PG 39Didymus Alexandrinus
Commentary on the Psalms
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 39:1156τῇ καρδίᾳ]] 36,15 «ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς τὴν καρδίαν αὐτῶν, καὶ τὰ τόξα αὐτῶν συντριβείησαν.20 εὖ δὲ καὶ τὸ φάναι· ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς τὴν καρδίαν αὐτῶν. αὕτη ἡ ῥομφαία ἡ ἐπιβλαβής, ἡ πολεμίων οὔκ ἐστιν συνφυὴς τῇ καρδίᾳ· ἔξωθεν ἐπεισέρχεται. τοιοῦτό[ν τι] γοῦν καὶ ἐν Ἰσαίᾳ γέγραπται· [ἡ] θλῖψις ὑμῶν πόρρωθεν ἥξει. ἀλλοτρία ἐστὶν ἡ θλῖψις, ἔξωθέν ἐστιν ἐπιγινομένη. ἡ δὲ βασιλεία τοῦ θ(εο)ῦ ἐντός ἐστιν τῆς κα?ρδίας τῶν ἐχόντων αὐτήν. 36,16 «κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν.20 ἐν τοῖς ἀνωτέρω εἰς τό· [μὴ παρ]αζήλου ἐν πονηρευομένοις μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν, καὶ εἰς τό· μὴ πα[ραζή]λου ὥστε πονηρεύεσθαι, ἐλέγομεν· [ἐὰ]ν ἴδῃς τινὰ ἔχοντα τὰ σωματικὰ ἀγαθὰ καὶ τὰ ἐκτός, μὴ παραζήλου τοῦ μιμεῖσθαι ἐκεῖν?[ον εἰ]δὼς ὅτι οὔκ εἰσιν παράμον[α· ὁ γὰρ] ἀποβαλὼν σῶμα οὐκ ἔχει τὰ σώματος ἀγαθάὑγίεια δὲ καὶ ἰσχὺς [καὶ πλοῦτος] σώματος ἀγα- [θά εἰ]σιν, ὁ ἔξω τοῦ βίου τού[του] γενόμενος τὰ? ἐκτὸς ἀγαθὰ οὐκ ἔχει ἔτι, πλοῦτον, ἀξίωμα, ἀρχήν, δοξάριον. μόνα τὰ ψυχῆς ἀγαθὰ παράμονά ἐστιν.
PG 39:1214εἰ μὴ ὁ ἔχων αὐτὰ ἐκβάλλει, οὐδεὶς αἴρει αὐτὰ ἀπ’ αὐτοῦ. τοῦτο οὖν λέγει· κἂν πολλὰ ἔχῃ ὁ ἁμαρτωλός, ὀλίγον δὲ ὁ δίκαιος, τὸ πρὸς τὴν διοίκησιν ἀρκοῦν, κρεῖ[σσό]ν ἐστιν τοῦτο. δυνατὸν δὲ καὶ τοῦτο ὅτι· κἂν ὀλίγην τινὰ ἀρετὴν ἔχῃ τις ἐν εἰσαγωγῇ αὐτῆς τυγχάνων, κρείττω ἐστὶν τοῦ πλού[του] οὗ ἔχουσιν οἱ ἁμαρτωλοί. πάλιν καὶ οὕτως· εἰσίν τινες τὴν ἐκκλησιαστικὴν γνώμην μετιόντες οὐ πλουσίως, οὐχ ἁβρ[ῶς, ἀλ]λ’ ἐν εἰσαγωγῇ αὐτῆς ὄντες μόνον. κἂν πλουτοῦσιν οὖν οἱ ἑτερόδοξοι καὶ δοκῶσιν ἰσχυροὶ τῷ λόγῳ εἶναι καὶ ταῖς ἐπιχε[ιρής]εσιν ἱκανοὶ καὶ πρὸς τὸ σοφίσασθαι καὶ ἐριστικοὺς λόγους κατασκευάσαι, ἀλλ’ ὁ πλοῦτ[ος] ἐκείνων θᾶττον ἀποπίπτε, μ[έ]χ[ρι] τ?