PG 12Origen
Exegesis on the Psalms
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 12:1053ΕΚ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΨΑΛΜΟΥΣ. Διὰ τοὺς ἐπιγεγραμμένους ψαλμοὺς εἰς τὸ τέλος, ἐπελεξάμεθα τοὺς ὅρους αὐτοῦ, ἐκ μὲν τῶν Ἀριστοτέλους οὕτως ἔχοντας· Τέλος ἐστὶν οὗ ἕνεκεν τὰ ἄλλα, αὐτὸ δὲ μηδενὸς ἕνεκεν· ἢ οὕτως· οὗ ἕνεκεν τὰ ἄλλα, αὐτὸ δὲ οὐκ αὐτῶν ἕνεκα· ἢ οὕτως· δι’ οὗ τὰ ἄλλα τις πράττει, αὐτὸ δὲ διὰ μηδὲν ἄλλο· ἐκ δὲ τῶν Ἡροφίλου περὶ Στωϊκῆς ὀνομάτων χρήσεως οὕτως· Τέλος δ’ εἶναι λέγουσι κατηγόρημα οὗ ἕνεκεν τὰ λοιπὰ πράττομεν, αὐτὸ δὲ οὐδενὸς ἕνεκεν· τὸ δὲ συζυγοῦν τούτῳ, καθάπερ ἡ εὐδαιμονία τῷ εὐδαιμονεῖν, σκοπόν· ὃ δὴ ἔσχατόν ἐστι τῶν αἱρετῶν. Εἰ δὲ καὶ οἱ περὶ Θεοῦ ὅροι, καὶ ὅσα σημαίνεται ἐκ τῆς Θεός προσηγορίας, χρήσιμόν τι ἡμῖν παρέξουσιν, ἐκλεξαμένοις ἀπ’ αὐτῶν τοὺς διαφέροντας τῇ Γραφῇ, καὶ αὐτὸς ἐπιστήσεις. Φησὶν οὖν ὁ αὐτὸς Ἡρόφιλος· Θεὸν μὲν γενικώτατα λέγουσι ζῶον ἀθάνατον, λογικὸν, καθὸ πᾶσα λογικὴ ψυχὴ Θεός ἐστιν. Ἄλλως δὲ, ζῶον ἀθάνατον, λογικὸν, καθ’ αὑτὸ ὄν· ὡς τὰς ἐν ἡμῖν περιεχομένας ψυχὰς μὴ εἶναι θεούς· ἀπαλλαγείσας δὲ τῶν σωμάτων ἔσεσθαι. Κατ’ ἄλλον δὲ τρόπον, Θεὸν λέγεσθαι ζῶον ἀθάνατον, λογικὸν, σπουδαῖον·
PG 12:1054ὥστε πᾶσαν ἀστείαν ψυχὴν Θεὸν ὑπάρχειν, κἂν ἐν ἀνθρώπῳ περιέχηται· ἄλλως δὲ λέγεσθαι Θεὸν τὸ καθ’ αὑτὸ ὂν ζῶον ἀθάνατον, σπουδαῖον· ὡς τὰς ἐν ἀνθρώποις σοφοῖς περιεχομένας ψυχὰς μὴ ὑπάρχειν θεούς. Καὶ ἔτι ἄλλως λέγουσι Θεόν· Ζῶον ἀθάνατον, σπουδαῖον, ἔχον τινὰ ἐπιστασίαν ἐν τῷ κόσμῳ κατὰ τὴν διοίκησιν, ὃν τρόπον ὁ ἥλιος καὶ ἡ σελήνη. Ἄλλως δὲ λέγει Θεὸν τὸν πρῶτον διοικητικὸν τοῦ κόσμου. Ἐπὶ πᾶσι δὲ Θεὸν λέγουσι· Ζῶον ἄφθαρτον καὶ ἀγέννητον, καὶ πρῶτον βασιλέα, ἢν ἔχει χώραν ὁ σύμπας κόσμος. Εἰς πέντε βιβλία διαιροῦσιν Ἑβραῖοι τὴν τῶν Ψαλμῶν βίβλον· ὧν τὸ μὲν πρῶτον· Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, ἕως τῶν τελευταίων τοῦ τεσσαρακοστοῦ· τὸ δὲ δεύτερον· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος, ἕως πρώτου ἑβδομηκοστοῦ· τὸ δὲ τρίτον· Ὡς ἀγαθὸς τῷ Ἰσραὴλ ὁ Θεὸς τοῖς εὐθέσι τῇ καρδίᾳ, ἕως πη· τὸ δὲ τέταρτον· Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ, ἕως τοῦ ρε· τὸ δὲ πέμπτον· Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ἕως τῶν ἐσχάτων. Ἐγὼ μὲν ᾤμην ἕνα εἶναι ἐν τῇ βίβλῳ τῶν Ψαλμῶν, ὃς ἐπεγέγραπτο·
PG 12:1055Προσευχὴ τοῦ Μωϋσῆ ἀνθρώπου τοῦ Θεοῦ· τὸ ὕστερον δὲ ἀνακινούμενος περί τινων λογίων Θεοῦ Ἰούλλῳ τῷ πατριάρχῃ, καί τινι τῶν χρηματιζόντων παρὰ Ἰουδαίοις σοφῶν, ἀκήκοα, ὅτι δι’ ὅλης τῆς βίβλου τῶν Ψαλμῶν ἀπὸ τῶν α καὶ β, οἱ παρ’ Ἑβραίοις ἀνεπίγραφοι, ἢ ἐπιγραφὴν μὲν ἔχοντες, οὐχὶ δὲ τὸ ὄνομα τοῦ γράψαντος, ἐκείνου εἰσὶν οὗ τὸ ὄνομα φέρεται ἐν τῷ πρὸ τούτων ἐπιγραφὴν ἔχοντι ψαλμῷ. Καὶ περὶ τούτων λέγων, πρότερον μὲν ἔφασκεν, ὅτι τρισκαίδεκά εἰσιν οἱ τοῦ Μωϋσέως· ὡς δὲ ἐξ ὧν ἀκήκοα καὶ αὐτὸς ... τὴν ἀνέφερον ἐπ’ αὐτὸν, ὅτι εἰσὶν ἕνδεκα· εἶτα πυθόμενος τοῦ παρ’ αὐτοῖς δοκοῦντος σοφοῦ, ἐμάνθανον, ὅτι εἶεν ἕνδεκα, ὧν τοῦ μὲν πθ ἡ ἀρχή· Κύριε, καταφυγὴ ἡμῖν ἐγενήθης ἐν γενεᾷ καὶ γενεᾷ· καὶ τοῦ ἑξῆς παρ’ ἡμῖν ἐνενηκοστοῦ φερομένου, ἡ ἀρχὴ ἦν· Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου· ὃν καὶ αὐτὸν ἔλεγεν εἶναι Μωϋσέως. Ἀλλὰ καὶ τὸν ἔχοντα μὲν ἐπιγραφὴν, οὐ μετ’ ὀνόματος δὲ τοῦ γράψαντος αὐτόν· λέγω δὲ τὸν ἐνενηκοστὸν πρῶτον οὕτως ἐπιγεγραμμένον, Ψαλμὸς ᾠδῆς εἰς τὴν ἡμέραν τοῦ σαββάτου, ἔλεγεν εἶναι Μωϋσέως, οὗ ἡ ἀρχή·
PG 12:1056Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε· ἀνεπίγραφος δὲ ἦν καὶ ὁ ὡς ἐνενηκοστὸς δεύτερος φερόμενος, οὗ ἡ ἀρχὴ, Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο· ὃν καὶ αὐτὸν ἔλεγεν εἶναι Μωϋσέως· ὁμοίως δὲ καὶ τὸν ἐνενηκοστὸν τρίτον, οὗ ἡ ἀρχή· Θεὸς ἐκδικήσεων Κύριος, καὶ τὸν ἐνενηκοστὸν τέταρτον, οὗ ἡ ἀρχή· Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, καὶ τὸν ε, οὗ ἡ ἀρχή· Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ᾄσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ· καὶ τὸν ἐνενηκοστὸν ἕκτον, οὗ ἡ ἀρχή· Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσεται ἡ γῆ· καὶ ὁ ζ, ὃς ἐπεγέγραπτο μόνον, Ψαλμός· τὸ γὰρ, τῷ Δαυὶ̈δ, ὡς ἔχει ἔν τισιν ἀντιγράφοις, οὔτε ἐν τῷ Ἑβραϊκῷ ἦν οὔτε ἐν ταῖς λοιπαῖς ἐκδόσεσιν· ἡ δὲ ἀρχὴ αὐτοῦ ἦν· Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησεν. Καὶ ὁ 1 δὲ η τοῦ αὐτοῦ ἐλέγετο εἶναι, οὗ ἡ ἀρχή· Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί· καὶ ὁ ἐνενηκοστὸς ἔνατος, ὃς ἐπεγέγραπτο· Ψαλμὸς εἰς ἐξομολόγησιν, οὗ ἡ ἀρχή· Ἀλαλάξατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ. Μετὰ δὲ τούτους τοὺς ια ἐπεγέγραπτο καὶ ἐν τῷ Ἑβραϊκῷ καὶ παρὰ πᾶσιν, τῷ Δαυὶ̈δ ψαλμὸς, καὶ ἦν ὁ ρ οὐκέτι Μωϋσέως.
PG 12:1057Τούτων εἰρημένων εἰς τοὺς ψαλμοὺς οἳ ἀπὸ Ἑβραίων ἀναφέρονται εἰς Μωϋσέα, ἀνθυποφορὰν ὑπειδόμενος ὁ Ἰουδαῖος, ἔθηκεν αὐτὴν τὴν φαινομένην αὐτῷ λύσιν αὐτῆς. Ἑώρα γὰρ, ὅτι ἀντεῖπεν ἄν τις περὶ τοῦ μὴ εἶναι τὸν ἕνα τῶν ια ψαλμῶν, τὸν η, Μωϋσέως, ἐκ τοῦ· Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Ἅγιος Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ. Ἐπεκαλοῦντο τὸν Κύριον, καὶ αὐτὸς εἰσήκουσεν αὐτῶν· ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς. Ὁ ἀντιλέγων εἶπεν ἂν, πῶς τὸ ὄνομα τοῦ Σαμουὴλ, γενομένου πλείοσιν ὕστερον γενεαῖς, Μωϋσῆς ἔθηκεν ἐν τῷ ἑαυτοῦ ψαλμῷ. Ἔλεγεν οὖν πρὸς τοῦτο, ὅτι οὐδὲν θαυμαστὸν προπεφητεῦσθαι ὑπὸ Μωϋσέως τὸ ὄνομα Σαμουὴλ, ἀνδρὸς ἱεροῦ, καὶ συναριθμηθέντος ὑπὸ Ἱερεμίου τῷ Μωϋσῇ ἐν τῷ· Οὐδ’ ἂν στῇ Μωϋσῆς καὶ Σαμουὴλ, ὅτε ἐν ταῖς Βασιλείαις Ἰωσίας προεφητεύθη· Θυσιαστήριον, θυσιαστήριον, τάδε λέγει Κύριος· ἰδοὺ υἱὸς τίκτεται τῷ Δαυί̈δ·
PG 12:1058Ἰωσίας ὄνομα αὐτῷ. Πολλάκις ζητήσας τὴν αἰτίαν τοῦ ἐπιγράφεσθαι μεταξὺ τῶν ψαλμῶν διάψαλμα, ὕστερον παρατηρήσας ἐν τῷ Ἑβραϊκῷ, καὶ συνεξετάζων αὐτῷ τὸ Ἑλληνικὸν, εὗρον, ὅτι ὅπου τὸ Ἑβραϊστὶ σὲλ, Ἑλληνιστὶ δὲ ἀεὶ, ἤ τι τούτῳ ἰσοδυναμοῦν, ἐκεῖ οἱ Ἑβδομήκοντα, καὶ Θεοδοτίων, καὶ Σύμμαχος ἔταξαν τὸ διάψαλμα. Οὐ χεῖρον δὲ παραδείγματι τὸ λεγόμενον βεβαιῶσαι· οἷον ἐν τῷ οδ ψαλμῷ, οὗ ἡ ἀρχή· Ἐξομολογησόμεθά σοι, ὁ Θεὸς, ἐξομολογησόμεθά σοι, καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου· μετὰ τὸ, Ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς, παρὰ τοῖς Ἑβδομήκοντα, καὶ Θεοδοτίωνι, καὶ Συμμάχῳ ἐστὶ διάψαλμα. Ἀντὶ δὲ τούτου παρὰ μὲν Ἀκύλᾳ· Ἐγὼ ἐσταθμισάμην τοὺς στύλους αὐτῆς ἀεί· ἐν δὲ τῇ ε· Ἐγώ εἰμι ὃς ἡτοίμασα τοὺς στύλους αὐτῆς ἀεί· ἐν δὲ τῇ 2· Ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς διαπαντός. Ἔκειτο δὲ ἐν τῷ Ἑβραϊκῷ μετὰ τὸ Ἀμουδᾶ, ὅ ἐστι, στύλους αὐτῆς, τὸ σέλ. Πάλιν τε αὖ ἐν τῷ οε, οὗ ἀρχὴ, Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, εὕρομεν παρὰ τοῖς Ἑβδομήκοντα καὶ Θεοδοτίωνι, μετὰ τὸ, ὅπλα, καὶ ῥομφαίαν, καὶ πόλεμον, διάψαλμα·
PG 12:1059παρὰ δὲ Συμμάχῳ, μετὰ τὸ, ἀσπίδα καὶ μάχαιραν καὶ πόλεμον, ὁμοίως διάψαλμα. Ἀντὶ δὲ τούτου παρὰ μὲν Ἀκύλᾳ, μετὰ τὸ, θυρεὸν καὶ πόλεμον καὶ μάχαιραν, τὸ ἀεί· ἐν δὲ τῇ 2, μετὰ τὸ, ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον, τὸ, εἰς τέλος. Ἦν δὲ πάλιν ἐν τῷ Ἑβραϊκῷ μετὰ τὸ, Οὐμάλαμα, ὅ ἐστι, καὶ πόλεμον, τὸ σέλ. Καὶ ἔτι ἐν τῷ αὐτῷ ψαλμῷ, μετὰ τὸ, τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς, ὁ Σύμμαχος ὁμοίως διάψαλμα. Παρὰ δὲ τῷ Ἀκύλᾳ, μετὰ τὸ, πάντας τοὺς πραεῖς τῆς γῆς, τὸ ἀεί· οὕτω δὲ καὶ ἐν τῇ πέμπτῃ, μετὰ τὸ, πάντας τοὺς πραεῖς τῆς γῆς, τὸ ἀεί· ἐν δὲ τῇ ἕκτῃ μετὰ τὸ, τοῦ σῶσαι τοὺς πραεῖς τῆς γῆς, τὸ εἰς τέλος. Καὶ ἐν τῷ Ἑβραϊκῷ μετὰ τὸ ἀνίη ἂρς, ὅ ἐστι, πραεῖς τῆς γῆς, τὸ σέλ, καὶ οὕτως ἀδιάπτωτον εὑρόντες τὴν τοιαύτην παρατήρησιν, ταῦτα ἐσημειωσάμεθα. Πότερον δὲ μουσικοῦ τινος μέλους ἢ ῥυθμοῦ γινομένης ἐναλλαγῆς ἔγραψαν τὸ διάψαλμα οἱ ἑρμηνεύσαντες, ἢ ἄλλως κινηθέντες, καὶ σὺ ἐπιστήσῃς. ΕΚ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΨΑΛΜΟΥΣ.
PG 12:1060Οἱ ἐπιγεγραμμένοι ψαλμοὶ ὑπὲρ τῶν ληνῶν τρεῖς ὄντες, ὅ τε ὄγδοος, καὶ ὁ ὀγδοηκοστὸς, καὶ ὁ ὀγδοηκοστὸς τρίτος, δοκοῦσί μοι τὸ ἄθροισμα τῆς Ἐκκλησίας καὶ τὸ πλῆθος τῶν ἐπὶ τὸ αὐτὸ συνόδων δηλοῦν· καὶ γὰρ ἐκ πολλῶν μίαν εὐχὴν καὶ μίαν ὑμνολογίαν ἀναπέμπεσθαι τῷ Θεῷ ἐν ταῖς Ἐκκλησίαις συμβαίνει· ὥσπερ ἐν ταῖς ληνοῖς ἐκ πολλῶν καὶ διαφόρων ἀμπέλων μία κρᾶσις ἀποτελεῖται οἴνου. Πάλαι μὲν οὖν ἐν ἑνὶ τόπῳ τῆς Ἱερουσαλὴμ μία τις ἦν ληνὸς, ἔνθα συνιόντες τὰς αὐτῶν εὐχὰς ἀνέπεμπον· ἧς μέμνηται καὶ Ἡσαί̈ας λέγων· Καὶ ᾠκοδόμησα πύργον, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ. Δηλοῖ δὲ πύργος μὲν τὸν ναὸν, προλήνιον δὲ τὸ θυσιαστήριον. Ἀλλ’ ἐπεὶ καθελεῖν ἠπείλησε, καὶ καθεῖλεν ἐκεῖνα, πλείους ἀντὶ μιᾶς συνεστήσατο ληνοὺς, τὰς καθ’ ὅλης τῆς οἰκουμένης Ἐκκλησίας· διὸ εἴρηται ἐν τῷ ὀγδόῳ ψαλμῷ οὕτω· Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ 6 Σαφῶς γὰρ παρέστησε τὰς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ληνοὺς τοῦ Θεοῦ. Καὶ ὁ ὀγδοηκοστὸς δὲ, καὶ αὐτὸς ἐπιλήνιος ὢν, τοῖς ἔθνεσι πᾶσι παρακελεύεται τῷ Θεῷ τῶν προφητῶν ἀποδιδόναι τὸν ὕμνον· λέγει δὲ οὖν· Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν·
PG 12:1061ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ. Εἶτα ἑξῆς ὑποκαταβὰς, τὴν ἀποβολὴν τοῦ προτέρου λαοῦ σημαίνει, λέγων· Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι. Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν. Καὶ ὁ ὀγδοηκοστὸς τρίτος τὴν αὐτὴν ἔχων προγραφὴν, ὅτι οὐκ ἔστιν ἓν σκήνωμα, οὐδὲ ἓν θυσιαστήριον ἐν Ἱεροσολύμοις, ἀλλὰ πολλὰ σκηνώματα καὶ πολλὰ θυσιαστήρια παρίστησι. Διὸ καὶ ὡς πολλῶν οὐσῶν ληνῶν, τούτων αὐτῶν τῶν σκηνωμάτων καὶ τῶν θυσιαστηρίων, ὑπὲρ τῶν ληνῶν προγέγραπται· λέγει δὲ οὖν· Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου· καὶ ἐπιφέρει· Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων· καὶ πάλιν πληθυντικῶς ἐπιλέγει· Ὑπερασπιστὰ ἡμῶν, ἴδε ὁ Θεὸς, καὶ ἐπίβλεψον εἰς τὸ πρόσωπον τοῦ Χριστοῦ σου· ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας. Ἔνθα τηρήσεις, ὡς καὶ ὀνομαστὶ Χριστοῦ μέμνηται. Τοὺς ἐπιγεγραμμένους ὑπὲρ τῆς ὀγδόης δύο ψαλμοὺς ἡγοῦμαι τὴν σωτήριον τῆς ἀναστάσεως ἡμέραν τοῦ Κυρίου αἰνίττεσθαι.
PG 12:1062Τὴν πρὸς θάνατον γοῦν ἁμαρτίαν ἐργασάμενος ὁ Δαυὶ̈δ, ἱκετεύει κατὰ τὸν ἕκτον, μὴ τοῦ θυμοῦ, μηδὲ τῆς ὀργῆς τοῦ Θεοῦ πειρασθῆναι, ἐλέους δὲ καὶ ἰάσεως τὴν ψυχὴν αὐτοῦ τυχεῖν· τοῦτο δὲ ἔσεσθαι θεσπίζει λέγων· Ἐπίστρεψον, Κύριε, ῥῦσαι τὴν ψυχήν μου, σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου· ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; μονονουχὶ τὸν Κύριον αὐτὸν ἐκ θανάτου ῥύσασθαι αὐτοῦ τὴν ψυχὴν ἱκετεύων. Προϊὼν δὲ τῶν εὐχῶν τετυχηκέναι δηλοῖ δι’ ὧν φησιν· Εἰσήκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου· εἰσήκουσε Κύριος τῆς δεήσεώς μου, Κύριος τὴν προσευχήν μου προσεδέξατο. Τὴν γὰρ ἀναβίωσιν αὐτοῦ τὴν ἐκ τοῦ θανάτου μετὰ τῆς τοῦ Χριστοῦ ἀναστάσεως γενομένην διὰ τούτων ᾐνίξατο. Ὡσαύτως δὲ καὶ ὁ ἑνδέκατος περὶ τῆς ὀγδόης ἐπιγέγραπται, τοῦ Δαυὶ̈δ τὴν ὁμοίαν ἱκεσίαν περιέχων φάσκοντος· Σῶσόν με, Κύριε; ὅτι ἐκλέλοιπεν ὅσιος. Εἶτα τὸ ἑξῆς οὐκ ἐπικεκαλυμμένως, ἀλλὰ τηλαυγῶς ἐπιφέρει λέγων· Νῦν ἀναστήσομαι, λέγει Κύριος·
PG 12:1063θήσομαι ἐν σωτηρίῳ. Δι’ ἣν ἀνάστασιν τοῦ Κυρίου τῇ μετὰ τὸ Σάββατον ἡμέρᾳ, ἥτις ἦν ὀγδόη, γενομένην, εἰς τύπον καινῆς ζωῆς, τοιαύτης οἶμαι προγραφῆς τὸν ψαλμὸν ἠξιῶσθαι. Εἰσὶ μὲν πάντες οἱ ἐπιγεγραμμένοι ὑπὲρ τῶν ἀλλοιωθησομένων τὸν ἀριθμὸν τέσσαρες. Τούτων ὁ μὲν πεντηκοστὸς ἔννατος δοκεῖ μοι τὴν τῶν ἐθνῶν ἀλλοίωσιν ἣν πεπόνθασι μεταβάντες ἐκ τῆς δεισιδαίμονος πλάνης ἐπὶ τὴν εὐσέβειαν τοῦ τῶν ὅλων Θεοῦ σημαίνειν. Λέγει δ’ οὖν· Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ· Ἀγαλλιάσομαι καὶ διαμεριῶ Σίκιμα, καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω. Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μανασσῆς· καὶ Ἐφραὶ̈μ κραταίωσις τῆς κεφαλῆς μου· Ἰούδας βασιλεύς μου, Μωὰβ λέβης τῆς ἐλπίδος μου. Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου· ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. Μετὰ γοῦν τῶν Ἰσραηλιτικῶν φυλῶν, καὶ τὸν Μωὰβ, καὶ τὴν Ἰδουμαίαν, καὶ τοὺς ἀλλοφύλους περιείληφεν. Ὁ δὲ ἑξηκοστὸς ὄγδοος ὁμοίως ἐπιγεγραμμένος μεταβολὴν ἔχει καὶ ἀλλοίωσιν τοῦ δι’ ἡμᾶς εἰς τὰ βάθη τῆς νοουμένης θαλάσσης κατεληλυθότος, καὶ τὰ περὶ τοῦ πάθους αὐτοῦ, ἃ καὶ δηλοῖ διὰ τοῦ·
PG 12:1064Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος· καὶ τὴν τῶν ἐπιβουλευσάντων ἐπὶ τὰ χείρω τροπήν· ἃ καὶ αὐτὸς παρίστησι λέγων· Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον, καὶ τὰ ἑξῆς. Καὶ ὁ τεσσαρακοστὸς τέταρτος, τῶν υἱῶν Κορὲ τυγχάνων, ὑπὲρ τῶν ἀλλοιωθησομένων ἐπιγεγραμμένος, ὑπέρ τε τοῦ ἀγαπητοῦ, ὁμοίως καὶ αὐτὸς τὴν περὶ τὸν ἀγαπητὸν τοῦ Θεοῦ ἀλλοίωσιν ἔχει· ἐν αὐτῷ καὶ τὴν θεολογίαν αὐτοῦ περιλαβὼν, καὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας τὴν πρὸς αὐτὸν ἐπιστροφὴν δηλῶν διὰ τό· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ τὰ ἑξῆς. Ὁ δὲ ἑβδομηκοστὸς ἔνατός ἐστι μὲν τοῦ Ἀσὰφ, ὁμοίως δὲ ἐπιγεγραμμένος τοῦ προτέρου πάλιν λαοῦ τὴν ἐπὶ τὰ χείρω τροπὴν περιέχει λέγων· Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, καὶ τὰ ἑξῆς. Καὶ ἔοικεν, ἐπειδὴ τῶν ἀπὸ τῆς γῆς ἀνθέων καὶ κρίνων τὸ ὡραῖον καὶ εὐῶδες θᾶττον ἀλλοιοῦται, καὶ εἰς φθορὰν μεταβάλλεται, τούτου χάριν τὸ Ἑβραϊκὸν Περὶ τῶν κρίνων, ἢ, Περὶ τῶν ἀνθέων περιέχειν.
PG 12:1065Διόπερ ἀντὶ τῶν ἀλλοιωθησομένων, ὁ μὲν Ἀκύλας ἐπὶ τοῖς κρίνοις, ὁ δὲ Σύμμαχος περὶ τῶν ἀνθέων ἡρμήνευσεν. Οἱ ἐπιγεγραμμένοι ὑπὲρ τῶν κρυφίων κρύφιόν τινα καὶ λανθάνοντα πόλεμον, καὶ τὴν κατὰ τῶν ἀοράτων καὶ νοητῶν ἐχθρῶν νίκην τοῦ Σωτῆρος ἡμῶν περιέχουσιν· ὁ γοῦν ἔνατός φησιν· Ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω, καὶ ἃ ἑξῆς τούτοις ἐπιφέρει, σημαίνει τὴν τῶν ἐθνῶν κλῆσιν· Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών· ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ. Καὶ ὅτι ταῦτα λεληθότως κατὰ τὸν καιρὸν τοῦ πάθους συνετελέσθη, τὰ τῆς προγραφῆς τοῦ ψαλμοῦ δηλοῖ· ἐπιγέγραπται γὰρ ὑπὲρ τῶν κρυφίων τοῦ Υἱοῦ· ἀνθ’ οὗ ὁ μὲν Σύμμαχος ὑπὲρ τοῦ θανάτου τοῦ Υἱοῦ πεποίηκεν· ὁ δὲ Ἀκύλας, ὑπὲρ τῆς νεότητος· οἷς συμφωνεῖ καὶ τὰ περὶ τῆς ἐκ θανάτου ἀναβιώσεως αὐτοῦ, διὰ τοῦ ψαλμοῦ σημαινόμενα κατὰ τό· Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου. Καὶ ὁ τεσσαρακοστὸς πέμπτος παραπλησίως περὶ τῶν κρυφίων εἰρημένος τὸν ἀόρατον καὶ νοητὸν πόλεμον παρίστησι λέγων· Ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι, καὶ τὰ ἑξῆς.
PG 12:1066Εἶτα ὡς πάλαι καταπατοῦντας τῶν ἐθνῶν ἄρχοντας καθελὼν, ὑφ’ ἑαυτόν τε πεποιημένος τὰ ἔθνη ἑξῆς λέγει· Ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ. Οἱ ἐπιγεγραμμένοι εἰς στηλογραφίαν λόγους περιέχουσι μετριότητος καὶ ταπεινοφροσύνης. Διόπερ ὁ μὲν Ἀκύλας, ἀντὶ τοῦ, στηλογραφίαν, ταπεινοῦ τελείου ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, ταπεινόφρονος καὶ ἀμώμου. Εἴτε γὰρ ὁ Δαυὶ̈δ βασιλεὺς ὢν καὶ ἄρχων παντὸς Ἰσραὴλ, μέτρια καὶ ταπεινὰ φρονῶν τοιαύτας προήκατο φωνὰς, εἴτε καὶ ὁ Χριστὸς τοῦ Θεοῦ τοιαῦτα ἐθέσπιζε ταπεινοφρονῶν, ὡσπεροῦν διδάσκει διὰ τοῦ· Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· στήλης ἄξιοι εἶεν ἂν οἱ λόγοι, καὶ τῆς εἰς τὸν σύμπαντα αἰῶνα μνήμης· ὅπερ διὰ τῆς στηλογραφίας παρίσταται. Νοήσεις δὲ τὸ εἰρημένον ἀπὸ τοῦ πεντηκοστοῦ πέμπτου, ὃς ἐπιγέγραπται στηλογραφίας, ἢ ταπεινοῦ τελείου, ἢ ταπεινόφρονος καὶ ἀμώμου, ἐν ᾧ εἴρηται· Ἐλέησόν με, ὁ Θεὸς, ὅτι κατεπάτησέ με ἄνθρωπος ὅλην τὴν ἡμέραν, καὶ τὰ ἑξῆς. Καὶ ὁ πεντηκοστὸς ἕκτος, τὴν ἴσην ἔχων ἐπιγραφὴν, πάλιν τῶν καταπατούντων αὐτὸν μέμνηται λέγων·
PG 12:1067Ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με· καὶ τοὺς λοιποὺς δὲ τῶν οὕτως ἐπιγεγραμμένων διελθὼν, τῆς ἴσης ἐχομένους εὑρήσεις διανοίας. Οἱ ἐπιγεγραμμένοι εἰς ἀνάμνησιν τοῦ Δαυὶ̈δ ὑπομιμνήσκειν αὐτὸν ἐοίκασιν ἐπὶ τῆς τοῦ Οὐρίου ἁμαρτίας. Ὁ δὲ τριακοστὸς ἕβδομος, οὕτως ἐπιγεγραμμένος, ἐπιλέγει· Οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου, καὶ τὰ ἑξῆς· καὶ δι’ ὅλου δὲ τοῦ ψαλμοῦ τὴν ἐπὶ τῇ πραχθείσῃ ἁμαρτίᾳ κατάστασιν σημαίνει. Ὡσαύτως δὲ καὶ ὁ ἑξηκοστὸς πέμπτος, εἰς ἀνάμνησιν ἐπιγεγραμμένος, ἱκετεύει τοῦ Θεοῦ τυχεῖν βοηθοῦ. Οἱ ἐπιγεγραμμένοι προσευχὴ, μήποτε οὐκ εἰσὶ ψαλμοὶ, οὐδὲ ᾠδαὶ, οὐδὲ ὕμνοι, ἀλλ’ αὐτὸ τοῦτο ψιλαὶ προσευχαὶ τῇ τῶν εὐξαμένων ἁρμόττουσαι διαθέσει, τῇ τε περὶ αὐτοὺς καταστάσει καὶ πᾶσι τοῖς ἐν ἴσῃ διαθέσει τοῖς εἰρημένοις τυγχάνουσιν. Οἱ ἐπιγεγραμμένοι ψαλμοὶ, Μὴ διαφθείρῃς, τοῦ Δαυὶ̈δ, ἐφεξῆς εἰσι τρεῖς· ὧν ὁ πεντηκοστὸς ἕκτος εἴρηται ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον.
PG 12:1068Καὶ μήποτε ἐπειδήπερ, ἐν τῷ σπηλαίῳ κρυπταζομένου τοῦ Δαυὶ̈δ, ἐπεισῆλθε Σαοὺλ ἀγνοῶν ἔνδον αὐτοῦ ὄντος, καὶ τῶν ἑταίρων τοῦ Δαυὶ̈δ βουλομένων ἀνελεῖν αὐτὸν, εἶπεν ὁ Δαυὶ̈δ πρὸς τὸν Ἀβισὰθ, Μὴ διαφθείρῃς αὐτόν· δῆλον δ’ ὅτι τὸν Σαούλ· τούτου χάριν ὡς ἀποδεξαμένου τοῦ Θεοῦ τὴν φωνὴν, ἀκρότητα ἀνεξικακίας περιέχουσαν, ἐν μνήμῃ τῶν οὕτως ἐπιγεγραμμένων ψαλμῶν παρελήφθη. Ὁ δὲ πεντηκοστὸς ὄγδοος περιέχων τὸ, Μὴ διαφθείρῃς, ὁπότε ἀπέστειλε Σαοὺλ, καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτὸν, ἔοικε πρόσταγμα περιέχειν τοῦ Θεοῦ τοῦ μὴ συγχωροῦντος τοῖς ἀπεσταλμένοις ὑπὲρ τοῦ διαφθεῖραι τὸν Δαυὶ̈δ ὑπὸ τοῦ Σαούλ. Τάχα δ’ ἂν τὴν αὐτὴν ἔχει διάνοιαν καὶ ὁ ἑβδομηκοστὸς τέταρτος τὸν ὅμοιον τρόπον τῷ Ἀσὰφ ἐπιγεγραμμένος. Ὁ ἐπιγεγραμμένος, τοῦ Σαββάτου, ἐνενηκοστὸς πρῶτος προτροπὴν ἔχει σπουδαίως ἀπαντᾷν εἰς τὰς συνάξεις τῆς μελέτης τῶν θείων μαθημάτων, καὶ μετὰ ταῦτα δοξολογίαν. Λέγει δ’ οὖν· Τοῦ ἀναγγέλλειν τὸ πρωὶ̈ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. Καὶ πάλιν·
PG 12:1069Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν. Ὁ ἐνενηκοστὸς ἔννατος ἐπιγεγραμμένος εἰς ἐξομολόγησιν διδάσκει φάσκων· Αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς· τὴν δύναμιν τῆς ἐξομολογήσεως παριστᾷ, ὅτι μηδὲν ἡμεῖς ἀφ’ ἑαυτῶν κεκτήμεθα, ἀλλ’ ὅ τι ποτέ ἐστι περὶ ἡμᾶς ἀγαθὸν, τοῦτο αὐτὸς ἐποίησεν. Ὁ τριακοστὸς τρίτος ψαλμὸς ἐπιγεγραμμένος, τῷ Δαυὶ̈δ, ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ, ἔοικε τὸν ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν Ἀχιμέλεχ ὠνομασμένον Ἀβιμέλεχ ἀποκαλεῖν· τῶν στοιχείων παρ’ Ἑβραίοις, λέγω δὲ τοῦ χὰφ καὶ τοῦ βὴθ, πολλὴν ὁμοιότητα σωζόντων, ὡς κατὰ μηδὲν ἀλλήλων διαλλάττειν, ἢ βραχείᾳ κεραίᾳ μόνῃ. Ἔχει δ’ οὖν ἡ ἱστορία οὕτως· Καὶ ἔρχεται Δαυὶ̈δ εἰς Νομμᾶν πρὸς Ἀχιμέλεχ τὸν ἱερέα, καὶ ἐξέστη Ἀχιμέλεχ τῇ ἀπαντήσει αὐτοῦ, καὶ εἶπεν αὐτῷ· Τί ὅτι σὺ μόνος, καὶ οὐδεὶς μετὰ σοῦ; Καὶ εἶπεν αὐτῷ Δαυί̈δ· Ὁ βασιλεὺς ἐντέταλταί μοι σήμερον ῥῆμα, καὶ εἶπέ μοι· Μὴ γνώτω μηδεὶς τὸ ῥῆμα περὶ οὗ ἐγὼ ἀποστέλλω σε, καὶ περὶ οὗ ἐγὼ ἐντέταλμαί σοι. Καὶ τοῖς παιδαρίοις μεμαρτύρημαι ἐν τῷ τόπῳ τῷ λεγομένῳ Θεοῦ πίστις, Φιλμωνὶ Ἀλμωνί.
