PG 39Didymus Alexandrinus
Exposition on the Psalms
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 39:1156[ 1 Εἰς τὸ τέλος· ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου· τῷ Δαυίδ.] κατὰ ἀμφότερα καὶ κατὰ ψυχὴν καὶ κατὰ σῶμα ἀνάστασις γίνεται· ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. ὧδε νεκρός ἐστιν ὁ ἁμαρτάνων· ψυχὴ γὰρ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται· καί· ἡ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον τῷ ἁμαρτάνοντι. τοῦτον οὖν διεγείρει εἰς τὴν ζωὴν τὴν πρὸ τῆς πτώσεως· αὕτη γὰρ ἦν ἡ σὺν ἀρετῇ. οὕτω καὶ ἐν Ἰηρεμίᾳ λέγεται· μήτι ὁ πεσὼν οὐκ ἀνίσταται; γίνεται δὲ καὶ τοῦ σώματος ἀνάστασις· οὐ γὰρ ἡ πλάσις αὐτοῦ πτῶσις [η], ἀλλὰ ἡ μετὰ τὴν πλάσιν φθορά. διὰ τοῦτο οὖν καὶ αὐτὸ ἀνίσταται. καὶ καθόλου γε τοῦτο λέγομεν· ἡγεῖται τὰ καλὰ τῶν κακῶν. ἀμέλει γοῦν καὶ ἡ κακοτεχν?[ί]α μετὰ τὴν τέχνην ἐστίν, καὶ τὸ σφάλμα μετὰ τὸ ὀρθόν, καὶ ἡ παρακοὴ μετὰ τὸν νόμον· οὐδὲν γὰρ ἕτερόν ἐς[τιν ἡ πα]ρ?α?κοὴ ἢ παράβασις ἐντολῆς. καὶ πάλιν τὸ παρὰ λεγόμενον ἀεὶ ψέγεται· παρανοεῖ, παραβλέπει, παρ?[αβαίνει]. πρώτη οὖν ἐστιν ἡ ἀρετή· θεώρει γάρ, ποῦ νεύει ὁ λόγος· γέγονεν τὸ λογικόν, ἵνα ἀρετὴν ἔχῃ·
PG 39:1158οὐδὲ γὰρ γέγονεν, ἵν?[α κ]α?κίαν ἔχῃ, ἐπεὶ αὐτὴ ἦν ἡ ἀρετὴ ἡ κακία, καὶ ἀπόπτωσις αὐτῆς ἡ ἀρετή. ὅσον οὖν ἧκεν εἰς τὴν ἔνυλον ζ?[ωή]ν?, σχεδὸν πάντες ἀπὸ ἁμαρτίας ἄρχονται. καὶ ἐὰν τοῦτο δοθῇ, ὅτι οὐδέποτε ἔζησεν ἡ ψυχὴ πρὸ τῆς ἐν?[ύλου] ζωῆς, ἀπὸ κακίας ἤρξατο τὰ πράγματα, καὶ οὔκ ἐστιν ἁμαρτία ἡ ἁμαρτία, ἀλλὰ μᾶλλον ἡ ἀρε?[τή]· οὐδεὶς γὰρ τὸ κατὰ φύσιν ἐνεργ[ῶ]ν καὶ τὸ οἰκεῖον ἁμαρτάνειν λέγεται. οἱ τὰς τέχνας οὖν μετιόντες καὶ κατ’ αὐτὰς ἐνεργοῦντες ὅτε τὰ οἰκεῖα τῇ τέχνῃ ποιοῦσιν, οὐ λέγονται παρανοεῖν, οὐ λέγονται παραβαί νειν. γέγονεν οὖν οἰκοδομὴ τοῦ οἴκου τοῦ πεσόντος καὶ ἐπιστροφὴ τῆς αἰχμαλωσίας. κατὰ πρότε ρον θεώρημα λέγομεν, ὅτι τὸ αὐτό ἐστιν τὸ οἰκοῦν καὶ οἶκος. δύναται δὲ καὶ οὕτω, ἵνα καθολικώτε ρον λάβῃς· τὸ ἄθροιςμα τῶν πιστῶν, ἡ ἐκκλησία, ὁ οἶκός ἐστιν· ἵν’ εἰδῇς πῶς δεῖται ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι· καί· ἠγάπησα εὐπρέπειαν οἴκου σου. οἱ οἰκοῦντες δὲ οὗτοι [οἱ] πιστοί, οἱ κατὰ ἀρετὴν πολιτευόμενοι. ἐὰν δὲ ἡ ψυχὴ ᾖ[ν] ὁ οἶκος, οἱ λογισμοὶ οἱ σπουδαῖοι, οἱ συνφυεῖς αὐτῇ, οἱ οἰκοῦντές εἰσιν. ἅμα δὲ γίνεται καὶ ἡ οἰκοδομὴ καὶ ὁ ἐνκαινισμός.
PG 39:1160[ἀνα]- καινισμὸς δέ ἐστιν τότε, ὅταν οἱ πρότερον ἔξω αὐτοῦ γεγενημένοι λάβωσιν πάλιν τὴν ἐν αὐτῷ οἴκησιν. ψαλμὸς ᾠδῆς. ἐλέγομεν ὅτε ἠρξά μεθα τοῦ εἰκοστοῦ ψαλμοῦ, ὅτι εἰσὶν ψαλμοί, εἰσὶν ᾠδαί, εἰσὶν ψαλμοὶ ᾠδαὶ καὶ ᾠδαὶ ψαλμοί. καὶ ἔλεγον, ὅτι τὴν πρᾶξιν σημαίνει ὁ ψαλμός. ὄργανον δὲ κρούει ὁ ψάλλων τὸ λεγόμενον ψαλτήριον. δυνα τὸν δὲ ᾄδειν καὶ ἄνευ ψαλτηρίου· ὁ θεωρίᾳ γὰρ χρώμενος μόνῃτὸ νοῆσαι θεόν, τὸ γνῶναι τὴν ἀλήθειαν καὶ με τασχεῖν αὐτῆς, ἵνα αὐτὸ κατ’ αὐτὸ λάβῃς, ἐπεὶ ἔχει πάντως ᾀδομένην τὴν πρᾶξιν, [τ]ὅτε τις, φέρε, θεωρεῖ καὶ ἐπιστημονικῶς ἐπιβάλλει, τί ἐστιν γνῶσις, τί ἐστιν μυστήριον βασιλε[ία]ς, οὗτος ᾄδει. πάλιν ὅσοι πράτ τουσιν καὶ αὐτὸ τοῦτο μόνον μέχρι τοῦ πρᾶξαι ἵστανται, ψάλλουσιν· ὡς ἐλέγομεν καὶ περὶ τῶν κριῶν, ὅτι βίον εὔτονον ἔχουσιν, οὐκ ἀναγομένω[ν] δὲ οὐδὲ ὃν ἔχουσιν βίον οὐδὲ τὰ καθέκαστα ἔργα τοῦ βίου. ἐκεῖ νος ψάλλει. ὁ δὲ καὶ ψάλλων καὶ πράττων καὶ [ᾄδων καὶ] θεωρῶν ἐὰν μ[ὲν] ἀπὸ τοῦ πράττειν ἄρξηται, ψαλμὸς ᾠδῆς ἐστίν, ἐὰν δὲ ἀπὸ τοῦ θεωρεῖν, ᾠδὴ ψαλμοῦ. ὁρῶμεν δὲ ταῦτα γινόμενα·
PG 39:1161πολλάκις τινὲς θεωρεῖν βουλόμενοι ἐπιστάνουσιν ταῖς ἀρεταῖς καὶ τοῖς ἔργοις αὐτῶν καὶ ἐξ αὐτοῦ τοῦ ἐπιστάνειν τὸ δυνατὸν τοῦ κατορθῶσαι λαβόντες [ἔ]ρχονται ἐπὶ τὸ πράττειν. γέγονεν [ᾠδὴ ψαλμοῦ]. ἡ ᾠδὴ ἡγεῖτο, ἡ θεωρία. ἐπιθυμήσας σοφίας διατήρησον ἐντολάς· ὁ ἐπίθυμος ᾖδεν· διετήρησεν ἐντολάς, ἔψαλεν· καὶ πάλιν ψάλας ἔχει χορηγουμένην αὐτήν. συμβαίνει οὖν ποτε ἀπὸ τῆς ᾠδῆς ἄρξασθαι καὶ διαδέξασθαι τὸν ψαλμόν, καὶ [ὁ] πάλιν ὁ ψαλμὸς ὁδοποιήσα[ς] τῇ ψυχῇ πάλιν ᾠ?δὴν φέρει. ἐὰν οὖν ἡ ἀρχὴ κα[ὶ] ἐπίνοια τῆς ἀρχῆς ἀπὸ ἔργου γένηται τέχνης, ψαλμὸς ᾠδῆς ἐστιν· ὅταν δὲ ἀπὸ τῆς θεω ρίας [ἀρξά]μ?ενός τις ἔρωτα λάβῃ τοῦ κατὰ ἀρετὴν ζῆν, ᾠδὴ ψαλμοῦ ἐστιν. ἔδει οὖν ὑπὲρ τοῦ ἐνκαι νισμοῦ [τοῦ οἴ]κ?[ο]υ οὕτως χορεύειν τὸν εἰσαγόμενον εἰς τὸ ἐνκαινίσαι τὸν οἶκον. ἀντακολουθία αὕτη λέ?[γεται]. ἐστὶν δὲ ἀκολούθησις, ὅταν τὸ ἕτερον τῷ ἑτέρῳ ἀκολουθῇ καὶ μὴ ἀντιστρέφῃ. ἐὰν δὲ ἀκολο[ύθησις] ἀντιστρέφῃ, ὡς γίνεσθαι τὸ πρότερον ἡγούμενον ἑπόμενον καὶ τὸ ἑπό[υ]μενον ἡγού μενον, [ἀν]τ?ακολουθία ἐστίν.
PG 39:1163τὸ γοῦν τῷ Δαυίδ, τούτῳ τῷ κατορθώσαντι, ᾧ ἡ νίκη καὶ ὁ ὕμνος ἀναφ[έ]ρ?εται, [ ] ἢ αὐτὸς ὁ ὑμνῳδός. κἂν ὁ ὑμνῳδὸς δὲ λέγῃ, ἐκ τοῦ ἁγίου πνεύματος λέγειν φαίνεται. οὐ ταὐτόν ἐστιν φάναι, ὅτι ἄνθρωπος λέγει καὶ ἐπιστήμων ἄνθρωπος λέγει· ὅταν γὰρ ἄνθρωπον λέγωμεν εἶναι τὸν ἀπαγγέλλοντα, ἀνθρώπινά εἰσιν τὰ ἀπαγγελλόμενα, ὅταν δὲ ἐπιστήμονα, ἐπιστημονι κά ἐστιν. ἡ ἐπιστήμη ἐκείνῳ ὑπηχεῖ, κἀκεῖνος ὥσπερ διάκονος γίνεται τῆς ἐπιστήμης. ὁ ἱκανὸς οὖν τῇ χειρὶ ᾄδει τὸν ψαλμὸν τοῦτον ἢ τὴν ᾠδὴν ταύτην, τὸν ψαλμὸν τῆς ᾠδῆς ἢ ἔνπαλιν. πᾶς δὲ πρακτικὸς ἱκανός ἐστιν χειρί. ὁ δὲ σωτὴρ μάλιστα τοῦτο ἔχει· καὶ γὰρ οἱ ἄλλοι τὴν ἱκανότητα παρ’ αὐτοῦ λαμβάνουσιν. ὁ Ἰωάννης γοῦν εἰς τὸ μέγεθος αὐτοῦ ἀφορῶν ἔλεγεν· οὐκ εἰμὶ ἱκανός, ἵνα? λύσω τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. πάλιν ἐὰν διδῶ ται παρ’ αὐτοῦ ἡ ἱκανότης, ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ θεοῦ, ὃς ἱκάνωσεν ἡμᾶς [διακό]νους καινῆς διαθήκης. εἰ μιμηταὶ τοῦ Χριστοῦ γίνονται οἱ εἰς τοῦτο προτραπέντες καὶ ἔρωτα τοῦ πράγματος εἰλη φότες, ὁρῶντες αὐτὸν ἱκανῶς ἐνεργοῦντα ἐνεργοῦσιν καὶ αὐτοὶ κατὰ τὸ ἐφικτὸν αὐτοῖς ἱκανῶς.
PG 39:1165ἔλεγον δὲ ἐν τοῖς ψαλμοῖς ἀρχόμενος, ὅτι τὰ λεγόμενα περὶ τοῦ ἀνθρώπου οὗ ἀνέλαβεν ὁ σωτήρ, ῥη θείη περὶ παντὸς μιμητοῦ αὐτοῦ, οὐ μὴν ἃ λέγεται περὶ αὐτοῦ ὡς μονογενοῦς υἱοῦ καὶ θεοῦ λόγου· ῥηθείη ἄν, οὐ λέγω περὶ ἀνθρώπων, ἀλλ’ οὐδὲ περὶ ἀρχῶν, περὶ οὐδενὸς ὅλως γενητοῦ. τὰ νῦν οὖν λε - γόμενα ἁρμόζει τῷ ἀνθρώπῳ τοῦ σωτῆρος· διὸ καὶ ἄλλοι δύνανται αὐτὰ ποιεῖν. 2 Ὑψώσω σε, κύριε, ὅτι ὑπέλαβές με. ἃ πολλάκις εἶπον, καὶ νῦν ἐρῶ· ἃ λέγεται περὶ θεοῦ, ὡς περὶ θεοῦ νοεῖται, ἃ δὲ λέγεται περὶ ἀνθρώπων, ὡς περὶ ἀνθρώπων νοεῖται. ἐνίοτε δὲ τὰ περὶ ἀνθρώπων λεγόμενα, ἐὰν μὴ ᾗ θνητοὶ καὶ ᾗ ἄνθρωποι, ἀλλ’ ᾗ λογικοὶ λέγωνται, καὶ περὶ ἀγγέλων καὶ ἁπαξαπλῶς πάσης νοερᾶς οὐσίας ῥηθείη· κατὰ γὰρ τὸ νοερὸν ὁμοούσιός ἐστιν ὁ ἄνθρωπος, κατὰ τὸ δεκτικὸν τοῦ γίνεσθαι τέλειος ὡς ὁ πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς τέλειός ἐστιν· τί γὰρ πλέον δύν?αται καρπώσασθαι ἄγγελος κατὰ τὸ ἐφικτόν; εἶτα ὁ σωτὴρ ἀνθρώποις λέγει, ὅτι ἐλεύσομαι ἐγὼ καὶ ὁ πατήρ μου καὶ μονὴν π?αρ’ αὐτῷ ποιησόμεθα. τί πλέον ἔχει κτήσασθαι ἄγγελος σπουδαῖος; καὶ ἔτι· δός, ἵν’ ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, καὶ οὗτοι ἐν ἡμῖν ἓν ὦσιν.
PG 39:1167τί πλέον ἔχει κτή σασθαι ἡ ἄνω οὐσία; τὴν διαφορὰν λαμβάνομεν κατὰ τὰ σωματικώτερα· οὐκ ἔχει σάρκα ὁ ἄγγελος. οὐ τοῦ το δέ ἐστιν τὸ εἶναι λογικὸν τὸν ἄνθρωπον τὸ σάρκα ἔχειν, ἐπεὶ πάντα τὰ ἔχοντα σάρκα λογικά εἰσιν. ἴδε οὖν· ἐὰν οὖν λέγῃ παρ’ ἡμῖν τὸ ὑψωθῆναι τὸ ἐκ ταπεινοῦ τόπ[ο]υ εἰς ὑπερκείμενον καὶ ὕπερθεν μετεωρίζε[σθ]αι, δεῖ δὲ πρῶτον ἔχειν τὸ τόπον μεταβάλλειν. ἀδύνατόν ἐστιν τὸ μὴ μεταβάλλον τόπον ὑψωθῆναι ἢ τα πεινωθῆναι, τοπικῶς λέγω. ὅταν οὖν ὁ ἅγιος λέγῃ· ὑψώσω σε, τοῦτο λέγει· εὐχαριστήσω σοι. [ἐάν] τις νοῇ Χριστὸν κατὰ σάρκα, οὐχ ὑψοῖ αὐτόν. ὅταν δὲ μηκέτι κατὰ σάρκα γιγνώσκῃ, ἀλλὰ θεάσηται τὴ[ν δόξ]αν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, καὶ γνῷ, ὅτι ὁ ἑωρακὼς τὸν υἱὸν ὁρᾷ τὸν πατέρα, καὶ το[ῦτ’ ἔστιν] τὸ ὑψῶ - σαι αὐτόν. λοιπὸν ὅτι χαριστηρίως τοῦτο λέγει, ἡ ἑξῆς ἐπιφερομένη· ὅτι ὑπέλαβές με· ὑπολ[αβὼν] ὕψωσάς με. ὅτε δὲ ἐγὼ ὑψώθην, τότε ἔγνων σου τὸ ὕψος. καὶ ἔστιν γε καὶ ἐκ τῶν ἐν χερς?[ὶν θ]εάσασθαι τοῦτο· προσέρχεταί τις ἐπιστήμῃ· οὔπω τὸ μέγεθος, οὔπω τὸ κάλλος, οὐ τὸ ὕψος αὐτῆς ὁρᾷ.
PG 39:1169[ἐ]ὰ?ν δὲ ἄρξη ται μεταλαμβάνειν αὐτῆς καὶ βελτιοῦται καθ’ ἑκάστην προσλαμβάνων ἤδη τοῖς γνωσθεῖσιν, τότε τὸ μέγεθος καὶ τὸ ὕψος τῆς ἐπιστήμης καὶ τῆς τέχνης ὁρῶν ὑψοῖ αὐτ[ήν], τουτέστιν ὁμολογεῖ αὐτῆς τὸ ὕψος. ἀμέλει γοῦν ὅτε ἐπιστάνει τῷ ὕψει καὶ μεγέθει, πολὺ ἀπολειπόμενον ἑαυτὸν ὁρᾷ. ἐθαυμας[τ]ώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν. ὅσον ἐπιστάνω αὐτῇ καὶ θαυμάζω αὐτήν, κρατερὰ γίνεται, καὶ οὐκέτι δύναμαι πρὸς αὐτήν, ἐς ὅσον ἐν σώματί εἰμι. τοῦτο καὶ Σολομὼν λέγει περὶ τῆς σοφίας· εἶπα Σοφισθήσομαι, καὶ ἐμακρύνθη μακρὰν ὑπὲρ ὃ ἦν, καὶ βαθὺ βάθος, τίς εὑρήσει αὐτήν; μακράν μου ἦν, καὶ ὅτε ἠθέλησα αὐτὴν δέξασθαι, μακράν μου γέ γονεν ὑπὲρ ὃ ἦν πρότερον. καὶ λοιπὸν τὴν αἰτίαν ἀποδίδωσιν· βαθὺ βάθος, τίς εὑρήσει αὐτήν; τὸ τίς εὑρήσει δύναται ὅτι οὐδείς. [τὸ δὲ τίς τὸ σπάνιον] 2 καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ’ ἐμοί. πολλοὶ ἐχθροὶ ἐπίκεινταί μοι βουλόμενοί με βλάψαι. ἔλεγον δέ, ὅτι κοινῶς ταῦτα καὶ περὶ τοῦ ἀνθρώπου τοῦ σωτῆρος λέγεται καὶ τῶν μιμουμένων αὐτόν. καὶ οἱ ἅγιοι ἐχθροὺς ἔσχον καὶ ὁ σωτὴρ ἔσχεν ἐχθρούς.
PG 39:1171οὐδεὶς δὲ ὅλως προσπελάσαι αὐτῷ δύναται κατὰ τὴν θεότητα, ἵνα καὶ βλάψαι αὐτὸν πειραθῇ. ἐχθρῶν δέ ἐστιν συνεγγίζειν οὐκ ἄλλου χάριν ἢ τοῦ βλάψαι. καὶ ἐκ προσώπου οὖν τοῦ Ἰησοῦ λέγεται κατὰ τὸν ἄνθρωπον καὶ παντὸς μιμουμένου καὶ μέλους αὐτοῦ γινομένου· ὅτι ὑπέλαβές με· εἰ μὴ γὰρ ἦς ὑπολαβών, εὐφραίνοντο οἱ ἐχθροί μου ὑπὸ χεῖρά[ν] με λαβόντες, καὶ οὐχ ὕψουν σε. δύναται καὶ ἐκ προσώπου τοῦ σωτῆρος οὐκέτι διαιρούντων ἡμῶν καὶ λεγόντων καθὸ θεὸς λόγος ἢ καθὸ ἄνθρωπος, ὡς ἀρτίως ἔλεγον περὶ τοῦ ἐπιστήμονος. ὑψώσω σε, κύριε, ὅτι ὑπέλαβές με· ὑπέλαβές με δούς μοι ἐκείνους, ὑπὲρ ὧν ἦλθον. ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι δέδωκεν ὁ θεός. δώσω σοι ἔθνη τὴν κληρονομίαν σου. [τ]οῦτο ὥσπερ ἆθλον ἴδιον καὶ ὠφελίαν ἰδίαν ἡγεῖται ὁ σωτήρ· διὸ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μ?[ο]υ?· ἀποσπασθέντων γὰρ τῶν αἰχμαλώτων δι’ ἐμοῦ, καὶ ὑπὲρ ἐμοῦ [καὶ] ὑπὲρ τῶν κρατησάντων ὑψῶ σε μ?ὲν ἐγώ, ἐκεῖνοι δὲ οὐκ εὐφραίνονται. 3 κύριε ὁ θεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με. ἐπακουσθέντος ἐστὶν ἡ φωνή· εἰ γὰρ περὶ ἰάσεως ἐκέκραξ[εν], καὶ ἔσχεν ἤδη, ὃ ἐπόθει. ἐγὼ εἶπα Κύριε, ἐλέησόν με·
PG 39:1172ἴασαι τὴν ψυχήν μο[υ], ὅτι ἥμαρτόν σοι. οὔπω ἦν ἰαθείς· ἐξομολογούμενος γάρ ἐστιν καὶ με[τα]ν?οῶν ὁ τοῦτο λέγων. τὸ δὲ πρόσωπον τοῦ σωτῆρος οὕτω λέγει· ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με· μώλω?[πα] ἀνεδεξάμην, θεραπευτικὸν καὶ ἰατικὸν πάσης νόσου καὶ μαλακίας. διὰ τί οὖν ἔσχον τὸν μώ λωπα?; [ἵνα αὐτ]ὸς φάρμακον γένηται τῶν τρωθέντων. τότε δὲ ἴασις ἐμοῦ γίνεται, ὅταν ὁ μώλωψ ἄλλους? [θερα]πεύσῃ ὄντας μου σῶμα. κύριε οὖν ὁ θεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με. ἐὰν ἕκαστος τῶν δικαίω?[ν τοῦ]το λέγῃ, ἀκούσεται ὑπὸ τοῦ πρὸς ὃν ἔκραζεν. ἔτι σου λαλοῦντος ἐρῶ Ἰδοὺ πάρειμι. τὸ ἐρῶ Ἰδοὺ π[άρειμ]ι· δεικνὺς τὸ ἔργον ὑπὲρ οὗ ἀξιοῖς, παρών σο[ι] εὑρίσκομαι· οὐ φθάνει γὰρ ἡ εὐχή σου τὴν ἐμὴν δόσιν, [ἀ]λλὰ ἅμα γίνεται· ηὖξαι, ἔχεις τὸ πρ[ᾶγ]μα. λάβωμεν παραδείγματα ἀπὸ τῶν γραφῶν· προς ῆλθεν λεπρὸς τῷ σωτῆρι [λέγει] λέγων· ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. λέγει· θέλω, κατα ρίσθητι· καὶ γέγονεν τὸ καθάρσιον ὡς μὴ ἔχειν διαστεῖλαι. τῇ ἐπινοίᾳ μόνῃ πρότερον ἡ ἀξίω σις γέγονεν ἢ τὸ καθάρσιον, οὐ χρόνῳ πρότερόν ἐστιν. πάλιν· θέλεις ὑγιὴς γενέσθαι; εὐθέως·
PG 39:1174ἔγειρε, ἆρον τὸν κράβακτόν σου καὶ περιπάτει. καὶ οὐ δεύτερον τὸ ἔργον τῆς προστάξεως Ἰησοῦ γέγονεν. οἶδας, ὅτι [ἡ] ἔνφασις [ἡ] καθοπτρικ[ὴ] μιμεῖται τὴν ἔνφασιν, καὶ οὐκ ἔστιν εἰπεῖν, ποῖον πρῶτον, ἀλλ’ ἐπινοίᾳ. 4 κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου. ἰασάμενός με ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου. ῥηθείη ἂν περὶ τοῦ Ἰησοῦ τοῦτο· ἐπεὶ μώλωπα ἔσχον καὶ ἐτραυματίσθην διὰ τὰς ἁμαρτίας τινῶνἴσως δὲ οἱ τὰς ἁμαρτίας ἔχοντες ἐν ᾅδῃ, κατῆλθον ἐκεῖ, ἵνα πλησιάσας ὁ μώλωψ μου ἰάσηται ἐκείνους. ἡ ἴασις δὲ τὸ ἀναχθῆναί ἐστιν τὴν ψυχήν μου ἐκεῖθεν. γέγονα ἐκεῖ οὐχ ἵνα μείνω ἐγώ, ἀλλ’ οὐδὲ ἵνα ἁπλῶς ἀπέλθω καὶ ἔλθω, ἀλλ’ ἵνα ἀναγάγω τοὺς ἐκεῖ. θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι, ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν ἐκήρυξεν τὸ κήρυγμα, ἀνήγαγεν. καὶ δι’ αὐτὰς κατῆλθεν ἐκεῖ, καὶ δι’ αὐ τὰς ἀναβαίνειν λέγει· ἀπῆλθεν γὰρ ἀναγαγεῖν. μὴ ἀναβαινουσῶν αὐτῶν οὐκ ἂν ἀνέβαινεν [ἐκεῖ]· οὐδὲ γὰρ δι’ ἑαυτὸν κατέβη ἢ ἀναβαίνει. δυνατὸν δὲ καὶ τοῦτο εἰπεῖν· ἡ ψυχὴ ἡ τῷ ὄντι λογικὴ ἡμετέρα ἐστίν. ὡς λέγεταί τις ἄνθρωπος θεοῦ, καὶ οὕτω ῥηθείη καὶ ψυχὴ αὐτοῦ. ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου.
PG 39:11764 ἔσωσάς με ἀπὸ τῶν καταβ[α]ινόντων εἰς λάκκον. οἱ καταβαίνοντες εἰς λάκκον καὶ τῆς ἡμέρας ἐλέχθησαν, ὅτι οἱ ἄνωθέν εἰσιν πεπτωκότες· οὐ γὰρ πηγαί εἰσιν οἱ λάκκοι· [οὐκ] ἔχουσιν ὕδωρ χορηγούμενόν ποθεν. καὶ ὁ ᾅδης δὲ διὰ τοῦτο συνεχῶς ἐν ταῖς γραφαῖς λάκκος ὀνομάζεται, ὅτι αἱ καταπεσοῦσαι ψυχαὶ ἐκεῖ πίπτουσιν. ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. εἰ γὰρ καὶ κατέβην εἰς ᾅδ?[ο]υ, ἀλλ’ οὐ κατεσχέθην ἐν τῷ λάκκῳ ὡς τὰ πίπτοντα ὕδατα, ἀλλ’ ἐσώθην, δι[ὸ] βλαβῆν[αι] οὐχ ὑπῆρ[κ]ταί μοι, ἃ ὑπάρχει τισὶν τῶν πιπτόντων εἰς τὸν ᾅδην. 5 ψάλατε τῷ κυρίῳ, οἱ ὅσιοι αὐτοῦ. λοιπὸν ψάλλων καὶ αἰνῶν, ὅτι ὑπελήφθη, βούλε ται ἐπέπεσθαι τῷ ὕμνῳ κἀκείνους, οὓς ἀνήγαγεν ἐξ ᾅδου ὁσίους λοιπὸν αὐτοῦ ἀποδεδειγμένους· καὶ γὰρ οἱ ἀμφὶ τὸν Ἀβραὰμ καὶ οἱ ἄλλοι ἅγιοι ἐκεῖ ἦσαν. ἐκεῖ δὲ ἦσαν καὶ αἱ ἄλλαι ψυχαί, ἀλλ’ αἱ μὲν ἀπεδεί χθησαν ὁσίων ψυχαί, αἱ δὲ οὐχί· οὐδὲ γὰρ πάσας ἀνηγιοχέναι λέγομεν τὸν σωτῆρα, [ἀλ]λὰ τὰς ψυχὰς ἐκείνας τὰς προσδοκώσας αὐτὸν κἀκεῖ. ἔλεγον οὖν εἰς τό· σὺ εἶ ὁ ἐρχόμενος, [ἢ? ἕτερ]ον προς δοκῶμεν; ᾔδει ὁ ἀνὴρ ἐκεῖνος μέλλων ἀποθνῄσκειν·
PG 39:1178ἐν τῷ δεσμωτηρίῳ γὰρ ὢν τα?ύ?[την ἔπ]ε?μ?ψε τὴν φωνήν, ὅτι σὺ ἔρχῃ διὰ σεαυτοῦ ἐκεῖ ἢ ἕτερον πέμπεις; οὐχ ὅτι ἀμφέβαλλεν, ἀλλὰ ἤθελ[εν δι]ακονῆσαι ἐκεῖ παρ’ αὐτοῦ μαθών, προσταχθεὶς παρ’ αὐτοῦ. γράφει ὁσίοις· τὸ κατόρθωμα ὑπὲρ ἡμῶ?[ν ἐστι]ν ἢ κοι νὸν ἡμῶν καὶ ὑμῶν. ὥσπερ οὖν ἐγὼ ψαλμὸν ᾠδῆς ᾄδω, ψάλατε καὶ ὑμεῖς· συνεπικρο[ύετ]ε τοῖς ὀργάνοις [τ]ῇ ᾠδῇ [τ]ῇ ἡμετέρᾳ, ἣν ὑπὲρ ὑμῶν ἀναπέμπω λέγων· ὑψώσω σε, κύριε. 5 καὶ ἐξομ[ο]λογεῖσθε τῇ[ν] μνήμῃ[ν] τῆς ἁγιωσύνης αὐτοῦ. ἐξομολόγησις ἐνταῦθα οὐχ ἡ ἐξαγόρευσις ἐπὶ ἁμαρτήμασιν λέγεται· λέγεται μὲν γὰρ καὶ αὕτη ἐξομολόγησις, ὡς ἐὰν λέγῃ· ἐξομολογεῖσθε ἀλλήλοις τὰς ἁμαρτίας ὑμῶν. ὡς ἐπὶ τὸ πλεῖστον οὖν ἐν τῇ γραφῇ [ἡ ἐξομολόγησις] διὰ τῆς λέξεως σημαίνεται ἡ εὐχαριστία· ἐξομολογησώμεθά σοι, ὁ θεός, ἐξομολογησώμεθά σοι. δογμάτ[ω]ν ὧδε κινεῖται ἡ μνήμη, λέγει τῆς ἁγιω σύνης αὐτοῦ. αἱ μαθητικαὶ ἀναμνήσεις [ ] οὐ νῦν πρότερον. ἐάν τις ἁγιασθῇ, μετασχὼν τοῦ ἁγίου ἔσχεν ἁγιωσύνην. οὕτω δὲ γέγονεν, ἵνα ᾖ[ν] ἅγιος οὐ κατ’ οὐσίαν, ἀλλὰ προαιρέσει, ἐν προχρείᾳ λαβὼν τὸ ἅγιον, τὸ ἀγαθόν.
PG 39:1180ἀναπολήσατε οὖν ἐξομολογούμενοι καὶ ψάλλοντες, ὅτι οἰκεία ἐστὶν ὑμῖν ἡ ἁγιότης· ἐφ’ ᾧ γεγόνατε, ἀναλάβετε· γεγόνατε, ἵνα ἅγιοι ἦτε, οὐχ ἵνα βέβηλοι· γεγόνατε δὲ ἐν ῥυπαρίᾳ καὶ βεβηλότητι. ἀναπολήσατε τὴν ἁγιότητα ὑμῶν, καὶ οὕτω θελήσατε γενέσθαι. 6 ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ. διὰ τοῦτο προτρέπομαι ὑμᾶς εἰς τὸ ψᾶλαι ὁσίο[υ]ς γεγενημένο[υ]ς καὶ ἐξομολογήσασθαι τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ, ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ ἐστιν, ἵνα μὴ ὀργῇ καὶ θυμῷ περιπέσητε· ἐμοῦ γὰρ τὰ τηλικαῦτα κατορθώ σαντος ἐὰν ἐν τοῖς αὐτοῖς μένητε οἷς πρὸ τῆς ἐμῆς ἐπιδημίας, καὶ ἐν τοῖς δι’ ἃ ἐλήλυθα, δια δέξ[ε]ται ὀργή, ὅτι καὶ μετὰ τοσαῦτα βοηθήματα καὶ μετὰ το[ς]αύτας ὠφελίας καὶ προτροπὰς ἐν τοῖς αὐτοῖς μένετε. γίνεται δὲ ὥσπερ ὀργὴ ἐν τῷ θυμῷ, οὕτω καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ. ὁ τῷ θελήματι αὐτοῦ ἑπόμενος καὶ ἐργαζόμενος αὐτό, αἰτησάμενος γνῶναι αὐτὸ παρ’ αὐτοῦ εὐχὴν γοῦν τις ἀναπέμπει λέγων· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου. διὰ τοῦ εἰπεῖν μετ’ αἰτιολογικοῦ· ὅτι ὁ θεός μου εἶ σύ, δείκν?υσιν, ὅτι τὸ τοῦ θεοῦ θέλημα μόνου ζωή ἐστιν.
PG 39:1181συνδραμεῖν δὲ δεῖ καὶ τὸ ἡμέτερον θέλημα, ἵνα μὴ εἴπῃ· ποσάκις ἠθέλησα, καὶ οὐκ ἠθελήσατε. ζωὴ οὖν ἐν τῷ θελή ματί σού ἐστιν. δύναται καὶ τὸν θεὸν λόγον ἐν[τ]αῦθα θέλημα λέγειν. ἐν αὐτῷ δὲ τὰ ὅλα γέγονεν, πάντα δι’ αὐτοῦ εἰς οὐσίαν ἐλήλυθεν. ἐν τῷ θελήματ?ι οὖν τοῦ εἰς ὕπαρξιν ὑμᾶς ἀγαγόντος ἡ ζωὴ ἔκειτο. 6 τ[ὸ] ἑ[ς]πέρας αὐλισθήσεται κλαυθμὸς καὶ εἰς τὸ πρωὶ ἀγαλλίασις. τὸ ἑσπέρας τέλος ἐστὶν ἡμέρα[ς καὶ] ἀρχὴ νυκτός, ὡς αὖ τὸ πρωὶ πέρας ἐστὶν νυκτὸς καὶ ἀρχὴ ἡμέρας. ἀσυνύπαρκτα δὲ πο[λλάκις] ἐλέχθησαν εἶναι τὰ ἐναντία, τὸ ἀγαθὸν καὶ τὸ κακόν. δυνατὸν ἑσπέραν λαβεῖν τὸ τέλ[ος τῆς] ς?κιᾶς, τὸ τέλος τοῦ γράμματος. ὅταν δὲ τέλο[υ]ς λαβόντος τοῦ γράμματος καὶ τῆς σκι ᾶς ἐν [αὐτοῖ]ς τις θέλῃ εἶναι, κλαίει μᾶλλον οὐκέτι ὁρῶν τοῦ γράμματος τὸ ἱλαρόν, οὐκέτι τῆς γραφῆ[ς θε]ωρῶν τὸ ἄνθος. ἀνατείλαντος δὲ τοῦ πνεύματος τοῦ ζωοποιοῦντος καὶ φανείσης τῆς καινῆς διαθήκης ἀρχὴ ἡμέρας ἐστὶν φέρουσα ἀγαλλίασιν. λοιπὸν καὶ τὰ δημωδέστερα·
PG 39:1183ὅτε ἑς πέραν ἔλαβεν ἡ ἐκ περιτομῆς συναγωγὴ δύναντος αὐτῇ τοῦ ἡλίου τῆς δικαιοσύνηςἐκε νώθη γὰρ τίκτουσα ἑπτά, ἐπέδυ ὁ ἥλιος αὐτῇ ἔτι μεσούσης τῆς ἡμέρας. ἑπτὰ ἔτικτε· τότε εἰλή φει τὸ σάββατον, ἵνα κατ’ αὐτὸ πνευματικῶς ἐπιτελῇ πάντα καὶ μήτηρ καλῶν νοημάτων καὶ ἔργων γίνηται, ἀλλ’ ἐκενώθη· οὐκ ἐδέξατο τὸ πλήρωμα, ἀφ’ οὗ λαβὼν ὁ Ἰωάννης [ὁ σημαί νων τὸ γράμμα καὶ τὴν παλαιὰν γραφὴν] λέγει· ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν. διὰ τοῦτο ἀπεκάκησεν αὐτῆς ἡ ψυχὴ ἐπιδύναντος τοῦ ἡλίου ἐτι μεσούσης τῆς ἡμέρας, ἔτι ἐνεστη κότος τούτου τοῦ αἰῶνος· λέγεται γὰρ καὶ αὐτὸς πολλάκις ἡμέρα. καὶ εἰς τὸ πρωὶ οὖν ἀγαλλίωσις. 7 ἐγὼ δὲ εἶπον ἐν τῇ εὐθηνίᾳ μου Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. ἀμφίβολός ἐστιν ἡ λέξις. δύναται οὕτως ἀναγνωσθῆναι· ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. ὅτε εὐθή νουν, εἶπον τοῦτο· οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. δύναται δὲ καὶ οὕτως· ἐγὼ εἶπα Ἐν τῇ εὐθηνίᾳ μου οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. ἀμφότεραι αἱ στιγμαὶ ἔχουσιν λόγον.
PG 39:1185ὅτε εὐθήνουν σπείρας εἰς δικαι οσύνην καὶ τρυγήσας γενήματα δικαιοσύνης, οὕτω διετέθην, ὅτι οὐκέτι σαλευθήσομαι εἰς τὸν αἰῶνα· εἰ γὰρ [ὁ ποιῶν] τὸ θέλημα τοῦ θεοῦ εἰς τὸν αἰῶνα μένει καὶ ἡ δικαιοσύνη αὐτοῦ ἀθάνατός ἐστιν, ἀγαγὼν τὰ γενήμα τα τῆς δικαιοσύνης καὶ εὐθηνούμενος εἶπον· εἶπον γὰρ οὕτω τῇ διαθέσει, ὡς εἰς τό· οὐδεὶς λέγει Κύριον Ἰησοῦν, τῇ διαθέσει καὶ τῷ βίῳ. εὐθηνῶν καὶ ἀρετῆς γενήματα φέρων ὡμολόγησα τοῦτο, ὅτι ἀσάλευτος μένω εἰς τὸν αἰῶνα κατὰ τό· ὁ πιστεύων καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα· καί· ἡ δικαιοσύνη τοῦ κυρίου μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. δυνατὸν δὲ καὶ οὕτως· [ἄλλως στίξαι] ἐγὼ εἶπα ἐν τῇ [ε]ὐθηνίᾳ μου· ὅτε εὐθήνουν καὶ ἐδόκουν διαναπαύεσθαι, εἶπον· οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. εἰ μὴ ταχέως δὲ βοήθεια γέγονεν, ἐκλονεῖτο, ὅτι ἐθάρσησεν ἑαυτῷ, μέγα πέποιθεν ἐπὶ τῇ καρποφορίᾳ. ἐὰν μὲν οὖν πρόσωπον ᾖ τοῦ σωτῆρος τὸ λέγον, τὸ πρότερον κρατείτω νό ημα, ἐὰν δὲ τῶν λοιπῶν, ἀποδεχέσθω καὶ τοῦτο. 8 κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν. ἤτοι εὐκτικῶς ἤτοι εὐχαριστητικῶς λέγει.
PG 39:1187ἴδωμεν, περὶ ποίου κάλλους λέγει. οὐ περὶ σωματικοῦ κάλλους λέγει, ἀλλὰ ψυχικοῦ καὶ τοῦ ἔσω ἀνθρώπου. τὸ κάλλος δὲ τοῦτο τὸ αἰσθητόν, τὸ ἐνφαντα ζόμενον τῷ προσώπῳ καὶ τῇ μορφῇ, ἐξ ἀναλογίας μελῶν ἔχει τὴν σύνστασιν, ἐὰν ἀνάλ[ογα] ᾖ? τὰ τοῦ ἀνθρώπου μέλη πρὸς ἑαυτὰ καὶ μὴ οὕτως [εἶναι] ὡς τὰ μὲν ὑπεραίρειν, τὰ δὲ εἴκειν· διαστρέφεται [γὰρ τ]ὸ? κάλλος. δεῖ κατάλληλον ὀφθαλμὸν ἔχειν τῇ ῥινὶ καὶ ταύτην τῷ στόματι· ἐὰν γὰρ ἀσύνμετρα? ᾖ? [τὰ μέ]λη, κἂν αὐτὸ καθ’ ἑαυτὸ δοκῇ ὡραῖον εἶναι, ἀλλ’ οὐ ποιεῖ τῷ προσώπῳ κάλλος. τοῦτο γοῦν λέγει· ἐν τῷ [θελή]μ?ατι τῷ σῷ ἀντακολουθοῦσιν τῶν ἀρετῶν αἱ [ἰδ]ικαί, ὥστε τὰς νοήσεις μου ἀναλογούσας? [εἶναι] ταῖς πράξεσιν. καὶ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων ὁ ἐπαινῶν τὴν νύμφην· ὅλη καλή, ἡ πλησίον [μο]υ, καὶ μῶ μος οὐκ ἔστιν ἐν σοί. διὰ τοῦτο ὅλη καλὴ εἶ, ὅτι οὐκ ἔνι μῶμος οὐδὲ παρὰ τὴν ἀναλογίαν ἔστ[ιν τ]ι ἐν σοὶ οὐδὲ αἶσχος. 9 πρὸς σέ, [κύριε], κεκράξομαι καὶ πρὸς τὸν θεόν μου βοήσομαι. δύναται, ἵνα δημωδέστερον ἐξηγη σώμεθα·
PG 39:1189πρὸς σέ, ὦ κύριε, ὡς ἀρχιερέα, ὡς ἰατρὸν κεκράξομαι, πρὸς δὲ τὸν θεόν μου βοήσομαι, οὐ διαιροῦντες τὸν πατέρα ἀπὸ τοῦ υἱοῦ. ὁ δὲ βο[ῶ]ν πρὸς θεὸν πρὸς τὴν τριάδα βοᾷ· εἷς γὰρ θεὸς ἡ τριάς, οὐ τὸ ταὐτὸν τοῦ ἀρι θμοῦ, εἴ γε δεῖ ἀριθμοὺς ἐκεῖ φάναι. 10 Τίς ὠφελία ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; κατέβην εἰς διαφθοράν· ποία ὠφελία γέγονεν; ἰδού, ἐνμένουσιν τοῖς κακοῖς ἑαυτῶν. οὐ καθόλου δὲ τοῦτο λέγει. εἴρηται δὲ ὅτι· τιμῆς ἠγοράσθητε τῷ αἵματι τοῦ Χριστοῦ, καὶ ὅτι· [οὐκ] ἐν φθαρτοῖς, ἀργυρίῳ καὶ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς, ἀλλ’ ἐν αἵματι τιμίῳ ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ. δυνατὸν δὲ τοῦτο· τὸ πᾶν ἄθροισμα τῶν σῳζομένων σῶμα Χριςτοῦ λέγεται. ἐπεὶ τοίνυν ἐπιδημήσαντος τοῦ σωτῆρος καὶ ἀναδεξαμένου πάντα ἃ προειρήκαμεν, τόν τε μώλωπα καὶ τὸν σταυρὸν καὶ τὸ κατελθεῖν εἰς τὸν ᾅδην, οὐ πάντες ἐπέστρεψα?ν, οὐ πάντες ἀρετὴν καὶ πίστιν ἀνέλαβον, ἀλλ’ οἱ μέν, οἱ δὲ [οὔ], κατὰ τοῦτο λέγει ὅτι· ἀπέστρεψεν τὸ πρόσωπόν μου ἀπὸ τῶνδε τινῶν ὄντων μελῶν μου, ὄντ[ων] σώματός μου, καὶ ἐγενήθην τεταραγμένος.
PG 39:1191εἰ τοίνυν ἐρύσατο καὶ ἐλυτρώσατο καὶ ἠλευθέρωσεν τῷ αἵματι ἑαυτοῦ, πῶς λέγει· τίς ὠφελία ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς δια φθοράν; πολλῆς ὠφελίας γεγένηταιἀλλὰ πρὸς ἐκείνους τοὺς ἐνμείναντας τοῖς κακοῖς. τὸ ὅσον οὖν ἧκεν εἰς ὑμᾶς, οὐδεμία ὠφελία ὑπῆρκται ἐν τῷ αἵματ?ί μου, καταβάντος μου εἰς δια φθοράν. διεγείρων αὐτοὺς εἰς μετάνοιαν λοιπὸν λέγει. διὰ τοῦτο εἴρηκεν· 10 μὴ ἐξομολογήσεταί σοι χοῦς [ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν σου]; ἰδού, εἰσίν τινες χοῦς ὄντες. ἐλήλυθα δὲ παθεῖν, ἵνα μεταπ[ο]ιήσω αὐτοὺς καὶ οὐρανίους αὐτοὺς ἀπὸ χοϊκῶν ποιήσω. ἐπεὶ οὖν ἐνμένουσιν ἔτι φοροῦντες τὴν εἰκόνα τοῦ χοϊκοῦ, οὐκ ἐξομολογοῦνταί σοι, ἀλλ’ οὐδὲ τὴν ἀλήθειάν σου ἀναγγελοῦσιν. ἐλήλυθα δὲ ἐγώ, ἵνα καὶ τὴν ἀλήθειαν φανερώσω τὴν πλάνην καὶ τὸ ψεῦδος ἀνελών, καὶ ἐξομολόγησιν παράσχωμαι, ἵνα τις ἀποβάλῃ τὴν εἰκόνα τοῦ χοϊκοῦ καὶ τὴν τοῦ ἐπουρανίου ἀναλάβῃ. λέγει οὖν ὅτι· μὴ ἐξομολογήσεταί σοι χοῦς; εἰ οὐκ ἐξομολογεῖταί σοι χοῦς, τὸ ὅσον ἧκεν εἰς αὐτόν, οὐδεμία ἐκ τοῦ αἵματός μου ὑπῆρκται ὠφελία καταβάντος μου εἰς τὴν διαφθοράν.
PG 39:1192εἶτα ἐπειδὴ εἶπον, ὅτι διὰ τοὺς ἐνεχομένους τοῖς πρότερον κακοῖς τοῦτο λέγει, ὡμολογήσαμεν δέ, ὅτι καὶ ἐλυ τρώσα?[το π]ολλοὺς τῷ ἰδίῳ αἵματι, δεικνὺς ἐκείνους λέγει· 11 ἤκουσεν κύριος καὶ ἐλέησέν με. δείξας ἐκείνους ἔλεον [τοῦ κ(υρίο)υ τὴ]ν ἐκείνων σωτηρίαν λέγει, τὸ ἐκείνους ἐλεηθῆναι. 11 κύριος ἐγενήθη βοηθός μου. τὸ γενέσθαι σχέσιν [σημαί]νει, οὐκ οὐσίωσιν· βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν. 11 ἤκουσεν κύριος καὶ ἐλέη[ς]έν με. ὠ?[λοφ]υρόμην, ὅτι καταβάντος μου εἰς διαφθορὰν οὐδεμία ἐκ τοῦ αἵματός μου ὠφελία ἔν τισιν γέγονεν?· [ἀ]λλὰ οἰκοδομῶν τοὺς ἠλεημένους κἀκείνους δὲ τοὺς ἀκμὴν τοιούτους ὄντας παρα δείκνυμι, ὅτι σωθήσονταί ποτε· ἐνεργήσει ποτὲ εἰς αὐτοὺς τὸ φάρμακον. 12 ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί. φιλανθρώπως ἐκόπτετο τεθνηκότας ἐκείνους, ἵνα διεγείρῃ αὐτούς· εὐθέως γὰρ ἔννοιάν τις ἐλάμβανεν· εἰ ἐμοῦ ἡμαρτηκότος ἐκεῖνος πενθεῖ καὶ ὀλοφύρεται, πολλῷ πλέον ἐγὼ τοῦτο ὀφείλω ποιῆσαι. ἔστρεψας οὖν τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί· ἡ ἐκείνων ὠφελία ἐμοὶ χαρά ἐστιν, καὶ ὅτε ἡμάρτανον, ἐμὸς ἦν ὁ θρῆνος καὶ ὁ κοπετός.
PG 39:119412 διέρρηξας τὸν σάκκον μου καὶ περιέζω σάς με εὐφροσύνην. πενθῶν σάκκον ἐφόρουν, αὐστηρὸν βίον, τραχύν, ἀλλὰ μετέβαλεν εἰς εὐφρο σύνην. οὕτω δὲ εἰρήκαμεν καὶ εἰς τό· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδόνι αἱ δυνάμεις ἐγίνοντο, πάλαι ἂν ἐν σάκ - κῳ καὶ σποδῷ καθήμενοι μετενόησαν. ἐλέγομεν, ὅτι τὸν αὐστηρὸν βίον καὶ ἐ?πίπονον καὶ καθαπτό μενον τοῦ ὀλοφυρομένου σημαίνει τὸ τοῦ σάκκου ὄνομα. μετὰ τούτου δὲ τοῦ σάκκου τις σποδὸν λαμβάνει καὶ κάθηται οὐκέτι ἐνεργῶν κατ’ αὐτό, ἀλλὰ κάθηται, παύει τὴν ὀργὴν τῆς κακίας. ἐστέναζεν ἐπὶ τούτῳ ἃ ἐκαρποφόρησεν ζιζάνια καὶ ἀκάνθας καὶ τριβόλους· οὐκ ἠδύνατο γὰρ καθίσαι ἐν ταῖς ἀκάνθαις καὶ τριβόλοις, ἀλλὰ τεφρώσας καὶ δείξας αὐτὰ ἀνίσχυρα κἀκείνην τὴν ποιότητα, καθ’ ἣν ἦσαν φαῦλα, ἀνελὼν ἐκάθισεν ἐπ’ αὐτά. 13 ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου καὶ οὐ μὴ κατανυγῶ. ἔνιοι ὑποστιγμὴν λέγουσιν· οὐ μὴ κατανυγῶ· ψαλλούσης τῆς δόξης μού σοι οὐ κατανύγομαι. οὐ κ ἀρέσκει μοι δὲ αὕτη ἡ ἀνάγνωσις. πολλοὶ δὲ τῶν ἐν τῇ ἐκκλησίᾳ οὕτως αὐτὴν ἀναγιγνώσκουσιν. μεταμέλειάν τινα σημαίνει ἡ κατάνυξις πολλάκις. ὅτε γοῦν μετεμελήθη ὁ Ἀχαάμ· εἶδες, πῶς κατενύγη ὁ Ἀχα[ά]μ; καί·
PG 39:1196ἐπότισας αὐτοὺς πνεῦμα κατανύξεως, πνεῦμα μετανοίας. τοῦτο οὖν λέγει· ἡ δόξα μου ψάλλει σοι, πράττω κατὰ τὸ βούλημά σου, καὶ οὐ μεταμελοῦμαι, οὐ κατανύσσομαι. οὐχ ὡς ἐπὶ κακῷ κατανύττομαι, ὥστε μηκέτι ἐνεργῆσαι. διὸ συνάπτει καὶ λέγει· κύριε, ὁ θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι. 13 κύριε, ὁ θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι. ἐπεὶ οὖν εἰς τὸν αἰῶνα ἐξομολογοῦμαί σοι ψάλλων τῇ δόξῃ σου, οὐ κατανύγομαι, οὐ μεταμέλομαι. 1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυίδ· ἐκστάσεως. τὸ τῆς ἐκστάσεως ὄνομα ὁμώνυμόν ἐστιν· σημαίνει γὰρ πολλά, ὧν ἕν ἐστιν ἡ παρακοπὴ ἢ παραφροσύνη· ὁ παραπαίων ἐξίσταται. σημαίνει δὲ τὸ ὄνομα τὸ τῆς ἐκστάσεως καὶ θαυμαστότητα· ὁ θαυμάζων γὰρ λέγεται ἐξίστασθαι· κατενόη[ς]α τὰ ἔργα σου καὶ ἐξέστην τὸ μέγεθος αὐτῶν θεασάμενος, τὴν τέχνην καθ’ ἣν γεγόνασιν. καὶ πο[λλὰ δ]ὲ ἔστιν ῥητὰ δηλοῦντα, ὅτι ἡ θαυμστότης φανεροῦται τῷ ὀνόματι τῆς ἐκστάσεως. οὕτω γοῦν κ?[α]ὶ? [Ἰσαὰ]κ? ἐξέστη ἔκστασιν μεγάλην, ὅταν τὴν εὐλογίαν ἔλαβεν ὑπὸ Ἰσαῦ. καὶ πάλιν σημαίνει τὸ ἔκστασις [τὸ ἔξ]ω? τινὰ γενέσθαι τῆς προτέρας ἑαυτοῦ καταστάσεως, ὡς ἐὰν λέγῃ·
PG 39:1198ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου Π[ᾶς ἄ]νθρωπος ψεύστης. ὅτε ἐξέστην ἐμαυτοῦ καὶ οὐκέτι ἄνθρωπος, ἀλλὰ θεὸς γέγονα χωρήσας πρός με γεν?[όμ]ενον τὸν θεὸν λόγον, τότε εἶπον ὅτι· πᾶς ἄνθρωπος ψεύστης· εἰ γὰρ ἁπλῶς λαμβάνοιμεν τοῦτο, ψεύδεται. εἰ πᾶς ἄνθρωπος ψεύστης καὶ αὐτὸς δὲ εἷς τῶν ἀνθρώπων ἐστίν, ψεύδεται. ψευδομένου δὲ αὐτοῦ ὅτι πᾶς ἄνθρωπος ψεύς της, οὐ πάντως ψεῦσταί εἰσιν. τὰ τῶν ἀνθρώπων ἀβέβαια, ἀσύνστατα. τοιοῦτόν ἐστιν καὶ ὃ λέγει ὁ ἀπόστολος· ἃ ὀφθαλμὸς οὐχ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. οὐκ ἔστιν οὖν αὐτὸς ἄνθρωπος, ἀλλ’ ἐπιφέρει· ἡμῖν δὲ ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος, ἡμῖν τοῖς μηκέτι ἀνθρώποις, τοῖς δυναμένοις μετὰ παρρησίας εἰπεῖν· συνεξέστημεν θεῷ, συνσωφρονοῦμεν ὑμῖν. ἐξέστη οὖν καὶ ὁ ταῦτα λέγων ἐν τῷ ψαλμῷ· ἄλλος ἑαυτοῦ γέγονεν, θεὸς γέγονεν μετασχὼν τοῦ θεοῦ λόγου· πέπαυται τοῦ εἶναι ἄνθρωπος. ἀμέλει γοῦν θεώρει, ὅτι οὐκ ἀνθρώπινα λέγει, ἀλλὰ ἃ ἁρμόζει θεοποιηθέντι ἀνθρώπῳ ἀπαγγέλλειν καὶ ᾄδειν. 2 ἐπὶ σοί, κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. οὐ γὰρ καταισχύνομαι, ὅταν τὰ τῆς αἰτή σεως ὑπαρχθῇ·
PG 39:1200τότε γὰρ αἰσχύνην ὁ εὐχόμενος ὑφίσταται, ὅταν μὴ τύχῃ ὧν προςεδόκησεν. καὶ εἰ μὲν ἁπλούστερον λαμβάνοιμεν τὸν αἰῶνα, τοῦτο λέγει· ἐν τῷ χρόνῳ τῆς ζωῆς μου παντὶ μὴ καταισχυνθείην, ἀεὶ ἐπιτυγχάνων ὧν δέξασθαι παρὰ σοῦ παρακαλῶ· πολλάκις γὰρ ἐλέχθη, ὅτι ὁ παρεκ τείνων τῇ ζωῇ τοῦ ἀνθρώπου χρόνος αἰὼν καλεῖται, ὡς τό· οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα. δυνατὸν δὲ καὶ οὕτως εἰπεῖν· ἐπεὶ αἰώνιος εἶ καὶ παρεκτείνει σου ἡ ὕπαρξις καὶ ἡ βασιλεία εἰς πάντας τοὺς αἰῶνας, εἰμὶ δὲ κἀγὼ ἀθάνατος κατὰ τὴν ψυχήν, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα· ἀεὶ γὰρ μετὰ σοῦ εἰμι. νῦν ἐκ μέρους γιγνώσκω καὶ προφητεύω, ἀλλὰ διαδέξεται τὸ ἐκ μέρους ὑπὸ τοῦ τελείου, ὥστε μᾶλλον ἡ ἐλπίς μου μείζω γέγονεν περὶ μειζόνων λοιπὸν ἔχουσα τὴν προσδοκίαν. ἀκαταίσχυντος οὖν ἐστιν ὁ ἐλπίζων ἐπὶ κύριον. 2 ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με. [ἡ ἀρχὴ τοῦ ἑβδομηκοστοῦ καὶ τούτου ἔχουσίν τινα συγγένειαν καὶ ὁμοιότητα. καὶ ἐν τῷ ἑβ[δ]ομηκοστῷ κεῖται τὸ ἐξελοῦ με] αὐτὸς γάρ ἐστιν, περὶ ἧς λέγεται· δικαιοσύνη διέκυψεν, ὅτε κλίνας τ[ὸ]ν οὐρανὸν κατέβη. ἐλήλυθεν ἐπὶ τῷ λῦσαι ἀδικίαν·
PG 39:1201ἀδικίας γὰρ ἦν πλήρης ὁ κόσμος ὁ περὶ γῆν γενόμενος· ἐπλήσθη γὰρ ἡ γῆ ἀδικιῶν, ὥς περ καὶ πρὸ τοῦ κατακλυσμοῦ, ὅτε πάντες ἐξέκλιναν, ἅμα ἠχρεώθησαν, οὐκ ἔςτιν ποιῶν χρηστότητα. ὥσπερ οὖν τὸ φῶς ἀνατέλλον καὶ γινόμενον ἐκεῖ, ἔνθα τὸ σκότος, λύει τὸ σκότοςπαρουσίᾳ γὰρ φωτὸς ἀφα νίζεται ἡ σκοτία, καὶ ἐπιλαμψάσης τῆς ἀρετῆς ἐκποδὼν ἡ κακία οἴχεται, οὕτω τῆς δικαιοσύνης φανερωθείσης καὶ ῥυομένης τοὺς παρακαλοῦντας καταλύεται πᾶσα ἀδικία. 3 κλῖνον πρός με τὸ οὖς σου, τάχυνον τοῦ ἐξελέσθαι με. εἰ καὶ βοῶ πρὸς σέ, ἀλλ’ οὖν ὡς πρὸς τὴν σὴν μεγαλειότητα μικρό φων?[ός] ε[ἰ]μι. ἐὰν μὴ οὖν σὺ κλίνῃς πρὸς ἐμὲ τὸ οὖς σου, οὐκ ἰσχύει ἀναβῆναι ἡ ἐμὴ κραυγὴ πρὸς σέ. εἰ μὴ συνκ?[ατα]β?ῇ?ς, οὐ δέχῃ μου τὴν φωνήν. καὶ ἄλλως· ἐπεὶ μὴ πάσας παρατηρεῖται τὰς ἀνομίας τῶν κρινο μέν[ων καὶ] ἐξεταζομένων ὑπ’ αὐτοῦ, δεῖ αὐτὸν κλῖναι τὸ οὖς, ἵνα ἀκούσῃ· ἐὰν γὰρ οἵας γνώσεώς ἐστιν καὶ ο[ἵας δυ]νάμεως μείνῃ, οὐκ ἀναβαίνει πρὸς αὐτὸν ἡ εὐχή. εἰ μὴ ἐπινεύσῃ, οὐ δέχεται τὴν εὐχήν. ἐπι νεύ[ει δ]ὲ συνκαταβαίνων.
PG 39:1203ὅταν κλίνῃς τὸ οὖς σου πρὸς ἐμέ, δέχῃ με καὶ ταχέως ἐξαιρῇ με ἀπὸ τῶν κατεχόντων με, ἀπὸ τῶν πορθούντων με. κἄν τε πολέμιοι ὦσιν, τάχυνον τοῦ ἐξελέσθαι με. ἐπερ ( )· ἐκστὰς ταῦτα ἔλεγεν; οὐ τὴν παραφροσύνην εἶπον ἐνταῦθα δηλοῦσθαι, ἀλλὰ τὸν θαυμασμόν, τὸ ἔξω ἑαυτοῦ γενέσθαι. τοῦτο ἀγνοεῖς, ὅτι οὐ μία ἔστιν τελειότης. ὁ γοῦν τελειωθεὶς λέγει· πάσης συντελείας εἶδον πέρας· μὴ γὰρ τὸ ὑπὲρ πᾶν τέλος ἔχων λέγει ταῦτα. 3 γενοῦ μοι εἰς θεὸν ὑπερασπιστὴν καὶ εἰς οἶκον κα ταφυγῆς τοῦ σῶσαί με. γενοῦ μοι φρούριον ἀκαταμάχητον, ἕρκος ἄβλητον, γενοῦ μοι καὶ ὑπερ ασπιστὴς τὴν σὴν ἀσπίδα, τὸ σὸν ὅπλον. ὅταν γένῃ μου ὑπερασπιστής, οὐδεὶς τῶν ἐχθρῶν μου βλά ψαι με δύναται. θὴρ οὐ δύναταί μου περιγενέσθαι, αὐτὸς ὁ ἁρπάζων, περὶ οὗ εὐχὴν ἀνέπεμπον· μή ποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου. καὶ εἰς οἶκον καταφυγῆς. γενοῦ μοι τὸ λεγόμενον [κ]ρησφύγε τον, ἔνθα καταφεύγων τις ἔσω γίνεται τειχῶν· οἰκοδόμημα γάρ ἐστιν φρουρὸς τυγχάνον τῇ σω τηρίᾳ. 4 ὅτι κραταίωσις καὶ καταφυγή μου εἶ σύ. σὺ πάντα μοι εἶ, καὶ κραταίωσις καὶ καταφυγή. πρὸς οὐδένα καταφεύγω, οὐ πρὸς ἄρχοντα, οὐ πλοῦτον. καὶ κραταίωμά μου·
PG 39:1205ἐκ σοῦ ἔχω τὸ κρατεῖν σοῦ μετέχων, οἷα βασιλεὺς κρατεῖν. 4 ἕνεκα τοῦ ὀνόματός σου ὁδηγήσεις με καὶ διαθρέψεις με. τοῦτο λέγει ὅτι· ἐπεὶ τὸ ὄνομά σου κέκληται ἐπ’ ἐμέ, ἕνεκεν τούτου τοῦ ὀνόματός [ς]ου οὗ φορῶ, ἀμφότερά μοι παράσχου· καὶ ὁδήγησόν με, ἵνα τελέσω τὸν δρόμον ἀμέμπτως καὶ εἰπεῖν δυνηθῶ· ἄνευ ἀνο μίας ἔδραμον καὶ κατηύθυνα, καί· ὁδὸν ἐντολῶν σου ἔδραμον. καὶ διατραφῶ ὑπὸ σοῦ. ἡ σὴ ὁδὸς καὶ ἄρτος ἐστὶν ὁ σὸς υἱός. ὁδός ἐστιν λέγων· ἐγώ εἰμι ἡ ὁδός. αὐτὸς οὖν καὶ ἄρτος ἐστίν. ἕνεκεν οὖν τοῦ ὀνόμα τός σου, οὗ ἐχαρίσω μοι, ἵνα σωτ?ηρίαν ἔχω· ηὐξάμην γὰρ καὶ εἶπον· ὁ θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με. 5 ἐξάξεις με ἐκ παγίδος ταύτης, ἧς ἔκρυψάν μοι, ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου. ἐχθροὶ πολλοί, ἀπατεῶνές τινες, ἐσκεύασάν μοι παγίδα, ἵνα με θηρεύσουσιν. οὐ μόνον οὖν παρακαλῶ, ἵνα μὴ ἐάσῃς με ἀπελθε[ῖ]ν? ἐκεῖ, ἀλλὰ κἂν εἰσῆλθον, ἵνα ἐξάξῃς με ἐξ αὐτῆς. στικτέον δὲ καὶ οὕτως· 56 ὅτι σὺ ὁ ὑπερασπιστής μου, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου. οὐκ ἄλλῳ παρατί θημι τὸ πνεῦμά μου, ἀλλ’ εἰς τὰς σὰς χεῖρας.
PG 39:1207καὶ εἰ μὲν ἅγιος εἴη ὁ ταῦτα λέγων ἄνθρωπος, πνεῦμα αὐτοῦ ἐστιν τὸ συνε ζευγμένον τῇ ψυχῇ, περὶ οὗ λέγεται· ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα. οἱ μὲν [οὐχ] ἕτερον λέ γουσιν εἶναι τὸ πνεῦμα παρὰ τὴν ψυχήν, οἱ δὲ τὸν νοῦν αὐτῆς, ἄλλοι δὲ τὴν γνώμην. ἀμφοτέρως δὲ κατὰ πάσας τὰς ἀποδόσεις θεὸς τηρεῖ τὸ πνεῦμα. ἐὰν ᾖ[ν] ἡ ψυχή, εἰς χεῖρας τοῦ θεοῦ παρατίθεται αὐτήν, ἵνα σκεπομένη ἀβλαβὴς διαμείνῃ, μὴ τρωθῇ ὑπὸ πολεμίων, μὴ ἀναιρεθῇ. ὅτι δὲ λέγεταί ποτε ἡ ψυχὴ πνεῦμα, Στέφανος διδάσκει· ὁπηνίκα γὰρ ἔμελλεν ἀποθνῄσκειν καὶ παρεκάλεσεν μὴ σταθῆναι τὴν ἁμαρτίαν τῶν κατ’ αὐτοῦ φονώντων, λέγει· κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου, ἀντὶ τοῦ τὴν ψυχή[ν μο]υ. καὶ ὁ Ἰάκωβος γράφων· ὥσπερ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, τὴν ψυχὴν πνεῦμα κ?[αλεῖ]. [λ]έ γεται δέ, ὡς εἶπον, καὶ παρεζευγμένον τι λογικόν, ὥσπερ ἀχώριστος ἵνα ᾖ διδάσκαλος [τῆς] ψ?υ χῆς, πνεῦμα. καὶ ἐπειδὴ τοῦτο σύνεστιν τῇ ψυχῇ, ὅτε ἔχεται τοῦ θεοῦ, τοῦτο λέγει·
PG 39:1209μὴ τοιαῦτά μοι πρ[αχθεί]η?, ὥστε τὸ πνεῦμά μου ἔξω τῶν χειρῶν σου γενέσθαι, ἀλλὰ κατορθωθείη μοι πᾶσα ἀρετή, ἵν’ ἐ[ν ταῖ]ς σαῖς χερσὶν τὸ πνεῦμά μου τυγχάνῃ. δύναται καὶ τὴν γνώμην ἑαυτοῦ λέγειν πνεῦμα, ὥστε καὶ αὐτὴν θ?[έ]λ?ει ἐν ταῖς χερσὶν τοῦ θεοῦ φυλάττεσθαι. λοιπὸν καὶ τὰ ἐξηγητικά· αἱ δύο διαθῆκαι δύνανται χεῖρες τοῦ θεοῦ. εἰς ταύτας οὖν παρατίθεμαι τὸ πνεῦμά μου θέλων καὶ τὴν παλαιὰν νοεῖν, [καὶ] τουτέστιν τὰ ἐκεῖ προσταττόμενα, καὶ τὴν καινήν. ἀμφότεραι αἱ χεῖρές σου περιεχέτωσάν μου τὸ πνεῦμα. δυνατὸν δὲ καὶ μὴ δύο χεῖρας μόνας τοῦ θεοῦ λέγειν· δυϊκῶς γὰρ οὐκ ἐλέχθη, ἀλλὰ πληθυντικῶς· οὐδὲν δὲ διαφέρει πληθυντικῶς ἢ δυϊκῶς. ὅμως ἐὰν αἱ δύο διαθῆκαι ὦσιν, δυϊκῶς αἱ χεῖρες λέγονται. ἐὰν δὲ πᾶσα δύ ναμις τοῦ θεοῦ χεὶρ αὐτοῦ ὀνομάζηταιλέγομεν γὰρ χεῖρα βασιλέως τὴν στρατιωτικὴν δύναμιν, εἰς τὴν σὴν στρατιωτικὴν δύναμιν, φρουρὰν χεῖρά[ν] σου τυγχάνουσαν, παρατίθεμαι τὸ πνεῦμά μου. πρὸς τὴν Ἰερουσαλὴμ ἐν Ἰσαίᾳ τῷ προφήτῃ λέγει ὁ θεός· ἰδού, ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διὰ παντός.
PG 39:1211μὴ δυνάμεθα κἂν μέχρι ἀναπλαςμοῦ εἰπεῖν τείχη αἰσθητ[ὰ] γραφόμενα ἐ[ν] θεοῦ χερσὶν ἀσωμάτου ὄντος. ἐὰν οὖν, φησίν, τὰ τείχη σου ἐπὶ τῶν ἐμῶν χειρῶν ζωγραφηθῶσιν, ἐνώπιόν μου μένεις διὰ παντός, οὐδενὸς δυναμένου σε αἰχμαλωτίσαι· τὰ γὰρ τείχη τὰ ἐν ταῖς χερσίν μου γεγραμμένα ἀκαθαίρετα· οὐδεὶς ἐπιβῆναι κα θ’ αὐτῶν δύναται. ὥσπερ οὖν ἐν ταῖς χερσὶν θεοῦ ζωγραφούμενα τείχη οὐκ αἰσθητά ἐστιν, οὕ τως ἐν ταῖς χερσὶν τοῦ θεοῦ παρατιθέμενος ἑαυτοῦ τὸ πνεῦμα δείκνυσιν, ὅτι οὐκ εὐτελές τί ἐς τιν τὸ πνεῦμα, ἀλλ’ ἤτοι? ἡ παρεζευγμένη οὐσία λογικὴ [τ]ῇ ψυχῇ ἢ ὁ νο[ῦ]ς αὐτῆς ὁ θεῖος, ὁ ἀμιγῶς ἔχων καὶ πρὸς ὕλην καὶ πρὸς κακίαν. ὁ νοῦς ὅτε σῴζει τὴν νοῦ ἀ?[ρ]ετήν, πάσης ὕλης ἐκτός ἐστιν, ἀσυνπλόκως ἔχει πρὸς σωματικά, ἀλλὰ καὶ κακίας πάς[η]ς ἀμοιρεῖ. διὰ τοῦτο δύναται ἐν ταῖς χερσὶν τοῦ θεοῦ δοθῆναι καὶ φυλαχθῆναι· οὐ φυλάττει γὰρ θεὸς τὸν ἔχοντα κακίαν. ἄλλως δὲ φυλάττει αὐτὸν ἔξω τῆς κακίας βουλόμενος αὐτὸν ἀγαγεῖν. ἐπερ ( )· τὰ τείχη τί; πολυτρόπως ὀνομάζεται ἐν τῇ γραφῇ τὰ τείχη. περὶ τῆς σοφίας λέγεται, ὅτι ἐπ’ ἄκρων τειχέων κηρύττεται·
PG 39:1212καὶ οὐ δήπου λέγομεν, ὅτι ἐπ’ ἄκρων αἰς - θητῶν τειχέων κήρυκες γινόμενοί τινες ἀπαγγέλλοντες τὰ περὶ τῆς ἀρετῆς. τείχη εἰσὶν τὸν νοῦν φρουροῦντα καὶ τὸν ἔσω ἄνθρωπον αἱ ἀρεταὶ καὶ αἱ θεῖαι νοήσεις. ὅσον τις ἔτι ἐν τοῖς θεμελίοις τῶν τειχῶν ἐστιν ἢ ἐμέσασεν τὴν ἀνάβασιν αὐτῶν, οὔπω κηρύξαι δύναται τὴν σοφίαν· μόλις ἐπαί̈ειν αὐτὴν δύναται. ὅταν δὲ εἰς αὐτὰ τὰ ἄκρα τῶν τειχῶν γένηται, ἵν’ οὕτως εἴπω, ὅταν ὑπερβῇ τὸν κόσμον, ὑπερκόσμιος γένηται, τότε δύναται τὴν σοφίαν κηρ[ύττ]ειν. πάλιν, ἐλέχθη ὅτι· ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη. τῶν αἰσθητῶν εἰσιν ἰδέαι κατ?[άλληλοι]. αἱ ἰδέαι δὲ αὗται νοήσεις εἰσὶν θεοῦ, βουλήσεις εἰσὶν θεοῦ. καὶ λάβε διὰ παραδείγματος τὸ θεωρούμε νον· [ὁ βο]υλόμενος κατασκευάσαι πόλιν, ὅλην τὴν πόλιν καὶ τὰ μέρη αὐτῆς ἀνατυποῖ τῇ ἑαυτοῦ διανοίᾳ καὶ [κατ’] ἐ?κείνας τὰς νοήσεις κατασκευάζει τὰ αἰσθητά. ἀμέλει γοῦν ἐὰν μὴ ὀρθῶς λάβῃ τὸ νόημα, φέρε, τῆς [ἀγορᾶ]ς ἢ τοῦ τεμένους ἢ τῶν ἄλλων, οὐ καλῶς ποιεῖ τὰ αἰσθητά. αἱ ἰδέαι οὖν δύνανται εἶναι τὰ τείχη, ἐν τ[α]ῖς χερσὶν τοῦ θεοῦ γεγραμμέναι βουλήσεις.
