PG 39Didymus Alexandrinus
Exposition on the Psalms
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 39:115612 εἰς τὸ τ[έλο]ς· τῷ δούλῳ κυρίου τῷ Δαυίδ. φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ. περὶ τέλους πολλάκις ἐλέχ[θη, ὅτ]ι ἐκεῖνο τέλος ἐστίν, οὗ τὰ ἄλλα πάντα χάριν γίνεται, αὐτὸ δὲ οὐδενὸς ἕνεκα, ὃ καλεῖται ἔσχατον ὀρεκτόν. ὀρεγόμεθά τινων ἄλλου ἕνεκα. οὐδὲν ἐκείνων τέλος ἐστίν, ποιητικὰ δὲ τοῦ τέλους. τέλος δέ ἐστιν, ὃ οὐκ ἄλλου χάριν γίνεται, ἀλλ’ αὐτοῦ πάντα τὰ ἄλλα. βούλεταί τις γραμματικὴν μαθεῖν· ἐκμανθάνει, μελετᾷ, ἀκούει διδασκάλου, καὶ οὐδὲν τούτων τέλος ἐστίν. αὐτὴ δὲ ἡ ἀνάλημψις τῆς ἐπιστήμης τῆς τελείας τὸ τέλος ἐστίν. ἐστὶν οὖν ἔσχατον ὀρε κτὸν ἡ τελεία ἀρετή, μεθ’ ἣν οὐκ ἔστιν ἕτερόν τι τελεστικὸν ζητῆσαι. νόμοις χρώμεθα τῆς ἀρετῆς ἕνεκα· ἡ τῶν νό μων δόσις οὔκ ἐστιν τέλος. παραινέσεσιν πειθόμεθα, διδασκαλίαις τοῦ ἠθικὴν παίδευσιν προσάγοντος· πάντα δὲ ταῦτα ἄλλου χάριν γίνεται. αὐτὴ δὲ ἡ τελεία ἀρετὴ [ἡ] ἀνυπέρβλητος ἡ μετὰ πᾶσαν προκοπὴν συνισταμένη[ν] τέλος ἐστίν. τοῦτο τὸ τέλος μεταδιώκει πᾶς ὁ τοῦ θεοῦ δοῦλος. δ?[ιὰ τ]οῦτο· τῷ δούλῳ κυρίου τῷ Δαυίδ.
PG 39:1159ἐὰν λέγῃ τῷ δούλῳ, οὐ μόνου τούτου τοῦ Δαυὶδ τοῦ υἱοῦ τοῦ Ἰεσσαὶ τὸ τέλος ἐστὶν τοῦτο, ἀλλ[ὰ πα]ντὸς τ[οῦ] δουλεύσαντος θε[ῷ]. ἐὰν γοῦν ἐπαινῶμέν τινα ἐπὶ γραμματικῇ καὶ λέγωμεν, ὅτι ἱκανός ἐστιν καὶ γράψαι ὡς δεῖ καὶ ἀναγνῶναι ὡς προσῆκεν καὶ ἐξηγήσασθαι ὡς ἔχει ἁρμονίας, οὐ περὶ ἐκείνου μόνου λέγομεν, ἀλλὰ περὶ παντὸς γραμματικοῦ. ὅμως δὲ τὴν δουλείαν αὐτοῦ θεασώμεθα, ἵν’ οὕτω καὶ τοὺς ἄλλους τοὺς ὁμοδούλους ἴδωμεν. εὗρον, φησίν, Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. θελήματα τοῦ θεοῦ αἱ κατ’ εἶδός εἰσιν ἀρεταί. ἡ δὲ γενικὴ ἓν θέλημα λέγεται· λέγει γὰρ ὅτι· οὐ πᾶς ὁ λέγων με κύριε κύριε, εἰσελεύσεται, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου. ὧδε τὴν γενικὴν ἀρετὴν ἑνικῶς θέλημα ὠνόμασεν. ποιεῖ δὲ τὰς κατ’ εἶδος ἀρετὰς κατὰ πάντα τὰ θελήματα τοῦ θεοῦ ποιῶν, εἴ τι[ς] ποιητής ἐστιν τῶν θεοῦ θελημάτων, εἴ τις τὰς ἐντολὰς αὐτοῦ εἰς ἔργα μεταβάλλει, εἴ τις τὰ φρονητέα ἀποβάλλει, [εἰ] ἡ ἀλήθεια τοῦ θεοῦ δέδεικται. οὗτός ἐστιν δοῦλος θεοῦ. καὶ ὅρα γε, βασιλεὺς ἦν ὁ ταῦτα λέγων καὶ προέκρινεν τὴν θεοῦ δουλείαν τῆς βασιλείας·
PG 39:1161μεγάλη γὰρ εὐγέ νειά ἐςτιν τὸ εἶναι θεοῦ δοῦλον. αὐτίκα γοῦν πολλάκις εἴρηται, ὅτι τάττουσιν ἑαυτοὺς ἐν ταῖς προγραφ[αῖς οὕ]τως οἱ ἅγιοι· Ἰάκωβος κυρίου τοῦ θεοῦ Ἰησοῦ Χριστοῦ δοῦλος, καί· Παῦλος δοῦλος Χριστοῦ, καὶ Ἰωνᾶς ἐρωτώμενος· ἐκ ποίας χώρας καὶ ποί[ου λαο]ῦ?, εἶτα λέγει· ἐγὼ δοῦλος θεοῦ εἰμι. καὶ ὥσπερ οἱ διὰ ἀξίωμα προταττόμενοι τῶν συνταγμάτων ἑαυτῶν τὴν ἀξίαν καὶ τὸ ἀξ[ίω]μα, οὗτοι οἱ ἅγιοι ὥσπερ μεγίστην εὐγένειαν καὶ ὑπερβάλλουσαν εὔκλειαν καὶ ἀξίωμα μέγα τὴν θεοῦ δουλείαν ὁμολογοῦσιν. ὁ θεοῦ δοῦλος εἰδὼς τὸ τοῦ θεοῦ θέλημα οἶδεν καὶ τὰ ἐναντιούμενα τῷ θελήματι τοῦ θεοῦ. ἐναντιοῦται δὲ τῷ θελήματι τοῦ θεοῦ ἀσέ βεια, παρανομία, πᾶν εἶδος κακίας. ἐγνωκὼς οὖν ὁ δοῦλος τοῦ κυρίου τὸ τέλος, τὴν ἐπὶ πᾶσιν ἀρετήν, ἔγνω καὶ τὴν παρανομίαν· τῶν γὰρ ἐναντίων ἡ αὐτή ἐστιν ἐπιστήμη. ὁ ἰατρικὴν ἔχων οὐ μόνον τὰ ὑγιεινὰ οἶδεν τῶν βοηθημάτων, ἀλλὰ καὶ τὰ βλα πτικά, ἵνα τοῖς μὲν χρᾶται, τὰ δὲ ἀποστρέφηται. λέγει οὖν ὁ δοῦλος τοῦ κυρίου ὁ εἰς τὸ τέλος ἀναφερόμενος τὴν ᾠδήν. φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ. ἀμφίβολός ἐστιν ἡ λέξις. σημαίνει ἓν οὕτως·
PG 39:1164ὁ παράνομος ἐν ἑαυτῷ φησιν τοῦ ἁμαρτάνειν. ἐν ἑαυτῷ φησιν τοῦ ἁμαρτάνειν. πρῶτον δὲ συνκατατίθεται τῇ παρανομίᾳ καὶ τῇ ἁμαρτίᾳ καὶ οὕτως ἐπὶ τὸ πράττειν αὐτὴν ἔρχεται. ἀδύνατόν ἐστιν μὴ προδιατεθέντα κατὰ ἁμαρτίαν ἁμαρτῆσαι. φησὶν οὖν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ. ἐν ἑαυτῷ φησιν. οὕτω γὰρ αὐτὸ ἀναγνωστέον, ὡς ἐν ἑαυτῷ φησιν ὁ παρά νομος τοῦ ἁμαρτάνειν. δυνατὸν δὲ καὶ τὸ ἕτερον τῆς ἀμφιβολίας οὕτω λαβεῖν· ὁ παράνομος ἐν ἑαυτῷ λέγει τοῦ ἁμαρτάνειν· οἶδεν γὰρ ὅτι οὐκ ἔχει παρρησίαν ἐπὶ τῷ ἁμαρτάνειν. πᾶς ἁμαρτάνων ὅτε παρακολουθεῖ, κρύπτει τὸ κακόν· οὐδεὶς γοῦν φανεροῖ ἑαυτὸν ὅστις ἐστίν. κἂν πόρνος ᾖ[ν] καὶ θέλῃ συνσταθῆναί τισιν, οὐ θέλει ἵνα ὁ συνιστῶν αὐτὸν εἴπῃ αὐτὸ?[ν πόρ]νον. ἔτι οὖν πλέον κατακρίνονται, ὅτι ὃ πράττουσιν, κρύπτειν θέλουσιν. οὐδεὶς δὲ πράττων τὸ καλὸν θέλει ἀγνοεῖσθ[αικ]ἄ?ν ποτε τοῦτο ποιῇ ἀτυφίας ἕνεκα, ἀλλὰ σπουδάζει τοιαῦτα ἔργα ἔχειν φωτιζόμενα ἐπίπροσθεν [τῶν ἀνθρώπων], ἵνα δοξασθῇ ὁ [πατὴρ] ὁ ἐν τοῖς οὐρανοῖς· λαμψάτω γὰρ τὸ φῶς ὑμῶν ἔνπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν πατέρα τὸν ἐν τοῖς οὐρανοῖς.
PG 39:11662 οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ. οὐδεὶς πρὸ ὀφθαλμῶν ἔχων τὸν θεῖον φόβον ἁμαρτάνει· ὁ γὰρ θεῖος φόβος ἀναιρετικός ἐστιν τῆς ἁμαρτίας. καταφρο[νούντω]ν ἐστὶν τὸ ἁμαρτάνειν, ἔξω γενομένων τοῦ θείου φόβου. οὕτω γοῦν καὶ ἡ θεία τῶν παροιμιῶν γραφὴ εἰσάγει τὴν σοφίαν λέγουσαν· φόβος κυρίου μισεῖ ἀδικίαν, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν. εἰ ὁ φόβος τοῦ θεοῦ ταῦτα μισεῖ, οὐδεὶς ἔχων αὐτὸν ἀδικεῖ· φόβος γὰρ κυρίου μισεῖ ἀδικίαν. οὔκ ἐστιν ὑβριστής, οὔκ ἐστιν λοίδορος, οὔκ ἐστιν αὐθάδης. τὸ δὲ τῆς ὕβρεως ὄνομα ὁτὲ μὲν τὴν λοιδορίαν σημαίνει, ὁτὲ δὲ τὴν ὑψαυχενίαν καὶ ἀλαζονείαν. καὶ τὰς ὁδοὺς τῶν πονηρῶν μισεῖ ὁ τοῦ θεοῦ φόβος. ὁδοὶ δὲ τῶν πονηρῶν εἰσιν τὰ ἀσεβῆ φρονήματα, αἱ πράξεις αἱ παράνομοι. ἐπεὶ τοίνυν οὐκ ἔχει τὸν φόβον τοῦ θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν, διὰ τοῦτο ἐν ἑαυτῷ λέγει τοῦ ἁμαρτάνειν. τῷ δὲ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. 3 ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μ[ις]ῆ[ς]αι. ἐνώπιον ἑαυτοῦ ἐδόλωσεν.
PG 39:1169κρύπτει τὸ κακὸν διὰ δόλου εἰδὼς ὅτι, ἐὰν μὴ κρύφῃ τὴν παρανομίαν δόλῳ, [εὑρε]θεῖσα μῖσος ἐνεργάζεται τῷ εὑρηκότι καὶ ἐγνω κότι αὐτήν. ἵν’ οὖν μὴ μισηθῇ διὰ τὴν παρανομίαν, κρύπτει αὐτὴν δόλῳ?· ὁ γὰρ εὑρὼν αὐτὴν μισεῖ. οἶδας ὅτι καὶ ἐπισκιάζουσιν πολλάκις τοῖς κακοῖς ἔργοις πιθανότητας, ἵνα λανθάν[ω]σιν. οἷον οἱ ψευδοπροφῆται λύκοι ἅρπα γες κατὰ τὴν γνώμην ὄντες ἐπιφέρονται δορὰν προβάτου, ἵνα πρόβατα νομισθῶσιν. ἐξ οὗ δὲ θέλουσιν πρόβατα γνω σθῆναι, φανερόν, ὅτι μισοῦσιν τὸν λύκειον τρόπον· ἀλλὰ κρύπτουσιν αὐτόν· ἐὰν γὰρ εὑρεθῇ, μῖσος ἐνεργάζεται. οὐδεὶς δὲ οὕτως ἠλίθιός ἐστιν ὥστε λέγε?[ι]ν?· φιλῶ τὴν ἀνομίαν καὶ μισῶ τὴν εὐσέβειανἐχόμενος γὰρ αὐτῆς καὶ ἡδόμενος ἐνεργεῖν αὐτὴν οὐ θέλει αὐτὴν μισῆσαι· ἐὰν γὰρ φανερωθῇ, δείκνυται ὅτι καὶ κόλασιν ἐπιφέρει. 4 τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνο μία καὶ δόλος. τὰ ῥήματα ἃ προφέρει, ἄνομα καὶ δόλιά ἐστιν. εἰ δὲ ἠθικῶς ἁμαρτάνει ἀκολασταίνων, ὀργιζόμενος, ἀδικῶν, ἀνομί[αν] ἔ?χ?ει τὰ ῥήματα. εἰ δὲ ψευδοδοξεῖ, δόλον αὐτὰ ἔχει· δολιοῖ γάρ, ἵνα μὴ φανῇ τὸ ἀσεβὲς τῶν ῥημάτων αὐτοῦ καὶ καταπατηθ?[ῇ αὐτὰ] καὶ ἀποστραφῇ τις αὐτά. ἐπερ( )·
PG 39:1171οὐκ εἶπεν τὴν παρανομίαν; ἡ παρανομία καὶ ἀνομία ἐστίν, οὐ πάντως δὲ ἡ ἀνομία κ[α]ὶ [πα]ρανομία ἐστίν. εἰ παρὰ τὸν νόμον γίνεται, ἔξω τούτου γίνεται ὁ ἐνεργῶν αὐτήν, ἀνομία ἐστίν. εἰ δὲ λαβὼν τὸν νόμον παρανομεῖ, παρὰ τὸν νόμον πράττει, παρανομία ἐστίν. ἡ παρανομία οὖν καὶ ἀνομία ἐστίν, οὐ πάντως δὲ ἡ ἀνομία καὶ παρανομία ἐστιν. ἐκ τῆς ἕξεως κρίνεται ὁ παρὰ τὸν νόμον ποιῶν καὶ μαχόμενα τῷ νόμῳ πράττων, ὅσον ἧκεν εἰς τὰς πράξεις. ἐὰν μέντοι τὴν διάθεσιν τοῦ ἐνεργοῦντος ἴδωμεν, καὶ ὁ μὲν νόμον εἰλη - φὼς μὴ πράττῃ κατ’ αὐτόν, παρανομεῖ. ἐὰν δὲ πάλιν νόμου πεῖρανγραπτοῦ λέγω[ ], ἀνομεῖ μόνον. ὅσοι, φησίν, ἐν νό μῳ ἥμαρτον· οἱ ἐν νόμῳ ἁμαρτάνοντες παράνομοί εἰσιν. ἀνόμως ἁμαρτάνουσιν οἱ νόμον μὴ ἐσχηκότες. ὅμως τὸ πραττόμενον ἓν καὶ ταὐτόν ἐστιν. ἐκ τῆς προαιρέσεως καὶ διαθέσεως τοῦ ἐνεργοῦντος τὴν διαφορὰν λαμβάνω ὥστε ὁτὲ μὲν ἀνομίαν, ὁτὲ δὲ παρανομίαν καλεῖσθαι. 4 οὐκ ἠβουλήθη συνιέναι τοῦ ἀγαθῦναι.
PG 39:1174ἵνα μή τις νομίσῃ, ὅτι φύσις ἐστὶν ἡ διαστέλλουσα δοῦλον θεοῦ ἀπὸ παρανόμου καὶ τὸν σπουδαῖον ἀπὸ τοῦ φαύλου, τῇ προαιρέσει ἀνέθη κεν ἀμφότερα καὶ λέγει, ὅτι ἐπὶ τῆς ἑαυτοῦ βουλήσεως ἢ κακὸς ἢ σπουδαῖός ἐστιν· οὐκ ἐβουλήθη. ἄλλος δὲ βούλεται συν ιέναι τοῦ ἀγαθῦναι. ὁ σπουδαῖος βούλεται αὐτὸ τοῦτο ἀγαθὰ πράττειν. πάλιν ὁ μὴ ἐν τούτοις ὢν βουλήσει τῇ ἑαυτοῦ ἔξω τού των γέγονεν. τὸ αὐτεξούσιον οὖν κατασκευάζει ὁ λόγος καὶ τὸ αὐτόνομον καὶ ἐλεύθερον τῆς προαιρέσεως, ὅτι οὐδεὶς ἐκ κατασκευῆς παράνομός ἐστιν, οὐδεὶς ἀγαθὸς κατ’ οὐσίαν ἐστίν· πάντες γὰρ ὁμοούσιοί ἐσμεν οἱ ἄνθρωποι. [π]αρὰ δὲ τὴν ἡμετέραν αἵρεσιν ἢ φυγὴν ἢ φαῦλοι ἢ σπουδαῖοί ἐσμεν. 5 ἀνομίαν ἐλογίσατο ἐπὶ τῆς [κοί]της αὐτοῦ. τοῦτο λέγει ὅτι οὐ μόνον, ὅτε πρόεισιν καὶ ἐνεργεῖ, τὰ ἄνομα ἐργάζεται, ἀλλὰ καὶ ἐπὶ τῆς εὐνῆς ῥεριμμένος ἀνομίαν λογίζεται, δέον μιμήσασθαι ἐκεῖνον τὸν ἄνδρα τὸν μακαριζόμενον τὸν ἡμέρας καὶ νυκτὸς μελετῶντα τὸν νόμον τοῦ κυρίου· ἀλλ’ ἢ[η] ἐν τῷ νόμῳ κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡ μέρας καὶ νυκτός. ὁ ἡμέ- [ρα]ς?
PG 39:1176καὶ νυκτὸς μελετῶν τὸν νόμον κυρίου οὐ λογίζεται ἀνομίαν ἐπὶ τῆς κοίτης αὐτοῦ ἀλλὰ τὸν νόμον. εἴρηται ὑ?- [πὸ τοῦ ἱ]εροφάντου Μωσέως ἐκ προσώπου τοῦ θεοῦ· καὶ ἔσται πάντα τὰ ῥήματα ταῦτα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐν τῇ καρδίᾳ σου καὶ ἐν τῇ ψυχῇ σου. εἶτα· πορευόμενος ἐν ὁδῷ, κοιταζόμενος, διανι στάμενος. εἰ λαλεῖ τὰ τοῦ θεοῦ ῥήματα καὶ κοιταζόμενος, οὐ λογίζεται ἀνομίαν ἐπὶ τῆς κοίτης αὐτοῦ. δυνατὸν καὶ τὸ σῶμα κοίτην εἰπεῖν τῆς ψυχῆς. κἂν ἐν σώματι ᾖ[ν] ἡ ψυχή, ἀλλὰ μελετᾷ ἤδη ἐκτὸς αὐτοῦ γενέσθαι, ὑπωπιάζουσα τὸ σῶμα καὶ δουλαγωγοῦσα. οὕτω γοῦν περὶ [τ]ῶν οὕτως γνώμης ἐχόντων λέγεται· οὐκ ἐστὲ ἐν σαρκί. καίτοι εἶχαν σάρκα, ἀλλ’ οὐκ ἦσαν ἐν τῷ φρονήματι τῆς σαρκός. [καὶ ἔτι] τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν. [καὶ ἔτι]· οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται. ἐὰν περὶ ταύτης τῆς σαρκὸς λέγῃ, πάντες οἱ ἅγιοι ἐν αὐτῇ ὄντες ἤρεσαν θεῷ. ἀλλ’ ἐν τῷ φρονήματι τὸ φρονεῖν κατὰ σάρκα, τὸ ὅλος [ἐκ] σαρκ[ὸ]ς ἠρτῆσθαι, λοιπὸν σάρκινος γενέσθαι. τίς δέ ἐστιν ὁ σάρκινος γινόμενος ἢ ὁ πωλῶν ἑαυτὸν τῇ ἁμαρ[τί]ᾳ?; ἐγὼ δὲ σάρκινός εἰμι πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν.
PG 39:1179ἀνομίαν διελογίσατο ἐπὶ τῆς κοίτης αὐτ[οῦ]. κατὰ τὴ[ν ἀν]αγωγήν· ὥσπερ ἐν κοίτῃ τῷ σώματι ἀνομίαν ἐλογίσατο. ἔδει δὲ ἐπὶ τῆς κοίτης ταύτης μένοντα ἀποδύρεσθαι ἑαυτὸν καὶ οἰκτίζεσθαι, ὅτι ἐν τῷ λογίζεσθαί ἐστιν παρανομία, ὥστ’ ἀνειπεῖν· ἐν δάκρυσίν μου τὴν στρωμνήν μου βρέξω. μετανοοῦντος ἡ φωνή· ὁ δὲ μετανοῶν οὐ λογίζεται ἀνομίαν. καὶ περὶ ἄλλων εἴρηται ἐν τῷ Μιχαίᾳ τῷ προφήτῃ· [ἐγένετ]ο λογιζόμενος κακὰ ἐπὶ τῆς κοίτης αὐτοῦ καὶ ἅμα τῇ ἡ μέρᾳ συνετέλει αὐτά. διασκέπτονται ἐν ταῖς νυξὶν πολλάκις περὶ παρανομημάτων καὶ ἅμα τῇ ἡμέρᾳ συντελοῦσιν αὐτά. δέον δέ, εἰ καὶ γέγονέν ποτε ἐπὶ τῆς κοίτης παρανομία, κατανυγῆναι· τοῦτο γὰρ ὁ λόγος προστάττ[ει· ὀρ]γίζεσθε καὶ μὴ ἁμαρτά νετε· ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ τῆς κοίτης ὑμῶν κατανύγητε. ἐὰν γὰρ κατανυγῆτε, οὐκ εὑρίσκει τόπον ὁ διάβολος. 5 παρέστη ὁδῷ πάσῃ οὐκ ἀγαθῇ, κακίᾳ δὲ οὐ προσώχθισεν. πᾶσαν ἀγαθὴν ὁδὸν ἐξετράπη. ὁδοὶ δέ εἰσιν αἱ ἀρεταί. ἀμέλει γοῦν πρὸς τὸν Ἐλύμαν τὸν μάγον ὁ ἀπόστολος λέγει· οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς κυρίου τὰς εὐθεία[ς]; εὐθεῖαι καὶ ἀγαθαί εἰς[ιν].
PG 39:1181εὐθεῖαι δὲ λέγονται αἱ ἀρεταὶ τῷ μεσότητες εἶναι· ἐν εὐθείᾳ γὰρ οὐκ ἔνι παρέκκλισις. ὁδοὺς τὰς ἐκ [δεξι]ῶν οἶδεν ὁ θεός, διεστραμμέναι δὲ αἱ ἐξ ἀριστερῶν. εὖ δὲ καὶ τὸ φάναι οὐκ ἀγαθῇ· οὐ γὰρ εἶπεν πονηρᾷ. οὐ πάντω[ς τὸ οὐ]κ ἀγαθὸν κακόν ἐστιν. ἀδύνατόν ἐστιν παραστῆναί τινα πάσῃ ὁδῷ κακῇ τ[ῷ] ἐναντιότητας εἶναι καὶ περὶ κακίας. οὐ δύναται ὁ δειλὸς καὶ θρασὺς εἶναι οὐδὲ ὁ ἀσεβὴς δεισιδαίμων. οὐκ ἀγαθὰ οὖν εἰσιν ταῦτα. τῇ ἀποφάσει τὰ αὐτά εἰσιν, τῇ δὲ καταφάσει οὐ τὰ αὐτά. τῇ κακίᾳ οὐ προσώχθισεν. 6 κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν. περὶ τῶν τὴν γῆν οἰκούντων κατὰ τὸ φρόνημα λέγομεν, τῶν τὰ ἐπίγεια φρονούντων, οὓς αἰτιώμενος ὁ θεὸς λόγος ἐν τῷ προφήτῃ Ἰ[ερεμ]ίᾳ λέγει· ἐβαθύνατε εἰς τὴν γῆν κάθισιν, εἰ οἷόν τέ ἐστιν, καὶ κατωτέρω τῆς γῆς θέλετε εἶναι, οὐδὲν ἀνηγμέ νον διανοούμενοι, οὐκ ἔχοντες τὸ πολίτευμα ἐν οὐρανοῖς, οὐκ ἐκεῖ τὴν καρδίαν ἔχοντες πρὸς τοὺς λέγοντας· ἀναλάβωμεν καρδίαν ἡμῶν πρὸς ὑψηλὸν ἐν τῷ οὐρανῷ. λέγεται οὖν περί τινων πάλιν καὶ τοῦτο· αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς.
PG 39:1184καὶ Μωυσῆς δὲ ἐν ἐπινικί[ῳ] ᾠδῇ τῇ κατὰ Φαραὼθ καὶ τ[ῶν] μετ’ αὐτοῦ ἔλεγεν· ἐξέτεινας τὴν δεξιάν σου, καὶ κατέπιεν αὐτοὺς γῆ. καίτοι οὐ γῆ αὐτοὺς κατα πεπώκει κατὰ τὴν ἱστορίαν ἀλλὰ ὕδωρ. εἴρηται γοῦν· εὐθὺς ἔδυσαν ὡσεὶ μόλιβος ἐν ὕδατι σφοδρῷ. κἂν γοῦν ἐκτείνῃ ὁ θεὸς κατὰ τῶν φαύλων τὴν δεξιάν, καταπίνονται ἐκ τῆς γῆς, ὅλοι γήινοι γίνονται, παραδίδονται εἰς πάθη ἀτιμίας, ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν παραδίδονται, λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα. ἐν τῷ οὐρανῷ οὖν ἐστιν τὸ ἔλεος αὐτοῦ· ποιεῖς γὰρ ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσίν σε. ὥσπερ διά τινος κλίμα κος τοῦ ἐλέου εἰς τὸν οὐρανὸν ἀναβαίνει· ἡ φύσις γὰρ τοῦ ἐλέους τοῦ θεοῦ οὔκ ἐστιν τῶν κάτω ἀλλὰ ἄνω ἐστίν. κἄν ποτε οὖν γίνηται ἐν τῇ γῇ, τουτέστιν ἐν τοῖς ἀνθρώποις, ἡ ἀγαθότης τοῦ θεοῦεἴρηται γάρ· τοῦ ἐλέους κυρίου πλήρης ἡ γῆ, ἀνα βιβάζονται οἱ ἐλεώμενοι ὑπ’ αὐτοῦ τοῦ ἐλέου εἰς τὸν οὐρανόν. καὶ ἕως τῶν νεφελῶν, φησίν, ἡ ἀλήθειά σου. οὐ προςεκτέον τοῖς αἴρουσιν τὴν πρόνοιαν ἀπὸ τῆς γῆς καὶ λέγουσιν αὐτὴν περιορίζεσθαι μέχρι τῶν σελήνης ὅρων διὰ τοῦ εἰπεῖν· ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν.
PG 39:1186νεφέλαι εἰσὶν οἱ προφῆται διακονοῦντ[ες ἡ]μῖν πνευματικὸν ὑετόν, ἀφ’ οὗ πνευματικοῦ ὑετοῦ ἀρδεύεται ὁ τοῦ θεοῦ παράδεισος, ὁ σπόρος ὁ πεσὼν εἰ[ς καλὴν γῆ]ν, ὃν ἔβαλεν Ἰησοῦς ὥστε ἑκατονταπλασίονα γενέσθαι καὶ ἑκατὸν καὶ ἑξήκοντα καὶ τριάκοντα. ἕως οὖν τούτων τῶν νεφελῶν τῶν διακονουσῶν τὸν πνευματικὸν ὑετόν, περὶ ὧν εἴρηται· αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην, ἡ ἀλήθεια τοῦ θεοῦ ἐστιν. εἴ τίς ἐστιν νεφέλη δυνάμενος πνευματικὸν ὑετὸν καὶ δικαιοσύνην ῥεῖν, ἐκεῖνος ἔχει τὴ?ν θεοῦ ἀλήθειαν. 7 ἡ δικαιοσύνη σου ὡς ὄρη θεοῦ. πολυτρόπως τὰ ὄρη τοῦ θεοῦ ἑρμηνεύεται κατὰ τὴν γραφήν. ὅταν λέγῃ· φωτίζει[ς] σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων, ὄρη αἰώνια λέγει τοὺς ἁγίους τοὺς σκοποῦντας οὐκέτι τὰ βλεπόμενα πρός καιρα ὄντα, ἀλλὰ τὰ μὴ βλεπόμενα τυγχάνοντα αἰώνια. ἐγγίσα[τε ὄ]ρεσιν αἰωνίοις. τὰ ὄρη ταῦτα τὰ αἰς θητὰ οὔκ εἰσιν αἰώνια. εἰ δὲ παράγει ἡ γῆ καὶ ὁ οὐρανός, ἐκβρά[ς]ματ[α] καὶ μέρη τῆς γῆς, τὰ ὄρη, σὺν αὐτῇ ἀπέρ χονται, παράγουσιν σὺν αὐτῇ, ὥστε οὔκ εἰσιν ἐκεῖνα αἰώνια.
PG 39:1189ὅσοι δὲ σκοποῦσιν τὰ αἰώνι?α?, τὰ μὴ βλεπόμενα, τὰ ὑπέρτερα, τὰ ἀνωτάτω, ἐκεῖνοι ὄρη εἰσὶν δίαρμα πολιτείας ἔχοντες, ὕψος ἔχοντες φρονήματος εὐσεβοῦς. [ἐνγίσατε οὖν ὄρεσιν αἰωνίοις, τῇ διαθέσει ἐνγίσατε, τὸ αὐτὸ ὑψηλὸν φρόνημα ἐκείνοις ἀναλάβετε.] [ἡ δικαιοσύνη οὖν ἡ σὴ ὡς τὰ ὄρη εἰσὶν τοῦ θεοῦ. ἡ δικαιοσύνη ἡ ἐν ἀνθρώποις ὅταν αὐξήσῃ τοὺς ἔχοντας αὐτήν, ὁμοιοῖ αὐτοὺς τοῖς ὄρεσιν τοῦ θεοῦ.] δύναται δὲ ὄρη θεο[ῦ] εἰπεῖν κατὰ ἄλλην διάνοιαν τὰ ὑπέρτερα πάντα, εἰς ἃ ἀπέμεινεν τὰ ἐνενήκοντα ἐννέα πρόβατα, ὅτε ἦλθεν ὁ Ἰησοῦς σῶσαι τὸ ἀ?π?οσφαλὲν ἀπὸ τῶν ὀρῶν, τὸ καταπεσὸν ἐκεῖθεν καὶ ἐν πλάνῃ καὶ διώξει καὶ θανάτῳ γεγενημέν[ον]. [ἐνγίσατε οὖν ὄρεσιν αἰωνίοις, τῇ διαθέσει ἐνγίσατε, τὸ αὐτὸ ὑψηλὸν φρόνημα ἐκείνοις ἀναλάβετε.] [ἡ δικαιοσύνη οὖν ἡ σὴ ὡς τὰ ὄρη ἐ[στ]ὶν τοῦ θεοῦ. ἡ δικαιοσύνη ἡ ἐν ἀνθρώποις ὅταν αὐξήσῃ τοὺς ἔχοντας αὐτήν, ὁμοιοῖ αὐτοὺς τοῖς ὄρεσιν τοῦ θεοῦ.] [δυν]ατὸν δικαιοσύνην τοῦ ἐπιδημήσαντος σωτῆρος κατ’ ἄλλον λόγον εἰπεῖν οὓς ἔσωσεν. τὸν μὴ γνόντα γὰρ ἁμ[αρτί]αν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵν’ ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ.
PG 39:1191οἱ γενάμενοι δικαιοσύνη θεοῦ ἐ?[ν] τῷ γεναμένῳ ὑπὲρ ἡμῶν ἁμαρτία ὡς τὰ ὄρη εἰσὶν τοῦ θεοῦ, ὡς οἱ ἄγγελοι, ὡς οἱ ἀρχάγγελοι· ἡνώ θησαν γὰρ τῇ ἄνω κτίσει. κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν. ἑτέρως ὁ θεὸς ἐλεᾷ καὶ ἑτέρως ἄνθρωποι. τὸ ἔλεος γ?ο?ῦν τὸ ὑπ’ ἀνθρώπων γινόμενον καὶ ἡ εἰς τὸν πλησίον εὐεργεσία ἀνθρωπίνη ἐστίν· ἴσασιν γὰρ ἀνθρωπίνως βοηθεῖν καὶ τρέφειν καὶ τὰ ἄλλα ποιεῖν, καί ἐστίν γε ὁ ἔλεος οὗτος πλησιάζων τῇ γῇ, τουτέστιν τοῖς ἀνθρω πίνοις. ἐλεῶν δὲ θεὸς μετεωρίζει τοὺς μετεωριζομένους ὥστε εἰς οὐρανὸν ἀναφέρειν. ἐν τῷ οὐρανῷ γοῦν τὸ ἔλεός σου. δύναται δὲ καὶ τοῦτο ὅτι· ἐλεῶν οὐκ ἀνθρωπίνως ἐλεᾷς· εἰ γὰρ καὶ δίδως τροφὴν πάσῃ σαρκί, εἰ καὶ ὑγίειαν τοῖς νοσοῦσιν παρέχεις, ἄλλ’ ἐστιν αὕτη ἡ δικαιοσύνη [οὐ τοῦ] οὐρανοῦ ἁπτομένη. καὶ ἵνα σαφέστερον φράσω· τὰ ἁπτόμενα δωρεᾷ θεοῦ οὐ μόνον δικαίων, ἀλλὰ καὶ φαύλων, καὶ λογικῶν καὶ ἀλόγων, οὔκ ἐστιν οὐράνια. ἐκεῖνα δὲ μόνα τοῦ οὐρανοῦ εἰσιν καὶ εἰς τὸν οὐρανὸν ξεναγοῦσιν, ἅ ἐστιν ἀγαθὰ ἀληθῶς [ουρ] ανιοσπουδη. καὶ ἐν ἑτέρῳ ψαλμῷ ἔχεις· τοῦ ἐλέους κυρίου πλήρης ἡ γῆ.
PG 39:1194ἐλεᾷ τὴν γῆν ἐκεῖνον καταπέμπων τὸν ἔλεον, ὃ[ς] ἁρ?[μ]όζει τοῖς ἐπὶ γῆς. ὃν δὲ ποιεῖ εἰς χιλιάδας τοῖς ἀγαπῶσιν τὸν ἔλεον, οὐράνιός ἐστιν καὶ εἰς οὐρανὸν ἀναβιβάζει. δυνατὸν δὲ οὐρανὸν ἐνταῦθα εἰπεῖν τὴν λογικὴν οὐσίαν, τὴν νοερὰν ὕπαρξιν· οὕτω γὰρ ἐξειλήφασίν τινες καὶ τό· ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, τῆς γῆς σημαινούσης τὴν [ς]ω?ματικωτέραν ὕπαρξιν καὶ οὐσίαν, τοῦ δὲ οὐρανοῦ τὴν λογικήν. λέγεται γοῦν καὶ ἐν ἄλλοις· ὁ οὐρανὸς τοῦ οὐρανοῦ [τῷ] κυρίῳ. καὶ δύναται οὐρανὸς εἶναι [οὐχ] οὗτος ὁ φαινόμενος [οὐκ] ὁ ἐν ὄψει ἡμῶν μόνος ἀλλὰ πᾶς. ὁ ἑπτὰ δὲ σχιζόμενος οὐρανὸς [τ]οῦ[ν] οὐρανοῦ ἡ θεικὴ κατάστασις· λέγεται γὰρ ἐν οὐρανῷ ὁ θεὸς εἶναι οὐχ ὅτι ἐν τόπῳ ἐστίν. λέγεται γοῦν ἐν εὐαγγελίῳ· οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου. κατέβη δὲ μόνος Ἰησοῦς ἐκ τοῦ ἀληθῶς οὐρανοῦ, τουτέστιν τῆς καταστάσεως τῆς ἁρμοζούσης θεῷ, τῆς ὡσανεὶ περι[ωπ]ῆς τοῦ θεοῦ. ἀμέλει γοῦν ὁ διάβολος ἐν οὐρανῷ τυγχάν[ων ἦν]· ἐκεῖθεν γὰρ ἐξέπεσεν μετὰ τῶν βλασφημησάντων καὶ ἐπαρθ[έντων]. λέγεται γοῦν πρὸς αὐτόν· σὺ εἶπας·
PG 39:1196εἰς τὸν [οὐ]ρ[α]νὸν ἀναβήσομαι. ἐν τῷ οὐρανῷ ὤν, πῶς ἐν τῷ οὐρανῷ ἀναβαίνει; ἐν τῷ οὐρα νῷ ἦν, ἐν ᾧ καὶ ἄλλαι θεῖαι καὶ μακάριαι οὐσίαι εἰσίν. φαντασίαν δὲ καὶ ἐπιθυμίαν ἔλαβεν τοῦ θεὸς εἶναι. δοκῶν ὅμοιος τῷ ὑψίστῳ γενήσεσθαι τὴν πρὸς τὸν ὕψιστον ὁμοίωσιν οὐρανὸν ὠνόμασεν. μόνος οὖν ὁ θεὸς ἐν αὐτῷ τῷ λεγομένῳ οὐρανῷ ἐστιν, οὐχ ὅτι τόπος ἐστὶν ἢ σῶμά τι ἢ ποίημα, ἀλλὰ κατάστασις, ὡσανεὶ κατάστασις θεοῦ, περιωπὴ θεοῦ. ὁ ἐπιθυμίαν οὖν λαβὼν τοῦ ἔσεσθαι θεὸς ματαίαν ἔδοξεν, ὅτι οἷός τέ ἐστιν ἀναβῆναι ἐπάνω τῶν νεφελῶν καὶ θεῖναι τὸν θρόνον αὐτοῦ ἐπάνω τῶν ἄστρων καὶ γενήσεσθαι ὡς ὁ ὕψιστος. διὰ τοῦ ὅλως εἰπεῖν· ἔσομαι ὅμοιος τῷ ὑψίστῳ, ἔδει αὐτὸν ἔννοιαν λαβεῖν ὅτι ἡ τοῦ ὑψίστου ὁμοίωσις οὐκ ἐπὶ μέλλοντί ἐστιν. ἄπειρ[ο]ν δὲ φέρει τὴν αὐτὴν ὕ[παρξι]ν, ἐξ ἀπείρου καὶ ἐπ’ ἄπειρον ὁ αὐτός ἐστιν, ἄναρχος καὶ ἀτελεύτητός ἐστιν. ὁ δὲ λέγων ἔσομαι ἔδειξεν ὅτι τέως οὐκ ἔ?ς?τ?ιν. ὁ δὲ μὴ ὢν τὸ οὕτω θεὸς οὐδὲ γενήσεταί ποτε. μέχρις οὖν ἐπιθυμίας ἔστη αὐτῷ τὸ πρᾶγ[μ]α?, καὶ ἐξέπεσεν καὶ τοῦ παρόντος· ἦν γὰρ ἄλλως ἐν οὐρανῷ, καὶ εἰπών·
PG 39:1199εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐξέπεσεν ἐκ τοῦ εἶχεν οὐρανοῦ· πῶς γὰρ ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωὶ ἀνατέλλων; διὰ τοῦ εἰπεῖν· πῶς ἐξέπεσεν; ἔδειξεν ἐν οὐρανῷ εἶναι αὐτόν, τῷ δὲ λέγειν· εἰς τὸν οὐρανὸν ἀναβήσομαι καὶ ἔσομαι, ἔδειξεν ὅτι ἐν οὐρανῷ ἄλλῳ ἐπόθησεν γενέσθαι. καταλλήλως τῷ οὐρανῷ καὶ τὰς νεφέλας ἐκλαβεῖν προσήκει. ἐλέγομεν χθές, ὅτι θείας φύσεις σημαίνει πολλάκις [τ]ὸ τῶν νεφελῶν ὄνομα· ὅταν γὰρ λέγῃ θεὸς περὶ τοῦ Ἰσρα?ὴλ ὡς ὄντος ἀμπελῶνος, καὶ ὅτι ἀντὶ σταφυλῆς ἤγαγεν ἀκάνθαςἀντὶ τοῦ καταλλήλου καρποῦ ἤνεγκεν ἐπιθυμίας [αἰς]χράς· ταύτας δὲ ἀκάνθας εἶπεν ὁ σωτήρ, λέγει ὅτι· ἐντελοῦμαι ταῖς νεφέλαις τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. ὁ ὑετὸς δὲ οὗτος οὐκ αἰσθητός ἐστιν, ὅθεν οὐδὲ αἱ ῥέουσαι εἰς αὐτὸν νεφέλαι. εἴρηται γοῦν· αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην. δικαιοσύνη δὲ ῥεῖ καὶ κατέρχεται οὐκ ἀπὸ αἰσθητῶν νεφῶν. καὶ παράδοξον ἐρῶ· ἔστιν τις ἀλήθεια, ἥτις οὐ προηγουμένως οἰ[κεῖ παρ]ὰ θεῷ. λέγει Παῦλος· ἔστιν ἀλήθεια τοῦ Ἰησοῦ ἐν ἐμοί, ὡς οὔσης ἄλλης ἀληθείας, ἥτις οὐ κυρίως τοῦ Ἰησοῦ λέγεται· πάντα? [μὲν] γ?ὰρ αὐτοῦ ἐστιν, πάν των δημιουργός ἐστιν.
PG 39:1201τὰ δὲ δημιουργήματα αὐτοῦ ἐπιστητὰ ὄντα ἔχουσιν ἐπιστήμην ἐνκ?ε?ι?[μ]ένην καὶ ἀλήθειαν, ἥν τις δύναται λαμβάνειν ἀπὸ τῶν ἐπιστητῶν. ἔστιν οὖν ἀλήθεια, φέρε, ἐν γραμματικῇ καὶ ἐν γεωμετρίᾳ καὶ ἐν ταῖς ἄλλαις ἐπιστήμαις. οὐκ ἐκείνην τὴν ἀλήθειαν τέως τοῦ Ἰησοῦ λέγει, οὐχ ὅτι οὔκ ἐστιν καὶ αὐτὴ αὐτοῦ· τὰ γὰρ ἐπιστητά, ἐν οἷς ἡ ἐπιστήμη καὶ ἡ ἀλήθεια, αὐτοῦ δημιουργήματά ἐστιν. καὶ λέγω· κατασκευαζέτω μηχανικός τις ὡρολόγιον. ἔστιν πάντως ἐν τῷ κατασκευασθέντι ἐπιστήμη καθ’ ἣν γέγονεν· σχὼν γὰρ ἐπιστήμην μηχανικὴν κατεσκεύασεν αὐτό. καὶ ἔστιν ἀλήθεια ἐν τῇ κατασκευῇ, ὅταν οὕτως ἔχῃ τὰς ἀναλογίας, καθ’ ἃς γίνεται ἄμεμπτον ὡρολόγιον. ἐάν τις τοίνυν ἐκείνην λάβῃ τὴν ἐπιστήμην ἀπὸ τοῦ φαινομένου ὡρολογίου ἐκείνου, τοῦ κατασκευάσαντος τὴν ἐπιστήμην ἔσχεν. καὶ ἔστιν γε μέσον τὸ ὡρολόγιον τῶν δύο τούτων ἕξεων τοῦ τε πεποιηκότος καὶ τοῦ ἐξ αὐτοῦ γεναμένου ἐγνωκότος αὐτόν. δῶμεν διὰ παραδείγματος· οἱ ἐπιστήμονες ὄντες, ἃ γιγνώσκουσιν, οὐχ ᾗ τοιοῦτοί εἰσιν, ἀλλ’ ᾗ σπεύδουσιν εἶναι τοιοῦτοι, καὶ ὡς ταὐτὰ γιγνώσκουσιν, ὅταν εἰς αὐτὸ τὸ τέρμα καὶ τέλος τῆς ἐπιστήμης ἀναβῶσιν.
PG 39:1204ἐκείνη οὖν ἡ ἐπὶ πᾶσιν προκοπὴ γνῶσις καὶ ἀλήθεια τοῦ ἐπιστήμονος ῥηθείη, οὐχ ὅτι οὔκ ἐστιν [θεοῦ] καὶ εἰσαγωγική· αὐτῆς γὰρ ἕνεκα αὕτη παραλαμ βάνεται. ἡ πρωτότυπος καὶ πᾶσα ἰδέα τῆς ἀληθείας ὁ σωτήρ ἐστ?ι?ν. μετέχειν δὲ τῆς ἀληθείας ταύτης δυνατόν. ὁ μετασχὼν ἕξιν ἔλαβεν καλουμένην ἀλήθειαν, περὶ ἧς ὁ ἅγιος εἶπεν· ἔστιν [ἀ]λήθεια ἐν ἐμοί, καί· οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου τὴν ἀλή θειάν σου. αὕτη ἡ ἀλήθεια γέγονεν διὰ [τοῦ] τῆς ἀληθείας [διὰ] τοῦ πρωτοτύπου σφραγιστῆρος γενέσθαι τὴν ἐν κηρῷ ἢ [ἄλ]λῳ τινὶ σφραγῖδα γενομένην. ἀμέλει γοῦν καὶ περὶ ἄλλης ποιότητος τῆς, ἵν’ οὕτως εἴπω, ἀνθρωπικωτέρας διαφ?[ορά τ]ις ἔτι εὑρίσκεται. ἡ ποιότης αὐτὴ καθ’ ἑαυτὴν οὐ δέχεται τὸ μᾶλλον [καὶ] τὸ ἧττον. ἡ δὲ ἐν τῷ ποιῷ δέχεται. οὐ ταὐτὸν δὲ τὸ ἐ?πιδε χόμενον καὶ τὸ μὴ ἐπιδεχόμενον. ἄλλη πως καὶ οὐκ ἄλλη ἐστίν. εἰ δὲ ἐν ἕξει καὶ διαθέσει γέγονεν, δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. αὐτὴ δὲ δύναται καθ’ ἑαυτὴν θεωρεῖσθαι· οὐδὲ γὰρ ὁ ἀκριβῶς θέλων ἰδεῖν ποιότη?τα ἐκ τοῦ ποιοῦ λαμβάνει αὐτὴν ταύτην, ἀλλ’ ἐξ αὐτῆς τὸ ποιὸν γιγνώσκει οὕτω πεποιωμένον. 7 τὰ κρίματά σου ἄβ[υσσος π]ολλή.
PG 39:1206ἐν τοῖς ἀνθρώποις πολλὴ εὑρίσκεται ἡ διαφορὰ καὶ τῶν ἔξω?θεν προσπιπτόντων καὶ τῶν ἀπὸ διαθέσεως τῆς αὐτῶν. ἔστιν εὑρεῖν ἐκ τῶν ἔξωθεν διαφοράν. οἱ μέν εἰσιν πλούσιοι, οἱ δ?ὲ πένητες, ἕτεροι ἄρχοντες, ἄλλοι ὑπήκοοι, ὑγιαίνοντες, νοσώδεις. λοιπὸν καὶ περὶ τὰ ἐπι τηδεύματα ταὐτά· ὡσανεὶ ψυχικ[ῶ]ς εἰσιν ὀξεῖς καὶ βραδεῖς τὴν φύσιν, καὶ ἕτεροι ἐπιτρεπῶς ἔχοντες πρὸς ἀρετὴν καὶ ἄλλοι πρὸς κακίαν. καὶ τούτων πολλή ἐστιν διαφορά· οὐδεὶς γὰρ ἀνθρώπων ἐν τελείᾳ ἀρετῇ ἐστιν, κἄν τις ἐπὶ ταύτην σπεύδῃ, κἂν προκόπτῃ κατ’ αὐτήν. ἔνθα δὲ τὸ [μ]ᾶλλον καὶ τὸ ἧττον, ἀπειρία πολλή. ὡςαύτως καὶ ἡ κακία. καὶ καλὸν εἰπεῖν, ἡ ἀρετὴ δεχο μένη τὸ μᾶλλον καὶ τὸ ἧττον ἐλεύσεταί ποτε εἰς τὸ τέλος, ὅτε οὔκ ἐστιν σπουδαῖος σπουδαίου μᾶλλον, σοφὸς σοφοῦ μᾶλλον. ἡ δὲ κακία ἀεὶ ἐν ἀπειρίᾳ ἐστίν. οὐκ ἔχει τέλος ὅλως· πῶς γὰρ οἷόν [τε] ἓ?ν? τέλος εἶναι τῆς κακίας αὐτῆς ἀσυμφώνου καὶ διαφόρου οὔσης; ἐν ὑπερβολῇ καὶ ἐνλείψει ἀπειρία ἐστίν, ἐν δὲ μ[εσό]τητι λαμβάνεταί τι τέλος ὡρισμένον. ἐπεὶ τοί νυν οὐκ ἔχομεν εἰπεῖν ἡμεῖς οἱ ἄνθρωποι, κἂν μὴ γὰρ δοκοῦσιν ἔχειν γνῶσιν, ἱνατί ὅσδε πένης ἐστὶν καὶ ἄλλος πλουτεῖ·
PG 39:1209οἷον γὰρ ἐὰν εἴπῃς· ἔχει ἀκαταλημψίαν τινά. πολλάκις λέγομεν, ὅτι ὁ θεὸς θεωρῶν ὅτι ὅσδε πλούτου τυχὼν ἢ ἀξιώματος ὑπεραίρεται καὶ καταπατεῖ πάντας, οὐ δίδωσιν αὐτοῖς, καὶ εὑρίσκομεν τοιούτους πατοῦντας ἐξανισταμένους κατὰ πάντα ἔχοντας πλοῦτον. ὁμοίως καὶ ἐπὶ ὑγιείας καὶ ἐπὶ τῶν τῆς ψυχῆς κινημάτων τὴν τούτων δια φορ[ὰ]ν λέγομεν [ὅτι] κρίσει θεοῦ γίνεται. καὶ ὅτι κρίσει θεοῦ γίνεται, ἀπὸ τοῦ εὐαγγελίου λάβωμεν τὴν λέξιν καὶ σαφη νίσωμεν, εἰ οἷόν τέ ἐστιν χειραγωγηθέντα ἐπὶ τὴν ἱστορίαν ταύτην· ἐν τῷ εὐαγγελίῳ ὁ σωτήρ φησιν· οὐαί σοι, Χοραζίν· οὐαί σοι, Βησσαιδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ κ[αθήμ]ενοι μετενόησαν. εἰ αἱ δυνάμεις αἱ τεράστιοι Σιδωνίοις καὶ Τυρίοις γενόμεναι ἦσαν, ἐξεκαλοῦν το εἰς μετάν[οια]ν?. [τ]ούτων δὲ πειραθεῖσαι αἱ εἰρημέναι πόλεις ἡ Βησσαιδὰ καὶ ἡ Χοραζίνδιὰ τί ἐκεῖ γέγοναν αἱ τεράς τιοι δυνάμεις, ἔνθα οὐ μετενόησαν; ῥῆμά ἐστιν ἀβύσσῳ ἐοικός. ἀνεξερεύνητα εἶπεν ὁ ἀπόστολος τὰ κρίματα τοῦ θεοῦ. οὐδεὶς ἐξερευν[ᾷ αὐ]τά, οὐδεὶς τὸ βάθος αὐτῶν καταλαβεῖν δύναται.
PG 39:1211μόλις δὲ ἐπιστάνοντες τοῖς πραττομένοις καὶ ὡσανεὶ κρινομένοις λαμβάνομεν φαντασίαν ὅτι θεός ἐστιν ὁ κρίνων καὶ διατάττων ἕκαστα. τὸ καθ’ ἓν δὲ οὐ δυνάμεθα εἰπεῖν, διὰ τί ὅσδε, φέρε, ἰσχυρός ἐστιν, ἄλλος δὲ ἀσθενής. οὐκ ἔχομεν τὰ καθέκαστα εἰπεῖν. καὶ ὡς εἶπόν ποτε, ὅτι ἔστιν κυκλικὴ θεραπεία, καὶ ἐάν τις ἕκαστον βοήθημα καθ’ ἑαυτὸ λάβῃ, δοκεῖ καταλαμβάνειν αὐτὸ σφαλλόμενος ἐνίοτε καὶ αἰτιᾶται τὸν ἰατρόν. τότε δὲ αὐτὸ καλῶς ἐνόει, εἰ ἐγίγνωσκεν, διὰ τί τάδε πρὸ αὐτοῦ γέγονεν καὶ τάδε μετ’ αὐτὸ ἔσται, καὶ ἕως ποτέ ἐστιν ἵν’ ὑγίεια ὑπαρχθῇ. ἀνίατρος δὲ οὐ δύναται τοῦτο καταλαβεῖν. φα[ν] τασίαν οὖν λαμβάνομεν περὶ αὐτῶν ὅπως ποτὲ καὶ γιγνώσκομεν ὅτι θεοῦ κρίσει γίνεται τὰ κρίματα ταῦτα. τὰ κρί ματά σου οὖν οὐχ ἁπλῶς ἄβυσσος, ἀλλὰ πολλή. καὶ ἡ ἁπλῶς ἄβυσσος πάνυ βάθος ἔχει καὶ ἀπεριόριστον ἔχει τὸν βυσσόν, πολλῷ δὲ πλέον ἡ πολλή. τὴν δὲ ἐπίτασιν σημαίνει διὰ τοῦ πολλή, ὡς καὶ τὸ ἀνεξερεύνητον τῶν κριμάτων. ἐν ἄλλοις ψαλμοῖς περὶ τούτου ἐλέχθ[η]· θεολογῶν ὁ ὑμνῳδὸς ἔλεγεν· ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ. καὶ ἐν ἄλλῳ· ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ.
