. καὶ λέγει ὅτι ἀπὸ Ἅβελ τοῦ δικαίου. ἐὰν τοὺς Ἰου δαίους δεικνὺς λέγῃ ἀπὸ τῆς γενεᾶς ταύτης, οὐ δικαία ἡ ἐκδίκησις.
PG 39:1263ὁ Κάιν ἀπέκτεινεν τὸν Ἅβελ καὶ ἄλλ[οι] ἄλλους πρὸ τῆς κλήσεως καὶ τῆς δόσεως τῆς [χρονικῆς]· ἀλλὰ λέγει ἀπὸ τῆς γενεᾶς τῆς [τοιαύτης], ἀπὸ τῶν γεννωμένων διὰ τοιούτων ἔργων ἐκ τοῦ διαβόλου κατὰ τό· ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. αἱ δὲ ἐπιθυμίαι ποιοῦσιν τέκνον διαβόλου. πάλιν οἱ τὰς αὐτὰς ἐπιθυμίας ἔχοντες μία γενεά. ἐστὶν οὕτω καὶ τό· γενεὰ εὐθείων εὐλογηθήσεται. 6 ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ἰακώβ. πᾶς ὁ εὐχόμενος γνησίως ἐπιφάνειαν θεοῦ εὔχεται λαβεῖν, καὶ τοῦτό ἐστιν τὸ ζητεῖν τὸ πρόσωπον τοῦ θεοῦ. εὐχὴν γοῦν ἀναπέμπουσιν οἱ ἅγιοι λέγοντες· ἐπίφανον τὸ πρό σωπόν σου καὶ σωθησόμεθα. δυ[να]τὸν δὲ καὶ τοῦτο ὅτι· ἐλάβομεν τὴν ἐπιγραφὴν τοῦ ψαλμοῦ εἰς τὴν μίαν τῶν σαββάτων, ἐλέγομεν δὲ τὴν ἀνάστασιν τοῦ σωτῆρος τὴν κυρια κὴν καλουμένην ὁτὲ μὲν ὀγδοάδα ὁτὲ δὲ μίαν σαββάτου κατὰ διαφόρους ἐπινοίας. ζητοῦσιν τὸ πρόσωπον τοῦ μέλλοντος ἐπιδημῆσαι ἀκούσαντες ὅτι κλίνας οὐρανὸν καταβήσεται, ὅτι σωτὴρ παραγίνεται· οἱ κήρυκες γὰρ τῆς ἀληθείας οἱ προτ[ρ]έχοντες τοῦ ἐπιδημοῦντος ἀκούουσιν· εἴπατε τῇ θυγατρὶ Σιών·
PG 39:1266ἰδοὺ παραγίνεταί σοι σωτήρ, καί· εἰπὸν ταῖς πόλεσιν Ἰούδα· ἰδοὺ ὁ θεὸς ἡμῶν μετὰ ἰσχύος ἔρχεται, τοῦ πτερνίζοντος τὴν κακίαν, ἵνα μάθωμεν ὑπ’ αὐτοῦ πατεῖν τοὺς ἀντιπάλους, τοὺς ἐνεργοῦντας τὴν κακίαν, τὸν ἐνεργοῦντα ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας. τέλος ἀπολαβούσης τῆς οἰκονομίαςἔτι γὰρ λαλοῦντός [σου] ἐρεῖ· πάρειμι εὐθέως ἡ ἄνοδος τοῦ σωτῆρος ἡ μετὰ τὴν ἐπιδημίαν σημαίνεται· διαψάλας γὰρ ὁ λόγος λέγει· ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν. οἱ ὑμῶν ἄρχοντες, ἄρατε τὰς πύλας. ἢ οὕτως· τὰς ὑμῶν πύλας, οἱ ἄρχοντες, ἄρατε, ὧν ἐπιστατεῖτε, [ἃς] φυλάττετε. καὶ ἐπάρθητε, πύλαι αἰώνιοι. τὸ μέγεθος τοῦ μέλλοντος ἀνιέναι καὶ εἰσιέναι διὰ τῶν πυλῶν παριστὰς ὁ λόγος λέγει· καὶ ἐπάρθητε. ὧδε μένουσαι οὐ χωρεῖτε αὐτοῦ τὴν ἔπαρσιν. δύναται καὶ τὸ ἆραι καὶ ἐπᾶ ραι σημαίνειν καὶ τὸ ἐκ μέσου αὐτὰς ποιῆσαι· οὐ γὰρ εἰσόδου χρῄζει ὁ τηλικοῦτός που βασι λεὺς ὤν. καὶ πάλιν· καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. οἱ προτρέχοντες ἄγγελοι τὸν σωτῆρα ἀναλαμβανόμενον ταῦτα λέγουσιν πρὸς τὰς ἄνω δυνάμεις, πρὸς τὰς διαιρούσας τὰς πύλας τὰς οὐρανίους. εἶτα πυνθάνονται ἐκεῖνοι·
PG 39:1269τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης, ὃν προαγγέλλε[τ]ε ἐπελεύσεσθαι, ᾧ δεῖ ἆραι τὰς πύλας καὶ ἐπᾶραι τὰς αἰωνίουςοὐ τὰς προσκαίρους, τὰς ἀθανασίας; ἐγγὺς τούτῳ ὅμοιόν ἐστιν τὸ ἐν Ἰσαίᾳ οὕτω φερόμενον· τίς οὗτος ὁ παραγινόμε νος ἐξ Ἐδέμ, ἐρύθρημα ἱματίων ἐκ Βυσόν; διὰ τί ἐρυθρὰ τὰ ἱμάτιά σου; πάλιν δὲ πυνθάνονται. εἰ καὶ τὸ σῶμα τοῦτο ἐκ νεκρῶν ἐγειρόμενον καὶ μάλιστα πρότερον τὸ τοῦ σωτῆρος οὐκ ἔχει τὰ ἰδιώματα τῆς σαρκὸς εἰς πνευματικὸν μεταβεβληκός, ἀλλὰ χάριτι τοῦ ἀνιόντος ἐφυλάχθη ἴχνη πρὸς ἐπίγνωσιν τοῦ πόθεν ἐστὶν τὸ ἀναβαῖνον. καὶ διὰ τοῦτο· ἐρύθρημα ἱματίων ἐκ Βυσόν.
PG 39:1273καὶ ὥσπερ ἀναστὰς ἐκ νεκρῶν ἐπιφανεὶς τοῖς μαθηταῖς θέλων βεβαιῶσαι αὐτοὺς ὅτι αὐτὸ ὃ εἶχεν σῶμα ἀνέστη, ἔδειξεν τοὺς τύ πους τῶν ἥλων, ἔδειξεν τὰς οὐλάς, οὐχ ὅτι οὐλὰς ἐκεῖνο ἔχει τὸ σῶμασκληροῦ γὰρ καὶ ἀντιτύ που ἐστὶν τὸ οὐλὰς φέρειν, ἀλλ’ ἵνα πληροφορήσῃ ὅτι αὐτός ἐστιν ὁ ἀναστάς, εἶτα, ἵνα μὴ ἐκ τοῦ σημείου τοῦ περὶ πληροφορίας τῆς ἀναστάσεως κακῶς φρονήσουσιν περὶ ἀναστάσεως, ὡς πάλιν μετὰ ἀνάστασιν τὰ ἰδιώματα τοῦ φθαρτοῦ φέρειν τὸ ἐγειρόμενον σῶμα, θυρῶν κεκλεισμένων εἰσῆλθεν, οὕτω καὶ ὧδε ἀναλαμβανόμενος παραυ τὰ τῆς ἀναλήμψεως ἔδειξεν τὰ ἰδιώματα τῆς σαρκός, οὐχ ἵνα ἀπομείνωσιν· οὐδὲ ἐκεῖνα ἃ ἔδειξεν, οἷον βεβρωκὼς καὶ τύπους ἥλων καὶ τῶν ἄλλων, ἔμεινεν αὐτὰ ἔχων. οὐχ ἵνα ἐσθίωμεν, ἔφαγεν μετὰ ἀνάστασιν, ἀλλ’ ἵνα ἴδωσιν ὅτι αὐτὸ[ς] ὃν εἴρηκεν, αὐτὸς ἦν ὁ ἀνα στάς. τοῦτο γοῦν ὁ Λουκᾶς λέγει· οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν ἀντὶ πολλῶν τεκμηρίων ὀπτανόμενος καὶ συναλιζόμενος. θεώρει ὅτι καὶ διὰ τοῦ συναλίζεσθαι ζῶντα ἑαυτὸν μετὰ τὸ παθεῖν παρέστησεν.
PG 39:127678 ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; πυνθάνονται· περὶ τίνος λέγεται τοῦτο ὅτι εἰσελεύσεται, ἵνα τὰς θύρας ἀνοίξωμεν αὐτῷ καὶ ἐπάρωμεν; λέγει· [ 8 κύριος κραταιὸς καὶ δυνατός, κύριος δυνατὸς ἐν πολέμῳ.] ἐξ ἔργων τὴν ἀπόκρισιν ποιεῖται. ὡς ἐν τῇ ἀρχῇ τῆς ἀναβάσεως ἐπὶ τὸ ὄρος τοῦ κυρίου· καὶ τίς στήσεται, καὶ οὐ κ ἐπηνέχθη ὅσδε, ὅτι ὁ Ἀβραάμ, ὁ Ἰωάννης, ἀλλ’· εἴ τις ἀθῷός ἐστιν χερσὶν καὶ καθαρὸς τῇ καρδίᾳ, οὕτω καὶ ὧδε οὐκ εἶπεν ὅτι ὅσδε, ἀλλ’ ἔργῳ ἔδειξεν τὸ πρᾶγμα· κύριος κραταιὸς καὶ δυνατός, κύριος δυνατὸς ἐν πολέμῳ. [ὡς κατήρχετο, ταῦτα προανεφωνεῖτο. ὅτε δὲ ἀνέστη καὶ ἀνελήμφθη, οὐκέτι λέγεται ὅτι ἐξελεύσεται] ὁ τροπωσάμενος τὴν ἐπὶ γῆς βασιλείαν, ὁ καταλύσας τὸ κράτος τοῦ θανάτου, διάβολον, οὗτος δὲ καὶ δυνατὸς καὶ ἰσχυρός, κύριος δυνατὸς ἐν πολέμῳ. [ ] παραβάλλων τὴν προ φητείαν ἐκείνην τὴν οὕτως ἔχουσαν· κύριος τῶν δυνάμεων ἐξελεύσεται καὶ συντρίψει πόλεμον. [ὡς κατήρχετο, ταῦτα προανεφωνεῖτο.
PG 39:1279ὅτε δὲ ἀνέστη καὶ ἀνελήμφθη, οὐκέτι λέγεται ὅτι ἐξελεύσεται] αλλον κύριος δυνατὸς ἐν πολέμῳ γενόμενος καθεῖλεν τοὺς τυράννοις. [κύριος δυνατὸς ἐν πολέμῳ] 9 ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν. ἐπεὶ εἴρηκαν τίς ἐστιν ᾧ εἴρηκαν ἆραι τὰς πύλας καὶ ἀνοῖξαι, λέγουσιν· ἐπεὶ κύριος κραταιὸς καὶ δυνατός ἐστιν καὶ δυνατὸς καὶ ἐν πολέμῳ, μὴ μέλλετε, μὴ βραδύνετε. καὶ ὅρα· τοῖς μὲν ἐπιστατουμένοις λέγει ὅτι· ἄρατε πύλας. ἐπειδὴ δὲ καὶ αἱ πύλαι λογικαί εἰσιν, καὶ πρὸς αὐτὰς ἀποτείνεται φάσκων· καὶ ἐπάρθητε, πύλαι αἰώνιοι. 9 καὶ ἐπάρ θητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. λοιπὸν λέγει· ὁ τῶν δυνάμεων κύριος, οὗτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. πολλάκις τὰ στρατεύματα τῷ τῆς δυνάμεως ὀνό ματι σημαίνεται. τῶν δυνάμεων τούτων κύριός ἐστιν, τῶν στρατευμάτων τῶν οὐρα νίων· καὶ γὰρ δυνάμεις το[ι]αῦται ἐπεφάνησαν τοῖς ποιμέσιν ὑμνοῦσαι τὸν θεὸν ὅτε ἐτέχθη ὁ Χριστός. καὶ ὅλως πάν[τ]ων τούτων τῶν δυνάμεων κύριός ἐστιν, τῶν χιλιάδων καὶ μυριάδων τῶν ὑμνούντων καὶ λειτουργούντων. δυνατὸν δὲ οὕτω λαβεῖν τὰς δυνά μεις· ἑκάστη λογικὴ οὐσία ἁγιότητος ἀντιποιουμένη δύναμίς ἐστιν.
PG 39:1283ὥσπερ λέγομεν γυναῖκα μουσικὴν καὶ γυναῖκα γραμματικήν, ὅταν ἔχῃ ταῦτα, ὣς ἡ μετέχουσα τοῦ Χριστοῦ, τῆς δυνάμεως τοῦ θεοῦ, ἑκάστη δύναμίς ἐστιν. τούτων οὖν τῶν δυνάμεων κύριός ἐστιν. διττῶς δὲ ἐκλημπτέον τὴν δύναμιν· ἤτοι ἑκάστη λογικὴ οὐσία μετέχουσα τῆς δυνάμεως αὐτοῦ τοῦ σωτῆρος δύναμις καλεῖται, ἢ τὸ στράτευμα τῶν λογικῶν οὐσιῶν, τῶν οὕτω στρατευομένων. 10 τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; κύριος τῶν δυνάμεων, αὐτός ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης. μὴ ζητεῖτε τίς ἐστιν περὶ οὗ λέγομεν· ὁ γὰρ τῶν δυνάμεων κύριος, αὐτός ἐστιν. καὶ ὑμεῖς δὲ δυνάμεις ἐστέ, καὶ ἕκας τος ὑμῶν δύναμις κατὰ τὸν δεύτερον λόγον. κύριος οὖν· διὸ μετὰ αὐθεντίας εἶπεν ὅτι αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. περὶ ταύτης τῆς δυνάμεως καὶ τῆς ἐπιφανείας καὶ Παῦλος γράφει· τὸ μυστήριον τῆς εὐσεβείας μέγα ἐστίν, καὶ ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι, καὶ ἐπὶ τέλει· ἀνελήμφθη ἐν δόξῃ. ὁ ἀναλημφθεὶς ἐν δόξῃ κύριος τῆς δόξης ἐστίν, βασιλεὺς τῆς δόξης ἐστίν. οὐκ ἄκαιρον ῥητὸν κακῶς ἑρμηνευόμενον ὑπό τινων νῦν παραλαβεῖν. κύριον τῆς δόξης σταυρωθέντα τὸν θεὸν λόγον βούλονται εἶναι·
PG 39:1286οἱ γὰρ ἀρνούμενοι τὴν ἐνανθρώπησιν τὴν τελείαν λέγουσιν ὅτι ὁ σταυρωθεὶς τῆς δόξης κύριος αὐτὸς ὁ θεὸς λόγος ἐστίν. καί ἐστίν γε καὶ ὁ συλλογισμός, ὃν λέγουσιν οἱ οὕτω ἐσφαλμένοι, καὶ ἡ διάνοια Ἀπολ[ιναρ]ίου τοῦ αἱρε θικοῦ τοῦ λέγοντος τὸν λόγον κατὰ μεταβολὴν οὐσίας σάρκα γεγενῆσθαι, καὶ τοιούτους συλλογισμούς, οὓς καὶ [Ἀπολινάριος] ἐν τοῖς συνγράμμασιν τέθεικεν· ὁ Χριστὸς ἐσταυρώθη. ὁ σταυρωθεὶς βασιλεὺς τῆς δόξης ἐστίν. ὁ ἄρα [Χριστὸς] βασιλεὺς τῆς δόξης ἐστίν. οὕτω δὲ ἀκούουσιν τὸν συνλογισμόν· ὁ [Χριστὸς] βασιλεύς ἐστιν τῆς δόξης. ἐσταύ ρωται δὲ ὁ Χριστός. ὁ ἄρα βασιλεὺς τῆς δόξης ἐσταύρωται. καὶ τερατολογοῦσιν οὗτοι. ὁ σταυρὸς φανερός ἐστιν· σώματος γάρ ἐστιν καθήλωσις· ὤρυξαν χεῖράς μου καὶ πόδας μου. ὁ τὸν θεὸν λόγον ἀσώματον ὄντα λέγων ἐσταυρῶσθαι ἀλληγορεῖ τὸν σταυρόν. ἀλλη γορουμένου δὲ τοῦ [σταυροῦ] ἀλληγορηθήσεται καὶ ἡ ἀνάστασις. καὶ τῆς ἀναστάσεως ἀλληγορουμένης πάντα τὰ γενόμενα ὥσπερ ὄνειροί εἰσιν. καὶ οὗτοι δὲ αὐτὰ λέγουσιν· κἂν γὰρ ὀνομάζουσιν πρὸς ἀπάτην τινῶν ὅτι· σῶμα καὶ σῶμα; καὶ εἴπῃς ναί, αὐτὸ μὲ τὸ σῶμα οὐχ ἕτερόν ἐστιν παρὰ τὸν θεὸν λόγον.
PG 39:1289δύο οὖν εἰσιν. οὐκοῦν δύο λέγομεν; τί γὰρ ἄτοπον ναὸν καὶ τὸν ἐν τῷ ναῷ δύο εἰπεῖν; ναὸς γὰρ τοῦ σωτῆρος εἴρηται τὸ σῶμα. καὶ οὐ λέγεται· ὃς ἐφα νερώθη σάρξ, ἀλλ’ ἐν σαρκί. καὶ ἔτι· θανατωθεὶς δὲ σαρκί. οὐκ εἴρηκεν· θανατωθεὶς δὲ σάρξ. πᾶν πνεῦμα ὃ ὁμολογεῖ ἐν σαρκὶ ἐληλυθότα. ὅθεν, κἂν μὴ θέλωσιν, δύο εἰσὶν ἡ σὰρξ καὶ ὁ ἐν αὐτῇ ὀφθείς. σάρκα δὲ λέγομεν οὐκ ἄψυχον· ἀποτε[χ]θεῖσα γὰρ ἡ σὰρξ αὕτη ἄψυχος γέγονεν ὡς ἱμὰς δηλονότι. [ἐπ’ ἐλπίδι] κατασκηνοῖ ἡ σάρξ, ὅτι τὴν ψυχήν μου οὐκ ἐνκαταλείψεις ἐν τῷ ᾅδει. ὡς εἰ ἔμενεν ἐν τῷ ᾅδει, οὐχ εἶχεν ἐλπίδα ἀναστά - σεως ἡ σάρξ. ἐπερ( )· [ ]; π[ρ]ότερον [ἐπύθοντο]· τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; καὶ [ἤκουσαν] ἀποκρίσεως, εἶτα, ἐπεὶ ὁ βασιλεὺς τῆς δόξης οὔκ ἐστιν ὁ τυχών, ὑπὲρ ἐντελεστέρας ἀκρι βείας καὶ δεύτερον πυνθάνονται, καὶ λοιπὸν καὶ ἄλλην ἀπόκρισιν ἔσχον, οὐκέτι κύριος κραταιὸς καὶ δυνατός, κύριος δυνατὸς ἐν πολέμῳ· ἴσως γὰρ δυνατὸν ἦν ὑποληφθῆναι ὅτι εἷς τῶν δυνάμεων ὑπὸ θεὸ[ν] ἠρίστευσεν· καὶ λέγει· κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ βασιλεύς. οὕτω λέγω αὐτὸν δυνατὸν ὡς δυνάμεων κύριον, οὐχ ὡς δύναμιν.
PG 39:12931 Ψαλμὸς τῷ Δαυίδ. εἰς τὸν Δαυὶδ ὁ ψαλμὸς λέγεται· ἄλλο γάρ ἐστιν τοῦ Δαυὶδ εἶναι καὶ ἄλλο τῷ Δαυίδ. τοῦ Δαυὶδ λέγεται, ὅτ[α]ν ᾖ[ν] αὐτὸς αὐτὸν πεποιηκὼς ἢ ψάλλων. αὐτῷ δὲ λέγεται, ὅταν εἰς αὐτὸν φέρηται. ἐὰν οὖν λέγω ὅτι ὁ ἐπινίκιος οὗτος ὕμνος τῷ ἀθλητῇ, τῷ πύκτῃ. ὑπογραμμὸν οὖν ἔθηκεν τὸν Δαυίδ. οὐ μέχρι δὲ τοῦ προςώπου αὐτοῦ μόνου ἵστα ται τὰ λεγόμενα, ἀλλὰ καὶ εἰ ἄλλος εὑρεθείη κατ’ αὐτόν. τίς δέ ἐστιν ὁ Δαυὶδ οὗτος; ὃς ποιήσει, λέγει, πάν τα τὰ θελήματά μου. περὶ παντὸς τοῦ ποιοῦντος τὰ θελήματα τοῦ θεοῦ λεγέσθω ὁ ψαλμός. 1 πρὸς σέ, κύριε, ἦρα τὴν ψυχήν μου. οὐ παντός ἐστιν εἰπεῖν· πρὸς σὲ ἦρα τὴν ψυχήν μου, ὁ θεός. μόνος δὲ αἴρει τὴν ψυχὴν αὐτοῦ πρὸς τὸν θεὸν ὁ δυνάμενος εἰπεῖν· ἡ ψυχή μου αὐτῷ ζῇ. ἐν ὕψει ἐστὶν ὁ θεός· οὐ κατὰ τόπον λέγωπολλάκις δὲ ταῦτα ἡμῖν σεσαφήνισται, ἀλλὰ ἐν ὕψει ὑπεροχῆς οὐδενός ἐστιν. ὅταν τις οὖν ἀποσπάσῃ τῶν κάτω τὴν ψυχὴν ἑαυτοῦ, [τοῦ] διαβόλου καὶ τῶν αἰτίων τῆς κακίας καὶ αὐτῆς τῆς κακίας, αἴρει αὐτὴν πρὸς τὸν θεόν, ἵνα αὐτῷ μόνῳ ζήσῃ, ἵν’ οἰκειώσῃ αὐτῷ αὐτήν, ἵνα κολληθεὶς ἓν πνεῦμα πρὸς αὐτὸν γένηται.
PG 39:1296μεγάλου ἐστὶν τὸ τὴν φωνὴν ταύτην εἰπεῖν, ἀκατάγνωςτον ἔχοντος ψυχήν ἐστιν ἡ φωνή. ἐὰν μὴ καταγιγνώσκῃ, φησίν, ἡ καρδία ἡμῶν, παρρησίαν ἔχομεν πρὸς τὸν θεόν. ὅτε καταγιγνώσκεται ἡ καρδία ἀπὸ τῆς συνειδήσεως ἐλεγχομένη, οὐ δύναται τοιαῦτα λέγειν περὶ ἑαυτῆς. σπάνιος δέ ἐστιν ὁ τοιοῦτος, καὶ διὰ τὸ δυσεύρετον τάχα τισὶν νομίζεται μηδὲ ὑπάρχειν. ἔ[τ]ι τὸ σπάνιον δείκνυσιν ὁ παρ[οιμ]ιαστὴς λέγων· τίς καυ χήσεται ἁγνὴν ἔχων τὴν καρδίαν καὶ παρ[ρησιά]σεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας; ἁγνὸν λέγων τῇ καρδίᾳ τὸν ὀρθῶς περὶ τῆς εὐσεβείας διακείμενον καὶ φρονοῦντα. ὁ κατὰ τὴν ἀλήθειαν πεποιωμένος, ἐκεῖνος ἁγνὴν ἔχει τὴν καρδίαν. ὁ δὲ καὶ πρακτικῆς ἁμαρτίας ἐκτὸς ὢν παρρησιάζεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας. ὅτι δὲ ἡ ἀλήθεια καὶ τὰ φρονούμενα ἀληθῶς ἁγνίζει τὴν ψυχὴν καὶ τὴν καρδίαν, Πέτρος ὁ ἀπόστολος γράφει· τὰς ψυχὰς ὑμῶν ἡγ[ν]ικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας. καὶ Ἰάκωβος δὲ γράφει· καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρ δίαν, δίψυχοι. καθαρίζουσιν τὰς χεῖρας οἱ τὰς πράξεις ἑαυτῶν ἐναρέτους ποιοῦντες, καὶ ἁγνίζουσιν τὴν ψυχὴν ἑαυτῶν οἱ πᾶσαν διψυχίαν ἀποβάλλοντες·
PG 39:1299καὶ ἁγνίσατε γάρ, φησίν, καρδίας, δίψυχοι. ὡς ἐπὶ τὸ πλεῖστον δὲ οἱ φαύλως φρονοῦντες διψυχοῦσιν. ἐνίοτε προλαμβάνονται δόξῃ καὶ κατέχονται ὑπ’ αὐτῆς, ἐπιστάνοντες δὲ τοῖς πράγμασιν ἄλλως αὐτὰ ἔχοντα εὑρίσκουσιν, καί πώς ποτε ἐνμένουσιν τῇ κρα τησάς[ῃ] κακοδοξίᾳ. παρίσταται οὖν καθαρὸς ἀπὸ ἁμαρτίας ὁ πρακτικὸν κατορθώσας βίον. ἁγνὴν ἔχει καρδίαν ὁ τὰ τῆς ἀληθείας φρονῶν, ὁ τὰ μυστήρια τῆς βασιλείας ἐν ψυχῇ λαβὼν καὶ κατ’ αὐτὰ μυηθείς. οὗτος οὖν αἴρει τὴν ψυχὴν πρὸς τὸν [κύριον]. οὐχ ὁ τυχών ἐστιν ὁ αἴρων. τάχα εἰπεῖν εὔκολον παντί, πρᾶξαι δὲ ἢ δύσκολον ἢ ἐγγὺς λοιπὸν τοῦ ἀδυνάτου ἔφθασεν τὸ πρᾶγμα [ου] διὰ τὴν ἑαυτοῦ φύσιν. καὶ τοῦτο δέ, ἐπεὶ κατὰ τὸν ἀπόστολον οὐδεὶς λέγει κύριον Ἰησοῦν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ. καὶ αὐτοὶ οὗτοι οἱ ἄνδρες ὅτε κύριον τὸν θεὸν λέγουσιν, οὐ μόνῃ φωνῇ λέγουσιν, ἀλλὰ πράξει καὶ διαθέσει. ὅταν οὕτως ὡς πρὸς δεσπότην διατεθέντες πράττωσιν ἃ αὐτὸς βούλεται καὶ προστάττει, πραγματικῶς εἰσιν δοῦλοι, καὶ ἐπεὶ ἀντιστρέφει τὰ πρός τι τοῦ πραγματικῶς δούλου, δεσπότης πραγματικῶς ἐστιν. 12 ὁ θεός μου, ἐπὶ σοὶ πέποιθα· μὴ κατ αισχυνθείην.
PG 39:1303[ηδε] ὁ ἔχων ἐπιστήμην ἠκριβωμένην πεποιθὼς αὐτῇ πρὸς πάντας δια λέγεται καὶ οὐ καταισχύνεται. ὁ πεποιθὼς ἐπὶ ἀρετῇ οὐχ ἁλίσκεται κακίᾳ· διὸ οὐ καταισχύνεται. ἁμαρτανόντων γάρ ἐστιν τὸ αἰσχύνην ὑφίστασθαι· ἀναστήσονται γοῦν τινες εἰς ὀνειδισμὸν καὶ αἰς χύνην αἰώνιον. εὔχεται οὖν τοῖς ἀναισθήτοις ὁ λόγος αἰσχύνην ὑπαρχθῆναι· πλήρωσον, φησίν, τὰ πρόσωπα αὐτῶν ἀτιμίαςπερὶ φαύλων λέγει, καὶ αἰσχυνθήτωσαν καὶ ἀπολέσθωσαν καὶ γνώτω σαν ὅτι ὄνομά σοι κύριος. ὅταν αἰσθηθῶσιν, οἷ κακῶν εἰσιν, ἀπόλλυνται κατὰ τὴν κατάστασιν ἐκείνην ᾗ ποιοί εἰσιν. ὁ ἐπὶ ἀδικήμασιν πεποιθὼς ἄδικος ἐὰν γνῷ ὅτι ἀδικεῖ, αἰσχύνεται καὶ ἀπόλ λυται ᾗ ἄδικός ἐστιν, οὐχ ᾗ λογικὴ οὐσία. διὰ τοῦτο οἱ ἀπόστολοι λέγουσιν· ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης. οὐ μόνον τὰ φανερὰ ὀνείδη καὶ αἰσχύνην ποιοῦντα ἀπειπάμεθα, ἀλλὰ καὶ τὰ κρυπτά. δύναται δὲ καὶ οὕτως· τισὶν κρυπτά ἐστιν τὰ τῆς μέθης. ὅταν ἐναβρύνωνται ἐν οἴνοις, οἷοι ἦ σαν περὶ ὧν γράφει Παῦλος, ὧν ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, ἐν οἷς δεῖ αἰσχύνεσθαι, αὐτοὶ δοξάζεσθαι θέλουσιν. ἔστιν γοῦν εὑρεῖν ἀνθρώπους δοξάζεσθαι θέλοντας ἐπ[ὶ] πολυοινίᾳ.