PG 39:1214ταῦτα οὖν τὰ τείχη ἐν τῇ βουλήσει τοῦ θεοῦ ἔχουσιν τὸ εἶναι. καὶ λέγω· ἐν Χριστῷ, φησίν, ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· πάντα δι’ αὐτοῦ ἔστιν· καὶ αὐτὸς ἔστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν. ἐν αὐτῷ ἐκτίσθη τὰ ὁρατὰ καὶ τὰ ἀόρατα· ὡς ἐὰν πολι η ἐν τῷ νῷ τοῦ ἀρχιτέκτονος τὰ μέρη τῆς πόλεως οἰκοδομηθῇ, τουτέστιν πρὸς ἐκεῖνα, διακρατούμενα ὑπ’ ἐκείνων· λόγοι γάρ εἰσιν διακρατητικῶν. ἐν Χριστῷ οὖν συνέστηκεν τὰ πάντα. ἐὰν κατ’ ἐπίνοιαν θελήσῃς ἆραι τὸν λόγον ἀπὸ τῶν ὄντων, οὐχ ὑφίστανται ταῦτα. συναπέρχονται τῇ ἄρσει τοῦ λόγου. οὕτω οὖν καὶ τὰ τείχη· ἡ ἀσφάλεια πᾶσα ἐν ταῖς χερσὶν τοῦ θεοῦ γέγραπται. ἐὰν δὲ καὶ τὰς ἀρετὰς λέγῃς τείχη, ἠρέμα καὶ αἱ ἀρεταὶ ἔχουσιν ἰδέας, τὰς πρωτοτύπους ἕξεις. οἷον ἔχω δικαιοσύνην, ἀλλὰ οὐ πᾶσαν αὐτήν, ἀλλὰ κατ’ αὐτὴν πεποίωμαι. ἐστὶν δὲ ἡ νοουμένη [οὐ] χωρὶς τοῦ μετέχοντος ὡσανεὶ ἰδέα, οὐκ ἰδέα οὕτως, ὡς εἴωθας λέγεσθαι.
PG 39:1216ἐὰν οὖν ἄρῃς ἐπιστήμην, αἴρονται αἱ ἕξεις τῶν ἐπιστημόνων, συναπέρχονται αὐτῇ, κειμένης δὲ ἐκείνης μετέχουσιν αὐτῆς καὶ εἰσὶν αἱ κατὰ μέρος ἕξεις. ἄλλη δέ ἐστιν παρὰ ταύτας, ἅτε δὴ ἀρχικωτέρα οὖσα καὶ βεβαιοτέρα. ἀμέλει γοῦν αὕτη οὐ δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, ἡ δὲ ἐν τοῖς μετέχουσιν δέχεται τοῦτο. τὴν ἀσφάλειαν οὖν σημαίνει τὰ τείχη. 6 ἐλυτρώσω μὲ, κύριε ὁ θεὸς τῆς ἀληθείας. λυτροῦται ὑπὸ θεοῦ ὁ ἔξω πάσης ταραχῆς γινόμενος. ὁ θεὸς οὖν τῆς ἀληθείας λυτροῦται ἀπὸ ἀπάτης· ᾗ θεὸς ἀληθείας ἐςτίν, ἀπὸ ἀπάτης καὶ ψε[υ]δοδοξίας λυτροῦται. ὅταν τις φρονήματα ἐσφαλμένα καὶ ψευδῆ ἔχῃ, χρῄζει θεοῦ, ἵνα τῇ ἀληθ[εί]ᾳ ἑαυτοῦ ἔξω αὐτὸν ποιήσῃ πάσης ἀπάτης. πάλιν ὁ θεὸς τῆς δικαιοσύνης ῥύεται ἀπὸ ἀδικημάτων· εἴρηται γοῦν· εἰσάκουσόν μου, ὁ θεὸς τῆς δικαιοσύνης μου, ἵνα πάσης ἀδικίας ἐκτός με ποιήσῃς, ἵνα τοὺς ἐνεργοῦντας κατ’ ἐμοῦ τὰ ἄδικα ἥττ[ῃ] ὑποβάλῃς. καὶ οὕτως ἐφ’ ἑκάστου· ὁ Ἰωσὴφ παρεκάλει τὸν θεὸν τῆς σωφροσύνης, ἵνα μὴ ὑποπέσῃ ταῖς πάγαις τῆς ἀναπειθούσης εἰς ἀκολασίαν· καὶ ἡ Σωσάννα, ἵνα μὴ ὑποπέσῃ τοῖς πρεσβυτέροις εἰς μοιχείαν.
PG 39:1218ὁ θεὸς τῆς σωφροσύνης ἐπακούει, οὐχ ὅτι ἄλλος καὶ ἄλλος ἐστίν. 7 ἐμίσησας τοὺς φυλάττοντας ματαιότητας διὰ κενῆς. ἐπεὶ θεὸς τῆς ἀληθείας εἶ, καὶ ἐμίσησας τοὺς φυλάττοντας ματαιότητας διὰ κενῆς. τὰ μάταια δὲ οὔκ εἰσιν ἀληθῆ. διὰ κενῆς δὲ εἶπεν αὐτά, ἐπεὶ τρόπον τινὰ οὐχ ὑφίστανται. πᾶν ψευδὲς ἀνυπόστατόν ἐστιν. περὶ τῆς κυοφορησάσης τὸν ναὸν τοῦ Ἰησοῦ ὅταν λέγω ὅτι τέτοκεν, ἀληθεύω· ἐὰν δὲ εἴπω· τέτοκεν ἐξ ἀνδρός, ψεύδομαι· οὐχ ὅτι τέτοκεν, περὶ τὸν τρόπον τὸ ψεῦδος γίνεται. πᾶσα κακία διὰ κενῆς γίνεται, οὐκ ἔχει τέλος. λέγει ο?[ὖ]ν?· σύ, ὦ θεέ, τοὺς φυλάττοντας ματαιότητας διὰ κενῆς ἐμίσησας. ἐάν τις τῶν τοιαῦτα φυλαττόντων α[ἴσθησι]ν λάβῃ, τίς ὁ μισῶν τὰ τοιαῦτα, πεπαύσεται ἢ κακίσειεν ἑαυτόν. 7 ἐγὼ δὲ ἐπὶ τῷ κυρίῳ ἤλπισα. σὺ οὖ?[ν, ὦ] δέσπο τα, [ἐ]μίσησας τοὺς φυλάττοντας [ματαιότητας] διὰ κενῆς, ἐγὼ δὲ ἐπὶ σὲ ὡς κύριόν μου ἤλπισα· ἠδύνατο γὰρ εἰπε[ῖν· ἐγ]ὼ δὲ ἐπὶ σὲ ἤλπισα. λέγει δέ· ἐπὶ τῷ κυρίῳ ἤλπισα. ὡς δοῦλος ταῦτα λαλεῖ. ἀπὸ διαθέσεως δούλου καὶ ἔργο?υ? δούλου ταῦτα λέγει. 8 ἀγαλλιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τῷ ἐλέει σου. ἐπὶ τῷ σῷ ἐλέει·
PG 39:1220εἰ γὰρ καὶ κύριόν σε ὁμολογῶ καὶ ἤλπισα ἐπὶ σέ, ἀλλ’ οὐ τῇ ἐμῇ δυνάμει τὸ τέλος παραγίνεται, ἀλλ’ ἐλεημοσύ?νῃ τῇ σῇ. 8 ὅτι ἐφεῖ δες τὴν ταπείνωσίν μου. ἐφεῖδες τὴν ταπείνωσίν μου τὴν μέλλουσαν διαδέχεσθαι. ἐφιδὼν οὐκ ἔασάς με πεσεῖν εἰς αὐτήν. 8 ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου. ἁπλουστέρως ἐν τῇ γραφῇ ἀνάγ και λέγονται αἱ θλίψεις· ἑξάκις γὰρ ἐξ ἀναγκῶν σε ἐξελεῖται, καί· ἐκέκραξαν πρὸς κύριον, καὶ εἰσήκουσεν αὐτῶν καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς. ἔξω με πάσης θλίψεως πεποίηκεν, ἐπινεύσας δηλονότι τῇ παρακλήσει· ἀνέπεμψα γὰρ εὐχήν, ἵνα ἀπὸ τῶν ἐχθρῶν ῥυσθῶ, ἀπὸ τῶν ἐπικειμένων πολεμίων. δύνασαι δέ πώς ποτε λογικώτερον τὰς κακίας ἀνάγκας εἰπεῖν. ἐξ ἀνάγκης ὁ κακὸς οὐ δέχεται δικαιοσύνην. οὐ λέγω τὸν ἄνθρωπον μὴ εἶναι δεκτικὸν δικαιοσύνης, ἀλλὰ τὸν ἄδικον. [ ] οὐ τὸ ἔξω τῶν θλιβηρῶν γενέσθαι, ἀλλὰ τὸ μὴ ἡττηθῆναι· οὕτω γὰρ ἠκούσαμεν καὶ τό· ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ, καί· μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειραςμόν. εἰ δὲ τοῦτο παρεκάλουν οἱ Χριστοῦ ἀπόστολοι καὶ οἱ ἄλλοι δίκαιοι τὸ μὴ πειρα[ς]θῆναι, οὐδέποτε ἐπηκούσθησαν, εἴγε ἀληθεύουσιν λέγοντες·
PG 39:1221ἐν παντὶ θλιβόμενοι, ἀλλ’ οὐ στενοχωρούμενοι. 9 καὶ οὐ συνέκλεισάς [με] εἰς χεῖρας ἐχθροῦ. συνκλείομαι εἰς τὰς χεῖρας τῶν ἐπιβουλευόντων, ὅταν ἡττηθῶ ἀπὸ τῶν ἀναγκῶν καὶ τῶν θλίψεων. ὅταν δὲ σωθῶ ἀπ’ αὐτῶν, οὐ συνκλείομαι εἰς τὰς χεῖρας αὐτῶν, οὐ πράττω ὅπερ βούλονται κατ’ ἐμοῦ ἐπαγαγεῖν. 9 ἔστησας ἐν εὐρυ χώρῳ τοὺς πόδας μου. διχῶς καὶ τοῦτο νοητέον. ἡ ἀγωγὴ ἡ κατὰ τὸν περίγειον τόπον καὶ ἡ κατὰ κα κίαν λέγεται πλατεῖα εἶναι καὶ εὐρύχωρος. μέγα δέ ἐστιν γενόμεν[ο]ν ἐν ταύτῃ τῇ πλατεί[ᾳ] καὶ εὐρυχώρῳ μὴ ὑποσυρῆναι ἀλλὰ στήκειν. ἡ στάσις δὲ παρὰ θεοῦ γίνεται. χαριστηρ[ί]ως οὖν λέγει· ἔστησας ἐν εὐρυ χώρῳ τοὺς πόδας μου. οὐκ αἰσθάνονται οἱ πόδες μου θλίψεως περιεστηκυίας. οἱ λέγοντες γοῦν· τίς ἡμᾶς χωρ[ί]σει ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ; θλῖψις, στενοχωρία; ἐροῦσιν· ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας ἡμῶν. εἰ καὶ ὁ τόπος, ἐν ᾧ γεγόναμεν, καὶ ἡ ὁδός, ἐν ᾗ τυγχάνομεν, στενή ἐστιν, ἀλλὰ εὐρύχωρον αὐτὴν ὁρῶμεν σοῦ πλατύνοντος τὴν θλῖψιν. εὐρυτέραν ὁδὸν τῆς θλίψεως παρέχεις βοηθῶν. 10 ἐλέησόν με, κύριε, ὅτι θλίβομαι. ἀλλὰ λέγεις, ὅτι καὶ μὴν εἶπεν· ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου.
PG 39:1223ἵν’ ὁ ἅγιος εὔχεται ἀδιαλείπτως· μὴ γὰρ ἕν ἐςτιν θλιβηρόν, μὴ γὰρ μία περίστασίς ἐστιν ἐν τῷ βίῳ, μὴ γὰρ εἷς πειρασμός. ἐάν τις οὖν παρακαλέσας ῥυσθῇ ἀπό τινος ἢ ἀπό τινων, πάλιν ὁρᾷ [ἄλ]λα ἐφεδρεύοντα, καὶ πάλιν περὶ ἐκείνων εὔχεται· θλίβουσιν γὰρ αὐτὸν τὰ προσδοκώμενα. ἐπερ ( )· [ὡς π]ρ?[ο]φήτης προεθεώρει; τὰ τοιαῦτα μὲν καὶ οὐ προφήτης δύναται προθεωρεῖν. ἐν τόπῳ εἰμ[ί, ἔν]θα πολλοὶ κακοί εἰσιν. μισοῦσιν δὲ τὸν ἐκεῖ ὄντα δίκαιον. κἄν ποτε γοῦν ἐπιθῶνται καὶ [προ]σαγάγωσίν τι πάλαισμα ἢ πειρατήριον καὶ γένηταί τις ἔξω αὐτοῦ, εἰδὼς αὐτῶν τὸ ἔπειτ[α] κακὸν ἐπάγρυπνον προσδοκᾷ πάλιν τοιοῦτό τι· οὐ γὰρ μή, λέγει, ὑπνώσουσιν, ἐὰν μὴ κακο ποιήσουσιν· ἀφῄρηται ὁ ὕπνος αὐτῶν καὶ οὐ κοιμῶνται. ῥυσθεὶς δὲ πολλάκις εὔχεται καὶ περὶ τῶν ἑξῆς. 10 ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου. ὁ νοῦς μου ἐταράχθη οὐκ ἐν θυμῷ τῷ ἐμῷ, ἀλλ’ ἐν θυμῷ τῶν ἐχθρῶν ἢ ἐν θυμῷ τῷ σῷ· θυμοῦσαι γὰρ κατὰ τῶν ἁμαρτανόντων, καὶ ἁμαρτήσας ὑποπέσω τῷ θυμῷ καὶ ταραχθῇ μου ὁ νοῦς. 10 ἡ ψυχή μου καὶ ἡ γαστήρ μου. οὐ μόνος, φησίν, ὁ ὀφθαλμός μου, τουτέστιν ὁ νοῦς, ἐταράχθη [ὑπὸ] θυμοῦ. δύναται δὲ καὶ τοῦτο·
PG 39:1225ἐν θυμῷ ἐταράχθη ὁ ὀφθαλμός μου. ὅτε θυμοῦμαι, ταράττεταί μου ὁ νοῦς· τὰ γὰρ πάθη ταρακτικά εἰσιν τοῦ νοῦ. καὶ ἡ ψυχή μου δὲ ἐταράχθη, ἧς ἐστιν ὁ ὀφθαλμὸς ὁ ταραχθεὶς ὑπὸ τοῦ θυμοῦ. καὶ ἡ γαστήρ μου· γαστέρα ὧδε οὐ τὴν τοῦ σώματος λέγει, ἀλλὰ τὴν συνλαμβάνουσαν ἀπὸ τοῦ νυμφίου καὶ τίκτουσαν· ἀπὸ τοῦ φόβου σου ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινή σαμεν, ὥστε μηκέτι σῴζειν τὰ συνλημφθέντα, ἀλλὰ ἀμβλωθρίδια αὐτὰ ἀπορίπτειν. δύναται δὲ καὶ τοῦτο ὅτι· ἐπειδὴ τὸν γαλήνιον τὴν γαστέρα ποιοῦ[ντα] ἄρτον τοῦ οὐρανοῦ οὐκ ἐτράφην, ἀλλὰ ἄλλην τινὰ τροφὴν ἔλαβον βλαπτικήν, δηλητήριον, καὶ ἡ γαστήρ μου τετάρακται. οὐκ ἀφελπίζει οὖν τὴν σωτηρίαν. ἐπερ( )· τὴν ψυχὴν ταράττεσθαι; τινὲς βούλονται λέγειν τὴν ψυχὴν τριδύναμον εἶναι· παχύτερον δὲ καὶ μεριστὴν αὐτὴν λέγουσιν. νοῦν δὲ αὐτῆς τὸ λ[ογ]ιστικὸν λέγουσιν· τοῦτο γὰρ ἐπιστήμης ἐστὶν δεκτικόν, τοῦτο γνῶσιν ἔχειν δύναται. τὸ [επι]θυμ[ητ]ικὸν οὐ δέχεται γνῶσιν, πείθεται δὲ ἐνίοτε τῷ λογιστικῷ, ἐπιπειθές ἐστιν, οὐκ αὐτὸ δὲ ἐπιστήμην ἔχει.
PG 39:1227καὶ ὥσπερ ὅταν τὰ πνεύματα τοῦ ἀέρος καλῶς πνέῃ, ἐπιπειθὲς γίνεται τῷ κυ βερνήτῃ τὸ πλοῖον οὐκ ἔχον κίνησιν τοιαύτην, ἀλλὰ μὴ ἀντιταττόμενον τῇ τέχνῃ τῶν πνευμάτων μὴ ὄντων ἐναντίων, καὶ τὸ [επι]θυμ[ητ]ικὸν πάλιν πείθεται τῷ λογιστικῷ οὐκ αὐτὸ ἔχον λογισμόν. τὸ λογιστικὸν οὖν οὐκ ἄν τις ἁ[μ]άρτοι νοῦν λέγων. ὅλα δὲ ἅμα συνελθόντα ἡ ψυχή ἐστιν. καὶ λάβε παρά δειγμα. ἔστιν λαβεῖν ἄνθος. τὸ? [ἄ]νθος ἔχει τοιόνδε χρῶμα, ἀλλ’ οὐκ αὐτό ἐστιν τὸ ἄνθος. ἔχει καὶ τοιάν δε ἀποφοράν, ἀλλ’ οὐχ ἡ ἀποφορ?ὰ? τὸ ἄνθος. ἔχει καὶ σχῆμα τοιόνδε. πάντα οὖν ἅμα λαμβανόμενα τὸ? ἄνθος ἐστίν. ὅταν οὖν λέγ?[ω]μεν· εὐῶδές ἐστιν τὸ ἄνθος, μόνον τ[ὶ] αὐτοῦ σημαίνομεν, τὸ πνοὴν ἐκπέμπειν ἡδίστην. καὶ πάλιν ἐὰν λέγωμεν αὐτὸ πικρόν, τὸν χυμὸν [οὐ μόνον] αὐτοῦ μόνον ση μαίνομεν. οὔκ ἐστιν δὲ ὁ χυμὸς τὸ ἄνθος, ἀλλὰ ἅμα πάντα τὸ ἄνθος ἐστίν. εἰπὼν οὖν περὶ τοῦ λογιστι κοῦ ἢ τοῦ νοῦ ἑαυτοῦ, ὅτι ὑπὸ θυμοῦ τετάρακται, λέγει καὶ ἡ ψυχή. οἶδας ὅτι τοῦ ἡνιόχου κακῶς ὑποσυρέντος καὶ ὅλον τὸ ὄχημα βλάπτεται, καὶ ἀνατραπέντος κυβερνήτου ἀνατρέπεται καὶ τὸ σκάφος.
PG 39:1229ὁ λεγό - μενος οὖν ὀφθαλμὸς οὗτος νοητικὴ δύναμίς τις οὖσα κυβερνᾷ τὴν ὅλην ψυχήν. ἐὰν οὖν οὗτος ταραχθῇ, καὶ ἡ ψυχὴ συνταράττεται. [ἐπερ( )·] καὶ ἡ γαστὴρ ἡ γεννητική; ὅπερ εἶπον δὲ πολλάκις, καὶ νῦν ἐ?ρῶ· ἐπὶ τῶν αἰσθητῶν ἕκαστον εἶδός τί ἐστιν καὶ οὐ δύναται ἄλλο τι εἶναι. τὸ φυτὸν οὐ δύναται εἶνα[ι] χ?ρυσός, ὁ χρυσὸς ἄνθρωπος οὐ δύναται. ἐπὶ τῶν νοητῶν δὲ δυνατὸν κατὰ σχέσεις διαφόρους καὶ ἐπινοίας. [ἀμ]έ?λει γοῦν χθὲς ἔλεγον, ὅτι ἡ ψυχὴ ὅτε ζητεῖ καὶ ζητεῖ γε γνῶναι ἑαυτήν, αὐτὴ ἔχει τὸν λόγον καὶ τοῦ ζητοῦν[τος] καὶ τοῦ ζητουμένου. καὶ ἐὰν γεωργῇ ἑαυτὴν ὡς φυτόν, οὔκ ἐστιν ἄλλο τὸ φυτὸν καὶ ἄλλος ὁ γεωργός, τῇ ἐπι[νοίᾳ] δὲ μόνῃ διαφορὰ εὑρίσκεται. ἐὰν οὖν λέγῃ ὀφθαλμὸν καὶ γαστέρα, ἐνχωρεῖ περὶ τῆς αὐτῆς δυνάμεως [ἀ]μφότε ρα λέγειν· διὰ τὸ ὁρᾶν λέγεται ὁ νοῦς ὀφθαλμός, διὰ τὸ γεννᾶν καὶ φέρειν εἰς μέσον νοήματα δύναται γας τὴρ εἶναι. 11 ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς. ἐπεὶ ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μουἐπώδυνον γὰρ αὐτὴν ἀεὶ ἔσχον, οὐ ποτὲ στένω, ποτὲ δὲ οὔ· ἀεὶ στένω ποθῶν τὴν ἀρετήν, ἀεὶ πονῶ, ἀεὶ ἱδρῶ ὑπὲρ κτήσεως τοῦ ἀγαθοῦ.
PG 39:1231ἐπεὶ διὰ βίου οὖν τοῦτο πάσχω, τρόπον τινὰ ἡ ζωή μου ἐν ὀδύνῃ ἐξέλιπεν καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς· διὸ παρακαλῶ σε, ἵνα μηκέτι τοσοῦτον ὑφίσταμαι πόνον· εἰ γὰρ πάλιν πονῶ τηρῶν αὐτό, ἀλλ’ οὔκ ἐστιν ὁ πόνος ὁ αὐτὸς τοῦ κτήσασθαί τι καὶ τοῦ τηρῆσαι τὸ ἤδη ὑπαρχθέν. [ἐπερ( )·] [π]ῶς εἴδη εἰσὶν καθόλου; ἐὰν ἀπαιτῇ λόγον ἀνθρώπου, μὴ Σωκράτους ἀποδίδως, μὴ λέγεις ὅτι, φέρε, Δίων. ζῷον θνητὸν λογικόν ἐστιν τοῦ εἴδους ἐστὶν ὁ λόγος. καὶ ἐὰν τοίνυν λέγω, ὅτι ὁ δίκαιος ἔξω ἀδικίας ἐστίν, οὐ τόνδε τὸν δίκαιον λέγω, ἀλλὰ καθόλου τὸν δίκαιον. ἐπεὶ τοίνυν καὶ ἡ ἀρχὴ τοῦ ψαλμοῦ οὕτως γέγονεν· ἐπὶ σοί, κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, περὶ παντὸς ἐλπίσαντος καὶ ἀκαταίσχυντον τέλος ζητοῦντος τῆς προςδοκίας ἐκλάμβανε τὰς λέξεις πάσας· μὴ γὰρ ὁ λέγων ἐνκώμια ῥήτορος τοῦδε ἢ τοῦδε λέγει. 11 καὶ ἠς θένησεν ἐν πτωχείᾳ ἡ ἰσχύς μου, καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν. πτωχείαν πάλιν ὧδε οὐ τὴν στέρησιν τῶν χρημάτων λέγει. ἡ ἰσχὺς ἐνταῦθα πρὸς διαφορὰν ἀσθενείας λέγεται. ἡ ἰσχὺς οὖν ἡ κατὰ ψυχὴν ἐκ πλούτου συνίσταται, ἡ δὲ αἰσθητὴ καὶ σωματικὴ οὐ πάντως·
PG 39:1232εἰσὶν ἰσχυροὶ μηδὲν κεκτημένοι, καὶ ἀσθενεῖς πολλῶν χρημάτων δεσπόται. ὡς εἴ τις λέγοι καὶ περὶ ἀρετῆς ἢ ἐπιστήμης· ἐπεὶ ἐπτώχευσα ἀπὸ τῆς ἀρετῆς καὶ τῆς ἐπιστήμης, ἡ ἰσχύς μου, ἣν ὤφειλον ἔχειν ἐκ τῆς παρουσίας τούτων τῶν ποιοτήτων, ἀσθενὴς γέγονεν. τὰ ὀστᾶ μου ἐταράχθησαν. τὰ ὀστᾶ μέρη εἰσὶν τοῦ σώματος διακρατητικὰ τῶν ἄλλων μερῶν αὐτοῦ. τῶν ὀστῶν ὄντων καὶ νεῦρα δύνανται εἶναι καὶ φλέβια καὶ τὰ ἄλλα. ὅταν οὖν αἱ ἰσχ[υρ]αὶ δυνάμεις τῆς ψυχῆς ὀστᾶ καλού μεναι ἀσθενήσωσιν, ὅλη αὐτὴ ἐν ἀσθενείᾳ γίνεται. καὶ ὅτι ὀστᾶ οὐ τὰ τοῦ? [ς]ώματος λέγει· πάντα τὰ ὀστᾶ μου ἐροῦσιν· κύριε, τίς ὅμοιός σοι; τὰ ὀστᾶ δὲ τοῦ σώματος οὐδ’ ὅλως ἔχουσιν ἔννο[ι]α?ν θεοῦ, ἵνα καὶ δυνηθῶσιν εἰπεῖν, εἴ ἐστίν τις ὅμοιος ἢ οὔκ ἐστιν· δεῖ γὰρ πρῶτον γ?ν?ῶναι θεόν, εἶτ’ οὕτως εἰ[π]εῖν. ἐὰν οὖν λέγῃ· πάντα τὰ ὀστᾶ μου ἐροῦσιν, τὰς δυνάμεις τῆς ψυχῆς τὰς εὐτόνους καὶ διακρατούσας τὰς ἄλλας αὐτῆς δυνάμεις, τὰς αἰσθητικάς, τὰς φανταστικάς, τὰς μνημονικάς. καὶ πάλιν· διεσκορπίσθη τὰ ὀστᾶ μου παρὰ τὸν ᾅδην, οἱ ἐξομολογού μενοι καὶ μετανοοῦντες λέγουσιν.
PG 39:1234παρὰ τὸν ᾅδην δὲ τοῦτον τὸ[ν] εἰωθότα λέγεσθαι οὐ δύναται ὀστᾶ σώματος σκορπισθῆναι. εἰ δὲ καὶ εἶεν, ὡς λέγουσίν τινες, ὑπὸ τὴν σελήνην, οὐ γίνεται ἐκεῖ τὰ ὀστᾶ τῶν νεκρῶν. ἀλλ’ ὅταν αἱ τῆς ψυχῆς δυνάμεις αἱ δι’ εὐτονίαν ὀστᾶ καλούμεναι ὑπὸ ἁμαρτίαν γένωνται, παρὰ τὸν ᾅδην ἐσκορπίς θησαν, οὐκέτι σῴζουσιν τὴν ἰδίαν ἁρμονίαν. 12 παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος καὶ τοῖς γείτοσί[ν] μου σφόδρα. ἔλεγον τὸν ψαλμὸν τοῦτον ὡς καὶ τοὺς πρὸ αὐτοῦ καὶ ἐκ προσώπου τοῦ σωτῆρος λέγεσθαι κατ[ὰ τὸν ἄ]ν?(θρωπ)[ο]ν. παρὰ πᾶσιν τοῖς ἐχθροῖς μου ὄνειδος ἐγενήθην. τὸν σταυρὸν αἰνίττεται· λέγει γὰρ ἐν ψαλμῷ ἄλλῳ?, [ὃν] ἐ?ξ?έλαβεν ὁ Παῦλος ἐκ προσώπου τοῦ σωτῆρος εἶναι, τό· οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων [ς]ε ἐπέπε σαν [ἐπ’] ἐμέ. ἐγὼ ἀνεδεξάμην αὐτούς. ὀνειδίζουσίν σέ τινες, ὦ πάτερ ἢ ὦ θεέ, καὶ οὗτοι οἱ ὀνειδισμοὶ ἐπέπεσαν ἐπ’ ἐμέ. καὶ θαυμαστὸν οὐδέν· πολλάκις καὶ ἐπιστήμων ὅταν ἴδῃ χλευάζοντας τὴν ἐπιστήμην, εἰς ἑαυτὸν ἕλκει τοὺς ὀνειδισμούς. ἐχθροὶ αὐτοῦ εἰσιν οἱ ἁμαρτάνοντες. τοῦτο δὲ εἴρη[ται]· εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν.
PG 39:1236ὁ ἁμαρτάνων ἐχθρός ἐστιν θεοῦ, οὐ θεὸς ἐχθρός ἐστιν ἐκείνου· οὐδενὸς γάρ ἐςτιν ὁ θεὸς ἐχθρός. καὶ τοῖς γείτοσίν μου σφόδρα. γείτονες αὐτοῦ εἰσιν οἱ ἐπαγγελλόμενοι τὴν γραφὴν αὐτοῦ γιγνώσκειν καὶ μετόχους αὐτοῦ λέγοντ[ε]ς ἑαυτούς. σφόδρα οὖν· οἷον, φέρε, ἐχθροὶ ἔστωσαν οἱ ἐθνικοί· ἁμαρτάνουσιν γὰρ καὶ ἀσεβοῦσιν. ὄνειδος παρὰ πᾶσιν ἐκείνοις γέγονα, ὡς σταυρὸν ὑπομείνας, ὡς εἰς θάνατον κατελθών. καὶ τοῖς γείτοσίν μου σφόδρα. ὅταν δὲ οἱ ἐνγίζειν μοι ὀφείλοντες καὶ τὰ οἰκοδομή ματα ἑαυτῶν ἐγγύς μου ἔχειν ἐπαγγελλόμενοι τὰ αὐτὰ πράττουσιν τοῖς ἐχθροῖς, σφόδρα παρὰ τούτους ὁ ὀνειδισμὸς γέγονεν. 12 καὶ φόβος τοῖς γνωστοῖς μου. οἱ γιγνώσκοντές με θεωρήσαντές με ταῦτα παθόντα φόβον ἔσχον τὸν ἴσον εὐλαβείᾳ, ἢ φόβον ἔσχον τοῦ μὴ τὰ αὐτὰ παθεῖν. 12 οἱ θεωροῦν τές με ἔξω ἔφυγον ἀπ’ ἐμοῦ. οἱ θεωροῦντές με πρὸ τούτου τὰ περὶ ἐμὲ γενόμενα θεωρήσαντες ἔξω μου γέγοναν, οὐκ ἀποσταλέντες παρ’ ἐμοῦ, ἀλλ’ ἔφυγον ἔξω. πᾶς φεύγων τὸν Ἰησοῦν ἔξω αὐτοῦ γίνεται, ἔξω σωτηρίας. 13 ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας.
PG 39:1238οἱ ὀνειδίσαντές με ἐχθροὶ καὶ σφόδρα τοῦτο ποιήσαντες γείτονες ἀπέβαλ[όν] με ἀπὸ τῆς καρδίας ἑαυτῶν. τῶν δὲ νεκρῶν ταχὺ λήθη γίνεται. λέγουσιν γοῦν ὧδε οἱ συμφορὰς ὑφιστάμενοι ὅτι· ἀπ’ οὗ ἐτέθη ὁ νεκρός, ἀπαλείφεται, λέγει, ἀπὸ τῆς ψυχῆς ἡ λύπη. σπουδά ζουσιν γοῦν τοῦτο ποιεῖν ταχέως οἱ ἄνδρες. ἐπελήσθην οὖν ἀπὸ καρδίας. ἀπέβαλόν με [ἀπὸ] τῆς καρδίας ἑαυτῶν· οὐ γὰρ εἶχόν με ἀμιγῶς ὡς ὁ ἀπόστολος λέγων· ζῇ δὲ ἐν ἐμοὶ Χριστός. οὐκέτι ἔζων ἐν αὐτοῖς. ὅταν τις ἔχων τὸν λόγον ἐν ἑαυτῷ μηκέτ?ι? ἐνεργῇ κατ’ αὐτόν, τὸ ὅσον εἰς αὐτόν, ἐνέκρωσεν αὐτὸν καὶ ἐν λήθῃ αὐτοῦ γίνεται. τὴν λήθην δὲ οὕτω ἄκουε, μ?ὴ ὥστε μὴ εἰδέναι, ὅτι ἔσχεν ποτὲ αὐτόν· πολλὰ γὰρ τοιαῦτα καὶ ἐν τῇ συνηθείᾳ καὶ ἐν τῇ γραφῇ λέγεται. πολλάκις γ[οῦ]ν λέγομεν φίλοις· ἤδη ἐπελάθου με, μὴ γὰρ τοῦτο λέγοντες, ὅτι ὅλως οὐκ ἔχεις ἐν μνήμῃ. ἡ γραφὴ [δ]έ· κάκωσις ὥρας ἐπιλησμονὴν ποιεῖ τρυφῆς. ἄρτι ἐπιλανθάνεται ὁ ὥραν κακωθεὶς τῆς τρυφῆς. καὶ πάλιν· καὶ ἐπιλήσονται, φησίν, τῆς θλίψεως ἑαυτῶν τῆς προτέρας, καὶ οὐ μὴ ἀναβῇ αὐτῶν ἐπὶ τὴν [καρδί]αν.
PG 39:1240οὕτω νομίζεις, ὅτι ὁ ἔξω θλίψεως γενόμενος ἐπιλανθάνεται αὐτῆς. ἐπερ( )· παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος; οὐκ εἶπεν παρὰ πάντας ἀνθρώπους, ἀλλὰ τοὺς ἐχθρούς μου. ἐχθροὶ δὲ οὐ δικαιοῦντες οἱ φαῦλοι ἄνθρωποι, ἐχθροὶ κατὰ διάθεσιν· αὐτὸς γὰρ οὐδενός ἐστιν ἐχθρός, αὐτοῦ δὲ πολλοί. ἀκούσατε [τ]ὸ ῥῆ μα κυρίου, οἱ τρέμοντες τὸν λόγον αὐτοῦ· εἴπατε, ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ὑμᾶς. ἐκεῖνοι μισοῦσιν καὶ ἐχθροί εἰσιν. σὺ δέ, φησίν, αὐτοὺς ἀδελφοὺς λέγε οὐ φωνῇ, οὐ προφορᾷ, ἀλλὰ διαθέσει, ἢ ἐπιδείκνυσαι πρὸς ἀδελφοὺς τῇ φι λαδελφίᾳ διαθέσει. τοῦτο δέ ἐστιν ἔχθρα τὸ ἀντικειμένην ἔχειν διάθεσιν. ἐὰν δὲ καὶ ὁ σωτὴρ τοῦτο λέγῃεἴπο μεν ὅτι δύναται καὶ ἐκ προσώπου τοῦ σωτῆρος ὡς ἄνθρωπος λέγεσθαι, λέγει τοὺς Ἰουδαίους τοὺς ἐχθροὺς αὐτοῦ γεγεν?η μένους. οὐ πάντες δὲ ἐχθροὶ αὐτοῦ γεγόνασιν· καὶ οἱ ἀπόστολοι γὰρ Ἰουδαῖοι ἦσαν, Ἰσραηλῖται ἦσαν. οὐκ εἶπεν οὖν π[α] ρὰ πάντας τοὺς Ἑβραίους, παρὰ πάντας τοὺς Ἰσραηλίτας, ἀλλὰ τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος. ὀνειδίζουσιν τὸν δίκαιον κατὰ τὴν πρώτην ἐκδοχήν. ὀνειδίζουσιν δὲ καὶ τὸν σωτῆρα οἱ φαῦλοι.
PG 39:1241οὐ πᾶς οὖν ὀνειδισμὸς ψόγον φέρει τῷ ὀνειδιζομένῳ. ἔστιν ὅτε οἱ ὀνειδίζοντες ψέγονται, καὶ ἐκεῖν[οι] πάλιν οἱ διὰ ἁμαρτίας ὀνειδιζόμενοι. ἀμέλει γοῦν ἐν τῇ τῶν Παροιμιῶν γραφῇ λέγεται πρὸς τὸν σοφόν· μὴ κτ[ή]σῃ κακῶν ἀνδρῶν ὀνείδη. διὰ τοῦ προς θεῖναι κακῶν ἀνδρῶν ἔδειξεν ὅτι εἰσὶν ὀνείδη σπουδαίων ἀνδρῶ[ν]. οἱ γοῦν μαθηταὶ χαίρειν προστάττον ται ὅταν ὀνειδίζωνται. οὔκ εἰσιν οὗτοι οἱ ὀνειδισμοὶ ἐφ’ ὧν ψέγονται οἱ ἀ[π]όστολοι, κακῶν ἀνδρῶν. εἶτα, ἐπεὶ ἐφ’ ἡ - μῖν ἐστιν τὸ τὰ ὀνειδισμοῦ ἄξια ποιεῖν, προστάττει· μὴ κτήσῃ κακῶν ἀνδρ[ῶ]ν ὀνείδη μηδὲ ζηλώσῃς τὰς ὁδοὺς αὐτῶν· ὁ γὰρ τὰς πράξεις ἐκείνων καὶ τὰς νοήσεις ζηλῶν κακὸς ἀνὴρ γέγονε?ν κακὰ ὀνείδη κεκτημένος. περὶ τούτου τοῦ ὀνειδισμοῦ λέγεται ὅτι ἀνίστανταί τινες εἰς ὀνειδισμὸν καὶ α[ἰ]σχύνην αἰώνιον. οὐ πάντες δὲ εἰς ὀνειδις μὸν καὶ αἰσχύνην αἰώνιον ἀνίστανται, ἀλλ’ οἱ δοκοῦντες ἐνταῦθα ἀγ[αθοὶ] εἶναι. ὅταν νομιζ[όμενοι] σπουδαῖοι καὶ ἅγιοι ἄνδρες ἀναστῶσιν καὶ φανῇ αὐτῶν τὰ αἴσχη τῆς ψυχῆς, εἰς ὀνειδισμὸν οὗτοι ἀνίστανται· οἱ γὰρ φανε ρῶς κακοὶ οὐκ εἰς ὀνειδισμὸν ἀνίστανται, ἀλλ’ εἰς κόλασιν.
PG 39:1243καὶ ὁ σωτὴρ ἐὰν λέγῃ τοῦτο, τὸν σταυρὸν ὀνειδις μὸν λέγει· τοῦτο γὰρ ὁ ἀπόστολος ἐδίδαξεν· οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ’ ἐμέ. πάλιν· ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινεν σταυρὸν αἰσχύνης κατ[α]- φρονήσας. ταὐτὸν δὲ ὀνειδισμὸς καὶ αἰς χύνη. καὶ ὅρα γε, ὅσον ἧκεν εἰς αὐτόν, χαρὰ αὐτῷ προέκειτο ἁμα[ρ]τίαν οὐκ ἔχοντι. κατεφρόνησεν οὖν αἰσχύνης, ἐπάτησεν αὐτήν. οὐ παρὰ τοῖς φίλοις καὶ τοῖς τὴν αὐτὴν ἀρετὴν ἔχουσιν γίνεται ὄνειδος, ἀλλὰ παρὰ τοῖς ἐχθροῖς. θεώρει γοῦν τοὺς ὀνειδισμοὺς οὓς ἐπιφέρουσιν τῷ κυριακῷ ἀνθρώπῳ· οὐ καλῶς ἐλέγομεν ἡμεῖς ὅτι Σαμαρίτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις; μὴ σπουδαῖοι ταύτην πρ[ο]σέφερον αὐτῷ τὴν φωνήν, μὴ οἱ ἀ - πόστολοι καὶ οἱ ἄλλοι. πάλιν ἐὰν λέγ[ω]σιν· ἐν Βεεζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια, μὴ φίλοι εἰσίν, μὴ ἐνάρετοι ἄνδρες εἰσίν. καὶ τοῖς γείτοσίν μου σφό[δ]ρα. γείτονες ἦσαν αὐτοῦ οἱ Ἰουδαῖοι, ἐὰν ὁ σωτὴρ ᾖ[ν] ὁ λέγων· καὶ τοῦ σπουδαίου οἱ ὑποκριταὶ ἀρετῆς. γείτο[ν]ές μού εἰσιν, πλησίον δὲ τῆς οἰκίας μου ἔχουσιν τὰ ἑαυτῶν οἰκοδομήματα· οἰκία γὰρ τοῦ δικαίου [ἡ ὀ]ρθὴ πολιτεία·
PG 39:1245ὁ γὰρ τοὺς Ἰησοῦ [λόγους] ἀκούσας καὶ εἰς ἔργα μεταβαλὼν αὐτοὺς οἰκοδομεῖ οἰκίαν ἐπὶ τὴν πέτραν τοῦ φαύλου ἐπὶ τὴν ἄμμον οἰκοδομοῦντος. ἐπειδὴ δὲ ἀμφότεροι ἀκροαταὶ γεγόνασιν τῶν Ἰησοῦ λόγων, δοκοῦσιν γεί[το]νες εἶναι, δοκοῦσιν ὅμοροι. οἰκίαι παρανόμων ὀφειλήσουσιν καθαρισμόν, οἰκίαι δὲ δικαίων δεκταί. οἱ παράνομοι οὔκ εἰσιν ἄνομοι, ἀλλ’ ἔχουσιν τὸν αὐτὸν νόμον, παραβαίνουσιν δὲ αὐτόν. ὅταν δὲ λέγηται· μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, ἐκεῖνοι οὐκ ἔχουσιν πεῖραν νόμου. παρανομίαι ἄνδρα ἀγρεύουσιν· τρόπον τινὰ γὰρ οἱ ἄνομοι οὐδὲ εἰς κρίσιν ἀνίστανται ὅλως ἵνα καὶ ὀνειδισθῶσιν. ἐλάττω κόλασίς ἐστιν τὸ ὀνειδιςθῆναι. ἀμέλει γοῦν οἱ λαβόντες τὸν νόμον καὶ παραβάντες, οὗτοι εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον ἀνίστανται. καὶ ὅτι τοῦτο οὕτως ἔχει, ἐπιστήσομεν τῇ προφητείᾳ τοῦ Δανιήλ· ἐν αὐτῇ γὰρ κεῖται τοῦτο· καὶ ἀπὸ τῶν καθευδόντων ἐκ γῆς χώματοςοὐκ εἶπεν ὅτι πάντεςἀνίστανται οὗτοι εἰς ζωὴν καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ εἰς αἰσχύνην. τριχῶς δὲ ἡ ἀνάστασις ἐν τῷ πρώτῳ ψαλμῷ κεῖται· ἀνίστανται οἱ ἀσεβεῖς οὐκ εἰς τὸ κριθῆ[ν]αι.
PG 39:1247ἀνίστανται οἱ [παρ]ανομήσαντες, οἱ δεξάμενοι τὸν νόμον καὶ παρα βάντες, οἱ ἁμαρτωλοὶ εἰς κρίσιν. οἱ δίκαιοι οὐκ εἰς τὸ κριθῆναι, ἀλλ’ εἰς τὸ λαβεῖν τὰς ἐπαγγελίας ἐγείρονται. νῦν οὖν λέγει ὅτι· καὶ πολλοὶ τῶν κ[α]θευδόντων· οὐκ ἀριθμεῖ οὕτω γὰρ τοὺς ἀσεβεῖς τοὺς μὴ ἐγειρομέ νους εἰς κρίσιν, ἀλλὰ τοὺς ἀνισταμένους εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον. οὗτοι δέ εἰσιν οἱ ἁμαρ τωλοί. οἱ δίκαιοι εἰς ζωὴν αἰών[ι]ον. περὶ τούτων τῶν δύο ταγμάτων καὶ ὁ σωτὴρ ἐν εὐαγγελίῳ λέγει· ἐξελεύσονται οἱ τὰ ἀγαθὰ πράξ[α]ντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα εἰς ἀνάστασιν κρί - σεως. οὐ μνημονεύει οὐδὲ ὧδε τ?ῶν ἀσεβῶν. ἐπεὶ τοίνυν ὑπεξαιρεῖται τὸ τάγμα τῶν ἀσεβῶν, οὐκ εἶ πεν ὅτι πάντες ἀνίστανται, ἀλλὰ [πο]λλοὶ τῶν καθευδόντων. ἐὰν δέ τις βίαιον ἡγῆται ταύτην τὴν ἀπό δοσιν οὐκ οὖσαν τοιαύτην καὶ λέγῃ ὅτι ἐν τοῖς ἁμαρτωλοῖς τάττονται καὶ οἱ ἀσεβεῖς, τὸ πολλοὶ οὕτως ἀκού ομεν ἀντὶ τοῦ πάντες· οἱ πάντες γὰρ πολλοί εἰσιν, οὐκ ἀντιστρέφει δέ. ὅμως οἱ πολλοὶ ὧδε ἀντὶ πάν των λεγέσθωσαν. τοῦτο δὲ καὶ ὁ ἀπόστολος γράφει·
PG 39:1249ὥσπερ γὰρ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς ἀνθρώπο[υ] δίκαιοι κατασταθήσονται οἱ πολλοί, οὕτω κ[αὶ] διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ καθίστανται οἱ πολλοί. καὶ ὧδε οἱ πάντες σημαίνονται διὰ τῶν πολλῶν· πάντες οἱ παρακούσαντες, πάντες οἱ ὑπακούσαν τες. οὐκ ἀντιστρέφει. εἴ τινες πάντες εἰσίν, οὐ πάντως δὲ οἱ πολλοὶ πάντες, οἷον· πολλοὶ ἐροῦσιν τῇ ψυχῇ μου. καὶ φόβος τοῖς γνωστοῖς μου. τοῖς γνωστοῖς μου φόβος γέγονα ταύτην φέρων τὴν κατάστασιν ἣν ὀνειδίζουσιν πολλοί. ἀμέλει γοῦν καὶ οἱ ἀπόστολοι φοβηθέντες ἐσκανδαλίσθησαν πρὸς ὥραν. φόβον δὲ ἐνταῦθ[α τ]ὸν παθητικὸν λέγει ᾧ ἕπεται δειλία εἰ μὴ αὐτή ἐστιν δειλία. δυνατὸν καὶ θεῖον φόβον λαβεῖν. οἱ θεω[ρ]οῦντές με, οἱ τὸ μυστήριον τῆς ἐπιδημίας μου ἐπιστάμενοι καὶ τίνος ἕνεκα ἐσταυρώθη[ν], φόβον [ἔ]σχον τὸν ἴσον εὐλαβείᾳ, περὶ οὗ λέγεται· φόβος κυρίου πάντα ὑπερέβαλεν· ἴδε γάρ, τί λέγει· οἱ γνωστοί μου. γ[ι]γ?νώσκονται ὑπὸ θεοῦ οἱ σπουδαῖοι· ἔγνω γὰρ κύριος τοὺς ὄντας αὐτοῦ, καὶ γιγνώσκουσιν αὐτ[ό]ν. λέγει γοῦν καὶ ὁ ἀπόστολος Γαλάταις·
PG 39:1251ἀλλὰ τότε μὲν οὐκ εἰδότες, νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ τοῦ θεοῦ. ὅτε γιγνώσκομεν τὸν θεόν, γιγνώσκει ἡμᾶς· εἴ τις γὰρ ἀγνοεῖ, ἀγνοεῖται, δηλονότι εἴ τις γιγνώσκει, γιγνώσκεται. φόβος οὖν τοῖς γνωστοῖς μου. οἱ ἄξιοι τοῦ γιγνώς - κεσθαι καὶ γιγνώσκοντές με, φόβον ἔσχον τὸν ἴσον εὐλαβείᾳ, περὶ οὗ λέγεται· [τ]ότε συνήσεις φόβον κυρίου, μετὰ πολλὰ κατορθώματα. οἱ θεωροῦντές με ἔξω ἔφυγον ἀπ’ ἐμοῦ. ὁ σωτὴρ καὶ κύριος ἡμῶν θεὸς ἅμα καὶ ἄνθρωπός ἐστιν. ὁρᾶται δὲ καὶ θεωρεῖται κατὰ τὸ ἄνθρωπος εἶναι· ἀόρατος γάρ ἐστιν εἰκὼν ὢν [τ]οῦ θεοῦ τοῦ ἀοράτου. καὶ δεῖ τοῦ ἀοράτου τὴν εἰκόνα ἀόρατον εἶναι. ἀλλὰ ἐὰν λέγηται· ὁ ἑωρακὼς ἐμέ, ὁμωνύμως τὸ ἑωρακὼς λάβε ἀντὶ τοῦ ὁ ἐπιστημόνως με θεωρῶν, ὁ θεικῶς με ὁρῶν, ὁ ὡς ἀοράτῳ ἐπιβάλλων, ὁ καὶ τὸ μυστήριον τῆς ἐπιδημίας καὶ τοῦ πάθους ἐπιστάμενος. οἱ ἔξω οὖν θεωροῦντές με ἔξω γέγοναν, οἱ κατὰ σάρκα μόνον εἰδότες Χριστὸν καὶ οἱ τοιοῦτοι ὄντες οἷς γράφει Παῦλος· οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτ[ο]ν ἐσταυρωμένον. τῶν ἔξω εἰσὶ?ν? καὶ ἔξω τρέχουσιν, οἷοί εἰσιν οἱ ἐν παραβολαῖς ἀκούοντες·
PG 39:1252οὐ γὰρ ἡ παραβολὴ ἀσαφῶς λεγομένη ἔξω αὐτοὺς πεποίηκεν, ἀλλὰ ἔξω αὐτοὺς ὄντας εἰς τοῦτο ἤγαγεν ἡ αὐτῶν ἐξωτερικὴ διάνοια. ἐπελήσθην ὡς εὶ νεκρὸς ἀπὸ καρδίας. ὁ ἐπιστάμενος Ἰησοῦν ζωὴν ὄνταλέγει γάρ· ἐγώ εἰμι ἡ ζωή, καὶ ζῶν ζῶντος πατρὸς υἱός ἐστιν· ζῶ γὰρ· διὰ τὸν πατέραοὐκ ἐπιλανθάνονται αὐτοῦ ποτε· παρὼν γὰρ τῇ διανοίᾳ αὐτῶν ἀεὶ φωτίζει αὐτούς, ὥστε ἕκαστον λέγειν· ζῇ δὲ ἐν ἐμοὶ Χριστός. ὁ τοιοῦτος ἐν Χριστῷ ἐστιν καὶ Χριστὸ[ν] ἔχει ἐν ἑαυτῷ ζῶντα καὶ ἐνεργοῦντα. ὅταν δέ τις μὴ ζῶν τα μηδὲ ἐνεργοῦντα αὐτὸν νοήσῃ, ἐπιλανθάνεται αὐτοῦ ὡς νεκροῦ· οὐ γὰρ ἐ?[ν] πᾶσιν ζῇ Χριστός, ἀλλ’ ἐν τοῖς κατ’ αὐτὸν ἐνεργοῦσιν. ὅσοι δὲ νομίζουσιν εἶναι Χριστιανοί, μὴ ἐνεργοῦσιν δὲ κατὰ Χριστό[ν], οὐκ ἔχουσιν ζῶντα αὐτὸν ἐν αὐτοῖς. ἴδε· ὁ φαῦλος ἄνθρωπος ζῇ κατὰ κακίαν, φιλήδονος μᾶλλον ἢ φιλόθεο[ς ὑ]πάρχων πάντα ἡδονικῶς ποιεῖ. τὸν δίκαιον νεκρὸν ἡγεῖται, ἐπεὶ στέρεται τῆς αὐτοῦ ζωῆς τ[ῆς] φαύλ[ης] καὶ οὐ δέχεται αὐτ[ὴ]ν ἐν τῷ διανοητικῷ ἑαυτοῦ. 13 ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός. οὐ σκεῦ[ος] ἀπολωλὸς γέγονα, ἀλλ’ ὡς τὸ ἀπολω λὸς σκεῦος. καὶ λάβε μοι τὸ παράδειγμα·
PG 39:1254οἱ ἄνθρωποι οἱ ἄλλοι παρὰ τὸν σωτῆρα σταυρούμενοι δοκοῦσιν ἄχρηστα σκεύ η γεγονέναι, ἀπωλείας σκεύη. οὗτος ὁ λέγων ταῦτα ὡς τὸ ἀπολωλὸς γέγονεν σκεῦος, οὐκ ἀπολωλὸς δέ. ὥσπερ γέγονεν ἁμαρτία οὐ τὰ αὐτὰ τοῖς ἄλλοις ἁμαρτία ὤν, ἀλλ’ ἵν’ ἐκεῖνοι δικ[αιος]ύνη θεοῦ ἐν [ω] αὐτῷ γένωνται, ὡμοιώ θη τῇ ἁμαρτίᾳ, ὡμοιώθη τῷ σκεύει τῷ ἀπολωλότι. ὅτι δὲ οἱ ἄνθρωποι [λέγο]νται σκεύη, οὐκ ἀγνοεῖται, καὶ ταῦτα μὲν εἰς τιμήν, τὰ δὲ εἰς ἀτιμίαν. τοῦτο τὸ κατὰ τὸν Ἰησοῦν σκεῦος οὐκ ἀπωλ?[είας]· οὐκ ἔγνω γὰρ ἁμαρτίαν. γεγένηται δὲ ὡς τὸ ἀπολωλὸς σκεῦος. γέγονεν κατάρα, ἵν’ εὐλογίαν ἐπαγάγῃ. οὐδεμ[ία] δὲ κατάρα εὐλογίαν φέρει, ἀλλὰ μᾶλλον φθείρει τὴν εὐλογίαν· οὐδεὶς γὰρ ἐπικατάρατος εὐλογημένος. οὗτος δὲ? [γε]νόμενος κατάρα αἴτιος εὐλογίας γέγονεν, καὶ οὐχ ἑνί γε ἀνθρώπῳ, ἀλλὰ πᾶσιν τοῖς πιστεύουσιν. 14 ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυκλόθεν. ἤκουσα ψεγόντων με πολλῶν οὐκ ἀπεσχοινισμέ[ν]ων παντάπασιν. παροίκουν κύκλῳ τοῦ Ἰησοῦ οἱ Ἰσραηλῖται. ἔψεγον αὐτόν· ἐν Βεεζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. ἁμαρτωλός ἐστιν ὅτι τὸ σάββατον οὐ τηρεῖ. κυκλόθεν ἦσαν.
PG 39:1256εἰ ἦσαν ἐ[θ]ν?ικοὶ οἱ ταῦτα λέγοντες, οὐκ ἦσαν αὐτοῦ κύκλος. οὗτοι κύκλῳ γεγόνασιν. λέγει γοῦν· καὶ ἐκύκλωσάν [με] ὡς αἱ μέλισσαι κηρίον. πολεμικῶς ἐκύκλωσάν με. 14 ἐν τῷ ἐπισυναχθῆναι αὐτοὺς ἅμα ἐπ’ ἐμέ. ἐμνημόνευσεν ἐχθρῶν, γειτόνων σφόδρα ὀνειδιζόντων αὐτόν, ἐμνημόνευσεν ἐπιλαθομένων αὐτοῦ ἀπὸ καρδίας, παροικοῦντας κυκλόθεν λέγει καὶ ψέγοντας. οὗτοι ἅμα ἐπισυνήχθησαν τοῦ λαβεῖν τὴν ψυχὴν αὐτοῦ, τότε μάλιστα ὅτε ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά· ἐνταῦθα γὰ[ρ] καὶ ἔθνη φρυάξαντα οὔπω πάντη ἀποκεκονμένα αὐτοῦ καὶ ἀπεσχοινισμένα. ἵνα τί ἐφρύαξαν; ἀλαζονικώτερον ἐπέθεντο τοῖς Ἑβραίοις. καὶ οἱ Ἑβραῖοι δὲ ματαίως καὶ κενῶς ἐμελέτησαν τὰς περὶ ἐμοῦ προφητείας. πάντα τὰ εἰρημένα τάγματα ἅμα ἐπισυνήχθησαν, τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο. τὸ μέγεθος το[ῦ π]ορθ?ο?υμένου δείκνυται, ὅτι ἅμα πάντες ἐπισυνήχθησαν ἐπὶ τῷ λαβεῖν τὴν ψυχὴν αὐτοῦ. οὐχ εἷς, οὐ δεύτερος, ο[ὐ] δέκα, οὐ χίλιοι, ἀλλὰ ἅμα πάντες. τὸ ἀκαθαίρετον καὶ τὸ δυσανάτρεπτον ἢ τὸ μὴ ἀνατρέπεσθαι τῆς Ἰησοῦ ψυχῆ[ς] σημαίνεται. μόλις ἅμα δεδύνηνται λαβεῖν τὴν ψυχήν μου ἢ βεβούληνται, οὐκ εἰλήφασιν δέ.
PG 39:1258οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ· ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυτοῦ, ἵνα πάλιν λάβω αὐτήν. 14 τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο. μέχρι τοῦ βουλεύσασθαι γεγόνασιν ἀποκτεῖναι αὐτόν. εἰ μὴ αὐτὸς δὲ ἑαυτὸν δεδώκει, οὐκ ἠδύναντο τοῦτο ποιῆσαι. ἀμέλει γοῦν ὁπηνίκα ἦλθαν ἐπὶ τῷ συλλαβεῖν αὐτόν, λέγει· τίνα ζητεῖτε; καὶ λέγει· Ἰησοῦν τὸν Ναζαρ[η]νόν. ἐγώ εἰμι, ὡς εἶπεν, ἀπῆλθαν εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί. καὶ δεύ τερον πάλιν· τίνα ζητεῖτε; καὶ τὸ αὐτὸ εἶπεν αὐτοῖς, καὶ ἔπεσαν εἰς τὸ χαμαὶ πάλιν. τὴν τρίτην λέγει· ἐγώ εἰμι, ἐμὲ οὖν κρατήσατε, ἄφετε τούτους ὑπάγειν· οὐδεὶς γὰρ ἠδύνατο συνλημφθῆναι μετ’ αὐτοῦ. πολλάκις ἐλέχθη τοῦτο, ὅτι ἕνεκα τοῦ μὴ ὑπόλημψιν παρασχεῖν τοῖς ἀβεβαίοις, ὅτι οὐκ αὐτὸς ἠρίστευσεν, ἀλλ’ ὁ σὺν αὐτῷ παθών, οὐκ ἐπέ τρεψεν τοῦτο[ν]. καὶ τοῦ Πέτρου οὖν λέγο[ντ]ος ὅτι· ἕτοιμός εἰμι μετὰ σοῦ καὶ εἰς φυλακὴν καὶ θεῖναι ψυχήν μου ὑπὲρ σοῦ, λέγει· πέπαυσο, πρὶν ἀλέκτορα φωνῆσαι τρίς με ἀπαρνήσῃ. εἰ δὲ ἦν συνπαθών, ἀμφήριστο[ν] ἐγίνετο, τίνος ἕνεκα τοῦτο γέγονεν. καὶ ἑαυτὸν παρέ[δ]ωκεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν. λέγεται δὲ καὶ ὁ πατὴρ παραδεδωκέναι αὐτόν·
PG 39:1260εὐδοκίᾳ γὰρ πατρὸς καὶ τοῦτο γέγονεν?. ἐὰν δὲ καὶ Ἰούδας λέγηται αὐτὸν παραδεδωκέναι, ἑτέρῳ τρόπῳ αὐτὸν ἐκεῖ νος παρέδωκεν· προδότης αὐτοῦ [γέ]γονεν. 1516 ἐγὼ δὲ ἐπὶ σὲ ἤλπισα, κύριε· εἶπον Σὺ εἶ ὁ θεός μου. ἐν ταῖς χερσίν σου οἱ κλῆροί μου. εἰ καὶ ἐκεῖ νοι οὕτω πεποίηκαν καὶ ἐπισυνήχθ[ησα]ν ἅμα ἐπ’ ἐμὲ λαβεῖν τὴν ψυχήν μου βουλευσάμενοι καὶ τὰ ἄλλα ποιήσαντες, ἀλλ’ οὖν γε ἐγὼ οὐκ ἀπέστην τοῦ ἐ?[πὶ ς]ὲ ἐλπίσαι. εἶπα Σὺ εἶ ὁ θεός μου. ἐν ταῖς χερσίν σου οἱ κλῆροί μου. αἱ παπατικαὶ ἐξηγήσεις τοῦτο λέγουσιν, ὅτι οἱ κλῆροι [ἐν τ]αῖς χερσὶν τοῦ θεοῦ τυγχάνουσιν οἷον ἡ διακονία, ὁ πρεσβύτερος, ἡ ἐπισκοπή. μακάριον δέ ἐστιν τὸ ἐν ταῖς χερσὶν τοῦ θεοῦ τ[οὺς] κλήρους ἔχειν οὕς τις κεκλήρωται. ἀνεπιβούλευτός ἐστιν ὁ τοιοῦτος· οὐδεὶς γὰρ ἁρπάζει ἐκ τῆς χειρὸς τοῦ πατρός. ἐν ταῖς σαῖς χερσὶν οἱ κλῆροί μού εἰσιν, λέγει ὁ σωτήρ. καὶ ἵνα συνέλθωμεν τῇ δοθείσῃ ἐκδοχῇ, λέγομεν ὅτι· οὓς ἐκληρωσάμην ἵνα μοι ὑπηρετῶσιν, οὓς ἐθέμην ἐν τῇ ἐκκλησίᾳ ἀποστό λους καὶ προφήτας καὶ διδασκάλους, ἐν ταῖς χερσίν σού εἰσιν.
PG 39:1261δυ[ν]ατὸν δέκαὶ ὁ Ἰσραὴλ ὅτε ἐχρημάτισεν λαός μου, ἐλέγετο αὐτοῦ μερὶς καὶ κληρονομία· τὰ ἔ[θ]νη [π]άντα κληρονομία δέδοται τῷ υἱῷ. πολλοὶ κλῆροί εἰσιν τὰ ἔθνη. οὗτοι οἱ κλῆροι ἐν ταῖς σαῖς χερσίν εἰσιν, ἠσφαλισμένοι ὑπὸ τῶν δραστηρίων καὶ σκεπαστικῶν σου δυνά μεων, ὥστε μηδένα οἷόν τε εἶναι ἁρπάσαι ἐκ τῆς χειρός σου· οὐδεὶς γὰρ δύναται ἁρπάσαι ἐκ τῆς χειρὸς τοῦ πατρός. οὐκ εἶπεν· εἰ μὴ ἔξω τις ἑαυτὸν ποιήσῃ τῆς χειρός, οὐ δύναται ἁρπασθῆναι ὑπό τινος. ἐπεὶ λέξουσίν τινες· καὶ μὴν σπουδαῖοι ὕστερον ὑπεσύρησαν εἰς ἀσέβειαν. καὶ ἵνα μὴ ἐξ εἰκότων λέγω, οἷον ὁ Ἰούδας αὐτὸς ἔξω πεποίηκεν ἑαυτὸν τῆς χειρός· νυκτὸς γὰρ οὔσης ὅτε τὰ περὶ τῆς προδοσίας ἐλογίζετο, λέγει· ἐξῆλθεν ἔξω· νὺξ γὰρ ἦν. οἱ κλῆροι οὖν μου· ἕκαστος τῶν πιστευόντων εἰς ἐμὲ κλῆρός μού ἐστιν. ἐν ταῖς χερσίν σου τυγχάνει ἴσος κλη?ρονομίᾳ· ἕπεται γὰρ τῇ κληρο νομίᾳ καὶ ὁ κλῆρος ὅταν εἰς πολλοὺς λογίζεται. ἀμφι[λ]α[φ]εστέ[ρως] λ?έγομεν καὶ τοῦτο· χεῖρες τοῦ θεοῦ εἰσιν αἱ δύο διαθῆκαι. εἴ τις κλῆρος αὐτοῦ τυγχάνει, ἐν ταῖς χερσὶν αὐτοῦ. 16 ῥῦσαί [με ἐ]κ χειρὸς ἐχθρῶν μου καὶ ἐκ τῶν καταδιωκόντων με.
PG 39:1263οὐ πάντες οἱ ἐχθροὶ καταδιώκουσιν· οἱ δὲ κατ[αδι]ώκοντες πάντες ἐχθροί. ἵνα τὸ [τὸ μὴ] καταδιῶξαι ὧδε μὴ ἐπὶ τῷ λαβεῖν, ἀλλὰ ἐπὶ τῷ ἐνεδρεῦσαι· εἶπεν ὁ ἐχ[θρ]ὸς Διώξας καταλήμψομαι. οὗτος ὁ διωγμὸς οὔκ ἐστιν μιμήσεως χάριν γινόμενος. διώκοντας δὲ δικαιοσύνην [δεῖ] ἀγαπᾶν. οἱ διώκοντες τὴν δικαιο σύνην ἕνεκεν τοῦ μετασχεῖν αὐτῆς καὶ ποιωθῆναι κατ’ αὐτὴν διώκουσιν α?[ὐ]τήν. ὡς ἐάν τις διώκοι ἐπιστήμην ἵνα κατὰ τὴν ἐπιστήμην καὶ θεωρῇ. οὕτω καὶ τό· ζήτησον εἰρήνην καὶ καταδίω[ξο]ν αὐτήν, ἐκλαβεῖν δεῖ. δύναται ἠθι κώτερον καὶ οὕτω λημφθῆναι· ἐπεὶ ἡ χεὶρ τῶν ἐχθρῶν καὶ τῶν καταδιωκόντ[ω]ν με κακία ἐστίν, πρᾶξις ἀπηγο ρευμένη, ῥῦσαί με ἐκ τῆς πράξεως τούτων, μὴ ὑποπέσοιμι τοῖς αὐτῶν κακοῖ[ς], τῇ αὐτῶν πράξει. 17 ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου, σῶσόν με ἐν τῷ ἐλέει σου. ἐάν με ἐ?[γ]είρῃς καὶ ἔξω ποιήσῃς τῶν διωκόν των, ἐπέφανες τὸ πρόσωπόν σου. ἐγὼ δέ εἰμι τὸ πρόσωπόν σου, ὁ χαρακτὴ[ρ τ]ῆς ὑποστάσεώς σου, ἡ εἰκών σου τοῦ θεοῦ τοῦ ἀοράτου. ἐπειδὴ δὲ μορφὴν ἔλαβον δούλου, ἐπὶ τὸν δοῦλόν σου ἐπίφαν[ο]ν τὸ πρόσωπόν σου.
PG 39:1265δεῖξον ὅτι οὗτος ὁ δοῦλος μορφὴν τὴν σὴν ἔχει, τὸ σὸν πρόσωπον ἐσκήνωσεν ἐν τῷ δούλ[ῳ τ]ούτῳ, ἵνα τὸ ῥύσῃ με κατ’ ἐπίνοιαν τοῦ δούλου λέγηται, τὸ δὲ πρόσωπον κατ’ ἐπίνοιαν τῆς ἀληθείας, τοῦ χαρακ[τῆ]ρος τῆς θεικῆς ὑποστάσεως. ἐν τῷ ἐλέει οὖν τῷ σῷ σῶσόν με. ἔγειρόν με ἐκ νεκρῶν. τάχα δὲ καὶ σωτη[ρί]αν ἑαυτοῦ λέγει τὴν σωτηρίαν τὴν ὑπὲρ ὧν ἐλήλυθεν, ἵν’ αἴτιος αὐτοῖς σωτηρίας αἰωνίου γένηται. 18 μὴ κα[τα]ισχυνθείην, ὅτι ἐπεκαλεσάμην σε. τότε δὲ οὐ καταισχύνομαι, ἐὰν τὰ τῆς παρακλήσεως ὑπαρχθῇ. ἐπερ( )· λ?[όγο]ς οὔκ ἐστιν τοῦ σωτῆρος; ὀξεῖαι μεταβολαὶ τῶν [προσώπ]ων γίνονται. οὕτω καὶ ἐν τοῖς προφητικοῖς πράττει. καὶ ἄλλο περ[ὶ] τ?οῦ ψιλοῦ ἀνθρώπου· οἷον ἕκαστος ἡμῶν πολλάκις διηγούμενος περὶ ἀνθρώπου ὁτὲ μὲν ἀπὸ τῆς ψυχῆς αὐτὸν σημαίνομεν [ον] , ὁτὲ δὲ ἀπὸ τοῦ σώματος. ἐὰν λέγω ὅτι καλὸς ἄνθρωπος, πυράκης, ἵνα ἀπὸ τῆς γραφῆς εἴπω, μετὰ κάλλους ὀφθαλμῶν, ὑπερμεγέθης, εἶτα λέγω ὅτι ἐπιστήμων ἄνθρωπος, θεοῦ δοῦλός ἐστιν, ὑπόκειται τῷ κυρίῳ· μὴ γὰρ ἡ μεταβολὴ τῶν λέξεων ἐξ ὅλων ἔξω. ὅταν περὶ συνθέτου λέγηται, αἱ μεταβολαὶ τῶν προσώπων ἐκ μέρους ἐπὶ αὐτὸ μέρος φέ ρονται.
PG 39:1267ἐπεὶ τοίνυν καὶ ὁ ταῦτα λέγων οὐ μόνος ἄνθρωπός ἐστιν οὐδὲ μόνος θεός, ἀλλὰ θεὸς ἐνανθρωπήσας, τὰ μὲν ὡς ἀπὸ τοῦ ἀνθρώπου λέγεται, τὰ δὲ ὡς ἀπὸ τοῦ θεοῦ λόγου ἢ περὶ τοῦ θεοῦ λόγου. καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνω σεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός. ἐπὶ τοῦ αὐτοῦ λαμβάνεις· μὴ γὰρ τοῦτο λέγει· ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου, τὸν ἄλλον ἐμοῦ· ἐμὲ τὸν δοῦλόν σου. 18 αἰσχυνθείησαν οἱ ἀσεβεῖς καὶ καταχθείησαν εἰς ᾅδου. τὸ καταχθείησαν εἰς ᾅδου πάλιν δύναμίν τινα ἔχει. οὐκ εἶπεν καταβήτωσαν εἰς ᾅδην. ἑκουσίως δὲ κατιόντων ἐστὶν τὸ καταβῆναί που. οὗτοι δὲ οὐχ ἑκου σίως ἐν τῷ ᾅδῃ καταβιβάζονται. ἀμέλει γοῦν καὶ περὶ τῆς Καφαρναοὺ ἢ πρὸς τὴν Καφαρναοὺ λέγεται· καὶ σύ, Καφαρναού, ἣ ἕως οὐρανοῦ ὑψωθήσῃ, ἕως ᾅδου καταβιβασθήσῃ. ὑπὸ ἄλλων καταβιβάζεται. τότε δὲ αἰσχύ νονται ὅταν γνῶσιν ὅτι ἀσε[βεῖς εἰσιν] οὐκ ἔχουσιν ὁρμὴν προθυμίας καταβῆναι εἰς τὸν ᾅδην. διὰ τοῦτο κατάγονται ἵν’ ὥσπερ ἔννοιαν λαβόντες [ὅπου μ]έλλουσιν κατιέναι, αἰσχυνθείησαν. ἔτι πλέον κακίσουσιν ἑαυτοὺς ὅτι ἀσεβεῖς γεγόνασιν.
PG 39:126919 ἄλαλα γενηθή[τω] τὰ χείλη τὰ δόλια τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν. οὐκ ἐπαρᾶται αὐτούς· εὐλογεῖ αὐτούς· μὴ γὰρ εἶπεν· ἄλαλ[α γ]ενηθήτω τὰ χείλη αὐτῶν. τὰ δόλια ὅταν στερηθῶσιν τῶν διαβολικῶν λόγων, ἄλαλα γέγονεν. τὰ χείλη αὐτῶν οὐ κ[α]θάπαξ, ἀλλὰ τὰ δόλια. ἀποβαλόντα τὸν λόγον λοιπὸν σὺν παρρησίᾳ καὶ ἀληθείᾳ λαλοῦσιν. οὕτω γοῦν λέγεται· ἐξολεθρεύσει κύριος πάντα τὰ χείλη τὰ δόλια καὶ γλῶσσαν μεγαλορήμονα. ὅταν ἡ μεγαλορημο νοῦσα γλῶττα, τουτέστιν ὁ λόγος, [ὀ]λεθρευθῇ, ἐκεῖνος ἀφ’ οὗ ὀλεθρεύεται, τὸν τοῦ θεοῦ λοιπὸν λαλεῖ λόγον. 19 ἐν ὑπερη φανίᾳ καὶ ἐξουδενώσει. ἐπεὶ [ἀ]π[αρ]εμφάτως κεῖται τὸ τοῦ δικαίου, δύναται καὶ τοῦ δικαίου ἀνθρώπου καὶ τοῦ δικαίου πράγματος, περὶ οὗ λέγεται· δικαίως τὸ δίκαιον. ὁ λ[α]λῶν δὲ κατὰ τοῦ δικαίου καὶ κατὰ τοῦ ἔχοντος αὐτὸ καὶ πεποιωμένου κατ’ αὐτὸ[υ] λαλεῖ ἐν ὑπερηφανίᾳ καὶ ἐ[ξ]ουδενώσει· τότε γὰρ ἄλαλα γίνεται αὐτῶν τὰ χείλη, ὅταν γνῶσιν οἵας ταπεινό τητός εἰσιν, ὅταν γνῶσιν ὅτι [ὃ[ν]] ἐξουδενώσουσιν, οὔκ ἐστιν ἄξιος ἐξουθενώσεως. 20 ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότη[τό]ς σου, κύριε, ἧς ἔκρυψ[α]ς τοῖς φοβουμένοις σε.
PG 39:1271ἐπεὶ ἔδοξέν τινα ἀρατικῶς λέγειν, σκοποῦντες δὲ εἰς τὴν διάθεσιν τοῦ λέγοντος λέγο[μ]εν ὅτι οὔκ εἰσιν ἀραί, ἀλλὰ μᾶλλον ἐπευχαί. καλὰ δὲ αὐτοῖς ὑπαρχθῆναι βού λεται. ἐπεὶ συνέβαινεν τοὺς [μὴ] ἀγνο?[ο]ῦ?ντας τὴν χρηστότητα καὶ τὸ τέλος τῶν σῳζομένων ἐπιτρίβεσθαι, ἔκρυψεν τοῖς φοβουμένοις. φοβουμένους δὲ ὧδε λέγει τοὺς τὸν κολαστικὸν φόβον ἔχοντας, οὐ τοὺς δικαίους, οὐ τοὺς ἔχοντας ἐκεῖνον τὸν φόβον οὗ οὐδέν ἐστιν ὑστέρημα, οὐ τὸν πάντα ὑπερβαλόντα. λέγει ὅτι· ἐπεὶ ἡ χρης τότης σου συνφυής ἐστιν ἡ [αὐ]- τὴ οὖσα τῇ ἀγαθότητί σου, πάντα δὲ ὑπὲρ σωτηρίας τῶν ὅλων ποιεῖς, καὶ τὰ σκυθρωπὰ καὶ τὸ ὑποπες[εῖν] τινα ποιῆσαι σκυθρωποῖς, ἀλλ’ ἐπειδὴ ἤμελλον οἱ ἐπιτριβόμενοι διὰ ἐπιπολαιότητα βλάπτεσθαι, ἔκρυψας αὐτὸ τοῖς φοβουμένοις σε, οὐ τοῖς ἀγαπῶσιν· ὧδε γὰρ τὸν φόβον τὸν διαστελλόμενον πρὸς τὴν ἀγάπην λαμβάνομενἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον. τελεία δέ ἐστιν ἀγά πη ὅταν μὴ ἄλλου χάριν αὐτὸ ἀγαπῶμεν. ἡ τελεία οὖν ἀγάπη ἔξω βάλλει τὸν φόβον ὅτι ὁ φόβος κόλασιν ἔχει, οὐκ ἐκεῖνον, περὶ οὗ λέγεται· οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν.