PG 39:1214τὴν ἀσάφειαν καὶ τὴν ἀκαταλημψίαν λέγει. κρυπτὸν ὂν τὸ σκό - [το]ς τοῦτο τὸ τῆς ἀσαφείας, τὸ τῆς ἀκαταλημψίας, καὶ ἱμάτιόν ἐστιν ἀβύσσῳ ἐοικός. 7 ἀνθρώπους καὶ κτήνη [ς]ώσεις, κύριε. σῴζει ἀνθρώπους καὶ κτήνη. καὶ ἐὰν κατὰ τὸ πρόχειρον τὰ κτήνη λάβωμεν, καὶ τοὺς ἐν αἰσθήσει ἀνθρώπους λαμβάνομεν. διοικεῖ δὲ πάντα καὶ τὰ λογικὰ καὶ τὰ ἄλογα ζῷα, τὰ μὲν λογικὰ κατ’ αὐτά, τὰ δὲ ἄλογα ὡς διὰ τὰ λογικὰ γενόμενα· τὰς χρείας γὰρ ἀποπληροῖ τὰ ἄλογα τῶν λογικῶν. τὰ μ?ὲν ἀχθοφορεῖ αὐτοῖς, τὰ δὲ ἄροτρον ἕλκει, τὰ δὲ ἄλλως ὑπηρ?[εσία]ν παρέχει. εἶτ’, ἐπεὶ καὶ ταῦτα δύναται ὑποπεσεῖν βλάβῃ καὶ θανάτῳ, σῴζει καὶ ταῦτα. σώζει καὶ τὸν ἄνθρωπον. ἀνθρώπους οὖν κ[αὶ κτ]ήνη σώσεις, κύριε. τὸ αὐτὸ πάλιν τῶν κριμάτων ἀνεξερεύνητον καὶ ἐν τούτοις εὑρίσκεται, ὅτι πάντας μὲν ἀνθρώπους σῴζει, διαφόρως δέ, τοὺς μὲν μετὰ πολλὴν κάκωσιν, τοὺς δὲ μετὰ ἀναπαύσεώς τινος καὶ ἡδονῆς. ἐὰν δὲ τὴν ἀληθῶς σωτηρίαν λέγῃ σῴζεσθαι ἀνθρώπους καὶ εὔχηται περὶ ἧ[ς] ε?ἴ?ρηται, ὅτι ἐγένετο ὁ σωτὴρ [πᾶσιν] τοῖς ὑπακούουσιν αἴτιος σωτηρίας αἰωνίου, πρὸς ὃ σημαινόμενον ἀφορῶν ὁ ἅγιος ἔλεγεν·
PG 39:1216ὁ θεὸς ἡμῶν, θεὸς τοῦ σῴζειν, ἀλληγορητέον ἐνταῦθα τὰ κτήνη· τῶν γὰρ προσεληλυθότων τῇ θε[ο]σεβείᾳ καὶ αὐτῇ τῇ τοῦ εὐαγγελίου διδασκαλίᾳ οἱ μὲν μαθηταί, οἱ δὲ πρόβατα λέγονται· τὰ πρόβατα τὰ ἐμὰ τῆς ἐμῆς φωνῆς ἀκούουσιν. φω νῆς μόνης ἀκούουσιν. ἐστὶν δὲ ἡ φωνὴ ἡ πρόχειρος ἀπόδοσις τῶν γραφῶν ἡ φθάνουσα καὶ κρούουσα τὴν ψυχὴν καὶ τὴν ἀκοὴν αὐτῆς, οὐ μὴν τ?[ὸν νο]ῦ?ν. τῆς φωνῆς οὖν τοῦ Ἰησοῦ τὰ πρόβατα αὐτοῦ ἀκούουσιν ὡς ἀρίστου καὶ ἀληθοῦς ποιμένος. ὅταν δὲ λέγ[ῃ τι]σίν. ὑμεῖς φωνεῖτέ με· ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ, εἰμὶ ἀληθῶς διδάσκαλος. καί εἰμι κύριος ὑμῶν· δουλεύετε γάρ μοι τηροῦντές μου τοὺς νόμους, οὗτοι οὔκ εἰσιν πρόβατα, ἀλλὰ μαθηταί, μαθηταὶ σοφίας, μαθηταὶ τῆς ἀληθείας. τὰ δὲ πρόβατα ποιμένος εἰσὶν πρόβατα. ἄλλη δέ ἐστιν ἐπίνοια συν καταβατικὴ τοῦ σωτῆρος τὸ εἶναι αὐτὸν ποιμένα. ἐπεὶ δὲ πάντας σῶσαι καὶ βελτιῶσαι βούλεται, τότε δὲ ἡ σωτηρία καὶ ἡ βελτίωσις ἀνύεται, ὅταν πρὸς τὴν ἕξιν τοῦ δυναμένου ὠφεληθῆναι πρὸς ἃ δύναται, τοὺς μὲν μέ?[χ]ρι τῆς φωνῆς αὐτοῦ ἀκροατὰς καλεῖ, τοὺς δὲ τοῦ λόγου αὐτοῦ, τῆς διδασκαλίας αὐτοῦ.
PG 39:1219τοὺς οὕτως οὖν καλουμένους ἀνθρώπους καὶ κτ[ήν]η σῴζει. καὶ τὰ πρόβατα δὲ σῴζει, ἵνα μηκέτι πρόβατα ὦσιν, ἀλλ’ ἐκ προβάτων ἄνθρωποι γένωνται. τοῦτο γοῦν αἰνίττεται ὁ εἰκοστὸς δεύτερος ψαλμός· κύριος, φησίν, ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. εἰς τόπον χλοῆς, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεω[ς] ἐξέθρεψέν με. ὡς πρόβατον λαλεῖ· τὰ ὑπάρξαντα παρὰ ποιμένος ἀπαγγέλλει εὐχαριστητικῶς. εἶτα λέγει· τὴν ψυχή[ν μο]υ ἐπέστρεψεν. ὡδήγησέν με. καὶ μεθ’ ὁλίγον ἐπιφέρει· ἑτοίμασας ἐνώπιόν μου τράπεζαν. οὐκέτι τόπος χλο[ῆς ἐ]στιν, οὐκέτι νομή, οὐκέτι βόσκεται, ἀλλὰ τράπεζα, ἐν ᾗ ἐπίκειται ὁ ἄρτος τῆς ζωῆς, ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ἡ σὰρξ Ἰησοῦ, ἡ ἀληθινὴ τροφή. μετὰ δὲ τὴν προκοπὴν τῆς τραπέζης μεταλαμβάνει καὶ ποτηρίου, οὗ προπίνει ἡ σοφία ἡ κεράσασα τὸν ἑαυτῆς οἶνον. σὸν ποτήριόν ἐστιν, εἰ σύ μοι προπίνεις, ἐμὸν δὲ ποτήριον, εἰ μεμέτρηκάς μοι, ὃ δύναμαι πιεῖν. 8 ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ θεός. ἐλέῳ θεοῦ καὶ οἱ ἄνθρωποι σῴζονται. τότε δὲ πληθύνεται τὸ ἔλεος τοῦ θεοῦ καὶ ἡ δαψίλεια αὐτοῦ φαίνεται, ὅταν καὶ κτήνη σῴζῃ.
PG 39:1221ὡς εἰ καὶ περὶ διδασκάλ[ι]ου τελείου λέγῃς, ὅτι ἡ ἀγαθότης αὐτοῦ γνωρίζεται, ὅταν σοφοὺς καὶ τελείους ἀκροατὰς παιδεύῃ· τότε δὲ πληθύνεται αὐτοῦ ἡ ἀγαθότης, ὅταν καὶ τοῖς ἀνοήτοις συνκ[α]ταβαίνῃ, πειρᾶται εἰσάγειν αὐτοὺς εἰς μείζονα κατάστασιν. αὐτίκα γοῦν ὁ διδάσκαλος τοῦ χριστιανισμοῦ σοφοῖς καὶ ἀνοήτοις, Ἕλλησιν καὶ βαρβάροις ὀφειλέτης ἐστίν. οὐ μόνον σοφοῖς ὀφειλέτης ἐστίν, ἀλλὰ καὶ ἀνοήτοις. καὶ τοῖς μὲν σοφοῖς λαλεῖ ἐν τοῖς τελείοις σοφίαν, τοῖς δὲ ἀνοήτοις οὐ τὴν σοφί αν λαλεῖ, ἀλλ’ ἐκεῖνα προτείνει τὰ μαθήματα τὰ ἀφιστῶντα αὐτοὺς ἀνοησίας, ἵνα μηκέτι ἀνόητοι ὄντες δέχωται λοιπὸν τὴν σοφίαν. πάλιν Ἕλλησιν, τοῖς Ἕλληνα νοῦν ἔχουσιν ἠκριβωμένον καὶ δυνάμενον παρακολουθεῖν ὡς Ἕλλησιν λαλεῖ. τοῖς δὲ βαρβάροις οὖσιν κατὰ τὴν ψυχὴν ἐκεῖνα λέγει τὰ ἀφιστῶντα τοῦ βαρβάρου ἔθνους, τῆς γνώμης τῆς τοιαύ τ[η]ς τῆς ἀγριωτέρας. 8 οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσιν. οἱ τῶν ἀνθρώπων τούτων υ[ἱοί].
PG 39:1224ἐὰν μὲν οὖν καὶ κατὰ τὴν προτέραν ἐξήγησιν λέγωνται ἄνθρωποι τὰ θνητὰ λογικὰ ζῷα καὶ [κτήνη] τὰ [αὐ]τοῖς ὑπηρετοῦν[τα], τούτων τῶν ἀνθρώπων οἱ υἱοὶ ἐν σκέπῃ τῶν θεοῦ πτερύγων τὴν ἐλπίδα ἔχουσιν. πτέρυγες αὗται νοηταί εἰσιν μ?[ετε] ωρίζουσαι τὸν νοῦν. οὕτω γοῦν ὁ ἅγιος λέγει· τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς; οὐχ οὕτω λέγομεν ὅτι αἰσθητοῦ ζῴου δοθῆ ναι αὐτῷ πτέρυγας [εὔχεται]· τοῦτο γὰρ ἀδύνατον. ἀδυνάτων δὲ οὐδὲ ἔρως ἐστὶν οὔτε εὐχή. ὡς ἀετὸς ἐπὶ τοῖς νεοσσοῖς αὐτοῦ ἐπε πόθης[ε]ν. τότε ἐπτερώθησαν, ἠδυνήθησαν ἐπὶ τῶν μεταφρένων τοῦ θεοῦ ληφθῆν[αι]. τί δὲ ἐφ’ ἡμῖν ἐστιν τὸ οὕτω πτερωθῆναι; ἄκουε τί φησιν ὁ προφήτης Ἰσαίας· οἱ ὑπομένοντες τὸν [θεὸν ἀλ]λάξουσιν ἰσχύν, πτεροποιήσουσιν ὡς ἀετοί, δραμοῦνται καὶ οὐ κοπιάς[ου]σιν. καὶ ἄλλος ἐπεύχεται λέγων· ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. ὅταν γοῦν ὁ ἅγιος λ[έ]γῃ ἐπτερῶσθαι, τὰ πτερὰ τούτου ἀρετὴν καὶ σύνεσιν καὶ σοφίαν ἐκλημπτέον· ταῦτα γὰρ μετάρσιον μετεωρίζει τὸν? ἄνθρωπον. [σκεπασθήσονται ἀπὸ τῆς πιότητος τοῦ οἴκου σου] σκεπά - ζονται ὑπὸ τὰς πτέρυγας τοῦ θεοῦ.
PG 39:1226σκέπη αὐτῶν γίνεται [τῶν πτερύγων τοῦ θεοῦ]. τότε δὲ σκεπάζονται, ἵνα πτεροποιή[ς]ωσιν, ἵνα νοσσοποιηθῶσιν, ὡς ᾠὰ γένωνται ὑπὸ τὰς πτέρυγας τοῦ θεοῦ. [σκέπη αὐτῶν γίνεται τῶν πτερύγων τοῦ θεοῦ. τότε δὲ σκεπάζονται, ἵνα πτεροποιήσουσιν] ᾠὰ δέ εἰσιν αἱ ἄπλαστοι ψυχαὶ [αἱ μ]ήπω μόρφωσιν Χριστοῦ λαβοῦσαι. ὅταν οὖν ὑ πὸ τὰς πτέρυγας αὐτοῦ γε[γό]νωσιν, τό[τ]ε μορφοῦνται καὶ ζῷα γίνονται κα?[τὰ ἀλ]λ?ηγορίαν κατὰ τὸν ἔσω ἄνθρωπον. οὐ τοῦτο λέγει· υἱοὶ τῶν θνητῶν ζῴων, ἀλλὰ τῶν φυλαττόντων ἀληθῶς τὸν ἄνθρωπον τ[ὸν] κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ. δύναται δὲ καὶ παραφραστικῶς εἰρῆσθαι υἱοὶ ἀνθρώπων ἀντὶ τοῦ οἱ ἄνθρωποι. 9 μεθυσθήσονται ἀπὸ πιότητος τοῦ οἴκου σου. οὐ πᾶσα μέθη ψέγεται. μὴ μεθυσθήσεσθε, φησίν, οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία. καὶ κατὰ τὸ πρόχειρον μὲν δύναται τὴν πολυοινίαν εἰρῆσθαι ἀσωτίας οἶνον· βλάπτει γὰρ τὰς φρένας, παραπεσεῖν ἔσθ’ ὅτε ποιεῖ. ψέγεται οὖν αὕτη ἡ μέθη. καὶ περὶ τῶν ἑτερογνωμονούντων καὶ δόγματα ἄ[θ]εα εἰςαγόντων ὥσπερ τροφὴ[ν] καὶ οἶνο[ν] αὐτὰ προτεινόντ[ων] λέγεται· οἵδε δὲ σιτοῦνται σῖτα [ἀσε]βείας.
PG 39:1229καὶ τὰ σῖτα τῆς ἀσεβείας ἐσθίοντες καὶ ζητοῦντες ἐκεῖνοί εἰσιν περὶ ὧν εἴρηται· ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν· ὡς γὰρ τρέφονται τῷ σώματι Χριστοῦ οἱ τὰ δόγματα τῆς εὐσεβείας προσηκ[ά]μενοι, οὕτως τὰς σάρκας τοῦ δράκοντος, τοῦ διαβόλου αὐτοῦ, ἐσθίουσιν οἱ ἀθέοις δόγμασιν σιτούμενοι καὶ πίνοντες τὸν κατάλ ληλον οἶνον, οἶ[νον ἀ]ς?ωτίας. μὴ μεθυσθήσεσθε οὖν οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία. ἀσεβῶν δέ ἐςτιν τὸ τοῦτον πίνειν τὸν οἶνον· ο[ἴνῳ γὰ]ρ παρανόμῳ μεθυσθήσονται. ἡ δὲ καὶ ἐπαινετὴ μέθη καί, ἵνα ὥς τινες εἶπον, εἴπω, νηφάλιος μέθη νήφειν π[οιο]ῦσα τοὺς πεπωκότας. ἐν τῷ ᾄσματι γοῦν τῶν ᾀσμάτων ὁ Ἰησοῦς πρὸς τοὺς ἑταίρους ἑαυτοῦ ἔλεγεν· φάγετε, πίετε, μεθύσθητε, ἀδελφοί. τοῖς ἀδελφοῖς ἑαυτοῦ ὁ θεὸς λόγος λέγει ταῦτα· ἐνανθρωπήσας γὰρ ἔσχεν ἀδελφοὺς τοὺς κατ’ αὐτὸν πολιτευομένους, τοὺς τὰ μαθήματα αὐτοῦ δεχομένους καὶ υἱοποιουμένους. φάγετε οὖν, πίετε, μεθύσθητε. φάγετε τῆς πνευματικῆς τροφῆς ἧς εὐτρέπισεν ὑμῖν ἡ σοφία· ἡτοιμάσατο γὰρ τὴν ἑαυτῆς τράπεζαν. καὶ πίετε ἐκεῖνον τὸν οἶνον τὸν εἰς μέθην νή?- φ?ουσαν ἄγοντα.
PG 39:1231καὶ ἐνταῦθα οὖν οὐ καθάπαξ εἶπεν, ἀλλὰ μεθυσθή σονται ἀπὸ πιότητος τοῦ οἴκου σου. κατὰ μίαν ἀπόδοσιν ἡ ἐκκλησία οἶκος θεοῦ λέγεται· εἴρηται γὰρ Τιμοθέῳ ὑπὸ Παύλου· ἐὰν βραδύνω, ἔγραψά σοι, πῶς δεῖ σε ἐν οἴκῳ θεοῦ ἀ[ν]αστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος. ἡ πιότης τοῦ οἴκου τούτου ἡ τελεία ἐστὶν διδασκαλία, ἡ σοφία ἡ λαλουμένη ἐν τοῖς τελείοις, ἡ στερεὰ τροφή, ἧς μετέχουσιν οἱ τὰ αἰσθητήρια τοῦ ἔσω ἀνθρώπου γεγυμνασμένα ἔχοντες πρὸς διάκρισιν καλοῦ καὶ κα[κ]οῦ. καὶ πίν[ου]σιν οὗτοι τὸν οἶνον τὸν ἀπὸ τῆς ἀληθινῆς ἀμπέλου τρυγώμενον. οὗτοι οὖν ἀπὸ τῆς πιότητος τοῦ οἴκου τοῦ θεοῦ μεθύσκονται. πιότη[το]ς τοῦ οἴκου τοῦ θεοῦ τούτου ἡ τελεία ἐστὶν διδασκαλία, ἡ ἀνενλιπὴς γνῶσις τῆς ἀλη[θ]είας. ἐὰν δὲ καὶ τὸν ἄνθρωπον τοῦ σωτῆρος οἶκον καλῇς, ἐπεὶ λέγει ὅτι· λύσατε τὸν ναὸν τοῦτον. τοῦτο δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος, οὐχ ὅτι μόνον σῶμα ναὸν εἶχεν, ἀλλ’ ὅτι τὸ μέρος [τοῦ]το τοῦ [ναοῦ] λυθῆναι ὑπὸ ἀνθρώπων ἠδύνατο. ἀμέλει γοῦν τὴν λύσιν τοῦ ναοῦ ἐπὶ τοῦ σώματος μόνου [ἔλαβ]εν. ὅταν δὲ λέγῃ· τιθῶ τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν, οὐ λέγει·
PG 39:1234λύσατε τὴν ψυχήν μου. ἔλεγον οὖν παρά [δο]ξ?όν ποτε τοιοῦτο, εἰ τίθησιν τὴν ψυχὴν αὐτοῦ, ἵνα πάλιν λάβῃ αὐτήν, καὶ οὐδεὶς αἴρει αὐτὴν ἀπ’ αὐτοῦ, ἀλλ’ αὐτὸς ἐξουσίαν ἔχει θεῖναι καὶ λαβεῖν αὐτήν. σκόπει διὰ τί· οὐ κοινῷ θανάτῳ ἠ[έ]ρθη αὐτῷ ἡ ζωή. ἀμέλει γοῦν οἱ συνσταυρωθέντες αὐτῷ ὑπετμήθησαν τὰ σκέλη, ἵνα ἀποθάνωσιν. τοῦτο οὖν μὴ παθόντος τοῦ σωτῆρος εὑρέθη τεθνηκώς. κλίνας γοῦν τὴν κεφαλὴν παρέδωκεν τὸ πνεῦμα. εἰ δὲ οὐδεὶς ἦρεν τὴν ψυχήν, ἀλλ’ αὐτὸς ἀφ’ ἑαυτοῦ αὐτὴν ἔθηκεν, ἵνα πάλιν λάβῃ αὐτήν, τούτῳ τῷ τρόπῳ, [ὡς] ἐν ἑνὶ τῶν ψαλμῶν λέγει· ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερο[ι]ς γέγονεν. καὶ κατὰ μὲν τὸ πρόχε?ιρον ἐροῦμεν, ὅτι οἱ ἀπαλλαττόμενοι μετὰ ἁμαρτιῶν καὶ σειραῖς τῶν ἑαυτῶν ἁμαρτιῶν σφινγόμενοι οὔκ εἰσιν ἐλεύθεροι νεκροί. ἐπεὶ τοίνυν Ἰησοῦς ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ ἔγνω αὐτήν, ἐλεύθερος ἦν ἐν νεκροῖς. μόνη αὕτη ἡ ψυχὴ ἐκεῖ ἐλευθέρα ὤφθη. ἀμέλει γοῦν ἔπτηξαν αὐτὴν οἱ πυλωροὶ τοῦ ᾅδου. κατὰ δεύ τερον λόγον ἐν νεκροῖς ἐλεύθερος οὕτω γέγονεν·
PG 39:1236πάντες οἱ ἐξερχόμενοι τοῦ [β]ίου καὶ ἀπολείποντες τὸ σῶμα ἐὰν σπουδαῖοι ὦσιν, χειραγωγοῦνται ὑπὸ φ[ω]ταγωγῶν [ἀγγέλων], ἄλλοι δὲ ὑπὸ κολας[τ]ῶ?ν τινων. εἴρηται γοῦν ὅτι· ἀπέθανεν δὲ ὁ πτωχὸς καὶ ἀπηνέχθη ὑπὸ τῶν ἀγγέλων εἰς κόλπους Ἀβραάμ. οὐχ ἑαυτῇ ἐκεῖ γέ?[γ]ονεν, ἀλλὰ ἄγγελοι αὐτὴν ἀπηγίοχαν. πρὸς ἄλλον δὲ φιλόζωον λέγεται· ἄφρων, [ταύ]τῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦς[ι]ν ἀπὸ σοῦ. εἰ ἀπαιτεῖται αὐτοῦ ἡ ψυχὴ καὶ αὐτὴ ὑπό τινων κολαστῶν ἀποφέ[ρεται] εἰς τὸν ᾅδην, μόνη ἡ Ἰησοῦ ψυχὴ ἐλε[υ]θέρα ἐξῆλθεν· οὐδὲ ἀγγέλων ἐδεήθη, ἵνα ξεναγ[ῶ]σιν αὐτήν, οὐδὲ εἱλκύ[ς]θη οὐκ ἔχουσα τὰ αἴτια τοῦ ἑλκυσθῆναι. τοῦτο [ο]ὖν ἐστιν τὸ θεῖναι καὶ λαβεῖν τὴν ψυχήν, καὶ οὐδεὶς ἦρεν αὐτήν, λέγει, ἀπ’ ἐμοῦ· ἐγὼ ἐξουσίαν ἔχω θεῖναι αὐτήν, ἵνα πάλιν λάβω αὐτήν. ἡ θεία παίδευσις ὑπ’ ἐνανθρωπήσαντος τοῦ σωτῆρος πιότης ἐστὶν τοῦ οἴκου. καὶ τὸ παράδοξον· ἐκ τῶν πνευμα τικῶν, νοητῶν λεγόμενα οὔκ εἰσιν παράδοξα. τὰ αἰσθητῶς ὄντα τι ἕτερον οὔκ εἰσιν αἰσθητά. τὸ δὲ ὂν νοητὸν δύναται καὶ αἰσθητῶς νοηθῆναι. ἀδύνατον οὖν ἐπὶ αἰσθήσεως ἀρχιερέα καὶ ἀμνὸν τὸν αὐτὸν λαβεῖν.
PG 39:1239Ἰησοῦς δὲ καὶ ἀμνός ἐστιν καὶ ἀρχιερεύς. ἀδύνατόν ἐστιν θύραν καὶ οἶκον ἐπὶ αἰσθητοῦ λαβεῖν τὸ αὐτό. Ἰησοῦς δὲ ἀμφότερά [ἐστι]ν, καὶ θύρα εἰσάγουσα εἰς τὸν οἶκον καὶ ὁ οἶκος ἐκεῖνος, εἰς ὃν εἰσάγει ἡ θύρα. καὶ ἁπαξαπλῶς τὰ νοητὰ πάντα τοιαῦτά ἐστιν. καὶ περὶ τῆς τοῦ ἀνθρώπου γοῦν ψυχῆς λέγομεν, ὅτι γεωργεῖ ἑαυτήν, αὖ τὸ φυτόν ἐστιν, καὶ ὅτι γῆ ἐστιν δεχομένη σπέρματα καὶ καρποφοροῦσα, καὶ ὅτι νύμφη γίνεται τοῦ θεοῦ λόγου καὶ τίκτει τέκνα σωτηρίας. καὶ γίνεται καὶ πρόβατον. καὶ πρὸς τὰς δ[ιαφ]όρους ἐπινοίας καὶ ὀνομασίας καὶ τὰς ὠφελείας λαμβάνομεν. ὅταν ἡ ψυχὴ γῆ καλῆται, τὰ δυνάμενά [τι μ]αθήματα σπέρμα τά ἐστιν, ἐὰν δὲ νύμφη λέγηται, αἱ γοναὶ αἱ καταβαλλόμεναι εἰς αὐτήν, καὶ τὰ κόσμια τὰ περὶ [αὐ]- τὴν αἱ πρακτικαὶ καὶ ἠθικαὶ ἀρεταί εἰσιν καὶ αἱ διανοητικαὶ καὶ τέλειαι. πάλιν ὅταν πρόβατον λέγηται, νομὴ λέγεται τὰ μαθήματα, χλοὴ λέγεται τὰ παιδεύματα. πάντα οὖν δύναται ἅμα εἶναι ἄλλοις καὶ ἄλλοις. καὶ τοῦτο δὲ ἰστέον· ὁ λεγόμενος οἶκος καὶ ἄμ πελός ἐστιν φέρων οἶνον· καὶ πάλιν σάρξ ἐστιν τρέφουσα· καὶ γεωργός ἐςτιν ἐπιμελόμενος φυτῶν, ἵνα καρπο φορήσουσιν.
PG 39:1241καὶ ὅρα, ὅτι αὐτὸς καὶ γεωργὸς καὶ ἄμπελος καὶ ποιμ[ὴ]ν καὶ πρόβατον. κατὰ διαφόρους δὲ ἐπινοίας λαμβα νόμενα δείκνυσιν ὅτι οὐσία νοητή ἐστιν, περὶ ἧς ταῦτα λέγεται. [π]οτὲ γοῦν Ἕλληνος ἀπαιτοῦντος ὅτι· πόθεν ἔχετε δεῖξαι ἐκ τῆς γραφῆς ὑμῶν ὅτι, φέρε, ἡ ψυχὴ νοητή ἐστιν; πάντα γὰρ τὰ ἀπαγγελλόμενα περὶ αὐτ[ῆς] καὶ σωμάτων ἴδια σημαίνει, ἔλεγον αὐτὸ τοῦτο· ἦ ἕκαστον τῶν σωμάτων ἓν ἔχει εἶδος ἐκεῖνο καθ’ ὅ ἐστιν· ὅταν δὲ μετουσίᾳ λέγηται πάντα εἶναι, οὐδὲν αἰσθητῶς λέγεται. θεὸς λέγεται, πνεῦμα λέγεται, φῶς λέγεται ὡς ἄνθρωπος ἐσχηματις μένος καὶ μέλη ἔχων· οὐκ ἔχει γὰρ πνεῦμα μέλη· [θεὸς] οὐκ ἔχει κάθισιν καὶ ἀνάστασιν καὶ πόδας καὶ τὰ ἄλλα· ἐξ οὗ παρίσταται, ὅτι αἱ οὐσίαι, περὶ ὧν ταῦτα λέγονται, νοηταί τινές εἰσιν. 9 καὶ τὸν χειμάρρουν τῆς τρυφῆς σου ποτι εῖς αὐτούς. δύναται ἡ ῥέουσα πιότης τοῦ οἴκου πρὸς τῷ ποτίσαι καὶ εἰς μέθην νηφάλιον ἀγαγεῖν. χειμάρ[ρου]ν? τρυφῆς ὀνομάζει, ὥσπερ λέγεται ποταμὸς τρυφῆς ἐκπορεύεσθαι ἐξ Ἐδὲμ καὶ ποτίζ[ει]ν τὸν παράδεισον. ἡ? [δὲ] χορηγία τῆς διδασκαλίας, τῆς μετουσίας τῆς παιδεύσεως χειμάρρους λέγεται τρυφῆς.
PG 39:1244ποτιεῖ[ς] [ἐπ’] αὐτού[ς]. εὖ δὲ καὶ τὸ φάναι· ποτιεῖ[ς] [ἐπ’] αὐτούς, ἐπεὶ μετὰ τὸν χειμάρρουν τοῦτον γίνονται καὶ ἐν αὐτῇ τῇ πηγῇ. ὡς νήπιοι ποτίζονται, καὶ ἵνα ἀπὸ λέξεως ἀποστολικῆς εἴπω· τοῖς εἰσαγομένοις ὁ Παῦλος γράφει· γάλα ὑμᾶς ἐπότισα. ποτίζονται δὲ οἱ μὴ δυνάμενοι ἑαυτοῖς πιεῖν, ποτίζονται οἱ παιδ?[ευόμ]ενοι. ὅταν ποτισθῶσιν τοῦτον τὸν τῆς τρυφῆς ποταμόν, λοιπὸν ἐπ’ αὐτὴν τὴν ζωὴν ἔρχονται, ἀφ’ ἧς ῥ?[εῖ οὗτο]ς ὁ ποταμός, ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐπεὶ παρὰ σοὶ πηγὴ ζωῆς ἔστιν. οὐκ εἶπεν· ὅτι παρὰ σοὶ πηγὴ ζωῆς γέγονεν ἢ πηγὴ ζωῆς ὑπάρ ξεται, ἀλλὰ παρὰ σοὶ πηγὴ ζωῆς. ἀεὶ ἡ πηγὴ τῆς ζωῆς αὕτη ἐστίν. ὅτε μέντοι οἱ ποτιζόμενοι πλησιά σουσιν, ῥεῖ καὶ ῥεῦμα γίνεται ἀπὸ τῆς πηγῆς καλούμενος τρυφῆς χειμάρρους. 10 ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. θεώρει ὧδε πάλιν τὴν πηγήν· δι?χῶς εἴρηκεν· καὶ τὸ φῶς εἴρηται πηγή. ἐπ’ ἱστορίας δὲ καὶ σωματικῆς διαλή[μ]ψεως οὐ δυνατὰ ταῦτα. εἰ δὲ οὖν ἐξ αὐτοῦ ῥεῖ τὰ ἀγαθὰ καὶ οὐ δέχεταί ποθεν αὐτὰ ὡς λάκκος, κ[ε]φ[α]λή[ν], πηγή ἐστιν ζωῆς. καὶ τί λέγω; αὐτ[ὸς ἔλεγ]εν· ἐγώ εἰμι ἡ ζωή.
PG 39:1246ταὐτὸν δέ ἐστιν εἰπεῖν ζωὴν καὶ πηγὴν ζωῆς. ζ?ωὴ μέν, ἐπεὶ ζωοποιεῖ καὶ εἰς ἀ[θα]νασίαν ἄγει, πηγὴ δέ, ὅτι οὐκ ἄλλοθεν δέχεται τὰ ζωοποιοῦντα, ἀλλὰ αὐτ?ὴ αὐτὰ ἔχει ἐν ἑαυτῇ. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς· εἰ δὲ πρὸς τὸν πατέρα λέγοιτο ἡ φωνὴ αὕτη, λέγει ὅτι· ἐπεὶ ὁ ἑωρακὼς τὸν υἱόν σου, φῶς ὄντα ἀληθινόν, ὁρᾷ σὲ φῶς ὑπάρχοντα, ἐν τῷ σῷ φωτὶ ὀψόμεθα σὲ φῶς ὄντα· ὁ γὰρ ἑωρακὼς τὸν υἱὸν ἑώρακεν τὸν πατέρα. καὶ εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου ἐστὶν δεικ[νύου]σα τὸν οὗ ἐστιν εἰκών, καὶ χαρακτήρ ἐστιν τῆς θεοῦ ὑποστάσεως φανερ[ῶν] τὴν [ὑπό]- στασιν τοῦ θεοῦ. ἐν τῷ οὖν φωτί σου ὀψόμεθα φῶς. εἰ δὲ καὶ πρὸς τὸν υἱὸν λέγοιτο τοῦτο, ἐν τῇ φωτει νῇ σου παιδεύσει καὶ διδασκαλίᾳ ὀψόμεθα σὲ ὄντα φῶς. οὗ λέγει· παράτεινον, ὁ θεός, τὸ ἔλεός σου τοῖς γιγνώς - κουσίν σε, γν[ῶσι]ν? ἐκείνην λέγει, περὶ ἧς λέγεται· αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γιγνώσκουσίν σε τὸν μό νον ἀληθινὸν [θεόν]. οὗτοι οἱ γνῶσιν ἔχοντες ἀγαπῶνται ὑπὸ τοῦ θεοῦ. ποιεῖ δὲ ὁ θεὸς ἔλεος εἰς χιλιάδας τοῖς ἀγα πῶσιν αὐτόν. τὸ εἰ[ς] χιλιάδας οὕτω λαμβάνομεν· ὁ ἀριθμὸς ἔχει οὗτος συνγένειαν πρὸς τὴν μονάδα.
PG 39:1249οἱ πλησιάζον τες οὖν τῷ θεῷ τῷ ἑνὶ [ἀκολούθως] καὶ ἓν πνεῦμα πρὸς αὐτὸν γινόμενοι, [ἀκολούθως] χιλιάδες καὶ μυριάδες γίνονται. ἀλλὰ τοῦτο λέγεται κατὰ τοῦτο· τὸ ἅρμα τοῦ θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων· οὐδὲ γὰρ οὕτως λαμβάνομεν χιλιάδα, τὴν δεκά - κις ἑκατόν, ἀλλὰ διὰ τὴν οἰκειότητα τὴν πρὸς τὴν μονάδα. καὶ γίνεται ἔλεος εἰς αὐτούς. εἰ οὖν παρατείνει εἰς χιλιάδα ἡ τοῦ θεοῦ ἐλεημοσύνη, ὡς λέγεσθαι· ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, εἰκότως λέγει ἐνταῦθα· παράτει νον τὸ ἔλεός σου τοῖς γιγνώσκουσίν σε. ἄλλως ἐλεᾷ τοὺς προσερχομένους μετανοίας τρόπῳ, τοὺς ἄφεσιν ἁμαρτιῶν αἰτοῦντας. ἐλεᾷ τοὺς γιγνώσκοντας [αὐτὸν] ὥστε βεβαιωθῆναι καὶ εἰς τὸ τέλος τὸ ὑπὲρ πάντα ἀνελθεῖν. 11 καὶ τὴν δικαιοσύνην σου τοῖς εὐθέσι τῇ καρδίᾳ. εὐθεῖς δὲ καρδίᾳ καὶ καθαροὶ καρδίᾳ οἱ αὐτοί. ἐστὶν ἀγαθὸν οὖν τῶν καθαρῶν τῇ καρδίᾳ[ν] τὸ βλέπειν τὸν θεόν· μακάριοι γὰρ οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται. 12 μὴ ἐλθάτω μοι ποὺς ὑπερηφανίας, καὶ χεὶρ ἁμαρτωλῶν μὴ σαλεύσῃ με. μὴ ἐπιβῇ τῇ διανοίᾳ μου ὑπερηφανίας πούς, τουτέστιν, μὴ πορεία τ[ῆ]ς ὑπερηφανίας ἐν ἐμοὶ γένηται·
PG 39:1252λέγονται γὰρ πολλάκις μέλη καὶ τῶν ὁ?[δῶ]ν τῶν βελτίστων καὶ τῶν χειρίςτων. ἐν παροιμίαις γοῦν λέγεται· τῆς δὲ ἀφροσύνης οἱ πόδες κατάγουσιν τ[οὺς χ]ρωμένους αὐτῇ μετὰ θανάτου εἰς τὸν ᾅδην. ὅσοι κατὰ ἀφροσύνην πορεύονται τοῖς ποσὶν τῆς ἀφροσύνης χ?ρ?ώμενοι, εἰς τὸν ᾅδην καταβιβάζονται. ὥσπερ οὖν εἰσιν ἀφροσύνης πόδες, οὕτω καὶ ὑπερηφανίας. μὴ ἐλθάτω οὖν μοι ποὺς ὑπερηφανίας, μὴ πορεία τῆς ὑπερηφανίας ἐν τῇ ψυχῇ μου καὶ τῇ διανοίᾳ. μηδὲ χεὶρ ἁμαρτωλῶν σαλεύσῃ με. χεὶρ δὲ ἡ πρᾶξις πολλάκις εἴρηται, ὡς ἐὰν λέγῃ· ἄκανθαι φύονται ἐν χειρὶ τοῦ μεθύσου, αἱ αἰς[χρ]αὶ ἐ[πιθυμί]α?ι?, αἱ ἀκόλαστοι ἡδοναί. 13 ἐκεῖ ἔπεσαν οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. ἔνθα ὁ ποὺς τῆς ὑπερηφαν[ία]ς κ?αὶ ἡ χεὶρ τοῦ ἁμαρτωλοῦ, ἔπεσαν οἱ τὴν ἀνομίαν ἐργαζόμενοι. οὐ φύσις αὐτοὺς εἰς τὸ πτῶμα ἤγαγεν, ἀλλ’ ἐνέργεια καὶ ἐργασία ἀνομίας. 13 ἐξώσθησαν καὶ οὐ μὴ δύνωνται στῆναι. ἐπεὶ γὰρ αὐ τοὶ ἑαυτοὺς κατεβίβασαν εἰς τὸν πόδα τῆς ὑπερηφανίας, καὶ τῇ χειρὶ τοῦ ἁμαρτωλοῦ παραδίδονται, ἣν εἵλαντο ἔχειν, καὶ ἡ παράδοσις αὕτη ἔξωσις αὐτῶν λέγεται.
PG 39:1254καὶ εὐεργετῶν ὁ θεὸς ἐξωθεῖ αὐτούς, ἵνα μὴ δυνηθῶ σιν στῆναι ἐν τῷ κακῷ. οὐ φύσεως οὖν ἤ τινος βίας ἔξωθεν καταβαλλούσης αὐτόν, ἀλλ’ ἡ ἐργασία αὐτοῦ οὖσα ἀνομία καὶ κακία. ἐξωθεῖ οὖν αὐτόν, ἵ[ν]α? μὴ παραμένῃ, ἵνα μὴ ἀκινήτως ἔχῃ στάσιν ἐν αὐτῇ. καὶ μειζόνως μὲν σαφηνίζειν δεῖ τὰς γρα[φά]ς. ποιεῖ δὲ τοῦτο ὁ ἀληθῶς θεόσοφος. ὅμως, εἰ μὴ οὕτως σαφηνίζοιντο, ἀλλ’ ὑποδεεστέρως, οὐδὲ αὐτῶ[ν] τ?ὸ μέγεθος δείκνυται οὐδὲ τ[οῦ] δεδωκότος. Ἰουδαῖοι γοῦν κατὰ τὸ πρόχειρον καὶ τὸ ἀνθρώπινον ἐκλαμβάνοντες αὐτὰς λέγονται μὴ νοεῖν μηδὲ ἃ λέγουσιν μηδὲ περὶ ὧν διαβεβαιοῦνται. [ 9 ὅτι οἱ πονηρευόμενοι ἐξολεθρευθήσονται.] καταστραφῆναι, ἀλλ’ ὀλεθρεύονται ᾗ πονηροί εἰσιν, ἵνα μηκέτι ὦσιν? [τοιοῦτοι. ση]μαίνει δὲ καὶ τὴν κόλασιν. ἡ κόλασις δὲ πάλιν ἐμ ποδιστικὴ κακίας ἐστίν. 9 οἱ δὲ ὑπομένοντες τὸν κύριον αὐτ[οὶ κληρονομήσο]υ?σιν γῆν. οἱ ὑπομένοντες τὸν κύριον κληρονο μοῦσιν τὴν ἤδη ἑρμηνευθεῖσαν γῆν τὴν ἐν ὕψει, τῷ οὐρανῷ κειμ?[ένην. καὶ οὗτο]ς ὁ Δαυὶδ ἔλεγε[ν· πι]στεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ κυρίου ἐν γῇ ζώντων. βασιλεὺς ἦν.
PG 39:1257βασιλέως δέ ἐστιν τὸ ἔχειν τὰ ἀγαθὰ [τῆς ἑαυτοῦ γῆς] καὶ τὸ κατακ?υριεύειν αὐτῆς. οὐδεὶς δὲ πιστεύει λαβεῖν ὃ ἤδη ἔχει, ἀλλὰ πιστεύει εἰληφέναι. οὗτος δὲ λέγει· πιστε[ύω τοῦ ἰδεῖν, ο]ὐ ἑωρακέναι τὰ ἀγαθὰ ἐκεῖνα, ἃ δίδωσιν ὁ θεὸς τοῖς αἰτοῦσιν αὐτόν, ὅταν γνησίως εὔχωνται περὶ αὐτῶν. οἱ ὑπομένοντε?[ς οὖν] τ?ὸν κύριον κληρονο[μής]ουσιν τὴν γῆν. ἆθλον μέ γιστόν ἐστιν ἀρετῆς ἡ ὑπομονή· ἡ θλῖψις ὑπομονὴν κατεργάζεται. θεωρ[εῖ]ς ὅτι μετὰ θλῖψιν ἡ? [ὑπομον]ή. ἐκεῖνος οὖν ὑπομένει τὸν κύριον ὡς δεῖ ὁ μὴ ἄλλον ἢ αὐτὸν ἔχων ὑπομονήν. καὶ ὥσπερ σοφία γίνεταί τισιν καὶ δικαιοσύνη καὶ [ἁγιας]μ?ός, οὕτω καὶ ὑπομονή. αὐτὸς γοῦν οὗτος ὁ Δαυὶδ ἐν ἄλλῳ ψαλμῷ λέγει· καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ κύριος; ταύτην τὴν ὑπομονὴν ἀεὶ σπουδάζουσιν ἔχειν οἱ ὑπὲρ ἀρετῆς καὶ εὐσεβείας ἀγωνιζόμενοι. αὐτὸς πάλιν ὁ ὑμνῳδός που λέγει· ὑπομένων ὑπέμεινα τὸν κύριον. οὐχ ἁπλῶς [ὑπέμεινα], ἀλλ’ [ὑπο μένων], ὡς τό· δικαίως τὸ δίκαιον διώκειν. οἱ θεραπευταὶ τοῦ θεοῦ ἔχουσιν κληρονομίαν. καὶ τό γε παράδοξον ἄκουε· τέκνων ἐστὶν τὸ κληρονομεῖν, οὐ θεραπόντων.
PG 39:1259ἡ ὑπερβολὴ οὖν τῆς ἀγαθότητος το[ῦ κ]λ?ηρονομουμένου, ὡς ὅσον ἧκεν εἰς τὴν αὐτῶν κατάστασιν καὶ φύσιν, θεράποντας ὄντας εἰς κληρονομίαν ἄγει. καὶ ἔλεγον πα[ρά]δειγμά ποτε εἰς τό· τῇ χάριτί ἐστε σεσωσμένοι [διὰ τῆς πίστεως], οὐκ ἐξ ἔργων. καὶ ἔλεγον, ὅτι ἀδύνατόν ἐστιν ὅλως πίστιν ἔχειν ἄνευ ἔργων· νεκρὰ γάρ ἐς?[τι]ν? χωρὶς ἔργων. λέγει οὖν· διὰ τῆς πίστεως, οὐκ ἐξ ἔργων. καὶ ἔλεγον τοιαύτην εἰκόνα· ὅταν φιλάνθρωπος ᾖ[ν], ἀν?[θ’ ο]ὗ ἐργάζονταί τινες καὶ ὃν θεραπεύ[ου]σιν, δίδωσιν μισθὸν ὑπερ αίροντα τὴν ἀξίαν τοῦ μισθοῦ. καὶ ἔλαβον τοιαύτην εἰκόνα ὅτι· ἔστω τις κτήτωρ καὶ πεπιστευκέτω γεώργιόν τινι καὶ λεγέτω αὐτῷ ὅτι· ἐὰν ἐπιμεληθῇς αὐτοῦ ὡς δεῖ καὶ ἐργάσῃ αὐτὸ ὡς προσῆκεν, χάρισμά σοι αὐτὸ δίδω· κληρονομίαν αὐτὸ ἔχε. λέγομεν ἐκεῖνον ὅτι οὐκ ἐξ ἔργων ἔλαβε τὴν κληρονομίαν, ἀλλ’ ἐκ χάριτος τοῦ ὀρέξαντος. ἔστιν κληρονομία τοῖς θεραπεύουσιν κύριον. 10 καὶ ἔτι ὀλίγον καὶ οὐ μὴ ὑπάρξῃ ὁ ἁμαρτωλός. τοῦτο λέγει· μὴ παραζήλου ἐν πονηρευομένοις μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν. φιλάγαθόν σε ζῷον ὁ θεὸς κατεσκεύασεν.
PG 39:1262φιλαγάθων δέ ἐστιν μὴ τὰ πρόσκαιρα καὶ παρόντα ἐπιθυμεῖν· τὰ γὰρ πρόσκαιρα καὶ παρόντα ὑπάρχει καὶ τοῖς ἁμαρτωλοῖς. μὴ τοίνυν παραζήλου αὐ[τ]ό?ν, ἐὰν πλουτῇ, ἐὰν ὑγιαίνῃ· οὐ γὰρ ἀεὶ μένει. ἐὰν δὲ ![!!! (!)]!, οὐ τὴν οὐσίαν φημί, ἀλλὰ τὸν ποιόν. ἐπερ( )· τὸ πρόσκαιρον; ἐὰν προχείρως αὐτὸ θέλῃς λαβεῖν, τῷ μηκέτι ἁμαρτάνειν δοκεῖ μὴ [ἁμαρτ]ωλὸς εἶναι. οὐκ ἐνεργεῖ δὲ τότε τὰ τῆς ἁμαρτίας. πρόσκαιρον δὲ ἀπόλαυσιν ἔχει ἡ ἁμαρτία, ὡς Παῦλος γράφει. ἡ ἀπόλαυσις τῆς ἁμαρ[τίας ο]ὐκέτι ὑπάρχει. πρὸς τοὺς πολλοὺς οὖν λέγομεν ὅτι τῷ μηκέτι ἁμαρτάνειν δοκεῖ οὐκέτι εἶναι ἁμαρτωλός, πρὸς δὲ τὸν ἀληθῆ λόγον· ἡ ἁμαρτία οὔτε ἦν ἐξ ἀρχῆς οὐδὲ εἰς τὸν αἰῶνα ἔσται· περὶ γὰρ τοῦ κορυφαιοτάτου εἴδους αὐτῆς τῆς εἰδωλολατρίας εἴρηται τοῦτο ὅτι· οὔτε ἀπ’ ἀρχῆς οὔτε εἰς τὸν αἰῶνα. εἰ δὲ αὐτὴ ἡ ὑπερέχουσα τῶν κακιῶν οὐδὲ ἀρχὴν ἔσχεν, οὕτως ὥστε ἄπαυστος? [εἶναι, ο]ὐδὲ οὐ λήμψει ποτὲ δηλονότι. ἔτι ὀλίγον καὶ οὐχ ὑπάρξει ὁ ἁμαρτωλός. ἔχεις οὖν καὶ ἐν τῷ ἐνάτῳ ψαλμῷ· σύντριψον τὸν βρ[α]χ[ίονα] τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ. οὐκ εἶπεν ἁμαρτωλοῦ, ἀλλὰ τοῦ.
PG 39:1264εἰ δὲ τοῦ ἁμαρτωλοῦ συντρίβεται ὁ βραχίων, πολλῷ πλέον τῶν ὑποδεεστέρων. 10 καὶ ζητήσεις τὸν τόπον αὐτοῦ καὶ οὐ μὴ εὕρῃς. προχείρως πάλιν· δεῖ γὰρ καὶ τὰς δημωδεστέρας ἐξηγήσεις λέγειν. δοκεῖ τόπος εἶναι τοῦ ἁμαρτω λοῦ ὁ περὶ γῆν τόπος· ὧδε γὰρ ἡ ἀνομία γίνεται, ὧδε αἱ ἁμαρτίαι τελοῦνται. παρελεύσεται οὖν ἡ γῆ μετὰ τοῦ οὐρανοῦ. ζητήσεις οὖν τὸν τόπον αὐτοῦ καὶ οὐ μὴ εὕρῃς. τόπος δὲ κυρίως λέγεται ἡ θέσις ἑκάστου. ἀμέλει γοῦν καὶ περὶ τοῦ Ἰούδα λέγεται ὅτι παρέβη τὸν τόπον τῆς δια κονίας· ἀφ’ ἧς παρέβη Ἰούδας. τόπος τις διακονίας ἐστὶν ἡ θέσις ἡ κατὰ τὴν διακονίαν· ὅταν γὰρ λέγῃ ὁ Παῦλος ὅτι· τίθενται πρῶ τον ἀπόστολοι, δεύτερον προφῆται, τρίτον, βαθμοί εἰσιν διὰ τῆς θέσεω?[ς δη]λ?ούμενοι. ἀμέλει γοῦν καὶ ἐν ταῖς στρατιωτι καῖς τάξεσιν λέγουσιν ὅτι· τόπον ἔχει βενεφικιαρίου, βοηθοῦ, καὶ ἐν [ταῖς ἐ]κ?κλησίαις ὁμοίως. οὐκ εὑρεθήσεται ἡ θέσις τοῦ ἁμαρτωλοῦ, ἐὰν μηκέτι ἁμαρτωλὸς ᾖ. τόπος δὲ ἦν αὐτοῦ ἡ ἁμαρτία. 11 οἱ δὲ πραεῖς κληρονομής[ου]σιν γῆν.
PG 39:1267τοῦ ἁμαρτωλοῦ μεθ’ ὁλίγον οὐκέτι ἐσομένου οὐδὲ τοῦ τόπου αὐτοῦ εὑρισκομένου, κἂν ζητηθῇ, ὁ τόπος τῶν πράων μένει εἰς τὸν αἰῶνα· αἰώνιος γάρ ἐστιν ἡ [!!!!! !!!!! !!!]ω?η, ἀθάνατός ἐστιν. καὶ περὶ τοῦ σπουδαίου λέγεται ὅτι· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. οἱ πραεῖ[ς οὖν, τουτέστι]ν? οἱ πραότητα ἔχοντες, οἱ ἀοργησίαν κατορθοῦντες, κληρονομήσουσιν τὴν γῆν· πρᾶος γάρ ἐςτιν ὁ ἀό?[ργ]η?τος· οὐ γὰρ [προσεκτέον ἄλ]λοις τισὶν λέγουσιν ὅτι ἐκεῖνος πρᾶός ἐστιν, κἂν ὀργίζηται οἷς δεῖ ὀργισθῆναι. πολιτικωτέρα δ?έ? ἐστιν αὕτη ἡ [πραότης καὶ ῥη]τορική. τί ποτε; ἀόργητος γάρ ἐστιν ὁ σπουδαῖος· καὶ γὰρ ἐν τοῖς φθάσασιν στίχοις εἴρηται· παῦσαι ἀπὸ ὀργῆς καὶ ἐνκατάλ[ιπε θυμόν]. 11 καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης. πότε δὲ τὸ πλῆθος τῆς εἰρήνης ταύτης [γίν]ε?[τ]αι; ὅταν ἡ ἐπευχὴ [εἰσακούη]ται τῶν λεγόντων· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη. ὁ δυνάμενος εἰ πεῖν ὅτι· μετὰ τῶ[ν μισού]ντων τὴν εἰρήν[η]ν ἤμην εἰρηνικός, πλῆθος εἰρήνης ἔχει, κατατρυφᾷ ἐπὶ τῷ πλήθει τῆς εἰρή νης ταύτης. δυν[ατὸν δ]ὲ? εἰπεῖν ὅτι·
PG 39:1269μετοικισθέντες ἀπὸ τοῦ χωρίου τούτου, ἔνθα πόλεμοι καὶ τάραχοι τυγχάνουσιν, γίνονται ἐν γῇ τῶν πραέων, ἔνθα εἰρήνη πολιτεύεται. εἶπον καὶ ἄλλοτε τοῦτο ὅτι τόπος παραδίδοται τοιοῦτος ἐν τοῖς ἐπιχειρηματικοῖς τόποις· ποία ἀρετὴ ποίας δεῖται; καὶ λέγει ὅτι· δικαίων ὄντων πάντων οὐ χρεία ἀνδρείας. ἀνδρείαν δὲ λέγει τὴν πολιτικωτέραν τὴν ἐν πολέ μοις συνισταμένην. πάντων δικαίων ὄντων οὔκ ἐστιν χρεία ἀνδρείας. ἀνδρείας δὲ παρούσης χρεία δικαιοσύνης. καὶ ἐνταῦθα οὖν κατατρυφῶσιν ἐπὶ πλήθει εἰρήνης, ὅταν ὦσιν π[ρᾶ]οι. ὁ δὲ πρᾶος, ὡς εἴρηται ἡμῖν, ἀταράχως πρὸς ὀργὰς ἔχει. καὶ ἐκ τοῦ διδάξαν τος καὶ παρασκευάσαντος πρὸς μίμησιν ἑαυτοῦ τὸ μέ?γεθος τῆς ἀρετῆς σκόπει· μάθετε, φησίν, ἀπ’ ἐμοῦ, ὅτι πραύς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. οὐχ ἁπλῶς εἶπεν ταπεινός, ἀλλ?[ὰ] τῇ καρδίᾳ. κατὰ διάθεσιν πρᾶός εἰμι, κατὰ τὴν καρδίαν. ὁ ἀτυφίαν ἔχων ταπεινὸς τῇ καρδίᾳ ἐστίν. ἐπειδὴ δὲ ἐνέπεσεν ἡ λέξις ἡ εὐαγγελική, ἐλεγκτέον τοὺς λέγοντας ὅτι νοῦν οὐκ ἔσχεν Ἰησοῦς, ἀλλὰ ἄλογον ψυχήν. ἐν πάσαις ταῖς γραφαῖς καὶ καιναῖς καὶ παλαιαῖς ἡ καρδία ἀντὶ νοῦ λέγεται· ὅταν γὰρ λέγῃ·
PG 39:1272ἀκού σατέ μου οἱ ἀπολωλεκότες τὴν καρδίαν, οἱ ἀπολωλεκότες τὸ νοεῖν. καὶ λιθίνη καρδία ἡ ἠλίθιος νόησις. εἰ τοίνυν ἔχει καρδίαν καὶ αὕτη ἀρετὴν ἔχειπραὺς γάρ ἐστιν τῇ καρδίᾳ καὶ ταπεινός, τέλειον ἄνθρωπον ἀνείληφεν. 12 παρατηρήσεται ὁ ἁμαρ τωλὸς τὸν δίκαιον καὶ βρύξει ἐπ’ αὐτὸν τοὺς ὀδόντας αὐτοῦ. τοῦτο λέγει ὅτι· ὁ ἁμαρτωλὸς ἀεὶ ἐχθρὸς εἶναι θέλει τοῦ δικαίου, καὶ οὐ μόνον ἐ?χ?θρός, ἀλλὰ καὶ φονικὸς θέλει κατ’ αὐτοῦ εἶναι. καὶ ὅρα γε τὸ παρατηρήσεται, πῶς κεῖται· κυρίως τὸ παρατηρεῖσθαι τοῦτο σημαίνει π?[αρα]τηρεῖν πῶς βλάψῃ τίς τινα. ὡπλισμένος τίς ἐστιν· ὁ βαλεῖν αὐτὸν βέλεσιν θέλων παρατηρεῖται, ποῖον αὐτοῦ μέλος [γυμνό]ν? ἐστιν, καὶ ἐκεῖ πέμπει τὸ βέλος. ἐπεὶ οὖν πεφραγμένος ἐστὶν ὁ δίκαιος, οὔκ ἐστιν γυμνός, ἀλλὰ τὴν πανοπλίαν τοῦ θ[εοῦ] ἐνδέδυται καὶ τὸν θώρακα τῆς πίστεως ἀνείληφεν καὶ ὅλος ἐστὶν ἠςφαλισμένος. ἐὰν δὲ τὸ παρατηρήσεται ἀντὶ τοῦ τηρήσει πολλάκις γὰρ τὰ μετὰ προθέσεως λεγόμενα ῥήματα τὸ αὐτὸ σημαίνουσιν, οἷον βαίνων καὶ καταβαίνων· ὁ κα ταβαίνων βαίνει κάτωἐὰν τὸ τηρήσει οὖν, δύο σημαίνει, ἤτοι τὸ παρατηρήσειν εἴρηται ἢ τὸ φυλάξαι.