PG 39:1306ἐπερ( )· πῶς κρυπτά; διττῶς εἶπον τὰ κρυπτά· εἰσὶν ἐν λογισμοῖς ἁμαρτήματα. οὐ μόν[ον] οὖν ὁ σπουδαῖος [καὶ φαῦλος] τὰ πρακτι κὰ παραιτεῖται, ἀλλὰ καὶ τὰ κρυπτά, ὡς καὶ εὐχὴν ἀναπέμπειν· ἀπὸ τῶν κρυφίων μου καθάρισόν με. ἄλλως δὲ κρυπτὰ λέγεται τὰ ἀγνοούμενα. περὶ πάντων τῶν φανερῶν παραπτωμάτων θαρσήσας ὁ ἅγιος ὅτι ἄπεισιν αὐτοῦ, λέγει· παραπτώματα τίς συνήσει; σπάνιός ἐστιν ὁ συνιεὶς τὰ παραπτώματα. ἐπεὶ οὖν ἐνχωρεῖ κἀμὲ ἀγνοεῖν αὐτά, ἀπὸ τούτων με καθάρισον. φεῖσαι ἀπὸ ἀλλοτρίων τοῦ δούλου σου· ἀλλότρια γάρ μού εἰσιν, τῆς οὐσίας μου, καὶ αὐτὰ καὶ οἱ ἐνερ γοῦντες αὐτὰ κατ’ ἐμοῦ. καὶ λοιπὸν ἐπιφέρει· ἐὰν μή μου κατακυριεύσουσιν. ἐὰν μὴ τὰ κρυπτὰ κατακυριεύσουσιν, τότε ἄμωμος ἔσομαι. καὶ ἐπιφέρει· καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης. ἐλέγομεν ταῦτα ἐν λογισμοῖς εἶναι, καὶ οὕτω γε εἶναι ὡς ἀγνοεῖσθαι τῷ ἔχοντι. πῶς οὖν ὁ ἀπὸ τούτων καθαιρόμενος ἀπὸ ἁμαρτίας μεγάλης καθαίρεται; οἶδας ὅτι τὸ μέγα τῶν πρός τί ἐστιν. ὡς πρὸς τὸν θέλοντα εἶναι ὁλοκάθαρον καὶ τὰ βραχέα τῶν ἁμαρτημάτων δοκεῖ με γάλα εἶναι. καὶ ἔλαβόν ποτε παράδειγμα τοιοῦτο ὅτι·
PG 39:1309ἐὰν ἱμάτιον πολλάκις ἄλλοθεν ἔχῃ ῥύπον, κἂν θίγῃ τις αὐτοῦ, κἂν ἅψηται, οὐ δοκεῖ προσειληφέναι τι. ἐὰν δὲ εὐθέως ᾖ[ν] ἀπὸ γναφείου κομισθέν, καὶ ἡ ψηλάφησις τῶν δακτύλων δοκεῖ μῶμος εἶναι, δοκεῖ ποιεῖν αὐτῷ ἀκάθαρτόν τι. ὁ ὁλοκά θαρος οὖν ἀνὴρ καὶ τὸ βραχὺ ἐν λογισμῷ μεγάλην ἁμαρτίαν ἡγεῖται. δυνατὸν δὲ καὶ οὕτως εἰπεῖν διάνοιαν πάντας δυναμένην ὠφελεῖν· πρὸς τὴν πρακτικὴν ἁμαρτίαν βραχυτάτη ἐστὶν ἡ ἐν λογισμοῖς. εἴ τις εἶδεν γυναῖκα πρὸς ἐπιθυμίαν καὶ ἔστησεν μέχρι τῆς προπαθείας τὴν ὄρεξιν, οὐ πράξει τὴν πρακτικήν. ἐὰν οὖν αὐτὴ περιαιρεθῇ ἡ προπάθεια, καθαίρεταί τις ἀπὸ ἁμαρτίας μεγάλης, ἀπὸ πρακτικῆς ἁμαρτίας καθαρίζεται. εἰς τοσαύτην καθαρότητα ὁ ταῦτα λέγων ἐληλύθει ὡς λέγειν που· εἰ ἀδικίαν ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω κύριος. ὥσπερ ἐπιζήμιόν τι καὶ κόλασιν καθ’ ἑαυτοῦ φέρει, ἐὰν ἔχῃ ἐν καρδίᾳ ἀδικίαν. λέγει· διὰ τοῦτο εἰς ήκουσέν μου ὁ θεός, προσυπακουομένου· διὰ τοῦτο εἰςήκουσέν μου ὁ θεός, ὅτι οὐκ ἐθεώρουν μου ἐν καρδίᾳ ἀδικίαν. εἰ ἀδικίαν ἐθεώρουν ἐν καρδίᾳ, μὴ δεξάσθω τὴν εὐχήν. διὰ τοῦτο οὖν εἰσήκουσέν μου.
PG 39:1313ἔλεγον τοῦτο ὅτι ὁ ἐπὶ θεῷ τὴν πεποίθησιν ἔχων πάντα κατορθοῖ τὰ ἄξια τοῦ κατορθω θῆναι· οὐ γὰρ ἐκεῖνα λέγω κατορθοῖν ἃ ἀπαγορεύει θεός. ἔλαβόν ποτ’ ἐκεῖνο τό· καὶ αἰσχυν θήτωσαν καὶ ἀπολέσθωσαν. τί δὲ ἕπεται τῷ αἰσχυνθῆναι καὶ ἀπολέσθαι ἢ τὸ γνῶναι ὅτι ὄνομα κύριός ἐστιν; ὁ θεὸς λέγει γοῦν πρός τινα μετὰ τὰ κακὰ ποιεῖν καὶ φρονεῖν ἀπαυθα διζομένην· αἰσχύνθητι καὶ λαβὲ τὴν ἀτιμίαν σου. ἀτιμίᾳ ὑπεβλήθης. σὺ τὴν πρόφασιν δέδωκας· ἐποίησας γὰρ ἐκεῖνα τὰ ἀτιμίαν σοι ἐπιφέροντα. αἰσχύνθητι οὖν ἐφ’ οἷς ἔπραξας, καὶ λαβὲ τὴν ἀτιμίαν σου μὴ λέγουσα ὅτι· οὐχ ἥμαρτον· τῷ γὰρ θεῷ ἔλεγεν· οὐχ ἥμαρ τον, ὡς τὸν θεὸν λέγειν· ἰδοὺ κρίνομαι πρὸς σὲ ἐν τῷ λέγειν σέ· οὐχ ἥμαρτον. καὶ κρίν[ομαι] πρὸς σέ, οὐχ ἵνα καταδικάσω σέ, ἀλλ’ ἵνα αἰσχυνθεῖσα παύσῃ τῆς ἀτιμίας. 2 μηδὲ καταγελασάτωσάν μου οἱ ἐκθροί μου. τότε οἱ ἐκθροί μου καταγελῶσίν μου, ὅταν λέγων ἐπὶ σὲ πεποιθέναι τὰ αἰσχύνης ποιητικὰ ἐνεργῶ. ἐμοῦ εἰσιν ἐκθροί, οὐκ ἐγὼ αὐτῶν. διὰ τοῦτο καὶ ὁ σωτὴρ λέγει· ἀγαπᾶτε τοὺς ἐκθροὺς ὑμῶν. δοκεῖ ἡ προςθήκη παρέλκειν· ἔδει γὰρ εἰπεῖν· ἀγαπᾶτε τοὺς ἐκθρούς·
PG 39:1316ἀλλ’ ἐπεὶ οἱ Χριστοῦ δοῦλοι οὐκ ἔχειν ἐχθροὺς ὀφείλουσιν, ἄλλοι δὲ θέλουσιν εἶναι ἐχθρο[ί], ἐκείνους ἀγαπάτωσαν. ὁ τόπος ἐκεῖνος ὁ παρὰ Ἀριστοτέλει πώς ποτε δοκεῖ πρὸς πολιτισμὸν καλῶς ἔχειν. λέγων περὶ προηγουμένου καὶ ἑπομένου ἔλεγεν· προηγουμένως θέλομεν τοὺς φίλους δικαίους εἶναι, κἂν μακρὰν ὦσιν. κατὰ συμβεβηκὸς δὲ τοὺς ἐχθροὺς θέλομεν εἶναι δικαίους, ἵνα μηδὲν βλάπτωσιν. δι’ ἑαυτοὺς καὶ τοῦτο θέλομεν. οἱ δὲ ἀπόστολοι τοῦ Χριστοῦ οὐχ ἵνα μὴ βλάπτωσιν αὐτούς, εὔχονται περὶ αὐτῶν, ἀλλ’ ἵν’ ἐκεῖνοι μὴ βλάπτωνται. 3 καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν. τὸ πάντες πολλάκις ἐν τῇ γραφῇ ἀντὶ τῆς ἀποφάσεως τῆς καθόλου λαμβάνεται· οὐδὲ γὰρ τοῦτο λέγομεν ὅτι τῶν ὑπομενόντων οἱ μὲν καταισχύνονται, οἱ δὲ οὔ, ὡς διδάσκει ἡ μερικὴ ἀπόφασις ἡ λέγουσα· οὐ πάντες ἄνθρωποι δίκαιοι. ὧδε οὖν ἀντὶ τοῦ οὐδείς· οὐδεὶς τῶν ὑπομενόντων σε καταισχύνεται. καὶ συνεχῶς γε ἐν τῇ γραφῇ ἡ καθόλου ἀπόφασις διὰ τῆς καθόλου [κατα]φάσεως ἐκ μεταθέ σεως λαμβανομένης σημαίνεται. οἶδας δὲ ὅτι ἡ ἐκ μεταθέσεως κατάφασις πολλάκις ἕπεται τῇ ἁπλῇ ἀποφάσει.
PG 39:13193 αἰσχυνθήτωσαν πάντες οἱ ἀνομοῦντες διὰ κενῆς. τὸ διὰ κενῆς ἀνο μεῖν οὕτως ἄκουε· ἡ κακία διὰ κενῆς ἐνεργεῖται, οὐκ ἐπὶ τῷ κλέος ἀγαγεῖν, οὐκ ἐπὶ τῷ ἐπαγγελίαν. ἀσύνστατός ἐστιν, ἐν ἄλλῳ ἔχει τὸ εἶναι. ἐὰν οὖν ὁ ἔχων τὴν κακίαν θελήσῃ ἀποβαλεῖν αὐτήν, οὐκέτι ὑφίσταται. τινὲς δὲ πάλιν ἢ κατὰ ἄγνοιαν ἢ σοφιστικώτερον λέγουσιν ὅτι καὶ ἡ ἀρετὴ οὕτως ἔχει, ὅτι καὶ αὐτὴ ἐν ἄλλῳ ἔχει τὸ εἶναι. ψεῦδος δέ ἐστιν τοῦτο· ὑπάρχει γὰρ τῷ θεῷ οὐσιωδῶς, τῇ τριάδι. μετουσίᾳ δὲ τῆς τριάδος ἔχουσιν οἱ ἄνθρωποι τὸ ἀγαθὸν καὶ τὸ δίκαιον καὶ τὴν ἀρετήν. κἂν αὐτοὶ οὖν ἀπόσχωνται, ἔστιν. ἐν τῷ θεῷ, ἀφ’ ἧς ἔχουσιν αὐτοὶ τὸ σπουδαῖοι εἶναι, ὑπάρχει. ἡ δὲ κακία ἐὰν μὴ ἐνεργῆται, οὐδ’ ὑπάρχει ὅλως. διὰ τοῦτο πολλαὶ γραφαὶ διδάσκουσιν ὅτι οὐχ ὑπάρχει· ἐξ οὗ συνάγεται μηδὲ δύο ἀρχὰς ἐναντίας εἶναι κατ’ οὐσίαν μηδὲ ἐκ κατασκευῆς τινας εἶναι φαύλους ἀνθρώπους, ὡ[ς] καὶ αὐτὸ βούλονται πολλοὶ τῶν ἑτεροδόξων ὅτι οὐδεὶς προαιρέσει οὔτε ἀγαθὸς οὔτε κακός. πολλὰ δὲ τούτοις ἄτοπα ἀκολουθεῖ καὶ ἀσεβῆ. ἴδε·
PG 39:1323εἰ πάντες οἱ ὄντες ἀγαθοὶ ἐκ κατασκευῆς εἰσιν τοιοῦτοι, καὶ οἱ πονηροὶ κατ’ οὐσίαν τυγχάνουσιν, παρέλκει πᾶσα νομοθεσία· ὁ γὰρ νόμος οὐδὲ τὸν ἀγαθὸν ἀγαθὸν δύναται ποιῆσαι οὐδὲ τὸν κακὸν ἀγαθόν. παρέλκοντος δὲ νόμου πᾶσα παραίνεσις, πᾶσα προτροπή, πᾶσα συμβουλία καὶ ὅλως ἀναιρεῖται τὸ λογικὸν τοῦ ἀνθρώπου· ὁ γὰρ προαίρεσιν καὶ βούλησιν μὴ ἔχων οὔκ ἐστιν λογικός. περιττὴ δέ ἐστιν καὶ ἡ τοῦ σωτῆρος ἐπι δημία. τὸν ἀγαθὸν ἀγαθὸν ποιεῖ; ἐξ ἑαυτοῦ ἐστιν τοιοῦτος· ἀλλὰ τὸν κακὸν ἀγαθόν; οὐ πέφυκεν δέχεσθαι μετουσίαν ἀγαθοῦ. διὰ κενῆς οὖν ὁ ἁμαρτάνων ἁμαρτάνει. γέγραπται γοῦν ἐν ἄλλῳ ψαλμῷ περὶ αὐτοῦ τοῦ μεγαλοδαίμονος, τοῦ διαβόλου, τοῦ πάσης κακίας αἰτίου· σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ. εἰρήκαμεν πολλάκις ὅτι τὰ κατὰ τῆς ἐναν τίας δυνάμεως κείμενα ὀνόματα προαιρέσεώς εἰσιν ὀνόματα· ἐκθρὸς γοῦν λέγεται, διά βολος, ὀνομάζεται σατανᾶς, ὅς ἐστιν ἀντικείμενος, ἁμαρτωλός· καὶ τοῦτο δὲ τὸ ὄνομα προαιρέ σεώς ἐστιν. μετὰ ἄρθρου δὲ πάντα μᾶλλον αὐτὸς λέγεται· ἰδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμινοὐκ ἐχθροῦ, ἀλλάτοῦ ἐχθροῦ. καί·
PG 39:1326ῥῦσαι ἡμᾶςοὐκ ἀπὸ πονηροῦ, ἀλλάἀπὸ τοῦ πονηροῦ. καὶ ἐνταῦθα· σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ. εἶτα ἐπιφέρει· ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρε θῇ δι’ αὐτήν. διὰ τὴν ἑαυτῆς φύσιν οὐκ εὑρίσκεται. ζητεῖται ἡ ἁμαρτία αὐτοῦ ποτε καὶ οὐκ εὑ ρίσκεται οὐκ οὖσά που, οὐ μεταστᾶσα εἰς ἕτερον τόπον, ἀλλὰ δι’ ἑαυτὴν οὐκ εὑρίσκεται, ἐπεὶ οὐκ ἔχει τὸ εἶναι καθ’ ἑαυτήν, εἰ μὴ ἐν τῷ ἐνεργοῦντι. καὶ ἔτι· καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτήν. ὧδε τὸ ψεύσασθαι οὕτω λέγομεν ὥς φαμεν πολλάκις ψεύδεσθαι τὴν γῆν. ψεύδεται οὖν ἡ ἀδικία ἑαυτήν, ὥστε μηκέτι ὑπάρχειν. ἑαυτὴν ἐψεύσατο διὰ τὴν φύσιν ἑαυτῆς. οὕτως οὖν οἱ ἀνομοῦντες διὰ κενῆς ἀνομοῦσιν, οὐκ ἐπὶ τῷ κερδῆσαί τι, ἀλλὰ μᾶλλον βλαβῆναι. [τὰς ὁδούς σου, κύριε, γνώρισόν μοι] ἀνομοῦσιν οἱ μὴ πεῖραν σχόντες νόμου. νῦν δὲ περὶ τοῦ γραπτοῦ, τοῦ κατὰ διδασκαλίαν νόμου λέγω· οἱ γὰρ τοῦτο[ν] μὴ λαβόντες ἄνομοι λέ γονται, ὡς καὶ ἐν τῷ· μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι. ἡ δὲ μετὰ νόμον ἁμαρτία οὐ λέγε ται ἁπλῶς ἀνομία, ἀλλὰ παρανομία· παρανομίαι ἄνδρα ἀγρεύουσιν, σειραῖς δὲ τῶν ἁμαρ τιῶν ἑαυτοῦ ἕκαστος σφίνγεται.
PG 39:1329οὐδὲ διαμενοῦσιν παράνομοι ἀπέναντι τῶν ὀφθαλμῶν σου. ὁ ἄνομος ὅλως οὐδέποτε γίνεται ἐπίπροσθεν θεοῦ. ὑπὸ τοὺς ὀφθαλμοὺς τοῦ θεοῦ οὐ γίνεται εἰ μὴ ἑτέρως κατὰ τὸν τῆς προνοίας λόγον. κατὰ δὲ τὸ τάγμα τῶν σπουδαίων οὐ δια μενοῦσιν. οὐχ οὕτω διαμεν[οῦσιν] ὡς οἱ δίκαιοι, περὶ ὧν λέγεται· ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους. διὰ τοῦ οὖν εἰπεῖν οὐ διαμενοῦσιν δείκνυσιν ὅτι γέγονάν ποτε, ὅτε ἐφύλαττον τὸν νόμον, ὅτε δὲ παραβάται αὐτοῦ γεγόνασιν, τότε ἐκβέβληνται τῶν ὀφθαλμῶν τοῦ θεοῦ. 45 [ τὰς ὁδούς σου, κύριε, γνώρισόν μοι] καὶ τὰς τρίβους σου δίδαξόν με. ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου. διττῶς αἱ τοῦ θεοῦ ὁδοὶ λέγονται· ἤτοι αἱ φέρουσαι πρὸς αὐτὸν ἢ ἃς αὐτὸς ὁδεύει ἐπιπορευόμενος τοῖς ὅλοις, δέον κατὰ τὸν τῆς προνοίας λόγον ἢ κατὰ τὸ ὠφελεῖν καὶ εἶναι ἐν τοῖς δεκτικοῖς ἑαυτοῦ. λέγει γοῦν· ἐνοικήσω ἐν αὐ τοῖς καὶ ἐνπεριπατήσω. ὁ δὲ ἐνπεριπατῶν ἔχει ὁδούς, ἃς αὐτὸς ὁδεύει. διττῶς οὖν ὁδοὺς θεοῦ λέγο μεν ἢ τὰς πρὸς αὐτὸν ἀγούσας αὗται δέ εἰσιν αἱ ἀρεταίἢ ἃς αὐτὸς ἐπιβαδίζει κατὰ τὴν πρόνοιαν ἑαυτοῦ καὶ κρίσιν καὶ διοίκησιν καὶ δωρεάς.
PG 39:1333δεῖ οὖν γνῶναι τὰς ὁδοὺς τοῦ θεοῦ αὐτοῦ γνωρίζον τος. καὶ τὰς τρίβους σου δίδαξόν με. ἤτοι ἃς τρίβουσιν οἱ πρὸς σὲ σπεύδοντες ἢ ἃς σὺ τρίβεις ἐπιπο ρευόμενος τοῖς ἔργοις τῆς χάριτός σου. εἰ δὲ ἔστιν καὶ πλείους εἰπεῖν· οἶδας ὅτι πρὸ διδασκαλίας δεῖ εἶναι γνώριμά τινα· ἐκ προγιγνωσκομένων γὰρ αἱ ἐπιστῆμαι καὶ αἱ ἀποδείξεις αἱ ἐπιστημο νικαί. ἀμφοτέρα[ς] οὖν γνώρισόν μοι τὰς ὁδούς σου· οὕτω γὰρ μαθήσομαι τὰς τρίβους σου ἐπεπόμενος τοῖς τρίψασιν αὐτάς, τοῖς προοδεύσασιν ἐν τοῖς καλοῖς ἢ σοῦ προοδεύσαντος, ἵνα τοῖς ἴχνε σίν σου ἐπακολουθ[ῶ]μεν ὑπογραμμόν σε ἔχοντες καὶ τύπον. πρὸ τοῦ διδάξαι οὖν τὸ γνωρίσαι. οὕτω δὲ λέγουσιν ὅτι ἐκ γνωρίμων αἱ ἀποδείξεις καὶ αἱ διδασκαλίαι γίνονται. δυνατὸν λαβεῖν οὕτως ὅτι αἱ κοιναὶ ἔννοιαι προγιγνωςκόμεναί εἰσιν. καὶ τὴν διδασκαλίαν γοῦν ὅτε δοκιμά ζομεν, πρὸς τὰς κοινὰς ἐννοίας λέγοντες δοκιμάζομεν αὐτ[ήν]. ἀμέλει γοῦν ἐνίοτε διδάς καλος λέγει τι· καὶ προλαμβάνει ἡ ἔννοια ἡ κοινὴ τοῦ μανθάνοντος καὶ γιγνώσκει, εἰ καλῶς λέγει ἢ οὐ καλῶς.
PG 39:1336εὑρήσεις οὖν καὶ ἐπὶ ταῖς ἀποδείξεσιν ταύταις ταῖς ἀνθρωπίναις, ταῖς ἐπιστημο νικαῖς, μὴ καλῶς ἀγομένας τὰς ἐπιστήμας, ἐὰν ἃ δέον ἐστὶν προγιγνώσκειν μὴ προγιγνώς κουσιν οἱ ἀκούοντες. ἀμέλει γοῦν πολλάκις καὶ τοῦτο ἡμῖν ἐλέχθη ὅτι, ὅτε τις μανθάνει τι[νὰ] ἃ δεῖ προειδέναι τῆς μαθήσεως, οὐ δεῖ διὰ ἀσαφῶν λέξεων λέγειν ἐκείνῳ, ἐπεὶ οὔκ ἐστιν γνώ ριμα αὐτῷ. ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειαν. μετὰ τὰς πρακτικὰς ἀρετὰς καὶ τὰς κατὰ διάθεσιν ἡ ὁδή γησις ἐπὶ τὴν ἀλήθειαν γίνεται· ἐπιθυμήσας γάρ, φησίν, σοφίας διατήρησον ἐντολάς, καὶ κύριος χορηγή σει σοι αὐτήν. σοφία δὲ καὶ ἀλήθεια ταὐτόν ἐστιν. ὁ σωτὴρ γοῦν ἀμφότερα εἶναι λέγεται· Χριστὸς θεοῦ δύ ναμις καὶ [θεοῦ] σοφία. καὶ αὐτὸς εἶπεν· ἐγώ εἰμι ἡ ἀλήθεια. 5 καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ θεὸς ὁ σωτήρ μου. θεός μου εἶ δημιουργήσας με, σωτήρ μου εἶ θέλων με βελτιοῦσθαι. σύ μου οὖν διδάσκα λος γενοῦ. ὡς δημιουργός, οὕτω καὶ διδάσκαλος. 5 καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν. σὲ ὑπέ μεινα πάντα τὸν χρόνον τῆς ζωῆς μου, ἵνα διδάςκαλόν σε σχῶ καὶ σωτῆρα· πρὸς σὲ γὰρ ἦρα τὴν ψυχήν μου, οὐ πρὸς ἄλλον.
PG 39:1339οὐχ ἕτερον παρεκάλεσα, ἵνα γνωρίσῃ μοι τὰς ὁδούς σου καὶ τὰς τρίβους σου διδάξῃ με, ἀλλὰ σὲ ἠξίωσα καὶ τούτων μοι διδάσκαλον γενέσθαι. πολλαχοῦ ὁ πᾶς τῆς ζωῆς ἡμῶν χρόνος ἡμέρα καλεῖται κατὰ τὸ λεχθέν· ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἀνθ’ οὗ πεποίηκεν ὁ ἀπόστολος πᾶσαν ἡμέραν. δύναται δὲ ἡμέρα λέγεσθαι ὅλος ὁ χρόνος τῆς ζωῆς τῶν ἁγίων, ὅτι ἐν φωτισμῷ εἰσιν ἀεί, καταλαμπόμενοί εἰσιν ὑπὸ τοῦ ἀληθινοῦ φωτὸς τοῦ ἡλίου τῆς δικαιοσύνης. αὕτη ἡ ἡμέρα οὐ μεσολαβεῖται ὑπὸ νυκτῶν, ἀδιάκοπός ἐστιν. εἴρηται γοῦν ἐν ψαλμῷ· ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου. ἡ ζωὴ δὲ ἡ παρεκτεινομένη τῇ ἐνταῦθα ἐπιδιατριβῇ λέγεται αἰών· ἔσται γάρ σοι δοῦλος εἰς τὸν αἰῶνα. οὐ μὴ φάγω κρέας εἰς τὸν αἰῶνα, ἀντὶ τοῦ διὰ βίου. ἐπεὶ τοίνυν ὁ χρόνος τῆς ἡμετέρας ζωῆς πρὸς τὸ φωτίσαι τὸ πρό σωπόν σου γεγένηταιἐληλύθαμεν γὰρ τὴν παρουσίαν σου προαναφωνῆσαι, ὁ αἰὼν ἡμῶν πᾶς εἰς φωτιςμὸν τοῦ προσώπου σου γέγονεν ἕνεκεν τοῦ φωτίσαι καὶ φανερῶσαι ἀνθρώποις τὴν ἐπιδημίαν σου. 6 μνήσθητι τῶν οἰκτιρμῶν σου, κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν.
PG 39:1343εἰ γὰρ καὶ παρεκάλεσα καὶ ἦρα τὴν ψυχήν μου πρὸς σὲ καὶ τὰ ἄλλα ἠξίωσα ὑπαρχθῆναί μοι παρὰ σοῦ, ἀλλ’ οὐ κατ’ ἀξίαν ταῦτα αἰτῶ. οἰκτίρων καὶ ἐλεῶν ταῦτα παρέχεις συμφώνως τῷ· οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ· κἂν γὰρ πάντα, ἃ παρ’ ἑαυτούς, ἐποιήσαμεν, ἐλέῳ θεοῦ σπουδάζομεν τυχεῖν τοῦ τέλους αὐτῶν. ὡς οἰκτίρμων ἄκουσόν μου, ὡς ἐλεήμων δέξαι μου τὰς εὐχάς. καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν. μὴ γὰρ χθὲς καὶ πρώην ἤρξω ἐλεήμων εἶναι. ἀίδιος εἶ, ἀιδίως ἀγαθὸς εἶ. 7 ἁμαρτίας νεότητός μου καὶ τὰς ἀγνοίας μου μὴ μνησθῇς. θεωρεῖς ὅτι περὶ προλαβουσῶν ἀγνοιῶν καὶ ἁμαρτημάτων εὔχεται κατ’ οἰκτιρμὸν καὶ ἐλεημοσύνην θεοῦ· οὐ γὰρ ἔτι μετάνοιά ἐστιν ἡ ἐπὶ πραττομένοις ἁμαρτήμασιν ἀναπέμπουσα εὐχήν. ἐπὶ παρῳ χηκόσιν γίνονται αἱ μετάνοιαι. λέγει γοῦν· μὴ μνησθῇς τῶν ἁμαρτιῶν καὶ τῶν ἀγνοιῶν μου ὧν ἔχω, νῦν οὐκ ἔχω δέ, ἀλλὰ τῶν τῆς νεότητος. δυνατὸν δὲ καὶ οὕτως· οἵας ἐὰν ᾖ ἡλικίας ὁ ἀγνοῶν καὶ ἁμαρτάνων, νέος ἐστὶν νεότητ[ι] τῆ[ς] γνώμη[ς], νεοπαγίᾳ[ν] τῆ[ς] ἕξ[εως].
PG 39:1346εὑρεῖν οὖν ἔστιν ἀεὶ τοὺς ἐξομολογουμένους καὶ μετανοίας λόγους προφέροντας περὶ παρῳχηκότων ἁμαρτημάτων τοῦτο ποιοῦντας· ἡμαρτήκαμεν, ἠνομήσαμεν, ἠσεβήσαμεν· πῶς γὰρ οἷόν τέ ἐστιν; ὁ μετανοῶν ἀρετὴν αἰτεῖ. πῶς οὖν δύναται ἀρετὴν ἔχειν ἢ λαβεῖν ὁ ἐν τοῖς ἁμαρτήμασιν ἔτι ὤν; ἕκκλινον γοῦν ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν. 7 κατὰ τὸ ἔλεός σου μνήσθητί μου σύ. ἐπερ( )· μνήσθητί μου; ἰδίωμά ἐστιν τῆς γραφῆς ἀντὶ τοῦ γνῶθί με. 7 ἕνεκεν τῆς χρηστότητός σου, κύριε. οὐχ ἕνεκα τῆς ἐμῆς ἀρετῆς μνήσθητί μου. 8 χρηστὸς καὶ εὐθὴς ὁ κύριος. ὁ με τὰ εὐθύτητος ὢν χρηστὸς ἀγαθός ἐστιν· πολλάκις γὰρ τὸ χρηστὸν ἐπὶ διαβολῇ λαμβάνεται· φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. οὐκ ἐπαινετῶς τὰ χρηστὰ ὧδε λαμβάνει, [ἀντὶ] τῶν ἐπιπολαίων. καὶ πάλιν τὸ ἄκακον ὁμοίως· ἄκακος πιστεύει παντὶ λόγῳ, ἀντὶ τοῦ εὐήθης. καὶ περὶ τῶν ἑτερο δόξων γράφει Παῦλος· διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσιν τὰς καρδίας τῶν ἀκάκων. 8 διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. εἰ ἦν ἀπότομος, εἰ μὴ ἦν χρηστός, οὐκ ἐνομοθέτει ἐν τῇ ὁδῷ τῆς σωτηρίας τοὺς ἁμαρτάνοντας, ἀλλὰ κολάσει αὐτοὺς παρε δίδου.
PG 39:1349καὶ αὐτοὺς οὖν τοὺς ἁμαρτάνοντας ἐν ὁδῷ νομοθετεῖ, ἵν’ ὁδεύσαντες ταύτην τὴν ὁδὸν σωτηρίαν σχῶσιν. καὶ θεώρει· οὐ λέγει τοὺς ἡμαρτηκότας, ἀλλὰ τοὺς ἁμαρτάνοντας. καὶ τοὺς ἔτι ἁμαρτάνοντας διὰ προτροπῶν, νουθεσιῶν, νομοθεσιῶν ἄγει [αὐτοὺς] εἰς τὴν ὁδόν. ἐπερ( )· τὸν γρα πτὸν λέγει; κατὰ πάντα τὰ σημαινόμενα τοῦ νόμου ἐκλαμβάνεσθαι τοῦτο τὸ ῥητὸν δύναται. 9 ὁδηγήσει πραεῖς ἐν κρίσει. κεκριμένως τοὺς πράους ὁδηγεῖ· δοκεῖ γὰρ πάλιν καὶ ἡ πραότης τοῖς πολλοῖς ἐπιπολαιότητα σημαίνειν. ὅτε δὲ καὶ κεκριμένως ὁδηγοῦνται, τελείαν ἀρετὴν ἔχουσιν ἣν ἐδίδαξεν ἔχειν ὁ σωτὴρ λέγων· μάθετε ἀπ’ ἐμοῦ, ὅτι πραύς εἰμι καὶ ταπεινὸς τῇ καρ δίᾳ. δύναται δὲ καὶ τὸ ἐν κρίσει οὕτως· κρίνας τούτους τοὺς πραεῖς δυναμένους ὠφεληθῆναι ὁδηγεῖ αὐτούς. καὶ ἡ πρώτη δὲ διάνοια μάλιστα ἔχει ἁρμονίως πρὸς τὴν λέξιν ὅτι κεκριμέ νως ἔρχονται ἐπὶ τὴν ὁδὸν ὁδηγὸν τὸν θεὸν ἔχοντες. ἢ οὐχ ὁδηγεῖ ὁ λέγων· μάθετε ἀπ’ ἐμοῦ, ὅτι πραύς εἰμι; 10 πᾶσαι αἱ ὁδοὶ κυρίου ἔλεος καὶ ἀλήθεια. ἐν πολλοῖς τόποις τῶν γραφῶν συνέζευκται τὸ ἔλεος τῇ ἀληθείᾳ. μεγάλη τίς ἐστιν ἡ ἀλήθεια, ἵν’ οὕτως εἴπω, ὑπὲρ τοὺς ἀνθρώπους ἐστίν.