PG 39:127220 ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων. ἐξειργάσω ταύτην τὴν κρύψιν. τινές εἰσιν υἱοὶ ἀνθρώπων οὐ ψεγομένων. ψέγονται δὲ πολλάκις οἱ ἄνθρωποι καὶ οἱ υἱοὶ ὅταν λέγῃ ὅτι· υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυ κάρδιοι; ὅταν δὲ λέγῃ· ἐξ οὐρανοῦ ἐπέβλεψεν κύριος, εἶδεν πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἐπαινετοί εἰσιν οὗτοι οἱ υἱοὶ τῶν ἀνθρώπων. καὶ λέγω παράδοξον· ὅταν πρὸς θεὸν ἀναφέρωνται, οἱ δίκαιοι ἄνθρωποί εἰσιν καὶ ἀνθρώπων υἱοί, ὅταν δὲ πρὸς τοὺς δικαίους, οἱ ἁμαρτωλοὶ υἱοὶ ἀνθρώπων, φαύλων ὄντων ἐκείνων, περὶ ὧν γράφει Παῦλος· ὅπου γὰρ ἔρις καὶ ζῆλος ἐν ὑμῖν, οὐχὶ ἄνθρωποί ἐστε; καὶ περὶ ὧν· ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνήσκετε, ἐκπεσόντες τοῦ θεοὶ εἶναι καὶ υἱοὶ ὑψίςτου. πρὸς τοὺς ἁγίους ἀνθρώπους λεγομένους ἢ θεοὺς ὀνομαζο μένους υἱοὶ ἀνθρώπων οἱ φαῦλοι λέγονται, πρὸς δὲ τὸν τῷ θεῷ αἴτιον υἱοὺς σπουδαίους, ἐφ’ οὓς ἐπιβλέπει. καὶ πάλιν· ἀνθρώπους καὶ κτήνη σώσεις, κύριε. ὡς ἐπλήθυνας τὸ ἔλεός σου, [ὁ] θεός· οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσιν. μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλ[ε]ή[μω]ν.
PG 39:1274ὧδε ὁ ἄνθρωπος ὁ κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ ἐπὶ μεγέθει ἐπαινεῖται. ὅταν δέ τις ἐκπεσὼν τοῦ εἶναι [ὑ]ψίστου [υἱὸς] ἄνθρωπος γένηται [υἱός], φαῦ - λός ἐστιν οὗτος ὁ ἄνθρωπος. ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων τῶν σπου δαίωνἴσασιν δὲ ἐκεῖνοι τὴν ἐξεργασίαν κρύψιν τοῦ πλούτου τῆς χρ[ης]τότητός σου. 21 κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου. τοὺς υἱοὺς τῶν ἀνθρώπων οἷς ἐξ[ειρ]γάσω τὸν σὸν ἔλεον. κατακρύ πτεταί τις δὲ ἐν ἀποκρύφῳ τοῦ θεοῦ οὕτως· ἔχει θεὸς πρόσωπον ἐπιφ[αι]νόμενον διὰ τῶν ἑαυτῶν δημι ουργημάτων· λέγεται γάρ· ἐκ μεγέθους καὶ καλλονῆς τῶν κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται. ἐξ ἀναλογίας τῆς κτίσεως θεωρεῖται·
PG 39:1276ὥσπερ γὰρ ἐὰν ἴδῃ τις σκ[ά]φος, φαντασίαν ναυπηγοῦ λαμβάνει κἂν μὴ παρῇ, καὶ ὁ θεωρήσας ἰθυνομένην ναῦν πόρρωθεν εὐθέως εἰς ἔννοιαν ἔρχεται ὅτι ἔστιν ὁ πηδαλιουχῶν αὐτήν, καὶ ἅρμα πόρρωθεν ὁ βλέπων τεταγμένως φερόμενον κἂν μὴ ὁρᾷ τὸν ἡνίοχον, ἐνθύμησιν αὐτοῦ λαμβάνει, οὕτω τεταγμένως τοῦ κόσμου [ἄρ]α φερομένου καὶ περικαλλῆ ἔχον τος τὴν φύσιν φαντασία τοῦ κάλλους καὶ τοῦ μεγέθους τοῦ θεοῦ γνωρίζεται· εἰ γὰρ μεγάλα τὰ γενόμενα, πολὺ μείζω ὁ κατασκευάσας. ὅταν τις οὖν ἐκ τοῦ κόσμου καὶ τῆς τάξεως καὶ τῆς ἐννοίας καὶ τῶν κριμά των τῆς προνοίας φαντασίαν λάβῃ θεοῦ, οὐκ εἰς τὸ ἀπόκρυφον τοῦ προσώπου αὐτοῦ κατεκρύβη. τοιοῦτοι δέ εἰσιν καὶ οἱ παρ’ Ἕλλησιν φιλοσοφήσαντες· ἐκ γὰρ τοῦ μεγέθους τῶν δημιουργημάτων καὶ τῆς καλλονῆς φαντασίαν ἔλαβον θεοῦ. ὁ δὲ ἄνευ τῆς δημιουργίας λαμβάνων θεοῦ φαντασίαν [ἑ]ωρακὼς τὸν υἱὸν καὶ διὰ τοῦ υἱοῦ τὸν πατέραὁ γὰρ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα, οὗτος ἐν ἀποκρ[ύ]φῳ τ[οῦ προς]ώπου τοῦ θεοῦ κέκρυπται. [ἀπόκρυφον δὲ τὸ κατὰ τὸν λόγον τὸν δημιουργικόν.] πάλιν ἵνα καὶ δη[μ]ωδεστ[έρως] ε[ἴ]πωμεν· δύο πρόσω πα εἶχεν Ἰησοῦς, ἀνθρώπου καὶ θεοῦ.
PG 39:1278ὅσοι κατὰ σάρκα αὐτὸν γιγνώσκουσιν, ἐν τῇ φ[αν]ερώσει τοῦ προσώπου αὐτὸ[ν] λαμ - βάνουσιν. ὅσοι δὲ ἀποστάντες ἀπὸ τοῦ κατὰ σάρκα αὐτὸν εἰδέναι ἦλθο[ν] εἰς τὸ γιγνώσκειν αὐτὸν καθὸ θεὸς λόγος ἐστίν, οὗτοι κατεκρύβησαν ἐν ἀποκρύφῳ τοῦ προσώπου τοῦ θεοῦ. καὶ ἔτι, ἐπειδὴ ἔλεγον τὴν ἔξωθεν φαντασίαν τοῦ κόςμου [πρός]ωπον εἶναι, ὁ λόγος ὁ καθ’ ὃν γέγονεν τὰ γενόμενα καὶ προνοεῖται καὶ διοικεῖται, τὸ ἀπόκρυφόν ἐστιν τοῦ προςώπου τοῦ θεοῦ, [ἀπόκρυφον δὲ τὸ κατὰ τὸν λόγον τὸν δημιουργικόν]. κρύπτει τὴν ἑαυτο[ῦ] χρηστότητα ὁ θεὸς πολλάκις τοῖς μι κροῖς τοῖς φοβουμένοις αὐτόν. ἐξειλήφαμεν δὲ χθὲς τοὺς φοβουμένους τοὺς φόβῳ κολάσεως ἀπεχο μένους κακίας, εἴ γε δεῖ ταύτην ἀποχὴν κακίας εἰπεῖν. ἡ τελεία, φησίν, ἀγάπη ἔξω βάλλει τὸν φόβον ὅτι ὁ φόβος κόλασιν ἔχει. ὁ σχὼν ἐπιστήμην ἀγαθοῦ καὶ κακοῦ καὶ ποθήσας τὸ ἀγαθὸν καὶ αὐτῷ προσκλι θεὶς ἀπέχεται τοῦ κακοῦ ἔρωτι τῷ πρὸς τὸ ἀγαθόν, ἀφίσταται τοῦ κακοῦ οὐ φόβῳ κολάσεως, ἐκκλίνει ἀπὸ τοῦ κακοῦ. ἐὰν γοῦν λόγος τις πείσῃ αὐτόν, ὅτι οὐκ ἔνι κόλασις, πράττει ὃ αἱρεῖται κακόν.
PG 39:1280ὁ θεὸς οὖν πολλάκις οὐκ ἐπάγει τὴν τιμωρίαν παραυτὰ χρηστότητι καὶ ἀγαθότητι. κρύπτει δὲ τὸ πλῆθος τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ διὰ τοὺς φοβουμένους, διὰ τοὺς μικρούς, διὰ τοὺς φόβῳ κολάσεως ἀπεχομένους τοῦ κακοῦ?. ὡς πολὺ οὖν τὸ πλῆθος τῆς χρηστότη[τό]ς σου, κύριε. ἔκρ[υ]ψεν αὐτήν· ἡ γνῶσις γὰρ αὐτῆς ἐποίει αὐτοὺς ἐπιτριβῆναι εἰς τὰ κακά. ὡς ἐάν τις μέχρι τοῦ θαμβῆ[σαι υἱὸν ἀ]γανακτήσεως λόγους προφέρῃ καὶ κρύπτῃ τὴν χρηστότητα καθ’ ἣν ποι εῖ τοῦτο ὡς μέλλων τιμωρή[σασθ]αι· εἰ γὰρ γνοὺς ἦν ὁ υἱός, ὅτι μέχρι σχήματός ἐστιν ἡ ἀπειλή, κατεφρόνει τῆς χρηστότητος αὐτοῦ καὶ ἀπώλλ[υτ]ο καὶ ἐγίνετο ὑπεύθυνος ὀργῇ. τῷ ὄντι πολλὴ χρηστότης ἐστὶν αὐτοῦ, πολὺ πλῆ θός ἐστιν. λέγει γοῦν καὶ ὁ ἀπόστολ?ος πρός τινας· ἢ τοῦ πλούτου τῆς χρηστότητος καὶ τῆς ἀνοχῆς καὶ μακρο θυμίας αὐτοῦ καταφρονεῖς, ἀγ[ν]οῶν ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει; ὁ δὲ μὴ τοῦτο ἐπιστάμε [νος] οἴεται ὅτι οὐκ ἀπαρέςκεται τ?[οῖ]ς κακοῖς καὶ διὰ τοῦτο οὐκ ἐπεξέρχεται. καὶ Πέτρος δὲ ὁ τῶν ἀποστόλων κορυφαιώτατος γράφων τὴ[ν] ἐπιστολὴν καὶ τοιαύτην λέξιν εἴρηκεν·
PG 39:1281οὐ βραδύνει κύριος τῆς ἐπαγγελίας ἧς τινες βραδύτητα ἡγοῦνται, ἀλλ[ὰ] μακροθυμεῖ οὐ βουλόμενός τινας ἀπολέσαι ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι. ἰδοὺ ἡ χρηστότη[το]ς?. οὐκ ἔδει τοῖς πολλοῖς αὐτὴν γνωρίμην εἶναι· κατεφρόνησαν γὰρ ἔτι μᾶλλον αὐτῆς. ἔκρυψας οὖν τοῖς φοβουμένοις σε τὸ πλῆθος τῆς χρηστότητός σου. ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων. οἱ ἐλπίζοντες οἱ καραδοκοῦντές εἰσιν τὰς θείας ἀμοιβὰς καὶ τὰς ἐπαγγελίας ἃς θεὸς ὑπέσχετο τ[ο]ῖ?ς εὖ βιοῦσιν ὀρέξα[ι]. ἐξειργάσω οὖν τοῦτο τοῖς ἐλπίζουσιν ἐπὶ σέ. ἐξειργάσω τοῦτο τὸ κρύψαι τὸ πλῆθος τῆς χρηστότητός σου, ἵνα μηδὲ οἱ ἐλπίζοντες ἐπὶ σὲ τοῦτο ἴδωσιν ὅτι διά τι νας οὐκ ἐπιφέρεις τὴν ὀργήν. [λ]έγει οὖν ὅτι ἐναντίον τῶν ἀνθρώπων. οὐκ εἰς ἀεὶ κρύπτεται τὸ πλῆθος τῆς χρηστότητός σου, ἀλλ’ ὅσον ἄνθρωποί εἰσιν ἐκεῖνοι περὶ ὧν λέγεται· ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνήσκετε. καί· ὅπου γὰρ ἔρις καὶ ζῆλος ἐν ὑμῖν, οὐχὶ ἄνθρωποί ἐστε; ἐναντίον οὖν τούτων τῶν υἱῶν τῶν ἀνθρώπων ἐξειργάσω τοῦτο τὸ κρύψαι [κατὰ] τὸ πλῆθος τῆς χρηστότη- [τό]ς σου· καὶ αὐτοῖς γὰρ ἀνοίγει τοῦτο.
PG 39:1283ὁ θεὸς τῶν ὅλων λέγεται πολλά κις ἄνθρωπος, οὐχ ὅτι ἄνθρωπ[ος γ]έγονεν ἢ ἄνθρωπός ἐστιν, ἀλλ’ ὅτι συνκαταβαίνων τοῖς ἀνθρώποις οὕτω διοικεῖ τὰ κατ’ αὐτοὺς καὶ κρι τὴς αὐτῶν οὕτω γίν[εται ὡ]ς συν[πα]θὴς ἄνθρωπος. ἐτροποφόρησέν σε ὡς εἴ τις τροποφορήσει ἄνθρωπος τὸν υἱὸν αὐτοῦ. τοὺς τρόπους σου ἐφό?ρ?[ησε]ν τρέφ[ω]ν σε καὶ διοικῶν. συνᾴδει τούτῳ τό· ἐὰν ἀνομίας παρατηρήσῃ, κύριε, κύριε, τίς ὑποστήσεται; καί· τὰ βλέφαρα αὐτοῦ [ἐξ]ετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων. βλεφάροις μόνοις ὁρᾷ τὰ πραττόμενα. ὥσπερ οὖν ὁ ἀποστείλας τὸν υἱόν, ὁ εὐ[δο]κήσας τῇ ἐπιδημίᾳ αὐτοῦ, ἀνθρώπους διοικῶν ὡς ἄνθρωπος προσφέρει τὰς ὠφε λίας, οὕτω καὶ οὗτος υἱὸς ἀνθρώπου ἐστίν· [τ]οῦ οὕτω ἀγομένου ἀνθρώπου υἱός ἐστιν. καὶ ἄλλο δέ· τρόπον τινὰ τὰ καθέ καστα γεννήματά εἰσιν τοῦ καθόλου. ὁ καθόλου δὲ ἄνθρωπος κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ γέγονεν· οὐδὲ γὰρ πάντως περὶ τοῦ Ἀδὰμ τοῦτο μόνου εἴρηται, ἀλλὰ ἡ φύσις [ἡ] τοῦ ἀνθρώπου ἡ καθόλου, τὸ εἶδος κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ γέγονεν. ὁ φυλάττων οὖν τὸ πρωτότυπον, τὸ ὡσανεὶ καθόλου, ἐκεῖνος υἱός ἐστιν τοῦ [ἀνθρώπου].
PG 39:1285ἐπεὶ τοίνυν ἡ Ἰησοῦ ψυχὴ ἐφύλαξεν τὸ κατ’ εἰκόναἁμαρτίαν γὰρ οὐκ ἔγνω οὐδὲ ἐποίησεν αὐτήν, κατὰ τοῦτο υἱὸς ἀνθρώπου ἐκείνου λέγεται τοῦ κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ γεγονότος. ῥηθεί η καὶ ἄλλως· εἰ καὶ πατέρα οὐκ ἔσχεν Ἰησοῦς κατὰ τὸν ἄνθρωπον, ἀλλὰ μητέρα ἔσχεν. καὶ ἡ γυνὴ δὲ ἄνθρωπος. πρὸς ἀναίρεσιν δὲ τῆς δοκήσεως υἱὸς ἀνθρώπου εἴρηται. εἰ καὶ οὐκ ἔχει ἐκ πατρὸς τὸ εἶναι, ἀλλ’ ἐκ μη[τρός ἐστιν. οὕ]τω γοῦν γενόμενος ἐκ γυναικὸς εἴρηται. πάντες ἐξ ἀνδρῶν γίνονται· τοῦτο γὰρ καὶ ὁ Παῦλος [γράφει· ἐξ] ἀνδρὸς γίνεται ὁ ἄνθρωπος, διὰ γυναικὸς δέ· ἐκ τοῦ ἀνδρὸς γὰρ ἡ καταβολὴ γίνεται τοῦ σπέρματος, διὰ τῆς [γυναικὸς] δὲ ἡ μόρφωσις καὶ ἡ ἀπότεξις. ἐπεὶ τοίνυν οὐκ ἔχει οὗτος τὸ ἐξ ἀνδρὸς καὶ τὸ διὰ γυναικός, ἀλλ’ [ἐκ γυναι]- κόςτὴν ὅλην γὰρ ὕλην ἐκ τῆς γυναικὸς ἔλαβεν, οὐ κατὰ τοὺς ἄλλους ἀνθρώπους· Ἰακὼβ δὲ ἐγέννησεν [τὸν Ἰως]ὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη ὁ Χριστός. οὐκ εἶπεν δι’ ἧς, καὶ κατὰ τοῦτο οὖν υἱὸς ἀνθρώπου χρηματίζει· εἰ γὰ?[ρ ἁπλῶ]ς ἄνθρωπος ἐλέγετο, ὑπελάμ βανον οἱ δοκηταὶ ὅτι πέφηνεν ἄνθρωπος οὐκ ἐξ ἀνθρώπου ἔχων γένεσιν ἢ ἀρχήν.
PG 39:1287[ἵνα δεί]ξῃ οὖν ὅτι ἐκ τῆς Μαρίας ἐστίν, εἶπεν ἑαυτὸν υἱὸν ἀνθρώπου. λέγεται δὲ καὶ αὐτὸς ὁ θεὸς λόγος ποτὲ ἀνθρώπου υἱός· ὅ[ταν γὰ]ρ λέγῃ· οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου, τὸν θεὸν λόγ[ον κα]τ?’ αὐτοῦ λέγει. οὕτω δὲ λέγεται υἱὸς ἀνθρώπου, ὡς ἐὰν λέγωμεν πολλάκις τὴν ψυχὴν ἐκ τῶν γονέων. ὡς ἐὰν λέγωμεν ὅτι· ὁ Ἰακὼβ ὁ ἅγιος τοῦ θεοῦ ἐκ τοῦ Ἰσαάχ ἐστιν, οὐ τοῦτο λέγομεν ὅτι ᾗ ποιός ἐστιν καὶ ἅγιος, ἀλλ’ οὗτος ᾧ συνέβη ἁγίῳ εἶναι, ἐκ τοῦ Ἰσαάχ ἐστιν. καὶ κατὰ τοῦτο οὖν λεγέσθω [υἱὸς] ἀνθρώπου ὁ θεὸς λόγος. ἐὰν οὖν ἴδητε τὸν [υἱὸ]ν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον, οὐδὲ τὸ σῶμα λαμβάνομεν, ἵνα μὴ προσκλιθῶμεν τοῖς λέγουσιν οὐρανόθεν αὐ τὸν κεκομικέναι σῶμα. σχεδὸν δὲ πάντες οἱ αἱρεθικοὶ τοῦτο λέγουσιν, [ὡς] Μαρκίων, Βασιλείδης, Βαλεντῖνος. οὕτω δὲ πολλάκις καὶ λέγομεν ὅτι σοφὸς ἀνήρ, ἅγιος, θεοῦ φίλος, υἱὸς δέ ἐστιν τῆσδε· μὴ γὰρ καθὸ τοιοῦτός ἐστιν, υἱός ἐστιν ἐκείνης. ἐν τοῖς συνθέτοις πολλάκις τὰ τῶν κ[ατὰ] μέρος περὶ τοῦ ὅλου λέγομεν·
PG 39:1289ὡς ἐὰν λέγωμεν νοήμων ἄνθρωπος, συνετός, μνήμων, ὑγιὴς τὸ σῶμα, εὔμορφος, εὐμεγέθης, τὰ μὲν ἀπὸ τοῦ σώματος, τὰ δὲ ἀπὸ τῆς ψυχῆς λέγομεν· ἔνια γὰρ τῶν ὑπα[ρχ]όντων τῷ συνθέτῳ οὐ δύναται [τῶν] ἑνὶ ἑκάστῳ τῶν ἐν τῇ συνθέσει εἶναι. τὸ μέντοι γρηγορεῖν ἢ καθεύδειν οὐδὲ περὶ τῆς ψυχῆς λέγεται μόνης οὐδὲ περὶ τοῦ σώματος· οὐδὲ γὰρ ἡ ψυχὴ χωρὶς σώματος τοῦτο ποιεῖ οὐδὲ τὸ σῶμα ἄνευ τῆς ψυχῆς. περὶ τοῦ συνθέτου ἄρα λέγεται. κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προ[ς]ώπου σου. ἡ κτίσις τοῦ θεοῦ λέγεται εἶναί ποτε αὐτοῦ πρόσωπον· ἐκ μεγέθους καλλονῆς τῶν κτι[ς]μάτων [ἀν]αλόγως ὁ γενεσιουρ γὸς θεωρεῖται. οὐκ ἐν τῷ ἀποκρύφῳ αὐτοῦ προσώπῳ εἰσίν, ἀλλ’ ἐν τῷ? [π]ροφ[ανεῖ]. ἐὰν ἰατρὸν ἴδῃς ἐργαζόμενον, τεχνικῶς ἐπιτελοῦντα, τὸ πρόσωπον αὐτοῦ ὁρᾷς· δείκν[υσι]ν γὰρ τὰ τῆς ἰατρικῆς ἔργα τὸν ἰατρόν. ὅταν δὲ δυνηθῶμεν τὴν ἀναλογίαν τοῦ λόγου τῶν τεχνητῶ[ν] ἰδεῖν καὶ τὴν διάθεσιν τοῦ ποιοῦν τος, οὐκέτι τὸ φανερὸν αὐτοῦ πρόσωπον ὁρῶμεν, ἀλλὰ τὸ κεκρυμμένον.
PG 39:1291οὕτω καὶ ἐπὶ θεοῦ λέγομεν ὅτι, ὅτε θεωροῦμεν τὰ δημιουργήματα, ἐκ τῶν δημιουργημάτων καὶ ἐκ τοῦ μεγέθους τοῦ κάλλους αὐτῶν τὸν ὄντα πέλαγος κάλλους καὶ μεγέθους θεόν, ἐν τῷ φ[α]νερῷ αὐτοῦ προσώπῳ ἔχομεν τὸν νοῦν. ὅταν δὲ σκοπήσωμεν, διὰ τί, φέρε, οὐρανὸν πεποίηκεν τ?[ο]ι?ῶσδε καί πως ἔχοντα καὶ διὰ τί τὸ τη νικαῦτα, εἰς τὸ ἀπόκρυφον τοῦ προσώπου αὐτοῦ εἰςήλθαμεν, εἰς [τ]ὸν λόγον καθ’ ὃν ἐποίησεν. ὁ λόγος σὰρξ ἐγένετο. ἴδε τὸ ἔξω πρόσωπον. καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός. τὸ νοῆσαι ἀπόκρυφόν ἐστιν. τούτῳ οὖν συνφερόμενος καὶ ὁ ἀπόστολος λέγει· εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ ν[ῦν οὐκέτι γ]ιγνώσκομεν. 21 ἀπὸ ταραχῆς ἀνθρώπων σκεπάσεις αὐτοὺς ἐν σκηνῇ, ἀπὸ ἀντιλο[γίας γ]λ[ω]σσῶν. οἱ ἄρτι ἀπὸ ταραχῆς ἀνθρώπων ῥυόμενοι καὶ ἀπαλλαττόμε - νοι σκέπονται ἐν προ?[κοπῇ· ὁ] γ?ὰρ ἐκκλίνας ἀπὸ τοῦ κακοῦ ἵνα τ[ὸ] ἀγαθὸν ποιήσῃ, οὐχ ἅμα τῇ ἐκκλίσει τῇ ἀπὸ τοῦ κακοῦ τελ[είως ἔχ]ε?[ι] τὸ ἀγαθὸν ἐν ἑαυτῷ. γίνεται μαθητὴς τῆς μονοτρόπου γλώττης, τῆς τοῦ θεοῦ γλώττης. λόγ[ους δὲ] σημαίνουσιν αἱ γλῶσσαι, καὶ πολλάκις τοῦτο ἀποδέδεικται·
PG 39:1292ἐνέτειναν τὴν γλῶτταν αὐτῶν ὡσεὶ τόξ[ον, τὸν] λόγον αὐτῶν. καί· θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης. οὐκ ἔχει ὅλως χεῖρα ἡ αἰσθητὴ γλῶσσα. ἐνέργ?[ειαν δὲ] ἔχει· ὁ λόγος καλούμενος γλῶσσα. 22 εὐλογητὸς κύριος, ὅτι ἐθαυμάστω σεν τὸ ἔλεος αὐτοῦ ἐν π?[όλει π]εριοχῆς. ἐπιστήσας τοῖς εἰρημένοις καὶ ἐν γνώσει αὐτῶν γεγενη - μένος λοιπὸν εὐλογίας? [τρό]πῳ χαριστηρίους ἀναπέμπει αἴνους καὶ λέγει· ἐθαυμάστωσεν τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς. ἔλεγον ὅτι τὸ πλῆθος τῆς χρηστότητος ἑαυτοῦ ἔκρυψεν ἐλέους ἕνεκα ἵνα ἐλεήσῃ. γνοὺς τὴν αἰτίαν τοῦ κεκρύφθαι τὸ [π]λῆθος τῆς χρηστότητος εὐλογεῖ τὸν τοῦτο πε ποιηκότα καὶ λέγει ὅτι ἐν τῇ πόλει τῆς περιοχῆς τοῦτο πεποίηκ[αμ]εν. δυνάμεθα πόλιν περιοχῆς εἰπεῖν τὴν ἐνταῦθα ζωήν, τὴν ἐν τῷ κόσμῳ τούτῳ διατριβήν· τρόπον γάρ τινα ὡς ἐν φρουρᾷ περιεχόμεθα. ἐπειδὴ δὲ καὶ ἐν ταῖς Βασιλείαι[ς] λέγεται ἡ Σιὼν πόλις περιοχῆςτίς ἀπάξει με γὰρ εἰς πόλιν περιοχῆς; , ἐπαινετή ἐστιν αὕτη ἡ περιοχή, φρουρά ἐστιν ἀκαταμάχητος, ἄβλητον ἕ[ρ]κος. ἐθαυμάστωσεν οὖν τὸ ἔλεος αὐτοῦ ἐν τῇ πόλει τῆς περιοχῆς.
PG 39:1294εἴ τις ἔξω τῆς πόλεώς ἐστιν ταύτης, ἀγνοεῖ διὰ τί κρύπτει ὁ θεὸς τὸ πλῆθος τῆς χρηστότητος α?[ὐτ]οῦ. λέγομεν δὲ τοὺς μικροὺς εἶναι τοὺς φόβῳ κολάσεως μὴ πράττον - τας τὸ κακόν. ἐπερ( )· τὸ ἔλεος αὐ[τοῦ] ἐμοὶ οὐ κεῖται; ἀφαιρεῖται τὸ μέγεθος τοῦ ἐλέους τοῦ θεοῦ, ἐὰν προσθῇς τὸ ἐμοί. κα θόλου ἐστίν. ποιοῦμεν ἐνίοτ[έ τι]να. ἐὰν ποιήσωμεν ὅτι σπουδαῖος ἢ ὅτι ἐπιστήμων, οὐκ ἐκείνῳ πεποι ήκαμεν μόνῳ, ἀλλὰ παντὶ σπ[ο]υδαίῳ, παντὶ ἐπιστήμονι. οὐ δεῖ οὖν ἔχειν τὸ ἐμοί. φίλαυτός τις προσέθηκεν αὐτό. 23 ἐγὼ δὲ εἶπα ἐν τῇ [ἐ]κστάσει μου Ἀπέριμμαι ἀπὸ προςώπου τῶν ὀφθαλμῶν σου. περὶ τῆς προτέρας ἑαυ[τοῦ π]εριστάσε?ως λέγει, ἐν ᾗ ἐζήτει καὶ ἐταράττετο. ἐκστὰς ἐπὶ τῷ μεγέθει τοῦ θαύμα τος. καὶ ἐκπλαγ[εὶς ἐπὶ τῇ ο]ἰκ?[ο]νομίᾳ τῆς κρύψεως τῆς χρηστότητος τοῦ θεοῦ, ἔδοξα ἀπερῖφθαι ἀπὸ προσώ που τῶν ὀφθαλμῶν τοῦ θεοῦ, [ὧ]ν ἀπορίπτεται ἀπὸ προσώπου τοῦ θεοῦ ὁ ἀνάξια τοῦ προσώπου αὐτοῦ πράττων. πλὴν οὗτος οὔκ ἐστιν οὕτω κακὸς ὡς ὁ ἰδίᾳ προαιρέσει ἔξω τοῦ προσώπου τοῦ θεοῦ γινόμενος. ὁ Κάϊν οὖν τοιοῦτος ἦν· ἐξῆλθεν γὰρ Κάϊν ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ.
PG 39:1296αὐτομόλησεν πρὸς τὸ κακόν, ἀθεότητα ἠσπά σατο, ἀπρονοησίας γέγονεν εἰσηγη?τής. περὶ μέντοι τοῦ Ἀδὰμ λέγεται ὅτι ἐξέβαλεν κύριος. ἐκβάλλεται δὲ ὁ ἐφιέμενος ἔσω εἶναι. οὐκ ἦν [δ]ὲ οὕτω κακὸς ὡς ὁ Κάϊν. καὶ οὗτος οὖν ὁ ταῦτα λέγων εἶπεν ὅτι· ἐπει δὴ τοιαῦτα ἐπέστησαν καὶ τοῦ κα?τ’ εἰκόνα τὴν οἰκονομίαν τοῦ κεκρύφθαι τὸ πλῆθος τῆς χρηστό τητός σου ἀπὸ τῶν φοβουμένων [ς]ε, ἔδοξα ἀπορερῖφθαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου. δυ νατὸν δὲ καὶ οὕτως· ὥσπερ πάντες οἱ τῇ πίστει προςεληλυθότες σῶμα Χριστοῦ εἰσιν καὶ μέλη ἐκ μέρους, οὕτω καὶ τῶν θείων δυνάμεων, τῶν λογικῶν τὸ συνπλήρωμα σῶμα θεοῦ ἐστιν. καὶ ὥσπερ ἐπὶ τῶν τοῦ Χριστοῦ μελῶν λέγομεν ὅτι οἱ διορατικοὶ ὀφθαλμοὶ λέγοντα[ι, οἱ δὲ πρ]ακτικοὶ χεῖρες, οἱ τῇ σπου δῇ μὴ ὀκνηροὶ πόδεςτόδε οὐ δύναται ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί· χ[ρείαν σου] οὐκ ἔχω, οὐδὲ ἡ χεὶρ δύνατ[αι] εἰπεῖν· οὔκ εἰμι ἐκ τοῦ σώματος, ἐπεὶ ὀφθαλμὸς οὔκ εἰμι. καὶ ὅρα γε· μείζ?[ων ἐστὶν ὁ] ὀφθαλμὸς τῆς χειρός, καὶ ο[ὐ] δύναται οὗτος ὁ ὀφθαλμὸς ὁ διορατικὸς διὰ τὸ σκοπεῖν τὰς οἰκονομίας [εἰπεῖν ὅτι]· χρείαν σου οὐκ ἔχω·
PG 39:1298οἶδας γὰρ [ὅ] τι ἔχει πρᾶξιν ἡ χεὶρ ἣν ὀφθαλμὸς προηγουμένως ποιεῖν οὐ δύναται. κα?[!!!!!!]ν? γοῦν καὶ οἰήσεώς ἐστιν τοῦτ[ο] ὅτι ὁ μείζω τῷ ἐλάττονι [οὐ] δύναται εἰπεῖν· χρείαν σου οὐκ ἔχω. οἱ διορατικοὶ [ἄνδρες ὀ]φθαλμοί εἰσιν τοῦ θεοῦ. καὶ λέγει· ἐπειδὴ ἐπέστησα πράγμασιν καὶ οὐκ ἐνόησα αὐτά, οὔκ εἰμι ὀφθαλμός. εἶπον οὖν [τοῦτο ὅτι· τ]άχα ἔξω τῶν ὀφθαλμῶν τοῦ θεοῦ γέγονα, τῶν διορατικῶν ἀνδρῶν καθορώντων τῇ διανοίᾳ. 23 [δ]ιὰ τοῦτο εἰσήκουσας τῆς φω νῆς τῆς δεήσεώς μου. διὰ τοῦτο εἰσήκουσας ὅτι ἔγνω[ν]· τὸ ὅσον ἧκεν εἰ[ς τὴν ἐ]μ?ὴν ἄγνοιαν, ἀπερίφην ἀπὸ τῶν ὀφθαλμῶν τοῦ θεοῦ. 24 ἀγαπήσατε τὸν κύριον, πάντες οἱ ὅσιοι αὐτοῦ. ὅ[σιοί] εἰσιν οἱ τὸ πρὸς θεὸν δίκαιον κα τορθοῦντες, οἱ τηροῦντες ἐκεῖνο ὃ εἶπεν ὁ σωτήρ· ἀπόδοτε τὰ τοῦ θεοῦ τῷ θεῷ. [ἀγα]πήσατε τὸν κύριον· σκόπει πρὸς τί εἴρηται τοῦτο· ἀφ’ ὧν ἀπεκρύβη τὸ ἔλεος τοῦ θεοῦ, φοβούμενοι ἦσαν. καὶ [ἐ]λάβομεν τὸ τοῦ Ἰωά[ν]νου ῥητὸν καὶ ἐσαφηνίσαμεν οὕτως τό· ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει, ὁ [δὲ] φοβούμενος οὐ τετελείωται. ἡ τελεία οὖν ἀγάπη, ὅταν τις ἀγάπῃ τῇ πρὸς τὸ ἀγαθὸν φεύγῃ τὸ κακόν·
PG 39:1300οὐ διὰ [φόβ]ον κολάσεως ἐκτὸς τοῦ κακ[ο]ῦ μένει, ἀλλ’ ὅτι ἔρωτα ἔχει γνήσιον πρὸς τὸ ἀγαθόν. ἀσυνύπαρκτα δέ ἐστιν τ[ὰ ἐνα]ντία. 24 ὅτι ἀληθείας ἐκζητεῖ κύριος. μονογενής ἐστιν ἡ τοῦ θεοῦ ἀλήθεια· ἐγὼ γάρ εἰμι ἡ ἀλήθεια, ὁ [σω]τὴρ λέγει. γίνεται δὲ ἐν τοῖς με τέχουσιν ἀλήθειά τις. καὶ ὥσπερ ἔχει ἐπὶ ἐπιστημῶν καὶ ἀρετῶν οὐχ ἕκ[ας]τον τῶν ἐπιστημόνων λέ γομεν πᾶσαν ἔχειν τὴν ἐπιστήμην, ἀλλὰ ἐπιστήμην τινά, τουτέστιν ἄ[τομ]ον. ὅσοι οὖν ἐὰν ὦσιν οἱ ἐπι στήμονες, τοσαῦται ἄτομοι ἐπιστῆμαί εἰσιν, καὶ ὅσοι ἐὰν ὦσιν μετ[έχο]ντες τῆς ἀληθείας, τοσοῦτοί εἰσιν ἢ τοσαῦταί εἰσιν αἱ ἀλήθειαι ὅσοι οἱ μετέχοντες. ταῦτα δὲ πρὸ τοῦ τέλ[ους] λέγω· οὐκ ἔνι γὰρ ἐκεῖ εἰπεῖν οὐδὲ πολλοὺς ἀληθεῖς οὐδὲ πολλὰς ἀληθείας, οὐ πολλοὺς ἐπιστήμονας, οὐ [πο]λλὰς [ἐπιστή]μ[ον]ας· εἰ γὰρ ἀπεν τεῦθεν τῶν πιστευόντων γίνεται καρδία μία καὶ ψυχὴ μία καὶ κατηρτι[σμένοι ἐν τῷ αὐτῷ] νοὶ̈ καὶ τῇ αὐτῇ γνώμῃεἰ καὶ μὴ ἐξ ὅλων, ἀλλὰ κατά τι μᾶλλον, ἐπὶ πᾶσιν ἐν τῷ τέλει τῷ ἐσχάτῳ ὀρεκτῷ οὐκ ἔνι εἰπεῖν ἐπιστήμονα ἐπιστήμονος διαφέρειν.
PG 39:1301ὡς εἰ καὶ κατ’ ὑπόθεσιν πάντες οἱ ἰατροὶ κατὰ πάντα τὰ μέρη τῆς ἰατρικῆς εἶχον αὐτὴν ἀνυπερβλήτως, οὐκ ἦσαν πολλοὶ ἰατρ[ο]ί· πολλοὶ ἄνθρωποι, ἀλλ’ οὐ πολλοὶ ἰατροί. ἐπεὶ τοίνυν μία ἐστὶν ἡ ἀλήθειαἡ χάρις γὰρ καὶ ἡ ἀλήθεια παραγίνεται διὰ Ἰησοῦ Χριστοῦ· μ?[ί]α οὖν δι’ ἑαυτῆς ἡ ἀλήθεια γίνεται, οὐχὶ ἡ ὡς καθέκαστα ἀλήθεια δι’ αὐτῆς. γίνονται διὰ τῆς μιᾶς, [ὡς] αἱ κατὰ μέρος ἀρεταὶ διὰ τῆς καθόλου καὶ αἱ καθέκαστα ἐπιστῆμαι διὰ τῆς καθόλου. ταύτας οὖν ἐκζητεῖ κύριος· διὸ σπουδάσατε ὡς οἷοί τέ ἐςτε ἀλήθειάν τινα δέξασθαι· ταύτας γὰρ ἐκζητεῖ θεός. κἂν ἐπὶ τῶν πρακτικῶν ἀρετῶν λάβῃς, ἡ ἀλήθεια τῶν πρακτικῶν ἀρετῶν ἐκ τῆς διαθέσεως κρίνεται, εἰ δι’ αὐτὸ τὸ δίκαιον μετέρχεταί τις αὐτό. ἐπεὶ τὸ δικαί ως τὸ δίκαιον διώξῃ, αὐτὸ τὸ δίκαιον δικαίως δ[ί]ωξον, τὴν πρᾶξιν τοῦ δικαίου δίωξον μετὰ διαθέσεως τῆς δικαιοσύνης. [ἀγαπήσα]τε τὸν κύριον, πάντες οἱ ὅσιοι αὐτοῦ. αἰτίαν δέδωκεν· ἐπεὶ ἀληθείας ἐκζητεῖ κύριος, ἀγαπήσατε κύριον, τὸν χο[ρηγὸν τῶν ἀ]ληθειῶν. οὕτω ἀκούομεν καὶ δικαιοσυνῶν πληθυντικῶ[ς] λεγομένων· δίκαιος κύριος καὶ δικαιοσύ[νας ἠγάπη]σεν.
PG 39:1303ὅταν μέντοι περὶ τῆς καθόλου δικαιοσύνης, τῆς οὐσιώσεως λέγῃ· δικαιοσύνη ἐκ τοῦ [οὐρανοῦ] δ[ιέκυψεν], τὸν σωτῆρα ὧδε δικαιοσύνην λέγει. καὶ γέγονεν ἡμῖν ὥσπερ σοφία, οὕτω καὶ δικαιοσύνη. 24 καὶ ἀν[ταποδίδω]σιν τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν. ἐπεὶ τὴν σμικρότητα ἔδειξεν τῶν φοβουμένων, εἴρ[ηκεν γὰ]ρ καὶ ἀνθρώπους ταράττοντας αὐτούς, σοφιστάς τινας καὶ ἀπατεῶνας, τούτους ὑπερηφάνους εἶπεν. πε?[ρισσῶς δὲ] ποιοῦσιν τὴν ὑπερηφανίαν. δυνατὸν δὲ καὶ οὕτω· πᾶσα κακία περιττὴ γί νεται, ἀντὶ τοῦ ματαίω?[ς. τοῦτ]ο? γοῦν καὶ ἐν Παροιμίαις λέγεται· μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην· οὐδὲ γὰρ φιλεχθρήσας δύνῃ τι αὐτῷ, [εἰ μὴ] θεὸς παραδῷ. ματαίως οὖν τοῦτο ποιεῖ. οὐ δεῖ δὲ τὰ μάταια σπουδάζειν. καὶ οὗτοι οὖν οἱ ὑπερήφανοι περιττῶ[ς ποιο]ῦσιν ὑπερηφανίαν· οὐδὲ γὰρ πάντες καθ’ ὧν ἐπαίρονται, ὑποχείριοι αὐτοῖς γενήσονται, εἰ μὴ θεὸς παραδῷ. 25 ἀνδρίζεσθε, καὶ κραταιούσθω ὑμῶν ἡ καρδία, πάντες οἱ ἐλπίζοντες ἐπὶ κύριον. εἰρηκὼς τὰ ἀγων[ίς]μ?ατα πάντα ἀλείφει εἰς καρτερίαν, εἰς ἀνδρείαν. καὶ? οὐ τοὺς φοβουμένους λέγει, ἀλλὰ τοὺς ἐλπίζοντας.
PG 39:1305ἐλ?[έ]γ?ομεν δὲ τούτους εἶναι τοὺς πόθῳ τῶν ἐπαγγελιῶν τὸ ἀγαθὸν ἐργαζομένους. οὗτοι οὖν ἑτοίμως ἔχου[σιν πρ]ὸς τὸ ἀνδρωθῆναι καὶ κραταιωθῆναι καὶ ἐνγίσαι τῷ θεῷ. κολλώμενος δὲ αὐτῷ ἕκαστος γίνεται [ἓν] πνεῦμα πρὸς αὐτόν. εἰ δὲ ἕκαστος τῶν κολλωμένων τῷ κυρίῳ ἓν γίνεται πρὸς αὐτόν, ὅταν πολλοὶ ὦσιν [οἱ] κολλώμενοι αὐτῷ, τρόπῳ μετουσίας οἱ πάντες ἓν πνεῦμα γίνονται. 1 Τῷ Δαυίδ· συνέ[ς]εως. μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι. ἡ ἄφεσις τῶν ἁμαρ τιῶν καινὴ γένεσίς ἐστι[ν, γ]ένεσι[ς] ἐπὶ γενέσει. διὰ τοῦτο παλινγενεσία λέγεται. ὡς ἡ παλινῳδ[ία] δηλοῖ ᾠδὴν ἐπ’ ᾠδῇ[ν], οὕτω καὶ ἡ π?[α]λινγενεσία ἐπὶ φθασάσῃ γενέσει ἄλλη γένεσίς ἐστιν ἐπιγινομένη. ἔδει οὖν τὸν περὶ τῆς παλινγ?ε[ν]εσίας [ψ]αλμὸν ἐν ἀριθμῷ ἔχοντι ἀρετάς τινας κεῖσθαι. ἔστιν δὲ ἐκ τοῦ τετάρτου τετρα γώνου πέντε πέντε καὶ [προσθ]ήκη[ν] λ?αμβάνει τὸν πρῶτον τῶν τελείων τὸν ἕξ· ὁ γὰρ πρῶτος τῶν τελείων τῷ τετάρτῳ τῶ[ν τετραγώνω]ν προσλημφθεὶς ἀποτελεῖ τὸν τριάκοντα ἕνα. τὸ πέντε πέντε τετράγωνός ἐστιν. [τετράγωνός ἐστιν] ὁ ἰσάκις ἴσος.
PG 39:1307οὗτοι οὖν προ?ς?[τεθ]έντες ο[ἱ ἀ]ριθμοὶ πεποίηκαν κατάλληλον τῇ παλινγενεσίᾳ· δεῖ γὰρ ἐκ τελείου ἀριθμοῦ ἔχειν τὴν σύνστασιν καὶ ἐκ τετραγώνου διὰ τὸ βέβαιον. [ἡ πρ]οτέρα γένεσις εὔσειστος γέγονεν. ἀπάτη τοῦ ὄφεως ἀπέστησεν τ[οὺ]ς πρωτοπλάστους ἀπὸ τῆς τελείας ἀρετῆς καὶ τῆς τηρήσεως τῆς θείας ἐντολῆς ἧς θεόθεν εἰλήφεσαν. ἔδει οὖν βεβαιοτέραν εἶναι τὴν δευτέραν γένεσιν. ἔχει τὸ βέβαιον ἐκ τοῦ τετραγώνου, ἔχει καὶ τὸ τέλειο?ν? ἐκ τοῦ ἓξ τῷ ἀνενλιπῆ εἶναι τὸν ἀριθμὸν τὸν ἐκ τῶν ἑαυτοῦ μερῶν συντιθέμενον καὶ ἀπαρτιζό[μ]ενον. καὶ τοῦτο δὲ λεκτέον· εἰ καὶ τετράγωνός ἐστιν ὁ εἰκοσιπέντε, ἀλλὰ ἀπὸ αἰσθητῶν ἔχει τὴν ἐπικοίλισιν· τὰ γὰρ αἰσθητὰ πέντε τυγχάνει, τὸ ὁρατόν, τὸ ἀκουστόν, τὸ γευς - τόν, τὸ ὀσφρητόν, τὸ ἁπτόν. ὅ?μως καὶ ἐν τοῖς αἰσθητοῖς ἐςτιν τελειότης καὶ βεβαιότης· δίδοται γὰρ τὸ ἐπαινετὸν καὶ αἰσθητῶς, τελειοῦται δὲ διὰ τῆς ἑξάδος, διὰ τῆς τελειότητος. καὶ τοῦτο δὲ ἰστέον· ὁ πρὸ τούτου ψαλμόςφημὶ δὲ ὁ τριακοστόςτὴν ἀνθρωπίνην περιέχει γένεσιν· τριακοντούτης τις γὰρ γεγενημένος δύναται πάππος εἶναι καὶ μάμμη ἡ τελειοῦσα τριάκον?[τα] ἐτῶν γενομένη.
PG 39:1309ταῦτα καὶ οἱ παῖδες τῶν ἰατρῶν λέγουσιν· δεκατεσσάρων τις ἐτῶν γεγενημένος γόνι[μον δ]ύναται προϊέναι σπέρμα. ἐὰν οὖν τοῦτο καταβληθῇ εἰς τὸ ἐργαστήριον τῆς φύσεως, ἀποτελεῖται ζῷον [καὶ γ]εννᾶται τῷ πεντεκαιδε κάτῳ ἔτει. εἶτα αὐτὸ τοῦτο πάλιν δεκατεσσάρων ἐτῶν γεγενημένον δύναται [γόνιμο]ν εἶναι, καὶ εἰς τριακος τὸν ἔτος πάππος ἀποδείκνυται. ἡ τριγένεια δὲ μάλιστα ἐν τοῖς ὑπὸ γένεσιν [προτέ]ρ?α?ν ταύτην ἔχει τὴν τελείω σιν. αὕτη οὖν ἡ γένεσις ἀνθρωπικωτέρα οὖσα προϋπάρχει τῆς γενέσεω[ς τῆ]ς δε[υτ]έρας, ἥτις κατὰ τὸν ἀριθμὸν τὸν εἰρημένον κεῖται βεβαιότητα ἔχοντα διὰ τὸν εἰκοσιπέντε καὶ τελ?[ειότη]τ?α δ?[ιὰ τὸ]ν ἔξ. λοιπὸν ἴ δωμεν τὴν ἀρχὴν αὐτοῦ τοῦ ψαλμοῦ τ[ί] μυστήριον περιέχει. ὁ ψαλμὸς συ[νές]εως ἐ?π?ιγέγραπται, τῆς συνέσεως τοῦ Δαυίδ, ἵν’ ὁ νοῦς ὁ περιεχόμενος ἐν τοῖς στοιχείοις, ὡς ἐὰν λέγ[ῃς πε]ρ?ὶ ἰατρικῶν θεωρημάτων ὅτι· τῆς συνέσεως τοῦδέ ἐστιν τοῦ ἰατροῦ τὰ γεγραμμένα, κατὰ μὲν Πέτρο?[ν Γα]ληνοῦ, κατὰ δὲ ἄλλους Με νεμάχου. συνέσεως οὖν τοῦ Δαυίδ. ἡ σύνεσις δὲ τοῦ Δαυὶδ οὐκ ἀνθρωπικωτέρα [ἐς]τίν, ἀλλὰ θεία, ἥτις καὶ πρᾶ ξιν ἔχει συνεζευγμένην· λέγεται γάρ·
PG 39:1311σύνεσις δὲ ἀγαθὴ πᾶσιν τοῖς ποιοῦσιν [αὐτ]ήν. ἔστιν σύνεσις ἰσοδυναμοῦσα σοφίᾳ, ὡς ἐὰν λέγηται· πνεῦμα σοφίας καὶ συνέσεως. αὕτη ἡ σύνεσι[ς θεωρη]τική ἐστιν, περὶ τὰ μυς τήρια τῆς εὐσεβείας καὶ τὰ δόγματα τῆς ἀληθείας ἔχει. ἡ δὲ ἄλλη [ἡ πρακτι]κ?ή? ἐ?ς?τιν, ἡ ποιουμένη· σύνεσις γὰρ ἀγαθὴ πᾶσιν τοῖς ποιοῦσιν αὐτήν. ἔχει δὲ καὶ ἡ πρακτικὴ ἀρετὴ σύ?[νεσιν καὶ γν]ῶσιν· πόθεν γὰρ ἴσμεν εἰ πρακτικὰ ἢ ἠθικά εἰσιν, ἐὰν μὴ συνῶμεν αὐτά; καὶ ὁ Παῦλος γοῦν ὑπ?[οθήκας πρακ]τικὰς γράφων λέγει· δῴη σοι ὁ θεὸς σύνεσιν ἐν πᾶσιν. περὶ τῶν προσφορῶν ἔλεγεν, περ[ὶ τοῦ δεῖν τὸν δι]δ[ά]ς?καλον τρέ φεσθαι παρὰ τῶν παιδευομένων. καὶ ἐπεὶ ἐδόκει περὶ αὐτὸν εἶναι ἢ αὐτὸς ὁ διδάς[καλος τὸ δεῖν τὸν δι]δ?άσκαλον ἐπικουρεῖςθαι παρὰ τῶν μαθητῶν ἐπικεκρυμμένως αὐτὸ εἰρηκὼς λέγει· [δῴη σοι ὁ θ(εὸ)ς σύνεσιν ἐν πᾶσιν.] πολύτροπος οὖν ἐστιν ἡ σύνεσις, ὁμώνυμός ἐστιν ἡ λέξις, πολλὰ σημαινόμ[ενα ἔχει. ἐπεὶ δὲ περὶ κεκρυμ] μένων ἐνταῦθα λέγει, κεῖται τὸ κατὰ τὴν γνῶσιν, τὸ συγγενὲς τῇ σοφίᾳ[· μυστήρια γὰρ περιέχει ὁ ψαλ] μός. καὶ τοῦτο δὲ λεκτέον·
PG 39:1312ἀδύνατόν ἐστιν γραμματικοὺς λόγους νοῆσαι[, ἐὰν μή τις ἔχῃ γραμμάτων σύν] εσιν, καὶ οὐχ οἷόν τέ ἐστιν φιλοσόφους νοῆσαι λόγους, ἐὰν μὴ τοῦ εἰση[γουμένου θεωρήματος αὐτῶν] γνῶσιν τις ἔχῃ. οὕτω καὶ τὰ τοῦ θεοῦ ἀδύνατόν ἐστιν νοῆσαι χωρὶς θεϊκῆς ς?[υνέσεως.] [διὰ τί δὲ τῷ Δα(υὶ)δ μόνῳ] χαρίζεται ἢ λέγεται ἀπὸ τῆς τοῦ Δαυὶδ ἡ σύνεσις; σκόπει ὅτι τὰ ἰδιώματα [ ὁτὲ μὲν ἀπὸ τοῦ διδόντος ὁτὲ] δὲ ἀπὸ τοῦ λαμβάνοντος γνωριζόντων. αὐτίκα γοῦν καὶ τὸ ἅγιον [πν(εῦμ)α ἐν τῇ γραφῇ λέγεται ὁτὲ μὲν] Ἠλία ὁτὲ δὲ Ἰωάννου. ὡσαύτως καὶ τὸ εὐαγγέλιον ὁτὲ μὲν θεοῦ λέγεται ὡ[ς τοῦ θ(εο)ῦ διδόντος αὐτὸ καὶ συν] τάττοντος· ἀφωρισμένος γὰρ εἰς εὐαγγέλιον θεοῦ, ὁτὲ δὲ ἀπὸ τοῦ διακον[οῦντος αὐτό· κατὰ γὰ]ρ [τὸ εὐαγ] - γέλιόν μου, καὶ αὐτῶν τῶν εὐαγγελιζομένων ποτὲ λέγεται τῶν [εἰληφότων τὸ εὐαγγέ]λιο?[ν, ὁτὲ] δὲ καὶ ἀπολελυμένως· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ. [τὰ τοιαῦτα ὀνόματα] ὅ?ταν [μετὰ] καὶ ἄνευ προσθήκης τὸ αὐτὸ σημαίνουσιν, μετὰ θείας προσθήκης κ?[αὶ ἄνευ ταύτης ἐστίν, ὡς ἔλε]- γον, [ἁπλῶς] εὐαγγέλιον καὶ εὐαγγέ?[λιο]ν θεοῦ.
PG 39:1314ταὐτὸν οὖν ἐστιν εἰπεῖν ἁπλῶς εὐαγγέλιον καὶ εὐαγγέλιον θεοῦ. οὕτως οὖν σύνεσις ἀπὸ μὲν τοῦ δ?[ιδό]ντος θεοῦ ἔστιν, ἀπὸ δὲ τοῦ εἰληφότος προφήτου καὶ ἱεροψάλτου αὐτοῦ λέγετ?[α]ι ἡ σύν εσις εἶναι. 1 [μακάρι]οι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. διαφέρει ἁ μαρτία ἀνομίας. ἀνο[μία ἐστὶν] ἡ ἁμαρτητικὴ πρᾶξις τοῦ νόμον μὴ ἔχοντος· παράνομος γὰρ λέγεται ὁ παραβάτης νόμου. π[αρανομ]ίαι ἄνδρα ἀγρεύουσιν. καί· φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ. εἰ καὶ ἄλλῳ τρόπῳ ἡ? [ἁμ]αρτ[ία καὶ] ἡ? ἀνομία ταὐτόν ἐστιν· τοῦτο γὰρ Ἰωάννης ὁ θεῖος ἐν τῇ κατ’ αὐτὸν ἐπιστολῇ γράφει· πᾶς ὁ ποιῶν τὴν ἁ[μαρ]τίαν [καὶ τὴ]ν ἀνομίαν ποιεῖ, καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία. εἰ τοίνυν ἥμαρτεν, ἀνο μία ἐστίν πως· [ἀλ]λ?[ὰ δ]ύ?ο [αὐτὰ] λ?έγει. συνπλεκτικῷ γοῦν συνδέσμῳ δήσας ἔδειξεν ὅτι δύο εἰσίν. εἶτα· καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία. [οἷον γ]ένος ἐστὶν ἡ ἁμαρτία τῆς ἀνομίας· ἔλεγον γὰρ εἶδος εἶναι ἀνομίας, ὅταν ὁ πράττων κακῶς νόμον [οὐκ] ἔχῃ. λέγεται δὲ καὶ αὕτη ἁμαρτία καὶ ἡ τοῦ νόμου παράβασις ἢ παρακοὴ ἣν εἶπον παρανομίαν. ὡς ἐὰν λέγω·
PG 39:1316[π]ᾶς ὁ ἔχων ἵππον καὶ ζῷον ἔχει, γένος ἐστὶν τὸ ζῷον. οὐ πᾶς ὁ ἔχων ζῷον ἔχει ἵππον, ὁ δὲ ἵππον ἔχων ἔχει ζῷον. [ὁ] ἔχων [τὰ εἴδη] τὸ γένος [τὰ εἴδη] ἔχει. οὕτως οὖν καὶ ἐνταῦθα λέγει, ὡς τὴν αὐτὴν ἀνομίαν καὶ ἁμαρτίαν λέγει. κα[τ’ ἐπί]νοιαν δὲ ἔχει τὴν διαφοράν, ὅτι ἡ μὲν καθόλου, ἡ δὲ ἐν μέρει ἐστίν, ἡ μὲν γένος ἐστίν, ἡ δὲ εἶδος· [ἔλεγο]ν γάρ, ὅτι τὸ τῆς ἁμαρτίας ὄνομα καὶ κατὰ τῆς παρανομίας καὶ τῆς ἀνομί ας κεῖται. ἁμ?αρτ?[άνουσιν οὖν] ἑκάτεροι· ὅσοι γὰρ ἀνόμως ἥμαρτον. ἰδοὺ οὗτοι οἳ χωρὶς νόμου εἰσίν, ἁμαρτάν[ου]ς?ι?ν?. [καὶ ὅσοι ἐν] νόμῳ ἥμαρτον· οὗτοί εἰσιν οἱ σοφίαν ἔχοντες, οἱ παράβασιν νόμου ἔχοντες. ἀμφότεροι? [ἥμαρτον. ἄφεσις] δὲ ἀνομιῶν γίνεται, ὅταν ὁ θεῖος νόμος, ὁ πνευματικός, ὁ ἐπιστρέφων ψυ χὰς κρ[ατήσῃ τῶν ἀνομούντων. ] τότε ἀφί[ε]νται αἱ ἀνομίαι. [καὶ λέγω] οὕτω ἡ ἄφεσις τῶν ἁμαρτημάτων [μ]ὴ? [γ]ί?[νεται εὐθέως. ἀφίησιν] Ἰησοῦς ἐὰν λέγῃ ὅτι· ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἁμαρτίας ἀφιέναι. καί· τέκνον, [ἀφίενταί σου αἱ ἁμαρτίαι·] μὴ γὰρ τοῦτο λέγει ὅτι· ἰδ[οὺ] ἀφέθησάν σου αἱ ἁμαρτίαι. δύναμιν δέδωκεν [κ]αινοποι [οῦσαν.
PG 39:1318ἡ ἐνέργεια δὲ προσγε]ν?ομένη ἔφθειρεν τὴν κακίαν. μακαρίζονται οὖν ἐκεῖνοι ὧν αἱ ἁμαρτί [αι ἀφέθησαν. λοιπὸν ἐπανέχο]υ?σιν τῷ ἀμώμῳ νόμῳ τοῦ θεοῦ τῷ ἐπιστρέφοντι ψυχάς. ἄφεσις οὖν [ἁμαρτιῶν γίνεται ὅταν προς]έλθῃ θεῖος νόμος ὁ κατὰ τὸ εὐαγγέλιον· τοῦτο γάρ ἐστιν ὁ πνευματι [κὸς νόμος ᾧ ψυχαὶ ἐπιστρέφον]ται, ὡς εἶπον. καὶ αἱ κατὰ παράβασιν νόμου ἐπιγινόμεναι καὶ ἐπιδι [δόμεναι ἁμαρτίαι ἔχουσιν] ἐπίκρυψιν. αἱ μὲν ἁμαρτίαι ἐπικρύβονται. ἀδύνατον δὲ τοὺς ἅπαξ [βαπτισθέντας πάλιν τυχεῖν τοῦ] λουτροῦ. ἐπικρύβονται δὲ δι’ ἔργων μετανοίας. ἀλλὰ λέγεις ὅτι ἐπι [κεκρυμμέναι μὲν αἱ ἁμαρτί]αι ὑπὸ τὸ κάλυμμα σῴζονται. οὐχὶ ἀγάπη, φησίν, καλύπτει πλῆθος ἁμαρτιῶν; μὴ γὰρ καθάπαξ ἀ]φανίζει τὰ ἁμαρτήματα, ἀλλ’ ἑτέρῳ τρόπῳ· ὁ γὰρ ἀγαπῶν ἔργα ἀγάπης [ἐκπ]ον[εῖ· οὐ γάρ που δεικνύω]ν τις ἀγάπην πρὸς τὸν πλησίον καταλαλεῖ αὐτοῦ, λοιδορεῖ αὐτόν, ἀδικεῖ. [ὅτα]ν δὲ [τοῦτο ποιῇ, ἔχει οὗτο]ς μὴ ἀγάπην εἰς αὐτόν. ἐπικρύβεται ταῦτα πάντα οὐκέτι ἐνεργούμενα, [οὐχ ὅ]τ?ι πε[πρεμνισμένα εἰσὶν] κρυπτόμενα ὑπ’ αὐτῆς, ἀλλ’ ἡ ἀγάπη ἐπελθοῦσα ἔκρυψεν ἐκεῖνα, τουτέστιν ἀπέστησεν αὐτά, ἔξω αὐτὰ πεποίηκεν.
PG 39:1320εἰ δὲ δεῖ καὶ μικρολογήσασθαι, ἡ? [ἀγάπη] ἐπελθοῦσα παύει τὴν κατ’ ἐνέργειαν ἁμαρτίαν σῳζομένης λοιπὸν τῆς δυνάμεως. εἴ τις ἐπικρύ[βεται], ἡ ἐνέργεια· οἷον ὁ μετα νοή- [ς]ας λῃστὴς εἶχε κατ’ ἐνέργειαν ἁμαρτίαν· μετάνοιαν ἔσχεν· ὁ σωτὴρ ἄφε[σιν αὐτῷ] ἔδωκεν· αἱ ἐνέργειαι καθ’ [ἃ]ς ἐλῄστευεν, ἀπεβλήθησαν. μένουσιν δὲ αἱ δυνάμεις, ἐπικρύβο?ν?- τ?[α]ι [δέ. οὐ γὰρ πρ]οσεκτέον τοῖς λέγουσιν ὅτι στέρησίς ἐστιν ἡ κακία. εἰσίν τινες, καὶ αἵρεσίς γε ὅλη τῶν Στο[Δωνατ]ικῶν τοῦτο [λέγουσα ὅ]τι· ἀδύνατόν ἐστιν τὸν ἀποβαλόντα ἀρετὴν ἀναλαβεῖν. ὡς ἀδύνατόν ἐστιν τὸν αἴσθησιν ἀποβαλόν[τα ἀνα]- λαβεῖν, καὶ διὰ? τ?οῦ το στέρησις ἡ τυφλότης καὶ ἡ κωφότης, οὕτω καὶ περὶ τῆς ἀρετῆς διανοοῦντ[αι. ἡ]μῖν δέ, ὅσοι ἁπλούς - τεροι, μᾶλλον δὲ ἀμαθοφλύαροι, λέγουσιν ὅτι οὐκέτι ἔνι τοιοῦτο· λέγουσιν γ[ὰρ ὅτ]ι οὐκ ἔνι μετὰ ταῦτα μετάνοια, οὐκ ἔνι ἀναλαβεῖν ἀρετήν, ἀλλὰ εἰς τοὺς αἰῶνας τῶν αἰώνων μ[ένει ἡ κ]ακία καὶ φέρει κατάλλη λον κόλασιν. ἐπικρύβονται οὖν αἱ ἁμαρτίαι τούτῳ ᾧ εἶπον τρόπῳ· εἰς δύν[αμιν] ἔ?ρχονται· μακάριον γάρ ἐστιν τὸ δύναμιν ἔχειν κακίας. ἀσυνύπαρκτά ἐστιν τὰ ἐναντία.
PG 39:1321ὁ ἔχ[ων κατ’] ἐ?νέργειαν τὴν ἀρετήν, δύναμιν ἔχει κακίας, καὶ μακάριόν γέ ἐστιν τοῦτο. οὐ δεῖ οὖν δυνάμει ἔχειν τὴν [ἀρετήν, ἀ]λλ’ ἐνεργείᾳ. διὰ τοῦτο [κ]αὶ ἐξ ἀρχῆς ὁ θεὸς ποιήσας τὸν ἄνθρωπον κατ’ εἰκόνα καὶ ὁμοίωσιν τὴν ἑαυτ[ο]ῦ? κ?[αὶ εὐθῆ, διὸ] ὥσπερ ἐν προχρείᾳ ἦν τὸ ἀγαθόν, εὐθὺς καὶ νόμον δέδωκεν κωλυτικὸν ἁμαρτίας, ἵν’ ἡ ἁμαρτία ἀε?[ὶ ἐν δ]υνάμει μένῃ. 2 μακάριος ἀνήρ, ᾧ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν, οὐδὲ ἔστιν ἐν τῷ στόματι αὐτοῦ δόλος. ἔλαβεν αὐτὸ ὁ Παῦλος πε[ρὶ τῶν] ἐκ περιτομῆς καὶ πε ρὶ τῶν ἐθνῶν· ὁ [μακαρισμός], λέγει, οὗτος ἐπὶ τὴν περιτομὴν καὶ ἐπὶ τὴ[ν ἀκρο]βυστίαν. ἐπὶ νόμον ἔλαβεν ἐν ἐκείνῳ τῷ εἰργμῷ τοῦ ῥητοῦ τὸν ἀγαθόν, ἐπὶ τὸν ἀγαθὸν νόμον. ἄ[νομο]ί εἰσιν οἱ ἀπὸ τῶν ἐθνῶν· νόμον γὰρ μὴ ἔχοντες ἑαυτοῖς εἰσιν νόμος. ὡς δὲ προσεκλήθησαν τῷ ἀληθιν?[ῷ, [οὐ] τῷ] κατὰ τὴν κοινὴν ἔν νοιαν, οὐκέτι ἄνομοί εἰσιν. δύναται δὲ ὁ [μακαρισμὸς] ἀμφοτέρων εἶναι τῶ?[ν ἀ]νόμων, τῶν ἐθνῶν ἢ τῶν ἁμαρτίας ἐχόντων ἐπικρυβομένας, τῶν Ἰουδαίων. ἔσχον δὲ νόμον? [π]ρ?ό?[τ]ε[ροι ὥς]τε διαστολὴ τῆς περιτομῆς πρὸς τὴν ἀκροβυστίαν γίνεται.
PG 39:1323ὑπῆρχε δὲ τοῦτο πρὸ τοῦ εὐαγ[γελίου ὅτε τὸ] τ?ῶν ἀνθρώπων γένος εἰς δύο ἀνθρώπους διῄρητο, ε[ἰς] περίτομον καὶ ἀκρόβυστον. ὅτε δὲ ἐλθ?[εῖν εὐδόκησεν ὁ κ](ύριο)ς? ἡμῶν, ἀμφότερα τὰ τάγματα συνῆψεν τοὺς δύο εἰς ἕνα καινὸν ἄνθρωπον κτίσας. ὁ [καιν]ὸς οὔκ ἐςτιν ἐθνικός, ὁ και νὸς οὔκ ἐστιν ἐκ περιτομῆς, ἀλλ’ ε[ἷς] καινὸς ὥσπερ καὶ γέγονεν ἐν ἀρχῇ εἷ[ς ἄν]θρωπος· οὐ γὰρ ἦν διαφορ?ὰ περι τομῆς καὶ ἀκροβυστίας τότε. ὥσπερ οὖν ὁ ἐκ περιτομῆς καὶ ὁ Ἕλλην [εἰ]ς ἕνα καινὸν ἄνθρωπον κτ?ίζον - ται διὰ μετανοίας, διὰ τοῦ ἐπιγνῶναι τὴν προτέραν ἀναστροφήνἡ προτέρ[α δ]ὲ ἀναστροφὴ ἡ πρὸ τοῦ νόμου εὐαγγελική ἐστιν. ἄν ποτε γοῦν χλευάζωσιν Ἕλληνες λέγοντε[ς] ὅτι· ὀψέ ποτε ὁ Χριστιανις μὸς εἰς μέσον ἤχθη· ἡμεῖς δὲ πρότεροί ἐσμεν, δεικνύομεν ὅ[τι πρὸ] Μω?[ς]έως καὶ πρὸ τοῦ τὰ ἀγάλμα τα εἰς μέσον ἔλθῃ καὶ αἱ ποιήσεις τῶν εἰδώλων ἡ πολι[τεία τῶν] ἀνθρώπ[ων] τοιαύτη ἐστίν, οἵαν ἔχουσιν νῦν Χριστιανοὶ κατὰ πρακτικὴν καὶ διανοητικὴν ἀρετ?[ὴν διάγοντε]ς. εἰς ἐκεῖνον οὖν τὸν ἕνα ἄνθρωπον ἔκτισεν καὶ καινὸν αὐτὸν πεποίηκεν, κα[ινὸν οὐχ ἕτ]ε?ρον, ἀλλὰ καινὸν διαστελλό - μενον πρὸς παλ[αι]όν.
PG 39:1325ὅταν διαδοχὴ τῶν ἐν[τ]ο[λ]ῶν γένηται, παλαιὰ ἐκείνη γίνεται, ὡς πολλάκις εἰρήκαμεν ὅτ[ι ὁ ἐπελ]- θ?ὼν νόμος παλαιοῖ τὸν πρότερον. οὕτω γοῦν καὶ ἡ τῶν Ἰουδαίων ἡ κατὰ [τὴ]ν σκιὰν παλαιά ἐ[στιν, ἐπεὶ] διεδέχθη ἀπὸ τοῦ εὐαγγελίου. ἐπειδὴ δὲ ἀδιάδοχός ἐστιν ἡ τοῦ εὐαγγελίουκ[ἂ]ν ὁ οὐρανὸς οὖν [καὶ ἡ γῆ παρ]έ?λ?θ?ῃ?, μένουσιν οἱ Ἰησοῦ λόγοι, διὰ τοῦτο καινὴ διαθήκη λέγεται, ἐπειδὴ ἀδιάδοχό[ς] ἐστιν. διεδέχθη οὖν καὶ ὁ? [βίος ὁ τ]ῶν ἀνόμων καὶ ὁ τῶν ἁμαρτωλῶν· τῶν μὲν γὰρ ἀφ[έ]θησαν αἱ ἀνομίαι, τῶν δὲ ἐπεκαλύφθη[σαν αἱ ἁμ]αρτίαι, καὶ λοιπὸν ἄνθρωπος γέγονεν. οὐκέτι περὶ ἀνόμου λέγει ἢ ἁμαρτωλοῦ, καὶ λέγει· μακάριος ἀνήρ, ᾧ [οὐ μὴ λο]γίσεται κύριος ἁμαρτίαν. πρόσεχε ὅτι ἔλεγον· γένος ἐστὶν τῆς ἀνομίας ἡ ἁμαρτία. δύναται καὶ εἰς τὸν ὑπ[ογραμ]μὸν τῶν σῳζομένων ἀναφέρεσθαι, τὸν κυριακὸν λέγω ἄνθρωπον. μακάριός ἐστιν οὗτος· οὐ γὰρ [λογίζ]εται αὐτῷ ἁμαρτία· οὐ γὰρ ἔγνω αὐτὴν οὐδὲ ἐποίησεν. οὐδὲ ἔστιν ἐν τῷ στό ματι αὐτοῦ δόλος. ὁ [λαλῶν] ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ κατὰ τὸν ψαλμὸν τὸν τοῦτο λέγοντα·
PG 39:1327πορευόμενος ἄμωμος καὶ ἐργαζό[μενος δ]ικαιοσύνην, λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ, ὁ ἐν καρδίᾳ αὐτοῦ λαλῶν ἀλήθειαν οὐκ ἔχει δόλον ἐν τῷ [στόματι, ο]ὐ?κ ἔχει δεδολωμένον [λ]ό[γ]ον. εὖ δὲ καὶ τὸ φάναι· οὐδὲ ἔστιν ἐν τῷ στόματι αὐτοῦ δόλος. ἔνιο[ι οὐκ ἔχο]υσιν ἐν τῷ στόματι δόλον, ἐν τῇ καρδίᾳ δὲ ἔχουσιν· ἡ καρδία σου γάρ, λέ γεται πρός [τινα, ἐςτὶν] πλήρη[ς δ]όλου. καὶ πρὸς τὸν Ἐλύμαν τὸν μάγον ὁ ἀπόστολος εἶπεν· ὦ πλή ρης παντὸς δόλο[υ. μ]έγα οὖν ἐστιν [τ]ὸ μὴ ἔχειν ἐν τῷ στόματι δόλον, ὅταν ἡ καρδία μὴ ἔχῃ δόλον· ἐνχω ρεῖ γὰρ πανοῦργόν τ[ινα πά]ν?τα λαλεῖν τοιαῦτα ὡς δοκεῖν μὴ δόλον ἔχειν. καὶ λέγω· οὐδ[ένα] ἔχει δόλον ἐν στόματι ὡ?ς οἱ ς?ο?φ[ισταί· ο]ὐ τοὺς διδασκάλους τῶν ῥητόρων λέγω, ἀλλὰ τοὺς σοφιστικοὺς τοὺς ψ?[ευ]δ?[ο] μ?ένους τοῖς σοφ[ίσμασι]ν. σόφισμα ψεῦδός ἐςτιν· κἂν γάρ ποτε ἐξ ἀληθῶν λημμάτων ᾖ[ν] γινό?μ?ενον, [ἀ]λλὰ τὸ συνπέρασμα [ψεῦδός] ἐστιν. 3 ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου, ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέρ[αν]. ὑπ[ερβατ]ῶς τοῦτο κεῖται· ὅτι ἐσίγησα ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν, ἐπαλαιώθη τὰ ὀστᾶ μου.