PG 39:1274ἐὰν γοῦν λέγῃ ἐν τῷ εὐαγγελίῳ ὁ σωτήρ· πάτερ ἅγιε, τήρ[ησον αὐτο]ύς, φύλαξον αὐτοὺς λέγει. ὅτε ἤμην μετ’ αὐτῶν, ἐγὼ ἐτήρουν αὐτούς, ἀντὶ τοῦ ἐφύλαττον. καὶ οἱ λέγοντες· διατηρήσεις ἡμᾶς [ἀπὸ τῆς] γενεᾶς ταύτης, διαφυλάξεις λέγουσιν. σημαίνει δέ, ὡς εἶπον, τὸ τηρῆσαι τὸ παρατηρήσασθαι. λέγεται γοῦν· αὐτός σου κεφαλὴν τηρήσει, καὶ σὺ αὐτοῦ πτέρναν. τὴν κεφαλὴν τοῦ ὄφεως? ἐπιτηρεῖ ὁ ἅγιος, ἵνα τὸ κεφάλαιον τῆς κακίας αὐτοῦ ἀνελὼν ὅλον αὐτὸν σχῇ νενεκρωμένον. ὁ δὲ ὄφις οὐ δύναται τοῦ ἀνδρ?[ὸ]ς τὴν κεφαλὴν τηρεῖν, ἀλλὰ τὴν πτέρναν, τὰς ἐσχατίας αὐτοῦ δυνάμεις τὰς τῇ γῇ πλησιαζούσας τηρεῖ. οὐ γίνεται δὲ καίριος τρῶσις οὐδὲ βλάβη ἐπὶ τὴν πτέρναν. εἴρηται γοῦν καὶ ἐν ἄλλοις· ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με· τότε ἐφοβούμην ἐν τῇ πονηρᾷ ἡμέρᾳ. εἰ τὴν κεφαλήν μου ἐτήρει [η] ἡ ἀνομία, ἥπτετο τῆς κεφαλῆς μου [ὡς] ἐκείνου, περὶ οὗ γέγραπται· ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ. καὶ πάλιν· τὰς ὁδοὺς αὐτῶν ἔδωκα εἰς κεφα[λὰς α]ὐτῶν, ἀντὶ τοῦ· εἰς τὸν νοῦν αὐτῶν. εὖ δὲ καὶ τὸ φάναι τὸν δίκαιον, οὐ δίκαιον ἁπλῶς, ἀλλὰ τὸν τέλειον δίκαιον, τὸν ἀνέλε?[γκτο]ν?·
PG 39:1277λέγεται γὰρ πολλάκις καὶ ἐπὶ τῶν προκοπτόντων τῷ ὀνόματι τῷ κατὰ τῶν τελείων κατηγορουμένῳ, οἷον· σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος κυρίου. οὐδεὶς τῶν σοφῶν ἔξω γίνεται τοῦ λόγου τοῦ κυρίου πάντα σὺν λ[όγ]ῳ ἐνεργῶν. λέγεται δέ· ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε. ἰδοὺ σοφός. [ 21 δανείζεται ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτείσει, ὁ δὲ δίκαιος οἰκτίρει καὶ διδοῖ.] οὐ μόνον ἀποδίδωσιν ἃ ἐδανείσατο, ἀλλὰ καὶ εὐεργέτης ἄλλων γίνε?[ται. ἐλεῶ]ν κερδαίνει. ὁ δὲ ἐλεῶν πτωχὸν θεῷ δανείζει. ὁ δανει ζόμενος παρὰ θεοῦ δίκαιος καὶ πλῆθος συναγαγὼν ἔργων καὶ ἀργυ[ρίων λο]γ?ικῶν, καὶ ἄλλον εὐεργετεῖ· οἱ γὰρ κακοὶ βλάπτουσιν τοὺς συνόντας, οἱ δὲ δίκαιοι ὠφελοῦσιν. καὶ ὅτι ὁ κακὸς βλαπτικός ἐστ[ιν, φαν]ερόν. εἴρηται γοῦν ἐν παροιμίαις, ὅτι ὁ σοφὸς ὠφελεῖ καὶ βελτιοῖ· ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε. ἐλεγχόμενος καλῶς δέχεται τ?[οὺς ἐλέγ]χους ὡς ἀγαπῆσαι τὸν ἐλ[έγξαν]τα. ἀγαπήσας δὲ τὸν ἐλέγξαν τα οὐκέτι ἐργάζεται τὰ ἐφ’ οἷς ὁ ἔλεγχος γέγονεν. ὥσπερ ἀδελφός ἐ[στιν τοῦ] λυμαινομένου ἑαυτὸν ὁ πρ[ά]ττων τὸ κακόν. ἑαυτὸν οὖν πρὸ πάντων βλάπτει ὁ κακός.
PG 39:1279ὁ δίκαιος οὖν οἰκτίρει καὶ δίδει καὶ χαρ[ιστικό]ς ἐστιν καὶ ἁπαξαπλῶς κοινωνεῖ ἐν καλοῖς τῷ πλη σίον. οἱ λέγοντες [ὅτι], ἐὰν ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχ[ω]σιν [καὶ λ]ε[ι]- πόμενοι τῆς ἐφημέρου τροφῆ[ς, ὅτι· ὑ]πάγετε ἐν εἰρήνῃ, χορτάζεσθε, μὴ διδοῖ δὲ αὐτοῖς τὰ ἐπιτήδεια, οὐδὲν ὠφέλησεν αὐτού[ς, ἐπεὶ ο]ὐ?κ οἰκτίρει καὶ δίδωσιν. δυνα?[τὸν δ]ὲ καὶ οὕτως ἐκλαβεῖν· ὁ μὲν ἁμαρτωλὸς θεόθεν δανειζόμενος τὰς διδομένας αὐτῷ ἐννοία[ς κοινὰ]ς? καὶ τὰς ἐντολὰς οὐκ ἀποτείσει οὐ?[δὲ ὃ ἔ]χει οὐδὲ ὃ ἔλαβεν, οὐδὲ τὸ κέρδος οὐδὲ τὸν τόκον. ὁ δὲ δίκαιος θεὸς ἔτι μᾶλλον οἰκτίρει καὶ διδο[ῖ. ἐκεῖνο]ς δεχόμενος οὐκ ἀποδίδωσιν, ἀλλὰ αὐτὸς ἔτι μᾶλλον οἰ κτίρει καὶ δίδωσιν. καὶ λέγω· τότε ὁ οἰκτιρμὸς φαίνεται καὶ ἡ εὐεργε[σία, ἐὰ]ν ὁ λαμβάνων ἀχάριστος ᾖ. χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίς τους καὶ πονηρούς, δίδωσιν. ἀχαριστοῦσιν οἱ λαμβάνοντεςτῷ γὰρ [μὴ ἀπο]διδόναι ἃ δεῖ ἀποδιδόναι, ἀχάριστοι εὑρίσκονται καὶ πονηροί, ἀλλ’ ὁ θεὸς ἔτι χρηστός ἐστιν καὶ ἐπὶ τούτους. ὅθεν ὁ δίκαιος ἔτι μᾶλλον ο?[ἰκτίρε]ι καὶ παρέχει.
PG 39:1282ὁ μιμητὴς τοίνυν τοῦ θεοῦ, ὁ ἐλεῶν πτω χὸν καὶ τῷ θεῷ δανείζων, κἂν ὁ δανειζόμενος μὴ παρέχῃ ἃ ὀφείλε[ι παρ]έχειν, ἔτι οἰκτίρμων ἐστίν, ἔτι παρέχει. καὶ λάβε μοι τὴν παραβολὴν τοῦ εὐαγγελίου τὴν περὶ τῶν ταλάντων· ἑκάστῳ [κ]ατὰ τὴν ἰδίαν δύναμιν δέδωκεν τὰ λογικὰ αὐτοῦ ὑπάρχοντα, οὐχ ἑκάστῳ κατὰ τὴν φύσιν, ἀλλὰ κατὰ τὴν δύναμ[ιν], ἣν ἐκ προαιρέσεως ἑαυτῷ κατεσκεύασεν. καὶ τῷ μὲν δέδωκεν πέντε, τῷ δὲ δύο, τῷ δὲ ἕν. ὁ τὰ πέντε λαβὼν τάλαντα εἰργάσατο ἐν αὐτοῖς καὶ ἐδιπλασίασεν αὐτά. δανεισάμενος ἀποδέδωκεν. ὁ τὰ δύο ὡσαύτως. ὁ τὸ ἓν λαβὼν καὶ εἰς τὴν γῆν αὐτὸ κατακρύψας οὐδὲ εἰργάσατο ἐν αὐτῷ οὐδὲ ἀπέδωκεν τόκους, αὐτὸ εἰς τὴν γῆν κατέ κρυψεν. ὅταν ἴδῃς ἄνθρωπον δύναμιν ἔχοντα τοῦ εὐεργετῆσαι ἢ φιλανθρωπεύσασθαι καὶ μὴ ποιοῦντα, ὃ ἔλαβεν εἰς τὴν γῆν κατέ - κρυψεν, εἰς τὴν ὑλικὴν αὐτοῦ προαίρεσιν αὐτὸ κατέκρυψεν. καὶ ἀπαιτηθεὶς αὐτό, ὅτε λοιπὸν καιρὸς τοῦ σύναγε πρὸς τοὺς εἰληφότας τὰ λογικὰ ἀργύρια, λέγει ὅτι· ἴδε ἔχεις τὸ [ς]όν. καὶ ᾐτιάσατό γε τὸν θεόν, τὴν ἑαυτοῦ βραδύτητα ἄλλῳ θέλων ἐπιγράψαι·
PG 39:1284ᾔδειν σε, λέγε[ι], ᾔ?δ?[ει]ν?, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ αἴρων ὃ οὐκ ἔθηκας, θερίζων ὃ οὐκ ἔσπειρας· καὶ φοβηθεὶς ἔκρυψά σου τὸ ἀργύριον εἰς τὴν γῆν καὶ οὐδενὶ αὐτ?[ὸ ἔδω] κα. ἐξ ὧν εἴρηκεν, τὸν ἔλεγχον καὶ τὴν κατάκρισιν ἔσχεν· ἄνθρωπε δοῦλε πονηρέ, ἦ ᾔδεις ὅτι αἴρω ὃ οὐκ ἔθηκα, εἰ τὰ μὴ ἐμαυτοῦ κ[αλ]ὰ? αἴρω, τὸ ἐμὸν ὑπερέπραξα [οὐ] τοὺς εἰληφότας, εἰ θερίζω ὅπου οὐκ ἔσπειρα; πάντως ἐλάμβανον τὸ ἐμόν, εἰ ἦς αὐτὸ δεδωκὼς ἐπὶ τρα πέζης, ἵνα πολυπλασιασθῇ. ἐστερήθη γοῦν καὶ τούτου. καὶ ὁ ἁμαρτωλὸς οὖν πολλάκις δανειζόμενος ἐὰν μὴ ἀποδιδῷ ὃ ὀφείλει ἀποδίδει[ν], ἀφαι ρεθήσεταί ποτε ἐκείνων τῶν εὐεργ?εσιῶν. οὐκέτι αὐτὸς λήμψεται τοῦ δικαίου ἔτι μᾶλλον οἰκτίρο?[ντος κα]ὶ παρέχοντος. 22 ὅτι οἱ εὐλο γοῦντες αὐτὸν κληρονομήσουσιν γῆν. οἱ εὐλογοῦντες τὸν δίκαιον. κατὰ ἀμφοτέρας τὰς ἀποδόσεις λημπ?τ?[έο]ν?· ἤτοι τὸν δίκαιον ἄνθρωπον ἢ τὸν θεόν. εὐλογεῖ τὸν θεὸν ὁ ἐκεῖνα ποιῶν ἃ ἀπ[α]ιτεῖ αὐτόν, ὥστ’ εἰπεῖν· εὐλογήσω τὸν κύριον ἐν παντὶ καιρῷ. καὶ ὁ δίκαιος δὲ ἄνθρωπος εὐλογεῖται· εὐλογία γὰρ κυρίου ἐπὶ κεφαλὴν δικαίου. καί· οὗτος λήμψεται εὐλογίαν παρὰ κυρίου.
PG 39:1287γῆν ἐκείνην, περὶ ἧς εἴρη[ται]· καὶ ὑψώσει σε τοῦ κατακληρονομῆσαι τὴν γῆν. [ 22 οἱ δὲ καταρώμενοι αὐτὸν ἐξολεθρευθήσονται.] καταρᾶται οὖν τὸν δίκαιον ὁ ἀσεβῆ περὶ αὐτ[ο]ῦ λέγων, περὶ ὧν ἢ πρὸς οὓς λέγει· οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν [ἀπ’ ἐμοῦ]· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμὲ [κακά]· ἐλυτρωσάμην αὐτούς, αὐτοὶ δὲ κατελάλουν κατ’ ἐμοῦ ψεύδη. ἐγώ, φησίν, ἐλυτρωσάμην αὐτούς, ἤγαγον αὐτοὺς εἰς τὸ τῆς παλινγενεσίας λουτρὸν ἄφεσιν ἁμαρτιῶν παντελῆ δωρησάμενος, ἀπαλείψας αὐτῶν τὰς ἀνομίας. αὐτοὶ δὲ καταλαλοῦσιν κατ’ ἐ μοῦ ψεύδη μὴ πράττοντες ἐκεῖνα τὰ ἐφ’ οἷς ἐκλήθησαν. καὶ ἄφεσιν ἁμαρτιῶν [ἔσχο]ν· οὐ γὰρ διὰ τοῦτο ἐλυτρωσάμην αὐτούς, ἵνα ἁμαρ τάν[ω]σιν, ἀλλ’ ἵν’ ἔξω ἁμαρτίας γένωνται. ἐὰν οὖν μετὰ τὰ λύτρα καὶ σῶστρ[α ἄτο]π?α ποιῇ τις, καταλαλεῖ τοῦ λαλῆσαι τρόπον τινὰ [λέγει]· οὐδέν με ὠφέλησεν, ψεύδη κατ’ αὐτοῦ λέγει. 23 παρὰ κυρίου τὰ διαβήματα ἀνθρώπο[υ] κατευθύνεται, καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει. ὁ ἄνθρωπος προαιρετικῶς διαβαίνει ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα, ἀπὸ τῶν προσκαίρων ἐπὶ τὰ αἰώνια.
PG 39:1289καὶ αὐτοῦ ἐστιν τὸ θελῆσαι τὸ καλόν, ἐπεὶ οὐ τοῦ τρέχοντος οὐδὲ τοῦ θέ[λοντος, ἀλ]λὰ τοῦ ἐλεῶντος θεοῦ ἐστιν τὸ ἀνύσαι ἀμέμπτως τὴν ὁδόν. παρὰ κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται. οὐ δίδοται τὰ δ[ιαβήματ]α?· ἡμῶν γάρ ἐστιν θελῆσαι διαβῆναι ἀπὸ τῶν φαύλων ἐπὶ τὰ καλά. αὐτί κα γοῦν ἐν τῇ κατ’ αὐτὸν καθόλου ἐπιστολῇ ὁ Ἰωάννη[ς γράφει· ἡ]μεῖς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. δια βεβήκαμεν, οὐκ ἤχθη[μεν]. οὐ βία ἡμᾶς εἰς τοῦτο τί?[θησι]ν? θεοῦ κατευθύναντος τὰ διαβήματα, τέλος ἐπιτιθέντος τοῖς οὕτω γινομένοις ὀρθοῖς δ?ι?αβήμασιν. ἔχεις δὲ π?[ολλὰ ἐν] τῇ γραφῇ τοιαῦτα· ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλά[τυ]- νας τὴν καρδίαν μου. θεοῦ πλατύνοντος τὴν καρδίαν, εὖρος τ[ῇ νοήσε]ι δεδωκότος, ἀνύει τις τὴν τῶν ἐντολῶν ὁδόν. οὐχ ὅτι ἔδραμεν, ἐπλατύνθη αὐτοῦ [ἡ κα]ρ?δία, ἀλλ’ ὅτι ἐπλάτυνεν αὐτὴν [ὁ θεὸς π]ᾶσαν στενοχωρίαν τὴν ἐκ φαύλων λογισμῶν καὶ θλίψεων ἐκβάλλων, δι[ὰ τοῦτο ἔ]δ?ραμεν τὴν ὁδὸν τοῦ θεοῦ. πά[λιν δὲ] ἐὰν λέγηται ἐν τῷ Ἰηρεμίᾳ, μὴ ὡς ἐναντίωμα νομίσῃς· οἶδα ὅτι οὐ τοῦ ἀνθρώπου ἡ ὁδὸ[ς αὐτοῦ] οὐδὲ ἀνὴρ πορεύσεται κατευ[!!!!! !!]ιαν αὐτοῦ.
PG 39:1292σὺ εἶ ὁ [ ]. διττῶς δὲ δύναται διάνοιαν ἔχειν τὸ τοῦ προ φήτου ῥητόν· ἀπειλεῖ ὁ Ναβουχοδονοσσὸρ καθαί[ρεσιν τῆ]ς? Ἰερουσαλὴμ καὶ μετοικισμὸν ὅλου τοῦ Ἑβραικοῦ γένους. ἔλεγεν ὁ προφήτης ὅτι· εἰ καὶ ἠπείλει καὶ τὰ αἴτια τοῦ τοῦτο παθ?ε?ῖ?ν? [ἡμεῖ]ς παρέσχομεν, οἶδα ὅτι οὐ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ. δύνῃ κωλῦσαι αὐτοῦ τὴν ἐφ’ ἡμᾶς ὁδόν· κἂν γὰρ ἀνὴρ νομίζῃ εἶναι καὶ μέ[γας, ἀλ]λ’ οὐ κατορθοῦται ἡ πορεία αὐτοῦ σοῦ κωλύοντος. δυνατὸν καὶ οὕτω λαβεῖν κατὰ τὴν ἀποδοθεῖσαν ἤδη διάνοιαν εἰς τό· οὐ τοῦ θέλο[ντος οὐ]δὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ. προτίθεσθε δραμεῖν τὴν σωτηριώδη ὁδόν. οὐκ ἔστιν ἡμῶν ἀνύσαι τὴν ὁδόν, ἀλλ[ὰ θελ]ῆσαι εἰς τὸ τέλος τῆς ὁδοῦ ἐλθεῖν, ὥστ’ ἀνειπεῖν· τὸν δρόμον τετέλ[ε]κα. ἐξ αὐτοῦ δὲ τὸ κατευθῦναι, ἐ[ξ] αὐτοῦ τὸ ξεναγῆσαι. ὁδήγησόν με [ἐπὶ τ]ὴ?ν ἀλήθειάν σου. ὁ ὁδηγούμενος ὑπὸ θεοῦ οὐχ ἑαυτῷ κατορθοῖ. ποθεῖ δὲ κατορθῶσαι καὶ δέδωκεν ἑαυτὸν τῷ δυναμένῳ αὐτὸν [εἰς τε]λειότητα ἀγαγεῖν. τὰ τοιαῦτα τὰ κατὰ θεόν, λέγω, καὶ πρὸς αὐτὸν ὁρῶντα πλουσίως ἐπιτελεῖται καὶ οὐκ ἔστιν μερίσαι ἕκαστο[ν ἀ]φ’ ἑκάστου.
PG 39:1294ἐπόθησέν τις τὸ καλόν, μιμητὴς εἶναι θεοῦ σπουδάζει, προ θέσθαι ἀναλαβεῖν τὴν ἀρετήν· προθέμενος οὐχ ἵστα[ται] μέχρι τῆς προθέσεως, ἀλλ’ ἐνεργεῖ, μελετᾷ, σπουδάζει, ἐθίζει ἑαυτὸν πράττειν τὰ καλά. εἰ ἀνηγγέλη σοι, ὦ ἄνθρωπε, τί κύριος αἰτεῖ παρ[ὰ σο]ῦ ἢ τοῦ ἀγαπᾶν ἔλεον καὶ ποιεῖν κρίμα καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ κυρίου τοῦ θεοῦ; ὁ ἑτοιμάζων ἑαυτὸν εἰς τὸ ἀεὶ μετὰ τοῦ κυρίου το[ῦ θεοῦ π]ορεύεσθαι πάντῃ ἀνεμπόδιστός ἐστιν. μόνον ἑτοιμαζέτω ἑαυτὸν εἰς τοῦτο λέγων· ἑτοίμη ἡ καρδία μου, ὁ θεός, ἑτοίμη ἡ καρ[δία μο]υ. οὐδεὶς δὲ τῶν ἐνποδιζομένων ὑπὸ λογισμῶν αἰσχρῶν [ἢ] ἐν?θυμήσεώς τινος εἰπεῖν δύναται· ἑτοίμη ἡ καρδία μου, [ὁ] θ?ε?ό?ς?, ἑτοίμη ἡ καρδία μου· ἔχει γὰρ δεσμά, σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν [σφ]ίνγεται. τὴν ὁδὸν τοῦ κατευθυνομένου ἐν τοῖς δ?ιαβήμασιν ὁ θεὸς θέλει. θελητῶς δὲ βαδίζει, τὴν ὁδὸν τῆς ζωῆς τρέχει [α]ὐτὸν τὸν εἰρηκότα· ἐγώ εἰμι ἡ ὁδός. πατεῖ καὶ τρέχει ἐπ’ αὐτοῦ. καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει. δυνατὸν δὲ καὶ τοῦτο εἰπεῖν ὅτι· οὗ τὰ δια βήματα κατευθύνεται ὑπὸ τοῦ θεοῦ, τὴν τοῦ θεοῦ ὁδὸν θέλει, εἰς ἣν ἄγει αὐτόν, ἐφ’ ἣν ὁδηγεῖ καὶ ξεναγεῖ αὐτόν.
PG 39:1297κἄν ποτε οὖν συμβῇ πεσεῖν, οὐ καταρήγνυται. 24 ὅταν πέσῃ, οὐ καταραχθήσεται. λάβε μοι παράδειγμα τοιοῦτο· δρομεύς τις ἔστω ἄριστος καὶ ποδῶν ὠκύτητα κ[ατὰ] φ?ύσιν ἔχων καὶ τὴν τέχνην τὴν δρομικὴν ἄκρως παρασκευασθείς. οὗτος ὀξέως περὶ τὸ τρέ - χειν ἔχων καὶ γεγυμν[α]ς?μ?ένους ἔχων τοῦ ἔσω ἀνθρώπου τοὺς πόδας ἄν ποτε προσπταίσῃ ἐν τῷ τρέχειν, τρόπον τινὰ βρα - χεῖαν αἴσθησιν λαμβάνει τοῦ προσπταίσματος· οὐδὲ γὰρ καταστρέφεται οὐδὲ αὐτὸς ὥσπε[ρ] πληγεὶς ὀκλᾷ, παύεται τοῦ δρόμου. κἄν ποτε οὖν συμβῇ γενέσθαι τινὰ ὄλισθον, οὐ καταρήγνυται. ὠλίσθησεν Ἰούδας ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας καὶ κατέπεσεν· εἴρηται γάρ· πρηνὴς γενάμενος ἐλάκησεν μέσος. πρηνὴς δὲ οὐκ ἂν ἐγένετο, εἰ μὴ καταραχθεὶς ἦν. εὖ δὲ καὶ τό· ὅταν πέσῃ, οὐ καταραχθήσεται. κἂν π[τ]αῖσμά τι γένηται, οὐ παρέχει τῷ διαβόλῳ τόπον, ὥστε πάντῃ αὐ?[τ]ὸν καταστρέψαι καὶ καταράξαι. εἶδέν τις γυναῖκα πρὸς [ἐπιθυμίαν] μέ?[χρι] τῆς? προπαθείας· ἔδοξεν πίπτειν, ἀλλ’ οὐ κατερράγη· ὅταν γὰρ εἴξῃ ἀκολουθῆσαι τῷ λογισμῷ καὶ νικήσῃ αὐτὸν τοῦ κάλλους ἡ ἐπιθυμ[ία], κατερράγη, κατέπεσεν.
PG 39:1299οἷοί εἰσιν οἱ πρεσβύτεροι οἱ μανέντες κατὰ Σωσάν νης. 24 ὅτι κύριος ἀντιστηρίζει χεῖρα [αὐτοῦ]. χεὶρ πολλάκις ἡ πρᾶξις λέγεται, ἡ ἐνεργητικὴ δύναμις. ἀντιστηρί ζων τὴν ἐνεργητικὴν αὐτοῦ δύναμιν ο[ὐκ ἐ]ᾷ? αὐτὸν τέλεον καταπεσεῖν. εὑρίσκει ποῦ τὴν χεῖρα ἐρείσῃ. καὶ γίνεται αὐτοῦ ὁ κύριος ἀντιστήριγμα κατὰ τὰ λεχθέντα πρὸ τούτου· καὶ ἐγένετο κύριος ἀντιστήριγμά μου. τὴν ποιητικὴν αὐτοῦ δύναμιν κρατεῖ ὥστ’ ἀνειπεῖν· ἐκράτησας [τῆς] χειρὸς τῆς δεξιᾶς μου, καὶ ἐν τῇ βουλήσει σου ὡδήγησάς με. ἰδοὺ τὴν κράτησιν [ 28 καὶ σπέρμα ἀσεβῶν ἐξολεθρευθήσεται.] ἐστὶν ἡ ἀσέβεια. εἰς θεὸν δέ ἐστιν γινομένη. τὸ σπέρμα ἀντὶ το[ῦ τὰ γεννή]ματα τῶν ἀσεβῶν. δύναται δὲ καὶ τὸ σπέρμα οἷον ἡ διάθεσις τῶν ἀσεβῶν. ἐξολεθρεύεται δὲ συμφερόντως. ἵνα μή? [τινα προε]ν?έγκῃ ἔτι μένοντα, σπέρμα ἐξολεθρεύεται. 29 δίκαιοι κληρονομήσουσιν γῆν καὶ κατασκηνώσουσιν εἰς αἰῶ[να αἰῶ]νος ἐπ’ αὐτῆς. ἐπὶ τῆς γ?ῆς τῆς εἰρημένης. 3031 στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλεῖ κρίσιν· ὁ νόμος [αὐτοῦ ἐν] καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑ[πο]σκελισθήσεται τὰ διαβήματα αὐτοῦ. λαλεῖ σοφίαν τὸ στόμα τοῦ δικαίου.
PG 39:1302ὅταν πεφωτισμένος ᾖ [ὁ σοφό]ς?, φωτεινοὺς προφέρει λόγους· εἴρηται γάρ· σοφία ἀνθρώπου φωτιεῖ πρόσωπον αὐτοῦ. ὁ ταύτην λαλῶν τὴν σοφίαν πεφωτισμ?[ένον ἔχ]ει τὸ πρόσωπον τοῦ νοῦ· διήγησις γὰρ εὐσεβοῦς διὰ παντὸς σοφία. καὶ πάλιν [ὁ λέγων] ὁ πειθόμενος τῷ λέγοντι [ὅτι· ἄν]οιξον στόμα σου λόγῳ θε- [οῦ], λ[έγων]· τὸ στόμα μου ἤ νοιξα καὶ εἵλκυσα πνεῦμα, σοφίαν λαλεῖ. στόμα οὖν δικαίου μελετή[σει σοφίαν]. ἀεὶ τὰ σοφὰ μελετᾷ, οὐ μ?[όνον] τὰ θεωρήματα τῆς εὐσεβείας, ἀλλὰ καὶ τὰ τῆς πράξεως σοφά. ἡ γλῶσσα [α]ὐτοῦ λαλεῖ? [κρίσιν. κ]εκριμένως πάντα φθέγγε?τ?[ται], ἀργὸν ῥῆμα οὐ προ φέρεται· οἶδεν γάρ, ὅτι ἐκ τῶν λόγων ἑαυτοῦ δικαιοῦταί τις, καὶ ἐκ [τῶν λό]γ?ων αὐτοῦ καταδικάζεται. διὰ τοῦτο κεκριμένως φθέγγεται. καὶ ὥσπερ οἱ λογισμοὶ τοῦ δικαίου κρίματά εἰσινλογ[ισμοὶ γὰρ] δικαίων κρίματα· οὐκ ἔχουσιν ἁπλῶς λογισμοὺς ῥεριμμένους, ἀλλὰ κεκριμένους καὶ ἐξητασμένους καὶ κεκ?[ανονις]μένους. ἀπὸ τῶν τοιούτων κριμάτων καὶ λόγος κεκριμένος προφέρεται. καὶ διὰ τοῦτο ἡ γλῶσσα τοῦ δικαίου λαλεῖ [κρίσιν].
PG 39:1304εἰ γὰρ ἃ λογίζεται, ταῦτα λαλεῖ, λογίζεται δὲ κεκριμένους καὶ ἐξητασμένους λογισμούς, καὶ ὁ λόγος αὐτοῦ τοιοῦτός ἐστιν. καὶ [λοιπὸν τ]ὴν αἰτίαν ἀποδίδωσιν· ὁ νόμος αὐτοῦ οὐκ ἐν τοῖς ὠσίν ἐστιν μόνοις, ἀλλ’ ἐν τῇ καρδίᾳ αὐτοῦ. δίδωσιν γὰρ ὁ θεὸς νό[μους αὐτο]ῦ εἰς [καρδ]ίαν καὶ ἐπὶ τὴν διάνοιαν ἐπιγρά φει αὐτούς. οὗ οὖν πεπλήρωται ἡ καρδία αὐτοῦ τοῦ θεοῦ νόμου, διὰ το[ῦτο καὶ] σοφίαν μελετᾷ καὶ κρίσιν λαλεῖ. τούτου δὲ ὑπαρχθέν τος καὶ κατορθωθέντος οὐχ ὑποσκελίζεται τὰ διαβήματ[α αὐτοῦ]. κατ’ εὐθὺ βαίνει, οὐ προσκόπτει, ἵν’ οὕτως εἴπω, ὑπο πτέρους ἔχει πόδας. ὁ δὲ ὑποπτέρους ἔχων πόδας οὐκ ὀλισθ[αίνει, οὐ] διαπταίει. ὑποδέδεται γοῦν ὁ σοφὸς τὴν ἑτοιμα σίαν τοῦ εὐαγγελίου τῆς εἰρήνης. ἡ [ἑ]τοιμασία τοῦ εὐαγγελ[ίου ὑ]π?οδήματα γίνεται τῶν ποδῶν τοῦ δικαίου· ταύτα γὰρ τὰ ὑποδήματα ὑπόπτερά εἰσιν ἄνω φέροντα. λέγει γοῦν [καὶ ὁ θεὸ]ς? τῇ ψυχῇ· ὑπέδησά σε ὑάκινθον. οὐκ ἄλλῳ τοῦτο τὸ ὑπόδημα περιθεῖναι ἐπέτρεψεν, ἀλλ’ αὐτὸς αὐτὸ ὑπέδη[σεν. φιλε]ῖ δὲ ὁ ὑάκινθος μιμεῖσθαι τοῦ αἰθέρος τὸ χρῶμα. αἰθέριον οὖν ὑπόδημα ὑπέδησά σε.
PG 39:130732 κατανοεῖ ὁ ἁμαρτωλ[ὸς τ]ὸν δίκαιον [καὶ ζητεῖ τοῦ θανατῶσαι αὐτόν]. κατανοεῖ οὐχ ἵνα μιμήσηται αὐτό[ν]. Παῦλος γράφει τοῖς ἐν Χριστῷ ἀνθρώποις· κατανοοῦντες αὐτοὺς εἰς παροξυνμὸν ἀγάπης καὶ καλῶν ἔργων καὶ τἆλλ[α]. κατανοοῦσιν, ἵνα μιμήσωνται αὐτούς· πείθεσθε γὰρ τ[οῖ]ς ἡγουμένοις ὑμῶν, οἵτινες [ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ θεοῦ, ὧν] ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίς[τ]ιν. ὧδε τὸ κατανοεῖν ἐπαινετόν ἐστιν. ὁ δὲ ἁμ?[αρτωλ]ὸς κατανοεῖ τὸν δίκαιον, οὐχ ἵνα μιμήσηται, οὐχ ἵνα ἀποδέξηται, ἀλλ’ ἵνα θανατώσῃ. ἀμφοτέρως δὲ θ[ανατ]οῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον· ἐὰν ἀποστήσῃ αὐτὸν ἀπὸ τῆς δικαιοσύνης, θανατοῖ αὐτόν, ἢ θανατοῖ αὐτὸν ἐπιβουλευτικῶς ἐπιφέρων κατ’ αὐτοῦ θάνατον, ὡς διενόησαν ποιεῖν κατὰ Σωσάννης οἱ πρεσβύτεροι. 33 καὶ οὐ μὴ ἐνκαταλείψει αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ οὐδὲ μὴ καταδικάσει αὐτόν, ὅταν κρίνηται αὐτῷ. κἂν ἐπιθῆται, οὐκ ἐνκαταλείψει αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ. ἐλέγομεν δὲ διαφορὰν τῆς λέξεως τῆς ἐνκαταλείψεως. εἰ καὶ ἀνῃρέθη ὁ Ναβ[ουθ]ὲμ ὑπὸ τῶν ἐπιβουλευσάντων, οὐκ ἐνκατελεί[φθ]η εἰς τὰς χεῖρας αὐτῶν·
PG 39:1309τότε γὰρ ἐνκατελείπετο, εἰ ὅπερ ἠβούλον[το] πεποιήκει. οἱ μάρτυρες ἀνῃρέ θησαν ὑπό τινων, ἀλλ’ οὐκ ἐνκατελείφθησαν εἰς τὰς χεῖρας αὐτῶν. [τότε δὲ] ἐνκατελείποντο, εἰ ἦσαν θύσαντες. ὅταν κρίνεται ὁ ἁμαρτωλὸς δικαίῳ, οὐ καταδικάζεται ὁ δίκαιος. ἐκρίνοντο ο[ἱ πρ]ε?σβύ[τε]ροι μετὰ Σωσάννης, καὶ οὐ κατε δικάσθη ἐκείνη ἐν τῷ κρίνεσθαι ἐκείνους· ἐκεῖνοι γὰρ συκοφάνται ἀπεδείχ[θ]η[ς]αν ψευδεῖς. 34 ὑπόμεινον τὸν κύριον καὶ φύλαξον τὴν [ὁδὸν αὐτο]ῦ, καὶ ὑψώσει σε τοῦ κατακληρονομῆσαι γῆν. λοιπὸν προτρέπει· εἰ καὶ πολλά ἐστιν τὰ ἐνοχλοῦντα, εἰ καὶ πολλοὶ οἱ πολέμ[ι]οί εἰσιν καὶ βλάψαι καὶ ἀναιρῆς[αι θέλοντες], ἀλλὰ ὑπόμεινον τὸν κύριον καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ, ὥστ’ ἀνειπεῖν· τὸν δρόμον τετέλεκα· τότε γὰρ ὑψώσει σε κα?ὶ? [κατακληρ]ονομήσεις τὴν γῆν. τὸ ἆθλον τῆς ὑπομονῆς ἐδήλωσεν ὅτι· ὑψηλόν σε ποιήσει, μετάρσιόν [σε] λήμψεται, εἰς αὐτὸν τ?[ὸν οὐρανὸ]ν ξεναγήσει σε. 34 ἐν τῷ ἐξολεθρεύεσθαι τοὺς ἁμαρτωλοὺς ὄψῃ. τοῦτο λέγει ὅτι· ὀλεθρε?υ?ομένους τοὺς ἁμαρτω[λοὺς ὄψῃ] καὶ σεαυτὸν γνώσει ὅτι ἐκληρονόμησας τὴν γῆν.
PG 39:1312ὅτι ὑπέμεινας τὸν κύριον καὶ τὴν ὁδὸν αὐτοῦ ἐφύλαξας, οὐχ ὑπέπεσας α?[ὐτοῖς]. 3536 εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ [Λι]βάνου· καὶ παρῆλθον, καὶ ἰδοὺ [οὐκ ἦν], [καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ]. πολλάκις ἑαυτοὺς οἱ ἀσεβεῖς μεγάλους νομίζουσιν καὶ μετεωρίζουσιν ἑαυτοὺς κ[ατὰ τὴ]ν? [κέδρον] τὴν ἐν τῷ Λιβ[άνῳ. δυν]ατὸν δὲ καί, ἐπειδὴ μετὰ ἄρθρου λέγεται, καὶ αὐτὸν τὸν διάβολον λαβεῖν ὅτι· εἶδον αὐ[τὸν κα]τὰ πάντων ἐπαιρόμενον [τῶν ἄλλω]ν λέγοντα· τὴν οἰκουμένην ὅλην καταλήμψομαι τῇ χειρί μου, ὡς ᾠὰ καταλελειμμ[έν]α ἀρῶ, ὡς νοσσιὰν λήμψομαι, οἶ[δας, ὅτι εὐ]κ?όλως ὁ περιτυγχάνων καλιᾷ τὰ ᾠὰ λαμβάνει. κἂν ἄρτι οὖν νεοττοὶ γενάμενοι ἦσαν, πάλιν αὐτῶν περιγ[έγονεν μὴ] δυναμέν[ων] πτῆσιν ἔχειν ἰσχυρὰν καὶ μετεωρίζουσαν. ἀπὸ ἀλαζονείας πολλῆς θρασύτητος οὕτως ἐνόμιζεν ἔχειν τὴ?[ν οἰκουμ]ένην, τουτέστιν πάντας τοὺς ἀνθρώπους, πρὸς αὐτὸν κατὰ τὰ ᾠὰ τὰ ἄψυχα, κατὰ τὰ νοσσία ποιηθέντα ἐπαρθῆν?[αι μὴ δυ]ν?άμενα, ἀλλ’ ἔτι ἐν τῇ καλιᾷ μένοντα. εἶδον οὖν τὸν ἀσεβῆ τοῦτον τὸν λέγοντα·
PG 39:1314τῇ ἰσχύι ποιήσω καὶ τῇ [συνέσει τῆς] σοφίας, ἀφελῶ ὅρια ἐθνῶν καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω, εἶδον αὐτὸν ὑπερυψούμενον. διέβην τῷ λογι?[σμῷ εἰς τὸ]ν? μετὰ ταῦτα βίον, εἰς τὸν τῆς προνοίας λόγον, καὶ οὐκέτι αὐτὸν εἶδον, οὐδὲ ὁ τόπος αὐτοῦ ἔτι ζητηθεὶς ηὑρέθη. πεπαύσε?[ται ἡ ἀσέβε]ια, οὐκ ἔνι ἔτι ἀσέβεια. οὔκ ἐστιν τῶν ἀθανάτων, ὥσπερ περὶ τῆς δικαι οσύνης λέγει· δικαιοσύνη ἀθάνατός ἐστιν. ἐπερ( )· ὡς [τὰς κέ]δρους τοῦ Λιβάνου; πολλάκις τοὺς ὑπερηφάνους τῷ ξύλῳ τούτῳ σημαίνει· καὶ συντρίψει κύριος τὰς κέδρους τοῦ Λιβάνου. εἰσὶν καὶ ἐπαι[νεταὶ] κέδροι. τοὺς μεγάλους δὲ ἐν τῷ βίῳ τούτῳ τῷ ὀνόματι τούτῳ σημαίνει· διάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου, καταφάγεται πῦρ [τὰς κ]έδρους σου. εἶτα ἑρμηνεύει· διότι μεγιστᾶνες μεγάλως ἐταλαιπώρησαν. τοὺς μεγιστᾶνας κέδρους εἶπεν. εἰσὶν οὖν καὶ ἐπαινεταὶ [κέδ]ρ?ο?ι?, ἀλλ’ οὐ περὶ τούτων νῦν ὁ λόγος. καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν. παρῆλθον τῇ διανοίᾳ καὶ εἶδον αὐτὸν οὐκ ὄντα. εἶδον [αὐτὸν θρα]συνόμενον διὰ πλοῦτον, διὰ ἀρχὴν ἀνθρώπινον. παρῆλθον τῷ λογισμῷ καὶ εἶδον ὅτι οὐ τῶν μενόντων ἐστὶν ὁ? [ἀσεβή]ς.
PG 39:1317ἔτι ὑπερυψοῦται κατὰ τὸν Λίβανον καὶ τὰς κέδρους αὐτοῦ· ἐζήτησα [γ]ὰ?ρ ἐν τοῖς οὖσιν τὸν τόπον αὐτοῦ καὶ οὐχ εὗρον. πάν[τα κα]λ[ὰ] λίαν ὁ θεὸς πεποίηκεν. ἐκ στόματος κυρίου οὐκ ἐξελεύσεται τὸ ἀγαθὸν καὶ τὰ κακά. οὐ τοῦτο λέγει ὅτι οὐδὲ τὸ ἀγαθὸν οὐδὲ τὸ κ?[ακό]ν, ἀλλὰ τὸ ἀγαθὸν μὲν ἐκ στόματος κυρίου ἐξελεύσεται, τὰ κακὰ δὲ οὔ. πλη - θυντικῶς οὖν τὰ ἀγαθά. διὰ τοῦτο τοῖς κακοῖς οὔκ ἐστιν ἐν τοῖς οὖσιν τόπος· πάντα γὰρ καλὰ λίαν ὁ θεὸς πεποίηκεν. καὶ οὐ τέρπεται ἐπὶ ἀπω λείᾳ ζώντων. σωτή[ριοί] εἰσιν αἱ γενέσεις τοῦ κόσμου· οὐκ ἔστ[ι]ν ἐν [αὐταῖ]ς φάρμακ[ο]ν ὀλέθρου οὐδὲ ᾅδου βασίλειον ἐπὶ γῆς. 37 φύλασσε ἀκακίαν [καὶ ἰδὲ] ε[ὐ]θύτητα, ὅτι ἔστιν ἐνκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ. λ[ο]ιπὸν τ?αῦτα λέγει· ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίη σον ἀγαθὸν καὶ κατασκή[νου] εἰς αἰῶνα αἰῶνος. λέγει· φύλασσε ἀκακίαν, ἰδὲ εὐθύτητα ἔξ?ω? πάσης κακίας γενόμενος. ἐκεῖνος δὲ ἄκα[κ]ό?ς? ἐς[τ]ι?ν? κατὰ τὸ νῦν σημαινόμενον. ὁ ἀρετὴν ἔχων ὁρᾷ καὶ τὴν εὐθύτητα. ὅτι ἔστιν ἐνκ[ατ]άλειμμα ἀνθρώπῳ εἰρηνικῷ. τοῦτο λέγει ὅτι· ἀδύνα τόν ἐστιν τὸν εἰρηνικὸν ἄνθρωπον ἐξ ὅλων ἀφανισθῆναι.
PG 39:1319κἂν ἐνκαταλειφθῇ, ἀλλ’ ἐνκατάλειμμα ἔχει. 38 οἱ δὲ παρά νομοι ἐξολεθρευθήσονται ἐπὶ τὸ αὐτό. ἅμα οἱ παράνομοι ἐξολεθρεύονται· τοῦτο γάρ ἐστιν? τὸ ἐπὶ τὸ αὐτὸ ὀλέθρῳ περιπεσεῖν αὐτούς. 38 τὰ ἐνκαταλείμματα τῶν ἀ[σεβῶ]ν ἐξολεθρευθήσονται. ἔστιν δὲ ἐνκατάλειμμα [τ]ῷ εἰρηνικῷ. τῶν ἀσεβῶν τὰ ἐνκαταλείμ ματα ὀλέθρῳ ὑ?π?ο?[πε]ς?εῖται. 39 σω[τ]ηρία δὲ τῶν δικαίων παρὰ κυρίου. τοῦτο λέγει· κἂν δόξωσίν ποτε οἱ δίκαιοι ἐπιβουλευόμενοι μὴ τετυχηκέναι τῆς? [π]α?ρ?ὰ ἀνθρώπ[ω]ν? σω?[τ]ηρίας, [οἷον ὁ] Ἅβελ καὶ ὅσοι ἄλλοι ἐπεβουλεύθησαν δίκαιοι, ἀλλ’ ἡ σωτηρία αὐτῶν παρὰ κυρί[ου] ἐστίν, ἡ αἰώνιος σωτηρ[ί]α, [οὐ]χ ἡ π?ρ?[ό]σκ[αι]ρος. 39 [κα]ὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν ἐν καιρῷ θλίψεως. κἂν θλίψεως καιρὸς κα ταλάβῃ, ὑπερας[πιστὴς αὐτῶν ἐςτι]ν. τὴ?[ν ἀς]πίδα τὴν ἑαυτοῦ ὑπὲρ αὐτῶν προβάλλεται, ὅ?- π?ως ἄτρωτοι οὐ πάντως τῷ σώματι δια μείνωσιν, ἀλλὰ τῇ ψυχῇ. 40 [καὶ βο]ηθήσει [αὐ]τοῖς κύριος καὶ ῥύσεται αὐτούς. βοηθῶν [αὐ]τ?ο?ῖ?ς ῥύεται αὐτούς. κἂν μὴ ὧδε, ἀλλὰ [ῥ]υ?- σθήσονταί ποτε· ἐὰν γὰρ ἐπιβουλευθῶσιν δι’ εὐσεβείας καὶ δόξωσιν ἀποθνῄσκειν, ἀλλ’ οὐ ![!!!!! !!!!! !!!!! !!!!!
PG 39:1322!!!] [!!]νι κολάσει. τοῦτο δέ ἐστιν ἀληθῶς τὸ βοηθηθῆναι ὑπὸ θεοῦ, τὸ ῥυσθῆναι ὑπὸ θεοῦ. καὶ ![!!!!! !!!!! !!!!! !!!!! !!!] ἀμφότερα ἔχει, βοηθῶν ῥύεται. ῥύεται αὐτοὺς ἀ[π]ὸ τῶν περιεστηκότων ἀνιαρῶν ![!!!!! !!!!! !!!!! !!!!! !!!] 40 καὶ ἐξελεῖται αὐτοὺς ἐξ ἁμαρτωλῶν καὶ σώσει αὐ[το]ύς, ὅτι ἤλπισαν ἐπ’ αὐτόν. ἐπεὶ ἤλ[πισαν !!!!! !!!!! !!!!! !!!] [ς]ωτηρίας ἢ αὐτόν, ἐξελεῖται αὐτοὺς ἐκ τῶν ἁμαρτωλῶν καὶ ἔξω ποιήσει αὐτοὺς πάσης [!!!!! !!!!! !!!!! !!!!! !!!] [!!]υσιν. καὶ ἐνταῦθα ὁ βλάπτων τοὺς δικαίους, ὡς οἴετα?[ι], ἑαυτὸν βλάπτει. τοῦτο γοῦν ὁ θεὸς ![!!!!! !!!!! !!!!! !!!!! !!!] ὁ ἁπτόμενος ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ· μὴ γὰρ ὁ ἐπιβου[!!!!! !!!!! !!!!! !!!!! !!!] ἑαυτοῦ βλάπτει. ἔλαβεν δὲ τὸ παράδειγμα πρὸς τὸ δεῖξαι, ὅτι ἑαυτοῦ βλαπτικός ἐστιν ὁ [!!!!! !!!!! !!!!! !!!!! !!!] οὐκ ἐκεῖνον διατίθησιν, ἀλλ’ ἑαυτόν. [ἐπερ( )·] τὸ τόξον πῶς λαμβάνομεν; τὸ τεταμένον ἡγεμ[ονικὸν !!!!! !!!!! !!!!! !!] 12 Ψαλμὸς τοῦ Δαυίδ· εἰς ἀνάμνησιν περὶ σαββάτου. κύριε, μὴ τῷ θυμῷ σου [ἐλέγξῃς με. !!!!! !!!!! !!!!!] διαφέρει ἀνάμνησις ὑπομνήσεως·
PG 39:1324τότε γάρ τις ὑπομιμνήσκεται, ὅταν ἄλλος ἄλλῳ [!!!!! !!!!! !!!!! !!!!! !!!!] αυτοῦ ἀναπολῇ τὰ πρῶτα, ἀναμιμνήσκεται. οὕτω γοῦν τινες εἴρηκαν τὰς μαθ[!!!!! !!!!! !!!!! !!!!! !!!!] οἱ σωθῆναι βουλόμενοι ἔρχονται εἰς ἐπίγνωσιν ἀληθείας. ταὐτόν ἐστιν τὸ εἰς ἐπί[γνωσιν τῷ εἰς ἀνάμνησιν. ἀναμι] μνήσκεται γάρ τις οὗ οἶδεν. οὐδεὶς λέγεται ἀναμιμνήσκεσθαι οὗ λέγεται· πρότερον γ[!!!!! !!!!! !!!!! !!!!! !!!!] τοῦ Ἰωσὴφ ἀνεγνώρισαν αὐτόν, καὶ αὐτὸς αὐτοὺς ἀνεπόλησεν· ᾔδεσαν γὰρ αὐ[τὸν !!!!! !!!!! !!!!! !!! ἀνά] μνησιν περὶ σαββάτου λάβῃ, ἀρχὴν ἀγαθοῦ ἔχει τινός. τὸ σάββατον κατάπαυσιν σημ[αίνει !!!!! !!!!! !!!!! !!!] ζεσθαι σαββατίζει. οὐκ ἐν ταῖς ἓξ ἡμέραις σαββατίζει, ἀλλ’ ὅταν ὑπερβῇ ταύτας καὶ λ[!!!!! !!!!! !!!!! !!!!! !!!] οὗτος, ἐν ᾧ διατρίβομεν, τὰ βλεπόμενα καὶ πρόσκαιρα, ἐν ἑξάδι ἡμερῶν γεγένητ[αι !!!!! !!!!! !!!!! !!!!! !] ὅταν δὲ ὑπερβῇ ταῦτα καὶ λοιπὸν ὑπερκοσμίως καὶ ὑπερουρανίως διάγῃ α[!!!!! !!!!! !!!!! !!!!! !!!] τῷ οὐρανῷ, τὸ τηνικάδε σαββατίζει. ὁ κυρίως σαββατισμὸς οὗτός ἐστιν. καὶ γη?[!!!!! !!!!! !!!!! !!!!! !!!!! !] ζειν·
PG 39:1327ὁ γὰρ ἐπὶ γῆς περιπατῶν καὶ ἐν οὐρανοῖς ἔχων τὸ πολίτευμα, οὗτ?[ος !!!!! !!!!! !!!!! !!!!! !!!] κόσμῳ ἔχει ἐν οὐρανῷ τὴν διάνοιαν σαββατίζουσαν. ὑπάρξεται δέ ποτ?ε? κ?α?[ὶ] η?[!!!!! !!!!! !!!!! !!!!! !!!!! !] ἐκεῖ τὴν καρδίαν ἔχουσιν καὶ ἤδη σαββατίζουσιν τὸ τρυφερόν, ἅγιον [τῷ θεῷ σάββατον, !!!!! !!!!! !!!!! !!!!! !] τῷ λέγοντι· δεῦτε πρὸς ἐμὲ πάντες οἱ κεκοπωμέ[νοι !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!] εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυ[σιν ταῖς ψυχαῖς ὑμῶν· !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!!] τροπολογίαν σαββατίζομεν, ἀλλὰ ἀληθινῶς ![!!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!] οὔκ εἰσιν πρωτότυποι, φανερόν· μή τις γάρ, φη[σίν, !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!] μελλόντων. εἰ δὲ αἱ ἑορταὶ καὶ αἱ νουμηνίαι κα[!!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! αὐ] τοῖς καὶ τὰ σάββατα, σκιώδη εἰσὶν ταῦτα τὰ σάβ[βατα. !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!] τῷ λαῷ τοῦ θεοῦ γενόμενον ἀνάπαυσιν ἔχειν. [εἰς ἀνάμνησιν περὶ σαββάτου.