PG 12:1071Καὶ νῦν εἰ εἰσὶν ὑπὸ τὴν χεῖρά σου πέντε ἄρτοι, δὸς εἰς χεῖρά μου τὸ εὑρεθέν. Καὶ ἀπεκρίθη ὁ ἀρχιερεὺς, καὶ εἶπεν· Οὐκ εἰσὶν ἄρτοι βέβηλοι ὑπὸ τὴν χεῖρά μου, ἀλλ’ ἢ ἄρτοι ἅγιοι· εἰ ἐστὶ τὰ παιδάρια πεφυλαγμένα ἀπὸ γυναικὸς, καὶ φάγεται. Καὶ ἀπεκρίθη Δαυὶ̈δ τῷ ἀρχιερεῖ, καὶ εἶπεν αὐτῷ· Ἀλλὰ ἀπὸ γυναικὸς ἀπεσχήμεθα χθὲς καὶ τρίτην ἡμέραν. Ἐν τῷ ἐξελθεῖν με εἰς ὁδὸν, γέγονε πάντα παιδάρια ἡγνισμένα. Καὶ αὐτὴ ἡ ὁδὸς βέβηλος, διότι σήμερον ἁγιασθήσεται διὰ τὰ σκεύη. Καὶ ἔδωκεν αὐτῷ Ἀχιμέλεχ ὁ ἱερεὺς τοὺς ἄρτους τῆς προθέσεως, ὅτι οὐκ ἦν ἄρτος ἐκεῖ, ἀλλ’ ἢ οἱ ἄρτοι τοῦ προσώπου οἱ ἀφῃρημένοι ἐκ προσώπου Κυρίου τοῦ παρατεθῆναι ἄρτον θερμὸν, ᾗ ἡμέρᾳ ἔλαβεν αὐτούς. Ταῦτα μὲν ἡ ἱστορία· ἀντὶ δὲ τοῦ, ἐν τῷ τόπῳ τῷ λεγομένῳ Θεοῦ πίστις Φιλμωνὶ Ἀλμωνὶ, Ἀκύλας φησί· Πρὸς τὸν τόπον τόνδε τινὰ τοῦδέ τινος· ἢ τόνδε τινὰ ἀδέσποτον· ὁ δὲ Σύμμαχος· Εἰς τὸν δεῖνα τόπον. Ἔοικεν οὖν ἡ τοῦ ψαλμοῦ προγραφὴ τὴν ἀλλοίωσιν τοῦ λόγου Δαυὶ̈δ τὴν πρὸς τὸν ἱερέα σημαίνειν διὰ τοῦ φάναι· Ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ· ἢ τὴν ἀλλοίωσιν τοῦ προσώπου·
PG 12:1072διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Ὁπότε μετεμόρφωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ· ὁ δὲ Ἀκύλας· Ὅτε ἠλλοίωσε τὸ γεῦμα αὐτοῦ. Διὸ καὶ προϊὼν ἐν τῷ ψαλμῷ τὴν ἱερὰν, ὡς ἔοικε, τροφὴν αἰνιττόμενός φησι· Γεύσασθε, καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. Μήποτε οὖν αὐτοῦ γεύσασθαι τοῦ Χριστοῦ παραινῶν τὸ σῶμα αὐτοῦ διὰ τούτων ᾐνίττετο, ᾧ καὶ τοῦ νόμου ἦν σύμβολον· τοῦ τῆς εὐχαριστίας Χριστοῦ σώματος τοὺς τῆς προθέσεως ἄρτους παρειληφότος. Ἔστι καὶ ἑτέρα ἀλλοίωσις τοῦ Δαυὶ̈δ, καθ’ ἣν ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ πρὸς Ἀγχοῦς βασιλέα Γὲθ τὸν ἀλλόφυλον, μανίαν ὑποκρινόμενος· ἀλλ’ οὐκ ἔοικεν ὁ ψαλμὸς ταύτην ἐπὶ τοῦ παρόντος προσαλλοίωσιν σημαίνειν. Οἱ δὲ μηδ’ ἕτερα ἐπιγεγραμμένοι τῶν ψαλμῶν, λέγω δὲ, μήτε ᾠδὴ, μήτε ὕμνος, μήτε ψαλμὸς, μήτε μελῴδημα, μήτε αἴνεσις, μήτε προσευχὴ, μήτε τι τῶν τοιούτων, ὠφελίμους τινὰς ἐοίκασι διδασκαλίας περιέχειν, καὶ λόγους παραινετικοὺς καὶ προτρεπτικοὺς εἰς εὐσεβείας ἀνάληψιν· οἷός ἐστιν ὁ δέκατος, ἐν ᾧ εἴρηται· Ἐπὶ τῷ Κυρίῳ πέποιθα, πῶς ἐρεῖτε τῇ ψυχῇ μου, καὶ τὰ ἑξῆς· καὶ ὁ δέκατος τρίτος καθ’ ὅμοια λέγων·
PG 12:1073Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ. Καὶ οἱ λοιποὶ δὲ παραπλησίως λόγους τινὰς διδασκαλικοὺς καὶ πλήρεις ὠφελείας ἐπάγονται· οὐ μὴν ἐν ψαλμοῖς καὶ ὕμνοις ἢ ἐν ᾠδαῖς κατελέγησαν, τῷ μὴ σώζειν τὸν ὅμοιον τοῖς εἰρημένοις τρόπον· εἰ μὴ ἄρα ἐγράφησαν καὶ αὐτοὶ ὥστε λεχθῆναι διὰ ψαλτηρίου ἢ δι’ ᾠδῆς, ἢ ὥς τις τῶν εἰρημένων· οὐ συνέβη δὲ καὶ λεχθῆναι αὐτοὺς, ὥστε ἔχειν ὁμοίαν μὲν ἐν τοῖς ψαλμοῖς καὶ ταῖς ᾠδαῖς, καὶ ταῖς προσευχαῖς δύναμιν, μὴ ἐπιγεγράφθαι δὲ διὰ τὸ μὴ λεχθῆναι αὐτήν. Ἢ μήποτέ τινες μὲν διὰ τὴν προτέραν αἰτίαν, τινὲς δὲ τῆς δευτέρας ἕνεκεν οὐκ ἠξιώθησαν προγραφῆς. Ὁ μὲν γὰρ πεντηκοστὸς πρῶτος, οὐδέτερα ὢν τῶν εἰρημένων, τὰ περὶ τοῦ Δωὴκ ἀπαγγέλλει λέγων· Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατὸς, καὶ τὰ ἑξῆς· ἅπερ διὰ τὸ σκυθρωπὸν οὐκ ἂν λεχθείη τῷ τρόπῳ τῶν ψαλμῶν, ἢ τῶν ᾠδῶν· ὡς οὐδὲ ὁ πεντηκοστὸς δεύτερος καὶ οὗτος λυπηρὰ περιέχων. Ὁ δὲ πεντηκοστὸς τέταρτος οὗ ἡ ἀρχή· Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν μου, τρόπον περιέχει προςευχῆς· καὶ ὁ εἰκοστὸς ἕκτος· Κύριος φωτισμός μου καὶ σωτήρ μου, οὐδὲν διενήνοχε τῆς εὐχῆς· ὅμως δ’ οὖν οὐκ ἠξιώθησαν προγραφῆς.
PG 12:1074Διὰ δὲ τὴν δευτέραν, ὡς εἰκὸς, αἰτίαν, τοῦ ἑβδομηκοστοῦ πρώτου ψαλμοῦ ἐπὶ τέλει τῆς προφητείας περιέχοντος, Ἐξέλιπον οἱ ὕμνοι Δαυὶ̈δ, υἱοῦ Ἰεσσαί· ἐπειδὴ δέ τινες ὑπέλαβον τέλος τῶν τοῦ Δαυὶ̈δ ὕμνων τὸ λόγιον σημαίνειν, σημειώσῃ, ὅτι οὐ τοῦτο δηλοῖ ἡ τοῦ Ἑβραίου διάνοια. Ὁ γοῦν Ἀκύλας, ἀντὶ τοῦ· Ἐξέλιπον οἱ ὕμνοι Δαυὶ̈δ, Ἐτελέσθησαν προσευχαὶ Δαυὶ̈δ, ἐκδέδωκεν· ὁ δὲ Σύμμαχος· Ἐπετελέσθησαν προςευχαὶ Δαυί̈δ· καὶ ἡ πέμπτη ἔκδοσις, Ἀνεκεφαλαιώθησαν προσευχαὶ Δαυί̈δ. Δι’ ὧν παρίσταται τοῖς ἐν τῷ ψαλμῷ περὶ τοῦ Χριστοῦ προφητευομένοις συνῆφθαι τὰ εἰρημένα· ἐπιγέγραπται μὲν γὰρ ὁ ψαλμὸς εἰς Σαλομὼν, ἀναφέρεται δὲ τὰ ἐν αὐτῷ εἴς τε αὐτὸν Σολομῶντα, καὶ τὸν ἐκ σπέρματος αὐτοῦ γενησόμενον υἱὸν αὐτοῦ· διὸ εἴρηται· Ὁ Θεὸς, τὸ κρῖμά σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως. Εἶτα ἑξῆς τούτοις ἐπιφέρονται λόγοι τινὲς προφητικοὶ περὶ τοῦ υἱοῦ βασιλέως, δηλαδὴ ἐκ σπέρματος Σολομῶντος γεννηθησομένου, οἵτινες οὐκ ἐφ’ ἕτερον ἁρμόζειν δύνανται ἢ ἐπὶ μόνον Χριστὸν τοῦ Θεοῦ.
PG 12:1075Τὸ γὰρ, Κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης, καὶ παραπλήσια τούτοις οὔτ’ ἐπ’ αὐτὸν ἀνάγοιτο ἂν τὸν Σολομῶντα, οὐδ’ ἐπὶ τὸν ἀναδεξάμενον αὐτοῦ τὴν ἀρχὴν Ῥοβοὰμ, οὐδ’ ἐφ’ ἕτερον τῶν αὐτοῦ διαδόχων, ἀλλ’ ἐπὶ μόνον τὸν ἡμέτερον Σωτῆρα. Ἐπεὶ τοίνυν κατὰ τὸν Δαυὶ̈δ δι’ εὐχῆς ἦν ἐπιτελεσθῆναι τὴν ἐκ σπέρματος αὐτοῦ γένεσιν τοῦ Χριστοῦ, καὶ τὰ ἐπὶ ταύτῃ προφητευόμενα, ἐν οἷς ἦν τὰ ἐν τῷ προκειμένῳ ψαλμῷ, ὡς ἐπὶ τέλει λέλεκται· Καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη, καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ· εἰκότως ἐπισυνῆπται τούτοις κατὰ μὲν τὸν Ἀκύλαν· Ἐτελέσθησαν προσευχαὶ Δαυί̈δ· κατὰ δὲ τὸν Σύμμαχον· Ἐπετελέσθησαν προσευχαὶ Δαυί̈δ· κατὰ δὲ τὴν πέμπτην ἔκδοσιν· Ἀνεκεφαλαιώθησαν προσευχαὶ Δαυί̈δ. Ἐν τούτῳ ἀνεκεφαλαιώθησαν, ἐν τῷ πάντα τὰ ἔθνη εὐλογηθῆναι διὰ τῆς τοῦ ἐκ σπέρματος αὐτοῦ γεγενημένης ἐπιφανείας τοῦ τῶν ἐθνῶν ἁπάντων Σωτῆρος.
PG 12:1076Ἐν οἷς τὰ διαψάλματα φέρεται, ἐν τούτοις ὁ Ἀκύλας ἀντὶ τοῦ διαψάλματος πεποίηκεν Ἆσμα· ἡ δὲ πέμπτη ἔκδοσις διὰ παντός· κατὰ δὲ τὰ παρ’ ἡμῖν ἀντίγραφα καὶ κατὰ Σύμμαχον, ἔοικε μουσικοῦ τινος μέλους ἢ ῥυθμοῦ τροπῆς γενομένης ἡ τοῦ διαψάλματος παρακεῖσθαι παρασημείωσις. Πολλάκις δὲ καὶ διανοίας ἐναλλαγὴ γίνεται ἐν τοῖς διαψάλμασιν, ἤδη δέ ποτε καὶ προσώπου μεταβολή. Οἰηθείη μὲν ἄν τις πάντας τοὺς ἐπιγεγραμμένους ψαλμοὺς διὰ κρούσεως ὀργάνου μουσικοῦ τοῦ καλουμένου ψαλτηρίου ἀποδίδοσθαι· ἀλλ’ ἐπεὶ κατὰ τὸν Ἀκύλαν δι’ ἁπάσης τῆς βίβλου, ἐν ὅσοις ἐπιγέγραπται κατὰ τοὺς Ἑβδομήκοντα ψαλμὸς, ἐν τούτοις μελῴδημα ἐκδίδοται· κατὰ δὲ τὸν Σύμμαχον ᾠδὴ, ἢ ᾆσμα· τούτου χάριν ἀναγκαίως ἐπεσημειωσάμην ὡς ἂν μή τις νομίσῃ διὰ τοῦ μουσικοῦ ὀργάνου πάντας τοὺς παρ’ ἡμῖν ψαλμοὺς ἐπιγεγραμμένους εἰρῆσθαι. Οὐδὲ γὰρ ἂν ἔχοι λόγον, τὸν πεντηκοστὸν, φέρε, ἐπιγεγραμμένον, εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυὶ̈δ, διὰ ψαλτηρίου εἰρῆσθαι· μουσικὰ γοῦν ἐν πένθει ἄκαιρος διήγησις.
PG 12:1077Πῶς γὰρ οἷόν τε ἦν, λεχθέντα ἐπὶ δεινῷ πλημμελήματι τῷ Δαυὶ̈δ, οὐ τῆς τυχούσης ἀγανακτήσεως τοῦ Θεοῦ κατ’ αὐτοῦ γενομένης, καὶ ἀπειλῆς διὰ τοῦ προφήτου, ὡς ἐν εὐθυμίας καιρῷ ψαλτήριον ἀναλαβόντα, τρυφῆς καὶ εὐφροσύνης σύμβολα ἐπιτελεῖν; Τί δὲ ψαλτηρίου περιέχουσιν οἰκεῖον οἱ λόγοι; Οὐχὶ δὲ ὀλοφυρμοῦ καὶ ἀποκλαύσεως, οὓς εἰκὸς μετά τινος πενθικοῦ μέλους, οὐ μὴν μετὰ τοῦ ὀργάνου εἰρῆσθαι; Ταυτὸν δ’ ἂν εἴποις καὶ ἐπὶ τοῦ τρίτου, ὃς ἐπιγέγραπται Ψαλμὸς τῷ Δαυὶ̈δ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ. Ἐπιστήσεις γὰρ εἰ ἐν τοιαύτῃ τυγχάνων συμφορᾷ, καθ’ ἣν ἐκπεπτώκει μὲν τῆς βασιλείας, ἠλαύνετο δὲ πρὸς τοῦ υἱοῦ, μουσικοῖς ἐσχόλαζε. Λόγον δ’ ἂν ἔχοι, πρὸς τὸν Θεὸν καὶ ταύτην ἀναπέμπων τὴν ἱκεσίαν, μετά τινος μέλους αὐτὴν προηνέγκατο καταλλήλου τῷ καιρῷ· δι’ ὃ Μελῴδημα καὶ Ὠδὴν οἱ λοιποὶ καὶ ἐν τῇ τούτων προγραφῇ πεποιήκασιν. Τοὺς λοιποὺς δὲ τῶν ὁμοίως ἐπιγεγραμμένων παραπλησίως τοῖς εἰρημένοις ἐπισκέψῃ. Ὅσοι εἰσὶν, ἐν ὕμνοις, ἐπιγεγραμμένοι, ἐπὶ τούτων ἀντὶ τοῦ, ἐν ὕμνοις, ὁ μὲν Ἀκύλας, ἐν ψαλμοῖς· ὁ δὲ Σύμμαχος διὰ ψαλτηρίου ἐκδέδωκεν·
PG 12:1078ὥστε κατὰ τὴν αὐτῶν ἑρμηνείαν μόνους εἶναι τούτους διὰ τοῦ μουσικοῦ ὀργάνου μελῳδηθέντας. Καὶ ἔχει γε λόγον τὸν τέταρτον ψαλμὸν, ἐν ὕμνοις ἐπιγεγραμμένον, δι’ ὀργάνου κεκροῦσθαι. Ἐπειδὴ γὰρ ὁ τρίτος εἴρητο τῷ Δαυὶ̈δ, ἡνίκα ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ, εἰκότως ὁ τέταρτος, τὰ νικητήρια περιέχων τοῦ πρὸς τὸν υἱὸν πολέμου, ὁμοῦ καὶ εἰς τὸ τέλος, ὁμοῦ καὶ ἐν ὕμνοις ἐπιγέγραπται. Διόπερ ὁ Σύμμαχος ἀντὶ τοῦ, εἰς τὸ τέλος, ἐπινίκιον, ὁ δὲ Ἀκύλας, τῷ νικοποιῷ, ἐκδεδώκασιν. Σώζει δὲ τὴν ἀποδοθεῖσαν θεωρίαν τὰ ἐπιλεγόμενα, ἐν οἷς φησιν· Ἐν τῷ ἐπικαλεῖσθαί με, εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου, καὶ τὰ ἑξῆς. Ἥρμοζεν οὖν ταῦτα ὡς ἐν ἐπινικίοις καὶ διὰ μουσικῶν ὀργάνων ἀνακρουσθῆναι. Ὁ δὲ τρίτος οὐκ ἐπιγέγραπται εἰς τὸ τέλος· οὐ γὰρ ἦν πω ἐπινίκιος· ἀλλ’ οὐδὲ τοῦ πολέμου τέλος εἰληφότος εἴρητο. Σκέψαι δὲ καὶ ἐπὶ τοῦ ἕκτου, μήποτε ἐπειδὴ μετὰ τὰ πρῶτα τοῦ ψαλμοῦ ἐν τοῖς τελευταίοις ἐπιφέρει λέγων· Ἤκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου, εἰσήκουσε Κύριος τῆς δεήσεώς μου·
PG 12:1079Κύριος τὴν προσευχήν μου προσεδέξατο, εἰκότως αὐτὸς ἐπινίκιος, καὶ διὰ ψαλτηρίου, παρὰ δὲ τοῖς Ἑβδομήκοντα εἰς τὸ τέλος, καὶ ἐν ὕμνοις ἐπιγέγραπται. Ἀλλὰ καὶ ὁ πεντηκοστὸς τρίτος, πρὸ τῆς εἰς τὸν Οὐρίαν ἁμαρτίας εἰρημένος τῷ Δαυὶ̈δ, ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαούλ· Οὐκ ἰδοὺ Δαυὶ̈δ κέκρυπται παρ’ ἡμῖν; ὡς ἂν τῶν διαβεβληκότων αὐτὸν τῷ Σαοὺλ μηδὲν ἰσχυκότων, ἐν ὕμνοις μὲν παρ’ ἡμῖν· παρὰ δὲ τοῖς λοιποῖς διὰ ψαλτηρίου καὶ ἐν ψαλμοῖς, καὶ τῷ νικοποιῷ, καὶ ἐπινίκιος ἐπιγέγραπται. Τὸν ὅμοιον δὲ τρόπον ἐπιστήσεις καὶ τοῖς λοιποῖς, ὅσοι τῆς ὁμοίας ἠξίωνται προγραφῆς. Ὁμολογουμένως οἱ πλείους τῶν μετὰ τὸν πεντηκοστὸν ψαλμὸν, μακρῷ πρόσθεν εἴρηνται τοῦ πεντηκοστοῦ. Καὶ αὐτὸς δὲ ὁ πεντηκοστὸς εἴρηται πρὸ τοῦ χρόνου τοῦ κατὰ τὸν τρίτον, ὃς ἐλέχθη τῷ Δαυὶ̈δ ἡνίκα ἀπεδίδρασκεν ἀπὸ προσώπου τοῦ Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ. Ἦν δ’ οὗτος χρόνος ὁ μετὰ τὴν τοῦ πεντηκοστοῦ ἐξομολόγησιν. Τίνα οὖν ἄρα τοιαύτην περιέχει τάξιν; Ὁ μέν τις εἴποι ἔχειν τινὰ τῶν ἀριθμῶν ἕκαστον δύναμιν, κατὰ λόγους ἀριθμητικοὺς θεωρουμένην·
PG 12:1080οἷον, ὡς ἐπὶ παραδείγματος, τετιμῆσθαι μὲν τὴν ἑβδομάδα ἐν τῇ θείᾳ Γραφῇ διά τινας λόγους· ἐν γὰρ ἑπτὰ ἡμέραις τὸ σάββατον ἠξίωται προνομίας· καὶ ἐν ἑπτὰ ἑβδομάσιν ἡ Πεντηκοστή· ἔν τε μησὶν ὁ ἕβδομος μήν· ἕν τε ἐνιαυτοῖς τὸ ἕβδομον ἔτος, καὶ ἐν πολυπλασιασμῷ τῆς ἐν τοῖς ἐνιαυτοῖς ἑβδομάδος ὁ Ἰωβηλαῖος ἐξ ἑπτὰ ἑβδομάδων ἐτῶν συμπληρούμενος. Ἔμπαλιν δὲ τούτοις εἰς ἀκάθαρτον ἀριθμὸν ἡ δυὰς παρείληπται. Εἴρηται γοῦν τῷ Νῶε· Εἰσάξεις εἰς τὴν κιβωτὸν τῶν μὲν καθαρῶν ζώων ἑπτὰ ἑπτὰ, τῶν δὲ ἀκαθάρτων δύο δύο. Καὶ τὴν μονάδα δὲ πολὺ πρότερον τήν τε πρώτην αὐτὴν, καὶ τὴν ἐν δεκάσιν, καὶ τὴν ἐν ἑκατοντάσιν κατά τινας οὐ τοὺς τυχόντας λόγους· ὡς αὖ πάλιν τὴν τριάδα, καὶ τὴν πεντάδα, καὶ τὴν ἑβδομάδα, καὶ τοὺς λοιποὺς τῶν ἀριθμῶν παραπλησίως· κατὰ τοῦτον τοιγαροῦν τὸν λόγον, ἑκάστῳ ἀριθμῷ οἰκείως ἐφηρμόσθαι τοὺς ψαλμοὺς, ὥστε τῷ πεντηκοστῷ ἀριθμῷ κατάλληλον γεγονέναι τὴν τοῦ Δαυὶ̈δ ἐξομολόγησιν, διὰ τὸν περὶ τῆς πεντηκονταετηρίδος νόμον, ἐν ᾧ νενομοθέτηται χρεῶν ἀφέσεις ποιεῖσθαι· ὡς διὰ ταῦτα μὴ τοῖς χρόνοις ἐξηκολουθηκέναι τὴν τῶν ψαλμῶν τάξιν, ἀλλὰ τῇ τῶν ἀριθμῶν δυνάμει.
PG 12:1081Ἕτερος δ’ ἂν εἴποι μηδὲν μὲν τοιοῦτο περίεργον περιέχειν τὴν βίβλον, ἁπλῆν δὲ συναγωγὴν κατὰ τὸ αὐτὸ, ᾠδῶν ὁμοῦ καὶ ψαλμῶν, καὶ τῶν λοιπῶν σποράδην ἀναγεγραμμένων· ἤτοι Ἔσδρα καὶ ταῦτα μετὰ τῶν ἄλλων Γραφῶν ἀπομνημονεύσαντος, ἢ καὶ τῶν παρ’ Ἑβραίοις παλαιῶν σοφῶν κατὰ τὸ προςπεσὸν ἑκάστου τῇ μνήμῃ συλλεξαμένων τοὺς ἐμφερομένους, ὡς ἔτυχε, τὴν ἔκθεσιν αὐτῶν ἁπλουστέρᾳ διανοίᾳ πεποιημένων κεκαθαρμένην. ΑΠΟ ΤΟΥ ΕΙΣ ΤΟΝ Α ΨΑΛΜΟΝ ΤΟΜΟΥ. Κεκλεῖσθαι καὶ ἐσφραγίσθαι τὰς θείας Γραφὰς οἱ θεῖοί φασι λόγοι, τῇ κλειδὶ τοῦ Δαυὶ̈δ, τάχα δὲ καὶ σφραγῖδι, περὶ ἧς εἴρηται τό· Ἐκτύπωμα σφραγῖδος ἁγίασμα Κυρίῳ· τουτέστι τῇ δυνάμει τοῦ δεδωκότος αὐτὰς Θεοῦ, τῇ ὑπὸ τῆς σφραγῖδος δηλουμένῃ. Περὶ μὲν οὖν τοῦ κεκλεῖσθαι καὶ ἐσφραγίσθαι ὁ Ἰωάννης ἀναδιδάσκει ἐν τῇ Ἀποκαλύψει λέγων· Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφείᾳ Ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινὸς, ὁ ἔχων τὴν κλεῖδα τοῦ Δαυί̈δ· ὁ ἀνοίγων, καὶ οὐδεὶς κλείσει, καὶ κλείων, καὶ οὐδεὶς ἀνοίξει· Οἶδά σου τὰ ἔργα· ἰδοὺ δέδωκα θύραν ἐνώπιόν σου ἀνεῳγμένην, ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν. Καὶ μετ’ ὀλίγα·
PG 12:1082Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τὸν θρόνον βιβλίον γεγραμμένον ἔσωθεν καὶ ὄπισθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά. Καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα φωνῇ μεγάλῃ· Τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον, καὶ λῦσαι σφραγῖδας αὐτοῦ; Καὶ οὐδεὶς ἠδύνατο ἐν τῷ οὐρανῷ, οὔτε ἐπὶ τῆς γῆς, οὔτε ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον, οὔτε βλέπειν αὐτό. Καὶ ἔκλαιον, ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον, οὔτε βλέπειν αὐτό. Καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· Μὴ κλαῖε, ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυὶ̈δ, ἀνοῖξαι τὸ βιβλίον, καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ. Περὶ δὲ τοῦ ἐσφραγίσθαι μόνον ὁ Ἡσαί̈ας οὕτως· Καὶ ἔσται ὑμῖν τὰ ῥήματα ταῦτα πάντα, ὡς οἱ λόγοι τοῦ βιβλίου τούτου τοῦ ἐσφραγισμένου, ὃ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα, λέγοντες· Ἀνάγνωθι ταῦτα, καὶ ἐρεῖ· Οὐ δύναμαι ἀναγνῶναι· ἐσφράγισται γάρ. Καὶ δοθήσεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα·
PG 12:1083καὶ ἐρεῖ, Οὐκ ἐπίσταμαι γράμματα. Ταῦτα γὰρ οὐ μόνον περὶ τῆς Ἀποκαλύψεως Ἰωάννου, καὶ τοῦ Ἡσαί̈ου νομιστέον λέγεσθαι, ἀλλὰ καὶ περὶ πάσης θείας Γραφῆς ὁμολογουμένως καὶ παρὰ τοῖς μετρίως ἐπαί̈ειν λόγων θείων δυναμένοις, πεπληρωμένης αἰνιγμάτων, καὶ παραβολῶν, σκοτεινῶν τε λόγων, καὶ ἄλλων ποικίλων εἰδῶν ἀσαφείας, δυσλήπτων τῇ ἀνθρωπίνῃ φύσει· ὅπερ διδάξαι βουλόμενος καὶ ὁ Σωτήρ φησιν, ὡς τῆς κλειδὸς οὔσης παρὰ τοῖς γραμματεῦσι, καὶ Φαρισαίοις οὐκ ἀγωνιζομένοις τὴν ὁδὸν εὑρεῖν τοῦ ἀνοῖξαι, τό· Οὐαὶ ὑμῖν τοῖς νομικοῖς· ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως, αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους οὐκ ἀφίετε εἰσελθεῖν. Ταῦτα δὲ ἡμῖν ἐν προοιμίῳ λέλεκται, εἰς μέγιστον ἀγῶνα, καὶ ὁμολογουμένως ὑπὲρ ἡμᾶς, καὶ τὴν ἕξιν ἡμῶν, ἀναγκαζομένοις ὑπὸ τῆς πολλῆς σου φιλομαθείας, καὶ δυσωπουμένοις ὑπὸ τῆς χρηστότητος καὶ τῆς μετριότητός σου, ἱερὲ Ἀμβρόσιε, κατελθεῖν·
PG 12:1084καὶ ὅτι γε ἐπὶ πολὺ ἀναδυόμενόν με, διὰ τὸ εἰδέναι τὸν κίνδυνον, οὐ μόνον τοῦ λέγειν περὶ τῶν ἁγίων, ἀλλὰ πολλῷ πλεῖον τοῦ γράφειν, καὶ τοῖς μεθ’ ἡμᾶς καταλιπεῖν, παντοδαπῶς κατεπᾴδων φιλικῶς, καὶ κατὰ προκοπὴν θεότητος εἰς τοῦτο ἤγαγές με. Μάρτυς ἔσο μοι πρὸς Θεὸν, μεθ’ ὅλου τοῦ βίου, καὶ περὶ τῶν ὑπηγορευμένων ἐξεταζόμενον, ποίᾳ τε προθέσει τοῦτο γεγένηται· καὶ πὴ μὲν ἐντυγχάνομεν, πὴ δὲ ἤτοι βιαζόμεθα βιαιότερον, ἢ δοκοῦμέν τι λέγειν· ἐξιχνεύσαμεν δὲ τὸ γεγραμμένον, οὐ καταφρονοῦντες τοῦ· Ὅτε λέγεις περὶ Θεοῦ, κρίνῃ ὑπὸ Θεοῦ, καλῶς εἰρημένου· καὶ τό· Περὶ Θεοῦ καὶ τἀληθῆ λέγειν κίνδυνος οὐ μικρός. Ἀξιοῦμεν τοίνυν, ἐπεὶ μηδὲν χωρὶς Θεοῦ καλὸν εἶναι δύναται, καὶ μάλιστα νόησις Γραφῶν θεοπνεύστων, ὅπως τῷ Πατρὶ τῶν ὅλων Θεῷ, διὰ τοῦ Σωτῆρος ἡμῶν καὶ ἀρχιερέως γενητοῦ Θεοῦ προσιέναι, αἰτήσεις δοθῆναι ἡμῖν πρῶτον καλῶς ζητεῖν· ἐπίκειται γὰρ τοῖς ζητοῦσιν ἐπαγγελία τοῦ εὑρίσκειν· τάχα οὐδὲ τὴν ἀρχὴν εἰς ζητοῦντας λογιζομένων παρὰ Θεῷ τῶν οὐχ ὁδῷ ἐπὶ τοῦτο προϊόντων. Καὶ μεθ’ ἕτερα·
PG 12:1085Μέλλοντες δὲ ἄρχεσθαι τῆς ἑρμηνείας τῶν Ψαλμῶν, χαριεστάτην παράδοσιν ὑπὸ τοῦ Ἑβραίου ἡμῖν καθολικῶς περὶ πάσης θείας Γραφῆς παραδεδομένην προτάξομεν· ἔφασκε γὰρ ἐκεῖνος ἐοικέναι τὴν ὅλην θεόπνευστον Γραφὴν, διὰ τὴν ἐν αὐτῇ ἀσάφειαν, πολλοῖς οἴκοις ἐν οἰκίᾳ μιᾷ κεκλεισμένοις, ἑκάστῳ δὲ οἴκῳ παρακεῖσθαι κλεῖν οὐ τὴν κατάλληλον αὐτῷ· καὶ οὕτω διεσκεδάσθαι τὰς κλεῖς περὶ τοὺς οἴκους, οὐχ ἁρμοζούσας καθ’ ἑκάστην ἐκείνοις οἷς παράκεινται· ἔργον δὲ εἶναι μέγιστον εὑρίσκειν τε τὰς κλεῖς καὶ ἐφαρμόζειν αὐτὰς τοῖς οἴκοις, οὓς ἀνοῖξαι δύνανται· νοεῖσθαι τοίνυν καὶ τὰς Γραφὰς οὔσας ἀσαφεῖς, οὐκ ἄλλοθεν τὰς ἀφορμὰς τοῦ νοεῖσθαι λαμβανούσας ἢ παρ’ ἀλλήλων ἐχουσῶν ἐν αὐταῖς διεσπαρμένον τὸ ἐξηγητικόν. Ἡγοῦμαι γοῦν καὶ τὸν Ἀπόστολον τὴν τοιαύτην ἔφοδον τοῦ συνιέναι τοὺς θείους λόγους ὑποβάλλοντα λέγειν· Ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς Πνεύματος, πνευματικοῖς πνευματικὰ συγκρίνοντες. Καὶ μετὰ πολλὰ συγκρίνων τοὺς ἑνικῶς κειμένους μακαρισμοὺς πρὸς τοὺς πληθυντικῶς εἰρημένους, φησίν·
PG 12:1086Εἰ δὲ τὰ λόγια Κυρίου λόγια ἁγνὰ, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως, καὶ μετὰ πάσης ἀκριβείας ἐξητασμένως τὸ ἅγιον Πνεῦμα ὑποβέβληκεν αὐτὰ διὰ τῶν ὑπηρετῶν τοῦ λόγου, μήποτε καὶ ὑμᾶς διαφεύγῃ ἡ ἀναλογία, καθ’ ἣν ἐπὶ πᾶσαν ἔφθασε Γραφὴν ἡ σοφία τοῦ Θεοῦ θεόπνευστον μέχρι τοῦ τυχόντος γράμματος· καὶ τάχα διὰ τοῦτο ὁ Σωτὴρ ἔφη· Ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. Ὃν τρόπον γὰρ ἐπὶ τῆς κοσμοποιίας ἡ θεία τέχνη οὐ μόνον ἐν οὐρανῷ καὶ ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις φαίνεται, δι’ ὅλων τῶν σωμάτων ἐκείνων πεφοιτηκυῖα, ἀλλὰ καὶ ἐπὶ γῆς ἐν ὕλῃ εὐτελεστέρᾳ τὸ αὐτὸ πεποίηκεν, ὡς μὴ ὑπερηφανῆσθαι ἀπὸ τοῦ τεχνίτου, μήτε τὰ σώματα τῶν ἐλαχίστων ζώων· πολλῷ δὲ πλέον καὶ τὰς ἐνυπαρχούσας ψυχὰς ἐν αὐτοῖς, ἑκάστης ἰδίωμά τι λαβούσης ἐν αὐτῇ, ὡς ἐν ἀλόγῳ σωτήριον· μήτε τὰ τῆς γῆς βλαστήματα, ἑκάστῳ ἐνυπάρχοντος τοῦ τεχνικοῦ περὶ τὰς ῥίζας καὶ τὰ φύλλα καὶ τοὺς ἐνδεχομένους καρποὺς, καὶ τὰς διαφορὰς τῶν ποιοτήτων·
PG 12:1087οὕτως ἡμεῖς ὑπολαμβάνομεν περὶ πάντων τῶν ἐξ ἐπιπνοίας τοῦ ἁγίου Πνεύματος ἀναγεγραμμένων, ὡς τῆς ἐπιδιδούσης τὴν ὑπὲρ ἄνθρωπον σοφίαν ἱερᾶς Προνοίας διὰ τῶν γραμμάτων τῷ γένει τῶν ἀνθρώπων, λόγια σωτήρια ἐνεσπαρκυίας, ὡς ἔστιν εἰπεῖν, ἑκάστῳ γράμματι κατὰ τὸ ἐνδεχόμενον ἴχνη τῆς σοφίας. Χρὴ μέντοιγε τὸν ἅπαξ παραδεξάμενον τοῦ κτίσαντος τὸν κόσμον εἶναι ταύτας τὰς Γραφὰς, πεπεῖσθαι ὅτι ὅσα περὶ τῆς κτίσεως ἀπαντᾷ τοῖς ζητοῦσι τὸν περὶ αὐτῆς λόγον, ταῦτα καὶ περὶ τῶν Γραφῶν. Ἔστι δέ γε καὶ ἐν τῇ κτίσει τινὰ ἀνθρωπίνῃ φύσει δυσεύρετα ἢ καὶ ἀνεύρετα· καὶ οὐ διὰ τοῦτο κατηγορητέον τοῦ ποιητοῦ τῶν ὅλων. Φέρε εἰπεῖν, ἐπεὶ οὐχ εὑρίσκομεν αἰτίαν βασιλίσκων κτίσεως, καὶ τῶν ἄλλων ἰοβόλων θηρίων· ἐνθάδε γὰρ ὅσιον τὸν αἰσθανόμενον τῆς ἀσθενείας τοῦ γένους ἡμῶν, καὶ ὅτι τέχνης Θεοῦ λόγους μετὰ πάσης ἀκριβείας τεθεωρημένους ἐκλαβεῖν ἡμῖν ἀμήχανον, Θεῷ ἀνατιθέναι τὴν τούτων γνῶσιν, ὕστερον ἡμῖν, ἐὰν ἄξιοι κριθῶμεν, φανερώσοντι ταῦτα περὶ ὧν νῦν εὐσεβῶς ἐπεστήσαμεν. Οὕτω τοίνυν καὶ ἐν ταῖς θείαις Γραφαῖς χρὴ ὁρᾷν, ὅτι πολλὰ ἀπόκεινται ἐν αὐτοῖς δυσαπόδοτα ἡμῖν·
PG 12:1088οἱ γοῦν ἐπαγγελλόμενοι μετὰ τὸ ἀποστῆναι τοῦ κτίσαντος τὸν κόσμον, καὶ ᾧ ἀνέπλασαν ὡς Θεῷ προστρέχειν, λυέτωσαν τὰς προσαγομένας ὑφ’ ἡμῶν αὐτοῖς ἀπορίας, ἢ τὸ ἑαυτῶν γε συνειδὸς πειθέτωσαν μετὰ τὸ τηλικοῦτον τόλμημα τῆς ἀσεβείας ἀναπεπαῦσθαι, συμφώνως ταῖς παρ’ αὐτοῖς ὑποθέσεσι περὶ τῶν ζητουμένων, καὶ περὶ τῶν προσαγομένων αὐτοῖς ἀπορημάτων· εἰ γὰρ κἀκεῖ οὐδὲν ἧττον τὰ ἀπορήματα μένει, ἀποστάντων τῆς θεότητος· πόσῳ ὁσιώτερον ἦν, μένοντας ἐπὶ τῆς ἐννοίας τῆς περὶ Θεοῦ, ἀπὸ τῶν κτισμάτων τοῦ γενεσιουργοῦ θεωρουμένου, μηδὲν ἄθεον καὶ ἀνόσιον περὶ τοῦ τηλικούτου ἀποφαίνεσθαι Θεοῦ; Ἐκ τοῦ αὐτοῦ εἰς τὸν α ψαλμὸν τόμου. Ἐπεὶ δὲ ἐν τῷ περὶ ἀριθμῶν τόπῳ ἑκάστου ἀριθμοῦ δύναμίν τινα ἔχοντος ἐν τοῖς οὖσιν, ᾗ κατεχρήσατο ὁ τῶν ὅλων Δημιουργὸς εἰς τὴν σύστασιν, ὁτὲ μὲν τοῦ παντὸς, ὁτὲ δὲ εἴδους τῶν ἐν μέρει, προςέχειν δεῖ καὶ ἐξιχνεύειν ἀπὸ τῶν Γραφῶν τὰ περὶ αὐτῶν, καὶ ἑνὸς ἑκάστου αὐτῶν. Οὐκ ἀγνοητέον οὖν, ὅτι καὶ τὸ εἶναι τὰς ἐνδιαθήκους βίβλους, ὡς Ἑβραῖοι παραδιδόασι, δύο καὶ εἴκοσιν, ὅσος ὁ ἀριθμὸς τῶν παρ’ αὐτοῖς στοιχείων ἐστὶν, οὐκ ἄλογον τυγχάνει·
PG 12:1089ὡς γὰρ τὰ κβ στοιχεῖα εἰσαγωγὴ δοκεῖ εἶναι εἰς τὴν σοφίαν καὶ τὰ θεῖα διδάγματα τοῖς χαρακτῆρσι τούτοις ἐντυπούμενα τοῖς ἀνθρώποις· οὕτω στοιχείωσίς ἐστιν εἰς τὴν σοφίαν τοῦ Θεοῦ, καὶ εἰσαγωγὴ εἰς τὴν γνῶσιν τῶν ὄντων τὰ κβ θεόπνευστα βιβλία. Εἰσὶ δὲ αἱ εἴκοσι δύο βίβλοι καθ’ Ἑβραίους αἵδε· ἡ παρ’ ἡμῖν Γένεσις ἐπιγεγραμμένη, παρὰ δὲ Ἑβραίοις, ἀπὸ τῆς ἀρχῆς τῆς βίβλου, Βρησὶθ, ὅπερ ἐστὶν, Ἐν ἀρχῇ· Ἔξοδος, Οὐαλεσμὼθ, ὅπερ ἐστὶ, Ταῦτα τὰ ὀνόματα· Λευϊτικὸν, Οὐϊκρὰ, Καὶ ἐκάλεσεν· Ἀριθμοὶ, Ἀμμεσφεκωδείμ· Δευτερονόμιον, Ἕλλε ἁδδεβαρὶμ, Οὗτοι οἱ λόγοι· Ἰησοῦς υἱὸς Ναυῆ, Ἰωσοῦε βὲν Νοῦν· Κριταὶ, Ῥοὺθ, παρ’ αὐτοῖς ἐν ἑνὶ Σωφετίμ· Βασιλειῶν πρώτη, δευτέρα, παρ’ αὐτοῖς ἓν, Σαμουὴλ, ὁ θεόκλητος· Βασιλειῶν τρίτη, τετάρτη ἐν ἑνὶ, Οὐαμμέλεχ Δαυὶ̈δ, ὅπερ ἐστὶ, βασιλεία Δαυί̈δ· Παραλειπομένων πρώτη, δευτέρα ἐν ἑνὶ, Διβρὴ ἀϊαμὶμ, ὅπερ ἐστὶ, Λόγοι ἡμερῶν· Ἔσδρας πρῶτος καὶ δεύτερος ἐν ἑνὶ, Ἐζρᾶ, ὅ ἐστι Βοηθός· βίβλος Ψαλμῶν, Σέφερ θιλλίμ· Σολομῶντος Παροιμίαι, Μισλώθ· Ἐκκλησιαστὴς, Κωέλεθ· Ἆσμα ᾀσμάτων, Σὶρ ἁσσιρίμ· Ἡσαί̈ας, Ἰεσαί̈α·
PG 12:1090Ἱερεμίας, σὺν Θρήνοις, καὶ τῇ ἐπιστολῇ ἐν ἑνὶ, Ἱερεμία· Δανιὴλ, Δανιήλ· Ἰεζεκιὴλ, Ἰεεζκήλ· Ἰὼβ, Ἰώβ· Ἐσθὴρ, Ἐσθήρ. Ἔξω δὲ τούτων ἐστὶ τὰ Μακκαβαϊκὰ, ἅπερ ἐπιγέγραπται Σαρβὴθ Σαρβανὲ ἔλ. ΨΑΛΜΟΣ Α. Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, κ. τ. ἑ. Ποίαν ἐχρῆν εἶναι Ψαλμῶν ἀρχὴν ἢ τὴν τοῦ κατὰ τὸν Σωτῆρα ἀνθρώπου τὸν μακαρισμὸν περιέχουσαν, καὶ τοὺς ἐπαίνους αὐτοῦ ἐν ἀποχῇ μὲν τῶν χειρόνων, μελέτῃ δὲ καὶ πράξει τῶν βελτιόνων, καὶ τῇ ἐξομοιώσει τῇ πρὸς τὸν Μονογενῆ; ὅστις, σοφία ὢν, ξύλον μὲν ζωῆς ἐν Παροιμίαις εἴρηται ὑπὸ Σολομῶντος, νῦν δὲ ξύλον πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὄντων λόγων διεξοδικῶν, ἢ νόμῳ διαλεκτικῷ διαιρετῶν· οὗ ξύλου καρποὶ μὲν τὰ προηγούμενα δόγματα, φύλλα δὲ αἱ λέξεις καὶ τὰ ῥητά. Τοῦ αὐτοῦ. Βουλὴ ἀσεβῶν ἐστι λογισμὸς ἐμπαθὴς αἰσθητοῖς πράγμασι τὸν νοῦν προσδεσμῶν. Οὐκ εἶπε δὲ, ἄνθρωπος, ἀλλ’ ἀνὴρ, ὅτι πρὸς ἀγῶνας καὶ πάλας καὶ μάχας τὰς ὑπὲρ ἀρετῆς καλεῖ· καὶ βούλεται καὶ τὰς γυναῖκας ἀῤῥενώπους καὶ ἀνδρείας εἶναι. Μακαριότης δὲ, ψυχῆς ἀπάθεια μετὰ γνώσεως τῶν ὄντων ἀληθοῦς.