PG 39:1329[ἐσφαλμένως δ]ὲ τέθειται τὸ ἐπαλαιώθη τὰ ὀστᾶ μου οὕτως· ὅτι ἐσίγησα ταῦτα, [τὸ] ἐπαλαιώ θη τὰ ὀς[τᾶ μου ἀπὸ τοῦ] κράζειν με ὅλην τὴν ἡμέραν. οὐκ ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν πεπαλαί[ωντα]ι τὰ [ὀστᾶ μ]ου, ἀλλ’ ὅτι ἐσίγησα ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν· πρὸ τούτου γὰρ εἶχον τὴν ἡμέραν ἣν ὁ ἥλ[ιος τ]ῆς δικαιοσύνης ποιεῖ. καὶ [ἐ]βόων δὲ τοῦτο μὲν εὐχόμενος, τοῦτο δὲ δοξολο γῶν τὸν θεὸν τὸν χαρι[ζό]μενόν μοι τὴν ἡμέραν. ἐπεὶ οὖν ἐσίγησα ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν, πεπαλαίωνται τὰ ὀστᾶ μου. εἴρηται δὲ ἡμῖν καὶ πρὸ τούτου ὅτι ὀστᾶ λέγε[ι] τὰς εὐτόνους δυνάμεις τῆς ψυχῆς καὶ τὰ δόγμ[α]τα τῆς εὐ[ς]εβείας. ὡς δὲ τὰ ὀστᾶ ταῦτα διακρατεῖ ὅλον τὸ σῶμαἐξ αὐ τῶν γὰρ καὶ τὰ φλέβι[α] καὶ [πά]ντα ἤρτηται. λέγεται οὖν· πάντα τὰ ὀστᾶ μου ἐροῦσιν Κύριε, τίς ὅμοιός σοι; οὐ ταῦτα τὰ ὀς[τ]ᾶ αἴσθ?[ησιν ἢ] νόησιν ἔχει. πριζόμενα γοῦν αὐτὰ οὐκ αἰσθάνονται. ἐπαλ[αι] ώθη οὖν τὰ ὀστᾶ μου. δ[ιεδ]έχθη. [ὅτε ἦν θ(ε)ῷ] ἡνωμένα, τότε ἔκραζον ὅλην τὴν ἡμέραν. ἐπειδὴ δὲ σιωπὴ τὴν κραυγὴν δι[εδέχθη, πεπα]λαίωνται τὰ ὀστᾶ μου.
PG 39:1331ἤδη δὲ εἶπον ὅτι τὰ ἀδιάδοχα [,13 εἶδεν πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων.] βληθέντος τοῖς κτήνεσιν τοῖς ἀνοήτοις. τούτους οὖν εἶδεν τοὺς υ[ἱοὺς τῶν ἀν(θρώπ)ων.] 14 [ἐξ ἑτοίμου κατοικη]- τηρίου αὐτοῦ. κατοικητήριον αὐτοῦ ὡσανεὶ ναὸς αὐτοῦ ἐστιν ἡ κατά[στασις !!!!! !!!!! !!!!! !!!!] τὸν θρόνον αὐτοῦ. ὁ θρόνος οὗτος ἕτοιμός ἐστιν καὶ κατοικητήριο?ν? [!!!!! !!!!! !!!!! !!!!! !!!!!] ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, καὶ ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. τὸ ετοιμ?ο?[!!!!! !!!!! !!!!! !!!!! !!!!!] περὶ αὐτοῦ ὡς βασιλέως. καὶ τοῦ θρόνου αὐτοῦ ἔννοιαν λαμβάν?ομ?[εν !!!!! !!!!! !!!!! !!!!! !!!!!] ἔρχεται, καὶ οὕτω ναὸν αὐτοῦ ἀκούοντες σὺν αὐτῷ ἕτοιμον αὐτὸν λ?α[μβάνομεν !!!!! !!!!! !!!!! !!] ὡσανεὶ κατάστασιν θεοῦ δηλοῖ?, μεγαλειότητα θεοῦ. ψυχὴν ἧς οὐκ ε[!!!!! !!!!! !!!!! !!!!! !!!!!] ἕτοιμόν ἐστιν αὐτοῦ τὸ κατοικητήριον. δύναται δὲ καὶ τοῦτο· ετ?[ο]ι?[!!!!! !!!!! !!!!! !!!!! !!!!!] ἐκ τῆς αὐτῆς μετουσίας ἕτοιμος γίνεται πρὸς τὸ χωρῆσαι θεοῦ παρουσίαν ![!!!!! !!!!! !!!!! !!!!! !!!] ἁγιότης κατὰ βραχὺ ἐνγίνεται τῷ ἔχοντι· ἄρχεται γὰρ ἐκεῖνος προκοπ[!!!!! !!!!! !!!!! !!!!!
PG 39:1332!!!] λάμβανε τὴν μετουσίαν. τὸ τοῦ θεοῦ κατοικητήριον ἕτοιμόν ἐςτιν ο?ὐκ [!!!!! !!!!! !!!!! !!!!! !!!!] κατὰ προκοπὴν ἐκ μικροῦ μέγας γίνεται συνμετρούμενον τῇ ὑ?π?- άρξ(ε)ι [!!!!! !!!!! !!!!! !!!!! !!!!] ἕτοιμόν ἐστιν. λέγεται δέ ποτε αὐτὸ τὸ καλὸν ἕτοιμον, ὡς ἐὰν λέγῃ· ἑτοίμ[η ἡ καρδία μου, ὁ θ(εό)ς· ὁ γὰρ ἡτοιμας]- μένην ἔχων τὴν καρδίαν, ναός ἐστιν θεοῦ, ἕτοιμον αὐτοῦ κατοικητήριόν [ἐστιν. καὶ ἔτι· εἰ ἀνηγγέλη σοι, ἄν(θρωπ)ε,] τί καλὸν καὶ τί τερπνὸν ἀλλ’ ἢ τοῦ ποιεῖν κρίμα καὶ ἀγαπᾶν ἔλεον καὶ ἕτ[οιμον εἶναι τοῦ πορεύεσθαι μετὰ κ(υρίο)υ θ(εο)ῦ] σου; καὶ ἔτι· τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχεν τὸ οὖς σου. 14 [ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοι]- κοῦντας τὴν γῆν. ἄλλοι εἰσὶν οἱ κατοικοῦντες τὴν γῆν παρὰ? [τοὺς υἱοὺς τῶν ἀν(θρώπ)ων· κατοικοῦσιν γὰρ] ἄνθρωποι οἱ μὴ τηρήσαντες τὸ κατ’ εἰκόνα μηδὲ τυγχάνοντ?ες? γ?ε?[!!!!! !!!!! !!!!! !!!!! !!!!! !!] γῆν. οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων τούτων οὐ κατοικοῦσιν, ἀλλὰ παροικ[οῦσιν !!!!! !!!!! !!!!! !!!!! !!] προνοεῖται· ἀνατέλλει γὰρ τὸν ἥλιον ὥσπερ ἐπὶ ἀγαθο[ύ]ς, οὕ?τ?[ω καὶ ἐπὶ πονηρούς !!!!! !!!!!
PG 39:1334!!] πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων ἐφορᾷ, καὶ τοὺς κατοικο?ῦ?ν?τ?α?ς? [!!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!!] ἄλογα ζῷα· δίδει γὰρ τροφὴν πάσῃ σαρκί. πάντας τοὺς ἐπὶ τ?ῆ?ς γ?[ῆς !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!! ] πτει εἰς παγίδα· οὐ γὰρ ἐκ παραλλήλου λέγομεν τοὺς υἱοὺς τῶ[ν ἀν(θρώπ)ων καὶ τοὺς κατοικοῦντας τὴν γῆν.] 15 ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν. διαστέλλετ?[αι ἐν τῇ γραφῇ τὸ ποιεῖν πρὸς τὸ πλάττειν·] τὸν κατ’ εἰκόνα γὰρ καὶ ὁμοίωσιν ἑαυτοῦ ὁ θεὸς ἐποίησεν ἄνθρωπον, ἔπ[λασεν δὲ τὸν ἐκ τοῦ χοῦ ἀπὸ τῆς γῆς ἄν(θρωπ)ον.] καὶ ὁ Ἰὼβ γοῦν ἀμφότερα ταῦτα λέγει· αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐ[ποίησάν με. εἰ κυρίως ταύτην τὴν] λέξιν λέγει, γίνεται ἂν ὁ ἔσω ἄ[ν](θρωπ)[ο]ς?, πλάττεται δὲ ὁ ἔξω. καὶ ὡς εἰρηκ[!!!!! !!! μνήσθητι ὅτι πηλόν με] ἔπλασας. τὸ τῆς πλάσεως ῥῆμα αντ!(!)φηρησιν σημαίνει· οἷον [!!!!! !!!!! !!!!! !!!!! !!!!! !] ὁ δὲ ποιῶν δύναται [δυνατε] καὶ θελής(ε)ι ᾗ γονεῖς εἰς ὕπαρξιν ἀγαγεῖν [!!!!! !!!!! !!!!! !! ἐν τοῖς ἔν]- προσθεν ἀναγνωσθεῖσιν ἐλέγομεν διαφέ?ρ[ειν τὸ] γενέσθαι τοῦ κ?[τισθῆναι !!!!! !!!!! !!!!! !!] ως τὸ πλάσαι οὐ πάντη αὐτό ἐστιν.
PG 39:1336ἄκουε γοῦν τί λέγ[ε]ι· οὐ λέγει καθ’ ἁ[πάσας πεπλάσθαι τὰς καρδίας] ὑπὸ θεοῦ, ἀλλὰ κατὰ μόνας. κατὰ μόνας ἐπλάσθησαν αἱ καρδίαι τ[!!!!! !!!!! !!!!! !!!!! !!!!!] καρδίαν πρὸς καρδίαν συντροχάσαι. διαφέρου[ς]ιν πάντως καὶ [!!!!! !!!!! !!!!! !!!!! !!!!!] [!!!!! !!!!! !!!!! !!!!! !!!! ἔ]χωσιν πολλοί, κατά τινα διαφορὰν ἔχουσιν αὐτά. τοῦτο γοῦν καὶ ἐν Παροι- [μίαις λέγει· ὥσπερ οὐχ ὅμοια πρό]σωπα προσώποις, οὕτως οὐδὲ αἱ καρδίαι τῶν ἀνθρώπων ὅμοιαι. δύσκο- [λον οὖν ἐστιν δύο ὅμοια πρόσωπα] εὑρεῖν. κἂν μυθεύηται τὸ τοῦ Πολυδεύκους καὶ Κάστορος, ἀλλὰ μέχρι μύθου [ἵσταται. λέγουσιν τὰ ἡμισφαίρια] σημαίνεσθαι διὰ τῶν δύο τούτων ὀνομάτων. διὸ λέγουσιν ἡμέραν παρ’ ἡ- [μέραν ἐν μέρει ζῆν αὐτούς· τὰ γὰρ ἡ]μισφαίρια οὕτως εἰσίν· ὅταν γένηται τὸ ἓν ἡμικύκλιον ὑπὸ τὴν γῆν, τὸ ἄλλο [ὑπὲρ τὴν γῆν γίνεται !!!!! !!!] διὰ τὸ τὰ ἡμικύκλια ἀπαράλλακτα εἶναι τῇ ὁμοιότητι. ἐὰν γοῦν τέμῃς κύκλον [ἐν μέσῳ, τὰ ἡμικύκλια ἀπαράλλα]κτά εἰσιν. ἐκεῖνο οὖν μεμυθεύσθω. δῶμεν δὲ ὅτι καὶ γέγοναν ἄνθρωποι τοιοῦτοι [!!!!! !!!!! !!!!! !!!!! !!!!!]ο?υσαν.
PG 39:1338δύσκολον οὖν ἐστιν συντροχάσαι πρόσωπον προσώπῳ ἐν ὁμοιότητι [!!!!! !!!!! !!!!! !!!!! !!]ε?ιν ἐπιγιγνώσκουσιν. ὥσπερ οὖν οὐχ ὅμοια πρόσωπα προσώποις, οὕτως οὐδὲ αἱ καρ- [δίαι τῶν ἀν(θρώπ)ων ὅμοιαι. ἀμέλε]ι γοῦν οὐδεὶς οἶδεν τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ. εἰ οὐδεὶς οἶδεν τὰ τοῦ ἀνθρώπου [εἰ μὴ τὸ πν(εῦμ)α τὸ ἐν αὐτῷ, τὰ τῶν ἀν](θρώπ)ων κατ’ ἰδίαν πέπλασται ἕκαστα. πλάσιν δὲ ἐνταῦθα τὴν ὡσανεὶ κρᾶσιν καὶ [!!!!! !!!!! !!!!! !!!!! !!! εἶ]πον γὰρ ὅτι οὐχ ὑποπίπτουσιν τῇ αἰσθητικωτέρᾳ πλάσει ὥσπερ πηλὸς κεραμι- [κός !!!!! !!!!! !!!!! !!! τὰς] καρδίας, οἶδεν πάντα τὰ ἔργα αὐτῶν· ἐπεὶ γὰρ κυρίως ἔργα τις οἶδεν, ἐὰν ἐκ τῆς [!!!!! !!!!! !!!!! !!!!! !!!!]εν? αὐτά. ἐλέγομεν καὶ ἄλλοτε ὅτι ὁ ἐπιστάνων μηχανικοῖς ποιήμασιν τὸν νοῦν [!!!!! !!!!! !!!!! !!! ! !!! δύ]νασαι κρῖναι εἰ καλῶς ἢ οὐ καλῶς ἔχει τὰ μέρη τοῦ ὡρολογίου. καὶ ἐπὶ εἰκόνος [!!!!! !!!!! !!!!! !! οὐ συντροχ]άζει οὖν καρδία πρὸς καρδίαν. διὸ μόνος αὐτὸς καρδιογνώστης πάντων [λέγεται κατὰ τὴν εὐχὴν τὴν ἀναπ]εμφθεῖσαν ὑπὸ τῶν ἀποστόλων, ὅτε ἐκλογὴν ἐποίουν οἱ μαθηταὶ δες [!!!!! !!!!! !!!!! !!!!!
PG 39:1340!! οὐ]δ?εὶς ἄλλος δύναται τὴν καρδίαν τοῦ ἀνθρώπου φωρᾶσαι. διὸ οὐ δύναται διαστ(ε)ῖ- [λαι καρδίαν ἀπὸ καρδίας. καὶ] ὁ Ἰὼβ λέγει· ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων. εἰ καὶ ἄλλος παρίστατο [!!!!! !!!!! !!!!! !!!!! !!!!! !!] τοῦ θεοῦ τοῦτο. κατὰ μόνας πλάττει τὰς καρδίας. ἑκάστη καρδία [!!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!! τ]ὸ τῆς πλάσεως ὄνομα οὐ δημιουργίαν τῆς καρδίας σημαί- [νει !!!!! !!!!! !!!!! !!!!! !!!!! !!] καὶ γὰρ οἱ πρεσβύτεροι οἱ ἀποδεχόμενοι αὐτῆς τὴν ἀριστείαν ἣν ἐπε [!!!!! !!!!! !!!!! !!!!! !!!!! !! εἰρ]ή?κασιν· ἀγαθὸν τὸ πλάσμα τῆς καρδίας σου. οὐ τὴν οὐσίαν τῆς [καρδίας ἀγαθὴν λέγουσιν, ἀλλὰ τὴν πλά]σιν, καθ’ ἣν ἐστρατήγησεν τεχ?νικῶς. πρὸς καλοῦ, φησίν, γέγονεν [!!!!! !!!!! !!!!! !!!!! !!!] [δυν]ατὸν δὲ κατὰ δεύτερον λόγον εἰπεῖν ὅτι τὸ πλάσμα τῆς καρδίας [τότε ἀγαθόν ἐστιν, ὅταν βδελυχ]θῇ κακίαν ἢ ἄγνοιαν, ὅταν οὕτω ὡς ἐν ἀ?[ρ]χῇ γέγονεν, φυλαχθῇ. ὁ κατ’ εἰκόνα [καὶ ὁμοίωσιν θ(εο)ῦ γενόμενος ἄν(θρωπ)ος] οὐκ εἴρηται πεπλάσθαι, ἀλλὰ πεπ?ο?ιῆσθαι. ὁ δὲ ἐκ τοῦ πηλοῦ καὶ τῆς ὕλης [γενόμενος ἄν(θρωπ)ος λέγεται πλάς]μα θεοῦ εἶναι·
PG 39:1341μνήσθητι ὅτι πηλόν με ἔπλασας. καὶ ἐπὶ ἀμφοτέρων τῶν [δραστηρίων δυνάμεων τοῦ θ(εο)ῦ ε]ἴρηται· αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με. τὸ διατυπῶσαι τὴν καρ- [δίαν !!!!! !!!!! !!!!! !!!!!]ς πλάσις καρδίας ἐστίν?, οὐ τὸ ὑποστῆσαι αὐτήν. ἵνα δὲ γνῷς· ἡ πρώτη [ποίησις τῶν καρδιῶν ἡμῶν οὐ]κ? εἶχεν διαφορ[ά]ν· ὅθεν οὐκ ἐλέγετο τότε ὅτι κατὰ μόνας ἑκάστη καρ- [δία ἐπλάσθη. οὐδεμία ἦν διαφο]ρὰ τῶν ἄλλων. ὧδε τοῦτο λέγεται μετὰ τὴν ὑπόβασιν. ἐπερ( )· τὸ καρδία μία καὶ ψυχὴ μία τῶν μαθητῶν; - κατὰ τοῦτο τῶν πιστευόντων κατὰ τὸ ὁμοφρονεῖν· [μὴ γὰρ λαμβάνο]μεν τὸ [ὅ]λαι ἐξ ὅλων. ἐπερ( )· ὥστε ἐκλείψει ποτὲ τὸ τῆς πλάσεως; τῆς κατὰ μόνας, ἐπεὶ καὶ ἀρχὴν ἔ?[λαβεν αὕτη ἐξ ἡ]μ?ῶν. καὶ τὴν ἀρχὴν ἔλαβεν ἐξ ἡμῶν καὶ πέρατος τεύξεται, ὅταν γένηται, ὥσπερ ὁ πατὴρ καὶ ὁ [υ(ἱὸ)ς ἕν εἰσιν, οὕτω π]άντα τὰ λογι[κ]ά. ἐν αὐτῷ εἶναι θέλω, ἵν’ ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, πάτερ, οὕτω ἓν ἡμ[εῖς ὦμεν πάντες]. ἐπερ( )· διαφέρει ποίη μα κτίσματος; διαφέρει. οὐσίωσιν τὴν ἐκ τοῦ μὴ ὄντος σημαίνει τὸ? [ποιεῖν, οὐ διατύπ]ωσιν δέ· τινὰ δὲ καὶ διακόσμησιν τοῦ γενομένου τὸ τῆς κτίσεως ὄνομα δηλοῖ.
PG 39:1343τὸ τ[ῆς κτίσεως ὄνο]μα φθάνει καὶ ἐπὶ ἀψύχων· ποιῶν εἰρήνην καὶ κτίζων κακά. καὶ κατὰ τὸ πρό[χειρον μὲν τοῦτο] λέγομεν· προνοη τὴς τῶν πάντων τυγχάνων καὶ τὴν εἰρήνην αὐτοῖς δίδωσιν καὶ κτίζ?[ει τὰ κακά]. καὶ ἄλλῃ διανοίᾳ ἐσαφηνίσθη ἡμῖν ἡ λέξις οὕτως· κτίζει κακὰ ὡς τὴν ἀκάθαρτον κ[τίσιν, ἵ]ν?α μηκέτι ᾖ[ν] ἀκά θαρτος, κτίζει, ἵνα καθαρὰ γένηται, καὶ κτίζει τοὺς δύο εἰς ἕνα καινὸν ἄν?θρωπ[ον ἐν αὐτ]ῷ?. κτίζει τὰ κακά, ἵνα μηκέτι ὦσιν κακά· οἷον τοὺς κακοὺς ἀνθρώπους κτίζει, ἵνα μηκέτι ὦσιν κακ[οί. ἐπερ( )· τὴ]ν ποιότητα; τὴν ὡσαν εὶ ποιότητα· αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν [Χριστῷ Ἰησοῦ ἐπὶ] ἔργοις ἀγαθοῖς. ἐ?[πὶ τοῦ ποιή]μ?ατος οὐκ εἴρηκεν τὸ ἐπὶ ἔργοις ἀγαθοῖς, ἀλλὰ ἐπὶ τῷ εἶναι. κτίζονται δὲ ἐπὶ ἔργοις ἀγαθ[οῖς, ἵνα ἀγαθ]ὰ ἔργα ποιῶσιν. ἐπερ( )· ἵνα ἡ πλάσις ἀπὸ τῆς ποιότητος ᾖ; οὕτως ὡς εἶδός ἐστιν· καρδίας γὰ[ρ ἡ οὐσία ἐπλ]ά?σθη. ἡ δὲ καρδία νοῦς ἐστιν. τὸ δὲ τῆς κτίσεως ὄνομα παρατείνει καὶ ἐπὶ τῶν αἰσθητῶν· κ[αὶ κτίσασα τὸν κόσμ]ον ἐξ ἀμόρφου ὕλης. ἐπερ( )· ἐπὶ τῶν λογικῶν ἐκ παραλλήλου; ναί, ἐπὶ τῶν λογικῶν καθ[όλου.
PG 39:1345εὑρίσκετα]ι παρατεῖνον καὶ ἐπὶ τῶν ἀλόγων ψυχῶν. 15 ὁ συνιεὶς πάντα τὰ ἔρ[γα α]ὐτῶν. [τὰ ἔργα συνίει, ἐπεὶ] τὴν καρδίαν ἐπ[ί]στα ται, αἱ ἀρχαὶ δὲ τῶν γινομένων ἔργων ἀπὸ τῆς αἰσθήσεω[ς] λαμβάν[ονται. παρ’ ἡμῖν] πολλοὶ δεξιοῦνται ἐκ τῶν ἐνόντων ἀνθρώπους, καὶ οἱ μὲν μιμηταὶ τοῦ θεοῦ γιν[ό]μεν[οι οὐ δι’ ἄλλο ἢ ὅτι ἀγα]θόν ἐστιν διδόναι μᾶλλον ἢ λαμβάνειν· ὁμοιοῖ γὰρ τῷ θεῷ τὸ διδόναι, τὸ λαμβ[άνειν δὲ οὔ· ἕκαστος γὰρ τ]ῶν λαμβανόντων ἐστὶν δεκτικός τινος. παρεκτικὸς δέ ἐστιν, καὶ τουτές[τ]ιν τ?[ὸ λέγεσθαι ἀγαθὸν εἶ]ν?αι τὸ διδόναι μᾶλλον ἢ λαμβάνειν. πάλιν· μακάριοι οἱ ἐλεήμονες ὅτι αὐτοὶ ἐλεηθή[σονται. ἔστιν προκ]οπή τις ἐλάττω· ἵν’ ἐλεηθῇ γάρ, ἐλεᾷ. ἄλλος διὰ συνπάθειαν ἐλεᾷ εὐλαβούμενος μὴ το[ῖς τοιούτοις περιπ]έσῃ ἄνθρωπος ὤν. οὕτω γοῦν καὶ τοὺς ἐν δεσμωτηρίοις τρέφ[ου]σιν Χριστιανοὶ κατὰ συνπ[άθειαν. ἄλλοι] πάλιν ἑωρακότες ἐνίοτε βεβλημένον νόσῳ οἰκτίρουσιν διὰ τὸ κεκακῶσθαι ἐκεῖνο[ν. καὶ πάλιν] ἄλλοι καὶ ἐπὶ θήρᾳ δόξης τοῦτο ποιοῦσιν, ἵνα δοξασθῶσιν. ἕκαστον δὲ τούτων οὐκ ὂν τέλειον δ?[έχεται τὸ μᾶ]λλον καὶ τὸ ἧττον·
PG 39:1347τὸ τέλειον γάρ ἐστιν μόνον τὸ μὴ ἐπιδεχ[ό]- μενον τὸ μᾶλλον καὶ τὸ ἧττον, [τὸ δεξιὸν καὶ] ς?καιόν. ἕκαςτον δὲ τούτων ἄπειρον ἔχει διαφοράν. οὐ μόνον δὲ κατὰ τὴν ἐπίτασιν τὸ [μᾶλλον κ]αὶ τὸ ἧττον, ἀλλὰ καὶ κατὰ τὸν χρόνον λαμβάνεται. ἡ ἀπειρία οὖν αὕτη μόνη θεῷ [καταλαμβ]άνεται. μόνος αὐτὸς τοῦτο ἐπίσταται. διὰ τοῦτο ἑκάστου τὴν καρδίαν οἶδεν. καὶ δύσκολόν ἐς[τιν εὑρεῖν] τάχα ἀπαράλλα κτον καρδίαν πρὸς ἄλλην καρδίαν. ἡμεῖς οὖν ταῦτα, ἃ εἰρήκαμεν, ἐ[πιτελοῦμ]ε?ν? κατὰ κενοδοξίαν, κατὰ συνπάθειαν. ἄλ[λο δὲ τὸ δεξιοῦ]σθαι ἁγίους. οὐ λέγεται οὖν ἐλεημοσύνη ἐπὶ τῶν ἁγίων· ταῖς γὰρ χρείαις τῶν ἁγίων κοινων[οῦντες. ὕπαρξ]ιν λαμβάνειν δεῖ μᾶλλον ὁ διδοὺς ἁγίῳ ἤπερ δίδει. 16 οὐ σῴζεται βασιλεὺς διὰ πολλὴ[ν δύναμιν]. καὶ ἐπὶ τοῦ ῥητοῦ ἀληθές ἐστιν τοῦτο. πολλοὶ μεγάλην ἔχοντες δύναμιν καὶ χεῖ[ρα στρατιωτῶ]ν πολλὴν ἑάλωσαν, καὶ οὐ πάντως τὸ πλῆθος τῶν στρατιωτῶν σῴζει τὸν βασιλέ[α. ὁ Φαραὼθ μετ]ὰ πολλῆς δυνάμεως ἐξῆλθεν διώκειν τοὺς Ἑβραίους, καὶ οὐκ ἐσώθη δι ὰ τὴν πολλὴν δύν[αμιν αὐτοῦ· τὰ] γὰρ ἅρματα Φαραὼθ καὶ τὴν δύναμιν αὐτοῦ ἔριψεν εἰς θάλασσαν.
PG 39:1349εὑρίσκομεν δὲ κ[αὶ ἐν ταῖς ἄλ]λαις ἱστορίαις τῶν γραφῶν ὀλίγους πολλάκις περιγενομένους πολ λῶν. καὶ καθόλ[ου προφη]- τείας τρόπῳ εἴρηται τοῖς Ἑβραίοις· εἷς ἐξ ὑμῶν διώξεται χιλίους καὶ δύο με τακινήσουσιν μυρι[άδας, καὶ δ]ιὰ φωνὴν πέντε φεύξονται πολλ[ο]ί. σῴζεται οὖν καὶ τὸ τῆς ἱστορίας. καὶ ἡ ἀναγωγὴ δὲ ἀκο[λουθίαν] ἔχει πολλήν· πολλοὶ δοκοῦντε[ς] παρασκευὴν ἔχειν λόγων καὶ δύναμιν συνκεκροτημένην [σφάλλο]ν?ται, ὑπ’ αὐτῆς τῆς ἀληθείας ἐλέγχονται, καὶ κατὰ τοῦτο λέγομεν ὅτι· κἄν τις αὐχῇ βασιλέιαν διὰ [ἄλλην παρ]ασκευήν, διὰ ἄλλην δεινότητα, διὰ προισταμένων, οὐ σῴζεται πάντως ἐν τῇ πολλῇ ταύτῃ [δυνάμει. δυν]ατὸν δὲ καὶ οὕτως λαβεῖν· ἐπεί εἰσίν τινες κατὰ ἀλληγορίαν βασιλεῖς, ὡς ἦσαν Κορίνθ[ιοι, περὶ ὧν λέγ]ε?[ι] ὅτι ἐβασίλευονκαὶ ὁ Ἀβραὰμ δὲ βασιλεὺς παρὰ θεοῦ ἦν, ὁ δοὺς ἑαυτῷ ἐκ τῆς ἑαυτοῦ δυνάμεω[ς τὸ τοιούτω]ς βασιλεύει?ν καὶ μὴ ἐκδεξάμενος τὸν ἐλεῶντα θεόν, οὐ σῴζεται ἐν τῇ ἑαυτοῦ δυνάμει· [ὥσπερ οὐδὲ ἡ] φρουρουμένη πόλις ἄνευ θεοῦ συνεργείας ἀβλαβὴς μένει οὐδὲ ὁ οἶκος ὁ οἰκοδομούμενος [μὴ συνλαμ]βανομέν?[ο]υ τοῦ ἀρχιτέκτονος τῶν ὅλων εἰς πέρας ἔρχεται.
PG 39:135116 καὶ γίγας οὐ σωθ[ήσεται ἐν πλή]θει ἰσχύος α[ὐ]τοῦ. ἔχει καὶ τοῦτο ἱστορίαν· μέγας γίγας ἦν ὁ Γολιὰτ καὶ πλῆθος ἰσχύος εἶχεν [καὶ ἐπίστευσεν ο]ὐκ ἐπ’ ἄλλῳ τινὶ ἢ ἐπὶ παντευχίᾳ καὶ τῇ ἑαυτοῦ ἰσχύϊ καὶ με γέθει. ἦν δὲ καὶ ὑπε?ρ?[ήφανος· διὸ καὶ οὐ]κ? ἐσώθη· ὁ γὰρ ὀνόματι κυρίου ὁπλισάμενος εἷλεν αὐτὸν καὶ κατέβα λεν. καὶ πολλού[ς γε εὑρίσκομεν] ἐν ταῖς γραφαῖς μεγάλους καθαιρεθέντας, ἐπεὶ ἐφ’ ἑαυτοῖς μέγα ἐβάλοντο. ὁ [Ἀμαλὴχ παρε]σκευασμένος ἦν εἰς πόλεμον καὶ ἐδόκει ἰσχυρότερος εἶναι τοῦ Ἰσραήλ· οὐ πάνυ γὰ[ρ ὁ Ἰσραὴλ] παρεσκεύαστο πρὸς τὰ πολεμικά, καὶ ὅμως ἐπαίροντος Μωϋσέ ως τὰς χεῖρας κα[τεπονεῖτο] καὶ ἐταπεινοῦτο ὁ Ἀμαλήχ, καὶ ἡ ἔπαρσις τῶν χειρῶν περιεγίνε το αὐτοῦ, καὶ οὐκ ἐ[σώθη διὰ] τὴν ἑαυτοῦ ἰσχύν. λέγομεν πάλιν· ἐάν τις θεομάχος ἔχων ὑψώματα ἐπαιρόμενα κα[τὰ τῆς γνώ]σεως τοῦ θεοῦ βάλληται ἐπὶ τῇ ἰσχύϊ ᾗ ἔσχεν καὶ βρενθύηται, οὐ πάντως σῴζεται. ἐνίοτ[ε ὁ θεόσοφ]ος συνλογίζεται αὐτὸν καὶ καταβάλλει αὐτὸν ἀφ’ οὗ ἔχει φρυάγματος. 17 ψευδὴς ἵππ[ος εἰς σωτ]ηρίαν. πολλοὶ πάλιν ἐπὶ ἵππῳ μέγα φρονοῦσιν, ἀλλ’ ὁ θεὸς λόγος δείκνυσιν ὅτι κ[αὶ ἵππων τ]ὸ φρύαγμα εὐκατάλυτόν ἐστιν·
PG 39:1352οὗτοι γὰρ ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἱππάσιν, ἡμεῖς δὲ ἐν ὀνόμα[τι κ(υρίο)υ θ(εο)ῦ ἡ]μῶν μεγαλυνθησόμεθα. ἴδε, ψευδὴς ἵππος εἰς σωτηρίαν. πολλοῖς ἐπηγ γέλλετο Φαραὼ[θ ἵπποις ἑλεῖ]ν τοὺς Ἑβραίους. ἐκεῖνοι δὲ οὐδὲ ἕνα ἵππον εἶχον, καὶ ψευδὴς ἡ σωτηρία αὐτῶν γέγονεν, διήμαρτεν, ἀπέτυχεν. ἔνι δὲ καὶ ἐν Παροιμίαις· ἵππος ἑτοι[μάζ]ε[ται] ε[ἰς ἡ]μέραν πολέμου, παρὰ δὲ κυρίου ἡ σωτηρία. ὁρᾷς ὅτι ψευδής ἐστιν εἰς σωτηρίαν, ἐὰν μὴ παρὰ κυρίο[υ αὕτη ὑπαρχ]θῇ. ἔστω καὶ κατὰ ῥητόν. πρὸς δὲ διάνοιαν· λέγεται πολλάκις τὸ σῶμα ἵππος τῆς ψυχῆς, [καὶ τούτου δὲ ἐπι]βάτης ἢ ἀνα[βά]της ἡ ψυχή· πατάξω, φησίν, πάντα ἵππον ἐν ἐκστάσει καὶ τὸν ἐπιβάτην [αὐτοῦ ἐν παραφρονή]σει. ὅταν τις οὖν φερόμενος ἐπὶ τοῦ σώματος ἡδυπαθῶν, ἐπιθυμίας αὐτοῦ ἐκτελῶν π[αραφρόνησιν λάβῃ, τ]ότε γίνεται σω τηρία. πατάσσεται [ὑπὸ τοῦ θεοῦ] ὁ ἵππος ἐν ἐκστάσει, ἔξω ἑαυτοῦ γίνεται· λ[οιπὸν γὰρ ὑπωπια]ζ?ομένου αὐτοῦ καὶ δουλαγωγουμένου οὐκέτι κατὰ τὰς ἰδίας ὁρμὰς χωρεῖ, ἀλλ’ ἐξίσταται τούτων. [[διῆγεν δὲ ὁ Βαρ]τησάνης ἐν τοῖς ἔνπροσθεν χρόνοις, ἐν ταῖς ἡμέραις Ἀντωνί[ν]ου τοῦ βασιλέως Ῥωμαίων.
PG 39:1354οὗτ[ος δὲ κατ’ ἀρχ]ὴ?ν τῆς σχολῆς ἦν Οὐαλεντίνου, μετέστη εἰς τὴν ἐκκλησίαν, γέγονεν πρεσβύτερος.] 17 ἐ[ν δὲ πλήθ]ει δυνάμεως αὐτοῦ οὐ σωθήσεται. ἤτοι ὁ χρώμενος τοῖς ἵπποις ἢ ἡ δύναμις τῶν πολλῶν [ἵππω]ν?· ἑ?κατέρως γὰρ ἀλη θές ἐστιν τὸ· ψευδὴς ἵππος εἰς σωτηρίαν, κἂν πολὺς ᾖ[ν]· οὐκ ἐπὶ ἑνὸς ἵππου [γὰρ μόν]ο?ν. πολλάκις ὅλον τὸ ἱππικὸν ἵππο[ς]. ἤτοι οὖν τοῦ ἱππέως τοῦ χρωμένου τοῖς ἱππεῖσιν τὸ πλῆ[θος τῆς δυν]άμεως οὐ σῴζει αὐτὸν ἢ τῶν ἵππων τὸ πλῆθος καὶ ἡ δύναμις. 18 ἰδοὺ οἱ ὀφθαλμοὶ κυρίου [ἐπὶ τοὺς φοβο]υμένους αὐτόν. ἴσον ἐστὶν τό· ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους. καὶ τοῦτο πάλιν ἐν δωδεκάτῳ [ψαλμῷ λέγει ὅτι· ἐπί]βλεψον, εἰσάκου σόν μου, κύριε ὁ θεός μου. οἱ ὀφθαλμοὶ οὖν τοῦ κυρίου ἐπὶ τοὺς φοβουμένους οὐ κ?[αθάπαξ, ἀλλ’ αὐτό]ν· ἔςτιν γὰρ καὶ παθητικὸς φόβος, ὃν ἡ τελεία ἀγάπη ἔξω βάλλει ἀπὸ τῶν ἐχόντ[ων τὸν φόβον θ(εο)ῦ]. ἔστιν φοβεῖσθαι καὶ φοβεῖσθαι τὸν θεόν· ὁ [φ]ό[β]ος γὰρ ὁ πρὸς τὸν θεὸν οὐ παθητικός ἐστιν, ἀλλὰ [τὴν πάντων ὑπ]εροχὴν σημαίνει. οὕτω γοῦν λέγει· φόβος κυρίου πάντα ὑπερέβαλεν, καί· οὐκ ἔςτιν ὑστέρ[ημα τ?οῖς φοβο]υμένοις αὐτόν.
PG 39:1356ἄξιοι τοῦ ἐφορᾶσθαί εἰσιν ὑπὸ θεοῦ δίκαιοι ὄντες. 18 τοὺς ἐλπίζ[οντας ἐπὶ τὸ ἔλεος αὐ]τοῦ. θεώρει· οἱ φοβούμενοι τὸν θεὸν ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτ[οῦ]· ποιήσαντ[ες γὰρ πάντα τὰ παρ’ αὐτ]ῶν ἐκδέχονται παρ’ αὐτοῦ ἐλεηθῆναι, ὡς ἐλέγετο μικρῷ πρότερον· οὐ τοῦ θέλον[τος οὐδὲ τοῦ τρ]έχοντος, ἀλλὰ τοῦ ἐλε ῶντος θεοῦ. καὶ οὐδεὶς δύναται ἀκαθαίρετον ἑαυτοῦ τὴν πόλιν ἢ [τὴν τοῦ σώματο]ς? ἢ τὴν τῆς ψυχῆς φυλάξαι, ἐὰν [μὴ] θεὸς συνφρουρῇ. τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ· φοβουμέ?[νους αὐτὸν ἐλε]ᾷ?. 19 ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν. διὰ τοῦτο οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτὸν [καὶ τοὺς ἐλπ]ίζοντ[α]ς ἐπὶ τὸ ἔλε ος αὐτοῦ, ἵνα ῥύσηται ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν. θάνατον ἐνταῦθ[α οὐ τὸν κοι]νὸν ἐκλαμβάνο μεν ὃν ἀποθνῄσκουσιν εὐσεβεῖς καὶ ἀσεβεῖς καὶ δίκαιοι καὶ ἄδικοι, ἀλλὰ θ[άνατος ψυχ]ῆς ἐστιν ὁ κατα σπῶν τὴν ψυχὴν ἀπὸ τῆς μακαρίας ζωῆς. ἀπὸ τούτου τοῦ θανάτου τρε[πόμεθα ἀπέχε]σθαι, περὶ τούτου λέγεται· ψυχὴ ἡ ἁμαρτάνουσα αὕτη ἀποθανεῖται. καὶ ἔτι· ἡ ἁμαρτία ἀπο[τελεσθεῖς]α ἀποκύει θά νατον.
PG 39:1358καὶ ἐπεὶ ἁμαρτίαις ἕπεται ὁ θάνατος οὗτος, [ὁ] ἄφεσιν ἁμαρτιῶν [διδοὺς θ(εὸ)ς] ῥ?ύσεται ἐκ τοῦ ἀκολουθοῦντος θανάτου τοὺς προκατεσχημένους. 19 καὶ διαθρέ[ψαι αὐτοὺς] ἐν λιμῷ. τοὺς φοβουμέν?[ο]υ?ς αὐτὸ[ν καὶ ἐλ]π?ίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ. ὥσπερ ἐκ θανάτου ῥύεται τὰς ψυχάς, οὕτω καὶ διατρέφει αὐτοὺ[ς ἐν λιμ]ῷ?. γέγονεν γοῦν καὶ ἐπὶ ἱστορίας πολλάκις τὸ τοιοῦτο. τὸν Ἑβραίων οὖν λαὸν ἐπὶ πολυχρόνι[ον πορείαν δι]έθρεψεν ἐν τῇ ἐρήμῳ ὀρέγων τὸ μάννα καθ’ ἡμέραν αὐτὸ παρέχων. καὶ ἐπὶ τῶν κ?[αθέκαστα τοῦτο] ε[ὑ]ρήσεις· οἷον ὁ Ἠλίας ἐτράφη ὑπὸ τῆς χήρας καὶ ὑπὸ τοῦ δειχθέντος αὐτῷ ἀγγέλου [διὰ τοῦ ἄρτου καὶ το]ῦ κανψάκου τοῦ ὕδατος. καὶ ἔτι τῆς Ἰεζάβελ διωκούσης τὸν Ἠλίαν καὶ πάντας τ?[οὺς προφήτας κ(υρίο)υ], Ἀβδιοὺ δὲ [τ] ὁ [υ] ἀρχιστράτηγος τοῦ βασιλέως τοῦ Ἀχαὰ ἀνὰ πεντήκοντα ἄνδρας ἐν δύο σπηλα[ίοις διέτρεφε]ν? θεοῦ εἰς τοῦτο αὐτὸν παρασκευάσαντος. ἀμέλει γοῦν τοῦτο πρὸς τὸν Ἠλίαν εἶπεν ὅτε ἐν?[έτυχεν αὐτῷ]· καὶ ὁ δοῦλός σου φοβούμενος τὸν κύριον. ὁ δὲ φοβούμενος τὸν κύριον διὰ τὸν κύριον ἔθρεψεν ἐκ[είνους].
PG 39:1360[!!!!] εἰ ἔχει οὖν ἀναγωγάςταῦτα ἄλλα κατὰ τὴν ἱστορίαν γεγένηται, πάλιν τοὺς φοβουμένους τὸ[ν φόβον αὐτο]ῦ καὶ ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ διατρέφει παρέχων αὐτοῖς τὸν ἄρτον τῆς ζωῆς, τὸν οὐραν?[όθεν κα]τ?αβαίνοντα, τὰς σάρκας αὐτοῦ τυγχανούσας βρῶσις ἀληθινή. σωτὴρ πάν των ὑπάρχων κ?[ρατεῖ αὐτού]ς?. [ο]ὐ καθ’ ἓν σημαινόμενον τοῦτο ποιεῖ, ἀλλὰ πρὸς τὰ ὑποκείμενα· σῴζει ἐν πολέμοις ἔξω πολεμί[ων καθιστὰς] καὶ οὐκ ἐπιτρέπων αἰχμαλωσίᾳ ὑποπεσεῖν, σῴζει τοὺς κακῶς ἔχοντας, σῴζει καὶ ὡς κυβ[ερνήτης ὅταν] χειμαζώμεθα ἐν τῷ πελάγει τῆς θαλάττης τοῦ βίου. ἐπερ( )· δίδωσιν ἑκάστῳ ἔχειν πηγήν; [ἐν ᾧ ἐστιν πηγὴ εἰς ζω]ὴν αἰώνιον, οὗτος ἐν ἀνύδρῳ γενόμενος διατρέφεται. καί· διάνοι ξον τοὺς ὀφθ[αλμούς σου καὶ] ἐνπλήσθητι ἄρτων. ὁ διανοίξας τὰ ὄμματα τῆς ψυχῆς καὶ πληρωθεὶς [θ]είων λόγων ἄ[ρτων τρόπῳ μας]ω?μένων οὐ λιμοκτονεῖται· οὐ λιμοκτονήσει γὰρ κύριος ψυχὴν δικαίου. ὅστις ἐν ἐπιθυμ[ίᾳ ἄρτων ἐστὶν μ]ὴ ἀνοίγων τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐν τοῖς ἄρτοις τοῖς ἑαυτοῦ, ἐν λιμῷ διάγει· ἔχει γὰρ ἐν ἑαυτῇ π?[αρὰ θ(εο)ῦ ἡ ψυχὴ φαγ]ήματα πολλά. 20 ἡ ψυχὴ ἡμῶν ὑπομένει τῷ κυρίῳ. τοῦτο λέγει·
PG 39:1361ἐπεὶ ταῦτα ἔγνωμ[εν ὅτι εἰσὶν οἱ ὀφθαλμοὶ] τοῦ κυρίου ἐφορῶντες τοὺς φοβουμένους αὐτόνκἄν ποτε γεγόνασιν ἐν θανάτῳ, ἐρύσατο α?[ὐτούς, κἄν ποτε δὲ] γεγόνασιν ἐν λιμῷ, ἔθρεψεν αὐτούς, κἄν ποτε δὲ γενώμεθα ἔν τινι ὑστερήματι, ὑπομ?[ένομεν ἐγνωκότ]ες ὅτι καὶ ἡμεῖς τούτων ἀπολαύσομεν· καὶ ἡ ἡμῶν ψυχὴ ἐὰν γένη ται ἐν θανάτῳ, ῥ[υσθήσεται]. 20 ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν. θεωρεῖς ὅτι εἰς πληθυν τικὸν λοιπὸν ἐγίν[ετο ἀριθμό]ν· ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ κύριος, εἶδεν πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. ἐάν ποτε λέγητα?[ί τινα διά]φωνα καὶ ἐναντία, σκόπει εἰ περὶ ἑνὸς λέγηται ταῦτα· τότε γὰρ ἐναντίωμα γίνεται. ἐὰν δὲ [λέγηται περὶ] ἐ?κκλησίας ἢ πόλεως ἢ οἴκου, οὔκ εἰσιν ἐναντία· τὰ μὲν γὰρ περὶ τῶνδε, τὰ δὲ περὶ τῶν- [δε λέγεται]. καὶ τοῦτο δὲ ὀφείλεις εἰδέναι, ὅτι οἱ ἅγιοι οὐ περὶ ἑαυτῶν μόνων ἀνα πέμπουσιν τὰ[ς εὐχὰς κα]ὶ τὰς εὐχαριστίας, ἀλλὰ περὶ πάντων ὧν ἡγοῦνται. οὐ ταὐτόν ἐστιν πρὸς ἕνα τι λέγεσθ[αι ὃ δεῖ ἡρμό]σθαι ἑνί, καὶ πλήθει οἷον λαῷ ἢ ἔθνει ἢ πόλει. ἀδύνατόν ἐστιν τὸν αὐτὸν ἅμα ἀγαθὸν κα[ὶ κακὸν εἶν]αι καὶ σώφρονα καὶ ἀκόλαστον.
PG 39:1363γράφει δὲ Κορινθίοις ὁ ἀπόστολος ὡς πλουτήσας[ιν ἐν παν]τὶ λόγῳ καὶ πάσῃ γνώσει. οὐ λέγει πάλιν· ἀκούεται ἐν ὑμῖν πορνεία; εἰ πρὸς ἕνα ἔλεγεν ταῦτα, διάφωνα ἦν. ἐπειδὴ δὲ ὅλη ἡ ἐκκλησία ταῦτα [ἐ]πιστέλλεται, εἰσὶν δὲ ἐν τοῖς ἀθροίσμασιν καὶ τοιοῦτοι καὶ τοιοῦτοι, λέγει πάντα, ἵνα ἕκαστος πρ[ὸς ἑαυτ]ὸν τὸ βοήθημα λάβῃ. οὕτω γοῦν αἰτιᾶται αὐτοὺς καὶ περὶ τὴν ἀνάστασιν σφαλλομένους [καὶ π]ε[ρὶ] τῶν χαρισμά - των καὶ περὶ εἰδωλόθυτα κεχηνότας. πῶς οὖν οὗτοι παντὶ λόγῳ κ[αὶ γνώσει] πεπλουτηκότες εἰσίν; ἄλλοι εἰσὶν περὶ ὧν ἔλεγεν. οὕτω καὶ ὁ ἅγιος οὐ περὶ ἑαυτοῦ μόν[ου λέγειδιδά]ς?- καλος γὰρ ἦν, ἀλλὰ περὶ πάντων τῶν ὑφ’ αὐτὸν καὶ θάνατον ἔχοντας καὶ λιμῷ π?[εριπεσόντας] ἐ[π]εὶ ἠμέλησαν [ἑαυτῶν] τῆς ἑαυτῶν γῆς. οὐ περὶ πάντων πάντα λέγει, ἀλλὰ πάντα περὶ ἄλλων λέγει, [ἕκα]στα ἑκάστοις ἐφαρμόζει. ἐπεὶ βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν, διὰ τοῦτο ἡ ψυχὴ ἡμῶν ὑπομένει αὐτῷ. οἴδαμεν δὲ ὅτι, κἂν προθώμεθά τι τῶν ἀγαθῶν, κἂν θελήσωμεν δραμεῖν?. [ἐπὶ] τὰ καλὰ καὶ θελήσω μεν αὐτὰ εἰς πέρας ἀγαγεῖν, εἰ μὴ αὐτὸς συνεργήσῃ καὶ ἐλεήσῃ, οὐ δυνάμεθα τ[α]ῦτα κατορθῶσαι.
PG 39:1365βοηθός ἐστιν ὀρέγων [τ]ὰ ὧν ἐπιδεεῖς ἐσμεν, ὑπερασπιστής ἐστιν τὴν ἀσπίδα τὴν ἑαυτοῦ προβάλλων ἵνα οἱ ἀντίδικοι μὴ δύνωνται ἡμᾶς τρῶσαι. 21 ὅτι ἐν αὐτῷ εὐφρανθή[σεται] ἡ καρδία ἡμῶν. ἄλλοι ἐν ἰσχύι εὐφραίνονται, ἐπὶ ἀρχῇ, ἐπὶ ἀξιώματι, ἐπὶ ἐπαίνοις, ἡμῶν [δὲ] α?ἴτιον τῆς εὐφρο σύνης αὐτός ἐστιν ὁ βοηθὸς καὶ ὑπερασπιστής. 21 καὶ ἐν τῷ ὀνό[ματι τῷ ἁγί]ῳ αὐτοῦ ἠλπίσαμεν. τῷ ἐπικληθέντι ἐφ’ ἡμᾶς ἡμεῖς ἠλπίσαμεν. καὶ ἐπειδὴ δοκεῖ κ[ατὰ τὸ ἄλλ]ο [τά]γ?μα εἶναιτοὺς φο βουμένους τὸν κύριον οὐ λέγω εἶναι καὶ ἐν θανάτῳ, σκόπει· ἠλπίσαμεν [ἐπὶ παρόντι]. ο?ὐδεὶς δὲ ἐπὶ παρο[ῦ]σιν ἐλπίζει, ἀλλ’ ἐπὶ μέλλουσιν καὶ προσδοκωμένοις· ἐλπὶς γὰρ βλεπο[μένη οὐκ] ἔστιν ἐλπίς. κἄν ποτε ἐν εὐχῆς τρόπῳ λέγουσιν· ἁγιασθήτω τὸ ὄνομά σου, οὐ τοῦ?[το λέγουσιν οὐκ ὂ]ν? ἅγιον ἁγιασθήτω, ἀλλὰ ἀποδειχθήτω, ἅγιον φανή[τ]ω. τότε δὲ ἅγιον φαίνεται, ὅτα[ν καὶ βοηθῇ ἡμῖ]ν καὶ σκέπῃ ἡμᾶς. καὶ ὅτε εἰς τὸ εὐαγγέλιον ἐλέγομεν, πολλὰς διανοίας εἰς τοῦτο ἐλ?[έγομεν εἰς τό· ἁ]γιασθήτω τὸ ὄνομά σου, καὶ τοῦτο ἐλήφθη· ἐπεὶ φοροῦμεν αὐτό, συνέργησον ἵνα μὴ βλασφ[ημήσωμεν αὐτό], ἁγίασον αὐτό, φύλαξον αὐτὸ ἐν ἡμῖν ἅγιον·
PG 39:1367προστακτικαῖς γὰρ εἴρηται λέξεσιν. εὐκτικαῖ[ς εἰρήκει· ἁγιας]θείη τὸ ὄνομά σου. καὶ ἄλλο· ἐπεὶ τὸ ὄνομά σου νῦν καταφέρουσιν καὶ εἰς ἀγάλματα καὶ εἰ[ς δαίμον]ας? καὶ εἰς κοιλίανὧν γὰρ ὁ θεὸς ἡ κοιλία, ὅταν γνῶσις τοῖς ἀνθρώποις γένηται περὶ τῆς σῆς μεγαλειότητος ὡ?ς? μ?η?δὲν ἄλλο θεοποιεῖν, ὅτε πάντα ἐν πᾶσιν γένῃ, ἁγιάζεται τὸ ὄνομά σου ἀποσπώμενον ἀπὸ δα?ι?- μό?ν?ω?ν?. 22 γένοιτο, κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμε[ν] ἐπὶ σέ. γένοιτο τὸ ἔλεός σου ἐφ’ ἡμᾶς. [ἡ] ε[ὐ]χὴ ἀναπέμπεται οὐκ ἐκ τῶν ἤδη ἐχόντων τὸ ἔλεος· οὐ γὰρ? εἶπεν· φυλαχθείη τὸ ἔλεός σου, ἀλλ[ὰ γ]ένο[ιτο], καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. διὰ τοῦτο ἠλπίσαμεν ἐπὶ σέ. σκόπει, ὡς κατὰ ἀναλογίαν τῆς πίστεως δ?ί?[δ]ε?[ι] τὰ χαρίσματα καὶ οὐ πᾶσιν πάντα δίδοται οὐδὲ τῷ αὐτῷ μέτρῳ, ἀλλὰ τῷ μέτρῳ τῆς προ[ς]λαβούσης π[ί]στεως, οὕτω δὲ καὶ ὧδε· καθάπερ ἠλπίκαμεν. εἰσὶν πάνυ τελείως ἐλπίσαντ?ες, εἰσὶν καὶ οὐχ οὕτω[ς], ἀλλὰ? κ?ατὰ προκοπήν τινα, ἄλλως κατὰ εἰσαγωγήν. κατὰ [ἀν]αλογίαν μὲν τῆς πίστεως ἡμῶν γένοιτο ἐφ’ ἡμᾶς τὸ ἔλεός σου, κύριε· οὕτω γὰρ ἠλπίσαμεν.
PG 39:13691 Τῷ Δαυίδ, ὁπότε ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ, καὶ ἀπέλυσεν αὐτόν, καὶ [ἀ]πῆλθεν. τοῖς ἀναγνοῦ[σιν τὰς βασι]λικὰς ἱστορίας φανερόν ἐστιν τὸ νῦν κείμενον διήγημα. ὁπηνίκα ἐδιώκετο ὑπὸ τοῦ Σαοὺλ ὁ [Δα(υὶ)δ καὶ ἤμελλ]εν ἁλῶναι, ἀπῆλθεν εἰς τὴν Γὲθ πρὸς τὸν βασιλέα Ἀνχούν. ἐνταῦθα δὲ Ἀβιμέλεχ ὀνομάζεται. ἡ [λέξις διώνυμ]ός ἐστιν· φέρονται γὰρ καὶ ἐν τῇ γραφῇ διωνυμίαι, ὡς ἐπὶ τοῦ γαμβροῦ Μωσέως· καὶ Ἰόθορ λέγεται καὶ Ῥα[γ]ουήλ. καὶ ὁ Θωμᾶς λέγεται καὶ Δίδυμος. καὶ πολλαί γέ εἰσιν τοιαῦται [δι]ωνυμίαι· τὸν Μαθθαῖον δοκεῖ ἐν τῷ κατὰ Λουκᾶν Λευὶν ὀνομάζειν. οὔκ ἐστιν δὲ αὐτός, ἀλλὰ ὁ κατασταθεὶς ἀντὶ τοῦ Ἰούδα ὁ Μαθθίας καὶ ὁ? Λ?ε?υ?ὶς εἷς διώνυμο[ί] εἰσιν. ἐν τῷ καθ’ Ἑβραίους εὐαγγελίῳ τοῦτο φαίνεται. ἐγχωρεῖ οὖν καὶ τὸν τῆς Γὲθ βασιλέα καὶ Ἀνχοὺν λέγεσθαι καὶ Ἀβιμέλεχ. δυνατὸν δὲ καὶ ἑτέρως ἐπιβαλεῖν· πολλοὶ τῶν βασιλέων ὀνομάζονται κοινῷ ὀνόματι καὶ ἰδίῳ, ὡς Φαραὼ πάντες οἱ τῆς Αἰγύπτου κρατήσαντες οὕτως ὀνομάζοντ[αι]. εὑρίσκονται δὲ ὀνόματα αὐτῶν Σουμαχί, [Ν]εχαώ, ὡς τοῦ ἀξιώματος ὄνομα εἶναι τὸ Φαραώ, παρὰ Ῥωμαίοις δὲ τὸ κρυσσον.
PG 39:1371ἐνχωρεῖ οὖν καὶ τοῦτον τὸ μὲν Ἀνχοὺς τοῦ ἀξιώματος ἔχειν ὄνομα, τὸ δὲ Ἀβιμέλεχ κύριον αὐτοῦ ὄνομα. ὅπως δὲ ἐὰν ἔχῃ, οὐ μάχεται ἡ διάνοια. θέλεις οὖν, τὸ μὲν ἀξιώματός ἐστιν ὄνομα, τὸ δὲ κύριον. τ?[ο]ῦτο λ?έγ?ουσιν διαστελλόμενον οἱ γραμματικοὶ πρὸς προσηγορικόν· καὶ τὸ κύριον γὰρ διχῶς λέγεται· [διαστέλλετ]αι πρὸς προσηγορικὸν καὶ πρὸς κατάχρησιν. λέγουσιν τὸν ἄνθρωπον, τὰ τῶν εἰδῶν καὶ γενῶν [ὀνόματα] κοινὴν οὐσίαν σημαίνοντα προσηγορικά, τὸ δέ, φέρε, ὅσδε ἢ ὅσδε, κύρια. λέγεται δὲ κ[αὶ] κ?[αθ’ ἕτερον σημ]α?ι?νόμενον τὸ κύριον πρὸς κατάχρησιν. λέγω πολλάκις· συμφωνεῖ τὸ ἰς[ο] μετρές. ἰσομ[ετρὲς εἶναι ποσὸν π]ο?- σῷ λέγεται. λέγω δὲ αὐτὸ συνᾴδειν καὶ συνφωνεῖν. τοῦτο κατάχρησίς ἐστιν· τὸ γὰρ συνᾴδειν καὶ [συμφωνεῖν ἐπὶ φθ]όγγων καὶ [ ] λέγεται. καὶ πάλιν τοὺς ὁμοφρονοῦντας καὶ ὁμονοοῦντας λέγομεν συμφ[ωνεῖν. κύριον μέν] ἐστιν ἐπὶ τῶν τὰ αὐτὰ φρονούντων καὶ ἐννοουμένων τὸ ὁμοφρονεῖν, τὸ ὁμονοεῖν, τὸ [δὲ] ς?[υμφωνεῖν] κατάχρησίς ἐστιν. ἐνχωρεῖ οὖν κύριον ὄνομα εἶναι οὐ τὸ διαστελλόμενον πρὸς κατάχρησιν, ἀλλ[ὰ π]ρ?ὸς προσηγορικόν, τὸ Ἀβιμέλεχ, τοῦ δὲ ἀξιώματος τὸ Ἀνχούς.
PG 39:1372ἡ ἱστορία οὖν φανερά· εἶδεν ὅτι ἐπέκειτο ὁ Σαοὺλ βασιλεὺς μετὰ στρατιωτικῆς δυνάμεως καθ’ ἑνὸς ἀνθρώπου αὐτοῦ τοῦ Δαυίδ, καὶ ὡ πλισμένοι κ[α]τὰ ἀνόπλου. ἔφυγεν ἐκεῖ· εἶτ’, ἐπεὶ οὐκ ἀσφαλὲς ἦν εἰς ἀλλοτρίαν ἐλθεῖν πόλιν ἢ χώραν τότε γὰρ μάλιστα ὑποψία κατασκόπων ἐγίνετο διὰ τὸ τοὺς [ἀ]στυγείτονας ἀεὶ πρὸς ἑαυτοὺς πόλεμον ἔχειν, προς εποιήσατο μωρὸν καὶ τὰ σίελα αὐτοῦ ῥέοντα κ?αὶ περιήρ?χετο τυμπανίζων τὰς θύρας τ[ῆ]ς πύλ[η]ς, ἵνα δόξῃ δαιμονίων εἶναι. ἀμέλει γοῦν οἱ τοῦ Ἀν- [χ]οὺ διέβαλον αὐτόν. [λέγει] ἐλαττοῦ[μ]αι, φησίν, ἐπιλημπτι ζομένων, ὅτι ἐπίλημπτον εἰσάγετε πρὸς ἐμέ; καὶ ἀπέλυσεν αὐτόν, καὶ ἀπῆλθεν. τὴν τοιαύτην οὖν κατάστασιν ἀλλοίωσιν τοῦ προσώπου ὠνόμασεν· καὶ γὰρ ἡ ἀλλοίωσις μεταβολὴν ποιότητος σημαίνει. γέγο[ν]εν οὖν μεταβολὴ ποι[ότ]ητος ἑκούσιος, οὐκ ἀκούσιος· συμβαίνει γὰρ ἀκουσίως μεταβαλεῖν, ὡς ὅταν τις φοβηθεὶς ὠχριάσῃ ἢ κακωθεὶς ἢ ἐξ ἐνοχλοῦντός τινος δόξῃ πυρρὸς εἶναι. ἑκουσία οὖν α[ὕτ]η γέγονεν ἡ ἀλλοίωσις μέχρι σχήματος.
PG 39:1374καὶ ἐπεὶ ἀνάγεται πολλάκις ὁ Δαυίδ, ὡς ἐν τοῖς ἔνπροσθεν εἴρηται, εἰς τὸν σω τῆρα, ἀλλοίωσιν τοῦ προσώπου τοῦ σωτῆρος ἐρεῖς τὴν λῆμψιν τῆς τοῦ δούλου μορφῆς. καὶ ὧδε οὐ μεταβολὴ ἐξ μορφῆς εἰς μορφὴν γέγονεν, ἀλλὰ μορφῆς ἐπίκρυψις ἐξ ἄλλης προφανοῦς μορφῆς· ο?[ὐ]δὲ γὰρ ἀλλοίωσις τοῦ προσώπου τοῦ ἀτρέπτου δύναται γενέσθαι. καὶ περὶ αὐτοῦ γοῦν τοῦ σωτῆρος ἐ?ν ἑν[ὶ τῶν] ψ[αλ]μῶν λέγεται· αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου. δεξιὰ τοῦ πατρός, καὶ μάλιστα κατὰ τὴ[ν τοῦ ψαλ]μ?ιστοῦ ἐπίνοιαν, πολλά κις ὁ σωτὴρ εἴρηται. ἠλλοιώθη δὲ σὰρξ γενόμενος, κατάρα. ὑπέμεινεν γενέσθαι ἁμαρτία, ἵνα δικαιοσύνη θεοῦ γένωνται οἱ ἁμαρτωλοὶ ἐν αὐτῷ. ἡ ἀλλοίωσις οὖν πρόσλημψίς ἐστιν ὧδε, οὐ μεταβολή· περὶ γὰρ τὸν ἄτρεπτον μεταβο λὴν οὐκ ἄν τις ζητοίη. εἰ δὲ μή γε, ὡς ἔλεγέν τις, ἀλλόκοτός ἐστιν. αὕτη οὖν ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου. ἡ δεξιὰ τοῦ ὑψίστου ἄτρεπτός ἐστιν. γέγονεν δὲ ἁμαρτία οὐχ ὡς ἔτυχεν, ἀλλ’ ἵνα δικαιοσύνην ποιήσῃ. ἁμαρτία δὲ ποι οῦσα δικαιοσύνην οὐ μεταβολὴ[ν] ἐξ οὐχ ἁμαρτίας εἰς τὸ ἁμαρτία εἶναι· κακοὺς γὰρ ποιεῖ ἡ ἁμαρτία, ἀδικίαν ποιεῖ.
PG 39:1376αὕτη δὲ δικαιοσύνην ποιεῖ τοὺς ἔχοντας αὐτήν. ὅτε οὖν ὁ λόγος γίνεται σὰρξ καὶ μορφὴν λαμβάνει δούλου, ἠλλοιώ θη κατὰ τὸ πρόσωπον, οὐ κατὰ μεταβολήν, ὡς ἤδη πολλάκις εἶπον, ἀλλὰ κατὰ πρόσλημψιν. καὶ τό· ἐθεασάμεθα αὐτόν, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, τὴν κατὰ φύσιν αὐτοῦ δόξαν σημαίνει. ἔσχεν οὖν πρὸς δόξαν ἁρμόζου σαν τῷ συνθέτῳ γενομένῳ αὐτῷ σαρκί. αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου. οὐχ ἵνα ἀλλοίωσιν ὧδε λέγωμεν ἣν αὐτὸς ἀνεδέξατο ὅτε ἐλέγ[ομ]εν ὅτι προσλήμψει τῆς τοῦ δούλου μορφῆς ἠλλοιώ?[θη], ἀλλ’ [η] αὕτη ἡ ἀλλοίωσις ἣν αὐτὸς ἀλλοιοῖ· αὐτὸς γὰρ τὴν ὀργὴν περιγράφει, τοὺς οἰκτιρμοὺς ποιεῖ ἐνεργῆσαι. δοξάσαι καὶ α?[ἰνέσαι ἐάσα]ς ὀλίγον λέγει· ὅτι μνη[σθ]ήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου. καὶ εἶπα Νῦν ἠρξάμην. εἶπον τὰ? σκυθ[ρωπὰ πάντ]α, ὅτι ταραχθεὶς οὐκ ἐλάλησα, ὅτι οἱ φύλακες περὶ ἐμὲ γεγόνασιν, ἀλλὰ λοιπόν· νῦν ἠρξάμην. ἄλλ[α νῦν διηγήσομαι τὰ μ]ετ’ ἐκεῖνα, τὰ διαδεχόμε να τὰ σκυθρωπά. αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου. λοιπὸν λέγε[ι· τίς θεὸς ὡς ὁ θεὸς ἡμῶν] μέγας; ἐγνώρισας ἐν τοῖς λαοῖς σου τὴν δύναμίν σου.
PG 39:1378ἰδοὺ αὕτη ἐστὶν ἡ ἀλλοίωσις. τότε οὖν ἠ[λλοίωσεν τὸ πρόσω]πον? αὐτοῦ. τὸν βασιλέα τῆς Γὲθ ἀλληγορικώτερον δύνῃ λαβεῖν τὸν ἄρχοντα τοῦ κόσμου τούτου [διάβολον. χώρα οὖ]ν? τῶν ἀλλοφύλων ὁ καθ’ ἡμᾶς ἐστιν [τόπο]ς. καὶ ὥσπερ ὅταν Αἴγυπτος λέγηται ὁ ἐπὶ γῆν τόπος, [Φαρ]α?ὼ?τ? ὁ κρατῶν καὶ τυραννῶν λέγεται, καὶ ὅταν Βαβυλών, λέγεται Ναβουχοδονοσσόρ, καὶ ὅταν Ἀσσυρία, Ἀσσύρ[ιο]ς, οὕτω τῆς Γὲθ [ἀπὸ τῆς] λεγομέ νης ἐπὶ τοῦ περὶ γῆν τόπου τοῦτον βασιλέα αὐτῆς πάλιν πονηράν τινα δύναμιν ἐκλημπτέ[ο]ν. ἠλλοίω σεν οὖν τὸ πρόσωπον ἑαυτοῦ μορφὴν δούλου λαβών· οὕτω γὰρ ἔδοξεν ἐκεῖνος κρατεῖν αὐτοῦ, ὡς καὶ θάνατον μηχα νηθῆναι κατ’ αὐτοῦ. ἐγεύσατο χάριτι θεοῦ ὑ[π]ὲρ παντὸς θανάτου. καὶ σημεῖον τῆς ἀλλοιώσεως τούτου· ἀπέλυσεν αὐτόν. οὐ δεδύνηται αὐτὸν κατασχεῖν. καὶ λέγω τὸ π[α]ράδοξον· εἰ τὴν ἐλάττωσιν αὐτοῦ κατασχεῖν οὐ δεδύνηται, τί ἂν εἴποιεν περὶ τῆς θεότητος; ὅθεν ὑμεῖς δὲ οἱ λέγοντες τὸν λόγον ἐσταυρῶσθαι, τὸν κύριον τῆς δόξης; ἀπέλυσεν οὖν αὐτόν, καὶ ἀπῆλθεν. ἀπῆλθεν ἀπ’ αὐτοῦ·
PG 39:1380οὐδὲ γὰρ ἕνεκα τοῦ ἐκεῖ διατρίβειν γέγονεν ἐκεῖ, ἀλλ’ ἵνα οἰκονομίαν ἐκτελέσας ἀναχωρήσῃ καὶ συναποσπάσῃ πολλοὺς ἐκεῖθεν. γέγονεν οὖν καὶ ἐν τῷ ᾅδῃ καὶ ἀνήγαγεν ἐκεῖθεν πολλὰς ψυχὰς δικαίων. ὅταν δὲ? σώματα ἀκούῃς, μὴ πάντως τὰ σκηνώματα σκόπει· τοῦτο γὰρ πολλοὶ νομίζουσιν. καὶ οὐκ ἀπεμφαίνει εἰπεῖν πρὸς ταῖς ἄλλαις θεοσημείαις καὶ τοῦτο τὸ παράδοξον γεγονέναι· ἀλλ’ ὅρα, μὴ μάχεται ὅλῳ τῷ εἱρμῷ τῆς οἰκονομίας. τοῦτο γίγνωσκε, ὅτι εἰ ἐπέγνωσαν τοὺς ἑαυτῶν οἱ ἄνθρωποι, δύσκολον εἰ ἔμε[ι]ναν ἐν τῇ ἀπιστίᾳ. καὶ ἄλλο δέ· ὁ Πέτρος ἐν ταῖς πράξεσιν τῶν ἀποστόλων περὶ τοῦ Δαυὶδ λέγει ὅτι· καὶ τὸ μνῆμα ἔστιν αὐτοῦ ἕως ἄρτ[ι. θε]ω?ρη[τέον]· εἰ ὅλως ἠγείρετό τις, ὁ Δαυὶδ ἠγείρετο. τὰς ψυχὰς οὖν τὰς μετενεχθείσας ἐκ τῆς γῆς [σώ]μα τα ἁγίων λέγομ?[εν. οὕτω δὲ λ]έ?γ?ο?μεν, ὡς λέγομεν σῶμα Χριστοῦ ὅλην τὴν ἐκκλησίαν. καὶ ἐν τῇ ἀναστάσει λέγεται· ἕκαστος ἐν τῷ ἰδίῳ τάγμ[ατι]. τ?[ὰ ἴδι]α? δὲ τάγματα τῶν ἐκ νεκρῶν ἐγειρομένων οὐκ ἀπ’ ἄλλου τινὸς χαρακτηρίζεται ἢ προκοπῇ ψυχῶν. οἱ τὴν αὐτὴν ἔχοντες ἀρετὴν καὶ πίστιν καὶ εὐσέβειαν εἰς ἓν τάγμα συντάττονται.
PG 39:1381ἀπαρχὴ οὖν Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ, ἕκαστος ἐν τῷ ἰδίῳ τάγματι. οἱ τοῦ Χριστοῦ εἰσιν οἱ τάγματα διάφορα ἔχοντες. καὶ ἵνα ἐξ ἄλλου λάβωμεν, ὡς ἐπὶ τῆς γῆς τῆς δεξαμένης τὸν σπόρον, ὃν ἑκατόν, ἑξήκοντα, τριάκοντα καρποφοροῦσιν, γίνονται διάφορα τάγματα· μὴ γὰρ εἷς ἐστιν ἢ μία καρδία φέρουσα ἑκατὸν καὶ ἑξήκοντα καὶ τριάκοντα. ἀμέλει γοῦν οἱ ἐξηγηταὶ ἡμῶν τοῦτο λέγουσιν ὅτι [οἱ] τὴν παρθενίαν τὰ ἑκατόν, οἱ τὸν γάμον μετερχόμενοι τὸν θεῖον τὰ τριάκοντα. εἰς τὴν ἐλάττωσιν καὶ ἀνισότητα τῶν ἀριθμῶν ἐσκόπησαν, οὐκ εἰς τὴν φύσιν τῶν ἀριθμῶν. τέλειοι καρποφοροῦσίν τινες. οὗτοι δὲ τῷ ἑκατὸν ἀριθμῷ σημαίνονται. καὶ ἐν τῇ ἐπαγγελίᾳ γοῦν λέγει· ἔσται ὁ νέος ἑκατὸν ἐτῶν. καὶ ὁ Ἀβραὰμ ἑκατοντούτης γενόμενος πατὴρ ἐχρημάτισεν ἐξ ἐπαγγελίας. καὶ ὅλως ὁ ἀριθμὸς κάλλιστός ἐστιν· δεκάκις γὰρ πολυπλασιαζόμενος [ὁ δέκα] τὸν ἑκατὸν ποιεῖ. ἐλέγομεν δὲ ὅτι ὁ δέκα ἀριθμὸς πανδεχής ἐστιν· πάντας περιέχει τοὺς ἀριθμούς. πάλιν ὁ ἑξήκοντα οἰκειότητα δοκεῖ ἔχειν πρὸς τὸν κόςμον· ἐν? [ἓξ ἡ]μ?έραις γὰρ γέγονεν.
PG 39:1383ὅσοι οὖν γίνονται κοσμοπολῖται καὶ ὑπερβαίνουσιν τοῦτον κ?[αὶ] τὸν ὑπὸ τούτου δηλούμ[ενον κληρ]ονομοῦσιντέλειος δὲ ἐλέχθη ὁ ἓξ ἀ?ριθμός, οὗτοι ἄλλο τάγμα εἰσίν. τάχα δὲ οἱ προ φητικοὶ ἔχοντες ἐ[φ’ οἷς δυσὶν] ἔχουσιν, καὶ τὸ ἅγιον πνεῦμα πλεονάζον ἐν αὐτοῖς, οὗτοί εἰσιν οἱ τριάκοντα. ὁ δὲ τριάκοντα συγγένειαν ἔχει πρὸς [τὴν προςκυνητὴν τρ]ιάδα. ἢ τάχα ἐπεὶ τριακοντούτης γενόμενος ὁ σωτὴρ ἤρξατο τῆς πολιτείας τῆς ἀρίστης καὶ τῆς εὐ[αγγελικῆς αὐτοῦ] λ?[α]λιᾶς, οἱ ἄρτι προσεληλυθότες αὐτῷ τὸν τριάκοντα καρποφοροῦσιν. ἄκουε· αἱ ἀρεταὶ ἀντακολ[ουθοῦσιν ὡς τὸν μία]ν? ἔχοντα πάσας ἔχειν. ἐπὶ τοῦ ἄγαν τελείου τοῦτο λαμβάνομεν. ὅταν δέ τις ᾖ[ν] ἐν τῷ προ[κόπτειν, ἔχει μία]ν? ἐνίοτε ἐπικρατεστέραν τὴν ἀφ’ ἧς ἤρξατο ἢ περὶ ἧς ἐσπούδασεν, ὡς ἔχει καὶ ἐπὶ τῶν τεχνῶν· ὁρᾷς π[ολλ]άκις γραμματικὸν καὶ μουσικὸν καὶ ἰατρόν, καὶ ἔχει ἐπικρατεστέραν μίαν εἰς ἣν ἔχει ὅλην τὴν ῥοπήν. τοῦτο δὲ ἐκ τῶν μακαρισμῶν παιδευόμεθα· μὴ γὰρ ὁ πτωχὸς τῷ πνεύματι οὐκ ἔχει τὰς ἄλλας ἀρετάς; ὁ πτωχὸς τῷ πνεύματι καὶ συνπαθής ἐστιν· καὶ διὰ τοῦτο πενθεῖ· εἰ γὰρ ἦν ἀσυνπαθής, οὐκ ἦν πτωχὸς τῷ πνεύματι.