PG 39:1329κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με.] ἀνεμνήσθη οὖν τὸ σάββατον, ἐν ᾧ οὐδὲν λατρε![!!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!] εἰσαχθῇ ἐκεῖ, ἀναμιμνήσκεται τῆς ἐκεῖ καλλίς[της !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!] γέλλον τὸν ψαλμόν. ὁ γνησίως μετανοῶν [!!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !] οὕτω γὰρ ἡ μετάνοια γνησία δειχθήσεται· ε?[ !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !] ἐπιπλάστως τοῦτο δοκεῖ ποιεῖν. δεῖ οὖν ὑποθέσθαι τὴ?[ν γνησίαν μετάνοιαν !!!!! !!!!! !!!!! !!!!! !!!!! !! ἵν’] οἵου μεγέθους καὶ οἵας καλλονῆς ἐστιν, ὀφθῇ. 2 κ[ύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.] [!!!!! !!!!! !!!!! !!!!! !!!]α τότε προσφέρει ὑπὲρ ἁμαρτίας. τοῦτο οὖν ἐστιν ὃ λέγει· μεριμνήσω περὶ [τῆς ἁμαρτίας μου. διὰ τί ἁμα]ρτωλός εἰμι, παίδευσόν με. ἀνάμνησιν λαβὼν περὶ τῆς ἁμαρτίας ἑαυτοῦ ταῦτα λέγει. [!!!!! !!!!! !!!!! ! τὴν ἁμαρ]τίαν ἑτέρως μὲν γιγνώσκει, ἑτέρως [δ]ὲ οὐκ ἐπίσταται· ᾗ μὲν γὰρ πεῖραν αὐτῆς ἔχει, γιγνώσκει [αὐτήν, οὐκ ἐπίσταται δέ.
PG 39:1332εἰ δ]ὲ ἦν ἐπιστήσας, ὅτι ἐπιβλαβὴς καὶ καὶ ὀλέθριός ἐστιν καὶ μεγίστην ἀπώλειαν ἐπιφέρει, [ἠπίστατο αὐτήν. δύναται οὖν γ]ν?ῶναι αὐτὴν καὶ ἄλλως μὴ ἐπίστ[α]σθαι ὁ πεῖραν αὐτῆς λαμβάνων. δι’ αὐτοῦ τοῦ πεπι [!!!!! !!!!! !!!!! !!!!! !!!!] τῆς πείρας ἐκτὸς ὤν. ὁ κατ[ὰ] τὸν Ἰησοῦν ἄνθρωπος εἴρηται μὴ ἐγνωκέναι ἁμαρτίαν [μηδὲ πεποιηκέναι αὐτήν. κατὰ τὸ] ἕτερον σημαινόμενον τοῦ γιγνώσκειν οὐδεὶς μᾶλλον αὐτοῦ αὐτὴν οἶδεν· πῶς γὰρ ἐλήλυ [θεν !!!!! !!!!! !!!!! !!!!! !] ἐ?[γ]ίγνωσκεν αὐτήν; κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. [!!!!! !!!!! !!!!! !!!!! !!!!!]ν ἔχειν ἡ λέξις· πολλάκις ἐπελθοῦσά τις ὀργὴ καὶ πληγὴ δείκνυσιν τόνδε τινὰ ἁμαρ [!!!!! !!!!! !!!!! !!!!! !!!!!]ς πολλὴν ἀσέβειαν ὑπεσύρη, παρεδόθη τοῖς Ἀσσυρίοις, τοῖς Βαβυλωνίοις ὑπὸ χεῖρα [!!!!! !!!!! !!!!! !! ὅτι δὲ οὐχ] ὡς ἔτυχεν ἡ παράδοσις γέγονεν τοῦ Ἰσραήλ, ἀλλὰ διὰ προλαβούσας ἁμαρτίας· ἁμαρ - [τίαν ἥμαρτεν Ἰερουσαλήμ, ἐγεν]ήθη εἰς αἶσχος. πολλὴν ἁμαρτίαν ἥμαρτεν, καὶ οὐχ ἁπλῶς γε ἥμαρτεν, ἀλλὰ καὶ ἁμαρ - [τίαν· ἁμαρτίαν ἥμαρτεν Ἰερους]αλήμ.
PG 39:1334ὅταν τις οὖν διὰ προλαβόντα ἁμαρτήματα ὑποπέσῃ ἀνιαροῖς τοῖς ἐλεγ [!!!!! !!!!! !!!!! !!!!! !!!!!]ης. οὐκ εἶπεν οὖν ὅτι· μὴ καθάπαξ ἐλέγξῃς με μηδὲ καθάπαξ μὴ παιδεύσῃς με, [!!!!! !!!!! !!!!! !!!!! !!!!!] τὰ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται. ὁ ἔλεγχος [ὁ] διὰ φωτὸς διὰ διδας [καλίας !!!!! !!!!! !!!!! !!! γ]ίνεται. οὐ παραιτεῖται τὸν τοιοῦτον ἔλεγχον ὁ ἅγιος. πάλιν παιδεύεταί τις ἐν ὀργῇ, [!!!!! !!!!! !!!!! !!!!! !!!!!] ἀγνοῶν κακῶς ἔπραξεν καὶ ἐφρόνησεν. βούλεται οὕτως ἐλεγχθῆναι ὡς εἴρη [ται !!!!! !!!!! !!!!! !!!!! οὗ]τ?ος δὲ ὁ ἔλεγχος οὐ θυμῷ, ἀλλὰ αἰσθήσει εἴρηται. φανερούσης τῆς ἁμαρτίας καὶ [!!!!! !!!!! !!!!! !!!!! !!!!!]ω?ν. ἧττον δέ ἐστιν τὸ τοῦ θυμοῦ, ὥσπερ καὶ τῆς παιδεύσεως τῆς ἐπιπόνου ὁ ἔλεγχος [ἥττων ἐστίν. !!!!! !!!!! !!!!! !]κ? προσώπου τῶν ἁλόντων τῇ κα[κ]ίᾳ λέγει· παιδεύσαι [ἡ]μᾶς κύριος πρὶν ἐν [!!!!! !!!!! !!!!! !!!!! !!!!! !!]ν ἡμῖν τὴν κρίσιν, δήλωσον ἡμῖν τὴν διαδεχομένην κόλασιν τοὺς [!!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!!] ε?[!]ν?, ἀπείλησον ἡμῖνμὴ τὰ τῆς ἀπειλῆς κατ’ ἐνέργειαν ἐπαγάγῃςκαὶ [!!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!!
PG 39:1337!!!]ς ἐν κρίσει, φανέρωσον ἡμῖν καὶ κεκριμένως τί τὸ πρακτέον. [!!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! οἱ ἱ]ε[ρεῖ]ς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσιν καὶ ἀ [ναίτιοί εἰσιν; !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!! τ]ρ?όπον βεβηλοῦται αὐτό, λέγονται διὰ τὸ ἐργάζε [σθαι !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!]λην ἱερουργίαν ποιοῦντες δοκοῦσιν βε [βηλοῦν τὸ σάββατον !!!!! !!!!! !!!!! !!!!! !!!!! ! βεβη]λοῦσιν. ἢ τάχα κατὰ τὴν ὑπόλημψιν τῶν [!!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !] λέγοντες ὅτι· ἐν τῷ σαββάτῳ τίλλοντες στά [χυας οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστιν ποιεῖν ἐν τῷ] σαββάτῳ, εἶπεν τὴν λέξιν ταύτην δεικνὺς ὅτι [!!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !] τὰ ἱερατι[κ]ά, καὶ οὔκ εἰσιν ὑπεύθυνοι παραβάσει [!!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !]το νομίζοντας, ἀναίτιοι δέ εἰσιν· οὐ γὰρ κατὰ [!!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !] ὥστε ὁ ποιῶν αὐτὰ οὐ παραβαίνει τὸ σάββατον. [!!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !]!ενος τῷ κόσμῳ καὶ τῇ ἐνεργείᾳ καὶ ἐπιθυμίᾳ [!!!!! !!!!!
PG 39:1339!!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! ]άπαυσιν εὕρῃ· δεῦτε γὰρ πρὸς ἐμὲ πάντες οἱ κοπι [ῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. !!!!! !!!]ν ὑψηλοτέραν ἀναγωγήν, ἣν καλοῦσιν οἱ θεῖοι [!!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!] κ?αὶ ὁ σαββατισμὸς ὁ ῥηθησόμενος. ὥσπερ ἐπὶ γῆς τις περιπατῶν ἐν οὐρανῷ ἔχει τὸ πολίτευμα, οὕτως τις ἐν τῷ κόσμῳ ἔτι ὢν ἄνω τῶ?ν? [ἔ]ρ?γ?ω?ν αὐτοῦ γίνεται καὶ σαββατίζει. τὸ σάββατον οὐχ ἁπλῶς ἔργον παραιτήσατο, ἀλλὰ λατρευτόν. ἡ δὲ ἔπαρσις ἡ ἱερατικὴ [οὖσα] ὑπερκόσμιος ἐλευθέρους ποιεῖ. οὐχ ὡς ἔργα λατρευτὰ θεοῦ ἔργα εἰσίν, οὐχ ἃ ἐργάζεται ὁ θεός, ἀλλ’ [ἃ] προστάττει ἐργάζεσθ[αι τ]ο[ῖ]ς πειθομένοις αὐτῷ. λήμψεται δὲ οὐκ ἄλλο ἀντὶ τοῦ φθαρτοῦ, ἀλλ’ αὐτὸ τὸ φθαρτὸν εἰς ἀφθαρσίαν μεταβαλ[λ]ὸν κ?α?ὶ? [α]ὐ?τ?ὸ τὸ ψυχικὸν γενόμενον π[ν]ευμα τικόν. ὅρα γοῦν τί λέγει· τὸ ἕτερον τοῦ σώματος ἀσώματόν ἐστιν. εἴ τις οὖν λέγοι, ὅτ?ι ἕτερον σώματός ἐστιν [ὃ ἀ]π?ο λημψόμεθα, οὐκ οἶδεν τί λέγει· ἐπ’ ἀμφοτέρων γὰρ ἔταξεν τὸ σῶμα·
PG 39:1342σπείρεται σῶμα φθαρτόν, ἐγείρεται σῶμα ἄφθαρτον, σπείρεται σῶμα ἀσθενὲς καὶ ἄτιμον, ἐγείρεται σῶμα ἰσχυρὸν καὶ ἔνδοξον, σπείρεται σῶμα ψ[υχι]κόν, ἐγείρεται σῶμα πνευματικό[ν]. τρόπον τινὰ οὖν καὶ ἕτερόν ἐστιν καὶ αὐτὸ τὸ ἐγειρόμενον τῷ πεπτωκότι?. [ἐὰν λέ]γῃ δὲ ὅτι, εἰ ἔστιν σῶμα ψυχ[ικόν], ἔστιν καὶ σῶμα πνευματικόν, τῇ ἐπινοίᾳ λέγει τὴ[ν] διαφορὰ[ν] καὶ λέγει· οὐ πρῶτο[ν τὸ] πνευματικὸν ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν. τὸ πρῶτον καὶ τὸ ἔπειτα δοκεῖ δύο εἶναι, ἀλλ’ οὕτω λ[έγω δύο] ὡς ἐὰν λέγω τὸν ἄνθρωπον πρῶ - τον βρέφος, εἶτα παῖ[δα], καὶ οὐ πρῶτον τὸ παῖς ἀλλὰ τὸ βρέφος, καὶ οὐ δήπου δύο ὑ[ποστάσει]ς λέγω, οὐ δύο ἀνθρώπους λέγω ἀλλὰ ἕνα· ἡλικίας δὲ δύο. ὅνπερ οὖν τρόπον αἱ ἡλικίαι οὐχ ἑτεροούσιον τὸ ἀφη?[λικιού]μ?ενον ποιοῦ[σι]ν, ἀλλὰ τρόπῳ καὶ γνώμῃ [καὶ] μεταβολὴ γίνεται ἢ ἐξ?αλλαγή, οὕτω καὶ ἐκ τοῦ παιδὸς ἀνὴρ γίν[εται κα]ὶ οὐχ ἕτερος ἄνθρωπός ἐστιν ὁ ἀνὴρ παρὰ τὸν παῖδα, ἀλλ’ ὁ αὐτὸς ἄνθρωπος. γίνεταί τις οὖν τότε ἀληθῶς καὶ [σωματ]ικῶς ἐν τ?ῷ οὐρανῷ καὶ σαββατίζει, οὐκέτι ἐπὶ γῆς περιπατῶν καὶ ἐν οὐρανοῖς ἔχων τὸ πολίτευμα, ἀλλ’ ἤδη ἐν τοῖ?ς?
PG 39:1345[ἐ]π?ο?υρανίοις καθεσθείς, ἤδη ἐκεῖ διατρί βων ὑπὸ τὸν μέγα[ν] ἀρχιερέα τὸν τοὺς οὐρανοὺς διεληλυθότα. καὶ ὅτι οὐκ ἀπὸ κακίας ἤρξατο τὰ κατὰ τοὺς ἀνθρώπους, ἀλλὰ ἀπὸ ἀρετῆς, εἰς ἀνάμνησιν λέγει περὶ σαββάτου. ὅτε τις γίνεται ἐν τῇ ἀρετῇ, ἀναμιμνήσκεται ὅτι ἦν ποτε ἐν αὐτῇ. λοιπὸν αἰνίξασθαι βαθὺ[ν] λόγον βούλομαι. ἐὰν ἡ ἀρχὴ τῶν ἀνθρώπων καὶ τῆς ψυχῆς ἀπὸ τοῦδε τοῦ ζῆν ᾖ[ν], ἡ κακία πρὸ ἀρετῆς ἐστιν, ἀνα λημπτὴ δὲ ἡ ἀρετή. ἔχομεν ζωὴν τὴν μετὰ σώματος, ἔχομεν ζωὴν καὶ τὴν ἄνευ τούτου. καὶ ὅτι ἀποβαλόντες τὸ σῶμα γινόμεθα ἐν ἀσωμάτῳ ζωῇ, παντί που δῆλον. ζητείσθω δέ, εἰ καὶ πρὸ σώματος αὕτη ἦν. οὔκ ἐστιν δὲ φα νερόν, ἀλλὰ ζητείσθω καὶ ἐξεταζέσθω. ἐὰν οὖν ἡ ζωὴ τοῦ λογικοῦ ἀπὸ τῆς ἐνύλου ζωῆς ᾖ[ν], ἡ κακία πρὸ ἀρετῆς ἐστιν· ὁρῶμεν γὰρ ὅτι ἐκ κακίας συνπληρωθεὶς ὁ λόγος ἄρχεται. ἐὰν δέ, ὡς ἔχει ἀληθείας, πρὸ κακίας ᾖ[ν] ἡ ἀρετήπεποίηκεν γὰρ ὁ θεὸς τὸν ἄνθρωπον εὐθῆ, αὐτοὶ δὲ ἐξεζήτησαν διαλογισμοὺς πονηρούς. καὶ ὅρα ὅτι ἡ ζήτη - σις τῶν διαλογισμῶν τῶν πονηρῶν μ[ετ]ὰ τὴν εὐθύτητά ἐστιν. εὐθύτητα δὲ παρασκευάζει ἡ ἀρετή.
PG 39:1347ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν, παρ[α]συνεβ[λήθ]η τοῖς κτήνεσιν τοῖς ἀνοήτοις. οὐκ ἀπὸ κτηνώδους τρόπου εἰς τὸν ἄνθρωπον ἐλήλυθεν, ἀλλὰ ἀπὸ τοῦ ἀνθρωπίν[ου εἰ]ς τὸν κτηνώδη[ν] ἐλήλυθεν. καὶ ὅλως γε ἀεὶ τὰ καλὰ π?[ρὸ] τῶν ψεγομένων ἐστίν. δεῖ τέχνην πρὸ κακο[τεχνί]ας εἶναι, τὸ ἐσφαλμένως εἰδέναι τι μετὰ τὸ ὀρθῶ[ς εἰδέ]ν?αι ἐστίν· πῶς γὰρ δυνάμεθα ὅλως εἰπεῖν ὅτι ἐσφαλ?[μένο]ς οὗτός ἐστιν, εἰ μὴ τὸ εὐθὲς εἰδ[υ]είημεν; διὰ τοῦτο οὖν? εἰς ἀνάμνη σιν περὶ σαββάτου. καὶ ἐπειδὴ τὸ σαββατίζειν? [ἐστὶ]ν? τὸ ἐν ἀρετῇ διάγειν καὶ τὸ εὐαρέστως τῷ θεῷ ζῆν καὶ λειτουρ γεῖν ποιοῦντα ἃ βούλεται θεός, ἀπὸ ἀρετῆς ἤ?[ρξατ]ο? ἡ τῶν ἀνθρώπων ζωή· ἀλλ’ οὐ φαίνεται ἐν τῇ σωματικωτέρᾳ ζωῇ τοῦτο· ἀναλημπτὴ γὰρ ἡ ἀρετή ἐστιν τῶν μετὰ σώμ[ατο]ς, διδακτή ἐστιν. ὅθεν ἀναμιμνήσκεται ὁ γινόμενος ἐν τῷ καλῷ. ἐπερ( )· ὁ τριάκοντα ἑπτὰ τί ἐστιν; οὐ παντὶ ἐπιβάλλειν δύνῃ. [νῦν] ἄρα τις τοῦτο εἴποι, ὅτι σύνκειται ὁ τριάκοντα ἑπτὰ ἐκ δύο ἁγίων ἀριθμῶν· καὶ ὁ τρία γὰρ ἐπαινεῖται ἐν τῇ γραφ[ῇ]. ἀμέλει γοῦν δεδεδεκάτας φέρει [μόν]ον ἕνα τῶν καρπῶν τῆς γῆς τῆς ἁγίας φέρων·
PG 39:1350ὃ μὲν γὰρ ἑκατόν, ὃ [δὲ ἑξήκοντα], ὃ δὲ τριάκοντα. καὶ ἵνα μὴ ἀεὶ τὰ αὐτὰ λέγω[μεν], π?άντα ἐν πᾶσιν ἀρκεστέον εἰπεῖν ὅτι ἅγιός ἐστιν ὁ τρία ἀριθμός, κἂν [ἐν] μονάσιν, κἂν ἐν δεκάσιν, κἂν ἐν [ἑκα]τοντάσιν λαμβάνεται. ἅγιος δὲ καὶ ὁ ἑπτά· πολλάκις γὰρ καὶ περὶ τούτου ἐλέχθη ὅτι ἀδιάφθορός ἐστιν, παρθένος ἐστίν, ἀπάτωρ, ἀμήτωρ ἐστίν. κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. οὐ καθάπαξ ἐλεγχθῆναι ἢ παιδευθῆναι παραιτεῖται, ἀλλ’ ἐν θυμῷ καὶ ὀργῇ. ἔστιν δὲ παιδευθῆναί τ?ινα λογικῶς καὶ ἐπιστημονικῶς, καθ’ ὃ σημαινόμενον ὁ ἅγιος εὔχεται λέγων ἢ ἐπαινεῖ καὶ μακαρίζει· μακάριος ἄνθρωπος, ὃν ἂν σὺ παιδεύσῃς, κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν. ἔδειξεν ὅτι ἡ παίδευσις αὕτη κ[α]τὰ διδασκαλίαν γίνεται. γίνεται δὲ καὶ πολλάκις ἔλεγχος καὶ παίδευσις διὰ θυμοῦ καὶ ὀργῆς, διὰ ἀνιαρῶν, διὰ πι[κ]ρ?[ῶ]ν. γίνεται δὲ καὶ ἔλεγχος πολλάκις, ὅταν λόγῳ παραδειχθῇ τῷ ὑπευθύνῳ τὸ ἐν ᾧ ἐστιν σφάλματι· τοῦτο γὰρ λέγει· ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε. ἐλέγχει ὁ σοφὸς τὸν ἐλάττονα σοφὸν καὶ αὐτὸν ὄντα ὡς εἰσαγόμενον. καὶ [π]ά?λιν·
PG 39:1352τὰ δὲ πάντα ἐλεγχόμενα ὑ[πὸ τ]οῦ φωτὸς φανεροῦται. καὶ λέγουσιν πολλοὶ περὶ ἐλέγχου τοιαῦτα, ὅτι ἔλεγχός ἐστιν [οἷ]ο?ν συλλογισμὸς ἀντιφάς?ε?[ως. φ]έρε εἰπεῖν, ἐν κακίᾳ τίς ἐστιν. τὸν διαιροῦντα τὴν κακίαν ἀπὸ τῆς ἀρετῆς λόγον [συλ]λ?ογιστικῶς ἐπιφέρων καὶ γιγνώ?[σκ]ω?ν τὸ ἀγαθὸν ἐνθύμησιν λαμβάνει τοῦ κακοῦ. καὶ ὁ ἔλεγχος οὗτος οὔκ ἐστιν ἐν θυμῷ γινόμενος, ἀλλ’ ἐν παιδεύσει· ἐπεὶ γὰρ [τῶν] ἐναντίων ἡ αὐτή ἐστιν ἐπιστήμη, ἐὰν γνῶμεν τὸ ἀγαθόν, ἔσχομεν γνῶσιν τοῦ κακοῦ. καὶ ἀπὸ γραφῶν ἔστιν λαβεῖν τὰ παρα[δείγ]μ?ατα· οἱ Νινευῖται γεγόνασιν ἐν πολλῇ κακίᾳ, ὡς τὴν κραυγὴν τῆς κακίας αὐτῶν ἀναβῆνα?[ι] πρὸς τὸν θεὸν τι[μω]ρίαν καὶ ἀνταπόδοσιν ἐκκαλουμένην. ἀλλ’ ὁ θεὸς κήρυγμα ἀπέστειλεν μετα - νοίας. προσήκαντο τὸ κήρυγμα. ἐπαιδεύθησαν, ἠλέγχθησαν οὐκ ἐν ὀργῇ ἢ θυμῷ. οἷον Σοδομῖται ἠλέγχθησαν καὶ ἐπαιδεύθησαν ἐν θυμῷ καὶ ὀργῇ. οὐ βούλεται οὖν τούτοις ἐλεγχθῆναι οὐκ ἂν παραιτησάμενος ἐπιστημονικῶς ἐλεγχθῆναι. 3 ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι. διὰ τοῦτο παραιτοῦμαι τὸν ἔλεγχον τὸν ἐν θυμῷ καὶ τὴν ἐν ὀργῇ παίδευσιν, ἐπεὶ τὰ βέλη σου ἐνεπάγη ἐν ἐμοί.
PG 39:1355ἔλαβον γνῶσιν τῶν κολάς[τ]εων τῶν ἐπιφερομένων κατὰ τῶν ἀπαιδεύτων, κατὰ τῶν ἀνελέγ κτων. πολλαχοῦ δὲ τῆς θείας παιδεύσεως τὰ βέλη τὰς κολάσεις σημαίνει· ὡς ἐὰν λέγῃ ὁ Ἰὼβ ἐν ἀνιαροῖς πολλοῖς γενόμενος ὅτι· βέλη τοῦ κυρίου ἐν τῷ σώματί μού ἐστιν. τὴν ἕλκωσιν ἐκείνην τὴν φοβερὰν βέλη κυρίου εἶπεν ἐν τῷ σώματι αὐτοῦ τυγχάνοντα. καὶ τό γε παράδοξον· καὶ πρόνοιαν εἰσηγεῖται διὰ τῆς λέξεως ταύτης. ταῦτα τὰ ἐπίπονα τὰ οἷα βέλη τιτρώσκοντά με οὐκ ἄνευ ψήφου τοῦ θεοῦ ὑπῆρκταί μοι· βέλη γάρ εἰσιν κυρίου, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα· ὅταν ἄρξωμαι λαλεῖν, κεντ[οῦ]σίν με. καὶ ὅρα γε, ὅτι τὸ ἐπίπονον καὶ τὸ ἕλκο[ς] ἐκεῖνο τὸ πονηρὸν εἶπεν βέλη κυρίου. καὶ πάλιν ἐν ᾠδῇ μεγάλῃ τοῦ Δευτερονομίου ὁ θεὸς λέγει ὅτι· μεθύσω τὰ βέλη μου ἀφ’ αἵματος, καὶ ἡ μάχαιρά μου καταφάγεται αἷμα τραυματιῶν. πολλαχοῦ πάλιν ἡ μάχαιρα τὴν κόλασιν σημαίνει· ἐὰν γάρ, φησίν, μὴ θελήσητε μη[δὲ] εἰσακούς[η]τε, μάχαιρα ὑμᾶς κατέδεται. τοιοῦτόν ἐστιν καὶ τὸ ἐν Ἰσαίᾳ λεγόμενον· ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ ο[ὐρ]ανῷ, ἀντὶ τοῦ· ἡ κόλασις καὶ οὐρανίων τινῶν ἥψατο.
PG 39:1357εἰ δὲ ἀγγέλους τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν ὁ θεὸς ὑπέβαλ[εν] δεσμοῖς ἀιδίοις, μεμέθυσται ἡ μάχαιρα τοῦ θεοῦ, τουτές[τιν ἡ τι]μωρὸς δύναμις, καὶ ἐν τῷ οὐρανῷ. καὶ τὰ αὐτὰ καὶ ὧδ[ε νόει· ἐ]ά?ν τις δοκῶν τὸ πολίτευμα ἔχειν ἐν οὐρανῷ τυγχάνων [οὐ]ρανὸς ὥστε διηγήσασθαι τὴν θεοῦ δόξαν, ὅταν ἐξ ἀπρος[δοκήτου ὑ]ποπέσῃ κολάσει, τότε ἐν τῷ οὐρανῷ ἡ μάχαιρα μεμέθυσται, ἐν τοῖς ἐπαγγελ[λ]ομένοις ἔχειν οὐράνιον πολιτείαν. το[ιοῦτόν] ἐστιν τό· οἱ υἱοὶ τῆς βασιλείας, ἐκβληθήσεσθε εἰς τὸ σκότος τὸ ἐξώτερον· μὴ γὰρ οἱ ὄντες. λαμβάνεται δὲ καὶ ἐπαινετῶ?[ς· τ]ὰ βέλη σου ἠκονημένα, δυνατέ, λαοὶ ὑποκάτω σου πεσοῦνται. οἱ λόγοι σου οἱ τιτρώσκοντες εἰς ἔρωτα καὶ ἀγάπην [ἠκο]νημένοι εἰσίν· δυνατὸς γὰρ εἶ καὶ δυνατῶς πέμπεις σου τοὺς λόγους καὶ τιτρώσκεις εἰς ἀγάπην τοὺς βαλλομέν[ου]ς. αὐτίκα γοῦν ἡ τοῦτο παθοῦσα ψυχὴ ἤτοι ἐκκλη σία λέγει· τετρωμένη ἀγά[πης] εἰμὶ ἐγώ. εἰσὶν οὖν καὶ ἐπαινετὰ β[έ]λ?[η], εἰσὶν οὖν καὶ ψεκτά. ἐπειδὴ δὲ ταῦτα μετὰ ὀργῆς καὶ θυμοῦ ὠνομάσθησαν, ο[ὔκ εἰς]ιν εἰς ἔρωτα καὶ ἀγάπην τιτρώς[κο]ντα, ἀλλ’ αἴσθησιν ποιοῦντα, οἷ κακῶν τίς ἐστιν.
PG 39:13603 καὶ ἐπεστήρισας ἐπ’ [ἐμὲ τ]ὴν χεῖρά σου. πολλαχοῦ πάλ[ι]ν ἡ τιμωρὸς δύναμις τῷ ὀνόματι τῆς χειρὸς τοῦ θεοῦ σημαίνεται· ὡς ἐὰν λέγῃ πρὸς τὸν Φαραώθ· νῦν ἀποστείλας τὴν χεῖρα πατάξω σε. καί· ἰδοὺ χεὶρ κυρίου ἐπέσται ἐν τοῖς κτήνεσίν σου τοῖς ἐν τοῖς πεδίοις· οὕτω γὰρ ὀλέθρῳ ὑπεβλήθη ἐκεῖνα τὰ κτήνη. καὶ πάλιν λέγεται· ἡ χείρ σου ἔθνη ἐξωλέθρευσεν. ὅτε ἡ δραστήριος καὶ ποιητικὴ καὶ σκεπαστικὴ χεὶρ τοῦ θεοῦ ὀνομάζεται, δεξιὰ προσαγορεύ εται. αὕτη γοῦν εἰς σωτηρίαν ξεναγεῖ. λέγει γοῦν ὁ πεῖραν τοῦ χειραγωγεῖσθαι ὑπ’ αὐτῆς εἰληφώς· ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, τῆς πρακτικῆς δυνάμεως τῶν καλῶν. 4 καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀρ - γῆς σου. τὸ τῆς σαρκὸς ὄνομα ὁμώνυμον ὂν κατὰ τὴν γραφὴν διάφορα σημαίνει. λέγεταί ποτε ἡ σὰρξ σημ[αίνο]υ?σα τὴν αἰσθητικὴν ἡμῶν προαίρεσιν· ὅταν γὰρ λέγηται ὅτι· ἐκσπάσω ἀπ’ αὐτῶν τὴν λιθίνην αὐτῶν καρδίαν καὶ ἐνθήσω σαρκίνην, λιθίνην καρδίαν λέγει τὴν ἠλίθιον νόησιν τὴν πάσης αἰσθήσεως ἀφῃρημένην. ἀντὶ ταύτης ἐντίθεται σαρκίνη, αἰσθητικὴ καὶ εὔεικτος πρὸς τοὺς θεοῦ νόμους.
PG 39:1362λέγεται οὖν τὸ εὔεικτον πολλάκις καὶ αἰσθητικὸν σάρξ. λέγεται δὲ καὶ σὰρξ δια? στελλομένη πρὸς πνεῦμα. πνεῦμα δὲ λέγει τὴν γνώμην, σάρκα δὲ τὴν πρὸ[ς] γνώμη[ν] διαστελλομένην. ὅταν τις οὖν τὰ σαρ κὸς διανοῆται καὶ πράττῃ καὶ ζῇ κατ’ αὐτά, μακράν ἐστιν τοῦ πνεύματος. ὅταν δὲ ἀκολουθήσῃ τῷ πνεύματι, τῇ ὀρθῇ γνώμῃ καὶ μάλιστα τῇ μετασχούσῃ τοῦ ἁγίου πνεύματος, τότε καταργεῖ τὴν σάρκα. περὶ τῆς τοιαύτης σαρκὸς καὶ τοῦ πρὸς αὐτὴν διαστελλομένου πνεύματος λέγει· ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ’ ἐν πνεύματι. καίτοι ἦσαν ἐν σαρκί, ἐπηχθισμένοι ἔτι ἦ[σαν] τὸ σῶμα. τῇ διαθέσει ἔξω αὐτῆς ἐγεγόνεσαν. καὶ [ὥσπερ] ἐπὶ γῆς τις περιπατῶν δύναται ἐν οὐρανῷ ἔχειν τὸ πολίτευμα?, οὕτως ἐν σαρκί τις ἔτι τυγχάνων γίνεται ἔξω αὐτῆς, ὅταν τῷ πνεύματι ἀκολουθήσῃ. καὶ αὕτη ἐστὶν ἡ λεγομένη εὔλογος ἐξαγω?- γ?ή. τινὲς δὲ ἀγνοήσαντες, πῶς οἱ σοφοὶ εἴρηκαν εὔλογον ἐξαγωγήν, πολλάκις ἐρωτηθέντες λέγ[ουσιν]· ἢ ὑπὸ λογισμῶν ἢ παθημάτων σαρκὸς ἐξηγίοχαν ἑαυτοὺς τοῦ βίου.
PG 39:1365οὔκ ἐστιν δὲ αὕτη εὔλογος ἐξαγωγή, ἀλλ’ ὅταν τις ἅγιος ὢν τὸ σῶμα [καὶ τὴν σάρκα] ἔξω αὐτοῦ γένηται τῇ σπουδῇ καὶ διαθέσει ὥστε εἰπεῖν· οὐκ ἐσμὲν ἐν σαρκὶ ἀλλ’ ἐν πνεύματι. καὶ πάλιν· τὸ φρόνημα τῆς σαρ κὸς ἔχθρα εἰς θεόν. οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται. παρίσταται δὲ ὅτι οὐ περὶ ταύτης τῆς σαρκὸς [λέγει]· πάντες γὰρ οἱ ἅγιοι ἔτι ἐν τῇ σαρκὶ ὄντες ἤρεσαν θεῷ. ἐστὶν τοίνυν σὰρξ ἧς ὁ ἐκτὸς γινόμενος ἀρέσκει θεῷ ἡ γνώμη ἡ ὑλικὴ ἡ φιλοπαθής. καὶ τάχα ἐάν τις ἐν πνεύματι γενόμενος ἀφῇ τὴν σάρκα, οὐδὲ ταράττεται ὀργῆς ἐπικειμένης. ὁ δὲ ἔτι ἀν τιποιούμενος τοῦ ζῆν τούτου ταράττεται, ὅταν ἐπίπονόν τι προσδοκηθῇ καὶ ἐπέλθῃ. πολλάκις τὸ σύνθετον ἐξ ἑνὸς τῶν ἐν τῇ συνθέσει σημαίνεται. ὅταν λέγῃ ὁ ἅγιος· ἱνατί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἱνατί συνταράσσεις με; τότε περὶ τοῦ τιμιωτέρου ποιεῖται τὴν σημασίαν. ὅταν λέγῃ πάλιν ὅτι· ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ.
PG 39:1367μὴ γὰρ ἀπηλλαγμένον τῆς ψυχῆς λέγει, ἀλλ’ ἐπεὶ ὑποτάκτικόν ἐστιν τὸ σῶμα, ἀρχικὴ δὲ ἡ ψυχή, τὸ σῶμα ὅτε ὑπόκειται τῇ ψυχῇ ἀρχόμενον καὶ ἀρχόμενόν γε σὺν λόγῳ καὶ σὺν νόμῳ θεοῦ, ὑπωπιάζεται καὶ δουλαγωγεῖται. ἐπεὶ τοίνυν ὀργὴν ἐπικειμένην ὁρῶτὰ γὰρ βέλη σου ἤδη? [ἔτρ]ωσάν μεκαὶ ᾐσθήθην τούτου, διὰ τοῦτο καὶ ἡ σάρξ μου τετ?[άρα]κ?[τ]αι. διὰ τοῦτο οἱ ἅγιοι οὐ δεδίασιν θάνατον ἐπίτρ?[οχόν] τ?ινα. ἐν λήθῃ τοῦ σάρκα φορεῖν γέγονεν. ὅταν δὲ ἐπ’ αὐτ?ὸ? τ?[οῦτ]ο σκοπῇ, ὅτι σαρκὶ ἐνδέδεται καὶ δυνατὴν [σάρ]κα διαιρε[ῖ]σθαι ἀπὸ τῆς ψυχῆς λαβών, ἐναντία θανάτου ταράττεται. πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄν[θος χ]όρτου. πάλιν λέγει ὅτι· πρὸς σὲ πᾶσα σὰρξ ἥξει, τουτέστιν πᾶς ἄνθρωπος. ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον το[ῦ] θεοῦ ἡμῶν. [πάντα] τὰ ὁμωνυμοῦντα ἐκ προσθηκῶν τινων διαιροῦνται ἀπὸ τῶν τὸ αὐτὸ ὄνομα ἐχόντων. ἐὰν λέγηται ἐν τῇ γραφ?[ῇ]· ὁ διδοὺς τροφὴν πάσῃ σαρκί, πᾶν ζῷον ἀκούομεν πεφυκός. ἐὰν δὲ λέγω· ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶς[αν] σάρκα, τὴν πεφυκυῖαν δόσιν πνεύματος δέχεσθαι λέγω. 4 οὐκ ἔστιν εἰρήνη τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶ[ν] ἁμαρτιῶν μου.
PG 39:1370ἐπεὶ ὁρῶ τὰς ἁμ[αρτί]ας μου παρούσας. οὐ πᾶς δὲ τοῦ προσώπου αὐτῶν [ἔν]νοιαν λαμβάνει ἢ [ὁ] μ?ετανοῶν καὶ φυγεῖν αὐτὰς βουλόμ?[εν]ο?ς. ὁ ἁμαρτάνων καὶ αὐτὸ τοῦτο ἀγνοῶν ὅτι ἁμαρτάνει, οὐχ ὁρᾷ τὸ πρόσωπον τῶν ἁμαρτιῶν ἑαυτοῦ, οὐχ ὁρᾷ αὐτῶν τὸ αἶσχος. ὁ δὲ ἐπιστάνων οἷς πράττει καὶ ὁρῶν ὅτι κατὰ παράβασιν θείων ἐντολῶν ἐπιτελεῖ [αὐ]τά, ἐπιφαινόμενον ἔχει τῶν ἁμαρτ ιῶν τὸ πρόσωπον. ὀστέα δὲ οὐ τὰ τοῦ σώματος πάντως λέγει, εἰ μὴ κατὰ τὴν χαμαιζηλοτέραν διάνοιαν, ὡς καὶ περὶ σαρκὸς ἐλέχθη. καὶ εἴρηται ἐν τοῖς προλαβοῦσιν τό· πάντα τὰ ὀστᾶ μου ἐροῦσιν· κύριε, τίς ὅμοιός σοι; ε?ἰ? [τὰ ὀ]στᾶ λέγουσιν· κύριε, τίς ὅμοιός σοι, καὶ κυρίου ἔννοιαν ἐδέξαντο καὶ τῆς, ἵν’ οὕτως εἴπω, μορφῆς αὐτοῦ, ὥστε εἰδέ [ναι] ὅτι οὐδεὶς ὅμοιος αὐτῷ ἐστιν. ἡ ὁμοιότης δὲ ἡ πρὸς θεὸν καὶ ἀνομοιότης ἐπίγνωσιν θεοῦ καὶ θεολογί[α]ν φανεροῖ· ὥστε οὐ περὶ τῶν ὀστέων τοῦ σώματος λέγει, ἀλλὰ περὶ τῶν ἰσχυρῶν καὶ καὶ εὐτόνων δογμά των τῆς ψυχῆς καὶ δυνάμεων αὐτῆς· τότε γὰρ τὰ αἰσθητὰ σώματα διακρατεῖται ὑπὸ τῶν ὀστέων· οὐκ ἠδύνατο γὰρ νεῦρα καὶ φλέβας ἔχειν καὶ τὰ ἄλλα, εἰ μὴ ὀστέα εἶχεν. ἐπερ( )·
PG 39:1372οὐκ ἔστιν εἰρήνη τοῖς ὀστέοις μου; ὅταν αἱ δυνάμεις τῆς ψυχῆς ἀντακολουθοῦσιν, εἰρηνεύουσιν. ὅταν μὴ διαστασιάζῃ τὸ θυμικὸν πρὸς τὸ λογιστι κόν, τὸ ἐπιθυμ[ητ]ικὸν πρὸς τὸν νοῦν, τότε εἰρήνη ἐστίν. πάλιν ἐὰν δόγματά τις ἔχῃ διάφωναοἱ πολλοὶ δὲ τοιαῦτα ἔχουσιν· τίθενταί τι καὶ ἐπιφέρουσιν ἄλλο, ὃ ἀνατρέπει [τ]ὃ πρῶτον [τ]εθήκασιν. καὶ σχεδὸν ὅλοι οἱ συν[κε]χυμένην διάνοιαν ἔχοντες τοῦτο πάσχουσιν. δεῖ δὲ τὸν σοφὸν καὶ μάλιστα θεόσοφον συνφωνία?ς? ἔχειν ἐν ταῖς δυνάμεσιν τοῦ ἔσω ἀνθρώπου καὶ ἐν τοῖς φρονητέοις· οὕτω γὰρ εἰρήνη ἔστιν ἐν τοῖς ὀστέοις αὐτοῦ. 5 ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου. τοῦτο λέγει· αἱ ἀνο μίαι μου, [αἳ] ὀφείλουσιν ὑπὸ πόδας εἶναι καὶ πατεῖσθαι, ὑπὲρ ἐμὲ γέγοναν, τοῦ νοῦ μου κρατοῦσιν. ἐν πολλοῖς δὲ ἡ κεφαλὴ τὸν νοῦν σημαίνει· ὡς καὶ ἐν τῷ· τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ, τουτέστιν ἐν τῷ νῷ. αὐτὸ γοῦν τοῦτο ὁ εἰρηκώς· τοῦ σοφοῦ οἱ ὀφθαλμοί, εἰς ἕτερα λέγων σαφηνίζει· σοφία ἀνθρώπου φωτιεῖ πρό σωπον αὐτοῦ, πρόσωπον πάντως λέγων τὸν ἔσω ἄνθρωπον, τὸν νοῦν.
PG 39:1375φορτίον βαρὺ γεγένηνται, καθέλκουσίν με κάτω, δέον ἐκεῖνο ὃ Ἰησοῦς ἐπιτίθησιν φορτίον καὶ τὸ ζυγὸν ὃ ἐπιβάλλει, φέρειν· ἐστὶν γὰρ φορτίον φαῦλον, ὡς αὐτὸ τοῦτο τὸ ῥητὸν λέγει· φορτίον βαρὺ αἱ ἀνομίαι ἐβαρύνθησαν ἐπ’ ἐμέ. δεῦτε οὖν, φησίν, πρὸς ἐμέ, ἀναπαύσω γὰρ ὑμᾶς, αἴρω τὰ φορτία ἀφ’ ὑμῶν καὶ τὰ ἐπικείμενα ἄχθη· ὁ γὰρ ζυγός μου χρηστός ἐστιν καὶ τὸ φορτί[ο]ν μου ἐλαφρόν. τὸ φορτίον τοῦτο μετεωρίζει τὸν βαστάζοντα, ἄνω αὐτὸν φέρει, ὑπόπτερόν ἐστιν τὸ φορτίον τοῦτο. τὸ δὲ τῆς κακίας κάτω βρίθει, κάτω καταβάλλει. περὶ φαύλων γοῦν λέγει· δύσεσθε ὡσεὶ μόλιβος ἐν ὕδατι σφοδρῷ. 5 ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ. καὶ τοῦτο δὲ οὐ παντός ἐστιν εἰδέναι ὅτι βαρὺ φορτίον ἐστὶν ἡ κακ[ί]α? ἢ τοῦ αἴσθησιν λαβόντος τοῦ ἐπαχθοῦς αὐτῆς. τότε γοῦ[ν] κ?οπιᾷ τις τῶν φερόντων τὸ φορτίον τοῦτο, ὅταν αἴσθη?[σιν λά]βῃ τοῦ βάρους τῆς κακίας. καὶ τότε ἔρχεται πρὸς τὸ[ν Ἰησοῦν]. ὁ δὲ ἡδόμενος ἐπὶ τῷ φορτίῳ τῆς κακίας μᾶλλον κ?αὶ μακρύνεται τοῦ Ἰησοῦ. διὰ τοῦτο καὶ ἐν Ἰσαίᾳ λέγεται·
PG 39:1377ἐκοπ[ίας]εν Αἴγυπτος, ἐνπορία Αἰθιόπων, καὶ οἱ Σαβαῖται ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ ἔσονται δοῦλοί σου καὶ [πρ]οσκυνήσουσίν σοι ὅτι ὁ θεὸς ἐνδυναμοῖ καὶ οὐκ ἔστιν θεὸς πλὴν σοῦ. τότε ἐκοπίασεν Αἴγυπτος, ὅτε αἴσθησιν? [ἔλ]αβεν οἷ κακῶν ἐστιν εἰδωλολατροῦσα καὶ ἔχουσα περὶ τὰς περιέργους φλυαρίας, περὶ οἰωνοσκοπικῶν, περὶ [νεκυο]μ?αντείᾳ καὶ τοῖς ἐπικειμένοις αὐτοῖς δαίμοσιν. ὅτε δὲ οὐκ ἔχει αἴσθησιν αὐτῶν, οὐ κοπιᾷ. ἡ ἐμπορία οὖν τῶν Αἰ[θιό]πων ἢ τὰ ἐμπόρια τῶν Αἰθιόπων τότε κοπιᾷ. Αἰθίοπας δὲ λέγει τοὺς μεμ?[ε]λ?ανωμένους κατὰ τὸν ἔσω ἄνθρωπον?. οὕτω γοῦν καὶ ὁ διάβολος ἐν τῇ ἐπιστολῇ τοῦ Βαρναβᾶ καὶ τῷ Ποιμ[ένι] λέγεται ὁ μέλας οὐ κατὰ σῶμα, ἀλλὰ κ?[α]τὰ τὴν διάνοιαν ἐσκοτισμένος, ἔξω τῆς λαμπρότητος τῶν ἁγίων γ[ε]νόμενος. οὗτοι οὖν οἱ Αἰθίοπες ἔχουσιν ἐνπορίαν ἢ ἐνπόρια, ἔνθα ἡ ἐμπορία αὐτῶν. καὶ τότε [ς]κοπ[ι]ῶσιν, ὅταν αἴσθησιν λάβωσιν οἷ κακῶν εἰσιν· ὅσον γὰρ ἥδεταί τις τῷ ἁμαρτάνειν, οὐ κοπιᾷ. 6 προς ώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου.
PG 39:1380μώλωπας ἔσχον ἀπὸ τῶν βελῶν τῆς κολάσεως ἢ καὶ ἀπὸ τῶν πεπυρακτωμένων βελῶν τοῦ πονηροῦ· εἴρηται γὰρ καὶ αὐτὸς βέλη ἔχειν π?ε?[π]υρ[ω] μένα. ὅταν τις οὖν ἀμυχὰς λάβῃ, τουτέστιν λογισμοὺς καὶ ἐνθυμήματα τῶν κακῶν καὶ ἀσεβημάτω[ν], ἐν μώλωψίν ἐστιν. ὅταν δὲ αὐξηθέντες οὗτοι καὶ [ἀ]ποφορὰν ἐσχηκότες προσόζουσιν, λοιπὸν καὶ σῆψιν ὑφίστανται. προςώζεσαν οὖν καὶ ἐσάπησαν οἱ μώλωπές μου. πόθεν δὲ ἔσχον τοὺς μώλωπας, πόθεν ἡ σῆψις αὐτῶν γέγονεν; ἀπὸ προςώπου τῆς ἀφροσύνης μου. δέον ἐλέγξαι με [τ]ὴν ἀφροσύνην, ἀποστῆναι αὐτῆ[ς]. ὑφίσταται δέ τις ἀφροσύνην, ὅταν φρόνησιν [μὴ] κτήσηται. τὰ κεντώματα τῶν λογισμῶν καὶ τῶν ἐπιθυμη μάτων, ταῦτα μώλωπας ἐνποιεῖ. δέον τούτους ταχὺ θεραπεύειν. εἶδέν τις γυναῖκα πρὸς ἐπιθυμίαν. μώ λωπα ἔσχεν. θεραπευσάτω, μέχρι τῆς προπαθείας στησάτω τὴν ὀργήν· οὕτω γὰρ οὐδὲ προσοζέσῃ ἡ ἐπιθυμία οὐδὲ σῆψιν ἐπενέγκῃ. ἐνμένουσα δὲ ἡ διάνοια, ταῦτα ἐπιφέρει καὶ σῆψιν καὶ ὀσμὴν κ?[αὶ ἀη]δῆ. ὅταν μὴ ἔχῃ ταύτην τὴν φρόνησιν ὥστε εἰδέναι τὰ ποιητέα καὶ μή, τὰ μικτῶς ἔχοντα τὰ λεγόμενα ἀδιάφορα, ἐν ἀφροσύ νῃ ἐστίν.
PG 39:1382καὶ ἡ ἀφροσύνη τὰ δόξαντα εἶναι μικρὰ ἁμαρτήματα ὥστε μώλωψιν αὐτὰ παραβάλλεσθαι, τρέφει καὶ κρα τύνει, καὶ γίνεται δυσωδία καὶ σῆψις. καταλλήλως δὲ τῆς οὐσίας τῆς περὶ ἧς ὁ λόγος, λάμβανε τὴν προσόζεσιν καὶ τὴν σῆψιν· οὐδὲν σωματικὸν γὰρ φαίνεται· πολλοὶ γὰρ ἄφρονες καὶ ὑγιαίνουσιν καὶ ἰσχυρὰ ἔχουσιν σώματα. 7 ἐταλαιπώρη σα καὶ κατεκάμφθην ἕως τέλους. ταλαιπωρίαν ἐπιφέρει πολλάκις τὰ ἀηδῆ καὶ ἐπίπονα. καὶ αὐτὸ γοῦν τὸ σῶμα [καὶ] ταλαίπωρον ποιεῖ τὸν ἐπηχθισμένον. ταύτην τὴν ἔννοιαν ὑποβάλλει ἡ ἀποστολικὴ λέξις ἡ οὕτως ἔχουσα· ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; ἐπεὶ γὰρ ἐν τῷ σώματι τοῦ θα - νάτου εἰμί, ταλαίπωρός εἰμι, καὶ οὐχ ὁ τυχών με ἔξω ποιήσει τῆς τοι?αύτης ταλαιπωρίας ἢ ὁ σωτήρ· εὐθέ ως γὰρ ἐπήγαγεν· εὐχαριστῶ διὰ Ἰησοῦ Χριστοῦ, ὃς ἐλευθέρωσέν με ἀπὸ τοῦ σώματος. ταλαιπωρίαν οὖν λέγομεν ἐνγενέσθαι τῇ ψυχῇ ἀπὸ τοῦ σώματος τοῦ θανάτου. οὐ καθάπαξ λαμβάνομεν τὸ σῶμα θανάτου εἶναι, ἀλλὰ τὸ τοιό[ν]δε σῶμα. ὅταν τις τούτῳ τῷ σώματι χρᾶται ὡς τὰς πρὸς θάνατον ποιεῖν ἁμαρτίας, σῶμα θα νάτου λοιπὸν περίκειται.
PG 39:1385δυνατὸν δὲ αὐτὸ ποιῆσαι μὴ σῶμα θανάτου· ὅταν γὰρ χωρ[ί]σω ἀπ’ αὐτοῦ τ?[ὰ ποιο]ῦ?ν τα αὐτὸ θανάτου σῶμα, οὐκέτι θανάτου ς[ῶ]μά ἐςτιν. καὶ ὥσπερ τὸ σῶμα τοῦτο τὸ αἰσθητὸν ἔχε?ι? [κα]ὶ ὕλην ὑποκειμένην καὶ εἶδος σώματος, καὶ [ἔ]στιν χωρ[ί]σαι τὸ σῶμα τοῦτο ἀπὸ τοῦ παχέως σώματος. ὅταν μόνας τὰς τρεῖς διαστάσεις λάβῃ ἄνευ ὕλ?[ης], τοῦτο τὸ σῶμα οὔκ ἐστιν ο?[ὐ]- ς?[ί]α?. ἐν τοῖς οὖν προχείροις τούτοις ὅταν λέγηται ὅτι οἷον· χρῶμα ἐν σώματι, οὐκ[οῦν] καὶ ἐν τινὶ σώματι, διὰ τοῦ χρῶμα εἰπεῖν ἐν σώματι ἔδειξεν ὅτι τοῦτο τὸ σῶμα σημαίνει τὸ ὁρώμενον, οὗ ἁπ[τό]μεθα. ὅταν δὲ λέγῃ ἓν εἶδος εἶναι τοῦ ποσοῦ τὸ σῶμα, οὐ τοῦτο λέγει· πῶς γὰρ οὐσία δύναται εἶναι γένους οὐς?[ία]ς; ὥστε ὁμωνυμεῖ τὸ σῶμα· τὸ μὲν γὰρ κατὰ τὰς τρεῖς διαστάσεις λαμβάνεται ἄνευ ὕλης. τοῦτο δέ ἐστιν? τὸ ποσὸν σῶμα· τὸ γὰρ μετὰ τῆ[ς ὕ]λης οὐ μόνας τὰς δια στάσεις χωρὶς τῆς ὑποκειμένης λαμβ[ά]νομεν οὐσίας ἀλλὰ σὺν αὐτῇ. ἄλλ?[ο ἐ]στὶν τοῦτο τὸ σῶμα. τὸ σῶμα οὖν τότε θανάτου ἐστίν, ὅταν τὰ ἐνεργοῦντα αὐτοῦ καὶ τὰ κ?ινήματ?[α] ἁμαρτητικῶς γίνηται. δυνατὸν οὖν τοῦτο χωρ[ί]σαι ἀπὸ τοῦ σώματος.