PG 12:1091Καθέδρα λοιμῶν ἐστι λογικῆς ψυχῆς ἕξις χειρίστη, καθ’ ἣν καὶ τοὺς ἄλλους διδάσκει· καὶ νομικοὶ, οἳ καὶ κληθεῖεν ἂν ἀσεβεῖς καὶ λοιμοὶ, καὶ ἁμαρτωλοί. Καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν, κ. τ. ἑ. Γενικῶς τρία ἐστίν· ἤτοι γὰρ τὴν ἀρχὴν οὐδὲ ἐπαγγέλλεταί τις ἀλήθειαν, ἀλλ’ ὡς ἔτυχεν, ἑαυτὸν ἐκδοὺς τοῖς ματαίοις καὶ ἀνεξετάστοις πάντη διαλογισμοῖς τῆς καρδίας αὐτοῦ, δίκην ἀλόγου βοσκήματος φέρεται, οὐχ ἑστηκὼς, οὐδ’ ἐπερειδόμενός τινι, καὶ διὰ τοῦτο οὐ καθιζόμενος, ὅστις πορεύεσθαι λέγεται ἐν τῇ βουλῇ τῶν ἀσεβῶν. Ἐν οἷς βουλεύονται οἱ ἀσεβεῖς, οὐ μετὰ δοκούσης σκέψεως προσέρχονται, ὅσα νομίζεται τοῖς ἀπαιδεύτοις καλὰ, θηρεύοντες. Ἢ ἐν τῇ ἀληθείᾳ δοκῶν ἑστάναι, οὐ κατὰ τὴν ἀληθῆ διδασκαλίαν βιοὺς, ἁμαρτωλὸς μετὰ ἁμαρτωλῶν ἐστιν, ζητῶν τῶν νομιζομένων ἐν ἀληθείᾳ εἶναι τοὺς χείρονας, καὶ διὰ τοῦτο ἐν ὁδῷ αὐτῶν ἑστηκώς.
PG 12:1092Ἢ κατὰ τὸ τρίτον τῶν ἐν τῇ προκειμένῃ λέξει τῆς Γραφῆς, ἐν ψευδέσι τισὶ δόγμασι ταῦτα ὑπολαμβάνων εἶναι τἀληθῆ, φησὶν ἀναπεπαῦσθαι, καὶ οὐκέτι χρῄζειν πορείας ἢ στάσεως, σχῆμά τι περιεχούσης τοῦ μηδεπώποτε πεπληροφορημένου περὶ τῶν Γραμμάτων. Καὶ οὗτος ἐπαναπαυόμενος τῇ καθέδρᾳ τῶν λυμαινομένων καθέζεται. Καθ’ ὧν δὲ ἡ λοιμὸς προσηγορία, κατὰ τούτων καὶ ἡ χλευαστὴς οὐκ ἀσκόπως παρὰ τοῖς ἑτέροις εἴρηται. Χλευάζουσι γὰρ τοὺς λοιποὺς, καὶ μάλιστα τοὺς κατὰ τὸν ὑγιῆ λόγον πεπιστευκότας οἱ ἐν ἑαυτοῖς σοφοὶ, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες. Ἀλλ’ ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτὸς, κ. τ. ἑ. Μελετᾷ τὸν νόμον Κυρίου ἡμέρας καὶ νυκτὸς, οὐχ ὁ τὰς λέξεις τοῦ νόμου χωρὶς τῶν κατ’ αὐτὰς ἔργων εἰς τὸ μνημονεῦσαι ἀναλαμβάνων, ἀλλὰ καὶ ὁ ἐπὶ τὰ κατάλληλα ἔργα ἐρχόμενος μεμελετηκὼς αὐτῶν, ἕως διὰ τῆς συνεχοῦς τῶν κατὰ τὸν νόμον ἔργων μελέτης γένηται εὐχερὴς, ἀποδιδοὺς πάντα τὰ ἐπιβάλλοντα τῷ κατὰ τὸν νόμον τελείως βιοῦντι. Οὕτως γὰρ ἔσται δυνατὸν τὸ δι’ ὅλης τῆς ἡμέρας καὶ νυκτὸς μελετᾷν τὸν τοῦ Θεοῦ νόμον.
PG 12:1093Εἴτε γὰρ ἐσθίει, εἴτε πίνει, εἴτε πᾶν ὁτιοῦν πράττει κατὰ τὸ λεγόμενον παρὰ τῷ θείῳ Ἀποστόλῳ, πάντα εἰς δόξαν Θεοῦ ποιεῖ ὁ τοιοῦτος· ὥστε καὶ ἐν τῷ τοῦ ὕπνου καιρῷ κατὰ τὸ δέον γινομένου τῆς προσοχῆς καὶ ἐπὶ τοῦτον φθανούσης, καὶ ἐπὶ τὰς φαντασίας τὰς ἐν αὐτῷ. Διὰ τούτου λύεται καὶ τὰ παρὰ τῷ Ἀποστόλῳ ἀπορούμενα λέγοντι· Ἀδιαλείπτως προσεύχεσθε. Πῶς γὰρ κοιμώμενός τις εὔξεται, καὶ πράττων τι τῶν εἰς ἀνθρώπους καθηκόντων, ἢ τὸ ἑαυτοῦ σῶμα θεραπεύων; Ἀλλὰ καὶ ἐπὶ τούτου φαμέν· ὅτι κέκραγε πρὸς Θεὸν, καὶ αἰτεῖ αὐτὸν τὰ κάλλιστα προκαλούμενος ἐπὶ τὸ παρασχεῖν ὁ τέλειος, πάντα κατὰ τὸν λόγον ποιῶν, ὥστε πᾶσαν αὐτοῦ πρᾶξιν εὐχὴν εἶναι. Ὥσπερ δὲ ἐπὶ τοῦ μελετᾷν τὸν νόμον οὐκ ἀμελητέον τοῦ αὐτοῦ τοῦ ἰδικοῦ, οὕτως οὐκ ἀμελητέον αὐτοῦ τοῦ ἰδικῶς εὔχεσθαι, ἐπεὶ μελετᾷν ἐστι καὶ εὔχεσθαι πράττειν ὁτιοῦν κατὰ τὸν νόμον Κυρίου. Ἐπιστήσει δέ τις εἰ κατὰ νόμους ἀναγωγῆς ἡμέρα μὲν δύναται λέγεσθαι ἡ ἀπερίστατος ἡμῶν κατάστασις, νὺξ δὲ ἡ περιστατικὴ διὰ τὸ σκυθρωπότερον.
PG 12:1094Δεῖ δὲ ἐν τῷ νόμῳ πειρᾶσθαι εἶναι οὐ μόνον ὅτε τὰ ἔξωθεν ἡμῖν οὐκ ἀντιπράττει, ἀλλὰ καὶ ὅτε τοῖς καλουμένοις πειρασμοῖς περιπίπτομεν. Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ· καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται· καὶ πάντα ὅσα ἂν ποιῇ, κατευοδωθήσεται, κ. τ. ἑ. Μετὰ ταῦτα παραληψώμεθα τὸ παρὰ τοῦ Ἀκύλα λεγόμενον, μεταπεφυτευμένον. Πόθεν γὰρ τὸ ξύλον, περὶ οὗ ὁ λόγος, μεταπεφύτευται ἐπὶ ταῖς τῶν ὑδάτων διαιρέσεσιν; Ἢ γὰρ ἐῤῥιζωκὸς ἐν τῷ Πατρὶ, ἐπ’ εὐεργεσίᾳ πολλῶν μεταπεφύτευται, εἰς τὸ καὶ ἄλλους μεταλαβεῖν αὐτοῦ τῆς εἰκόνος, τῆς κατὰ τὸ μεταπεφυτεῦσθαι λαμβανομένης· οὐχ ὅτι οὐκ ἔστιν ἐν τῷ Πατρὶ (ἔστι γὰρ), ἀλλ’ ὅτι καὶ παρ’ ἑτέροις γεγένηται· ἢ καθ’ ἑτέραν ἐπιβολὴν ἡ ψυχή ἐστι τοῦ Σωτῆρος, ἣν ἔλαβεν, ἐντεῦθεν μεταπεφυτευμένη ἐπὶ τὸν παράδεισον, ὅπου καὶ τὸ Εὐαγγέλιόν φησιν αὐτὸν μετὰ τὸ πάθος γεγονέναι, διηγούμενον αὐτὸν εἰρηκέναι τῷ μετανοήσαντι λῃστῇ·
PG 12:1095Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ. Μεταπεφύτευται δὲ ἐκεῖ, ἵνα οἱ ἄξιοι σὺν Χριστῷ εἶναι φωτίζωνται ὑπ’ αὐτοῦ τῷ τῆς γνώσεως φωτισμῷ, προκόπτοντες ἐν τῇ τῶν ὄντων θεωρίᾳ, κατὰ τὴν σοφίαν τοῦ Θεοῦ. Ταῦτα δὲ οὕτως ἐξειλήφαμεν, ἐπειδὴ κυρίως ἐπὶ δένδρων λέγεται τὸ φέρειν καρπόν· τὸ δὲ διδόναι, μᾶλλον ἐμψύχοις ἁρμόζει, καὶ ταῦτα λογικοῖς. Ζητητέον δὲ εἰ ἔστι καιρὸς τῷ ξύλῳ τῆς ζωῆς τοῦ καρποῦ· λέγειν γὰρ τὴν σοφίαν καρπόν ποτε μὴ ἔχειν, οὐχ ὅσιον· διὸ οὐκ εἴρηται, ὃ τὸν καρπὸν αὐτοῦ ἐνέγκει ἐν καιρῷ αὐτοῦ, ἀλλ’ ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ. Καιρὸς δὲ αὐτοῦ τοῦ διδόναι ἡ τοῦ λαμβάνοντός ἐστιν ἐπιτηδειότης. Ὅσον γὰρ τὸ ἐπ’ αὐτῷ, ἕτοιμόν ἐστιν ἀεὶ διδόναι τὸν καρπὸν αὐτοῦ. Εἰ γὰρ τοὺς οἰκονόμους ὁ Λόγος θέλει πιστοὺς εἶναι καὶ φρονίμους, οὐχὶ ἁπλῶς διδόντας τὸ σιτομέτριον τοῖς συνδούλοις, ἀλλ’ ἐν καιρῷ διδόντας, πόσῳ μᾶλλον ἡ σοφία πιστῶς ἅμα καὶ φρονίμως τοὺς ἰδίους οἰκονομήσει καρπούς; Ὁ αὐτὸς δὲ καιρός ἐστι τοῦ διδόναι, ὥσπερ καὶ τῷ λαμβάνοντι τοῦ λαβεῖν. Τί δὲ τὸ φύλλον τῆς ζωῆς, τουτέστι τῆς σοφίας, οὐκ ἀποῤῥεῦσον, κατιδεῖν ἄξιον·
PG 12:1096οὐκ ἄλλοθεν δὲ λαβεῖν αὐτὸ ἔστιν ἢ μετρίως τοῖς φυσικοῖς ἐπιδιατρίψαντας. Δῆλον δὲ, ὅτι διὰ τοὺς καρποὺς τὰ καρποφόρα δένδρα ὁ Δημιουργὸς ἐκέλευσε βλαστῆσαι, δι’ οὓς τὰ ἐκείνοις χρειώδη κατ’ ἐπακολούθησιν πεποίηκε. Χρεία δὲ σκέπης τοῖς καρποῖς τῆς ἀπὸ τῶν φύλλων φυλακῆς ἕνεκεν. Ταῦτα οὖν καὶ ἐπὶ τῆς περὶ τῶν ὅλων σοφίας ἔστιν ἰδεῖν, ἐν ᾗ τὰ πάντα ὁ τῶν ὅλων Δημιουργὸς πεποίηκεν. Ἃ μὲν γὰρ προηγουμένως γίνεται, ἃ δὲ κατ’ ἐπακολούθησιν διὰ τὰ προηγούμενα. Προηγουμένως μὲν γὰρ τὸ λογικὸν ζῶον, διὰ δὲ τὴν αὐτοῦ χρείαν κτήνη καὶ τὰ ἀπὸ τῆς γῆς φυόμενα. Μήποτε οὖν οἱ μὲν λόγοι τῶν προηγουμένως γεγονότων οἱ καρποί εἰσι τοῦ δένδρου τῆς ζωῆς· τῶν δὲ διὰ ταῦτα κτισθέντων τὰ φύλλα, ὧν οὐδὲν μάταιόν ἐστιν, οὐδὲ ἐξουθενεῖσθαι πάντη ἄξιον ὡς εὐτελὲς, ἵνα ἔλθῃ πίπτειν καὶ ἀποῤῥεῖν μὴ φρουρούμενον. Καὶ ἔτι μᾶλλον τὸ ἑξῆς· Καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται. Ἔστι γὰρ εἴς τινα ἀναγκαῖα καταχρήσασθαι καὶ πᾶσι τοῖς ἐκ τοῦ ἀκολουθήματος γενομένοις. Καρπὸς δὲ τοῦ Χριστοῦ εἴη ἂν προηγουμένως ἡ διδασκαλία, ἡ τῶν τιμιωτέρων τροφὴ, φύλλον δὲ ἡ τῶν ἀλογωτέρων τροφή·
PG 12:1097ὥσπερ τοῖς καρποῖς χρῶνται οἱ ἄνθρωποι, φύλλοις δὲ τὰ βοσκήματα. Δυνατὸν δὲ καὶ τῆς Γραφῆς καρπούς τινας λέγειν, οὓς ἐκλαμβάνουσιν οἱ λογικώτεροι· φύλλα δὲ οἷς τρέφονται οἱ ἁπλούστεροι. Τοῦ δὲ μακαριζομένου καὶ ὡμοιωμένου τῷ ξύλῳ τῆς ζωῆς καρπὸς μὲν λέγοιτο τὰ προηγούμενα ἔργα, οἷον εὐποιία, καὶ περὶ τὴν σοφίαν ἀσχολία· φύλλα δὲ τὰ βιωτικὰ αὐτοῦ κινήματα, οὐδὲ ταῦτα ἄξια καταφρονεῖσθαι, οὐδὲ ἀποῤῥεῖν τῷ μετὰ προσοχῆς καὶ εἰς δόξαν Θεοῦ πάντα ποιεῖν. Οὕτω γὰρ πᾶν ὁτιοῦν τῶν πραττομένων ὑπ’ αὐτοῦ κατευοδοῦται. Οὐχ οὕτως οἱ ἀσεβεῖς· ἀλλ’ ἢ ὡς ὁ χνοῦς ὃν ἐκρίπτει ἄνεμος ἀπὸ προσώπου τῆς γῆς, κ. τ. ἑ. Οὔτε τὸ Ἑβραϊκὸν ἀνεδίπλωσε τὴν λέξιν, οὔτε τῶν ἑρμηνευτῶν οὐδείς. Διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει, κ. τ. ἑ. Ἐντεῦθεν οἱ ἁπλούστεροι τῶν πεπιστευκότων ὁρμώμενοι νομίζουσι τοὺς ἀσεβεῖς τῆς ἀναστάσεως μὴ τεύξεσθαι, τί νοοῦντες τὴν ἀνάστασιν, καὶ ποταπὴν τὴν κρίσιν φανταζόμενοι, οὐ πάνυ σαφηνίζοντες. Κἂν γὰρ δοκῶσι περὶ τούτων ἀποφαίνεσθαι, ἡ βάσανος αὐτοὺς διελέγξει τὰ ἑξῆς ἀκολούθως σώζειν μὴ δυναμένους.
PG 12:1098Ἐὰν οὖν πυνθανώμεθα τίνος αὐτῶν ἡ ἀνάστασις γίνεται, ἀποκρίνονται, ὅτι τῶν σωμάτων, ὧν νῦν περικείμεθα. Εἶτα προσεπερωτησάντων ἡμῶν πότερον τῆς οὐσίας αὐτῶν ὅλης, ἢ οὐχί; πρὶν βασανίσαι λέγουσιν, ὅτι ὅλης. Ἐὰν δὲ προσαπορήσωμεν συμπεριφερόμενοι τῇ ἀκεραιότητι αὐτῶν, εἰ συναναστήσεται τὰ ἀποῤῥεύσαντα ἐν φλεβοτομίαις αἵματα, καὶ αἱ σάρκες, καὶ αἱ τρίχες αἱ πώποτε γενόμεναι, ἢ μόναι αἱ πρὸς τῇ ἐξόδῳ θλιβόμεναι, εἰς τὸ τῷ Θεῷ ποιεῖν ἃ βούλεται προστρέχουσιν. Οἱ δὲ γενναιότεροι αὐτῶν, ἵνα μὴ ἀναγκάζωνται τὰ αὐτὰ αἵματα συναγαγεῖν τῷ λόγῳ ἃ πολλάκις ἀποκριθῆναι τῶν σωμάτων ἡμῶν συνέβη, φασὶ τὸ ἐπὶ τέλει ἡμῶν ἀναστήσεσθαι σῶμα. Προσηπορήσαμεν δὲ διὰ τὸ τρεπτὴν εἶναι τὴν σωματικὴν φύσιν, καὶ τοιαῦτα ὥσπερ εἰς τὸ ἡμέτερον σῶμα αἱ τροφαὶ κατατάττονται, καὶ μεταβάλλουσι τὰς ὁμοιότητας, οὕτως καὶ τὰ ἡμέτερα σώματα μεταβάλλονται, καὶ ἐν τοῖς σαρκοβόροις οἰωνοῖς καὶ θηρίοις γίγνονται μέρη τῶν ἐκείνων σωμάτων. Καὶ πάλιν ἐκεῖνα ὑπὸ ἀνθρώπων ἢ ἑτέρων ζώων ἐσθιόμενα ἀντιμεταβάλλει, καὶ γίνεται ἀνθρώπων ἢ ἑτέρων ζώων σώματα·
PG 12:1099καὶ τούτου ἐπὶ πολὺ γιγνομένου ἀνάγκη τὸ αὐτὸ σῶμα πλειόνων ἀνθρώπων πολλάκις γενέσθαι μέρος. Τίνος οὖν ἔσται σῶμα ἐν τῇ ἀναστάσει; Καὶ οὕτως εἰς βυθὸν φλυαρίας ἡμᾶς ἀλόγους συμβήσεται ἐμπίπτειν. Καὶ μετὰ ταύτας τὰς ἀπορίας, ἐπὶ τὸ πάντα δυνατὰ εἶναι τῷ Θεῷ καταφεύγουσι, καὶ λέξεις τῶν Γραφῶν δυναμένας κατὰ τὴν πρόχειρον ἐκδοχὴν ὑποβάλλειν τὸ νοούμενον αὐτοῖς προφέρονται· οἷον τὴν ἐν τῷ Ἰεζεχιήλ· Καὶ ἐγένετο ἐπ’ ἐμὲ χεὶρ Κυρίου· καὶ ἐξήγαγέ με ἐν πνεύματι, καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρώπων. Καὶ περιήγαγέ με ἐπ’ αὐτὰ κυκλόθεν κύκλῳ· καὶ ἰδοὺ πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου· καὶ ἰδοὺ, αὐτὰ ξηρὰ λίαν. Καὶ εἶπε πρὸς μέ· Υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστέα ταῦτα; Καὶ εἶπον· Κύριε ὁ Θεὸς, σὺ ἐπίστασαι ταῦτα. Καὶ εἶπε πρὸς μέ· Προφήτευσον, υἱὲ ἀνθρώπου. Καὶ εἶπον πρὸς αὐτά· Τὰ ὀστέα τὰ ξηρὰ ταῦτα, ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Ἀδωναὶ̈ Κύριος τοῖς ὀστέοις τούτοις· Ἰδοὺ ἐγὼ εἰσάγω εἰς ὑμᾶς πνεῦμα ζωῆς, καὶ δώσω εἰς ὑμᾶς νεῦρα, καὶ ἐπάξω ἐφ’ ὑμᾶς σάρκας, καὶ ἐκτενῶ ἐφ’ ὑμᾶς δέρμα, καὶ δώσω τὸ πνεῦμά μου ἐφ’ ὑμᾶς, καὶ ζήσεσθε·
PG 12:1100καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος. Τούτῳ μὲν οὖν πιθανωτέρῳ χρῶνται τῷ ῥητῷ· καὶ ἄλλα δὲ λέγουσιν εὐαγγελικὰ, οἷον, ὡς τὸ, Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· καὶ τὸ, Φοβήθητε τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ· καὶ τὸ ἐν τῷ Παύλῳ· Ζωοποιήσει τὰ θνητὰ ὑμῶν σώματα, διὰ τὸ ἐνοικοῦν αὐτοῦ Πνεῦμα ἐν ὑμῖν. Χρὴ δὲ πάντα τὸν φιλαλήθη κατ’ αὐτὸν τούτοις τὸν νοῦν ἐπιστήσαντα περὶ τῆς ἀναστάσεως ἀγωνίσασθαι, σῶσαί τε καὶ τὴν τῶν ἀρχαίων παράδοσιν, καὶ φυλάξασθαι ἐμπεσεῖν εἰς φλυαρίαν πτωχῶν νοημάτων, ἀδυνάτων τε ἅμα καὶ Θεοῦ ἀναξίων. Τοῦτο οὖν εἰς τὸν τόπον διαληπτέον, ὅτι πᾶν σῶμα ὑπὸ φύσεως συνεχόμενον τῆς καταταττούσης ἔξωθέν τινα δίκην τροφῆς εἰς αὐτὸ, καὶ ἀποκρινούσης ἀντὶ τῶν ἐπεισαγομένων ἕτερα, ὥσπερ τὰ τῶν φυτῶν καὶ τῶν ζώων, τὸ ὑλικὸν ὑποκείμενον οὐδέποτε ἔχει ταυτόν. Διόπερ οὐ κακῶς ποταμὸς ὠνόμασται τὸ σῶμα· διότι, ὡς πρὸς τὸ ἀκριβὲς τάχα, οὐδὲ δύο ἡμερῶν τὸ πρῶτον ὑποκείμενον ταυτόν ἐστιν ἐν τῷ σώματι ἡμῶν·
PG 12:1101καίτοιγε τοῦ οἷον ἢ Παύλου, ἢ Πέτρου, ἀεὶ τοῦ αὐτοῦ ὄντος, οὐ τοῦ κατὰ ψυχὴν μόνου, ἧς ἡ οὐσία οὔτε ῥεῖ καθ’ ἡμᾶς, οὔτ’ ἐπεισαγόμενόν τι ἔχει ποτὲ, κἂν ῥευστὴ ἦν ἡ φύσις τοῦ σώματος, τῷ τὸ εἶδος τὸ χαρακτηρίζον τὸ σῶμα ταυτὸν εἶναι· ὡς καὶ τοὺς τύπους μένειν τοὺς αὐτοὺς, εἰς τὴν ποιότητα Πέτρου καὶ Παύλου τὴν σωματικὴν παριστάνοντας· καθ’ ἣν ποιότητα καὶ οὐλαὶ ἐκ παίδων παραμένουσι τοῖς σώμασι, καὶ ἄλλα τινὰ ἰδιώματα, φακοί. Καὶ ἐπὶ τούτοις εἴ τι ἐστὶν ὅμοιον τοῦτο τὸ εἶδος, καθ’ ὃ εἰδοποιεῖται ὁ Πέτρος καὶ ὁ Παῦλος, τὸ σωματικὸν, ὃ ἐν τῇ ἀναστάσει περιτίθεται πάλιν τῇ ψυχῇ, ἐπὶ τὸ κρεῖττον μεταβάλλον, οὐ πάντως τόδε ἔτι ἐντεταγμένον τὸ κατὰ τὴν πρώτην ὑποκείμενον. Ὥσπερ δὲ τὸ εἶδός ἐστι μέχρι τοῦ πέρατος, κἂν οἱ χαρακτῆρες δοκῶσι πολλὴν ἔχειν παραλλαγήν· οὕτως νοητέον καὶ ἐπὶ τοῦ παρόντος, εἶδος ταυτὸν εἶναι τῷ μέλλοντι, πλείστης ὅσης ἐσομένης τῆς ἐπὶ κάλλιον μεταβολῆς. Ἀναγκαῖον γὰρ τὴν ψυχὴν, ἐν τόποις σωματικοῖς ὑπάρχουσαν, κεχρῆσθαι σώμασι καταλλήλοις τοῖς τόποις.
PG 12:1102Καὶ ὥσπερ ἐν θαλάσσῃ ζῇν ἡμᾶς ἐνύδρους γενομένους εἰ ἐχρῆν, πάντως ἂν ἔδει παραπλησίαν ἔχειν καὶ τὴν ἄλλην ἰχθύων κατάστασιν· οὕτως μέλλοντας κληρονομεῖν βασιλείαν οὐρανῶν, καὶ ἐν τόποις διαφέρουσιν ἔσεσθαι, ἀναγκαῖον χρῆσθαι σώμασι πνευματικοῖς, οὐχὶ τοῦ εἴδους τοῦ προτέρου ἀφανιζομένου, κἂν ἐπὶ τὸ ἐνδοξότερον γένηται αὐτοῦ ἡ τροπή· ὥσπερ ἦν τὸ Ἰησοῦ εἶδος, καὶ Μωϋσέως, καὶ Ἠλίου, οὐχ ἕτερον ἐν τῇ μεταμορφώσει, παρ’ ὃ ἦν. Μὴ πρόσκοπτε τοίνυν, εἰ τὸ πρῶτον ὑποκείμενον ἄν τις λέγοι μὴ ἔσεσθαι ταυτὸν τότε, ὅπου ὁ λόγος τοῖς ἐφιστάνειν δυναμένοις δείκνυσιν, ὅτι οὐδὲ νῦν δύναται δύο ἡμερῶν εἶναι τὸ πρῶτον ὑποκείμενον. Ἄξιον δὲ ἐπιστῆσαι καὶ τὸ, ἑτεροῖον μὲν σπείρεσθαι, ἑτεροῖον δὲ ἀνίστασθαι· Σπείρεται γὰρ σῶμα ψυχικὸν, ἐγείρεται σῶμα πνευματικόν. Καὶ ἐπιφέρει πᾶσιν ὁ Ἀπόστολος, σχεδὸν τὴν γηί̈νην ποιότητα ἡμᾶς διδάσκων ἀποτίθεσθαι μέλλειν ἡμᾶς, τοῦ εἴδους σωζομένου κατὰ τὴν ἀνάστασιν·
PG 12:1104Τοῦτο δέ φημι, ἀδελφοὶ, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύναται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν. Ἴσως μὲν γὰρ ἔσται περὶ τοῦ τὸν ἅγιον διακρατούμενον, ὑπὸ τοῦ ἰδιοποιοῦντός ποτε τὴν σάρκα· σὰρξ δὲ οὐκέτι, ἀλλ’ ὅπερ ποτὲ ἐχαρακτηρίζετο ἐν τῇ σαρκὶ, τοῦτο χαρακτηρισθήσεται ἐν τῷ πνευματικῷ σώματι. Καὶ πρὸς τὰ ῥήματα δὲ τῶν Γραφῶν, ἃ παρατίθενται οἱ ἀδελφοὶ ἡμῶν, ταῦτα ἔστιν εἰπεῖν, καὶ πρῶτον ἐν τῷ Ἰεζεχιήλ. Ἐπὶ τὸ ὅσον ἐφ’ οἷς βούλονται οἱ ἁπλούστεροι κατὰ τὰς λέξεις ταύτας, οὐδὲ ἀνάστασις σαρκῶν ἔσται, ἀλλὰ ὀστέων μόνον, καὶ δερμάτων, καὶ νεύρων. Ἅμα δὲ καὶ ὑποδεικτέον αὐτοῖς, ὅτι συναρπάζονται, ὡς μὴ νενοηκότες τὸ γεγραμμένον. Οὐ γὰρ, εἰ ὀστᾶ ὀνομάζεται, πάντως τὰ ὀστᾶ ταῦτα νοητέον· ὥσπερ οὐδὲ ἐν τῷ, Διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου. Καὶ, Ἴασαί με, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, φανεροῦ ὄντος τοῦ μὴ λέγεσθαι τὰ ὀστᾶ κατὰ τὴν κοινὴν ἐκδοχήν. Ἐπιφέρεται γοῦν τῷ λόγῳ· Ἆρά γε λέγουσιν, Ξηρὰ γέγονε τὰ ὀστέα ἡμῶν· ὅτι αὐτοὶ λέγουσιν, ὅτι Ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, θέλοντες ἀνίστασθαι συναχθέντα; Ἀλλὰ τοῦτο ἀμήχανον.
PG 12:1105Λέγοιεν δ’ ἂν, ξηρὰ γέγονε τὰ ὀστέα ἡμῶν, ἐν αἰχμαλωσίαις γενόμενοι καὶ πᾶσαν ζωτικὴν νοτίδα ἀποβεβληκότες. Ἐπιφέρουσι γοῦν τὸ, Ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν· διαπεφωνήκαμεν. Οὐκοῦν ἡ ἐπαγγελία τῆς ἀναστάσεως τοῦ λαοῦ ἐστιν ἀπὸ τοῦ πτώματος, καὶ τῆς οἱονεὶ νεκρότητος ἣν νενέκρωνται, διὰ τὰ ἁμαρτήματα τοῖς ἐχθροῖς παραδοθέντες. Καὶ οἱ ἁμαρτωλοὶ δὲ ὑπὸ τοῦ Σωτῆρος λέγονται εἶναι τάφοι γέμοντες ὀστέων καὶ πάσης ἀκαθαρσίας. Πρέπει δὲ τῷ Θεῷ ἀνοίγειν τὰ μνημεῖα ἑκάστου, καὶ ἐξάγειν ἐκ τῶν μνημείων ἡμᾶς ἐζωοποιημένους, ὥσπερ ὁ Σωτὴρ τὸν Λάζαρον εἵλκυσεν ἔξω. Τὸ δὲ, Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, πρὸς αὐτοὺς ἀπορητέον, ὅτι ὡς ἐν τούτῳ τῷ βίῳ πᾶν μέλος εἴς τινα χρείαν ὁ Δημιουργὸς κατεσκεύασεν, οὕτω καὶ τοὺς ὀδόντας εἰς τὸ διακόπτεσθαι τὴν στερεὰν τροφήν. Τίς οὖν χρεία τοῖς κολαζομένοις ὀδόντων; οὐ γὰρ εἰς τὴν γέενναν ὄντες κατ’ αὐτοὺς φάγονται. Καὶ δεικτέον, ὅτι οὐ πάντα παραλαμβάνεσθαι δεῖ κατὰ τὸ κείμενον.
PG 12:1106Ὀδόντας γοῦν ἁμαρτωλῶν συνέτριψας· καὶ, Τὰς μύλας τῶν λεόντων συνέθλασεν ὁ Κύριος. Τίς δὲ οὕτως ἠλίθιος, ὡς ὑπολαμβάνειν, ὅτι, τηρῶν τὰ σώματα τῶν ἁμαρτωλῶν ὁ Θεὸς, τοὺς ὀδόντας αὐτῶν συντρίβει μόνον; Ὥσπερ οὖν εἴ τις, θέλων ταῦτα οὕτως ἔχειν, θλιβόμενος εἵλκετο ἐπ’ ἀλληγορίαν, οὕτως ζητητέον τῶν κολαζομένων τὸν βρυγμὸν τῶν ὀδόντων, τῆς ψυχῆς δύναμιν μασητικὴν ἐχούσης, ἥτις ἐν καιρῷ τοῦ ἐλέγχου περὶ τῶν ἁμαρτημάτων, κατὰ τὸν συγκρουσμὸν τῶν ὀδόντων, ὡς ἐφρόνησε, βρύξει τοὺς ὀδόντας. Τὸ δὲ, Φοβήθητε τὸν δυνάμενον καὶ ψυχὴν καὶ τὸ σῶμα ἀπολέσαι ἐν γεέννῃ, τάχα μὲν διδάσκει, ὅτι ἀσώματος ἡ ψυχὴ, τάχα δὲ δηλοῖ καὶ ὅτι χωρὶς σώματος οὐ κολασθήσεται· περὶ οὗ φυσιολογοῦντες τὰ περὶ τοῦ εἴδους καὶ τοῦ πρώτου ὑποκειμένου εἰρήκαμεν.
PG 12:1107Καὶ τὸ παρὰ τῷ Ἀποστόλῳ δὲ, Ζωοποιήσει καὶ τὰ θνητὰ ἡμῶν σώματα, θνητοῦ ὄντος τοῦ σώματος, καὶ οὐ μετέχοντος τῆς ἀληθινῆς ζωῆς, δύναται παριστάνειν, ὅπου τὸ σωματικὸν εἶδος, περὶ οὗ εἰρήκαμεν τῇ φύσει θνητὸν ὂν, ὅταν Χριστὸς φανερωθῇ ἡ ζωὴ ἡμῶν, καὶ αὐτὸ μεταβάλλει ἀπὸ τοῦ εἶναι σῶμα θανάτου ζωοποιηθὲν, διὰ τὸ Πνεῦμα τὸ ζωοποιοῦν ἐκ τοῦ πνεύματος γεγονέναι. Καὶ τὸ, Ἐρεῖ δὲ, Πῶς ἐγείρονται οἱ νεκροὶ, ποίῳ δὲ σώματι ἔρχονται; γυμνῶς παρίστησιν, ὅτι τὸ πρῶτον ὑποκείμενον οὐκ ἀναστήσεται. Εἰ γὰρ καλῶς ἐλάβομεν τὸ παράδειγμα, ῥητέον, ὅτι ὁ σπερματικὸς λόγος ἐν τῷ κόκκῳ τοῦ σίτου δραξάμενος τῆς παρακειμένης ὕλης, καὶ δι’ ὅλης αὐτῆς χωρήσας, περιδραξάμενος αὐτῆς τοῦ αὐτοῦ εἴδους, ὧν ἔχει δυνάμεων ἐπιτίθησι τῇ ποτε γῇ, καὶ ὕδατι, καὶ ἀέρι, καὶ πυρὶ, νικήσας τὰς ἐκείνων ποιότητας, μεταβάλλει ἐπὶ ταύτην ἧς ἐστιν αὐτὸς δημιουργός· καὶ οὕτως συμπληροῦται ὁ στάχυς εἰς ὑπερβολὴν διαφέρων τοῦ ἐξ ἀρχῆς κόκκου, μεγέθει καὶ σχήματι, καὶ ποικιλίᾳ. Τοῦ αὐτοῦ. Κρίσις ἐστὶ δικαίων μὲν ἡ ἀπὸ πρακτικοῦ σώματος ἐπὶ ἀγγελικὰ μετάβασις·
PG 12:1108ἀσεβῶν δὲ ἀπὸ πρακτικοῦ σώματος ἐπὶ σκοτεινὰ καὶ ζοφερὰ μετάθεσις σώματα. Ἐγερθήσονται γὰρ οἱ ἀσεβεῖς οὐκ ἐν τῇ προτέρᾳ κρίσει, ἀλλ’ ἐν τῇ δευτέρᾳ. Ὅτι γινώσκει ὁ Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται. Οὐδὲν ὑπὸ Θεοῦ γινώσκεται φαῦλον, ἀλλ’ ἡ τῶν δικαίων ὁδός. Ἔγνω γὰρ Κύριος τοὺς ὄντας αὐτοῦ. Ὁδὸς δὲ δικαίων ὁ εἰπών· Ἐγώ εἰμι ἡ ὁδὸς, περὶ οὗ λέλεκται· Ἴδετε δὲ ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή. Ὁδὸς δὲ ἀσεβῶν ἣν ὁδεύουσιν οἱ κακολογοῦντες τὸν Δημιουργόν. Ἀγνοεῖ δὲ καὶ οὐ γινώσκει τὰ κακὰ, οὐ τῷ δύνασθαι αὐτὸν περιδράξασθαι πάντων, καὶ περιλαβεῖν τῇ διανοίᾳ αὐτοῦ (τοῦτο γὰρ ἀθέμιτον καὶ λογίζεσθαι περὶ Θεοῦ)· ἀλλὰ τῷ ἀνάξια εἶναι τῆς γνώσεως αὐτοῦ. Τάχα διὰ τοῦτο (τολμηρότερον δὲ αὐτὸ ἐρεῖ ὁ λόγος) πυνθάνεται περὶ ὧν οὐκ οἶδεν· ὅταν γὰρ ἁμάρτῃ ὁ Ἀδὰμ, οὐκ οἶδεν αὐτὸν, οὐδὲ τὸν τόπον εἰς ὃν ἐκπέπτωκε φεύγων ἀπὸ Θεοῦ. Διό φησιν· Ἀδὰμ, ποῦ εἶ; Ὁμοίως δὲ καὶ ἐν τῷ Εὐαγγελίῳ πυνθάνεται περὶ ὧν οὐκ οἶδεν, οὐκ ὄντων ἀξίων τῆς γνώσεως αὐτοῦ.