οῦ παρόντος ζῆν ἔχει τὴν ἐπαγγελίαν· τὸ γὰρ ὀλίγον, ὃ κέκτηται ὁ δίκαιος, παραμένει αὐτῷ, συναπέρχεται αὐτῷ, οὐδέποτε [ἐ]κτὸς αὐτοῦ γίνεται, ἀλλὰ μᾶλλον προσθήκην λήμψεται τοῦτο. ἀλλ’ ἐπεὶ οὐκ ὠφελήσουσιν θησαυροὶ ἀνόμους, δικαιοσύνη δὲ ῥύσε[τ]αι ἐκ θανάτου, κἂν ὀλίγον ἔχῃ δικαιοσύνης ὁ σπουδαῖος, πολὺ ἔχει·
PG 39:1271εἰ γὰρ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν ἐστιν, οὔκ ἐστιν ὀλίγον, ὡς δὲ πρὸς τὸ τέλειον τοῦ σπουδαζομένου τῷ δικαίῳ ὀλίγον ἐστίν, καὶ ὑπεραίρει τὸν πλοῦτον τῶν ἁμαρτωλῶν. 36,17 «ὅτι βραχίονες ἁμαρτωλῶν συντριβήσονται, ὑποστηρίζει δὲ τοὺς δικαίους ὁ κ(ύριο)ς.20 κἂν τοίνυν πολὺν πλοῦτον ἔχωσιν, οἱ βραχίονες αὐτῶν συντρίβονται, αἱ πράξεις καὶ αἱ πρακτικὰ δυνάμεις. καὶ ὅτι οὐ περὶ αἰσθητῶν ὁ λόγος, οὐχ ὁρῶμεν ἐκ παντὸς τρόπου τοὺς [ἁ]μαρτωλοὺς συντριβὴν βραχιόνων ὑφισταμένους οὐδὲ ἐκτὸς ταύτης μένοντας τοὺς σπουδαίους. ὑποστηρίζει οὖν ὥ[στ]ε μηδὲ συντριβὴν παθεῖν μηδὲ ἄλλο τι τῶν κακούντων. καὶ ὁ ἅγιος δὲ λέγει· καὶ ἐγένετο κ(ύριο)ς ἀντιστήριγμά μου, καὶ π[άλ]ιν ἐν τῷ ᾄσματι τῶν ὁρᾶται ἡ ἀναβαίνουσα λελευκατισμένη νύμφη ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελφι- [δὸν] αὐτῆς. τὸ ὑποστηριχθῆναι καὶ ἐπιστηριχθῆναι ταὐτόν ἐστιν. 36,α «γιγνώσκει κ(ύριο)ς τὰς ὁδοὺς τῶν ἀμώμων.20 γιγνώσκει ὁ θ(εὸ)ς τὰ καλά, ἀγνοεῖ δὲ τὰ κακά. τὸ γιγνώσκειν καὶ ἀγνοεῖν ἐνταῦθα οὐκ ἀντὶ τοῦ ἐπίστασθαι καὶ μή· οὐ μόνον γὰρ τῶν ἀμώμων τὰς ὁδοὺς γιγνώσκει ὁ θ(εό)ς, ἀλλὰ καὶ τὰς τῶν ἄλλων. λέγει γοῦν·
PG 39:1328τὰς ὁδοὺς αὐ[τῶν δέ]δωκα εἰς κεφαλὰς αὐτῶν. εἰ ἠγνόει αὐτῶν τὰς ὁδούς, οὐκ ἐδίδει αὐτὰς εἰς κεφαλὰς αὐτῶν, τουτέστιν οὐκ ἀνταπεδίδου αὐτοῖς [αὐτά]ς?. τὸ πειραθῆναι οὖν ὧδε σημαίνει τὸ γιγνώσκειν, ὥσπερ καὶ ἐν τῷ Ἐκκλησιαστῇ· ὁ φυλάσσων ἐντολὴν οὐ γνώσεται ῥῆμα πονηρόν. καὶ τίνα μᾶλλον δεῖ εἰδέναι τὸ ῥῆμα τὸ πονηρὸν ἢ τὸν γιγνώσκοντα τὴν ἐντολήν; μὴ ἀγαθὸν ῥῆμα θ(εο)ῦ; τοῦτο οὖν