PG 39:1387ὅταν λάβω ὀφθαλμὸν μὴ ὁρῶντα ἐπιβλαβῶς, μὴ μοιχικῶς ὁρῶντα, ἀπέστησα τὸν ὀφθαλμὸν τὸν τοῦ θανάτου ἀπὸ τῆς οὐσίας. καὶ ἐφ’ ἑκάστης μέλους καὶ ἐφ’ ἑκάστης αἰσθήσεως ἐὰν τοῦτο γίνηται, ἀποβάλλεται τὸ τοῦ θανάτου σῶμα. οὐ τὸ σῶμα ἀποβάλλομεν ἀλλὰ τὸ τοῦ θανάτου. καὶ τὸν φαῦλον ἄνθρωπον ἐὰν εἰς σπουδαῖον μεταβαλόντα ἴδωμεν, λέγομεν ὅτι ἐφθάρη ὁ φαῦλος ἄνθρωπος, [οὐ]χ? ὁ ἄνθρωπος. καὶ κατεκάμφθην. ἡ κακία κατωφερής ἐστιν, κατακάμπτει τὸν ἔχοντα· ἀεὶ γὰρ ἐπικείμενα τὰ μεγάλα ἄχθη κατασπᾷ καὶ κατακάμπτει τὸν βαστάζοντα. αὐτίκα γοῦν ἐκείνην τὴν ἔχουσαν πνεῦμα ἀσθενείας ὀκτωκαίδεκα ἔτεσιν λέγει ὅτι· συνκύψασα ἦν καὶ μὴ ἀνανεύουσα εἰς τὸ παντελές. οὐδέποτε ἄνω ἑαυτὴν ἐπῆρεν. ὁ ἁμαρτάνων οὖν συνκύπτει καὶ κάτω βλέπει. λέγει γοῦν· τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ· καὶ πάλιν ἐν Ἰηρεμίᾳ λέγεται· ἀφεστηκότες ἐπὶ τῆς γῆς γραφήτωσαν. οἱ ἀφεστηκότες τῆς θείας πηγῆς γράφονται, ἐνπολιτογραφοῦνται τῇ γῇ, ὡς τὸ πολίτευμα κάτω ἔχοντες καὶ τὴν εἰκόνα τοῦ χοικοῦ φέροντες. τῶν δὲ μαθητῶν τὰ ὀνόματα ἐνγέγραπται ἐν τοῖς οὐρανοῖς.
PG 39:1390οὐ τὰς προσηγορίας ταύτας τὰς ἐκ συλλαβῶν συν κειμένας λ[έγ]ει, ἀλλὰ τὰς ἰδίας ποιότητας τὰς σημαινούσας αὐτῶν τὴν ψυχὴν καὶ τὸν νοῦ ἀποδίδοται γὰρ ὁρισμὸς ὀνό?[ματο]ς οὕτως· ὄνομά ἐστιν κεφαλαιώδης προσηγορία παραστατικὴ τῆς ποιότητος τοῦ ὀνομαζομένου. αὕτη δέ ἐστιν ἡ προσηγορικὴ ὀνομασία, ἄνθρωπος, οὐρανός. ἐνγέγραπται οὖν, τουτέστιν κατετάχθη. 7 ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. εἰ καὶ κατεκάμφθην ἕως τέλους ἐκ τῆς προσούσης ταλαιπωρίας, ἀλλ’ οὐκ ἀναισθητῶ τοῦτο. σκυθρωπάζων γοῦν πορεύομαι τὴν κατὰ θεὸν λύπην τὴν μετάνοιαν εἰς σωτηρίαν ἀμετα μέλητον ἐργαζομένην. καὶ οὕτω σκυθρωπάζων πορεύομαι ὅλην τὴν ἡμέραν. εὖ δὲ καὶ τὸ πορεύομαι. οὐ ῥιφεὶς πρηνὴς μένει ἀλλὰ πορεύεται. οὐκ ἐβάθυνεν εἰς γῆν κάθισιν, οὐ τὰ μετάφρενα ἔθηκεν τῇ γῇ ἀλλὰ πορεύεται. σκυ θρωπάζων οὖν ἐπορευόμην. ἐνή?ργουν ἐκεῖνα ἃ μετεβίβαζέν με ἐκ τῆς ταλαιπωρίας. τότε δὲ ἐκ τῆς ταλαι πωρίας μεταβιβάζομαι, ἐὰν τὰ αἴτι[α] τῆς ταλαιπωρίας ἀπόθωμαι. 8 ὅτι ἡ ψυχή μου ἐνεπλήσθη ἐνπαιγμάτων. ἡ ψυχή μου ἐπλήσθη ἁμαρτημάτων. ἐνπαιγμοὶ δέ εἰσιν τὰ ἁμαρτήματα.
PG 39:1392ὁ ἀπατῶν ἐνπαίζει τῷ ἀπατωμένῳ, καὶ οὕτως πληροῦται ἡ ψυχὴ ἐνπαιγμάτων. κεῖται δὲ ἔν τισιν ἀντιγράφοις αἱ ψόαι μου. λέγονται περὶ ταύτας συνίστασθαι τὰ σπέρματα. ὅταν τις τοίνυν ὑποσυρῇ εἰς ἀκολασίαν καὶ φιλήδονος μᾶλλον σπεύδῃ ἢ φιλόθεος εἶναι, τὰς ψόας ἐνπαιγμῶν ἔχει πεπλησμένας. 8 καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου. ὅσον εἰμὶ πεπληρωμένος τούτων τῶν ἐνπαιγμάτων, [οὐ μόνον οὐχ] ὑγιαίνει μου ἡ σάρξ, ἀλλὰ καὶ νοσήσασα οὕτω διακειμένη οὐ δέχεται ἴασιν. ὥσπερ ἀδύνατόν ἐστιν τὸν αἰσθ?η?- [τ]ῶ?ς νοσοῦντα ἔτι ἐν τῷ νοσεῖν ὄντα ὑγείαν ἀναλαβεῖν, οὕτως ὁ πληρωθεὶς ἐνπαιγμάτων οὐ δύναται εἰρηνεύ ους[αν ποι]- ή?σασθαι τὴν σάρκα, τουτέστι?ν σώφρονα, ἢ [μὴ] διαστασιάζουσα?ν? πρὸς ἑαυτήν. 9 ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα. δύναται κάκωσιν καὶ ταπείνωσιν ἑκούσιον λέ[γ]ειν. ἐπεὶ ἐν αἰσθήσει γέγονα τοῦ ἐπάρματος τῆς κακίας καὶ τῆς βλάβης καὶ το[ῦ τύ]φου, προαιρετικῶς εἰς ταπεί[νω]σιν ἐμαυτὸν περιήγαγον, ἵνα ὑψωθῶ· πᾶς γὰρ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. ἐ?κ παραλλήλου τὴν κάκωσι[ν δεῖ] κ?αὶ τὴν ταπείνωσιν λαβεῖν.
PG 39:1395τότε δὲ ἑκουσίως γίνεται, ὅταν, ὡς εἶπον, τὸ ὑψωθὲν ταπεινώς[ῃ] ἑαυτόν, ἵν’ ὑψω?[θ]ῇ ὑπὸ τοῦ θεοῦ. δυνατὸν καὶ οὕτως· ἐκ τῶν περιεστη κότων ἐπιπόνων καὶ φορτίων β?αρ[έ]ων ἐταπεινώθην, ἐκακ[ώ]θην ἕως σφόδρα. ἐπιτεταμένην ἔσχον τὴν κάκωσιν. 9 ὠρυόμην [ἀπ]ὸ στεναγμοῦ τῆς καρδίας μου. οὐκ ἐπιπλάστως ἀποκλαιόμενος τὰ κακὰ τὰ περι εστηκότα μοι, ἀλλὰ ἀπὸ στε[ναγμ]οῦ τῆς καρδίας μου· νοῶν ἐν τίνι στένειν δεῖ, ἔστενον. 10 καὶ ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου. ὁ δίκαιος ἔρωτα καὶ πόθον ἔχει ἀεὶ τῶν ἀρετῶν καὶ τῶν ἐπαινετῶς πραττομένων. λέγεται γοῦν περὶ τοῦ δικαίου· ἐπιθυμία δικαίου πᾶσα ἀγαθή. τὰ δὲ ἀγαθὰ παρρησίαν ἔχει ἐπίπροσθεν εἶναι θεοῦ. ἐναντίον σου οὖν, τουτέστιν ἔνπροσθέν σου, ἐστὶν πᾶσα ἡ ἐπιθυμία μου. ἐπαινετὴν οὖν ἐνταῦθα λημπτέον τὴν ἐπιθυμίαν μ?ου, οἵα ἐστὶν καὶ περὶ ἧς αὐτὸς οὗτος λέγει· εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον, τὸν ἐνπιμπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου. αἱ τοιαῦται οὖν ἐπιθυμίαι πᾶσαι τοῦ δικαίου εὐπαρρησίαστοι οὖσαι ἐπίπροσθέν εἰσιν θεοῦ. δυνατὸν δὲ καὶ εἰς τὸ ἕτερον σημαινόμενον τῆς ἐπιθυμίας ἐκλαβεῖν τὴν λέξιν.
PG 39:1397διὰ τοῦτο ἐταπεινώθην καὶ ἕως σφόδρα κατε κάμφθην, διὰ τοῦτο ὀλοφύρομαι καὶ ὁ στεναγμός μου ἀπὸ ψυχῆς καὶ καρδίας γίνεται, ἐπεὶ ἔγνων, ὅτι πᾶ[ς]α? ἐπιθυμία ἣν ἔσχον φαύλην, φανερά σοί ἐστιν, οὐδεμία ἐπιθυμία ἔξω τοῦ προσώπου σού ἐστιν. τὸ δὲ ἔνπροσθεν εὐπρεπέστερόν ἐστιν μᾶλλον. 10 καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. ἐπιθυμίαν ἀγαθὴν ἔχων καὶ ποθῶν εἶναι ἐν ἀγαθοῖς καὶ ἀρετῇ ὅσον ὁρῶ ἐμαυτὸν ἀπολειπόμενον, στενάζω. ὁ στεναγμὸς δὲ οὗτος ἀπὸ ἐπιθυμίας κάλλους γίνεται, ἀπὸ προσδοκίας ἀμείνονος. εἰ καὶ τοὺς πολλοὺς πολλάκις λανθάνω στενάζων, ὅπως μὴ δοκῶ περιαυτίζεσθαι καὶ δῆθεν μετανοῶν φαίνεσθαι, ἀλλ’ ἐπίπροσθεν σοῦ ἐστιν ὁ στεναγμός μου, οὐκ ἀ πεκρύβη ἀπὸ σοῦ. οἱ Αἰγύπτιοι γοῦν κατεπόνουν τοὺς Ἑβραίους. ὅτε ἥδοντο ἐπὶ τοῖς Αἰγυπτίοις ἔργοις οἱ υἱοὶ Ἰσραήλ, κέκρυπτο ὁ στεναγμὸς αὐτῶν ἀπὸ προσώπου τοῦ θεοῦ. ὅτε δὲ ἤρξαντο στενάζειν ἐπὶ τοῖς ἔργοις, ὅτε α[ἴσθ]η?σιν ἔλαβον τῶν Φαραωτικῶν ἔργων ὅτι κατασπῶντά εἰσιν καὶ γήινα καὶ μᾶλλον ἔξω τοῦ θεοῦ ποιο?[ῦ]ν?τα, τότε ἐστέ ναξαν, καὶ οὐκ ἐκρύβη ὁ στεναγμὸς ἀπὸ τοῦ θεοῦ· εὐθέως γὰρ αὐτοὺς ἐλευθέρωσεν.
PG 39:1400ὅτε δὲ ἥδοντο, ἐκρατοῦντο ἐκεῖ, ἐλευθερίας οὐκ ἐτύγχανον. ὁ στεναγμὸς οὗτος καταλλήλως ἔχει τῇ λύπῃ τῇ μετάνοιαν εἰς σωτηρίαν κατ εργαζομένῃ. ἄλλη δέ ἐστιν αὕτη ἡ λύπη παρὰ τὴν τοῦ κόσμου, ἥτις θάνατον κατεργάζεται. ἐὰν γοῦν ἴδῃς ἄνθρωπον στε νάζοντα ὅτι μὴ τυγχάνει ὧν ἐπιθυμεῖ, κἂν φαῦλα ὦσιν, ὁ στεναγμὸς οὗτος ὀλέθριός ἐστιν. 11 ἡ καρδία μου ἐ ταράχθη, ἐνκατέλιπέν με ἡ ἰσχύς μου. ὅτε ταράττεται ἡ καρδία, τουτέστιν ὁ νοῦς, τότε ἡ ἰςχὺς μακρὰν γίνεται. ἡ ἰσχὺς δὲ ἡ κατάλληλος τῇ εἰρήνῃ καὶ τῇ εὐσταθείᾳ τῆς καρδίας. ὁ μαθὼν παρὰ Ἰησοῦ ὅτι πραύς ἐστιν καὶ ταπεινὸς τῇ καρδίᾳ, οὐκ ἔχει τεταραγμένην τὴν καρδίαν· μιμεῖται γὰρ τὸν Ἰησοῦν. ὁ δὲ μιμούμενος τὸν Ἰησοῦν ἔξω πάσης ἐστὶν ταραχῆς. ἕως δὲ οὐκ ἔχει τὴν ταραχὴν ταύτην, παραμένει αὐτῷ ἡ ἰσχὺς, ὥστε λέγειν· πάντα ἰσχύω ἐν τῷ ἐν δυναμοῦντί με, καί· ἀγαπήσω σε, κύριε, ἡ ἰσχύς μου. 11 καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστιν μετ’ ἐμοῦ. τὸ φῶς τῶν ὀφθαλμῶν μου μακράν μου γέγονεν. φῶς δὲ τῶν ἀληθινῶν ὀφθαλμῶν τῶν ὀξὺ καθορών των ἡ γνῶσις τῆς ἀληθείας ἐστίν· εἴρηται γ?[ά]ρ?· φωτίσατε ἑαυτοῖς φῶς γνώσεως.
PG 39:1402ὅτι οὐ περὶ τούτων τῶν ὀφθαλ μῶν οὐδὲ τοῦ αἰσθητοῦ φωτὸς ὁ λόγος, ἄκουε [το]ῦ λέγοντος· ἡ ἐντολὴ κυρίου τηλαυγής, φωτίζουσα ὀφθαλ[μού]ς. [π]άντως ἡ τήρησις τῆς τηλαυγοῦς ἐντολῆς τοὺς τοῦ ἔς[ω ἀ]νθρώπου φωτίζει ὀφθαλμούς· πολλοὶ γάρ εἰσιν ὀξὺ καθορῶντε?[ς καὶ] π?αρα βάται τῆς ἐντολῆς εἰσιν τοῦ κυρίου, καὶ ἄλλως φυλάττ[ουσι]ν αὐτὴν καὶ περιεχόμενο?[ι] αὐτὴν ἀμβλεῖς εἰσιν κατὰ τὴν ὄψιν. οὐ πάντως οὖν περὶ τῶν ὀφθαλμῶν λέγετα[ι ὅτ]ι· καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου οὐκ ἔστιν μετ’ ἐμοῦ. ἀφῆκέν με δέ, ἐπεὶ ἐγὼ αὐτὸ ἀπεστράφην, ἐπεὶ αὐτὸ ἐγὼ? [οὐ]κ ἐφύλαξα παράμονόν μοι. ἡ καρδία μου ἐταράχθη, ἐνκατέλιπέν με ἡ ἰσχύς μου. ὅταν τάραχον τὸ διανοητικὸν ὑπομείνῃ, ἡ ἰσχὺς μακρὰν γίνεται· ἐρρωμένης γὰρ τῆς διανοίας καὶ τοῦ νοῦ ἠκριβωμένου ἰσχὺς πρόσεστιν τῷ οὕτω δι?α?τεθέντι, ὡς εἰπεῖν· πάντα ἰςχύω ἐν τῷ ἐνδυναμοῦντί με. ἀγαπήσω σε, κύριε, ἡ ἰσχύς μου. ἐνκαταλείπεται δέ τις ὑπὸ ταύ της τῆς ἰσχύος, ἐὰν τάραχον ὑπομείνῃ ἐν τῇ καρδίᾳ, ἐὰν λογισμοὺς σχῇ ταραχώδεις. διὸ φυλακτέον μὴ διδόναι τόπον τῷ διαβόλῳ τῷ ὑποβάλλοντι τὰς ταραχάς, ἵνα ἰσχὺς ἡμῶν παραμείνῃ καὶ δυνηθῶμεν εἰπεῖν·
PG 39:1405ἰσχύς [μο]υ καὶ ὕμνησίς μου κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν. καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου οὐκ ἔστιν μετ’ ἐμοῦ. ὅταν ἡ καρδία ταραχθῇ, καὶ ἡ κατάλληλος τῇ καρδίᾳ ἰσχὺς ἐνκαταλείπει, καὶ αὐτὸ τὸ φῶς οὐκ ἔστιν μετὰ τοῦ ταῦτα παθόντος· δεῖ γὰρ σπεῖραι εἰς δικαιοσύνην καὶ τρυγῆσαι εἰς καρπὸν ζωῆ[ς], ἵνα φωτίσαντες ἑαυτοῖς φῶς γνώσεως [ ]. ὅταν τοίνυν ταραχθῇ ἡ καρδία, καὶ ἡ ἰσχὺς ἡ ἐνδυναμοῦσα τὸν ἔσω ἄνθρωπον πόρρω γίνεται, καὶ αὐτὸ τὸ τῶν ὀφθαλμῶν φῶς τὸ φωτίζον τὸν ἔσω ἄνθρωπον ἐνκαταλείπει τοῦτον ἑαυτὸν σκότῳ καὶ ἀγνοίᾳ παραδεδω κότα. 12 οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας ἤγγισαν καὶ ἔστησαν. συμβαίνει τοιαῦτα γίνεσθαι ἐν τοῖς περιστατικοῖς καιροῖς. καὶ ὁ Ἰὼβ γοῦν γενάμενος ἐν περιστάσει ἔλεγεν τοιαῦτα· φίλοι δέ μου ἀνελεήμο νες γεγόν[ασι]ν, ἔγνωσαν ἀλλοτρίους ἢ ἐμέ. καὶ ἐν ταῖς σοφίαις γέγραπται ὅτι οἱ φίλοι τότε μόνον πάρεισιν καὶ τὰ φίλων ἐπιδείκνυνται καὶ ἀπαιτοῦσιν, ὅταν ἐν εὐετηρίᾳ ᾖ[ν] ὃν δῆθεν φιλοῦσιν. ὅταν δὲ γένηται ἔν τινι δια στροφῇ τὰ κατ’ αὐτόν, τὰ ἐκτός, τότε ἐκεῖνοι πόρρω γίνονται. τρία γὰρ εἴδη φιλίας ἐστίν.
PG 39:1407ἔστιν φιλία ἡ κατ’ αὐτό, ὅταν μηδενὸς ἄλλου μεταδιώκηται ἢ καλλονῆς ἢ ἀρετῆς. ἐὰν δὲ διά τι ᾖ[ν], τὸ πλοῦτος. [αὕτη ἡ φιλία] ἐκείνων ἀπόντων πεπαύσεται καὶ ἡ φιλία. λέγεται δὲ αὕτη ἡ φιλία δεύτερον εἶδος οὖσα. τοῦ χρησίμου ἕνεκα γίνεται. καὶ τρίτον εἶδος φιλίας, τὸ ἡδύ. πολλοὶ ἥδοντο φίλοι εἶναι μοναχῶν, οὐχ ἵνα μοναχοὶ ὦσιν, ἀλλ’ ἵνα λέγ[ω]σιν ὅτι· οἱ μονάζοντές με φιλοῦσιν. καὶ ἄλλοι πλουσί[ων] οὐδὲν παρ’ αὐτῶν προςδοκῶντες, ἀλλ’ ἐνίοτε καὶ προσεπιδι δόντες αὐτοῖς. δύναται ἐκ παραλλήλου τὸν πλησίον φίλον λέγειν ἢ τὸν φίλον πλησίον. καὶ οὕτως οἱ πλησίον κατ’ ἀνχιστείαν, κατὰ συγγένειαν οἱ ἀδελφοί μου. ἐπερ( )· καὶ ἐπὶ σωματικῶν λημπτέον τοῦτο; εἰ δὲ λέγοις αὐτὸ πνευματικῶςεἰσὶν δὲ καὶ κατὰ πνεῦμα φίλοι καὶ συγγενεῖς, σκόπει· ὅταν τις ἐλαττώσῃ ἑαυτὸν καὶ μηκέτι ᾖ[ν] τοιοῦτος, οὓς εἶχεν πρότερον φίλους ἀλλοτριοῦνται αὐτοῦ, ὅτι ἐλάττ[ων] ἑαυτο[ῦ], ἵνα μὴ εἴπω, ὅτι φαῦλος γέγονεν· τὰ γὰρ ἑξῆς οὐκέτι ὡς περὶ φαύλου ἢ ὑπὸ φαύλου ἀπαγγέλλεται. ὅλως ταράξας τὴν καρδίαν οὔκ ἐστιν ἐξώβλητος· ἄλλος γάρ ἐστιν ὁ ἀπόλλων ταύτην. εἴρηται γοῦν ἐν Ἰσαίᾳ·
PG 39:1410οἱ ἀπολω[λ]εκότες τὴν καρδίαν. ἀπόλλυται δὲ ἡ καρδία, ὅταν ἡ ν[όησις] ἔξ?ω τῆς καταλλήλου καταστάσεως γένηται. ταράττεται δ[έ], ἐ?ὰν ἔχῃ τινὰ σύνχυσιν. ὑπάρχει με ταράττε [σθ]αι δὲ ἐκ? τοῦ λογισμοὺς καὶ ἐνθυμήματα λαμβάνειν μὴ προσή[κον]τα. ἐξ ἐναντίας ἤγγισαν καὶ ἔστησαν. οὐχ ὡς ἑταῖροι, οὐχ ὡς φίλ[οι], οὐκ ἐπὶ τῷ ἑνωθῆναί μοι, ἀλλ’ ἐξ ἐναντία[ς, ἵ]να παρόντες ἐναντιῶνται. τοιαύτην παρατή ρησιν ἔσχον καὶ ἐν τῷ Ζαχαρίᾳ καὶ ἐν τῷ ἑκατοστῷ ὀγδόῳ ψαλμῷ. λέγεται π[ερὶ] τοῦ Ἰούδα ὅτι· διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ. περὶ δὲ Ἰησοῦ τοῦ ἱερέως τοῦ μεγάλου τοῦ Ἰωσεδέχ· ὁ διάβο[λο]ς εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τῷ ἀντικεῖσθαι αὐτῷ. καὶ ὅρα ὅτι καὶ τοῦ Ἰούδα [καὶ] τοῦ Ἰησοῦ τοῦ ἱερέως τοῦ μεγάλου τοῦ καθ[αρ]ωτάτου καὶ ἁγίου ἐκ δεξιῶν ὁ διάβολος εἱστήκει. ἀλλ’ ἐπὶ τοῦ Ἰησοῦ εἴρη?τ?αι· τοῦ ἐναντιοῦσθαι αὐτῷ. ἔστη ἵνα τ[ο]ῖς δεξιοῖς αὐτοῦ ἀντικείμενος ᾖ, πολεμῇ αὐτήν, ὅτι δεξιῶς ἐπιτελεῖ τ?[ὰ πρ]ακτέα καὶ τὴν διάθεσιν ἔχει τοιαύτην. ἐπὶ δὲ τοῦ Ἰούδα οὔ. τὰ δεξιὰ τοῦ Ἰούδα προκατείληφεν. στάσιν αὐτῷ δέδωκεν τῷ διαβόλῳ ἐν τούτοις. καὶ ὧδε ἐξ ἐναντίας ἔστησαν.
PG 39:1412διὰ τοῦτο ἤνγισαν, ἵνα πορθήσωσιν καὶ ταράξωσιν. 12 καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν. δύο γένη φίλων εἰσίν, δύο εἰσὶν δια θέσεις πλησί[ω]ν. ὅταν οἱ πάλαι ἐχθροὶ γένωνται προσποιητοὶ φίλοι καὶ αἰνιττόμενοι, ἵν’ ἐναντιωθῶσιν τοῦτο ποιοῦσιν. καὶ ἵνα ἀπὸ τῆς Ποιμενικῆς διδασκαλίας λάβω τῆς κατηχητικῆς, λέγω· δύο ἄγγελοί εἰσιν μετὰ τοῦ ἀνθρώπου, καὶ ὁ εἷς πονηρὰ ὑποβάλλει, ὁ δὲ ἕτερος ἀγαθά, καὶ ὁ μὲν τῆς δικαιοσύνης, ὁ δὲ τῆς ἀδικίας ἐστίν. ἐὰν οὖν πλησίον γένη[ται ὁ] τ?ῆς ἀδικίας, ὁ κακὰ ὑποβάλλων, μακρύνεται ὁ ἀγαθὸς ἄγγελος, ὡς αὖ ἐκείνου συνεγγίσαντος οὗτος ὁ πονηρὸς ἐνα?ντιοῦται· ὡς γὰρ ἀσυνύπαρκτά ἐστιν τὰ ἐναντία, τὸ ἀγαθὸν καὶ τὸ κακόν· ἐνεργεῖ γὰρ τὸ κακόν, ὅταν ὁ ἀγαθὸς ᾖ πόρρω. ἐὰν δὲ καὶ πρόσωπον ᾖ[ν] τοῦ σωτῆρος τὸ ταῦτα λέγον, δύναται λέγειν ὅτι· μακρὰν γέγοναν οἱ ποτέ μου φίλοι, οἱ υἱοί μου, οὓς ἐγέννησα καὶ ὕψωσα. ἀθετήσαντές με πόρρω γεγένηνται. οἱ δὲ ἀπὸ τῶν ἐθνῶν πιστεύσαντες φίλοι γενόμενοι λοιπὸν ἐγγύς εἰσι[ν] καὶ ἐξ ἐναντίας μου, ἀντὶ τοῦ κατὰ πρόσωπόν μου· ο[ὐ]κέτι γὰρ τὸ ἐναντίον ἀντικείμενον λαμβάνομεν, ἀλλὰ τὸ ἐπιπρόσωπον, ἐπίπροσθεν.
PG 39:141513 καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν, καὶ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας. οὐδεὶς τῶν ἀγαπώντων τὴν ψυχήν μου ἐκβιάζεται αὐτήν, ἀλλὰ συνεγγίζει ἢ ἓν πρὸς αὐτὴν γίνεται. οἱ δὲ [ἄ]λλοι ἐκβιάζονται καὶ ζητοῦντες τὰ κακὰ κατ’ ἐκείνου οὗ ἐκβιάζονται, ματαιότητα λαλοῦσιν, οὐδὲν ἐπωφελές?, [οὐδ]ὲν συντελοῦν πρὸς τὴν γνῶσιν τῆς ἀληθείας, ἀλλὰ περὶ ματαίων· μάταια γὰρ πάντα ἐστὶν τὰ πονηρά, τὰ φαῦλα, καὶ τὰ πρόσκαιρα δὲ ἅ ἐστιν βλεπόμενα καὶ εὐκαταφρόνητα καὶ ῥᾷστα περιγραφόμενα καὶ ἀπολλύμενα. δεῖ ζητῆσαι τὴν ψυχὴν ἐπωφελῶς. τῷ δὲ προσκεῖσθαι τοῖς ζητοῦσιν τὴν ψυχήν μου καὶ ἐκβιαζομένοις τὰ κακά, φανερόν, ὅτι φαῦλοί εἰσιν. ὁ τὴν ἁμαρτάνουσαν ψυχὴν εἰς μετάνοιαν προσηκάμενος καὶ τὴν ἀπεσφαλμένην τῆς ἀληθείας ἄγων εἰς ταύτην, ἐπαινετῶς ζητεῖ καὶ ἐπωφελῶς τὴν ψυχήν. ὁ σωτὴρ γοῦν ἐλήλυθεν ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός. οὗτος ζη τῶν τὴν ψυχὴν ζητεῖ, ἵνα εἰς σωτηρίαν αὐτὴν ἀγάγῃ, ἵνα κατὰ τὴν προτέραν αὐτῆ[ς] κατάστασιν ἐνέγκῃ.
PG 39:1417ὥσπερ οὖν ὁ σωτὴρ τοῦτο ποιεῖ διὰ παιδεύσεως καὶ διὰ συντελείας τῆς εἰς τὸ καλόν, οὕτω καὶ οἱ τοῦ σωτῆρος μαθηταὶ καὶ ἄγγελοί γε καὶ ἄνθρωποι τοῦτο ποιοῦσιν. οὐδεὶς δὲ τούτων ζητῶν τὴν ψυχὴν ματαιότητα λαλεῖ, οὐδεὶς ζητεῖ αὐτῇ κακά, ἀλλὰ ἀγαθὰ καὶ ἐπωφελῆ. 13 καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. πάντα τὸν βίον ἑαυτῶν σκολιότητας ἐμελέτων· πῶς γὰρ οὐκ ἤμελλον; σκολιοὺς εἶχον λογισμοὺς τοὺς χωρίζοντας ἀπὸ τοῦ θεοῦ, καὶ ἡ καρδία αὐτῶν σκολιὰ γεγόνει καὶ σκαμβή, ἣν ἀπεύχεται ὁ ἅγιος ἔχειν λέγων· οὐκ ἐκολλήθη μοι καρδία σκαμβή. ὁ ἔχων οὖν σκολιοὺς λογισμοὺς σκολιότητας ὅλην τὴν ἡμέραν μελετᾷ, ἔργα σύμφωνα καὶ ν?οήματα τοῖς σκολιοῖς αὐτοῦ λογισμοῖς. οὗτοι γοῦν οἱ σκολιοὶ λογισμοὶ ὑπὸ διαβόλου ἐντίθενται τῇ ψυχῇ· εἴρηται γάρ· [ὄ]φις δράκων σκολιός. σκολιεύεται. ἀμέλει γοῦν εἴρηται [καὶ ἐν] ἄλλοις· ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν. τὰ σκολιὰ εὐθύτητα λαμβάνει, ὅταν ἀποβάλῃ τὴν σκολιότητα. ὁ δὲ μελετῶν ταύτην ὅλην τὴν ἡμέραν ἔχει καὶ ἔργα σκολ[ι]ὰ? καὶ προαίρεσιν σκολιὰν καὶ διάθεσιν διεστραμμένην. 14 ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ.
PG 39:1420ἔπαινον ἑαυτοῦ διεξέρχεται. ὁ μετανοῶν, ἐὰν ὑποβάλῃ διάβολος λογισμοὺς πονηροὺς ἢ σκολιούς, ὡς κωφός τις μὴ ἀκουέτω, μὴ ἐπιστανέτω αὐτοῖς, μὴ παρε χέτω [αὐτῷ] αὐτοῖς τὴν τοῦ ἔσω ἀνθρώπου ἀκοήν, ἀλλὰ οὕτως ἔστω ὡς ἄλαλος, ὡς κωφὸς οὐκ ἀνοίγων τὸ στόμα. κωφὸν δὲ ἐνταῦθα λέγει οὐ τὸν τὰς ἀκοὰς ἀποβαλόντα, ἀλλὰ τὸν μὴ φθεγγόμενον· πολλάκις γάρ, μάλις[τ]α κατὰ τὴν γραφήν, τὸ σημαι νόμενον τοῦτο ἐπὶ τοῦ λάλου κεῖται· ἐκβληθέντος, φησίν, τοῦ δαιμονίου ἐλάλησεν [ὁ] κωφός. οὐκ εἶπεν· ἤκουσεν ὁ κωφός. οὐ τοῦτο δέ φημι ὅτι οὐ σημαίνει καὶ τὸν στερηθέντα τὴν ἀκοὴν ἡ λέξις α[ὕτη]. ἀμφότερα δηλοῖ. πάλιν ὁ θεὸς τῷ Μωυσῇ εἰπόντι· ἰσχνόφωνος καὶ βραδύγλωσσός εἰμι, εἶπ[εν]· τίς ἔδωκ[εν] στόμα ἀνθρώπῳ λαλεῖν, καὶ τίς ἐποίησεν δύςκωφον ἢ κωφόν, βλέποντα καὶ [τυφλ]όν; δύναται ὧδε [καὶ] κωφὸν καὶ ἐπὶ τοῦ λάλου καὶ ἐπὶ τοῦ ἀφαιρεθέντος τὴν ἀκοὴν κεῖσθαι. τὸ δέ· ἐκβάντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός, κωφὸν σημαίνει τὸν μὴ ἔχοντα φωνητήρια, τὸν μὴ ἔχοντα ἐνεργοῦσαν γλῶσσαν. 15 ἐγενήθην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν στόματι αὐτοῦ ἐλεγμούς. τοῦτο λέγει·
PG 39:1422οὐ γέγονα ἄνθρωπος οὐκ ἀκούων, ἀλλ’ ὡς οὐκ ἀκούων ἄνθρωπος. οὐκ ἐδεχόμην τοὺς [λό]γους καὶ τὰς ἀπαγγελίας τῶν δολιευομένων καίτοι δυνάμενος αὐτοὺς ἐλέγχειν. εἰδὼς ὅτι οὐ καιρίως οἱ ἔλεγχοι προ φέρονται πρὸς τὸν τοιοῦτον, ὡς οὐκ ἔχων αὐτὸν ἐλέγξαι [ἐ]σιώπων[τα]. δείκνυσιν ὁ λόγος ὅτι καὶ αἱ ἐπιπλήξεις καὶ αἱ ἀντιρ ρήσεις καιρίως ὀφείλουσιν γίνεσθαι. τὸ καίριον δὲ ἐκ τοῦ ἀντικειμένου καὶ προσδιαλεγομένου λαμβάνομεν. ὥσπερ τροφὴ καιρίως διδομένη ὠφελεῖ καὶ ἀνύει, ἀκαίρως δὲ προσφερομένη βλάπτει μᾶλλον. μὴ ἔλεγχε κακούς, ἵνα μή σε μισήσω σιν. [τ]οὐ παραιτεῖσθαι τὸ μισεῖσθαι ὑπὸ φαύλων ὁ λόγος διδάσκει, ἀλλὰ τοῦτο λέγει· ἐλέγχεις, ἵν’ ὠφελήσῃς. τὸ[υ] ἐλέγξαι οὐ καιρίως προσαγόμενοςἔστιν γὰρ ἔλεγχος, ὃς οὔκ ἐςτιν ὡραῖοςοὐκ ὠφελεῖ ἐκεῖνον τὸν ἐλεγχόμενον, ἀλλὰ μᾶλλον ἔτι φαυλότερον αὐτὸν ποιεῖ, ὡς καὶ μισεῖν τὸν ἐλέγχοντα. ἔλεγχε γοῦν σοφόν, καὶ ἀγαπήσει σε. εἰ ὁ σοφὸς ἐλεγχόμενος ἀγαπᾷ τὸν προσφερόμενον τοὺς ἐλέγχ[ομεν]ους, φανερὸν ὁ μισῶν τὸν ἔλεγχον ὅτι φαῦλός ἐστιν. εἴρηται γοῦν καὶ ἐν ἄλλοις·
PG 39:1425ο[ὐκ ἀγ]απήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν, μετὰ δὲ σοφῶν οὐχ ὁμιλήσει. ὁ ἀπαίδευτος ὅλως οὐκ ἀγαπᾷ τοὺς ἐλέγχοντας, ὁ δὲ σοφὸς τοῦτο βούλεται. οὐδὲν ὧν λέγει ὁ σοφός, πρόσεστιν τῷ κακῷ τῷ μισοῦντι τοὺς ἐλέγχοντας. ἐπερ( )· καὶ οὐκ ἔχων ἐν στόματι ἐλεγμούς; διττῶς λέγεται τὸ ἐλέγξαι· πολλάκις τις ἐλέγξαι οὐ δύναται. οὐκ ἔχει τοσαύτην παρρησί αν οὐδὲ δύναμιν τοσαύτην λόγου ὥστε ἐλέγχειν, καὶ προσποιεῖται μὴ ἀκούειν. οἷον αἱρεθικός τις πάρεστιν. λέγει ἄθεα δόγματα, αἱρεθικὰς γνώμας. ἐὰν μὴ δυνώμεθα ἐλέγξαι τὰ παρ’ ἐκείνου λεγόμενα, ὡς ἄνθρωποι οὐκ ἀκούοντες λεγόμεθα· ταράττει γὰρ μᾶλλον τὸ ἀκοῦσαι τοιούτων ὁμιλιῶν ἢ ὠφελεῖ. εἴρηται γοῦν· φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. εἴ τις χρηστὸν ἦθος ἔχων οἶδεν αὐτὸ τοῦτο ὅτι πρὸς κακὰς ὁμιλίας προστῆναι οὐ δύναται, οὐκ ὀφείλει παρέχειν τὴν ἀκοήν, ἀλλ’ ὡς κωφὸς γενέσθαι. ἄλλος δὲ ἔχων τὸ ἐλέγξαι τὰς αἰσχίστας ὁμιλίας οὐ ποιεῖ τοῦτο, ὅταν εἰδῇ ὅτι οὐ λυσιτελεῖ τέως ἐκείνῳ ἐλεγχθῆναι· ἔλεγον γὰρ ὅτι ὡς αἱ τροφαὶ ἰατρικῶς καιρίως προσάγονται, οὕτω καὶ τὰ βοηθήματα τῇ ψυχῇ. βοηθήματα δέ πώς εἰσιν τῆς ψυχῆς τὰ τοιαῦτα, οἷον·
PG 39:1427ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον. ὅταν φανερώσῃς διὰ τοῦ ἐλέγξαι τὸν ἁμαρτάνοντα, ἐπιτίμησον. ὅταν ἐπιτιμήσῃς πάλιν αὐτάρκως τὴν ἐπιτιμίαν ποιησάμενος, παρακάλεσον. βοηθήματα ψυχῆς βοηθήματα διαδεχέσθω. οὐ τοῦ τυχόντος δέ ἐστιν ταῦτα εἰδέναι, ἀλλὰ τ[οῦ] ἐπισταμέν[ου] ψυχῆς ἰατρείαν. 16 ὅτι ἐπὶ σοί, κύριε, ἤλπισα· σὺ εἰσακούσῃ, κύριε ὁ θεός μου. ἐπεὶ ἤλπισα ἐπὶ σέ, σὺ εἰσάκουσόν μου. θαρρῶ ὅτι πάντα τὰ παρ’ ἐμοῦ ὑπαρ χ?θ?ῆ?ν?αι ἐκείνῳ δυνάμενα, ὑπαρχθήσεται. διὰ τοῦτο θαρρῶν ς?[οὶ] τῷ μείζονι καὶ τῷ εἰδότι πῶς ἐλέγχ[ειν] καὶ τίνα δ?[εῖ, ἐσι]ώ?πησα, ὡσεὶ κωφὸς γέγονα οὐκ ἔχων ἐν τῷ στόματί μο?υ ἐλέγχους. καὶ οὕτω δὲ στικτέ[ον]· ἐπεὶ ἐπὶ σοὶ ἤλπισα, σὺ εἰςάκουσόν μου· κωφὸς γὰρ πρὸς ἐκεῖνον καὶ ἄλαλος γεγονὼς καὶ οὐκ ἔχων ἐν τῷ στόματι ἐλέγχους, κατὰ διάνοιαν πρὸς σὲ ἐβόων. οὕτω φαίνεται γενόμενον καὶ ἐν τῇ ἐξόδῳ ἐπὶ τοῦ Μ?ωυσέως, ὁπηνίκα κατεδίωξεν Φαραὼθ μετὰ πάσης αὐτοῦ τῆς δυνάμεως καὶ τῆς στρατιᾶς, καὶ τρόπον τινὰ συνεκλείσθησαν οἱ Ἑβραῖοι ὥστε περαιτέρω μὴ δύνασθαι διαβῆναι.
PG 39:1430ἐδίωκεν ἡ στρατιὰ τοῦ Φαραὼθ καὶ αὐτὸς ὁ τύραννος, ἐδιώκοντο οἱ Ἑβραῖοι, οἱ υἱοὶ Ἰσραήλ. καὶ οἱ μὲν ἦσαν ὡπλισμένοι καὶ παντευχίαν πᾶσαν ἐπιφερόμενοι καὶ δύναμιν στρατιωτικὴν καὶ ἱππικὴν καὶ πεζικήν. οἱ δὲ αὐτ?ὸ? τοῦτο γυμνοὶ ταῖς χερσὶν ἦσαν βακτηρίας κατέχοντες. συνεκλείσθησαν καὶ οὐκέτι ἠδύ ναντο περαιτέρω χ[ωρ]ῆ?σαι· οὐδὲ γὰρ πόρρω ἠδύναντο δραμεῖν κωλυούσης τῆς θαλάσσης οὐδὲ ἐπὶ δεξιὰ ἢ ἐπὶ θάτερα ὑποστρέψαι. πάλιν [ὑποπ]εσεῖν ἦν τοῖς ἐχθροῖς. ὥσπερ οὖν ἔν τινι γαλεάγρᾳ καὶ ἐντὸς ἀ[ρ]κύων ληφθέντες οἱ Ἑβραῖοι ἐσφάδαζον καὶ ηγωντο Μωσέα ὅτι· οὐ τοῦτο ἦν τὸ ῥῆμα ὃ εἴπομέν σοι ἐν Αἰγύπτῳ· πάρες ἡμᾶς, ὅπως δου λεύσωμεν τοῖς Αἰγυπτίοις; καὶ ἰδοὺ φθαρῶμεν ἐν τῇ ἐρήμῳ ταύτῃ. ὁ στρατηγὸς ἐλάλει παρακλητικοὺς λόγους αὐτὸς Μωυσῆς· θαρσεῖτε καὶ στῆτε καὶ ὁρᾶτε τὴν σωτηρίαν τὴν παρὰ τοῦ κυρίου ἣν ποιήσει ὑμῖν σήμερον· ὃν τρόπον γὰρ ἑωράκατε τοὺς Αἰγυπτίους, [ἔτι] [οὐ] προσθήσεσθε [ἔτι] ἰδεῖν αὐτοὺς εἰς τὸν αἰῶνα χρόνον. τοιαῦτα ἔδει τὸν στρατηγὸν μὴ λιποθυμίας τῷ λαῷ λέγειν· οὐδὲ γὰρ τὴν εὐχὴν ἀναπέμπειν ἐκ τοῦ φανεροῦ. ἐνόμιζον ἐκεῖνοι ὅτι καὶ αὐτὸς ἀπέγ[ν]ω?
PG 39:1433τὴν σωτηρίαν. ἀλλ’ ἔλεγεν μὲν τὰ παραθαρσύνοντα, πρὸς τὸν θεὸν δὲ τὰ πρὸς διάνοιαν ἐβόα. καὶ ἵνα δείξῃ ὁ θεὸς ὅτι οὐ συν[τυχι] κῶς, ἐὰν γένηται βοήθεια, λέγει· τί βοᾷς πρός με; πρὸς μὲν θεὸν κατὰ τὸ σιωπώμενον ἐβόα, ἔλεγε δὲ παραθαρσύνοντας λόγους. μέγα δὲ κακόν ἐστιν δεινοῦ τινος ἐφεστηκότος καὶ τὸν στρατηγὸν ὥσπερ σφαδάσαι. εἰς ἀπόγνωσιν ἄγει. 17 ὅτι εἶπα· μήποτε ἐπιχαρῶσίν μοι οἱ ἐχθροί μου. εἶπον τοῦτο· διὰ τοῦτο ἐσιώπησα καὶ ὡσεὶ κωφὸς γέγονα καὶ ὡς οὐ κ ἔχων ἐλεγμούς, μήποτε τολμήσαντός μου ταῦτα ἐπικρατέστεροι γενόμενοι ἐπιχαρῶσίν μοι, ἐπικερτομήσουσιν κατ’ ἐ μοῦ. διὰ τοῦτο καὶ ὁ ἀπόστολος λέγει ὅτι· μὴ τόδε ποιεῖτε, ἵνα μὴ ἐπιχαρῇ ὑμᾶς ὁ σατανᾶς διὰ τὴν ἀκακίαν ὑμῶν. οὐκοῦν ἐπὶ τοῦ βλαπτομένου χαίρει ἐκεῖνος. ὑψώσω σε, κύριε, ὅτι ὑπέλαβές με καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπ’ ἐμοί. εἰ γὰρ μὴ ἦς ὑπολαβών με μὴ ὀρθῶς μηδὲ ὃν δεῖ τρόπον ὑψώσαντά σε, ἐπέχαιρον ἐκεῖνοι. καὶ ἐν ἄλλοις λέγει· μὴ ἐπίχαιρέ μοι, ἡ ἐχθρά μου, ὅτι πέπτωκα· καὶ ἀναστήσομαι. ἐπὶ τῷ πτώματί μου ἐπιχαίρεις, ἀλλ’ ἴς[θ]ι ὅτι ἀν[αστή]σομαι.
PG 39:1435ὅταν οὖν στήσω, ἡ χαρά [ς]ου εἰς πένθος μεταβάλλει καὶ [αἱ] ἐπικερτομ[οῦ]σαι ᾠδαὶ εἰς θρήνους τρέπονται. 17 καὶ ἐν τῷ σαλευ θῆναι πόδας μου ἐπ’ ἐμὲ ἐμεγαλορημόνησαν. ἐὰν κἂν κλόνος γένηται τῶν ποδῶν μου, ἐπ’ ἐμὲ μεγαλορημονοῦσιν. δύναται δὲ ταῦτα λέγειν· ἐπεὶ ἐταράχθη ἡ καρδία μου ἐντός μου καὶ ἐνκατέλειψέν με ἡ ἰσχύς μου καὶ τὸ φῶς τῶν ὀφθαλ μῶν μου οὐκ ἔστιν μετ’ ἐμοῦ, ἐκλονήθησαν οἱ πόδες μου, οὐ μέντοι ἔπεσαν. ὅτι δὲ συμβαίνει τοιαῦτα τοῖς μάλιστα μετα νοοῦσιν, καὶ ἐξ ἄλλου ψαλμοῦ ἔστιν μαθεῖν· ὡς ἀγαθὸς τῷ Ἰσραὴλ ὁ θεός, τοῖς εὐθέσι τῇ καρδίᾳ. ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρ’ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις. πρόσωπόν ἐστιν με τανοῦντος. οὐχ ἃ λέγει τὸ μετανοοῦν πρόσωπον ἀπὸ τῆς διαθέσεως τοῦ προσποιησαμένου μετανοεῖν ἀπαγγέλ λεται· ἔγνων ὅτι ὡς ἀγαθὸς ὁ θεὸς τοῦ Ἰσραὴλ τοῖς εὐθέσι τῇ καρδίᾳ ποιεῖ ἃ ποιεῖ. ἐγὼ δὲ ὁ ἀκμὴν ἀβέβαιοςτὸν με τανοοῦντα λοιπὸν εἰσάγειμικροῦ δεῖν ἐκλονήθην καὶ ἔπεσα. καὶ λέγω ἀποστολικὸν τούτῳ συνῳδόν·
PG 39:1438οἴδαμεν ὅτι ὁ νόμος πνευματικός ἐστινἡμεῖς οἱ τέλειοι, οἱ τοῦ πνεύματος μαθηταί, οἱ τὸν θεῖον καὶ πνευματικὸν νόμον δεξά μενοι. ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν. οὐχ ὁ εἰδὼς ὅτι ὁ νόμος πνευματικός ἐστιν, σάρκινός ἐστιν ὑπὸ τὴν ἁμαρτίαν πεπραμένος· διέστελλεν γὰρ ἑαυτὸν ἀπ’ ἐκείνων. οἴδαμεν ὅτι ὁ [νόμος] πνευματικός [ἐστιν], καθόλου λέγει περὶ τῶν ἁγίων. ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν. καὶ πολλά γε δόγματα ὑπο βάλλει αὕτη ἡ βραχυτάτη λέξις· σάρκινός εἰμι· οὐ κατὰ φύσιν, οὐκ ἐκ κατασκευῆς εἰμι τοιοῦτος, ἀλλὰ πραθεὶς ὑπὸ τὴν ἁμαρτίαν. ὁ δὲ πραθεὶς ὑπό τινα δεσπότην ἵνα γένηται, οὔκ ἐςτιν κατὰ φύσιν σάρκινος· ἐκ πράσεως? [γὰ]ρ? [γεγένη]ται αὐτῷ ἡ κατάστασις ἡ οὕτω. καὶ ἐνταῦθα· ὡς ἀγαθὸς τῷ Ἰσραὴλ ὁ θεός, τοῖς εὐθέσι τῇ καρδίᾳ. ἐμοῦ δὲ παρὰ μικρὸν ἐσα λεύθησαν οἱ πόδες, τῆς ψυχῆς δηλονότι. τό τ[ε] παρὰ μικρὸν τοῦτο δηλοῖ ὅτι ὅλως οὐ κεκλόνηται· ὁ γὰρ λέγων ὅτι· παρὰ μικρὸν ἐσφάγην, δείκνυσιν ὅτι οὐκ ἐσφάγη[ν]. παρ’ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου. καλῶς ἔτρεχον, ἐβάδιζον ὡς δεῖ, ἔβαινον εὐθεῖα διαβήματα.
PG 39:1440μικροῦ δὲ δεῖ[ν] ἐξε?χύθη ταῦτα. ἐκχύννεται δέ, ὅταν ἀναχαιτίσῃ καὶ εἰς τὰ ὀπίσω ὁ τρέχων στραφῇ. καὶ ἐξ αὐτῆς γοῦν τῆς λέξεως σκόπει· λάβε μοί τινα ἀνιόντα εἰς ὑψηλὸν τόπον ἀμμώδη [ ]. τὸν κλόνον οὖν τῶν ποδῶν μου ἑωρακότες καὶ οὔπω [π]τῶμα ἐπ’ ἐμὲ ἐμεγαλορημόνησαν, ὑ[π]ε?[ρ]ηφανίας λόγους εἰρήκασιν. εἴποι ἂν ἐν ἄλλῳ ῥητῷ· μὴ ἐπίχαιρέ μοι, ἡ ἐχθρά μου, ὅτι πέπτωκα· ἀναστήσομαι. ὁ δὲ νῦν λέγων οὐδὲ ἔπεσεν ὅλως, ἀλλὰ μόνον ἐκλονήθησαν οἱ πόδες· εἰ γὰρ ὁ πεσὼν ἀνίσταται καὶ τὴν ἐπίχαριν τῆς ἐχθρᾶς καταλείπει, πολλῷ πλέον ὁ μηδὲ πεσών. εὐκολώτερόν ἐστιν στῆσαι καὶ ἐρεῖσαι τοὺς πόδας ὅταν κλονηθῇ τις ἢ ἀναστῆναι πεπτωκότα. εἰ τοίνυν τὸ δυσχερὲς γίνεται, πολλῷ πλέον τὸ εὔκολον τα χέως κατορθοῦται. 18 ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος. ἐγὼ κἂν ἐν κινήσει γέγονα καὶ ἡ ἰσχύς μου ἐνκατέλιπέν με καὶ τὸ φῶς τῶν ὀφθαλμῶν οὐκ ᾖ[ν] μετ’ ἐμοῦ καὶ ἐκλονήθησαν οἱ πόδες μου, εἰς μάστιγάς εἰμι ἕτοιμος· μὴ γὰρ παραιτοῦμαι ὑπὸ σοῦ μαστιχθῆναι, ὡς υἱὸν ἀγαπώμενον παιδεύεις. μὴ ὀλιγώρει παιδείας κυρίου· ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.
PG 39:1443ἐπεὶ τοίνυν υἱός εἰμι, εἰ καὶ μαστιγῶν αἴτια ἐμαυτῷ συνηγίοχα, παραιτοῦμαι δὲ τὸ ὑπ’ ἐκείνων μεγαλορημονη θῆναι, τὸ ἐκείνων ὡς ἀνατρεπόντων. ἕτοιμος δέ εἰμι εἰς τὸ ὑπὸ σοῦ μαστιχθῆναι. 18 καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστιν διὰ παντός. ἀλγῶ ὅτι ὅλως γέγονα ἐν τοῖς ἐπιτιμίαν φέρουσιν, ἐν τοῖς φέρουσιν μάστιγας. ὁ λυπούμενος τὴν κατὰ θεὸν λύπην τὴν μετάνοιαν εἰς σωτη ρίαν ἐπ?[ιφ]έρουσαν ἔχει τὴν ἀλγηδόνα ἐπίπροσθεν ἑαυτοῦ ἀεί. ὥσπερ ὁ ἔχων νεκρὸν καὶ ὀλοφυρόμε νος αὐτὸν ὅσον ὁρᾷ αὐτὸν κλαίει, οὕτως ὁ γενόμενος ἐν τοῖς φέρουσιν ἀλγηδόνα ὅσον ὁρᾷ αὐτὰ ὀλοφύρεται καὶ κλαίει καὶ ἐπίπροσθεν ἑαυτοῦ ἔχει διὰ παντὸς τὴν ἀλγηδόνα. φέρε εἰπεῖν, οἷον γέγονέν τις ἐν νόσῳ ἀνιάτῳ· ἐκ τοῦ πόνου ταύτης τῆς νόσου ἔχει ἀλγηδόνα ἐπίπροσθεν. ἐὰν ἰατρός τις ἢ θεοῦ βοήθεια περιγράψῃ τὸ αἴτιον τῆς ἀλγηδόνος νόσημα, εὐθέως ἀποβάλλει τὴν ἀλγηδόνα καὶ λέγει· ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί. καὶ λέγει ὅτι· ἤκουσεν κύριος καὶ ἐλέησέν με. καὶ ἵνα σαφέστερον εἴπω·
PG 39:1445Λάζαρος ὁ ἀδελφὸς τῶν περὶ τὴν Μαρίαν καὶ Μάρθαν τεθνήκει, καὶ ἐν ὅσῳ ἐν τῷ τεθνάναι ἦν, ἐλυποῦντο ἐκεῖναι καὶ εἰς τοσοῦτόν γε ὠλοφύροντο ὡς τοὺς ἐληλυθότας ἐπὶ τῷ παρακαλέσαι κλαίειν μετ’ αὐτῶν. ὅτε δὲ εἶπεν· Λάζαρε, δεῦρο ἔξω, καὶ ἀπεβλήθη τὸ πένθος, οὐκέτι ὠδυνῶντο. ἀμέλει γοῦν καὶ συνπόσια ἐπετελοῦντο χαριςτήρια ὅτε εἶπεν, καὶ Λάζαρος εἷς ἦν τῶν ἀνακειμένων. ἐς ὅσον ἔχω τὰ αἴτια τῆς ἀλγηδόνος, διὰ παντὸς αὐτὴν ἐπίπροσθεν ἔχω. ἐὰν οὖν σὺ ἐπακούσας καὶ τὰς μάστιγας συμφερόντως οἷα βοήθημα ἐπίπονον προσαγάγῃς, θεραπευθεὶς οὐκέτι ἀλγῶ. 19 ὅτι τὴν ἀνομίαν μου ἀναγγελῶ. τοῦτο λέγει· ἀναγγέλ[λ]ων τὴν ἀνομίαν μου οὐ κρύπτω τὴν ἀλγηδόνα· ἀεὶ γὰρ μνημονεύων καὶ διεξερχόμενος τὴν ὀδύνην ἔχω[ν] ὅτι γέγονα ἐν αὐτῇ. καὶ οὐ τοσοῦτόν γε ἀναγγελῶ αὐτὴν ὥστε θελῆσαι εὑρεῖν τὸν θεραπεύοντα αὐτήν. μεριμνήσω γ?οῦν περὶ τῆς ἁμαρτίας μου. οὐ πᾶς ἁμαρτάνων [μεριμ]νᾷ περὶ τῆς ἁμαρτίας αὐτοῦ. ἥμαρτεν ὁ Κάιν καὶ ἤκουσεν· ἥμαρτες; ἡσύχασον. εἰ ἦν ἡσυχάσας, ἐμερίμνα περὶ τῆς ἁμαρτίας αὐτοῦ, πῶς αὐτὴν ἀπ[ο]βάλῃ καὶ μηκέτι αὐτὴν ἐνεργήσῃ τῷ μηκέτι πεποιωμένος εἶναι κατ’ αὐτήν.