PG 12:1109Ἐπεὶ γὰρ οὐκ οἶδε τὸ δαιμόνιον, οὐδὲ τὸ ὄνομα αὑτοῦ, πυνθάνεται τί τὸ ὄνομα αὐτοῦ, ὅτε ἐκεῖνο ἀποκρίνεται, ὅτι, Λεγεὼν ὄνομά μοι. Καὶ πρὶν τὴν ἄφεσιν τὴν περὶ τῆς σωτηρίας λαβεῖν τὴν αἱμοῤῥοοῦσαν, πυνθάνεται λέγων· Τίς μου ἥψατο; Τὴν ὁδὸν οὖν τῶν ἀδίκων ὁ Θεὸς ἀγνοεῖ, τὴν δὲ τῶν δικαίων γινώσκει. Τίς δὲ ἡ ὁδὸς τῶν δικαίων ἢ ὁ εἰπών· Ἐγώ εἰμι ἡ ὁδὸς, ὃν γινώσκει ὁ Πατήρ; Οὐδεὶς γὰρ ἔγνω τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ. Ἁρμόσει δὲ τοῖς περὶ γνώσεως καὶ ἀγνωσίας Θεοῦ τὰ συνεχῶς κείμενα ἐν ταῖς προφητείαις ὀνόματα, μνήμη καὶ λήθη Θεοῦ. Πολλάκις γὰρ ἐν εὐχαῖς εἴρηται τό· Μνήσθητί μου· καὶ, Ἵνα τί ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν; Ἀποῤῥίπτει γὰρ τῆς ἑαυτοῦ μνήμης τοὺς ἁμαρτάνοντας· ὥσπερ πάλιν προσίεται τοὺς μετανοοῦντας, καὶ ἀναλαμβάνει τούτων τὴν μνήμην. ΨΑΛΜΟΣ Β. Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, κ. τ. ἑ. Δυσὶν ἐντυχόντες Ἑβραϊκοῖς ἀντιγράφοις, ἐν μὲν τῷ ἑτέρῳ εὕρομεν ἀρχὴν δευτέρου ψαλμοῦ ταῦτα· ἐν δὲ τῷ ἑτέρῳ συνήπτετο τῷ πρώτῳ.
PG 12:1110Καὶ ἐν ταῖς Πράξεσι δὲ τῶν ἀποστόλων τὸ, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε, ἐλέγετο εἶναι τοῦ πρώτου ψαλμοῦ. Ὡς γὰρ γέγραπται, φησὶν, ἐν πρώτῳ ψαλμῷ· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Τὰ Ἑλληνικὰ μέντοι ἀντίγραφα δεύτερον εἶναι τοῦτον μηνύει. Τοῦτο δὲ οὐκ ἀγνοητέον, ὅτι ἐν τῷ Ἑβραϊκῷ οὐδενὶ τῶν ψαλμῶν ἀριθμὸς παράκειται, πρῶτος εἰ τύχοι, ἢ δεύτερος, ἢ τρίτος. Τί δὲ τὸ λέγον ἂν εἴη πρόσωπον προφητείαν περιέχον τὴν περὶ Χριστοῦ; Ἤτοι τὸ Πνεῦμα τὸ ἅγιον, ἢ αὐτὸς ὁ προφήτης ἐστίν. Ἀπὸ δὲ τοῦ Διαψάλματος μεταβολὴ γίνεται τοῦ λέγοντος· ἔστι γὰρ ὁ Χριστὸς, ὡς καὶ τοῦτο παραστήσομεν τὰς λέξεις ἐξετάζοντες. Καὶ οὐ θαυμαστὸν εἰ ἐν ἑνὶ ψαλμῷ οὐχὶ ἓν πρόσωπόν ἐστι τὸ λέγον· πολλαχοῦ γὰρ τοῦτο ἔστιν ἰδεῖν, ὡς προϊόντες δείξομεν. Καὶ ταῦτα μὲν πρὸ τοῦ ψαλμοῦ, κατανοήσωμεν δὲ τὰς λέξεις. Τοῦ αὐτοῦ. Τέσσαρα γένη τῶν ἀνθρώπων φησὶν ὁ λόγος ἐπιβεβληκέναι Χριστῷ· ἔθνη φρυάξαντα κατ’ αὐτοῦ, καὶ λαοὺς μελετήσαντας κενὰ, καὶ βασιλεῖς τῆς γῆς παραστάντας μετ’ ἀρχόντων συναχθέντων ἐπὶ τὸ αὐτό.
PG 12:1111Καὶ ἡγούμεθα μὲν ἔθνη δηλοῦσθαι τοὺς ἀλλοτρίους τῆς πίστεως ἀνθρώπους, ὥσπερ τοὺς στρατιώτας τοὺς φρυάξαντας κατ’ αὐτοῦ· τοὺς δὲ λαοὺς τοὺς ἀπὸ τῶν φυλῶν τῆς κατατομῆς (οὐ γὰρ κυρίως λεκτέον αὐτοὺς τὸν Σωτῆρα μὴ προσιεμένους ἐκ περιτομῆς), οἵτινες κενὰ μεμελετήκασι, τὸν ἐν τοῖς μελετωμένοις προφητικοῖς λόγοις καταγγελλόμενον Χριστὸν οὐ νενοηκότες. Βασιλεῖς δὲ τῆς γῆς καὶ ἄρχοντες Ἡρώδης τε καὶ Πόντιος Πιλᾶτος, καὶ οἱ τοῦ Ἰουδαίων λαοῦ ἡγούμενοι. Τούτων γὰρ καὶ ὁ θεσπέσιος Πέτρος ὁ ἀπόστολος ἀπεμνημόνευσεν ἰδικῶς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων τὴν προκειμένην χρῆσιν παραγαγών. Εἰ δὲ καὶ τὰς ἀοράτους φήσεις δυνάμεις, οὐκ ἂν ἁμάρτοις. Καὶ ὁ σοφώτατος γοῦν Ἀπόστολος οὐ τοσοῦτον ἀνθρώποις προσῆψε τὸ ἐσταυρωκέναι τὸν Χριστὸν, ὡς δυνάμεσιν ἀρχοντικαῖς, λέγων· Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις· σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν·
PG 12:1112εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Ποῖοι γὰρ ἄρχοντες ἐσταύρωσαν τὸν Χριστὸν, τὸν τῆς δόξης Κύριον, οἱ μὴ γινώσκοντες τὴν σοφίαν τοῦ Θεοῦ, καὶ αὐτοὶ σοφίας τινὰς ἔχειν ὑπολαμβανόμενοι, ἢ οἱ λεγόμενοι ἐν ταῖς προφητείαις ἄρχων βασιλείας Περσῶν, καὶ ἄρχων βασιλείας Ἑλλήνων, καὶ κατὰ τὸ ἀκόλουθον οἱ τῶν λοιπῶν ἐθνῶν; Τὰ ἔθνη τοίνυν ἐφρύαξαν· ὅπερ ἐστὶν, ὡς ὁ Ἀκύλας σαφέστερον ἡρμήνευσεν, ἐθορυβήθησαν. Ἔστι δὲ ἡ λέξις ἡ, ἐφρύαξαν, ὀνοματοπεποιημένη, καὶ ἐμφαίνουσα τὸν ἄσημον ἦχον τῶν θορυβούντων· τοιοῦτοι γὰρ οἱ σεσοβημένοι κατὰ τοὺς καιροὺς τοῦ ἐπιβουλεύειν ὑπάρχουσιν κατὰ τῶν ὑπ’ αὐτῶν πολεμουμένων. Καὶ εἰ μὴ οἱ λοιποὶ ἑρμηνευταὶ εἰρήκασι τὸ, ἐθορυβήθησαν, καὶ, κυκᾷ, ὡς Σύμμαχος, ἦν ἐκλαβεῖν ἀπὸ τοῦ ἐφρύαξαν, τὸ, ἐμεγαλαύχησαν· ὡς ἐν ἑνὶ τῶν προφητῶν οἰόμεθα τοῦτο δηλοῦν τὴν λέξιν· Κατὰ τὰ φρυάγματα τοῦ Ἰορδάνου. Καὶ ἐπεὶ ὁ ἀρνούμενος τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα ἔχει, καὶ ὁ δεχόμενος τὸν Χριστὸν, δέχεται τὸν ἀποστείλαντα αὐτὸν, διὰ τοῦτο ὁ κατὰ Χριστοῦ στρατευόμενος εἰς τὸν Πατέρα ἀσεβεῖ.
PG 12:1113Οἱ γοῦν φρυάξαντες, καὶ κενὰ μελετήσαντες, καὶ παραστάντες ἐπὶ τὸ αὐτὸ, καὶ συναχθέντες ἅμα, ἐνηργήθησαν μὲν τῷ δοκεῖν κατὰ τοῦ Χριστοῦ μόνου, λελόγισται δὲ αὐτοῖς ὃ πεποιήκασι πρότερον, κατὰ τοῦ Πατρός. Διὸ λέγεται ταῦτα αὐτοὺς πεποιηκέναι κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Οὐκ ἀγνοητέον δὲ περὶ τοῦ ἐκφωνουμένου παρὰ μὲν Ἕλλησι τῇ Κύριος προσηγορίᾳ, παρὰ δὲ Ἑβραίοις τῇ Ἀδωναί̈. Δέκα γὰρ ὀνόμασι παρ’ Ἑβραίοις ὀνομάζεται ὁ Θεὸς, ὧν ἐστιν ἓν τὸ Ἀδωναὶ̈, καὶ ἑρμηνεύεται Κύριος. Καὶ ἔστιν ὅπου λέγεται τὸ Ἀδωναὶ̈6 παρ’ Ἑβραίοις, καὶ παρ’ Ἕλλησι Κύριος, τῆς λέξεως τῆς γεγραμμένης ἐν τῇ Γραφῇ τοῦτο ἀπαγγελλούσης. Ἔστι δὲ ὅτε τὸ Ἰαὴ κεῖται, ἐκφωνεῖται δὲ τῇ Κύριος προσηγορίᾳ παρ’ Ἕλλησι, ἀλλ’ οὐ παρ’ Ἑβραίοις, ὡς ἐν τῷ· Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς ψαλμός. Κύριον γὰρ ἐνθάδε ἀντὶ τοῦ Ἰαὴ εἴρηκεν. Καὶ ἔστιν ἡ ἀρχὴ τοῦ ψαλμοῦ παρ’ Ἑβραίοις Ἀλληλούϊα· ἔστι δέ τι τετραγράμματον ἀνεκφώνητον παρ’ αὐτοῖς, ὅπερ καὶ ἐπὶ τοῦ πετάλου τοῦ χρυσοῦ τοῦ ἀρχιερέως ἀναγέγραπται, καὶ λέγεται μὲν τῇ Ἀδωναὶ̈6 προσηγορίᾳ, οὐχὶ τούτου γεγραμμένου ἐν τῷ τετραγραμμάτῳ·
PG 12:1114παρὰ δὲ Ἕλλησι τῇ Κύριος ἐκφωνεῖται. Καὶ ἐν τοῖς ἀκριβεστέροις δὲ τῶν ἀντιγράφων Ἑβραίοις χαρακτῆρσι κεῖται τὸ ὄνομα, Ἑβραϊκοῖς δὲ οὐ τοῖς νῦν, ἀλλὰ τοῖς ἀρχαιοτάτοις. Φασὶ γὰρ τὸν Ἔσδραν ἐν τῇ αἰχμαλωσίᾳ ἑτέρους αὐτοῖς χαρακτῆρας παρὰ τοὺς προτέρους παραδεδωκέναι. Τούτων δὲ ὑπεμνήσθημεν, ἐπεὶ τὸ τετραγράμματον ὡς Κύριος κεῖται ἐν τῷ· Ἀλλ’ ἢ ἐν νόμῳ Κυρίου· καὶ ἐν τῷ· Ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων· καὶ νῦν· Κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Τοῦτο δὲ παρατηρητέον, ὅτι οἱ μὲν Ἑβδομήκοντα καὶ ὁ Θεοδοτίων πάντα εἰς τὸν παρεληλυθότα χρόνον, Ἀκύλας δὲ ἃ μὲν εἰς τὸν παρεληλυθότα, ἃ δὲ εἰς τὸν μέλλοντα, Σύμμαχος δὲ πάντα εἰς τὸν ἐνεστηκότα ἔταξαν. Ἔθος γὰρ τοῖς Ἑβδομήκοντα πολλάκις τὰς περὶ Χριστοῦ προφητείας ὡς ἤδη γενομένας ἀπαγγέλλειν· καθάπερ ἐν τῷ· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Καί·
PG 12:1115Λαὸς ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μοι. Οἰόμεθα δὲ αὐτοὺς, τῷ τὸν Θεὸν εἰδέναι τὰ πάντα πρὶν γενέσεως αὐτῶν, καὶ τὸν Χριστὸν αὐτοῦ, καὶ τὰ ἐν τῇ ἐνανθρωπήσει συμβησόμενα αὐτῷ, λέγειν, τῷ λελογίσθαι αὐτὰ ἤδη γεγονέναι τῷ τάδε καὶ τάδε πεπονθότι. Ὁμοίως δὲ καὶ εἰ τὸ Πνεῦμα τὸ ἅγιον τὰ περὶ αὐτοῦ διηγοῖτο, ὥσπερ ἐπὶ τοῦ παρόντος ἔχει. Οὐ τοῦτο δέ φαμεν ὡς οὐδέποτε εἰς μέλλοντα χρόνον ἐκκλινομένων τῶν προφητευομένων τῶν περὶ αὐτοῦ· Ἰδοὺ γὰρ, φησὶ, συνήσει ὁ παῖς μου, καὶ δοξασθήσεται, καὶ ὑψωθήσεται σφόδρα, καὶ τὰ ἑξῆς. Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, κ. τ. ἑ. Δοκεῖ μοι τοὺς συγκαταβάντας τῷ Σωτῆρι ἀγγέλους ἀγανακτοῦντας ἐπὶ τῇ κατ’ αὐτοῦ ἐπιβουλῇ βασιλέων καὶ ἀρχόντων τῶν ἀοράτων εἰρηκέναι τοὺς τέςσαρας πρώτους στίχους, ἅμα καὶ ἐπαποροῦντας τί δήποτε ταῦτα γίνεται. Εἶτ’ ἐπείπερ αὐτοὶ ἦσαν οἱ τοὺς ἀνθρώπους δήσαντες, καὶ τὸν ἑαυτῶν ἐπιθέντες αὐτοῖς ζυγὸν, ἀποκρίνεται πρὸς τοὺς ἀγγέλους ὁ Υἱὸς τοῦ Θεοῦ, προτρέπων αὐτοὺς ἐπὶ τὸ μιμήσασθαι αὐτὸν ῥηγνύντα τοὺς δεσμοὺς τῶν ἁμαρτωλῶν, καὶ ἀποῤῥιπτοῦντα τὸν ζυγὸν αὐτῶν.
PG 12:1116Διαῤῥήξωμεν καὶ ἡμεῖς τοὺς δεσμοὺς οἷς ἐδέθημεν ἁμαρτάνοντες, ὅτι σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται. Καὶ τάχα κρεῖττον τὸ διαῤῥῆξαι τοὺς δεσμοὺς, ὡς Σαμψὼν, τοῦ λῦσαι αὐτοὺς, ὡς λέλυται τῆς Ἱερουσαλὴμ ἡ ἁμαρτία· ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Ὁ δὲ ἀποῤῥίψας ἀφ’ ἑαυτοῦ τὸν προειρημένον ζυγὸν δύναται χρηστὸν Ἰησοῦ ζυγὸν ἆραι, καὶ φέρειν τὸ ἐλαφρὸν αὐτοῦ φορτίον, καὶ γενέσθαι ὑποζύγιον αὐτοῦ· καὶ λύσουσι τὸν δεσμὸν αὐτοῦ οἱ μαθηταί. Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς, κ. τ. ἑ. Οἱ λόγοι τῶν ἀπειλῶν, λόγοι εἰσὶν ἐν ὀργῇ ἀπαγγελλόμενοι. Ὑπισχνεῖται δὲ ὁ Θεὸς μετανοήσειν ἀπὸ τῶν κακῶν ὧν λαλεῖ τοῦ ποιῆσαι, ἐὰν μετανοήσωσιν οἱ ἀκούοντες. Ἐλάλησε δὲ ἐν ὀργῇ αὐτοῦ διὰ Ἰωνᾶ ὁ Θεὸς τοῖς Νινευί̈ταις· καὶ ἐπεὶ ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν, οὐδὲν πεπόνθασιν ὧν ἀκηκόασι. Προεγίνωσκέ τε ὁ Θεὸς, πέμπων τὸν Ἰωνᾶν, τὴν ἐσομένην μετάνοιαν· ἐπὶ σωτηρίᾳ δηλονότι αὐτὸν ἔπεμπε τὸν Ἰωνᾶν. Τάχα δὲ καὶ ἐνθάδε ἐπὶ σωτηρίᾳ λαλήσει πρὸς αὐτοὺς τοὺς ἁμαρτάνοντας, ἐν ὀργῇ αὐτοῦ. Οὐ γὰρ εἶπε·
PG 12:1117Κολάσει αὐτοὺς ἐν ὀργῇ αὐτοῦ καὶ μὴν μετανοήσαντας. Τοῦ αὐτοῦ. Διαφέρει δὲ θυμὸς ὀργῆς, ὥς φασι καὶ οἱ περὶ τὰ ὀνόματα δεινοὶ, τῷ θυμὸν μὲν εἶναι ὀργὴν ἀναθυμιωμένην καὶ ἔτι ἐκκαιομένην, ὀργὴν δὲ ὄρεξιν ἀντιτιμωρήσεως. Οἱονεὶ οὖν ἀτελέστερος τῆς ὀργῆς ἐστιν ὁ θυμὸς, καὶ ἤδη πρὸς τὸ ἀποτέλεσμά τι ἐστὶν ἡ ὀργή. Ἀκουστέον δὲ τῆς ἀντιτιμωρήσεως νῦν ὡς πρὸς τὴν ἡμετέραν χρῆσιν ἀντὶ τῆς κολάσεως τῆς ἐπὶ τοῖς ἡμαρτημένοις, καὶ τῆς ὀρέξεως ἀντὶ τῆς θελήσεως. Ὅτι μέντοιγε καὶ κατὰ τὴν θείαν Γραφὴν ἔλαττόν τί ἐστιν ὁ θυμὸς τῆς ὀργῆς, δῆλον ἐκ τοῦ λέγεσθαι ἔλεγχον μὲν θυμῷ γίνεσθαι, παίδευσιν δὲ ὀργῇ. Κύριε γὰρ, φησὶ, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ἐλέγχεται δὲ ὁ ἔτι ἐλπίδα ἔχων θεραπείας τῆς χωρὶς βασάνων διὰ λόγου καθαπτομένου· ὁ δὲ μηδὲν ἀπ’ ἐλέγχου ὠφεληθεὶς χρῄζει παιδεύσεως τῆς διὰ μαστίγων καὶ ῥάβδων. Πᾶσα γὰρ παιδεία πρὸς τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι’ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης.
PG 12:1118Λαλήσει τοίνυν ὁ Θεὸς πρὸς τοὺς ἡμαρτηκότας οὓς ἐκγελᾷ καὶ μυκτηρίζει ἔτι ὄντας ἐν τοῖς παραπτώμασι, καὶ δι’ ἀναισθησίαν μέγα φρονοῦντας ὡς ἐπὶ ἀγαθοῖς τοῖς ἰδίοις κακοῖς, ἐν τῇ ὀργῇ αὐτοῦ, καὶ ἐμφήνας τὸ θυμοῦσθαι, ταράξει αὐτούς. Οὐ γὰρ ἀθρόως ἐπάγει, προεπιστρεπτικοῦ λόγου τεθυμωμένου φόβῳ μετάνοιαν αὐτοῖς ἐμποιῆσαι δυναμένου, βασάνους καὶ κολάσεις πρὶν ἀπειπεῖν αὐτοὺς τὴν διὰ τῶν φιλανθρωποτέρων θεραπείαν· Θεσσαλονικεῦσι γοῦν γράφων ὁ μακάριος Παῦλος περὶ Ἰουδαίων τῶν σταυρωσάντων τὸν Κύριον, φησίν· Ἔφθασεν ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Ἢ οὐκ ἔφθασεν ἐπ’ αὐτοὺς διὰ προφήτας ἡ προαναφωνηθεῖσα ὀργὴ παθόντας ὑπὸ Ῥωμαίων πάντα δεινὰ καὶ ἀνήκεστα; Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς, κ. τ. ἑ. Τέθειται γὰρ ὡς ἄνθρωπος κληρονόμος πάντων οἰκονομικῶς, ἵνα λοιπὸν ὡς αὐτῷ προσήκοντά τε καὶ ἴδιον ἀνασώσῃ κλῆρον τοὺς ἐπὶ τῆς γῆς ἀνοσίως διεσπαρμένους ὑπό τε τοῦ διαβόλου καὶ τῶν σὺν αὐτῷ δυνάμεων πονηρῶν· οὗ καὶ εἰς πέρας ἐνηνεγμένου, πρὸς τὸν ἑαυτοῦ Πατέρα φησὶ περὶ ἡμῶν·
PG 12:1119Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου, σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας. Ἄθρει δὴ οὖν ὅπως εἰς τὸν ὑπάρχοντα αὐτῷ πλοῦτον κατὰ φύσιν ἄνεισι καὶ μετὰ σαρκός. Εἰ γὰρ ἦσαν οἱ ἐν κόσμῳ τοῦ Πατρὸς, κατά τινα τρόπον νοηθεῖεν ἂν τοῦ συμβουλεύοντος αὐτῷ Λόγου· τοιγάρτοι καὶ ἔφασκε· Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά· καὶ δεδόξασμαι ἐν αὐτοῖς. Πῶς οὖν αἰτεῖν προστάττεται, καὶ δέχεται μὲν εἰς κληρονομίαν ἔθνη, κατάσχεσιν δὲ ποιεῖται τὰ πέρατα τῆς γῆς; Ἀποσκιρτήσαντα γὰρ ἐξιτήλως τὸν ἄνθρωπον δουλείας τῆς ὑπὸ Θεοῦ, διασῶσαι θέλων τοῦτον Γενεσιουργὸς καὶ Πατὴρ πέπομφεν εἰς τόνδε τὸν ἐνεστηκότα κόσμον τὸν μονογενῆ Λόγον, ἵνα γενόμενος σὰρξ, καὶ χωρηθεὶς, καὶ φύσει ἀστραφὴς, κηρύξῃ αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν. Οὐκοῦν κἂν εἰ λέγοιτο λαβεῖν, καὶ τεθεῖσθαι κληρονόμος διὰ τὸ ἀνθρώπινον, οὐκ ἀγνοήσωμεν τὴν οἰκονομίαν. Τοῦ αὐτοῦ. Τὴν κληρονομίαν λέγει τὴν λογικὴν φύσιν, ἣ καὶ αὐτὴ κληρονομεῖ ὡς σοφίαν, οὕτω καὶ γνῶσιν, καὶ ἀλήθειαν, καὶ δικαιοσύνην. Ἔστι δὲ ἡ κληρονομία τῆς λογικῆς φύσεως θεωρία τῶν σωματικῶν καὶ τῶν ἀσωμάτων, καὶ τούτων ἁπάντων αἰτίου Θεοῦ.
PG 12:1120Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς, κ. τ. ἑ. Καὶ παρὰ τῷ Ἀποστόλῳ ἡ ἐκπληκτικωτέρα ἀγωγὴ, ἧς δέονται οἱ ἁμαρτάνοντες καὶ οἱ ἀσθενέστεροι τῶν πεπιστευκέναι νομιζομένων, ῥάβδος ὀνομάζεται, λέγοντι· Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ, πνεύματί τε πραότητος; Καὶ ἔτι πρότερον παρὰ τῷ Προφήτῃ τοῖς ἁμαρτάνουσιν ὁ θεῖος λόγος ἀπειλεῖ ῥάβδον καὶ μάστιγας, ἐπὶ τῷ τὸν ἔλεον μὴ ἀποστῆσαι ἀπὸ τοῦ Πατρὸς αὐτῶν, τουτέστι τοῦ Χριστοῦ, τοιαύτης θεραπείας δεομένων. Ἐπισκέψομαι γὰρ, φησὶν, ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἁμαρτίας αὐτῶν· τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ’ αὐτοῦ. Διὰ τοῦτο καὶ αὐτὸς ὁ Χριστὸς ῥάβδος εἶναι παρὰ τῷ Ἡσαί̈ᾳ λέγεται. Ἀλλ’ ἐπεί τινες οὐ δέονται τῆς ἐν σκληρότητι ἀγωγῆς ἑαυτοὺς παρέχοντες ἀξίους τῆς χρηστότητος τῶν θεωρημάτων τοῦ λόγου, καὶ ἄνθος παρὰ τῷ αὐτῷ προφήτῃ ὀνομάζεται·
PG 12:1121Ἐξελεύσεται γὰρ, φησὶ, ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαῖ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἀναπαύσεται ἐπ’ αὐτὸν Πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, καὶ ἐμπλήσει αὐτὸν πνεῦμα φόβου Θεοῦ. Ῥάβδου τοίνυν δέονται ποιμαινούσης οἱ κτηνωδέστεροι τῶν τῷ Θεῷ διὰ Χριστοῦ προσερχομένων. Ἀναγκαῖον δὲ ἀκολούθως σῶσαι πῶς ὁ Πατὴρ τῷ Υἱῷ φησιν ὁ δοὺς αὐτῷ κληρονομίαν τὰ ἔθνη, καὶ κατάσχεσιν τὰ πέρατα τῆς γῆς· Ὡς σκεῦος κεραμέως συντρίψεις αὐτούς. Τίς γὰρ δίδωσι κληρονομίαν ἐπὶ τῷ συντριβῆναι αὐτὴν ὑπὸ τοῦ κληρονομοῦντος; Δεικτέον οὖν ἀπὸ τῶν Γραφῶν τὴν συντριβήν τινων κεῖσθαι ἐπ’ ὠφελείᾳ. Εὕρομεν δὴ ἐν τῷ πεντηκοστῷ ψαλμῷ τὸ, Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει· καὶ ἐν ἑτέρῳ προφήτῃ προστακτικῶς λεγόμενον τὸ, Ἀπὸ συντριβῆς πνεύματος ὑμῶν ὀλολύξετε. Οὐκοῦν πνεῦμά ἐστιν ἐν ἡμῖν ὃ συντρίψαι δεῖ, ἵνα συντριβὲν γένηται θυσία τῷ Θεῷ. Καὶ τί ἂν ἄλλο τοῦτο εἴη ἢ τὸ χεῖρον, ὅπερ ὑγιὲς μὲν εἶναι δοκεῖ ὅτε ἐνεργεῖ·
PG 12:1122συντέτριπται δὲ, ὅτε λόγῳ Θεοῦ τὰς δυνάμεις αὐτοῦ συνεθραύσαμεν. Ἀλλὰ καὶ καρδία τις ἐν ἡμῖν ὑπάρχει ποτὲ μέγα φρονοῦσιν ἐπὶ μοχθηροῖς δόγμασι σεσωματοποιημένοις εἰς ἑνότητα εἱρμοῦ ἐπιβλάβη ὁλόκληρος νομιζομένη καὶ μετέωρος, ἣν ἀναγκαῖον συντρίψαι καὶ ταπεινῶσαι, ἵν’, οὕτως ἀποθεμένη τὸ τοῦ ἐξουθενεῖσθαι ὑπὸ Θεοῦ εἶναι ἀξία, γένηται ἐν προσαγωγῇ παρὰ τῷ ἀμειβομένῳ τοὺς αἰσθομένους ἑαυτῶν, καὶ κακίζοντας μὲν τὴν πονηρὰν αὐτῶν διάθεσιν, προσφεύγοντας δὲ τῇ χρηστότητι τοῦ μόνου εὐεργετῆσαι αὐτοὺς δυναμένου Θεοῦ. Σαφὲς δὲ καὶ ἐκ τῶν προειρημένων καὶ τὸ, Ἀπὸ συντριβῆς πνεύματος ὑμῶν ὀλολύξετε. Ὅνπερ οὖν τρόπον πνεῦμα συντετριμμένον θυσία προςακτέον τῷ Θεῷ, καὶ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην τῷ καλῶς αὐτὴν ἐν τούτοις γεγονέναι οὐκ ἐξουθενεῖ ὁ Θεὸς, καὶ ὀλολυγμὸν ἀπὸ συντριβῆς πνεύματος ἀναπεμπόμενον προσίεται·
PG 12:1123οὕτως συντριβήν τινα νοήσομεν ἣν ἐργάζεται ὁ Χριστὸς πειθόμενος τῷ δόντι αὐτῷ τὰ ἔθνη κληρονομίαν, καὶ τὴν κατάσχεσιν τὰ πέρατα τῆς γῆς, τὸ γεῶδες καὶ ὑλικὸν ἀπὸ τῶν παθῶν καὶ τῶν τῆς κακίας ἰδιωμάτων προσγενόμενον τῇ ψυχῇ συνθραύων, καθ’ ὃ εἰδωλολάτραι ἦσαν καὶ πόρνοι. Καὶ γὰρ λέγεται ἐν ἑβδομηκοστῷ ἑβδόμῳ ψαλμῷ· Ὅτε ἀπέκτεινεν αὐτοὺς, τότε ἐζήτουν αὐτὸν, καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν Θεὸν, καὶ ἐμνήσθησαν, ὅτι ὁ Θεὸς βοηθὸς αὐτῶν ἐστι, καὶ ὁ Θεὸς ὁ ὕψιστος λυτρωτὴς αὐτῶν ἐστιν. Οὐκ ἄτοπον τοίνυν τὸ οὕτως ἀποκτίννυσθαι, ἢ ὡς σκεῦος κεραμέως συντρίβεσθαι· καὶ γὰρ οἱ ἁμαρτωλοὶ, ὅσον εἰσὶν ἁμαρτωλοὶ, ἐλογίσθησαν, ὡς φησιν ὁ προφήτης Ἱερεμίας, εἰς ἀγγεῖα ὀστράκινα, ἔργα χειρῶν κεραμέως. Τοῦ αὐτοῦ. Εἰ ποιμαίνει κατ’ ἐπαγγελίαν Θεοῦ, ποιμὴν οὖν ὁ Χριστός. Ποιμὴν δέ ἐστι ποιμαίνων ἐν ῥάβδῳ σιδηρᾷ, καὶ ποιμὴν καλός. Τοῦ αὐτοῦ. Ῥάβδος Θεοῦ ἡ ἐξουσία, ἡ κατὰ τῶν ἀπειθούντων τιμωρία, τουτέστιν ἐν τῷ σταυρῷ· ἡ μὲν γὰρ ὕλη ξύλου, ἡ δὲ ἰσχὺς σιδηρᾶ. Καὶ νῦν, βασιλεῖς, σύνετε, παιδεύθητε, πάντες οἱ κρίνοντες τὴν γῆν, κ. τ. ἑ.
PG 12:1124Οὐκ ἀλλότριον μὲν τῆς χρηστότητος τοῦ Σωτῆρος τὸ τοῖς παραστᾶσι βασιλεῦσι τῆς γῆς μετὰ τῶν ἀρχόντων τῶν συναχθέντων κατ’ αὐτοῦ λέγειν τὸ, Καὶ νῦν, βασιλεῖς, σύνετε· εἰ γὰρ καὶ πρότερον ἀγνοήσαντες ἐπεβουλεύσατε, ἀλλὰ νῦν συνέντες μετανοήσατε. Τῷ δὲ μὴ προσκεῖσθαι τὸ τῆς γῆς, μήποτε βασιλεῖς τοὺς ἁγίους φησίν· κυρίως γὰρ βασιλεὺς ὁ ἄρχειν ἐπιστάμενος ἀνυπευθύνως. Πῶς δὲ οὐ βασιλεὺς ὁ κληρονομῶν βασιλείαν οὐρανῶν, καὶ ἐσόμενος ἐν βασιλείᾳ τοῦ Θεοῦ; Καὶ δεῖ γε τὸν ἅγιον, ἀγωνιζόμενον βασιλεύειν, ἄρξασθαι ἀφ’ αὑτοῦ καὶ τῶν ἰδίων κινημάτων. Τούτων γὰρ πρότερον βασιλεῦσαι δεῖ, μηκέτι βασιλευόμενον ὑπὸ τῆς ἁμαρτίας τῆς μεμελετηκυίας βασιλεύειν ἐν τῷ θνητῷ ἡμῶν σώματι. Δοκεῖ δὲ τὸ, ἐπιστημώθητε, ὡς Ἀκύλας ἐκδέδωκεν, ἐμφατικώτερον εἶναι τοῦ σύνετε, προστάσσον ἐπιστήμην ἀναλαβεῖν οἰκείαν οὖσαν οὐκ ἄλλῳ τῳ ἢ τοῖς βασιλεῦσι· Παιδεύθητε, πάντες οἱ κρίνοντες τὴν γῆν. Ὃν τρόπον διχῶς ἐξεδεξάμεθα τοὺς βασιλεῖς, οὕτως καὶ τοὺς κρίνοντας τὴν γῆν νοῆσαι ἡμᾶς δυνατόν.
PG 12:1125Ἢ γὰρ οἱ ἄρχοντες οἱ συναχθέντες ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ κρίνοντες λέγοιντο ἂν τὴν γῆν, οἰκείου τοῖς ἄρχουσιν ἔργου τυγχάνοντος τοῦ κρίνειν· ἢ κρίνοντες τὴν γῆν οἱ ἅγιοι, ὡς δείξομεν. Τὸ δὲ, παιδεύθητε, ἤτοι δηλοῖ τὸ, τῇ παιδείᾳ καὶ διδασκαλίᾳ ἑαυτοὺς παράδοτε, ἢ τοῖς κολαστηρίοις τοῖς παιδεύουσι τοὺς τοιούτων φαρμάκων δεδεημένους. Εἰκὸς δὲ, ζητήσει τις εἰ κατὰ τὴν ἐν κολάσεσι παιδείαν προστάσσεταί τις παιδευθῆναι, καὶ ἑκουσίως ἑαυτὸν ταύτῃ παραδοῦναι. Ἀποκριτέον δὲ πρὸς τὴν ζήτησιν πλειόνων κατὰ τὸν τόπον ἀπορουμένων, ὅτι τάχα μέν τινες, τῷ εἶναι νήπιοι, καὶ ἄκοντες ἐπὶ τὴν τοιαύτην παίδευσιν ἕλκονται· καὶ οὗτοί γε περὶ ὧν ὁ Προφήτης φησίν· Ἐὰν ἐγκαταλείπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου, καὶ ἐν τοῖς κρίμασί μου μὴ πορευθῶσιν·
PG 12:1126ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσιν, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἁμαρτίας αὐτῶν, τὸ δὲ ἔλεός μου μὴ διασκεδάσω ἀπ’ αὐτοῦ. Τάχα δὲ καὶ εἰς συναίσθησιν ἐλθόντες τῶν ἰδίων πταισμάτων τινὲς παραδιδόασιν ἑαυτοὺς, ὡς ἐπὶ θεραπείᾳ δεόμενοι τοῦ τὴν ἐπιστήμην ταύτην ἔχοντος, τοῖς ἐπιπονωτάτοις καὶ βελτιῶσαι δυναμένοις. Οἶμαι δὲ τούτων εἶναι τοὺς παρὰ τῷ Ἡσαί̈ᾳ λεγομένους· Θελήσουσιν, εἰ ἐγένοντο πυρίκαυστοι· καὶ τοὺς εὐχομένους κατὰ τὸν Ἱερεμίαν, καὶ λέγοντας· Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλίγους ἡμᾶς ποιήσῃς. Τὰ γὰρ ἐπίπονα καὶ τὰ σφοδρότερα παραιτούμενοι, τὰς κολάσεις οὐ πάντη παραιτοῦνται δι’ ὧν λέγουσιν. Ἐπιστήσωμεν δὲ εἰ μὴ τῶν ἑκουσίως κολαζομένων ἐστὶν ἡ λέγουσα φωνή· Ὀργὴν Κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ, ἕως τοῦ δικαιῶσαι αὐτὸν τὴν δίκην μου. Τάχα οὖν καὶ οἱ κρίνοντες τὴν γῆν οὐ παιδευθήσονται, ἐὰν μὴ ἑαυτοὺς τῷ παιδεύεσθαι παραδῶσιν.
PG 12:1127Ἐπειδὴ δὲ μᾶλλον προσετιθέμεθα τῷ βασιλεῖς εἶναι τοὺς ἐπὶ τὴν σύνεσιν καλουμένους ἁγίους, φέρε παραπλησίως ἴδωμεν καὶ τοὺς κρίνοντας τὴν γῆν. Ἴδιον δὲ τοῦτο τῶν ἁγίων εὑρίσκομεν, κρίνειν δι’ ὧν εὖ πεποιήκασι, τοὺς μὴ τὰ ὅμοια ἐζηλωκότας. Ἄνδρες γὰρ Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει καὶ κατακρινοῦσι τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε, φησὶν ὁ Σωτήρ. Ἀλλὰ καὶ βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει, καὶ κατακρινεῖ τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, ὅτι ἦλθεν ἀπὸ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τῆς σοφίας Σολομῶντος, καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὧδε. Οὐκοῦν Νινευῖται καὶ ἡ βασίλισσα νότου τῶν κρινόντων εἰσὶ τοὺς τοῦ Σωτῆρος ἀκούσαντας, καὶ μὴ μεταβαλόντας, καὶ τοὺς καταφρονήσαντας τῆς διδασκαλίας Ἰησοῦ. Τάχα δὲ οὕτως καὶ οἱ τοῦ Χριστοῦ ἀπόστολοι κρινοῦσι τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ μὴ πιστευούσας εἰς τὸν Χριστόν. Καὶ πᾶσαν δὲ τὴν γῆν οἱ ἐν πάσῃ τῇ γῇ πεπιστευκότες κρινοῦσιν ἕκαστοι τῶν ἐν μέρει τοὺς ἐκεῖ ἀπίστους.