PG 39:1353θεώρει δὲ ὅτι πάντα τὰ λογικὰ καὶ τὰ ὑπερφυῆ καὶ τὰ ἄνω ἀπομείναντα χρῄζει τῆς ἀληθείας. ἐνταῦθα δὲ χρῄζομεν τοῦ ἐλέου, ἵνα δυνηθῶμεν γνῶναι τὴν ἀλήθειαν. εἴρηται δὲ ἐν τοῖς ἔνπροσθεν· τὰς ὁδούς σου, κύριε, καὶ τὰς τρίβους σου ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου. ἀρχὴ οὖν τοῦ ὁδεύειν ταύτας τὰς μακαρίους ὁδοὺς ἐκ τοῦ ἐλέους τοῦ θεοῦ γίνεται, τέλος δὲ ἐκ τῆς ἀληθείας. 10 τοῖς ἐκζητοῦσιν τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ. οὐ τοῖς ἁπλῶς ζητοῦσιν, ἀλλ’ ἐπιτεταμέ νως τοῖς ἐκζητοῦσιν. οἱ ἐρευνῶντες τὰς γραφάς, κἀκεῖνοι ἐκζητοῦσιν τὴν θεοῦ διαθήκην. ταὐτὸν δὲ τὸ ἐρευνᾶν καὶ τὸ ἐκζητεῖν. καὶ τὰ μαρτύρια αὐτοῦ· μαρτύριά εἰσιν αὐτοῦ τὰ ὑπ’ αὐτοῦ μεμαρτυρη μένα λόγια. οἶδας ὅτι τὸ μαρτυρηθὲν ἀναντίρρητον. τὸ ἀναντίρρητον οὖν τῶν θείων παιδευ μάτων τῷ ὀνόματι τῶν μαρτυρίων πολλάκις σημαίνεται. ἐπερ( )· ἃ αὐτὸς ἐμαρτύρησεν; ἃ αὐτὸς ἐβεβαίωσεν. δυνατὸν δὲ καὶ τὰ ἀνεξέλεγκτα καὶ μὴ ἔχοντα ἀνατροπὴν μαρτύρια λέγεσθαι, οὐχ ὅτι ὑπό τινος ἐμαρτυρήθησαν, ἀλλ’ ὅτι ἡ φύσις αὐτῶν τοιαύτη ἐστίν, ὥστε μαρτυρεῖν αὐτὰ τῇ ἀληθείᾳ. καὶ ὁ μάρτυς, φησίν, ἐν οὐρανῷ πιστός.
PG 39:1356περὶ τοῦ θεοῦ, ἐὰν λέγηται ὁ θεὸς μαρτυρεῖσθαι, μὴ τοῦτο λέγομεν ὅτι ὁ μαρτυρῶν αὐτῷ συνιστᾷ αὐτόν. Ἰωάννης ἐλήλυθεν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός· μὴ γὰρ ὁ μαρτυρήσας περὶ τοῦ φωτὸς Ἰωάννης πίστιν καὶ σύνστασιν τῷ φωτὶ παρέσχεν. ὁ μαρτυρῶν ἐπιστήμῃ ἑαυτὸν δείκνυ[ς]ιν ἐπιστήμονα, καὶ ὁ μαρτυρῶν ἀρετῇ δείκνυται σπουδαῖος ὤν. οὕ τω γοῦν καὶ οἱ ἐν τοῖς διωγμοῖς εὐαρεστήσαντες καὶ ἀθλήσαντες ὡς δεῖ μάρτυρες λέγονται. ἑαυτοὺς ἔδειξαν φιλαλήθεις, ἑαυτοὺς ἔδειξαν εἰδότας τὴν ἀλήθειαν. οὐ τὴν ἀλήθειαν ἐβεβαίωσαν, ἀλλ’ ἑαυτοὺς ἐβεβαίωσαν. τὰ ἄξια οὖν τοῦ μαρ[τυ]ροῦντος λέγεται πολλάκις μαρτύρια. 11 ἕνεκεν τοῦ ὀνό ματός σου, κύριε. οὐχ ἕνεκα τῆς [ἡ]μετέρας σπουδῆς ἢ τοῦ ἡμετέρου βίου, ἀλλὰ διὰ τὸ σὸν ὄνο μα. τοῦτο γοῦν καὶ ἐν ἑτέρῳ ψαλμῷ λέγουσιν· μὴ ἡμῖν, κύριε, μὴ ἡμῖν, ἀλλ’ ἢ τῷ ὀνόματί σου δὸς δόξαν· ἐπεὶ γὰρ σοῦ χρηματίζομεν καὶ σὺ θεὸς ἡμῶν ὠνομάσθης, ποίησον διὰ τὸ σὸν ὄνομα. 11 καὶ ἱλάσῃ τῇ ἁμαρτίᾳ μου· πολλὴ γάρ ἐστιν. τὸ πολλή ἐστιν οὕτω λέγομεν· εἰ τοσαῦτα ποθεῖ γνωρισθῆναι ἑαυτῷ τὰς ὁδούς, ὁδηγηθῆναι ἐπὶ τὴν ἀλήθειαν, πῶς πολλὴν ἔχει ἁμαρτίαν; εἴρηται ἔνπροσθεν τοῦ·
PG 39:1359ἀπὸ τῶν κρυφίων μου καθάρισόν με, ὅτι καὶ ὁ βραχὺς μολυσμὸς μεγάλη ἁμαρ τία ἐστὶν τῷ ὁλοκαθάρ[μ]ῳ. 12 τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον. λοιπὸν πυν θάνεται· τίς ἐστιν ἄρα ὁ φοβούμενος τὸν θεὸν ἄνθρωπος; τούτῳ νομοθετήσει ἐν ὁδῷ ᾗ ᾑρεθίσατο αὐτὸς ὁ θεός. οὐχ ὁ τυχών ἐστιν δὲ ὁ τὸν κύριον φοβούμενος ἄνθρωπος. οὕτως νομίζομεν οἱ πολλοί, οὕτως πολλά κις λέγομεν ὅτι· ἐγὼ ἁπλῶς θέλω φοβεῖσθαι τὸν θεόν. οὐκ ἰσμὲν δὲ τί λέγομεν· ὁ γὰρ φόβος τοῦ θεοῦ πάντα ὑπερέβαλεν, ὡς αὐτὴ ἡ γραφὴ λέγει. καὶ ἔτι· οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. εἰ οὐκ ἔχει ὑστέρημα ὁ φοβούμενος τὸν θεόν, πληρέστατός ἐστιν. τὸ τίς ἐστιν δύναται τὸ σπά νιον εἶναι καὶ πυσματικόν. 12 νομοθετήσει αὐτῷ ἐν ὁδῷ ᾗ ᾑρεθίσατο. ᾗ αὐτὸς ὁ θεὸς αἱρεῖται. δύναται δὲ ᾗ ᾑρεθίσατο ὁ ἄνθρωπος· κυρίως γὰρ ἡ ἀρετὴ αἱρετὴ λέγεται. ὥσπερ φιλητόν ἐστιν τὸ ἄξιον τοῦ φιλεῖσθαι, κἂν [μ]ηδεὶς αὐτὸ φιλῇ, [φιλητόν ἐστιν] καὶ μισητὸν τὸ ἄξιον τοῦ μισεῖσθαι, κἂν μηδεὶς αὐτὸ μισῇ, οὕτως αἱρετή ἐστιν ἡ αἱρετή, κἂν μηδεὶς αὐτὴν αἱρῆται· αἱρεῖσθαι γὰρ ἔστιν καὶ κακά, ἀλλ’ οὐκ αἱρετά.
PG 39:1363μᾶλλον ἐσφαλμένη ἐστὶν ἡ περὶ ταῦτα αἵρεσις. νομοθετήσει αὐτῷ [ἐν ὁδῷ ᾗ ᾑρετίσατο]. ἤτοι αὐτὸς ὁ νομοθετῶν ἢ ὁ νομοθετούμενος. ἀμφότερα δὲ ἀληθῆ ἐστιν. 13 ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται. οὗτος ὁ φοβούμενος τὸν κύριον ἄνθρωπος ἐν ἀγαθοῖς ἔχει τὴν ψυχὴν αὐλιζο μένην. 13 καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν. σπέρμα αὐτοῦ οὐ πάντως τὸ σωματικόν πολλῶν δὲ ἁγίων ἀνδρῶν φαῦλοι υἱοὶ ἀπεδείχθησαν, ἀλλὰ τὸ σπέρμα τὸ γεννώμενον κατὰ παίδευσιν καὶ μίμησιν ἀρετῆς. 14 κραταίωμα κύριος τοῖς φοβουμένοις αὐτόν. λοιπὸν λέγει τὸ μέγεθος τοῦ φοβουμένου τὸν θεόν. οὐκ ἄλλο κραταίωμα ἔχουσιν οἱ φοβούμενοι τὸν? θ?εὸν ἢ αὐτὸν τόν, ὃν φοβοῦνται. ἰσχὺς αὐτῶν ἐστιν, βασιλεὺς αὐτῶν ἐστιν, κρατεῖ αὐτῶν. καὶ τὸ ὄνομα αὐτοῦ ἴδιον γέγονεν τῶν φοβουμένων αὐτόν. οὔκ ἐστιν ἴδιον ἀνθρώπων, ἀλλὰ τῶν φοβουμένων· πᾶσιν μὲν γὰρ αὐτὸ δέδωκεν, ἀλλὰ τῶν φοβουμένων κτῆμα γέγονεν. 14 καὶ ἡ διαθήκη αὐτοῦ τοῦ δηλῶσαι αὐτοῖς. αἱ διαθῆκαι ὅτε εἰσὶν ἐσφραγισμέναι, οὔπω δῆλά εἰσιν τὰ ἐνγεγραμμένα τοῖς κληρονόμοις.
PG 39:1366οὐκ ἀεὶ οὖν μένει ἡ διαθήκη αὕτη ἐσφραγισμένη, ἀλλὰ λυθήσεταί ποτε, ἵνα ἀποδοθῇ ἡ κληρονομία τοῖς ἐνγραφεῖσιν. δηλώσει οὖν αὐτοῖς. καὶ ἐπεὶ πολλαχοῦ λέγει τὸν θεῖον λόγον διαθήκην τόν τε παλαιὸν καὶ καινόν, τὸν πρὸ τῆς ἐπιδημίας καὶ μετ’ αὐτήν, δεῖ ταύτην τὴν διαθήκην δηλωθῆναι, δεῖ λυθῆναι. τότε δὲ λύεται, ὅταν πληρωθῇ τὰ προαναφωνηθέντα δι’ ἐκβάσεως κατὰ τό· ὅπως πληρωθῇ τὸ ῥηθέν· τότε γὰρ βεβαία γίνεται, ὅτε τέθνηκεν ὁ διαταξάμενος· ἡ λύσις γὰρ τό τε γίνεται. κἂν μὴ λυθῇ τῷ μὴ εἶναι ἀντίρρησιν, λέλυται τῇ δυνάμει· [τ]ὅτε γὰρ ἀποδίδεται τὰ δια ταγέντα, τοῖς εἰληφόσιν λέλυται ἡ διαθήκη. 15 οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου. θεώρει ὅτι, ἐὰν μὴ ἀκριβῶς ἐπιστά νωμεν ταῖς λέξεσιν, ὁτὲ ἐναντιώματα εὑρίσκεται. οὐκέτι ἐστὶν κατὰ τὸν λέγοντα· πολλή ἐστιν ἡ ἁμαρτία μου, τό· οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν κύριον· ὁ γὰρ διὰ παν[τὸς] τοὺς ὀφθαλμοὺς προσέχων πρὸς τὸν κύριον οὐκ ἔχει ὅλως ἁμαρτίαν, καθαρὰν ἔχει καρδίαν. οὕτω καὶ αὐτὸν τὸν θεὸν ὁρᾶν δύναται.
PG 39:1369ὅταν οὖν μὴ ποτὲ ὁρᾷ, ποτὲ δὲ μή, διὰ παντὸς ἔχων πρὸς τὸν κύριον τοὺς ὀφθαλμούς, λέγει· ἐγὼ δὲ διὰ παντὸς μετὰ σοῦ. μετὰ σοῦ δὲ ὢν οὐχ ἁμαρτάνω. εἰ μὴ ἐκτός τις γένηται θεοῦ, οὐχ ἁμαρτάνει. οἱ μακρύνοντες οὖν ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται. ἐπερ( )· καὶ ἡ διαθήκη αὐτοῦ; ἡ τοῦ θεοῦ διαθήκη δηλοῦται, ὅταν τις ἀποδειχθῇ ἄξιος τοῦ λαβεῖν τὰ ἐπαγγελλόμενα. ἔχει δέ τι παράδοξον παρὰ τὰς ἄλλας διαθήκας ἡ τοῦ θεοῦ· προσάπαξ λύονται αἱ τῶν ἀνθρώπων διαθῆκαι. ὁ θεὸς δὲ καθ’ ἡμέραν. οὗτος οὖν τὴν διαθήκην καὶ δηλοῖ τοῖς προσερχομένοις καὶ ἀξίοις οὖσιν. ὥσπερ ἐν τοῖς ἄλλοις πᾶσιν παραλλάττει τὰ τοῦ θεοῦ - ἔλεγον γὰρ ὅτι τὸ φῶς τοῦτο τὸ αἰσθητὸν ὅταν εἰς μέσον ἔλθῃ, φωτίζει τὸν ὄψιν ἔχοντα· οὐ παρέχει ἀντίλημψιν τῷ τυφλῷ. τὸ δὲ τοῦ θεοῦ φῶς ἅμα φαινόμενον καὶ τὴν ὄψιν παρέχει καὶ φω τίζει αὐτήν. τοῖς γοῦν ἀγνοοῦσιν αὐτὸν τυφλοῖς οὖσιν ὅτε ἀνατέλλει, ἀμφότερα χαρίζεται καὶ τὸ ὄψιν ἔχειν νοῦ καὶ τὸ ἀντιλαμβάνεσθαι τοῦ φωτός, οὕτω καὶ ἡ διαθήκη οὐ προσάπαξ λύεται, ἀλλ’ ἐάν τις σήμερον ἄξιον ἑαυτὸν καταστής?ῃ τοῦ υἱὸν εἶναι τοῦ διαθεμένου καὶ κληρονόμον, τότε δηλο?[ῦται] αὐτῷ.
PG 39:1373οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν κύριον. ἐπεὶ οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους, ἀνάγκη καὶ το[ὺ]ς δικαίους διὰ παντὸς τοὺς ὀφθαλμοὺς ἔχειν [πρὸς αὐτόν]. οὐ ποτὲ μὲν αὐτὸν ὁρῶσιν, ποτὲ δὲ οὔ, ἀλλά τινα τῶν ἀπηγορευμένων· ὅνπερ γὰρ τρόπον οὐδεὶς δύναται δυσὶν κυρίοις δουλεύειν, οὕτως οὐδεὶς δύναται πρὸς θεὸν τοὺς ὀφθαλμοὺς ἔχειν καὶ πρὸς τὴν κακίαν ἢ τὸν ποιητὴν τῆς κακίας πρῶτον. ὁ θεὸς νοερά ἐστιν οὐσία βλεπομένη ὀφθαλμοῖς διανοίας. ὅταν οἱ ὀφθαλμοὶ τῆς διανοίας πρὸς τοῦτον μόνον τεταμένοι γένωνται, οὐδὲν ἕτερον ὁρῶσιν. τὰ δὲ χείρονα οὐ πεφύκασιν βλέπειν, ὅτε τὸν θεὸν ὁρῶσιν, ὥσπερ οὐ πέφυκεν δουλεύειν μαμωνᾷ ὁ θεῷ δουλεύων. τὸ οὐ πέ φυκεν δὲ οὕτω λέγω· οὐ πέφυκεν τὸν ἀδικοῦντα δικαιοσύνην ποιεῖν· οὐ γὰρ οὕτω λέγω [ὡς] λέγω ὅτι οὐ πέφυκεν τὸν ἄνθρωπον πτῆναι, ἀλλ’ ὅσον ἐστὶν δίκαιος οὐ πέφυκεν πρὸς ἁμαρτίαν, ὅτε ἁμαρτωλός ἐστιν, οὐ πέφυκεν πρὸς ἀρετήν. οἱ ὀφθαλμοί μου οὖν διὰ παντὸς πρὸς τὸν κύριον. ἀεὶ αὐτὸν ὁρῶ. ὁ δὲ ὁρῶν θεὸν οὐχ ἁμαρτάνει· πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτὸν οὐδὲ ἔγνωκεν αὐτόν. καὶ ὅρα γε τὸ εὐλαβὲς τῶν ἁγίων·
PG 39:1376εἰ καὶ αὐτὸς προαιρέσει ἔτεινεν τοὺς ὀφθαλμοὺς πρὸς τὸν κύριον, δηλονότι οὐχ ἁμαρτάνων, τῷ θεῷ τὸ κατόρθωμα τῆς ἀναμαρτησίας ἐπιγράφων λέγει· ἐπεὶ οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς αὐτόν, διὰ τοῦτο ἔξω γίνομαι τῆς παγίδος ἧς σκευάζει ἡ ἁμαρ - τία· αὐτὸς γὰρ ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου. ἐζήτησάν τινες τῶν ἀρχαίων, ὃ καλὸν εἰπεῖν, ὅτι ὁτὲ μὲν ἑνικῶς ὁ ὀφθαλμὸς ὀνομάζεται τοῦ ἔσω ἀνθρώπου, ὁ[τ]ὲ [δ]ὲ πληθυντικῶς. ἐν τῷ ᾄς ματι γοῦν τῶν ᾀσμάτων λέγεται· ἐκαρδίωσας ἡμᾶς ἑνὶ ἀπὸ ὀφθαλμῶν σου. ὁ ὀφθαλμός μου κατήγαγεν δάκρυα. ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου. ὁτὲ δὲ πληθυντικῶς· ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη· καὶ ἐν τῷ παρόντι στίχῳ· οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν κύριον. καί· πεφωτισμένοι τοὺς ὀφθαλμοὺς τῆς καρδίας. διττὴν γνῶσιν ἔχομεν· τότε γὰρ ἀληθείας ἐστὶν γνῶσις, ὅταν τὸ ἑκάστου γιγνωσκομένου δέχηται εἰς ἑαυτὴν εἶδος. εἰσὶν ὁρατὰ καὶ ἀόρατα θεοῦ ποιή ματα· καὶ ἐκ μεγέθους τούτων καὶ τῆς καλλονῆς ὁ κατασκευάσας αὐτὰ θεωρεῖται. ὀφθαλ - μὸς δέ ἐστιν ὁ τὰ ἀόρατα ὁρῶν ὁ νοῦς ἡμῶν, ἡ καθαρὰ καρδία, ἥτις καὶ τὸν θεὸν βλέπει. ἔχομεν δὲ καὶ τὴν αἴσθησιν ὀφθαλμῶν.
PG 39:1379καὶ ἐὰν ἐπιβάλλῃ τοῖς ὁρατοῖς ποιήμασιν τοῦ θεοῦ οὕτως, ὡς κατεσκευάσθησαν καὶ ἔχουσιν φύσεως, ὑγιαίνει. ὅταν δέ, φέρε, ὁρῶντες τὸν ἥλιον θεὸν αὐτὸν νομίζωμεν, ὁρῶντες τὴν διάταξιν τὴν οὐράνιον ἡγώμεθα γενεθλιαλογίαν εἶναι, οὐκ ὀρθῶς βλέπει ὁ ὀφθαλμὸς οὗτος· ἔδει γὰρ τὰ ἀόρατα τοῦ θεοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶσθαι. τὰ ἀόρατα τοῦ θεοῦ τότε ὁρᾶται, ὅταν ἐπιβάλλωμεν τοῖς θεοῦ ὁρατοῖς δημιουργήμασιν καὶ οὕτως ἀπὸ κτίσεως τοῦ κόσμου τούτου τοῦ αἰσθητο[ῦ] τὰ ἀόρατα τοῦ θεοῦ καθορῶμεν. τὰς ἐν τῷ νῷ τῶν ἀνθρώπων τέχνας καὶ τὰς ἐπιστήμας ἰδεῖν οὐ δυνά μεθα ἅτε τοῦ νοῦ ἀοράτου ὄντος. ἐκ τῶν κατασκευαζομένων δὲ ἔργων ἢ θεωρημάτων ἐπιστη μονικῶν λαμβάνομεν τὴν αἴσθησιν τοῦ νοῦ, κατὰ ποίαν ἐπιστήμην ἢ τέχνην πεποί ωται. κυρίως οὖν θεώρει τὴν ἐπιστήμην τοῦ μηχανικοῦ· ὁ τοὺς λόγους τῶν μηχανικῶν κατα σκευασμάτων δυνάμενος δέξασθαι εἰς τὴν διάνοιαν ἑαυτοῦ. ὁμοίως καὶ ἐπὶ τοῖς ἄλλοις· ἐκεῖνον ἰατρικὸν λέγομεν τὸν εἰδότα τὰ ἰατρικὰ ὡς δεῖ, ὡς ἡ ἐπιστήμη ὑπαγορεύει.
PG 39:1383ὅταν τις οὖν τὸν ἀόρατον ὁρ[ᾷ] ὡς δεῖτὸ ὡς δεῖ δὲ λέγω, ὡς ἐφικτόν ἐστιν, ὁρᾷ δὲ καὶ τὰ δημιουργήματα τοῦ θεοῦ τὰ ἀόρατα, ὧν καὶ ἡ ψυχὴ τοῦ ἀνθρώπου ἐστίν, ἔχει τὸν ὀφθαλμὸν τοῦτον διὰ παντὸς πρὸς θεὸν ὁρῶντα καὶ καθαρόν. ὅταν καὶ τὰ δημιουργήματα τὰ αἰσθητὰ καὶ τὴν περὶ τούτων πρόνοιαν ὀρθῶς ἐκλαμβάν[ῃ], ἔχῃ καὶ τὸν αἰσθητικὸν πόθονοὐ τοῦτον λέγω τὸν τοῦ σώματος, ἀλλὰ τὴν νόησιν τὴν τῶν αἰσθητῶν, ὁρατῶνκατορθούμενον, καὶ οὕτω τοὺς ὀφθαλμοὺς ἔχει διὰ παν τὸς πρὸς τὸν κύριον. ὡς δοῦλος λαλεῖ. δοῦλος δέ ἐστιν ὁ δουλεύων θεῷ, ὁ καὶ διαθέσει καὶ ἔργῳ ὁμολογῶν τὴν δεσποτείαν, ὁ ποιῶν τὸ θέλημα τοῦ ἐν τοῖς οὐρανοῖς πατρός. ὅτι αὐτὸς ἐκσπάσει ἐκ πα γίδος τοὺς πόδας μου. εἰ καὶ ἐφεδρεύουσίν [μοι] οἱ παγιδευταὶ καὶ θηρευταὶ λαβεῖν θέλοντες καὶ τὸν πόδα μου ὥσπερ εἰς τὴν παγίδα βροχίσαι, ἀλλ’ ἐγὼ διὰ παντὸς ἔχων πρὸς τὸν κύριον τοὺς ὀφθαλμοὺς οὐ πάσχω τοῦτο. πολλαχοῦ γὰρ τῶν θείων παιδευμάτων τὰ ἐνεδρεύματα τῶν πονηρῶν παγί δες ὀνομάζονται· ἐν παγίδι ταύτῃ, ᾗ ἔκρυψαν, συνελήμφθη ὁ ποὺς αὐτῶν.
PG 39:1386πολλάκις οἱ ἐχθροὶ τῆς ἀληθεία παγίδας σκευάζουσιν καὶ ἐν ταῖς παγίσιν αἷς σκευάζουσιν ἄλλοι[ς], αὐτοὶ ἁλίσκονται. καὶ ἔστιν καὶ ἐν τῇ ἱστορίᾳ τοιαῦτά τινα· ὁ Ἀμὰ εὐτρέπισεν ξύλον, ἵνα σταυρώσῃ τὸν δίκαιον Μαρδοχέα, καὶ ἐν αὐτῷ αὐτὸς ἐσταυρώθη. καὶ περὶ αὐτοῦ τοῦ μεγαλοδαίμονος λέγεται· λάκκον ὤρυξεν καὶ ἀνέ σκαψεν αὐτὸν καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο. κἂν γοῦν ἐν τῷ βίῳ τούτῳ ταῦτα μὴ γένηται, ἀλλ’ οὖν γε ἐν τῷ μέλλοντι παγιδεύεται ᾗ ἐσκεύασεν παγίδι. πολλοὶ γὰρ τηροῦσιν τὰ αἰσθητὰ ταῦτα καὶ ὡς διαφευδόμενα αὐτὰ ἡγοῦνται, ὧν ἐστιν καὶ τό· πάντες οἱ λαβόντες μάχαιραν μαχαίρῃ ἀπολοῦνται. οὔκ ἐστιν δὲ ἀναντίρρητον τοῦτο· ἀλλὰ τοῦτο λέγει· οἱ λαβόντες μάχαιραν κολά σει ὑποπεσοῦνται. ἐν πολλοῖς δὲ τόποις τῶν γραφῶν ἡ μάχαιρα δηλοῖ τὴν κόλασιν, ὡς ἐν τῷ· μεθύσω τὰ βέλη μου, καὶ ἡ μάχαιρά μου καταφάγεται αἷμα τραυματιῶν, καί· ἐμεθύς θη ἐν τῷ οὐρανῷ ἡ μάχαιρά μου· ἥψατο γὰρ καὶ τῶν ἐκεῖ ἡμαρτηκότων καὶ κολάσεως τρόπῳ ἐπ[έ]σπασεν αὐτοὺς ὧδε. ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων. καὶ ὅρα γε διαφοράν·
PG 39:1389τάχα τινὲς τῶν ἀγρευομένων ὑπὸ τῶν φαύλων τούτων θηρευτῶν ὅλοι ἐντὸς εἰς τὰς παγίδας λαμβά νονται, οἱ δὲ μόνους τοὺς πόδας. οἱ λέγοντες οὖν· ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐρύσθη ὅλοι ἦσαν παγιδευ θέντες. λέγει[ς] γοῦν εὐθέως· ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐρύσθημεν. ὧδε δὲ ὁ ἅγιος ἐπεὶ τοὺς ὀφθαλμοὺς ἔχει διὰ παντὸς πρὸς τὸν κύριον, περὶ ἁμαρτημάτων εὐτελεστέρων λέγει ὅτι· οἱ πόδες μου γέγοναν εἰς πα γίδα. ἔκσπα οὖν αὐτοὺς ἐκεῖθεν, ἵνα ἀνενπόδιστοι λοιπὸν γενόμενοι ὁδὸν τῶν ἐντολῶν τοῦ θεοῦ δράμωσιν καὶ εἴπωσιν· ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα. 16 ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐ λέησόν με. ὅταν ἐπιβλέψῃ θεός, ἔλεος γίνεται τοῖς ἐπιβλεπομένοις· ἄξιοι γάρ εἰσιν τοῦ ὁρᾶσθαι· ὁ γὰρ ἁμαρτάνων μακρύνεται τῶν ὄψεων τοῦ θεοῦ καὶ τοῦ προσώπου αὐτοῦ. ὁ Ἀδὰμ γοῦν ὅτε ἥμαρτεν ἅμα τῇ Εὕᾳ, ἐκρύβη ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ. οὐχ ὑπομένουσιν ὀφθῆναι τῷ προσώ[πῳ] τοῦ θεοῦ, ὅτε μάλιστα συνίσασιν ἑαυτοῖς ὅτι ἡμαρτήκασιν. ὁ δὲ θρασυνόμενος Κάιν ἔξω τοῦ προ σώπου τοῦ θεοῦ ἑαυτὸν ἀπήγαγεν· ἐξῆλθεν γὰρ Κάιν. ὁ δὲ ἐξερχόμενος ἐθελοντὶ τοῦτο ποιεῖ. περὶ γοῦν τοῦ Ἀδὰμ καὶ τῆς Εὕας εἴρηται ὅτι·
PG 39:1393ἐξέβαλεν αὐτοὺς κύριος. ἐφιεμένους τῶν ἔσω ἐξέβαλεν αὐτούς· οὐκέτι γὰρ ἐλυσιτέλει αὐτοὺς ἔσω εἶναι. ὅμως περιείχοντο τῷ πόθῳ. οὔκ εἰσιν οὕτω κακοὶ ὡς ὁ ἐξελθὼν ἀπὸ προσώπου κυρίου. οὗτοί εἰσιν περὶ ὧν γέγραπται· οὐ διαμενοῦσιν παράνομοι ἀπέναντι τῶν ὀφθαλμῶν σου. ἐθελουσίως δὲ ἔξω τῶν ὄψεων τοῦ θεοῦ γίνονται· οἱ γὰρ ὀφθαλμοὶ θεοῦ ἐφορῶντες φωτίζουσιν τοὺς ἐπιβλεπομένους. 16 ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ. Ἀέτιος ὁ ἔξαρχος τῆς Εὐνομίου αἱρέ[σε]ως ἔλεγέν τισιν ὅτι· ὡς μεγάλα χαριζόμενοί ἐστε λέγοντες ὅτι μονογενὴς τοῦ θεοῦ ἐστιν ὁ Χριστός. καὶ ἄλλα πολλὰ κτίσματα μονογενῆ εἰσιν. ὁ ἥλιος γοῦν μονογε νής ἐστιν. λέγω αὐτῷ· οὐ ταὐτόν ἐστιν τὸ εἶναί τι μονογενὲς καὶ τὸ εἶναι μονογεν[ὲ]ς γέννημα ἢ μονογενὴς υἱός, λέγω. ταῦτα οὖν τὰ ἄλλοις λεγόμενα μονογενῆ οὐ μετὰ προσθήκης τοῦ υἱοῦ ἢ παρὰ πατρὸς ἢ γεννήματ[ος] λέγονται. ὁ δὲ σωτὴρ εἴ που ὀνομάζεται, μετὰ τοιαύτης προσθήκης λέγεται· καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός. ὁ δὲ παρὰ πατρὸς μονογενὴς υἱός ἐστιν τοῦ πατρὸς μόνος. καὶ ἔτι·
PG 39:1396οὕτως ἠγάπησεν ὁ θεὸς τὸν κόσμον ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ. λέγω· υἱο[ῦ] οὖν μονογενοῦς ὄντος ἀδύνατόν ἐστιν ἄλλον υἱὸν εἶναι ἐκείνου τοῦ μονογενῆ υἱὸν ἔχοντος. οὐδὲν δὲ τῶν κτισμάτων μονογενές ἐστιν· κἂν γὰρ [ὁ] ἥλιος μονογενὴς ᾖ[ν], οὐ κτίσμα μονογενές ἐστιν, οὐ ποίημα μονογενές, ἀλλὰ ἥλιος μονογενής. οὕτω γοῦν καὶ ἀνθρώπων λέγομεν μονογενὲς τέκνον, οὐχ ὅτι ἓν μόνον ἔστιν τέκνον, ἀλλ’ ὅτι ἐκείνῳ ἓν μόνον ἐστίν. καὶ τό· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ. ἐπεὶ τοίνυν ὁ ταῦτα λέγων οὐ μονογενής ἐστιν υἱός, σκοπήσομεν πῶς ἑτέρως λέγεται· κἂν γὰρ τὸν Δαυὶδ τὸν ἄνθρωπον λάβῃς, οὐκ ἦν μονογενής. εἶχεν ἄλλους ἓξ ἀδελφούς. οὕτω τοίνυν ἐκλημπτέον τὸ μονογενὲς ὧδε εἰρῆσθαι ὡς τό· κἀγὼ ὑπελείφθη[ν] μόνος, καὶ ζητοῦσιν τὴν ψυχήν μου τοῦ λαβεῖν αὐτήν. οἵῳ δὲ λ[ό]γῳ λέγουσιν τὸν ἥλιον μονογενῆ τῷ ἄλλον ἥλιον μὴ εἶναι, ὅταν ὁ ἅγιος μονωθῇ καὶ χωρισθῇ τῶν ἄλλων ἀνθρώπων βίῳ καὶ θεωρίᾳ, μονογενής ἐστιν. μονογενὴς οὖν εἰμι καὶ πτωχός. καίτοι ὁ οὕτω [πτωχὸς] πλούσιός ἐστιν·
PG 39:1399πλουτεῖ γὰρ παν τὶ λόγῳ καὶ πάσῃ γνώσει. ἀλλὰ ὡς πρὸς τὸν ἐφορῶντα θεὸν καὶ τὰς δωρεὰς χαριζόμενο[ν] πτω χός ἐστιν· ὥσπερ γὰρ ὁ Ἀβραὰμ εἶπεν· ἐπεὶ ἠρξάμην λαλῆσαι πρὸς τὸν κύριον, ἐγὼ δέ εἰμι γῆ καὶ σπο δόςμὴ γὰρ καθάπαξ ἑαυτὸν εἶπεν γῆ καὶ σποδός, ἀλλ’ ἐπεὶ ἠρξάμην πρὸς τὸν κύριον λαλῆσαι, οὕτω καὶ Μωυσῆς καίτοι πεπαιδευμένος πάσῃ σοφίᾳ Αἰγυπτίων καὶ ἱκανῶς ἔχων περὶ λόγους, ἰσχνόφωνον καὶ βραδύγλωσσον ἑαυτὸν εἶπεν, ἀφ’ οὗ ἤρξω λαλεῖν τῷ θεράποντί σου. καὶ οὗτος οὖν εἰ καὶ πλούσιός ἐστινοὐδὲν γὰρ πλουσιώτερον τοῦ τοὺς ὀφθαλμοὺς διὰ παντὸς πρὸς τὸν κύριον ἔχοντος, ἀλλ’ ὡς πρὸς τὸν ἐπιβλέψαντα καὶ ἐλεῶντα εἶδεν ἑαυτὸν πτωχόν. δυνατὸν δὲ καὶ τὸ μονογενὴς εἰπεῖν ὅτι μίαν ἔχω μόνην ψυχήν. ταύτην παγιδευθεῖσαν ἐκσπάς[ει]ς ἐκ τῆς παγίδος· μονογενὴς γάρ μοί ἐστιν. 17 αἱ θλίψεις τῆς καρδίας μου ἐπλατύνθησαν. οὐ παντός, λέγω, αἱ θλίψεις πλατύνονται, ἀλλὰ τοῦ γενναίως αὐτὰς φέρον τος. τοῦτο ὁ ἀπόστολος γράφει· ἐν παντὶ θλιβόμενοι, ἀλλ’ οὐ στενοχωρούμενοι.