PG 39:1385ἔχει πραότητα· εἰ γὰρ ὀργίλος ἦν, οὐκ ἠδύνατο μακαρίζεσθαι. ἔχει δικαιοσύνην. περὶ τοῦ οὖν πλειστοδυναμοῦντος καὶ τῆς ἐπικρατες τέρας ἕξεως θαυμάζονται οἱ παρονομαζόμενοι. ἐπερ( )· πολλούς, λέ?γ?ε?ι?, ἐθεώρησαν ἐν τῇ ἁγίᾳ πόλει; - οὐκ ἦν δὲ ἁγία ἡ Ἰερου σαλὴμ ἡ ἀποκτείνασα τοὺς προφήτας, ἣν κατέλειψεν ὁ σωτὴρ λέγων· ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν. τοῖς ἐπὶ γῆς περιπατοῦσιν καὶ ἔχουσιν ἐν οὐρανοῖς τὸ πολίτευμα ὤφθησαν ἐν τῇ ἁγίᾳ πόλει, τῇ τοῦ θεοῦ ζῶντος πόλει. ἐπερ( )· τὸ ὤφθησαν; αἱ παχύτεραι αὗται αἰσθήσεις παχέων ἀντιλαμβάνονται. ἔχει ὁ τριάκοντα τρεῖς τρεῖς, ἕνδεκα καὶ τριάκοντα τρεῖς. δεκα πέντε γίνονται. πολλάκις δὲ ὁ δεκαπέντε ἀριθμ?ὸς ἐλέχθη ἀνάγεσθαι εἰς τὰς δύο διαθήκας· διδόασιν γὰρ τοῖς ἑπτὰ καὶ τοῖς ὀκτώ· εἴρηται γὰρ ἡμῖν ἐν τοῖς ἔνπροσθεν ὅτι καὶ τρίγωνός ἐστιν κ?[α]ὶ? παραδοθεὶς πεντάδα ἔχει, οἰκειότητα πρὸς τὰ αἰσθητὰ ἔχει· πῶς γὰρ οὐκ ἤμελλεν ἀλλοιώσεως τοῦ προσώπου γεγενημέν[ης]; ἐπερ( )· ἐὰν εἴπωμεν ὅτι ἔμεινεν ἐκεῖ; οὐκ εὐθέως. ἐν ἄλλῃ γενομένῃ ἐκεῖ ἐπιδημίᾳ.
PG 39:1387σχεδὸν ἐν ἀρχῇ τῶν βασιλειῶν ἐστιν τοῦτο, περὶ τὸ τέλος δὲ ἐκεῖνο τὸ ὅτε λοιπὸν ἐξετέλεσαν εἰς πόλεμον πρὸς τὸν Σαούλ. ἐπερ( )· οὐ τὸ πρῶτον ἀπελύθη καὶ ἀπῆλθεν; μήποτε τὰς ἀναγωγὰς πρὸς λέξιν ἐξέταζε. ἐπεὶ λέγω σοι κἀγὼ τὸ περὶ τοῦ Ἀβραάμ· ἔσχεν δ[ύο] [υἱούς], ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. καὶ οὐκ Ἀβραὰμ ὢν ἔσχεν αὐτ[ού]ς. τὸν δι?’ [Ἁγὰρ Ἰς]μ?[αὴ]λ Ἀβρὰμ ἔσχεν, Ἀβραὰμ δὲ τοῦτον ἔσχεν. καὶ ἄρτι τό· συνστοιχεῖ τῇ νῦν Ἰερουσαλήμ. οὐ λέγει [λέγω] ἀρ[τίως, ἵνα τὴ]ν συνστοιχίαν λά βῃς καὶ κατὰ σύμβολον. κατὰ πολλοὺς δὲ τρόπους λέγεται ἡ συνστοιχία. αὐτίκα γοῦν καὶ ἐπὶ γραμματικῆς τὰ δασεῖα τ[οῖ]ς ψιλοῖς σύνστοιχα λέγεται εἶναι, καὶ τὰ μακρὰ τοῖς βραχέσιν. παρὰ δὲ τοῖς τὰ λογικὰ [ ] σύνστοιχα λέγονται τὰ ἀντιδιῃρημένα. διαιρεῖς τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον, καὶ εἰς θνητὸν καὶ εἰς ἀθάνατον, καὶ ὑπόπουν καὶ ἄπουν. οὔκ ἐστιν σύνστοιχον τὸ λογικὸν καὶ τὸ θνητόν, ἀλλὰ τὸ ἄλογον. τὸ συνστοιχεῖν δὲ ὧδε παρὰ τῷ ἀπο στόλῳ τὸ συμβολικὸν πρὸς τὸ προηγούμενον. ἵνα παχύτερον εἴπω· ἔνι θυσία αἰςθητὴ καὶ περιτομή, καὶ ἀμ φότερα πνευματικά.
PG 39:1389οὐ δεῖ σύνστοιχον λαβεῖν τὴν περιτομὴν τὴν κατὰ σάρκα πρὸς τὴν πνευματικὴν θυσίαν, καὶ τὴν σωματικωτέραν θυσίαν οὐ πρὸς τὴν πνευματικὴν θυσίαν[περιτομήν] , ἀλλὰ θυσίαν. ἐπερ( )· τὸ τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ πάλιν· ὅτι εὐθὴς ὁ λόγος τοῦ κυρίου; τὰ αὐτὰ πράγματα ὅτε οὐκ αἰσθητά ἐστιν, κατ’ ἐπίνοιαν δοκοῦσιν ἄλλα καὶ ἄλλα εἶναι. ἕν ἐστιν τὸ ἅγιον πνεῦμα, καὶ λέγομεν αὐτοῦ διάφορα χαρίσματα. ἐὰν εἰς τὰ χαρίσματα σκοπήσῃς, δοκεῖ πλῆθος ἁγίων πνευμάτων εἶναι. ἔχεις γοῦν· κ[αὶ π]νεῦμα προφητῶν προφήταις ὑποτάσσεται. λέγεται καὶ πνεῦμα Ἠλία καὶ πνεῦμα Ἐλισαῖε. οὐχ ἕτερά εἰσιν ταῦτα τῇ οὐς[ίᾳ, ἀλλὰ τῇ] ἐπινοίᾳ καὶ τῇ σχές[ει τῶ]ν μετεχόντων λέγεται πληθυντικῶς πνεύματα. καὶ ὁ λόγος οὖν ὁ τοῦ θεοῦ ὅτ[ε ἔτι πρὸς τ]ὸν θεὸν ἦν καὶ ἦν γὰρ ὁ λόγος πρὸς τὸν θεόν, οὐδεμίαν ἔχει σχέσιν πρὸς ἄλλον, ἀλλὰ πρὸς τὸν θεὸν [μόνον, δευτέρως δὲ] καὶ πρὸς τοὺς μετό χους ἑαυτοῦ· ἐκείνους γὰρ θεοὺς εἶπεν πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο. [πρὸς αὐτὸν μὲν ὁ λό]γος τοῦ θεοῦ ἦν. ἀσχέ τως οὖν ὁ λόγος αὐτοῦ πρὸς τὸν θεὸν ἔστιν, σχετικῶς δὲ πρὸς τοὺς μετέχον[τας αὐτοῦ ἐγένετο].
PG 39:1391π?οτὲ κατὰ μίαν ἐπιβολὴν μετέχουσιν οἱ μετέχον[τ]ες, ὡς περὶ τοῦ πνεύματος εἶπον· ὁ [μὲν γὰρ ἔχει λόγον] σοφίας, ἄλλος λόγον γνώσεως· μὴ γὰρ ἄλλος καὶ ἄλλος ἐστὶν κατὰ τὸ ὑποκείμενον ὁ λόγος οὗτος. εἰσίν τιν[ες ἔ]χοντες γνῶσιν πνευ ματικῶν, γνῶσιν τῆς ἀληθείας, τῶν τῆς εὐσεβείας δογμάτων· διεξιέναι γάρ τι περὶ αὐτῶν οὐ δύνανται. καὶ ἔγνω - μεν ἡμεῖς νοοῦντας ἀνθρώπους πάνυ συνετῶς καὶ οὐ δυναμένους εἰπεῖν οὐδὲ τῷ τυχόντι. οὗτοι λόγον γνώσεως ἔχου σιν. ὅταν δὲ πρὸς τῷ ἔχειν τὴν γνῶσιν ἔχῃ καὶ τὸ δύνασθαι διεξοδεύειν καὶ διδάσκειν καὶ εἰς ἄλλους φέρειν τὰ ἐν αὐτῷ νοήματα, λόγος σοφίας ἐστίν. ἀμέλει γοῦν αὐτὴ ἡ Σοφία λέγει· ἐξέτεινον λόγους, διδασκαλικῶς δηλονότι. ὁ αὐτὸς οὖν λόγος τοῦ θεοῦ γίνεται πρὸς τοὺς προφήτας καὶ ἔστιν πρὸς τὸν θεὸν καὶ πρὸς τοὺς γινομένους ἐκ τῆς συνουσίας αὐτοῦ θεούς. καὶ οὐ τὴν αὐτὴν ζητοῦμεν σχέσιν· ἐπὶ μὲν γὰρ τοῦ πατρὸς ἀνυπέρβλητός ἐστιν. ἡ πρὸς τὸν θεὸν αὐτοῦ συνουσία οὔκ ἐστιν κατὰ συνκατάβασιν, πρὸς δὲ τοὺς γενομένους θεοὺς κατὰ τὴν ἀξίαν, τὴν δύναμιν καὶ τὴν ἀναλογίαν ἧς ἔχουσιν προκοπῆς γίνεται. καὶ πρὸς τοὺς προφήτας οὕτως γίνεται·
PG 39:1392ὁ λόγος ὁ γενόμενος [πρὸς] Ἰηρεμί[αν]. οὐκ εἶπεν ὁ ὤν, ἀλλ’ ὁ γενόμενος. γινόμενος δὲ κατὰ τὸ μέτρον ἐκείνου γίνεται. καὶ ἐνταῦθα οὖν διαφόρως ἐξηγησάμεθα τὸν εὐθῆ τοῦ θεοῦ λόγον, οὗ τὰ ἔργα ἐν πίστει ἐστίν. εἰρήκαμεν ὅτι δύναται ὁ διδασκαλικὸς εἶναι λόγος. ἐπερ( )· ἵνα ποῖον λάβωμεν πνεῦμα; κατ’ ἐ πίνοιάν τινα λ[ή]ψ?ε[ι τὸ στό]ματος θεοῦ πνεῦμα ἀντὶ τοῦ· ὅτε διὰ λόγου αὐτὸ εἰς γνῶσιν ἄγει ὧν κρίνει παραδέξασθαι αὐτό. περίελε σεαυτοῦ σκο[λιὸν στόμ]α. τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ θάνατον ἐπικαλεῖται. ὅταν πρὸς τὸν θεὸν ᾖ τὸ πνεῦμα καὶ πρὸς τὸν υἱόν, οὐ λέγεται πνεῦμα στόματος, ἀλλ’ ὅταν διακονῆται τοῖς δυναμένοις λόγῳ αὐτὸ δέξασθαι. ἐπερ( )· οὐ λέγεις τινὰ μέτοχον δικαιοσύνης πρακτικὸν ὄντα; τὸν μετ’ ἐπιστήμης ἔχοντα τὴν δικαιοσύνην καὶ δυνάμενον ἄλλῳ αὐτὴν οὕτω σαφηνίσαι ὡς αὐτὸς αὐτὴν ἔχει. [ἐπερ( )·] οὐ λέγεις λόγῳ τοῦτο ποιεῖ; οὐ λέγω λόγῳ τῷ προφορικῷ. 2 εὐλογήσω τὸν κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. εὐλογεῖ τὸν θεὸν ἐν παντὶ καιρῷ ὁ ἐν παντὶ τῷ προσπίπτοντι εὐχαριστῶν. γράφει δὲ καὶ ὁ ἀπόστολος· ἐν παντὶ εὐχαρις τοῦντες.
PG 39:1394ὁ εὐχαριστῶν θεῷ οὐκ ἐπὶ τοῖς ἡδέσιν μόνοις· τοῦτο ποιεῖ, ἀλλὰ καὶ ἐπὶ τοῖς ἀηδέσιν. ὁ Ἰὼβ γοῦν οὐκ ἐπὶ τῇ εὐ ετηρίᾳ καὶ τῇ σωτηρίᾳ τῶν τέκνων καὶ τῷ ἄλλῳ περιρέοντι πλούτῳ μόνον εὐλογεῖ τὸν θεόν, ἀλλὰ καὶ ὅτε ἅμα πάν - των ἀφῃρέθη. ὅτε γοῦν πάντα αὐτοῦ ἀφῃρέθη τὰ τέ[τα]κνα, τὰ ὑπάρχοντα, εὐχαριστεῖ τῷ θεῷ, καὶ οὐδὲν ἥμαρ τεν, φησίν, Ἰὼβ ἐναντίον τοῦ κυρίου οὐδὲ ἔδωκεν ἀφροσύνην τῷ θεῷ. ὁ λέγων περὶ τῆς προνοίας ὅτι· ὤφειλεν οὕτω ποιεῖν ἢ οὕτω, ἀφροσύνην π?[ρος]άπτει [τῷ θεῷ] καὶ ὅσον εἰς αὐτὸν μὴ νοήσαντα τὸν θεὸν ὃ ἔδει ποιῆσαι. ὅταν γοῦν τις λέγῃ ὅ- [τι]· ἔδ[ει] τοὺς γέροντας πρ[ὸ τῶν ν]έων ἀποθνῄσκειν, τοὺς γονέας πρὸ τῶν τέκνων καὶ τοὺς ὑγιαίνοντας μὴ ἀ?π?οθνῄσκειν, ἀλλὰ τοὺς? [νοσοῦντα]ς?, ἀφ[ρ]οσύνην δίδωσιν τῷ διοικοῦντι καὶ προνοουμένῳ. οὐκ ἔδωκεν οὖν ἀ φροσύνην τῷ θεῷ. [!!!! εὐλογη]τ?ὸς κύριος. ἐπεὶ τοίνυν καὶ καιροὶ διάφοροί εἰσιν, ἐν παντὶ δὲ εὐχαριστεῖν προσήκει, εἰκότω[ς λέγει ὅτι· εὐλογή]σω τὸν κύριον ἐν παντὶ καιρῷ. οὐκ ἔστιν ὅτε οὐκ εὐλογῶ τὸν κύριον. κἂν ἀηδῆ ᾖ[ν] τὰ ἐπι φερόμενα, ὡς ἀγα[θὸν προσδέχομαι. ἔλεγ]εν δὲ ἄλλος λόγος ὅτι·
PG 39:1396πᾶν τὸ ἐπαγόμενόν σοι παρὰ κυρίου ὡς ἀγαθὸν προς δέχου. οὐκ ἂν εἴπο[ις ὁρῶν νοσοῦντ]α καὶ περιοδευόμενον ὑπὸ ἀρίστου ἰατροῦ ὅτι εὐχαριστεῖ τῷ ἰατρῷ ποθῶν σωτηρίαν; ὅταν γ[ὰρ] α?[!!!!! !!!! α]ὐτὸν καὶ διαιρῇ ξίφει ἵνα σωθῇ, μὴ μόνον ὅτε προσηνῆ βοηθήματα αὐτῷ δίδω σιν, ἀποδέχεται. οὐκ εἰς τ?[ὸ πρ]οσηνὲς δὲ βλέπει οὐδὲ εἰς τὸ ἀηδὲς τῶν προσαγομένων, ἀλλ’ εἰς τὸ συμφέρον καὶ λυ σιτελοῦν. πᾶς καιρὸς οὖν ἔστιν τοῦ εὐλογεῖν τὸν θεόν. ἑκατέρως δὲ τὸν καιρὸν λαμβάνομεν καὶ τὸν δέοντα χρόνον καὶ τὴν κατάστασιν τοῦ βοηθουμένου. λέγομεν οὖν ἐπὶ τῶν ὑγιαινόντων καιρὸν ἀρίστου εἶναι τὸν μες[η]μ βρινὸν καὶ δείπνου [τὸ]ν ἑςπερινόν, ἐπὶ δὲ τοῦ κάμνοντος οὐχ οὕτ?ω λαμβάνομεν τὸν καιρὸν εἰς χρόνον ἀ φορῶντες, ἀλλ’ εἰς τὸ πῶς ἔχει αὐτοῦ τὸ σῶμα. ἑκατέρως ἐν παντὶ καιρῷ εὐλογεῖ τὸν θεὸν ὁ ἅγιος· οἶδεν γὰρ ὅτι ὑπὸ πρό νοιάν ἐστιν καὶ ὅτι ὁ προνοούμενος μᾶλλον αὐτοῦ οἶδεν τὰ αὐτῷ λυσιτελοῦντα. πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστοῦντες. εἰ πάντοτε χαίρει ὁ ἅγιος, οὐδέποτε καταδύεται ἢ κατηφεῖ ἐπὶ σκυθρωποῖς παροῦσιν·
PG 39:1398καὶ ἐπὶ τούτοις γὰρ χαίρει, χαίρει ὡς ἐπὶ ἀγωνίσμασιν. τὴν διαδεχομένην νίκην τοὺς ἀγῶνας ὁρᾷ καὶ τοὺς στεφάνους προσδοκῶν καὶ τὰ βραβεῖα χαίρει, κἂν ἀηδῆ ᾖ[ν] τὰ περιεστηκότα. εὐλογήσω οὖν. καὶ ἵνα μή τις τὴν εὐλογίαν προφορᾷ νομίσῃ γίνεσθαι, οἷον λέγειν τινὰ ἐπαγγελίᾳ· διὰ παντὸς ἡ αἴνες[ι]ς αὐτοῦ ἐν τῷ στόματί μου. ἐν τῷ ὑμνεῖν αὐτὸν εὐλογῶ αὐτόν. διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. οὐ τοῦτο δὲ λέγομεν, ἵνα μὴ ἀ δύνατόν τι ἀκολουθήσῃ, ὅτι ἐν τῷ προφορικῷ διὰ παντὸς ἔχει τὴν αἴνεσιν. ἀδύνατον δὲ τοῦτο· καθεύδων γὰρ οὐ ποιεῖ τοῦτο, ἐσθίων ἐνίοτε οὐ ποιεῖ· ἀλλὰ οὕτως αἰνεῖν δεῖ· πάντα ἃ ποιῶ, κἄν τε ἐσθίω κἂν πίνω κ[ἂν] καθεύδω, εὐχαρις τῶν τῷ θεῷ ὑφίσταμαι ταῦτα. οὕτω γοῦν ἀκουστέον καὶ τοῦ; πάντοτε χαίρετε. ἐὰν κατ’ ἐνέ?[ργειαν λάβ]ῃ?ς? χάριν, ὁ κοιμώ? μενος οὐκ ἔχει ταύτη[ν]. δυνάμει αὐτὴν ἔχει. ἀδιαλείπτως προσεύχεσθε. ἐὰν ἐπὶ τοῦ δεικτ?[ικῶς προσεύχ]εσθαι λάβῃς, οὐ δύναται ἀδιαλείπτως τελεῖσθαι. ἀμέλει γοῦν εἴ [τις] ἱστορικῶς ἀνεγράφη [η], τρὶς τῆς ἡμέρας λέγεται [προσεύχεσθαι, μες]ημβρινῆς ἢ περὶ ἐνάτην ὥραν, δῶμεν ὅτι καὶ ἑσπερινῆς.
PG 39:1400τὸ ἀδιαλείπτως οὖν προσεύχεσθαι τοιοῦτόν ἐστιν· ο?[ὐ]δ?ὲ?ν? ἕ?τ?[ε]ρ?όν [ἐ]στιν προσευχὴ ἢ αἴτησις ἀγαθῶν παρὰ θεοῦ. ὅταν τις τοίνυν διὰ παντὸς οὗ ποιεῖ, αἰτῆται ἀγαθὰ τὸν θεόν, προ[σεύ]χεται. κἂν τὸ ἰδικὸν μὴ ποιῇ, πόθον ἔχων τοῦ τυχεῖν τῶν ὠφελίμων, προςεύχεται. αὐτὸς ὁ πόθος προσευχή ἐστιν· ἔχει γὰρ τὸν πόθον. ὅ τι ποτὲ ἐὰν ποιῇ, κἂν ἐνποδίζη[ται] τοῦ τὸ ἰδικὸν τῆς προσευχῆς [ποιεῖν], ἀλλὰ ἔχει τὸ αἰτεῖσθαι τὸν θεόν. οὕτω γοῦν καὶ ἐν τῇ Σοφίᾳ τοῦ Σιρὰχ λέγεται· διήγησις εὐσεβοῦς διὰ παντὸς σοφία. πῶς διὰ παντὸς δύναται τὴν σοφίαν διηγεῖσθαι; ἐὰν οὕτω λάβωμεν λαμβάνεται δὲ πολλάκις ταῦτα καὶ ἐν τῇ συνηθείᾳ οὕτως, ὡς καθόλου πολλάκις ζητοῦμέν τινα καὶ μαθεῖν ποθοῦμεν, ποῦ ἔστιν αὐτῷ συντυχεῖν· λέγουσιν· εἰς τὸ ἰατρεῖον τοῦτο ἀεὶ κάθηται καὶ διηνεκῶς ἐκεῖ ἐστιν, οὐχ οὕτω λαμβάνων τὴν ἡμέραν ὅλην, ἀλλ’ ὅτε κάθηται, οὕτω, μᾶλλον ἐκεῖ κάθηται. οὐκ εἶπεν οὖν ἁπλῶς διὰ παντὸς ἡ αἴνεσις, ἀλλ’ αὐτοῦ· ὁ γὰρ δοκῶν αἰνεῖν μὴ μετὰ φρονημάτων ὀρθῶν, μὴ μετὰ τῶν ἀληθῶς θεολογικῶν, οὐχ αὑτῷ αἰνεῖ, οὐκ αὐτὸν αἰνεῖ. 3 ἐν τῷ κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου.
PG 39:1401ἡ ψυχὴ ἡ ἐμὴ οὐκ ἐπαινεῖται ἐπ’ ἄ[λ]λ?ῳ? τ?ι?ν?[ὶ] προηγουμένως ἢ ἐπὶ τῷ μετέχειν θεοῦ· ὡς γὰρ ἄλλος ἐπὶ τέχνῃ ἐπαινεῖσθαι ποθεῖ ἢ ἐπὶ ἐπιστήμῃ? [ἢ ἐπὶ ἀξ]ιώματι ἢ τιμῇ, οὕτως ὁ ἅγι ος ἐν τῷ κυρίῳ θέλει ἐπαινεῖσθαι τὴν ψυχὴν ἑαυτοῦ. οὐκ οἶδεν ἄλλον ἔπα?[ι]νον [τῆς ψυχῆς] ἢ τοῦτον· κἂν γάρ, ὡς ε?[ἶ]- π?ον, ἐπὶ ἐπιστήμῃ τις ἐπαινεῖται, ἀλλὰ συνκρι[ν]όμενος οὗτος ὁ ἔπαινος π?ρὸς ἄ?[λλον ἐπὶ θ(ε)ῷ γ]ι[ν]όμενον οὐδὲ ἔπαι νός ἐστιν ὅλως. λέγομεν οὖν πολλάκ?ι?ς· οὐδὲν γλυκύ ἐστιν ἢ τὸ μέ[λι. εἰσὶν μὲν καὶ ἄλλ]α γλυκέα, ἀλλὰ ὡς πρὸς τὸ μέλι οὔκ εἰσιν γλυκέα. καὶ ἐν ἄλλῳ ψαλμῷ λέγει· παρὰ ς[οῦ ὁ ἔπαινός μου ἐν ἐκ]- κλησίᾳ μεγάλῃ. ὃν δίδως μοι ἔπαινον οὐκ ἐπ’ ἄλλῳ ἐστὶν γινόμενος ἢ ἐπὶ σοί. ἐ[ν τῷ κ(υρί)ῳ ἐπαινεσθή]σεται ἡ ψυχή μου. ἐν σοί, φησίν, ἐπαινεσθησόμεθα ὅλην τὴν ἡμέραν. ὅλον τὸν χρόνον τῆς ζωῆς [ἡμῶν ἡμέραν κα]λ?ούμενον. δύναται δὲ τὸ ἐν σοὶ ἤτοι τὸ ἐπὶ σοὶ ἢ τὸ ὑπὸ σοῦ. ἀμφότερα δὲ συντρέχει ἐπὶ τοῦ ἁγίο[υ. καὶ ἐπὶ] τ?ο?[ῦ θ(εο)]ῦ? ἐπαινεῖται καὶ ὑ π’ αὐτοῦ τοῦ θεοῦ ἔχει τὸν αἶνον. 3 ἀκουσά[τω]σαν πραεῖς καὶ εὐφρανθή[τωσαν].
PG 39:1403ὥσπερ ὁ φαῦλος βού λεται κρύπτειν ἃ λέγει καὶ ἐνεργε[ῖ], ὅταν μὴ ἀπεγνωσμένος ᾖ[ν], οὕτως ὁ σπ?[ου]δαῖο[ς] καὶ θεῷ ἀνακείμενος θέλει ἃ λέγει καὶ ἃ πράττει πᾶσιν γνώριμα εἶναι. θέλει τὸ φῶς αὐτοῦ λάμπειν ἔ[ν]προσθεν τῶν ἀνθρώπων, ἵν’ ἰδόντες ἐκεῖνοι δοξάσωσιν τὸν θεόν. β?[ο]ύλεται τοὺς λόγους αὐτοῦ εἰς ἄλλους ἔρχεσθαι· εἴρηται γάρ· ὁμιλεῖτε ἐν περιπάτοις. ὁ δὲ ὁμιλῶν ἄλλοις ὁμιλεῖ, [οὐ]χ? ἑαυτῷ προηγουμένως. ἐπεὶ τοίνυν ἐν παντὶ καιρῷ προεθέμην εὐλογεῖν τὸν κύριον καὶ ἔχειν διὰ παντὸς τ[ὴν αἴνεσιν αὐτοῦ] ἐν τῷ στόματί μου, ὥστε τὴν ψυχήν μου ἐν αὐτῷ ἐπαινεῖσθαι, ἀκούσατε πραεῖς καὶ ε[ὐφράνθητε. μιμ]ήσασθέ με, καὶ ὑμεῖς τοιοῦτοι γένεσθε. ἐὰν δὲ τοὺς πραεῖς μείζονας ἑαυτοῦ λέγῃ, λέγ[ει· ἀκούσατε πραεῖ]ς, ὅτι ἐγὼ ὁ πρὸς ὑμῶν παιδευόμενος καὶ ὑ ποβεβηκὼς ὑμᾶς τοιοῦτός εἰμι· τὸ γὰ[ρ τὸ ἐλάττονι ὑπάρχο]ν καὶ τῷ μείζονι ὑπάρχε[ι]. οἱ μαθηταὶ αἰνετοὶ καὶ ἐπαινοῦντες τὸν κύριον, πολλ[ῷ] πλέον οἱ διδάσκαλοι καὶ ὑπερβεβηκότες αὐτούς. ἑκατέρως οὖν λάβε· ἤτοι οἱ μείζονες ἐμοῦ πρᾶοι ἀκούσαντες εὐφράνθητε, ὅτι ἐσχήκατε τοιοῦτον μαθητὴν ἢ συνμέτοχον.
PG 39:14054 μεγαλύνα τε τὸν κύριον σὺν ἐμοί. περὶ τῶν πράων εἰπὼν πρὸς αὐτοὺς λοιπὸν τρέπει τὸν λόγον· καὶ ἐπ’ ἐμὲ μεγαλύ νατε τὸν κύριον [ς]ὺν ἐμοί. μεγαλύνει δέ τις τὸν θεὸν οὐκ ἐκ μικροῦ μέγεθος αὐτῷ προστιθείς, ἀλλ’ ὅταν δυνηθῇ τὸ μέγεθος [αὐτοῦ λαβ]ε[ῖ]ν. ὁ ἥλιος οὖν ἀνατέλλων οὐχ, ὅσου ἐστὶν μεγέθους, παραυτὰ θεωρεῖται. καθ’ ὁλίγον δὲ μείζω βλέ[πεται· οὐ γὰρ δή]που αὐτὸς αὔξησιν λαμβάνει, ἀλλ’ ὁ θεωρῶν βελτιοῦται, κρειττόνως ὁρᾷ αὐτόν. μεγαλύνα[τε τὸν θ(εό)ν, μεγά]λ?α φρονήσατε περὶ τοῦ θεοῦ, σὺν ἐμοί· τὸ γὰρ μεγαλύνατε τὸν θεόν, τὸ μεγάλα περὶ αὐτοῦ φρονῆσαι. 4 καὶ ὑψώσομεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό. ἡ προσηγορία τοῦ θεοῦ κέκληται ἐπὶ τοὺς σπουδαίους· αὐτοῦ γὰρ χρηματίζουσιν. ὅταν τοίνυν καταλλήλους τῷ ὀνόματι [πρ]άξεις καὶ νοήσεις ἔχωμεν, τότε ὑψοῦται τὸ ὄνομα αὐτοῦ, οὐ διεσπ?ασμένως, ἀλλ’ ἐπὶ τὸ αὐτό, καταρτιζομένω[ν] τῷ αὐτῷ νοὶ̈ καὶ τῇ αὐτῇ γνώμῃ. δυνατὸν δὲ καὶ κατὰ διάνοιαν ἄλλην εἰπεῖν ὑψοῦσθαι τὸ ὄνομα τοῦ θεοῦ ἐπὶ τὸ αὐτό· τὴν θεοῦ προσηγορίαν κατασπῶσίν τ?ινες ἐπὶ ἄψυχον ὕλην, ὡς τὰ ἀγάλματα θεοὺς ὀνομάζειν. τρόπον τινὰ ταπεινοῦσιν τὴν θεοῦ ὀνομασίαν.
PG 39:1407καὶ ἄλλοι ἐκ τῆς γαστρὸς ἑαυτῶν φέρουσιν τὴν ὀνομασίαν θεοποιοῦντες τῇ διδασκαλίᾳ τῷ ἀδηφάγοι καὶ παντοφάγοι εἶναι. ὅταν τοίνυν μηδὲν τῶν μὴ θεῷ φρονῶμεν εἶναι θεόν, ἀλλὰ μόνον τὸν πάντα δημιουργήσαντα, ἐπὶ τὸ αὐτὸ ὑψώσαμεν τὸ ὄνομα αὐτοῦ. [ἡ]- μεῖς ὅλοι ἐν τῷ εὐαγγελίῳ ἐν εὐχῇ προ[στ]αττόμεθα λέγειν· ἁγιασθήτω τὸ ὄνομά σου. εἰ δὲ καὶ προστακτική ἐστιν ἡ φωνή, ἀλλ’ ἐν εὐχῇ λέγομεν? [αὐτήν, εὐχ]ή ἐστιν. κατὰ πάσας οὖν τὰς διανοίας τῆς ὑφώσεως τοῦ ὀνόματος καὶ τὸ ἁγιασθῆναι αὐτὸ λ[αμβάνο]μ?εν· μηδὲν πράττετε βέβηλον, μηδὲν πτωχὸν καὶ ταπεινόν, ἵνα ὑψ[ῶ]ται τὸ ὄνομα τοῦ θεοῦ?, ἵ?[να ἁγιάζητ]αι· ἀπ?[οστ]ήσατε τὴν θεοῦ προσηγ[ο]ρίαν ἀπὸ παντ[ὸ]ς χαμαιπετοῦς, ἀπὸ παν τὸς γ[η]ίνου πρ?[άγματος· τότε γὰρ ἁ]γιάζεται ἡ προσηγορ?ία το[ῦ θ]εοῦ. μάλιστα δὲ τοῦτο ὑπάρξεται, ὅταν ὁ θεὸς πάν τα ἐν πᾶσιν [γένηται, ὅταν ἀποδράς]ης ὀδύνης καὶ λύπης καὶ στεναγμοῦ αἰώνιος εὐφροσύνη κατα λάβῃ. 5 ἐξε[ζήτησα τὸν κ(ύριο)ν, καὶ ἐπ]ήκουσέν μου. οὐχ ἁπλῶς εἶπεν ἐζήτησα, ἀλλ’ ἐπιτεταμένως τοῦτο πε - ποίηκα. καὶ ἐπή[κουσέν μου. δείκ]νυσιν ὅτι ἡ νῦν λεγομένη ἐκζήτησις δι’ εὐχῆς γίνεται·
PG 39:1409τοῦτο γὰρ ἐπενήνε κται· καὶ ἐπήκο[υσέ]ν? [μου. εἰ] δ?ὲ? καὶ ἐκζητεῖ ὁ βουλόμενος γνῶναι τὸν θεόν, ὡς οἷόν τέ ἐστιν, ἀλλ’ οὐκ ἔχει τέ λος. τὸ ἐπακουσθῆναι [τά]χ?α τὸ εὑρεῖν, τὸ τελειωθῆναι. ἐξεζήτησα τὸν κύριον, καὶ ηὑρέθη μοι. οὕτω γοῦν γέγρα πται ἐν Σοφίᾳ· εὑ- [ρί]σκεται τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ, ἐνφανίζεται τοῖς ζητοῦσιν αὐτόν. καὶ ἔτι· ἐκζητή σατε τὸν κύριον· [ἡ]νίκα δὲ ἐὰν ἐγγί[ζ]ῃ ὑμῖν. ὧδε οὖν τὸ ἐπήκουσεν τοῦτο λέγει, ὅτι ἡ ἐκζήτησις δι’ εὐχῶν γέγονεν. ἀδιαλείπτως προσευχόμενος ἐκζητεῖ τὸν θεὸν καὶ ἔ?ς?χεν αὐτὸν ὑπήκοον εὑρ[ὼν] τὸ ζητού μενον. 5 καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐρύσατό με. πολλάκις περὶ τούτων εἰρήκαμεν, ὅτι τὸ ῥύεσθαι τὸν θεὸν ἐκ θλίψεως οὐ τὸ ἔ?[ξω θ]λ?[ί]ψ?[εως γεν]έσθαι σημαίνει· εἰ γὰρ ἀληθεύουσιν οἱ ἀπό στολοι λέγοντες· ἐν παντὶ θλιβόμεθα· καὶ [ἔτι· διὰ πολλῶν θλί]ψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ, οὐδέποτε ἐκτὸς τοῦ [θλίβεσθαι δεῖ γενέσθ]αι. εἰ δὲ τοῦτο [μ]ὴ οὕτω τις λάβοι τὸ ῥύεσθαι, οὐδέποτε εἰσηκούσθησαν οἱ ἅγιοι· ἀεὶ θλιβόμενοι, ὑστερούμενοι διετέλεσαν τὸν βίο[ν α]ὐτῶν μέχρις ἐσχάτης ἀναπνοῆς.
PG 39:14116 προσέλθατε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ [μὴ] καταισχυνθῇ. εἰρηκὼς τὴν διάθεσιν ἣν ἔχει πρὸς τὸν θεόν, καὶ εἰρηκὼς τὰ ὑπάρχοντα ὑπὸ τοῦ θεοῦ ὠφέλιμα τοῖς ἐκ[ζητο]ῦσιν καὶ ἐπακουσθεῖσιν, προτρέπεται ἢ πάντας ἢ πολλοὺς καὶ λέγει· προςέλθατε πρὸς αὐτὸν καὶ φωτίσθητε. οὐ το[ῖς ἤ]δη πεφωτισμ[ένοις] καὶ δυναμένοις εἰπεῖν· ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε, προσέλθατε· οἱ γ[ὰρ ἤ]δ?η προςελθό[ντες φῶ]ς εἰσιν. αὐτίκα γοῦν οἱ ἀπόστολοι προσεληλυθότες ἤκουσαν· ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμ[ου]. καὶ ἄλλο[υς φωτίζου]σιν. προσέλ θατε οὖν οἱ μακρὰν πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ ἐκ τοῦ φωτισθ[ῆνα]ι ὑμᾶς π?[αραγ]ί?ν?εται τὸ ἀκαταίσχυν - τον. τὰ πρόσωπα δὲ ὑμῶν οὐ μὴ καταισχυνθῇ· πεφωτισμένα γὰρ γίν[ετ]αι, ὡς εἰρ?ήκασιν οἱ εὐχαρίστως [ ]· ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου. ὅταν πληρωθῇ τό· ἔς[ται ς]οι κύριος φῶς αἰώνιον, πᾶσα αἰσχύνη ἀφανισθήσεται. ἐὰν πρὸ ἁμαρτίας οὐκ ἦν αἰσχύνη, γυμνοὶ ἦσαν ὅ τε Ἀ- [δὰμ] καὶ ἡ Εὕα, καὶ οὐκ ᾐσχύνοντο.
PG 39:1412γυ μνοὶ ἦσαν πάσης κακίας, οὐκ εἶχον ἔνδυμα καλύπτον τὸ λογιστικόν, [οὐκ] ἦν ὁ λόγος ἐπικρυπτόμενος ὑπὸ παθῶν ἀλόγων. ὅτε δὲ ἁμαρτία γέγονεν, καὶ ἐνπαθὴς λοιπὸν καὶ ν[όη]σις καὶ ζωή, καὶ αἰσχύνη ὑπῆρκται. ἐὰν τοίνυν προσέλθωμεν τῷ φωτί, ᾧ κατελείψαμεν ἁμαρτάν[οντ]ες, τὰ πρόσωπα ἡμῶν οὐ καταισχύ νεται, πολλὴν παρρησίαν ἔχομεν· λέγει γάρ· ἐὰν μὴ καταγιγνώσκῃ ἡμ[ῶν] ἡ καρδία, παρρησίαν ἔχομεν πρὸς τὸν θεόν. ἐὰν ἀκατάγνωςτόν τις ἀπὸ καρδίας καὶ συνειδήσεως ἑαυ[τὸν ὁ]ρᾷ, πάνυ παρρησίαν πρὸς τὸν θεὸν ἔχει ὡς λέγειν· ζῇ κύριος, ᾧ παρέστη[ν] ἐνώπιον αὐτοῦ. παρρησιασαμ[ένου] φωνὴ καί· τὸ πρωὶ παραστή σομαί σοι καὶ ἐφόψομαι. εἶδον πολλά, ἀλλ’ ἔτι μᾶλλον ἐπιθεωρήσω υ?[!!!!] ἐφοπτικὰ θεωρήσω. καὶ τὰ πρό σωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. ἐλέγομεν ὅτι ἁμαρτίας οὔσης καλύ[πτεται τὸ π]ρ?όσωπον τῆς ψυχῆς ὑπὸ αἰς? χύνης ὡς μηκέτι τὸ κάλλος αὐτῆς καὶ τὴν ἀναλογίαν τῶν μελῶ?[ν αὐτῆς] θεωρεῖσθαι. ὅταν δὲ φωτισμ[ὸ]ς? γένηται, λοιπὸν ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κ[αθοπτρίζ]εται.
PG 39:1414οὐδεὶς κεκαλυμμένον ἔχων πρόσωπον τὴν δόξαν τοῦ θεοῦ καθοπτρίζεται, ἀλλ’ εἴ τις ἀπέβ?[αλεν τὰ ἐπι]- γενόμενα καλύμματα. οἱ γοῦν αἴσθησιν λαβόντες, οἷ κακῶν? παρ’ ἑαυτοὺς γεγόνασιν, λέγο[υσιν· κατεκάλυ]ψεν ἀτιμία τὸ πρόσωπον ἡμῶν. κάλυμμα ἡμῖν ἡ ἀτιμία γέγονεν, ἡ αἰσχύνη, τοῦ προσώπου ἡμ[ῶν]. 7 οὗτος ὁ πτωχὸς ἐκέ κραξεν, καὶ ὁ κύριος εἰσήκουσεν αὐτοῦ. δείκνυσίν τινα πτωχὸν τῇ ἁμαρτ?[ίᾳ ὄντα, π]τ?ωχὸν πάσης κακίας. ἐὰν ἄνευ κακίας τις γενόμενος ἀποβαλὼν τὸν πλοῦτον τῆς ἀγνοίας κ[α]ὶ? [τ]ῆ?ς κακίας πρὸς θεὸν βοήσῃ, ἔχει αὐτὸν ἐπακούοντα. τάχα δέ, ὡς ὑ?φ?εῖπον τοπικῶς τῆ[ς] ὥρας ὅτι τὸ τῷ ἐλάττονι καὶ τῷ μείζονι ὑπάρχει, προ τρεπόμενος τοὺς ἤδη πεφωτιςμένους καὶ εὐλογοῦντας τὸν κύριον ἐν παντὶ καιρῷ πλουσίους ὄντας, λέγει· καὶ ὁ πτωχὸς ἐὰν προσέλθῃ καὶ βοήσῃ, ἐπακούεται. δυνατὸν δὲ καὶ τοῦτο περὶ τοῦ ἀπὸ τῶν ἐθνῶν λαοῦ εἰρῆσθαι [τοῦτο] ὅτι· ὁ ἐλπίδα μὴ ἔχων καὶ ἄθεος ὢν ἐν τῷ κόσμῳ λαὸς προσελθὼν ἐβόησεν καὶ ἔσχεν ὑπήκοον αὐτόν. λ?έγει γοῦν μεθ’ ἕτερα ἐν τῷ αὐτῷ ψαλμῷ?·
PG 39:1416[π]λούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, λέγων τοὺς ἐκ περιτομῆς πτωχεύσαντας ἀπὸ τοῦ τὸν νόμον κ[αὶ τοὺς προφήτ]ας ἀποβεβληκέναι. διὰ τοῦτο καὶ δεικτικῶς λέγει· οὗτος ὁ πτωχός· ἄξιος γέγονεν τοῦ δείκν?[υσθαι ὑφ’ ἁγίω]ν? ἀνδρῶν καὶ ὑπ’ αὐτοῦ τοῦ ἁγίου πνεύματος. δυνατὸν δὲ καὶ καθόλου περὶ πάντων τοῦτο λέγ?[εσθαι· ὡς πρὸς τὸν] πλουτοδότην θεὸν τὸν μεγάλα χαριζόμενον πάντες πτωχοί ἐσμεν. ἐπερ( )· οὐκ ἐπτώχευσεν Ἰησοῦς δι’ ἡμᾶς; θεώρει γὰρ τὴν ἀποστολικὴν ἀκρίβειαν· ὅτι πλούσιος ὢν δι’ ἡμᾶς ἐπτώχευσεν. οὐκ ἐπ[λ]ο?υ?τίσθη. ὢν πλούσιος δι’ ἡμᾶς ἐπτώχευσεν, ἵνα τί γένηται; ἵνα τῇ ἐκείνου πτωχείᾳ πλουτή- [σω]μ?εν· ποιητικ?[ὴ γ]ὰρ πλούτου πτωχεία οὐχ ἡ ἀληθῶς πτωχεία ἐστίν. καὶ ὥσπερ γίνεται κατάρα ὑπὲρ ἡμ[ῶν, ἵ]ν’ εὐλογίαν [λά]βωμεν, κατάρα δὲ ποιητικὴ εὐλογίας οὐχ ἁπλῶς ἐστιν κατάρα, ἀλλ’ αὐτὸ τοῦτο κατάρ[α εὐλογία]ς? ποιητικ[ή], οὕτω καὶ πτω[χός]· ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκέν[ωσεν] μορφὴν [δο]ύλου λαβών. ἰδοὺ ἡ πτωχεία ἣν ἐπτώχευσεν·
PG 39:1418πλούσιος ὢν ἀληθῶς ἀεὶ ἐν μορφῇ θεοῦ ὑπάρχων καὶ ὢ?ν χαρα[κτὴ]ρ τῆς θεοῦ ὑποστάσεως, τὴν τοῦ δούλου λαβὼν μορφὴν πάντα ὑπέστη τὰ τῆς πτωχείας. ἁμαρτία γέγονεν ὑπὲρ [ἡμῶ]ν, ἵνα δικαιοσύνη θεοῦ γενώμεθα, κατάρα, ἵνα εὐλογίαν κληρονομήσωμεν, θάνατον ὑπέστη καὶ νενέκρω[ται], ἵνα ζωὴν αἰώνιον ἀπολάβωμεν. ἐπτωχεύσαμεν σφόδρα. οὕτως συνκατέβημεν φθάσαντες μέχρι τῆ[ς] κ?[α]ταστάσεως τῆς ὑμετέρας, ἵνα τῶν οἰκτιρμῶν τοῦ θεοῦ προκαταλαβόντων ἀναβιβάσωμεν ὑμᾶς. ὡς εἴρηκ[άν] τ?ινες παράδειγμα τοιοῦτο περὶ τῶν ἁγίων ὅτι· ἐν τῷ σκάφει τοῦ βίου τούτου πλέοντες εἶδον πολλοὺς ἐκπε[σόν]τας ἐκ τοῦ σκάφους καὶ διὰ τὸ ἀκολύμβο[υς] εἶναι κατενεχθέντ[α]ς εἰς τὸν βυθόν, καὶ ἥλαντο εἰς τὸν [βυθὸ]ν? καὶ ἔδοξαν τὸ αὐτὸ πάσχειν τοῖς βυθισθεῖσιν, ἀλλ’ ὑπὲρ τῆς ἐκείνων βοη θείας τοῦτο πεποιήκασιν, ἵνα ἀν[αβιβά]σωσιν τοὺς μὴ δυναμένους δι’ ἑαυτῶν ἀναβῆναι. 7 καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἐρύσατο αὐτόν. τ?ὸ ῥύ[ς]εσθαι ἐκ πασῶν τῶν θλίψεων ἤδη πολλάκις ἀποδέδοται ἡμῖν ὅτι τὸ μὴ ἡττηθῆναι, οὐ τὸ ἔξω γενέσθαι τῶν [θλιβη]ρῶν.
PG 39:14208 παρεμβαλεῖ ὁ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς. ἄγγελο[ς παρεμβάλ]λων κύκλῳ τῶν τὸν θεὸν φοβουμένων [καὶ] ῥύεται αὐτοὺς ἀπὸ παντὸς πολε μίου, ἀπὸ πάσης θλίψεως, ἀπ?[ὸ παντὸς] τραύματος. λέξει τις οὖν ὅτι· εἷς ἄγγελος αὐτάρκης ἐστὶν πρὸς τὸ τοὺς φοβου μένους τὸν θεὸν πάντας σῶσα[ι ἀπὸ τοῦ] ἐναντίου; σκόπει· εἷς ἄγγελος θελήσαντος θεοῦ ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ῥοπῇ μιᾷ ἀνεῖ λεν, καίτοι τάχα οὐ καθαρ[ὸς ἄγγελος] ὤν, ἐπεὶ κολάσει οὐ διεκονεῖτο. πολλῷ πλέον οὖν ὁ τέλειος ἄνθρωπος ὁ ἁγι ότητα φυλάττων, ὁ αὐτ- [όπτης καὶ ὑπηρέ]της ὢν θεοῦ, δύναται ῥύσασθαι πολλοὺς φοβουμένους. ἐὰν δέ τινι βίαιος φαί νηται ἡ ἀπόδοσις, οὕ?τ?ως?· [ὥσπερ λέγει, ὅ]τι ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, ἵνα ἄρχῃ τῶν ἀλόγων ζῴων, καὶ οὐ τὸν ἰδικῶς ποιὸν λέγ[ομεν, οὐ τόνδε λέ]γομεν, ἀλλ’ ὅλον τὸ εἶδος. ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ’ αὐτῆς· τὸ εἶδος ὅλον οὕτως ὠνόμασεν. δύνατ[αι ο]ὖ?ν? καὶ ὧδε ὁ ἄγγελος τὸ καθόλου σημαίνειν, ὅτι οἱ φοβούμενοι τὸν κύριον ἔχουσιν παρεμβεβληκότας καὶ [κυκλ]οῦντας αὐτοὺς ἀγγέλους ῥυομένους αὐτοὺς ἐκ πάσης θλίψεως. ἔχεις γοῦν τοῦτο ἐν εὐαγγελίῳ·
PG 39:1421ὁρᾶτε μὴ σκανδαλίσητε ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ· οἱ γὰρ ἄγ - γελοι αὐτῶν διὰ παντὸς βλέπουσιν τὸ πρόσωπον τοῦ πατρὸς ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. παραστάται εἰσὶν τοῦ θεοῦ, τὸ πρόσωπον αὐτοῦ ὁρῶσιν, ἀοράτως τὸν ἀόρατον βλέπουσιν. ἰ[δο]ὺ οὖν τῶν πολλῶν μικρῶν πολλοὶ ἄγγε λοι ἐλέχθησαν, τῶν δὲ φοβουμένων τὸν κύριον εἷς ἄγγελος εἴρηται. ἑνικῶς εἴρηται, οὐδὲ γὰρ εἷς. δυνα τὸν δὲ καὶ τοῦτο εἰπεῖν· οἱ μικροὶ οὐ τὸν [θ](εὸ)[ν φοβοῦ]νται, ἀλλὰ τὸν παθητικὸν ἔχουσιν φόβον· ἡ τελεία γὰρ ἀγάπη ἔξω βάλλει τὸν φόβον. κα[ί· ὁ φόβος κό]λασιν ἔχει. μὴ φοβεῖσθε ἀπὸ τῶν ἀπο κτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυν[αμένων ἀποκτ]εῖναι· ἐκεῖνοι δὲ τὸν θεὸν φοβοῦνται οἱ τὸν ὑπερβάλλοντα φόβον ἔχοντες, περὶ οὗ εἴρηται [ἐν τῇ Σιράχ· φόβ]ος κυρίου πάντα ὑπερέβαλεν, ὅστις παραγίνεται τῷ ζητοῦντι αὐτὸν μετὰ πολλὴν προκοπήν. δύνανται οὖν οὗτοι οἱ φοβούμενοι τὸν κύριον ἕνα ἄγγελον ἔχειν παρεμβεβληκότα καὶ ῥυόμενον αὐτοὺς αὐτὸν τὸν σωτῆρα περὶ οὗ λέγεται· καλεῖται τὸ ὄνο μα αὐτοῦ μεγάλης βουλῆς [ἄγγελος]·
PG 39:1423ἐν πολλαῖς γὰρ γραφαῖς φαίνεται ἄγγελος μνημονευόμενος οὐκ ἐφαρμόζων τινὶ γενητῷ. περὶ αὐτοῦ λέγει καὶ ὁ Ἰ[ακ]ώβ· ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν. οὐδεὶς δὲ δύναται ῥύσασθαι ἐκ πάντων τῶν κακῶν, εἰ μὴ ὁ σωτὴρ ὁ ἐξουσίαν ἔχων ἀφιέναι πᾶσαν ἁμαρτί?[αν]. τῆς δὲ ἁμαρτίας ἀφιεμένης καὶ ἡ ἑπομένη κόλασις, τὰ ἑπόμενα κακωτικά, συναπέρχεται τῇ? [κ]α?κίᾳ?. ὥσπερ περίβολός τις καὶ περίτειχος περὶ αὐτοὺς γινόμενος ἀβ?λ?[ή]τους αὐτ?[ο]ὺς φυλάττει. καὶ ἐν τῷ Ζαχαρίᾳ γοῦν τῷ ἑνδεκάτῳ τῶν δώδεκα προφητῶν λέγει· [κατακάρπως] κατοικηθή[σεται] Ἰερουσαλήμ, καὶ λέγει· καὶ ἔσομαι κύκλῳ αὐτῶν ὡς στῦλος πυρὸς καὶ τεῖχος κυκλ[οῦ]ν αὐτούς. πυρὸς δὲ ἐπὶ τῷ τοὺς ἐγγίζοντας βλάπτεσθαι μᾶλλον· εὐθέως γὰρ ἐν αὐτῇ τῇ περιοχῇ τοῦ προφήτου λέγει· διότι ὁ ἁπτόμενος ὑμῶν ὡς ὁ ἁπτόμε νος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ. τὸ ἅψασθαι ἐνταῦθα τὸ βλάψαι σημαίνει, ὡς τό· μὴ ἅπτεσθε τῶν χριςτῶν μου. 9 γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος. πολλάκις ἐλέχθη ἡμῖν ὅτι τὰ αἰσθητὰ καὶ σω ματικὰ οὕτως εἰσίν· ἕκαστον ὅ ἐστιν αὐτὸ μόνον ἐστίν· οἷον ἡ ῥοιὰ οὐδὲν ἕτερόν ἐστιν ἢ ῥοιά, ὁ ἄρτος.
PG 39:1425ἡ δὲ τρέφουσα τὸν ἔσω ἄνθρωπον τροφὴ κατὰ διαφόρους ἐπινοίας λέγεται. λέγεται γοῦν καὶ φῶς, λέγεται καὶ πηγή, λέγεται καὶ ἄρτος καὶ σάρξ, ἀληθινὴ βρῶσις. λέγει γοῦν· γεύσασθε τῇ γεύσει τῇ ἀοράτῳ τῇ τοῦ ἔσω ἀνθρώπου, καὶ ἴδετε ὅτι χρηστός ἐστιν ὁ κύριος, ὅτι ἀγαθός. γεύσασθε μόνον, γνῶτε ὅτι τρόφιμός ἐστιν, ὁρᾶτε πηγὴν ἀγαθότητος, πηγὴν χρηστότητος. 9 μακάρι[ος ἀ]νήρ, ὃς ἐλπίζει ἐπ’ αὐτόν. ὁ ἐπ’ αὐ τὸν τὸν χρηστὸν κύριον ἐλπίζωνγεύεται γὰρ αὐτοῦ, καὶ τῆς γλυκύτητος αὐτοῦ πειραθήσεται καὶ ἐκ τῆς τροφῆς ταύτης πάντα ἕξει καὶ ἀθλητικῶς τρεφόμενος ἰσχυρὸς ἔσται, ὡς τὴν πάλην μηκέτι πρὸς αἷμα καὶ σάρκα, ἀλλ[ὰ] πρὸς ἀρχὰς καὶ ἐξουσίας ἔχειν. γεύσασθε καὶ ἴδετε ὅτι χρηστός. εἴ τις κ?[ά]μ?ν?ει καὶ νοσεῖ κατὰ τὴν ψυχήν, γευ σάσθω αὐτοῦ ὡς τροφίμου, ὡς παρασκευάζοντος ὑγίειαν, ὡς ἀπαλέξο[υ]ν[τος βλάβην]. ἡ? δὲ τροφὴ αὕτη οὐ μόνον κορέννυσιν, ἀλλὰ καὶ ἀπαλέξει, τὰ βλαπτικὰ ἀποβάλλει.
PG 39:1427μακάριος οὖν οὐ[χ ἁπλῶς ὁ ἄ]νθρωπος, ἀλλ’ ὁ ἀνήρ, ὁ καταρ γήσας τὰ τοῦ νηπίου, ὁ ἐν βουλῇ ἀσεβῶν μὴ πορευθεὶς μηδὲ στὰς ἐν [ὁδῷ ἁμα]ρτ[ωλ]ῶν μηδὲ ἐπὶ καθέδραν λοιμῶν καθίσας, ἀλλ’ ἔχων τὸ θέλημα ἑαυτοῦ ἐν τῷ νόμῳ τοῦ κυρίου. οὗτ?ο?ς τὸ θέλημα ἑαυτοῦ ἔχει ἐν τῷ νό μῳ τοῦ κυρίου· πολλοὶ γὰρ τηροῦσιν τὸν νόμον, ἵνα μὴ κολασθῶσιν ἢ ἵνα δόξωσιν ἐπαινεῖσθαι. ὁ δὲ ἅγιος, ὁ τέλειος ἀνὴρ τὸ θέλημα ἑαυτοῦ ἐν τῷ νόμῳ ἔχει τοῦ κυρίου, ὡς μὴ εἶναι τὸ θέλημα αὐτοῦ ἄλλο τοῦ νομικοῦ θελήματος. τὸ νομικὸν δὲ θέλημα τοῦτό ἐστιν· ἀπαγορεύειν τὴν κακίαν καὶ προστάττειν τὴν ἀρετήν. ὅταν τοίνυν ἑαυτοῦ τις γένηται νόμοςοὗτοι γὰρ νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσιν νόμος, ὡς ἔχειν τὸν νόμον τὸν ἑαυ τοῦ συνπεπλεγμένον τῷ νόμῳ τοῦ κυρίου. 10 φοβήθητε τὸν κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ. [ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν]. πᾶσιν τοῖς ἁγίοις παρακελεύομαι φοβηθῆναι τὸν κύριον αὐτόν. εἴ?[ρηται δὲ] ἐ?[ν Ἰσαίᾳ· αὐτὸ]ς ἔσται σου φόβος. αὐτὸς γενέσθω ὑμῶν φόβος.
PG 39:1429καὶ ὥσπερ γίνεται τροφή τισιν καὶ ἄλλοις [σοφία σοφοὺς α]ὐτοὺς παρασκευάζουσα καὶ ἑτέροις δικαιοσύνη, καὶ γίνονται δίκαιοι οἷς γέγονεν δικαιο[σύνη, οὕτω καὶ τοῦ] ἁγιασμοῦ μετέχουσιν· αὐτὸς γάρ ἐστιν καὶ ὁ ἁγιασμός, ὃς ἐγενήθη ἡμῖν ς[ο]φία ἀπὸ θεοῦ, δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. φοβήθητε οὖν τὸν θεόν, πάντες οἱ ἅγιοι αὐτοῦ. οἱ αὐτοῦ ἅγιοι· εἰσὶν γὰρ ἁπλῶς ἅγιοι λεγόμενοι, ἀλλ’ οὐκ αὐτοῦ. ὅσοι ἐπιμορφάζονται ἁγιότητα, ἅγιοι μὲν δοκοῦσιν εἶναι, οὐ τοῦ θεοῦ δέ. καὶ λέγει τὴν αἰτίαν διὰ τί πάντες· οὐκ ἔστιν γὰρ ὑστέρημα τοῖς φοβου μένοις αὐτόν. ἀκαθυστερήτους καὶ ἀνενλιπεῖς ποιεῖ ὁ τοῦ θεοῦ φόβος. φοβήθητε τὸν κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ. ἐπείπερ οὐκ ἔς[τ]ιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν, ἵνα ἀνενλιπεῖς γέν[η]σθε, φοβήθητε αὐτὸν τὸν θεόν. καὶ οὔκ ἐς τίν γε παθητ[ικό]ς, ὡς ε?[ἶ]π?ον, ὁ τοῦ θεοῦ φόβος, ἀλλὰ σεβασμῷ ἴσος, εὐλαβείᾳ ἴσος. ὅταν φαντασίαν θεοῦ λάβωμεν, εὐθέως φόβος ἐπαύξεται, εὐλάβεια παραγίνεται· οὐ γὰρ οὕτω φοβούμεθα ὡς δεδιττόμενοι αὐτόν, οὐχ ὡς μορμο λυ[κ]εῖόν τι, ἀλλ’ ὡς σεβάσμιον ὑπερβάλλον.
PG 39:1431καὶ ἐπεὶ ἡ ἐκκλησία ἁγία ἐστὶν ἔνδοξος παραστᾶσα ἐκ δεξιῶν τοῦ σωτῆρος, οἱ συνπληροῦντες αὐτὴν πάντες ἅγιοί εἰσιν. δύναται οὖν περὶ τῆς κλήσεως τῶν ἐθνῶν λέγεσθαι τό· φοβήθητε τὸν κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ. [ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν.] [ 11 πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ.] οἱ πρότεροι οἱ συνπληροῦντες τὴν συναγωγὴν τὴν πρὸ τῆς ἐπιδημίας πλούσιοι ὄντες εἰς πτωχείαν ἔπεσαν. [πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ.] ὅτε ᾔρθη ἀπ’ αὐτῶν ἡ βασιλεία τοῦ θεοῦ, ὅτε ἀπέβη ἀπ’ αὐτῶν ἡ νόησις τῶν θείων γραφῶν, ὅτε ἀπεστράφησαν τὴν παλαιὰν γραφὴν καὶ αὐτὴ αὐτούς, ἐκ πλουσίων πένητες γέγοναν· ἐπεὶ γὰρ ὁ πλοῦτος οὗτος παντοίως ὠφελεῖ τὸν ἔχονταγίνεται γὰρ αὐτοῦ καὶ τροφή, γίνεται αὐτοῦ καὶ σκεπαστήριον [καὶ] ἀμφίον, λέγει ὅτι οὗτοι οἱ πλούσιοι πτωχεύσαντες ἐπείνασαν. [ἀπ]έβαλον τὴν πνευματικὴν τροφήν, ἀπεστράφησαν τὸν ἄρτον τῆς ζωῆς.
PG 39:1432ἐπτώχευσαν οὖν, πλὴν εἰ καὶ αὐτοὶ ἐπτώχευσαν, οἱ ἐκζητοῦντες τὸν κύριον οὐκ ἐλ[άττ]ω?νται τῶν ἀγαθῶν, ἀλλὰ πλήρης αὐτῶν γίνονται, τελείως αὐτῶν μεθέξουσιν· ὥσπερ γὰρ ᾔρται ἀπ’ ἐκείνων ἡ βασιλεία τῶ[ν ο]ὐρανῶντοῦτο καὶ ἡ μήτηρ τοῦ Ἰησοῦ λέγει· πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ [π]λουσίους ἐξαπέστειλεν κενούς. οἱ πάλαι πλουτοῦντες κενοὶ ἐξαπεστάλησαν· κἂν γὰρ ἔχωσιν τὰ βιβλία Μωσέως καὶ τῶν προφητῶν, ἀλλὰ κενοί εἰσιν τοῦ θείου πληρώματος αὐτῶν. πλήρωμα οὖν τῆς θείας γραφῆς οὐχ ἡ σκιά, ἀλλὰ ἡ ἀλ?ή?[θεια] καὶ τὸ πνεῦμα. οἱ ἐκζητοῦντες οὖν τὸν κύριονἐπίτασιν τὸ ἐκζητεῖν δηλοῖπληροῦν ται πάντων ἀγαθῶν. περ[ὶ τούτου καὶ ὁ ὑ]μ?- νῳδός που λέγει πρὸς τὴν ἑαυτοῦ ψυχὴν διαλεγόμενος· εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον τὸν ἐ[νπι]μπ[λῶντα ἐ]ν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου. καί· κατατρύφης[ον τοῦ κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου]. [ἐπ’ αὐτῆς] εὑρίςκουσιν καλ[ὰ πάντ]α? οἱ μεταβαίνοντες ἀπὸ τῆς σκιᾶς τοῦ νόμου καὶ τῆς ἐκ μέρους γνώσε ως καὶ προφητείας. κυρίως δὲ ἀγαθὰ καὶ ἀκαθυστέρητα καὶ πληρέστατα τὰ τοῦ νόμου πνευματικά·
PG 39:1434ταῦτα γὰρ χειραγωγοῦσιν καὶ εἰς τὴν ἀλήθειαν τὴν πρόσωπον πρὸς πρόσωπον, τὴν τὸ τέλειον φέρουσαν, ἐν ᾗ οὐδεὶς ἀτελὴς ἔσται. 12 δεῦτε, τέκνα, ἀκούσατέ μου. [φόβον κυρίου διδάξω ὑμᾶς] εἰρηκὼς περὶ τοῦ δεῖν πρὸς τὸν θεὸν ἀναλαβεῖν φόβον, καὶ ὥς τινες ἀποπεσόντες ἀπ’ αὐτοῦ ἐκ πλουσίων πένη τες καὶ πτωχοὶ γεγένηνται, καὶ ὅτι οἱ ἐκζητοῦντες τὸν κύριον ὃν φοβοῦνται, πληροῦνται πάντων ἀγαθῶν, λοιπὸν πρὸς πάντας τοὺς γενομένους αὐτοῦ τέκνα ἀποτείνει τὴν διδασκαλίαν λέγων· δεῦτε, τέκνα, ἀκούσατέ μου. οὐ κατὰ σάρκα τινά. τέκνα δ’ ε[ἰσὶ]ν [τοῦ] σοφοῦ οἱ σπεύδοντες ἐπὶ σοφίαν, τέκνα εἰσὶν τοῦ ἁγίου οἱ βουλόμενοι ἁγιασθῆναι, οἱ τὴ[ν δικαιοσύνην] κατορθοῦντες αὐτοῦ τοῦ πρώτου δικαίου τέκνα εἰσίν· εἴρηται γὰρ ἡμῖν ἐν ἀρχῇ τοῦ ψ[αλμοῦ ὅτι καὶ ἐ]κ προσώπου τοῦ σωτῆρος κατὰ τὸν ἄνθρωπον δύναται ἀπαγγέλλεσθαι. τέκνα δὲ τοῦ ς?[ωτῆρός εἰσιν] ο?ἱ τῆς ἀρετῆς ἐπιμελόμενοι, οἱ σπεύδοντες ἀναλαβεῖν τὴν γνῶσιν τῆς ἀληθείας. καλεῖ οὖν αὐτοὺς πόρρω ὄντας, οὐχ ἵνα μεταβ[α]τικῶς κινηθέντες ἐκ τόπου εἰς τόπον ἔλθωσιν, ἀλλὰ ἐκ διαθέσεως εἰς διάθεσιν, ἐξ ἐλάττονος καταστάσεως ἐπὶ τὴν μείζονα καὶ τελειοτέραν.
PG 39:143612 φόβον κυρίου διδάξω ὑμᾶς. καὶ δύνανται ταῦτα τὰ τέκνα πρὸς οὓς τὸν λόγον ποιεῖται, νήπιοι ἐν Χριστῷ εἶναι φόβον ἔχοντες οὐ τὸν τέλειον, οὐ τὸν ἀκαθυστερήτους ποιοῦντα, ἀλλὰ τὸν ἀποχὴν τῆς κακίας τῆς πρακτι κῆς ποιοῦντα, τὸν τῆς κολάσεως φόβον· τέκνα γάρ εἰσιν οἱ τοιοῦτοι ἀτελεῖς τυγχάνοντες· τ[οῦ γ]ὰρ φοβουμένου τὸν κύριον ἀνενλιποῦς ὄντος [καὶ] οὗτοι [οὐκ] ἀνενλιπεῖς εἰσιν οὐκ ἔχοντες τὴν τελείαν ἀγ[ά]πην ἥ[τις] ἔξω βάλλει τὸν προ ειρημένον φόβον οὐκ ἄλλη τις οὖς[ι]α τῆς θεοῦ μετουσίας. ὁ θεὸς δὲ ἀγάπη ἐστιν. καὶ ὥσπερ ὁ μετέχων δικαιοσύνης δίκαιός ἐστιν, οὕτως ὁ τῇ ἀγάπῃ ταύτῃ ἐγγίσας καὶ ἓν πρὸς αὐτὴν γενόμενος τέκνον ἐστὶν σοφίας, υἱὸς ἀγάπης. 13 τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν; ὅτε ἐν τῷ ἐλάττονι φόβῳ ἦσαν τῷ τὴν κόλασιν ἐπιφέροντι καὶ ἐκφοβοῦντι τὴν κόλασιν ἵνα μή τις ἁμαρτάνῃ, πλῆθος ἦσαν. ὅτε δὲ λοιπὸν σπεύδουσιν ἐπὶ τὸ ἐγγίσαι τῷ καλοῦντι ἵνα τὸν τοῦ θεοῦ φόβον διδαχθῶσιν, ὡς πρὸς ἕνα λοιπὸν ἀπαγγέλλεται τὰ ἀπαγγελλόμενα·
PG 39:1438κα ταρτισθέντες γὰρ τῷ αὐτῷ νοὶ̈ καὶ τῇ αὐτῇ γνώμῃ καὶ ἕκαστος κολληθεὶς πρὸς τὸν κύριον καὶ ἓν πνεῦμα γενάμενος πρὸς αὐτόν, ἀποβάλλουσιν τὸ πλῆθος· τὸ γὰρ πλῆθος, μάλιστα τὸ κατὰ τὴν ψυχὴν καὶ τὸν ἔσω ἄνθρωπον, ἢ ἐξ ἐναν τιότητος συμβαίνει ἢ ἐκ διαφορᾶς τῆς κατὰ τὸ μᾶλλον καὶ ἧττον. ἐὰν πάντες οἱ καλούμενοι ἀρετὴν ἔχωσιν, μὴ ὁμοίως δὲ αὐτὴν ἔχ[ω]σιν, πλῆθός ἐστιν. καὶ οὔκ ἐστιν δὲ τοῦτο τὸ πλῆθος τὸ[υ] κατ’ ἐναντιότητα. ὅταν δὲ καὶ ἐναντίας ἔχωσιν αἰσθήσεις, πολλοὶ τυγχάνουσιν διὰ τὴν παροῦσαν κακίαν· οὐ γὰρ ἑνοποιός ἐστιν ἡ κακία, ἀλλὰ μᾶλλον διαιρετική. ἀντακολουθίαν γοῦν τῶν ἀρετῶν, οὐχὶ δὲ τῶν κακιῶν λ[έγ]ομεν. ἀδύνατόν ἐστιν ἀν τακολουθεῖν τὰς κακίας ἑαυταῖς· εἰσὶν γὰρ ὑπερβολαὶ καὶ ἐνλείψεις. αἱ δὲ ὑπερβολαὶ καὶ ἐνλείψεις ἐν[α]ν τιώσεις εἰσίν. πάντες οὖν οἱ τελείως τὴν ἀρετὴν ἀναλαμβάνοντες ἕν εἰσιν καὶ ἓν πρὸς τὸν θεὸν γίνονται. αὐτίκα γοῦν οἱ πιστεύοντες πάντες κατὰ τὴν ὀρθὴν πίστιν μίαν [καρ]δίαν καὶ μίαν ψυχὴν ἔχουσιν τῶν φαύλων οὐκ ἐχόντων τοῦτο. καλεῖ οὖν ἐνίους καὶ διψύχους. πρὸς [ἄν(θρωπ)ον οὖν μόν]ο?ν ποιεῖται τὸν λόγον.
PG 39:1440εἷς δέ ἐστιν ὁ ἄνθρωπος κατὰ τὴν οὐσίαν· κἂν γὰρ διάφοροι καὶ πολλοὶ γίνω[νται ἄν(θρωπ)οι], ἐκ? [τῶ]ν συμβαινουσῶν ποιοτήτων τὸ πλῆθος ἔχουσιν. κατὰ μέντοι τὸ πρῶτον ὑποκείμενο[ν τὸ δ]ε?κτικ?ὸν τῶν ποιοτήτων εἷς εἰσιν· πάντες ὁμοούσιοι γάρ εἰσιν. ἀνθρώπου οὖν ἐστιν τὸ ποθεῖν ζωήν, ἀνθρώπου τοῦ σῴζοντος τὸ κατ’ εἰκόνα. ἵππος θηλυμανὴς οὐ ποθεῖ ζωήν. ἐπερ( )· τὸ τίς ἐστιν ἄνθρωπος; οὐ τὸ σπάνιον οὐδὲ τὸ ἀδύνατον· τὸν ἰδίως ποιὸν ὃν λέγομεν ἄτομον, ἵνα ᾖ τό· εἴ τις ἄνθρωπος τοιοῦτός ἐστιν, ἡκέτω καὶ μαθέτω τὸν τοῦ θεοῦ φόβον. 1314 ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. εὐθέως ἕπεται τῷ πόθῳ τῆς ζωῆς καὶ τῇ μαθήσει τοῦ θεικοῦ φόβου τὸ ἐν ἀγαθαῖς ἡμέραις γενέσθαι· οὐ γὰρ οὕτως ἠ - λίθιοί ἐσμεν ὥς τινες, ὡς νομίζειν τὴν εὐπάθειαν τοῦ σώματος καὶ τὸν περιρέοντα πλοῦτον ποιεῖν ἡμέ ρας ἀγαθάς· ἔχεις γὰρ πολλὰ ἐν τῇ γραφῇ τοιαῦτα· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς τῆς ἀγαθῆς, ἧς κύριος ὁ θεὸς δίδωσίν σοι.
PG 39:1441ἐὰν περὶ τῆς γῆς ταύτης ἐκλάβῃς καὶ τούτων τῶν κατὰ τὸ πρόχειρον γονέων, διαψεύδεται. περὶ τῆς παρούσης οὐ λέγεται ἧς δίδωσίν σοι. παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ. καλῶ σε μαθεῖν φόβον κυρίου, ἵνα μαθὼν ἅγιος γένῃ, ἀκαθυςτέρητος, οὐδεμιᾶς ἀρετῆς λειπόμενος. τοίνυν ἐλθέ, ἵνα παύσῃς τὴν γλ[ῶ]σσάν σου ἀπὸ κακοῦ. μηκέτι ἡ γλῶσσα τοῦ ἔσω ἀνθρώπου ἐχέτω τὸ κακόν. τότε δὲ ἔξω παντὸς γίνεται, ὅταν τὸ ἀγαθὸν ἔχῃ καὶ προφέρῃ. ἕπεται δὲ τῷ παύσασθαι τὴν γλῶσσαν ἀπὸ κακοῦ καὶ τὸ τὰ χείλη μηκέτι δόλον λαλεῖν, ἠρεμᾷ δὲ καὶ τὸ ὑποκρίνασθαί τι· ἐστὶν μὲν γὰρ δολιευόμενος ἐπὶ τῷ κακὸν ποιῆσαι. βολὶς τιτρώσκουσα ἡ γλῶσσα αὐτῶν, δόλια τὰ ῥήματα τοῦ στόματος [αὐτῶν]. οὗτοί εἰσιν οἱ ἀπὸ τῶν αἱρέσεων, οἱ προιστάμενοι τῆς ἀθεότητος. δύναταί τις οὖν εἰς τὸ ῥητὸν εἰπεῖν ὅτι· ἐπεὶ τότε μάλιστα ὅτε τοῦτ’ ἔλεγ[ομ]εν, πάντες ἐπὶ τὸ κακὸν ἦσαν δραμόντες, ὡς λοιπὸν θρήν[ους] ἐπ’ αὐτῶν ᾄδεσθαι, πρὸς τοὺς τοιούτους ἔλεγεν·
PG 39:1443οὐ γὰρ εἶπεν ὅτι ἕκαστος τῶν ἀδελφῶν μου ἢ ἕκαστος τῶν ἀδελφῶν ἡμῶν, [τ]ουτέστιν τῶν ἁγίων, ἀλλὰ τῶν θελησάντων ἕνα πατέρα ἔχειν, τῶν ἐκ τοῦ διαβόλου γεγεννημένων διὰ τοῦ θέλειν αὐτοῦ τὰς ἐπιθυμίας ποιεῖν· ὑμεῖς γὰρ ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ διαβόλου θέλετε ποιεῖν. περὶ τῶν τοιούτων οὖν ἀδελφῶν τῶν ὑπὲρ τοῦ πατρὸς καὶ πονηροῦ γεγεν[ν]ημέν[ων] λέγει· πᾶς ἀδελ φὸς πτέρνᾳ πτερνιεῖ· καὶ γὰρ ὁ πατὴρ αὐτῶν τοιοῦτός ἐστιν· δόλῳ πάντας ἐπήγαγεν ὑφ’ ἑαυτὸν καὶ ὑπάγει τοὺς ἑπομένους αὐτοῦ τῇ πονηρίᾳ. καὶ πᾶς φίλος τοιοῦτος καταπ[τ]αίξεται. οὐ περὶ τῶν ὄντως φίλων λέγει. Ἰησοῦς λέγει τοῖς μαθηταῖς ὅτι· ὑμεῖς φίλοι ἐστέ. καὶ τὴν αἰτίαν ἀποδέδωκεν· ὅτι πάντα τὰ τοῦ πατρὸς ἐγνώρισα ὑμῖν. οὐδεὶς τῶν φίλων τούτων καταπ[τ]αίξει. διὰ τοῦτο ἐλεύθεροί εἰσιν. πρὸς ἐκείνους οὖν ὁ λόγος ἐστὶν τοὺς ὄντας τοιούτους· ἀλήθειαν οὐ μὴ λαλήσουσιν. περὶ τῶν μὴ λαλούντων ἀλήθειαν ὁ λόγος ὅτι· ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν. ὁ μὴ στὰς ἐν τῇ ἀληθείᾳ γέγονεν ἐν αὐτῇ ποτε.