PG 12:1128Παρακαλεῖ τοίνυν ὁ λόγος τοὺς κρίνοντας τὴν γῆν ἐπὶ τὴν παίδευσιν τὴν κατὰ παράδοσιν ἐπιστήμης, ὡς καὶ ὁ Σολομῶν ἐν ταῖς Παροιμίαις ἐπὶ τὸ αὐτὸ λέγων· Λάβετε παιδείαν, καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον. Τοῦ αὐτοῦ. Ἢ καλεῖ αὐτοὺς εἰς μετάνοιαν, καὶ βασιλεῖς καλεῖ, εἰς ὅπερ εἶχον ἀξίωμα ἀνατρέχειν πείθων. Σύνετε οὖν, ὦ βασιλεῖς, διὰ τί μοι δέδοται τὰ ἔθνη κληρονομία. Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ, κ. τ. ἑ. Δόξει μέν τισιν ὁ δουλεύων πάντως δοῦλος εἶναι, καὶ μάλιστα ἐνθάδε ἐπεὶ πρόσκειται τὸ, ἐν φόβῳ, τοῦ εἰληφότος πνεῦμα δουλείας ὄντος ἐν φόβῳ. Καὶ οὐ ψευδῶς γε δόξει. Δύναται δὲ καὶ ὁ υἱὸς δουλεύειν. Καὶ οὐ μόνος ὁ φόβος αἴτιος τοῦ δουλεύειν τυγχάνει, ἀλλὰ καὶ ἀγάπη. Διὰ τῆς ἀγάπης γοῦν ὁ Ἀπόστολος διδάσκει δουλεύειν ἡμᾶς ἀλλήλοις. Ἀλλὰ καὶ αὐτὸς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν γέγονεν ἐν μέσῳ τῶν μαθητῶν αὐτοῦ οὐχ ὡς ἀνακείμενος, ἀλλ’ ὡς ὁ διακονῶν, δουλεύων καὶ νίπτων τοὺς πόδας αὐτῶν. Καὶ οὐδέπου ταῦτα φόβῳ θεμιτὸν αὐτὸν πεποιηκέναι· σαφὲς γὰρ, ὅτι ἀγάπῃ τελείᾳ ταῦτα αὐτῷ πέπρακται.
PG 12:1129Εἰ μὲν οὖν βασιλεῖς οἱ ἐν τοῖς πρὸ τούτων βασιλεῖς γῆς ὠνομασμένοι καὶ νῦν λέγονται, αὐτοῖς προστάττεσθαι δύναται τὸ δουλεῦσαι τῷ Κυρίῳ ἐν φόβῳ, ὡς δούλοις ἀρχῆθεν οὐ δυναμένοις χωρῆσαι τὸ πνεῦμα τῆς υἱοθεσίας. Καὶ τηρητέον ἐπ’ αὐτῶν τὸ, ἐν φόβῳ, ὃν ὁ φοβούμενος κόλασιν οὐκ ἔχει, καὶ οὐ τετελείωται. Καὶ τὰ ἀκόλουθα δὲ περὶ τοῦ, Ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ, νοητέον. Εἰ δὲ βασιλεῖς οἱ ἅγιοι καὶ κρίνοντες τὴν γῆν οἱ κατὰ τὴν διήγησιν ἑρμηνευθέντες, δυναμένων δουλεύειν καὶ τῶν υἱῶν τῷ Κυρίῳ, τὸν φόβον μεταληπτέον εἰς τὴν παρά τισιν εὐλάβειαν ὠνομασμένην, ἥτις οὐδαμῶς κόλασιν ἔχει. Ὅτι δὲ φόβος ὁ μὴ κόλασιν ἔχων ὠνόμασται ἐν τῇ Γραφῇ τελείου κατόρθωμα τυγχάνων, σαφὲς ἐκ τοῦ·
PG 12:1130Οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. Δόξομεν δὲ βιάζεσθαι, διὰ τὸ ἐπιφέρεσθαι τὸ ἐν τρόμῳ. Ἀλλὰ μήποτε οἱ μὲν τέλειοι βασιλεῖς τυγχάνουσιν, οἱ δὲ κἂν τῷ φόβῳ παιδαγωγούμενοι κριταὶ γῆς, ἐν οἷς προστάσσει ὁ Σωτὴρ ἀγαλλιᾷν μὴ ἀνειμένως, μηδὲ ἀπολελυμένως, ἵνα μὴ ἐκπέσωσιν εἰς χαύνωσιν καὶ οἴησιν, ἀλλ’ ἐν τρόμῳ, καὶ οἱονεὶ συνεσταλμένως, μετὰ τοῦ σκοπεῖν τὸ δύνασθαι πεσεῖν, εἰ καταλείποι ἡ ἐπισκοπὴ τὸν γενόμενον ἔν τινι ἀξίῳ τοῦ εὐλόγως ἐπαίρεσθαι. Τὸ δὲ ἀγαλλιᾶσθαι ἀπὸ τῆς συνηθείας ἐστὶ τῆς Γραφῆς· ὅπερ οἰόμεθα εἶναι χαρὰν ἐν τῇ ἐπινοίᾳ, ἔχουσαν τὴν τοῦ ἁγίου Πνεύματος εἰς τὴν ψυχὴν κοινωνίαν συγχαίροντος τῷ ἁγίῳ. Δράξασθε παιδείας, μήποτε ὀργισθῇ Κύριος, καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας, κ. τ. ἑ. Τὴν μὲν προκοπὴν διὰ τοῦ, παιδεύθητε, παριστᾷ, τὴν δὲ τελείωσιν διὰ τοῦ, δράξασθε παιδείας. Τῷ δὲ ἐπιμελῶς παρατηροῦντι σαφές ἐστιν, ὅτι ἐνδέχεται τὸν ἀτελῆ ἐν παιδείᾳ καὶ μὴ προκόπτοντα ἔτι ὀργῆς Κυρίου μεταλαμβάνειν, τὸν δὲ τέλειον ἀδύνατον ταύτης μετέχειν.
PG 12:1131Εἰ γὰρ δράξασθαί τις παιδείας κελεύεται ὑπὲρ τοῦ μὴ ὀργισθῆναι αὐτῷ τὸν Κύριον, κἂν μετάσχοι τῆς ὀργῆς μὴ δραξάμενος τῆς παιδείας· ἐν προκοπῇ μέντοιγε τῆς παιδείας ὢν, τέλεον ἐλευθερούσης ἀπὸ τῶν ἐκ τῆς ὀργῆς ἐπερχομένων παθημάτων τῆς περιδράξεως τῆς παιδείας, οὐχὶ δὲ τῆς ἐπαγωγῆς καὶ τῆς ἀρχῆς τῆς κατὰ τὴν παιδείαν· πάντως γὰρ ὁ ἔτι παιδευόμενος ἀτελής ἐστιν, ἀτελὴς δὲ ὢν ὀργῆς δύναται πεῖραν λαβεῖν Θεοῦ. Ἀλλ’ ἐπεὶ οὔτε ἐν τῷ Ἑβραϊκῷ πρόσκειται, οὔτε ἐν ταῖς λοιπαῖς ἑρμηνείαις τὸ, δικαίας, ὑποπτεύομεν μήποτε ἢ κατ’ οἰκονομίαν προσέθηκαν τοῦτο, ἢ τὰ ἀντίγραφα ἡμάρτηται. Κατ’ οἰκονομίαν μὲν, ἵν’ οὕτως νοήσωμεν· Ἐὰν μὴ δράξησθε παιδείας, ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας, καὶ ἐκπεσεῖσθε αὐτῆς, ὀργισθέντος ὑμῖν τοῦ Κυρίου· ἀλλ’ ὡς πρὸς τὸ ἀκριβὲς, εἰ παιδευτική ἐστιν ἡ ὀργὴ τοῦ Θεοῦ, πῶς, διὰ τὸ ὠργίσθαι Κύριον, ἀπολεῖταί τις ἐξ ὁδοῦ δικαίας; Οὐ πάντως δὲ διὰ τὴν ὀργὴν ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας, ἀλλὰ τοῦτο ἕψεται ὑμῖν διὰ τὰ ἁμαρτήματα.
PG 12:1132Ἐὰν μὴ ᾖ κείμενον τὸ, δικαίας, ἐπεὶ οἱ μὴ δραξάμενοι παιδείας πάντως εἰσὶν ἐν ὁδῷ οὐκ ἀγαθῇ, δύναται λεληθότως λέγεσθαι, ὅτι μὴ δρασσομένων ὑμῶν παιδείας ὀργισθήσεται Κύριος, ἐκ τοῦ ἀπολέσθαι ὑμᾶς ἐκ τῆς ὁδοῦ ἐν ᾗ διατρίβετε, ἵνα μηκέτι ὑπάρχητε ἐν αὐτῇ. Ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ, μακάριοι πάντες οἱ πεποιθότες ἐπ’ αὐτῷ, κ. τ. ἑ. Εἰ καὶ δεύτερον λέγεται ὁ θυμὸς τῆς ὀργῆς, ἀλλὰ τῷ τηροῦντι τὴν σύμφρασιν τῆς Γραφῆς, φανερὸν ὅτι ἐκκαίεται πρῶτον ὁ θυμὸς, καὶ ὀργισθέντος τοῦ Θεοῦ ἀπόλλυταί τις ἀπὸ τῆς ὁδοῦ. Τὸ δὲ ἐν τάχει καίεσθαι τὸν θυμὸν, ἢ μετ’ ὀλίγον, ἢ μετὰ βραχὺ ἀναπαύεσθαι αὐτὸν, διδάσκει τὴν μετὰ τὴν ἔξοδον τοῦ βίου κόλασιν. Μακάριοι πάντες οἱ πεποιθότες ἐπ’ αὐτῷ, κ. τ. ἑ. Κατακουστέον τοῦ, πεποιθότες, πίστιν ἐμφαίνοντος μετ’ ἐλπίδος ἀνυπόπτου βεβαιοτάτην, καὶ ἑδραίαν, καὶ ἄσειστον, οὐδὲ ἐν τοῖς δοκοῦσι χαλεπωτάτοις καιροῖς τοῦ πεποιθότος ἀπογινώσκοντος τὴν τοῦ Κυρίου εἰς αὐτὸν παρουσίαν, οὐδενὸς παρέλκοντος αὐτόν. ΨΑΛΜΟΣ Γ. Ψαλμὸς τῷ Δαυὶ̈δ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ, κ. τ. ἑ.
PG 12:1133Δοκεῖ ὁ ψαλμὸς εἰρῆσθαι τῷ Δαυὶ̈δ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ. Ὅλα δὲ τὰ ἐν τῷ ψαλμῷ σῶσαι πρὸς τὴν ἱστορίαν οὐ δυνατόν· τί γὰρ συμβάλλεται πρὸς τὸ προκείμενον· Ἐγὼ ἐκοιμήθην, καὶ ὕπνωσα, ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου; Καὶ εἰ βούλοιτο δέ τις δουλεύειν τῇ λέξει, πλέον αὐτῆς μηδὲν ἐπιζητῶν, παραστησάτω πῶς ἀληθεύει λέγων ὁ Προφήτης· Ὀδόντας ἁμαρτωλῶν συνέτριψας. Δεῖ δὲ ζητῆσαι τίς ὁ Δαυὶ̈δ, καὶ τίς ὁ Ἀβεσσαλὼμ, καὶ ἡ ἐπίθεσις αὐτοῦ ἡ κατὰ τοῦ πατρὸς, ἥ τε φυγὴ τοῦ βασιλέως πράως φέροντος τὴν ἐπανάστασιν τοῦ τῆς βασιλείας αὐτοῦ ἐπιθυμήσαντος υἱοῦ, καὶ ἐντελλομένου τοῖς ὑπ’ αὐτὸν φείσασθαι τοῦ παιδαρίου Ἀβεσσαλώμ. Πολλαχοῦ τῆς Γραφῆς εὕρομεν Δαυὶ̈δ εἶναι τὸν Χριστὸν, ὥσπερ ἐν τῷ ὀγδοηκοστῷ ὀγδόῳ ψαλμῷ· Εὗρον Δαυὶ̈δ τὸν δοῦλόν μου· ἐν ἐλαίῳ ἁγίῳ ἔχρισα αὐτόν· ἡ γὰρ χείρ μου ἀντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου ἀντισχύσει αὐτόν. Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν. Καὶ συγκόψω ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ, καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι.
PG 12:1134Καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ’ αὐτοῦ· καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ, καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ. Αὐτὸς ἐπικαλέσεταί με· Πατήρ μου εἶ σὺ, κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. Εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ. Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. Καὶ ἐν τῷ Ἡσαί̈ᾳ λέγοντι· Καὶ διορθωθήσεται μετ’ ἐλέους θρόνος, καὶ καθιεῖται ἐπ’ αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαυὶ̈δ κρίνων καὶ ἐκζητῶν κρῖμα καὶ σπεύδων δικαιοσύνην. Πρεςβύτερος δὲ πολλῷ γενόμενος τῷ χρόνῳ Ἡσαί̈ᾳ ὁ Δαυὶ̈δ ὁ ἄνθρωπος, οὐχὶ προφητεύεται κρίνειν μέλλων, ἀλλ’ ὁ Χριστὸς ᾧ ἔδωκεν ὁ Πατὴρ κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστί. Καὶ ἐν τῷ Ἰεζεκιὴλ σαφῶς ὁ Χριστὸς Δαυὶ̈δ εἶναι λέγεται ἐν τῇ ὁράσει τῇ πρὸς τοὺς ποιμένας οὓς ψέγει ὁ λόγος ἐπὶ τῷ μὴ καλῶς ᾠκονομηκέναι τὰ πρόβατα. Ἑξῆς δὲ ἴδωμεν τίς ὁ Ἀβεσσαλὼμ ὁ υἱὸς τοῦ Δαυί̈δ. Καὶ οἱ μὲν οἰήσονται αὐτὸν εἶναι εἰκόνα τοῦ προδότου Ἰούδα, οἱ δὲ τοῦ διαβόλου.
PG 12:1135Μελίτων γοῦν ὁ ἐν τῇ Ἀσίᾳ φησὶν αὐτὸν εἶναι τύπον τοῦ διαβόλου ἐπαναστάντος τῇ Χριστοῦ βασιλείᾳ, καὶ τούτου μόνου μνησθεὶς οὐκ ἐπεξηργάσατο τὸν τόπον. Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; Πολλοὶ ἐπανίστανται ἐπ’ ἐμὲ, πολλοὶ λέγουσι τῇ ψυχῇ μου· Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ, κ. τ. ἑ. Ὅσον ἐπὶ τῇ λέξει ταῦτα λέγεται ὑπὸ τοῦ Δαυὶ̈δ ἀποδιδράσκοντος τὸν Ἀβεσσαλὼμ ἐπαναστάντα αὐτῷ· ὅτε ἐπορεύθησαν μετὰ τοῦ Ἀβεσσαλὼμ διακόσιοι ἄνδρες ἐξ Ἱερουσαλὴμ κλητοὶ, πορευόμενοι τῇ ἁπλότητι αὐτῶν, οἳ οὐκ ἔγνωσαν πᾶν ῥῆμα, οἳ πάντες ἔθλιβον τὸν Δαυί̈δ. Μᾶλλον δὲ ἐκ προσώπου τοῦ Δαυὶ̈δ ἀπαγγέλλεσθαι αὐτὰ ἐξεδεξάμεθα, ὡς καὶ ἐν τοῖς εἰς τὴν ἐπιγραφὴν παρεστήσαμεν. Καὶ ὅσον μὲν ἐπὶ τῇ ἱστορίᾳ ἔθλιβον μὲν τὸν Δαυὶ̈δ πληθυνόμενοι οἱ προστιθέμενοι πολλοὶ τῷ Ἀβεσσαλώμ· οἱ δὲ ἐπιστάμενοι αὐτῷ Ἀχιτόφελ, καὶ Σεμεεὶ, καὶ Θεκὼν, καὶ εἴ τις ἕτερος τῶν μεγάλα δυναμένων. Οἱ δὲ λέγοντες μὴ εἶναι σωτηρίαν αὐτῷ ἐν τῷ Θεῷ, δύνανται ἕτεροι τῶν θλιβόντων καὶ ἐπανισταμένων εἶναι, καὶ μηδαμῶς ἀκολουθησάντων τῷ Ἀβεσσαλὼμ, ἀπεγνωκότες τὸν Δαυὶ̈δ ὡς νενικημένον, ταῦτα εἰρηκέναι.
PG 12:1137Οἱ δὲ τὸν Σωτῆρα θλίβοντες σαρκίνως οἱ Ἰουδαῖοι οἱ κεκραγότες· Αἶρε, αἶρε τὸν τοιοῦτον ἀπὸ τῆς γῆς. Ἐπανέστησαν δὲ αὐτῷ Ἰούδας ὁ προδότης καὶ Καϊάφας. Οἱ δὲ λέγοντες τῇ ψυχῇ αὐτοῦ μὴ εἶναι σωτηρίαν, οἱ παραπορευόμενοι ἦσαν ἐν τῷ καιρῷ τοῦ πάθους, λέγοντες τὸ, Καταβάτω ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσωμεν αὐτῷ. Ὑψηλότερον δὲ νοῆσαι ἔστιν ἀνθρώπων διαφορὰς, θλιβόντων καὶ ἐπανισταμένων, καὶ ἀπογινωσκόντων ἐν αὐτῷ εἶναι σωτηρίαν, οὕτως· πάντες μὲν οἱ προστάται καὶ διδάσκαλοι λόγων ἑτέρων παρὰ τὰ τοῦ Χριστοῦ δόγματα εἶεν ἂν οἱ ἐπανιστάμενοι αὐτῷ· οἱ δὲ συνευδοκοῦντες καὶ μαθητευόμενοι τῇ τούτων διδασκαλίᾳ οἱ θλίβοντες αὐτόν. Οἱ δὲ ἀπιστοῦντες, οὐχὶ μετὰ τοῦ διδάσκειν τὰ ἐναντία, οὐδὲ μετὰ τοῦ τοῖς ψεύδεσιν μαθητεύεσθαι, περὶ τοῦ εἶναι τὴν θεότητα ἐν τῇ διδασκαλίᾳ τοῦ Χριστοῦ, λέγοιντ’ ἂν οὗτοι φάσκειν τῇ ψυχῇ αὐτοῦ μὴ εἶναι σωτηρίαν αὐτῷ ἐν τῷ Θεῷ, ἤτοι αὐτῷ κατὰ τὴν ἱστορίαν τὴν τὰ τεράστια ἀπαγγέλλουσαν περὶ τῆς ἐπιδημίας αὐτοῦ, ἢ ἐν τῷ λόγῳ τῆς διδασκαλίας αὐτοῦ μὴ εἶναι καθὸ ἐπαγγέλλεται σωτηρίαν.
PG 12:1138Δύνανται μέντοιγε καὶ ἑτέρως θλίβοντες εἶναι πάντες οἱ ἁμαρτάνοντες. Καὶ ὥσπερ γε οὐ κατὰ πρόθεσιν τοῦ κακοποιεῖν τὸν πατέρα θλίβει μοχθηρὸς υἱὸς τὸν γεγεννηκότα, ἀλλὰ διὰ τὴν ἐκείνου στοργὴν ἀκολουθεῖ τὸ πάντως θλίβεσθαι αὐτὸν ἐπὶ τοῖς ἁμαρτήμασι τοῦ υἱοῦ· τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ ἑνὸς ἑκάστου τῶν ἁμαρτανόντων κακία θλίβει τὸν Υἱὸν τοῦ Θεοῦ. Ὅσῳ δέ τις ἐν πλείοσιν ἀγαθοῖς ἔργοις γίνεται καὶ ὑγιέσι δόγμασιν, ὡς μείζων ὑπὸ πλειόνων θλίβεται, πολλῶν ἐπανισταμένων αὐτῷ, ὥστ’ ἂν πολλοὺς πάλιν εἰπεῖν, Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ, ἀπογνόντας τὰ κατ’ αὐτὸν, εἰ ὑπὸ μηδενὸς τῶν τοιούτων εἰς σωτηρίαν βλαβήσεται. Ἀφίησι δὲ ὁ Θεὸς πολλοὺς θλίβειν τὸν δίκαιον, διδοὺς αὐτῷ ἀφορμὴν βάρους δόξης ἀπὸ τῶν ὑπερβαλλουσῶν θλίψεων ὑφισταμένης. Καὶ εἴποτε ὁ δίκαιος ἐπαπορῶν λέγοι τῷ Θεῷ· Τί ἐπληθύνθησαν οἱ θλίβοντές με; ἔτι αὐτοῦ λαλοῦντος ἐρεῖ· Ἰδοὺ πάρειμι, ἵνα βάρος δόξης ἐργάσηταί σοι τὸ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως καθ’ ὑπερβολήν· διὸ καὶ πολλαὶ αἱ θλίψεις τῶν δικαίων. Εἰ ἔστι σωτηρία μὲν, Θεῷ. Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου, κ. τ. ἑ.
PG 12:1139Ἐὰν μὲν ὁ Δαυὶ̈δ λέγῃ, πρέπουσα τῇ πίστει τοῦ Προφήτου ἡ φωνὴ, ἀσείστως φέροντος τὰς τηλικαύτας περιστάσεις, καὶ πεποιθότος, ὅτι οὐκ ἐγκαταλειφθήσεται, ἀλλὰ πρὸς τῷ βοηθεῖσθαι καὶ ἐν Θεῷ δοξασθήσεται καὶ ὑψωθήσεται ἀποκαθιστάμενος εἰς τὴν βασιλείαν· ἐὰν δὲ ὁ Χριστὸς ὁ λέγων τυγχάνῃ ..... πεπεῖσθαι οὕτως καὶ περὶ τοῦ ἀναστήσεσθαι καὶ πάλιν ὡς περὶ τοῦ ἐπιβουλευθήσεσθαι ὑπὸ ἀνθρώπων, καὶ περὶ τοῦ μὴ ἐγκαταλειφθήσεσθαι, ἀντιληψομένου αὐτὸν τοῦ Πατρὸς καὶ ἀποκαταστήσοντος αὐτὸν ἐπὶ τὴν ἐξ ἀρχῆς δόξαν, ὑψώσαντός τε αὐτὸν, ἢ καὶ ὑπερυψώσαντος καθ’ ἃ καὶ ὁ Ἀπόστολός φησιν· Διὰ τοῦτο ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων. Καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Ἔστι δὲ διάφορος ἡ δόξα τῶν οἰομένων εἶναι ἐν αὐτῇ· καὶ ὁ μέν τις δόξαν φήσαι ἂν εἶναι αὐτοῦ τὴν πατρίδα· ὁ δέ τις τὸ γένος, ἄλλος δέ τις τὸ κάλλος·
PG 12:1140εἰσὶ δὲ οἳ τὴν ῥώμην τοῦ σώματος, καὶ τὴν ἐν τῷ ἀγωνίζεσθαι σωματικῶς τέχνην δόξαν ἰδίαν εἶναι νενομίκασι, μέγα φρονοῦντες ἐπὶ τῷ τοσούσδε καταπεπαλαικέναι. Καὶ τί δεῖ καταλέγειν τὰ ἐφ’ οἷς σεμνύνονται οἱ θεοὶ ἀγνοοῦντες ὧν πολλάκις ἡ δόξα ἐν τῇ αἰσχύνῃ τυγχάνει κατὰ τὸν Ἀπόστολον; Τοῦ δὲ ἁγίου δόξα Θεὸς, ᾧ πέποιθε, τυγχάνει· καὶ οὐχ ὡς ἔτυχε πεπιστευμένη, ἀλλὰ πίστει λογιζομένῃ εἰς δικαιοσύνην, δι’ ἣν καὶ σημεῖα Θεοῦ παρουσίας καὶ τῆς δυνάμεως αὐτοῦ κοινωνίας θεωρῆσαι δυνατόν ἐστιν· οἷον δόξα Μωϋσέως ὁ Θεὸς καὶ μέχρι προσώπου αὐτοῦ μαρτυρῶν τῇ φιλίᾳ τοῦ προφήτου καὶ ἐπὶ παντὸς τοῦ Ἑβραίων λαοῦ καὶ Αἰγυπτίων ἐμφανῶς. Δόξα δὲ Ἠλίου τοῦ προφήτου ὁ Θεὸς ἦν, ἀνιστῶντος τὸν τῆς χήρας οἱὸν, καὶ εὐχομένου περὶ τοῦ ὑετοῦ, καὶ ἅμα τῷ αἰτεῖν τυχόντος ἀξιώσεως. Ἀληθεύει οὖν ὁ φάσκων Θεός· Τοὺς δοξάζοντάς με δοξάσω. Οὐκ ἔλαττον δὲ τοῦ δόξαν εἶναι ἐμφανῶς τὸν Θεὸν τῶν τὰς τεραστίους δυνάμεις διακονούντων, ἔστι νοῆσαι καὶ ἐπὶ τῶν δι’ ἀρετὴν δοξαζομένων· ἣν οὐκ ἄλλος ἢ ὁ Πατὴρ ἐν ταῖς ψυχαῖς τῶν παρεστηκότων αὐτοὺς τῇ ὑποδοχῇ αὐτοῦ γεγέννηκεν. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα·
PG 12:1141καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ, κ. τ. ἑ. Ἄξιον ζητῆσαι τί δήποτε μὴ προτέτακται τὰ δύο ἡμιστίχια τῶν προειρημένων· σφόδρα γὰρ ἀκόλουθον τὸ τὴν εὐχὴν προτετάχθαι τῆς ἐπὶ ταῖς εὐεργεσίαις εὐχαριστίας. Λυτέον δὲ οὕτως ἀποῤῥηθέν· Οὐχὶ εὐχή ἐστι τὸ λεγόμενον ἐνθάδε, ἀλλ’ ἀπαγγελία περὶ τοῦ τὴν εὐχὴν γεγονέναι. Ἐπεὶ γὰρ εὐχὴ κατὰ τὸ σιωπώμενον γέγονε, καὶ ἅμα τῷ εὔξασθαι ἐπέτυχε, λαβὼν ὃ ἐβούλετο ὁ τὴν ἔντευξιν τῷ Θεῷ προσαγαγὼν, καλῶς προτάσσει ἐπιτυχὼν τὴν πρὸς Θεὸν εὐχαριστίαν τῆς πρὸς ἀνθρώπους διηγήσεως περὶ τοῦ τίνα ηὔξατο. Εἰ δὲ ἀνάπαλιν ἐγεγόνει, καὶ ἅμα τῷ τυχεῖν ὧν ᾔτησε, διηγησάμενος ἦν ὡς ηὔξατο, εἶτα μετὰ τοῦτο εὐχαριστήσας, ὑπεξέλυεν ἂν τὴν ὀφειλομένην ἐν τῇ εὐχαριστίᾳ μετὰ τάχους ἔντευξιν διὰ τοῦ πρότερον ἀπηγγελκέναι τοῖς ἐντευξομένοις ἡμῖν ὡς ηὔξατο. Βέλτιον δὲ οὕτω λῦσαι τὸ ἠπορημένον· Ἡ ἀρχὴ τοῦ ψαλμοῦ περιέχει εὐχήν. Εἶτα μετὰ τὴν εὐχὴν ἀπὸ τοῦ διαψάλματός ἐστιν εὐχαριστία, ἐπὶ τῷ τετευχέναι ὧν ᾔτησε. Τελεσθείσης δὲ τῆς εὐχαριστίας πρὸς ἡμᾶς ἀποστρέφει τὸ πρόσωπον ὁ Προφήτης, καὶ διηγεῖται τίνα τρόπον εὐξάμενος ἐπηκούσθη.
PG 12:1142Κατανοήσωμεν δὲ πρὸς λέξιν τὸ, Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ τὸ ἑξῆς κατὰ τὴν συνήθειαν τῆς Γραφῆς, καὶ τί τὸ πολλάκις γεγονέναι τοῖς ἁγίοις πρὸς τὸν Θεὸν εὐχὴν μετὰ κραυγῆς. Ἐπιστησάτω δέ τις κατ’ αὐτὸ καὶ περὶ τοῦ ἑστῶτα κεκραγέναι τὸν Ἰησοῦν, καὶ λέγειν· Ἐάν τις διψᾷ, ἐρχέσθω πρὸς μὲ καὶ πινέτω. Δίδωσι τοίνυν ἡμῖν ὁ Ἀπόστολος ἀφορμὰς, εἰπὼν τὸ πνεῦμα καθολικῶς ἐν ταῖς καρδίαις τῶν ἁγίων κράζειν, Ἀββᾶ ὁ Πατὴρ, ὡς ἔστι νοητὴ κραυγὴ ἐπιτεταμένη, ἥτις δή ἐστι φωνὴ ψυχῆς, ᾗ τάχα χρῆται ἀποθεμένη τὸ ὄργανον δι’ οὗ τοιαῦτα φωνεῖ. Καὶ οἰόμεθά γε τὴν λογικὴν διέξοδον τὴν ἐν τῷ ἡγεμονικῷ κατ’ αὐτὸ γινομένην τὴν τῆς ψυχῆς εἶναι φωνήν· ἣ ἐὰν δὲ ᾖ πραγματικωτέρα, καὶ περὶ μειζόνων τινῶν καὶ μὴ κάτω κειμένων καὶ ταπεινῶν διεξοδεύουσα, ἡ νοητὴ ἂν εἴη κραυγή. Ταύτην οὖν τὴν κραυγὴν οἱ κεκραγότες πρὸς Θεὸν ἐπακούονται, πλὴν εἰ μὴ κατ’ οἰκονομίαν καταλείποιντο ὑπὲρ τοῦ μείζονας στεφάνους ἐν μείζοσιν ἀγῶσιν ἀπενέγκασθαι, ὥσπερ ἐν τῷ Ἀμβακοὺμ εἴρηται· Ἕως τίνος, Κύριε, κεκράξομαι, καὶ οὐ μὴ εἰσακούσῃ; Βοήσομαι πρὸς σὲ ἀδικούμενος, καὶ οὐ σώσεις με;
PG 12:1143Ἵνα τί δέ μοι ἔδειξας κόπους καὶ πόνους, ἐπιβλέπειν ἐπὶ ταλαιπωρίαν καὶ ἀσέβειαν; Ταύτην δὲ τὴν κραυγὴν ἐν μεγάλοις δόγμασιν ἀεὶ διεξοδεύει καὶ ὁ Σωτήρ· οὕτω δὲ ἕστηκεν ὁ Λόγος τοῦ Θεοῦ ἀεὶ κεκραγὼς, ὡς καὶ παρὰ τῷ Σολομῶντι ἡ σοφία, ἥτις ἡ αὐτὴ ὑπάρχει τῷ Λόγῳ τοῦ Θεοῦ κατὰ τὴν ὑπόστασιν, καλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα, λέγουσα· Ὅς ἐστιν ὑμῶν ἄφρων, ἐκκλινάτω πρὸς μέ· ἐνδεέσι δὲ φρενῶν παρακελεύομαι λέγουσα· Ἔλθετε, φάγετε τῶν ἐμῶν ἄρτων, καὶ πίετε οἶνον ὃν κεκέρακα ὑμῖν. Ἡ φωνὴ τοιγαροῦν τοῦ κατὰ τὸν ψαλμὸν λέγοντος ἐπιτεταμένη πρὸς Κύριον ἐπακούεται, οὐκ ἄλλοθέν ποθεν ἢ ἐκ τοῦ ὄρους τοῦ ἁγίου, τουτέστιν ἐξ οὐρανοῦ, ἐπεὶ καὶ ἐν ἄλλοις λέγεται· Ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ. Καὶ ἐξ ὕψους ἀκούει, ἐπεὶ γέγραπται· Ἐπακούσεται αὐτοῦ ἐξ ὕψους καὶ ἐκ ναοῦ ἁγίου αὐτοῦ. Ἐγὼ ἐκοιμήθην, καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου, κ. τ. ἑ.
PG 12:1144Ἡμεῖς μὲν ἡγούμεθα μηδὲν ἀνθρώπινον ἔχειν τὰ λεγόμενα ἀκόλουθον τῇ περὶ τὸν Δαυὶ̈δ, ὅτε ἔφυγεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ, ἱστορίᾳ, εἰ θέλοιμεν τηρῆσαι διὰ τὸ ῥητὸν τὸ τοῦ Δαυὶ̈δ πρόσωπον, καὶ διὰ τοῦτό γε δυςωπήσαιμεν ἂν καὶ τοὺς μὴ βουλομένους ἀναγκάζοντες ἀνάγειν τὴν ἱστορίαν καὶ προσίεσθαι πάντως ἐκ προσώπου Χριστοῦ εἶναι τὰ ἐπαγγελλόμενα. Ἵνα δὲ μὴ δοκῶμεν προδιδόναι τὸν λόγον τὸν κατὰ τὸ ῥητὸν δυνάμενον σώζεσθαι, καὶ ταῦτα λεκτέον· Φαμὲν τοίνυν αὑτοῦ κατηγοροῦντα τὸν Δαυὶ̈δ ταῦτα φάσκειν ἐπὶ τῷ μὴ ἐγρηγορέναι αὐτὸν περὶ τῆς βασιλείας, μηδὲ προσοχὴν τὴν δέουσαν εἰσαγαγεῖν, ὥστε καιρὸν ἔχειν ἐπιθέσθαι μὲν, τάδε πεπονθέναι αὐτὸν διὰ τῆς ἐπιθέσεως τοῦ Ἀβεσσαλώμ. Ἐμοῦ γὰρ κοιμωμένου, φησὶ, καὶ ὑπνοῦντος τάδε τινὰ συμβέβηκέ μοι. Ἀλλὰ διανέστην, ἐπεὶ Κύριος ἀντιλήψεταί μου, καὶ διαναστὰς μυριάδων λαοῦ ἐπιθεμένων μοι οὐ φοβηθήσομαι. Καὶ ἀβιάστως τὰ ἑξῆς δόξει σώζεσθαι· καὶ ταῦτα μὲν ἡγούμεθα ὡς πρὸς τὴν λέξιν ἑρμηνεύεσθαι, πρὸς δὲ ἀναγωγὴν, ὡς προειρήκαμεν, ἀπὸ προσώπου Κυρίου ταῦτα ἀπαγγέλλεσθαι τὴν ἰδίαν κοίμησιν νῦν διηγουμένου, καὶ ὕπνον τὸν κατὰ τὸ πάθος.
PG 12:1145Ἐπισκεψώμεθα δὴ πρότερον διαφορὰν κοιμήσεως καὶ ὕπνου νομιζομένου ὡς πρὸς τὴν λέξιν· κοίμησιν μὲν εἶναι ὡς πρὸς τὴν ἡσυχίαν, περὶ ἧς καὶ ὁ Παῦλός φησι· Πάντες κοιμηθησόμεθα, οὐ πάντες δὲ ἀλλαγησόμεθα· ὕπνον δὲ ἄνεσιν τῆς ψυχῆς χαλωμένης ἀπὸ τοῦ σώματος καὶ τὴν τάσιν ὑπεκλυούσης, τῷ μὴ φέρειν ἀδιάλειπτον τὸν τόνον. Ἐν δὲ τῷ Ἰὼβ μάλιστα τὴν διαφορὰν παρίστασθαι ὑπολαμβάνομεν διὰ τούτων· Νῦν ἂν κοιμηθεὶς ἡσύχασα· ὑπνώσας δὲ ἂν ἐπαυσάμην μετὰ βασιλέων, βουλευτῶν γῆς. Ἐδεήθημεν δὲ τῆς διαφορᾶς τοῦ κοιμηθῆναι καὶ ὑπνῶσαι ὑπὲρ τοῦ συνιέναι πῶς ἂν ἐπὶ τοῦ Σωτῆρος αὕτη δηλοῖτο. Σύνηθες μὲν γὰρ τὴν ἀπὸ τοῦ βίου τούτου ἔξοδον κοίμησιν λέγεσθαι, ἔσθ’ ὅτε δὲ καὶ ὕπνον μεμνήμεθα ὀνομάζεσθαι. Ἐκοιμήθη γὰρ, φησὶ, μετὰ τῶν πατέρων αὐτοῦ· καὶ, Πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθησαν εἰς τὴν ἁγίαν πόλιν, καὶ ἐνεφανίσθησαν πολλοῖς· καὶ, Νυνὶ δὲ ἐγήγερται Χριστὸς ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων· καὶ, Πάντες κοιμηθησόμεθα· ὕπνον δὲ, ἐπειδὴ ταυτόν ἐστι τὸ καθεύδειν τῷ ὑπνοῦν·
PG 12:1146Πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἀναστήσονται. Συγκριτέον δὲ τοῖς λεγομένοις κεκοιμημένων ἁγίων. Σημαίνει μέντοιγε καὶ ὁ ὕπνος χωρὶς τῆς κατὰ τὴν ἔξοδον τοῦ βίου τὴν ἀπροσεξίαν τῆς ψυχῆς· τῆς προςοχῆς ἐγρηγορήσεως καλουμένης. Φυλάττεσθαι γὰρ ἡμᾶς τὴν ἀπροσεξίαν βουλόμενος ὁ θεῖος λόγος φησί· Μὴ δῷς ὕπνον σοῖς ὄμμασι, μηδὲ νυσταγμὸν σοῖς βλεφάροις, ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. Καὶ βουλόμενος παραστῆσαι τὸ χαῦνον καὶ ἀνειμένον τῶν ἁμαρτωλῶν ὁ Προφήτης φησίν· Ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδέν· καὶ τὸ, Ἔγειρε ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Ἀνάλογον δὲ τῷ ὕπνῳ τῷ κατὰ τὴν ἀπροςεξίαν ἐστὶ νυσταγμὸς ψυχῆς ὃν ἀπαγορεύει ὁ Σολομῶν, οὐ μόνον ὕπνον διδάσκων ἡμᾶς μὴ διδόναι τοῖς ὄμμασιν, ἀλλὰ καὶ νυσταγμόν. Καὶ αὐτὸς δὲ ὁ Ὑμνῳδὸς, ἐπὶ ψόγου τάσσων τὸ τοῦ νυσταγμοῦ ὄνομα, φησίν· Ἐνύσταξαν πάντες οἱ ἐπιβεβηκότες τοὺς ἵππους. Φαμὲν τοίνυν τὸν κοινὸν θάνατον ὃν ἀπέθανεν ὑπὲρ ἡμῶν κοιμηθῆναι τὸν Σωτῆρα ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ὑπνῶσαι δὲ, χωρισθείσης τῆς ψυχῆς ἀπὸ τοῦ σώματος.