PG 39:1403λέγουσιν οἱ τὴν Ἑβραίων εἰδότες διάλεξιν ὅτι τὸ στενοχωρεῖσθαι, ὅτε μετὰ θλίψεως ὀνομάζεται, τοῦτο δηλοῖ τὸ προαιρέσει θλίβεσθαι, τὸ στενοχωρῆσαι τῷ μὴ γενναίως φέρειν τὰ θλιβηρά, οἷον ὁ Ἰὼβ ἐν παντὶ θλιβόμενος οὐκ ἐστενοχωρεῖτο· πῶς γὰρ ἐστενοχωρεῖτο ὁ λέγων· ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω ἐγένετο· εἴη τὸ ὄνομα κυρίου εὐλογημένον; καὶ οἱ ἐξερχόμενοι δὲ ἀπόστολοι ἀπὸ τοῦ συν εδρίου, ὅτι κατηξιώθησαν ὑπ[ὲρ] τοῦ ὀνόματος ἀτιμασθῆναι, οὐκ ἐθλίβοντο κατὰ τὴν διάθεσιν, ἀλλὰ ἔχαιρον. καὶ ἐπὶ τῶν αἰσθητῶν δὲ ὁ προσδοκίᾳ στεφάνου ἀγωνιζόμενος ὁρῶν αὐτὸν πρὸ τῶν ὀφθαλμῶν κείμενον γενναίως φέρει τὰς πληγάς, χαίρει ὅτι τυπτόμενος οὐκ ἐνδίδει. τὸ τῆς [θλίψεως] οὖν ὄνομα ὅτε μετὰ [στενοχωρίας] συνέζευκται, τοῦτο σημαίνει τὸ κατὰ τὴν διάνοιαν μὴ θλίβεσθαι, ἀλλὰ γενναίως φέρειν. ὅταν χωρὶς ἕκαστον αὐτῶν κεῖται ἐν τῇ γραφῇ, ὃ σημαίνει ἡ θλῖψις, τοῦτο ἡ στενοχωρία δηλοῖ· ἐν θλίψει καὶ στενοχωρίᾳ ἐκεῖ[θεν] λέων καὶ σκύμνος λέοντος καὶ ὄφεις καὶ ἔ[κ]γονα ἀσπίδων.
PG 39:1406ὅταν θλῖψις καὶ στενοχωρία γένηται, τουτέστιν ὅταν τὰ ἔξωθεν θλιβηρὰ ᾖ, θλίβηται δὲ καὶ ἡ διάθεσις, θλίβηται καὶ ἡ προαίρεσις ἑκάστου, καὶ ἤθη φανερὰ γίνεται, ὁ λέων λέων φαίνεταιἤτοι ὁ γενναῖος καὶ ἰσχυρὸς ἢ ὁ θυμώδης· ἀμφότερα δὲ φανεροῖ· ὅταν ὁ δίκαιος ὡς λέων πεποιθὼς γενναίως ἐνέγκῃ τὰ θλιβηρά, τότε ἐπαινετῶς λέων ὤφθη. ὅταν δὲ σὺν τῇ θλίψει στενοχωρῆταί τις θυμώ δης, ἀναδείκνυται ὠμόθυμος καὶ σκύμνος λέοντος. ἐπὶ τῶν λεόντων οἱ μέν εἰσιν τέλειοι, οἱ δὲ ἀτελεῖς καὶ ὡσανεὶ σκύμνοι τῶν λεόντων καὶ γεννήματα τῶν λεόντων. οὕτω καὶ ἐν ταῖς ἀνθρώπων προαιρέσεσιν εὑρήσεις· οἱ μέν εἰσιν ἄκρως λέοντες, οἱ δὲ ἄρτι λαμβάνοντες τοῦ γεννᾶσθαι. οἱ μάρτυρες τῆς ἀληθείας θλιβόμενοι οὐκ ἐστενοχωροῦντο. 17 καὶ ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με. ἀνάγκας ὧδε τὰς θλίψεις λέγει. καὶ ἐν ἄλλοις· καὶ ἐκέκραξαν πρὸς κύριον, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐρύσατο αὐτούς. οὐ γὰρ προσεκτέον τοῖς εἰσηγουμένοις γενεθλιαλογίαν· τοῦτο γὰρ ἐ κεῖνοι λέγουσιν ὅτι ἐπιμετρεῖ τινα ἡ εἱμαρμένη τοῖς ἀνθρώποις. ἐὰν δέ τις θεοσεβήσῃ καὶ κατὰ θεὸν σοφὸς γένηται, ἔξω γίνεται τῶν ἐπηρτημένων.
PG 39:1409καὶ Αἰγυπτίων οὖν οἱ λόγιοι, ὧν ἐστιν ὁ τρις μέγιστος Ἑρμῆς, λέγ[ουσιν] ὅτι ὁ σοφὸς οὐκέτι ὑπόκειται τῇ εἱμαρμένῃ, ἔξω γίνεται τοῦ κόσμου. ὡς λέγει ὁ σωτὴρ δυνατὸν εἶναι ὄντα ἐν τῷ κόσμῳ μηκέτι ἐξ αὐτοῦ εἶναι, ὅταν ἄνω ἔχῃ τὸν νοῦν καὶ τὴν πολιτείαν οὐράνιον, οὕτω ἐκεῖνοι ψελλίσαντες ἀπὸ τῶν ἡμετέρων λέγουσιν ὅτι ὁ σοφὸς λύει τὴν εἱμαρμένην. τινὲς γοῦν τῶν περὶ γενεθλιαλογίαν ἐχόντων οὕτως εἰσακού ονται τὰ τοιαῦτα ῥητὰ ὅτι· κρισσαί εἰσιν αἷς ὑπόκειμαι. ἔξω τούτων με ποίησον, λῦσον τὴν εἱμαρμέ νην. οὐχ οὕτως ἐκλαμβάνομεν τὸ ῥητόν, ἀλλὰ τὰς ἀποδείξεις ἀνάγκας λέγει. τοῦτο δὲ καὶ ἐν τῷ Ἰὼβ φέρεται· ἑξάκις ἐξ ἀναγκῶν σε ἐξελεῖται, ἐν δὲ τῷ ἑβδόμῳ οὐδὲν ἅψεταί σου κακόν. ὃ λέγει, τοι οῦτόν ἐστιν· ὁ κόσμος ἐν ἓξ ἡμέραις γέγονεν. ὁ μὴ ὑπερβαίνων αὐτὸν ὑπὸ ἕξ ἐστιν ἀνάγκας. τέλειος δέ ἐστιν ὁ ἀριθμὸς οὗτος. ὃ λέγει, τοιοῦτόν ἐστιν· ὁ περιεχόμενος τοῦ κόσμου καὶ τῶν μερῶν αὐτοῦ καὶ οὕτω ζ[ῶ]ν ὑπὸ τελείαν ἐστὶν ἀνάγκην. ὅταν δὲ ὑπερπαίσῃ τὸν κόσμον καὶ ὑπεραναβῇ αὐτόν, ἐν τῷ ἑβδόμῳ σαββατίζει ἀπὸ τῶν ἔργων τοῦ κόσμου.
PG 39:1413καὶ ἐν τῇ ἑβδόμῃ τῇ ἡγιασμένῃ καὶ καθαρᾷ καὶ ἀπολειπομένῃ τ[ῷ] τοῦ θεοῦ λα[ῷ] γινόμενος ἄψαυστός ἐστιν. τὸ ψαῦ σαι δὲ τοῦτο κακὸν σημαίνει τὸ πλησιάσαι αὐτῷ καὶ ἐνεργῆσαι αὐτό. ἐὰν γοῦν λέγῃ ὅτι· καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι, οὐ τοῦτο σημαίνει ὅτι ἁφῇ ἐπιβαλεῖν σώματι γυναικὸς κακόν ἐστιν. ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με. ἐπειδὴ δὲ τῇ ὑμῶν κρίσει δεδώκαμεν, θεώρει τὸ φαινόμενόν μοι· λέγω· ἐξάγαγέ με ἐκ τῶν ἀναγκῶν μου, ἵνα μηκέτι κατηναγκασμένος ὢν τῇ ἁμαρτίᾳ εὔλυτος πρὸς ἀρετὴν γένωμαι. τότε δὲ ἐξάγεις με τούτων, εἰ ἄφεσιν ἁμαρτημάτων μοι δώσεις. δυνατὸν δὲ καὶ τοῦτο λαβεῖν· τὰς μελλούσας κολάσεις τὰς ἐπιπόνους καὶ θλιβηρὰς ἀνάγκας. [αἱ θλίψεις τῆς καρδίας μου ἐπλατύνθησαν.] πολλάκις περὶ ἀνάγνωσιν διάφορον οὐκ ἀμφιβάλ λομεν. νῦν δὲ ἀναγκαῖόν ἐστιν εἰδέναι ὅτι ἐπλατύνθη[σαν] καὶ οὐκ ἐπληθύνθησαν· οὐκέτι γὰρ σπουδαῖός ἐστιν ὁ τῇ καρδίᾳ θλιβόμενος ἀλλὰ καὶ φαῦλος. οὐκ ἐπιτρέπει δὲ τά τε πρὸ τοῦ στίχου τούτου καὶ τὰ μετ’ αὐτὸν φαῦλον ἐκλαβεῖν τὸν ταῦτα λέγοντα, τὸν ἔχοντα διὰ παντὸς τοὺς ὀφθαλμοὺς πρὸς τὸν κύριον.
PG 39:141618 ἰδὲ τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. κάμνει ἐν τῷ κόσμῳ τούτῳ τυγχάνων ἀκμὴν ἐπηχθισμένος τὸ σῶμα τῆς ταπεινώσεως. σὺν τούτῳ τῷ κακῷ συμβαίνει καὶ ταπεινοῦσθαι· πολλάκις γὰρ ἡ θλῖψις ταπείνωσις λέγεται κατὰ τό· ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως. ὅτε εἰς τὸν τόπον τῆς κακώσεως ἐληλύθαμεν, ἐταπεινώθημεν. δυνατὸν δὲ καὶ εἰπεῖν ὅτι· ὅτε τοὺς ὀφθαλ μοὺς ἔσχεν διὰ παντὸς πρὸς τὸν κύριον ὁρῶντα[ς], τότε εἶδεν ἑαυτὸν [ταπεινόν], κἂν δίκαιος ᾖ, ὡς ἔλεγον περὶ τοῦ Ἀβραάμ· οὐκ ἄλλοτε εἶδεν ἑαυτὸν γῆν καὶ σποδόν, ἀλλὰ ὅτε ἤρξατο λαλεῖν πρὸς κύριον. 19 ἰδὲ τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν καὶ μῖσος ἄδικον ἐμίσησάν με. μῖσος ἄδικον μισεῖται ὁ διὰ μηδὲν ἄλλο μισούμενος ἢ ὅτι σπουδαῖός ἐστιν. οὕτω γοῦν ἐμισοῦντο οἱ τοῦ Ἰησοῦ μαθηταί. περὶ τούτων εὐχὴν ἀναπέμπειν διδάσκει· εὔχεσθε περὶ τῶν μισούν[των] ὑμᾶς, ἀγαπᾶτε τοὺς μισοῦντας ὑμᾶς. οὐχ ἡμεῖς μισοῦμέν τινα· εἴρηται γάρ· μὴ μισήσεις πάντα ἄνθρωπον, ἀγαπήσεις πάντα ἄνθρωπον. ἐκεῖνοι δὲ μισοῦσιν.
PG 39:1419οὐχ ἁμάρτημα δὲ ἡμῶν ἐστιν τὸ μισεῖσθαι ὑπό τινων, ἀλλὰ μᾶλλον ἀτύχημα, ὅτε ἡμεῖς πρόφασιν μίσους οὐ παρέχο μεν. λέγει οὖν ὅτι· ἰδὲ τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν καὶ μῖσος ἄδικον ἐμίσησάν με. οὐ δίκαιον μῖσος μισοῦσίν με. ἐμίσουν με ὡς ἄδικον, ὡς πλεονέκτην. ἐπειδὴ δὲ τού των με οὐδὲν ἔχοντα μισοῦσιν, ἀδίκως με μισοῦσιν. πληθύνονται δὲ οἱ τοιοῦτοι· εἰ γὰρ διὰ ἀρετὴν μισεῖται ὁ δίκαιος, ἔχει πάσας τὰς ἀρετὰς κατὰ τὰ πολλάκις εἰρημένα περὶ τῆς ἀντακολου θίας τῶν ἀρετῶν. οἱ ἄδικοι μισοῦσιν τὸν δίκαιον, οἱ ἀκόλαστοι τὸν σώφρονα, οἱ ἀλαζόνες τὸν ταπεινόφρονα, καὶ ἁπαξαπλῶς οἱ ἐν κακίᾳ μισοῦσιν τὸν δίκαιον. ὁ δίκαιος οὖν εἷς ἐστιν, κἂν πάσας τὰς ἀρετὰς ἔχῃ· σχίζει γὰρ ἡ κακία τοὺς ἔχοντας· οὐ γὰρ δυνατὸν πάσας τὰς κακίας ἕνα ἔχειν. οὐ δύναται οὖν ὁ δειλὸς θρασὺς εἶναι, ὁ δεισιδαίμων ἀσεβής, ὁ ῥᾳδιουργὸς ἄφρων. τρόπον τινὰ οὖ[ν] ἐμίσησεν ἡ Αἰγυπτία τὸν Ἰωσὴφ δεσμῶν καὶ φυλακῆς αὐτὸν ποιήσασα πειραθῆναι ὡς κακοῦργον. ἄδικον ἦν τοῦτο τὸ μῖσος. ἡ Ἰεζάβελ κατὰ τοῦ Ναβουθὲμ καὶ θάνατον ἐμηχανᾶτο. καὶ ἄδικον ἦν τοῦτο τὸ μῖσος.
PG 39:1423καὶ ἡ Ἡρῳδιὰς ἡ γυνὴ τοῦ Ἡρῴδου κατὰ τοῦ Ἰωάννου θάνατον εἰργάσατο οἴκτιστον, ὅσον ἧκεν εἰς αὐτήν. τῶν οὖν ἀδίκως μισουμένων ψήφῳ καὶ κρίσει τῆς προνοίας τὰ μὲν φανεροῦται, τὰ δὲ οὔ. τὸ τοῦ Ἰωάννου μετὰ θάνατον αὐτοῦ φανερὸν γέγονεν, ἄλλων δὲ πρὸ θα νάτου, τῆς Σωσάννης καὶ τοῦ Ἰωσήφ. κἄν τε οὖν ἐνταῦθα ἐκδίκησις γένηται κἂν μή, οὐδεὶς ζητεῖ ὅτι ὧδε ἢ οὐχ ὧδε· κρίσει γὰρ θεοῦ ταῦτα γίνεται· ἀνεξερεύνητα γάρ ἐστιν αὐτοῦ τὰ κρίματα. 20 φύ λαξον τὴν ψυχήν μου καὶ ῥῦσαί με· μὴ καταισχυνθείην, ὅτι ἤλπισα ἐπὶ σέ. ἐάν μου φυλάξῃς τὴν ψυχὴν ἀζημίωτον καὶ ἀβλαβῆ, οἶδα ὅτι ῥυσθήσομαι· ἤτοι γὰρ ῥύομαι ἀπὸ τῶν κακούντων ἢ στέφανον λαμβάνω διὰ τὸ τεθλῖφθαι. 21 ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, κύριε. οὐ μόνον ἐγὼ ἐμαυτὸν ἐκέρδησα ὑπομείνας ὑπομονὴν τὴν σῴζουσαν ἡ ὑπομονὴ δὲ φέρει σωτηρίαν· ὁ ὑπομείνας γὰρ εἰς τέλος σωθήσεται· πολλοὺς ἐκέρδησα ὅτι ὑπέ μεινά σε, πολλοὺς φίλους ἔσχον. ἀκάκους δὲ ἐνταῦθα τοὺς στερομένους κακίας λέγει, οὐ τοὺς εὐήθεις. συνεζεύχθησαν γοῦν αὐτοῖς οἱ εὐθεῖς. κατὰ τὴν ἀπο[δο]χὴν τῆς κακίας ἄκακοί εἰσιν, κατὰ δὲ τὴν λῆμψιν τῆς ἀρετῆς εὐθεῖς.
PG 39:1426οἷον ὁ ἐκκλίνας ἀπὸ τοῦ κακοῦ ὥστε μηκέτι ἐνεργεῖν αὐτὸ ἄκακος γέγονεν. ἐπειδὴ δὲ μετὰ τὴν ἔκκλισιν τὴν ἀπὸ τοῦ κακοῦ ποίησις ἀγαθοῦ δια δέχεται, εὐθὴς γίνεται ὁ ἐκκλίνας ἀπὸ τοῦ κακοῦ. δυνατὸν οὖν τοὺς αὐτοὺς ἀκάκους καὶ εὐθεῖς λέγειν κατὰ ἄλλην καὶ ἄλλην ἐπίνοιαν. δυνατὸν δὲ καὶ οὕτω· οἱ κατὰ πρᾶξιν ἔξω κακίας ὄντες ἄκακοί εἰσιν, εὐθεῖς δὲ οἱ τὰ τῆς εὐσεβείας [φρον]οῦντες. 22 λύτρωσαι, ὁ θεός, τὸν Ἰσραὴλ ἐκ πα σῶν τῶν θλίψεων αὐτοῦ. ἐπεὶ αὐτὸς τετύχηκεν τῆς αἰτήσεως τῆς περὶ ἑαυτοῦ, βούλεται καὶ τῷ Ἰσραήλ, παντὶ τῷ διορατικῷ καὶ νοῦν ἔχοντι, ὑπαρχθῆναι τὴν αὐτὴν σωτηρίαν, τὸ ἔξω τῶν θλίψεων γενέσθαι θεοῦ λυτρωσαμένου. οὐκ ἀπεικὸς δὲ καὶ περὶ τοῦ ἀνθρώπου τοῦ κυριακοῦ ἐκλαβεῖν ταῦτα. ἀρχόμενοι δὲ τοῦ ἀφ’ οὗ ἠρξάμεθα ψαλμοῦ εἰρήκαμεν, ὅτι τὰ περὶ τοῦ ἀνθρώπου τοῦ κατὰ τὸν σωτῆρα λεγόμενα κοινά εἰσιν πάντων τῶν δικαίων, μόνων ἐκείνων αὐτοῦ ὄντων ἰδίων τῶν θεολογικῶν. 1 Κρῖνόν με, κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. σφόδρα παρρησιαζομένου πρὸς θεὸν ἡ φωνή.
PG 39:1429παρρησίαν δὲ πρὸς θεὸν ἔχει, οὗ ἡ καρδία μὴ καταγιγνώσκει, ὡς γράφει ὁ μέγας μαθητὴς καὶ εὐαγγελιστὴς Ἰωάννης ἐν τῇ κατ’ αὐτὸν ἐπιστολῇ· ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγιγνώσκῃ, παρρησίαν ἔχομεν πρὸς τὸν θεόν. ὅλος οὖν ὁ ψαλμὸς ἀπὸ πολλῆς παρρησίας ἀναπέμπεται. καὶ τὰ μὲν ὡς ἤδη κατορθωθέντα λέγει, τὰ δὲ ὡς παρόντα καὶ ἐνεργούμενα διηγεῖται, τὰ δὲ εὐχήν τινα σημαίνει τοῦ λέγοντος· τὸ γάρ· κρῖνόν με, κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. οὐκ εἶπεν πορευθήσομαι, ἀλλ’ ἐπορεύθην. ἀκακίαν δὲ ἐνταῦθα λέγει τὸ ἀπανοῦργον. ὁ στραφεὶς κατὰ τὴν ὑφήγησιν Ἰησοῦ καὶ γενόμενος ὡς τὰ παιδία, ἐκεῖνος ἐν ἀκακίᾳ γέγονεν, καὶ ἐστίν γε ὁ τοιοῦτος ταῖς μὲν φρεσὶν τέλειος, τῇ δὲ κακίᾳ νηπιάζων, ὡς ὁ ἀπόστολος γράφει· ταῖς φρεσίν, φησίν, τέλειοι γίνεσθε, τῇ δὲ κακίᾳ νηπιάζετε. ὁ νηπιάζων τῇ κακίᾳ οὐκ ἀγνοεῖ αὐτήν πῶς γὰρ ἐνηπίαζεν κατ’ αὐτήν, εἰ ἠγνόει αὐτήν; , ἀλλ’ οὐκ ἐνεργεῖ. τοῦ το γοῦν λέγει· ἐν ἀκακίᾳ μου ἐπορεύθην. ἐνταῦθα οὖν ἕτερόν ἐστιν. παρὰ ἀμφότερα τὸ ἀπανοῦργον σημαίνει, τὸ ὡς προεῖπον στραφέντα κατὰ τὰ παιδία.
PG 39:1433ὁ στραφεὶς οὖν κατὰ τὴν Ἰησοῦ διδασκαλίαν καὶ ὡς τὰ παιδία γενόμενος οὐκ ἀφραίνει. οὐ τὴν ἀφρος?ύ?νην τῶν νηπίων σημαίνει, ἀλλὰ τὸ ἀκίνη τον πρὸς τὰ κακά. ἔλεγον οὖν, ὅτι τὸ παιδίον κοιμώμενον μετὰ γυναικὸς ὄρεξιν αὐτῆς οὐ δέχεται. ὅταν οὖν τις τέλειος γενόμενος οὕτως ἔχῃ ἀνορέκτως πρὸς ἀκολας[ί]αν, τῇ κακίᾳ νηπιάζει καὶ ὡς τὰ παιδία στραφεὶς γέγονεν. θεώρει γὰρ ὅτι τὰ παιδία ταῦτα τὰ κατὰ τὴν ἡλικίαν οὐ στραφέντα τοιαῦτά εἰσιν ἀφραίνοντα, εὐήθη. ὁ δὲ τέλειος στραφεὶς γέγονεν τοιοῦτος, ὥστε προαιρετι κόν ἐστιν τὸ οὕτω νηπιάζ[ει]ν, τὸ οὕτω ἄκακον εἶναι. ἐπὶ δὲ τῶν βρεφῶν οὐ τοῦτο φαίνεται, οὐ προαιρετικόν ἐστιν, ἀλλὰ τῆς ἡλικίας μὴ ἐπιτρεπούσης τέλειον ἔχειν λογισμόν. τὸ ἐπο ρεύθην ὧδε οὐκ ἀνακοπὴν λέγει καὶ παῦλα[ν], ἀλλ’ ὅτι ἐκ πολλοῦ οὕτως ἠρξάμην ἢ μητρόθεν οὕτως ἠρξάμην· λέγει γὰρ ὅτι· ἐπὶ σοὶ ἐπεστηρίχθην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκε παστής. καὶ οἱ ἅγιοι δέ, περὶ ὧν εἴρηται· οὓς προέγνω καὶ προώρισεν συνμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, ταύτης εἰσὶν τῆς παρρησίας. 1 καὶ ἐπὶ τῷ θεῷ ἐλπίζων [οὐ μὴ ἀσθενήσω]. οὐκέτι λέγει ἐλπίσας, ὡς τὸ ἐπορεύθην.
PG 39:1436ἡ πρὸς θεὸν δὲ ἐλπὶς ἰσχυρὸν καὶ πάνυ γε δυνατὸν ποιεῖ. ἐπεὶ τοίνυν ἐπὶ σοὶ ἐλπίζω, οὐκ ἀσθενῶ. περὶ ταύτης τῆς ἀσθενείας πολλαχοῦ τῶν θείων παιδευμάτων φέρεται· ἀνήγαγεν, φησίν, αὐτούς τοὺς Ἑβραίους δηλονότιἐν χρυσίῳ καὶ ἀργυρίῳ, καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ἀσθενῶν· ὅταν γὰρ ἀνάξῃ θεός τινα ἐν χρυσίῳ, τουτέστιν νῷ καθαρῷ, καὶ ἀργυρίῳλόγῳ δοκίμῳ, οὐκ ἔχει ἀς θένειαν. οἱ οὕτως ἀναγόμενοι οὐκ ἀσθενοῦσιν, ἀλλ’ ἰσχύουσιν ἐν τῷ ἐνδυναμοῦντι αὐτούς. καὶ ὡς ὁ ἀπόστολος λέγει· πάντα ἰσχύω, ὁ δὲ πάντα ἰσχύων οὐκ ἀσθενεῖ, οὕτω καὶ ἕκαστος τῶν σοφῶν ἰσχύων οὐκ ἀσθενεῖ· πῶς γὰρ ἀσθενήσειεν ὁ λέγων πρὸς τὸν θεόν· ἀγαπήσω σε, κύριε, ἡ ἰσχύς μου; ὁ ἐλπίζων ἐπὶ πλούτῳ ἀσθενήσει ποτέ. εἰ δὲ καὶ νόσον σημαίνει τὸ ὄνομα τῆς ἀσθενείαςσημαίνει γάρ, τοῦτο λέγει· ἐπὶ τῷ κυρίῳ ἐλπίζων οὐ νοσήσω κατὰ τὴν ψυχήν, ἀεὶ ὑγιαίνων εἰμί· ὁ γὰρ φυλάττων ἐντολήν, οὗτος ὑγιαίνει. οὐ περὶ τῆς αἰσθητῆς ὑγείας τοῦτο λέγεται· πολλοὶ γὰρ φυλάττοντες ἐντολὴν νοσοῦσιν, καὶ πολλοὶ παραβαίνοντες ἐντολὰς ὑγιαίνουσιν. 2 δοκίμασόν με, κύριε, καὶ πείρασόν με. θεώρει τὴν παρρησίαν·
PG 39:1439πύρωσον τοὺς νεφ[ρ]ούς μου καὶ ἴδε, εἰ ἔστιν ἐν ἐμοὶ ἀδικία. οὐδεὶς ἐκκαλεῖται κριτὴν ἐξετάσαι τὰ κατ’ αὐ τὸν τοιοῦτον τὰ κρυπτὰ ἐπιστάμενον, μυελοὺς εἰδότα, εἰ μὴ πολλὴν ἔχει παρρησίαν. ἀμέλει γοῦν τινες διὰ τὴν ὑπερβολὴν τῆς καθαρότητος τοῦ παρρησιαζομένου εἰς τὸν ἄνθρωπον τοῦ σωτῆρος ἐκλαμβάνου σιν τὸν ψαλμόν. ἐλέχθη δὲ ἡμῖν ἤδη πολλάκις, ὅτι τὰ κατορθώματα τοῦ σωτῆρος κατὰ τὸν ἄνθρωπον ἅπτεται καὶ πάντων τῶν τελείων ἀνδρῶν. δοκίμασόν με, κύριε, καὶ πείρασόν με. εἰσάγαγέ με εἰς ἀγῶνα. ὡς εἰ καὶ ἀθλητής τις ἱκανὸς ἔλεγεν τῷ ἀθλοθέτῃ· δοκίμασόν με καὶ πείρασόν με, εἰ τοιοῦτός εἰμι, οἷος ἐπαγ γέλλομαι. τὸ δοκιμάσαι δὲ τὸν θεόν τινα τοῦτο σημαίνει ὅτι ἄξιός ἐστιν τοῦ παρ’ αὐτοῦ δοκιμῆς τυχεῖν. ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον, εὐδοκήσαμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς. μεταδίδωσίν τις τὴν ἑαυτοῦ ψυχήν τινι, ὅταν ποιὸν αὐτὸν κατασκευάσῃ κατὰ τὴν ἔχει ποιότητα. οὐ μόνον οὖν, φησίν, τὸ εὐαγγέλιον ὑμῖν με ταδοῦναι προθύμως ἔχομεν, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς.