PG 39:144819 καὶ μεριμνήσω περὶ τῆς ἁμαρτίας μου. ἐκ παραλλήλου δύναται ὧδε ἡ ἀνομία καὶ ἁμαρτία εἰρῆσθαι. περὶ τούτου δὲ ὁ Ἰωάννης ἐν τῇ κατ’ αὐτὸν ἐπιστολῇ γ[ρ]άφει λέγων· πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ, καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία. μεριμνήσω οὖν περὶ τῆς ἀνομίας μου οὔσης ἁμαρτίας. ἀπαγγελῶ γοῦν αὐτήν, [οὐ] κρύπτω, οὐ περιμένω ὃ ἔξωθεν ἐλέγξαι, οὐ περιμένω ἵνα ἄλλος μοι εἴπῃ ὅτι· ἐν ἁμαρτίᾳ καὶ ἀνομίᾳ εἶ. ἐλέγετο ἡμῖν ὅτι· δ[ίκαι]ος αὐτοῦ, φησίν, κατήγορος ἐν πρωτολογίᾳ· ὡς ὅταν ἐπιβάλῃ ὁ ἀντίδικος, ἐλέγχεται. καὶ ἐλάβομεν ἐκεῖνο· [λ]έ?γει· λέγε σὺ τὰς ἁμαρτίας πρῶτος, ἵνα δικαιωθῇς. μὴ περίμενε τὸν κατήγορον. ἐν πρω τολογίᾳ ἑαυτοῦ κατηγορ[ητέο]ν· ἐὰ?ν? γὰρ [το]ῦτο γένηται, λοιπὸν καταισχύνεται ἐκεῖνος, ἐπεὶ σὺ ἐμερίμνησας περὶ τῆς ἁμαρτίας [ς]ου, πῶς μηκέτι αὐτὴν ἐνεργῇς. 20 οἱ δὲ ἐχθροί μου ζῶσιν καὶ κεκραταίωνται ὑπὲρ ἐμέ. διὰ τοῦτό σε βοηθὸν ἐπικαλοῦμαι, διὰ τοῦτο εὐτρεπῆ ἐμαυτὸν πεποίηκα πρὸς τὸ ὑπὸ σοῦ μαστιχθῆναι.
PG 39:1450ἐπειδὴ οὖν ἐκ τοῦ ἁμαρ τάνειν με καὶ ἔχειν ἀνομίαν ζῶσιν καὶ κεκραταίωνται ὑπὲρ ἐμέτρέφονται γὰρ τὴν ἐμὴν κακίαν, διὰ τοῦτο ἃ αἰτῶ ποίησόν μοι· μεριμνῶ γὰρ περὶ τῆς ἁμαρτίας μου. μάστιξον οὖν με, ἐπίπονα βοηθήματα προσάγαγε, ἵνα ἰαθῶ· τότε γὰρ λοιπὸν ἐκεῖνοι ἀσθενέστεροί μου γίνονται, συντρίβονται ὑπὸ τοὺς πόδας μου· Ἰησοῦς γὰρ μόνος δύναται συν τρῖψαι ὑπὸ τοὺς πόδας τῶν ἁγίων τὸν σατανᾶν. καὶ πάλιν· ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. ὅσον οὖν οὔπω συντέτριπται οὐδὲ αὐτὸς οὐδὲ οἱ ἀνφ’ αὐτόν, ζῶσιν. 20 καὶ ἐπληθύνθησαν οἱ μισοῦν τές με ἀδίκως. ὅμως ἔπαινος μέγας ὅτι ἐμισεῖτο οὐ δικαίως. οἷον εἴ τις μισήσειέν τινα ὡς ὑπερήφανον οὐκ ὄν τα ὑπερήφανον, ἀλλὰ καὶ πάνυ γε ἄτυφον, ἀδίκως αὐτὸν μισεῖ. ἐμίσησαν τὴν Σωσάνναν οἱ κατ’ αὐτῆς ἐπιβάντες πρεσβύτεροι ὅτι οὐκ εἷλ[ο]ν αὐτήν. τοῦτο τὸ μῖσος ἄδικόν ἐστιν. ἐμίσησεν ἡ Αἰγυπτία τὸν Ἰωσήφ. τοῦτο τὸ μῖσος ἄδικόν ἐστιν. 21 ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον δικαιοσύνην. οὐκ ἔβλαπτον αὐτούς·
PG 39:1453οὐδεὶς γὰρ δικαίως τὸ δίκαιον διώκων καὶ καταδιώκων τὴν δικαιοσύνηντὸ κατεδίωκον ὧδε οὐ τὸ μισητικῶς διώκειν, τὸ με ταδιώκειν [ω] σημαίνει. ὡς ἐὰν λέγῃ· ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν. 21 καὶ ἀπέριψάν [με τὸ]ν ἀγαπη τὸν ὡσεὶ νεκρὸν ἐβδελυγμένον. ἀγαθὰ ἐγὼ εἰς αὐτοὺς ἐνήργησα καὶ ἔδει ἀντὶ ἀγαθῶν ἀγαθά με λ?[αβεῖ]ν παρ’ αὐ τῶν. κακὰ δὲ ἀντὶ ἀγαθῶν μοι παρέσχον ἀναισθητοῦντες οἷ κακῶν εἰσιν, καὶ ποίᾳ διαθέσει ἐγὼ πρὸς αὐ τούς εἰμι τοιοῦτος οὐ συνχαίρων τοῖς κακοῖς αὐτῶν, ἀλλὰ ἀγαπῶν αὐτοὺς καὶ ἐκτὸς τῶν κακῶν αὐτ[ο]ὺς θέλων ποιῆσαι. τὸν ἀγαπητόν μ[ε], ὃν ἔδει ἀγαπᾶσθαι, ὡς νεκρὸν ἐβδελυγμένον παραιτήσαντο, ὡς τὸν [ὀ]δωδό τα νεκρὸν ἔφυγον ἀπ’ ἐμοῦ. εὖ δὲ καὶ τὸ φάναι τὸν ἀγαπητόν, οὐ τὸν ἀγαπώμενον· ἐμισεῖτο γάρ. 22 μὴ ἐνκαταλίπῃς με, κύριε· ὁ θεός μου, μὴ ἀποστῇς ἀπ’ ἐμοῦ. εἰ καὶ αὐτοὶ ἐνκατέλειψάν με ὅτι κατεδίωκον δικαιοσύνην, ἀλλὰ σὺ μὴ ἐνκαταλίπῃς με, μὴ μακράν μου γένῃ. ἐνκαταλείπει δὲ θεός τινα, ὅταν ἄξιος ᾖ τοῦ παθεῖν τὰ ἐπίπονα. οὐ τοῦτο δὲ λέγω, ὅτι οὕτως πεῖραν λαμβάνει τῶν ἐπιπόνων· οὐ καταλέλειπται, ἀλλ’ ὅτε τὰ ἐπίπονα ἔχων ἡττᾶται καὶ καταβάλλεται.
PG 39:1455τότε οὐκ ἐνκαταλεί[πει]ς με, ὅταν μὴ ἀποστῇς ἀπ’ ἐμοῦ. ἐκολλήθην σοι, ἓν πνεῦμα πρός σε γέγονα. ὅτε οὕτω διαμένω, ἔχω σε παρόντα. εἰ προσκολληθῇ τις τῷ κυρίῳ, καὶ ὁ κύριος αὐτῷ. ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου. 23 πρόσχες εἰς τὴν βοήθειάν μου, κύριε τῆς σωτηρίας μου. ἀφίστασαι ἀπ’ ἐ μοῦ, ἐὰν ἁμαρτήσω, οὐκ ἐὰν μισῶμαι ἀδίκως οὐδ?ὲ ἐὰν μεγαλορημον[ῶ]σίν τινες ἐπ’ ἐμέ. καὶ κύριος καὶ θεὸς τῆς σωτηρίας μου εἶ. σωτηρία δὲ οὐ σαρκῶν ἅπτετ[αι], οὐ περὶ τὰ ἐκτὸς εὑρίσκεται, ἀλλὰ περὶ αὐτὴν τὴν ψυχή?[ν. αὕτ]η? ἐστὶν ἡ λεγομένη σωτηρία αἰώνιος· ἐγένετ[ο γὰ]ρ? πᾶσιν τοῖς ὑπακούουσιν αὐτῷὁ Χριστὸς δηλονότισωτηρία αἰώ νιος. οὔκ ἐστιν αἰώνιος σωτηρία ἡ σαρκῶ[ν], ἣ?[ν ἰατ]ροὶ προσάγουσιν, ἣν σῴζει κυβερνήτης τοὺς ἐνπλέοντας· μεθ’ ὁλίγον γὰρ πάλιν τεθνήξονται οὗτοι. ἡ? [τοῦ θεοῦ δὲ] σωτηρία αἰώνιός ἐστιν, αὐτός ἐστιν αὐτῶν ἡ σωτηρία. 12 εἰς τὸ τέλος, τῷ Ἰδιθούμ. [εἶπα]· φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου. εἷς τῶν ἱεροψαλτῶν ἐστιν. ἐν τῷ Ἔσδρᾳ [κ]α?ὶ? ἐ?ν? τῷ Ἀπολειπομένῳ μνήμη γίνεται ἑ?κάστου ὀνόματος τῶν ὑποβαλλόντων.
PG 39:1458καὶ οὗτος οὖν εἷς ἐστιν αὐτῶν καὶ ἤτοι αὐτὸς πεποίηκεν τὸν ψαλμ?[ὸ]ν εἰς τὸν Δαυίδ, ἢ γενάμε νον παρὰ Δαυὶδ λαβὼν ἀπήγγειλεν. ἔργον δέ ἐστιν? τῶν ἱεροψαλτῶν λέγειν τοὺ?[ς ψα]λμοὺς καὶ οὓς αὐτοὶ πεποιήκασιν καὶ οὓς ἄλλοι συνέθηκαν. ᾠδὴ οὖν ἐστιν αὕτη ἐπινίκι[ος. πλ]ει[στά]κις? [ἐνοχ]λοῦντα ἔχει τὸν ἁμαρτωλόν, ἀλλὰ μετὰ τὸ νικῆσαι καὶ πατῆσαι αὐτὸν καὶ ὑπὸ χεῖρα λαβεῖν ἀναπέμπει τὴν ᾠδήν· οὐδεὶς γὰρ ἔτι ἐν τῷ πολεμεῖν καὶ πολεμεῖσθαι ἐπινίκιον ᾄδει, ἀλλ’ ἐν τῷ νενικηκέναι. αὐτίκα γοῦν καὶ Μωυσῆς καὶ πᾶσα ἡ Ἰουδαικὴ πλη θὺς οὐχ ὅτε εἶχαν πρὸς τὸν Φαραώ, τὴν ἐπινίκιον εἶπον ᾠδήν, ἀλλ’ ὅτε εἶδον αὐτὸν ὑποβρύχιον γεγενημέ νον· ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔριψεν εἰς θάλασσαν. ὅτε ἐρίφη ὁ ἵππος καὶ ὁ ἐπιβάτης αὐτοῦ εἰς τὴν θάλασσαν, καὶ ἅρματα Φαραὼθ καὶ τὴν δύναμιν ὁ θεὸς ἔριψεν εἰς θάλασσαν τὴν ἐρυθράν, τότε ἡ ἐπινίκιος καιρίως ἀνεπέμφθη ᾠδή. καὶ Δαυὶδ ἐν τῷ δεκάτῳ ἑβδόμῳ ψαλμῷ· ἐν ἡμέρᾳ, ᾗ ἐρύσατο αὐτὸν ἐκ χειρὸς πάν των τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαούλ, τότε εἶπεν· ἀγαπήσω σε, κύριε ἡ ἰσχύς μου, καὶ τὰ ἄλλα ὅσα περιέχει ἡ ᾠδή.
PG 39:1460προςευχὴ πρὸ τοῦ πολέμου καὶ ἐν τῷ πολέμῳ, ἐπινίκιος δὲ ὕμνος καὶ ᾠδὴ μετὰ τὴν καθαίρεσιν τοῦ πολέμου, μετὰ τὸ ἁλῶναι τοὺς πολεμίους. εἶπα· φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου. σχεδὸν πάσης ἁμαρτίας π[ρ]α[κ]τικῆς ἐκ λόγου ἀρχὴ γίνεται. πρὸς τὸν ἁλόντα νεανίαν ἡ πόρνη ἡ ἐν ταῖς παροιμίαις προσωποποιουμένη ἤτοι γυνὴ οὖσα ἢ δόξα ψευδὴς ἢ ἀπάτη τις ἀπὸ λόγων ἀρξαμένη ἑλεῖν αὐτὸν δε δύνηται. εἴρηται γοῦν· ἀπεπλάνησεν αὐτὸν πολλῇ ὁμιλίᾳ ἢ [αἱ]μυλίᾳ. βρόχοι[ς] δὲ τ[οῖς] διὰ χειλέων ἐξώκειλεν αὐτόν. καὶ ὅρ[α γε, ὅτι] ἀρχὴ τῆς ἁμαρτίας γέγονε λόγος. καὶ οἱ πρεσβύτεροι γοῦν οἱ κατὰ Σωσάννης μανέντες λόγον ἐκίνησαν πρὸς αὐτήν. ὅταν τις οὖν μὴ ἁμαρτήσῃ ἐν γλώσσῃ, καλῶς ἀνύει τὰς ὁδούς· εἶπον γὰρ ὅτι ἀρχὴ τῶν ὁδῶν τούτων λόγος ἐστίν. καὶ ἐκ τοῦ ἐναντίου πάλιν πάντων τῶν καλῶν ἔργων ἀρχὴ λόγος ἐστίν. ἀλλὰ οὐ περὶ ἐκείνων τῶν ὁδῶν τέως λέγει. προςέθηκεν δέ· τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου. οὐ ταὐτὸν δὲ τὸ ἁμαρτάνειν ἐν γλώττῃ καὶ τὸ λέγειν· ἡ γλῶττά μου μελετήσει τὴν δικαιοσύνην σου. ἀρχὴ τῶν λόγων σου ἀλήθεια.
PG 39:1463ἡ αἰτία τοῦ λέγειν με τοὺς λόγους σου ἡ ἀλήθειά σού ἐστιν. ταύτην φανερώσω [ἐὰν] γνῶ αὐτήν. ἐπὶ τῶν ἀρετῶν οὖν καὶ τῶν εὖ ἐχο?υσῶν ὁδῶν ἡ ἀλήθεια ἀρχή ἐστιν, αἰτία. ἐπὶ δὲ τῶν ἀπηγορευμένων ὁδῶν, ἀφ’ ὧν δεῖ φυλάττεσθαι, ἀφ’ ὧν ἐκκλίνειν προσήκει, λόγος ἀρχή ἐστιν, ὡς ἤδη εἴρηται. 2 ἐθέμην τῷ στόματί μου φυλακήν. μνημονεύει, πῶς εἶπεν μὴ ἁμαρτάνειν ἐν γλώς σῃ· ἐθέμην ἐν τῷ στόματί μου φυλακήν. ἐπεὶ γὰρ ἐκ τῶν λόγων τις ἑαυτοῦ δικαιοῦται καὶ ἐκ τῶν λόγων αὐτοῦ κατακρίνεται, δεῖ τῷ στόματι περιθεῖναι φυλακήν, ἵν’ οὕτω τὰ μὲν εἴπω, τὰ δὲ μή, τὰ ὠφέλιμα λέγωμεν, τὰ βλάπτοντα σιωπῶμεν· οὐδὲ γὰρ ἅμα τις δύναται τοὺς λόγους προφέρειν τοὺς δικαιοῦντας καὶ καταδικάζον τας. τοιοῦτόν τι μετ’ αἰνιγμοῦ ἐν ταῖς παροιμίαις εἴρη[τ]αι· θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης. χεὶρ δὲ [γλώ]σσης ὁ λόγος ἐστίν, ἐνέργεια γλώς[ς]ης. ὁ λαλῶν τὰ ὠ[φ]ε?λοῦντα καὶ εἰς βασιλείαν εἰσάγοντα ζωὴν ἔχει ἐν τῇ γλώσσῃ. ὁ δὲ τὰ ἐναντία καὶ ἀπηγορευμένα, θάν?[ατ]ο?ν ἔχει ἐν τῷ λόγῳ ἑαυτοῦ γλῶσσα[ν] ὀνομαζομέ ν[ῳ]. καὶ ἐν ἄλλῃ γραφῇ λέγει ὅτι· τοῖς λόγοις σου ποί[ησον ζυγὸ]ν καὶ σταθμόν.
PG 39:1465ἐσταθμιςμένως δεῖ λέγειν, ζυγὸν δεῖ ἔχειν καὶ βάλλειν ἐφ’ ἑκάστης τρυτάνης το[ὺς λόγου]ς?. καὶ ἐὰν καταταλαντεύωσιν οἱ ὀρθοὶ λόγοι, ἐκείνους αἱρεῖσθαι καὶ ἀπαγγέλλειν προσήκει, τοὺ[ς δὲ φαύ]λους ἀποστρέφεσθαι. πάλιν λέγεται· χείλη σοφῶν δέδεται αἰσθήσει. ὅταν ᾐσθημένως λέγ[ῃ τις, δ]έδεται τὰ χείλη, οὐ παντὶ λόγῳ αὐτὰ ἀνοί[γ]ει, ἀλλὰ τῷ ὠφελ?[οῦ]ν?- τι. τὰ χείλη μου ἀνοίξω καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. [ὁ] δεδεμένα τὰ χείλη [ἔχων] αἰσθήσει αἰς?[θηθ]εὶς ὅτι ὠφελοῦντά ἐστιν ἃ μέ?λ?λει λέγειν, ἤνοιξεν αὐτά. ὅταν δὲ βλάπτωσιν τὰ προφερόμενα, κλείει καὶ δεσμεῖ τὰ χείλη τῇ αἰσθήσει, δεσμεῖ τὸν λόγον. 23 ἐν τῷ συνστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν. πολλάκις ἐπιφαινόμενος ὁ ἁμαρτω λὸς ἐρεθίζει καὶ ἐκκαλεῖται εἰς τὰ φίλα αὐτῷ. ἄν ποτε οὖν συνστῇ, παρ’ ἡμᾶς δὲ γίνεται αὐτὸν τὸ συνστῆναι· εἰ μὴ γὰρ δῶμεν αὐτῷ τόπον, οὐ δύναται συνστῆναι. τὸ συνστῆναι δὲ οὕτως συνστάδην πολεμῆς?αι. δεῖ σιω πῆσαι· ἐρεθίζει γὰρ πολλάκις· διὰ τοῦτο γὰρ συνστὰς ὁ ὄφις κατέναντι τῆς Εὕας ἠρέθιζεν αὐτῆ[ς τὸν λ]όγον καὶ ἔβλαψεν αὐτήν.
PG 39:1468ἔδει δὲ σιωπῆσαι καὶ αἴσθησιν λαβόντα τῆς ἑαυτοῦ ἀσθενείας ἢ τῆς προλαβούση[ς ἁμ]αρτίας μὴ λαλῆσαί τι πρὸς αὐτόν, ἀλλὰ σιγῆσαι ἐξ ἀγαθῶν. τὸ δὲ σιγᾶν ἐξ ἀγαθῶν οὐ τοῦτο λ[έγ]ει μὴ λέγειν τὰ ἀγαθά, ἀλλ’ ἐκ τῶν ἀγαθῶν σιωπὴν ἔχειν νενοημένην. οἷον ἀρετὴν ἀναλαβὼν σώφρονο[ς] ἔγνων ὅτι οὐ δεῖ ἀ?[πο] κριθῆναι ἐκ τοῦ ἀγαθοῦ, τουτέστιν τῆς σωφροσύνης. ἐσιώπησα πρὸς τὴν συνστάδην φανεῖσαν κ[αὶ] ἐρεθίζουσαν εἰς ἁμαρτίαν. εἰ τοίνυν ὁ νεανίας ἐκεῖνος μηδὲν ἦν ἀποκρινόμενος ἀπὸ νοήσεως ὀρθῆς πρὸς τὴν πόρνην, οὐκ ἀπεπλανᾶτο πολλῇ ὁμιλίᾳ οὐδὲ ἡλίσκετο βρόχοις τῶν χειλέων ἑαυτοῦ. ἐσίγησα οὖν ἐπελθόντων μοι τῶν ἀγαθῶν τῶν πειθόντων με μὴ ἀποκρίνασθαι ἐκείνῳ. οὐ λέγ?ε?[ι]· ἐ?σίγησα, ἵνα μὴ λαλῶ τὰ ἀγαθά, ἀλλ’ ἵνα μὴ λαλῶ τὰ ἐρεθίζοντα. γέγονέν μοι δὲ αὕτη ἡ σιωπὴ ἐκ νοή?[σεως τ]ῶν ἀγαθῶν τῶν κωλυόντων τὴν τοιαύτην ὁμιλίαν. ἔστιν σιωπῶν εὑρισκόμενος σοφός. ὁ οὕτω σιωπῶν εὑρίς κεται σοφός. καὶ σοφόν γέ ἐστιν τὸ γνῶναι τίνι λαλῆσαι δεῖ καὶ τίνι μὴ καὶ πότε προενεγκεῖν λόγους καὶ πότε μή. ἔστιν οὖν σιωπῶν εὑρισκόμενος σοφός, καὶ ἔστιν σιωπῶν, οὐ γὰρ ἔχει ἀπόκρισιν.
PG 39:1470καὶ οὗτος ἔχει ἠρέμα τινὰ φρόνησιν· γνοὺς γὰρ ὅτι οὐκ ἔχει ἀπόκρισιν, ἡσυχάζει. καὶ ἔστιν σιωπῶν εἰδὼς καιρόν. οὗτος τέλειός ἐστιν. 3 καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη. τότε τὸ ἄλγημα ἀνακαι νίζεται συνστάντος τοῦ ἁμαρτωλοῦ. ἐν ἀναπολήσει γέγονεν ὧν ἔπραξεν, ἐφ’ οἷς ἀλγεῖν δεῖ. καὶ ὥς περ [ἀνα]καινισμὸν ἔλαβεν τὸ ἄλγημα. ἐνκαινισμὸς δέ ἐςτιν τὸ οἰκῆσαι ἐν οἴκῳ πρώτως. ἀνα καινισμὸς οὖν ἐστιν τὸ ἤδη μαρανθὲν καὶ ἡσυχάζον ἀγαγεῖν εἰς τὸ ἀνθεῖν. τὸ ἄλγημά μου οὖν ἀνεκαινίσθη. εἰρηκὼς ὅτι· ἐφύλαξα τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου, ἔγνων ὅτι ἥμαρτον. ἀνεκαινίσθη οὖν τὸ ἄλγημά μου. μακάριον δέ ἐστιν τὸν ἡμαρτηκότα ἐν ἀνακαι νισμῷ τοῦ ἀλγήματος γενέσθαι καὶ μὴ τῆς ἡδονῆς· ὁ γὰρ χαίρων ἐφ’ οἷς ἔπραξεν καὶ αὖθις αὐτὰ εἰς μέσον φέρων ἀνακαινίζει. ὁ δὲ ἀλγῶν αἰσθηθεὶς ὅτι δεῖ φυλάττειν τὰς ὁδοὺς καὶ μὴ δεῖ[ν] ἐν γλώττῃ [ἁμαρτάνειν], ἀνακαινίζει[ν] τὸ ἄλγημα κλαίων καὶ λυπούμενος τὴν κατὰ θεὸν λύπην τὴν μ[ετάνοι]αν ἐργα ζομένην. ἐν αὐτῷ ὅλως τῷ μεταγιγνώσκειν ἀλγεῖ ὅτι ὅλως γέγονεν ἐν τοιούτοις. 4 ἐθερμάνθη ἡ κ[αρ] δία μου ἐντός μου. δύναται λέγειν ὅ?τ?ι·
PG 39:1473ἡ καρδία μου ὥσπερ θέρμην προσέλαβεν καὶ ἐκ τοῦ ἀνακαινισμ[οῦ] τοῦ ἀλγήματος. δύναται δὲ καὶ τοῦτο εἰπεῖν· ἐπεὶ σφοδρῶς καθηψάμην ἐμαυτοῦ καὶ ὀλοφύρομαι καὶ ἀπο κλαίομαι τὸ ἄλγημα, ἐθερμάνθη ἡ καρδία μου, διάπυρος γέγονεν. ἐν αὐτῇ γοῦν τῇ μελέτῃ μου ἐξεκάη πῦρ ἀναλίσκον καὶ φλουρουντα με· ἦσαν γὰρ χόρτος καὶ ξύλα καὶ τὰ ἄλλα. οὐ μόνον ἐν τῷ τελειοῦσθαι ἔχω τὸ πῦρ τοῦτο τὸ ἀναλωτικὸν τῶν χορτώδων, ἀλλὰ καὶ τῷ μελετᾶν μου τὸ [ἄλγ]ημα. εὖ δὲ καὶ τὸ ἐντός μου. ἐνίων ἡ καρδία θερμαίνεται ὥστε τὴν θέρμην καὶ ἐπὶ τὰ ἔξω χωρῆσαι. ο[ἱ γοῦ]ν? γαμοῦντες καὶ πυρούμενοι οὐκ ἔχουσιν ἐντὸς τὴν καρδίαν θερμανθεῖσαν, ἀλλ’ ἐπὶ τὰ ἔξω χωρήσασα ἔχει τὸν ἐνπρησμόν. ὥσπερ ἐὰν λέγηται· ἐταράχθην καὶ οὐκ ἐλάλησα. ὁ σχὼν κατὰ διάνοιαν τάραχόν τινα ἢ ἐν λογισμοῖς καὶ μη δὲν ἐνεργήσας κατὰ τὴν ταραχὴν τῶν λογισμῶν μηδὲ εἰπών, ἔχει τὸ τεταράχθαι καὶ μὴ λελαληκέναι. ὁ τοιοῦτος ἐντὸς ἔχ?ει τὴν καρδίαν τεθερμανμ?ένην. 4 καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ. τὸ ἐντός μου. καὶ οὕτω καθ’ ἕκ?[ας]τ?ον ἡμῶν ἄνθρωποι δύο συνεστήκασιν, ὧν ὁ μὲν ἔξω, ὁ δὲ ἔσω.
PG 39:1475ὅταν τοίνυν ταραχὴ γένηται τῇ ψυχῇ καὶ μὴ ἐπὶ τὸν ἔξω ἄνθρωπ[ο]ν τὴν ταραχὴν μεταγάγῃ, ἀλλὰ τηρήσῃ αὐτὴν ἔνδον ὥστε καταγνῶναι αὐτῆς καὶ ἀποδακρύσασθαι αὐτή[ν], ἐντὸς ἔχει τὴν καρδίαν θερμανθεῖσαν, οὐχ ἵνα πράξῃ, ἀλλ’ ἵνα μὴ πράξῃ. ἐν τῇ ἐμῇ μελέτῃ ἐκκαίεται τὸ πῦρ. ἐν τῇ [ἄλ]λ?ων φωνῇ καὶ πράξει καὶ διανοίᾳ ἐκκαίεται πῦρ ψαῦον αὐτῶν, πυρ[οῦ]ν αὐτούς. ἀνεκαύθη ἡ καρδία αὐτῶν ὡς κλί [βα]νος πυρός. ὧδε ἡ μελέτη ὡς πῦρ ἐξεκάη ἔχουσα ὕλην ὑποκειμένην καυστήν. ἡ δὲ μελέτη καὶ ἡ θέρμη τοῦ ἁγίου ἡ δ?ιάπυρος, ἡ γινομένη ὑπὸ τοῦ ζέοντος πνεύματος. ἐκκαίεται οὖν τὸ πῦρ, ἵν’ ἐνεργήσῃ τι, οὐχ ἵνα βλάψῃ καὶ ἀναλώσῃ. οὐχὶ ἡ καρδία ἡμῶν ἦν καιομένη ἐν τῇ ὁδῷ, ἡνίκα διήνοιγεν ἡμῖν τὰς γραφάς; ἡ καῦσις αὕτη ἐπαινετή ἐστιν. καὶ ἐπὶ τῶν τεχνητῶν δὲ σκόπει· ἔνια θερμαίνεται, ἵνα μεταρυθμισθῇ καὶ εἰς σκεῦος μεταβῇ, χρυσός, ἄργυρος. ἐὰν δὲ πυρωθῇ ξ[ύλα] ἢ? ἄλλο τι, ἡ θέρμη βλαβερά ἐστιν. 4 ἐλάλησα ἐν γλώσσῃ. εἰ καὶ οὐκ ἔασα αὐτὴν ἔξω γενέσθαι, ἀλλ’ ἐντός μου μείνασα πύρωσιν ἐκ μελέτης μοι περιεποιήσατο, τῇ δὲ γλώττῃ ἐλάλησα λοιπόν· γνώρισόν μοι, κύριε, τὸ πέρας μου.
PG 39:1478ἀπὸ γλώττης τῆς ἐμῆς εἶπον τοῦτο· γλῶσσα γὰρ ἡ κατὰ φύσιν τοῦ ἔχοντος αὕτη ἐστίν· οἷον ὁ σώφρων τὰ σω φροσύνης λαλῶν ἐν γλώττῃ τῇ ἑαυτοῦ λαλεῖ, τοῦ σώφρονος, οὐκ ἐν γλώττῃ τοῦ ἀνθρώπου. καὶ ὁ [θ]ηρῶν μὲν τὸ πέρας ἑαυτοῦ μαθεῖν καὶ τῷ θεῷ προσάγων τὴν πεῦσιν, τῇ ἐμῇ γλώττῃ, οὐ τῇ δολίου ἀνθρώπου, ἀλλ’ ἐμοῦ τοῦ θέλοντος γνῶναι τὸ πέρας μου ἐν γλώττῃ ἐλάλησα. ὁ λόγος μου οὗτος οὐκ ἐπίπλαστός ἐστιν. ὅταν τις ὑποκριτὴς λέγῃ περὶ σωφρο σύνης οὐκ ὢν σώφρων, οὐ τῇ ἑαυτοῦ γλώττῃ λαλεῖ. ὁ δὲ σώφρων ὅτε περὶ σωφροσύνης διεξέρχεται λόγους, τῇ τοῦ σώφρονος γλώττῃ λαλεῖ. οὐδεὶς οὖν ὑποκριτὴς τῇ κατὰ φύσιν γλώττῃ λαλεῖ, ἀλλὰ τῇ ἐπιπλάςτῳ. ὁ λύκος ὅτε δορὰν περικείμενος προβάτου πρόσεισιν τῇ Χριστοῦ ποίμνῃ, λαλεῖ οὐ τῇ [γλώττῃ] τῇ ἑαυτοῦ, ἀλλὰ μιμεῖται τὴν τοῦ προ βάτου φωνήν, ἵν’ ὡς ὅμοιος ὁμοίοις συντυχὼν βλάψῃ. 5 γνώρισόν μοι, κύριε, τὸ πέρας μου καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου, τίς ἐστιν. θεώρει ὡς μετανοοῦντός ἐστιν πρόσωπον τὸ ταῦτα λέγ[ο]ν. παρέστη μοι φυλάξαι τὰς ὁδούς μου, θεῖναι τῷ στόματί μου φυλακήν.
PG 39:1480συνστάντος τοῦ ἁμαρτωλοῦ κατεναντίον μου καὶ ἐρεθίζοντος, ἀγαθὰ ἔλαβον ἐν διανοίᾳ τὰ πείσαντά με μὴ λαλῆσαι αὐτῷ. τοῦτο οὖν λέγω· ἐπεὶ πολλῶν ἐμαυτὸν ἐθεώρησα λειπόμενονμόλις γὰρ ἠρ ξάμην [προκοπῆ]ς?, γνώρισόν μοι, κύριε, τὸ πέρας μου, ἵνα γνῶ, πόσος μοι λείπεται χρόνος τῆς ζωῆς, εἰ αὐτάρκης ἐστὶν π?ρὸς τὸ τελειωθῆναι καὶ πληρωθῆναι. οὕτω γοῦν καὶ ἄλλος ἔλεγεν· τὴν ὀλιγότητα τῶν ἡμερῶν ἀπάγγειλόν μοι· μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου. τρόπον τινὰ ἐν τῇ ἡμισείᾳ? τῶν ἡμερῶν τῶν ἀπὸ τοῦ ἁγίου φωτὸς γινομένων εἰμί. μή με οὖν ἀναγάγῃς οὕτως. πλήρωσον οὖν τὰς ἡμέρας μου. πληροῖ δὲ ὁ θεὸς τάς τινων ἡμέρας [οὐκ] αὔξησιν αὐτῶ[ν] παρέχων· ὅταν γὰρ λέγῃ ὅτι· μακρότητι ἡμερῶν ἐνπλήσω αὐτὸν περὶ τοῦ δικαίου, οὐ τοῦτο λέ γομεν ὅτι πολυετῆ[ν] αὐτὸν ποιεῖ. εἰσὶν καὶ ἀσεβεῖς πολλὰ ἔτη ζήσαντες. καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου. δύναται καὶ τὸν ἀριθμὸν τ[ῶ]ν ἡμερῶν μου εἰπεῖν ὅτι· πολλά με ἐφώτισας, ἐν ἡμέραις γέγονα· ἕκαστος γὰρ φωτιςμὸς ἡμέρα ἐστί?[ν]. τὸν ἀριθμὸν οὖν τῶν φωτισμῶν μου δήλωσόν μοι, ἵνα γνῶ, τί μοι λείπει.
PG 39:1483ὡς εἰ ἔλεγέν τις πόθον λαβὼν τέχνης ἢ ἐπιστήμης, μήπω δὲ τελείαν γνῶσιν ἐσχηκὼς τῆς παιδεύσεωςλέγει· φανέ ρωσόν μοι, τίνα ἐστὶν τὰ φωτεινὰ τῆς ἐπιστήμης, ἵνα γνῶ, ποῖα ἔχω καὶ ποῖα λείπομαι. μακάριόν ἐστιν τὸ ἀριθμητὰ ἔχειν πράγματα καὶ ἔργα καὶ νοήματα, τὰ ἄξια τοῦ ἀριθμεῖσθαι. ἀμέλει γοῦν περὶ τῆς πόρνης λέγεται· ἀναρίθμητοί εἰσιν, οὓς πεφόνευκας. οὐ τοῦτο λέγει πάντως ὅτι ἄπειροί εἰσιν, ἀλλ’ οὐκ ἄξιοι τοῦ ἀριθμεῖσθαι. ἐν οὐδενὶ λόγῳ ἢ ἀριθμῷ κεῖνται. 5 ἵνα γνῶ τί ὑστερῶ ἐγώ. ἐὰν μάθω τὸν ἀριθμὸν τῶν ἡμερῶν μου καὶ τὸ πέρας μου, μέχρι πό[τ]ε? [π]αραγίνεται, γιγνώσκω, ἐν τίσιν ὑστερῶ, τίνα ἐστὶν ἃ οὔπω ἔμαθον. οἱ πόθον οὖν ἐνποιοῦντες ἐπιστήμης [ὁ]λοσχ[ερέ]ς?τερον ἅμα τῷ ἄρξασθαι λέγουσιν αὐτοῖς τὰ θεωρήματα τὰ καταλ[η]φθέντα αὐτοῖς, ἵνα καὶ γνῶσιν, ὅσων λείποντ[α]ι, καὶ πό θον λάβωσιν τοῦ κατορθῶσαι καὶ ἀναλαβεῖν. 6 ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου. ἡ προτέρα ἀνάγνωσις ἡ δ?η μω[δε]στέρα αὕτη ἐστίν· παλαιὰς ἔθου τὰς ἡμέρας μου. οὔκ εἰμι νέος ἢ νεοπαγής, οὐ νῦν τοῦ ζῆν ἀρξάμενος, ἀλλὰ παλαι[ὰς] ἔθου τὰς ἡμέρας μου. καὶ τοῦτο δὲ ῥητέον·
PG 39:1485ἀεὶ τὸ ἐπερχόμενον παλαιοῖ τὸ φθάσαν. οὕτω γοῦν νόμοι παλαιοῦ?[νται]. τοῦτο οὖν λέγει· τὰς παλαιὰς ἃς εἶχον ἡμέρας, ὅτε κατὰ τὸν παλαιὸν ἔζων ἄνθρωπον, πεπαλαίωνται, ἀπῆλθαν· τὸν νέον ἐνεδυσάμην. ὁ μέντοι πρόχειρος ἐρεῖ ὅτι· ἰδοὺ γέρων γέγονα. γνώρισόν μοι τὸ πέρας, πότε ἀποθνῄσκω. ἰδοὺ παλαις τὰς ἔθου τὰς ἡμέρας μου. ἐπεὶ ὁμώνυμόν ἐστιν τὸ ὄνομα τὸ παλαιστήςσημαίνει δὲ καὶ τὸν ἀ?[θλοῦ]ντα ἐν πάλῃ, δηλοῖ δὲ καὶ μέτρον τι, ἀμφοτέρως αὐτὸ ἐκλαβεῖν ἔστιν. λέγει ὅτι· τὰς ἡμέρας μου ἐν πάλῃ κ?[α]ὶ? [ἀγ]ω?νίζεσθαι ἔθου· ἀεὶ γὰρ ἔχομεν τοὺς πολεμοῦντας. καὶ ὁτὲ μὲν πειρασμὸς ἀνθρώπινος λαμβάνει καὶ τὰ ἀνθρώπινα πάθη πολεμεῖ καὶ παλαίει, ποτὲ πονηραὶ δυνάμεις· οὐκ ἔστιν γὰρ ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκαἡμῖν, ἄλλοις δὲ ναί, ἀλλὰ πρὸς ἀρχάς, πρὸς τὰς ἐξουσίας. ἵνα ᾖ τοῦτο, ἀγῶνας ἔθου τὰς ἡμέρας μου. δύναται δὲ καὶ ἐπὶ μέτρου λεχθῆναι· ὡς πρὸς τὸν αἰῶνα τοῦ αἰῶνος αἱ ἡμέραι ἃς ζῶ, παλαιστοῦ λόγον ἐπέχουσιν.
PG 39:1488καὶ ὥσπερ πάντα τὰ ἔθνη λέγει πολλὰ ὄντα σταγόνα ἀπὸ κάδουὡς πρὸς τὸν κάδον τῶν λογικῶν σταγὼν ὅλα τὰ ἔθνη εἰσίνκαὶ ῥοπὴ[ν] ζυγοῦμέχρι τοῦ ῥέψαι καταταλαντεύει τὸ βάρος, οὐχ ὥστε κάτω καθελκύσαι τὴν πλάστινγα, ὡς πρὸς τὸ μέγεθος τῶν [παλ]αἰών[ων] καὶ τὴν μακρότητα τῶν ἡμερῶν, ἣν ὑφίσταται ὁ δυ νάμενος εὖ διάγειν· ὁ φιλῶν, λέγει, τὸν πατέρα καὶ τὴν μητέρα μακροχρόνιος ἔσται. καὶ οὐκ ἤδη κατὰ τὸ ῥητὸν τοῦτο εὑ ρίσκεται. 6 καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐδὲν ἐναντίον σου. τὸ τῆς ὑποστάσεως ὄνομα πολλὰ σημαίνει. ἐπὶ τοῦ παρόν - τος δὲ δύο σημαινομένων χρεία. λέγεταί ποτε ἡ οὐσία ὑπόστασις· ὡς ὅταν λέγηται ὁ υἱὸς χαρακτὴρ τῆς θεοῦ ὑποστάσεως, τῆς θεοῦ οὐσίας καὶ ὑπάρξεως. λέγεται δὲ ὑπόστασις καὶ ἡ τελεία ὑπομονὴ καθ’ ἣν ὑφίσταταί τις τὰ ἐπίπονα. λέγει οὖν ἀμ φοτέρως· ἡ οὐσία τῆς ψυχῆς μου ἐναντίον σου ὡς οὐδέν ἐστιν, ὡς πρὸς σὲ μεγάλην τινὰ οὐς[ί]αν. καὶ ὀφείλουσα εἶναι τελεία κατὰ σὲ τὸν πατέρα, ἠλάττωσα αὐτήν. καὶ ὅτι τοῦτο οὕτως ἔχει, λέγει περί τινων· υἱοὶ Σιὼν οἱ τίμιο[ι οἱ ἐπηρ]μένοι χ[ρυ] σίῳ καὶ ἀργυρίῳ πῶς ἐγενήθησαν εἰς ἀγγεῖα ὀστράκινα;
PG 39:1490ἰδοὺ ἠλαττώθη αὐτῶν ἡ οὐσία. νοητῶς δε?ῖ? τ?[ο]ῦ?τ?[ο] λ?αβεῖν· ὀστράκινα σκεύη γεγένηνται. λοιδορούμενον τὸ χρυσίον ἐλαττοῦται καὶ τῆς τιμῆς ἑαυτοῦ πολὺ ἀπολείπεται. ὁ μὴ συ?[νιεὶς] τὴν προσοῦσαν αὐτῷ τιμὴν θεόθεν, συνπαραβάλλεται τοῖς κτήνεσιν τοῖς ἀνοήτοις, καὶ ἡ ὑπόστασις αὐτοῦ δι’ εὐτέλε?ι?[αν] οὐδὲν ἐνομίσθη. ἐπειδὴ δὲ καὶ τὴν ὑπομονὴν σημαίνει, λέγει ὅτι· εἰ καὶ ὑπέμεινα ποθῶν ἰδεῖν τὸ πέρας μου καὶ παρακαλῶ ἵνα γνωρίσῃς μοι τοῦτο, ἀλλ’ οὖ?ν γε ἡ ὑπομονή μου αὕτη ἡ οὕτως [ὡς] πρὸς σὲ βραχεῖά τίς ἐστιν. 6 πλὴν τὰ σύν παντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν. διχῶς τοῦτο γνῶναι δεῖ· τὰ μὲν πάντα τὰ διὰ τὸν ἄνθρωπον ματαιότης ἐστίν, ὡς ἀρτίως ἑρμήνευσεν ὁ ἐκκλησιαστής. πρὸς τὰ ὑπεραναβεβηκότα καὶ τέλ[ει]α? καὶ τὰ ἀληθῶς αἰώνια ἡ ὑπόστασις ματαία ἐστίν, πλὴν πᾶς ἄνθρωπος ζῶν. οὕτω οὖν δυνατὸν εἰπεῖν· κα[ὶ ἂν] π?άντα ματαιότης ἐστὶν τὰ ἄλλα παρὰ τὸν ἄνθρωπον, οἷον τὰ θνητὰ ζῷα, τὰ πρόσκαιρα, καὶ ἂν ἄψυχα ὦσιν, ἀλλ’ ὁ ἄνθρωπος μόνος ζῶν ἐστιν, ζῶν κατὰ τὴν ζωὴν ἐκείνην ἣν ζῶσιν κατὰ τὸν Ἀβραάμ· οὐκ ἔστιν γὰρ ὁ θεὸς νεκρῶν, ἀλλὰ ζώντων.
PG 39:1493καὶ ὁ ἄνθρωπος ὁ ζῶν κατὰ τὴν ἀνθρωπίνην καὶ αὐτὸς μάταιός ἐστιν. διαστατέον οὖν οὕτως· τάδε πάντα ματαιότης ἐστίν?· κἂν γὰρ θνητὰ ὦσιν, τεθνηκότα οὐκέτι εἰσίν. ὁ δὲ ἄνθρωπος ζῶν ἐστιν. κἂν ἀποθάνῃ δέ, ἔτι ζῇ. ἢ οὕτως· [ζ]ῶ[ν ἄν]θρωπος ὁ? μὴ ἔξω γινόμενος τῆς ἀνθρωπίνης ζωῆς καὶ αὐτὸς ματαιότης ἐστίν, ἵν’ ᾖ[ν] οὖν οὕτως· πλὴν τὰ σύνπαντα ματαιότης καὶ πᾶς ἄνθρωπος ζῶν. ἢ οὕτως· πλὴν τὰ σύνπαντα ματαιότης, ὁ δὲ ἄνθρωπος [ζ]ῶν [ἐστιν]. ἐπερ( )· ἡ οὐσία; κἂν ζῇ ὁ ἄνθρωπος ἑτέρως ἢ ὡς ἂν ζήσαιεν θνητός, ὡς πρὸς τὴν ὑπεροχὴν καὶ τὸ μέγεθος [τ]ῆς θείας ζωῆς καὶ αὐτοῦ τοῦ θεοῦ, τῆς πηγῆς τῆς ζωῆς, οὐθέν ἐστιν. τὰ μικρὰ καὶ τὰ οὐθὲν μικρότερα λεγόμενα τ?ῶν πρός τί ἐστιν. οὐκ ἔχει δὲ περιωρισμένον ποσὸν τὸ μικρόν· ἀναφορᾷ γὰρ τῇ[ς] πρὸς τὸ μεῖζον λέγεται. λέγο μεν οὖν μεῖζον ἐνίοτε τὸ παλαιστ[ι]αῖον τοῦ δακτυλιαίου. ἀμέλει γοῦν ἔχεις ἐν κατηγορίαις μικρὸν ὄρος καὶ μεγάλην κέγχρον. [ 7 μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος.] εἶπον ὅτι περὶ τῶν ἄλλων παρὰ τὸν ἄνθρωπον λέγει, ὅτι πάντα ματαιότης ἐστίν. [μόνος] ὁ? ἄνθρωπος ζῶν ἐστιν. ἔχει δὲ πλέον τι τῶν ἄλλων.
PG 39:1495ἀθάνατον ψυχὴν ἔχει. ὅμως εἰ καὶ ζῶν ἐστιν, ἀλλ’ οὐκ ἀεὶ ταύτην [τὴν] κ?ίνησιν ἔχει· μέντοιγε, γάρ, φησίν, ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος. οὐκ εἶπεν εἰ ἐπαινετῇ ἢ ψεκτῇ· ἀλλ’ οἵως ἐάν τις διαπορεύηται, οἵως ἐὰν ἐνεργῇ, ἐν εἰκόνι τινί ἐστιν. καὶ γενικώτερον λαμβάνοντι λεκτέον, ὅτι ἢ τῇ τοῦ ἐπουρανίου ἢ τῇ τοῦ χοικοῦ. παρίσταται δὲ ἐκ τῆς τοιαύτης λέξεως ὅτι αὐτεξούσιός ἐστιν ὁ ἄνθρωπος· εἰ γὰρ ἐκ κατα σκευῆς ἦν ἀγαθός, ἐν τῇ τοῦ ἐπουρανίου ἀεὶ ἐπορεύετο, εἰ κατ’ οὐσίαν ἦν κακός, ἐν τῇ τοῦ χοικοῦ. δυνατὸν δὲ ταύτας τὰς γενικὰς εἰκόνας εἰς εἴδη διαιρῆσαι. καὶ λέγω ὅτι ὁ μὲν ἐν εἰκόνι ἀλώπε[κ]ος, ἄλλος ἐν εἰκόνι λέοντος, καὶ ἵππος θηλυμανής τις γινόμενος ἄλλην φέρων εἰκόνα, καὶ ἕτερος ἐν εἰκόνι περιστερᾶς, πλὴν ἐν εἰκόνι διαπορεύεται πᾶς ἄνθρωπος. 7 [μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος,] πλὴν μάτην ταράσσονται. ἀλλ’ οἱ φαῦλοι μάτην ταράσσονται. πλὴν μάτην ταράσσονται. καὶ λέγει λοιπὸν τὴν ταραχὴν τὴν ματαίαν, ὅτι ἡ περὶ τὰ ἀνθρώπινα σπουδὴ αὕτη ἐστίν. θησαυρίζει γοῦν καὶ οὐ γιγνώσκει τίνι συνάγει αὐτά. 7 θησαυρίζει καὶ οὐ γιγνώσκει τίνι συνάγει αὐτά.
PG 39:1498ἐν τῷ ἐκκλησιαστῇ φανερῶς ἐλέχθη ὅτι· οὐκ οἶδεν εἰ σοφὸς ἔσται ὁ διάδοχος τῶν ὑπαρχόντων αὐτοῦ ἢ ἄφρων. καὶ πολλάκις ἃ ἐθησαύρι σέν τις, καταλιμπάνει. ἐνίοτε δὲ καὶ ἐνιαυτοῦ περιόντος εἰς ἄλλους ἐκεῖνα μεταπίπτει. διὸ οὐ δεῖ σπουδάζειν περὶ τὸ οὕ τω θησαυρίζειν· οὐκ ὠφελής[ου]σιν γὰρ θησαυροὶ ἀνόμους, δικαιοσύνη δὲ ῥύεται ἐκ θανάτου. δικαιοσύνην ἄρα τὴν ῥυομέ νην ἐκ θανάτου καὶ παντὸς ἄλλου κακοῦ θησαυριστέον. θησαυρίζεται δὲ ἐν οὐρανῷ ὁ πλοῦτος οὗτος. μὴ θησαυρίζετε ὑμῖν [θ]ησαυροὺ[ς ἐπὶ τῆ]ς γῆς, ἀλλὰ θησαυρίζετε θησαυροὺς ἐν οὐρανῷ· ἐπεὶ γὰρ ὅπου ὁ θησαυρός, ἐκεῖ καὶ ὁ νοῦς ἐστιν καρδία ὀνο [μα]ζόμενος, ἐν οὐρανῷ θησαυριστέον, ἵν’ ἐκεῖ τὸν νοῦν ἔχωμεν, καὶ παραιτητέον ἐν τῇ γῇ θησαυρίζειν, ἵνα μὴ ἐκεῖ τὴν [δι]άνοιαν σχῶμεν. λέγεται περί τινων· οἱ θησαυρίζοντες ἀδικίαν καὶ τ[α]λαιπωρίαν ἐν ταῖς χώραις αὐτῶν. ὁ ἐν εἰ κόνι οὖν διαπορευόμενος ἄνθρωπος θησαυρίζων οὐκ οἶδεν τίνι συνάγει αὐτά· ἄδηλον γάρ ἐστιν αὐτῷ ὅ, τι μετελεύσεται. διὸ ὁ σπουδαῖος ἀκούει θησαυρίζειν ἐν οὐρανοῖς. ἔχει ἀποκείμενον τὸν πλοῦτον ἐν ἔργοις ἀγαθοῖς. τοῦτό τοι καὶ Παῦ λος ἐπιστέλλει Τιμοθέῳ·
PG 39:1500τοῖς πλουσίοις τοῦ αἰῶνος τούτου παράγγελλε μὴ ὑψηλὰ φρονεῖν ἐπὶ πλούτῳ, ἀλλὰ ἐπὶ τῷ θεῷ τῷ παρέχ[ο]ντι πάντα. λεκτέον καὶ περὶ ψεκτοῦ πλούτου, οἷον τῆς αἱρεθικῆς γνώμης τῶν δογμάτων τῶν ἀθέων. κα[ὶ ὁ τα]ῦτα θησαυρίζων οὐκ οἶδεν τίνι συνάγει αὐτά. ἄλλῳ δὲ αὐτὸν καταλιμπάνει· μέχρι γὰρ τῆς παρούσης ζωῆς ἔχει [τὴν] ἐπαγγελίαν ἡ ψευδώνυμος γνῶσις· ἐπιλαμψάσης γὰρ τῆς ἀληθείας λύεται καὶ ἀφανίζεται. ἐπερ( )· μέντοιγε ἐν εἰκόνι; εἰ καὶ πᾶς ἄνθρωπος ζῶν ἐστιν, ἀλλ’ οὐκ ἀπαραβάτως ἐν τῷ ζῆν τῷ ἐπαινετῷ ἐστιν· εἰ γὰρ ἔμενεν ἐν τῇ ἀληθινῇ εἰκόνι τῇ πρώτῃ καθ’ ἣν ἐδημιουργήθη, οὐκ ἐταράττετο, οὐ μάτην ἐθησαύριζεν. μέντοι γε, εἰ καὶ γέγονεν ζῶν, ἐν εἰκόνι διαπορεύεται· οὐ πάντως δὲ τῇ πρώτῃ, ἀλλὰ ἁπαξαπλῶς ἐν εἰκόνι· οὐδέποτε γὰρ τὸ λογι - κὸν ζῷον δύναται ἔξω τοῦ κατὰ λόγον ἐνεργεῖν γενέσθαι. ἐνεργῶν δὲ πάντως ἢ ἐπαινετῶς ἢ ψεκτῶς ἐνεργεῖ, κ[αὶ] τάδε τινὰ φρονῶν καὶ πράττων καὶ τάδε τινά. ἐπερ( )· πλὴν μάτην ταράσσονται; πολλάκις ἤδη ἐλέχθη ἡμῖν ὅτι αἱ [μ]ετα[βολ]α?ὶ οὕτως γινόμεναι ἔχουσίν τινα διαφοράν.