PG 12:1147Καθάπερ γὰρ οἱ ὑπνοῦντες κειμένου τοῦ σώματος ἐνεργοῦσι κατὰ ψυχὴν, φαντασίαις τισὶ προςπιπτούσαις ἑπόμενοι, καὶ πράττουσί τι κατ’ οὐδὲν τοῦ σώματος δεόμενοι· τὸν αὐτὸν τρόπον οὐκ εἰς πάντα τῆς εἰκόνος ἐξομοιουμένης τούτῳ οὗ ἐστιν εἰκὼν, ἀλλ’ ἵνα δηλωθῇ ἡ ἐνέργεια ἡ χωρὶς σώματος, τῆς ψυχῆς τῆς κεχωρισμένης αὐτοῦ, καὶ τούτῳ ὑπνωκυίας, λέγεται μετὰ τὸ, ἐκοιμήθην, τὸ, ὕπνωσα. Καὶ τί θαυμαστὸν εἰ ἐπὶ τοῦ Σωτῆρος ὁ τοιοῦτος ὕπνος οὐ πάντη ἐστὶν ἀργία τῆς ψυχῆς, ἀλλ’ ἀργία ὡς πρὸς τὸ ὀργάνῳ τῷ σώματι χρῆσθαι; Ἰδία μέντοιγε καὶ καθ’ ἑαυτὴν ἐνεργεῖ, ὅπου καὶ ὑπὸ τοῦ Ἰὼβ τὸ αὐτὸ λεγόμενον δηλοῦται. Διὰ τί γὰρ, φησὶν, ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην; Νῦν ἂν κοιμηθεὶς ἡσύχασα, ὑπνώσας δὲ ἀνεπαυσάμην μετὰ βασιλέων βουλευτῶν γῆς, οἳ ἐγαυριῶντο ἐπὶ ξίφεσι, καὶ μετὰ ἀρχόντων ὧν πολὺς ὁ χρυσός. Εἰ γὰρ μὴ ἐνόει ἐνέργειάν τινα εἶναι περὶ τὴν ψυχὴν ἐν ᾗ ἐπαύσατο τυγχάνουσα ἀγαθῶν τινων μετὰ τοιῶνδε, οὐκ ἂν ἔλεγεν·
PG 12:1148Ὑπνώσας ἀνεπαυσάμην μετὰ βασιλέων βουλευτῶν γῆς, οἳ ἐγαυριῶντο ἐπὶ ξίφεσιν. Εἶεν δ’ ἂν οὗτοι ἅγιοι στρατιῶται θεοσεβείας λόγῳ τῷ τομωτέρῳ πάσης τῆς μαχαίρας διστόμου χρώμενοι κατὰ παντὸς τοῦ ἐναντίου τῆς ἀληθείας λόγου. Ἄρχοντές τε ὧν πολὺς ὁ χρυσὸς, ἑρμηνεύοιντο ἂν οἱ τῶν πολλῶν διαφέροντες, καὶ κατὰ τοῦτο ἄρχοντες, χρηματίζοντες, πλουτοῦντες ἐν διανοήμασι καὶ τοῖς περὶ ἀληθείας θεωρήμασι. Οὐδὲν οὖν θαυμαστὸν καὶ τὸν Σωτῆρα λέγειν· Ἐκοιμήθην, καὶ ὕπνωσα, πολλῷ πλέον ἐνεργήσαντα περὶ σωτηρίας ψυχῶν καὶ παρὰ τὸν καιρὸν τοῦ χωρισμοῦ τοῦ ἀπὸ τοῦ σώματος κατὰ τὰ λεγόμενα ἐν τῇ Καθολικῇ Ἐπιστολῇ παρὰ τῷ Πέτρῳ· Ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασι πορευθεὶς ἐκήρυξεν ἀπειθήσασί ποτε, ὅτε ἀπεξεδέχετο ἡ τοῦ Θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ, εἰς ἣν ὀλίγοι, τουτέστιν ὀκτὼ ψυχαὶ, διεσώθησαν δι’ ὕδατος. Μετὰ ταύτην τὴν κοίμησιν ὁ Πατὴρ ἀντιλαμβανόμενος ἐξήγειρεν αὐτόν. Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι, κ. τ. ἑ. Πρέπουσα ἁγίῳ φωνὴ κατωρθωκότι μεγίστην ἀρετὴν, τὴν ἀφοβίαν, διὰ τὴν πρὸς Θεὸν πεποίθησιν· ᾗ ὁμοία·
PG 12:1149Ἐὰν παρατάξηται ἐπ’ ἐμὲ παρεμβολὴ, οὐ φοβηθήσεται ἡ καρδία μου. Καὶ ὁ Σωτὴρ ἐν πνεύματι γινώσκων τὰς αἰτουμένας αὐτὸν σταυρωθῆναι μυριάδας λαοῦ τῆς κατατομῆς, καὶ ὁρῶν τὸ ἀτάραχον αὑτοῦ (κατὰ σάρκα δὲ ταῦτά φημι), λέγοι ἂν ταῦτα. Ἐὰν δέ τις κατανοήσῃ τὸ πλῆθος τῶν ὑπὸ τῶν ἐχθρῶν βαλλομένων, ἐπιτιθεμένων τῇ ψυχῇ καὶ ταρασσόντων καὶ κυμαινόντων αὐτὴν, ἐν καιρῷ ἂν φθέγγοιτο, ἐπὶ τὸν Θεὸν καταφεύγων, τὸ, Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ, τῶν κύκλῳ συνεπιτιθεμένων μοι. Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας, κ. τ. ἑ. Τῷ Ἑβραϊκῷ ἐντυχόντες, τὸ ματαίως οὐδαμῶς εὕρομεν δυνάμενον δηλοῦσθαι. Τί γὰρ κοινὸν τῆς λέξεως τῆς ματαίως πρὸς τὴν σιαγόνα; Καὶ οἱ λοιποὶ δὲ ὡς τὸ Ἑβραϊκὸν τεθείκασιν. Εἰκὸς οὖν, ὥς τινες Ἑβραίων λέγουσι, τὰ ἀρχαῖα ἀντίγραφα ἑτέρως ἐσχηκέναι, ἢ τὸ εὐτελὲς περιϊσταμένους τοὺς Ἑβδομήκοντα τῆς λέξεως, τετολμηκέναι ἀντὶ τοῦ σιαγόνα, ποιῆσαι ματαίως. Νοήσωμεν τοίνυν τὸ ῥητὸν κατὰ τοὺς Ἑβδομήκοντα·
PG 12:1150διεξέλθωμεν πῶς δεῖ λαμβάνειν τὰ ἀνθρωπικώτερον εἰρημένα ὑπὸ τοῦ Θεοῦ, ἐξ ὧν εὐχερές ἐστιν ἰδεῖν πῶς λέγεται· Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου. Οἱονεὶ γὰρ κοιμώμενον ἡμῖν, ὅτε ἡμᾶς παρέδωκε πείρας ἕνεκεν ταῖς ἀντικειμέναις ἐνεργείαις, διανίστησιν αὐτόν. Τάχα δὲ καὶ ὅτε τὸν Σωτῆρα ὑπὲρ ἡμῶν πάντων παρέδωκεν, ἐκοιμᾶτο αὐτῷ ὁ Πατήρ· ἀνίσταται δὲ σώζων αὐτὸν καὶ πατάσσων τοὺς ἐχθροὺς αὐτοῦ, εἴτε τοὺς ἐκ περιτομῆς, εἴτε τὰς ἀοράτους ἐχθροὺς τῆς ἀληθείας δυνάμεις. Ἐχθροῦ δὲ κατ’ οὐδέν ἐστι λόγος· μετὰ γὰρ τῶν μισούντων τὴν εἰρήνην ὁ ἅγιός ἐστιν εἰρηνικὸς, ἀγαπῶν τοὺς ἐχθρούς. Δόξαι δ’ ἄν τινος ἐχθραίνειν τις οὐ ματαίως, ἤτοι ἀνθρωπικώτερον τὸν ἐχθρὸν ἡμῶν ἐξεταζόντων ἢ καὶ εὐσεβέστερον· ἀνθρωπικώτερον μὲν, ἐπὰν, τὸν προκαταρξάμενόν τι κακοποιεῖν ἀποστραφεὶς, ἀμύνεσθαι βούληται· οὕτως γὰρ ἂν ὑποληφθείη μὴ ματαίως ἐχθραίνειν τῷ προηδικηκότι· εὐσεβέστερον δὲ, εἴ τις ἐχθρὸς γένοιτο διὰ τὸ ἀληθὲς, ὡς ὁ Ἀπόστολός φησιν· Ἐχθρὸς ὑμῖν γέγονα ἀληθεύων ὑμῖν· καὶ τό· Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα; Καὶ ζητητέον εἴ εἰσί τινες μισοῦντες τὸν Θεόν·
PG 12:1151οὐδεὶς γὰρ ἂν τοῦτο ὁμολογήσειεν οὐδὲ τῶν τελέως ἀδίκων καὶ ἀθέων. Τίνες οὖν εἰσιν οἱ μισοῦντες τὸν Κύριον; Τίνες ὁμολογουμένως μισοῦσι τὸν Ἰησοῦν, καὶ καταναθεματίζουσιν αὐτόν; Τὰ δὲ γινόμενα εἰς αὐτὸν πάντως εἰς τὸν Πατέρα ἀναφέρεται. Καὶ πᾶς δὲ ἁμαρτάνων μισεῖ τὸν Θεὸν, ἢ τὴν σοφίαν ἐξευτελίζων, τουτέστι τὸν Χριστὸν, ἢ τὴν δικαιοσύνην μισῶν καὶ ἐργαζόμενος τὴν ἀνομίαν. Καὶ ἐπεὶ δικαιοσύνη ἐστὶν ὁ Χριστὸς, ὁ μισῶν τὸν Χριστὸν τὴν δικαιοσύνην, μισεῖ τὸν Θεόν. Φανεροῦ δὲ γενομένου τίς ὁ μισῶν τὸν Θεὸν, ἐὰν μὴ ἀκριβώσωμεν τί ἐστι τὸ, Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα; πάντας ἀνθρώπους μισήσομεν παρὲξ ὀλίγων· σφόδρα σπανίων ὄντων τῶν διὰ τῶν ἔργων χαρακτηριζομένων ἀγαπᾷν τὸν Θεόν. Τούτου δὲ τί ἄλλο εἴη ἀτοπώτερον τοῦ ἀπεστράφθαι πάντας, καὶ, εἰ δεῖ οὕτως εἰπεῖν, καὶ ἑαυτόν; Εὐγνωμόνως γὰρ ἐτάζων τὰ περὶ αὑτοῦ ἕκαστος, εὑρεθήσεται μισῶν τὸν Θεόν. Μήποτε οὖν οὕτω νομιστέον εἶναι τὰ μισοῦντα τὸν Θεὸν, ἀλλὰ τὰ τοῖς λογικοῖς κακὰ συμβεβηκότα· οἷον ἀδικία μισεῖ τὸν Θεὸν, καὶ ὁ ἄδικος μισεῖ τὸν Θεὸν, καθὸ ἄδικός ἐστι, τῆς ἐν αὐτῷ ἀδικίας τοῦτο δρώσης.
PG 12:1152Χρὴ οὖν ἡμᾶς μισῆσαι τὰ τοιάδε συμβεβηκότα καὶ πρώτως ἐχθρὰ ἡμῶν τυγχάνοντα, τελείῳ μίσει, τουτέστιν, ἀπὸ τελειότητος ἐρχομένῳ. Ὥσπερ γὰρ ἀπὸ τελειότητος ἔρχεται δικαιοσύνη καὶ σωφροσύνη, οὕτως καὶ τὸ τοιόνδε μῖσος. Ταῦτα δὲ ἡμῖν εἴρηται ἐξετάζουσι τὸ, Ἐπάταξας τοὺς ἐχθραίνοντάς μοι ματαίως· πάντων τῶν ἐχθραινόντων τινὶ, ματαίως ἐχθραινόντων. Τοιοῦτον τὸ, Ἐμίσησάν με δωρεάν. Ὁποῖοι δὲ οἱ συντριβόμενοι ὀδόντες τῶν ἁμαρτωλῶν, τοιοῦτοι καὶ περὶ ὧν εἴρηται· Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Ὀδόντες ἁμαρτωλῶν εἰσι λογισμοὶ ἄλογοι, παρὰ φύσιν ἡμῖν ἐπισυμβαίνοντες, οἷς ὀδοῦσι χρώμενοι πολλάκις οἱ ἀντικείμενοι προσεγγίζουσιν ἡμῖν τοῦ φαγεῖν τὰς σάρκας ἡμῶν, τουτέστι τὰ ἐκ τῆς σαρκὸς φυόμενα· Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκὸς, φησὶν ὁ θεῖος Ἀπόστολος. Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου, κ. τ. ἑ. Ὁ πειθόμενος, ὅτι τοῦ Κυρίου ἐστὶν ἡ σωτηρία, διὸ καὶ ὁ Θεὸς ἡμῶν Θεός ἐστι τοῦ σώζειν· τοῦ γὰρ Κυρίου αἱ διέξοδοι τοῦ θανάτου· οἶδε καὶ τί τὸ πεποιθέναι ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία.
PG 12:1153Ἔστι δὲ καὶ ἐπὶ τὸν λαὸν αὐτοῦ ἡ εὐλογία αὐτοῦ οὖσα πνευματικὴ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ. ΨΑΛΜΟΣ Δ. Εἰς τὸ τέλος ἐν ψαλμοῖς ᾠδὴ τῷ Δαυὶ̈δ, κ. τ. ἑ. Πολλῶν ψαλμῶν κατὰ μὲν τοὺς Ἑβδομήκοντα ἐχόντων ἐπιγραφὴν εἰς τὸ τέλος, κατὰ δὲ τοὺς λοιποὺς τὰ κατάλληλα τῷ εἰς τὸ τέλος ἐνθάδε ἀποδιδόμενα, ἄξιον, ὅση δύναμις, ἐξιχνεῦσαι τὸν δηλούμενον ὑπὸ τῆς λέξεως νοῦν. Ἰστέον δὲ, ὅτι, ὥσπερ πάσης τέχνης καὶ ἐπιστήμης ἐστὶ τὸ τέλος, ἐφ’ ὃ σπεύδει ὁ γνησίως τὴν τέχνην ἢ τὴν ἐπιστήμην μετιὼν, οὕτω καὶ τῆς λογικῆς φύσεως δεῖ τέλος τυγχάνειν· τοῦτο δέ ἐστι τὸ ἐν Χριστῷ ζωοποιηθῆναι κατὰ τὸν Ἀπόστολον. Νομίζομεν τοίνυν τοὺς εἰς τὸ τέλος ἐπιγεγραμμένους ψαλμοὺς τοῦ τέλους τινὰ ἐπιγράφειν νοῦν, καὶ ἐπ’ ἐκεῖνο τοὺς συνιέντας τὰ λεγόμενα παρακαλεῖν. Παντὶ δὲ ἀγωνιζομένῳ τέλος ἡ νίκη τυγχάνει.
PG 12:1154Ἐπεὶ οὖν, ὡς προαπεδείξαμεν, Δαυὶ̈δ ὁ Χριστὸς λέγεται, οἱ ἐπιγεγραμμένοι εἰς τὸ τέλος τῷ Δαυὶ̈δ τὸ τέλος καὶ τὴν νίκην ἀπαγγέλλουσι τοῦ Χριστοῦ, νικοποιοῦ λεχθησομένου ἂν κατὰ τὸν Ἀκύλαν, παντὶ νενικημένῳ νίκην περιπεποιηκότος, ἐπεὶ ὁ ὑπὸ Χριστοῦ νικώμενος τὴν συμβεβηκυῖαν αὐτῷ κακίαν νενίκηκε, καὶ ἐξαφανίζει αὐτὴν, Χριστῷ ὑποτεταγμένος. Οὐδένα γὰρ ἄκοντα νικᾷ ὁ Χριστὸς, ἀλλὰ πείθων, τῷ Λόγος εἶναι Θεοῦ. Εἰς τοῦτο δὴ τὸ νῖκος ἐπιγράφεσθαί φησι Θεοδοτίων ὕμνους ἢ ψαλμοὺς τοὺς παρὰ τοῖς Ἑβδομήκοντα εἰς τὸ τέλος ἐπιγεγραμμένους· ὁ δὲ Σύμμαχος ἐπινικίους τοῦ Χριστοῦ λέγοι ἂν εἶναι τούτους τοὺς ψαλμοὺς ἢ ᾠδάς. Ἐὰν δὲ μὴ μόνον τῷ Δαυὶ̈δ καὶ εἰς τέλος λέγωνται, ἀλλὰ καὶ τῷ Ἀσὰφ, ἤτοι τοῖς υἱοῖς Κορὲ, οὐκ ἄτοπον τὸ, πάντας τοὺς ἁγίους τὴν τοῦ Χριστοῦ εἰκόνα ἀναδεδεγμένους τὸ ἐνθάδε εἰρημένον καὶ ἐπ’ ἐκείνων νοεῖν ἡμᾶς. Τὸ δὲ ἐν ψαλμοῖς παρὰ τοῖς Ἑβδομήκοντα καὶ Ἀκύλᾳ εἰρημένον οἶμαι σαφέστερον ἀπαγγέλλεσθαι διὰ τοῦ Συμμάχου διὰ ψαλτηρίων, διδασκόντων ἡμᾶς τῶν τριῶν πρὸς τὰ ὄργανα καλούμενα ψαλτήρια εἰρῆσθαι τὴν ᾠδὴν ταύτην ἢ τὸ μελῴδημα.
PG 12:1155Πλείονα γὰρ ὄργανα ζητητέον δι’ ὧν ᾄδεται τὸ εἰς τὸ τέλος, ἢ ὁ ἐπινίκιος, ἢ τῷ νικοποιῷ. Δύναται δὲ καὶ τὸ ὑπὸ Θεοδοτίωνος εἰρημένον εἰς τὸ νῖκος ἐν ὕμνοις τοῦτο δηλοῦν. Αὕτη τοίνυν ἡ ᾠδὴ, ἢ τὸ μελῴδημα, ἢ ὁ ψαλμὸς, τὴν εἰρημένην ὑπόθεσιν ἔχων, τὰ προδιηγηθέντα ἡμῖν ἐπαγγέλλεται, κοινότερον μὲν τῷ προφήτῃ Δαυὶ̈δ, μυστικώτερον δὲ τῷ Χριστῷ τὸ πρόςωπον τῶν ἁγίων ἀναλαμβάνοντι, καὶ ὁτὲ μὲν τὰς θλίψεις αὐτῶν ὡς ἰδίας ἡγουμένῳ, καὶ τοὺς ἐν ταύταις αὐτῶν πλατυσμοὺς, (ἐπεὶ ἁγίων ἐστὶ φωνὴ τὸ, Ἐν παντὶ θλιβόμενοι, ἀλλ’ οὐ στενοχωρούμενοι,] ὁτὲ δὲ ἐπιστρέφοντι τοὺς βαρυκαρδίους καὶ τοὺς τὰ μάταια ἀγαπῶντας. Οὐ πάνυ δὲ ζητήσεως ἔχεται ἡ διαφορὰ τῶν λέξεων ᾠδῆς καὶ μελῳδήματος. Διὰ μὲν γὰρ τῆς ᾠδῆς ἔκκλισις τῆς φωνῆς δηλοῦται τοῦ λέγοντος, διὰ δὲ τοῦ μελῳδήματος τάχα καὶ τὸ τεχνικὸν τοῦ μυστικοῦ μέλους ᾀδομένου ἐν ῥυθμῷ. Κατὰ δὲ τοὺς τῆς ἀναγωγῆς νόμους ἡ εὔρυθμος καὶ κατὰ λόγον ἐξεταστικὴ πολιτεία εἰς δόξαν Θεοῦ γινομένη μετὰ δογμάτων ὑγιῶν καὶ λόγων καὶ ἑτέροις ὠφελίμων εἴη ἂν τὸ μελῴδημα. Ἐν τῷ ἐπικαλεῖσθαί με, εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου, κ. τ. ἑ.
PG 12:1156Τὸ λέγον πρόσωπον ἤτοι ὁ Προφήτης ἐστὶν, ἢ ὁ Χριστὸς κατὰ τὴν οἰκονομίαν ἣν ὑπὲρ ἡμῶν ἀνεδέξατο. Δηλοῖ δὲ τὰ ῥητὰ τὸ εἰσακούεσθαι οὐχὶ μετὰ τὸ ἐπικεκλῆσθαι, ἀλλ’ ἐν τῷ ἐπικαλεῖσθαι. Τοῖς γὰρ ἁγίοις καὶ πάντη ἀκούουσι τῶν θείων προσταγμάτων ἐπαγγελία κεκήρυκται κατὰ τὸν προφήτην Ἡσαί̈αν τό· Ἔτι λαλοῦντός σου, ἐρῶ· Ἰδοὺ πάρειμι. Ἄξιον δὲ ἰδεῖν καὶ τί τὸ ἐπικαλεῖσθαι, τῶν μὴ ἐξητακότων τὴν Γραφὴν οἰομένων παντὸς οὑτινοσοῦν ῥέποντος ἐπὶ τὸ εὔξασθαι εἶναι ἔργον· τοῦ δὲ Προφήτου σαφέστατα περιστάντος, ὅτι ἁγίων ἐστὶ καὶ σωθησομένων πάντως τὸ ἐπικαλεῖσθαι· Πᾶς γὰρ, φησὶν, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Εἰ γὰρ πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται, ὁ μὴ σωζόμενος οὐκ ἐπεκαλέσατο τὸ ὄνομα Κυρίου, εἰ καὶ πολλάκις ἔδοξε τοῦτο πεποιηκέναι. Οὐ γὰρ ἐν φωνῇ κρίνεται τὸ ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου, ἀλλ’ ἐν διαθέσει τοῦ λέγοντος καὶ πίστει βεβαίᾳ. Οὕτω γοῦν ἐν τῷ η ψαλμῷ οὐ τοῖς τυχοῦσιν ἀποδέδοται τὸ ἐπικαλεῖσθαι Κύριον, ἀλλὰ τῷ Σαμουὴλ, ὃς τοσοῦτον παρὰ Θεῷ τετίμητο, ὥστε Μωϋσεῖ αὐτὸν συναριθμεῖσθαι τῷ φίλῳ, ὡς Ἱερεμίας φησίν·
PG 12:1157Οὐδ’ ἂν στῇ Μωϋσῆς καὶ Σαμουὴλ πρὸ προςώπου μου, περὶ τῶνδέ τινων τῶν ἀσεβῶν εὐχόμενοι, οὐδὲ τούτων εἰσακούσομαι, λέγει Κύριος. Γέγραπται τοίνυν περὶ αὐτοῦ· Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ. Ἐπεκαλοῦντο τὸν Κύριον, καὶ αὐτὸς εἰσήκουσεν αὐτῶν· ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς. Ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ καὶ τὰ προςτάγματα ἃ ἔδωκεν αὐτοῖς. Κύριε ὁ Θεὸς ἡμῶν, σὺ ἐπήκουες αὐτῶν· ὁ Θεὸς, εὐί̈λατος ἐγένου αὐτοῖς. Ἐπεὶ γὰρ ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ καὶ τὰ προςτάγματα ἃ ἔδωκεν αὐτοῖς, ὅτε ηὔχοντο, εἰς ἐπικαλουμένους ἐλογίζοντο. Καὶ ἐν τῷ ἑκατοστῷ τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ ἀκριβέστερον διδασκόμεθα τίς ὁ ἐπικαλούμενος οὗτος· Ἐγγὺς Κύριος τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ, ὥς τινων οὐκ ἐπικαλουμένων αὐτὸν ἐν ἀληθείᾳ· Οὐ γὰρ ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν·
PG 12:1158ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Τελείως γάρ ἐστι λέγειν Κύριε, ὅτε καὶ τὰ ἔργα φθέγγεται καὶ λέγεται, Κύριε, Κύριε. Σαφὲς γοῦν ἐνταῦθα, ὅτι ὁ ἐπικαλούμενος Κύριον δικαιοσύνην ἔχει, καὶ δικαιοσύνην ἀληθῆ. Εἰ δὲ Χριστὸς δικαιοσύνη, ὁ δίκαιος δικαιοσύνης μετέχει, τουτέστι Χριστοῦ. Ἵνα δὲ μὴ ᾖ ἐπὶ καυχήματος τὸ, Ὁ Θεὸς τῆς δικαιοσύνης μου, δυνάμεθα προςχρήσασθαι τῷ· Ὃς ἐγενήθη ἀπὸ Θεοῦ σοφία ἡμῖν καὶ δικαιοσύνη, καὶ ἀπολύτρωσις, καὶ ἴσον ἔσται τῷ, ὁ Θεὸς τοῦ Κυρίου μου. Ἐν θλίψει ἐπλάτυνάς μοι· οἰκτείρησόν με, καὶ εἰσάκουσον τῆς προσευχῆς μου, κ. τ. ἑ. Ἔοικεν ἡ θεία Γραφὴ ἰδίως, τὴν προαίρεσιν οὐ περιεργαζομένη ἀνθρώπου, θλίψιν ὀνομάζειν τὸ περιστατικὸν, καὶ γυμνασίου ἕνεκεν συμβαῖνον τῷ ἁγίῳ· τὸ γὰρ τῷ ἁμαρτωλῷ γινόμενον μάστιγα καλεῖ. Πολλαὶ γὰρ, φησὶν, αἱ θλίψεις τῶν δικαίων· καὶ, Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ. Καὶ παραδείγματος ἕνεκεν ἐροῦμεν, ἃ μὲν πέπονθεν Ἰὼβ, θλίψεις εἶναι, καὶ ἃ Ἰωσὴφ ἐν Αἰγύπτῳ· ἃ δὲ Δαυὶ̈δ διὰ τὴν τοῦ Οὐρίου καὶ διὰ τὸ ἠριθμηκέναι τὸν λαὸν, μάστιγας.
PG 12:1159Παρατηρητέον μέντοιγε, μή τι λανθάνῃ ἡμᾶς ἐν τῇ Γραφῇ, ὅτι θλίψις ἐστὶν ἐπὶ ἁμαρτωλῶν τεταγμένη, καὶ μάστιξ ἐπὶ τῶν ἤδη δικαίων. Ὅτι δὲ θλίψις ὁ τοῖς ἁγίοις διδόμενος πειρασμὸς ἀθλοῦσιν καλεῖται, ἀπὸ πολλῶν ῥητῶν κινούμεθα καὶ ἑτέρων παρὰ τὰ προειρημένα. Οὐ θαυμαστὸν γὰρ εἰ μάστιξ ἅπτεται υἱῶν ἡμαρτηκότων, ὥς φησιν ὁ Σολομών· Μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται. Καὶ πάλιν ἐπιστατεῖν χρὴ μάστιγας καλεῖν τὰ τοῖς Αἰγυπτίοις διὰ τὸν Ἰσραὴλ συμβεβηκότα· ἐπεὶ υἱῶν ἐστιν τὸ μαστιγοῦσθαι. Καὶ γὰρ ἐν τῷ ὀγδοηκοστῷ ὀγδόῳ ψαλμῷ εἴρηται· Ἐὰν καταλείπωσιν υἱοὶ αὐτοῦ τὸν νόμον μου, καὶ ἐν τοῖς κρίμασί μου μὴ πορευθῶσιν, ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσιν, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν. Τούτων δὲ εἰρημένων, τὸ μὲν θλίβεσθαι οὐκ ἂν εἴη τῶν ἐφ’ ἡμῖν· τὸ δὲ δυσαρεστεῖσθαι καὶ ἐνδιδόναι τῶν ἐφ’ ἡμῖν ψεκτῶν· ὅπερ στενοχωρεῖσθαι ὀνομάζουσιν αἱ Γραφαί. Τὸ δὲ πρὸς τῷ μὴ ἐνδιδόναι καὶ εὐφραίνεσθαι ἐν αὐταῖς, ὡς οὔσαις προφάσεσι μειζόνων ἄθλων καὶ ἐπαγγελιῶν, ἁγίων ἔργον, καθά φησιν ὁ Ἀπόστολος·
PG 12:1160Ἐν παντὶ θλιβόμενοι, ἀλλ’ οὐ στενοχωρούμενοι. Καὶ αἰτιώμενος Κορινθίους φησὶν αὐτοῖς προσιέναι στενοχωρίαν, οὕτω λέγων· Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. Εἶτα παρακαλῶν αὐτοὺς διὰ τὴν τοῦ ἁγίου κατάστασιν, φησίν· Πλατύνθητε καὶ ὑμεῖς. Καὶ ὧδε τοίνυν εὐχαριστεῖ τῷ Θεῷ ὁ Προφήτης βοηθήσαντι αὐτῷ καὶ εὐρυχωρίαν δωρησαμένῳ τῇ προαιρέσει αὐτοῦ ἐν καιρῷ θλίψεως. Πλατύνει γὰρ ὁ Θεὸς οὐ παύων τοὺς κακοὺς, ἀλλὰ μεγαλοψυχίαν διδούς. Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; Ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖτε ψεῦδος, κ. τ. ἑ. Τὸ, Υἱοὶ ἀνθρώπων, ὁ μέν τις οἰήσεται περιφραστικῶς εἰρῆσθαι, ὡς καὶ Ἕλλησιν ἔθος· Υἷες Ἀχαιῶν· ἕτεροι δὲ ἀπὸ τοῦ Σωτῆρος ἀρξάμενοι πολλαχοῦ χρηματίζοντος Υἱοῦ ἀνθρώπου, τὴν αἰτίαν βουλεύσονται ἐξιχνεῦσαι καὶ περὶ τῶν ἀνθρώπων οὐχ ἁπλῶς λεγομένων, πολλάκις υἱῶν ἀνθρώπων χρηματιζόντων. Οὐδέπου γὰρ καὶ περὶ τοῦ Σωτῆρος περίφρασις ἂν εἴη τὸ Υἱὸν ἀνθρώπου αὐτὸν ὀνομάζεσθαι, ἐπεὶ λέγεται·
PG 12:1161Ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστί. Χρὴ τοίνυν καθόλου τοῦτο γινώσκειν, ὅτι ἡ ἄνθρωπος προσηγορία, ὅτε οἱ ἅγιοι θεοὶ προσαγορεύονται, ἐπὶ ψόγου λαμβάνεται· ὅτε δὲ κτήνη καὶ θηρία οἱ ἁμαρτωλοὶ, ἐπὶ ἐπαίνου καλοῦ τάσσεται. Καὶ τοῦ μὲν προτέρου παράδειγμα· Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε· καί Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; τοῦ δὲ δευτέρου· Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε. Πρῶτον γὰρ υἱὸν ἀνθρώπου, πρόσωπον ὡρισμένον ἐν Γραφῇ ὀνομαζόμενον Θεὸν, ἐπὶ τῇ παρούσῃ μνήμῃ τὸν Δανιὴλ εὑρίσκομεν καὶ μετὰ τοῦτον τὸν Ἰεζεκιὴλ προφήτας ἐν τῇ αἰχμαλωσίᾳ γενομένους· οὐδένα δὲ πρὸ τῆς αἰχμαλωσίας, ὅσον ἐφ’ οἷς ἱστοροῦμεν κατὰ τὰ ἀναντίῤῥητα τῶν ἀναφερομένων βιβλίων θεοπνεύστων, ταύτῃ τῇ προσηγορίᾳ καλούμενον. Τί δὲ δεῖ λέγειν περὶ τοῦ Σωτῆρος, τῶν Εὐαγγελίων πεπληρωμένων ταύτης τῆς φωνῆς;
PG 12:1162Καὶ οἰόμεθα, διὰ τὸ ἁμαρτωλοὺς γεγονέναι τοὺς ἐν τῇ αἰχμαλωσίᾳ, εἰς ὀνειδισμὸν ἐκείνων τὸν Δανιὴλ μόνον σώσαντα τὸ ἀξίωμα τῆς τοῦ ἀνθρώπου καὶ κατ’ εἰκόνα καὶ ὁμοίωσιν γενομένης φύσεως, ἀκούειν τὸ, Υἱὲ ἀνθρώπου. Τὸ δ’ αὐτὸ λεκτέον καὶ περὶ τοῦ Ἰεζεκιήλ. Ἄνθρωπος γὰρ πρῶτος ὠνομάσθη ὁ κατ’ εἰκόνα καὶ ὁμοίωσιν πεποιημένος ὑπὸ τοῦ Θεοῦ, καὶ οὕτως ἂν εἴη κυρίως ἄνθρωπος. Ἐπισκεπτέον δὲ καὶ ἐπὶ τοῦ Σωτῆρος, εἰ τὸ ἀνθρώπινον αὐτοῦ Υἱὸς ἀνθρώπου, ἀνθρώπου πατρὸς ὄντος τῷ ἀνθρωπίνῳ τῆς εἰκόνος τοῦ Θεοῦ τοῦ ἀοράτου. Καὶ τὸ εἰρημένον δὲ, Οἵ τε γηγενεῖς καὶ υἱοὶ τῶν ἀνθρώπων, ὑπεροχὴν δηλοῖ τῶν υἱῶν τῶν ἀνθρώπων παρὰ τοὺς γηγενεῖς. Ἀλλὰ πρὸς τὴν λέξιν, ἐπεὶ ἐπιπλήττονται ἐνθάδε ἀκούοντες τὸ, Ἕως πότε βαρυκάρδιοι, καὶ τὰ ἑξῆς, οὐ καλῶς δόξουσιν ἀντιῤῥήσεις περὶ υἱῶν ἀνθρώπων παρατεθεῖσθαι, εἰ μὴ ἄρα διττὸν τὸν ἄνθρωπον δεῖ λαμβάνειν, καθὰ ὑπέλαβεν ὁ Ἀπόστολος λέγων· Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός· ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ. Οἷος ὁ χοϊκὸς, τοιοῦτοι καὶ οἱ χοϊκοί·
PG 12:1163καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. Πάλιν δὲ καὶ οὕτως, διὰ τὸ προστάςσεσθαι γνῶναι, ὅτι Κύριος ἐθαυμάστωσε τὸν ὅσιον αὑτοῦ, τοὺς υἱοὺς τῶν ἀνθρώπων, ζητηθήσεται πῶς οἱ κατὰ τὸ χεῖρον υἱοὶ τῶν ἀνθρώπων προστάττονται ἔργον τῶν ἁγιωτάτων ποιῆσαι. Τὸ γὰρ γνῶναι ὅτι ἐθαυμάστωσεν ὁ Κύριος τὸν ὅσιον αὑτοῦ, ἁγιωτάτων ἐστὶ κατόρθωμα. Εὐχερὲς δὲ λῦσαι τοῦτο, ἐπεὶ δύναται ὁ αὐτὸς μὲν ἐν χείροσιν ὢν Υἱὸς ἀνθρώπου εἶναι κατὰ τὸν ἄνθρωπον τὸν χοϊκόν· μεταβαλὼν δὲ, ὅπερ οὐκ ἔστιν ἀδύνατον, γενέσθαι Υἱὸς ἀνθρώπου κατὰ τὸν ἄνθρωπον τὸν ἐπουράνιον. Οὗτοι δὲ οἱ υἱοὶ τῶν ἀνθρώπων οἱ κατὰ τὸ δεύτερον, ἅτε υἱοὶ τυγχάνοντες τοῦ ἐκ γῆς χοϊκοῦ, καὶ βαρυκάρδιοι εὐλόγως λέγοιντο, καὶ ἀγαπᾷν ματαιότητα, ζητεῖν τε ψεῦδος. Νοῦς γὰρ σαρκὸς ἐν αὐτοῖς καὶ ἀγάπη σωματικὴ, καὶ ζήτησις τοῦ τῆς ἀληθείας ἐχθροῦ, τουτέστι τοῦ ψεύδους. Βαρυκάρδιοι γὰρ οἱ τὴν καθεζομένην ἐπὶ τάλαντον μολίβδου ἀνομίαν ἔχοντες ἐν τῇ καρδίᾳ, ἥτις ὡς κατωφερὴς δύσεται σὺν Αἰγυπτίοις ὡσεὶ μόλιβδος ἐν ὕδατι σφοδρῷ τῶν κυμάτων τοῦ βίου. Ἐναντίοι δὲ τοῖς βαρυκαρδίοις οἱ ὑπὸ τὸν ζυγὸν Ἰησοῦ ἐλαφρὸν τυγχάνοντες.
PG 12:1164Τάχα δὲ, ἐπεὶ καὶ οἱ μεμαθητευμένοι υἱοί εἰσι τοῦ μαθητεύσαντος, οἱ δὲ διδάσκοντες, αὐτοὶ κατ’ εἰκόνα καὶ ὁμοίωσιν τοῦ Θεοῦ, οἱ μαθητευθέντες μὲν, οὐκ ἄξιοι δὲ τῶν διδαξάντων γεγενημένοι, ὀνειδίζοιντο ἂν ὡς υἱοὶ ἀνθρώπου βαρυκάρδιοι, ταῖς δοθείσαις ἀφορμαῖς εἰς τὸ καθαρὰν γενέσθαι τὴν καρδίαν οὐ κατηκολουθηκότες. Καὶ γὰρ ἔθος τοὺς διδασκομένους, καὶ μὴ παρακολουθοῦντας τοῖς λεγομένοις, βαρυκαρδίους καλεῖσθαι ὑπὸ τῶν διδασκόντων διὰ τὸ παχὺ τῆς καρδίας. Διὰ τοῦτο δὲ καὶ ζητοῦσι τὸ ψεῦδος ὡς μὴ ὁρῶντες τὸ ἀληθές. Εἰ δὲ βαθύτερον, ἐπεὶ ἀλήθειά ἐστιν ὁ Σωτὴρ, δῆλον, ὅτι ἐχθρὸς ἂν εἴη τούτῳ λόγος ψευδὴς τὸ ἀληθὲς ἐπαγγελλόμενος, ὃν ἀντίχριστον ὁ Ἰωάννης πολλάκις φησίν. Ἐὰν δὲ κατὰ περίφρασιν λαμβάνῃ τις τὸ, υἱοὶ ἀνθρώπων, ἀντὶ τοῦ, ἄνθρωποι, τὸ ὡς ἐπὶ τὸ πλεῖστον ἐν ἀνθρώποις ὂν τὸ βαρυκάρδιον αἰτιᾶται, ἵνα τὸ οὕτως εἴπω βαρυήκοον αὐτοῦ ἀποβαλόντες κατασκευάσωσιν ἀγχίνοιαν, καὶ ἵνα τὴν ... τοῦ ζητεῖν τὴν δύναμιν ἐν τῇ ψυχῇ ἀποστήσαντες ὧν οὐ χρὴ, ἅτινα ψευδῆ πάντα ἐστὶν, ἐφ’ ἃ δεῖ μεταγάγωσι, καὶ ζητήσωσι τὴν ἀλήθειαν.