PG 39:1443ἐάν τις μιμητὴς τοῦ ἀποστόλου γένηται καὶ πᾶσαν διάθεσιν τὴν αὐτοῦ καὶ πρᾶξιν ἔχῃ, μετείληφεν τῆς ψυχῆς τοῦ ἀποστόλου. δύναται δὲ προχείρως τοῦτο ὅτι· καὶ προκινδυνεῦσαι ὑμῶν ἑτοίμως ἔχομεν· ὅτι γὰρ ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν ἔθηκεν, καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ ἀλλήλων τὰς ψυχὰς θεῖναι. εἰ ἡμεῖς γε θέμενοι ὑπὲρ τῶν ἀγαπωμένων τὰς ψυχὰς οὐ νοητήν τινα καὶ ἀλληγορουμένην ψυχὴν τίθεμεν, ἀλλ’ ἣν ἔχομεν, κατὰ μίμησιν δὲ τοῦ Ἰησοῦ τοῦτο γίνε ται, καὶ αὐτὸς ἀληθῶς ψυχὴν ἔθηκεν ἀνθρωπίνην καὶ οὐκ ἀλληγορουμένην. 23 πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου. [ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μού ἐστιν, καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου]. θεώρει ὅτι διὰ πάντων θαρρεῖ τῇ καθαρότητι ἑαυτοῦ. εἶτ’ ἐπεὶ δοκεῖ ταῦτα ὑπὲρ δύ ναμιν ἀνθρώπων εἶναι, εὐθέως λέγει· ὅτι τὸ ἔλεός σου κατεναντίον μου. οἶδα δὲ ὅτι, κἂν προθῶμαι τὰ καλά, κἂν δραμεῖν ἐπ’ αὐτὰ σπεύσω, ἐὰν μὴ σὺ ἐλεήσῃς, οὐ τελειοῦμαι. εὐαρέστησα οὖν ἐν τῇ ἀληθείᾳ σου. οὐ δεῖ ὧδε ταπεινο φρονεῖν, ὅτε περὶ ἀληθείας ὁ λόγος ἐστίν. ἀμέλει γοῦν μέμνημαί τινος λέγοντος ὅτι· ἐὰν ἐρωτηθῇς ὅτι· παρθένος εἶ; εἰπέ·
PG 39:1446διὰ τὸν θεὸν ἕως νῦν π[αρθέν]ος εἰμί, θέλω καὶ ἕως νῦν περὶ πίστεως, καὶ πάνυ. ὁ εὐαρεστῶν οὖν ἐν τῇ ἀληθείᾳ τοῦ θεοῦ ἔχει τὸ ἔλεος τοῦ θεοῦ πρὸ ὀφθαλμῶν. ἔχων δὲ πρὸ ὀφθαλμῶν τὸν συνεργοῦντα καὶ τελειοῦντα παρρησιάσεται ἐπὶ τοῖς ἤδη αὐτῷ κατορθωθεῖσιν. διὰ τοῦτο οὖν λέγω· πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου, ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μού ἐστιν. συνεζευγμένοι δὲ ἐν πολλοῖς τόπ[ο]ις τῆς γραφῆς οἱ νεφροὶ τῇ καρδίᾳ εὑρίσκονται· ἐτάζων καρδίας καὶ νεφροὺς ὁ θεός. ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου. καὶ ὥσπερ ἐὰν ἀκούωμεν καρδίαν, οὐ τὸ μέρος τοῦ σώματος λέγει, καθαρὸν ὃ ἔχων ὁρᾷ θεόν· πάλιν· ἀκούσατέ μου οἱ ἀπολωλεκότες τὴν καρδίαν, οὐδεὶς τὸ σωματικὸν τοῦτο μέρος οὕτω καλούμενον ἀπόλλυσινεἰ δὲ μή γε, ἀποθνήσκει - ἐὰν καρ δίαν ἐκσπᾷ λιθίνην ὁ θεός, σαρκίνην ἀντ’ αὐτῆς ἐντιθῇ, τὴν νόησιν ἐκλαμβάνομεν. σὺν ταύτῃ οὖν τῇ καρδίᾳ καὶ οἱ ὀνομαζόμενοι νεφροὶ οὐ τὰ μέρη τοῦ σώματός εἰσιν. λέγονται αἱ σπερματικαὶ γοναὶ ἐκεῖ πρῶτον συνίστασθαι κἀκεῖθεν ῥᾳδίως εἰς τὰ ὄργανα τὰ ἀφροδίσια [χωρῆσαι].
PG 39:1449γεννητικοὶ ἄρα εἰσὶν καὶ σπερμά - των διάκονοι οἱ νεφροί. ἐπεὶ τοίνυν εἰσὶν καὶ γοναί, καθ’ ἃς γεννᾷ ἡ ψυχὴ ἢ ὁ νοῦς, ἐκείνους νε φροὺς λέγει σὺν τῇ καρδίᾳ ὀνομαζομένῃ. ἐγγὺς εἶ, φησίν, τοῦ στόματος αὐτῶν, πόρρω δὲ ἀπὸ τῶν νεφρῶν. ἀπὸ τούτων τῶν νεφρῶν πόρρω εἶ, ὦ θεέ, οὐκ ἀπὸ τῶν σωματικῶν μερῶν. τοὺς νεφρούς μου οὖν καὶ τὴν καρδίαν μου ἔτασον, δοκίμασον. οὐκ ἔχω σπέρματα δυνάμενα χωρῆσαι ὥστε γενέσθαι τέκνα ἐπάρατα, τέκνα ὀλέθρια, οἷα εἶχεν ὁ Ἰούδας· εἴρηται γὰρ ὅτι· γεν[ηθήτω] αὐτ[ὰ] εἰς ἐξολέθρευσιν. μὴ ὑπαρχέτω [αὐτῷ] ἀντιλήμπτωρ, μηδὲ τοῖς τέκνοις αὐτοῦ βοηθός, οὐ περὶ τέκνων τῶν σωματικῶν. τάχα δὲ οὐδὲ οἴδαμεν, εἰ εἶχεν τέκνα. τέκνα αὐτοῦ ὀνομάζει τοὺς προδότας πάντας τῆς ἀληθείας. ὥσπερ ὁ Παῦλος γεννᾷ διὰ τοῦ εὐαγγελίου, ἐκεῖνος ἐγέννησεν διὰ τῆς προδοσίας ὧν προῆλθεν ἐπὶ τῷ παραδοῦναι τὸν Ἰησοῦν· τί θέλετέ μοι δοῦναι, κἀγὼ παραδώ σω ὑμῖν αὐτόν; διὰ ταύτης τῆς σπουδῆς πατὴρ γέγονεν πάντων τῶν προδοτῶν τῆς ἀληθείας. καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου. ὁ εὐαρεστῶν ἐν τῇ ἀληθείᾳ τοῦ θεοῦ οὐκ ἐπαισχύνεται τοὺς λό γους αὐτοῦ· εἶπεν γὰρ Ἰησοῦς·
PG 39:1453ὃς ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς λόγους μου. εἰ δὲ τὸν ἐπαισχυνόμενον ἐπαισχύνεται καὶ αὐτός, τὸν παρρησιαζόμενον καὶ ἐνμένοντα τῇ ἀληθείᾳ καὶ πάντων αὐτὴν προκρίνον τα καὶ αὐτὸς ἰσχυροποιεῖ, ἐνμένει αὐτῷ. 4 οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω. ἀσυνύπαρκτ[ά] εἰσιν τὰ κακὰ καὶ τὰ ἀγαθά. ὁ ἔχων τὰ ἀγαθὰ οὐ δύναται μετέχειν κακῶν. ὁ ἐπὶ κακίαν πεποιωμένος καθ’ ὅσον ἐστὶν κακός, ἀνεπίδεκτός ἐστιν ἀρετῆς. ἐπειδὴ δὲ ἀποχὴ τῶν κακῶν, ὅταν τις πεφυκὼς πρὸς αὐ - τὰ ἀπέχηται αὐτῶν προαιρέσει, τὰ παιδία οὐκ ἔχει ἀκολασίαν, ἀλλ’ οὐ λέγω αὐτὰ ἀπέχεσθαι ἀκο λασίας. τὸ ἄψυχον καὶ τὸ ἄλογον οὐκ ἔχει ἀσέβειαν· καὶ οὐ λέγω αὐτὰ ἀπέχεσθαι [ἀσεβείας]· τὸ γὰρ ἀπέχεσθαι προαιρετικὸν κίνημά ἐστιν. ἐν τῷ πρώτῳ γοῦν ψαλμῷ μακαρίζει τὸν ἄνδρα τὸν κατὰ τὸν ἔσω ἄνθρωπον τέλειον· μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτω λῶν οὐκ ἔστη καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν.
PG 39:1456ὁ σοφιστὴς καὶ ἀπατεὼν δύναται εἰπεῖν, ὅτι οὐδὲ τὸ παιδίον οὐδὲ τὸ ἄλογον οὐδὲ τὸ ἄψυχον ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν. ἀποφήσας τοῦ τελείου τὰ τοιαῦτα λέγει· πῶς ἀπέχεται τούτων τῷ τὸ θέλημα ἑαυτοῦ ἔχειν ἐν τῷ νόμῳ κυρίου; οὐ παντὸς δέ ἐστιν ἔχειν τὸ θέλημα ἑαυτοῦ ἐν τῷ νόμῳ κυρίου. ὅσοι γὰρ δοκοῦσιν μὴ ἁμαρτάνειν τῷ ἐπα νέχειν νόμῳ ἐὰν διὰ τὸ φοβεῖσθαι κόλασιν τοῦτο ποιῶσιν, οὐκ ἔχ[ου]σιν τὸ θέλημα ἑαυτῶν ἐν τῷ νόμῳ κυρίου. ἐὰν γοῦν τις πείσῃ αὐτούς, ὅτι οὐκ ἔνι κόλασις, πάντα τὰ ἀπηγορευμένα πράττουσιν. ὁ δὲ ἔ χων τὸ θέλημα ἑαυτοῦ ἐν τῷ νόμῳ κυρίου, κἂν μυρίαι πεῖραι, κἂν κολάσεις πολλαὶ ἐπηρτημέναι αὐτῷ ὦσιν, οὐκ ἀφίσταται τοῦ θελήματος τοῦ νόμου. οἷοι ἦσαν οἱ Μακκαβαῖοι, οἷοι ἐτύγχανον οἱ καθ’ ἡμᾶς μάρτυρες τῆς ἀληθείας. ὥσπερ οὖν οὐ λέγει πρότερον τὸν τέλειον ἄνδρα ἀπεσχῆ - σθαι τῶν κακῶν τῷ ἔχειν τὸ θέλημα τὸ ἴδιον ἐν τῷ νόμῳ κυρίου, καὶ ἐνταῦθα εἰπὼν τὰ προσόν τα ἀγαθὰ λέγει λοιπὸν ἃ ἀπαγορεύει καὶ λέγει ὅτι·
PG 39:1459ἐπειδὴ ἐν ἀκακίᾳ μου ἐπορεύθην καὶ ἐλπίσας ἐπὶ σοὶ οὐκ ἀσθενῶ ἔχων τὸ ἔλεός σου πρὸ ὀφθαλμῶν μου, ἐπεὶ τοιοῦτός εἰμι, οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος. οὐκ ἄλλο μέ τι διεῖλεν τῆς ματαιότητος τοῦ συνεδρίου ἢ τὸ ἐν τοιού τῳ βίῳ εἶναι· βίος γὰρ διαιρείτω τῶν ἀνθρώπων, μὴ τόπος. τὸν σπουδαῖον ἀρετὴ διαιρεῖ ἀπὸ τ[ῶ]ν χυδαίων ἀνθρώπων, ἐπιστήμη διαστέλλει ἀπὸ τῶν ἀμαθῶν τὸν ἔχοντα. οὕτω καὶ ἐν ταῦθα ὁ πορευθεὶς ἐν ἀκακίᾳ καὶ ἐλπίδα τὸν θεὸν ἔχων καὶ διὰ τοῦτο ἰσχυρὸς καὶ οὐκ ἀσθενήσων οὐκ ἐκάθισεν μετὰ συνεδρίου ματαιότητος. καὶ ὧδε δύναταί τις εἰπεῖν· τὸ παιδίον καὶ τὸ ἄλογον καὶ τὸ [ἄψυχον] οὐκ ἐ κάθισεν μετὰ συνεδρίου ματαιότητος. ἀλλ’ ἐκεῖνα οὐκ ἐκάθισεν μετὰ συνεδρίου ματαιότητος τῷ μὴ πεφυκέναι, οὐ τῷ ἐν ἀκακίᾳ πεπορεῦσθαι καὶ ἠλπικέναι ἐπὶ τῷ θεῷ. καὶ μετὰ παρανομούν των οὐ μὴ εἰσέλθω. οὐ συνκατεθέμην ποτὲ τοῖς μάταια βουλευομένοις καὶ συνεδριάζουσιν ἕνεκα τοῦ τοιαῦτα πράττειν οὐδὲ μετὰ παρανόμων εἰσῆλθον. οὐ μόνον οὐκ ἐκάθισα, ἀλλ’ οὐδὲ εἰς ῆλθον· μετὰ γὰρ τὴν εἴσοδον ἡ κάθισις ἡ ἐν συνεδρίῳ ἐστίν.
PG 39:1463ταύτης τῆς προαιρέσεως καὶ ἀρετῆς τυγχάνων καὶ ὁ Ἰηρεμίας ἔλεγεν· οὐκ ἐκάθισα μετὰ συνεδρίου παιζόντων, ἀλλ’ εὐλαβούμην ἀπὸ προσώπου τῆς χειρός σου· κατὰ μόνας ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην· ταῦτα γὰρ πρὸς τὸν παντοκράτορα λέγει. ταὐτόν ἐστιν τὸ παίζειν καὶ τὸ μάταια βουλεύεσθαι· οὐ γὰρ ὧδε τὸ παίγνιον ἐπαινετόν ἐστιν, ἀλλὰ τοιοῦτον τυγχάνει οἷον εἶχον οἱ μοσχοποιήσαντες· ἐκάθισαν γάρ, φησίν, φαγεῖν καὶ πιεῖν καὶ ἀνέστησαν παίζειν. τὸ οὕτω παίζειν ἀπηγορευμένον τυγχάνει. οὐκ ἐκάθισα οὖν μετὰ συνεδρίου παιζόντων. καὶ πολλάκις ἀποδέδεικται, ὅτι τὰ ἐπιπόλαια τοῦ βίου πράγμα τα τὰ βλάπτοντα μᾶλλον ἢ ὠφελοῦντα, τὰ εὐσάλευτα, μάταια λέγεται. ὁ σπουδὴν ἔχων μετὰ τοιούτων ἀνθρώπων, κἂν μὴ τοπικῶς καθίσῃ μετ’ αὐτῶν, ἐστὶν ἐν τῷ τῆς ματαιότητος συνεδρίῳ καθήμενος. καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω. παρανομοῦντας ὧδε λέγει τοὺς παραβαίνοντας τὸν νόμον, οὐ τοὺς μηδ’ ὅλως ἐσχηκότας νόμονἐκεῖνοι δὲ ἄνομοι καὶ ἀνομοῦντές εἰσιν, ἐπεὶ πόρρω ἦν τῶν τοιούτων. ἐπερ( )· οὐ μὴ εἰσέλθω; ἀντὶ τοῦ· οὐκ εἰσῆλθον εἰς τὴν παρανομίαν·
PG 39:1466τὸ γὰρ εἰσελθεῖν μετὰ παρανομούντων, τουτέστιν τὸ παρανομῆσαι, ὡς τὸ εἰσελ θεῖν εἰς τὴν ἀρετὴν τὸ κατὰ ἀρετὴν ἐνεργῆσαι σημαίνει. 5 ἐμίσησα ἐκκλησίαν πονηρευο μένων καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω. οἱ πονηρευόμενοι ἢ οἱ αὐτοί εἰσιν τοῖς συνεδριάζουσιν ματαίως ἢ οὐ μακράν εἰσιν αὐτῶν. καὶ τάχα οἱ περὶ πρακτικὰ ἁμαρτάνοντες ἐπὶ ματαίοις συν εδριάζουσιν, οἱ δὲ ψευδῆ φρονοῦντες καὶ αἱρεθικὰς γνώμας ἔχοντες ἐκκλησία εἰσὶν πονηρευομένων. εὖ δὲ καὶ τὸ φάναι πονηρευομένων. οὐδεὶς κατὰ φύσιν πονηρὸς λέγεται πονηρεύ εσθαι, ἀλλ’ ὁ πεφυκὼ[ς] μὲν πρὸς τὸ οὕτως ἐνεργεῖν, δυνάμενος δὲ ἐκτὸς εἶναι τῆς ἐνεργείας. 6 νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου. ὁ λέγων· ἐν ἀκακίᾳ μου ἐπορεύθην, καὶ λέγων· δοκίμα σόν με καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου, λέγει· νίψομαι ἐν ἀθῴ οις τὰς χεῖράς μου. λέγομεν τοῦτο· τὰ πρότερον κατορθώματα ψυχικὰ ἦσαν· διάθεσιν ἐσήμαι νον τοῦ παρρησιαζομένου τὸ μὴ ἔχειν ἀδικίαν ἐν νεφροῖς καὶ καρδίᾳ, τὸ ἐν ἀκακίᾳ πεπορεῦ σθαι, τὸ ἐλπίζειν ἐπὶ τῷ θεῷ, τὸ παρρησιάζεσθαι καὶ λέγειν· δοκίμασόν με καὶ πείρασόν με.
PG 39:1469ἐπεὶ τοίνυν οὕτως εἰμὶ κατὰ τὴν γνώμην, καὶ τὰς πράξεις ἔχω καθαράς. ἡ διάθεσις ἀπέπλυνέν μου τὰς πράξεις. νίψομαι οὖν ἐν ἀθῴοις τὰς χεῖράς μου· οὐ γὰρ ἀρκοῦμαι μόνον τῇ διαθέσει. 6 καὶ κυκλώ σω τὸ θυσιατήριόν σου, κύριε. καὶ οἱ ἱερεῖς κα[τὰ] τὸν νόμον νιπτόμενοι ἐκύκλουν τὸ θυσιαστή ριον. διδάσκει δὲ τὸ τοιοῦτον θέσπισμα, ὅτι δεῖ καθαρὸν εἶναι καὶ πράξεσιν τὸν ἱερώ μενον. ἀμέλει γοῦν κατεσκευάσθη λουτὴρ εἰς τὸ νίπτεσθαι τοὺς πόδας καὶ τὰς χεῖρας οὐκ ἐξ ἄλλης ὕλης ἢ ἐκ τῶν καθόπτρων. ἔλαβεν ὁ Μωυσῆς πολλὰ χρυσία καὶ ἄλλα σκεύη παρὰ τῶν Ἑβραίων εἰς τὸ κατασκευάσαι πολλὰ τοῦ ναοῦ σκεύη, λυχνίαν, τράπεζαν. καὶ τὰ μὲν ἐξ ἀργύρου, τὰ δὲ ἐκ χρυσοῦ, τὸν λουτῆρα δὲ ἐκ τῶν καθόπτρων τῶν γυναικῶν κατεσκεύασεν διδάς κων, ὅτι πλυνόμενός τις τὰς πράξεις ἑαυτοῦ καὶ τὰς πορευτικὰς τῆς ψυχῆς δυνάμεις εἰσο πτρίζεσθαι ἑαυτὸν ὀφείλει. ὅτι δὲ ἡ τοιαύτη ἀγωγὴ ἔσοπτρον λέγεται, καὶ Ἰάκωβος γράφει· τὸν ἀκροατὴν ἐ[πι]λησμονῆς γενόμενον καὶ μὴ ποιητὴν ἔργου λέγει· κατενόησεν τὸ πρόσω πον αὐτοῦ ἐν ἐσόπτρῳ καὶ εὐθέως ἀπελήλυθεν καὶ ἐπελάθετο ὁποῖος ἦν.
PG 39:1473οὐκ ᾐτιάσατο τὸ κατανοῆσαι ἐν ἐσόπτρῳ τὸ πρόσωπον, ἀλλὰ τὸ ἀποστῆναι εὐθέως. ὡς δὲ ὁ ἐσοπτριζόμενος ὅταν ἀποστῇ τοῦ καθόπτρου, οὐκέτι ὁρᾷ ἑαυτόν, οὕτως ὁ τῷ νόμῳ ἐπανέχων ἐὰν μὴ ποιητὴς ᾖ τοῦ νόμου, παρέρχεται κατὰ τὸν ἀφιστάμενον τοῦ ἐσόπτρου καὶ λήθην λαμ βάνει τοῦ κατὰ τὴν [ ]. ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου καθο πτριζόμεθα. ἐν τῷ λουτῆρι ἄρα τῷ ἐ[κ] καθόπτρω[ν] γενομένῳ καὶ ὁ ἀπόστολος ἐνίπτετο τὰς χεῖρας καὶ τοὺς ἄλλους εἰς τοῦτο προετρέπετο. 7 τοῦ ἀκοῦσαι φωνὴν αἰνέσεώς σου. ὁρᾷς, ὅτι μετὰ τὴν νίψιν τῶν χειρῶν γίνεται καὶ τὸ ἰδεῖν τὰ θαυμάσια καὶ ἀκοῦσαι τὴν φωνὴν τῆς αἰνέσεως· οὐ γὰρ μέχρι πράξεως στῆναι δεῖ τὴν ἀρετήν, ἀλλὰ καὶ μέχρι θεωρίας καὶ αἰνέσεως, μέχρι τοῦ ἐπιγνῶναι αὐτὸ τὸ καλόν, τὴν ἀλήθειαν. 7 καὶ διηγήσασθαι [πάντα] τὰ θαυμάσιά σου. τὸ ἀκοῦσαι φωνὴν αἰνέσεως γίνεται πρὸς τὸ πάντα τὰ θαυμάσια τοῦ θεοῦ διηγήσασθαι. οὐκ ἔχει ὅλως ἐν τῷ ἰδίῳ λόγῳ ἄλλην διήγησιν ἢ τὴν περὶ τῶν θαυμασί ων τοῦ θεοῦ.
PG 39:1476οὕτω δὲ ἱερεύς ἐστιν ὁ ταῦτα λέγων οὐχ ὁ ἐκ διαδοχῆς ἱερατεύων κατὰ τὰς ἐφημερίας τοῦ νόμου, ἀλλ’ ὥσπερ Σαμουὴλ ἀεὶ ἐν τῷ οἴκῳ ἦν. καὶ ἕκαστος δὲ τῶν ἁγίων ὁ δυνάμενος εἰπεῖν· ἐγὼ δὲ διὰ παντὸς μετὰ σοῦ. καὶ ἐνταῦθα δὲ εἴρηται· οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν κύριον. ὁ διὰ παντὸς ἔχων τοὺς ὀφθαλμοὺς ἑαυτοῦ πρὸς τὸν θεὸν κυ κλοῖ τὸ θυσιαστήριον τοῦ θεοῦ. παραμένων αὐτῷ ἀεὶ ἀεὶ ἱερουργεῖ. 8 κύριε, ἠγάπησα εὐπρέ πειαν οἴκου σου καὶ τόπον σκηνώματος δόξης σου. σκηνὴ καὶ οἶκος τίνι διαφέρει; πολλάκις εἴρηται ὅτι ἡ μὲν σκηνὴ προκοπὴν δηλοῖ· οἰκία γάρ ἐστιν ὁδευόντων, φορητὸς οἶκός ἐστιν. ὁ δὲ οἶκος ἵδρυται ἐν ἑνὶ τόπῳ. τὴν τελειότητα γοῦν σημαίνει. καὶ τόπον σκηνώματος δόξης σου ἠγάπησα, ὅτε προέκοπτον. ἡ δόξα τοῦ σκηνώμα τος, τουτέστιν τῆς προκοπῆς, καὶ ἐν π[ρακ]τικῇ καὶ ἐν διανοητικῇ γίνεται ἀρετῇ. μεγα λοπρεπής ἐστιν οὗτος ὁ δυνάμενος εἰπεῖν· πάντα, ἃ ὠφείλαμεν ποιῆσαι, πεποιήκαμεν. οὗτος μεγαλοπρεπής ἐστιν. κυρίως εὖ ἔχει τὸ πρέπον, ὅταν εἰς ἀρετὴν καὶ θεοσέβειαν γένη ται. εὐπρεπής ἐστιν ὁ διὰ ἀγαμίας κατορθῶν πῶς ἀρέσῃ τῷ κυρίῳ.
PG 39:1479ὁ ὢν ἅγιος σώματι καὶ πνεύματι εὐπρέπειαν ἔχει. τὴν εὐπρέπειαν οὖν τοῦ οἴκου σου ἠγάπησα, τὴν τελειότητα. 9 μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου. οὐ τοῦτο λέγει ὅτι· δίκαιον ὄντα μή με κατακρίνῃς μετὰ τῶν ἀσεβῶν, μὴ εἰς ἐκείνους με ἑλκύσῃς. τότε δὲ οὐ συνκολάζεις με μετὰ τῶν ἀσεβῶν, ἐὰν κω λύῃς με εἰς ἀσέβειαν ἐλθεῖν. κωλύομαι δὲ εἰς ἀσέβειαν ἐλθεῖν, ἐὰν παραμείνῃ μοι ἃ ὡμολόγησα ἔχειν κατορθώματα, ἐὰν μείνω ἐν ἀκακίᾳ πορευόμενος, ἐὰν ἐλπίζων ἐπὶ σὲ ὥστε μὴ ἀσθενῆσαι. τέλειός εἰμι. τέλειος δὲ ὢν οὐ συναπόλλυμαι τοῖς ἀσεβέσιν. οὐδεὶς σπουδαῖος σὺν φαύ λοις καταδικάζεται. διττὸν δέ ἐστιν τῆς ἀπωλείας τὸ εἶδος· μὴ κολάσῃς με μετὰ ἀσεβῶν, μὴ ἀριθμήσῃς με τούτων τῶν κολαζομένων διὰ ἀσέβειαν. καὶ δεύτερον· φύλαττέ με ἐν τῇ εὐσεβείᾳ, ἐν τῷ εὐαρεστεῖν τῇ ἀληθείᾳ σου· οὐ σώσει γὰρ ἀσέβεια τὸν παρ’ αὐτῆς. μὴ σῴζουσα δὲ ἀπόλλυσιν αὐτόν. καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου. μὴ τοιαύτην ζωὴν σχοίημι, οἵαν ἔχουσιν οἱ φο νικοὶ ἄνθρωποι. κατὰ ἀναγωγήν·
PG 39:1483οἱ αὐχοῦντες μεγάλοι καὶ ἄνδρες ὄντες, σκανδαλίζοντες δὲ τοὺς μικροὺς τοὺς ἐν τῇ ἐκκλησίᾳ, ἄνδρες αἱμάτων εἰσίν. μὴ τοιαῦτά μοι πραχθείη ὥστε μετ’ αὐ - τῶν ἔχειν τὸ ζῆν. αὕτη ἡ ζωὴ καὶ ἡ μακρότης τῶν ἡμερῶν τὸ ἀγαπᾶν κύριον τὸν θεόν σου ἐξ ὅλης καρδίας καὶ ἐξ ὅλης ψυχῆς. ὁ τοῦτο τὸ ζῆν ἔχων οὐ μετὰ ἀνδρῶν αἱμάτων ἔ[χ]ει τὴν ζωήν, νεκρός ἐστιν πρὸς τοὺς ἄνδρας τῶν αἱμάτων· νεκρὸς δὲ τῷ μὴ ἔχειν τὴν ζωήν, ἣν αὐτοὶ ἔχουσιν. 10 ὧν ἐν χερ σὶν αἱ ἀνομίαι. ἔτι ἐν ταῖς πράξεσιν ἑαυτῶν ἀνομίαν ἔχουσιν. οὐκ ἐσχήκασιν, ἀλλὰ ἔχουσιν. 10 καὶ ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων. δύναται καὶ δικαστὰς διαβάλλειν δωροδόκ[ου]ς. ἠρέμα δὲ καὶ οἱ μὴ δικάζοντες πολλάκις δωροδοκοῦμεν, ὅταν λαμβάνωμεν πρόσωπόν τινος. καὶ ἐὰν τὰ ἡδέα ἑαυτῷ περιποιῇ, δωροδοκεῖ, παρ’ ἑαυτοῦ λαμβάνει δῶρα. 11 ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην. οὐδεὶς τῶν δωροδοκούντων καὶ ἐχόντων τὴν δεξιὰν πεπληρωμένην δώρων, οὐδεὶς τῶν ἀνόμων καὶ αἱμάτων ἀνδρῶν ἐν ἀκακίᾳ ἐπορεύθη. τοιοῦτος ἦν Ἐλύμας ὁ μάγος καὶ ἀσεβὴς καὶ ἐν ἀνομίαις πορευόμενος καὶ τὴν δεξιὰν ἔχων πλήρης δώρων·
PG 39:1486ἐδόκει γὰρ εἶναι σπουδαῖος πρὸς ἀπατᾶν, καὶ εἴρηται πρὸς αὐτόν· ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου. ὁ δὲ πάσης ῥᾳδιουργίας πεπληρωμένος οὐ δύναται εἰπεῖν ὅτι· ἐν ἀκακίᾳ μου ἐπορεύθην. 11 λύτρωσαί με, ὁ θεός, καὶ ἐλέησόν με. ὁ ἐν ἀκακίᾳ πορευόμενος, ὁ ἐν τοῖς κατορθώμασιν τοῖς προειρημένοις ὑπάρχων λύτρωσαί με λέγει. εἰ καὶ ἐν τηλικούτοις εἰμὶ κατορθώμασιν καὶ τῇ σῇ συνεργείᾳ πάντα μοι τὰ τῆς ἀρετῆς ἀνύεται, ἀλλ’ ἔτι ἐπήχθεις με τὸ σῶμα τῆς ταπεινώσεως, ἔτι ἐν τῷ τόπῳ τῆς κακώσεώς εἰμι· διὸ λύτρωσαί με. 12 ὁ γὰρ πούς μου ἔστη ἐν εὐθύτητι. ταὐτὸν τὸ ἐν εὐθύτητι στῆναι τοῦ ἔσω ἀνθρώπου τὸν πόδα καὶ τὸ ἐν τῇ πέτρᾳ κατὰ τὸ λεχθέν· ἔστησας ἐπὶ πέτραν τοὺς πόδας μου· ἡ γὰρ εὐθύτης ὥσπερ πέτρα ἀρραγὴς καὶ ἀδιάκοπός ἐστιν. ὁ πούς μου οὖν βέβαιός ἐστιν ἐν τῇ εὐθύτητί μου. ταὐτὸν δὲ τὸ ἑστάναι ἐν τῇ εὐθύτητι τῷ ἑστάναι ἐν τῇ πίστει· λέγει γάρ· καὶ γὰρ ἐν τῇ πίστει ἑστήκατε. ἡ τοιαύτη στάσις ἄνευ Ἰησοῦ οὐ γίνεται. παρ’ αὐτῷ ἵστανται οἱ ταύτην ἔχοντες τὴν στάσιν ὡς αὐτὸν λέγειν· εἰσίν τινες τῶν ὧδε ἑστηκότων, τῶν ὧδε παρ’ ἐμοί. 12 ἐν ἐκκλη σίαις εὐλογήσω σε, κύριε.