PG 39:1503τότε ὅταν μὴ ταύτην τὴν εἰκόνα φυλάττωσιν καθ’ ἣν γεγόνασιν, [π]λῆθός εἰσιν οἱ μάτην ταραττόμενοι. ὅτε δὲ τὴν ζωὴν τοῦ ἀνθρώπου σημαίνει, ὅτι πᾶς ἄνθρωπος ζῶν, καὶ μέντοιγε ἐν εἰκόνι διαπο ρεύεται ἄνθρωποςοὐ τῇ αὐτῇ, ἀλλ’ ἐπειδὴ διάφοροί εἰσιν αἱ εἰκόνες, καὶ μάλιστα δὲ ψεκταὶ καὶ ὑποβεβηκυῖαι, πολλοί εἰσιν οἱ ταραττό μενοι. 8 καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ κύριος; περὶ τῶν ἄλλων ἐλέχθη τὰ εἰρημένα. ἐγὼ δὲ περὶ ἐμαυτοῦ λέγω· τίς ἡ ὑπομ[ονή] μου; οὐχὶ κύριος; μὴ ἄλλον ὑπομένω. καὶ ὥσπερ γίνεται σοφία καὶ δικαιοσύνη καὶ ἁγιασμὸς τοῖς μετέχουσιν, οὕτω καὶ ὑπομονὴ γίνεται τῷ ὑπομένοντι αὐτὸς ὁ κύριος. 8 καὶ ἡ ὑπόστασίς μου παρὰ σοῦ ἐστιν. περὶ τοῦ κυρίου λέγει ὅτι ὑπομονὴ αὐτοῦ ἐστιν. πρὸς αὐτὸν δὲ τὸν κύριον τὸν ὄντα αὐτοῦ ὑπομονὴν λέγει· καὶ ἡ ὑπόστασίς μου παρὰ σοῦ ἐστιν. δύναται ὑπός?[τα]σιν ἐνταῦθα λέγειν τὴν ἰσχὺν καθ’ ἣν ὑποστῆναί τις δύναται, ὅτι σοῦ συνεργοῦντος καὶ ὄντος μου ὑπομονῆς ὑφ[ίσταμαι] π?άντα. ἡ δὲ παρὰ σοῦ ὑπόστασις ἐπαινετή μοί ἐστιν. δυνατὸν δὲ ὑπόστασιν λέγειν ἀντὶ οὐσίας. καὶ ἡ ὑπόστασίς μου τῆς λογικῆς ψυχῆς, τοῦ λογικοῦ ζῴου παρὰ σοῦ ἐστιν·
PG 39:1505σὺ γὰρ δέδωκάς μοι ψυχήν, παρὰ σοῦ ἔχω τὴν ψυχὴν οὐκ ἀπὸ σπερμάτων ἀρχο μένην, οὐ κατὰ ἔμφασιν συνισταμένη[ν] κατὰ τὴν Στρατιωτικὴν αἵρεσιν, ἀλλὰ παρὰ σοῦ ἐστιν ἡ ὑπόστασίς μου. 9 ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με. οὐκ ἀπὸ τινῶν, ἀλλὰ ἀπὸ πασῶν, ἵνα πάσης εἰκόνος ἔξω ψεκτῆς γένωμαι. 9 ὄνειδος ἄφροσιν ἔδωκάς με. ἐξ ἀρχῆς εἴπομεν ὅτι μετανοῦντος καὶ προκόπτοντος πρόςω πον φέρει ὅλος ὁ ψαλμός. φαῦλον πρᾶγμά ἐστιν ὀνειδίζεσθαι ὑπὸ δικαίου, ὑπὸ δὲ ἄφρονος ἐπαινετόν. ὀνειδίζει γοῦν ἐπὶ ἀγαθοῖς ἔργοις καὶ ἐπὶ σπουδῇ ὁ ἄφρων. διὰ τοῦτο καὶ ἐν παροιμίαις ὡς διαφορᾶς οὔσης ὀνειδισμῶν λέγεται· μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη· μὴ γὰρ εἶπεν καθόλου· μὴ κτήσῃ ὀνείδη, ἀλλὰ κακῶν ἀνδρῶν. μὴ ἐπὶ φαυ λότητι ὀνειδίζου· εἰσὶν γὰρ ὀνειδιζόμενοι ἐπὶ καλοῖς. τοῖς γοῦν γνωρίμοις Ἰησοῦς λέγει· χαίρετε καὶ ἀγαλλιᾶτε ὅταν ὀνειδίζωσιν ὑμᾶς. οὐ τοῦτον τὸν ὀνειδισμὸν παραιτητέον· ἀγαθὸς γάρ ἐστιν καὶ ξεναγεῖ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. τοὺς δὲ τῶν κακῶν ἀνδρῶν ὀνειδισμοὺς φευκτέον. 10 ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου.
PG 39:1508τίς ἐστιν ὁ ὀνειδίζων ἄφρων ἢ ἐκεῖνος ὁ ἁμαρτωλὸς ὁ συνστὰς κατεναντίον αὐτοῦ, ὅσον ἐκω[φώθ]η καὶ οὐκ ἤνοιξεν τὸ στόμα αὐτοῦ; καὶ ἐνταῦθα πάλιν τὸ αὐτὸ σημαίνει· ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στό[μα μο]υ. οὐκ ἀπεκρίθην αὐτῷ πρὸς ἃ ὀνειδίζει. ἔλεγον δὲ τοῦτο πολλάκις ὅτι ἄλλῃ δυνάμει ὁ ἀπόστολος τοῦτο διδάσκει λέγων· αἱρεθικὸν ἄνθρωπον ἀπὸ μιᾶς νουθεσίας παραιτοῦ. μὴ ἄνοιγε αὐτῷ ὅλως τὸ στόμα. ὅπως δὲ ἂν ἀπολογητ[ικ]ὸν ἔχῃς καὶ σοὶ λόγον περὶ σεαυτοῦ εἰπεῖν ὅτι· τὸ παρ’ ἐμαυτοῦ πεποίηκα, νουθέτησον αὐτόν. ἐὰν τῆς νουθεσίας μὴ ἀνάσχηται ἢ καὶ δευτέραςἔνια γὰρ τῶν ἀντιγράφων ἔχει καὶ δευτέρας, ἀνάτραπε αὐτὸν εἰδὼς ὅτι ἁμαρτάνει. τὸν αὐτοκατάκριτον οὐ δεῖ νουθετεῖν. 1011 ὅτι σὺ εἶ ὁ ποιήσας με, ἀπόστησον ἀπ’ ἐμοῦ τὰς μάστιγάς σου. μὴ μάστι ζέ με· ποίημα γὰρ σοῦ εἰμι. μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται ἔχοντα δηλο[νότ]ι δι’ ἃ μαστίζεται. ταῦτα οὖν ἄφες μοι· ἄφεσιν μοι δώρησαι· οὕτω γὰρ οὐκέτι μαστιχθήσομα[ι. νῦν] δ?ὲ? ἔ?[τ]ι ὑ?[π]ε?ύ?[θυνο]ς μάστιξίν εἰμι.
PG 39:1510ἀμέλει γοῦν ὁ τὸν ὕψιστον θέμενος καταφυγὴν ἑαυτοῦ οὐκ ἔχει προσεγγίζοντα κακὰ οὐδὲ μάστιγα[ν] ἐγγίζουσαν τοῦ σκηνώματος αὐτοῦ. ποίησόν με οὖν τοιοῦτον ὥστε μηκέτι ὑπεύθυνον εἶναι μάστιξιν, τὸ κ?ολαστέον μου ἀπόστησον. ἐπεὶ τοίνυν λέγ[ω] ὅτι· ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με, ὅταν ῥύσῃ με, οὐ?[κέτ]ι κολαστέος εἰμί. τρόπον οὖν τινα ἐμάστιζεν αὐτὸν καὶ διὰ τοῦ ἄφρονος, καὶ λέγει τοὺς ὀνειδισμοὺς τοῦ [ἄ]φρονος μάστιγας εἶναι. εἰ μὴ ὁ θεὸς παραδῷ, οὐκ ἰσχύ[ει] οὐδὲ ἐναντιούμενος τῷ μήπω παραδοθέντι. 11 ἀπὸ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον. ἐπίκειταί μοι ἡ ἰσχὺς τῆς χειρός σου ἡ παιδευτική, ἡ πλήττουσα, ἡ πόνοις ὑποβάλλουσα. ἐπεὶ οὖν ἰσχυρὰ γέγονεν ἐπ’ ἐμοί, ἐξέλιπον. ἀπέβαλον τὴν προτέραν μου ζωήν, ἀπέλιπον τὴν προτέραν κατάστασιν· οὐ γὰρ ἐξέλιπον ὥστε μηκέτι εἶναι, ὥστε ἀσθενὴς γενέσθαι, ἀλλ’ ὥστε ἐκλιπεῖν τὴν κατάστασιν τὴν κολαστέον με παρασκευάζουσαν. ἐγὼ ἐξέλιπον. ἐγὼ ὁ ταῦτα λέγων, ὁ ἐξομολογούμενος, ὁ λέγων· ὄνειδος ἄφροσιν ἔδωκάς με, ἐξέλιπον ἔξω γενόμενος τῆς προ - τέρας μου κ[αταστά]σεως. ἔστιν ἐπαινετῶς ἐκλιπεῖν, ἔστιν δὲ καὶ ψεκτῶς.
PG 39:1513ἦλθεν δὲ Ἠσαῦ ἐκ τοῦ πεδίου ἐκλείπων, [ὅτε ἠθέλ]η?ς?εν ἕψημα φαγεῖν. τὸ ὧδε ἐκλείπων ἀντὶ τοῦ ἀσθενήσας καὶ ὀρεγόμενος τροφῆς. λέγεται πολλάκις καὶ ἐπαινετῶς. ἐξέλιπον καὶ ἀπήλθοσαν ἢ ἐ[ξέ]κλιν[αν] καὶ οὕτω γὰρ φέρεται. ἡ ἔκλειψις αὕτη ψεκτή ἐστιν. ἐξέλιπεν ἡ πίστις ἐκ τοῦ στόματος αὐτῶν. καὶ αὕτη ψεκτή ἐστιν. ἐὰν δὲ ἐκλείψῃ τις ἀπιστίαν καὶ κακίαν, οὔκ ἐστιν ψεκτὴ ἡ ἔκλειψις αὕτη. λέγεται γοῦν· ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ θεοῦ μου. ὅταν πόθον λάβῃ τῶν αὐλῶν τοῦ κυρίου τῶν ἐν τῇ οἰκίᾳ τοῦ πατρός, ἐκλείπει καθὸ ψυχή ἐστιν, ἀποβάλλει τὸ ψυχικὸν εἶναι, πνευματικὸς γίνεται. 12 ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον. οὐκ ἐλέγχεις εἰ μὴ ἀνομήσω. ὑπὲρ ἀνομίας ἐλέγχων παιδεύεις ἄνθρωπον. ποιεῖς αὐτὸν γνῶναι ὅτι ἄνθρωπός ἐστιν, ὅτι λογικός ἐστιν, ὅτι κατ’ εἰκόνα τοῦ θεοῦ ἐστιν. καὶ οὕτω παιδεύεται ἐλεγχθείς. μακάριόν γέ ἐστιν μὴ ὀργῇ παιδευθῆναι, ἀλλ’ ἐν ἐλεγμοῖς· ἐλέγαμεν γάρ· τὰ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται. ὁ ἔλεγχος δὲ οὗτος ἀπόδειξίς ἐστιν καὶ φανέρωσις. οὐ πάνυ τι ἐν τῇ γραφῇ κεῖται ἐπαινετῶς ὁ ἔλεγχος ἢ σπανίως, ἰδοὺ ὡς τό·
PG 39:1515τὰ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φω τὸς φανεροῦται. οἱ ἐκτὸς δὲ τὴν ἀπόδειξιν ἔλεγχον λέγουσιν· ἐλέγχει τὴν ἐναντιότητα. ἀμέλει λέγουσιν ὅτι ἔλεγχός ἐστιν συλλογισμὸς ἀντιφάσεως. φέρε εἰπεῖν, τιθέσθω τις ὅτι· τὸ πράττειν φαῦλόν ἐστιν λέγο μεν? ὅ?τι· ὁ? ς?ώφρων πράττει. πᾶν δὲ ὃ πράττει ὁ σώφρων, ἀγαθόν ἐστιν. καὶ γέγονεν ἔλεγχος ἀντιφάσεως. πάλιν λ[εγέτω τ]ι?ς? ὅτι· τὸ ἀδικεῖν ἐπωφελές ἐστιν· εἰσὶν γὰρ δόξαν τοιαύτην ἔχοντες, ὅτι ὠφελητική ἐστιν ἡ ἀδικία, μᾶλλον ἡ δικαιοσύνη βλαπτική ἐστιν. ὁ δὲ δίκαιος, φησίν, οὐκ αὐξάνει πλοῦτον, ὁ δὲ ἄδικος πληθύνει χρήματα. ποιοῦμεν οὖν ἔλεγχον ἀντιφάσεως τοιοῦτον ὅτι· ἡ ἀδικία ἀπαγορευτέα ἐστίν. πᾶν τὸ ἀπαγορευτέον βλαβερόν. ἡ ἄρα ἀδικία βλαβερά. τὸ βλαβερὸν οὐκ ἐπωφελές. ἡ ἄρα ἀδικία οὐκ ἐπωφελής. γέγονεν ἀντιφάσεως συλλογισμός, καὶ οὗτος ὁ συλλογισμὸς ὁ τῆς ἀντιφάσεως καλεῖται ἔλεγχος. οὐχ ὡς νῦν γὰρ διαλέγονται, οἱ διαλεγόμενοι οἱ πρότερον ἐποίουν τοῦτο. διὸ σοφισταὶ μᾶλλόν εἰσιν ἢ διαλεκτικοί. σκοπὸν ἔχουσιν νεικῆσαι καὶ τίθενται ἐριστικὰς προτάσεις, ἃς κ?ρατοῦσιν καὶ ἐνμένουσιν ἐν αὐταῖς.
PG 39:1518ὁ δὲ ἀληθῶς διαλεκτικὸς ἐπεὶ εἰς ἑκάτερα ἐπιχειρεῖἐστὶν δὲ τ?[ὸ ἕτ]ερον ἀληθές, τὸ δὲ ἕτερον ψευδές, ἐκ τῆς εἰς ἄλληλα ἐπιχειρήσεως οἶδεν, ποῖον τὸ ἀληθὲς κα[ὶ ποῖ]ον τ?ὸ ψ?ευδέ?ς?. καὶ αὐτὸ δὲ τὸ ἀληθὲς φαίνεται ἐκ τοῦ δειχθῆναι [τὸ ψευδές], ὅτι τῶν ἐναν τίων ἡ αὐτή ἐστιν ἐπιστή[μη]. 12 καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ. ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ ἐξέτηξας, τὴν ψυχὴν αὐτοῦ καθ’ ἣν ψυχικός ἐστιν. περί τινος φαύλου λέγεται ἢ φαύλης· ἐν ἐπι θυμίαις ψυχῆς αὐτῆς ἐπνευματοφορεῖτ[ο]. ὅταν τις ἀπὸ ψυχῆς ἀναπλάσῃ, φέρε, ἑαυτῇ προφητείας ἢ ὡσανεὶ δόγματα εὐσεβείας, ἐν ἐπιθυμίαις ψυχῆς πνευματοφορεῖται. οὐκ ἐν πνεύματι ἁγίῳ πνευματοφορεῖται. ἐν ἄλλῳ γοῦν βιβλί ῳ τὴν διαφορὰν εἶπον ὅτι· σάρκινός ἐστιν ὁ ἄνθρωπος ἐκεῖνος ὁ κατὰ σάρκα στρατευόμενος, ὁ ταῖς ἐπιθυμίαις εἴ[κω]ν τῆς σαρκός, ὁ πεπραμένος ὑπὸ τὴν σάρ?- κα, ὁ γενόμενος σάρκινος καὶ πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν. πνευματι?[κὸς] δ?ὲ ἄνθρωπός ἐστιν ὁ ὑπεραναβὰς τὴν τοῦ ψυχικοῦ κατάστασιν, ὅταν τὰ πάντα ὑπὸ ἁγίου πνεύματος καὶ θεοφορῆται καὶ π?οιῶν καὶ πράττῃ. ψυχικὸς δέ ἐστιν ὁ μηδὲ σάρκινος ὢν μηδὲ πνευματικός.
PG 39:1520καὶ τάχα οἱ τοῦ κόσμου σοφοὶ πάντες εἰσὶν τοιοῦτοι. νομίζουσιν αὐθέκαστοι εἶναι κατὰ τὰ τῆς ψυχῆς ἑαυτῶν κινήματα καὶ νοήματα. καὶ διὰ τοῦτο οὐ δέχονται τὰ τοῦ πνεύματος· ἐπεὶ γὰρ τὰ ἑαυτῶν προκρίνουσιν καὶ τὴν ἑαυτῶν νόησιν νομίζουσιν εἶναι μεγάλη?[ν], οὐ δέχονται τὰ τοῦ πνεύματος μωρίαν αὐτὰ ἡγούμενοι· καὶ γάρ εἰσίν τινες καὶ αἱρέσεις ὅλαι συν[ε]στῶσαι καὶ παρ’ Ἕλλησιν καὶ παρὰ Χριστιανοῖς εἰσιν αἱ λέγουσαι ὅτι αἱ ἀλληγορίαι μωρίαι εἰσίν, ἀναπλάσματά εἰσιν. καὶ τὰ περὶ τῶν νοη τῶν θεωρήματα λέγουσιν ψεύδη εἶναι, ἅτε δὴ πάντα σώματα νομίζοντες καὶ αἰσθητὰ εἶ?[ναι. οὗ]τοι οὖν ψυχικοὶ ἄνθρωποί εἰσιν οὐ δεχόμενοι τὰ τοῦ πνεύματος αὐθεκάστους ἑαυτοὺς ἡγούμενοι εἶναι καὶ δυναμ?[ένους παρ’ α]ὐτῶν θεωρεῖν τὰ πάντα. τὴν ψυχὴν οὖν αὐτοῦ τὴν τοιαύτην, οὐ τὴν οὐσίαν, ἀλλὰ τὴν κατάστασιν καθ’ ἣν ψυχή ἐστιν, ἐξέτηξας κατὰ τὴν ἀράχνην. ἡ ἀράχνη δὲ πάνυ οὕτως ἀσθενής ἐστιν ὡς λέγεσθαι· ἱστὸν ἀράχνης ὑφαίνουσιν. ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον. τὸ εὐανάτρε[πτ]ον τοῦ κατασκευάσματος τοῦ ζῴου τοῦ καλουμένου ἀράχνου λέγει εἶναι ἔκτηξιν ψυχῆς.
PG 39:1523ὅταν ἐκτακῇ ἡ ψυχή, καὶ ἐπ’ ὠφελίᾳ αὐτῆς γίνεται ἡ ἔκτηξις αὕτη· ἀσθενεῖ γὰρ ἐν αὐτῇ τὸ ἀραχνῶδες, καὶ λοιπὸν ἀποδείκνυται ἔξω κακίας. τοῦ ἀνθρώπου οὖν τούτου ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν τοῦ ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐλεγχομένου. 12 πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος. πάντες οἱ ἄνθρωποι οἱ ἔξω τῆς παιδεύσεως τοῦ θεοῦ καὶ τῶν ἐλεγμῶν μάτην ταράσσονται. οὗτος δὲ κἂν ταραχθῇ ἐλεγχόμενος, κἂν ἐκτηκομένης τῆς ψυχῆς αὐτοῦ κατὰ τὴν ἀράχνην, οὐ μάτην τοῦτο πάσχει· μεταβολὴν γὰρ δέχεται ἐπὶ τὰ κρείττονα. εἰ δέ τις οὕτω ψιλὸς ἄνθρωπος εἴη μὴ ὑπὸ παίδευσιν, μὴ ὑπὸ ἐλεγμοὺς ὑπάρχων, μάτην ταράττεται κατὰ τὸ ἔνπροσθεν εἰρημένον· μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσονται. ὁ μὴ βουλόμενος ταράσσεσθαι, ἀλλὰ ἀταρα[ξ]ίαν ἔχειν, θεὸς γίνεται δεξάμενος τὸν τοῦ θεοῦ λόγον· ἐκείνους γὰρ θεοὺς εἶπεν πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο. καὶ οὐ ταράττονται οὗτοι ματαίως, ἀλλὰ καὶ ἐὰν ὀλισθῆναι συμβῇ ἢ προπάθειαν γενέσθαι, [λ]έ- [γο]υ?σιν· ἐταράχθην καὶ οὐκ ἐλάλησα. μέχρι προπαθείας ἵσταται αὐτῶν ἡ ταραχή. ἐπερ( )· ἀφ’ ἑαυτῶν ταράττοντα[ι;
PG 39:1526ὁτὲ μὲν] ἀφ’ ἑ αυτῶν ταράττονται, ὁτὲ δὲ ἀπό τινων ἀπαντώντων. 13 εἰσάκουσον, κύριε, τῆς προσευχῆς μου καὶ τῆς δεήσεώς μου. δοκεῖ ἑτέρα εἶναι ἡ δέησις τῆς προσευχῆς. ἐκεῖνος δέησιν ἀναπέμπει ὁ γνοὺς ἑαυτὸν δεόμενον καὶ ἐνλιπῆ, ἵνα πληρωθῇ. ὁ δὲ προσευχόμενος ἔχει μὲν καὶ τοῦτο τὸ εἶδος, αἰτεῖ δὲ ἐνίοτε καὶ ἀγαθῶν τῶν ὑπεράνω ὕπαρξιν. ὁ αἰτούμενος παρὰ θεοῦ τι λαβεῖν ἤτοι ὃ μὴ ἔχει, αἰτεῖται λαβεῖν ἢ ὃ ἔχει, ἵνα παραμείνῃ αὐτῷ. κυρίως αὕτη προσευχή ἐστιν· αἴτησίς ἐστιν ἀναπεμπομένη μετὰ τοῦ θεολογεῖν τὸν εὐχόμενον τὸν ᾧ τὴν προσευχὴν ἀναπέμ πει. ὅταν λέγῃ· [κύριε ὁ θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν, πάντα γὰρ ἀπέδωκας ἡμῖν.] [προςευχὴ Ἁμβακοὺμ τοῦ προφήτου. κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐξέστην. ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ, ἐν τῷ ἐνγίζειν τὰ ἔτη οὐ γνωσθήσῃ. ἰδοὺ αὕτη προσευχή ἐστιν.] ὅταν δέ? [τι]να αἰτῆται μόνα τὰ ὧν λείπεται ἐνδεὴς ὤν, δέησίς ἐστιν ἡ ἀναπεμπομένη ὡσαν?ε?ὶ? εὐχή. δυνατὸ[ν δὲ] καὶ τοῦτο λαβεῖν· οἱ σωμα τικώτερα αἰτούμενοι δέονται οἷον ὑγείαν. πλοῦτον, τὰ ἄλλα. ὡς ἐν[δεεῖς ὄντες] δ?ὲ? π?[ολλά]κ?ις τούτων ἀξιοῦσιν αὐτὰ λαβεῖν.
PG 39:1528ὁ δὲ τὴν πληρότητα βουλόμενος ἔχειν· [προσευχὴ Ἁμβακοὺμ τοῦ προφήτου· κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐξέστην. ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ, ἐν τῷ ἐνγίζειν τὰ ἔτη οὐ γνωσθήσῃ· ἰδοὺ αὕτη προσευχή ἐστιν.] [κύριε ὁ θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν, πάντα γὰρ ἀπέδωκας ἡμῖν.] ἐπεὶ καὶ ὡς ἐνλιπὴς αἰτοῦμαί τινα δοθῆναί μοιἔτι γὰρ ἀκμὴν ὑπὸ παίδευσίν εἰμι, εἰσάκουσον τῆς δεήσεώς μου. ἐπειδὴ δὲ μέ[λλω] τ?υχεῖν ὧν ἐνλιπής εἰμι, πλήρης γενάμενος αἰτῶ μείζονα, αἰτῶ ἐπουράνια καὶ λέγω ὅτι· πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρα νο[ῖς, ἁ]γιασθήτω τὸ ὄνομά σουμὴ ὡς ἐνλιπὴς τοῦτο αἰτεῖται. ἐλθάτω ἡ βασιλεία σου. ποίησον αὐτὴν ἐλθεῖν. τότε δὲ ἔρχε ται, ὅ?τ?αν κατ’ ἐνέργειαν ἡμῶν ὁ θεὸς βασιλεύῃ. 13 ἐνώτισαι τῶν δακρύων μου. θεωρῶν ἐμαυτὸν ἐνλιπῆ δακρύω [ποι]ῶ?ν ἐκείνην καὶ κατασκευάζων τὴν λύπην τὴν κατὰ θεὸν [εἰς] μετάνοιαν [εἰς] σωτηρίαν ἐργαζομένην καθ’ ἣν λέγω· λούσω καθ’ ἑκάστην νύκτα[ν] τὴν κλίνην μου, ἐν δάκρυσίν μου τὴν στρωμ[ν]ήν μου βρέξω. ἐπειδὴ δὲ καὶ ὁ ἀπολειπόμενος τῆς τελείας καὶ ἄκρας ἀρετῆς, πάλιν ὀλοφύρεται λέγων· οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν, καὶ πάλιν·
PG 39:1531ἔθου τὰ δάκρυά μου ἐναντίον σου ὡς ἐν τῇ ἐπαγγελίᾳ σου. θεωρεῖς· ὡς ἐν τῇ ἐπαγγελίᾳ ἔθου τὰ δάκρυά μου. ποῖα δέ ἐστιν δάκρυα ἢ τὰ τῶν κλαιόντων, ἵνα γελάσωσιν; μακάριοι γὰρ οἱ κλαίοντες νῦν ὅτι γελάσονται. οὗτοι ἔθεντο τὰ δάκρυα ὡς ἐν τῇ ἐπαγγελίᾳ, [ἵνα γ]ε[λ]άσωσιν, ἵνα πληρωθῶσιν χαρᾶς ἀνεκλαλήτου καὶ δεδοξασμένης. 13 μὴ παρασιωπήσῃς, ὅτι πάροικο[ς ἐγώ] ε[ἰ]μι ἐν τῇ γῇ. μὴ παρασιωπήσῃς εὐχομένου μου, δεομένου, κλαίοντος καὶ δάκρυα φέροντος τοι αῦτα, ἃ οἱ σπείροντες ἐν ἀγαλλιάσει θεριοῦσιν. μὴ παρασιωπήσῃς οὖν, ἀλλ’ ἐπινεύσας δὸς ἃ ᾐτησάμην· ἡ γὰρ παρασιώπησις ἐνίοτε μελλησμὸν [καὶ μακροθυμίαν] σημαίνει, ἐνίοτε δὲ καὶ μακροθυμίαν, ὅταν ἐπὶ ἁ - μαρτήμασιν γίνηται· ταῦτα ἐποίησας, καὶ ἐσίγησα. ἀντὶ τοῦ οὐκ ἀνταπέδωκά σοι. εἰ ἤμην κάτοικος, οὐδὲ ἐτόλμων αἰτήσασθαι καὶ προσεύξασθαι. [κάτ]οικοι δέ εἰσιν οἱ ὑπεύθυνοι κακίᾳ καὶ ἀσεβείᾳ. λέγεται γοῦν ἐν Ἰηρε μίᾳ· ἀπὸ προσώπου βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν. οὐκ ἐπὶ τοὺς παροικοῦν τας. καὶ ἐν τῇ ἀποκαλύψει Ἰωάννου τρὶς ἑξῆς λέγεται· οὐαὶ οὐαὶ οὐαὶ ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν.
PG 39:1533εἰ ἤμην οὖν κάτοικος, οὐκ ἂν εἶπον· μὴ παρασιωπήσῃς. 13 καὶ παρεπίδημος καθὼς πάντες οἱ πατέρες μου. ὁ πάροικος καὶ παρεπίδημος αὐτός ἐστιν. Παῦλος γοῦν ἐν τ[ῇ] κατ’ Ἑβραίους ἐπιστολῇ κατάλογον ποιησά μενος πάντων τῶν διὰ πίστεως εὐαρεστησάντων εἶπεν αὐτοὺς παροίκους καὶ παρεπιδήμους. οὐδεὶς ἐκεί νων κάτοικος, οὐδεὶς ἔνδημός ἐστιν, ἀλλὰ παρεπίδημος. ἄλλοθεν ἐλήλυθεν εἰς τὸν τόπον τοῦτον, οὐχ ὧδε γεγέννηται. οἱ κατὰ ἀρετὴν πατέρες οὖ[ν] πάντες πάροικοι ἦσαν ἐν τῇ γῇ καὶ παρεπίδημοι, ὡς οἱ πατρι ά[ρχαι] κ?[αὶ] ἄλλοι γεννήσαντες κατὰ θείαν παίδευσιν, οἷον προφῆται, διδάσκαλοι, νομοθέται. 14 ἄνες μοι, ἵνα ἀν[α]ψύξω πρὸ τοῦ με ἀπελθεῖν καὶ οὐκέτι οὐ μὴ ὑπάρξω. ἀνάψυξιν ὧδε ἐπαινετὴν λέγει τὴν ἰσοδυναμοῦσαν τῇ· κατατρύφ[η]σον τοῦ κυρίου. εὗρον ἀναψυχὴν ἐμαυτῷ, λέγει ὁ Ἐφρέμ. ἐκείνη δὲ ψεκτή ἐστιν ἡ ἀναψυχή. ἀναψύχει οὖν τις ἐπαινετῶς, ὅταν τῆς ἀρετῆς ἀπολαύῃ, ὅταν κατατρυφήσῃ τοῦ κυρίου, ὅταν ἔνφασιν καὶ ἔννοιαν λάβῃ τοῦ παραδείσου τῆς τρυφῆς. ἐπεὶ τοίνυν λείπει μοι πολλάδιὰ τοῦτο γὰρ δέη σιν ἀναπέμπω, ἵνα τῶν λειπόντων π?ληρωθῶ· τοῦτο γὰρ καὶ ἐν ἀρχῇ τοῦ ψαλμοῦ εἶπεν·
PG 39:1536γνώρισόν μοι, κύριε, τὸ πέρας μου καὶ τ[ὸν] ἀριθμὸν τῶν ἡμερῶν μου, τίς ἐςτιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ. ὅταν γνῷ τὰ ὑστε ροῦντα καὶ ταῦτα κτή[σητ]αι, ταῦτα γεωργής?[ιμα] σχῇ, ἀναψύχει. τοῦτο οὖν λέγει ὅτι· ἄνες μοι μένειν ἐν τῇ ζωῇ ταύτῃ, ἵνα παιδευθεὶς ἀν[αψύ]ξω, πρ?[ὶ]ν? [ἀπέλθ]ω? ἐκ τοῦ βίου τούτου καὶ οὐκέτι οὐ μὴ ὑπάρξω. οὐ τοῦτο λέγει ὅτι· οὐχ ὑπάρξω, ἀλλὰ τοιοῦτος, οἷος βούλομαι εἶναι· οὐ γὰρ εἰς ἀνυπαρξίαν χωρεῖ ἡ ψυχή, ἀλλὰ ἄκουε· καταλλήλως τοῖς λέγο[υσιν] ἐκ λαμβάνειν δεῖ τοὺς λόγους. ἐὰν ὁ δίκαιος λέγῃ καὶ ὁ σοφὸς κατὰ θεόν· πάντα σπουδάζω ἵνα πλουτήσω, μὴ περὶ τὸν αἰσθητὸν πλοῦτον ἐκλάμβανε τὸ λεγόμενον. ἐὰν δὲ ἄλλος ᾖ τις ἢ πραγματευτὴς ἢ ἰατρὸς [ ]. καὶ οὗτος οὖν ὁ ἅγιος σοφό[ς] ἐστιν. λέγει γοῦν οὐκ ἄλλον ἔχειν ὑπομονὴν ἢ τὸν κύριον καὶ τὴν ὑπόστασιν παρ’ αὐτοῦ. οὗτος οὖν ὁ σοφὸς κἂν το[ῦτο] λ?έγῃ ὅτι· ἄνες με ζῆν ἠλπικότα ἐν ταύτῃ μόνῃ τῇ ζωῇ, ἵνα ἀναψύξω φαγὼν καὶ πιὼν κατὰ τό· φάγω[μ]εν κ[αὶ πί]ωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν, ἀλλὰ κατάλληλον τῷ προσώπῳ καὶ τὴν ἀναψυχὴν δεῖ λαβεῖν καὶ τὸ ἄ[νε]ς μοι καὶ τὸ μηκέτι ὑπάρχειν. ἀθάνατός ἐστιν ὁ λέγων.
PG 39:1538ἐὰν οὖν λέγῃ· οὐκέτι ὑπάρξω, οὐ τοῦτο λέγει ὅτι· εἰς τ[ὴν παν] τελῆ φθορὰν χωρῶ, εἰς ἀνυπαρξίαν καταστρέφω, ἀλλά· οὐκέτι ὑπάρχω οὕτως ὡς εὔχομαι ὑπαρχθῆνα?ι?. [πρὸ τοῦ] με οὖν ἀπελθεῖν οὕτως, ἀπελθεῖν τοῦ βίου, καὶ οὐκέτι ὑπάρξω ὡς ηὐξάμην γενέσθαι. ἐὰν λέγῃ ἁμαρτωλὸς ὅτι· νο[υ] - θέτησόν με, παίδευσόν με, ἵνα μηκέτι ὑπάρξωμὴ γὰρ ἵνα εἰς τὴν παντελῆ φθορὰν χωρήσῃ. 12 εἰς τὸ τέλος· τῷ Δαυὶδ ψαλμός. ὑπομένων ὑπέμεινα τὸν κύριον, καὶ προσέσχεν μοι. ὁ προ?κ?[είμ]ενος ψαλμὸς ῥηθείη ἂν καὶ ὑπὸ παντὸς ἁγίου τοῦ καρτερῶς καὶ μεγαλοψύχως διαγαγόντος τ[ὸν βίον] καὶ ὑπὸ τοῦ ἀνθρώπου τοῦ κυριακοῦ· λέξεις γὰρ ἀπ’ αὐτοῦ ὁ ἀπόστολος λαβὼν ἐν τῇ πρὸς Ἑβραίους περὶ Χριστοῦ αὐτ[ὰ]ς ἐξε?ίληφεν εἰρημέν[α]ς. αὐτὸ τοῦτο ὅλως· θυσίαν καὶ προςφορὰν οὐκ ἠθέλησα[ς], ἕως· ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ. ἐστὶν δὲ μονοπρόσωπος ὁ ψαλμός. τὸ αὐτὸ πρόςωπον τὸ ἀρξάμενον μέχρι τοῦ τέλους τοῦ ψαλμοῦ ἀπαγγέλλει καὶ ψάλλει. λέγει οὖν εὐχαριστικῶς πρὸς τὸν θεόν· ὑπομένων ὑπέμεινα τὸν κύριον, καὶ εἰσήκουσεν τῆς δεήσεώς μου. τὸ ὑπομένων ὑπέμεινα τοιαύτην ἔχει διάνοιαν, ὡς εἴ τις λέγοι·
PG 39:1541ἰατρικῶς ἰάτρευσα, γραμματικῶς ἔγραψα. εἰσὶν ὑπομένοντες οὐχ ὑπομενητικῶς, ἀλλὰ ἢ ὑπὸ πολλῆς ἀναισθησίας ἢ ἐνίοτε διὰ φιλοδο ξίαν. λέγει γοῦν ὁ ἀπόστολος· οὐ μὴ παραδῶ τὸ σῶμά μου ἵνα καυχήσωμαι. ἕνεκα ἐπαίνου ἐπιπροεὶς [ιν] τὸ σῶ μα καὶ τὴν ψυχὴν οὐχ ὑπομένων ὑπέμεινεν· ἀεὶ γὰρ ἐπιστημόνως καὶ ὡς ἔδει ὑπέμεινεν, οὐχ ἵνα θήραν ἀπὸ τῶν ἀνθρώπων δέξηται ἢ δόξαν ἢ ἐπαίνους. ὁ οὖν οὕτως ὑπομένων ὡς δεῖ, ὡς ἐὰν λέγω ὅτι· κατὰ σοφίαν σοφῶς ἐποί ησα. ἐλέχθη ἐν τῷ προλαβόντι ψαλμῷ ὁ θεὸς ὑπομονὴ εἶναι τοῦ δικαίου· καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ ὁ κύριος; ὁ ἀπὸ ταύ της τῆς ὑπομονῆς τλητικῶς φέρων τὰ προσπίπτοντα ἐπίπονα ἐρεῖ· ὑπομένων ὑπέμεινα τὸν κύριον. σὺν δια θέσει ὑπομονητικῇ καὶ τὰ ἐπίπονα ἤνεγκα· πολλοὶ γάρ, ὡς εἶπον, τὰ ἐπίπονα φέρουσιν διά τι. ἐς[τὶν οὖ]ν? ὁ θεὸς ὑπ[ομο] νὴ τοῦ ἁγίου. καὶ ἐν Ἰηρεμίᾳ γοῦν λέγεται· θρόνος δόξης ὑψούμενος ἁγίασμα ἡμῶν, ὑπομονὴ Ἰσρ[αή]λ, κύριε τοῦ Ἰς- [ραήλ]. ὁ τοίνυν κατὰ ταύτην τὴν ὑπομονὴν πεποιωμένος καὶ παρονομαζόμενος ἀπ’ αὐτῆς ἐρεῖ· ὑπομένων ὑπέμ[εινα] τὸν κύριον. ὡς δοῦλος λαλεῖ.
PG 39:1543ὁ δουλεύων τῷ θεῷ κύριον αὐτὸν δι’ αὐτῶν τῶν πράξεων καὶ τῶν φρονημάτων καὶ τ[ῶν] λόγων ὁμολογεῖ. οὗτος ἐν πνεύματι ἁγίῳ κύριον Ἰησοῦν λέγει· οὐδὲ γὰρ πᾶς ὁ ὀνομάζων τὸν [Ἰησοῦν] [κύριον] ἐν πνεύματι τοῦτο ποιεῖ. καὶ ὑποκριταὶ γοῦν τοῦτο ποιοῦσιν. πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· κύριε κύριε. καὶ τί λέγει αὐτοῖς; οὐδέποτε ὑμᾶς ἔγνων. οὐδέποτε ἔγνων δουλεύσαντάς μοι. καὶ πάλιν· τί με λέγετε κύριε κύριε, καὶ οὐ [ποι]εῖτε ἃ λέγω; ὁ τοίνυν οὕτω κύριον Ἰησοῦν καλῶν τῷ τὸ θέλημα τοῦ πατρὸς αὐτοῦ ποιεῖν τοῦ οὐρανίου, ἐ?κεῖνος ἐν πνεύματι ἁ[γίῳ] κύριον αὐτὸν καλεῖ. δούλου οὖν ἐστιν ἡ φωνή. 2 καὶ εἰσήκουσεν τῆς δεήσεώς μου. ἐνλι[πὴς ὢ]ν? ᾐτ?ού?μ?η[ν τιν]ά, καὶ προσχὼν ὁ θεὸς τῇ δεήσει μου πεπλήρωκεν ταῦτα. ἐπεί περ ὑπομένων ὑπέμ[εινα !!!!! !]χ?[!!]κ?[!!]ν?[! τ]ὴ?ν ἐντολὴν περὶ ἧς ὁ σωτὴρ ἔλεγεν· ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. καταπαύσαντος δέ ἐστιν τὸ ὑπέμεινα. ἐπερ( )· καὶ ποῖον εἶχεν ὁ κύριος πρόσωπον; μὴ γὰρ ἐξ ἀνάγκης εἰρήκαμεν. ἐὰν οὖν ἐκ προσώπου τοῦ σωτῆρος λαμβάνῃςμέχρι γὰρ προπαθείας γέγονεν, οὐ γέγονεν ἐν πάθεσιν.
PG 39:1546ἤρξατο γοῦν Ἰησοῦς θαμβεῖσθαι καὶ ἀδημονεῖν. μέχρι ἀρχῆς γέγονεν αὐτῷ τὰ τοιαῦτα. προπά θεια?[ν] οὐ λέγομεν ἐν ἀτρέπτῳ γίνεσθαι· οὐ λέγομεν γάρ τινα ἄλλον ἄτρεπτον παρὰ τὴν τριάδα. ἐπεὶ τοίνυν ἡ ψυχή, ἣν ἀν[έλα]βεν Ἰησοῦς, ἄλλη ἐστὶν παρὰ τὴν τριάδα, πέφυκεν δέχεσθαι προπάθειαν καὶ ἀρχὴν τοῦ θαμβεῖσθαι καὶ ἀδημονεῖν. καὶ λ?[έγ]ω? ἀποστολικόν· ἀντὶ τῆς προκειμένης χαρᾶς ὑπέμεινεν σταυρὸν αἰςχύνης καταφρονήσας. εἰ μὴ γέγονεν ἀλ[ύ]ς?κων ἐν προπαθείᾳ, οὐκ ἦν ἀνδραγάθημα οὐδὲ ἆθλον. ἐπερ( )· τὸ προσέσχεν μοι; ἀντὶ τοῦ ἐπένευσεν. 3 [καὶ ἀ]νήγαγέν με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ὕλεως. ἐὰν ἕκαστος τῶν ἁγίων τοῦτο λέγῃ, λάκκον [τα]λ[αι]- πωρίας τὸν περὶ γῆν τόπον λέγει· λάκκος γάρ ἐστιν, ὅπου συνστρέφεται τὰ ὕδατα τὰ ὑψόθεν πίπτοντα. πολλαχοῦ οὖν τῶν θείων γραφῶν καὶ ὁ περὶ γῆν τόπος καὶ ὁ ᾅδης τῷ ὀνόματι τούτῳ σημαίνεται· ὅταν γὰρ ἐν τῷ εἰκοστῷ ἐνάτῳ ἐκ προσώπου τοῦ σωτῆρος κατὰ τὸν ἄνθρωπον λέγηται· ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. οὐδὲ γὰρ καταβαίνω ἐγὼ ε?[ἰ]ς? λ?[ά]κ?κον. ἄλλων ἕνεκα ἐκεῖ γέγονα. οὐκ ἄλλος με κατεβίβασεν.
PG 39:1548ἔτι δὲ ἐναργέστερον τοῦτο φαί νεται ἐκ τοῦ· πρ[οσελογ]ί[ς]θην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύ θερος. οὔκ εἰμι τῶ?[ν ἀ]γομένων εἰς τὸν λάκκον, ἀλλὰ προσελογίσθην. ἐκείνοις ἐμαυτὸν προσελόγισα. ἐγενόμην οὖν ὡς ἄνθρωπος ἀβοήθητος. οὐκ ἀβοήθητος ὢν γέγονεν ὡς ἀβοήθητος· ὅτε γὰρ ἦλθον ἐπὶ τῷ συνλαβεῖν αὐτὸν οἱ Ἰουδαῖοι, εἰ μὴ ἑαυτὸν ἐκδεδώκειν, οὐκ ἠδύναντο αὐτὸν λαβεῖν. εἰ ἐν νεκροῖς ἐλεύθερός ἐστιν, οὔκ ἐστιν τῶν κατὰ φύσιν εἰς τὸν ᾅδην γινομένων διὰ προαίρεσιν καὶ πρᾶξιν, ἀλλ’ ἑαυτὸν εἰς τοῦτο προσελογίσατο. ἀνήγαγέν με οὖν ἐκ λάκκου ταλαιπωρίας. ὁ ὑπωπιάσας τὸ σῶμα ἑαυτοῦ καὶ δουλαγωγήσας καὶ ἐπὶ γῆς περιπατῶν ἔτι ἐν οὐρανοῖς κτησάμε νος τὸ πολίτευμα, ἐκεῖνος ἀνήχθη ἀπὸ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ὕλεως. καὶ νῦν μὲν δυνάμει ἀνήχθη ἀπὸ τοῦ κόσμου καὶ τῆς ὕλης καὶ τοῦ πηλοῦ, ἀφ’ οὗ πέπλασται τὸ σῶμα πήλινον. καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς. καὶ ἔτι ὁ Ἰὼβ λέγει· μνήσθητι ὅτι πηλόν με ἔπλασας. ταῦτα δὲ λέξει καὶ Ἰησοῦς κατὰ τὸν ἄνθρωπον·
PG 39:1551γέγονα εἰς τὸν λάκκον τῆς ταλαιπωρίας, συνελογίσθην, ἵνα αὐτοὺς τῆς ταλαιπωρίας ἐλευθερώσω καὶ ἀπὸ πηλοῦ ὕλεως· δι’ αὐτοὺς γὰρ εἰς τὸν πηλὸν τῆς ὕλεως γέγονα. ὅταν τοίνυν τὸ σῶμα τοῦτο τὸ φθαρτὸν εἰς ἄφθαρτον μεταβάλῃ, οὐκέτι ὁ περικείμενος αὐτὸ ὑπὸ πηλοῦ κατέχεται καὶ ταλαιπωρίας, ἀλλ’ ἐρύσθη ἀπὸ τούτων. 3 καὶ ἔστης[εν] ἐπὶ πέτραν τοὺς πόδας μου. καὶ περὶ τοῦ καθόλου δικαίου τοῦτο λεγέσθω. πέτραν δὲ ἐν τούτοις ἀκουστέον τὸν ἀρραγῆ καὶ ἀδ?[ιαίρετον] τ?οῦ θεοῦ λόγον, ὃν οὐδεμία ζάλη ἢ τρικυμία κινεῖ. πολλαχοῦ οὖν τῶν ἱερῶν λόγων μνήμη πέτρας γίνεται οὐκ ἐπὶ αἰσθή[σε]ως δυναμένη λημφθῆναι· ὅταν γὰρ λέγῃ ὁ ἅγιος εὐχαριστητικῶς πρὸς τὸν θεόν· ἐν πέτρᾳ ὕψωσέν με, οὐ τοῦτο λέγει ὅτι· ἐν τῇ αἰσθητῇ πέτρᾳ μετεωρίσας με ἔθηκεν, ἀλλ’ ἐπὶ τὸν ἀρραγῆ καὶ ἀδιαίρετον λόγον. ἑρμήνευ σεν δὲ ταύτην τὴν πέτραν ὁ Παῦλος καὶ εἶπεν τίς ἐστιν, ὅτι ὁ Χριστός· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ πέτρα δὲ ἦν ὁ Χριστός. καὶ πάλιν ὁ αὐτὸς οὗτος ὑμνῳδὸς μεθ’ ἕτερα λέγει· κατεπόθησαν ἐχόμενα πέτρας οἱ κραταιοὶ αὐτῶν. οἱ τῶν Αἰγυπτίων πλησιάσαντες τῇ πέτρᾳ τὸ [οὐ]δὲν ὤφθησαν.
PG 39:1553καὶ ὥσπερ ἡ ῥάβδος ἡ Ἀρὼν κατέπιεν τὰς ῥάβδους τῶν ἐπαοιδῶν τῶν Αἰγυπτ[ίω]ν?, τουτέστιν ἐνίκησεν αὐτούς. ὅταν οὖν λέγῃ· κατεπόθη ὁ θάνατος, κατεπόθη Ἰσραήλ. ὅταν οὖν ἐνγίσωσιν τῇ πέτ?[ρᾳ οἱ] δοκοῦντες εἶ?[ναι] κραταιοί, σοφισταί, ἐριστικοί τινες ἢ καὶ πνεύματα πονηρά, κατα πίνονται, τὸ οὐδὲν ἀπ[οδεί]κ?[νυντ]α?ι?. [ἐπὶ τ]α?ύτην οὖν τὴν πέτραν, τὸν Χριστόν, ᾗ πλησιάσαντες οἱ ἐγγίζοντες κραταιοὶ τῶν Αἰγυπτίων καταπίνονται, ἵστανται οἱ τοῦ εὐεργετουμένου πόδες ἐκ τοῦ κλονεῖσθαι καὶ τρικυμίας ὑφίστασθαι καὶ πολεμίους ἔχειν. [ἡ ὑπομονὴ γίνεται. οὐκ ἀεὶ δὲ αὐτὰ πάσχει] ὅταν ἐν τῷ λάκκῳ τῆς ταλαιπωρίας ἐστίν, ὅτε ἐν τῷ πηλῷ τῆς ὕλεως, [ἡ ὑπομονὴ γίνεται. οὐκ ἀεὶ δὲ αὐτὰ πάσχει.] ὅταν δὲ τούτων ἐκτὸς γένηται τέλος τῆς ὑπομονῆς λαβούσης, ἵστανται λοιπὸν οἱ πόδες τοῦ εὐεργετηθέντος ἐπὶ τὴν εἰρημένην πέτραν. 3 καὶ κατηύθυνεν τὰ διαβήματά μ[ο]υ. καὶ ὅρα γε ὅτι πόρρω τῆς ἱστορίας ἡμᾶς ὁ λόγος ἀπάγει. οὐδεὶς ἑστηκὼς διαβαίνει, οὐδεὶς διαβαίνων ἕστη[κε]ν?. ὅταν τις τοίνυν κατὰ Χριστὸν βεβαιωθῇ ὥστ’ ἀνειπεῖν· τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ; τὰς δ?ιαβάς?[εις ἔχ]ει κατευθυνομένας·
PG 39:1556σπεύδει γὰρ ἀεὶ ἐπὶ τὰ ὑπέρτερα, ἐπὶ τὰ οὐράνια κατευθύνοντος τοῦ θεοῦ τὰ διαβήματα [τοῦ] τρέχοντος· οὐ γὰρ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ. 4 καὶ ἐνέβαλεν εἰς τὸ στόμ[α μου] ᾆσμα καινόν. εἰς τὸ στόμα τοῦ ἔσω ἀνθρώπου, τουτέστιν εἰς τὸν λόγον μου. ᾆσμα καινόν· πολλάκις ἡμῖν [!!!] τα περὶ καινοῦ, πῶς λέγεται. τὸ ἀδιάδοχον ἀεὶ καινόν ἐστιν, τὸ δὲ διαδεχθὲν παλαιόν. καὶ διὰ πλειόνων παραδει γμάτων πολλάκις ἀποδέδεικται. 4 ὕμνον τῷ θεῷ ἡμῶν. ὁ τῷ ὄντι ἀναχθεὶς ἀπὸ τῶν προειρημένων περιστατικῶν τοῦ τε λάκκου τῆς ταλαιπωρίας καὶ τοῦ πηλοῦ τῆς ὕλεως ἀδιάδοχον νίκην ἔσχεν. [!!!!]!![!]της ἀδιαδόχου τὸ ἐπινίκιον καινόν ἐστιν. τί δέ ἐστιν τοῦτο τὸ ᾆσμα καινόν, ἑρμηνεύει· ὕμνος ἐστὶν τῷ [θεῷ ἡμῶ]ν. ὅταν τὸν θεὸν ὑμνῶμεν, ὅταν διάλημψιν αὐτοῦ λάβωμεν, ὡς ἐφικτόν ἐστιν, ἐν τέλει γινόμενοι καινὸν? [ᾆς]μα ᾄδομεν· τὸ γὰρ ἐν τῷ τέλει ἀδιάδοχόν ἐστιν. διὸ καὶ ὁ ὕμνος ὁ ἐν αὐτῷ εὐχαριστητικῶς ἀναπεμπόμενος τῷ θεῷ ᾆσμα καινόν ἐστιν. 4 ὄψονται πολλοὶ καὶ φοβηθήσονται καὶ ἐλπιοῦσιν ἐπὶ κύριον.
PG 39:1558ὄψονται πολλοὶ ἀναχθέντα με ἀπὸ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ὕλεως καὶ στάσιν τῶν ποδῶν εἰληφότα ἐν τῇ πέτρᾳ καὶ κατευθυνόμενα τὰ διαβήματά μου καὶ ᾄδοντά με καὶ ὑμνοῦντα, καὶ φοβηθήσονται ὥστε καὶ αὐτο[ὶ] ἐλθεῖν εἰς τὴν τοιαύτην ἀγωγήν, καὶ ἐλπιοῦσιν ὥστε καὶ αὐτοὶ τυχεῖν τούτων τῶν ἤδη ἐμοὶ ὑπαρξάντων. 5 μακάριος ἀνήρ, οὗ ἐστιν τὸ ὄνομα κυρίου ἐλπὶς αὐτοῦ. ὁ Δαυὶδ ἔσχεν ποτὲ μονομάχιον πρὸς τὸν Γολιὰ καὶ οὐκ ἤλπισεν οὐκ ἐπ’ ἀσπίδι. ὁρᾷς ὅτι τὸ ὄνομα κυρίου ἐλπὶς αὐτοῦ γέγονεν. λέγεται δὲ πρὸς τῷ κυρίως σημαινομένῳ τῆς ἐλπίδοςοὐδὲν δὲ ἕτερόν ἐστιν ἐλπὶς ἢ ἀγαθῶν προσδοκίαπολλάκις καὶ τὰ ἤδη ὑπαρξαντά τινες ἐλπίδια ἑαυτῶν λέγουσιν. οἱ πλούσιοι γοῦν λέγουσιν τὸ ἐλπίδιόν μου οὐ τὸ προσδοκώμενον, ἀλλὰ τὸ ἤδη παρόν. καὶ τὸ ὄνομα οὖν τοῦ κυρίου ἤδη ἐλπίδα ὑπάρξα[σα]ν ἡγοῦνται οἱ ἤδη αὐτὸ ἔχοντες. 5 καὶ οὐκ ἐπέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς. ὁ ἐπιβλέψας ἐπὶ τὸν κύριον οὐκ ἐπιβλέπει ἐπὶ ματαιότητας καὶ μανίας ψευδεῖς. οὐκ ἐπιβλέπει ἐπ[ὶ παντ]ε?υ?χίαν, οὐκ ἐπὶ μέγεθος σώματος, οὐκ ἐπὶ στρατιωτικῇ χειρί, οὐκ ἐπ’ ἄλλῳ τινὶ τῶν δυναμένων ἀποτυγχ[άνεσθαι].