λέγει· ὁ φυλάσσων ἐντολὴν οὐ πειραθήσεται πονηροῦ ῥήματος. οὕτως ἀκουστέον καὶ τοῦ· ἔγνω κ(ύριο)ς τοὺς ὄντας αὐτοῦ. ἀλλὰ τότε μὲν οὐκ εἰδότες θ(εὸ)ν ἐδουλεύετε τοῖς φύσει μὴ οὖσιν θεοῖς, [ν]ῦν δὲ γνόντες θ(εό)ν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θ(εο)ῦ. τὸν ἄρα γιγνώσκοντα ἑαυτὸν ὁ θ(εὸ)ς γιγνώσκει. ἄμωμος γοῦν ἐστιν ὁ πάντῃ ἀναμάρτητος. μῶμος δὲ ἡ κακία. ἀμέλει γοῦν τῇ μὴ ἐχούσῃ σπίλον ἢ ῥυτίδα νύμφῃ ἑαυτοῦ ὁ θ(εὸ)ς λόγος λέγει· ὅλη καλὴ ἡ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί. 36,β «καὶ ἡ κληρονομία αὐτῶν εἰς τὸν αἰῶνα ἔσται.20 τῶν ἀμώμων δηλονότι· οὐ γὰρ προσκαίρων ἐφίενται·
PG 39:1386εἰ γὰρ δίκαιοί εἰσιν καὶ ἄμω[μοι], ἔ[ξ]ω γέγοναν τῆς προσκαίρου ἀπολαύσεως τῆς ἁμαρτίας οὐ σκοποῦντες ἔτι τὰ βλεπόμενα ὄντα πρόσκαιρα ἀλλ[ὰ τὰ μ]ὴ βλεπόμενα τυγχάνοντα αἰώνια. ἡ κληρονομία οὖν αὐτῶν εἰς τὸν αἰῶνα ἔσται. ἐλέχθη δὲ ἄνω, ὅτι οἱ πραεῖς κληρονομοῦσιν τὴν γῆν. οἱ γὰρ ὑπομένοντες τὸν κ(ύριο)ν αὐτοὶ κληρονομήσουσιν τὴν γῆν. αὕτη ἐστὶν ἡ εἰς τὸν αἰῶνα ἐσομένη κληρονομία· εἰ μὴ ἑαυτῷ τις αὐτὴν ἀποβάλῃ, οὐδεὶς δύναται ἆραι αὐτὴν ἀπ’ αὐτοῦ. τινὲς βούλονται ἐκ τούτου κατασκευάζειν δῆθεν ἀμετάπτωτον εἶ- [ναι τ]ὴν ἀρετήν. καὶ Ἄρειος ὅτε ἤμελλεν τοῦ σχίσματος τούτου ἀπὸ τοῦ φρονήματος ἄρχεσθαι, τοιαῦτα προκατεσκεύαζεν ἔτι ἔσω ὢν ἐν τῇ ἐκκλησίᾳ καὶ ἔλεγεν τὴν ἀρετὴν ἀμετάπτωτον εὖναι. ἐχρᾶτο δὲ ἐκείνοις τοῖς ῥητοῖς· ἡ ἀγάπη οὐδέποτε πίπτε, ἀμετάπτωτό[ς] ἐστιν ἡ ἀγάπη. τοῦτο δὲ κ[ατ]εσκεύαζεν, ἐπεὶ ἤμελλεν λέγειν τρεπτὸν εἶναι τὸν υ(ἱό)ν. καὶ ἔλεγεν· διὰ τοῦτο οὐ μεταπίπτε, ἐπεὶ σκεπ[άζ]εται ὑπὸ τῆς τοῦ θ(εο)ῦ χειρός. οὐκ αὐτὸς ἀμετάπτωτός ἐστιν, ἀλλ’ ἡ φρουρὰ οὐ διαπίπτει. καὶ ὅσους ἐὰν ἐνηνόχεις τελείους ἄνδρας, ἔλεγ[εν ἀ]εί· οὐκ ἦν τέλειος, οἷον·