PG 39:1489ἐν ἐκκλησίᾳ τοὺς χαριστηρίους ὕμνους ἀποδώσω, οὐκ ἔξω που. ὁ ἔξω παρὰ τὴν ἐκκλησιαστικὴν γνώμην ἐπαγγελλόμενος εὐχαριστεῖν τῷ θεῷ οὐκ ἐν ἐκκλησίαις εὐλογεῖ. 1 Τοῦ Δαυίδ· πρὸ τοῦ χρισθῆ[ναι]. οἱ πρὸ τούτου ψαλμοὶ τῷ Δαυὶδ ἦσαν· οὗτος τοῦ Δαυὶδ ἀναγέγραπται. αὐτὸς αὐτὸν προήγαγεν ἐξ ὑποβολῆς τοῦ ἁγίου πνεύματος. ἀνέπεμψεν αὐτὸν πρὸ τοῦ χρισθῆναι. τρίτον δὲ φαίνεται ὁ Δαυὶδ χρισθείς· πρῶτον μέν, ὅτε πρὸς τὸν Σαμουὴλ ἀπῆλθεν καὶ ἐχρίσθη, καὶ ὁ Σα μουὴλ πρὸς τὸν Ἰεσσαί. δεύτερον τελευτήσαντος τοῦ Σαούλ· διῃρέθη ἡ ἀρχή· οἱ μὲν γὰρ ἦσαν ἑλόμενοι τὸν Δαυὶδ βασιλέα, οἱ δὲ τὸν Μεμφιβόστε τὸν υἱὸν τοῦ Σαούλ. προδοθέντος τοῦ υἱοῦ Σαοὺλ ὑπὸ τοῦ Ἀβεννὴρ προφάσεως γυναικὸς ἕνεκα, ἐχρίσθη ἐπὶ πάντα τὸν λαὸν ὁ Δαυὶδ ἐν τῇ Χιβρών. τρίτον οὖν ἐχρίσθη. πρότερον ἀκμὴν φανερῶς ἰδιωτεύει. δεύτερον, ἵνα τινὸς μέρους τοῦ λαοῦ ἄρξῃ. κατὰ τὸν θάνα τον τοῦ υἱοῦ Σαούλ, ἵνα καὶ τοῦ λοιποῦ μέρους τοῦ λαοῦ, ἑξῆς καὶ πάλιν κέχρισται παρὰ πάντων. ζητοῦμεν οὖν, περὶ ποίας χρίσεως ἐνταῦθα λέγει. ὁ μὲν ἐρεῖ ὅτι καθόλου περὶ πάσης χρίσεως· λέγει τὸν ψαλμὸν εἰρῆσθαι πρὸ τοῦ ὅλως χρισθῆναι, καὶ εἰκότως γε·
PG 39:1493εἰ πρὸ τῆς προτέρας χρίσεως, φανερὸν ὅτι καὶ τῆς δευτέρας καὶ τῆς τρίτης. εἰ δὲ πρὸ τῆς δευτέρας, οὐ πάντως πρὸ τῆς πρώτης. εἰ πρὸ τῆς τρίτης, οὐκ ἐξ ἀνάγκης καὶ πρὸ τῆς [πρώ]- της καὶ δευτέρας. φαίνεται δὲ ὁ ψαλμὸς μάλιστα πρὸ τῆς προτέρας χρίσεως εἰρῆσθαι, ὅ ἐστιν πρὸ πάσης χρίσεως. πρὸ τοῦ χρισθῆναι οὖν ἐστιν ὁ ψαλμός. 1 κύριος φωτισμός μου καὶ σωτήρ μου· τίνα φοβηθήσομαι; εἰ θεὸς φωτίζει με καὶ σῴζει με, τίνα φοβοῦμαι; οὐδὲ ἄνθρωπον οὐδὲ πονηρὰν δύναμιν οὐδὲ αὐτὸν τὸν διάβολον. τὸ δὲ τίς ἐνταῦθα [α] ἀντὶ τοῦ οὐδείς ἐστιν· κεῖται γὰρ ἡ χρῆσις αὕτη συνεχῶς ἐν ταῖς γραφαῖς· τί οὖν ἐροῦμεν πρὸς ταῦτα; εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν; ἀντὶ τοῦ οὐ δείς. τίς ἐνκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ; ἀντὶ τοῦ οὐδείς, καὶ ἔτι· ἰδού, κύριος βοηθεῖ μοι· τίς κακώσει με; πολλῶν οὖν σημαινομένων διὰ τῆς λέξεως, ὡς ἐν ἄλλοις εἴρηται, νῦν τὸ τίς ἀντὶ τοῦ οὐδεὶς κεῖται. οὐ περὶ τῆς αἰ[ς]θητῆς οὖν ζωῆς καὶ αἰσθητοῦ τινος φωτισμοῦ ὁ λόγος ἐστίν· τῷ γὰρ θείῳ φωτὶ καταυγά ζονται τὸν νοῦν καὶ τὴν ψυχήν. ἀεὶ συνέζευκται δὲ ἡ ζωὴ τῇ σωτηρίᾳ. ταὐτὸν δέ ἐστιν αἰώνιος ζωὴ καὶ σωτηρία αἰώνιος·
PG 39:1496Ἰσραὴλ γοῦν σῴζεται ὑπὸ κυρίου σωτηρίαν αἰώνιον. ὅτι δὲ συνέζευκται ἀεὶ τῷ φωτισμῷ ἡ ζωή, ἔστιν ἐκ πολλῶν ἰδεῖν· ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων, καὶ πάλιν οὗτος ὁ ἅγιος εὔχεται· φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον, σημαίνων, ὅτι ὁ στερόμε νος τοῦ φωτισμοῦ τοῦ ἀληθινοῦ ὑπνοῖ εἰς θάνατον· θάνατον οὐ τὸν κοινόν, ἀλλὰ τὸν ἀντικεί μενον τῇ μακαρίᾳ ζωῇ. κύριος οὖν φωτισμός μου καὶ σωτήρ μου. αὐτὸς παιδεύει με, κατὰ τὸ κρυπτόν μοι λαλεῖ, φωτίζει με δι’ ὧν ὁμιλεῖ, καὶ σωτηρίαν εὐθέως ἔχειν παρασκευάζει ὁ λόγος αὐτοῦ. ἐπεὶ εἶπον τὸν πεφωτισμένον πάντως ἔχειν ζωήνλέγει γοῦν καὶ αὐτὸς ὁ σωτήρ· ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ περιπατήσει ἐν [τῇ σκοτίᾳ], ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς. ὁ τὸ φῶς τῆς ζωῆς ἔχων οὐδένα δεδίττεται, μάλιστα ὅτι α[ὐ]τὴ ἡ ἀλήθεια τοῦ θεοῦ ἀσπὶς γίνεται ὑπερμαχοῦσα αὐτοῦ· ὅπλῳ γὰρ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. διὸ εὐθέως ἐπενήνεκται· κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω; 1 κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω; τίς μοι δέος ἐνποιῆσαι δύναται;
PG 39:1499ἐνδεδυ μένος εἰμὶ τὴν θεοῦ πανοπλίαν, τὸν θυρεὸν ἔχω τῆς πίστεως, τὰ σβέννυντα πάντα τὰ τοῦ πονηροῦ βέλη πεπυρωμένα. εἰ δὲ τὰ τοῦ πονηροῦ βέλη σβέννυσιν ὁ θυρεὸς τῆς πίστεως, πολλῷ πλέον καὶ τὰ τῶν ὑποδεεστέρων τοξευτῶν· εἰσὶν γὰρ καὶ ἄλλοι φαῦλοι τοξευταί. ἀμέλει γοῦν ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέ τειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν τοῦ κατατοξεῦσαι τοὺς εὐθεῖς τῇ καρδίᾳ. οὐδένα δεδίττομαι. ἄτρωτος καὶ ἄβλητός ἐστιν ἡ τοῦ θεοῦ πανοπλία. ἡ ἀσπὶς αὐτοῦ ἀλήθειά ἐστιν. οὐδεὶς δὲ κατὰ τῆς ἀληθείας οἷός τέ ἐστιν γενέσθαι· οὐ γὰρ δυνάμεθα, φησίν, κατὰ τῆς ἀληθείας, ἀλλὰ ὑπὲρ τῆς ἀληθείας. πανοπλία ἐστὶν σφίνγουσα τὸν ὡπλισμένον καὶ ἀβλαβῆ διαφυλάττουσα. κύριος οὖν ὑπερασπιστὴς τῆς ζωῆς μου. οὐ περὶ τῆς κοινῆς ζωῆς τοῦτο λέγει· πολλοὶ γὰρ τῶν θεῷ ἀνακειμένων καὶ τὴν πανοπλίαν αὐτοῦ ἐνδυσάμενοι τεθνήκασιν τὸν κοινὸν θάνατον, ἵνα μὴ εἴπω πάντες· ἀλλὰ καὶ βίαιον πολλοὶ παρέστησαν, ὧν ἐστιν Ναβουθὲμ καὶ ἀπόστολοι πολλοί. Ἰσαίας γοῦν ἐπρίσθη. 2 ἐν τῷ ἐνγίζειν ἐπ’ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου. οἱ προσέχοντες κακῶσαι τὴν ψυχὴν σάρκας ἐσθίουσιν.
PG 39:1503ἐὰν εὑρεθῇ τις ἔχων σάρκας, ἰσχυροὺς ἔχει τοὺς πολεμίους κατ’ αὐτοῦ. τροφή ἐστιν αὐτοῦ ἡ σάρξ. σάρκα δέ, περὶ ἧς ὁ Παῦλος λέγει· ὅτι τὸ [φρόνημα] τῆς σαρκὸς ἔχθρα εἰς θεόν, καί· ἡμεῖς οὔκ ἐσμεν ἐν σαρκί. εἰ περὶ τῆς αἰς θητῆς σαρκὸς ἔλεγεν, ψευδὴς ἦν ὁ λόγος· πάντες γὰρ οἱ ἅγιοι ἐν σαρκὶ ὄντες θεῷ ἤρεσαν ἔτι τὴν σάρκα περικείμενοι, καὶ οὐ δύνανται εἰπεῖν· οὔκ ἐσμεν ἐν σαρκί. ὅταν δέ τις νεκρώσῃ τὴν σάρκα καὶ τὰ ἔργα αὐτῆς καθαιρῇ, οὔκ ἐστιν ἐν σαρκί. διὸ λέγεται· οἱ τοῦ Ἰησοῦ Χριστοῦ ἐσταύρωσαν τὴν σάρκα σὺν ταῖς ἐπιθυμίαις καὶ νε νεκρωμένην αὐτὴν ἔχουσιν, οὐκέτι ἐνεργοῦσαν. ὁ σταυρούμενος κωλυομένας ἔχει τὰς χεῖρας πρὸς τὸ πράττειν καὶ τοὺς πόδας ὅποι βούλεται πορεύεσθαι. οἱ σταυρωθέντες οὖν σὺν τῷ Χριστῷ ἐσταύρωσαν τὴν σάρκα σὺν ταῖς ἐπιθυμίαις αὐτ[ῆς], νεκρὰν αὐτὴν ἀπέφηναν, ὡς τὴν Ἰησοῦ λοιπὸν ἐν τῇ σαρκὶ ἑαυτῶν περιφέρειν νέκρωσιν· πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ περιφέρομεν. κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω; ἐν τῷ ἐνγίζειν ἐπ’ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου, ἐπεὶ οὐχ εὗρον ἣν ἐπόθουν τροφήν, ἠσθένησαν καὶ ἔπεσαν.
PG 39:1506θεώρει δὲ τί συνημμένον ἐστίν. 2 οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν. ἐληλύθασιν ἐμὲ κατασπάσαι εἰς ἀσθένειαν, διαθεῖναί με κακωτικῶς. αὐτοῖς δὲ τὸ πάθος ἐνγέγονεν ὃ ἐμοὶ ἐνποιῆσαι ἠβούλοντο· εἰ γὰρ ἦσαν εὑρόντες σάρκας, κατήσθιόν με καὶ εἰς ἀσθένειαν καὶ νόσον με κατέσπων. ἐπειδὴ δὲ σάρκας οὐχ εὗρον, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν λιμῷ ὑποβληθέντες. οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν. οὐ πάντως ὁ θλίβων ἐχθρός ἐστιν· καὶ ὁ ἀγαθὸς θλίβει. πολλοὶ γὰρ ἐχθροὶ θλίψεσιν βουλόμενοι καὶ κακώσει περιβαλεῖν ἐκείνους καθ’ ὧν ἐχθρεύουσιν, οὐχ οἷοί τέ εἰσιν τοῦτο ποιῆσαι θεοῦ μὴ συνχωροῦντος. πολλοὶ δὲ καὶ θλίβουσιν οὐκ ἐχθροὶ ὄντες. θλίβουσιν γοῦν γονεῖς παιδεύοντες τέκνα καὶ δεσπόται δούλους, καὶ οὐ δήπου ἐχθροὶ ὄντες τοῦτο ποιοῦσιν. δύναται γοῦν λέγειν ὅτι ἀμφότερα τὰ τάγματα τό τε τῶν θλιβόντων καὶ τῶν ἐχθρῶν ἠσθένησαν καὶ ἔπεσαν. δυνατὸν δὲ τοῦτο· αὐτοὶ οἱ θλίβοντες καὶ ἐχθροί εἰσιν· οὐ γὰρ ἐπὶ νουθεσίᾳ καὶ παιδεύσει θλίβουσιν. οὐ τοῖοί εἰσιν περὶ ὧν λέγεται· ὃς προφέρει ἐκ χειλέων σοφίαν, ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον, καί· τί θέλετε;
PG 39:1509ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς ἢ ἐν ἀγάπῃ; οὗτοι οἱ θλίβοντες οὔκ εἰσιν ἐχθροί. ἔστιν δὲ ὅτε ὁ ἐχθρὸς καὶ θλίβει· οὐκ ἐξ ἀνάγκης δέ. ἐπερ( )· ποίαν νέκρωσιν; τοῦτο τὸ μὴ ζῆν κατὰ τὰς ἐνεργείας τὰς φαύλας. ὁ τὴν νέκρωσιν τοῦ Ἰησοῦ περιφέρων οὐκ ἀκολασταίνει· νενέκρωται πρὸς ἀκολασίαν, νενέκρωται πρὸς τὸ θεοποιεῖν τὴν κοιλίαν ἑαυτοῦ, ἀνενέργητα ἔχει τὰ μέλη περὶ τὰς σαρκικὰς ἐπιθυμίας· οὐκ ἐᾷ αὐτὸ αὐτόνομον εἶναι· ἔχει γὰρ ἐπιθυμίας ψεκτάς. εἴρηται γοῦν· μὴ βασιλευ έτω ὑμῶν ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι πρὸς τὸ ὑπακούειν ταῖς ἐπιθυμία[ι]ς αὐτοῦ. 3 ἐὰν παρατάξηται ἐπ’ ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία. λοιπὸν τὸ πῶς οὐ φοβεῖται οὐδὲ δειλιᾷ ἐξηγεῖται εἰπών· τίνα φοβηθήσομαι; καί· ἀπὸ τίνος δειλιάσω; ἐπεὶ δόκει ἡ λέξις ὑπερβάλλειν τίνα. κἂν ὅλη παρεμβολὴ πονηρῶν ἀνθρώπων τε καὶ δυνάμεων παρατάξεται ἐπ’ ἐμέ, οὐ φοβεῖταί μου ἡ καρδία· κἂν ἀποκτείνωσιν τὸ σῶμα, ἀκλόνητος μένει ἡ καρδία, ἡ νόησίς μου οὐ βάλλεται. ἐὰν ὅλον στρατόπεδον σὺν στρατηγοῖς μεγάλοις ἐπέλθῃ ἐπ’ ἐμέ, τὴν καρδίαν ἔχω ἄφοβον, οὐ φοβεῖταί μου ἡ νόησις.
PG 39:1513ὅτι δὲ τὸ πλῆθος τῶν στρατευμάτων τούτῳ τῷ ὀνόματι καλεῖται· ὁ Ἰακὼβ ὅτε ἀπὸ τῆς Μεσοποταμίας ἐπέ στρεφεν καὶ ἤμελλεν συντυγχάνειν τῷ Ἠσαῦ, εἶδεν παρεμβολὴν ἀγγέλων· πῶς γὰρ οὐκ ἤμελλεν πα ρεμβολὴ ἔσεσθαι περὶ τὸν μέλλοντα πρὸς πολέμιον ὑπερβάλλοντα καὶ μισοῦντα ἔρχεσθαι; καὶ ὁ Ἐλισαῖος ὁμοίως· παρεμβολὴ παρετάξατο ἐπὶ τὸν Ἐλισαῖον τῆς Συρίας. γέγονεν παρεμβολὴ θεία περὶ αὐτό[ν], οὐ κατὰ τὴν ἱστορίαν, ἀλλὰ κατὰ τὸ πνευματικόν. ἄγεται ἡ ψυχὴ ὑπὸ τοῦ νοῦ, ἡνιοχεῖται ὑπ’ αὐτοῦ. ἐὰν δὲ καὶ τὴν γνώμην τις θέλῃ λαβεῖν, δυνατόν. σημαίνει τὸ ὄνομα [τοῦ πνεύματος] τῆς καρδίας ποτὲ τὴν γνώμην. τὸν νοῦν δὲ λημπτέον ἐνταῦθα. 3 ἐὰν ἐπαναστῇ ἐπ’ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω. πλέον παρεμβολῆς ἐὰν ἐπαναστῇ ἐπ’ ἐμέ, ἐν τῇ καρδίᾳ μου ἐγὼ ἐλπίζω τῇ μὴ φοβουμένῃ, τῇ ἐνδυναμουμένῃ θεικῷ φόβῳ· φόβος κυρίου πάντα ὑπερέβαλεν, καί· οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. ἐν ταύτῃ ἐγὼ ἐλπίζω. θαρρῶ ὅτι αὕτη ἡ καρδία ἀντὶ πάντων μοι γίνεται. αἱ ἀρεταὶ τὰ ὅπλα εἰσὶν τῆς εὐσεβείας. ἐνδυσώμεθα ὅπλα φωτός, ἀποθώμεθα τὰ ἔργα τῆς σαρκός.
PG 39:1516τὰ [ὅπλα] τοῦ φωτὸς αἱ ἀρεταί εἰσιν, αἱ εὐσεβεῖς νοήσεις, τῆς ἀληθείας μυστήρια καὶ δόγματα. ἐν ταύταις ταῖς παν τευχίαις ἠσφαλισμένος οὐδένα δεδίττεται, τὴν ἐλπίδα ἔχει ἀκαταίσχυντον. ἐν ταύτῃ οὖν ἐγὼ ἐλπίζω, οὐ τῇ νοήσει μου ἁπλῶς, ἀλλὰ τῇ οὕτως ἠσφαλισμένῃ. 4 μίαν ᾐτησάμην παρὰ κυρίου, ταύτην ἐκζητήσω. πολλῶν ἀγαθῶν ὁ θεὸς δοτήρ ἐστιν· δώσει γὰρ ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν, καὶ ἐνπιμπλᾷ τὴν ἐπιθυμίαν ἐν τοῖς ἀγαθοῖς ἑαυτοῦ· τὸν ἐμπινπλῶντα γὰρ ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου. δύναταί τις οὖν τῷ πιθανώτερον εἰπεῖν ὅτι τὰ ἀγαθὰ ταῦτα αἱ κατ’ εἶδός εἰσιν ἀρεταί, τὰ κατ’ εἶδος μυστήρια τῆς ἀληθείας. ὅταν τις οὖν αὐτό, ἵν’ οὕτω εἴπω, τὸ γένος ἔχῃ τῶν ἀρετῶν, πάσας ἔχει. μίαν οὖν αἴτησιν αἰτεῖ, πᾶσαν τὴν ἀρετήν. ὅταν τις οὐκ ἔχῃ ἤδη εὐδοκιμούσας τὰς ἀρετάς, οὐ μίαν αἴτησιν ἀναπέμπει· εἰ γὰρ ἐν τῷ προκόπτειν ἐστὶν καὶ ἐν ἄλλοις μείζω γινόμενος, πάλιν χρῄζει αἰτήσεως καὶ οὐ μίαν αἴτησιν αἰτεῖ. ὁ δὲ ὑπὲρ ὅλης τῆς ἀρετῆς καὶ ὑπὲρ τῆς εὐσεβείας τῶν δογμάτων εὐχὴν ἀναπέμπων μίαν ἀναπέμπει. δυνατὸν δὲ καὶ τοῦτο εἰπεῖν· αἱ προκοπαὶ πολλαί εἰσιν.
PG 39:1519σημαίνονται δὲ αὗται τῷ ὀνόματι τῆς σκηνῆς, ὡς πολλάκις ἀπο δέδεικται. ἐάν τις οὖν ἔν τινι προκοπῇ γένηται καὶ αἰτῆται θεὸν ἔχειν βοηθόν, ἔχειν καὶ ἐπίκουρον, οὐ μένει ἐν ταύτῃ τῇ αἰτήσει· μεταβαίνει γὰρ ἀπὸ προκοπῆς εἰς προκοπήν. ἐστὶν κρείττων ἑαυτοῦ γινόμενος. σκηνώματα δὲ πολλὰ λέγεται, εἷς δὲ ὁ οἶκος. μίαν οὖν αἴτησιν αἰτεῖται ὁ εἰς τελειότητα ἐλθών. μίαν οὖν αἰ - τησάμην παρὰ κυρίου. δυνατὸν δὲ καὶ τοῦτο· ἡ βοήθεια αὐτῶν, ἵνα παρεσκευαςμένοι πρὸς τοὺς ἐπεγείρον τας πόλεμον καὶ τὰς παρεμβολὰς δύνωνται, [οὐ] μίαν αἴτησιν αἰτεῖται. πολλὰς βοηθείας ζητοῦσιν, στρα τιωτικὴν περιβολήν, τειχῶν ἐρυμνότ[ητα], κατασκευάσματ[α]. ὁ δὲ αὐτὸν τὸν θεὸν ἔχων βοηθὸν καὶ τοῦτον αἰτούμενος μίαν αἴτησιν αἰτεῖται. πάντα ἐν πᾶσιν γίνεται ὡς ἕκαστον τῶν τελειωθέντων ἔχειν αὐτὸν πάντα, ὡς ἄρτον, ὡς φῶς, ὡς διδάσκαλον, ὡς ποιμένα. μίαν οὖν ᾐτησάμην, ταύτην ἐκζη τῶ. ὁ λέγων ἐκζητῶ καὶ ᾐτησάμην δείκνυσιν ὅτι οὔπω ἔχει ὁ ἐκζητῶν καὶ ποθῶν εὑρεῖν. οὔπω δὲ οὐδεὶς ἔχει τὴν τελειότητα πλὴν εἰ καὶ εἰς αὐτὸ τὸ τέρμα καὶ τὸ τέλος φθάς[ῃ] τῆς ἀρετῆς καὶ τῆς πρὸς θεὸν ἑν[ώ] σεως.
PG 39:15234 τοῦ κατοικεῖν με ἐν οἴκῳ κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. οὐ νῦν ἠρξάμην αἰτεῖσθαι, ἀλλὰ καὶ ἀρχόμενος τοῦ τέλους ἕνεκα ἠρξάμην· καὶ γὰρ ὁ ἀρχόμενος τέχνης διὰ τὸ τέλος τῆς τέχνης ἄρχεται. κατοικοῦσιν οἱ εἰς τοῦτον φθάσαντες. μακάριοι πάντες οἱ κατοικοῦν τες ἐν τῷ οἴκῳ σου. ὁ ἔχων τὴν μακαρίαν ζωὴν ἐν ἡμέραις ἐστίν, ἐν νυξὶν οὐ γίνεται. κἄν ποτε ἐν νυκτὶ γένηται, ἀρχὴν δὲ λάβῃ τοῦ ποθῆσαι τὴν ζωήν, ἔξω γίνεται τῆς νυκτός. 4 τοῦ θεωρεῖν με τὴν τερπνότητα κυρίου [καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ]. ὥσπερ πάσας τὰς ἡμέρας ἐν τῷ οἴκῳ τοῦ θεοῦ κατοικῶ, οὕτως ἐν πάσαις ταῖς ἡμέραις θεωρῶ τὴν τερπνότητα κυρίου καὶ ἐπισκέπτομαι τὸν ναὸν αὐτοῦ. τερπνότης δὲ κυρίου ἐστὶν ἡ μετουσία αὐτοῦ. καὶ ναὸς αὐτοῦ ἐστιν ἡ κατάστασις, ἐν ᾗ θεὸς εὑρίσκεται, ἐν ᾗ θεὸς οἰκεῖ. ἡ τελεία ἀρε τὴ οἶκός ἐστιν θεοῦ. Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτο[ῦ], οὗ οἶκός ἐσμεν ἡμεῖς, καί· οὐκ οἴδατε ὅτι ναὸς τοῦ θεοῦ ἐστε; πλὴν εἰ καὶ τὴν ἀρετὴν καὶ τὴν παντελῆ ἁγιότητα εἴπομεν οἶκον, δευτέρως δὲ καὶ τοὺς πιστοὺς ἀνθρώπους. διὰ τοῦτο οἶκος γίνονται, ὅτι ἔχουσιν τὴν ἀρετὴν καὶ τὴν ἁγιότητα.
PG 39:1526οὐχ ἡ ἀρετὴ ἐκ τῶν μετεχόντων οἶκος λέγεται θεοῦ, ἀλλὰ διὰ τὴν ἀρετὴν οἱ κοινωνοῦντες αὐτῇ. τὸ ἐπὶ πᾶσιν δὲ τέλος ὑπογράφεται μάλιστα. τῷ δὲ μὴ ἀθρόως τοῦτο παραγίνεσθαι, τὰ πρὸ τοῦ τέλους τέλη λέγομεν· εἰσὶν γὰρ καὶ τέλη πρὸ τέλους· πάσης συντελείας εἶδον πέρας. ὅταν συντελέσῃ ἄνθρωπος, τότε ἄρχεται. ὅταν οὖν συν τελέσῃ, βλέπει πέρας τινὸς προκοπῆς· εἶτα ἀρχόμενος ζητεῖ ἄλλο ἰδεῖν τέλος, καὶ ἐπὶ πᾶσιν ἀπαντᾷ τὸ ἐπὶ πᾶσιν τέλος. λαβέ μοι αὐτὸ καὶ ἐπὶ κατασκευῆς πόλεως· ὁ βουλόμενος φιλοτίμως πολυτελῆ κατασκευάσαι πόλιν καίτί πλέον εἰπεῖν ἔχω; βασιλικήν, ἀπάρχεται τῆς οἰκοδομίας. ἄρχεται λατομεῖν λίθους. συντελεῖ πολλάκις τὴν λατόμησιν. ὅταν ἐκείνους εὐτρεπίσῃ τοὺς ὧν χρῄζει καὶ ὅσων χρῄζει, λοιπὸν ἄρχεται ζητεῖν τόπον, ὅπου ἐγείρῃ τὴν πόλιν. γίνεται ὁ θεὸς πάν τα ἐν πᾶσιν, οὐκ ἐν ἑκάστῳ πάντα, ἀλλ’ ἐν πᾶσιν. ἐν ᾧ μὲν οἰκτίρμων, ὅταν τις τοιοῦτος σπεύ δῃ εἶναι, ἐν ᾧ δὲ ἀγαθὸς κριτής, ἐν ἄλλῳ δίκαιος, ἐν ἄλλῳ χαριστικός, ἐν ἄλλῳ ὡς διδάσκαλος ἐν μαθητῇ. καὶ ἐν πᾶσιν μὲν πάντα γίνεται τοῖς πλησιάσασιν αὐτοῦ, οὐκ ἐν ἑκάστῳ δὲ πάντα, ἀλλὰ ἢ ἓν ἢ δύο ἢ τρία χαρίσματα.
PG 39:1529καὶ ἵνα φανερὸν αὐτὸ ποιήσωμεν ἐπὶ τῶν χαρισμάτων, λαβὲ τοῦ πνεύματος· ὁ μὲν ἔχει λόγον σοφίας, ἄλλος λόγον γνώσεως, ἕτερος χάρισμα ἰαμάτων. ὅταν δέ τις τέλειος γένηται οὐκέτι ἀρραβῶνα πνεύματος ἔχων, ἀλλ’ αὐτὸ τὸ πνεῦμα, ἐν ἑκάστῳ πάντα γίνεται. τέλειος ἔφορος γίνομαι καὶ ἐπίσκοπος τοῦ ναοῦ τοῦ θεοῦ οὐκ ἔχων ἄλλο πρὸ ὀφθαλμῶν τι ἢ αὐ τὸ τοῦτο τὸν θεοῦ ναὸν [ὁρῶν]. 5 ὅτι ἔκρυψέν με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μου. διὰ τοῦτο μίαν ᾐτησάμην καὶ ταύτην ἐκζητήσω, ὅτι ἐν ἡμέρᾳ κακῶν μου ἔκρυψέν με ἐν σκηνῇ. ἐλέ γετο δὲ ἡ προκοπή. πολλῶν ἐπικειμένων κακῶν καὶ βλάψαι με βουλομένων ἔκρυψέν με. λέγεται δέ ποτε καὶ τὸ σῶμα σκηνή· βρίθει γὰρ τὸ γεῶδες σκῆνος νοῦν πολυφρόντιδα, καί· οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν. πολλάκις μὲν ἐν τῇ σκηνῇ ἡμᾶς ὄντας ἔτι περικει μένους τὸ σῶμα κρύπτει ὥστε μὴ βλάπτεσθαι ὑπ’ αὐτοῦ ὅταν, ὡς εἶπον ἔνπροσθεν, τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέρῃ τις καὶ ὑπωπιάζῃ τὸ σῶμα καὶ δουλαγωγῇ. 5 ἐσκέπασέν με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ. τὸ γὰρ ἀπόκρυφον τῆς σκηνῆς αὐτοῦ οὔκ ἐστιν βλαπτικόν, ἀλλὰ σκεπαστήριον.