PG 39:1561[μα]νί αι δὲ λέγονται ψευδεῖς αἱ μαντεῖαι. εἰσὶν δὲ καὶ μανίαι οὐ ψευδεῖς· οἷον οἱ θεολημπτούμενοι, οἱ χριστολημπτούμενοι θεοφοροῦνται, καὶ οὔκ εἰσιν αὗται αἱ μανίαι ψευδεῖς, ἀλλὰ ἀληθεῖς, ἀντὶ τοῦ ἡ κατακωχή· εἰ μὴ γὰρ ἦσαν καὶ ἀληθεῖς μανίαι, οὐκ ἂν ἔλεγεν· ὁ μὴ ἐπὶ μανίας ψευδεῖς ἐσχηκὼς τὴν ἐλπίδα. οἱ κατὰ Φρύγαν, πῶς ταῦτα λέγεται οὐκ ἠγνοηκότες, καθ’ ἓν σημαινόμενον κα?[ὶ τ]ὴν μανίαν καὶ τ?ὴν ἔκστασιν λαβόντες τοὺς πνευματοφόρους ἄνδρας λέγουσιν ἐν ἐκστάσει λελαληκέναι, πεπροφητευκέ[να]ι. καὶ ἀληθεύουσιν μὲν ὅ τι κατ’ ἔκστασιν, οὐ μέντοι τὴν παραφοράν, οὐ τὴν παραφροσύνη?[ν]. ἐὰν γοῦν λέγῃ [Παῦλο]ς· εἴτε ἐξέστημεν, θεῷ, οὐ μανίαν λέγει, ἀλλὰ τὸ ἐκστῆναι τῶν ἀνθρωπίνων καὶ [!!!!! !!!!! !!!]![!!!!] δεδωκότα. λέγεται δὲ τὸ ῥῆμα τοῦτο καὶ ἐπὶ θαυμασμοῦ· καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰςραὴλ καὶ ἐπιζητήσουσιν κύριον τὸν θεὸν αὐτῶν καὶ Δαυὶδ τὸν βασιλέα αὐτῶν· καὶ ἐκστήσονται ἐπὶ τῷ κυρίῳ καὶ ἐν τοῖς ἀγαθοῖς αὐτοῦ. θαυμασμὸν ὧδε σημαίνει. 6 πολλὰ ἐποίησας σύ, κύριε ὁ θεός μου, τὰ θαυμάσιά σου.
PG 39:1563πειραθεὶς τῶν εἰρημένων εὐποιιῶν ἐπεὶ μὴ μόνων τούτων τῶν ἀ?[γ]α?θῶν ἀπήλαυσεν, ἀλλ’ , ἵν’ οὕτως εἴπω, μητρόθεν εἰς ταῦτα ἤχθηκαὶ αὐτὴ οὖν ἡ χρίσις αὐτοῦ παιδίου ὄντος παραδόξως [γέγο]ν?εν, κ[αὶ] λέγει ὅτι· πολλὰ ἐποίησας σύ, κύρι[ε] ὁ θεός μου, τὰ θαυμάσιά σου. πολλὰ καὶ μεγάλα ἐςτίν, καὶ τοῖς διαλογισμοῖς σου, [καθ’] οὓς ποιεῖς τὰ θαυμάσια, οὐδεὶς ὁμοιωθήσεται. οὐδεὶς δυνήσεται τοιαῦτα θαυμάσια ποιῆσαι, οὐδεὶς δυνήσεται ἐξαγαγεῖν τι [να] ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ὕλεως καὶ στῆσαι τοὺς πόδας αὐτοῦ ἐπὶ πέτραν καὶ κατευθῦναι τὰ διαβήματα [αὐ]- τοῦ καὶ τὰ ἄλλα. τὸ οὐκ ἔστιν τίς ὁμοιωθήσεται ἐὰν πρὸς τὸν πατέρα λέγηται, οὐ περὶ τοῦ υἱοῦ λέγει· οὐδεὶς γὰρ τῶν γενη τ?ῶν ὁμοιωθήσεται. ὁ δὲ υἱὸς οὐχ ὁμοιωθήσεται· ἀίδιος γάρ ἐστιν, εἰκὼν καὶ χαρακτὴρ τῆς [θεοῦ] ὑποστάσεως. οὔκ ἐστιν τῶν ἐπὶ μέλλοντι ἔχων τὸ ὁμοιωθῆναι· ὅμοιος γάρ ἐστιν. ἐπερ( )· τὸ τοῖς διαλογισμοῖς; διαλογισμοὶ κυρίως λέγονται οἱ λογισμ[ο]ὶ οἱ περὶ τῶν καθέκαστα.
PG 39:1566ὥσπερ ὁμιλία ἐστὶν ψυχῆς τὸ διαλογίζεσθαι καὶ οὐκ ἔστιν ἐν προφο - ρᾷ ἅμα πο?[λλὰ εἰπ]ε?[ῖ]ν, οὕτω καὶ οἱ λογισμοὶ οἱ τῶν καθέκαστα διαλογισμοὶ λέγονται. παραδέδοται τόπος ἐπιχει ρηματικὸ[ς ἐρωτῶν], εἰ ταὐτόν ἐστιν τὸ ἐπίστασθαι τῷ διανοεῖσθαι, καὶ εἴρηται, ὅτι οὐ ταὐτόν ἐστιν· πολλὰ μὲν γὰρ ἔστ?[ιν ἄ]φ?ν?ω ἐπίστασθαι, πολλὰ δὲ διανοεῖσθαι οὐχί, ὥστε οὐ ταὐτὸν τὸ ἐπίστασθαι τῷ διανοεῖσθαι. δύνα ται καὶ ὅλου? [γ]ένους λαβεῖν ἔννοιαν καὶ ὅλου εἴδους. ἐπιστῆσαι δὲ τοῖς καθέκαστα, ἕκαστον καθ’ ἑαυτὸ διανο ηθῆναι ἅμα οὐ δύναται. ἐπερ( )· ἵνα τὸ διανοηθῆναι ἐπὶ τῆς αἰσθήσεως; ἀλλ’ ἐπὶ τῶν καθέκαστα διανοητῶν. ὡς οὐκ ἔστιν ἅμα πολλὰ εἰπεῖν, πολλὰ δὲ εἰδέναι, λόγος δέ τις τῆς ψυχῆς ἐστιν ἡ διάνοια, οὐ δυνατὸν ἅμα πολλὰ διανοεῖσθαι. ὁ θεὸς οὖν διαλογισμοὺς τοιούτους ἔχει ὥστε ἅμα πάντα εἰδέναι, ὅμως δὲ ἑτέρως ἢ ὡς οἱ ἄνθρωποι· καὶ γὰρ ἐν Ἰσαίᾳ εἶπεν ὅτι· ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτω διανοήματα ὑμῶν ἀπὸ τῆς δια νοίας μου. τὴν ὑπεροχὴν τῆς ἑαυτ[οῦ] διανοίας ἠθέλησεν ἐξ αἰσθητ[ικ]οῦ παραδείγματος δεῖξαι·
PG 39:1568οὐ γὰρ τοπικῶς ἀφέστηκεν ἡ αὐτοῦ διάνοια τῆ[ς] διανοία[ς] τῶν ἀνθρώπων, ἀλλὰ μεγέθει ὑπεροχῆς. 6 καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστιν τίς ὁμοιωθήσεται. οὐδεὶς τοῖς διαλογισμοῖς τοῦ θεοῦ ὁμοιοῦται. ὡς εἰ ἔλεγες· οὐδεὶς τῇ δημιουργίᾳ τοῦ θεοῦ ὁμοι ωθήσεται. κἂν γὰρ ὦσιν δημιουργοὶ παρὰ ἀνθρώποις, ἀλλὰ οὐ τὴν ὑποκειμένην ὕλην κατασκευάζουσιν τῶν γινομένων. οἷον ὁ τέκτων ἐὰν ποιῇ κλίνην ἢ θρόνον οὐχὶ καὶ τὸ ξύλον ποιεῖ ἐν τῇ τέχνῃ. τὸ τέλος μόνον ἐπιτί θη?σιν? [τ]ῇ π?ρολαβούσῃ [ὕ]λ?ῃ. ὁ δὲ θεὸς οὐχ εὑρὼν ὕλην τὸ εἶδος αὐτῇ ἐπιτίθησιν, ἀλλὰ συνυφίστησιν αὐτὴν τῷ εἴδει. 6 [ἀπήγγει]λα καὶ ἐλάλησα, ἐπληθύνθησαν ὑπὲρ ἀριθμόν. οἶδας ὅτι ἐὰν μή τι νοήσωμεν ὡς δεῖ καὶ θελήσωμεν αὐτὸ ἄλλῳ [ἀ]παγγεῖλαι, πῶς ποτε λέγομεν οὕτω καὶ οὕτω, ὅταν ἐπιστώμεθα ὅτι οὐ περιεδραξάμεθα οὗ ἠθελήσαμεν εἰπεῖν. καὶ οὗτος οὖν λέγει· ἀπήγγειλα καὶ ἐλάλησα. ἐπεὶ τῶν διαλογισμῶν σου οὐδεὶς ὅμοιός ἐστιν, ἀπήγγει λα καὶ ἐλάλησα. δύναται δὲ καὶ οὕτω λαβεῖν· ἀπήγγειλα κατὰ τὴν διάθεσιν, κατὰ τὴν νόησιν, καὶ ἐλάλησα αἰσθητῶς κατὰ τὴν προφοράν· πρῶτον γὰρ δεῖ νοῆ?[σα]ι, εἶθ’ οὕτως εἰπεῖν. ἐπερ( )·
PG 39:1571ἐπληθύνθησαν ὑπὲρ ἀριθμόν; οἱ διαλογισμοί, οἷς οὐδεὶς ὁμοιοῦται. 7 θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας. λοιπὸν λέγει· ἀνήγαγές με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ὕλεως, [ἔστ]ησας ἐπὶ πέτραν τοὺς πόδας μου, κατηύθυνας τὰ διαβήματά μου. ὅσον ἐπὶ τοῖς χριστηρίοις τούτοις λόγοις καὶ [ταῖς ἔτι] μ?ε?ί?ζ?οσιν ε?[ὐεργεσί]αις ἔδει θῦσαι καὶ ὁλοκαυτῶσαι τῷ θεῷ. ἀλλ’ οὐκ ἠθέλησας τὰ αἰσθητὰ ὁλοκαυτώματα, τὰς θυσίας τὰς σωματικὰς τὰς ἐκ σφαγῆς ζῴων καὶ τῶν ἄλλων, τὰ σκιώδη. 7 σῶμα κατηρτίσω μοι. ἀντὶ τούτων. ἑρμήνευσεν οὖν ὁ ἀπόστολος, ὅτι τοῦτο τὸ σῶμα ἡ λογικὴ καὶ ἀναίμακτός ἐστιν θυσία. ὅταν οὖν μείζω[ν] τις εὑρεθῇ θυσία, τότε τὰς προτέρας οὐκέτι θέλει· οὔκ εἰσιν αὐτῷ θεληταί. μὴ ταραττέτω σε τὸ τῶν Διμοιριτῶν· λέγουσιν γάρ· ὁρᾷς ὅτι σῶμα; μὴ γὰρ ὁ λέγων ὅτι· σῶμά μοι κατηρτίσω, τοῦτο λέγει ὅτι μόνον· καὶ γὰρ ὁ τέλειον ἄνθρωπον ἔχων ἔχει σῶμα, ἀλλ’ οὐ μόνον. μονοπρόσωπον δὲ εἶπον ἐξ ἀρχῆς τὸν ψαλμόν· ἀπὸ γὰρ τῆς ἀρχῆς ἕως τοῦ τέλους τὸ αὐτὸ λέγον πρόσωπον εἰ[σῆκτ]α?ι. ὥσπερ οὖν ἐνταῦθα εἶπεν· σῶμα δὲ κατηρτίσω [μοι], καὶ ἐν τοῖς ἑπομένοις ἐρεῖ·
PG 39:1573οἱ ζητοῦντες τὴν ψυχήν μου το[ῦ] ἐξᾶρα[ι αὐτήν]. ἰδοὺ καὶ ψυχὴν ἔχει, ἰδοὺ καὶ σῶμα. ἐπειδὴ δὲ περὶ αἰσθητῶν θυσιῶν διαδεχθεισῶν ὑπὸ τοῦ πνεύματος ὁ λόγος ἐστ?[ίν], εἶπεν τὴν διαδεχομένην θυσίαν. οὐχ ἡ ψυχὴ δέ ἐστιν ἡ κατὰ τοῦτο τὸ σημαινόμενον θυσία γενομένη, ἀλλὰ τὸ σῶμα. εὖ δὲ καὶ τὸ οὐκ ἐξηρτίσω, ἀλλὰ αὐτὸς αὐτὸ κατηρτίσω, πνεύματος ἁγίου ἐπελθόντος ἐν τῇ Μαρίᾳ καὶ τῆς τοῦ ὑψίστου δυνάμ[ε] ως ἐπισκιασάσης αὐτῇ. διὰ τοῦτο οὐκ ἠθέλησας οὐκέτι ἐκείνας τὰς θυσίας καὶ προσφοράς, ἐπεὶ σῶμά μοι κατηρτί[σω] τὸ μέλλον θυθῆναι ὑπὲρ πάντων. καὶ τοῦτο δύναται λέγεσθαι· διὰ τοῦτο θυσίαν καὶ προσφορὰν? οὐκ ἠθέλη σας, ἐπεὶ κατηρτίσω ἡμῖν σῶμα, ὅπερ ἱερουργεῖν καὶ θύειν σοι δυνάμεθα· παρακαλῶ ὑ[μᾶς διὰ] τῶν οἰκτι [ρμ]ῶν, παραστῆσαι τὰ σώματα λογικὴν θυσίαν. ἐν ἄλλοις κεῖται· ὠτία δὲ κατηρτίσω μοι. [ὁ εἷς μὲν οὖ]ν ἑρμηνεύ ων τοῦτο λέγει ὅτι· ἐπεὶ αἰσθητὴν θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, ὠτία μοι κατη[ρτίσω], δ?ι’ ὧν ἀκούω τὰ περὶ τῶν δηλουμένων ὑπὸ τῶν αἰσθητῶν, οἷον τῆς νοητῆς [θ]υσίας τῆς αἰνέσεως· θύσα[τε] τῷ θεῷ θυσίαν αἰνέσεως.
PG 39:1576εἰς ἀκρόασίν με λοιπὸν καλεῖς, οὐκέτι αἰσθητὰ ἱερουργούμενα ζητεῖς, ἵν’ ᾖ τὸ λεγ?[ό]μενον ὅμοι ον τῷ· ἡ παιδεία κυρίου διανοίγει μου τὰ ὦτα. ὁ ἄμουσος ἄνθρωπος οὐκ ἔχει ὠ[τ]ίον πρὸς τὸ ἀκοῦσαι μουσικῶν λόγων. καὶ ἄλλος δὲ εἶπεν τῶν ἑρμηνευτῶν· ὠτία δέ μοι ἔσκαψας, ἐπεὶ τὴ?[ν ἀ]μ?βλύτητα αὐτῶν περιεῖλες, τὸ ἐμ ποδίζον τῇ ἀκοῇ περιεῖλες. ἐπερ( )· ἐπὶ τοῦ Ἰησοῦ πῶς λαμβάνομεν; εἶπον [ὅτι] αἱ ἀλληγορίαι οὐκ ἐξομαλίζονται πρὸς τὰς ἱστορίας. καὶ πολλάκις τὸ τοῦ Ἀβραὰμ καὶ τῶν δύο γυναικῶν παρ?[ε]ί[λ]ηφα. εἶπόν σοι ὅτι οὔκ ἐστιν ἄτρε πτος οὐσία ἡ ψυχὴ τοῦ Ἰησοῦ. ὁμοούσιός ἐστιν ταῖς ἄλλαις καὶ πᾶν ὃ ἔχει καλόν, παρὰ τοῦ θεοῦ λόγου ἔχει αὐτό. ἐπεὶ τοί νυν ἔχει καὶ τὸ ἀκούειν καλῶς, παρὰ τοῦ σωτῆρος ἔχει αὐτό. τῷ χ?ρ?ω?μένῳ αὐτῇ ναῷ ὑπῆρκται. 7 ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας. οὐδὲ ἐζήτησας οὐδὲ εὐδόκησας ἔτι τὰ τῆς σκιᾶς. τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; πλήρης εἰμί. ὁλοκαυτώματα τῶν κριῶν καὶ στέαρ ἀρνῶν ο[ὐ βού]λομαι. 8 τότε εἶπον· ἰδοὺ ἥκω. τότε ἐγὼ ᾧ σῶμα κατηρτίσω, εἶπον· ἰδοὺ ἥκω, [ἀ]ντὶ τοῦ·
PG 39:1578[ἐπεὶ σκοπὸς τ]ῆς ἐπιδημίας αὐτοῦ οὗτός ἐστιν τὸ τὴν σκιὰν τέλος ἀπολαβεῖν, τὸ μηκέτι θυσίας καὶ [ὁλοκαυτώ]μ?α? τα προσάγεσθαι, ἥκω ἐγώ, ἵνα πληρώσω τὴν θυσίαν ὁλοκαύτωμα γενησόμενος. 8 ἐν κεφ[αλί] δι βιβλίου γέγραπται περὶ ἐμοῦ. κεφαλὴ βιβλίου λέγεται πᾶσα ἡ θεόπνευ[ς]τος γραφή· τὸ γὰρ κεφά λαιον τῆς γραφῆς ἡ περὶ Χριστοῦ ἐστιν πολιτεία. κατὰ δεύτερ?[ο]ν? λόγον καὶ περ[ὶ ἄ]λ?λων λεγέσθω· εἰ μὴ γὰρ ἤμελλεν ἡ ἐπιδημία γίνεσθαι, οὐκ ἂν αἱ παλαιαὶ γραφαὶ π?[ρ]ο?ανεφώνου[ν] τὸ εὐαγγέλιον. ἐπερ( )· ἐπὶ τῆς πεντατεύχου τοῦτο ἐγράφη; πᾶσαν γρ?αφὴν λέγει βιβλίον εἶναι, οὗ ἐ[στι]ν? κεφαλὶς τὸ τέλος δι’ ὃ αἱ γραφαὶ δέδονται, ἡ σωτηρία, ἡ ἐπιδημία. ἐπερ( )· ἡ γένεσις [οὖν] τ?οῦ κόσμου [διὰ το]ῦτο προιςτορήθη; ἵνα δεξιώσῃ τὴν γένεσιν τοῦ κόσμου ἐπὶ τῶν ἀνθρώπων, κα?[ὶ μετὰ ταύ]τ?η?[ν τὴν γένε]σιν τῶν ἀνθρώπων, ἵνα χώραν λάβῃ ἡ ἐπιδημία. ἀμνός ἐστιν τοῦ θεοῦ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
PG 39:1581τὸ λεχθῆναι ὅτι ὁ Ἀδὰμ παρέβη διὰ παρακοῆς καὶ ὁ σωτὴρ δι’ ὑπακοῆς δεδικαίωται, οὐ τὴν ἀναφορὰν ποιεῖται περὶ τοῦ σωτῆρος, ὅς ἐστιν τύπος τοῦ μέλλοντος, ἐπεὶ αὐτὸς ὁ Ἀδὰμ τύπος τοῦ μέλλοντός ἐστιν; τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐ[γ]ὼ δὲ λέγω εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν. ὅτι δὲ οὐ πάντως, εἰ [πεν] λέγεται βιβλίον, ἐπὶ τῆς αἰσθήσεως δεῖ λαβεῖν [αὐτ]ό, ὁ Ἰεζεκιὴλ ἀκούει ὑπὸ τοῦ θεοῦ· χάνον τὸ στόμα σου, καὶ ὁρᾷ ἐπὶ τῆς θεοῦ χειρὸς βιβλίον, καὶ λέγει ὅτι· λάβε αὐτὸ [καὶ] φάγε, καὶ πλησθήσεται ἡ κοιλία σου. καὶ ἔφαγον, φησίν, καὶ ἐγένετο γλυκασμὸς ἐν τῇ κοιλίᾳ μου. καὶ λέγει· [τοῦ]το τὸ βιβλίον γέγραπται ἔσωθεν καὶ ἔξωθεν. κατὰ τὰ πνευματικὰ καὶ νοητὰ ἔσω γέγραπται, κατὰ τὰ [αἰ]σθητὰ καὶ προφανῆ ἔξω. πλὴν ὁ σοφὸς ἀμφότερα κατεσθίει καὶ εὑρίσκει συμφωνίαν τῶν τε συμ [βό]λ?ων καὶ τῶν πρωτοτύπων. καὶ ἐν Ἰσαίᾳ πάλιν λέγει· καὶ ἔσται τὰ ῥήματα ταῦτα ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου, ὃ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα λέγοντες· λάβε, ἀνάγνωθι. λέγει· οὐ δύ ναμαι, ἐσφ[ρ]άγισται γάρ. ὁ δὲ ἀγράμματος λέγει· οὐκ ἐπίσταμαι γράμματα.
PG 39:1583αἰτοῦντες ἐκεῖνος διέφερεν εἰ ἐσφράγιστο ἢ οὐκ ἐ[σφράγις]τ?ο. καὶ λαμβάνομεν πάλιν τὴν θεόπνευστον γραφήν, τὸν δὲ ἐπιστάμενον γράμματα καὶ μὴ δυνά?[μενον ἀ]ναγνῶναι διὰ τὰς ἐπικειμένας σφραγῖδας τὸν ἐκ περιτομῆς λαόν, τὸν δὲ μὴ ἐπιστάμε - νον γράμμα[τα τὸν ἀπ]ὸ τῶν ἐθνῶν. 9 τοῦ ποιῆσαι, ὁ θεός, τὸ θέλημά σου ἠβουλήθην. διὰ τοῦτο εἶπον· ἰδοὺ ἥκω, ἐπεὶ τὸ θέλημα [ἠβου]λήθην σου ποιῆσαι μετὰ τὸ μὴ θελῆσαί σε θυσίαν καὶ προσφοράν. οἱ ψευδοδοξοῦντες περὶ τὸν Χριστὸν λέγουσιν ὅτι διάφορα θελήματά εἰσιν· καὶ γὰρ ἐνταῦθα λέγει· ἥκω, βούλομαι ποιῆσαι τὸ θέλημά σου, ἐν τῷ εὐαγγελίῳ· καταβέβηκα ἀπὸ τοῦ οὐρανοῦ οὐχ ἵν[α] ποιήσω ἀνθρώπινον θέλημα, ἀλλὰ τὸ τοῦ πέμψαντός με. διὰ τοὺς λέγον τας οὖν ὅτι δύο θελήματα, ἐροῦμεν ὅτι· [τὰ δι]άφορα θελήματα γίνονται ἤτοι κατὰ τὸ μᾶλλον καὶ ἧττον ἢ κατ’ ἐναντιό τητα. ὁ προκόπτων ἐν ἀρετῇ θέλει δ?[ικαιος]ύνην καὶ ὁ τελειωθείς, καὶ οὔκ ἐστιν τὸ τοῦ τελείου θέλημα ταὐτὸν τ[ῷ] προκόπτοντος ἢ εἰσαγομένου. γί?- [ν]ε?ται δὲ ἢ πληθὺς ἢ δυὰς τῶν θελημάτων κατὰ τὸ μᾶλλον καὶ τὸ ἧττον, γίνεται δὲ καὶ κατ’ ἐναντιότητα, ὅταν? ὁ?
PG 39:1586μέν τις ἀγαθὰ αἱρῆται, ὁ δὲ κακά, ὁ δὲ θέλῃ σωθῆναι, ὁ δὲ ἁμαρτεῖν. τὸ τοίνυν τοιοῦτον θέλημα τῷ υἱῷ προσάψαι τὸ κ?[α]ὶ ἐναντιότητα ἔχον, ἐσχάτη ἐστὶν ἀσέβεια. εἶτα δὲ καὶ τὸ πρὸς τοὺς Μανι χαίους ποιοῦμαι. ποιητέον πρὸς τούτους· τὸ θέλημα τοῦ σωτῆρος εὑρίσκεται ἀγαθὸν ὄν· λέγει γὰρ καταβεβηκέναι ἀπὸ τοῦ οὐρανοῦ [ἵνα] ποιῶ τὸ θέλημα τοῦ θεοῦ. τὸ δὲ ποιεῖν τὸ θέλημα τοῦ θεοῦ ἀγαθόν ἐστιν. καὶ πάλιν· ἐλήλυθεν ζητῆσαι καὶ σῶσαι τὸ ἀ[πολω]λός. καὶ [πάλ]ιν· ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. εἰ τοῦτο τοῦ υἱοῦ τὸ θέλημα, θέλει πάντα τὰ ἐπωφελῆ [!!!!! !!!!! !!]εομυχη. ἐναντίον δὲ [ὂ]ν αὐτῷ τὸ θέλημα τοῦ πατρός, σοὶ καταλιμπάνω τὸ ἀκόλουθον σκοπεῖν. εἰ δὲ [κατὰ] τὸ μᾶλλον καὶ τὸ ἧττον ἐν θελήμασιν ἐν διαθέσει εὑρίσκεται, ἔσται καὶ ὁ πατὴρ ἔχων διάθεσιν καὶ ὁ υἱός, τουτέστιν ποιότητα, καὶ οὐκέτι ἀσώματος ὁ πατήρ, οὔκ ἐστιν ἁπλῆ? οὐσία, οὔκ ἐστιν ἀσύνθετος. οὐδὲ κατὰ τὸ μᾶλλον καὶ τὸ ἧττον ῥητέον οὐδὲ κατ’ ἐναντιότητα· τὸ γ[ὰρ τ]οῦ υἱοῦ θέλημα ἀ?[πο]δείκνυται ὅτι ἀγαθόν ἐστιν.
PG 39:1588[οὐ θεμιτὸν δὲ κατὰ θεὸν εἰπεῖν] ὅμως λέγει τοῦτο θέλημα αὐτοῦ εἶν?[α]ι τὸ τελειῶσαι τὸ θ?[έ]λ?ημα τοῦ πατρός. [οὐ θεμιτὸν δὲ κατὰ θεὸν εἰπεῖν]. οὐδὲ ἐναντίον ἐστὶν οὐδὲ κατὰ τὸ μᾶλλον καὶ ἧττον. περὶ ἄρα τοῦ ἀνθρώπου δεῖ ἐκλαβεῖν ταῦτα. 9 καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου. ἐστὶν τροφὴ πνευματικὴ χω ροῦσα εἰς τὴν κοιλίαν [τοῦ ἔ]- ς?ω ἀνθρώπου. π[νευμα]τικὴ δὲ τροφή, παντί που δῆλον, ὁ νόμος· οὐδὲ γὰρ αἰσθητή ἐστιν τροφή. αὕτη δὲ ἡ κοιλία πολλάκις ἐπαινεῖται, καὶ ἐν τῷ· ἀπὸ τοῦ φόβου σου ἐν γαστρὶ ἐλάβομεν. καὶ ὥσπ?[ερ] αὕτη ἡ κοιλία ἐν γαστρὶ λαμβάνει ἀπὸ θείου πνεύματοςτοῦτο δέ ἐστιν ὁ τοῦ θεοῦ φόβος, οὕτω καὶ θείαν τροφὴν δέχετ?[αι] εἰς ἑαυτήν. μηκέτι θέλοντός σου θυσίαν ἢ προσφορὰν ἢ ὁλοκαυτώματα τὸν πνευματικὸν νόμον τρο[φὴν] ἔσχον. 10 εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ. μεγάλη ἐκκλησία ἐστὶν ἡ ἐκ τῶν κα[θέκας] τα μεγάλων συνκειμένη, περὶ ὧν ὁ Παῦλος· σοφίαν ἐν τοῖς τελείο[ι]ς λαλοῦμεν, ὡς τὸ τούτων ἄ[ρα] ἄθροισμα ἐκκλησία μεγάλη ἐστίν. δικαιοσύνην οὐ τὴν κατὰ νόμον, περὶ ἧς λέγει ὁ ἀπόστολος· κατὰ τὴν [ἐν νό] μῳ δικαιοσύνην γενάμενος ἄμεμπτος.
PG 39:1591ταύτην οὖν τὴν δικαιοσύνην εὐηγγελισάμην τῇ μεγάλῃ ἐκκλησί[ᾳ]· εἰ γὰρ τὸ γράμμα καὶ τὴν σκιάν, οὐ μεγάλοις εὐηγγελίζετο, ἀλλὰ νηπίοις. ἐπερ( )· ποίαν δικαιοσύνην; περὶ ἧ?[ς] ὁ σωτὴρ ἔλεγεν· ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν γραμματέων καὶ Φαρισαίω[ν, μ]ὴ? κ?α?τ?ὰ? τὴν σκιὰν αὕτη ἐστίν; ἡ ὑμῶν οὖντῶν μαθητῶν, ὁ σωτὴρ λέγει, περισσευσάτω ἡ δικαι[οσύνη] πλείω τῆς ἐκείνων. καὶ λέγει, ὅτι σὺν ἀγνοίᾳ ἦν ἡ ἐκείνων. διὰ τοῦτο μὴ ἀγνοήσωμεν τὴν τοῦ θεοῦ [δικαιοσύ]νην, ἀλλ’ εὐ αγγελισώμεθα αὐτήν. 10 ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω. χείλη ὧδε τὸν λόγον λ?[έγει. πολλάκ]ις ὅταν ἐπὶ μικρῶν καὶ ἀτελῶν ἀνθρώπων καλέσῃ λόγος εἰπεῖν τι, κωλύομεν ἑαυτῶν τὰ χείλη, ο[ὐ]κ? [ἔχομ]εν αὐτὰ ἀπο λελυμένα, ἀλλὰ συνκαταβαίνομεν, ἐπικρύπτομεν, παροιμιωδ[ῶ]ς λέγομεν, καὶ κ[ωλ]ύ?εται ἡμῶν τὰ χείλη. ὅταν δὲ τελείοις καὶ μεγάλῃ ἐκκλησίᾳ, [ἐπεὶ] οὐ κωλύει ἑαυτ[οῦ τὰ] χ?είλη, [ἐπεὶ] οὐδὲν ἐνποδίζει ἐκείνοις εἰπεῖν. δυνατὸν δὲ καὶ τοῦτο εἰπεῖν· ὡς τό· καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετ[ήσει ἡ]μέρας καὶ νυκτός. οὐδέποτε κωλύει ἑαυτοῦ τὰ χείλη ἀεὶ τοὺς τοῦ θεοῦ λόγους προφέρων?.
PG 39:1593[τὸ] δὲ ἀεὶ οὕτω ἄκουε· ὡς δεῖ καὶ ὡς προσῆκόν ἐστιν τοῦτο ποιεῖν· κἂν γὰρ σιωπᾷ, ἐν τ[ῇ] διανοίᾳ λαλ[εῖ], κ?αὶ καθεύδων, ὅταν ὡς δίκαιος καθεύ δῃ, μετὰ λόγου τοῦτο ποιεῖ. καὶ διὰ τῆς σιωπῆς μνᾶταί τι ἀγαθόν. 1011 κύριε, σὺ ἔγνως τὴν δικαιοσύνην μου. ἐπεὶ πολλὰ τὸ δὴ λεγόμενον ἐμαρτύρησεν ἑαυτῷτὸ γὰρ εὐαγγελίσασθαι δικαιοσύνην ἐν ἐκκλ[ης]ίᾳ μεγάλῃ μέγα ἐστὶν καί, ἵν’ οὕτως εἴπω, ὑπὲρ ἄνθρωπον, λέγει τῷ θεῷ· σὺ ἔγνως τὴν δικαιοσύνην μου. τα[ύτ]η?ν, ἣν ἀπαγ γέλλω, ἔχω καὶ πεποίωμαι κατ’ αὐτήν. εἰ δὲ καὶ περὶ τοῦ ἀνθρώπου τοῦ σωτῆρος λέγ[οι]το ὁ ψαλμό[ς, ὅτι]· ἐπεὶ οὐκ ἔ γνω ἁμαρτίαν, ἀλλὰ ἡ ἁμαρτία ἣν γέγονεν, δικαιοσύνης ἐστὶν ποιητ?ική. δύνα?[ται δὲ] καὶ τ[οῦτο]· κἂν ἀ γνο[οῦ]ντές τινες βλάςφημα περὶ ἐμοῦ λέγουσιν, ἀλλὰ σὺ ἐπίστασαι τὴν δικαιο[σύνην μου. ὡς καὶ ἡ Σω]ς?ά?[ν] να εἶπεν· σὺ ἐπίστασαι ὅτι ψευδῆ μου καταμαρτυροῦσιν. 11 οὐκ ἔκρυψα ἐν τῇ [καρδίᾳ μου τὴν ἀλήθειάν] σου. ὁ γνοὺς τὴν τοῦ θεοῦ δικαιοσύνην οὐ κρύπτει τὴν σύνζυγον αὐτῇ ἀλήθεια[ν ἐν τῇ καρδίᾳ. σύνζυγος τῇ] δικαιοσύνῃ ἡ ἀλήθεια ὀνομάζεται ὅταν λέγῃ·
PG 39:1596ἀλήθεια ἐκ τῆς [γ]ῆς ἀνέτειλεν, [καὶ δικαιοσύνη ἐκ τοῦ] οὐρανοῦ διέκυψεν. τὸν σωτῆρα λέγει δικαιοσύνην ἐκ τοῦ [οὐρα]ν?οῦ διακεκ?[υφυῖαν· λέγει γάρ· ἔκλινεν] τὸν οὐρανὸν καὶ κατέβη. ἀνέτειλεν δὲ ἐκ τῆς γῆς λαβού[σης τέλος τῆς ἐπιδημίας. δύναται δὲ καὶ] οὕτω λαβεῖν· ὅταν ἐκ τῆς γῆς, τῆς ψυχῆς ἐκείνης τῆς ἀγαθῆς [καὶ καλῆς ἀνατείλῃ τῆς ἀκουσάσης τὸν λόγον] [κ]α?ὶ καρποφορησάσης. διακύπτει οὖν ἐκ τοῦ οὐρανοῦ ἡ δικαιοσύνη. καὶ ἐν ἄλλῳ ψαλμῷ λέγει· ἔλεος καὶ ἀλήθεια [συ]νήντης[α]ν, δικαιοσύνη[ν] καὶ εἰρήνη[ν] κατεφίλησα[ν]. οἱ ἀναγιγνώσκοντες τὰς ἱστορίας εὑρίσκουσιν, [ὅτ]ι ἀπὸ ἀδικημάτων οἱ πόλεμοι καὶ ταραχαὶ ἐνίστανται. ἡ δὲ ἀλήθεια ἔχει ἔλεον θεοῦ· εἰ μὴ ἐλεήσῃ γὰρ θεός, [οὐ] δ?ύναταί τις γνῶναι τὴν ἀλήθειαν, ὅση καὶ οἵα ἐστίν. διὰ τοῦτο οὖν ἔλεο[ς] καὶ ἀλήθεια[ν] συνήντησαν. δυνατὸν δὲ [καὶ] τ?ὸ ἔλεος, οἷον ὁ τὸν πλησίον ἀγαπῶν ὡς ἑαυτὸν ἐλεήμων ἐστὶν τοῦ πλησίον καὶ αὐτὸς τὸν ἴσον ἔλεον παρ’ αὐ τοῦ [ἀπ]α?ιτῶν· καὶ γὰρ ἡ ἀλήθεια φανεροῦται. ὥσπερ οὖν ἡ δικαιοσύνη ἡγεῖται τῆς εἰρήνης, οὕτω καὶ [ὁ ἔλεος] [τῆς ἀληθείας]. πλὴν ἀμφότερα ἓν καὶ ταὐτόν ἐστιν.
PG 39:1598ἐὰν οὖν ἐπαισχυνθῇ τὸν Ἰησοῦν καὶ τοὺς λόγους αὐτοῦ, τὴν ἀλήθειαν αὐτοῦ ἐπαισχύνεται. 11 καὶ τὸ σωτήριόν [μ]ου εἶπα. ἡ ὁμολογία τῆς ἀληθείας σωτήριόν μού ἐστιν. ε?ἰ δ?[ὲ] κ?[αὶ τὸ]ν Χριστὸν λέγει τὴν ἀλήθειαν, αὐτὸν πάλιν λέγει τὸ σωτήριον, καὶ τὸ σωτήριόν μου ἐλάλησα καὶ τὴν ἀλή[θειάν σου] ἐφανέρωσα. τὸ σωτήριον ὄντα τὸν Χριστὸν ὃν φανερῶ, λαλῶ. 11 οὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλή[θειάν ς]ου ἀπὸ συναγωγῆς πολλῆς. εἴπομεν ὅτι συνέζευκται τῇ ἀληθείᾳ τὸ ἔλεος. συναγωγὴν δὲ πολ[λὴν λ]έγει τὴν ἀπὸ ἐθνῶν πιστεύσασαν, τὴν ἀπὸ πάντων τῶν ἐθνῶν συνκροτηθεῖσαν. καὶ ὁ σοφ[ὸς τοῦτο] λ?έγει καὶ ὁ Ἰησοῦς κατὰ τὸν ἄνθρωπον. 12 σὺ δέ, κύριε, μὴ μακρύνῃς τοὺς οἰκτιρμούς σου ἀπ’ ἐμοῦ. οἰκ[τιρμοῖς τ]οῖς [σο]ῖς εἰς τὸ ἀμέμπτως καὶ ὡς δεῖ λέγειν ἐλήλυθα. μὴ μακρύνῃς οὖν αὐτούς, ἵν’ ἐπι μείνω? [τοιο]ῦ?τος. ταχὺ προκα[τα]λαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, κύριε, ὅτι ἐπτωχεύσαμεν σφόδρα. ἐὰν μακρυνθῶσιν οἱ οἰκτιρμοί, γίνεται πτωχεία. φυλάττεται ἐκεῖνος, ἀφ’ οὗ οὐκ ἐμακρύνθησαν, πλούσιο[ς]· πλούσιο[ς] δὲ ἐν τῷ ε?[ἰληφ]έναι τὴν ἀλήθει[α]ν? καὶ τὸ ἔλεος.
PG 39:160112 τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου διὰ παντὸς ἀντελάβοντό [μου]. οἰκτίροντός σου ἐμὲ ἀντελάβοντό μου τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου. μὴ μα κρύνῃς οὖ?ν? τοὺς οἰκτιρμούς σου, [ἵν]α μείνῃ οὕτως ἀ?ν?τιλαμβανομένη ἡ ἀλήθειά σου καὶ τὸ σύνζυγον αὐτῇ ἔλεος. 13 ὅτι περιέσχον με κ[α]κ[ά], ὧν οὐκ ἔστιν ἀριθμός. διὰ τοῦτο μὴ μακρύνῃς τοὺς οἰκτιρμούς σου ἀπ’ ἐμοῦ, ὅτι κακὰ πολλὰ περιέσχον με οὐχ ὑποβαλλόμενα ἀριθμῷ ἤτοι διὰ τὸ πλῆθοςἐὰν τὰ ἐπίπο να σημαίνηται, διὰ τὸ πλῆθος [οὐκ] ἔχουσιν ἀριθμόν. ἐὰν δὲ τὰ ἄλλα κακά, τὰ πρακτὰ περὶ ὧν εἴρηται· ἐν [γέλω]τι ἄφρω[ν] πράττει κακά, οὔκ εἰσιν ἐν λόγῳ τινὶ ἢ ἀριθμῷ· οὐ γὰρ τῶν ὄντων εἰσίν, ἐπινοή μα- [τά εἰς]ιν ἀνθρώπ[ων], π?αραβάσεις? εἰσὶν θείων νόμων. τὸ διττὸν οὖν τῶν κακῶν λάμβανε σημαινό [μενον]. 13 [κα]τέλαβόν με [αἱ] ἀνομίαι μου, καὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν. δυνατὸν δὲ καὶ οὕτω λα [βεῖν· ὅτι περιές]χον με κακὰ οὐχ ὑποπίπτοντα ἀριθμῷὡς εἴρηται νῦν, δύο τρόπους, διὰ τοῦτο· αἱ γὰρ [ἀνομίαι μου κατέ]λαβόν με. ἀπὸ ἄλλης δὲ ἀρχῆς αὐτὸ ἀναγνωστέον, συναπτομένου τοῦ· ὅτι περιές - [χον με κακά·
PG 39:1603σὺ δέ, κύριε], μὴ μακρύν[ῃς τ]οὺς οἰκτιρμούς σου ἀπ’ ἐμοῦ, ὅτι περιέσχον με κακά, ὧν οὐκ ἔστιν ἀριθμός. [ἀμφοτέρων οὖν ἡγ]είσθω· τὸ ἔλεός [σου] καὶ ἡ ἀλήθειά σου διὰ παντὸς ἀντελάβοντό μου. ὧδε οὖν τοῦτο λέγει· [ἀνομίας λέγει τὰς] ἕ?[ξ]ε?[ων] ἐ?[ν]ε?[ργητι]κ?ὰς καὶ ὑποβαλλούσας τὰς ἀνομίας δυνάμεις. κατέλαβόν με οὖν [αἱ ἀνομίαι μου, καὶ οὐκ ἠδυνήθην τοῦ βλέ]πειν· βλαπτικαὶ γάρ εἰσιν τῶν ὄψεων τοῦ νοῦ, ἀβλεψίαν παρέχουσιν [τῷ ὄμματι τοῦ ἔσω ἀνθρώπου. ἐπεὶ οὖν κατέλαβόν μ]ε, οὐ δύναμαι βλέπειν. καὶ αὐτὰς δὲ τὰς ἕξεις δυνατὸν λαβεῖν. ἡ προ [τέρα δὲ ἐξήγησις ἔλαβεν τὰς ἐνεργού]σας δυνάμεις. καὶ αὐταὶ κατέλαβόν με, διώκουσαι ὑποχείριόν με ἔλαβον, καὶ διὰ τοῦτο οὐ δύναμαι ὁρᾶν· βλαπτικαὶ γὰρ τῶν ὄψεών εἰσιν αἱ ἀνομίαι τοῦ ἔσω ἀνθρώπου. 13 ἐπληθ[ύν] θησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου, καὶ ἡ καρδία μου ἐνκατέλιπέν με. ἐὰν θέλῃς αὐτὰς τὰς ἁμαρτίας, καταλαμβάνουσιν, ὅταν τις ὑποπέσῃ αὐταῖς καὶ ἁμαρτήσῃ· τοῦτο γὰρ παθὼν βλάπτεται τὸ διανοητικὸν τῆς ψυχῆς. ἐὰν δὲ καὶ τὰς ἐνεργούσας αὐτὰς δυνάμεις, ὁμωνύμως καλοῦνται π?ο?λλάκις τῷ ὀνόματι τῆς ἕξεως. καὶ ἡ καρδία μου ἐνκατέλιπέν με.
PG 39:1606ἐπεὶ αἱ ἀνομίαι αἱ καταλαβοῦσαί με καὶ ἀ[φε]λόμεναι τὸ βλέπειν μου ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου ἐπληθύνθησαν, ἐνκατέλειψέν με ἡ καρδ[ία] μου, [οὐκ]έ?τ?ι ἔχω τὴν ἀνθρώπου καρδίαν τὴν σοφοῦ· ἡ τοῦ γὰρ λέγοντος ταῦτα καρδία σαρκίνη ἐστίν. ὅταν οὖν ἐνκαταλείψ[ῃ τι]ν?ὰ ἡ? ς?[αρ] κίνη καρδία, λιθίνη γίνεται. 14 εὐδόκησον, κύριε, τοῦ ῥύσασθαί με. ἐπεὶ κατέλαβον αἱ ἀνομίαι καὶ βλέ[πειν] οὐ [δ]ύ? ναμαι καὶ ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου, εὐδόκης[ο]ν τοῦ ῥύσασθαί με, ἵνα μὴ μείνῃ [ἡ καρδία] ἐνκαταλελειμμένη. ἐὰν δὲ περὶ τῶν τριχῶν ταύτης τῆς κεφαλῆ[ς] ᾖ?[ν] ὁ λόγος, ὑπερβολικῶς εἴρηκεν ε?[!!!!! !] ἐὰν γένωνται ἀνομίαι, οὐ δύνανται ὑπερβαλεῖν τὸ πλῆθος τῶ?ν τριχῶν τῆς κεφαλῆς. ὑπερβολικῶς [οὖν] εἴρηται. ἐὰν δὲ [μ]ή, τοῦτο λέγει· αἱ γὰρ τρίχες τῆς κεφαλῆς μου, τουτέ?στιν τὰ ἀναίσθη?- [τα] κ?[ι]νήματα τὰ μ[ὴ τ]ῷ ὄντι πρέποντα νῷ, τρίχες εἰσίν· τῶν γὰρ ἐν ἡμῖν ἀναισθήτ[ω]ν καὶ αἱ τρίχε[ς εἰσὶν αἱ ἁπ]τ?όμεναι. τοῦ?τ?ο? οὖν λέγει·
PG 39:1608καταλαβουσῶν τῶν ἀνομιῶν μου καὶ βλέπειν μη?κέτι δυναμέ?[νου, ἐπληθύ]ν?θησαν αἱ τρίχε[ς] τῆς κεφαλῆς μου, τὰ ἀναισθήτως διανοούμενα, τὰ ἀνοή[τως] ἐνθυμούμεν?[α. διὰ τοῦ]το ἡ καρδία μου, αὐτὸς ὁ νοῦς, ἐνκατέλιπέν με. οὐκέτι ἐμὸς νοῦς ἐστιν ὑποσυρ[εὶς] ε?[ἰ]ς ἁμαρτίαν. 14 [κ]ύριε, εἰς τὸ βοηθῆσαί μ[οι] πρόσχες. αἰτῶ σε γὰρ εὐδοκῆσαι τοῦ ῥύσασθαι οὐκ ἄλλου χάριν ἢ ἵν[α] π?ρόσχῃς τῷ βοηθῆσαί μοι. βοηθεῖς δέ μοι, ἐὰ[ν] ἐκτὸς τῶν κρατού[ν]των πολεμίων με ποιήσῃς. 15 καταισχυ[νθεί]ησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητοῦντες τὴν ψυχήν μου τοῦ ἐξᾶραι αὐτήν. ἔλεγον μονοπρόσωπον εἶναι τὸν [ψαλ]μ?όν. καὶ ἐὰν ἄνθρωπος ᾖ[ν] ὁ λέγων, περὶ ἀμφ[ο] τέρων δέησιν ἀναπέμπει περί τε τοῦ σώματος καὶ τῆς ψυχῆς. ἐὰ?[ν οὖν ὁ] τοῦ ἀνθρώπου υἱός, ὁ ἐκ τῆς Μαρίας προεληλυ θὼς ναός, λέγῃ ταῦτα, ἐροῦμεν πρὸς τοὺς λέγοντας σῶμα μόνον [ἀν]ειληφέναι διὰ [τοῦ] τὸ εἰρῆσθαι· σῶμα δὲ κατηρτίσω μοι, ἰδοὺ καὶ τοῦτο λέγει, τὸ αὐτὸ δὲ πρόσωπόν ἐστι[ν τὸ ἀ]π?αγγέλλον. ἐντρέπονται καὶ αἰσχύ νονται οἱ γνῶ?σιν λαμβάνοντες τῆς ἀληθείας. 15 ἀπο[στ]ραφείησαν ε[ἰς τὰ] ὀπίσω καὶ ἐντραπείησαν οἱ θέλοντές μοι κακά.
PG 39:1611μέγα πρᾶγμά ἐστιν τὸ τὴν κακίαν εἰ[ς τὰ] ὀπίσω ἀ[ποστ]ραφῆν[αι]· τὸ ἔνπροσθεν γὰρ ἐλαύνειν βλαβερόν ἐστιν. εἰς τὰ ὀπίσω οὖν ἀπος[τρ]αφείησαν ὥ?[στ]ε μὴ αὐξῆ[σαι τὴ]ν ὁδόν, μὴ ἐλά σαι ἐπὶ τὸ χεῖρον. 16 ἐνδυσάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶ[ν] οἱ λέγοντ[ές μ]οι· ε[ὖγε εὖγε]. [ἐστ]ὶν εὐχ[ό] μενος περὶ ὧν λέγει παραχρῆμα, ἵνα? μὴ ἐπιμείνωσιν ἐν τ[ῷ] κακῷ, ἵνα? [μὴ ἀδιαλείπτως λέγ]ω[ς]ι?[ν]· εὖγε εὖγε εὖγε. ἐπιχαιρεκάκων ἐστὶν [λέγει]ν εὖγε εὖγε ἐπ?[ὶ] τ?οῖς πα[θ]οῦσιν ἀ?[νάρε]στόν τι. 17 ἀγ[α]λλ[ιάσαιντο] καὶ εὐφρανθείησαν [ἐπὶ σοὶ] πάντες οἱ ζητοῦντές [σε], κύριε. εἰπὼν πε?[ρὶ] τῶν ἐναντίω[ν, ἵ]ν?α καὶ αἰσχυνθῶσιν καὶ ἐν τραπῶσιν καὶ εἰς τὰ ὀπίσω ἀποστραφῶσιν ἐπιχαιρε?κ?[άκως] λέγοντες [εὖ]γε εὖγε, λέγει· ἀγαλλιάς[αιντο] καὶ εὐφρανθείησαν ἐπὶ σοί, κύριε, οἱ ζητοῦντές σε. τότε ἀγαλλιώμε?[θα] καὶ εὐφραιν?[ό]μ?εθα, ὅταν ζητήσαντες εὕρωμέν σε· ἀγαλλιᾶται γὰρ καὶ εὐφραίνεται ὁ ζ?η?τῶν τι, ὅταν [αὐτὸ εὕ]- ρ?ῃ. κ[ἂν οὖν] ἐπίπονα, κἂν ἄλλα βλάπτοντα ἐπέλθῃ, ζητοῦμέν σε εὑρεῖν βοηθόν. τότε? [δ]ὲ? φαινόμ[ενος βο]ηθεῖς κ?[αὶ λέγει]ς· ἔτι σοῦ λαλοῦντος ἐρῶ· ἰδοὺ πάρειμι.
PG 39:161317 καὶ εἰπάτωσαν διὰ παντός· μεγαλυνθήτω ὁ κύριος. ἐπεὶ εὑρόντες σε εὐχαριστοῦντες [ εἰπάτωσαν διὰ παντός· μεγαλυνθήτω ὁ κύριος], ἔχοιεν ἐκεῖνα τὰ δι’ ἃ ὑμνεῖν ὀφείλουσιν καὶ ἀγαλλι[ᾶ]σθαι. [εἰπάτωσαν διὰ παντός] δύναται δὲ καὶ τοῦτο· μὴ ὑπάρξοι ποτὲ αὐτοῖς ἀχ?[α]- ρι[ς]τία. 17 οἱ ἀγαπῶντες τὸ σωτήρ[ιό]ν σου. τὴν δικαίου σωτηρίαν ἢ τὸν αἴτιον αὐτοῖς γινόμενον σωτηρίαν μέλλουσαν. διὰ π[αν]τὸς Μεγαλυνθήτω ὁ κύριος, λεγέτωσαν. ἀγαπῶντες τὸ σωτήριόν σου καὶ μεγαλύνουσιν διὰ παντὸς ἐπ’ αὐτῷ τὸν θεόν. 18 ἐγὼ δὲ πτωχὸς καὶ πένης εἰμί· κύριος φροντιεῖ μου. διὰ τοῦτο παρακαλῶ ὑπαρχθῆναί μοι τὴν σὴν βοήθειαν κ?αὶ [εὐδο]κῆς[αί] ς?ε τοῦ ῥύσασθαί με, ὅτι πτωχὸς καὶ πένης εἰμί. οὐ δύναμαι ἐμαυτῷ ἐπαμύνειν, οὐ δύναμαι ἔξωθεν ἐμαυτὸν [τ]ῶ[ν ἐπι]κειμένων ποιῆσαι, εἰ μὴ σὺ βοηθήσῃς. πτωχὸς οὖν εἰμι καὶ πένης. διαφορὰ δὲ τούτων καὶ ἄλλοτε εἴρηται. 18 [βο]ηθός μου καὶ ὑπερασπιστής [εἶ] μου σὺ εἶ· ὁ θεός μου, μὴ χρονίσῃς. ἐπεὶ σὲ βοηθὸν ἐπεκαλεσάμην καὶ ὑπερασπιστὴν [προβάλ]λ?οντα ὑπὲρ ἐμοῦ τὴν ἀσπίδα σουα?ὕ?τη δέ ἐστιν ἡ ἀλήθεια·
PG 39:1616ὅπλῳ γὰρ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ, μὴ χρονίσῃς, [μ]ὴ ὑπὲρ δύναμιν ὁ ἀγών μοι γένηται. ὅτ?[ε ο]ἶδας καίριον εἶναι ἐπινεῦσαι καὶ βοηθῆσαι καὶ ῥύσασθαι, τοῦτο γενέσθω· ὅ?σον γὰρ ἧκεν ε?[ἰ]ς τὴ[ν] ἐμὴν δύναμιν καὶ τ[ὴ]ν φύσιν, ἀσθενής εἰμι ἐμαυτῷ βοηθῆσαι, ἔξω ἐμαυτὸν ποιῆσαι τῶν ἐπικειμένων κακῶν.
Page scan enlarged

Notebook

Full View