PG 39:1444ὁ Δα(υὶ)δ οὐκ ἦν τέλειος, ὁ διάβολος οὐκ ἦν τέλειος. καὶ συνῆγεν αὐτοῖς ὁ λόγος μηδένα τέλειον εἰπεῖν. ηδε[!!!] κ[αὶ] οὐδεὶς ἁρπάζει ἐκ τῆς χειρὸς τ[οῦ π(ατ)ρ(ό)ς]. ἀδύνατον δὲ τὸν φρουρούμενον ὑπὸ θ(εο)ῦ ἁρπαγῆναι ὑπό τινος, ἀλλὰ πείσεται τοῦτο, [ἐ]ὰν [α]ὐτὸς ἔξω τῆς χειρὸς γένηται. [οἷον ὁ Ἰο]ύδας ὅταν ἐξῆλθεν ἀπὸ τοῦ Ἰ(ησο)ῦ, ἔξω τῆς χειρὸς γέγονεν καὶ οὕτως ἡρπάγη. ἐλέχ[θ]η δὲ καὶ τοῦτο ἑτέρῳ παραδείγματι ὅτι· τὰ ὑ[ψι]πετῆ πετεινὰ οὐ δύναται ἰξευθῆναι· ὅταν δὲ διά τινα λιχνότητα περὶ τὰ κάτω κ[ατ]έλθωσιν, τότε δύνανται εὐχείριστα εἶναι. οὕτω ὁ ὑπὸ τὴν χεῖρα τοῦ θ(εο)ῦ ὢν οὐ δύναται ἁρπαγῆναι· ὁ δὲ ἔξω γινόμενος αὐτῆς ἁρπά[ζ]εται. αὐτοί, φησίν, ἐκ τῆς χειρός σου ἀπώσθησαν. πότε δὲ τοῦτο ὑπῆρκται; ὅτε ἀνήκοοι γέγοναν τοῦ θ(εο)ῦ· ἀπώσεται γὰρ [αὐτο]ὺς ὁ θ(εό)ς, ὅτι οὐκ εἰσήκουσαν αὐτοῦ. 36,19 «οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται.20 οἱ ἄμωμοι ἐν ὁδῷ, ὧν ὁ θ(εὸ)ς γιγνώσκει τὰς ὁδούς, οὐ καταισχύνονται ἐν καιρῷ πονηρῷ, [το]υτέστιν ἐν θλιβηρῷ·
PG 39:1501πολλάκις γὰρ ἐν τοῖς θλιβηροῖς καιροῖς πολλοὶ αἰσχύνην ὀφλισκάνουσιν, ὡς ἂν ἐν μαρτυρίῳ τινὲς θύσωσιν. πονηρός ἐστιν ὁ καιρὸς τῷ πόνους ἐνποιεῖν· οὐ γὰρ ὧδε τὸ ἐναντίον τῷ ἀγαθῷ δηλοῦται διὰ τοῦ πονηροῦ, ἀλλὰ τὸ ἐπίπονον, τὸ ἐπιβλαβές. ἐν καιρῷ οὖν πονηρῷ οὐ καταισχύνονται οἱ ἄμωμοι ἐν ταῖς ὁδοῖς ἑαυτῶν. ἐάν τις θλίψεως καταλαβούσης ἀγεννῶς διατεθεὶς ἐλεγχθῇ, καταισχύνθη ἐν καιρῷ πονηρῷ. γέγονεν πονηρὸς καιρὸς κατὰ Σωσάννης· ἐπιβουλὴ γὰρ ἦν εἰς θάνατον ἐπιφέρουσα, καὶ οὐ καταισχύνθη· ἀνεδείχθη γὰρ αὐτῆς ἡ ἀρετή, ἡ σωφροσύνη αὐτῆς πεφανέρωται. γίνεται δὲ ὁ καιρὸς πονηρὸς ἐκ τῶν πραττομένων· τοῦτο γὰρ ὁ θεσπέσιος ἀπόστολος γράφει λέγων· ἐνστήσονται καιροὶ χαλεποί· ἔσονται γὰρ οἱ ἄν(θρωπ)οι φίλαυτοι. καὶ ἐν ἡμέραις λιμοῦ [χορ]τασθήσονται. καὶ ἐπ’ ἱστορίας πολλάκις τοῦτο συνέβη· κατέλαβεν λιμὸς ὅλον τὸ Ἑβραίων ἔθνος ἐν τῇ ἐρήμῳ, καὶ ὁ θ(εὸ)ς οὐρα[νίου]ς? ἄρτους ἔβρεξεν αὐτοῖς καὶ κρέας· τὸ πρωϊνὸν ἄρτους καὶ ἑσπέραν κρέας. καίτοι κατὰ τὴν ἱστορίαν ταῦτα οὐ [γέγον]εν· μάννα γὰρ ἦν τὸ ῥέον καὶ πρωὶ̈ καὶ ἑσπέρας·