PG 39:1533τὸ δὲ πρόχειρον τῆς σκηνῆς τῆς ἤδη Εἰρημένης βλάπτει μᾶλλον. οὕτω εἰμὶ σῶμα περικείμενος ὡς οὐκ ὢν ἐν σώματι, καταπινομένου τοῦ θνητοῦ ὑπὸ τῆς ζωῆς. τὸ καταπίνεσθαι καὶ καταπίνειν ἐν τῇ γραφῇ νίκην σημαίνει· ἐν ᾧ ἀνέστη[σαν], ἄρα ζῶντας ἂν κατέ πιον ἡμᾶς, ἀντὶ τοῦ ἐνίκησαν ἡμᾶς. καί· κατεπόθη Ἰσραήλ, νῦν ἐγένετο ἐν τοῖς ἔθνεσιν ὡς σκεῦος ἄχρηστον. πάντες, φησίν, οἱ ἐσθίοντες αὐτὸν πλημμελήσουσιν. κατα?πίνει δὲ ὁ ἐσθίων. [ἐν τῇ σκηνῇ] ἐν ἀποκρύφῳ οὖν τῆς σκηνῆς αὐτοῦ ἔκρυψέν με. δύναται καὶ ὁ ἐν σώματι γενόμενος ἐὰν τὸ αἴτιον καὶ τὸ μυστήριον, δι’ ὃ γέγονεν ἐν αὐτῷ, νοήσῃ, ἐν τῷ ἀποκρύφῳ αὐτῆς κατακεκρύ φθαι· εὐθέως γὰρ γνοὺς τὸ μυστήριον καὶ τὸ αἴτιον κακώσει ἑαυτὸν καὶ οὐ καταπίνεται. δυνα τὸν δὲ καὶ περὶ τοῦ σωτῆρος ἢ πρὸς τὸν σωτῆρα εἰρῆσθαι τοῦτο. εἰ περὶ αὐτοῦ ὅτι· ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ ἔκρυψέν με· ἔσχεν σκηνήν, ἐνηνθρώπησεν. ἔχει τι μυστήριον ἀποκεκρυμ μένον ἡ κάθοδος τοῦ σωτῆρος. ὁ δυνάμενος οὖν μετὰ τὸ ἐσκηνωκέναι ἐν αὐτῷ τὸν γενόμενον σάρκα λόγον εἰπεῖν·
PG 39:1536ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας, ἐσκεπάσθη ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ. σκέπη αὐτοῦ γέγονεν τὸ νο ῆσαι τὸ μυστήριον τῆς ἐπιδημίας τοῦ σωτῆρος. Ἰουδαῖοι γοῦν οὐκ ἐνόησαν καὶ ὅσοι τοιοῦτοι, καὶ οὐκ ἐσκεπάσθησαν ἐν τῷ ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ. δυνατὸν δὲ καὶ [οὕτως] κατὰ τὴν προτέραν ἀπόδοσιν τὸ ἀπόκρυφον τῆς σκηνῆς τὸ τέλος εἶναι· τούτου γὰρ ἕνεκα προκόπτουσιν, εἰ καὶ λανθάνει τοὺς προκόπτοντας· εἰ μὴ γάρ τις ἐπ’ αὐτὸ φθάσῃ, ἰδεῖν αὐτὸ οὐ δύναται ὥς ἐστιν, ὀψόμενος τότε τὸν θεὸν καθώς ἐστιν, ὅταν εἰς αὐτὸ τὸ πέρας ἔλθῃ τῆς μακαριότητος. ἐπερ( )· ἐθεασάμεθα ἤδη; οὐ μὴν γιγνώσκομεν. ἐκ μέρους γιγνώσκομεν. ἐπερ( )· τὸ γένος τῶν ἀνθρώπων ἐστὶν τὸ ταῦτα λέγον; - οὐχ ὁ κυριακὸς ἄνθρωπος ταῦτα λέγει, ἀλλὰ τὸ τῶν δικαίων γένος, τὸ τῶν ἁγίων ἄθροισμα· οὐδὲ γὰρ ὁ υἱὸς τοῦ θεοῦ ἐστιν κατὰ τὸν ἄνθρωπον λέγων· κύριος φωτισμός μου καὶ σωτήρ μου· τίνα φοβηθήσο μαι; πολλάκις εἶπον, ὅτι τὰ λεγόμενα περὶ τῶν δικαίων ἀνδρῶν καὶ περὶ τοῦ ἀνθρώπου τοῦ κυριακοῦ κοινὰ λέγεται· κοι[ν]ὰ δὲ οὐ κατὰ τὴν ἰσότητα ·
PG 39:1539ἀσυνκρίτως γὰρ ὑπέρκειται καὶ ἐν τούτοις πάντας. κοινὰ λέγω αὐτὰ κατὰ τὴν μετουσίαν, ὡς κοινὴν λέγω τὴν ἰατρικὴν καὶ τοῦ τελειωθέντος καὶ ἀνενλιπῶς αὐτὴν ἔχοντος καὶ τῶν ἔτι προκοπτόντων. οὐ κατὰ ποσὸν λέγω κοιν[ή]ν, ἀλλὰ κατὰ ποιόν. ὁ πορνεύων οὐ κρύπτεται, ἀλλ’ ἔξω γίνεται τῆς σκηνῆς· οὐκ ἀπέχεται γὰρ τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες κατὰ τῆ[ς] ψυχῆ[ς] στρατεύονται. ὁ δὲ προφανῶς πάντα κατὰ σάρκα ζῶν, ἀκολασταίνων, τρυφῶν, καὶ ὅλως τὰ ἡδέα προκρίνων τῶν ἐπιπόνων, κἂν ἀνάρε[ς]τα ὦσιν, ἐκεῖνος προφανῆ[ν] ἔχει τὴν σκηνὴν ἑαυτοῦ, προφανὲς ἔχει τὸ σῶμα, δῆλός ἐστιν ὅτι σῶμα περίκειται· ὁ γὰρ λέγων· [ὑ]μεῖς δὲ οὐκ ἐς τὲ ἐν σαρκί, διδάσκει ἔξω εἶναι τῶν παθημάτων τῆς σαρκός. ὁ δὲ ἔξω [ὢν] τῶν παθημάτων τῆς σαρκὸς ἐν τῇ σκηνῇ κρύπτεται. κατὰ ἄλλον λόγον τὸ τῆς σκηνῆς ἀπόκρυφον τὸ μὴ πᾶσιν γνώριμον. 5 ἐν πέτρᾳ ὕψωσάς με. οὐ μέγα ἐστὶν τὸ ἐν αἰσθητῇ πέτρᾳ ὑψωθῆναι ὥστε καὶ χαριστηρίους ἀναπέμψαι αἴνους. πάντα τὰ ὑπὸ θεοῦ γινόμενα, ἐφ’ οἷς εὐχαριστεῖν προσήκει, ἃ ὑμνεῖν δεῖ, οὐ πρόχειρά εἰσιν, οὐ δυνάμενα παντὶ ὑπάρξαι.
PG 39:1543πέτρα οὖν ἐστιν ὁ ἀρραγὴς τοῦ θεοῦ λόγος αὐτὸς οὗ ὁ περικύκλῳ γινόμενος οὐ βάλλεται. εἴρηται γοῦν καὶ ἐν ἄλλοις· κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ ἢ οἱ κραταιοὶ αὐτῶν. καὶ ἄρχοντες γοῦν ἔξω τῆς πέτρας ὄντες δοκοῦσιν ἰσχύειν καὶ κρατεῖν τῶν ἀβεβαίων. ὅταν δὲ ἐγγὺς τῇ πέτρᾳ γένωνται, εὐθέως ἡττῶνται. εἶπον δὲ καὶ χθές, ὅτι ἡ κατάποσις τὴν [νίκην] σημαίνει· ἐν τῷ ἐπαναστῆναι ἐφ’ ἡμᾶς ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς, καί· τοὺς καταπίνοντας τὸν Ἰσραὴλ ὅλῳ τῷ στόματι. ὁ ἡττώμενος οὖν καταπί νεται, ὁ περιγινόμενος καταπίνει. ἔχεις γοῦν αἴνιγμά τι ἐν τῇ ἐξόδῳ γεγενημένον, Ἀαρὼν ῥί ψας τὴν ῥάβδον αὐτοῦ κατ’ ὑφήγησιν θεοῦ· καὶ γέγονεν δράκων. ἔριψαν καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυ πτίων ταῖς φαρμακείαις αὐτῶν· καὶ ἐγένοντο ἐκεῖν[α]ι ὄφεις· καὶ κατέπιεν ἡ ῥάβδος Ἀαρὼν τὰς ἐκείνων ῥάβδους· τὸ γὰρ σκῆπτρον τῆς ἀληθείας, ὃ ὁ θεραπευτὴς τοῦ θεοῦ κατέχει, ῥιφὲν καὶ προταθὲν καταπίνει τὰς σοφιστείας τῶν Αἰγυπτίων, ὡς ἧτταν αὐτοὺς ὁμολογῆσαι λέγοντας· δάκτυλος θεοῦ ἐποίησεν τοῦτο.
PG 39:1546ὥσπερ οὖν ἡ ῥάβδος ἡ Ἀαρὼν κατέπιεν τὰς ῥάβδους τῶν ἐπαοιδ[ῶ]ν, τουτέστιν ἐνίκης[ε]ν, καὶ ἔκρυψ[ε]ν αὐτὰς καὶ τὸ μηδὲν αὐτὰς ἀπέδειξεν, οὕτω τῆς πέ τρας, ἐν ᾗ ὁ εὐχόμενος εὐχαριστεῖ, οἱ συνεγγίσαντες κραταιοὶ τῶν ἐναντίων κατεπόθησαν ἐγγὺς τῆς πέτρας γενόμενοι ἢ οἱ κριταὶ αὐτῶν. οἱ πρεσβεύοντες τὰ τῶν ἑτεροδόξων τοὺς αἱρεθι κοὺς λόγους δοκοῦντες ἰσχυροὺς κατασκευάζειν καὶ κραταιούς, ὅταν πλησιάσῃ αὐτοῖς ἡ πέτρα, ἡ ἀλήθεια, καταπίνονται καὶ τὸ μηδὲν ἀποδείκνυνται. καί· μὴ εἴποιεν· κατεπίομεν αὐτόν, μὴ αὐχήσαιεν ὡς περιγενάμενοι καὶ νικήσαντές με. ἐν πέτρᾳ ὕψωσάς με. ὁ ἑστηκότας τοὺς πόδας ἔχων ἐν ταύτῃ τῇ πέτρᾳ χαριςτηρίους ἀναπέμπει αἴνους· ἔβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν. ὅταν στῶσιν οἱ πόδες ἐπὶ τὴν πέτραν καὶ κατευθυνθῶσιν τὰ διαβήματα τοῦ οὕτω βοηθουμένου, τότε ἐρεῖ· ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν, ἐπινίκιον. ἐν τῇ πέτρᾳ οὖν ὁ ὑψούμενος ἐπινικίους πέμπει αἴνους ἠσφαλιςμέν[α]ς ἔχων ἑαυτοῦ τὰς διαβατικὰς ὁρμάς. 6 καὶ νῦν ἰδοὺ ὕψωσεν κεφαλήν μου ἐπ’ ἐκθρούς μου. ὁ λέγων καὶ νῦν δείκνυσιν ὅτι πολλάκις ὑψώ θη ἡ κεφαλὴ αὐτοῦ ἐπ’ ἐκθρούς.
PG 39:1549κεφαλὴν δὲ λέγει τὸν νοῦν, ὡς πολλάκις ἀποδέδεικται. περὶ αὐτοῦ γοῦν καὶ ἐν ἐκκλησιαστῇ λέγεται· τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ. διορατικὸν νοῦν ἔχει ὁ σοφός. καὶ νῦν οὖν ὕψωσεν τὴν κεφαλήν μου. καὶ ἀεὶ παλαίων καὶ περιγινόμενος τῶν ἐχθρῶνδιάφοροι δέ εἰσιν οἱ ἐπιτιθέμενοι ἐχθροίλέγει ἐφ’ ἑκάστης νίκης· καὶ νῦν ὕψωσεν τ[ὴν] κεφαλήν μου ἐπ’ ἐ χθρούς μου. ἀνέστησάν τινες εἰς ἀκολασίαν προτρ[ε]πόμενοι, οἷον οἱ κατὰ Σωσάννης πρεσβύτε ροι, κατὰ τοῦ Ἰωσὴφ ἀδελφοὶ καὶ αὐτὴ ἡ δόξασα ὕστερον δέσποινα αὐτοῦ γεγονέναι. χαριστηρίως ἅμα λέγων δείκνυσιν ὅτι οὐχ ἱδίᾳ δυνάμει ταῦτα τὰ κατορθώματα ἔσχεν, ἀλλὰ θεοῦ βοηθοῦντος. 6 ἐκύ κλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ. ὁ ἀλαλαγμὸς νίκην αἰνίττεται· βοὴ γάρ ἐστιν ἄσημος κατὰ πεπτωκότων πολεμίων. αὐτίκα γοῦν ὅτε τὴν Ἰεριχὼ περιεκύκλωσαν καὶ ταῖς κερατίναις ἐσάλπισαν καὶ ἠλάλαξαν, ἐπὶ τῷ ἀλαλαγμῷ αὐτῶν ἔπεσαν τὰ τείχη τῆς Ἰεριχώ. Ἰεριχὼ δὲ κατὰ ἀλληγορίαν ὁ περὶ γῆν ἐστιν τόπος, ἑρμηνευομέν[η] σελήνη [ὁ περὶ γῆς τό πος] οὐ κατὰ τὴν αὔξησιν, ἀλλὰ κατὰ τὴν μείωσιν, ὡς ὁ ἄφρων· ἄφρων γὰρ ὡς σελήνη ἀλλοιοῦται.
PG 39:1553ὅταν οὖν κυκλώσῃ τὴν σκηνὴν ἑαυτοῦ κατὰ πάσας τὰς ἀποδόσεις ἐλέγετο σκηνὴ ἡ προκοπή. ὁ προκόπτων καὶ κατορθῶν γνησίως τὴν προκοπὴν κύκλῳ αὐτῆς γίνεται. καὶ πάλιν τὸ σῶμα σκηνὴ ἐλέγετο. ὅταν ὁ ἔσω ἄνθρωπος συντόνως ἐπιθῆται κατὰ τοῦ σώματος, κύκλῳ αὐτοῦ γίνεται καὶ νικᾷ. ὅταν τις τὴν σκηνήν, τὸ σῶμα τοῦ Ἰησοῦ, διὰ πίστεως κυκλώσῃ, νικητὴς ἀποδείκνυται. 6 ᾄσω καὶ ψαλῶ τῷ κυρίῳ. ἐλέγετο ἡμῖν ἐν τοῖς προτέροις ψαλμοῖς, ὅτι τὸ ᾆσαι τὴν θεω ρίαν σημαίνει, τὸ ἄνευ ὀργάνου ἀναπέμπειν τοὺς αἴνους καὶ τὰς ᾠδάς. ἐλέγετο τὸ ψάλλειν τὸ πρακτικῶς ἐξηχεῖν τὸ ἐπινίκιον μέλος. ἀμφότερα οὖν, φησίν, ὑπῆρκταί μοι, καὶ ψαλῶ καὶ ᾄσω. ᾄσω θεωρῶν τὴν ἀλήθειαν. ὁ περὶ τῶν δογμάτων τῆς εὐσεβείας διαλαμβάνων καὶ ἐπιστη μονικὴν καὶ σοφὴν αὐτῶν ἔχων θεωρίαν, ᾄδει. ὁ δὲ καὶ τὸ σῶμα ὡς ὄργανον, καὶ κίθαραν καὶ ψαλτήριον, διαλαμβάνων καὶ κρούων αὐτοῦ πάσας τὰς ὁρμὰς καὶ τὰς αἰσθήσεις οὔσας χορδάς, ἐνμελῶς δυνάμενος ψαλμὸν προενέγκασθαι, ἐκεῖνος ψάλλει. οὗτος οὖν ὁ ἅγιος ἐπαγγέλ λεται τὰ δύο ποιῆσαι, τὸ ᾆσαι καὶ τὸ ψάλαι.
PG 39:1556ὁ ὑπωπιάζων τὸ σῶ[μα] αὐτοῦ καὶ δουλαγωγῶν καὶ πράττων τὰς ἠθικὰς ἀρετάς, οἷον ὁ ἐλεημοσύνην ποιῶν, ὁ πραότητα κατορθῶν, ὁ ἐν ἀνδρείᾳ προαγόμενος, οὗτος ψάλλει. ὁ δὲ θεωρῶν ἕκαστον τῆς ἀληθείας μυστήριον καὶ διεξιέναι δυνάμενος σὺν ἐπιστήμῃ πᾶν δόγμα τῆς εὐσεβείας, οὗτος ᾄδει. ἐπερ( )· ἐν τῷ πεντήκοντα ὥσπερ ἐξομολόγησίν τι να ἐπὶ ἁμαρτίᾳ λαμβάνομεν; προφανῶς ἐκεῖ κεῖται· ὅτε ἦλθεν Νάθαν καὶ ἤλεγξεν αὐτὸν περὶ τῆς τοῦ Οὐρίου. ἐξομολογήσεως ἦν ὁ καιρὸς καὶ ἐξομολογήσεως ἀναπέμπει τὸν ψαλμὸν ἐκεῖ. μετὰ τὸ βασιλεῦσαι καὶ εἰς ελθεῖν πρὸς τὴν τοῦ Οὐρίου γέγονεν ὁ ψαλμὸς ἐκεῖνος. ὧδε δὲ πρὸ τοῦ χρισθῆναι ᾄδεται, ὥστε καὶ τῷ χρόνῳ καὶ τῇ πράξει διαφέρει οὗτος ἐκείνου. ἐπερ( )· πῶς οὖν ψάλλων; ἀμετάπτωτος γάρ ἐστιν ἡ ἀρετή. οὐκ ᾖδεν καὶ ἔψαλλεν τῷ κυρίῳ ὁ Ἰούδας. οἱ παραδοθέντες τῷ σατανᾷ, ἵνα παιδευθῶσιν μὴ βλασφημεῖν, [ο]ὐκ ᾖσαν σκηνήν τινα καὶ προκοπὴν τῆς πίστεως καὶ ἀρετῆς ἐσχηκότες. ὅμως δὲ σκόπει ὅτι οἱ διάφοροι ψαλμοὶ οὐ πάντως περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ προσώπου λέγονται· τοῦτο γὰρ εἰρήκαμεν, ὅτι ποιοῦ εἰσιν πεποιωμέν[ου] κατὰ ἀρετὴν ἢ κακίαν.
PG 39:1559οὐ ταὐτόν ἐστιν εἰπεῖν ὅτι ὁ ἄνθρωπος ἀναμάρτητός ἐςτιν καὶ εἰπεῖν ὅτι ὁ δίκαιος ἄνθρωπος ἀναμάρτητός ἐστιν. ὁ δικαιοσύνην ἔχων οὐ δύναται ὑπαχθῆναι ἁμαρτίᾳ· πῶς γάρ, εἰ ἀσυνύπαρκτά εἰσιν τὰ ἐναντία; ὁ ἔχων κα κὸν οὐ δύναται ἀγαθὸν ἔχειν, εἰ μὴ πρότερον ἐκκλίνῃ ἀπὸ τοῦ κακοῦ. εἰς ποιὸν βλέπε, μὴ εἰς τόνδε ἢ τόνδε· ὅταν γὰρ λέγω, ὅτι ὁ πιστὸς πάντα δύναται, οὐ τόνδε ἢ τόνδε λέγω, ἀλλὰ πάντα τὸν ἔχοντα πίστιν. κἄν ποτε γοῦν πιστὸς ὤν τις ἔχῃ τὸ πάντα δύνασθαι καὶ κατορθοῖν, μεταπέσῃ δὲ αὐτῷ τὰ τῆς πίστεως, οὐ λέγω ὅτι ὁ πιστὸς οὐ κατορθοῖ, ἀλλὰ ὅσδε οὐ κατορθοῖ. [ἐπερ( )· ὁ μετὰ τοῦτον ψαλμὸς οὐ χρόνῳ πρότερον;] οἱ ψαλμοὶ οὐ τοιαύτην τάξιν ἀπαιτοῦνται οἵαν ζητεῖς σύ. ὁ ψαλμὸς ἐκεῖνος ὁ ἐλέγχων τὸν Σύρον τὸν Δωήλ. Σαοὺλ βασιλεὺς ἦν ἀκμὴν καὶ ἰσχύων γε πάνυ, ὡς τὸν Δαυὶδ διαβληθέντα φυγεῖν. [μετὰ πολὺ δὲ γέγονεν τὰ πρὸς τὴν τοῦ Οὐρίου] καὶ μετὰ πολὺ γέγονεν τὸ βα σιλεῦσαι αὐτὸν πάντων μετὰ τὴν τελευταίαν χρῖσιναὕτη δὲ ἡ τρίτη ἦν. [μετὰ πολὺ δὲ] γέγονεν τὰ κατὰ τὴν τοῦ Οὐρίου. οὔπω δὲ ἐβασιλεύκει ὅτε [δι]έβαλεν αὐτὸν ὁ Δωὴλ ὡς λαβόντα ἄρτους καὶ τὴν ῥομφαίαν τοῦ Γολιάς.
PG 39:1563οὐχ οὕτως οὖν κατὰ τὴν τάξιν τῶν χρόνων ζητεῖται ἡ τάξις τῶν ψαλμῶν, ἀλλὰ κατὰ τὰ κατορθώματα, ἀλλὰ κατὰ τὰ πράγματα. ὁ πεντήκοντα ἀριθμὸς ἔχει τι ἐξαίρετον· καὶ διὰ τὰς ἀρετὰς αὐτοῦ αὐτῷ ἐπετέθη ὁ ψαλμὸς ὁ τῆς ἐξομολογήσεως. θεώρει γοῦν· κατὰ τὸν πεντήκοντα ἀριθμὸν ἡ μετάνοια ἐπιτελεῖται. αὐτίκα γοῦν ὁ σωτὴρ γονγυζόντων τῶν Φαρισαίων περὶ τῆς γυναικὸς τῆς καθαρισθείσης ὑπ’ αὐτοῦ καὶ ἐλθούσης πλῦναι τοὺς πόδας αὐτοῦ τοῖς ἰδίοις δάκρυ σιν καὶ ταῖς ἰδίαις τριξὶν ἐκμάξαι, προτείνει· δύο χρεοφειλέται ἦσαν δανειστῇ ἑνί· ὁ εἷς ὤφειλεν δηνάρια πεντήκοντα, ὁ ἕτερος πεντακόσια. καὶ θεώρει ὅτι ἀμφοτέρων τῶν μετανοούντων τὸν ἀριθμὸν ἐν πέντ[ε] διέταξεν· συγγένειαν γὰρ ἔχει πρὸς τὸν πεντήκοντα ὁ πεντακόσια· δεκαπλασιασθεὶς γὰρ ὁ πεντήκοντα γίνεται πεντακόσια. κατά τι οὖν τοιοῦτο μυστήριον τὸ περὶ τοῦ ἀριθμοῦ καὶ ὁ ψαλμὸς ὁ τῆς ἐξομολογήσεως ἐν τούτῳ τέτα κται· ἐλέου γὰρ δηλωτικός ἐστιν ὁ ἀριθμός. ἀμέλει γοῦν καὶ πεντηκοστὴν εἰςπράττονται οἱ νική σαντες πόλεμον. καὶ ὑπὲρ τῶν μὴ πολεμησάντων, ἀλλὰ φυλαξάντων τὰ σκεύη οἱ πολεμήσαντες καὶ περιγενάμενοι πεντηκοστὴν τιθέασιν.
PG 39:1566καὶ ὁ ἱερεὺς ἀρχόμενος τοῦ ἱερατεύειν ἀπὸ εἴκοσι καὶ πέντε ἐτῶν ἕως πεντήκοντα ἐτῶν μένει. μετὰ τὰ πεντήκοντα ἔτη ο[ὐ]κέτι λειτουργεῖ, ἀλλὰ φυλάττει τὴν σκη νήν. δείκνυσιν δὲ ὁ λόγος ὅτι δεῖ πρῶτον κατορθῶσαι καὶ πάντα ἱερατικῶς ἐκτελέσαι καὶ ἱερέα τέλειον γενέσθαι ὥστε φθάσαι εἰς τὸν πεντήκοντα ἀριθμὸν καὶ τότε φυλάττειν τὰ ἐν τῇ σκηνῇ. διδάσκει δὲ ὁ λόγος ὅτι ἐν ταῖς προκοπαῖς ἔργων καὶ αὐξήσεως χρεία, ὅταν δὲ τελειωθῇ τις, φυλάττειν ὀφείλει ἃ κατώρθωσεν. ὥσπερ ὁ ὑγίειαν ἀναλαμβάνων ἐν τῷ ὑγιάζεσθαί [ἐς]τιν, ἐν τῷ προς άγεσθαι αὐτῷ τὰ βοηθήματά ἐστιν. ὅταν δὲ τὴν ὑγίειαν ἑκτικῶς ἀπολάβῃ καὶ σκηνὴν βεβαί αν, λοιπὸν προσάγει ἑαυτῷ φυλακτικὰ τῆς ὑγείας, οὐ τὰ ἀναλαμβάνειν ποιοῦντα τὴν ὑγίειαν, ἀλλὰ φυλακτικά. διὰ τοῦτο καὶ τὸν Ἀδὰμ ὁ θεὸς ἐν τῷ παραδείσῳ τέθεικεν ἐργάζεσθαι καὶ φυλάττειν αὐτόν. ἐργάζεσθαι δέ, ἵνα καρποφορήσῃ, ἵνα καρποὺς τελείους ἀγάγῃ, φυλάττειν δὲ λοιπὸν τὰ φυτὰ τὰ καρποφορήσαντα.
PG 39:1569ὥσπερ τὸ ἐργάζεσθαι καὶ φυλάττειν τὰ δύο δηλοῖἐργάζεσθαι δὲ τὸ ἐνεργεῖν τὰ τῆς ἀρετῆς, τὰ τῆς γνώσεως τῆς ἀληθείας, φυλάττειν δὲ τετελειωμένα, οὕτω καὶ ὁ ἱερεὺς ὅσον ἀπολείπεται τοῦ πεντήκοντα ἀριθμοῦ, ἐν τῷ ἱε ρατεύειν ἐστίν. ὅταν δὲ πληρώσῃ τοῦτον καὶ ἀποδειχθῇ τέλειος, τὸ τηνικάδε φυλάττει λοιπὸν τὰ ἐν τῇ σκηνῇ. οὐκέτι αὐτὸς ἐργάζεται, ἀλλὰ ἄλλων ἐργαζομένων αὐτὸς τὰς ἀπαρχὰς δέχεται, τὰς δεκάτας λαμβάνει. ἐστὶν δὲ ὁ ἀριθμὸς οὗτος δευτέρου τετραγώνο[υ] ἀριθμοῦ ἀρχή. τετράγωνός ἐστιν ὁ ἰσάκις μετρούμενος, δὶς δύο, τρὶς τρεῖς. οὗτος οὖν ἑπτάι ἑπτά ἐστιν· καὶ λοιπὸν ἡ προσθήκη τῆς μονάδος ἀρχὴν ἄλλου καταβάλλεται [ ] ἑβδομηντάι ἑπτά. διὰ τοῦτο καὶ περὶ τῆς μετανοίας ὁ σωτὴρ ὑπὸ τοῦ Πέτρου ἐρωτώμενος· ποσάχις ἁμαρτάνει; [λέγει] ἕως ἑπτά; [λέγει]· οὐ λέγω σοι ἕως ἑπτὰ μόνον, ἀλλὰ καὶ ἑβδομη κοντάκις ἑπτά. τετράγωνός ἐστιν ὁ ἑπτάι ἑπτά. οὗτος δὲ πλευρὰς ἔχει ἁγίας· ἡ γὰρ ἑβδομὰς πολλά κις ἡμῖν ἀποδέδεικται ὅτι πάντοθέν ἐστιν εὐλογημένη· εὐλόγησεν γὰρ ὁ θεὸς τὴν ἡμέραν τὴν ἑβδό μην καὶ ἡγίασεν αὐτήν, καί· οἱ ὀφθαλμοὶ κυρίου οἱ ἐπιβλέποντες πᾶσαν τὴν γῆν ἑπτά εἰσιν.
PG 39:1573οὐχ ὅτι ἑπτὰ οὕτω λέγω τρεῖς καὶ τέτταρες, ἀλλὰ πληρεστάτη ἐστὶν ἐφόρασις αὐτοῦ καὶ ἐπίβλεψις. οὕτω γοῦν καὶ ἐν τῇ ἑορτῇ τῶν ἑβδομάδων ἡ πεντηκοστὴ ἄγεται ἡ κατὰ τὴν παλαιὰν διαθήκην καὶ τὴν νέαν· ἔχεις γὰρ ἐν ταῖς πράξεσιν τῶν ἀποστόλων ὅτι· [ἐν τῷ] συνπληροῦσθαι τὴν πεντηκοστὴν ἡ δόσις τοῦ ἁγίου πνεύματος δέδοται, τὰ διάφορα χαρίσματα τοῦ πνεύματος ἐπιμετρήθη· ἔδει γὰρ ὑπερβεβη κέναι τὸν ἑπτὰ ἑπτὰ ἀριθμὸν καὶ ἀρχὴν λαβεῖν ἄλλου τοιούτου ἀριθμοῦ καὶ οὕτω τελειωθῆναι. ὁ πεντήκοντα οὖν ἐπὶ πολλῶν παραλαμβάνεται μεγάλων. ὁ ἕβδομος μὴν πάλιν τέλειός ἐστιν. ἡ σκηνοποιία οὖν ἐν τῷ ἑβδόμῳ μηνὶ γίνεται κατ’ Ἑβραίους. πάλιν [ἓξ] ἔτη ἐσπείρετο ἡ γῆ, τῷ δὲ ἑβδό μῳ ἔτει ἄσπορος. ἔμενεν τοῖς πτωχοῖς φυλαττόμενος ὁ ἐνιαυτὸς ἐκεῖνος. κἀκεῖ οὖν πάλιν, εἰ διὰ ἑπτὰ ἐ τῶν ἄγεταί τις πανήγυρις, πάλιν ἑβδομαδικός ἐστιν ὁ ἐνιαυτὸς ἐκεῖνος. ἑπτὰ ἑπτὰ ἄγεται δὲ καὶ κατὰ τὸν λεγόμενον παρὰ Ἑβραίοις Ἰωβηλαῖον. ὁ Ἰωβηλαῖος πεντηκοστός ἐστιν ἐνιαυτός. διὰ πεντήκον τα ἐτῶν ἐπετελεῖτό τινα πανηγυρικά. πλεῖον δὲ εἶχεν οὗτος ὁ ἐνιαυτὸς τῶν ἄλλων ἐνιαυτῶν.