PG 39:1445οὐδέποτε δὲ περί τινος λέγομεν ὅτι οὐχ ἵσταται οὗτος ἐν τέχνῃ, ἐὰν μὴ πειραθεὶς ᾖ[ν] ἐν τέχνῃ ἢ τεχνῶν πολλῶν καὶ μεταβαίνῃ ἐξ ἑτέρων εἰς ἑτέρας. εἰ μὴ ἦν γενόμενος ἐν τῇ ἀληθείᾳ, οὐκ ἔφερεν αὐτῷ ψόγον τὸ μὴ ἑστάναι ἐν αὐτῇ. καὶ ὅρα γε τὸ δόγμα· πῶς θέλει πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν; εἰ τῷ θελήματι αὐτοῦ οὐδεὶς ἀντιστήκει, πῶς θέλον[τος α]ὐτοῦ [σωθῆναι] καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν πάντας ὑστεροῦσίν τινες, ἵνα μὴ ε[ἴ]πω, οἱ πλεῖστοι; θέλοντος αὐτο[ῦ] ἐὰν θελήσωμεν καὶ συνδρομὴ τῶν δύο βουλημάτων γένηται, ἡ σωτηρία γίνεται· [οὐ]δεὶς γὰρ ἄκων ἀγαθός ἐστιν, οὐδεὶς μὴ θέλων σῴζεται, οὐδεὶς μὴ σπεύδων πρὸς τὸ προσελθεῖν τῷ θεῷ καὶ τὸν νόμον αὐτοῦ τηρήσας οἷός τέ ἐστιν ἐπιγνῶναι τὴν ἀλήθειαν. διὰ τοῦτο καὶ ὁ σωτὴρ ἐν τῷ εὐαγγελίῳ λέγει· εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀρνη[σάσθ]ω ἑαυτὸν καὶ ἀρ[ά]τω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. εἴ τις θέλει· ὅσον ἧκεν εἰς τὸν σωτῆρα, βού[λεται αὐτὸν] τοῦτο ποιεῖν, ἀλλ’ οὐκ ἀναγκάζει, προαίρεσιν κινεῖ, θέλησιν διεγείρει.
PG 39:1447εἴ τις οὖν θέλει ὀπίσω μ[ου] ἐλθ[εῖν, εἴ τις] θέλει ἀκολουθῆσαί μοι τοῦτο γὰρ σημαίνει τὸ ὀπίσω μου ἐλθεῖν, ἀράτω τὸν σταυ ρὸν ἑαυτοῦ· σταυρωθήτ?ω? τῷ [κόσμῳ], νεκρωσάτω τὰ μέλη αὐτοῦ τὰ ἐπὶ τῆς γῆς, ἀνενέργητος γενέσθω πρὸς τὸν κόςμον. ὁ σταυρωθεὶς τοὺς πόδας ἔχει κωλυομένους βαδίζειν ὅποι βούλεται, τὰς χεῖρας πράττειν ὃ θέλει. ὅταν τοίνυν πρὸς τὸν κόσμον σταυρωθῇ τις οὐδὲ βαδίζῃ κατ’ αὐτὸν ἔτι οὐδὲ ἐνεργῇ τὰ ἐκείνου, τούτῳ δὲ καὶ ὁ κόσμος σταυροῦται τῷ σταυρωθέντι αὐτῷ, ἵνα καὶ ὁ κόσμος ἀνενέργητος ᾖ κατ’ αὐτοῦ μηδὲ βαδίζων κατ’ αὐ τοῦ μηδὲ ἐνεργῶν τὰ ἐκεῖνον βλάπτοντα. εἴ τις οὖν θέλει ὀπίσω μου ἐλθεῖν· μὴ ποτὲ μέν, ποτὲ δὲ μή· ἡ γὰρ ἀρετὴ συν εχῶς λεγομένη ἀρετή ἐστιν καὶ τελειότης ἐστίν, οὐχ ὡς ἐπὶ τῶν ἄλλων πράξεων. οὕτω γοῦν καὶ ὁ ἀπόστολος γράφει· πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε ἐν παντὶ εὐχαριστοῦντες. ὁ πάντοτε χαίρων πάντοτε ἔχει τὴν ἀρετήν· χαίρει γὰρ οὐκ ἐπ’ ἄλλῳ τινὶ ἢ ἐπὶ τῷ εὐδοκιμεῖν ἐν τῷ ἀρεστεῖν θεῷ. ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς. τὸ ἰ δεῖν ὧδε τὸ πειραθῆναι σημαίνει, καὶ ἀγαθῶν πειραθῆναι ἡμερῶν, ἀπολ[α]ῦσαι.
PG 39:1449παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ. ἐπίστησον τῷ λόγῳ σου, δοκίμασον αὐτόν, λόγον ἀκατάγνωστον ἔχειν θέλησον· ὡς γράφει Τί[τῳ] ὁ ἀπόστολος ὑγιῆ[ν] λόγον ἔχειν ἀκατάγνωστον. ὁ ἔχων ἀκατάγνωστον λόγον καὶ ἄλλας πολλὰς ἐντολὰς τοῦ Ἰησοῦ πληροῖ. ἀδύνατόν ἐστιν τὸν ἀκατάγνωστον λόγον μὴ ἔχοντα τηρῆσαι τό· ἔστω ὑμῶν τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ· μὴ πιστευόμενος γὰρ ἐνίοτε ἀπαιτεῖται ὅρκον. ἐὰν δὲ μηδέποτε κατεγνωσμένον σχῇ λόγον, μηδέποτε ἀμφιβάλῃ τις, π[ρ]ότερον ἀληθεύ ει ἢ οὒ ἢ ὡς λέγει καὶ ποιεῖ, ὅταν ἀπαιτηθήσεται ὅρκον καὶ ἔστιν τὸ ναὶ ναὶ αὐτοῦ καὶ τὸ οὒ οὔ, ἀκατάγνωστος λόγος οὖν ἐστιν ὁ τοιοῦτος. καὶ πάλιν ὁ περὶ τῶν δογμάτων τῆς ἀληθείας διεξερχόμενος καὶ ἀποδεικνὺς αὐτὰ ἐπιστημονικῶς λόγον ἔχει καὶ περὶ αὐτὰ ἀκατάγνωστον. οὐδεὶς αὐτὸν ἐλέγξαι δύναται ὡς ψευσάμενον, ὡς φαύλως φρονοῦντα, ὡς ἐκτὸς τῆς ἀληθείας ὄντα. 15 ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν. τοῦτο [λέγ]ει ὅτι· ἐὰν ἐν τῷ κακῷ τυγχάνῃς, ἐὰν κατ’ αὐτὸ πεποιωμένος ᾖς καὶ ἐνεργῶν κατ’ αὐτό, ἐπεὶ καλῶ σε ἐπὶ ποίη[σι]ν τοῦ ἀγαθοῦ, ἔκκλι νον ἀπὸ τοῦ κακοῦ. [ἀ]δύνατόν ἐστιν ἐκτὸς εἶναι ἀμφοτέρων.
PG 39:1451ὑπεξῃρήσθω δὲ νῦν τὰ βρέφη. ὁ μὴ ὢν ἐν ἀγαθῷ ἐν κα κῷ ἐστιν, ὁ ἐκτὸς τοῦ κακοῦ τυγχάνων μετέχει τοῦ ἀγαθοῦ. ἔκκλινον τοίνυν ἀπὸ τοῦ κακοῦ. ἡ ἔκκλισις δὲ προ - αιρετική ἐστιν· προστάττει γὰρ καὶ συμβουλεύει. οὐδεὶς δὲ προστάττει ἢ συμβουλεύει τῷ προαίρεσιν μὴ ἔχοντι. καλῶ σε εἰς τὸ ποιῆσαι τὸ ἀγαθόν. οὐκ ἄλλως δὲ αὐτὸ ποιῆσαι καὶ κατ’ αὐτὸ ἐνεργῆσαι δύνῃ, ἐὰν μὴ ἀποστῇς τοῦ κακοῦ. οὕτω γοῦν καὶ ἐν Ἰσαίᾳ λέγεται· παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν· ἐν ὅσῳ γάρ τις ἐν ταῖς πονηρίαις ἑαυτοῦ, τουτέστιν ταῖς κακίαις, ἐστὶν ἐνεργῶν, οὐδὲν οὗτος δύναται μαθεῖν καλὸν ποιεῖν. καὶ πάλιν ὁ θεσπέσιος ἀπόστολος γράφει· πάντα δοκιμάζετε, τὸ καλὸν κατέχετε, ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε. ἔκκλι νον τοιγαροῦν ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν. οὐκ ἀπαρκεῖ τὸ ἐκκλῖναι ἀπὸ τοῦ κακοῦ, εἰ μὴ καὶ τὸ ἀγαθόν τις ποιήσῃ· ἔστιν γὰρ ἐκκλῖναι ἀπὸ τοῦ κακοῦ κωλυόμενο[ν] φόβῳ κολάσεως εἰς τοῦτο ἀγούσης, ἀλλ’ οὐ προαιρετικῶς οὗτος τὸ ἀγα θὸν ποιεῖ· ἐὰν γὰρ περιέλῃς τοῦ ἀγαθοῦ τὸ ἑκούσιον, οὐκέτι ὅλως ἀγαθόν ἐστιν. 15 ζήτησον εἰρήνην καὶ δίω ξον αὐτήν.
PG 39:1452συνχυτικόν ἐστιν τὸ κακὸν καὶ τάραχον ἐργάζεται τῇ ψυχῇ· πο?λ?λὴν γὰρ ἔχει τὸ γένος τῆς κακίας διαφοράν. αἱ μὲν τῶν κακιῶν κατ’ ἐλάττωσιν γίνονται, αἱ δὲ κατὰ πλεονας- [μ]όν, ὡς δειλία καὶ θρασύτης, ὡς δεισι δαιμονία καὶ ἀσέβεια. μεταδίωκε αὐτὴν τὴν εἰρήνην· τὸ γὰρ οὕτω διῶξαι οὐ τοῦτο σημαίνει ὅτι ἀπέλασον αὐτήν. ἔχεις δὲ καὶ ἐν ταῖς Παροιμίαις· διώκοντας, φησίν, δικαιοσύνην ἀγαπᾷ, ὁ θεὸς δηλονότι, τουτέστιν τοὺς μεταδιώκοντας. ἡ δικαιοσύνη δὲ ἡ μεταδιωκομένη πᾶσά ἐστιν ἡ ἀρετή. [ ] λέγει γοῦν ἡ Σ[οφία· ζ]ητήσουσίν με κακοὶ καὶ οὐχ εὑρήσου σιν. οἱ κακοὶ ζητοῦσιν τὴν σοφίαν, τὸ ὅσον ἧκεν εἰς αὐτούς, κρύψαι αὐτὴ[ν καὶ ἀφαν]ίσαι θέλοντες. οὐχ οὕτω δὲ ζη τοῦσιν τὴν σοφίαν οἱ σπεύδοντες σοφοὶ γενέσθαι, ἀλλὰ μεταδιώκουσιν αὐτήν. [καὶ λέγω, ἐ]πειδ[ὴ τ]ὰ? ἐξηγητικὰ φιλεῖτε· Ἡρῴδης ἐζήτει τὸν Ἰησοῦν ἵνα φονεύσῃ. πολλάκις ἐζήτησαν αὐτὸν οἱ Ἰουδαῖοι, ἵν[α ἀπ]κτείν[ω]σιν. οἱ δὲ μαθηταὶ ἐζήτουν αὐτὸν ἵνα ὠφεληθῶσιν, ἵνα μετάσχωσιν αὐτοῦ. εἶπεν γοῦν τις αὐτῷ· οἱ ὄχλοι ζητοῦσίν σε ἰδεῖν σε θέλοντες·
PG 39:1454πιστεῦσαι γὰρ ἠβούλοντο καὶ ἔργα παράδοξα ἰδεῖν καὶ λόγους ἀκοῦσαι καὶ θεραπειῶν τυχεῖν. ὁμώνυμον οὖν τὸ διώκειν. 16 ὅτι οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους. πολλὴ προτροπὴ πάλιν, πολλὴ παίδευσις. τοῦτο λέγει ὅτι· οἱ ὀφθαλμοὶ τοῦ θεοῦ ἕτοιμοί εἰσιν πρὸς τὸ ἰδεῖν καὶ σῶσαι, καὶ ἕτοιμα ἔχει τὰ ὦτα πρὸς τὸ ὑπακοῦσαι. ἔκκλινον τοίνυν ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, καὶ ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν· εὐθέως γὰρ ἕξεις θεὸν ἔφορον. μόνον θέλησον εἶναι δίκαιος, διώκειν τὴν δικαιοσύνην, καὶ ἔχεις τοὺς ὀφθαλμοὺς τοῦ θεοῦ ἐπ[ι]κειμένους σοι καὶ τὰ ὦτα αὐτοῦ ἕτοιμα εἰς τὸ δέξασθαι τὰς εὐχάς σου ἃς ποιῇ πρὸς αὐτόν. 16 καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. πολλάκις ἐλέχθη ὅτι τὰ ἀνθρωπολογούμενα ἐπὶ θεοῦ οὐκ ἐπὶ ῥητοῦ λαμβάνειν δεῖ, ὡς οἴονται οἱ [ἀνθρωπο]μορφεῖται· θέλουσιν γὰρ καὶ πρό σωπον ἀνθρώπινον εἶναι περὶ τὸν θεόν, καὶ λέγουσιν ὅτ?ι ὁ κατὰ εἰκόνα ἄνθρωπος καὶ ὁμοίωσιν θεοῦ γέγονεν κατὰ τὴν κατασκευὴν τοῦ σώματος. ἀνετράπη δὲ τὸ τοιοῦτο ὑπὸ σοφῶν ἀνδρῶν· λέγουσιν γὰρ ὅτι·
PG 39:1456εἰ κατὰ τοῦτο ὁ ἄνθρωπος κατ’ εἰκόνα θεοῦ ἐστιν, ὅτι μιμεῖται σωματικῶς τὸν θεὸν καὶ τὸ σῶ[μα] αὐτοῦ ὁμοίωσιν ἔχει πρὸς τὸν θεόν, πῶς ὁ θεὸς λέγεται πτέρυγας ἔχειν· ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με; ἄπτερον οὖν ζῷόν ἐστιν ὁ ἄνθρωπος, ὥστε οὐ κατὰ τὸ σῶμα κατ’ εἰκόνα καὶ ὁμοίωσίν ἐστιν θεοῦ. ἐὰν δὲ νοήσῃς, τίνες αἱ τοῦ θεοῦ πτέρυγες, ὄψει ὅτι καὶ ὁ ἄνθρωπος ἔχει τοιαύτας πτέρυγας νοητὰς μετεωριζούσας αὐτόν. πάλιν οἱ ὀφθαλμοί· ἐπειδὴ κατ’ ἱστορίαν πάντα λαμβάνουσιν, ὁ ἄνθρωπος δύ?[ο ὀ]φθαλμοὺς ἔχων οὔκ ἐστιν κατ’ εἰκόνα καὶ ὁμοίωσιν τοῦ ἑπτὰ ἔχοντος, ὥστε ἀναγόμενα ἐκεῖνα τῶν αἰσθη[τῶ]ν ἀπάγει, τὰ περὶ ἀνθρώπου δὲ τῶν αἰσθητῶν ἀπαγόμενα τὴν ὁμοιότητα τὴν πρὸς τὸν θεὸν σῴζει. 17 πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά. τοῦτο λέγει ὅτι οἱ ποιοῦντες τὰ κακὰ οὔκ εἰσιν δίκαιοι. μὴ ὄντες δὲ δίκαιοι οὐκ ἐφορῶνται ὑπὸ τοῦ θεοῦ οὐδὲ εἰςακούονται. ὅμως οὐ μένουσιν ἀφάνταστοι αὐτοῦ. ὅταν δὲ περιπέσωσιν ἀνιαροῖς τισιν καὶ ἐν συναισθήσει γένωνται ὅτι διὰ τὰ πραττόμενα καὶ φρονούμενα κακὰ ἐν τούτοις γεγόνασιν, φαν τασίαν αὐτοῦ λαμβάνουσιν.
PG 39:1458ἀμέλει γοῦν καὶ Μωυσῆς ὁπηνίκα ἐδίωκεν Φαραὼθ καὶ ἡ στρατιὰ αὐτοῦ πᾶσα, [εἶπεν] ἤκουσεν τοῦ θεοῦ ὅτι· δοξασθήσομαι ἐν Φαραὼ καὶ ἐν πάσῃ τῇ στρατιᾷ αὐτοῦ, καὶ γνώσονται οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος· πῶς γὰρ ἔγνωσαν; ἦ ὑποβρύχιοι γενόμενοι μηκέτι διαφυγεῖν δυνάμενοι ἔλαβον φαντασίαν θεοῦ. καὶ ἐν ψαλμοῖς δὲ κεῖται ὅτι· αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν καὶ γνωσάτωσαν ὅτι ὄνο μά σοι, κύριε. μετὰ τὸ ἀπολέσθαι, μετὰ τὸ αἰσχυνθῆναι ἔγνωσαν τὸν θεόν, καὶ τοῦτό ἐστιν τὸ ἐμφανῆ[ν] αὐτὸν εἶναι καὶ πρόσωπον ἔχειν ἐπὶ ποιοῦντας κακά. ἐπερ( )· πῶς ἀλλαχοῦ λέγει· ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος; ἄλλως ἐκεῖ λέγεται· τοῦ σωτῆρός ἐστιν ἡ φωνή. ἄκουε οὖν· τὸ ἀποστρέψαι τὸ πρόσωπον οὐκ ἀπὸ τῶν ποιούντων τὰ κακὰ λέγει, ἀλλὰ τῶν ἐχόντων αὐτὸ φαινόμενον. ὀλίγον δὲ ταραχθέντες ἔδοξαν ἔξω τοῦ προσώπου γίνεσθαι· διὸ καὶ ἐταράχθησαν. αἴσθησιν ἔ?[λ]αβον ὅτι ὑπῆρκταί τι αὐτοῖς ἀηδές. γέγονεν δὲ ἡ ἀποστροφὴ τοῦ προσώπου ὧδε πρὸς τὸ διεγεῖραι ἐκείνους τοὺς πρότερον αὐτὸ ὁρῶντας καὶ μὴ ἀπεστρ[α]μμένον ἔχοντας, ἵνα τύχωσιν αὐτοῦ.
PG 39:1460ἐπὶ τοὺς ποιοῦντας δὲ κακὰ οὐδ’ αὕτη ἡ αἰτία, ἀλλ’ ἵν’ αἰσθηθῶσιν ὅτι προνοίᾳ θεοῦ κατεδικάσθησαν, προνοίᾳ θεοῦ ἐν τοῖς ἀνιαροῖς εἰσι[ν]. κ?αὶ γίνεταί γε καὶ τοῦτο ἐπὶ τέλει χρηστῷ· 17 τοῦ ἐξολεθρεῦσαι ἐ[κ] γῆς τὸ μνημό συνον αὐτῶν. οὐ καθάπ?[αξ τὸ μνημό]συνον αὐτῶν, ἀλλ’ ἐκ τῆς γῆς, ὥστε μηκέτι αὐτοὺς γῆν λογίζεσθαι, μη κέτι τὰ ἐπίγεια φρ[ον]εῖν. [ὡς λέγομεν] ὅτι ἐξήλασεν τόνδε τὸν ἄνθρωπον ἐκ τῆς χώρας, ἔνθα πολλαὶ πορνεῖαί εἰσιν· μὴ γὰρ κατάρα ἐστὶν [ὃ]ς ᾖρε?[ν αὐτὸν] ἐ?κεῖθεν ἐν τοῖς ἐναντίοις αὐτὸν τεθεικώς. 18 ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ κύριος εἰς ήκουσεν αὐτῶν. καὶ εἰκότως γε, ἐπεὶ τὰ ὦτα ἔχει ἐπ’ αὐτούς, κράξαντες ἔτυχον αὐτοῦ ἐπηκόου. πρόσεχε, δύο εἴρηται, ἐπαινετὸν καὶ ψεκτόν· ἐπαινετὸν δὲ τὸ τοὺς ὀφθαλμοὺς τοῦ κυρίου καὶ τὰ ὦτα εἰς τοὺς δικαίους εἶναι, κολας τικὸν δὲ τὸ πρόσωπον κυρίου τοῦ ἐξολεθρεῦσαι ἐκ τῆς γῆς τὸ μνημόσυνον· εἰ γὰρ καὶ τέλος ἀμείνω ἐστίν, ἀλλὰ διὰ κα [κ]οῦ γινόμενον, ὡς διὰ καυστήρων καὶ χειρουργιῶν ὑγίεια καὶ προποτισμῶν δριμυτάτων. πρὸς τὸ ἕτερον οὖν τὸ προηγούμενον λέγει.
PG 39:1461ἐπεὶ τὰ ὦτα τοῦ θεοῦ εἰς τὴν δέησιν τῶν δικαίων ἐστὶν καὶ οἱ ὀφθαλ μοὶ αὐτοῦ ἐφορῶσιν αὐτούς, κράξαντες οὐκ ἀπέτυχον· εἰσήκουσεν γὰρ αὐτῶν. πρὸς δὲ τὸ ἄλλο τό· πρόσωπον κυρίου ἐπὶ ποιοῦντας κακά, ἐν τοῖς ἑξῆς λέγει· θάνατος δὲ ἁμαρτωλῶν πονηρός. οὐ πᾶς θάνατος πονηρός ἐστιν, ἀλλὰ ὁ τῶν ἁμαρτωλῶν. οὐ περὶ τοῦ κοινοῦ δὲ νῦν ὁ λόγος· ζῴου γάρ ἐστιν ἐκεῖνο[ς], οὐ ποιοῦ, οὐχ ἁμαρτωλοῦ, οὐ δικαίου. κἂν τὸν κοινὸν οὖν λάβῃς, ὅταν ὡς ἁμαρτωλὸς ἀποθάνῃ, πονηρὸν ἔχει τὸν θάνατον διαδέξεται γὰρ αὐτὸν κόλασις, καὶ ἐὰν τὸν ἄλλον τὸν τῷ ὄντι κατάλληλον τῷ ἁμαρτωλῷ, ἡ ἁμαρ τία, φησίν, ἀποτελεσθεῖσα ἀποκύει θάνατον. ἡ ἁμαρτία δὲ ἀποτελεῖται οὐκ ἔξωθεν τῶν ποιούντων, ἀλλὰ ἐν τοῖς ποιοῦσιν ἀνθρώποις. θάνατος οὖν ὁ ἑπόμενος αὐτοῖς πονηρός ἐστιν. καὶ ἐπὶ μὲν τοῦ προτέρου νοήματος πονηρὸν λέγομεν εἶναι τὸν θάνατον πονηροῦ ποιητικόν, κακωτικόν. ὧδε δὲ πονηρὸν λέγομεν κατὰ τὴν δευτέραν ἀπόδοσιν, ὅτι ἔξω ἀγαθότητός ἐστιν. οἱ γραμματικοὶ οὖν πονηρὸν ἀναγιγνώσκουσιν πονηρὸν τὸ κακωτικόν. καὶ πάσας τὰς νόσους Αἰγύπτου τὰς πονηρὰς οὐκ ἐπαφῶ ἐπὶ σέ, τὰς ἐπιπόνο[υ]ς?
PG 39:1463ἃς ὑπέστησαν πληγὰς οἱ Αἰγύπτιοι κατὰ τὴν ἱστορίαν. ὅταν δὲ λέγῃ· ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθ[ε, οὐ] λ?έγομεν πονη ροῦ τούτου τοῦ ἐπιπόνου· οὐδὲ γὰρ ἡμέτερόν ἐστιν ἀπέχεσθαι τούτων. θεήλατά εἰσιν, μὴ θελόντων ἡμῶν ἐπιγίνεται ταῦτα διὰ προλαβοῦσαν κακίαν. πρὸς τό· πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά, εἶτα ἐπενήνεκ[τ]αι· θάνατος ἁμαρτωλῶν πονηρός· ἢ πονηρὸς ἢ πονηρός· τἀμφότερα ἔχει· καὶ τὴν κόλασιν γὰρ ἔχουσιν καὶ τὴν κατασπῶσαν ἀπὸ τῆς μακαρίας ζωῆς πονηρίαν ἥτις ἴση κακίᾳ[ς] ἐστίν. ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν [μ]ου. ὅρα γε τὴν ἀκρίβειαν· ἐπειδὴ ψυχῶν πονηρία[ς] ὠνόμασεν, αὗται δὲ οὐκ ἄλλῳ ὁρῶνται ἢ τῷ θεῷ, λέγει ὅτι· μὴ ἐπιμορφάζεσθε ἀφαίρεσιν πονηριῶν τῶν ἀπὸ τῶν ψυ χῶν ἀπέναντι τῶν ἐμῶν ὀφθαλμῶν ὡς ἐμοῦ ὁρῶντος, εἰ καὶ μὴ ἐκ τοῦ ἐναντίου. ἴσον ἐστὶν τῷ λεγομέ νῳ ὑπὸ τοῦ σωτῆρος δεῖν τὴν ἐλεημοσύνην ἐν κρυπτῷ ποιεῖν, ἵν’ ὁ πατὴρ ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσῃ. 18 καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐρύσατο αὐτούς.
PG 39:1465καὶ ἐν ἄλλοις στίχοις τοῦ ψαλμοῦ ἐλέχθη, ὅτι τὸ ῥυσθῆναι ἀπὸ θλίψεων πασῶν οὐ τὸ ἔξω τοῦ θλίβεσθαι ποιεῖν σημαίνει, ἐπεὶ οὐδέποτε ἐπηκούσθησαν οἱ ἅγιοι, ὡς τὸν Παῦλον λέγειν· ἐν παντὶ θλιβόμενοι. 19 ἐγγὺς κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει. ὥσπερ οἱ διαλεκτικοὶ καὶ ἀποδεικτικοὶ λέγουσιν, ὅτι δεῖ ἐκ τῶν φανερῶν τὰ μὴ φανερὰ κατα σκευάζειν καὶ ἀποδεικνύναι· τοῦτο γὰρ ἀληθές ἐστιν. ἀδύνατόν ἐστιν ἄγνωστα γνωσθῆναι ἐξ ὁμοίως ἀγνώ στων καὶ πολλῷ γε πλέον ἐξ ἀγνωστοτέρων. ἐκ τῶν φανερῶν οὖν τὰ μὴ φανερὰ γνωρίζεται καὶ ἐκ? [τῶ]ν γιγνωσκομένων τὰ μὴ γιγνωσκόμενα. λοιπὸν ἄλλην γραφὴν σαφεστέραν νοήσωμεν, ἵνα καὶ τῆς προ κειμένης ὀρθὴν γνώμην λάβωμεν καὶ γνῶσιν. λέγεται τοίνυν ἐν Παρ[οιμί]αις· πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρὸς ἢ πρὸ δόξης ταπεινοῦται. τοῦτο λέγει· ὁ ὑπερήφανος οὐ συντριβεὶς τ[απεινοῦται. συ]ν?τριβεὶς δὲ ὑπὸ πόνων τῶν ὑπὲρ ἀτυφίας ὑψοῦται. πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρός. [ὁ ὑπερή]φαν[ος] ἀκούει λόγους κατὰ τῆς ὑπερηφανίας, ἐνίοτε καὶ θλιβηρῶν πεῖραν λαμβάνει, ὅτι τετυφ[ωμέν]ος ἐστίν.
PG 39:1467ἐὰν ὑποπέσῃ[ς] τῇ συν τριβῇ ταύτῃ τῇ βελτι[όν]ως προσαγομένῃ διὰ τῶν πόνων τῶν ὑπὲρ ταπεινοφροσύνης, οὐχ ὑψοῦται ἡ καρδία. πρὸ τῆς ἐπιτιμίας, ἵν’ οὕτως εἴπω, καὶ πρὸ τῶν μαστιγῶν ὑψουμένην ἔχει τὴν καρδίαν. ὅταν γοῦν ὑποπέσῃ θλιβηροῖς, γιγνώσκει ὅτι διὰ τὴν ὑπερηφανίαν ἑαυτοῦ ὑπέπεσεν τοῖς ἀβουλήτοις. οὕτως ἀκουστέον καὶ τοῦ· Καφαρναού, ἣ ἕως οὐρανοῦ ὑψωθήσῃ, ἕως ᾅδου καταβιβασθήσῃ. συντριβὴ δέ ἐστιν τὸ καταβιβασθῆναι ἕως ᾅδου. πρὸ ταύτης τῆς συντριβῆς ὑπερηφανεύσατο. πρὸ δόξης ταπεινοῦται. δεῖ πρῶτον ταπεινωθῆναι ἑκουσίως, ἵνα δόξης τύχῃ· δευτέρα γὰρ ἡ δόξα γίνεται μετὰ τὴν ἀτυφίαν. διὰ τοῦτο καὶ ὁ σωτὴρ ἔλεγεν ὅτι· ὁ ταπει νῶν ἑαυτὸν ὑψωθήσεται. καὶ ὅρα γε, πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, [ς]υντριβήσεται ὧδε. πρὸ ταύτης τῆς συντριβῆς ὑψουμένην ἔχει τὴν καρδίαν, ἀλαζονευομένην, ὑπερηφανευομένην. πάλιν δόξαν φέρει τῷ ταπεινοῦντι ἑαυτόν, ἵν’ ἀτυφωθῇ. πρὸ ταύτης τῆς δόξας δεῖ ταπεινωθῆναι, δεῖ ἐργάσασθαι, ἵνα μισθὸν λάβῃ. λαμ βάνει δόξαν οὖν τῆς ἀτυφίας παρὰ θεοῦ. οὕτω γοῦν καὶ ὁ Πέτ[ρο]ς παραινεῖ λέγων·
PG 39:1469ταπεινώθητε ὑπὸ τὴν κραταιὰν χεῖρα[ν] τοῦ θεοῦ, ἵνα ὑψώθητε ἐν καιρῷ. καὶ ὁ Ἰὼβ γοῦν λέγει· ποιῶν ταπεινοὺς εἰς ὕψος ἐστὶν ὁ θεός. συντετριμμένους δὲ ὧδε τὴν καρδίαν λέγει οὐ τοὺς βλαβέντας τὴν καρδίαν. σημαίνει δέ ποτε τὸ τῆς συντριβῆς [ὄνομα] τοιοῦτό τι τὸ μὴ ὑγιεινοὺς ἔχειν λογισμούς, τὸ μὴ τὰς νοήσεις ἀδιαστρόφους ἔχειν. αὕτη ἡ συντριβὴ τῆς καρδίας ἰατροῦ δέεται, ἰατροῦ δὲ τοῦ τὸ κρυπτὸν θεραπεύοντος· εἴρηται γὰρ τό· οἰκοδομῶν Ἰερουσαλὴμ ὁ κύριος καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ [ἐπισυνάξει], ὁ ἰώμενος τοὺς συν - τετριμμένους τὴν καρδίαν. οὗτοι συνετρίβησαν οἷα τραυματίαι. οὕτω γοῦν καὶ ὁ καταβὰς ἀπὸ τῆς Ἰερουσαλὴμ [τουτέστιν] [εἰς] Ἰεριχώ, [τουτέστιν] εἰς τὸν περὶ γῆν τόπον καὶ τὴν πολιτέιαν αὐτοῦ Ἰεριχὼ καλούμενον διὰ τὴν ἑρμηνείαν τοῦ ὀνόματος[ς]ε?λήνη γὰρ ἑρμηνεύεται ἡ Ἰεριχών. λέγεται δὲ ὁ ἄφρων ὡς σελήνη ἀλλοιοῦσθαι, ὡς σελήνη [ἣ] οὐκ αὐξάνον ἔχει τὸ φῶς, ἀλλὰ μειούμενον. ἡ δὲ νύμφη ἡ ὑμνουμένη ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων ἐκκύ πτουσα ὡσεὶ ὄρθρος καλὴ γίνεται, ὡς σελήνη ἐκλεκτή. ἡ ἀλλοίωσις αὕτη ἐπὶ τὸ βέλτιον γίνεται, ἐπὶ τὸ τελειωθῆναι·
PG 39:1471ἑκατέρως γὰρ ἀλλοιοῦται ἡ σελήνη· ἐκ τοῦ μηνοειδοῦς μεταβαλοῦσα ἔρχεται ἐπὶ τὸ πλησιφαές. καὶ γίνονται μεταβάσεις τῶν προκοπῶν τῆς αὐξήσεως τέσσαρες, μηνοειδές, διχότομον, ἀμφίκυρτον, πλησιφαές. ἔνπαλιν δὲ ἀπὸ τοῦ πλησιφαοῦς ἔρχεται ἐπὶ τὸ ἀμφίκυρτον καὶ ἀπὸ τοῦ ἀμφικύρτου ἐπὶ τὸ διχότομον, ἀπὸ τοῦ διχοτόμου ἐπὶ τὸ μηνοειδές. οὕτω γοῦν ἐκκύπτει ὡσεὶ ὄρθρος ἡ νύμφη τοῦ λόγου, ἡ τελεία ψυχή, ἡ ἐκκλησία ἡ νυμφοστοληθεῖσα αὐτῷ. καὶ ἀλλοιοῦται ὥστε καλὴ γενέσθαι, ἐκλεκτὴ ὡς σελήνη πλησίφω[ς]. καὶ μετὰ τοῦτο λέγει· ὡς ἥλιος θάμβος. καὶ ἀπὸ τοῦ σεληνιακοῦ φωτὸς ἔρχεται ἐπὶ τὸ ἡλιακὸν πληρουμένης τῆς προφητείας ἐκείνης τῆς λεγούσης ὅτι· ἔσται ἡ σελήνη ὡς ὁ ἥλιος. συντριβήσεταί τις οὖν τὴν καρδίαν, ὅταν πληρωθῇ συντετριμμένων λογισμῶν, φρονημάτων ἀλλοτρίων τῆς ὑγιαινούσης ἀληθείας. τούτων τῶν συντριβῶν ὁ σωτὴρ ἰατρὸς γίνεται· ὁ ἰώμενος γὰρ τοὺς συντετριμμένους τὴν καρδίαν καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν, δεσμεύων τὰ τραύματα αὐτῶν. καὶ λαμβάνω ἐπὶ παραδείγματος· συντρίβεταί τις πολλάκις ἐν ἀγῶνι ἀγωνιζόμενος ὑπὸ τοῦ ἀντιπάλου καὶ τυγχάνει στεφάνου.
PG 39:1472μὴ τὰ συντρίμματα ταῦτα ψόγον αὐτῷ φέρει. ὅταν δὲ συντριβῇ ὑπὸ θηρίων ἢ λῃστῶν, αἰτιώμεθα αὐτόνοὐ κατὰ τὴν ἱστορίαν λέγω· ἐνχωρεῖ γὰρ κατὰ ἄγνοιαν τοῦτο παθεῖν, ὅτι· διὰ τί ἐγίνου ἔνθα τὰ θη?ρ?[ί]α?, [ἢ δι]ὰ? τί ἐπλησίαζες τοῖς πνευματικοῖς τῆς πονηρία[ι]ς λῃσταῖς; καὶ τοὺς τα πεινοὺς τῷ πνεύματι σώσε[ι]. πνεῦμ[α ὧδε τὴ]ν? γνώμην λέγει. ἰσοδυναμεῖ τοῦτο τῷ ἐν μακαρισμοῖς τοῦ εὐαγγελίου εἰρη μέν[ῳ]· μακάριοι ο[ἱ πτ]ωχ[οὶ τῷ πν](εύματ)ι, οἱ πτωχοὶ τῇ γνώμῃ. οὗτοι δέ εἰσιν οἱ διὰ λόγον ὀρθὸν ἀτυφίαν κατορ θοῦντες, οἱ ἀκούσαντες [ὑπ]ὸ? τοῦ σωτῆρος λέγοντος· μάθετε ἀπ’ ἐμοῦ, ὅτι πραύ̈ς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. ταὐτὸν δὲ γνώμη καὶ καρδία. ὥσπερ οὖν ὁ σωτὴρ τῇ καρδίᾳ ταπεινός ἐστιν, οὕτω καὶ οἱ μανθάνοντες παρ’ αὐτοῦ τοῦτο ταπεινοὶ γίνονται τῇ γνώμῃ. καὶ οὗτοί εἰσιν οἱ πτωχοὶ τῷ πνεύματι οἱ μὴ πλουτεῖν ἐν ἀλαζονείᾳ βουλό μενοι. 20 πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ῥύσεται αὐτούς. πολλάκις ἤδη ἡμῖν ἐλέχθη ὅτι ἐκ πασῶν αὐτῶν ῥύεται. πολλαί εἰσιν αἱ τῶν δικαίων θλίψεις· εἶπον ὅτι διὰ βίου καὶ μέχρις ὑστέρας ἀναπνοῆς.
PG 39:147421 κύριος φυλάττει [πάντα] τὰ ὀστᾶ αὐτῶν. εἰ ῥύονται ἐκ πασῶν τῶν θλίψεων ὥστε μὴ ὑποπεσεῖν καὶ συντριβῆναι, πᾶσαι αἱ εὔτονοι αὐτῶν δυνάμεις ὀστᾶ καλούμεναι φυλάττονται ὑπὸ τοῦ θεοῦ. ἐλέχθη δὲ καὶ πρὸ τούτου ὅτι αἱ τῆς ψυχῆς δυνάμεις ὀστᾶ αὐτῆς καλοῦνται· διακρατητικὰ γάρ εἰσιν ὅλης τῆς ψυχῆς, τὰ ὀστᾶ τὰ αἰσθητὰ ὅλου τοῦ σώματος. ἀδύνατον ἦν στῆναι τὰς σάρκας ἢ τὰ ἄλλα· τὰ διακρατοῦντα τὰ μέλη τοῦ σώματος ὀστᾶ. καὶ αἱ εὔτον?ο?ι αἱ τῆς ψυχῆς δυνάμεις, οἷον ἡ μνημονικὴ ἢ ἡ θεωρητικὴ ἢ αἰσθητικὴ τῶν καλῶν, ὅταν ἀκαμπεῖς ὦσιν καὶ τέλειαι φυλαττόμεναι, ὑπὸ τοῦ θεοῦ τοῦτ’ ἔχουσιν, οὐχ ἱδίᾳ δυνάμει. ἐκ προαιρέσεως οὖν ἐπὶ τὸ θέλειν τοῦτο ἔρχονται, τελειοῦνται δὲ κατὰ τοῦτο συνεργήσαντος τοῦ θεοῦ. [ 21 ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται.] εἰ δίκαιοί εἰσιν καὶ ἐκέκραξαν πρὸς τὸν θεὸν καὶ ἐκ πασῶν τῶν θλίψεων ἐρύσθησαν, ἓν τῶν ὀστῶν αὐτῶν οὐ συν - τριβήσεται, ἀντὶ τοῦ μία δύναμις. καὶ ἵνα ἀπὸ τῶν αἰσθητικωτέρων ἄρξωμαι δυνάμεων· δύναμίς ἐστίν τις ὁρατική.
PG 39:1476ὅταν μὴ ὁρᾷ ἵνα ἐπιθυμήσῃ κάλλος γυναικῶν μηδὲ νικηθῇ ὑπὸ κάλλους ἐπιθυμίας, τὸ ὀστοῦν τοῦτο οὐ συνετρίβη ὑπὸ τοῦ κυρίου, ἀλλὰ φυλάττεται ὑπ’ αὐτοῦ ἀβλα[βέ]ς. ὅταν βλέψας εἰς τὸν οὐρανὸν ἴδῃ τὸν ἥλιον καὶ τὴν ς[ελ]ή?ν?ην καὶ μὴ προς κυνήσῃ καὶ λατρεύσῃ, ἀλλὰ ἐκ τῆς ὁρωμένης κτίσεως τὸν καταδείξαντα πάντα νοήσῃ κ[αὶ ἐ]κ? μεγέθους τῶν κτισμάτων αὐτοῦ καὶ τῆς καλλονῆς ἀναλόγως θεωρ[ῶν], ἔρρωται τοῦτο τὸ ὀστοῦν τὸ κατ?[ὰ] τὴν ὄψιν. ὥστε αἰσθητικώτερον λαμβάνω, ὅταν μὴ παραδέχηταί τις ἀκοὴν ματαίαν, ἀλλὰ κρίνῃ ποίοις λόγοις πείθηται καὶ ποίοις μὴ καὶ ποίοις συνκαταθῆται καὶ ποίοις ἀνανεύῃλόγοις σοφῶν παράβαλλε σὸν οὖς, καὶ μὴ παρα δέξῃ ἀκοὴν ματαίαν, οὗτος ἔχει καὶ τὸ ὀστοῦν, τὴν ἀκοήν, τὴν αἴσθησιν τῶν ἀκοῶν ἀσύντριβον, ὑγιαίνου σαν. 22 θάνατος ἁμαρτωλῶν πονηρός, καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσιν. τῶν μὲν δικαίων τὰ ὀστᾶ ὑπὸ κυρίου φυλάττεται καὶ ἓν ἐξ αὐτῶν οὐ συντρίβεται, τῶν δὲ ἁμαρτωλῶν ὁ θάνατος πονηρός ἐστιν. ἐλέχθη δὲ ἡμῖν ἤδη, ὅτι διχῶς λέγεται πονηρός. εἰ δὲ ἕπεται ὁ κατασπῶν ἀπὸ τῆς μακαρίας ζωῆς θάνατος τῇ ἁμαρτίᾳ, κατὰ τό·
PG 39:1478ἡ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον, πονηρός ἐστιν οὗτος ὁ θάνατος. πάλιν ἐπεὶ κολάσει παραδίδονται ἀπαλλαγέντες τοῦ βίου, τεθνήκασιν πάλιν ἵνα κολασθῶσιν. λέγεται γοῦν· τίμιος ἐναν τίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ· πῶς γὰρ οἷόν τε εἶναι τοῦτον πονηρὸν ἢ πονηρὸν τὸν θάνατον σὺν τῷ θανάτῳ Χριστοῦ φυτευόμενο[ν]; [εἰ] γὰρ σύνφυτοι, φησίν, γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως. καί· εἰ συναπεθάναμεν, καὶ συνζήσομεν. καὶ οἱ μισοῦντες τὸ[ν] δίκαιον πλημμελήσουσιν. ὁ ἁμαρτωλὸς ἐὰν ἐπίτασιν ἁμαρτίας λάβῃ, τὸν δίκαιον μισεῖ. μισῶν δὲ τὸν δίκαιον τὴν ἀρετὴν μισεῖ. οἱ ἁμαρτωλοὶ γοῦν μισοῦσιν τὸν δίκαιον οὐχ ᾗ ἄνθρωπός ἐστιντοὺς γοῦν ἁμαρτωλοὺς οὐ μισοῦσιν, ἀλλ’ ᾗ δίκαιός ἐστιν. ὁ δὲ μισῶν ἰατρὸν ᾗ ἰατρός, τὴν ἰατρικὴν μισεῖ. διὰ τοῦτο πλημμελήσους?[ιν], κολασθήσονται. 23 λυτρώσεται κύριος ψυχὰς δούλων αὐτοῦ. λοιπὸν λέγει· εἰ καὶ τῶν ἁμαρτωλῶν ἅπτ?[εται πονη]ρὸ[ς θ]άνατος καὶ τῶν μι σούντων τὸν δίκαιον γενήσεται πλημμέλεια, ἀλλὰ τὰς τῶν δούλων αὐτο[ῦ ἀγαθὰς ψ]υχὰ[ς λυ]τροῦται. λυτροῦται τὰς ψυχὰς ἀπὸ τῶν προλαβόντων κρατησάντων ἀνιαρῶν.
PG 39:1480ἑκατέρως π?[ά]λιν λ[α]μβάνεις· καὶ ἀπὸ κολάσεως λυτροῦται καὶ ἐξ ἁμαρτίας λυτροῦται· εἰ γὰρ ἐξ ἁμαρτίας λυτροῦται, ἕπεται τὸ ἀπὸ κολάσεως λυτρωθῆ ναι. 23 καὶ οὐ μὴ πλημμελήσωσιν πάντες οἱ ἐλπίζοντες ἐπ’ αὐτόν. οἱ ἐλπίζοντες ἐπὶ τὸν θεὸν πάντες οὐ πλημμελήσουσιν [ὡς οἱ] ὡς πλημμελοῦσιν οἱ μισοῦντες τὸν δίκαιον· εἰ γὰρ ἐ[πὶ] τῶν μισούντων τὸν δίκαιον ἡ πλημμέλεια τιμωρίαν καὶ κόλασιν σημαίνει, τὸ μὴ πλημμελῆσαι ἐπὶ τῶν ἐλπιζόν των ἐπὶ κύριον τὸ μὴ κολασθῆναι, μὴ τιμωρηθῆναι, μὴ ὑποπεσεῖν τοῖς πόνον ποιοῦσιν. 1 Τῷ Δαυίδ. δίκασον, κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με. οὐδεὶς δικαστὴν ἀπαιτεῖ τὸν θεὸν αὐτοῦ γενέσθαι ἔχων λογισμοὺς ὡς ἀδικοῦντος. μὴ ἀδικοῦντος, ἀλλὰ ἀδικουμένου ἐστὶν ἡ φωνὴ ἑλομένου μᾶλλον ἀδικεῖσθ?αι ἢ ἀδικεῖν. καὶ οὐ καθάπαξ τις προκρίνει τὸ ἀδικεῖσθαι, ἀλλὰ προκει μένου τοῦ ἀδικεῖν καὶ ἀδικεῖσθαι, ἐὰν [μ]ὴ ἀμφότερα δυνηθῇ ὑπαρχθῆναιοὐδὲ γὰρ δύναται, αἱρεῖται μᾶλλον ἀδικηθῆναι ἢ ἀδικῆσαι· ὁ μὲν γὰρ ἀδικῶν τιμωρίαν ὑφίσταται, καὶ ἄδικοι βασιλείαν θεοῦ κληρονομῆ σαι οὐ δύνανται. οὐκ ἔστιν δὲ κατὰ τὸν ἀδικούμενον τούτων πειραθῆναι·
PG 39:1481ἑκουσίως γὰρ ἀδικεῖται. δῶ μεν δὲ ὅτι καὶ μὴ δυνάμενος ἐπαμῦναι ἑαυτῷ, ὅμως οὐ καταπονεῖ ἑαυτὸν ὅτι οὐ δύναται ἐκδικῆσαι, ἀλλὰ οὔτε τὸ προσπεσὸν σκοπήσας ὅτι μᾶλλον ὁ ἀδικούμενος συνγνωστός ἐστιν καὶ πολλοὺς ἔχει τοὺς ἐλε ῶντας. ὁ δὲ ἄδικος κἂν μηδεὶς αὐτὸν κολάζῃ, κολαστέος ἐστίν. καὶ αὐτὸ ὅλως τοῦτο τὸ σκέπειν τὴν ἀδικίαν κ[αὶ θ]έ?λ?ειν ἀπολογεῖσθαι ὡς οὐκ ἀδικῶν τιμωρία αὐτοῦ ἐστιν. ἡ συνείδησις αὐτοῦ καταδικάζει αὐτόν. παρρ[ησί]α δὲ πολλή ἐστιν τοῦ τὸν ψαλμὸν λέγοντος· δίκασον, κύριε, τοὺς ἀδικοῦντάς [με], πολέμησον τοὺς πολε - μοῦντάς με. οὐκ ἐγὼ αὐτοὺς πολεμῶ. καὶ μετὰ τῶν μισούντων τὴν εἰρήνην εἰρηνικός εἰμι. πείθομαι τῷ ἁγίῳ πνεύματι λέγοντι· ἀκούσατε τὸ ῥῆμα κυρίου, οἱ τρέμοντες τὸν λόγον αὐτοῦ· εἴπατε ἀδελφοὶ ἡμῶν τοῖς μισοῦσιν ὑμᾶς, ἵνα τὸ ὄνομα κυρίου δοξασθῇ, αὐτοὶ δὲ αἰσχυνθήσονται. ἀκούσατε τὸ ῥῆμα κυρίου, οἱ τρέμοντες τὸν λόγον αὐτοῦ· εἴπατε τοῖς μισοῦσιν ὑμᾶς ἀδελφοὶ ἡμῶν, ἵνα πραγματικῶς εἴπωμεν καὶ μὴ φωνῇ· οἱ γὰρ μόνῃ φωνῇ λέγοντες Κύριον Ἰησοῦν ἀκούουσιν· τί με λέγετε· κύριε κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω;
PG 39:1483ὁ δὲ ἐν πνεύματι ἁγίῳ λέγων Κύριον Ἰησοῦν, μετουσίᾳ τοῦ ἁγίου πνεύματος, διὰ τῶν ὧν πράττει καὶ νοεῖ, κατὰ τὸ πνεῦμα βοᾷ Κύριον Ἰησοῦν. εἴπατε οὖν ἀδελφοὶ τοῖς μισοῦσιν ὑμᾶς. ἐκεῖνοι μισείτωσαν, ἀλλ’ ὑμεῖς ἐκείνους ἀδελφοὺς λέγετε πραγματικῶς, οὐ προφορᾷ μόνῃ, ἀλλὰ τὰ ὀφείλοντα εἰς ἀδελφοὺς πράττεσθαι ἐνεργεῖτε εἰς αὐτούς· οὕτω γὰρ τὸ ὄνομα τοῦ κυρίου δοξάζεται· γιγνώσκεται γάρ, ὅτι διὰ τὸν θεὸν ταῦτ’ ἐνεργεῖ τις· ὅσον γὰρ ἧκεν εἰς τὸ μισεῖσθαι, οὐκ εἴρηκεν τοὺς μισοῦντας τοὺς ἀδελφούς. καὶ αὐτοὶ αἰσχυνθήσονται· αἰσχυν θέντες γὰρ οὐκ ἐπιτρίβονται. οὐδένα οὖν ὁ ἅγιος πολεμεῖ. πολεμούμενος δὲ σπουδάζει οὐκ ἀντιδιαθεῖναι, ἀλλὰ μηδὲν παθεῖν καί, ἵν’ [οὕ]τω φράσω, βίαιον ὂν καὶ διὰ τὴν ἐνάργειαν, ὅτι ὅπλῳ μόνῳ χρᾶται, οὐχὶ καὶ ξίφει σκεπαστηρίῳ χρᾶται, οὐκ ἀμυντηρίῳ τῷ δυναμένῳ ἀντιτρῶσαι καὶ [ἀντι]διαθεῖναι. πολέμησον τοὺς πολε μοῦντάς με. ἔτι ἐν τῷ ἀδικεῖν αὐτὸν ὑπῆρχον καὶ ἐν τῷ πολεμεῖν. ἵν’ οὖν μηκέτι ἀδικῶσιν μηδὲ πολεμῶσιν, σύμμαχον αἰτεῖ τὸν θεόν, οὐχ ἵνα ἀδι?κ?ήσῃ αὐτούς, οὐχ ἵνα πολεμήσῃ, ἀλλ’ ἵνα ἀβλαβὴς διαμείνῃ ἀδικούμενος καὶ πολεμούμενος.
PG 39:1485κ[αὶ ἡ φύσις τοῦ] λογικοῦ ἐὰν μὴ διαστροφὴν πάθῃ, τοῦτο ἔχει ἴδιον. πολέμησον οὖν, κώ λυσον αὐτοὺς ὀλέθ?[ρ]ῳ? μ[ε περιβαλ]ε?[ῖ]ν. 2 ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ καὶ ἀνάστηθι εἰς τὴν βοήθειάν μου. ὁ θυρεὸς τοῦ θεοῦ ς[β]έ[ν]νυς?[ιν τὰ π]επυρωμένα τοῦ ἐχθροῦ βέλη, τοῦ πονηροῦ. ἐπιλαβοῦ οὖν τούτου τοῦ θυρεοῦ, περίθες μοι αὐτόν. οὐ τοῦτο λέγω ὅτι· σὺ φράξον σεαυτὸν τῷ θυρεῷ. οὕτω ἐπιλαβοῦ πρὸς τὸ χαρίσασθαί μοι αὐτόν, πρὸς τὸ ἀσφαλίσασθαί με. ἐκ παραλλήλου δύναται τὸ ὅπλον καὶ ὁ θυρεὸς εἶναι. τάχα δὲ καὶ εἴδη ὅπλων σημαίνουσιν. δύναται εὔχεσθαι τὴν ἐνανθρώπησιν γενέσθαι· ὅταν γὰρ ἐπιλάβηται ἀνθρώπου τοῦ δυναμένου ἡμᾶς ἀσφαλίσασθαι καὶ ὑπερμαχῆσαι ἡμῶν, ἐπελάβετο ὅπλου καὶ θυρεοῦ καὶ ἀνέστη εἰς βοήθειαν ἡμῶν. ἀνέστη ἐκ τῶν κόλπων τοῦ πατρός, ἵνα κλίνας οὐρανὸν καταβῇ, ἵν’ ὑπέρμαχος ἡμῶν ὀφθῇ· ἐλήλυθεν γὰρ οὐκ αὐτὸς πολεμῆσαι, ἀλλ’ ὑπὲρ ἡμῶν πολεμῆσαι, καὶ ἐλήλυθεν οὐ παθεῖν ἁπλῶς, ἀλλ’ ὑπὲρ ἡμῶν παθεῖν. καὶ ὅρα γε· χάριτι θεοῦ [ὑ]πὲρ παντὸς [ε]γεύσασθαι θανάτου ἐλήλυθεν. οἱ πάντες ὑπὸ θάνατον ἦμεν, ὅλον τὸ γένος ἡμῶν θνητὸν ἦν. τὸ δὲ θνητὸν ὑπόκειται θανάτῳ.
PG 39:1487τὸν ὑπὲρ τοσούτων οὖν παθόντα εἶπε[ι]ν ὅτι ἐγεύσατο θανάτου. καὶ ὅτι οὐχ ὅλην τὴν ἴλινγα τοῦ θανάτου ἐρόφησενδοκεῖ γὰρ κατάλληλον εἶναι, οὕτως ἐσαφηνίσθη μοι καὶ τὸ ἐν Ἰσαίᾳ· τῷ μώλωπι αὐτοῦ πάντες ἡμεῖς ἰάθημεν. μώλωπα δὲ αὐτοῦ λέγει τὸν σταυρόν. ὅσον ἐπὶ τῇ φύσει τοῦ σταυροῦ καὶ τῷ μεγέθει τῆς κακώσεως οὔκ ἐστιν μώλωψ. αὐτῷ δὲ μώλωψ ἐστίν, ὡς πρὸς αὐτὸν μώλωψ ἐστὶν οὐ βλάπτων τὸν ἔχοντα, ἀλλ’ ὠφελοῦντα ἐκείνους ὑπὲρ ὧν ἔσχεν τὸν μώ λωπα. οὕτω καὶ χάριτι θεοῦ γεύεται θανάτου. ἀμέλει γοῦν γενόμενος ἐν θανάτῳ ἔλυσεν τὸν θάνατον. καὶ τὸ παθεῖν τὸν σωτῆρα πάλιν τὸ λῦσαί ἐστιν τὰ πάθη· γενόμενος γὰρ ἐν τοῖς πάθεσιν ἔλυσεν αὐτά, οὐκ ἐκρατήθη ὑπ’ αὐτῶν. καὶ ὥσπερ γινόμενος κατάρα λύει τὴν κατάραν ὥστε εὐλογίαν παρασχεῖν ἀντ’ αὐτῆς, καὶ λέ[γομ]εν αὐτὸν ὑπὸ ἀρὰν γεγονέναι, οὐχ ἵνα τι πάθῃ, ἀλλ’ ἵνα λύσῃ τὴν ἀρὰν καὶ εὐλογίαν ἀντ’ αὐτῆς ὀρέξῃ. οὐ τὸν μὴ γνόντα ἁ[μαρτ]ίαν ὑπὲρ ἡ μῶν ἁμαρτίαν ἐποίησεν, ἵν’ ἡμεῖς δικαιοσύνη θεοῦ γενώμεθα ἐν αὐτῷ; ἡ ἁμαρτία γίνεται ποιοῦσα τοὺς ἔχοντας δικαιοσύ νην αὐτὸ δικαιοσύνην.
PG 39:1489οὐ καθάπαξ λέγεται ἁμαρτία, ἀλλὰ ἁμαρτία ὑπὲρ τοῦ ποιῆσαι τοὺς πρότερον κρατουμένους ὑπὸ τῆς ἁμαρτίας δικαιοσύνην, οὐχ ἁπλῶς, ἀλλὰ θεοῦ δικαιοσύνην. ἐπίτασιν δὲ σημαίνει τῆς μετουσίας τῆς ποιότητος τὸ τοὺς μετεσχηκότας ὁμωνύμως καλεῖσθαι ᾗ ἔχουσιν ποιότητα. ἔχουσιν θεοῦ δικαιοσύνην ποιότητα. ἐνίκησεν τοσοῦτον καὶ ἐκράτησεν ὡς μὴ δικαίους αὐτούς, ἀλλὰ αὐτὸ δικαιοσύνη κληθῆναι. καὶ ἐν πολλοῖς τόποις τῆς γραφῆς τοιαῦτα εὑρήσεις. λέγει· ὁ θεὸς ἀγάπη ἐστίν. ἴδε τὸ μέγεθος τῆς ἀγάπης· ὁ θεὸς ἡ ἀγάπη ἐστίν. τοῖς δύο ὀνόμασιν ἡ αὐ τὴ οὐσία δηλοῦται, [η] ὁ [θεὸς] καὶ ἡ ἀγάπη. εἶτα λέγει ὅτι ὁ πλησιάζων τ[ῷ] θεῷ καὶ ἐξ ὅλης καρδίας καὶ ἐξ ὅλης ψυχῆς καὶ δυνάμεως αὐτὸν ἀγαπῶν, ἀγάπη γίνεται· τὰ γὰρ λεγόμενα περὶ τῆς ἀγάπης ἑξῆς· ἡ ἀγάπη οὐ φυσιοῦται, οὐ περπερεύεται, οὐκ ἀσχημονεῖ, οὐ λογίζεται τὸ κακόν, πάντα στέγει, πάντα πιστεύει, πάντα ὑπομένει, περὶ τῆς ἀρετῆς λεγόμενα ταῦτα οὐκ ἀλλότριά εἰσιν; οὐ γὰρ λέγω ὅτι ἡ ἀρετὴ ὑπομένει ἢ στέγει ἢ πιστεύει. τὸν ἔχον τα τὴν ἀγάπην ὁμωνύμως ἀγάπην ὠνόμασεν.
PG 39:1491οὕτω καὶ οἱ τὴν δικαιοσύνην σχόντες ἐκ τῆς γενομένης ὑπὲρ ἡμῶν ἁμαρτίας δικαιοσύνη θεοῦ γίνονται, οὐκέτι δίκαιοι θεοῦ ἁπλῶς ἀλλὰ δικαιοσύνη θεοῦ. ἐπίτασιν δὲ σημαίνει τῆς τελειώσεως, τῆς προκοπῆς. ἐπερ( )· πολλὰ τῶν εὐκτικῶν κατὰ τὴν γραφὴν προστακτικῷ χαρακτῆρι προφέρονται; τάχα δὲ καὶ παρὰ τοῖς ἄλλοις· καὶ ἵνα μὴ μακρὰν ἀπέλθω[μ]εν· ἁγιασθήτω τὸ ὄνομά σου, ὅ ἐςτιν· ἁγιασθείη τὸ ὄνομά σου. ἐλθάτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά ς[ου· γ]ενηθείη τὸ θέλημά σου. ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλιαἀντὶ τοῦ γενηθείητὰ λαλοῦντα κατὰ τοῦ [δικαίου ἀνομ]ίαν. ἐπερ( )· αὐτῷ προσεύχεται; αὐτῷ, ναί. λέγω· ἐὰν παρ’ ἄλλου θέλω τι λαβεῖν, ἄλλου δὲ παρὰ τὸν θεὸν λέγω, οὐ?[κ ἂν αὐτ]ῷ π?[ρος]ηύχετο, ἀλλὰ τῷ θεῷ, ἵνα δώῃ ἡμῖν τοιοῦτον βοηθόν, ἵνα τοιοῦτον ἡμῖν στρατηγὸν εἰς μέ?[σον ἀγ]άγῃ. ὅ?[τ]αν δὲ αὐτῷ τῷ θεῷ. τις εὔχηται παρ’ αὐτοῦ θέλων τι λαβεῖν, αὐτῷ καὶ τὴν αἴτησιν προσάγει καὶ τὴν προσδοκίαν τοῦ λαβεῖν παρ’ αὐτῷ ἔχει. ὡς ἐὰν λέγω τῷ θεῷ· ἐπίνευσον τῇ ἀξιώσει μου, περὶ προσευχῆς προσευχὴν ἀναπέμπω. εἰσάκουσόν μου, κύριε, ὅτι πρὸς σὲ ἐκέκραξα· καὶ εὐχὴν περὶ εὐχῆς ἀναπέμπω·
PG 39:1492ἐπεὶ γὰρ συνεργίας χρῄζει θεοῦ καὶ τὸ εὐχὴν ἐπα κουσθῆναι, αὐτὸν πάλιν συνεργὸν διὰ τῆς εὐχῆς καλῶ, ἵνα πληρώσῃ μου τὴν εὐχὴν καὶ εἰσακούσῃ αὐτῆς. τοῦτο αὐτὸ παρακαλῶ ἀναστῆναί σε εἰς τὴν βοήθειάν μου οὐκ ἄνοπλον, ἀλλὰ ἐπιλαβόμενον ὅπλου. τὸ ἐμὸν σῶμα καὶ τὴν ψυχὴν δέξαι· διὰ τούτων γὰρ δυνήσῃ βοηθῆσαί μοι. πολλάκις ἰατρὸς πολὺ μέγεθος ἔχων οὐ δύναται μικρὰ θεραπεῦσαι ἢ μικροὺς ἀνθρώπους. ἐνίοτε οὖν ἕνα τῶν [μ]αθητῶν αὐτοῦ παρασκευάζει τῶν ὑποδεεστέρων καὶ πολὺ ὑποβεβηκότων αὐτόν, ἵνα δυνηθῇ προσελθεῖν τῷδε καὶ θεραπεύσῃ αὐτόν. τὸ ἐπιλαβέσθαι οὖν ὅπλου καὶ θυρεοῦ τὸ ἄνθρωπον ἀναλαβεῖν ἐστιν, μορφὴν δέξασθαι δούλου. καὶ ἔστιν συνήθως πολλὰ γινόμενα τοιαῦτα. τ[ο]ῦτο οὖν λέγει· ἐὰν ὡ[ς] θεὸς βοηθῆσαί [μο]ι? προθῇ, ὑπεραίρει ἡ βοήθεια. ἄνθρωπος γενόμενος βοήθησόν μοι. καὶ αὐτῷ γοῦν λέγει· περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡ ραιότητί σου καὶ τῷ κάλλει σου. ὡραιότητα καὶ κάλλος ἔχεις· ἁμαρτίαν γὰρ οὐκ ἐποίησας οὐδὲ ἔγνως αὐτήν. περίζω σαι οὖν ἐπὶ τὸν μηρόν σου τὴν ῥομφαίαν. σημαίνει πολλάκις τὸ ὄνομα τοῦ μηροῦ τὰ γενέσεως πράγματα, ὡς ἐὰν λέγῃ·
PG 39:1494[πᾶς μηρὸς] μολυνθήσεται [ὑγρα]- σίᾳ, εὐφήμως καὶ εὐσχημόνως διὰ τοῦ μηροῦ τὰ γενέσεως ὑπηρετικὰ ὄργανα σημαίνει. διὰ τοῦτο καὶ ὁ [Ἀβρα]ὰμ ἐκπέμπων ἐπὶ μνηστείᾳ τῆς Ῥεβέκας τὸν παῖδα ἑαυτοῦ· θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου, καὶ ἐξορκιῶ σε· ἐ?[πε]ὶ? γὰρ ἤμελλεν παρθένον παραλαμβάνειν καὶ ἄγειν ἐκ μακροῦ τόπου εἰς μακρὸν τόπον, ἀναγκαί ως ἠσφαλίσατο α?ὐ?[τ]οῦ τὴν σωφροσύνην. δυνατὸν δὲ καὶ οὕτως· ἐπεὶ ἐκ τῶν μηρῶν μου μέλλει προέρχεσθαι ὁ ὑ πὲρ σωτηρίας τῶν ὅλων ἐρχόμενος, ἐκεῖ θὲς τὴν χεῖρά σου, καὶ ἐξορκιῶ σε. καὶ πολλά γε σεμνῶς ἡ γραφὴ τοιαῦ τα ὀνομάζει. περὶ τοῦ δράκοντος, τουτέστιν τοῦ διαβόλου, λέγει· ἰδοὺ ἡ ἰσχὺς αὐτοῦ ἐπ’ ὀσφύος, καὶ ἡ δύναμις αὐτοῦ ἐπ’ ὀμ φαλοῦ γαστρός. ἐπὶ τοῦ ἀνδρὸς τὴν ὀσφῦν ὠνόμασεν, ἐπὶ δὲ τῆς γυναικὸς σεμνῶς τὸ ὄργανον ἐκεῖνο ὀμφαλὸν γας τρὸς εἶπεν. ἐκ τῶν πλησιαζόντων μερῶν ἐδήλωσεν οὗ ἀπεῖπεν τὴν χρῆσιν. 3 ἔκχεον ῥομφαίαν σου καὶ σύνκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με. πλήθυνον μάχαιραν, δὸς ἡμῖν μάχαιραν τὴν κατὰ τῶν πολεμίων. ὁ ζῶν δὲ τοῦ θεοῦ λόγος ἐστὶν ἡ μάχαιρα. καὶ πάλιν τὸ ῥῆμα τοῦ πνεύματος·
PG 39:1496καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα θεοῦ. τὸ ἐκχέαι δὲ τὴν δαψίλειαν ἀεὶ σημαίνει, ὡς ἐὰν λέγῃ· ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, τὴν δαψιλῆ[ν] δόσιν καὶ πλουσίαν χορηγίαν διὰ τῆς λέξεως σημαίνει. ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν. καὶ ἔτι· μύρον ἐκκενωθὲν ὄνομά σου. τὸ ἐκκενωθὲν μύρον ἔξω γίνεται τοῦ περιέχοντος ἄγγους καὶ ἐπὶ μήκιστον ἐκπέμπει τὴν πνοήν. ὅτε γοῦν ὁ σωτὴρ ἐν τῷ Ἰσραὴλ μόνῳ ἦνἐν τῷ Ἰσραὴλ γὰρ μέγα τὸ ὄνομα αὐτοῦ, ὡς ἐν ἄγγει ἦν τὸ ὄνομα αὐτοῦ. ὅτε δὲ ὡς θαυμαστὸν τὸ ὄνομα αὐτοῦ γέγονεν ἐν πάσῃ τῇ γῇ, καὶ πεπλήρωται ἐκεῖνο τό· καθὼς τὸ ὄνομά σου, ὁ θεός, οὕτω καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς, μύρον ἐκκενωθὲν γέγονεν. ἡ λέξις οὖν αὕτη [δ]αψιλῆ χορηγίαν σημαίνει. τοῦτο οὖν λέγει· ἕκαστον ἡμῶν ποίησον μαχαιροφόρον, ἔκχεε ῥομφαίαν· τότε γὰρ συνκλείεις ἐξ ἐναντίας τῶν διωκόντων ἡ?[μ]ᾶς· λοιπὸν γὰρ ὁπλῖται γινόμεθα, ξιφήρεις αὐτοῖς προσερχόμεθα, οὐχ ἵνα ἀναιρήσω, ἀλλ’ ἵνα μηδὲν πάθω. ἐπερ( )· τὸ σύνκλεισον;
PG 39:1498τὸ σύνκλεισον πολλὰ σημαίνει, μάλιστα δὲ ἡ ὡσανεὶ συν αγωγὴ τοῦ συνπεράσματο[ς ἡ κωλύου]ς?α τὴν ὁρμὴν τοῦ θέλοντος σοφίσασθαι συνκλεισμὸς γέγονεν. εἰώθασιν γοῦν καὶ οἱ διαλεγόμενο[ι λέγ]ε[ι] ὅ[τι συνέκλε]ισα αὐτόν. σημαίνει δὲ καὶ ἄλλο τι, ὡς παρὰ τῇ Παύλου φιλοσοφίᾳ κεῖται· συνέ κλεισεν ὁ θεὸς τοὺς πάν[τας] εἰς ἀπ[είθεια]ν ἵνα τοὺς πάντας ἐλεήσῃ. καὶ ὅρα γε τὴν ἀκολουθίαν τῆς λέξεως· κατεπέ βαινον τῶν Ἰουδαίων τῶν πιστευσάντων τῷ σωτῆρι οἱ ἀπὸ Ἑλλήνων πεπιστευκότες. καὶ πρότερον πάλιν οἱ Ἰουδαῖοι ἐκώλυον κληθῆναι τὰ ἔθνη εἰς σωτηρίαν· ἔλεγον γὰρ ὅτι· τοὺς ἀπὸ? ἐπικαταράτων πατέρων, ἐξ εἰδωλολά τρων, ἐκ πολυθέων εἰς τὴν σωτηρίαν παραλαμβάνεις; πεποίηκεν οὖν συνκλεισμόν, ἤλεγξεν ἀμφοτέρους. καὶ εἰκόνι τ?οιαύτῃ ἔστιν χρήσασθαι· ἐχέτω τις υἱὸν παραμένοντα αὐτῷ καὶ ἄλλον ἐκβληθέντα διὰ προλαβοῦσαν κα κίαν. ἐὰν μετανοήσαντος τοῦ ἐκβληθέντος θέλῃ εἰσδέξασθαι αὐτὸν ὁ πατήρ, ὁ υἱὸς ὁ ἀπομείνας ἐναντιοῦται λέγων ὅτι· οὗτος συνκληρονόμος μου γίνεται; τάδε καὶ τάδε [πεποίηκεν]. ἐλέγχει κἀκεῖνον ἐπὶ ἁμαρτήμασιν ἄλλοις ὅτι· οὐ διὰ τοῦτο οὗτος εἴργεται τοῦ κλήρου·
PG 39:1500καὶ σὺ ἔξω ἀ[πο]βάλλῃ· τάδε καὶ τάδε πεποίηκας. καὶ λοιπὸν οὐκέτι ἀντιλέγει· συνεκλείσθη γὰρ καὶ οὗτος, τουτέστιν τοῖς ἐλέγχοις συνεκλείσθη, κἀκεῖνος. ἵνα τοὺς πάντας οὖν ἐλεήσῃ, τοῦτο πεποίηκεν· οὐδὲ γὰρ ἵνα ἀποδείξῃ αὐτοὺς τοιούτους, τ?οὺς ἐλέγχο[υς] ἠγίοχεν, ἀλλ’ ἵν’ ἑκάτερον ἀπὸ τοῦ λοιποῦ κωλύσῃ· οὐδὲ γὰρ ὁ Ἕλλην ἔτι κατεπιβαίνει τῶν Ἰουδαίων [δι]ὰ? τὸν σταυρὸν τ[ὸν] προςαχθέντα ὑπ’ αὐτῶν τῷ σωτῆρι, οὐδὲ ἐκεῖνοι τούτοις· πάν τες γὰρ ὑπὸ ἁμαρτίαν εὑρέθησαν. [τ]οῦτο οὖν λέγει· ὥσπερ γάρ ποτε ὑμεῖς ἠπειθήσατε τῷ θεῷ, ὑμεῖς οἱ Ἕλληνες εἰ καὶ νῦν προσήκασθε τὸ εὐαγγέλιον καὶ θεοσεβεῖν προτέθεισθε, ἀλλὰ ποτὲ καὶ ἐλιθάσατε, νῦν δὲ ἠλευθερώθητε τῇ τούτων ἀπειθείᾳεἰ μὴ ἦν ἀπειθήσας ὁ Ἰσραήλ, οὐκ εἴχετε σωτηρίαν· ἀντέλεγον γὰρ καὶ ἐκώλυον, οὕτω, λέγει, καὶ οὗτοι, οἱ Ἰουδαῖοι, ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει, ἵνα καὶ αὐτοὶ ἐλευθερωθῶσιν. λοιπὸν ὥσπερ συνπέρασμα ἐπήγα γεν· συνέκλεισεν γὰρ ὁ θεὸς τοὺς πάντας εἰς ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ. τὸ βαθὺ τοῦ κρίματος· ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστ[ο]ι αἱ ὁδοὶ αὐτοῦ·
PG 39:1501τίς γὰρ ἔγνω νοῦν κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ γέγονεν τοῦ συνκλείσαντος πάντας εἰς τὴν ἀπείθειαν; ἐπὶ πολεμίων οὖν τὸ σύνκλεισον [λαμ]βάνεται οὕτως, ὅταν πᾶσα ὁδὸς περιαιρεθῇ ἀπ’ αὐτῶν τοῦ ἐπιβαίνειν καὶ δεινῶς βλάπτειν· συνκλείεται γάρ τις [οὕτως]. ὡσανεὶ συνλογιστικῶς συνελογίσατο τὸν Ἰουδαῖον ὅτι· μὴ μέμφου τὴν κλῆσιν τῶν ἐθνῶν· καὶ σὺ γὰρ τὰ αὐτ[ὰ π]εποίκας. πάλιν τοὺς Ἕλληνας τοὺς κατεπιβαίνοντας τῶν Ἰουδαίων καὶ λέγοντ[α]ς οἱ κυριοκτόνο[ι] καὶ οἱ τοιοίδε. λέγει· ποτὲ ὑ μεῖς ἠπειθήσατε, εἰδωλολάτραι ἦτε. 3 εἰπὸν τῇ ψυχῇ μου Σωτηρία σου ἐγώ εἰμι. εἰπέ, ὦ θεέ, πραγματικῶς τῇ ψυχῇ ὅτι· ἐγὼ ἡ σωτηρία σου. πότε δὲ λέγεις ὅτι· ἐγώ εἰμι ἡ σωτηρία ἢ ὅταν σῴζῃς ἢ ὅταν πάντα ἐπιφέρῃς τῇ ψυ χῇ μου εἰς σωτηρίαν αὐτὴν ξεναγωγῶν; 4 αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντες τὴν ψυχήν μου. οὗτοί εἰσιν οἱ ἀδικοῦντες, οὗτοί εἰσιν οἱ πολεμοῦντες, περὶ ὧν εἶπεν· δίκασον τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με. αἰσχυνθείησαν, φησίν, καὶ ἐντραπείησαν. οὐ χόλο[ς] αὐτοῖς ὑπαρχθῆναι δύναται, ἀλλ’ αἰσχύνη ἐφ’ οἷς πράττουσιν· οὕτω γὰρ παύσονται.