PG 39:1558ἀλλ’ αὐτὸ τὸ μάν[ν]α τροφὴ ἦν μετακιρνωμένη πρὸς τὴν ἐπιθυμίαν τοῦ ἐσθίοντος. πολλάκις δὲ πᾶσαν τροφὴν ἄρτον ὀνομάζει, ὡς ὅτ[α]ν περὶ Μωσέως λέγηται, ὅτι ὅλας τεσσαράκοντα ἡμέρας ἄρτον οὐκ ἔφαγεν καὶ ὕδωρ οὐκ ἔπιεν. οὐ τοῦτο λέγει, ὅτι ἄρτον μὲν οὐκ ἤσθιεν τὸν συνήθως τρέφοντα, ἄλλα δέ τινα ἤσθιενοὐδὲ γὰρ ἤσθιεν ἄλλο τι, ἀλλὰ πᾶσαν ξηρὰν τροφὴν διὰ τοῦ ἄρτου σημαίνει καὶ τὴν ὑγρὰν διὰ [τοῦ ὕδατ]ος. οὕτω καὶ ὁ σωτὴρ ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἡμέρας καὶ τεσσεράκοντα νύκτας οὐκ ἔφαγεν οὐδὲ ἔπιεν. Ἠλίας καταλαβούσης λ[ιμοῦ ἐ]τράφη θ(εο)ῦ διὰ κοράκων πέμποντος αὐτῷ τὸ πρωὶ̈ ἄρτους καὶ τὸ ἑσπέραν κρέα. καὶ ὅλως ὁ δίκαιος ἀεὶ ἔχει τρέφοντα θ(εό)ν· ὁ θ(εὸ)ς ὁ τρέφων με ἐκ νεότητός μου. καὶ πρὸς ἀναγωγὴν δὲ ῥητέον· πολλάκις λόγου σωτηριώδους σπάνις καταλαμβάνει ἢ μὴ εἶναι τὸν ἄρτον τὸν τρέφοντα τὴν ψυχήν. κατὰ ἀπειλὴν δὲ ὁ θ(εὸ)ς ἐπαγγέλλεται λιμὸν ἐπάξειν, οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος. ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κ(υρίο)υ. ὅταν λιμὸς ἐπαχθῇ τῷ ἄρτον μὴ εἶναι καὶ ὕδωρ μὴ εἶναι, ὁ σοφὸς ἔχει ἄρτους ἐν ἑαυτῷ· ἐντολὴν γὰρ ἔχει διανοῖξαι τοὺς ὀφθαλμοὺς καὶ πληρωθήσεσθαι ἄρτου.
PG 39:1616οὐ πάντως δὲ ὁ τούτους τοὺς αἰσθητοὺς ὀφθαλμοὺς διανοίξας πληροῦται ἄρτων, ἀλλ’ ὁ τὸ ὄμμα τῆς ψυχῆς διανοίξας. ὅταν τις ἑαυτῷ φωτίσῃ φῶς γνώσεως, ἔχει τοὺς ὀφθαλμοὺς διηνοιγμένους· οὐ λιμοκτονήσει γὰρ κ(ύριο)ς ψυχὴν δικ[αίου]. λέγονται δὲ αἱ λέξεις αὗται ἀμφότεραι παροιμιωδῶς, ὅθεν οὐ περὶ αἰσθητοῦ ἄρτου λέγει ταῦτα, ἀλλὰ περὶ τοῦ κατὰ πν(εῦμ)α κ[αὶ τὴ]ν ψυχήν. ὁ δίκαιος οὖν ἔχων ἐν ἑαυτῷ τὸν ἄρτον τῆς ζωῆς καὶ πηγὴν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον οὐ λιμώττει· ὥσπερ γάρ τις λαμβάνει πηγὴν ἔχειν ἐν ἑαυτῷ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον, οὕτω διανοίξας τοὺς ὀφθαλμοὺς αὐτοῦ πληροῦται ἄρτων
Page scan enlarged

Notebook

Full View