PG 39:1576ἐλέγο μεν εἶναι καὶ ἑβδόμους ἐνιαυτοὺς καὶ ἑβδόμους μῆνας. ἐν τῷ πεντηκοστῷ ἐνιαυτῷ τῷ καλουμένῳ Ἰωβηλαίῳ καὶ χρ?εοκοπία ἐγίνετο τῶν χρεῶν. ἐχαρίζοντο οἱ δανεισταὶ ὑπὸ τοῦ νόμου εἰς τοῦτο ἀγόμε νοι, ἐχρεοκόπ[ου]ν κατὰ τὴν δύναμιν, καὶ οὐδὲ τόκους εἰσεπράττετο. καὶ ἄλλο· αἱ οἰκίαι αἱ ἀποδ[ε]δομέναι καὶ οἱ ἀγροὶ λυτρωτοὶ ἐγίνοντο τῷ πεντηκοστῷ ἐνιαυτῷ. εἰ εἶχεν ὁ πωλ[ή]σα[ς] δοῦναι τὸ τίμημα, ἀπεκαθίστατο αὐτῷ ἡ κτῆσις ἑαυτοῦ ἣν εἶχεν πρότερον. ᾐνίττετο δὲ ὁ λόγος τοῦτο, ὅτι καὶ ἐάν τις τὴν πολιτείαν ἑαυτοῦ ἐκποιήσηταιπολλάκις δὲ ἡ πολιτεία οἰκία εἴρηται, ὡς τό· ἐὰν ποιήσῃ τοὺς Ἰησοῦ λόγους ὁ ἀκούσας αὐτούς, οἰκοδομεῖ τὴν οἰκίαν ἑαυτοῦ. καὶ πάλιν· ἐπεὶ ἐφοβοῦντο αἱ μαῖαι τὸν θεόν, ἐποίησαν ἑαυταῖς οἰκίας. ἄρα περὶ [μό]νων γυναικῶν μαιουμένων ταῦτα γέγραπται προηγουμένως· οὐκ εἶχαν γὰρ οἰκίαν καὶ πρότερον. διὰ τὸν φόβον τοῦ θεοῦ οἰκοδόμησαν οἰκίας ταύτας, τὰς πολιτείας τὰς ὀρθάς, τὰς σὺν φόβῳ θεοῦ κατορθουμένας. ἡ οἰκία ἤδη πεφανέρωται.
PG 39:1579καὶ τὸν ἀγρόν τις δὲ ἐκεῖνον, ὃν πρότερον εἶχεν καὶ ἠμέλησεν περὶ τὴν ἐπιμέλειαν αὐτοῦ, ἀναλαμβάνει ὥστε σπεῖραι πάλιν αὐτοῦ τὸ καλὸν σπέρμα, σπεῖραι εἰς δικαιοσύνην, τρυγῆσαι εἰς καρπὸν ζωῆς, γενήματα δικαιοσύνης συναγα - γεῖν ἀπ’ αὐτοῦ. μηδέποτε οὖν εἰς τὰς ἐπιγραφὰς τῶν ψαλμῶν σκόπει. οὗτος οὖν πρὸ τοῦ χρισθῆναί ἐστιν. ἐὰν ζητῇς τὴν ἐπιγραφήν, ἔδει μᾶλλον τοῦτον μὴ εἰκοστὸν ἑκτὸν εἶναι. ἔτι μὴν ὁ Ἀβεσσαλὼν ἐπέθετο τῷ πατρὶ μετὰ [τὰ κατὰ] τὴν τοῦ Οὐρίου· ὅσον ἧκεν εἰς τάξιν ἀριθμῶν, μετὰ τὸν πεντηκοστόν· καὶ τρίτος ἐπιγρά φεται ὁ ψαλμὸς ἐκεῖνος. εἰς τὰς δυνάμεις τῶν ἀριθμῶν σκοποῦμεν καὶ οὕτω τὴν τάξιν τῶν νοημά των ἐκλαμβάνομεν, οὐχ ἁπλῶς εἰς τοὺς ἀριθμούς. ἐρώτησέν μέ τις τὸ πᾶσα σοφία παρὰ κυρίου, καὶ ἔλεγον ὅτι ἐὰν λέγῃ πᾶσα σοφία, πᾶσαν τὴν κατ’ εἶδος λέγει, ἐὰν δὲ λέγῃ πᾶσα ἡ σοφία, μίαν ὅλην λέγει. ὡς καὶ ἐὰν λέγωμεν πᾶσα ἡ πόλις, μίαν λέγομεν ὅλην, ὅταν δέ· πᾶσα πόλις κατὰ νόμον διοι κεῖται, οὐ μίαν λέγομεν, ἀλλὰ πάσας τὰς πόλεις. καὶ οἱ ἀριθμοὶ οὖν ἐν τοῖς πράγμασιν κεῖνται οὐ πρὸς ἄλλου τεθέντ[ε]ς ἢ ὑπὸ τοῦ θεοῦ.
PG 39:1583πάντα δὲ ἐν σοφίᾳ ποιήσας καὶ τοὺς ἀριθμοὺς ἐν σοφίᾳ ἐποίησεν. ἐπεί, εἰπέ μοι, τὸ ἐν τῷ Ἰσαίᾳ πότε δοκεῖς πληροῦσθαι; καὶ ἔσται, λέγει, μετὰ ἑβδομήκοντα ἔτη ἀ ποκαταστήσεται [Τύρος] εἰς τὸ ἀρχαῖον, ἀπὸ πότε τῶν ἑβδομήκοντα ἐτῶν ἀριθμουμένων; οὐδὲ ὧδε, ἵνα κατὰ τὴν ἱστορίαν λαμβάνωμεν, ἀλλὰ ἑβδομήκοντα περιόδους τοῦ ἡλίου τῆς δικαιοσύνης ἐνιαυτοὺς ἑβδομήκοντα· περιοδεύει γὰρ ὁ ἥλιος τὰς ψυχὰς φωτίζων καὶ τὰ δόγματα τῆς ἀληθείας φανερῶν καὶ ἐκπέμπων τὰς ἀκτῖνας. ὅταν οὖν τις τελειωθῇ καὶ καταπαύ σῃ τῆς προκοπῆς εἰς τὸ τέλος ἀφιγμένος, τότε συνέστη αὐτῷ τὰ ἑβδομήκοντα ἔτη. ὡς πρὸς τὸ ῥητὸν τὸ προκείμενον οὐκ οἰκεία ἡ παρέκβασις, ὡς δὲ πρὸς ἐρώτησιν ἀναγκαία. 7 εἰσάκουσον, κύριε, τῆς φωνῆς μου, ἧς ἐκέκραξα. φωνὴν ἔκραξα πρὸς σὲ αἰτούμενος, ἃ καλόν μοι ὑπαρχθῆναι. καὶ τὸ δὴ παράδοξον· εὐχῆς εὐχὴν ἀναπέμπει· ὁ γὰρ παρακαλῶν τινα τὴν φθάσασαν εἰσακουσθῆναι αὐτοῦ εὐχήν, εὐχὴν ἀντὶ εὐχῆς προτείνει. εὐχόμενος ἐβόησα πρὸς σὲ πάλιν ἀπιών, ἵνα εἰσακούσῃς ταύτης τῆς φωνῆς, ἧς πρὸς σὲ ἐκέκραξα.
PG 39:1586οὐ πᾶς γὰρ ὁ κράζων κατ[ὰ τὸ]ν ἔσω ἄνθρωπον πρὸς θεὸν κράζει, ἀλλὰ ὁ τὰ τοῦ θεοῦ λέγων, ὁ αἴτησιν πρὸς αὐτὸν προσάγων. κράζουσιν καὶ Σοδομ?[ῖ]ται, ἀλλ’ οὐ πρὸς τὸν θεόν· κραυγὴ Σοδόμων καὶ Γομόρρων πεπλήθυνται καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. καὶ περὶ Νινευιτῶν λέγεται ὅτι· ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῶν, τὸ πλῆθος τῆς κακίας. καὶ ἐν τῷ Ἰσαίᾳ· ἔμεινα τοῦ ποιῆσαι δικαιοσύνην, ἐποίησεν δὲ κραυγήν. ἐπίτασις οὖν κακίας ἐστὶν ἡ κραυγὴ Σοδομιτῶν. κράζει δὲ πρὸς θεὸν ὁ εὐχόμενος [ὅταν] ἐπιτεταμένην [φων]ήν, ὅταν περὶ μεγάλων εὔχηται, οὐ περὶ εὐτελῶν καὶ εὐκατα φρονήτων, ὁ αἰτούμενος ἵνα δοθῇ αὐτῷ ἀγαθά. τὰ δὲ ἀγαθὰ ἑρμήνευσεν ὁ ἕτερος εὐαγγελιστὴς τὸ ἅγιον πνεῦμα· τὸν αὐτὸν γὰρ τόπον γράφοντες ὁ μὲν [Μαθαῖος] λέγει· δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν, ὁ [Λουκᾶς]· δώσει πνεῦμα ἅγιον. τὸ πνεῦμα δὲ ἓν ὂν κατὰ τὰ διάφορα αὐτοῦ χαρίσματα πλῆθος ἀγαθῶν ἐστιν· ὁ γὰρ τὸ ἅγιον πνεῦμα ἔχων ἔχει τὰ χαρίσματα τοῦ πνεύματος ἀγαθὰ ὄντα πλείονα. καὶ τῇ μὲν οὐσίᾳ ἕν ἐστιν, ταῖς δὲ ἐπινοίαις πολλὰ ἀγαθά. ὡς καὶ ὁ θεὸς εἷς ἐστιν κατ’ οὐσίαν. λέγεται δὲ καὶ κατὰ διαφόρους ἐπινοίας πολλά·
PG 39:1589ἀγαθός, ἄτρεπτος, ἀναλλοίωτος, πηγή, φῶς· καὶ πάλιν ὁ σωτὴρ ὡσαύτως εἷς ὢν κατ’ ὑποκείμενον λέγεται ζωή, ἀλήθεια. αἰτεῖτε, φησίν, τὰ μεγάλα, καὶ τὰ μικρὰ ὑμῖν προστεθήσεται. ὥστε ὁ μικρὰ αἰτούμενος [λέγει] μὲν πρὸς θεόν, οὐκ ἐπιτεταμένην δὲ φωνήν. αἰτεῖτε, φησίν, τὰ ἐπουράνια, καὶ τὰ ἐπίγεια ὑμῖν προστεθήσεται. ὁ περὶ τῶν αἰσθητῶν οὖν προηγουμένως εὐχὴν ἀναπέμπων οὐ κράζει πρὸς τὸν θεόν· ἠρέμα πρὸς αὐτὸν λέγει. ὁ δὲ αἰτούμενος ἐκεῖνα ἀληθῶς μεγάλα καὶ ἐπουράνια καὶ θεοποι - οῦντα κράζει πρὸς θεόν. ἡ νόησις δέ ἐστιν ἡ κραυγή. 78 ἐλέησόν με καὶ εἰσάκουσόν μου, σοὶ εἶπεν ἡ καρδία μου. ὁ νοῦς μου σοὶ εἶπεν· τὸν ἔλεον παρὰ σοῦ αἰτῶ. ἡ καρδία μου τὸν ἔλεον παρὰ σο[ῦ] προσδοκᾷ καὶ λέγει σοὶ ὅτι ἐπάκουσόν μου. ταῦτα ἀντιστρέφει πρὸς ἑαυτά· ὁ ἐλεώμενος ὑπὸ θεοῦ εἰςακούεται καὶ ὁ εἰσακουόμενος ἐλεᾶται. οὐκ ἔστιν οὖν θάτερον πρὸ θατέρου εἰπεῖν. προηγεῖται δὲ τοῦ ἐλεῆσαι τὸ εἰςακοῦσαι. οὐ πάντως δὲ χρόνῳ πρότερον. καὶ ὥσπερ οὐκ ἔστιν ἐπιφάνειαν πρὸ χρώματος εἰπεῖν οὐδὲ χρῶμα πρὸ ἐπιφανείας. εἰ ἔστιν χρῶμα, ἔστιν ἐπιφάνεια. εἰ ἔστιν ἐπιφάνεια, κέχρωσται.
PG 39:1593προεπινοεῖται ἡ ἐπιφάνεια. δεῖ ἐπιφάνειαν εἶναι, ἵν’ οὕτω χρῶμα. τὸ δὲ δεῖ οὐ κατὰ χρόνον λαμβάνω, ἀλλὰ κατὰ νόησιν. σοὶ εἶπεν ἡ καρ δία μου. πρόσωπα σημαίνει. κατὰ πᾶν ῥῆμα τὰ τρία πρόσωπα σημαίνεται, τὸ λέγον, καὶ πρὸς ὃ λέγει, καὶ περὶ οὗ λέγει. πρόσωπον οὖν ἐστιν τοῦ εὐχομένου τὸ νῦν ἀπαγγέλλον. ἀπαγγέλλει δὲ τὴν δέησιν οὐκ ἄλλῳ ἢ τῷ θεῷ. 8 ἐξεζήτης[α] τὸ πρόσωπόν [ς]ου. ἡ καρδία μου ἡ λέγουσα· ἐλέησον καὶ εἰσάκουσόν μου. οὐ νῦν πρότερον ἐζήτησά. σου τὸ πρόσωπον, οὐ νῦν μόνον παρεκάλεσα τό· ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα. ἐπιτεταμένην δὲ ζήτησιν σημαίνει, εἰ ἐξεζήτησα. 8 τὸ πρόσωπόν σου, κύριε, ζητήσω. ἡ καρδία μου τὸ πρόσωπόν σου, κύριε, ζητήσει. εἰ καὶ ἐξεζήτησα καὶ ἔσχον αὐτὸ καταλάμπον με, ἀλλ’ οὐ παύομαι μέχρι τούτου. πάλιν ἐκζητῶ αὐτό. 9 μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ. ὁ ὀφθαλμὸς ὁ ὑγιαίνων κ[αὶ σῴ]ζων τὴν ὁρατικὴν ἀρετήν, ὅτε πάρεστιν φῶς [ἐστιν], πόθον αὐτοῦ ἔχει, οὐ κορέν νυται αὐτοῦ ποτε· ἀκόρεστον γὰρ τοῖς ὀφθαλμοῖς ἐστιν τὸ φῶς· γλυκύ ἐστιν ὀφθαλμοῖς, ὡς ὁ ἐκκλη σιαστὴς λέγει. οὐδεὶς δὲ τοῦ γλυκέος κόρον λαμβάνει.
PG 39:1596ἔστιν γλυκέα τὰ τίκτοντα κόρον, οἷον ἡ ἐκ μέλι τος γλυκύτης. ἡ δὲ ἐκ τοῦ φωτὸς οὐκ ἔχει κόρον, μάλιστα, ὅταν ἔχῃ τὴν οἰκείαν ἀρετὴν ἡ ὄψις. λοιπὸν ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητά· ὁ τοῦ ἔσω ἀνθρώπου ὀφθαλμὸς ἢ οἱ ὀφθαλμοὶ οὐδέποτε κορέννυνται οὐδὲ κόρον λαμβάνουσιν τοῦ προσώπου τοῦ θεοῦ· ἐπιφαινόμενον γὰρ ἀεὶ φωτίζει καὶ αὐξάνει καὶ τὸν πόθον. ἐσημειώθη γοῦν ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε· παραμένει. τὸ δὲ τοῦ ἡλίου ἢ ἁπαξαπλῶς τοῦ αἰσθητοῦ φωτὸς οὐ παραμένει. ἐὰν γοῦν τις ἀναχωρήσῃ ἀπὸ τοῦ ὁρᾶν τὸ φῶς ἢ μύσῃ τοὺς ὀφθαλμούς, οὐκ ἔχει αὐτὸ σεσημειωμένον. φαίνεται δὲ τὸ νοητὸν φῶς παραμένον τῷ φωτισθέντι, ἀναπόβλη τόν ἐστιν. 9 μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου. ἔστιν ποτὲ δοκεῖν ἐκκλίνειν τὸν θεόν, μὴ ἐν ὀργῇ δέ. ἔδοξάν [αν] τινες, ὅτι ἐξέκλινεν ἀπὸ τοῦ Ἰώβ, ὅτε παρεδόθη τὰ ὑπάρχοντα αὐτοῦ καὶ τὰ τέκνα καὶ τὸ σῶμα τῷ ἐξαιτησαμένῳ· ἀλλ’ οὐκ ἐν ὀργῇ τοῦτο γέγονεν. μὴ οὕτω τὰ κατ’ ἐμὲ γένοιτο ἐξ ἡμετέρας ῥαθυμίας ὥστε ἐν ὀργῇ ἐκκλῖναι ἀπ’ ἐμοῦ τὸ πρόσωπόν σου. ἀμφότερα οὖν δύναται· μὴ τοιαῦτά μοι πραχθείη ὥστε ὀργισθέντα σὲ ἐκκλῖναι ἀπ’ ἐμοῦ. ἢ οὕτως·
PG 39:1599μὴ οὕτως ὀργισθείην ὥστε στερηθῆναι τῆς παρουσίας σου. 9 βοηθός μου γενοῦ, μὴ ἀποσκορακίσῃς με. ἔνια ἀντίγραφα ἔχει· μὴ ἐνκατα λίπῃς με. τὸ αὐτὸ δέ ἐστιν τὸ ἀποσκορακίσαι, τὸ ἀπορίψαι, τὸ ἀποπέμψαι. ἐν γοῦν τῷ Ἰσαίᾳ φέρεται· καὶ ἀποσκορακιεῖ αὐτόν. καὶ θεώρει γε τὴν ἀκρίβειαν τῆς λέξεως· οὐκ ἀεὶ τὸ γενέσθαι γένεσιν σημαίνει, ἀλλὰ ἐκεῖνο δηλοῖ, ὃ ἡ προσθήκη βούλεται. πρόσκειται δὲ ὧδε τὸ βοηθός μου γενοῦ. μὴ γὰρ ὁ γινόμε νός τινι βοηθὸς γίνεται. εἶπον δὲ καὶ ἄλλοτε ὅτι τὰ ῥήματα τὰ γένεσιν ὑποβάλλοντα ἐὰν ἀπολελυ μένως λέγηται, δημιουργίαν σημαίνει· [πάντα] δι’ αὐτοῦ ἐγένετο, ἀντὶ τοῦ· πάντα δι’ αὐτοῦ ὑπέστη. ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. οὐκ εἶπεν· τί ἐποίησεν, ἀλλ’ αὐτὸ τοῦτο οὐρανὸν καὶ γῆν. ὅταν δὲ λέγῃ ὅτι· βοηθός μου γενοῦ, μὴ ἐνκαταλίπῃς με, τοῦτο λέγει· βοηθὸς μοὶ γενοῦ. σχέσιν σημαίνει τὴν βοηθοῦ πρὸς βοηθούμενον. οὕτω λέγομεν καί· διδάσκαλός [μου] γενοῦ, καὶ οὐ δήπου οὐσίωσιν σημαίνει, ἀλλὰ ἐμοὶ διδάσκαλος γενοῦ. τοιαῦτά ἐστιν καὶ τὰ λεγόμενα περὶ τοῦ σωτῆρος·
PG 39:1603κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν, πιστὸν ἐν τῷ ποιήσαντι αὐτόν. ἀπόστολον αὐτὸν ἐποίης[εν], οὐχ ἁπλῶς αὐτὸν ἐποίησεν, ἀλλὰ ἀπόστολον. καὶ ὅρα γε· ἡ οὐσία τοῦ υἱοῦ ἀίδιός ἐστιν. τὸ δὲ γενέσθαι ἀπόστολον τότε γίνεται, ὅταν ἀποστῶσίν τινες ἀπ’ αὐτοῦ· πρὸς τοὺς μακρὰν γὰρ πέμ πεται. καὶ θεώρει, ὅτι συνυπάρχει τὸ ἀπόστολον αὐτὸν γενέσθαι τῷ εἶναι μακράν τινας αὐτοῦ, μεμακρυνμένους αὐτοῦ. πάλιν ἀρχιερεὺς γίνεται, ὅταν ἦσαν ὑπὲρ ὧν ἱερᾶται. οὐ τότε δὲ ἡ [ὑπό] στασις τοῦ σωτῆρος γέγονεν, ὡς ἐκεῖνοι οἴονται, ἀλλὰ ἡ ἀρχή, ἡ ἀρχι[ι]ερωσύνη. οὕτω π[ά]λιν καὶ ἐν ταῖς πράξεσιν τῶν ἀποστόλων λέγει· τοῦτο ἀσφαλῶς γιγνωσκ[έτ]ω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ κύριον αὐ τὸν καὶ χριστὸν ἐποίησεν ὁ θεός. κύριος γίνεται τῶν προσφευγόντων εἰς τὸ δουλεύειν αὐτῷ. ἐὰν καὶ σήμερόν τις οὖν ἄρξηται δουλεύειν αὐτῷ, σήμερον αὐτῷ κύριος γέγονεν. καὶ ἐὰν ὑποβάλῃ τις αὐτὸν τῇ αὐτοῦ βασιλεί ᾳ καὶ τῇ αὐτοῦ ἱερωσύνῃ, χριστὸς αὐτῷ σήμερον γέγονεν· ὁ γὰρ χριστὸς οὐδὲν ἕτερον ἢ βασιλέα καὶ ἀρχι ερέα δηλοῖ.
PG 39:1606ἀμέλει γοῦν ὁ Ἀρὼν ἐλέγετο χριστὸς κυρίου, καὶ οἱ βασιλεῖς ἐλέγοντο χριστοὶ κυρίου, καὶ περὶ αὐτοῦ τοῦ Σαούλ· μάρτυς κύριος καὶ μάρτυς ὁ χριστὸς αὐτοῦ. καὶ τοῦτο· μὴ ἅπτεσθε τῶν χριστῶν μου. βοηθός μου οὖν γενοῦ, [μὴ ἀποσκορακίσῃς με]· μὴ ἀποπέμψῃς με ἀπὸ σοῦ. περί τινων λέγεται· ἀπώς[ετ]αι αὐτοὺς ὁ θεός, ὅτι οὐκ εἰς ήκουσαν αὐτοῦ, καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔθνεσιν. ὅταν ἀποστῶσιν, ἀπεσκορακίσθη σαν ὧδε κἀκεῖσε φερόμενοι, οὐκέτι γνώμην ἔχοντες βεβαίαν. τὴν δὲ αἰτίαν ἡμῖν προσάπτει· ὅτι οὐκ εἰσήκουσαν. οὐ θελητὸν αὐτῷ ἐστιν τὸ ἀπώσασθαί τινας ἀπ’ αὐτοῦ. θελητὸν δὲ αὐτῷ ἐστιν τοὺς μὴ εἰσακούσαντας ἀποπέμψαι, ἵνα μὴ δόξῃ ἀρετὴν μισεῖν. καὶ ἐπεὶ οὐκ εἰσήκουσαν, κατὰ τὸ πλῆθος τῶν ἀνομιῶν αὐτῶν ἔ[ξ]ωσον αὐτούς, ὅτι παρεπίκρανάν σε, κύριε. [τοῦτο] τὸ ἀποσκορακισθῆναί ἐστιν. λέγουσιν δὲ καὶ ἔκ τινος ἐτυμολογεῖσθαι τὴν λέξιν ὥστε τὸ ῥίνημα τοῦ σιδήρου κόρα λέγουσιν εἶναι. ῥᾳδίως τὸ ῥίνημα οἷα κόνις ἐκπέμπεται. μὴ τοιοῦτος τοίνυν γενοίμην ὥστε ἀποσκορακισθῆναι. σκεῦος χρυσοῦν εἶναι θέλω ἢ σκεῦος χαλκοῦν, οὐ μὴν τὸ ἀπορίνημα. τοῦτο δὲ ἐκπέμ πεται καὶ ἀποβάλλεται.
PG 39:16099 καὶ μὴ ἐνκαταλίπῃς με, κύριε ὁ θεὸς ὁ σωτήρ μου. ἐπεὶ καὶ κύριός μου εἶ δουλεύω σοι γάρκαὶ θεός μουἐπεὶ τέκνον εἰμὶ τοῦ Ἀβραάμ, θεὸς δὲ εἶ τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰχ καὶ τῶν δηλονότι ἐξ ἐκείνων, ὡς δοῦλος πρὸς κύριόν εἰμι, ὡς λατρεύων γνησίως πρὸς θεόν, θερα - πευόμενος, ὡς σῳζόμενος πρὸς σωτῆρα. ἐπεὶ τοίνυν ταῦτά μοι πάντα γέγονας, οὐκ ἐνκαταλείπεις με. 10 ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐνκατέλιπέν με. ῥητὸν εὐαγγελικὸν προσαφηνίσαι θέλω, ἵν’ ἐξ ἐκείνου νοηθῇ τοῦτο. καὶ ἡ παλαιὰ γραφὴ καὶ τὸ εὐαγγέλιον καὶ αὐταὶ αἱ τοῦ σωτῆρος προ[τρ]οπαὶ δι δάσκουσιν ἀγαπᾶν πατέρα καὶ μητέρα. ἄκουε· ἐάν τις μισῇ πατέρα, οὐχ ὡς πατέρα μισεῖ αὐτόν, ἀλλὰ ὡς ἀσεβῆ, καὶ μισεῖ αὐτὸν οὐχ ᾗ πατήρ ἐστιν, ἀλλ’ ᾗ ἀσεβής ἐστιν. καὶ ὁ ἀγαπῶν πατέρα, διὰ τοῦτο ἀγαπᾷ αὐτόν, ὅτι ἀληθῶς απατηρη ὅταν οὕτως ἐκτρέφῃ φόβῳ καὶ νουθεσίᾳ, ὅταν ὡς δίκαιος ἐκτρέφῃ. καλῶς δὲ ἐκτρέφει πατὴρ δίκαιος. εἶπον οὖν ὅτι σχεδὸν πᾶσαι αἱ γρα φαὶ περὶ τιμῆς γονέων διαγορεύουσιν καὶ κολάζουσιν τοὺς λιποτάκτας· ὁ κακο λογῶν πατέρα ἢ μητέρα τελευτήσει θανάτῳ. λοιπὸν οὖν ἄκουε·
PG 39:1613ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος. καίτοι τίμα τοὺς γονεῖς καὶ φίλει πατέρα καὶ μη τέρα, ἀλλ’ ὅταν ὑπὲρ τὸν θεόν, διαβάλλεται· προκειμένου γὰρ ὁμολογῆσαι τὴν ἀλήθειαν ἐπηρ τημένου διωγμοῦ, καὶ ὅταν λέγῃ· διὰ τὸ γ[ῆ]ρας τοῦ πατρὸς καὶ τῆς μητρὸς οὐ βούλομαι ἀπο θανεῖν, καὶ προδοῖ, ὑπὲρ τὸν θεὸν τοὺς γονέας ἠγάπησεν, προέκρινεν τὴν πρὸς τοὺς γονέας διάθεσιν τῆς πρὸς θεὸν εὐσεβείας. καὶ τοῦτό ἐστιν ὃ διαβάλλεται. ἐν τῷ εὐαγγελίῳ γοῦν ὁ σωτὴρ λέγει· στραφείς, φησίν, ὁ Ἰησοῦς εἶπεν τοῖς ὄχλοις· εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἐὰν μή τις μισήσῃ τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ τὴν γυναῖκα καὶ τοὺς ἀδελφοὺς καὶ τὰ τέκνα, οὐ δύναταί μου εἶναι μαθητής. ἂν τιμὴν? περὶ γονέων ἐνομοθέτησα[ς] καὶ ἄθλους μοι με γάλους ὑπέσχου λέγων ὅτι· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς, πῶς νῦν λέγεις ὅτι· εἰ μὴ μισήσῃ τις τὸν πατέρα καὶ τὴν μητέρα, οὐ δύναταί μοι ἀκολουθῆσαι; τὸ μῖσος ὧδε ἑτέρως λέγεται τὸ μὴ προκρῖναί τι τοῦ θεοῦ.
PG 39:1616προκειμέ νου τοῦ θεὸν ἀγαπῆσαι μάλιστα ἐν καιρῷ ἀγῶνος, ἐν καιρῷ διωγμοῦ, προκριτέα ἐστὶν πάντων ἡ τοῦ θεοῦ ἀγάπη. ἐὰν ἀνθέλκῃ γονεὺς ἢ γῆρας γονέως, προτίμησον τὸν θεόν, ἐπεὶ οὐ δύνῃ ἀκολουθῆ σαι ἐμοί. τὸ μισῆσαι οὖν τὸν πατέρα καὶ τὴν μητέρα οὐκ ἐκεῖνο τὸ μῖσος σημαίνει, καθ’ ὃ προβαλλόμεθα καὶ βδελυσσόμεθα, ἀλλὰ κατὰ τὸ μὴ προκρίνειν αὐτοὺς τοῦ θεοῦ. οὕτω καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα, οὕτω τοὺς ἀδελφούς. ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν μισήσει, λέγει. τὴν ἑαυτοῦ ψυχὴν μισεῖ δὲ ὁ θάνατον ὑφιστά μενος ὑπὲρ μαρτυρίου, ἀλλ’ ἕνεκα τοῦ σωτῆρος· θεώρει γὰρ τί λέγει· ὁ μισῶν πατέρα ἕνεκεν ἐμοῦ, οὐ καθάπαξ. πάντων προκριτέος ἐστὶν ὁ σωτήρ. ὥσπερ οὖν τις μισεῖ καὶ μητέρα ἕνεκεν τοῦ σωτῆρος. τὸ μῖσος τοῦτο οὐ διαβολὴν φέρει. ὁ οὕτω μισήσας τοὺς γονέας διὰ τὸν σωτῆρα ἐνκ[α] ταλείπεται ὑπ’ αὐτῶν. διὸ λέγει· ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐνκατέλιπέν μ[ε]. τὴν ἐνκατάλειψιν
Page scan enlarged

Notebook

Full View