PG 39:1503ἀμέλει γοῦν οἱ τοῦτο ἐγνωκότες ὅτι ἐν αἰσχύνῃ γεγένηνται, λέγουσιν· ἐκοιμήθημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν, καὶ ἐπεκάλυψεν ἡμᾶς ἡ ἀτιμία ἡμῶν. ἐγνωκότων ἐστίν, ὅτι ὑπὸ αἰσχύνην γεγένηνται καὶ ὅτι ἐπεκρύβησαν ἀπὸ τῆς ἀτιμίας. αὕτη δὲ ἡ αἰσχύνη καὶ ἡ ἀτιμία ἐξ ἁμαρτίας ἐγεγόνει. τοιοῦτόν τι καὶ ἐν τῷ Ἰεζεκιὴλ πρὸς θρασυνόμενόν τινα καὶ ἀναιδευόμενον λέγει· αἰσχύνθητι καὶ λαβὲ τὴν ἀτιμίαν σου. ὡς εἴ τις, φέρε, κατ’ ὑπόθεσιν, καταδικασθείη δημοσίοις ἔργοις ὑπηρετεῖν, οἷον ἐν βαλανείῳ ἢ ἐν με τάλλῳ, καὶ μέγα φρονοίη ἐπὶ τούτῳ, λέγομεν αὐτῷ· αἰσχύνθητι, γνῶ[θ]ι ὅτι ἐν ἀτιμίᾳ εἶ. ἐπερ( )· τοῦ οὖν Ἀδὰμ ἡ αἰσχύνη; μὴ γὰρ πᾶσα αἰσχύνη ὁμοειδής ἐστιν. αὐτὴ γοῦν ἡ γραφὴ λέγει· ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰς χύνη δόξα καὶ χαρά. καὶ θεώρει γε· πολλοὶ ἐφ’ οἷς δεῖ καταδύεσθαι καὶ λανθά[νειν] καὶ δοκεῖν ἀσχημονεῖν, δοξά ζονται. λέγει γοῦν ὁ ἀπόστολος· ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, [οἱ τὰ ἐπίγ]εια [φ]ρονοῦντες. ἐν οἷς δεῖ αἰσχύνεσθαι, ἐν τούτοις παρρησιάζονται, καὶ ὁρῶμεν φύσει καὶ ἐν ἀνθρώποις τοιαῦτα.
PG 39:1505[ὁ δὲ ἀπεκδ]εχό[μενος] σωτῆρα, τὸν θεὸν λόγον, εἰδὼς ὅτι πρὸς αὐτοῦ μετασχηματίζονται εἰς τὸ ἐνδοξότερον καὶ τὸ σύνμορφον? γενέσθ?[α]ι τ?ῷ σώματι ᾧ αὐτὸς εἶχεν, οὐκέτι μέγα φρονεῖ ἐπὶ τοῖς αἰσχύνης [ἔ]ργοις. 4 ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ λο γιζόμενοί μοι κακά. ἡ ὀπίσω λέξις διαφόρως ἐν ποικίλοις τόποις τῆς γραφῆς φέρεται. τὸ ἀποστραφῆναι εἰς τὰ ὀπίσω ψόγον φέρει. ἀμέλει γοῦν ἡ γυνὴ τοῦ Λὼθ ἐξιοῦσα ἀπὸ τῆς περιχώρου ἐκείνης τῆς ὀλεθρίου ἤκουσεν· μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω, μὴ ἐφ’ ἃ καταλέλοιπας τὸ νεῦμά σου θῇς. πάλιν ἐν ἄλλοις λέγεται ὅτι· ἀποστραφείησαν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω. εἰς τὰ ὀπίσω ἑαυτῶν ἀποστραφείησαν, ἵνα μηκέτι τὴν αὐτὴν ἐλαύνωσιν ὁδὸν τὴν ἐχθρῶν. οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπ’ ἄροτρον καὶ στραφεὶς εἰς τὰ ὀπίσω. οὐκ ἐλέχθη τινός, ἀλλὰ ἁπλῶς εἰς τὰ ὀπίσω· ὅταν γὰρ ὁ ἀροτριῶν στραφῇ, θλᾷ τὴν εὐθεῖαν. ἡ θλάσις δὲ τῆς εὐθείας ἐμποδίζει τὸ ἔργον. λέγεται δέ τις ἑαυτοῦ εἰς τὰ ὀπίσω ἀποστρέφεσθαι τοῦτο μὲν ἐπαινετῶς, τοῦτο δὲ ψεκτῶς. ἐὰν τὴν θείαν σπεύδῃ ἀνύσαι ὁδὸν καὶ στραφῇ, ψεκτή ἐστιν αὕτη ἡ στροφή, τὸ εἰς τὰ ὀπίσω γενέσθαι.
PG 39:1507ἐὰν δέ τι[ς] ἐπείγηται πρὸς τὴν κακίαν καὶ λόγοις μετανοίας ἀνακοπῇ καὶ ἀπος[τ]ραφῇ, ἐπαινετή ἐστιν αὕτη ἡ στρ[ο]φὴ ἡ ἐκ μετανοίας γινομένη. λέγει γοῦν ὅτι· ἐπειδὴ ἐπὶ τὴν κακίαν ἐλαύνουσιν καὶ σπουδή ἐστιν αὐτοῖς κακῶσαί με, ἀποστραφείησαν εἰς τὰ ὀπίσω ταύτης τῆς προθέσεως. ἑκατέρως οὖν λογίζονταί μοι κακά· ὅταν περιβαλεῖν με θέλωσιν ἁμαρτίᾳ, λογί ζονταί μοι κακά, ὅταν ἐπιβουλεύειν θέλοντες κακωτικόν τι ἐπενεγκεῖν μοι θέλωσιν, πάλιν λογίζονταί μοι κακόν. οἱ δύο πρεσβύτεροι οἱ μανέντες κατὰ Σωσάννης ἀμφότερα πεποιήκασιν· ἐλογίσαντο κακὸν εἰς μοιχείαν αὐτὴν θέλοντες ἀ[γαγ]ε[ῖ]ν. τούτου ἀποτυχόντες τὸ ἕτερον γένος τῶν κακῶν ἐλογίσαντο, ἀναιρῆσαι αὐτήν, λιθοβοληθῆναι αὐτήν. τὰ αὐτὰ καὶ π[ερὶ το]ῦ Ἰωσὴφ καὶ τῆς Αἰγυπτίας νόει· κἀκείνη ἐλογίσατο κακὸν τὸ τῆς πορνείας, εἰς ὃ κατασπάσαι αὐτὸν ἠβουλήθη. ὅμω?[ς] τούτου ἀποτυχοῦσα τὸν ἕτερον τρόπον τῶν κακῶν ἐπεχείρησεν διαβολὴν αὐτοῦ κατειποῦσα, δι’ ἧς ὡς κατὰ κολαστέου ὡρμήθη ὁ δοκῶν δεσπότης αὐτοῦ εἶναι. 5 γενηθήτωσαν ὡσεὶ χνοῦς κατὰ πρόσω πον ἀνέμου. εὐτελεῖς γενηθήτωσαν. τοῦτο καὶ ἐν πρώτῳ ψαλμῷ λέγεται·
PG 39:1509οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλ’ ἢ ὡς ὁ χνοῦς, ὃν ἐκριπτεῖ ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς. τὸ εὐτελὲς αὐτῶν δείκνυσιν οὐ τοσοῦτον τῆς οὐσίας, ὅσον τῆς γνώ μης· οἱ γὰρ τὰ ἐπίγεια φρονοῦντες καὶ ὅλ[οι] τῆς σαρκὸς καὶ τῶν μελῶν γεγενημένοι χ[ν]οῦς εἰσιν οὐκ ἔχον τες στίβο[ν], οὐχ ἕδραν βεβαίαν. ἄνεμος οὖν βραχὺς κινεῖ αὐτούς. καὶ ὁ ἄνεμος οὗτος δύναται ἢ θλῖψις εἶναι ἢ ἀπατη?λὸς λόγος. οὕτω γοῦν τινες φέρονται παντὶ ἀνέμῳ διδασκαλίας ἀπατηλῷ ἐν τῇ κυ[β]είᾳ τῶν πρεσβευομένων ἐκείνην τὴν διδασκαλίαν τὴν πανοῦργον τῶν πραττόντων. 5 καὶ ἄγγελος κυρίου ἐκθλί βων αὐτούς. ἄγγελον κυρίου ἔχουσιν ἐκθλίβοντα. ἐν τῷ προλαβόντι ψαλμῷ ἄγγελος κυρίου παρεμβάλλων κύκλῳ τῶν φοβουμένων αὐτὸν ἐρύσατο αὐτούς. ἐνταῦθα δὲ ἐκθλίβει αὐτοὺς ὁ ἄγγελος τοῦ κυρίου κολαστής τις ὢν καὶ καταπεμπόμενος τιμωρῆσαι αὐτούς. δυνατὸν δὲ καὶ ἐπαινετὸν τὸν ἄγγελον λαβεῖν τὸν παρεμβάλλοντα κύκλῳ τῶν φοβουμένων· ἐκθλίβει γὰρ τὸν ἁμαρτωλὸν ὁ ἐλέγχοις χρώμενος, ὁ πείθων αὐτὸν ἀποστῆναι ὧν νομίζει ἡδέων. 6 γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα.
PG 39:1511ἡ αὐτῶν ὁδός, οὐχ ἡ τοῦ θεοῦ, οὐχ ἡ τῆς ἀρετῆς, οὐχ ἡ τῶν ἐντολῶν τοῦ θεοῦ, ὡς λέγεται· ὁδὸν ἐντολῶν σου ἔδραμον, ἀλλ’ ἡ αὐτῶν ὁδός, ἐν ᾗ ἐναβρύνονται, ἐν ᾗ νομίζουσιν φωτεινῶς δρ?α[μ]εῖν. γνώτωσαν, οἵα ἐστὶν ἡ ὁδὸς αὐτῶν, ὀλισθησάτωσαν· τὸ πτῶμα γὰρ τοῦτο αἴσιόν ἐστιν. ὥσπερ? [ὁ ἀποστὰς] ἀπὸ τοῦ τρέχειν τὴν εὐθεῖαν ὁδὸν μεγάλῳ ὑποπίπτει κακῷ, οὕτως ὁ σπεύδων δραμεῖν ἐπὶ τὸ κ?[α]κ?[ό]ν, ὅ[ταν ὀλισθ]ήσας πέσῃ, ἀρχὴν λαμβάνει μετανοίας. 6 καὶ ἄγγελος κυρίου καταδιώκων αὐτούς. ὡς εἶ[πον, ἀ]μφ[οτέρω]ς ἤτοι ἐλέγχων καὶ ἐπιπλήττων ἢ κολάζων αὐτούς. 7 ὅτι δωρεὰν ἔκρυψάν [μοι] διαφθορὰν παγίδος αὐτῶν. ἡ κακία πολλάκις διαφθορὰ ὀνομάζεται· φθείρει γὰρ τὸ ἀληθές, τὸν ἔσω ἄνθρωπον ἐξ ἀγαθοῦ πονηρὸν ποιεῖ, ἐκ δικαίου ἄδικον, ἐκ θεοσεβοῦς ἀσεβῆ[ν]. καὶ ὅτ[ι] φθορὰ λέγεται ἡ κακία· φθείρουσιν, φησίν, ἤθη χρηστὰ ὁμιλίαι κακαί. ἡ φθορὰ αὕτημὴ γὰρ σωματική ἐστιν τ[ῶν] μελ[ῶν]φθείρει τὰ ἤθη. ἡ φθορὰ δὲ τῶν ἠθ[ικ]ῶν κακία ἐστὶν ἠθική. ὁμιλίαι κακαὶ ἀπατηλαὶ ὁμιλίαι. καὶ ἵνα εἰκόνι συνχρήσωμαι τῇ ἐν ταῖς Παροιμί αις εἰσαγομένῃ πόρνῃ ἤτοι ψευδοδοξίᾳ ἢ ἀκολασίᾳ·
PG 39:1512ἡ πόρνη γυνὴ ἔφθειρεν τὰ χρηστὰ ἤθη τοῦ νεανί[ου] ἐκεί νου· σοφιστικὰ γάρ τινα αὐτῷ προσηγίοχεν· θυσία μοι εἰρηνική ἐστιν, σήμερον ἀποδίδωμι τὰς εὐχάς μου ὅπου θέλεις, τὸ σήμερον στίξον· [ἕ]νεκεν τούτου ἐξῆλθον εἰς ὑπάντησίν σοι. ψεύδεται δέ. οὐχ ἵνα τὰς εὐχὰς ἀποδῷ, ἐξῆλθεν, ἀλλὰ ποθοῦσα. ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν. πολλὰ σφάλματα καὶ ψευδῆ νοήματα ἀνακύπτει τοῖς τὰς ὁμωνυ μίας διαστέλλειν μὴ δυναμένοις. τὸ τῆς διαφθορᾶς ὄνομα καὶ τῆς φθορᾶς πολλὰ κατὰ τὴν γραφὴν σημαίνει· εἴ τις, φησίν, τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός. ἐν τῇ αὐτῇ ταύτῃ λέξει δύο σημαινόμενα φθορᾶς κεῖται· εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει διὰ ἁμαρτίας, τὸ σῶμα λέγει· τὰ σώματα γὰρ ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματος [οὗ] ἔχετε ἀπὸ θεοῦ. πᾶσα οὖν ἡ κα κία φθορά ἐστιν. καὶ τὸ εἶδος δὲ τῆς κακίας κυριώτερον λέγεται φθορά, ἡ λύσις τῆς παρθενίας. οὕτω γοῦν ἐφθάρθαι τὴν παρθένον λέγομεν καὶ ἐφθάρθαι τὸν παῖδα τὸν ἄρτι ἀφροδισίων γευσάμενον. ὅμως κἂν τὸ [γ]έ[ν]ο?ς τῆς κακίας φθορὰ λέ γηται, κἂν τὸ εἶδος, ἑνὶ σημαινομένῳ ὑπάγονται·
PG 39:1514φθείρει γὰρ καὶ κατασπᾷ καὶ τὴν ψυχὴν καὶ τὸ [σῶμ]α? ἡ τοιαύτη φθορά. ἐν τῷ προφήτῃ λέγεται· ἕνεκεν ἀκαθαρσίας διεφθάρητε φθορᾷ. ἀκαθαρσία δὲ ψυχ[ῆς] κακία ἐστίν. εἴρηται γοῦν ἐν Παροιμίαις περὶ φαύλου τινὸς ὅτι· συντρίβεται διὰ ἀκαθαρσίαν ψυχῆς. καὶ ἐν τοῖς θρήνοις Ἰηρεμίου λέγεται· ἀκαθαρσία αὐτῆς πρὸς ποδῶν αὐτῆς, ἀντὶ τοῦ· ἡ πορεία αὐτῆς ἀκαθαρσία ἐστίν· ἐπιβαίνει γὰρ αὐτῇ ἀπαγορευομένῃ τῇ ὁδῷ τοῦ θανάτου, τῇ ὁδῷ τῇ πονηρᾷ. ἕνεκεν οὖν ἀκαθαρσίας διεφθάρητε φθορᾷ. ἀκαθαρσία δὲ ψυχῆς ἡ κακία ἐστίν, ὡς εἴρηται, κατὰ τὸν διττὸν τρόπον τῆς εἰρημένης φθορᾶς καὶ κατὰ τὸ γένος καὶ κατὰ τὸ εἶδος τῆς κακίας, τουτέστιν καὶ κατὰ ἀκολασίαν καὶ κατὰ ἄλλα εἴδη τῆς κακίας. [ἕνεκεν ἀκαθαρσίας διεφθάρητε φθορᾷ] δυνατὸν δὲ καὶ [τοῦτο ἕνεκεν ἀκαθαρσίας διεφθάρη τε φθορᾷ] τὸ ἕτερον σημαινόμενον τῆς φθορᾶς λαβεῖν· εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός. φθείρει δὲ ὁ θεὸς δοκιμάζων. καὶ ὥσπερ τὸ τῆς ἀπωλείας ὄνομα κατὰ ψυχῆς λαμβανόμενον διττῶς λέγεται· λέγομεν γὰρ τὸν ἁ μαρτάνοντα ἀπώλειαν λέγεσθαι καὶ τὸν κολαζόμενον ἀπώλειαν·
PG 39:1516φοβήθητε οὖν τὸν δυνάμενον ψυχὴν καὶ σῶ μα ἀπολέσαι ἐν γεέννῃ. ἡ ἀπώλεια ὧδε κόλασίς ἐστιν, ἥτις καὶ δ?ιαφθορὰ λέγεται. δύναται οὖν τό· ἕνεκεν ἀκαθαρ σίας διεφθάρητε φθορᾷ· διὰ τοῦτο κολάσει ὑποπεπτώκατε ὅτ[ι] ἠγαπήσατε εἶναι ἀκάθαρτοι, ὅτι ἐσπεύσατε τὴν ψυχῆς ἀκαθαρσίαν ἔχειν. αὕτη δὲ ἡ ἀκαθαρσία ἐναντία ἐστὶν τῇ καθαρότητι, ἥτις ἐπιγινομένη τῇ καρδίᾳ θεοῦ φέρει παρουσίαν καὶ φαντασίαν· μακάριοι γὰρ οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται. περὶ ταύτης λ[έγ]εται· καθαρίσατε χεῖρας, ἁμαρτωλοίτότε δὲ καθαραὶ γίνονται, ὅταν τὸ δίκαιον δικαίως διώκητε, ἀλλὰ καὶ τὰς καρδίας ἁγνίσατε, καὶ τὴν ὀρθὴν φρόνησιν τοῖς θεωρήμασιν τῆς ἀληθείας. δωρεὰν οὖν ἔκρυψάν μοι, διαφθεῖραί με θέλοντες, εἰς κακίαν καταβιβάσαι, ἢ καὶ ἐπιβουλεῦσαι καὶ εἰς κάκως[ιν ἀγαγεῖν]. ἑκ[ά]τ?ερα δὲ μάτην ποιοῦσιν τὸ γὰρ δωρεὰν ὧδε τὸ μάτην σημαίνει, ἤτοι ὅτι ἐμοῦ αἰτίαν μὴ παρεσχη- [κότοςὁ] π?ρο?[τεθ]ειμένος οὖν ἀδικεῖσθαι καὶ κακοπαθεῖν μᾶλλον ἢ τὰ ἐναντία πράττειν ἐρεῖ ὅτι· οἱ περιβάλλοντές μ?ε διαφθορᾷ ματαίως τοῦτο ποιοῦσιν θεοῦ συνλήμπτορος γινομένου, [ἢ ὅ]τι·
PG 39:1518δωρεὰν ποιοῦσιν ἐμοῦ αἰτίαν μὴ παρεσχηκότος. οἷον εἰ ἦν ἀναιρεθεῖσα ἡ Σωσάννα ὑπὸ τῶν πρεσβυτ[έρ]ων συκοφαντηθεῖσα, εἶπεν ἂν ὅτι· δωρεὰν ἐβεβούλευσάν μοι ἐμοῦ τὴν αἰτίαν μὴ ἐνδούσης. ταῦτα καὶ ὁ Ἰωσὴφ ε?[ἶπ]εν ἄν, εἴποι[ε]ν ἂν καὶ οἱ Χριστοῦ μαθηταὶ διωκόμενοι, ἀναιρούμενοι, ὀνει διζόμενοι ἕνεκεν τοῦ ὀνόματος τοῦ Χριστοῦ· ἐὰν γάρ τις τῶν Χριστιανῶν ἐπιβουλεύηται μὴ ἄλλου χάριν ἢ ὅτι Χρις - τιανός ἐστιν, οἱ ἐπιβουλεύοντες δωρεὰν αὐτῷ ἐπιβουλεύουσιν· ἐνίοτε γάρ τινες κατὰ Χριστιανῶν γίνονται καὶ βλάψαι αὐτοὺς θέλοντες αἰτίαν εὑρίσκο[υσιν] ἐξ αὐτῶν. 7 μ[ά]την ὠνείδισαν τὴν ψυχήν μου. οὐδὲ γὰρ ἐγὼ ὀνειδισμοῦ τι αἴτιον ἐποίησα. ἐλέχθη δὲ καὶ καθ’ ἕτερον σημαινόμενον τὸ δωρεὰν ἐμοῦ αἰτίαν μὴ παρεσχη κότος τὸ παθεῖν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ καὶ μὴ δι’ ἄλλο τι. καὶ πάλιν· μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη. μὴ κτήσῃ, ἐπεὶ ἐφ’ ἡμῖν ἐστιν τὸ κτήσασθαι. ἐὰν δὲ μὴ κτησαμένων ἡμῶν περιβάλωσιν ἡμᾶς τινες ὀνειδισμοῖς, μάτην ὀνειδίζουσιν τὴν ψυχὴν ἡμῶν. οὐκ ἐρεῖς τὴν Ἰεζάβελ καὶ τοὺς συνπνεύσαντας αὐτῇ μάτην ὠνειδικέναι τὸν Ναβουθαί, δωρεὰν κεκρυφέναι αὐτῷ διαφθορὰν [παγίδος αὐτῶν];
PG 39:1520ἐπερ( )· τὸ παγίδος αὐτῶν; αὐτῶν λέγει παγίδας οὐκ ἐν αἷς παγιδεύονται, ἀλλ’ ἐν αἷς παγι δεύειν θέλουσιν. ἡ σκευασθεῖσα δραματοποιία κατὰ τῆς Σωσάννης ὑπὸ τῶν πρεσβυτέρων παγὶς ἦν αὐτῶν οὐχ ᾗ πα?γ?ιδεύονται αὐτοί, ἀλλ’ ᾗ ἤθελον ἐκείνην παγιδεῦσαι καὶ τιμωρίᾳ ὑποβαλεῖν καὶ αἰσχύνῃ. 8 ἐλθάτω αὐτοῖς παγίς, ἣν οὐ γιγνώσκουσιν. [τοῦ]τ?ο λέγει· οἱ ἰσχύοντες κατά τινων μηχανὰς συντιθέναι καὶ ἐπιβουλεύοντες αὐτοῖς μάτην οὐδέποτε πρὸ ὀφθαλ[μῶ]ν τίθενται, ὅτι δύνανται ἁλῶναι οἷς αὐτοὶ ἐσκεύασαν· οἷον ὁ ὀρύσσων βόθρον τῷ πλησίον εἰς αὐτὸν ἐνπεσεῖται. οὐ πάνυ τι λογίζονται, ὅτι αὐτοὶ εἰς τὸν βόθρον καταπίπτουσιν, ἐπεὶ οὐκ ὤρυττον αὐτόν. οὐκ ἐγίγνως κον οὖν ὅτι ἐπ’ αὐτοὺς ἤρχετο ἡ παγίς, ἣν ἄλλῳ εὐτρέπιζον ἵνα περιβάλωσιν αὐτὸν καὶ ἀγρεύσωσιν. ἣν οὐ γιγνώσκουσιν οὖν, ἣν οὐκ εἶχον πρὸ ὀφθαλμῶν, ἐπεὶ οὐδὲ ἐσκεύαζον αὐτήν. 8 καὶ ἡ θήρα, ἣν ἔκρυψαν, συλλαβέτω αὐτούς. ἵνα λά θωσιν ἄλλους καὶ ἀπροοράτως ἐκείνους θηρεύσωσιν. συνλαβέτω αὐτούς. ὤρυξαν πρὸ προσώπου μου βόθρον καὶ ἐνέπε σαν εἰς αὐτόν. 8 καὶ ἐν τῇ παγίδι πεσοῦνται ἐν αὐτῇ. ἐν ταύτῃ ᾗ ἐσκεύασαν ἄλλοις, πεσοῦνται.
PG 39:1521ἐπὶ πτώματι ἄλλων αὐτοὶ κατέπεσαν ἐν τοῖς τοιούτοις μηχανήμασιν οἷς ποιοῦσίν τινες, καὶ ἔρχονται κατ’ αὐτῶν. ἐν πλοκῇ τινι τῆς προ νοίας γίνεται. μεγάλην πλοκὴν ἔχει ὁ περὶ τῆς προνοίας λόγος, εἰ καὶ ἀγνοεῖται ὑπὸ πολλῶν, ἵνα μὴ εἴπω, ὑπὸ πάντων. 9 ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ κυρίῳ. λέγει Μωυσῆς· ποιήσατε αὐτῷ ὃν τρόπον ἐπονηρεύσατο ποιῆσαι τῷ πλησίον αὐτοῦ. τούτων γεγενημένων ἀγαλλιάσεται γνοῦσα ὅτι οὐδὲν πέπονθεν. ἐπερ( )· ἐπιχαίρων αὐτοῖς; οὔ, ἀλλὰ θαυμά ζων τὴν πρόνοιαν καὶ ἀγαλλιώμενος ὅτι οὐκ ἐπαγιδεύθη. οἷον ἠγαλλιάσατο ἡ ψυχὴ τῆς Σωσάννης οὐχ ὅτι κατεδικάσθη σαν οἱ πρεσβύτεροι, ἀλλ’ ὅτι αὐτὴ ἀπελύθη τοῦ ἐνκλήματος. κατὰ συμβεβηκὸς δὲ ἐκεῖνο γέγονεν. καὶ εὐχόμενοι γοῦν οἱ ἅγιοι ὅτε εἰς[ὶν] ἐν θλίψει, αὐτὸ τοῦτο μόνον εὔχονται· μὴ ἁλῶμεν ὑπὸ τῆς θλίψεως, οὐ μὴν κατὰ τῶν περιβαλόντων τῇ θλίψει· ὡς? [ἀγ]ώνισμα γὰρ δέχονται, οὐχ ὡς κόλασιν. ὁ δὲ ὡς ἀγώνισμα δεχόμενος οὐχ οὕτως ἐστὶν κατὰ τῶν ἀντιπάλων, ὥστε μηκέτι αὐτοὺς ὑπάρχειν. μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν· μὴ γὰρ εἴρηκεν ὅτι· πάταξον τοὺς πειράζοντας ἡμᾶς.
PG 39:1523ἠρωτώμην ποτέ, πῶς τῶν ἁγίων ὁ γάμος ἐγίνετο ἄνευ ἡδονῆς οὐχ ὅτι [ὁ] τίμιος [ὁ] γάμος καὶ [ἡ] ἀμίαντος [ἡ] κοίτη; , καὶ ἔλεγον ὅτι οἱ ἅγιοι τότε μόνον συνίασιν ταῖς γαμε[τα]ῖς, ὅταν καιρὸς ᾖ[ν] συνλήμψεως. μετὰ σύνλημψιν οὐχ ἅπτονται. ἔλεγον οὖν ὅτι ἡ πρόθες[ις] α?ὐτῶ[ν οὐκ ἦν ἡδον]ὴ? ἣν θηρεῦσαι ἠβούλοντο, ἀλλὰ διακονῆσαι τῇ παιδοποιίᾳ. ἀναγκαίως δὲ συνήρτηται καὶ ἡ ἡδον?[ή, οὐ] μ?έν[τοι αὐτῆς ἕν]εκα συνέρχονται. καὶ ἐπὶ τροφῆς δὲ τὸ αὐτὸ συμβαίνει· ἐστὶν τρεφόμε νος οὐκ ἄλλου χάριν [ἢ] τὴ[ν ὄ]ρ?εξιν ἀ[ποπ]ληρῶσαι, τοῦ χορτασθῆναι χάριν. ἐὰν δὲ παρέπηται καὶ ἡδέα εἶναι τὰ ἐσθιόμενα, οὐ διὰ τοῦτο αὐτὰ αἱρεῖται ὅτι ἡδέα. καὶ μάλιστα ἐπὶ τῶν ἰατρικῶν β[ο]η?θημάτων τοῦτο συμβαίνει· πολλά κις ἡδύ ἐστιν τὸ βοήθημα, ἀλλ’ οὐ διὰ τὴν ἡδονὴν προσήνεγκεν αὐτά. ἀμ[έλ]ει γοῦν καὶ ἐὰν ἀηδὲς ᾖ, προσάγει αὐτό, ἐπεὶ ὑγιείας καὶ τοῦ συμφέροντος χάριν αὐτὸ ποιεῖ. κἄν ποτε οὖν οἱ ἐπιτιθέμε?νοι κατὰ δικαίου τὰ αὐτὰ πάθωσιν, χαίρει ὅτι οὐχ ἑάλωκεν αὐτοῖς. λοιπὸν ἑπέσθω τὸ εἰ καὶ ὅ τι πεπόνθασιν. θαυμάζω δὲ εἰ κατὰ ἅγιον τέλειόν ἐςτιν τοῦτο.
PG 39:1525κατὰ προκόπτοντά ἐστιν ἡσθῆναι ὅτι πεπόνθασίν τι κακῶς αὐτὸν διαθεῖναι σπουδάσαντες, οὐ κατὰ τέλειον δέ. ἐπερ( )· τί διαφέρει τὸ ἐπὶ τῷ κυρίῳ καὶ τὸ ἐν τῷ κυρίῳ; ὁ ἀπεριέργως μὲν τὰς προθέσεις ἐκλαμβάνων ἐρεῖ μηδὲν διαφέρειν. δύναται δὲ οὕτω[ς· ο]ἷον εὐφραίνεταί τις, φέ[ρε], ἐπὶ τῷ τέκνῳ ἑαυτοῦ ἐὰν ὑγιαίνῃ. εὐφραί νεται ἐν πόσει οἴνου. ἄλλην καὶ ἄλλη?ν ἔχει τὴν αἰτίαν. ἐξ ἄλλου ῥητοῦ λάβωμεν τὴν ἀπόδειξιν· πᾶς, φησίν, ὃς ἐὰν ὁμολογήσῃ ἐν ἐμοὶ ἔνπροσθεν τῶν ἀνθρώπωνοὐκ εἶπεν ἐπ’ ἐμοί, κἀγὼ ὁμολογήσω αὐτόν. εἰ δὲ ἁπλῶς ἦν ἡ πρόθεσις τεθειμένη, ἡ ἐν ἐτίθετο ἂν καὶ ἐπὶ τῆς ἀρνήσεως· καὶ πᾶς ὁ ἀρνούμενος ἐν ἐμοί, ἀρνήσομαι κἀγὼ ἐν αὐτῷ. ἀδύνατον δὲ ἦν ἀρνούμενον εἶναι ἐν Χριστῷ τὸν ἀρνούμεν[ον] αὐτὸν ἢ τὸν Χριστὸν ἀρνεῖσθαι τὸν ὄντα ἐν αὐτῷ. ἀπέζευκται οὖν ὁ ἀρνούμενος οὗ ἀρνεῖται. ἀπέζευκται ὁ ἀρνησίθεος τοῦ θεοῦ καὶ ὁ θεὸς αὐτοῦ ἀπεσχοίνις[τ]αι. ὁ δὲ ὁμολογῶν αὐτὸν ἐν αὐτῷ ἐστιν, ἵνα μὴ φωνῇ μόνῃ τὴν ὁμολογίαν λάβῃς· οἱ γὰρ τοῖς χείλεσιν τιμῶντες, ὁμολογοῦσιν μέν, οὐκ ἐν αὐτῷ δέ εἰσιν.
PG 39:1527ἐπεὶ τοίνυν καὶ ἡ πρὸς θεὸν ἡμῶν συνάφεια διάφορός ἐστιν, ὁτὲ μὲν λεγόμεθα ἐπ’ αὐτῷ εὐφραίνεσθαι ὡς ἐπὶ σωτῆρι, ὡς ἐπὶ εὐεργέτῃ, ὡς ἐπὶ στρατηγῷ τὴν νίκην ἡμῖν περιποιήσαντι, ὁτὲ δὲ ἐν αὐτῷ ὡς ἐν σοφίᾳ, ὡς ἐν ἁ γιασμῷ, ὡς ἐν δικαιοσύνῃ. ὁ ὁμολογῶν οὖν τὸν Χριστὸν ἐν αὐτῷ ἐστιν. καὶ λάβε ἀπὸ ἄλλου παραδ?[είγματ]ος· ὁ ὁμολογῶν ἐπιστήμην οὐκ ἄλλως δύναται ὁμολογεῖν αὐτήν, εἰ μὴ εἰδείη αὐτήν. ἐπερ( )· ἵνα ὡς ἐν οὐ[σίᾳ ἢ] κ?αὶ ποιότητι; τέως ἀφι έσθω ταῦτα· νῦν περὶ γὰρ τῆς διαφορᾶς τῶν προθέσεων ἡ ζήτησίς ἐστιν. πότερον οὐσίᾳ μετέχει τις ἢ ποιότητι, ἄλλου καιροῦ ἔστω. καὶ τὸ αὐτὸ δέ· μὴ γὰρ ἕτερός ἐστιν ὁ θεὸς πατὴρ γινόμενος τῶν δικαίων, ἕτερος δημιουργὸς αὐτῶν ὤν, ἄλλος βασιλεὺς ὢν αὐτῶν, τῇ ἐπινοίᾳ δέ. ἐξ ὧν ἴσμεν λαμβάνομεν τὰς ἐπινοίας, ἐπεὶ οὐκ ἔνι ἐκεῖ διαστεῖλαι ἐπίνοι αν ἀπὸ ἐπινοίας. ὁ θεὸς φῶς ἐστιν, ἐστὶν καὶ ἁγιασμὸς καὶ δικαιοσύνη καὶ σοφία, καὶ οὐκ ἔστιν χωρίσαι ὕπαρξιν ἀπὸ ὑπάρξεως. σχέσιν δὲ ἀπὸ σχέσεως χωρίζομεν. ἔστω ἄνθρωπος πατὴρ καὶ δεσπότης καὶ διδάσκαλος καὶ ἄρχων· μὴ γὰρ διαφέρεται πρὸς ἑαυτόν.
PG 39:1529ἐὰν δὲ ἀκούσῃς ὅτι ἄρχων ἐστὶν ὡς πρὸς τοὺς ἀρχομένους καὶ βασιλεὺς πρὸς τοὺς βασιλευομένους καὶ πατὴρ πρὸς τὸν γεννηθέντα καὶ δεσπότης πρὸς τὸν δοῦλον καὶ ἰατρὸς πρὸς τὸν θεραπευόμενον καὶ διδάσκαλος πρὸς τὸν μανθάνοντα, οὐκ αὐτὸς πρὸς ἑαυτὸν διαφέρεται, ἀλλ’ ἡ σχέσις ἡ πρὸς ἄλλους καὶ ἄλλους ἀναφε ρομένη ποιεῖ[ν] τὴν διαφοράν. ὥσπερ οὖν τὸν αὐτὸν συμβαίνει καὶ πατέρα εἶναι καὶ διδάσκαλον καὶ τὰ ἄλλα, συμβαίνει καὶ τὸν μαθητὴν τὸν αὐτὸν εἶναι τῷ ἀρχομένῳ καὶ τῷ μανθάνοντι. πάλιν δὲ ἐπειδὴ μὴ ἀεὶ ἕνα πρὸς ἕνα λέγεται συμβαίνει γὰρ εὑρεῖν υἱὸν ἄλλου καὶ τὸν αὐτὸν τοῦτον ἄλλ[ου] μαθητὴν καὶ ἄλλου φίλον. 9 τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ. σωτήριον ἐνταῦθα τὴν σωτηρίαν λέγει· πολλαχοῦ γὰρ τὸ σωτήριον τὴν σωτηρίαν σημαίνει. ἔστιν δὲ ὅτε καὶ τὸ ποιητικὸν τῆς σωτηρίας οὕτω καλεῖται, ὡς ἐὰν λέγῃ· εἴδοσαν τὰ πέρατα τῆς γῆς τὸ σωτή[ρι]ον τοῦ θεοῦ ἡμῶν, ἀντὶ τοῦ τὸν σωτῆρα. τέρπεται οὖν ἡ ψυχὴ ἐπὶ τῷ σωτηρίῳ. οὐ ζητεῖ ἄλλοθεν σωτηρίαν [ἢ π]αρ’ αὐ τοῦ τοῦ θεοῦ, παρ’ αὐτοῦ τοῦ σῴζοντος σωτηρίαν αἰώνιον· Ἰσραὴλ γὰρ σῴζεται ὑπὸ κυρίου σωτηρίαν αἰώνιον.
PG 39:153110 πάντα τὰ ὀστᾶ μου ἐροῦσιν Κύριε, κύριε, τίς ὅμοιός σοι; πρώτη [θ]ε?[ολογ]ί?[α] ἐ?ς?τὶν τὸ γνῶναι, τίς ἐστιν ἡ θεοῦ ἁγιότης καὶ τίς δύναται ἢ ὁμοιωθῆναι ἢ οὐ δύναται. προςάπτε[ι οὖν ταύτην τ]ὴ?ν θεολογίαν καὶ τὴν θεογνωσίαν τοῖς ὀστοῖς ἑαυτοῦ, ἐξ οὗ παρίσταται ὅτι οὐ περὶ τῶν ὀστέων ἑαυτοῦ λέ?[γει τούτ]ων [τῶν] διακρατούντων τὰ μέλη τὰ ἄλλα τοῦ σώματος καὶ τὰς σάρκας καὶ τὰ νεῦρα, ἀλλὰ τῶν εὐτόνων δυν?[άμ]εων, [ὧν] πολλάκις εἰρήκαμεν ὅτι αὐτοῦ ὀστᾶ τοῦ ἔσω ἀνθρώπου εἰσίν. πάντα οὖν τὰ ὀστᾶ μου ἐροῦσιν· τὰ εὔτονα δόγματα, αἱ εὔτονοί μου κινήσεις, καθ’ ὃ γιγνώσκω καὶ ἐπίσταμαι, ὁμολογοῦσιν τὸν θεὸν ὅτι οὐδεὶς τῶν γενητῶν ὅμοιος αὐτῷ τυγχάνει. ἐπερ( )· τὸ τίς πῶς; ἐπὶ ἀδυνά[τ]ου, ὡ?ς τό· ὁ θεός, τίς ὁμοιωθήσεταί σοι; ἐπὶ τοῦ υἱοῦ οὐ λαμβάνομεν τοῦτο· οὐδὲ γὰρ ἐπὶ μέλ[λοντι] ἔχει τὴν ὁμοίωσιν, ἀλλὰ χαρακτὴρ τῆς ὑποστάσεως ὢν ἀιδίως ὅμοιός ἐστιν. ἑκάτε ρα οὖν δύναται λημφθῆναι· ἐὰν περὶ τῆς ὁμοιώσεως τῆς οὐσιώδους, οὐδεὶς ὁμοιοῦται αὐτῷ. ἐὰν δὲ ἐπὶ τῆς κατὰ ἀρετὴν καὶ ἁγιότητα, σπάνιος ὁ ὁμοιούμενος αὐτῷ. 10 ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεω τέρων αὐτοῦ.
PG 39:1532ἐὰν ἐπὶ ταύτης λαμβάνηται τῆς πράξεως ἡ ὁμοιότη[ς], τ?ὸ σπάνιον σημαίνει. θεὸς ῥύεται πτωχὸν καὶ πένητα ἐκ χειρὸς στερεωτέρων αὐτοῦ. καὶ ἐπὶ ἀνθρώπων, οἷον ἀρχόντων, πλουσιδυνάμεων καὶ αὐτοῦ τοῦ διαβόλου. μόνος οὖν θεὸς ῥύεται ἐκ τούτων. ἐὰν δέ, ὡς εἶπον, ἀπὸ πρακτικῶν ῥύηται, καὶ ὁ σπάνιος δύναται τοῦτο ποιεῖν· ἐξ ἐλαττόνων γὰρ ῥύσασθαι οὐ μέγα ἐςτίν. οἱ κατὰ Σωσάννης μανέντες ἐδόκουν εἶναι στερεώτεροι αὐτῆς· ἄρχοντες γὰρ ἦσαν καὶ κριταί, ἐκείνη δὲ γυνὴ θαλαμευομένη καὶ ἰδιῶτις. καὶ ἐρύσατο [ἐκ] τῶν στερεωτέρων ὁ θεός. καὶ τοῦτο δὲ ἰστέον· πᾶς ὁ ἀσθενέστερός τινος κατὰ τοῦτο πτωχός ἐστιν, ὁ μὴ δυνάμενος ἑαυτῷ ἀρήγειν, ὁ μὴ οἷός τε ἑαυτῷ βοηθεῖν καὶ ποιεῖν ἑαυτὸν ἔξω τῆς περιεστώ σης περιστάσεως. 10 καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν. συμβαίνει δὲ μάλιστα κατ’ ὑποκείμενον τὸ[ν α]ὐ?τὸν καὶ πτωχὸν καὶ πένητα εἶναι. εἰ μὲν ἔξω πλούτου ἐστίν, πτωχός, εἰ δὲ ἐκ τοῦ πονεῖν ἐπαρκεῖ ἑαυτῷ, πένης· πλούσιοι γὰρ ἐπτώχευσαν. ἐὰν οὖν ἀνάγῃς ταῦτα, λαμβάνεις τὸν [ἄνθρωπον] τὸν ἐξ Ἰουδαίων πιστεύσαντα τὸν πτωχόν, πένητα δὲ τὸν ἐλπίδα μὴ ἔχοντα, ἀλλὰ καὶ ἄθεον ὄντα.
PG 39:153411 ἀναστάντες μάρτυρες ἄδικοι ἃ οὐκ ἐγίγνωσκον ἠρώτων με. οἱ ἄδικοι μάρτυρες ἃ οὐ γιγνώσκει ὁ ᾧ θέλουσιν μαρτυρῆσαι ἐπε ρωτῶσιν αὐτόν. ὧδε δὲ ἃ οὐκ ἐγίγνωσκον, ἃ οὐκ ἐπειράθην. τὸ ὄνομα τοῦ μὴ γιγνώσκειν σημαίνει ποτὲ τὴν ἄγνοιαν· ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεόν, τὴν ἄγνοιαν δηλοῖ. σημαίνει δὲ καὶ τὸ μὴ πεπειρᾶσθαι, ὡς ἐὰν λέγω· τὸν μὴ γνόντα ἁμαρτίαν, τὸν μὴ πειραθέντα ἁμαρτίας. κατά τι οὖν γιγνώσκει αὐτήν· τὴν φύσιν αὐτῆς ἐπίσταται. οὐ γιγνώς κει δὲ αὐτὴν μὴ χρησάμενος αὐτῇ. οὕτω γοῦν καὶ ἐπὶ γαμετῶν καὶ ἁπαξαπλῶς γυναικῶν λέγεται ὅτι· οὐκ ἔγνω αὐτήν, ἔγνω αὐτήν. τὴν πεῖραν ὧδε σημαίνει. ἔγνω δὲ Ἀδὰμ Εὕαν τὴν γυναῖκα αὐτοῦ. τότε ἐλέχθη τοῦτο ὅτε συνελήλυθεν· ἐπή γαγεν γάρ· καὶ συνλαβοῦσα ἔτεκεν. ἄδικοι οὖν μάρτυρές εἰσιν οἱ λέγοντες κατά τινος ἃ μὴ πρόσεστιν ἐκείνῳ. τοιοῦτόν ἐστιν καὶ τό· ἐκκλίνοντος ἀπ’ ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίγνωσκον. 12 ἀνταπέδοσάν μοι πονηρὰ ἀντὶ καλῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου. ἔδει αὐτοὺς γνῶναι ὅτι πρὸς καλοῦ αὐτοῖς οὐκ ἐπείσθην οὐδὲ ἔγνων ἃ ἐρωτῶσιν· ἔμελλον γὰρ κολάζεσθαι, καὶ διὰ τοῦτο ἐπ’ ἐμοὶ οὖν οὐ κολασθήσονται, ὅσον ἧκεν εἰς ἐμέ.
PG 39:1536οὕτως ἐξηγησάμεθα καὶ τὸ τοῦ εὐ[αγγ]ελίου· ἴς[θ]ι εὐνοῶν τῷ ἀντιδίκῳ σου ἕως ὅτου εἶ μετ’ αὐτοῦ ἐν τῇ ὁδῷ. καὶ ἐπειδὴ ὁ λόγος τῆς [εὐ]νοίας οὗτός ἐστιν· εὔνοιά ἐςτιν βούλησις ἀγαθῶν τῷ πλησίον χάριν ἐκείνουπολλάκις γὰρ θέλω ἀγαθὰ αὐτῷ παρασχε θῆναι, ἵνα σχῶ τι παρ’ αὐτοῦ. ἐμὲ οὖν θέλοντες κολάζειν τὸν μηδὲν αὐτοὺς ἠδικηκότα, ἀλλὰ καὶ ἀφορμὴν αὐτοῖς σωτηρίας παρεσχηκότα. τοιοῦτο?[ν οὖν ἐστιν] καὶ τὸ λεγόμενον παρὰ τοῦ Ἰακὼβ πρὸς τὸν Λαβά· ἐπίγνωθι, εἴ τί ἐστιν τῶν σῶν παρ’ ἐμοί, καὶ λάβε. οὐ?[δ]ὲν θέλ?[ω τῶν ς]ῶ?ν, εὐνοῶ σοι, ἀποδίδωμί σοι τὰ σά. ἀντὶ τῶν καλῶν ὧν ἐποίησα αὐτοῖς. πεποίηκα δὲ αὐτοῖς κα[λ]ὰ μ?[ὴ κα]ταστ[αθήσεσθαι] αὐτοὺς εἰς τὸ τιμωρηθῆναι χάριν ἐμοῦ, ἐπεὶ οὐκ εἶξα αὐτοῖς. οὐκ ἂν εἶπεν καὶ ἡ Σωσάννα περὶ τῶν πρεσβυτέρων ὅτι· εἰς μοιχείαν με ἠθέλησαν κατασπάσαι· οὐκ ἐπείσθην αὐτοῖς· καλὸν αὐτοῖς τι πεποίηκα· τὸ ὅσον εἰς ἐμέ, οὐ γεγόνασιν ἐν ἁμαρτίᾳ ἀτεκνῶσαί με; κατὰ κοινοῦ τὸ ἀνταπεδίδοσάν μοι· ὥσπερ πονηρὰ ἀνταπέδωκάν μοι ἀντὶ καλῶν, οὕτω καὶ ἀτεκνίαν τῇ ψυχῇ μου ἀνταπέδωκαν. ἐπερ( )· τὰ γεννήματα τῆς ψυ χῆς;
PG 39:1538λογισμοὶ ὀρθοί, πράξεις ἄριστ[α]ι. ἀπὸ τοῦ φόβου σου ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν. 13 ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον. θεώρει· τὰ πονηρὰ αὐτῶν καὶ τὴν αἰτίαν τοῦ θέλειν αὐτὸν ἀτεκνῶσαι παρενοχλῆσαι ὠνόμασεν, ὡς ὁ εἰρηκὼς σοφιστικὰς ἐνοχλήσεις. παρενοχλοῦσίν μοι μᾶλλον ἢ βλάπτουσίν με. ὅμως ἐγὼ ἐνεδιδυσκόμην σάκκον καὶ ἵνα μὴ ἐνκα[τα]λειφθεὶς ἁλῶ αὐτοῖς, καὶ ὑπὲρ αὐτῶν ἵνα παύσωνται τῆς θρασύτητος τῆς κατ’ ἐμοῦ· ἐνεδιδυσκόμην αὐστηρὸν βίον τινά, μεταν[οί]α?ς σημεῖον ἔφερον πῇ μέν, ἵνα μὴ βλαβ[ῶ] ἐκ τῆς παρενοχλήσεως, πῇ δέ, ἵνα ἐκεῖ νοι μὴ ἐπιτρίβωνται. πολλῷ πλέον δὲ πρὸς καλοῦ, ἐὰν καὶ παύσωνται. 13 καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου. οὐ μόνον σάκκον ἐνεδυόμην, τουτέστιν αὐστηρότητα βίου, ἀλλὰ καὶ ἐν νηστείᾳ ἐταπείνουν τὴν ψυχήν μου, καὶ τῇ κατὰ τὸ ῥητὸν καὶ τῇ κατὰ τὸ πρωτότυπον, οὐκέτι ἐκείνων τῶν ὀδυνηρῶν τι τρεφόμενος. καὶ τὸ τῆς ἱστορίας δὲ γίνεται πρὸς βοήθειαν πολλάκις· πολλὰ γὰρ εἴδομεν ἐκ νηστείας κατορθωθέντα, τὸ μὴ ὑποπεσεῖν καταστροφῇ[ν] τὴν Νινευιτῶν πόλιν, τὸ σωθῆναι τὸ Ἰουδαίων ἔθνος ἀπὸ τοῦ Ἀμά[ν].
PG 39:154013 καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται. τῷ ὀνόματι τοῦ κόλπου ἐν πολλαῖς γραφαῖς τὸ ἡγεμονικὸν καὶ ὁ νοῦς σημαίνεται, ὡς ἐὰν λέγῃ· εἰς κόλπον στραφήσεται πάντα τοῖς ἀδίκοις. ἴσον ἐστὶν τῷ· τὰς ὁδοὺς αὐτῶν ἔδωκα εἰς κεφαλὰς αὐτῶν· πάλιν γὰρ αἱ κεφαλαὶ τὸ ἡγεμονικὸν σημαίνουσιν· ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ. ὁ ἅγιος εὔχεται ὑπα[ρχθ]ῆναι ἀγαθά. οὐδὲν δὲ ἕτερόν ἐστιν προσευχὴ ἢ αἴτησις ἀγαθῶν παρὰ θεοῦ. ὅταν τύχῃ τις τῶν ἀγαθῶν ὑπὲρ ὧν η[ὔχετο], εἰς τὸν κόλπον αὐτοῦ ἀπεστράφη ἡ προσευχὴ αὐτοῦ. οὐκ ἐρίφη καὶ ἔξω ἔμεινεν, οὗ φωνὴ ἀνεπέμφθη καὶ εἰς τὸν ἀέρα ἐς[κ]εδάσθη, ἀλλ’ ἤγαγεν ἃ ᾐτήσατο. καὶ τουτέστιν τὸ τὴν προσευχὴν αὐτοῦ μὴ μάτην [αν] ἀναπεπέμφθαι, ἀλλὰ ἠγιοχέναι εἰς τὴν καρδίαν τοῦ εὐξαμένου ἃ ᾐτήσατο τὸν ἐνπιμπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου. ὁ ἐπιθυμῶν αὐτὰ ἐμπίμπλαται αὐτῶν. οὗτος ὁ φαυλισμὸς ἐν γῇ Αἰγύπτῳ ἐν κόλπῳ αὐτῶν. καί· ἡ γυνὴ ἡ ἐν τῷ κόλπῳ σου, ἣν στέργεις, ἡ ὁμόφρων σοι, ἡ ὁμονοοῦσά σοι. καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται. ὁ αἰτούμενος παρὰ θεοῦ ἀγαθὰ προσεύχεται.
PG 39:1541ὅταν τύχῃ ὧν αἰτεῖται, ἡ προσευχὴ αὐτοῦ εἰς κόλπον ἐπεστράφη, εἰς τὸ ἡγεμονικὸν αὐτοῦ. καὶ παρεθέμην ἐκ ῥητῶν πλειόνων, ὅτι τὸ ἡγεμονικὸν πολλάκις τῷ ὀνόματι τοῦ κόλπου σημαίνεται· οὗτος ὁ φαυλισμὸς αὐτῶν ἐν γῇ Αἰγύπτῳ εἰς κόλπον αὐτῶν. καὶ πάλιν· εἰς κόλπον ἐπέρχεται πάντα τοῖς ἀδίκοις. οἰκειότητα δὲ δηλοῖ ὁ κόλπος. οὕτω γοῦν καὶ ἐν τοῖς κόλποις Ἀβραὰμ ἀνεπαύετο τὴν αὐτὴν αὐτῷ ἔχων ἀνδρείαν καὶ ὑπομονήν, καὶ τό· ἡ γυνὴ ἡ ἐν τῷ κόλπῳ σου, ἡ οἰκεία σου, ἡ συνβιοῦσα μετὰ σοῦ. 14 ὡς πλησίον, ὡς ἀδελφὸν ἡμέ[τ]ε[ρ]ον, οὕτως εὐηρέστουν. τοῦτο λέγει ὅτι· οὐδεὶς ἔχει πρόφασιν τοῦ ὀργίζεσθαί μοι, οὐδεὶς ἀπ’ ἐμοῦ αἰτίαν λαμβάνει τοῦ ἐ?χ?[θραί]νειν μοι· πρὸς ἕκα στον γὰρ οὕτως ἤμην ὡς πλησίον, ὡς ἀδελφός, καὶ οὕτως εὐηρέστουν διὰ φιλαλληλίας, φιλεταιρίας, φιλαδελφίας. 14 ὡς πενθῶν καὶ σκυθρωπάζων, οὕτως ἐταπεινούμην. οὕτως ἐταπεινούμην [δι’] ἐκείνους. οὓς ἐδόκουν πλησίον καὶ ἀδελφοὺς εἶναι, κατ’ ἐμοῦ συνήγοντο, ἐπολέμουν με, ὡς ἐν ἀρχῇ τοῦ ψαλμοῦ τό[υ]· δίκασον, κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με. ἑξῆς λέγει·
PG 39:1543ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν καὶ ἐπ’ ὀργῇ δόλους διελογίζοντο. διὰ τοῦτο ὡς πενθῶν αὐτοὺς καὶ ὡς σκυθρωπάζων ἐπ’ αὐτοῖς, οὕτως ἐταπεινούμην· εἰ μὲν γὰρ παρεῖχόν μοι τὰ εὐφραίνοντα, ὑψούμην, ἔχαιρον, ἐγανούμην ἀπὸ ἱλαρότητος. ἐπερ( )· τὸ οὕτως ἐταπεινούμην; ἐὰν ἔχῃ τις υἱὸν στεργόμενον καὶ ποθούμενον καὶ ἴδῃ αὐτὸν πυρέττοντα, ταπεινοῦται, ἐπεὶ οὐχ ὃν ἤθελεν οὕτω διάγειν, οὕτως ὁρᾷ κακούμενον. ἐπεὶ τοίνυν ἐγὼ παρεῖχον ἀρετ[ῆ]ς ἀφορμ[ὰ]ς ὡς πρὸς πλησίον καὶ ἀ δελφοὺς ἔχων, αὐτοὶ δὲ ἐχθροὶ καὶ πολέμιοι ἀνεδείκνυντο, ἐταπεινούμην ἐπ’ αὐτοῖς δέον χαίρειν με ἐπ’ αὐτοῖς. τί νομίζεις τὸν Παῦλον περὶ Ὑμεναίου καὶ Ἀλεξάνδρου, οὐκ ἐταπεινοῦτο ὁρῶν αὐτοὺς περὶ τὴν πίστιν ναυαγοῦντας; μὴ πρότερον οὕτως ἦν πρὸς αὐτούς, οὐκ ἠγάπα, οὐκ ἀφορμὰς ἐδίδου πρὸς μακαριότητα; ἐὰν δὲ ἐκ προσώπου τοῦ σωτῆρος ᾖ[ν] τὰ λεγόμενα, δύναται περὶ τοῦ Ἰούδα ταῦτα λέγειν καὶ περὶ ὅλου τοῦ λαοῦ τῶν Ἑβραίων. 15 καὶ κατ’ ἐμοῦ εὐφράνθησαν καὶ συνήχθησαν. θέλεις δὲ γνῶναι, ὅτι τὸ ἐπὶ ἁμαρτ?[ωλ]ῶν κατηφεῖν ταπείνωσίς ἐστιν; Παῦλος γράφει Κορινθίοις· διεγείρων αὐτοὺς εἰς μετάνοιαν λέγει·
PG 39:1545μή πως ἐλθὼν εὕρω ὑμᾶς καὶ ταπεινώσῃ με ὁ θεός μου. ὑψοῦται ὁ ἅγιος, ὅταν ἴδῃ τοὺς ὠφελουμένους παρ’ αὐτοῦ βελτιου μένους. καὶ πατὴρ ἐπὶ τέκνοις γηθῶν καὶ εὐφραινόμενος ὑψοῦται. εἰ ἔσῳζον τ?ὴν ἀγάπην ἣν ἔσῳζον πρὸς αὐτούς, πρὸς ἐμέ, οὐκ ἐταπεινούμην, ἀλλὰ καὶ ὑψούμην ἔχων ὁμοίους, ἔχων με[τόχους]. καὶ κατ’ ἐμοῦ εὐφράν θησαν καὶ συνήχθησαν. ἐγὼ δὲ οὕτω πρὸς αὐτοὺς διεκείμην ἀπὸ σπλάγχ[ν]ων ἰδ?ι?- ώ?τ?[α]τος· αὐτοὶ δὲ ἐκ τοῦ ἐναντίου κατ’ ἐμοῦ συναχθέντες εὐφραίνοντο ἢ εὐφρανθέντες κατ’ ἐμοῦ συνήχθησαν, ἵνα πλέον τι κα κὸν καὶ ἀνιαρὸν ἐπαγάγωσίν μοι. 15 συνήχθησαν ἐπ’ ἐμὲ μάστιγες, καὶ οὐκ ἔγνων. ἐπιχαιρεκάκων ἡ σπουδή. εἶπον ἐν τοῖς προλαβοῦσιν ἀναγνώσμασιν ἀφ’ ἑνὸς τῶν ψαλμῶν, ὅτι αἱ αὐταὶ κακώσεις τοῖς μὲν μάστιγές εἰσιν, τοῖς δὲ ἀγῶνες, ὅτε προέκειτο [τό]· πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ. δύνανται μάστι γες ἐνταῦθα καὶ πονηραὶ δυνάμεις λέγεσθαι. συνήχθησαν, καὶ οὐκ ἔγνων· ὁμοιότροπον δέ ἐστιν τοῦτο τὸ λεχθὲν τῷ· ἐκκλίνοντος ἀπ’ ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίγνωσκον. ἤ?ν?γ[γ]ιζεν ὁ πονηρός· τόπον αὐτῷ οὐ παρεῖ χον πεισθεὶς τῇ γνώμῃ τῇ ἀποστολικῇ τῇ λεγούσῃ·
PG 39:1547μὴ δίδοτε τόπ[ον τ]ῷ διαβόλῳ. οὐ πεπείραμαι αὐτοῦ. εἷς τῶν ἀρχαίων φιλοσόφων λέγεται ὅτι ἐμαστίζετο, ἵνα κατείπῃ τῆς πόλεως ἑαυτοῦ, ἵνα κατηγορήσῃ τῶν συνπολιτῶν. εὐλαβούμενος μὴ κἂν ἄκων ἐκλαλήσῃ τι, ἔδακεν τὴν γλῶσσαν ἑαυτοῦ καὶ ἔτεμεν καὶ ἔριψεν τῷ βιαζομένῳ. ἐκεῖνος οὐκ ἠδύνατο εἰπεῖν οὐκ ἔγνων· μικροῦ δεῖν γὰρ ἔγνω, εἰ μὴ ἄλλοθεν τὴν ἀσφάλειαν ἐπορίσατο. ὁ δὲ ἅγιος οὐχί. ὁ Ἰσαίας πρίονι ξυλίνῳ ἐπρίσθη. καὶ ὅρα γε τὸ κακόηθες τοῦ Μανασὴ τοῦ ἀποστάτου, τοῦ εἰδωλολατρή - σαντος. καὶ ἐπεὶ τὸ εἴδωλον κατέπεσεν ὃ ἔστησεν αὐτὸς τοῦ Ἰσαία βλέψαντος εἰς αὐτὸ καὶ ἄλλα τινά, προεστήσατο κατηγόρους καὶ δύο ἐνκλήματα αὐτῷ προσηγίοχαν· ἓν μὲν τοῦτο, ὅτι· Μωυσέως λέγοντος ὅτι οὐδεὶς εἶδεν τὸ πρόσω πόν μου καὶ ζήσεται, οὗτος λέγει ὅτι εἶδεν τὸν κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου. εἰ δὲ ἀκριβῶς ἐπέστανον, ἐγίγνωσκον τὴν συκοφαντί[αν α]ὐτοῦ. οὐκ εἶπεν ὅλως οὐδὲ εἶδεν αὐτοῦ τὸ πρόσωπον. συνκεκαλυμμένον αὐτὸ εἶδεν, ἵνα ὡς πρὸς τὴν λέξιν δείξωμεν α[ὐτοὺς] συκοφάντας. τοῦτο οὖν τὸ ἔνκλημα προσηγίοχαν αὐτῷ καὶ δεύτερον ὅτι·
PG 39:1549τοὺς ἄρχοντας τοῦ διορατι κοῦ γένους, τοῦ ἱερατεύματος τοῦ ἁγίου, τοῦ βασιλικοῦ λαοῦ, εἶπεν Σοδόμων ἄρχοντας, καὶ τὸν λαὸν ὃν ἠγάπα ὁ θεός, ὃν ἐτίμα ὁ θεός, λαὸν Γομόρρων εἶπεν. διὰ ταῦτα τὰ δύο ἐνκλήματα ἐσυκοφάντησαν αὐτὸν καίτοι πρότερον εἰδότες ὅτι οὐχ οὕτως ἐλέγοντο παρ’ αὐτοῦ, ἀλλ’ ὅτε κατέπεσεν τὸ εἴδωλον, ἵνα μὴ φανῶσιν ὡς ἐκδικ[οῦ]ντες τὸ μὴ φανὲν θεόν, ἀλλὰ αὐτῷ προσῆψαν ἔνκλημά τι. εἴποιεν ἂν καὶ ὁ Ἰσαίας· συνήχθησαν κατ’ ἐμοῦ μάστιγες, καὶ οὐκ ἔγνων. καὶ τὴν κακοήθειαν τοῦ Μανασὴ σκόπει· ἵνα ἐπὶ πολλὴν ὥραν μείνῃ βασανιζόμενος, ξυλίνῳ πρίονι αὐτὸν ἔπρισεν, ἵνα ξεόμεναι αἱ σάρ κες ὑπὸ τῶν μυλῶν ἐκείνων πλείονα ἀλγηδόνα καὶ πολυχρονιωτέραν κατασκευάσωσιν. ἐπερ( )· ὅτι προσάγου σιν κολάσεις ὡς κακούργῳ, καὶ κατὰ τοῦτο μάστιγές εἰσιν; ἀλλ’ ἐγὼ οὐκ ἔγνων αὐτὰς μάστιγας· ἠγωνισάμην γὰρ καὶ ἐστέφθην δι’ αὐτῶν. τότε δὲ ἐπειρώμην αὐτῶν, εἰ τοιοῦτος ἤμην, οἷον ἐδόκουν ἐκεῖνοι κολάζειν. καθ’ ὑπόθεσιν· ἠρέμα δέ πως καὶ ἐμάστιξαν τὴν Σωσάννην οἱ κατ’ αὐτῆς διαβολ[ὴν] ἐργασάμενοι· εἰς τοσοῦτον γὰρ δέος ἦν ἐκπεσοῦσα ὡς εἰπεῖν· στενά μοι πάντοθεν.
PG 39:1551εἰ ὡς κατὰ μοιχευθείσης προσέφερον τὰ κακουργήματα, μάστιγες ἦσαν. οὐκ ἔγνω δὲ αὐτά· οὐδὲ γὰρ ἦν ἀκόλαστος. ἡ ἀρετὴ οὖν ἔστω τοῖς ἁγίοις [ἰ]χθυόκολλον. προσφερέσθω πῦρ οἷον αἱ πυρώσεις τῆς αἰσχρο [πα]θείας. οὐκ ἔγνω ὅτι πύρωσίς ἐστιν ἡ παροῦσα, τουτέστιν οὐκ ἐπειράθη, ἀλλὰ τὸ μὲν [ἰ]χθυόκολλον σωματικὸν ὂν [ἀν]αλίσκεται ὑπὸ τοῦ πυρός, καὶ τότε καθάπτεται τὸ πῦρ ἐκείνου τοῦ χρισθέντος καὶ μὴ βλαβέντος πρότερον. τῷ δὲ τὴν [ἀ]ρετὴν πυράμονον εἶναι τὸ ὡσανεὶ [ἰ]χθ[υ]όκολλον ἀεὶ μένει καὶ οὐδέποτε τὸ πῦρ ἰσχύει κατὰ τοῦ ἔχοντος τὴν ἀρετήν. ἐπερ( )· τὸν ὕψιστον ἔθετο καταφυγὴν αὐτοῦ καὶ μάστιξ οὐκ ἐνγιεῖ τῷ σκηνώματι αὐτοῦ; εὕρομεν πολλοὺς μαστιχθέντας καὶ τεθνηκότας ἐν τῷ μαστίζεσθαι. ἐὰν οὖν λέγωμεν ὅτι ὁ ταῖς αἰσθηταῖς μάστιξιν μαστιζόμενος οὐκ αἴσθεται τὰς ἀλγηδ?[ό]νας αὐτῶν, οὔκ ἐστιν ἀγώνισμα. οὐ μέγα τοῦτο καὶ πᾶς τις ἠδύνατο τοῦτο ὑποστῆναι. ἀλλ’ οὐκ ἔγνωσαν, καὶ το[ῦτο β]ιαζομένων τῶν μαστίγων εἰς τὸ πειραθῆναι αὐτῶν καὶ ἀβούλητόν τι ποιῆσαι. ἰδοὺ φανερὰ γέγονεν τὰ παραδείγματα τῆς Σωσάννης, ληφθήτω καὶ τὸ τοῦ Ἰωσήφ·
PG 39:1552ὡς κατὰ ἀκολάστου μάς τιγες προσηνέχθησαν, καὶ οὐκ ἔγνω οὐδέτερος οὐδέν. ὁ Ναβουθαὶν ἐπεβουλεύθη καὶ ἐμαστίχθη ὡς θεὸν εὐλογήσας, ὡς ὁ διάβολος εἶπεν ἀντὶ τοῦ βλασφημήσας, καὶ οὐκ ἔγνω· μὴ γὰρ ἐξωμόσατο τὴν θεοσέβειαν. ἐπερ( )· οὐ λέγεται καταχρηστικῶς· ἀπὸ μαστίγων γλώςσης σε κρύψει; τί ἐστιν ἡ μάστιξ τῆς γλώττης; μὴ αἰσθητικῶς αὐτὸ λαμ βάνεις. λόγος ψευδής ἐστιν, συκοφαντία. οὕτω καὶ αἱ πονηραὶ δυνάμεις ἐπεὶ καθάπτονται μᾶλλον τῶν μας τίγων τοῦ ἡγεμονικοῦ τοῦ ἀφυλάκτως πρὸς αὐτὰς ἐσχηκότος, μάστιγες λέγονται. καὶ ὅτι τοιοῦτο αὗται αἱ μάστιγες, συνήχθησαν. τὸ δὲ συνα[χθῆν]αι κατά τινος λογικοῦ ἐςτιν. 15 διεσχίσθησαν καὶ οὐ κ[α]τηνύ γησαν. ἡ ἐπὶ κακοῖς ὁμοφροσύνη φ[α]ῦλον μέγα ἐστίν, βλαβερόν ἐστιν. συνεφώνησαν οὖν ποτε οἱ ἐλθόντες ἀπὸ ἀνατολῶν καὶ ἐλθόντες εἰς τὸ πεδίον Σενναά, ὅπου καὶ Ναβουχοδονοσσὸρ ἤγειρεν τὴν εἰκόνα αὐτοῦ. καὶ ὅρα ὅτι φαῦλόν ἐστιν τοῦτο. ἑρμηνεύεται δὲ ὀδόντων ἐκτιναγμός. πολλάκις δὲ οἱ ὀδόντες ἀντὶ λόγων λαμβάνονται· ὀδόντας γοῦν ἁμαρτωλῶν συνέτριψεν, καὶ οὐ δήπου λέγομεν ὅτι ταύτας τὰς αἰσθητὰς μύλας·
PG 39:1554οὐδὲ γὰρ τοῦτό ποτε ἱστορήθη. καί· τὰς μύλας τῶν λεόντων συνέθλασεν κύριος. οὐ περὶ τῶν αἰσθητῶν τῶν τετραπόδων καὶ ἀγρίων [λέγει] θηρῶν ταῦτα λέγει, ἀλλὰ ἀνθρώπων τοιούτων. ἡ ἐπὶ κακοῖς οὖν ὁμοφροσύνη φαυλότατόν ἐστιν. ὁ δὲ τούτων σκορπισμὸς καὶ ἡ διαίρεσις ἀγαθόν τί ἐστιν. ἐὰν αἰσθηθῶσιν ἐκεῖνοι ὅτι διὰ κακίαν ἰδίαν ἐξ ὁμοφρονούντων καὶ φειδῷ θεοῦ ἐσκορπίσθησαν οἷον συνεφρόνησάν ποτε Σαδδουκαῖοι καὶ Φαρισαῖοι κατὰ Παύλου, ὅτε καὶ εἰς τὴν παρεμβολὴν αὐτὸν ἤγαγον, καὶ δέ δωκεν αὐτοῖς αὐτὸν ὁ χιλίαρχος ἵνα δῆθεν διαγνῶσίν τι περὶ αὐτοῦ. σπουδὴν δὲ εἶχαν λαβόν[τες αὐ]- τὸν ἀναιρῆσαι. αὐτοὶ δὲ τοῦτο ἠξιώκεισαν ἐνεχθῆναι αὐτὸν καὶ στῆναι ἐπὶ τῶν ἀναβαθμῶν. γνοὺς ὅτι τὸ ἕτερον [μέρο]ς Σαδδουκαίων ἐστίν, τὸ δὲ ἕτερον Φαρισαίων, εἶπέν τι τὸ διαλύον καὶ διασχίζον τὴν ὁμοφροσύνην αὐτῶν· εἶπεν γὰρ ὅτι· περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον, καὶ ἐσχίσθησαν ὡς τοὺς μὲν λέγειν· οὐδὲν ἄτοπον λέγει, τὸ δὲ ἐπικεῖσθαι. εἰ ἦσαν κατανυγέν τες ἐκ τῆς διασχίσεως ταύτης, οὐκέτι ἐπεβούλευον τῷ Παύλῳ. οὐ κατηνύγησαν οὖν, οὐκ ἔγνωσαν τὸ αἴτιον τῆς διαιρέ σεως.
PG 39:1556καὶ ὁ Δαυὶδ γοῦν εὔχεταί που καὶ λέγει· καὶ καταδίελε τὰς γλώσσας αὐτῶν· τότε γὰρ καταδιαιροῦνται αἱ γλῶσσαι αὐτῶν, ἐὰν ἄρξωνται μαχόμενα λέγειν. τοῦτο γοῦν καὶ τοῖς κατὰ Σωσάννης πρεσβυτέροις ὑπῆρκται· διῃρέθησαν αἱ γλῶσσαι αὐτῶν, ἄλλα εἶπεν ὁ πρῶτος καὶ ἄλλα ὁ δεύτερος. εἰ ἦσαν κατανυγέντες, ἐπαύοντο τῆς κατηγορίας καὶ οὐχ ὑπέμενον ἃ ὑπέστη σαν. διεσχίσθησαν οὖν καὶ οὐ κατηνύγησαν. ὁ διασχίσας αὐτοὺς ἐπὶ τῷ κατανυγῆναι αὐτοὺς καὶ μετανοῆσαι τοῦτο πεποίηκεν. αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὸ αἴτιον τῆς διασχίσεως καὶ τῆς διαιρέσεως αὐτῶν. ἐπερ( )· τὸ οὐ κατενύγησαν; οὐ με τενόησαν. κατανυγῆναί ἐστιν τὸ ἀθετῆσαι πρότερον ἑαυτοῦ λογισμὸν καὶ διάθεσιν πρώτην. ἀμέλει γοῦν ὅτε ἐν συναισθήσει γέγονεν τῶν παρελθόντων ὁ Ἀχαάμ, λέγει ὁ θεὸς τῷ Ἠλίᾳ· εἶδες πῶς κατενύγη ὁ Ἀχαάμ; κλαίων γὰρ ἐπέστρεψεν. καὶ ταύτην τὴν μεταβολὴν αὐτοῦ κατάνυξιν αὐτοῦ εἴρηκεν. ὁ δὲ ἅγιος ἐὰν λέγῃ· ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου καὶ οὐ μὴ κατανυγῶ, οὐ μὴ μεταμεληθῶ. ἐπὶ δὲ τῶν ἄλλων συμβαίνει κατανυγῆναι τῶν μὴ ὀρθῶς γινομένων. 16 ἐπ[είρ]ασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμόν.