PG 12:1165Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν, κ. τ. ἑ. Μεγάλη φωνὴ ἡ φθάνουσα πρὸς Θεὸν, οὐχ ἣ παρὰ τοῖς ἀνθρώποις ἐστὶ γεγωνυῖα καὶ ἐπιτεταμένη κατὰ τὴν μείζονα πληγὴν τοῦ ἀέρος, ἀλλ’ ἡ τοῦ ἡγεμονικοῦ καθαρὰ καὶ ἀθόλωτος διέξοδος τῶν πρὸς Θεὸν ἀναπεμπομένων λόγων. Ἰστέον γὰρ, ὅτι ἔστι τις καὶ τοῦ κρυπτοῦ τῆς καρδίας ἀνθρώπου φωνὴ μὴ συγχρωμένη τῷ σώματι, ἣν ἔσθ’ ὅτε εἰς αὑτὸν συναχθεὶς, καὶ εἰσελθὼν εἰς τὸ ταμιεῖόν σου, καὶ τὴν θύραν τῶν αἰσθητηρίων ἀποκλείσας, καὶ πᾶς γενόμενος ἔξω σώματος ἀναπέμπει πρὸς τὸν μόνον ἀκούοντα τοιαύτης φωνῆς. Διὰ τοῦτό τοι μηδεμιᾶς αἰσθητῆς φωνῆς ὑπὸ τοῦ Μωϋσέως ἀναγεγραμμένης γεγονέναι φησὶ πρὸς αὐτὸν, ὡς ἀπὸ τῆς Ἐξόδου μεμαθήκαμεν· Τί βοᾷς πρός με; Βραχεῖα δὲ πᾶσα φωνὴ ἡ περὶ τῶν ἐπιγείων καὶ μικρῶν, καὶ ταπεινῶν διέξοδος, καὶ αἴτησις ἀπὸ Θεοῦ· ἢν ἀπαγορεύων ὁ Σωτὴρ προσφέρειν τῷ Πατρί φησιν· Αἰτεῖτε τὰ μεγάλα, καὶ τὰ μικρὰ ὑμῖν προστεθήσεται· αἰτεῖτε τὰ ἐπουράνια, καὶ τὰ ἐπίγεια προστεθήσεται ὑμῖν. Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε, κ. τ. ἑ. Ἡ, ὀργίζεσθε, φωνὴ σημαίνει τὸ προστακτικὸν κατηγόρημα·
PG 12:1166σημαίνει δὲ καὶ τὸ ὁριστικὸν ὑπό τινων καλούμενον διαβεβαιωτικὸν, οἷον· ὀργιζόμεθα, ὀργίζεσθε, ὀργίζονται. Πάλιν κατὰ ἄλλον τρόπον ἡ ὀργὴ προσηγορία, ἀφ’ ἧς ἐσχημάτισται τὸ, ὀργίζεσθε, σημαίνει τι προαιρετικὸν, ἢν ὡρίσαντό τινες ὄρεξιν ἀντιτιμωρήσασθαι τοὺς ἠδικηκέναι δοκοῦντας. Δηλοῖ δὲ καὶ ἀπροαίρετον, ὃ καλοῦσί τινες προπάθειαν γινομένην, ἐπί τισι δὲ ἐρεθισμοῖς ἕλκουσαν· ἐφ’ ἣν προωρισάμεθα ὀργήν. Τὸ ἕτερον τοίνυν τὸ, ὀργίζεσθε, ἐὰν λαμβάνωμεν, λέγω δὲ τὸ ἀπροαίρετον τὸ κατὰ τὴν προπάθειαν γινόμενον, οὐκ ἔστιν ἁμάρτημα ἀποπτωτικὸν εἶναι τοῦ καλοῦ· καὶ κατὰ τοῦτό γε οὐ τὸ προστακτικὸν νοήσωμεν εἰρῆσθαι τὸ ὀργίζεσθε, (πῶς γὰρ ἂν δυναίμεθα προστάττεσθαι τὸ ἀπροαίρετον;) ἀλλὰ τὸ ὁριστικὸν, ἵν’ ᾖ ὅλον τὸ λεγόμενον τοιοῦτον· Ὅσον ὀργίζεσθε καὶ συμβαίνει τοῦτο ὑμῖν οὐκ ἔχουσι πρὸς τοῦτο λογισμοὺς, ἀλλὰ τὸ παρ’ αὐτῶν μὴ προσθῆτε· ἀλλὰ τῷ συμβαίνοντι οὐ ψεκτῷ ψεκτόν τι μὴ ἀκολουθησάτω· ὅπερ δηλοῖ ἐν τῷ· Καὶ μὴ ἁμαρτάνετε. Οἶδεν οὖν καὶ ἐνθάδε ὁ λόγος τινὰ ὀργὴν οὐκ οὖσαν ἁμαρτίαν, καὶ οὐδέπου ἀπὸ τοῦ ἐφ’ ἡμῖν ἐρχομένην παθητικὴν καὶ κακοποιητικήν.
PG 12:1167Μαρτυρεῖ δὲ τῇ ἐκδοχῇ τῇ εἰρημένῃ περὶ τοῦ, ὀργίζεσθε, ὁ Ἀκύλας τὸ κύριον ἑρμηνεῦσαι βουληθεὶς τοῦ Ἑβραϊκοῦ· τὸ γὰρ ἀπροαίρετον, ὃ προειρήκαμεν ὀνομάζεσθαι προπάθειαν παρά τισιν, κλόνον καὶ σεισμὸν τῆς ψυχῆς νομίσας εἶναί φησι· Κλονεῖσθε καὶ μὴ ἁμαρτάνετε· ὅπερ κλονεῖσθε οὐκ ἔστι προστακτικὸν, (ἄτοπον γὰρ τὸν προφήτην προστάσσειν κλονεῖσθαι·) ἀλλ’ ὡς ἐπὶ τοῦ ὀργίζεσθε εἰρήκαμεν, ὁριστικὸν, οἷον· Εἰ συμβαίνει· ὑμῖν κλονεῖσθαι, μὴ ἁμαρτάνετε. Ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε, κ. τ. ἑ. Διὰ τούτων ἔοικε διδάσκειν δεῖν ἕκαστον ἐπὶ τὴν κοίτην ἰόντα ἀπολογισμὸν ἑαυτὸν ἀπαιτεῖν τῶν μεθ’ ἡμέραν πεπραγμένων, καὶ ἐπὶ τοῖς παρὰ τὸν ὀρθὸν λόγον γεγενημένοις αὐτὸν κακίζειν μεμφόμενον καὶ τῷ λόγῳ κεντοῦντα. Τοῦτο γὰρ συνεχέστερον ἐπιτελούμενον ἀποστήσει ἡμᾶς τοῦ ἀποπίπτειν τῶν δεόντων. Ἃ λέγετε, φησὶν, ταῦτα ὑμᾶς κατανυξάτω ἐν τῷ καιρῷ τοῦ ταῖς κοίταις αὐτοὺς ἐπιδιδόναι. Ἀπὸ μέρους δὲ τῶν ἁμαρτανομένων πάντα τὰ ἁμαρτανόμενα· μέρος ἁμαρτανομένων τὸ διὰ λόγων· καὶ τάχα καὶ τῆς ἄλλης πρακτικῆς ἁμαρτίας προάγει λόγος.
PG 12:1168Τῷ μέντοι κατανύγητε ἰδίως πολλάκις ἐχρήσαντο· τάχα οὔτε παρὰ τοῖς φιλοκάλοις τῶν Ἑλλήνων κειμένῳ, οὔτε ἐν τῇ συνηθείᾳ τῶν τῇ Ἑλλάδι φωνῇ χρωμένων· καὶ ἀναγράφουσί γε τὴν λέξιν ταύτην ἐπὶ τῶν δακνομένων τῶν ἡμαρτημένων ἕνεκεν, ἢ ὧν δήποτε ἑτέρων· ὡς ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν περὶ τοῦ Ἀχαὰβ βασιλέως Ἰσραὴλ διηγουμένη ἡ Γραφὴ, τίνα τρόπον ἐλεγχθεὶς ὑπὸ τοῦ προφήτου Ἠλίου ἐπὶ τῷ ἐπιτεθυμηκέναι τοῦ ἀγροῦ Ναβουθαὶ τοῦ Ἰεζραηλίτου μετανοεῖ, φησὶ ταῦτα· Πλὴν ματαίως Ἀχαὰβ ὃς ἐπράθη ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου, ὡς μετέθηκεν αὐτὸν Ἰεζάβελ ἡ γυνὴ αὐτοῦ. Καὶ ἐβδελύχθη σφόδρα πορεύεσθαι ὀπίσω τῶν βδελυγμάτων κατὰ πάντα ἃ ἐποίησεν ὁ Ἀμοῤῥαῖος, ὃν ἐξωλόθρευσε Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ. Καὶ ὑπὲρ τοῦ λόγου ὡς κατενύγη Ἀχαὰβ ἀπὸ προσώπου τοῦ Κυρίου, καὶ ἐπορεύετο κλαίων, καὶ διέῤῥηξε τὸν χιτῶνα αὐτοῦ, καὶ ἐζώσατο σάκκον ἐπὶ τὸ σῶμα αὐτοῦ, καὶ ἐνήστευσε, καὶ περιεβάλετο σάκκον ἐν τῇ ἡμέρᾳ ᾗ ἐπάταξε Ναβουθαὶ τὸν Ἰεζραηλίτην, καὶ ἐπορεύθη. Καὶ ἐγένετο ῥῆμα Κυρίου ἐν χειρὶ δούλου αὐτοῦ Ἠλίου περὶ Ἀχαάβ· καὶ εἶπε Κύριος· Ἑώρακας ὡς κατενύγη Ἀχαὰβ ἀπὸ προσώπου μου;
PG 12:1170Οὐκ ἐπάξω τὴν κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ. Καὶ ἐν τῷ δὲ πεντηκοστῷ ἐννάτῳ ψαλμῷ· Συνέσεισας, φησὶ, τὴν γῆν, καὶ συνετάραξας αὐτήν. Ἴασαι τὰ συντρίμματα αὐτῆς, ὅτι ἐσαλεύθη. Ἔδειξας τῷ λαῷ σου σκληρά· ἐπότισας ἡμᾶς οἶνον κατανύξεως. Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου. Πεποτίσθαι γὰρ ὁμολογεῖ τῷ οἴνῳ τῆς κατανύξεως ὁ Προφήτης. Καὶ ἐπεὶ, ἵν’ οὕτως εἴπω, ἔπεψε τοὺς λόγους τοὺς ἐλεγκτικοὺς, καὶ πέπονθεν ἀπ’ αὐτῶν τὸν κατανυγμὸν, διὰ τοῦτο εἰληφέναι ὁμολογεῖ μετὰ τῶν φοβουμένων τὸ Θεῖον σημείωσιν εἰς τὸ φυγεῖν τὰ βέλη τὰ ἀπὸ τοῦ τόξου πεμπόμενα τοῦ Θεοῦ ἐπὶ τοὺς ἀσεβεῖς καὶ παραμείναντας ἐπὶ τοῖς ἁμαρτήμασι, καὶ μὴ μετανοήσαντας. Καὶ ἐν τῇ Γενέσει· Εἶπε δὲ Ἠσαῦ πρὸς τὸν πατέρα αὐτοῦ· Μὴ εὐλογία μία σοί ἐστι, πάτερ; Κατανυχθέντος δὲ Ἰσαὰκ, ἀνεβόησε φωνῇ Ἠσαῦ, καὶ ἔκλαυσεν. Ἀντὶ μέντοι τοῦ, κατανύγητε, σιωπήσατε Ἀκύλας καὶ Θεοδοτίων ἐκδεδώκασιν· ὅπερ ὁ Σύμμαχος ἡσυχάσατε ἑρμήνευσε σαφέστερον ἐκτιθέμενος τὸ ἀπὸ τῶν ῥητῶν δηλούμενον· ὅπερ τοιοῦτον ἔχει νοῦν· Ἐπὶ τῆς κοίτης ὑμῶν ἐν ἑαυτοῖς κατὰ τὸ κρυπτὸν διαλέχθητε·
PG 12:1171δῆλον δ’ ὅτι τὰ μεθ’ ἡμέραν πεπραγμένα καὶ τὰ περὶ αὐτοὺς ἐπισκεψάμενοι οὕτως ἡσυχάσατε. Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον, κ. τ. ἑ. Ὁ ἐξ ἀδίκων πόρων προσφέρων οὐ δικαιοσύνης θύει θυσίαν, καὶ ὁ μὴ κατ’ ἀξίαν ὧν κέκτηται μερίζων τοῖς δεομένοις, καὶ ὁ ἐκ λύπης καὶ ἐξ ἀνάγκης διδούς. Σαφέστατα δὲ διδάσκει, ὅτι οὐ περὶ τῶν θυσιῶν ὧν ἐξειλήφασιν οἱ ἐντυγχάνοντες τοῖς βιβλίοις, περὶ τούτων ἐνετείλατο ὁ θεῖος λόγος· ἔφη γὰρ ἐν τεσσαρακοστῷ ψαλμῷ· Ὁ Θεὸς, Θεός σου εἰμὶ ἐγώ. Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε· τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδ’ ἐκ τῶν ποιμνίων σου χειμάῤῥους· ἐμὰ γάρ ἐστι πάντα τὰ θηρία τοῦ ἀγροῦ, κτήνη ἐν τοῖς ὄρεσι καὶ βόες. Ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὡραιότης ἀγροῦ μετ’ ἐμοῦ ἐστιν. Ἐὰν πεινάσω, μή σοι εἴπω· ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς. Μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι; Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου. Καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με. Καὶ ἐν τῷ πεντηκοστῷ·
PG 12:1172Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον. Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Καὶ ἐν ἄλλοις· Τὰ ὁλοκαυτώματα ὑμῶν καὶ αἱ θυσίαι οὐχ ἥδυνάν μοι. Ἔτι δὲ καὶ ἐν τῷ Ἱερεμίᾳ· Οὐ ταῦτα, φησὶν, ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν, ᾗ ἡμέρᾳ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, περὶ ὁλοκαυτωμάτων καὶ θυσίας· ἀλλ’ ἢ τὸ ῥῆμα τοῦτο ἐνετειλάμην αὐτοῖς λέγων· Ἕκαστος κατὰ τοῦ πλησίον ἐν τῇ καρδίᾳ κακίαν μὴ μνησικακείτω, καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε· Διότι ταῦτα πάντα ἐμίσησα, λέγει Κύριος παντοκράτωρ. Σαφῶς γοῦν διὰ τούτων πάντων διδάσκει ἐξετάζειν τίς ὁ περὶ τῶν θυσιῶν τόπος· καὶ ὑποβάλλει γε ἀφορμὰς τὰ λόγια λέγοντα· Τῷ Θεῷ θυσία πνεῦμα συντετριμμένον· ὥσπερ καὶ ἐνθάδε· Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον. Καὶ αὐτὸς δὲ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἐπιστρέφει τοὺς μὴ νοοῦντας τὰ προφητικὰ, καὶ διὰ τοῦτο περὶ τὰς σωματικὰς θυσίας ἐπτοημένους, λέγων· Εἰ δὲ ἐγνώκειτε τί ἐστιν· Ἔλεος θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους. Κεῖται δὲ ἡ λέξις ἐν ἑνὶ τῶν δώδεκα οὕτως ἔχουσα·
PG 12:1173Διότι ἔλεος θέλω καὶ οὐ θυσίαν, ἐπίγνωσιν Θεοῦ ἢ ὁλοκαυτώματα. Ὅτι δὲ ταῦτα νομοθεσία ἐστὶ περὶ θυσιῶν, ἐδίδαξεν ὁ Παῦλος εἰπὼν τό· Οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων. Ἀγωνιστέον τοίνυν τῷ ἐντυγχάνοντι τοῖς περὶ θυσιῶν νόμοις ἑκατέρως αὐτοὺς διηγήσασθαι, κατά τε τὸ συμβολικὸν καὶ κατὰ τὸ ἀποῤῥητότερον καὶ μυστικὸν ἐξετάζοντι. Ταῦτα ἐν ἐπιτομῇ ἡμῖν σεσημείωστο βουλομένοις διηγήσασθαι τὸ, Θύσατε θυσίαν δικαιοσύνης· καὶ ἀκολούθως τὸ, Ἐλπίσατε ἐπὶ Κύριον. Οὐ γὰρ ἔστιν εὐλόγως ἐλπίσαι πρὶν δικαιοποιῆσαι· τῷ δικαιοπραγοῦντι δὲ πεποιθότως ἔστιν ἐλπίσαι, καὶ τὰ τοῦ Κυρίου ἀγαθὰ προσδοκῆσαι· ἐλπὶς γάρ ἐστι προσδοκία ἀγαθῶν. Ἐπεὶ δ’ ἐζήτηται παρὰ πολλοῖς, εἰ ὁ καλὸς καὶ ἀγαθὸς ἐλπίσει τι, ὡς τοῦ τελείου ἀπέχοντος τὰ ἀγαθὰ, καὶ ἐν οὐδενὶ ἐλλείποντος, καὶ διὰ τοῦτο οὐδὲν ἐλπίζοντος, ἀπόντων γάρ ἐστιν ἡ ἐλπὶς, ἑτέρου δὲ τοῦ εἶναι χρηστὰς ἐλπίδας, ἀεὶ τοῖς καλοῖς καὶ ἀγαθοῖς ἀγαθῶν τὰ ἀγαθὰ αὐτῶν συνεχέστατα διαδεχομένων· φέρε καὶ ἡμεῖς ὀλίγα κατὰ τὸ βούλημα τῶν Γραφῶν περὶ τοῦ προβλήματος διαλάβωμεν.
PG 12:1174Σαφέστατα δὴ προτρέπουσιν ἡμᾶς ἐλπίζειν ἐπὶ Κύριον τὰ ἱερὰ λόγια. Ἐλπισάτω γὰρ, φησὶν, Ἰσραὴλ ἐπὶ τὸν Κύριον· καὶ, Οἶκος Ἰσραὴλ ἤλπισεν ἐπὶ τὸν Κύριον· βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστι. Τῷ δὲ τελείῳ ἐν τῷ ἐννενηκοστῷ ψαλμῷ μετὰ τῶν ἄλλων ἐπαγγελιῶν λέγεται τὸ, Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς. Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. Ὁ δὲ Παῦλος ἐν ᾧ κρέμαται ὁ νόμος καὶ οἱ προφῆται, βουλόμενος παραστῆσαι ὁποῖός ἐστι, (λέγω δὲ τὴν ἀγάπην·) φησίν· Ἡ ἀγάπη πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει· ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. Εἰ δὲ τὸ μηδέποτε ἐκπίπτειν τελείου ἐστὶν ἔργον, ἀγάπης ὑπάρχον, καὶ τὸ πάντα ὑπομένειν διὰ τὴν ἀγάπην ὑπεράνω γινομένου παντὸς ἐπιπόνου, καὶ τὸ πάντα πιστεύειν, δῆλον δ’ ὅτι τὰ ὄντα καὶ τὰ ἀληθῆ· οὐ γὰρ ἐν τοῖς πᾶσι τὰ ψευδῆ ἀριθμητέον, τὴν ἀρχὴν οὐδὲ ὄντα. Ὁ γὰρ τὴν ἀγάπην κατορθώσας τέλειος καὶ βέβαιος ἐν τῇ σωτηρίῳ πίστει τῇ περὶ ἑνὸς ἑκάστου τῶν πιστοῦσθαι ἀναγκαίων ἐστί·
PG 12:1175δῆλον ὅτι καὶ τὰ πάντα ἐλπίζειν, καὶ μηδὲν δυναμένων ἁγίῳ ἀποκεῖσθαι ἀπογινώσκειν, οὐδενὸς ἄλλου ἢ τοῦ τελείᾳ ἀγάπῃ κεκοσμημένου ἔργον ἂν ὑγιῶς λέγοιτο· ὡς, εἰ, κατακερματίζοντες τὸ πάντα ἐλπίζειν, βουλόμεθα διηγήσασθαι, ἐροῦμεν, ὅτι κληρονομῆσαι βασιλείαν οὐρανῶν καὶ παρακληθῆναι, καὶ υἱοὶ Θεοῦ κληθῆναι, καὶ Θεὸν ὄψεσθαι, καὶ χορτασθήσεσθαι ἧς πεινᾷ καὶ διψᾷ δικαιοσύνης, καὶ τοῦ τελείου ἐλέου μεταλήψεσθαι, καὶ ἁπαξαπλῶς ἐν πᾶσιν ἔσεσθαι οἷς ἐπηγγείλατο ὁ ἀψευδὴς Θεὸς, καὶ Σωτὴρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, Ὀφθαλμὸς γὰρ οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Πολλοὶ λέγουσι· Τίς δείξει ἡμῖν τὰ ἀγαθά; κ. τ. ἑ. Οἱ μὲν ἁπλούστεροι ὑπολήψονται λέγεσθαι ἐνταῦθα, ὅτι, τῶν ἀποκειμένων ἐν ἐπαγγελίᾳ κηρυσσομένων, οἱ πολλοὶ λέγουσιν, ὅτι, Τίς ταῦτα ἡμῖν δείξει, καὶ ἐν αὐτοῖς γενέσθαι ποιήσει; δῆλον ὅτι πληχθέντες μὲν ὡς περὶ ἀληθῶν, καὶ ὀρεχθέντες αὐτῶν, διὰ δὲ τὴν ἀσθένειαν τὴν ἀνθρωπίνην κατὰ πολλὰ τῶν ἁμαρτανομένων οὐ πάνυ τι αὐτοῖς δεδωκότες τὸ ὄψεσθαι αὐτὰ καὶ ἐν αὐτοῖς ζήσεσθαι.
PG 12:1176Ἕτεροι δὲ οὕτω διηγήσονται τὸ λεγόμενον, ὅτι τὰ ἐν ἐπαγγελίᾳ ἀναγεγραμμένα τοῖς ἐκλεκτοῖς δοθήσεσθαι οὐ πάνυ τί ἐστι σαφῶς καὶ τρανῶς συνιέναι μὴ οὐχὶ σοφοὺς γεγενημένους· οἷον τίς ἡ γῆ ἢν κληρονομήσουσιν οἱ πραεῖς· καὶ τί τὸ κληρονομῆσαι αὐτὴν νοητέον, ἢ τί τὸ διὰ τὴν καθαρότητα τῆς καρδίας ὄψεσθαι Θεὸν ἀόρατον τυγχάνοντα, ὃν οὐδεὶς ἑώρακε πώποτε· τίνος δὲ γινομένου καὶ ποταπῶν συμβαινόντων οἱ ἐπὶ τοῦ παρόντος πενθοῦντες ὕστερον παρακληθήσονται· τίς δὲ καὶ ποταπὴ ἡ βασιλεία τῶν οὐρανῶν. Πολλοὶ οὖν ἀκούοντες τὰ ἀναγεγραμμένα ἀγαθὰ βουλόμενοι αὐτὰ τῇ διανοίᾳ θεάσασθαι καὶ συνιέναι, λέγουσι τὸ, Τίς ἔσται ὁ δείξων ἡμῖν ἀγαθά; Σπάνιος γὰρ ἀληθῶς ὁ δυνάμενος δεικνύναι, ὡς διηγησάμεθα, τὰ ἀγαθὰ, ὁποῖος ὁ Παῦλος ἦν δυνάμενος αὐτὰ λόγῳ παραστῆσαι, ὥς φησί που τό· Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, ἵνα ἴδωμεν τὰ ἀπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν, ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς πνεύματος, πνευματικὰ πνευματικοῖς συγκρίνοντες. Τετηρήκαμεν πολλάκις τὸ, τίς, ἐν τῇ Γραφῇ ἐπὶ τοῦ σπανίου τεταγμένον, ὥσπερ ἐν τῷ·
PG 12:1177Τίς πιστὸς καὶ φρόνιμος οἰκονόμος; καί· Τίς σοφὸς καὶ συνήσει ταῦτα; καί· Κύριε, τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; Οὕτως καὶ ἐνθάδε λέγεται τὸ, Τίς δείξει ἡμῖν τὰ ἀγαθά; Ἐκ τοῦ τόμου τῶν εἰς τὸν δ ψαλμὸν εἰς τό· Πολλοὶ λέγουσι· Τίς δείξει ἡμῖν τὰ ἀγαθά; Πολλῆς παρὰ τοῖς ἀνθρώποις ζητήσεως τυγχανούσης περὶ τοῦ, τίνα τὰ ἀγαθὰ, καὶ τίνα τὰ κακὰ, καὶ τινῶν μὲν ἀπροαίρετα εἶναι λεγόντων τὰ ἀγαθὰ, καὶ τὰ κακά· ὡσπερεὶ τὴν ἡδονὴν ἀγαθὸν ἀποφαινομένων, κακὸν δὲ τὸ πονηρόν· ἑτέρων δὲ ἐν μόνοις προαιρετικοῖς κατακλειόντων τὰ ἀγαθὰ καὶ τὰ κακά· καὶ τὰς μὲν ἀρετὰς, καὶ τὰς κατ’ αὐτὰς πράξεις μόνας ἀγαθὰ λεγόντων· τὰς δὲ κακίας καὶ τὰς κατὰ κακίαν ἐνεργείας κακά· τρίτων δὲ ὄντων τῶν μιγνύντων, καὶ ἅμα ἐν προαιρετικοῖς ἢ ἀπροαιρέτοις λεγόντων εἶναι τὰ ἀγαθὰ καὶ τὰ κακά· εἰκότως ὑπὲρ τῶν πιθανοτήτων περιελκόμενοι οἱ πολλοὶ τῶν πιστευόντων φιλομαθοῦντες, εἰς τὸν περὶ ἀγαθῶν τόπον λέγοιεν ἂν τό· Τίς δείξει ἡμῖν τὰ ἀγαθά; Ὅτι μὲν οὖν ἐν προαιρετικοῖς ἐστιν ἡ τῶν ἀγαθῶν φύσις, πᾶς ὁστισοῦν, ἀποδεχόμενος τὸν περὶ κρίσεως λόγον, ἀδιδάκτως ὁμολογήσαι ἄν·
PG 12:1178ἀγαθὸν γάρ φησιν εἶναι, ἐφ’ ᾧ ἀκούσεταί τις τό· Εὖγε, ἀγαθὲ δοῦλε καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. Ἀγαθὸν δὲ τὸ ἀπὸ τοῦ ἀγαθοῦ ἀνθρώπου ἐκ τῆς καρδίας αὐτοῦ προφερόμενον, ὡς ὁ Σωτήρ φησιν· Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὰ ἀγαθά· καὶ ἁπαξαπλῶς πᾶς καρπὸς δένδρου ἀγαθοῦ, προαιρετικὸς ὢν, ἀγαθόν ἐστιν· ὡς ἀγάπη, καὶ εἰρήνη, καὶ χαρὰ, καὶ μακροθυμία, χρηστότης τε καὶ ἀγαθωσύνη, πίστις, καὶ πραότης, καὶ ἐγκράτεια· τὰ δὲ ἐναντία τούτοις, κακά. Εἰ δὲ καὶ μετὰ τὴν τοῦ Χριστοῦ διδασκαλίαν ἐστί τι ἀγαθὸν, καὶ κακὸν, καὶ ἐν ἀπροαιρέτοις, ζητητέον· κἂν ᾖ δέ τι κακὸν ἢ ἀγαθὸν ἐν ἀπροαιρέτοις, ὡς ὕστερον ἐξετάσαντες τάχα δείξομεν· ἀλλ’ οὔτι γε τὰ ἀπὸ τῶν μιγνύντων τοῖς προαιρετικοῖς τὰ ἀπροαίρετα λεγόμενα ἀγαθὰ ἂν εἴη καὶ κακά· ἐκεῖνοι γὰρ οἴονται τῶν ἀγαθῶν τὰ μὲν εἶναι περὶ ψυχὴν, τὰ δὲ περὶ σῶμα, τὰ δὲ ἐκτός· ὁμοίως δὲ καὶ τῶν κακῶν· καὶ περὶ ψυχὴν μὲν ἀρετὴν καὶ τὰς κατ’ ἀρετὴν πράξεις, ἢ κακίαν καὶ τὰς κατὰ κακίαν πράξεις· περὶ σῶμα δὲ ὑγείαν, καὶ εὐεξίαν, καὶ κάλλος·
PG 12:1179ἢ νόσον, καὶ καχεξίαν, καὶ αἶσχος· περὶ τὰ ἐκτὸς δὲ, πλοῦτον καὶ πενίαν, δόξαν καὶ ἀδοξίαν, εὐγένειαν καὶ δυςγένειαν. Οἰήσονται δέ τινες καὶ κατὰ τὰς Γραφὰς ὁμοίως τρία. γένη εἶναι τῶν ἀγαθῶν, καὶ τρία τῶν κακῶν· τὰς γὰρ ἀρετὰς καὶ τὰς κακίας προσιέμενοι εἶναι ἀγαθὰ καὶ κακὰ μετὰ τὰ ὁμολογούμενα καὶ ὑφ’ ἡμῶν ἐν ἀρετῇ καὶ κακίᾳ, καὶ ταῖς κατ’ αὐτὰς πράξεσι, χρήσονται ῥητοῖς, καὶ τὰ σωματικὰ, καὶ τὰ ἐκτὸς δῆθεν ἀποφαινομένοις ἀγαθὰ ἢ κακὰ τυγχάνειν· καὶ περὶ μὲν ἀρετῶν καὶ κακῶν τί δεῖ λέγειν, τῶν ἠθικῶν πραγμάτων διδασκόντων δεῖν ἡμᾶς μὲν αἱρεῖσθαι δικαιοσύνην, καὶ φρόνησιν, καὶ σωφροσύνην, καὶ ἀνδρίαν, καὶ τὰς κατ’ αὐτὰς πράξεις· ἐκκλίνειν δὲ τὰ τούτοις ἐναντία; διόπερ οὐ χρεία παραδειγμάτων εἰς τὰ παρὰ τῶν προαιρετικῶν ἀγαθά. Σωματικὰ δὲ καὶ ἐκτὸς ἀγαθὰ ἐκ τῆς κατὰ τὸ ῥητὸν ἐκδοχῆς πολλαχόθεν δείξουσι· πλὴν ἐπὶ τοῦ παρόντος ἀρκεῖ παραθέσθαι τινὰ ἐκ τῶν ἐν Ἐξόδῳ, καὶ Λευϊτικῷ, καὶ Δευτερονομίῳ κειμένων· ὡς ἐν ἐπαγγελίᾳ πρὸς τοὺς τηροῦντας τὰς ἐντολάς· καὶ ὡς ἐν ἀπειλῇ καὶ κατάραις πρὸς τοὺς παραβαίνοντας αὐτάς·
PG 12:1180οἷον ὅτι ἡ ὑγεία ἀγαθόν ἐστι, καὶ ἡ νόσος κακὸν, ἀπὸ τῆς Ἐξόδου δείξει ταῦτα προλέγεσθαι· Ἐὰν τηρήσῃς τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, πᾶσαν νόσον ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις, οὐκ ἐπάξω ἐπὶ σέ· ἐγὼ γάρ εἰμι Κύριος ὁ ἰώμενός σε. Καὶ τὸ ἀπὸ τοῦ Δευτερονομίου δὲ πρὸς τοὺς ἁμαρτάνοντας λεγόμενον ὑπονοηθείη ἂν κακὸν μὲν παριστάνειν τὰς σωματικὰς πληγὰς καὶ τὰς νόσους, ἀγαθὸν δὲ δηλονότι καὶ τὴν ὑγίειαν καὶ τὴν τοῦ σώματος ῥῶσιν. Ἔχει δὲ οὕτως ἡ λέξις· Ἐὰν μὴ ἀκούσητε ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ, φοβεῖσθαι τὸ ὄνομα τὸ ἔντιμον, καὶ τὸ θαυμαστὸν τοῦτο, Κύριον τὸν Θεὸν, καὶ παραδοξάσει Κύριος τὰς πληγάς σου, καὶ τὰς πληγὰς τοῦ σπέρματός σου, πληγὰς μεγάλας καὶ θαυμαστὰς, καὶ νόσους πονηρὰς καὶ πλείστας· καὶ ἐπιστρέψει ἐπὶ σὲ πᾶσαν τὴν πληγὴν Αἰγύπτου τὴν πονηρὰν, ἣν διηυλαβοῦ ἀπὸ προςώπων αὐτῶν· καὶ κολληθήσεταί σοι, καὶ πᾶσαν μαλακίαν, καὶ πᾶσαν πληγὴν τὴν μὴ γεγραμμένην ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου ἐπάξει Κύριος ἐπὶ σὲ, ἕως ἂν ἐξολοθρεύσῃ σε· καὶ πάλιν τοῖς παραβαίνουσι τὰς ἐντολὰς λέγεται τό·
PG 12:1181Ἐπιπέμψω ὑμῖν πυρετὸν, καὶ ἴκτερον, καὶ σφακελίζοντας τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ τὴν ψυχὴν ὑμῶν ἐκτήκουσαν· πρὸς τούτοις καὶ ἐν τῷ Δευτερονομίῳ τοῖς ἀφισταμένοις τῆς θεοσεβείας ἀπειλεῖ ὁ λόγος ὀπισθότονον ἀνίατον. Τὰ δὲ ἐκτὸς ἀγαθὰ οἱ βουλόμενοι κατὰ τὸν θεῖον ἐπαγγέλλεσθαι λόγον τοῖς μὲν ἀπὸ τοῦ Λευϊτικοῦ τούτοις χρήσονται· Ἐὰν ἐν τοῖς προστάγμασί μου πορεύησθε, καὶ τὰς ἐντολάς μου φυλάσσησθε, καὶ ποιῆτε αὐτὰς, δώσω τὸν ὑετὸν ὑμῖν ἐν καιρῷ αὐτοῦ, καὶ ἡ γῆ δώσει τὰ γεννήματα αὐτῆς, καὶ τὰ ξύλα τῶν πεδίων δώσει τὸν καρπὸν αὐτῶν. Καὶ καταλήψεται ὑμῖν ὁ ἀλοητὸς τὸν τρυγητὸν, καὶ ὁ τρυγητὸς καταλήψεται τὸν σπόρον· καὶ φάγεσθε τὸν ἄρτον ὑμῶν εἰς πλησμονήν· καὶ κατοικήσετε μετὰ ἀσφαλείας ἐπὶ τῆς γῆς ὑμῶν, καὶ τὰ ἑξῆς· ἐκ δὲ τοῦ Δευτερονομίου τούτοις χρήσονται· Καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν Ἰορδάνην εἰς τὴν γῆν ἣν Κύριος ὁ Θεὸς δίδωσιν ὑμῖν, καὶ φυλάσσεσθε ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον· καὶ δώσει σε Κύριος ὁ Θεός σου ὑπεράνω πάντων, καὶ ἥξουσιν ἐπὶ σὲ πᾶσαι αἱ εὐλογίαι αὗται, καὶ εὑρήσουσί σε, ἐὰν ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου.
PG 12:1182Εὐλογημένος σὺ ἐν πόλει, καὶ εὐλογημένος σὺ ἐν ἀγρῷ, εὐλογημένα τὰ ἔγγονα τῆς κοιλίας σου, καὶ τὰ γεννήματα τῆς γῆς σου, καὶ τὰ βουκόλια τῶν βοῶν σου, καὶ τὰ ποίμνια τῶν προβάτων σου· εὐλογημέναι αἱ ἀποθῆκαί σου, καὶ τὰ ἐγκαταλείμματά σου, καὶ τὰ ἑξῆς. Ὡς πάλιν ἐκ τῶν ἐναντίων τοῖς ἀσεβοῦσι λέγεται τό· Ἐπικατάρατος σὺ ἐν πόλει, καὶ ἐπικατάρατος σὺ ἐν ἀγρῷ· ἐπικατάρατοι αἱ ἀποθῆκαί σου, καὶ τὰ ἐγκαταλείμματά σου· ἐπικατάρατα τὰ τέκνα τῆς κοιλίας σου, καὶ τὰ γεννήματα τῆς γῆς σου· ἐπικατάρατα τὰ βουκόλια τῶν βοῶν σου, καὶ τὰ ποίμνια τῶν προβάτων σου· καὶ ἄλλα δὲ δυσεξαρίθμητα οἴσουσιν οἱ βουλόμενοι ἐν σωματικοῖς καὶ τοῖς ἐκτὸς εἶναι ἀγαθὰ καὶ κακά· ἐφάψονταί τε καὶ τῶν Εὐαγγελίων λέγοντες τὸν Σωτῆρα ἐληλυθότα, καὶ ὡς κακὰ ἀφῃρηκέναι ἀπὸ τῶν ἀνθρώπων τὴν τυφλότητα τὴν σωματικὴν, καὶ τὴν κωφότητα, καὶ τὴν πάρεσιν τῶν μελῶν, καὶ πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν τεθεραπευκέναι, ἀγαθὰ ἀντὶ τῶν προειληφότων κακῶν δωρούμενον, τό τε διορατικὸν σωματικὸν καὶ τὸ ἀκουστικὸν, καὶ τὴν ἄλλην ὑγείαν καὶ ῥῶσιν·
PG 12:1183καὶ δυσωπήσουσί σε φάσκοντες, εἰ μὴ καὶ ἡμεῖς ὁμολογήσομεν κακὸν εἶναι τὸ δαιμονιᾷν καὶ τὸ σεληνιάζεσθαι· ὡς πάλιν ἐκ τοῦ ἐναντίου ἀγαθὸν τὸ τούτων ἀπηλλάχθαι. Ἀλλὰ καὶ οἱ ἀπόστολοι, χαρίσματα ἰαμάτων καὶ ἐνεργήματα δυνάμεων ἐπιτελοῦντες, κατ’ αὐτὸ τὸ ἐνεργεῖν ἀγαθὰ ἐποίουν τοῖς ἀνθρώποις, καὶ κακῶν αὐτοὺς ἀπήλλαττον· διαβήσονται δὲ οἱ ταῦτα λέγοντες καὶ ἐπὶ τὸν μέλλοντα αἰῶνα, φάσκοντες τὸ, κακὸν εἶναι τὸν πόνον, ἤτοι τὸ τοὺς ἁμαρτωλοὺς ἐν πυρὶ αἰωνίῳ παραδίδοσθαι. Εἰ δὲ κακὸν ὁ πόνος, ἀνάγκη τὴν ἡδονὴν ἀγαθὸν εἶναι. Σαφῆ μὲν οὖν ἐκ τῶν εἰρημένων τὰ δυνάμενα ἐπὶ πλεῖον δυςωπῆσαι τοὺς οὐχ οἵους τε λῦσαι τὰ προσαγόμενα, περὶ τοῦ τρία γένη τῶν ἀγαθῶν εἶναι, καὶ τρία τῶν κακῶν κατὰ τὸν λόγον τῶν Γραφῶν. Ταύτην τοίνυν τὴν ἀπάτην οὐ μόνον οἱ ὁμολογουμένως ἀκέραιοι τῶν πεπιστευκότων ἠπάτηνται, ἀλλὰ καί τινες τῶν ἐπαγγελλομένων σοφίαν τὴν κατὰ Χριστὸν, οἰόμενοι τοῦ Δημιουργοῦ τοιάσδε τινὰς εἶναι ἐπαγγελίας, καὶ πέρα τῶν ἀπὸ τῆς λέξεως δηλουμένων μηδὲν σημαίνεσθαι κατὰ τὰς ἀπειλάς.