PG 39:1558δέον αὐτοὺς κατανυγέντας ἀποβαλεῖν τὴν κατ’ ἐμοῦ ὀργήν, ἀλλὰ καὶ ἐπ?[έβα]λ?ον, ἐπέθεντο, ἐπείρασάν με, ἐξεμυκτήρισάν με. πλὴν εἰ καὶ ἐπείρασάν με, οὐχ εὗρόν με οἷον ἐβούλοντο, οὐκ εἰσῆλθον εἰς πειρασμόν, εἰς τὰς πάγας τοῦ πειρασμοῦ αὐτῶν οὐκ ἐλήμφθην· τούτῳ γὰρ ἑρμηνεύεται καὶ τό· μὴ εἰςενέγκῃς ἡμᾶς εἰς πειρας μόν. ἐξεμυκτήρισάν με, εὐτέλισάν με. καὶ πάλιν ἀνδρείως ἐγὼ στὰς τὸν μυκτηρ[ισμὸ]ν αὐτῶν τὸ οὐδὲν ἔδειξα. 16 ἔβρυξαν ἐπ’ ἐμὲ τοὺς ὀδόντας αὐτῶν. βρύχει τις τοὺς ὀδόντας ὁτὲ μὲν κ[ατ’ ἄλλ]ου, ὁτὲ δὲ καθ’ ἑαυτοῦ, ὅταν με ταμεληθῇ περιπεσὼν ἀνιαροῖς ἐξ ὧν ἔπραξεν· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· ἐπεὶ γὰρ γνόντες ὅτι παρὰ τὰς ἑαυτῶν ἀσεβείας καὶ ἁμαρτίας κολάζονται, ἐν μεταμελείᾳ γινόμενοι κλαίουσιν καὶ βρύχουσιν τοὺς ὀδόντας. ἄλλος δὲ βρύχει· διὸ ἔβρυξεν ἐπ’ ἐμὲ τοὺς ὀδόντας αὐτοῦ, περὶ τοῦ διαβόλου λέγεται, καὶ περὶ τῶν φαύλων ὧδε· ἔβρυξαν ἐπ’ ἐμὲ τοὺς ὀδόντας αὐτῶν. ἀποτυχόντες τοῦ σπουδαζομένου ἔβρυξαν ὡς μάτην κακοποιήσαντες ἢ πείρᾳ περιπε σόντες τῶν προς ἃ ἐβουλήθησαν ποιῆσαι, παθόντες ἃ διαθεῖναι ἠθέλησαν ἄλλον. ἐπερ( )·
PG 39:1560τοὺς λόγους οὖν δεῖ λαβεῖν τοὺς ὀδόντας; ἐὰν μεταμέλειαν σημαίνῃ καὶ ὀργὴν τῶν μὴ ἀνυσάντων ὃ προέθεν?- το ποιῆσαι, λαμβάνομεν τοῦτο, ὅτι ἔβρυξαν τοὺς ὀδόντας, ἵνα ἡ βρῦξις τῶν ὀδόντων μεταμέλειαν αὐτῶν σημαίνει, [ἢ μ]εταμέλειαν ἢ ὀδύνην ἐπελθοῦσαν αὐτοῖς διὰ τοῦ [το] ἀποτετευχέναι. ἐὰν δὲ ἄλλως θέλῃς τοὺς ὀδόντας λαβεῖν, οὐκ ἀπὸ το?[ῦ] ῥητοῦ τούτου· ὅτι πολλάκις ἔνεστιν ἀληθὲς θεώρημα λαβεῖν, οὐ μὴν ἀπὸ τοῦδε τοῦ ῥητοῦ. καὶ διὰ τὸ ἀληθὲς εἶναι, παραδέχονται αὐτὸ οἱ μὴ δυνάμενοι ἐξο μαλίζειν πρὸς τὰς λέξεις τὰ [νοή]ματα. οἱ ὀδόντες πολλάκις τῆς ψυχῆς λέγονται αἱ μασητικαὶ αὐτῆς δυνάμεις. ταύταις δὲ ταῖς μασητικαῖς δυνάμεσιν ταῖς λεπτυνούσαις τὰς τροφάς, εἰ δεόντως χρήσοιτο, ἐσθίει τὸν ἄρτον τῆς ζωῆς, τὸ[ν] καρπὸ[ν] τοῦ ξύλου τῆς ζωῆς, τὰς σάρκας Ἰησοῦ. εἰ δὲ κακῶς αὐταῖς χρήσοιτο, ἐσθίει τὰς σάρκας τοῦ δράκοντος. αἱ σάρκες δὲ τοῦ δράκοντος δόγματα ἄθεά εἰσιν, ἁμαρτίαι μεγάλαι εἰσίν· ὡς γὰρ συνπληροῦται Ἰησοῦ σῶμα ἐκ τῶν δογμάτων, ὡς λέγει ὅτι·
PG 39:1561εἰκῆ φυσιούμενος [σπου]- δῇ νοὸς [σαρκὸς] καὶ μὴ κρατῶν τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ. τοῦτο λέγει· ὁ [σάρ]κινον ἔχων νοῦν, τουτέστιν ὁ σαρκίνως καὶ αἰσθητῶς προσιέμενος, εἰκῆ φυσιούμενον ἔχει τὸν νοῦν σάρκα ὄντα, καὶ οὐ κρατεῖ τὴν κεφαλὴν τῶν δογμάτων, οὐ κρατεῖ αὐτοῦ τοῦ σωτῆρος, ὅς ἐστιν τῶν δογμάτων κεφαλή. καὶ τὰ μεγάλα δὲ τῶν θεολογουμένων κεφαλὴ τοῦ τοιούτου σώματός ἐςτιν, ἐξ οὗ συναρμολογούμενον τὸ σῶμα διὰ πάσης ἁφῆς καὶ συνδέσμων αὔξει τὴν αὔξησιν τοῦ θεοῦ. οὕτω γοῦν καὶ ἡμεῖς, ὅταν πλείονες λόγοι καὶ κεφάλαια πολλὰ εἰς ἓν ἔχωσιν τὴν ἀναφοράν, λέγομεν σεσωματοποιῆσθαι τὸν λόγον. ἐὰν λάβωμεν ὅτι αἱ μασητικαὶ τῆς ψυχῆς δυνάμεις, ἀληθὲς μέν τι λέγομεν, οὐ πρὸς τὸ προκείμενον δέ. ἐὰν δὲ καὶ τοῦτο λάβῃς, ὅτι χρῶνταί ποτε ταῖς μασητικαῖς ταύταις δυνάμεσίν τινες ἐπιβουλευτικῶς κατὰ τό· εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, καί· τοὺς κατ εσθίοντας τὸν Ἰσραὴλ ὅλῳ τῷ στόματι, καὶ αὗται ἀναφέρουσιν κόλασιν, καὶ δύναται καὶ οὕτω νοηθῆναι ὅτι· ἔβρυξαν ἐπ’ ἐμὲ τοὺς ὀδόντας·
PG 39:1563τούτους τοὺς ὀδόντας ἔβρυξαν, καὶ διὰ τοῦτο συντριβὴν αὐτῶν ὑποστήσονται· ὀδόν[τας] γὰρ ἁμαρτωλῶν συνέτριψας. 17 κύριε, πότε ἐφόψῃ; πότε ἐπισκέψῃ ὥστε ἐκείνους μὲν κωλῦσαι, ἐμὲ δὲ ἔξω ποιῆσαι τῶν βλαβῶν; τὸ γὰρ ἐφόψῃ καὶ ὄψῃ πολλάκις εἰρήκαμεν ὅτι [ ] τὴν μακροθυμίαν σημαίνει τὸ παρασιωπῆσαι. κύριε, πότε ἐφίδοις; ἐὰν γὰρ ἐφίδοις, καὶ ἐμὲ εὐεργετήσεις ἐπιβλέψας ἐπ’ ἐμὲ καὶ ἐλεήσας με, κἀκείνους ἐκτὸς ποιήσεις τῆ[ς σπ]ουδῆς τῆς εἰς τὸ κακόν, ὥστε μηδὲ ἐμὲ βλαβῆναι ὑπ’ αὐτῶν μηδὲ αὐτοὺς ἐνμεῖναι ἔτι τῇ κακίᾳ τῇ θηρι ώ[δει ἣ]ν ἐπιτηδεύουσιν ἔτι. 17 ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν. εἶπεν ἐ[π]ικειμένους πολεμίους πολλοὺς καὶ πολλὰ αὐτὸν κακωτικῶς διαθέντα[ς]. καὶ ἀπὸ τῆς ἀρχῆς τοῦ ψαλμοῦ τοῦ[το] παρίσταται· δίκασον, κύριε, τοὺς ἀδικοῦντάς με, πο[λ]έμησον τοὺς πολεμοῦντάς με, καὶ τὰ ἑξῆς· καὶ ἕως οὗ εἶδες, κύριε; ἔβρυξαν ἐπ’ ἐμὲ τοὺς ὀδόντας αὐτῶν. συνήχθη[σαν] κ?[α]τ’ ἐμοῦ μάστιγες, καὶ οὐκ ἔγνων. λέγει οὖν ὅτι· ἔξω αὐτῶν ποίησόν μου τὴν ψυχήν· καὶ γὰρ ἔξω ἦν αὐτῶν· τοῦτο γὰρ τὸ τῆς ἀποκαταστάσεως ὄνομα μνημονεύει.
PG 39:1565οὐδεὶς ὑπάγων εἰς τόπον, ἔνθα οὐδέποτε γέγονεν, λέγεται ἀποκαθίστασθαι, ἀλλὰ ὁ ἐλθὼν ἔκ τινος πατρίδος ἐπ’ ἄλλην πατρίδα ἢ ἐκ τόπου εἰς ἕτερον τόπον. λέγει οὖν ὅτι· τὴν ψυχήν μου ἁγίαν οὖσαν ἠθέλησαν παγιδεῦσαι, διαφθορᾷ αὐτὴν ὑποβαλεῖν. τότε δὲ ἀπὸ τῆς κακουργίας τῶν πονηρῶν ἀποκαθίσταται, ὅταν μηδὲν ὑπ’ αὐτῶν πάθῃ, ὅταν μὴ ποιωθῇ κατ’ αὐτούς. ἡ Σωσάννα ἐπὶ σω φροσύνῃ ἀνετράφη καὶ ἄγαν ἦν σώφρων παιδευθεῖσα κατὰ τὸν νόμον Μωσέως. τὸ ὅσον ἧκεν εἰς τοὺς ἐπιθε μένους αὐτῇ πρεσβυτέρους ἑάλω μοιχείᾳ. παρεκάλεσεν κἀκείνη λέγουσα· ἀποκατάστησον τὴν ψυχήν μου, εἰς τὴν αὐτὴν σωφροσύνην ἄγαγε ἀπὸ τῆς τούτων κακουρ[γίας]. ταῦτα ἐρεῖ καὶ πᾶς τις ἐπιβουλευόμενος. καὶ ἡ τῶν μαρτύρων δὲ ψυχὴ ἀπεκατέστη ἐν μηδενὶ πειρασθεῖσα. ὅτι δ[ὲ τὸ ἀ]ποκαταστῆναι τοῦτο σημαίνει, ἐν ἑνὶ τῶν ψαλμῶν λέγει· σὺ εἶ ὁ ἀποκα θιστῶν τὴν κληρονομίαν μου ἐμοί. κατὰ τοῦτο τὸ σημαινόμενον λέγομεν τὸν ἄνθρωπον ἀποκατεστάσθαι εἰς τὸν παράδεισον, ὅτι γέγονεν αὐτῷ εἴσοδος ἐκεῖ, ὅτε ἤκουσεν ὁ μετανοήσας· σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. ἀποκατάστησον οὖν τὴν ψυχήν μου.
PG 39:1567εἰς τοσοῦτόν εἰσιν κακουργήσαντες ὡς θῆρες ἄγριοι κατ’ ἐμοῦ γεγενῆσθαι. 17 ἀπὸ λεόντων τὴν μονογενῆ[ν] μου. ἀποκατάστησον ἀπὸ λεόντων τὴν μονογενῆ[ν] μου. τὴν ψυχὴν ἑαυτοῦ μονογενῆ λέγει. μονογενῆ[ν] αὐτὴν ἔσχεν, μόνην αὐτὴν ἔσχεν. οὐχ οἷόν τέ ἐστιν πλειόνων ψυχῶν πειρα[ς]θῆναι. ἐπεὶ τοίνυν μονογενής μοί ἐστιν. καὶ ἄλλως δέ· ὁ θεὸς τὸν ἄνθρωπον εὐθῆ πεποίηκεν, κατ’ εἰκόνα ἑαυτοῦ καὶ ὁμοίωσιν ἔκτισεν αὐτήν. ὅταν καταμένῃ ἐν ταύτῃ τῇ καταστάσει καθ’ ἣν ἐκτίσθη, οὐ γίνεται ἐκτὸς ἑαυτοῦ, ἔξω ἑαυτοῦ οὐ γίνεται. ἐπεὶ τοίνυν πρόσωπόν ἐστιν τοῦ σωτῆρος τὸ? [λ]έγον τοῦτο, ἣν ἔσχεν ψυχὴν Ἰησοῦς, οὐδενὸς ἄλλου γέγονεν. γίνονται δὲ αἱ ψυχαὶ ἡμῶν τῶν κρατούντων· ᾧ γάρ τις ἥττηται, τού[τῳ κ]αὶ δεδούλωται. καὶ ἔστιν γε ἐκ τοῦ ἀληθῶς κυρίου μεταπεσεῖν εἰς ἄλλους δεσπότας καὶ ἐξ ἑτέρων εἰς ἑτέρους, ὅταν διάφ[ων]α ἁμαρτήματα γίνηται· ὁ γὰρ μετανοήσας ἀποκαθίσταται ἀπὸ τῆς κακουργίας τῶν περιβαλόντων αὐτὴν εἰς κακίαν. ἐπεὶ τοίνυν ἡ τοῦ Ἰησοῦ ψυχὴ πεπείρα[ς]ται κατὰ πάντα καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας, οὐδέποτε ἄλλου τινὸς γέγονεν ἢ τοῦ ἀναλαβόντος αὐτήν.
PG 39:1569διὰ τοῦτο μονογενῆ[ν] αὐτὴν ἑαυτοῦ λέγει. ῥητέον δὲ καὶ οὕτως τὴν μονογενῆ[ν] μου· πᾶσαι αἱ ψυχαὶ γίνονται τοῦ σωτῆρος· κομιζόμενοι τὸ τέλος τῆς πίστεως σωτηρίαν ψυχῶν. περὶ τῆς σωτηρίας οὖν ζήτησις καὶ ἐξερεύνησις προφήτου. οἱ σωτηρίαν οὖν κομιζόμενοι τέλος τῆς πίστεως τοῦ σωτῆρός εἰσιν. μέλη γοῦν αὐτοῦ εἰσιν, οἱ πάντες σῶμα αὐτοῦ τυγχάνουσιν. μόνη δὲ αὕτη ἄλλως αὐτοῦ ἐστιν παρ’ ἐκείνας· ταύτην γὰρ ὡς ὄργανον καὶ ναὸν εἵλατο ἔχειν, ἵνα δι’ αὐτῆς ἀποδιδῷ τὰς ἐνεργείας, δι’ αὐτῆς τὴν σωτηρίαν. οὕτω γοῦν καὶ ἐν τῷ ᾅδῃ γεναμένη οὐ κεκρά τηται ἐκεῖ· μονογενὴς γὰρ ἦν αὐτοῦ. σημαίνει δὲ πολλάκις τὸ μονογενὲς τὸ μόνον. Ἀέτιος οὖν ὁ Ἀρειανός, ὁ πατὴρ Εὐνομίου, ὁ βαραθρώσας αὐτόν, ἔλεγεν· ὡς μέγα, λέγει, εἰσὶν χαριζόμενοι τῷ Χριστῷ ὅτι μονογενὴς τοῦ θεοῦ ἐστιν. λέγει· καὶ ἄλλοι μονογενεῖς εἰσιν, ὁ κόσμος μονογενής ἐστιν, ὁ ἥλιος, ἡ γῆ. λέγω αὐτῷ· οὐ ταὐτόν ἐστιν μονογενὲς λεχθῆναι καὶ μονογενὲς γέννημα καὶ μονογενὲς τέκνον. μόνος οὖν Ἰησοῦς μονογενὴς υἱός εἴρηται· εἴρηται γάρ· ἐθεασάμε θα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός.
PG 39:1571τὸ δὲ παρὰ πατρὸς μονογενὲς τέκνον μονογενές ἐστιν. κ[αὶ δι]α παντὸς οὕτως· οὕτω γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον αὐτοῦ ὡς τὸν υἱὸν αὐτοῦ μονογενῆ. οὐδέποτε αὐτὸν ἁπλῶς εἶπεν μ?[ονο] γενῆ, ἀλλὰ μονογενῆ υἱόν. καὶ πάλιν· ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ. ἐάν τι οὖν μόνον ᾖ[ν] κτίσμα, ὡς λέγεις, μονογενές, ἀλλ’ οὐδὲ ἔργον μονογενέςκαὶ ἄλλα γάρ ἐστιν ἔργα θεοῦ, οὐ κτίσμα μονογενές. ὅταν οὖν ὁ ἅγιος λέγῃ ὅτι· ἐπίβλεψον ἐ?π?’ ἐμὲ καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχός ε[ἰμι] ἐγώ, τοῦτο λέγει ὅτι μόνος εἰμί. καὶ ὁ Ἠλίας λέγων ὅτι· κἀγὼ ὑπελείφθην μόνος καὶ ζητοῦσιν τὴν ψυχήν μου λαβ[εῖν ἀπ’ ἐ]μοῦ, ῥηθείη ἂν μονογε νής, οὐχ υἱὸς δὲ ἢ τέκνον. καὶ ὧδε οὖν λέγει· τὴν μονογενῆ[ν] μου ἀπὸ λεόντων, τῶν ὠμοθύμων, τῶν ἐξηγριω μένων κατ’ ἐμοῦ. ῥῦσαι καὶ λύτρωσαι τὴν ψυχήν μου μονογενῆ μοι οὖσαν· μόνη γὰρ αὕτη οὐκ ἔγνω ἁμαρτίαν, μόνη αὕτη πεπείρα[ς]ται κατὰ πάντα χωρὶς ἁμαρτίας. ἐπερ( )· πῶς ἀπεκατέστη; οὐ γέγονεν ἐν ἁμαρτίαις, ἀλλ’ ὅσον ἐπὶ τῇ ὠμότητι τῶν ἐπικειμένων εὐλαβήθη μὴ πάθῃ τοῦτο. νῦν ἐκ προσώπου τοῦ ἁγίου ἀνθρώπου λέγομεν.
PG 39:1572καὶ τὰ παραδείγματα φανερά ἐστιν τ?ό τε τῆς Σωσάννης καὶ τοῦ Ἰωσήφ. καὶ ὁ διάβολος αὐτὸς μηχανὰς ἔχει, νοήματα σοφιστικά, ἃ μόνος καὶ πᾶς ὁ σπουδαῖος [δ]ύναται εἰδέναι. Παῦλος γοῦν λέγει· οὐκ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. νοήματα αὐτοῦ τὰς μεθοδείας, αὐτὰς τὰς πανουρ [γί]ας, τὰ νοήματα τὰ σοφιστικά, δι’ ὧν καταστρατηγῆσαι ἡμῶν θέλει. ἀ[πο]κατάστησον οὖν ἡμᾶς· αὐτὸ ὅλως γὰρ [τ]ὸ δειλωθῆναι προπάθεια ἦν. θέλει δὲ καὶ τῆς προπαθείας ἔξω γενέσθαι· [οὐ] γὰρ εἶπεν ἀπὸ τῆς ἐμῆς κακουργίας. ἐπερ( )· εἰς τὸ ἀδεές; οὐ νῦν δεδιττόμενος εἶπεν· εἰς τὸ ἀδεές με ἀποκατάστησον, εἰς τὸ μηκέτι μηδὲ προπάθειαν ἔχειν. αἴσθησιν ἔχω, ὅτι τετάραγμαι. ἀποκατάστησον οὖν τὴν ψυχήν μου. ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· μὴ γὰρ ἄλλῳ εἶπεν· τῇ ἑαυτοῦ διανοίᾳ διελέχθη· ἵνα τί περίλυπος εἶ καὶ ἵνα τί συν ταράσσεις με; ἔχεις ἐγγὺς τὸν παύοντα τὴν ταραχήν. ὡς εἰ ἔλεγέν τις καὶ πυρέττοντι καὶ ἀνειμένῳ· ἵνα τί οὕτω ὀλοφύρῃ; πάρεστιν ἰατρὸς δυνάμενός σε ἀπαλλάξαι τοῦ π?υ?ρ?ετοῦ.
PG 39:1574ἔλπισον οὖν ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ. ὅτε ἔπεισεν ἑαυ τὴν ἐλπίσαι ἐπὶ τὸν θεόν, ἀπεκατέστη ἀπὸ τοῦ δέους καὶ τῆς ταραχῆς, ὅπερ δέος καὶ ἥπερ ταραχὴ ἀπὸ κακουργίας πονηρῶν δυνάμεων καὶ αὐτοῦ τοῦ διαβόλου γεγένηται. ἀπὸ λεόντων τὴν μονογενῆ[ν] μου. αὐτοὺς τούτους τοὺς κακούργους καὶ λέον τ[α]ς ὠνόμασεν τ?[οὺς π]ολεμεῖν θέλοντας, τοὺς ἐπιτιθεμένους καὶ οἷα μάστιγες ἐπερχομένους κατ’ αὐτοῦ. [ἐπερ( )· ]ἐπεὶ πεπείρα[ς]ται κα τὰ πάντα χωρὶς ἁμαρτίας καθ’ ὁμοιότητα, δίδομεν αὐτῇ προπάθειαν. οὔκ ἐστιν δὲ ἡ προπάθεια ἁμαρτία· ἐὰν γὰρ μὴ δῷς τοῦτο, ἄλλην οὐσίαν εἰσάγεις ψυχῆς, καὶ οὐδὲ κλέος ἔχει οὐδὲ ἀξία ἐστὶν ἐπαίνων καὶ στεφάνων μὴ κλονη θεῖσα. ἔχεις γοῦν ἐν τῷ εὐαγγελίῳ ὅτι· ἤρξατο θαμβεῖσθαι καὶ ἀδημονεῖν· μὴ γὰρ ἕτερόν τί ἐστιν τῆς προπαθείας τὸ ἄρξασθαι. ἡ ἀρχὴ αὕτη αὐτὸ τοῦτο ἀρχὴ μόνον ἐστίν, οὐκ ἔχει τι μετ’ αὐτήν. μόνη αὕτη πρὸ τῆς αἱρέσεως τῶν κακῶν τὸ ἀγαθὸν εἵλατο. [ἐπερ( )· ]πολλάκις ἐλέχθη τοῦτο. ἡ οὐσία τῆς λογικῆς δεκτική ἐστιν ὧν πέφυκεν δέχεσθαι. δεκτική ἐστιν θυμοῦ, ἐπιθυμίας, λύπης, ταραχῆς, φόβου.
PG 39:1576ὅταν παραστῇ τι τὸ κινοῦν φόβον, πάντως ταράττεται ἡ λο γικὴ οὐσία. ἐνίοτε δὲ ἵστησιν εὐθέως τὴν ταραχὴν ὡς μηδὲν μετ’ αὐτὴν γενέσθαι. ταύτην προπάθειαν λέγουσιν. ἐπερ( )· ταὐτὸν εἶναι λέγεις ἄνθρωπον καὶ ποιόν; ἐὰν λέγω τεθνηκέναι ἄνθρωπον , μὴ τὸν ποιὸν λέγω, οἷον τὸν δίκαιον. θάνατος τοῦ δικαίου ἐστὶν οὐ πάντως τὸ διαλυθῆναι τὴν ψυχὴν ἀπὸ τοῦ σώματος, ἀλλὰ τὸ παύσασθαι τοῦ εἶναι δίκαιος. φθορὰ δικαίου αὕτη ἐστίν. πολλάκις ἀγνοοῦντες τὰς ψευδεῖς δόξας τῶν ἀσεβῶν περιπίπτομεν αὐταῖς. ἐκείναις δὲ περιπεσόντες ἀπόλλυμεν τὴν ὀρθὴν δόξαν. ἐπερ( )· πῶς λέγεις ὅτι οὐ νενόηκα; οὐ δίδωμι αὐτὸν δίκαιον. ἐὰν δὲ ἄλλος νοήσῃ ὡς εἴρηται καὶ δῷ αὐτὸν δίκαιον, ὁ αὐτὸς καὶ δίκαιος καὶ ἄδικός ἐστιν. ἄκουε δέ, διὰ τί εἶπον εἰς δόξαν ἑτέραν οἱ Πρωταγόρουσοφιστὴς δὲ ἦν ὁ Πρωταγόρας· λέγει, ὅτι τὸ εἶναι τοῖς οὖσιν ἐν τῷ φαίνεσθαι ἔστιν. [λ]έ?γει ὅτι· φαίνομαι σοὶ τῷ παρόντι καθήμενος· τῷ δὲ ἀπόντι οὐ φαίνομαι καθήμενος· ἄδηλον εἰ κάθημαι ἢ οὐ κάθημαι. καὶ λέγουσιν ὅτι πάντα τὰ ὄντα ἐν τῷ φαίνεσθαι ἔστιν· οἷον ὁρῶ τὴν σελήνην, ἄλλος δὲ οὐχ ὁρᾷ· ἄδη λον εἰ ἔστιν ἢ οὐκ ἔστιν.
PG 39:1578ἐμοὶ τῷ ὑγιαίνοντι ἀντίλημψις γίνεται τοῦ μέλιτος ὅτι γλυκύ, ἄλλῳ δὲ ὅτι πικρόν, ἐὰν πυρέττῃ· ἄδηλον οὖν εἰ πικρὸν ἢ γλυκύ ἐστιν?. καὶ οὕτω τὴν ἀκαταλημψίαν θέλουσιν δογματίζειν. ἐὰν οὖν καὶ ἡμεῖς λέγωμεν ὅτι· ἐπεὶ οὐ φ[αίν]εταί μοι, ποίῳ λογισμῷ εἴρηκεν, ἄδικον καὶ ἀσεβῆ[ν] αὐτὸν ἡγοῦμαι. ἐὰν ἄλλῳ φαίνηται, οἵῳ λογις[μῷ] εἴρηκεν, δίκαιος καὶ εὐσεβὴς ἐκείνῳ φαίνεται. καὶ ἄλλος πάλιν οὐδὲ ἐπιστάνει τοῖς εἰρημένοις ὑπ’ αὐτοῦ· οὐδὲ εὐσεβὴς οὐδὲ ἀσεβής ἐστιν, καὶ εἰς τὴν [Πρωτ]αγόρειαν ἐνπίπτομεν δόξαν. ἴδωμεν οὖν· δεῖ πρῶτον νοεῖν τὰ πράγματα καὶ οὕτως ἢ κρίνεσθαι ἢ μὴ κρίνεσθαι. ὁ μὴ λέγειν αὐτὸν ὀρθῶς μηδὲ ὑγιαίνειν εἰρηκώς, ποίαν λέγει διάνοιαν τῶν λέξεων; ἐπερ( )· πῶς οὖν λέγει ὁ Ἰώβ; ἐὰν λέγω· ἀπόληται ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην, ἡ γένεσις ἀπολέσθω· ἐκ κρειττόνων γὰρ εἰς χεῖρον ἐλήλυθα· ἐπωφελὲς γάρ τῳ τὸ κακὸν ἀπόλλυσθαι. ὡς ἐὰν λέγῃ ὁ Ἰηρεμίας περὶ τοῦ λαοῦ τῶν Ἑβραίωνκαὶ ἕκαστος δὲ τῶν αἰ[χ]μαλωτισθέντων Ἑβραίων λέξει· ἀπόλοιτο ἡ ἡμέρα τῆ[ς] αἰχμαλωσίας, οὐ τοῦτο λέγει ὅτι· μὴ ἔστω ἔτι αἰχμαλωσία. μὴ ἔστω, φησίν, ἡ ἡμέρα ἐκείνη, [ἀ]πέλθῃ·
PG 39:1580ἔτι γὰρ ὑφέ[στηκ]εν; εἶχεν ἔτη ἑκατὸν τεσσαράκοντα ὀκτώ, ὅτε ταῦτα ἔλεγεν. πῶς ἡ ἡμέρα ἐκείνη, ἐν ᾗ ἐγεννήθη, ἔμενεν; παρέρχεται γὰρ καὶ οὐκ ἔστιν ἀνακά?μ?ψαι αὐτήν. καὶ λέγει· μὴ ἔστω ἐπευκτή· εὔχεται γάρ τις ἐκείνην τὴν ἡμέραν τὴν ἐν τοσούτοις ἔτεσιν γενομένην πάλιν ἀνακάμψαι; τὴν γένεσιν οὖν καταρᾶται τῆς σαρκός, τὴν γένε σιν τῆς ζωῆς τῆς ἐπικήρου. ἐπερ( )· οὐχ ἁμαρτάνει οὖν; οὐχ ἁμαρτάνει ὁ ὑβρίζων τὸν σατανᾶ[ν]. μὴ ὁ ἀσεβὴς ἐν τῷ καταρᾶσθαι τὸν ἀσεβῆ[ν], τὸν σατανᾶν, καταρᾶται τὴν ἑαυτοῦ ψυχήν; καταρᾶται τὸν σατανᾶν οὐχ ὅτι ποίημα θεοῦ ἐστιν, ἀλλ’ ὅτι κακὸς καὶ ἀσεβής ἐστιν. ἐστὶν δὲ καὶ αὐτὸς ἀσεβής. ἑαυτὸν οὖν καταρᾶται, καὶ ἡ κατάρα αὕτη οὔκ ἐστιν ψεκτή. ἐάν τις καταρήσηται αὐτὸν ὅτι ἀσεβής ἐστιν, μισεῖ τὸ αἴτιον τοῦ ἐπινοητὸν αὐτὸν σατανιᾶν . ἡ ἀσέβεια δέ ἐστιν ἡ αἰτία. καὶ ἴσως πεπαύσεται ἢ μὴ παυόμενος κολασθήσεται. ἐὰν ἄρτι καταρῶνται οἱ αἰχμάλωτοι [τ]ὴ?[ν] ἡμέραν τῆς αἰχμα λωσίας ἑαυτῶν, οὐχ, ἵνα μηκέτι ὑποκέοιντο τῇ αἰχμαλωσίᾳ τοῦτο λέγουσινμή τί ποτ’ ἔχ?[ουσι]ν? τὴν αἰχμαλωσίαν [αἰτ]ίαν τινάκαὶ ἐπαρῶνται αὐτῇ. ἐπερ( )·
PG 39:1581καταρᾶται οὖν αὐτὸς τὴν ἡ[μ]έραν ἐκείνην; - διὰ τί δὲ καὶ προς[έθ]ηκεν τὴν ἐκείνην; μὴ γὰρ διαφέρει ἡμέρα ἡμέρας. ἔπειτα λέγει· καταράσοιτο αὐτὴν ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι. διὰ τί οὐκ εἶπεν· ὁ ποιήσας τὸν ἥλιον, ὁ κατασκευάσας τὸν κόσμον, ἀλλ’ ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι; ἐληλυθὼς γὰρ ὁ σωτὴρ καὶ χειρωσάμενος τὸ μέγα κῆτος τὴν γένεσιν τῶν ἀνθρώπων περιέγραψεν, ὥστε ἄλλην αὐτοῖς δοῦναι γένεσιν τὴν ἐξ ὕδατος καὶ πνεύματος, ἥτις κυρίως παλινγενεσία λέγεται. παλινγενεσία δέ ἐστιν γένεσις ἐπὶ γενέσει, ὡς τὸ παλιν ῳδία ᾠδὴ ἐπ’ ᾠδῇ. καὶ τὴν ἀνάστασιν τῶν νεκρῶν παλινγενεσίαν εἶπεν· λέγει γὰρ τοῖς μαθηταῖς ὅτι· καθίσεσθε καὶ ὑμεῖς ἐν τῇ παλινγενεσίᾳ ἐπὶ θρόνους δώδεκα, ἀντὶ τοῦ ἐν τῇ ἀναστάσει, ἐν τῷ μέλλοντι αἰῶνι. ἐὰν λέγω ὅτι· μὴ ἴδ[οι]μι τὴν ἡμέραν ταύτην ἐν θλίψει ἢ νόσῳ ὤν, μὴ τὸν χρόνον λέγω μὴ ἴδοιμι, ἐπεὶ ἀπῆλθεν· μὴ γὰρ χρόνος ἀνακάμπτει. ἐπερ( )· τὴν αἰτίαν ἐκείνην τῆς γενέσεως αὐτοῦ ἁμαρτίαν εἴρηκεν;
PG 39:1583οὐ τοῦτο πάλιν λέγω, ἀλλ’ ὅτι ὁ καταρώμενος ἡμέραν ἢ εὐλογῶν ἡμέραν οὐχ εἰς τὸν χρόνον ἀφορῶν εὐλογεῖ ἢ καταρᾶται, ἀλλ’ εἰς τὰ ἐν τῷ χρόνῳ γεγενημένα. λέγω· οὐ λέγει κάλλιον ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι; τὸ ἀπαλλαγῆναι τῆς ζωῆς ταύτης οὐ λέγει κρεῖττον εἶναι. [ἐπερ( )·] τὸ συνπλακῆναι αὐτῇ κρεῖττον ἐρεῖ ἢ χεῖρον; οὐδὲ χεῖρον οὐδὲ κρεῖττον. [ἐπερ( )·] ἀλλὰ ἀδιάφορον; εἰ ἀδιάφο ρον τοῦτο, καὶ τὸ ἀντικείμενον αὐτῷ ἀδιάφορόν ἐστιν. [ἐπερ( )·] οὐχ ὡς κακὸν ἀλλ’ ὡς πρὸς κρεῖττον; τὰ ἐναντία ἀσυ[νύπ]αρκτά ἐστιν. ἐὰν τούτων τὸ ἕτερον ἀγαθὸν ᾖ[ν], τὸ ἕτερον κακόν ἐστιν, καὶ θατέρου κακοῦ ὄντος τὸ ἕτερον ἀγαθὸν θε?τ?[έο]ν?, ὡς ἔχει ἐπὶ ἀρετῆς καὶ κακίας, ἐπὶ ἀδικί?ας καὶ δικαιοσύνης, ἐπὶ εὐσεβείας καὶ ἀσεβείας. τοῦ ἑτέρου φαύλου ὄντος, καὶ τὸ λοιπὸν ἀγαθόν ἐστιν. ὅταν δὲ μηδέτερον τῶν ἐναντίων φαῦλον ᾖ, οὐδὲ τὸ λοιπόν. τὸ λευκὸν καὶ τὸ μέλαν ἐναντία εἰσίν· καὶ ἐπεὶ τὸ [λ]ευκὸν ἀδιάφορόν ἐστιν οὔτε ἀγαθὸν ὂν οὔτε κακό[ν, οὕτ]ω καὶ τὸ μέλαν [τοῦ λευκοῦ]. [ἐπερ( )·] οὐ λέγεις σὺ τὸ ἔξω γενέσθαι τοῦ σώματος ἀγαθὸν εἶναι κατὰ τὸν λέγοντα κάλλιον ἀναλ[ῦσα]ι?;
PG 39:1585ἐ?κ τοῦ τέλους σκόπει· ὁ ἀναλύ σας ἐν Χριστῷ γίνεται. [ἐπερ( )·] συνκριτικόν ἐστιν τοῦτο; πρόσεχε τί λέγεις. τὰ συνκρίσει λεγόμενα οὕτω λέγεται ὡς ὁμο γενῆ, οὐχ ὡς ἀντικείμενα· ὡς? [ὅ]ταν λέγω ὅτι· ἐδικαιώθη Σόδομα ἐκ σοῦ, μὴ Σόδομα δεδικαίωται. ἔκ γε τῶν σῶν ἁμαρτημάτων, ὦ Ἰερου- [σα]λήμ, ὅτι προφήτας ἀπέκτεινεν καὶ τοῦ σωτῆρος προδότις γέγονεν. ἐκείνη ἡ Σόδομα ἕνα ἄνθρωπον ἐπόρθησεν τὸν Λώθ. ἐδικαιώθη ἐκείνη ἐκ [ς]οῦ. οὐχ ἁπλῶς ἐδικαιώθηοὐδὲ γὰρ δεδικαίωται, ἀλλ’ ἐκ σοῦ. καὶ ἐὰν λέγῃ πάλιν· ἠγάπησεν κακίαν ὑπὲρ ἀγαθωσύνην καὶ χείλη δόλια [ὑπὲρ] τὸ λαλῆσαι δικαιοσύνην, ταῦτα συνκριτικῶς λέγεται, [μ]ὴ ἀντικειμένως· λέγεται γὰρ τοῦτο, ὅτι ἀποφασκ[ο]μένου ἑνὸς εὐθὺς τὸ ἕτερον τίθεται. τὸ ἀναλῦσαι οὖν καὶ ἐν Χριστῷ εἶναιεἰ ἀδιάφορον λέγεις εἶναι τὸ ἐπιμένειν τῇ ς[αρκί], καὶ τοῦτο ἀδιάφορον· δέδεικται γὰρ ἡμῖν, ὅτι τὰ συνκρινόμενα καὶ προστιθέμενα οὕτως ἔχει· ἐὰν θάτερον φαῦλ[ον] ᾖ, τὸ λοιπὸν [οὐ] σπουδαῖόν ἐστιν·
PG 39:1587εἰ σπουδαῖόν ἐστιν τὸ σὺν Χριστῷ [εἶναι] ἀναλύσαντα, τὸ ἀποστῆναι τοῦ κόσμου, τὸ ἔξω τῆς σαρκὸς εἶναι, τὸ εἶναι ἐν τῇ σαρκί, κἂν ὡς κατὰ σὲ ὑποδεέστερον ᾖ[ν], ἀγαθόν. βούλεται τὸ ὑποδεέστερον ἀπολέσθαι, ἵνα τοῦ μείζονος ἐνκρατὴς γένηται. τὴν δὲ ἀπώλειαν οὕτω λέγω τὸν κώλυμον, τὴν παῦλαν αὐτοῦ. ἄρτι ὁ Ἰωάννης ἤθελεν μεῖναι οὕτως, οἷος ἦν τῇ ἡμέρᾳ τῆς ἀποτέξεως. [ἐπερ( )·] λέγει οὔ; οὔκουν κρείττονος ὀρεγόμενος οἶδεν τοῦτο μὴ κρεῖττον εἶναι μηδὲ καλόν. οὐκ εὔχεται παρελθεῖν αὐτῷ τὴν τοιαύτην κατάστασιν. τὸ δὲ παρελθεῖν τὸ ἀπολέσθαι ἐστίν, τὸ μηκέτι ὑφεστάναι. ταράττεται τῷ ὀνόματι τῆς ἀπωλείας καὶ τῆς ταραχῆς. οὐ δεῖ δὲ ταράττεσθαι. ὁ Παῦλος οὖν οὐκ ἐταράχθη ἐπὶ τοῖς τοιούτοις· ἐκ μ[έρου]ς, φησίν, γιγνώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· ἐὰν ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται. [τὸ κ]αταργηθῆναι δὲ τοῦ ἀπολέσθαι ἔνφασιν χείρονα παρέχει. οὕτως ἡμεῖς πολλάκις εἰρήκαμεν καταργεῖσθαι τὸ ἐκ μέρους οὐ καθάπαξ, ἀλλὰ τὸ ἐκ μέρους εἶναι, καὶ ἐλάβομεν τοιαύτην εἰκόνα τὸ περὶ τοῦ ἀρραβῶνος. ἐπερ( )· πῶς δίδομεν, ὡς δίκαιος ἢ ὡς ἁμαρτωλός;
PG 39:1589οὐ τοῦτο οὖν μόνον θέλεις μαθεῖν· συνήρτηται γὰρ αὐτῷ πολλά. εἰ ἐμνημόνευες ὧν ἤκουσας, οὐκ ἀεὶ περὶ ταῦτα ἐταράττου. εἶπον ὅτι· ἔστω βασιλεὺς ἄρχων τῆς οἰκουμένης, περὶ οὗ πάντες πεπληροφόρηνται ὅτι δίκαιός ἐστιν καὶ ὃ ἐὰν ποιῇ ὡς δίκαιος ποιεῖ. εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον. ἐὰν τηρήσω αὐτὴν οὕτως ἐνεργοῦσαν εἰς ἃ ἐτέθη ὑπὸ τοῦ δημιουργοῦ, μονογενής ἐστιν. ἐὰν δὲ ἄλλοτε ἄλλως ἐνεργῇ καὶ δουλεύω τισίν, οὔκ ἐστιν μονογενὴς αὕτη τοῦ ἔχοντος, ἀλλ’ ὁτὲ μὲν αὐτοῦ ἐστιν, ὁτὲ δὲ ἔξω αὐτοῦ γινομένη. καὶ ἵνα ἐπὶ εὐαγγελικοῦ λάβω· ὁ ἀποδημήσας τῆς πατρῴας οἰκίας νεώτερος ἔξω ἑαυτοῦ ἐγεγόνει· ἡ ψυχὴ αὐτοῦ οὐκέτι αὐτοῦ ἦν. ἀμέλει γοῦν ὅτε μετενόησεν, λέγει· εἰς ἑαυτὸν δὲ ἐλθών. ἑαυτοῦ λοιπὸν γέγονεν· ἡ ψυχὴ αὐτοῦ λοιπὸν αὐτοῦ γέγονεν. ὅμοιόν ἐστιν τοῦτο τῷ γνῶθι σεαυτόν. ὁ γιγνώσκων ἑαυτὸν εἰς ἑαυτόν ἐστιν. 18 ἐξομολογήσομαί σοι ἐν ἐκκλησίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε. τότε μεγάλη καὶ πολλὴ ἐκκλησία λέγεται, ὅταν ἐκ? [τ]ῶ?ν καθέκαστα μεγάλων συνπληρωθῇ· οὐ γὰρ ἐὰν ἐκ μικρῶν ἀνθρώπων καὶ χυδαίων, μεγάλη καὶ πολ λὴ? [ἐ]κκλησία αὕτη λέγεται. λαλεῖ σοφίαν ἐν τοῖς τελείοις ὁ ἀπόστολος.
PG 39:1591οὗτοι εἰς ταὐτὸν γινόμενοι καὶ τῷ αὐ τῷ νοὶ καὶ τῇ αὐτῇ γνώμῃ καταρτιζόμενοι πολλὴ καὶ μεγάλη ἐκκλησία εἰσίν. καὶ ὥσπερ λέγω σοφὴν ἐκκλησίαν, ὅταν οἱ καθέκαστα συνπληροῦντες αὐτὴν σοφοὶ ὦσιν, καὶ λέγω πόλιν εὐσταθῆ καὶ ἐπιστήμονα, ὅταν οἱ κ[α]θέκαστα πολῖται εὐσταθεῖς καὶ ἐπιστήμονες ὦσιν, οὕτω πολλὴν καὶ μεγάλην ἐκκλησίαν λέγω τῶν [συνπ]ληρούντων αὐτὴν ἐχόντων μέγεθος, μέγεθος δὲ τὸ ψυχῆς, τὸ νοῦ, [οὐ] τὸ σώ ματος. πάλιν λαὸν βαρὺ[ν] λ[έ]γει τὸν ἐπίτιμον· εἰώθασιν γὰρ τὰ ἐπίτιμα καὶ τὰ τιμα[λ]φέστατα λέγειν βαρεῖα. τοῦτο καὶ ἡ γραφὴ μαρτυρεῖ· ὁπηνίκα γὰρ ἡ βασιλὶς τῆς Σαβὰ ἦλθεν πρὸς τ[ὸ]ν Σολομῶνα, λέγει ὅτι ἐν δυ νάμει βαρείᾳ. καὶ λέγει τὴν βαρεῖαν δύναμιν τὴν κτῆσιν αὐτήν, [ἣν] κομίσασα ἦν?. ἐνηνόχει λίθους τιμίους πολλούς, ἡδύσματα πολλά, χρυσόν, ἄργυρον καὶ ἄλλα συνπληρωτικὰ πλούτ?ου. καὶ ἐλέχθη ἐκείνη ἡ δύνα μις τοῦ πλούτου βαρεῖα ἀντὶ τοῦ τιμία, πολύτιμος.
PG 39:1592λέγει οὖν ὅτι, ὅταν ἕκαστος τῶν συνπληρούντων τὸν λαόν, ὡς ἐπὶ τῆς ἐκκλησίας εἶπον, τιμα[λ]φέστατος ᾖ[ν], τίμιος ᾖ[ν]δόξα γὰρ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ κατεργαζομένῳ τὸ ἀγαθόν, εἰ τὸ κατεργαζό?[μ]ε?ν?ον τὸ ἀγαθὸν δόξαν ἔχει καὶ τιμήν, ἐπίτιμός ἐστιν λαός. ἀμέλει γοῦν περὶ αὐτοῦ εἴρηται, ὡς ἦν βασίλειον ἱεράτε?υ?μα, ἔθνος ἅγιον. τὸ ἔθνος ἅγιον ἐκ τῶν καθέκαστα ἁγίων συνπληροῦται, τὸ βασίλειον ἱεράτευμα ἐκ πολλῶν θεραπευτῶν θεοῦ σύνκειται. ἐν λαῷ οὖν βαρεῖ αἰνέσω σε. παρασκευ άζει καὶ αὐτόν, ὥστε καὶ αὐτὸν δύνασθαι ὕμνον ἀναπέμπειν. τότε δὲ τοῦτο πρᾶξαι δύναται, ὅταν εὐθὴς κατὰ τὴν ψυχὴν καὶ τὸν νοῦν γένηται· τοῖς γὰρ εὐθέσιν πρέπει αἴνεσις. 19 μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκως. μεγάλη παρρησία τοῦ ταῦτα λέγοντος. ἀδίκως ἐχθραίνουσίν μοι. ἐμοῦ οὐ παρέχοντος πρόφασιν οὐδὲ αἰτίαν τοῦ ἐχθρι - κῶς ἐπικεῖσθαί μοι αὐτῷ, τοῦτο πράττουσιν. ἐπεὶ τοίνυν ἐχθροὶ ὄντες χαίρουσιν, ὅταν κακοῖς περιπέσω, μὴ περιπέσοιμι κακοῖς, ὥστε ἐκείνους ἐπιχαίρε[ιν] μοι, ἐφιστάναι μοι·
PG 39:1594ὁ γὰρ βουλόμενός τινα εἰς ἀκολασίαν ἀγα γεῖν τότε ἐπιχαίρει αὐτῷ, ἐπιχαίρε[ι] κακὸς ὤν, ὅταν περιπέσῃ οἷς ἐσπούδασεν αὐτὸν περιβαλεῖν. μὴ τοῦτο οὖν ὑπάρξῃ μοι, ὥστε ἐπιχαρῆναι τοὺς ἐκθραίνοντάς μοι ἀδίκως. 19 οἱ μισοῦντές με δωρεὰν καὶ διανεύον τες ὀφθαλμοῖς. τὸ ἀδίκως καὶ τὸ δωρεὰν ταὐτόν ἐστιν, τὸ ἄνευ αἰτίας καὶ διανεύοντες? [κα]τ’ ἐμοῦ ὀφθαλμοῖς· οὐ μόνον λόγοις λέγουσιν κατ’ ἐμοῦ, ἀλλὰ καὶ διανεύουσιν ὀφθαλμοῖς. καὶ ἐπεὶ π[ολλά]κις, ὅταν οἱ ἑτερόδοξοι ὑπὲρ τῶν ἡμᾶς κακούντων, πρὸς οὓς διανεύουσιν τοῖς ὀφθαλμοῖς, τοῖς νουσὶν ἑαυτῶν, συμφωνοῦσιν εἰς τὸ κακόν, ὁμοφρονοῦσιν εἰς τὴν ἀσέβειαν- 20 ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν καὶ ἐπ’ ὀργὴν δόλους διε λογίζοντο. ἓν εἶδος τῆς ἀσεβείας τοῦτο· εἰρηνικὰ λαλοῦντες οὐκ εἰρηνικὰ ἔπραττον. τοῦτο δὲ ἀδικῆσαί ἐστιν. εἰρηνικὰ λαλεῖ ἐν τοῖς φίλοις, ἐν τοῖς ἑταίροις ὡς φιλάλληλος, [δόλ]ους δὲ διαλογίζεται ἐπ’ ὀργῇ. πᾶς δόλον εἰς τὸν πλησίον ἔχων ὀργιζόμενος αὐτῷ τοῦτο ποιεῖ. καὶ λέγω· ἡ ὀργὴ ὄρεξίς ἐστιν τιμωρίας. πάντως δὲ ὁ δόλῳ τινὶ προσερχόμενος βλάψαι ἐκεῖνον θέλει, ὥστε ὁ δόλιος καὶ ὀργίλος ἐστίν.
PG 39:1596τῷ δὲ δοκεῖν οὔκ ἐστιν πολλάκις ὀργίλος φαινόμενος εἰρηνικὰ λαλῶν. τοῦτο γοῦν καὶ ἐν Ἰηρεμίᾳ λέγεται περί τινος· τῷ πλησίον αὐτοῦ λαλεῖ εἰρηνικὰ καὶ ἐν ἑαυτῷ ἔχει τὴν ἔχθραν. ἐμοὶ οὖν, φησίν, εἰρηνικὰ ἐλάλουν. οὐκ εἰρηνικὰ ἁπλῶς ἐλάλουν, ἀλλ’ ἐμοί· ἐμὲ ἀπατῆσαι θέλοντες εἰρηνικὰ ἐλάλουν· οὐ γὰρ ὁ ἀληθῶς εἰρηνικὸς ἄνθρωπος λαλεῖ τινι εἰρηνικὰ ἄλλην ἔχων διάνοιαν κατ’ ἐκείνου. αὐτίκα γοῦν ὁ σωτὴρ λέγει πρὸς ἑτέροις τοὺς εἰρηνοποιοὺς μακαρίους εἶναι, ὅτι υἱοὶ θεοῦ εἰσιν. υἱῶν θεοῦ ἐστιν τὸ εἰρηνικοὶ εἶναι. εἰρην[ο]ποιοὺς δὲ εἶπεν τοὺς ποιοῦντας εἰρήνην. ὅταν εἰς συμφωνίαν καὶ φιλίαν ἄγωσιν τοὺς διεστη κότας τῇ προαιρέσει, εἰρηνοποιοί εἰσιν. καὶ ἐφ’ ἑαυτῶν δὲ εἰρηνοποιοί εἰσιν. πρότερον δὲ εἰρήνην ἐν ἑαυτοῖς ποιήσαντες, ὥστε μηδὲ λογισμοὺς μαχομένο[υ]ς ἔχειν ἑαυτοῖς ἢ ἔργ[α]· τότε εἰρήνην ἐποίησαν ἐν [ἑαυτ]οῖς. ταύτην δὲ τὴν εἰρήνην καὶ εἰς ἑτέρους μεταφέρουσιν· οἷοι γὰρ ὑπάρχουσιν αὐτοί, καὶ τοὺς διδασκομένους θέλουσιν εἶναι. εἰρηνεύειν διδάσκουσιν τὴν ψυχὴν πρὸς τὸ σῶμα καὶ τὸ σῶμα πρὸς τὴν ψυχήν·
PG 39:1598ὅταν γὰρ ἡ ψυχὴ ὑπωπιάζῃ τὸ σῶμα καὶ δουλαγωγῇ, καὶ ἄρχῃ μὲν ἡ ψυχή, ἄρχηται δὲ τὸ σῶμ[α], εἰρήνη ἐστὶν σώματος καὶ ψυχῆς. ὥσπερ οὖν ἐν ἑαυτοῖς κατεσκεύασαν εἰρήνην, οὕτω καὶ ἐν τοῖς ἄλλ[οις το]ῖς στεργομένοις καὶ ἀγα πῶσιν ἢ καὶ μαχομένοι[ς] τοῦτο πράττουσιν. διὰ τοῦτο καὶ ἐν τῇ Διδαχῇ τῇ βίβλῳ τῆς κατηχήσεως λέγεται· εἰρη νεύσεις μαχομένους. ὁ δὲ [ἄλ]λους μαχομένους εἰς εἰρήνην καὶ συναλλαγὰς φέρων ἑαυτὸν πρότερον εἰρήνευσεν, οὐκ ἔχει μάχην ἐν ἑαυτῷ, οὐκ ἔ[χ]ει λογισμοὺς μαχομένους. 21 καὶ ἐπλάτυναν ἐπ’ ἐμὲ τὸ στόμα αὐτῶν. τὸν λόγον ἑαυτῶν ἐπλάτυναν ἐπ’ ἐμὲ εἰρηνικὰ λαλοῦντες. ὁ νοῦς δὲ αὐτῶν ἐστενεύετο ὑπὸ τοῦ δόλου εἰς ταὐτὸν συναγόμενος οὐκ ἐπαινετῶς, ἀλλ’ ὥστε μὴ ἔχειν τὰς οἰκ[εί]ας ἀρετάς. δύναται καὶ τοῦτο· ἐπλάτυναν ἐπ’ ἐ μὲ ὡς εἰρηνικὰ λαλοῦντες καὶ ἐπ’ ὀργῇ δόλους διαλογιζόμεν[οι ἔ]δοξάν με ἀπατᾶν. τότε λοιπὸν ἤρξαντο πλατὺ καχάζειν καὶ πλατύν[ει]ν ἐπ’ ἐμὲ τὸν λόγον αὐτῶν. ἔχεις [ἐ]ν ἱστορίαις σύμβολα τοιαῦτα· ἡ Δαλιλὰ ἡ εἰς - αγομένη ἐν τῇ βίβλῳ τῶν Κριτῶν πόρνη δόλοις ἐβουλεύετο ἐπαγαγέσθαι τὸν Σαμψών, ἵνα δῷ τοῖς ἀλλοφύλοις τοῖς φονεῦσαι αὐτὸν ἐθέλουσιν.
PG 39:1600καὶ ἔλεγεν ὅτι· ἐν τίνι ἀσθενήσει σου ἡ ἰσχὺς ἢ τίνι ὡς εἷς τῶν ἀνθρώπων ἀσθενὴς γενήσῃ; ἔλεγεν αὐτῇ οὐ τὸ ἀληθές. εἶτα ἐκείνη νομίσασα ὅτι ἠλήθευεν, ἐδέσμει αὐτὸν καὶ τὰ ἄλλα ἐποίει καὶ ὥσπερ ἐπικερτομοῦσα ἔλεγεν· ἀλλόφυλοι ἐπὶ σέ, Σαμψώ. ἴδε, ἐπλάτυνεν ἐπ’ αὐτὸν τὸ στόμα. πάλαι μὲν παρεκάλει, ἐστωμυλεύετο. ὅτε δὲ ἔδοξεν εἰληφέναι αὐτὸν ἐντὸς ἀ[ρ]κύων, ἐπικερτομοῦσα ἔλεγεν· ἀλλόφυλοι ἐπὶ σέ, Σανψώ. καὶ ὅρα, ὅτι ἡ πάλαι εἰρηνικὰ λαλοῦσα καὶ ἐπὶ ὀργῇ δόλους λογιζομένη ὅτε ἔδοξεν ἐνκρατὴς γενέσθαι, ἐπλάτυνεν τὸ στόμα μεγαλορημονοῦσα λοιπόν. 21 εἶπαν Εὖγε εὖγε, εἶδαν οἱ ὀφθαλμοὶ ἡμῶν. εἰώθασιν οἱ δοκο?[ῦντε]ς ἐσχηκέναι ὑποχείριον ὃν ἐβούλοντο, οὕτω λαλεῖν· εὖγε εὖγε, ὃ ἐβουλόμεθα, [ου] εἶδον οἱ ὀφθαλ - μοὶ ἡμῶν· οὐκέτι ς?[ε τ]οιοῦτον ὁρῶμεν, οἷος ὑπελάμβανες εἶναι, ἀλλ’ ὡς ἡμεῖς ἠθέλαμ[ε]ν. εὑρήκαμέν σε εὐ άλωτον. 22 εἶδες, κύριε, μὴ παρασιωπήσῃς. τὸ μὴ παρασιωπής[ῃς] τὸ μηκέτι μακροθυμήσῃς· ἐκ πολλῶν γὰρ λέξεων τοῦτο ἐδείξαμεν· ἐσιώπησα ἀπ’ αἰῶνος, μὴ καὶ ἀεὶ σιωπήσομαι; ἐμακροθύμησα, οὐκ ἐπεξῆλθον τοῖς κακοῖς πραττομένοις. μὴ καὶ ἀεὶ τοῦτ’ ἔσται.
PG 39:1601ἀγαθότης πάλιν γνωρίζεται τοῦ ἀπειλοῦντος τῷ ἤδη κολαστέῳ, ἵνα διὰ τῆς ἀπειλῆς διεγείρῃ καὶ εἰς μετάνοιαν αὐτὸν ἀγάγῃ. καὶ ἐν ἄλλῳ ψαλμῷ λέγει· τῷ δὲ ἁμαρ τωλῷ εἶπεν ὁ θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τοὺς λόγους μου διὰ χειλέων σου; σὺ δὲ ἐμίσησας παιδείαν. εἶτα ἐπὶ τέλει· ταῦτα ἐποίησας, καὶ ἐσίγησαοὐκ ἐπεξῆλθον ὑπέλαβες ἀνομίαν ὅτι ἔσομαί σοι ὅμοιος· ἀλλ’ οὐκ ἀεὶ ἡ μακροθυμία μένει· ἐλέγξω γάρ σε καὶ παραστήσω κατὰ πρόσωπον τὰς ἁμαρτίας σου. καὶ αἱ ἀπειλαὶ οὖν τοῦ θεοῦ κατὰ ἀγαθότητα πολλὴν γίνονται. συνεισάγεται τῷ ὀνόματι τοῦ δικαίου τὸ κριτής. 22 κύριε, μὴ ἀποστῇς ἀπ’ ἐμοῦ. μὴ τοιαῦτά μοι πραχθείη, ὥστε σὲ ἐμοῦ ἀποστῆναι, σὲ τὸν βοηθόν, τὸν σκεπαστήν. ἀφίσταται δὲ θεὸς ἀπὸ τῶν φαύλων, ὥσπερ συνενγίζει τοῖς πλησιάζουσιν. ὁ μέγας οὖν ἀπόστολος Ἰάκωβος γρά[φει]· ἐγγίσατε τῷ θεῷ, καὶ ἐγγιεῖ ὑμῖν. ὡς εἰ ἔλεγες καὶ πρὸς [φ]αῦλον· ἔνγισον τῇ ἀρετῇ, καὶ ἐγγίζει σοί. παράστασιν οὖν [θ(εο)ῦ] οὐ τόπῳ λαμβάνομεν, ἀλλὰ σχέσει καὶ διαθέσει. 23 ἐξεγέρθητι, κύριε, καὶ πρόσχες τῇ κρίσει μου. τεθαρρηκότος ἡ φωνή.
PG 39:1603οὐδεὶς ἐνκαλούμενος περὶ μοιχείας ἢ φόνου ἤ τινος ἄλλου λέγει τῷ θεῷ· ἐξεγέρθητι καὶ πρόσχες τῇ κρίσει μου· οἶδας γάρ, ὅτι ἡ προσοχὴ τῆς κρίσεως καταδικάσει αὐτόν. παρρησιαζομένου οὖν ἐστιν ἐπὶ καθαρό τητι καὶ ἐπὶ τῷ [ἀνεγ]κλήτῳ ἡ? φ?ωνή πρόσχες τῇ κρίσει μου, ἐξέτασον τὸ κατ’ ἐμὲ καὶ τὰ κατ’ ἐκείνους, [καὶ] ὅτι ἐπὶ σοῦ λέγουσίν μοι μάτην, ὅτι δω[ρεὰν] ἐχθραίνουσίν μοι. πολλάκις τὸ ἐξεγείρου διέγερσιν σημαίνει. πολλάκις γοῦν λέγομεν· ἐξέγειρον τοῦτον εἰς τὸ προσέχειν ἑαυτῷ, καὶ οὐ δήπου σχῆμα σωματικὸν σημαίνει. ἐὰν δὲ καὶ ὡς ἀπὸ ὕπνου θέλῃς, εἴρηται· ἐξεγέρθητι· ἵνα τί ὑπνοῖς, κύριε; ὑπνοῖ θεὸς μὴ θέλων παραυτὰ ἐπεξελθεῖν. οὐκ ἀποκακῶν οὖν λέγει τοῦτο, ἀλλὰ τὴν αἰτίαν μαθεῖν θέλων, ἐπεὶ οὐδὲν ὡς ἔτυχεν ἡ σοφία σου ποιεῖ. κἂν μακροθυμῇς, κἂν ὑπερτιθῇ τὴν τιμωρίαν, κἂν μὴ καταβάλλῃς τοὺς ἐπιτιθεμένους μοι ἀδίκως, εἰπέ μοι τὴν αἰτίαν· οὕτω γάρ τις γνοὺς τὴν αἰτίαν σοφὸς ἔτι μᾶλλον μακροθυμήσῃ, ἔτι μᾶλλον ἐνέγκῃ. 23 ὁ θεός μου καὶ ὁ κύριός μου, εἰς τὴν δίκην μου. σὺ καὶ θεός μου καὶ κύριός μ[ο]υ, ἐξεγέρθητί μου εἰς τὴν δίκην, δίκασόν με.
PG 39:1605οὐκ ἐπεύχεται κακὰ παθεῖν τοὺς ἐχθροὺς ἑαυτοῦ· εὐχὴ [γὰρ τ]ῷ ἁγίῳ ἐστὶν ἀγαπῶντ[ι] τοὺς ἐχθροὺς τὸ μηκέτι ἐχθροὺς ἐκεί νους εἶναι, τὸ μηκέτι τοιούτους εἶναι. δοκεῖ δέ πως τοῦτο τιμωρίαν σημαίνειν. τιμωρία δέ ἐστιν τῷ φιληδόνῳ τὸ ἐκτὸς τῶν ἡδονῶν γενέσθαι, τῷ ἀκολάστῳ τὸ μακρὰν ἀκολασίας γε[ι]νέσθαι. ἀπολέ σθαι αὐτοὺς θέλει ᾗ τοιοῦτοί εἰσιν. καὶ τοῦτο δὲ οὐ παντός ἐστιν εἰπεῖν· ὁ θεὸς οὖν καὶ ὁ κύριός μου· ἐκεῖνος γὰρ κύριον ἀλη θῶς λέγει τὸν σωτῆρα ὁ ποιῶν ἃ λέγει αὐτῷ· λέγει γάρ· τί με λέγετε· κύριε, κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω; καὶ πάλιν· θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. ο[ἱ] ἅγιοι θεὸν λέγουσιν τὸν θεὸν οὐ ψιλῇ φωνῇ, ἀλλ’ οἰκειωθέντες αὐτῷ καὶ θεράποντες αὐτῷ ὥσπερ ἱερεῖς, θεραπευταὶ τυγχάνοντες. ἀλλὰ καὶ δουλεύουσιν αὐτῷ τὸ θέλημα αὐτοῦ ποιοῦντες· οὐ πᾶς γὰρ ὁ λέγων με κύριε, κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ’ ὁ ποιῶν τὸ θέλη[μα τ]οῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. λέγεται θεὸς ᾗ ποιητής ἐστιν· ἐν ἀρχῇ γὰρ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. [οὕτ]ω λέγεται καὶ θεὸς πνευμάτων καὶ πάσης σαρκός, κατὰ τὴν δημιουργίαν.
PG 39:1607ἄλλως δὲ λέγεται θεὸς τῶν ἁγίων, κατὰ τὴν λατρείαν. οὕτω γοῦν [θεὸς] αὐτῶν τῶν πατριαρχῶν εἴρηται. καὶ κατὰ τὴν δημιουργίαν, [ὃ] σημαινόμενον ἐδήλου[ν], πάντων θεὸς ἦν, πάντων ὧν πεποίηκεν. καὶ πάλιν κύριός ἐστιν πάντων αὐτὸς τὸ εἶναι αὐτοῖς παρασχὼν καὶ ὑπὸ τὴν πρόνοιαν ἑαυτοῦ διοικῶν αὐτούς. ἑτέρως δὲ κύριός ἐστιν τῶν ποιούντων αὐτοῦ τὸ θέλημα, τῶν πραττόντων ἃ ἐνετείλατο, καὶ ὡς δεσπότης δούλοις. 24 κρῖνόν με, κύριε, κατὰ τὴν δικαιοσύνην σου. κατὰ τὴν σὴν δικαιοσύνην κρῖνόν με. δοκεῖ πάλιν ὑπέραυχον τὸ λεγόμενον καὶ ἀντιδοξοῦν ἑτέραις λέξεσιν. οὐ τῇ διανσίᾳ δὲ ἡ διαφορὰ γίνεται, ἀλλὰ τῇ φωνῇ. οὐ δικαι ωθήσεται φησίν, κατενώπιόν σου πᾶς ζῶν, ἀντὶ τοῦ οὐδεὶς ζῶν. ζῶντα δὲ λέγει τὸν κατὰ ψυχὴν ζῶντα, δικαιότ[α]τα οὖν· οὐ κατενώπιον σοῦ δέ. ὡς δὲ πρὸς σὲ τὸ οὐδέν εἰσιν. ὡς εἰ λέγοις σὺ καὶ περὶ λύχνων, ὅτι οὐ φωτίζουσιν κατενώπιον τοῦ ἡλίου. οὐ τοῦτο δὲ δηλοῖ, ὅτι οὐ φωτίζουσιν, ἀλλὰ κατέναντι τοῦ ἡλίου. οὕτως εἴρηται καὶ τὸ ἐν τῷ Ἰὼβ τό· ἄστρα δὲ οὐ καθαρὰ ἐνώπιον αὐτοῦ. τοῦτο οὖν τὸ κατὰ τὴν δικαιοσύνην [σου] οὐ καθάπαξ λέγει·
PG 39:1609οὐ κατὰ τὴν σὴν δικαιοσύνην τὴν ἀνυπέρβλητον, ἀλλὰ κατὰ τὴν σὴν δικαιοσύνην, ἐν ᾗ κρίνεις τὰ ἀνθρώπινα. μὴ κατὰ τὴν ἐκείνων ἔχθραν κρίνῃς με, ἀλλὰ κατὰ τὴν σὴν δικαιοσύνην· ἡ γὰρ σὴ δικαιοσύνη μισεῖ τοὺς ἀδίκους. 25 μὴ εἴπαισα[ν ἐν] καρδίαις αὐτῶν Εὖγε εὖγε τῇ ψυχῇ ἡμῶν. κἂν τῷ λόγῳ μὴ εἴπωσιν, μηδὲ ταῖς καρδίαις εἴποιεν τῇ ἡμῶν ψυχ?[ῇ, μ]ὴ εἴπαισαν Εὖγε εὖγε. 25 μηδὲ εἴπαισαν Κατεπίομεν αὐτόν. μὴ εἴπαισαν ὅτι περιγεγόναμεν καὶ ἐνικήσαμεν αὐτόν· πολλάκις γὰρ καὶ τοῦτο ἐσαφηνίσθη, ὅτι κατὰ τὴν γραφὴν ἡ κατάποσις νίκην σημαίνει. 26 αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοῖς κακοῖς μου. φέρει σωτηρίαν τοῖς αἰσχ[υνο]μένοις καὶ ἐντρεπομέ νοις, ἐφ’ οἷς πράττ[ου]σιν κακῶς· ἐπεὶ γὰρ κακοῖς με περιβαλεῖν βούλονται καὶ ἐ?π?ι?χαρ[ῆν]αι ἑωρακότες ὃ σπουδά ζουσιν τελειούμενον, αἰσχυνθήτωσαν· αἰσχυνθέντες γὰρ οὐκέτι ἐπικείσονταί μοι, ἐντραπέντες οὐκέτι πράξ[ου]σιν ταῦτα τὰ ψόγον φέροντα καὶ κατηγορίαν. ἐπερ( )· τὰ κακωτικὰ κακὰ λέγει, οὐ τὰς κακίας; ὅλως γὰρ οὐκ εἶχεν κακίας ὁ λέγων ὅτι· κρῖνόν με, κύριε, κατὰ τὴν δικαιοσύνην σου, ὁ λέγων· οἱ ἐπιχαίροντές μοι ἀδίκως.
PG 39:161126 ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλορημονοῦντες ἐπ’ ἐμέ. οἱ μεγάλα κατ’ ἐμοῦ λέγοντες ὑπερηφάνως καὶ ἐπιχαί ροντες, αἰσχυνθείησαν καὶ ἐντραπείησαν, καταγνῶσιν ἑαυτῶν. πρὸς καλοῦ δὲ αὐτοῖς γίνεται τοῦτο, κἀγὼ δὲ οὐκέτι ἔχω αὐτοὺς οὕτως ἐπικειμένους. προηγουμένως ὑπὲρ ἐκείνων ε[ὔ]χεται, δευτέρως δὲ καὶ περὶ ἑαυτοῦ. ἐπερ( )· τὸ ἐνδύσασθαι; ὡς λέγομεν ἐνδεδύσθαι τινὰ ἀρετήν, τινὰ κακίαν [ἐνδ]εδύσθαι, τινὰ σωτηρίου ἱμάτιον· ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ· ἐνέδυσέν με γὰρ ἱμάτιον σωτηρίου καὶ χιθῶνα εὐφροσύνης. ἡ ποιότης ὥς περ ἔνδυμα γίνεται τοῦ ποιοῦ. 27 ἀγαλλιάς[αι]ντ[ο] καὶ εὐφρανθείησαν οἱ θέλοντες τὴν δικαιοσύνην μου. ὅταν οἱ μεγαλορημονοῦντες λέγωνται· ἐντροπὴν καὶ αἰςχύνην ἐνδύσονται, οἱ θέλοντες τὴν δικαιοσύνην καὶ τὴν εἰρήνην μου ἀγαλλιῶνται καὶ εὐφραίνονται. αἰσχυνθέντων καὶ ἐντραπέντων τῶν ἐχθρῶν οἱ φίλοι ἀγαλλιῶνται καὶ εὐφραίνονται. οὗτοι δέ εἰσιν οἱ θέλοντες τὴν σωτηρίαν μου, τὴν ἀρετήν, τὴν δικαιοσύνην μου. 27 καὶ εἰπάτωσαν διὰ παντός Μεγαλυνθήτω ὁ κύριος.
PG 39:1612τότε διὰ παντὸς μεγαλύνουσιν τὸν κύριον, ὅταν ἐγὼ διὰ παντὸς ἐν τῇ δικαιοσύνῃ ὦ, ἐν τῷ μὴ ὑποπεσεῖν μείνω τοῖς κακοῖς. 27 οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ. ἐμοῦ τοῦ δούλου αὐτοῦ. εἰπάτωσαν διὰ παντός Μεγαλ[υν]- θείη ὁ κύριος, ὁρῶντές με εἰρηνεύοντα, ὁρῶντές με μὴ ὑποπεσόντα ταραχῇ ἢ συνχύσει ἢ στάσει ἢ μάχῃ. ἐλέγομεν [πολ]λ?ά?κις, ὅτι ἐνίοτε διὰ τῶν καθέκαστα τὸ καθόλου δείκνυται, καὶ [ἐ]χρώμεθα τότε μαρτυρίῳ τούτῳ λέγοντες· τίς ἀναβ[ή]σεται εἰς τὸ ὄρος τοῦ κυρίου καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; ἀθῷος χερσίν. εἶτα λέγει· οὗτος λήμψεται εὐλογίαν παρὰ κυρίου. οὔ τινα ῥητὸν λέγει, ἀλλ’ εἴ τίς ἐστιν τοιοῦτος, εἴ τις ἀνέβη εἰς τὸ ὄρος καὶ ἔστη ἐπ’ ὄρους κυρίου καὶ ἀθῷος χερσίν, πᾶς, εἴ τίς ἐστιν τοιοῦτος, εὐλογίαν λήμψεται παρὰ κυρίου. ὁμοίως ἐν ὀγδόῳ καὶ δεκάτῳ ψαλμῷ λέγεται· ὁ νόμος κυρίου ἄμεμπτος, ἐπιστρέφων ψυχάς· ἡ μαρτυρία κυρίου πιστή. καὶ πολλὰ εἰρηκὼς λέγει· καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά. οὐχ ἑαυτὸν μόνον λέγει, ἀλλ’ εἴ τίς ἐστιν τοιοῦτος δοῦλος τοῦ θεοῦ.
PG 39:1614ἐλαττωτικὸς οὖν ὢν ἑαυτοῦ ὅταν κατορθώματα λέγῃ, τοῖς δούλοις τοῦ θεοῦ λέγει, ὅταν δὲ παραπτώματα, ἑαυτῷ. λέγονταί τινες τῶν πλησιαζόντων θεῷ υἱοὶ θεοῦ, οἱ ὑποβεβηκότες δὲ τούτους οἱ δοῦλοι· ἐκ δούλων γὰρ γίνονται φίλοι καὶ υἱοί. οἱ μείζονες οὖν εἰσιν οἱ θέλοντες, οἱ ὡσανεὶ υἱοί, οἱ τέλειοι ὡς ὁ πατὴρ αὐτῶν ὁ οὐράνιος τέλειος· θέλουσιν εἶναι τὴν εἰρήνην καὶ τῶν ὑποδεεστέρων. ἢ οὕτως, ὅτι πάντες τὴν ἑκάστου δούλου εἰρήνην θέλουσιν. 28 καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου. μελετήσει εὐχαριστητικῶς. ὅταν ὑπαρχθῇ, ἃ ᾐτησάμην, τὴν δικαιοσύνην σου μελετᾷ ἡ γλῶσσά μου. τα?[ύτ]ην ἀεὶ διηγοῦμαι, ἐν ὕμνοις αὐτὴν προφέρω, ἐν διηγηματικοῖς λόγοις αὐτὴν ὀνομάζω. ἡμέραν ὧδε λέγει πάντα τὸν χ[ρόνο]ν τῆς ζωῆς τῆς ἀνθρωπίνης, ὡς καὶ ἐν ἄλλοις λέγει· ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, τουτέστιν δ[ιὰ] β?ί?ου. ἔπαινον δὲ τοῦ θεοῦ οὐ κυρίως λέγει· μᾶλλον γὰρ ὕμνος καὶ αἶνος ἐπὶ θεοῦ λέγεται, ἐπὶ δὲ ἀνθρώπων ἔπαινος. ῥηθείη ἂν ὁ ὀρθῶς γινόμενος αἶνος τοῦ θεοῦ καὶ ἔπαινος αὐτοῦ. δύναται δὲ [ἔπ]αινος τοῦ θεοῦ, ὃν αὐτὸς δίδωσιν·
PG 39:1616αὐτὸς γὰρ ἐπαινεῖ τοὺς ἀξίους τούτου. λέγει· καὶ τότε ὁ ἔπαινος ἑκάστῳ γενήσεται ἀπὸ τοῦ θεοῦ.
Page scan enlarged

Notebook

Full View