PG 12:1184Πρὸς πάντας τοίνυν τοὺς τὰ τοιαῦτα ἐκ τῶν Γραφῶν ὑπολαμβάνοντας ἐπαπορητέον εἰ τετηρήκασι τὸν νόμον οἱ προφῆται, ὧν ἁμαρτήματα οὐ κατηγορεῖται· οἷον Ἠλίας ὁ ἀκτημονέστατος ὡς μηδὲ ἄρτον ἔχειν παρ’ ἑαυτῷ φαγεῖν, καὶ διὰ τοῦτο πέμπεσθαι πρὸς γυναῖκα ἐν Σαρεφθᾷ τῆς Σιδωνίας· καὶ Ἐλισσαῖος, ὃς παρὰ τῇ Σουναμίτιδι βραχυτάτην ἔλαβε κατάλυσιν, καὶ σκιμπόδιον, καὶ λυχνίαν εὐτελῆ, ὃς καὶ ἀῤῥωστήσας ἐτελεύτησε· καὶ Ἡσαί̈ας, ὁ πορευθεὶς γυμνὸς καὶ ἀνυπόδετος τρισὶν ἔτεσι· καὶ Ἱερεμίας, ὁ ἐμβληθεὶς εἰς λάκκον βορβόρου, καὶ ἀεὶ μυκτηρισθεὶς, ὥστε καὶ ἐρημίαν οἰκῆσαι εὔξασθαι· καὶ ὁ Ἰωάννης, ὁ ἐν ταῖς ἐρημίαις διατρίβων, καὶ πλὴν ἀκρίδων καὶ μέλιτος ἀγρίου μηδενὸς μεταλαμβάνων, δέρματι περιεζωσμένος τὴν ὀσφὺν, καὶ ἀπὸ τριχῶν καμήλου ἠμφιεσμένος. Ὁμολογήσουσι γὰρ αὐτοὺς τετηρηκέναι τὸν νόμον. Καὶ ἀπαιτήσομεν εἰ ἃ νοοῦσιν ἀγαθὰ τοῖς τετηρηκόσι τούτοις ὑπῆρκται· οὐκ ἔχοντες δὲ δεῖξαι, περικλεισθήσονται εἰς τὸ, ἤτοι ψευδεῖς εἶναι τὰς ἐπαγγελίας τὰς λεγομένας δίδοσθαι τοῖς θεοσεβέσιν, ἢ ἀληθεῖς τυγχανούσας ἀναγωγῆς δεῖσθαι·
PG 12:1185εἰ δ ἐπ’ ἀλληγορίαν ἀναγκασθέντες ἔλθωσιν, ἀθετηθήσεται αὐτῶν ἡ ὑπόληψις ὑπὲρ τοῦ τὸν νόμον ἀπειλεῖν νόσον σωματικὴν, καὶ τὰ ἐκτὸς νομιζόμενα κακὰ τοῖς ἠσεβηκόσιν, ἢ ἐπαγγέλλεσθαι ὑγιαίνοντα εἶναι τὰ σώματα, καὶ περιουσίαν ἔσεσθαι τοῖς τῷ Θεῷ κατηκολουθηκόσι. Πῶς δὲ οὐκ ἠλίθιον ἐπὶ τοῖς κακοῖς μέγα φρονεῖν καὶ αὐχεῖν τοὺς ὄντας ἐν αὐτοῖς; Εἰ γὰρ κακαὶ αἱ θλίψεις, φησὶ δὲ ὁ Ἀπόστολος καυχᾶσθαι ἐν κακοῖς· τοῦτο δὲ ἠλίθιον, καὶ ὁ Ἀπόστολος οὐκ ἠλίθιος· οὐκ ἄρα κακὰ τὰ τοιάδε γυμνάσματα τοῦ ἁγίου· ὅστις, ἐν παντὶ θλιβόμενος, οὐ στενοχωρεῖται· ἀπορούμενος, οὐκ ἐγκαταλείπεται· πειραζόμενος, οὐ θανατοῦται· νομιζόμενος εἶναι πτωχὸς, πολλοὺς πλουτίζει· καὶ ὑπολαμβανόμενος μηδὲν κεκτῆσθαι, παντὰ κατέχει· τοῦ γὰρ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων· τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός. Ἔτι δὲ ἕπεται τοῖς ὑπολαμβάνουσι κατὰ τὴν Γραφὴν τρία γένη τῶν ἀγαθῶν εἶναι, δῆλον δὲ ὅτι καὶ τῶν κακῶν, τοὺς δικαίους ἀεὶ ἐν πολλοῖς κακοῖς εἶναι· ἀληθευούσης τῆς λεγούσης προφητείας· Πολλαὶ αἱ θλίψεις τῶν δικαίων. Οὐκ ἄρα δὲ καὶ τῶν τῷ Ἰὼβ συμβεβηκότων ὑπομνῆσαι τοὺς οἰομένους τάδε τινὰ κακὰ εἶναι·
PG 12:1186ὡς ὁ χρηματισμὸς μετὰ τὸ ἐνεγκεῖν γενναιότατα τοὺς περιστάντας ἀγῶνας, φησίν· Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Εἰ γὰρ οὐκ ἄλλως ἀναφαίνεται ὁ Ἰὼβ δίκαιος ἢ ἐκ τοῦ τάδε τινὰ, καὶ τοῦ τάδε αὐτῷ κακὰ λέγοιμεν ὑπάρχειν, τὰ αἴτια τοῦ ἀναφῆναι αὐτοῦ τὴν δικαιοσύνην; Ἑπόμενα δ’ ἂν τούτοις εἴη μηδὲ τὸν διάβολον τῷ ἁγίῳ κακὸν τυγχάνειν· τῷ δ’ οὖν Ἰὼβ ὁ διάβολος κακὸν οὐκ ἦν· Ἐπεὶ τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν ὁ Θεὸς, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. Ἔτι δὲ πρὸς τούτοις παρὰ τὸ ἐναργὲς εἶναί φαμεν τὸ τὸν δίκαιον ἐν ταῖς κατὰ τὸ ῥητὸν εὐλογίαις ἔσεσθαι τῶν ἐν ταῖς Γραφαῖς ἐγκειμένων νομιζομένων ἀγαθῶν· πολλὴ γὰρ ἱστορία ἡ περὶ τοῦ ἁγίου ἐξεταζομένη ἐναντιοῦται ταῖς τοιαύταις ἐκδοχαῖς· καὶ ἀνόητόν ἐστι τὸ ὑπολαμβάνειν δανειστὴν τὸν ἅγιον ἔσεσθαι πολλῶν ἐθνῶν τραπέζας κατὰ πόλιν ἀνοίγοντα, καὶ περισπώμενον περὶ τὰς δόσεις καὶ λήψεις, καὶ ποιοῦντα πράγματα ἀπηγορευμένα· Τὸ ἀργύριον γὰρ αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ, καὶ δῶρα ἐπ’ ἀθώοις οὐκ ἔλαβε· καὶ ὁ ποιῶν ταῦτα οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα. Καὶ κατὰ τὸν Ἰεζεκιήλ·
PG 12:1187Ὁ ἅγιος ἐπὶ τόκῳ καὶ πλεονασμῷ οὐκ ἔδωκε τὸ ἀργύριον. Τὸ δὲ καὶ πυρετὸν νομίζειν διὰ τὰς ἁμαρτίας γίνεσθαι ἀπαιδεύτων εἰς ὑπερβολήν ἐστι δόγμα, πολλάκις τῶν αἰτίων τῆς τοιᾶσδε νόσου προδήλων ὄντων· ἢ γὰρ διὰ τὸ περιέχον, ἢ διὰ τοιάδε ὕδατα, ἢ διὰ τοιάσδε τροφάς· καὶ εἰ ἆθλα τοῖς δικαίοις ὑγεία καὶ πλοῦτος, ἐχρῆν μηδένα τῶν ἀσεβῶν ὑγιαίνειν, μηδὲ πλουτεῖν. Ὑγείαν δὲ τὴν τοιάνδε κατάστασιν τῆς ψυχῆς ζητητέον, καὶ πλοῦτον τὸν κατὰ τὸν Σολομῶντα λύτρον τυγχάνοντα τῆς ψυχῆς, λέγοντα· Λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος. Φευκτέον δὲ πενίαν, καθ’ ἣν ἀναγέγραπται· Πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν. Ἔτι δὲ τραύματα, καὶ μώλωπας, καὶ νόσους ἐκληπτέον τὰ γινόμενα διὰ τὴν κακίαν ταῖς ἀπροσεκτούσαις ψυχαῖς· περὶ ὧν καὶ ὁ προφήτης μέμφεται τοὺς ἐν τοῖς τοιούτοις τυγχάνοντας, λέγων· Ἀπὸ ποδῶν ἕως κεφαλῆς οὔτε τραῦμα, οὔτε μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα·
PG 12:1188οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους. Ταῦτα μὲν οὖν αὐτάρκη τοῖς μὴ πάνυ ἀμελέσι πρὸς τὸ, ἀπὸ τούτων ἑαυτοῖς ἀναλεξαμένοις τὰ περισπῶντα ῥητὰ τῶν Γραφῶν, ἐπιβάλλειν τῇ ἀξίᾳ νοήσει τῆς ἐνεργείας τοῦ ἁγίου Πνεύματος· ἔτι δὲ ὑπὲρ τοῦ σιωπῆσαι τοὺς οἰομένους τάδε εἶναι τὰ ἀγαθὰ τὰ τοῖς ἁγίοις δοθησόμενα, καὶ τάδε τὰ κακὰ τοῖς ἁμαρτωλοῖς, καὶ ταῦτα προσθετέον· ὅτι πᾶν τὸ διά τι, ἔλαττόν ἐστι τοῦ δι’ ὅ ἐστιν· οἷον τομαὶ, καὶ καυστῆρες, καὶ ἔμπλαστροι, δι’ ὑγείαν παραλαμβανόμενα, ἐλάττονα τυγχάνει τῆς ὑγείας· κἂν ὡς ἐν ἰατρικοῖς δὲ βοηθήμασι ταῦτα λέγοιτο ἀγαθὰ, χρὴ ἐκλαμβάνειν, ὅτι οὐκ ἔστι τελικὰ ἰατρικῆς ἀγαθὰ, ἀλλὰ ποιητικά· τελικὸν δὲ κατὰ τὴν ἰατρικὴν ἀγαθὸν ἡ τοῦ σώματος ὑγεία. Οὕτω τοίνυν καὶ εἰ τάσδε τὰς ἐντολὰς τηρητέον ὑπὲρ τοῦ τῶνδε τῶν ἀγαθῶν τυχεῖν· τὰ δὲ ἆθλα τὰ σωματικά ἐστι, καὶ τὰ ἐκτὸς, αἱ ἀγαθαὶ πράξεις ἔσονται οὐκ ἀγαθαὶ ὡς τελικαὶ, ἀλλ’ ἢ ἄρα ὡς ποιητικαὶ ἀγαθῶν·
PG 12:1189καὶ ἔσται διαφέρων ὁ πλοῦτος, ὃν οἴονται ἐπαγγέλλεσθαι τὴν Γραφὴν, καὶ ἡ τοῦ σώματος ὑγεία, τῆς δικαιοσύνης, καὶ αὐτῆς δὲ τῆς ὁσιότητος, καὶ τῆς εὐσεβείας, καὶ τῆς θεοσεβείας τῶν τηλικούτων ἀνδραγαθημάτων· ἅπερ παραδέξασθαι ἀνθρώπων ἐστὶ τὸ ἀξίωμα τῆς ἀρετῆς μὴ γινωσκόντων, ἀλλὰ τὰ ὑλικὰ αὐτῆς προτιμώντων· πάντων γάρ ἐστιν ἀτοπώτατον τῶν ἀνδραγαθημάτων λέγειν διαφέρειν τὸ πλουτεῖν, καὶ τὸ ὑγιαίνειν σωματικῶς· διὰ τὰ μοχθηρὰ δὴ ταῦτα δόγματα ἀκολούθως τινὲς προσήκαντο καὶ μετὰ τὴν ἀνάστασιν ἐν ταῖς πρώταις ἐπαγγελίαις ἐσθίειν ἡμᾶς μέλλειν τὰ τοιάδε βρώματα, καὶ πίνειν· τινὲς δὲ καὶ τεκνοποιεῖν. Ταῦτα δὲ φθάσαντα καὶ εἰς τοὺς ἀπὸ τῶν ἐθνῶν, μεγάλης εὐηθείας δόξαν ἀπενέγκασθαι ποιήσει τὸν Χριστιανισμὸν, πολλῷ βελτίονα δόγματα ἐχόντων τινῶν ἀλλοτρίων τῆς πίστεως· ἡμεῖς δὲ ἤδη τὸ φαινόμενον ἡμῖν ἀπὸ τῆς ἐξετάσεως τῶν ἱερῶν λογίων παραστησόμεθα. Ἐφάσκομεν γὰρ ἀρέσκεσθαι μὲν τῷ λέγειν ἐν προαιρετικοῖς καὶ ἐν ἀπροαιρέτοις εἶναι τὰ ἀγαθὰ καὶ τὰ κακά· οὐ μὴν ἠριθμοῦμεν εἰς τὰ ἀπροαίρετα τῶν ἀγαθῶν τὴν ὑγείαν, καὶ τὸ κάλλος, καὶ τὴν εὐγένειαν, καὶ τὴν εὐδοξίαν, καὶ τὸν πλοῦτον·
PG 12:1190καὶ κατὰ τὸ δυνατὸν ἐπειράσθημεν τὰ περισπῶντα ὡς ἐν ἐπιτομῇ διαλύσασθαι. Τίνα τοίνυν ἐστὶ τὰ ἀπροαίρετα ἀγαθὰ ἤδη λεκτέον· ἐπεὶ ἀληθὲς τό· Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν· καί· Ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάςσων. Οἰκοδομεῖ δὲ οἶκον πᾶς ὁ προκόπτων, καὶ φυλάςσει πόλιν πᾶς ὁ τέλειος· μάταιον δὲ τὸ ἔργον τοῦ οἰκοδομοῦντος, καὶ ματαία ἡ φυλακὴ τοῦ τηροῦντος, ἐὰν μὴ Κύριος οἰκοδομήσῃ, καὶ Κύριος φυλάξῃ· ἐκτὸς ἂν εἴη τῆς προαιρέσεως ἡμῶν ἀγαθὸν, ἡ ἀντιλαμβανομένη τοῦ Κυρίου δύναμις τῆς οἰκοδομῆς τοῦ οἰκοδομοῦντος, καὶ συνοικοδομοῦσα τῷ μὴ δυναμένῳ καθ’ αὑτὸν ἀπαρτίσαι τὸ οἰκοδομούμενον· τὰ δὲ αὐτὰ καὶ ἐπὶ τῆς φυλαςσομένης πόλεως νοητέον. Καὶ ὥσπερ ἐὰν εἴποιμι τὸ γεωργικὸν ἀγαθὸν, τὸ ποιητικὸν τοῦ καρποῦ, μικτὸν εἶναι ἐκ προαιρετικοῦ τοῦ κατὰ τὴν τέχνην τοῦ γεωργοῦ, καὶ ἀπροαιρέτου τοῦ παρὰ τῆς Προνοίας κατὰ τὴν τῶν ἀέρων εὐκρασίαν, καὶ φορὰν αὐτάρκους ὑετοῦ· οὕτω τὸ τοῦ λογικοῦ ἀγαθὸν μικτόν ἐστιν ἔκ τε τῆς προαιρέσεως αὐτοῦ καὶ τῆς συμπνεούσης θείας δυνάμεως τῷ τὰ κάλλιστα προελομένῳ.
PG 12:1191Οὐ μόνον τοίνυν εἰς τὸ καλὸν καὶ ἀγαθὸν γενέσθαι χρεία καὶ τῆς προαιρέσεως τῆς ἡμετέρας καὶ τῆς θείας συμπνοίας, ἥτις ἐστὶν ὡς πρὸς ἡμᾶς ἀπροαίρετος· ἀλλὰ καὶ εἰς τὸ γενόμενον καλὸν καὶ ἀγαθὸν διαμεῖναι ἐν τῇ ἀρετῇ· μεταπεσουμένου καὶ τοῦ τελειωθέντος, εἰ ὑπερεπαρθείη ἐπὶ τῷ καλῷ, καὶ ἑαυτὸν ἐπιγράφοι τούτου αἴτιον, οὐχὶ δὲ τὴν δέουσαν δόξαν ἀναφέρων τῷ τὸ πολλῷ πλεῖον δωρησαμένῳ εἰς τὴν κτῆσιν καὶ τὴν συνοχὴν τῆς ἀρετῆς. Τοιοῦτον δέ τι αἴτιον καὶ τοῦ κατὰ τὸν Ἰεζεκιὴλ εἰρημένου ἀμώμου περιπεπατηκέναι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, ἕως εὑρεθῇ ἀνομία ἐν αὐτῷ, ἡγούμεθα τυγχάνειν τοῦ αὐτὸν κατὰ τὸν Ἠσαί̈αν ἐκπεπτωκέναι τοῦ οὐρανοῦ, ἑωσφόρον ποτὲ γενόμενον, πρωὶ̈ ἀνατέλλοντα, ὕστερον συντετριμμένον ἐπὶ τὴν γῆν· οὐ μόνον γὰρ ἐπὶ τοῖς υἱοῖς τῶν ἀνθρώπων, ἐάν τις τέλειος ᾖ, τῆς ἀπὸ Θεοῦ σοφίας ἀπούσης, ἀληθὲς τὸ εἰς οὐδὲν αὐτὸν λογισθῆναι· ἀλλὰ καὶ ἐπὶ τῆς ἀγγελικῆς τάξεως, καὶ ἀρχικῆς, καὶ πάσης τῆς, ὅσον Θεὸς πάρεστιν αὐτῇ, θείας τυγχανούσης.
PG 12:1192Τάχα γοῦν ὁρῶν ὁ ἱερὸς Ἀπόστολος πολὺ ἔλαττον τὸ ἡμέτερον προαιρετικὸν τῆς τοῦ Θεοῦ δυνάμεως πρὸς τὴν κτῆσιν τῶν ἀγαθῶν, φησὶ τὸ τέλος, οὐ τοῦ θέλοντος εἶναι, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ· οὐχ ὡς χωρὶς τοῦ θέλειν, καὶ τοῦ τρέχειν ἐλεοῦντος Θεοῦ, ἀλλ’ ὡς οὐδενὸς ὄντος τοῦ θέλειν, καὶ τοῦ τρέχειν, συγκρίσει τοῦ ἐλέους τοῦ Θεοῦ, καὶ διὰ τοῦτο τὴν ἐπιγραφὴν τοῦ καλοῦ δέοντος μᾶλλον ἀνατιθέναι τῷ ἐλέῳ τοῦ Θεοῦ ἤπερ τῷ ἀνθρωπίνῳ θέλειν καὶ τρέχειν. Ταῦτα δὲ, ἐπὶ πολὺ παρεκβεβηκέναι δοκοῦντες, ἐξητάσαμεν, πειθόμενοι ἀναγκαῖα αὐτὰ εἶναι πρὸς τό· Πολλοὶ λέγουσι· Τίς δείξει ἡμῖν τὰ ἀγαθά; κατὰ τὸ δυνατὸν γὰρ ὁ λόγος τοῖς λέγουσι πολλοῖς· Τίς δείξει ἡμῖν τὰ ἀγαθά; παρέστησε καὶ ἔδειξε τίνα τὰ ἀγαθά· δῆλον δὲ, ὅτι καὶ τίνα τὰ κακά· ἵνα διά τε ἀσκήσεων καὶ εὐχῶν κτησώμεθα τὰ ἀγαθὰ, καὶ ἀνατρέψωμεν τὰ κακὰ ἀπὸ τῶν ψυχῶν ἡμῶν. Ἀλλ’ ἐπείπερ ἐστὶν ἐν τῷ φράζειν ὁτὲ μὲν κυριολεκτεῖν, ὁτὲ δέ που καὶ καταχρῆσθαι, οὐ θαυμαστὸν εἴποτε εὑρήσομεν τὴν τῶν ἀγαθῶν καὶ κακῶν προσηγορίαν κειμένην ἐπὶ τῶν σωματικῶν καὶ τῶν ἐκτὸς λεγομένων παρὰ τοῖς οὐχ ὑγιῆ δόγματα ἔχουσιν·
PG 12:1193οἷον ἐν τῷ Ἰώβ· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; καὶ ἐν τῷ Ἱερεμίᾳ· Κατέβη κακὰ παρὰ Κυρίου ἐπὶ πύλας Ἱερουσαλήμ. Ἀντὶ γὰρ τοῦ εἰπεῖν, Εἰ τὰ τοιάδε χρηστά τινα, καὶ ἡδέα τυγχάνοντα ἐδεξάμεθα παρὰ τῆς Προνοίας εἰς ἡμᾶς ἐφθακότα, πικρὰ καὶ ἐπίπονα οὐχὶ προθύμως ἐνεγκοῦμεν; λέγεται τό· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Καὶ ἀντὶ τοῦ φάναι, Κατὰ Πρόνοιαν τάδε τινὰ τῇ Ἱερουσαλὴμ ὑπὲρ τοῦ παιδευθῆναι τοὺς ἐνοικοῦντας ἐν αὐτῇ γεγένηται, γέγραπται τό· Κατέβη κακὰ παρὰ Κυρίου ἐπὶ πύλας Ἱερουσαλήμ. Δεήσει τοίνυν τὰ πράγματα συνιέντας, μὴ γλίσχρους εἶναι περὶ τὰ ὀνόματα, ἀλλὰ καταλαμβάνειν πότε κυρίως τῶν πραγμάτων ταῦτα τέτακται, καὶ πότε διὰ τὴν στενοχωρίαν τῶν ὀνομάτων ἐν καταχρήσει. Εἰ δὲ ὁ Σωτὴρ τάδε τινὰ ἰάσατο, καὶ ἐδωρήσατο ὑγείαν, καὶ ὄψεις, καὶ ἀκοὰς ἀνθρώποις, προηγουμένως μὲν τὴν ἀναγωγὴν αὐτῶν ζητητέον, τοῦ Λόγου τὰ τῆς ψυχῆς πάθη θεραπεύειν διὰ τούτων τῶν ἱστορικῶν δηλουμένου.
PG 12:1194Οὐκ ἄτοπον δὲ ἐπὶ τοῖς τοιούτοις καὶ κατὰ τὴν ἱστορίαν ἀπαγγελλόμενα νοεῖν γεγονέναι ὑπὲρ καταπλήξεως τῶν τότε ἀνθρώπων, ἵνα οἱ μὴ πειθόμενοι λόγοις ἀποδεικτικοῖς καὶ διδασκαλικοῖς, δυσωπηθέντες τὰς τεραστίας δυνάμεις, συγκαταθῶνται τῷ διδάσκοντι. Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε, κ. τ. ἑ. Ὅτι φῶς ἐστιν ὁ Θεὸς, Ἰωάννης φησὶν ἐν τῇ Καθολικῇ ἐπιστολῇ· Ὁ Θεὸς φῶς ἐστι, καὶ σκοτία ἐν αὐτῷ ἐστιν οὐδεμία. Κἂν πῦρ δὲ λέγηται, ὡς ὁ Παῦλος ἐν τῇ πρὸς Ἑβραίους φησί· Καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστί· δεικνὺς αὐτὸν εἶναι Θεὸν νόμου καὶ Εὐαγγελίου, τουτέστι τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ διὰ τοῦτο Θεὸν ἡμῶν· οὐκ ἄλλο τι νοητέον εἶναι τοῦ φωτὸς τῇ ἐπινοίᾳ διαφέρον τοῦ πυρὸς τοῦ καταναλίσκοντος τοῦ παρὰ τὸ φῶς. Ὥσπερ καὶ ἐπὶ τῷ σωματικῷ συνέτυχεν ἡ μὲν αὐτὴ οὐσία καθ’ ὃ μὲν φωτίζει, φῶς ἐστι, καθ’ ὃ δὲ ἐπικρατεῖ τῶν τοιῶνδε ὑλῶν, καυστικὴ καὶ καταναλωτικὴ τυγχάνουσα αὐτῶν, πῦρ ἐστι καταναλίσκον· οὕτω τοιγαροῦν καὶ ὁ Θεὸς τῶν μὲν χειρόνων ἀφανιστικός ἐστι, καὶ τῆς κακίας ἐξαναλωτικὸς, τοῖς δὲ ἐπιτηδείοις καὶ κεκαθαρμένοις τὴν καρδίαν φῶς τυγχάνει.
PG 12:1195Ὃν τρόπον δὲ ἐπὶ τοῦ σωματικοῦ φωτὸς συντέτευχε τὸ συνεργεῖν αὐτὸ τοῖς ὑγιαίνοντας ἔχουσιν ὀφθαλμοὺς πρός τε τὴν αὐτοῦ θέαν καὶ τὴν τῶν αἰσθητῶν· τὸν αὐτὸν τρόπον ὁ Θεὸς δυνάμει τινὶ φθάνων ἐπὶ τὸν ἑκάστων νοῦν, ἐὰν μηδαμόθεν οὗτος ἐφ’ ὃν φθάνει συγκεκαλυμμένος ᾖ, μηδὲ ἀπὸ παθῶν τι κωλυτικὸν πεπονθὼς τῆς ἰδίας ὀξυδερκίας, αἴτιος γίνεται, τοῦ τε αὐτὸν νοεῖσθαι καὶ ἐπὶ τὰ ἄλλα νοητὰ φθάνειν τὸν φωτιζόμενον ὑπ’ αὐτοῦ νοῦν. Οὐ θαυμαστὸν δὲ εἴ τινες διορατικοὶ ἐν τέχναις ἢ ἐπιστήμαις τισὶ τυγχάνοντες, ἢ ὀξύτατοι περὶ κατανόησιν ἠθικῶν τινων καὶ λογικῶν προβλημάτων, ἀγνοοῦσι Θεόν. Ὁμοιοῦμεν γὰρ αὐτῶν τὸ διανοητικὸν ὀφθαλμῷ ἐνατενίζοντι παντὶ μᾶλλον ἢ τῷ ἡλίῳ, καὶ μηδέποτε ἐπαιρομένῳ πρὸς τὸ κατανοῆσαι τὰς τούτου αὐγάς. Ὥσπερ μέντοιγε φθάνει ἡ ἡλιακὴ ἀκτὶς ἐπὶ τὸ πρόσωπον τοῦ ἐνορῶντος αὐτῷ, καὶ οὐχ οἷόν τε ἀμοιρεῖν ἡλίου τὸν πρὸς αὐτῷ τυγχάνοντα· οὕτως νοητέον πάντως μετέχειν Θεοῦ τὸν κατανοοῦντα τὸν νόμον τοῦ θείου λόγου, ἐπιδόντα τὸν νοῦν ἑαυτοῦ πρὸς τὸ συνιέναι Θεόν· ὅπερ οἶμαι δηλοῦντα τὸν Προφήτην ἐνθάδε λέγειν τό·
PG 12:1196Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. Σημεῖον γὰρ, φησὶ, τοῦ φωτὸς τοῦ ἐν τῇ προσόψει σου, φθάσαν εἰς ἡμᾶς, ἐντετύπωται ἡμῖν, καὶ αὐτὸ τὸ φῶς τῆς προσόψεώς σου ἐγκεχάρακται, ὥστε τὸν εἰδότα ὁρᾷν σημεῖον τοῦ φωτὸς σεσημειωμένον Θεοῦ τηνικαῦτα νοεῖν τοῦτο γενόμενον ἐν ἡμῖν. Οἶμαι δὲ καὶ τὸ ἀπόῤῥητον τοῦτο δηλοῦσθαι ἐν τῇ Ἐξόδῳ, ὅτι Μωϋσέως ἐπὶ πλέον ὁμιλοῦντος τῷ Θεῷ καὶ συνόντος αὐτῷ δεδόξασται πρόσωπον, ὥστε μὴ δύνασθαι τοὺς υἱοὺς Ἰσραὴλ ἀτενίσαι εἰς τὴν δόξαν αὐτοῦ, καὶ διὰ τοῦτο κάλυμμα λαβόντα τὸν θεράποντα ὁμιλεῖν τῷ λαῷ. Πᾶσα δὲ ψυχὴ ἀνακειμένη Θεῷ, καὶ εἰς τὸ ἀληθὲς αὐτοῦ καὶ τοῖς πολλοῖς ἀθεώρητον εἰσελθοῦσα, μεταλαβοῦσά τε τῆς θειότητος, οὐ χωρητὴ τοῖς πολλοῖς γίνεται, ὥστε αὐτὴν ἐγκεκαλυμμένην οἰκονομεῖν τοὺς ὑποδεεστέρους διαλεγομένην τὰ κατάλληλα αὐτοῖς. Ὅτι δὲ τὸ ὀνομαζόμενον πρόσωπον τοῦ Θεοῦ, φωτίζον τὸ δυνάμενον αὐτοῦ χωρῆσαι τὰς αὐγὰς ἡγεμονικὸν, αἴτιον γνώσεως γίνεται, διὰ τοῦ ἑξηκοστοῦ ἕκτου ψαλμοῦ παρίσταται οὕτως ἔχοντος·
PG 12:1197Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον ἐφ’ ἡμᾶς, τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου, καὶ τὰ ἑξῆς. Οἱ μετέχοντες οὕτω τοῦ φωτὸς καὶ δυνάμενοι ἔργῳ εἰπεῖν· Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε, αἴτιον ὂν τοῦ μηδὲν παθεῖν ἐν τῷ καιρῷ τοῦ κολάζεσθαι τοὺς τοιούτων φαρμάκων δεομένους, ἔχουσι τὸ φῶς ᾧ κεκοινωνήκασιν. Οἶμαι δὲ τοῦτο δηλοῦσθαι ἐν τοῖς Ψαλμοῖς καὶ ἐν τῷ Ἰεζεκιήλ· ἐν μὲν τοῖς Ψαλμοῖς τοῦτον τρόπον· Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν, τοῦ φυγεῖν ἀπὸ προςώπου τόξου, ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου· ἐν δὲ τῷ Ἰεζεκιήλ· Καὶ δόξα Θεοῦ Ἰσραὴλ ἀνέβη ἀπὸ τῶν χερουβεὶμ, ἡ οὖσα ἐπ’ αὐτῶν, εἰς τὸ αἴθριον τοῦ οἴκου. Καὶ ἐκάλεσε τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὸν ποδήρη, ὃς εἶχεν ἐπὶ τῆς ὀσφύος αὐτοῦ τὴν ζώνην. Καὶ εἶπε πρὸς αὐτόν· Δίελθε μέσην Ἱερουσαλὴμ, καὶ δὸς σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων καὶ κατοδυνωμένων ἐπὶ πάσαις ταῖς ἀνομίαις ταῖς γινομέναις ἐν μέσῳ αὐτῆς. Καὶ τούτοις εἶπεν, ἀκούοντός μου·
PG 12:1198Πορεύεσθε ὀπίσω αὐτοῦ εἰς τὴν πόλιν, καὶ κόπτετε, καὶ μὴ φείδεσθε τοῖς ὀφθαλμοῖς ὑμῶν, καὶ μὴ ἐλεήσητε. Πρεσβύτερον καὶ νεανίσκον, καὶ παρθένον, καὶ νήπια, καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν· ἐπὶ δὲ πάντας ἐφ’ οὕς ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε, καὶ ἀπὸ τῶν ἁγίων μου ἄρξασθε. Τίς γὰρ ἡ δεδομένη ἀπὸ τοῦ Θεοῦ σημείωσις τοῖς εὐλαβέσιν; ἢ τί τὸ σημεῖον τὸ ἐπὶ τὰ μέτωπα διδόμενον τῶν τῆς ἀληθείας ζηλωτῶν καὶ στεναζόντων ἐπὶ ταῖς παραβάσεσι ταῖς γινομέναις ἐν τῷ λαῷ, ἢ ἡ κοινωνία τῆς θειότητος εἰς τοὺς ὑγιῶς αὐτὴν νοοῦντας φθάνουσα; Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου, κ. τ. ἑ. Συνᾴδει τοῦ στίχου ὁ νοῦς οἷς εἰς τὸν πρὸ τούτου εἰρήκαμεν. Ἐν γὰρ τῷ σημειοῦσθαι ἐπὶ τοὺς ἁγίους τὸ φῶς τοῦ προσώπου Κυρίου, τί ἄλλο ἐστὶν ἢ εὐφραινομένη καρδία; Ὅπερ λαμβάνομεν ἀντὶ τοῦ νοητικοῦ, ᾧ δίδοται ἡ εὐφροσύνη θεωροῦντι Θεὸν καὶ μετέχοντι τῆς θειότητος αὐτοῦ. Οὐ ταυτὸν δέ ἐστι τῷ εὐφραίνεσθαι καρδίαν τὸ εὐφραίνεσθαι σάρκα. Ἐν μὲν γὰρ θεωρίᾳ καρδία εὐφραίνεται· ἐν δὲ τοῖς ὑλικοῖς βρώμασί τε καὶ πόμασι καὶ μίξεσι σὰρξ εὐφραίνεται, τῆς καρδίας πεπαχυμμένης καὶ πρὸς τὸ ἴδιον ἀγαθὸν ἐμποδιζομένης.
PG 12:1199Ἐπὰν οὖν λέγηται ἐν αὐτοῖς τοῖς Ψαλμοῖς· Οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει, τὸν ἀληθινὸν ἄρτον νοητέον τροφιμώτατον ὄντα τῇ διανοίᾳ, καὶ τὸ γέννημα τῆς ἀληθινῆς ἀμπέλου μεθύσκον ὡς κράτιστον. Ἀπὸ καρποῦ σίτου, οἴνου, καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν, κ. τ. ἑ. Ἐν τῷ Ἑβραϊκῷ, ἀπὸ καιροῦ, εἶχε. Καὶ οἱ Ἑβδομήκοντα δὲ οὕτω τεθείκασιν, ὡς τῆς ὅλης λέξεως εἶναι τὸν νοῦν τοιοῦτον· Ἐν τῷ καιρῷ τῶν θεριζομένων σπερμάτων σίτου καὶ κριθῆς, καὶ τῶν ὀσπρίων πάντων τούτων, ἐπληθύνθησαν. Οἱ ἐν τῷ καιρῷ τὸ σιτομέτριον λαμβάνοντες ἀπὸ καιροῦ σίτου ἐπληθύνθησαν, διὰ τὸ εὔκαιρον εἰς πληθυσμὸν ὠφελούμενοι. Ὁμοίως δὲ καὶ περὶ οἴνου τοῦ εὐφραίνοντος καρδίαν ἀνθρώπου διαλεκτέον. Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι, καὶ ὑπνώσω· ὅτι σὺ, Κύριε, κατὰ μόνας ἐπ’ ἐλπίδι κατῴκισάς με, κ. τ. ἑ.
PG 12:1200Ἐὰν μὲν ἐκ προσώπου τοῦ Χριστοῦ ὁ ψαλμὸς ἀπαγγέλληται κατὰ τὴν διδομένην αὐτῷ μεγαλειότητα ἀπὸ τοῦ Πατρὸς ἀπαράβλητον οὖσαν, ὥστε μηδένα δύνασθαι τοῦ παντὸς τοῦ μεγέθους αὐτοῦ μεταλαβεῖν, ἀκολούθως φησὶ τὸ, Κατὰ μόνας κατῴκισάς με. Εἰ δὲ ἐκ προσώπου τοῦ προφήτου, οἶμαι δηλοῦσθαι τὸ σπάνιον τοῦ ἁγιασμοῦ, καὶ μάλιστα ἐν γενεαῖς ἁμαρτωλῶν, ὁποῖον ἦν τὸ ἐν ταῖς ἡμέραις Ἠλίου λέγοντος· Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν, καὶ ἐγὼ ὑπελήφθην μόνος. Τάχα δὲ καὶ ὁ λαμβάνων τὸ βραβεῖον, καὶ ὑπὲρ τοὺς κατὰ τὴν ἑαυτοῦ γενεὰν γενόμενος, ἐρεῖ τὴν λέξιν ταύτην τοῦ ψαλμοῦ. Τὸ δὲ, ἐπ’ ἐλπίδι, ἐὰν μὲν ὁ Σωτὴρ λέγῃ κατὰ τὴν οἰκονομίαν, οὐ θαυμαστὸν ἐλπίζοντα αὐτὸν τὴν ἰδίαν ἀποκατάστασιν λέγειν ἐπ’ ἐλπίδι κατῳκίσθαι ὑπὸ τοῦ Θεοῦ, κατὰ τὸ, Δόξασόν με, Πάτερ, τῇ δόξᾳ ᾗ εἶχον πρὸ τοῦ κόσμον εἶναι παρὰ σοί. Δύναται μέντοιγε κατὰ μόνας λέγεσθαι ὑπὸ Σωτῆρος διὰ τὸν καιρὸν ὃν πάντες ἐσκανδαλίσθησαν οἱ μαθηταὶ αὐτοῦ καταλιπόντες αὐτόν. Σαφὲς δὲ, κἂν ὁ Προφήτης λέγῃ τις, τὸ, ἐπ’ ἐλπίδι, παντὸς ἁγίου διὰ τὴν ἀγάπην πάντα ἐλπίζοντος. ΨΑΛΜΟΣ Ε.
PG 12:1201Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε, σύνες τῆς κραυγῆς μου. Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ὁ βασιλεύς μου καὶ ὁ Θεός μου, κ. τ. ἑ. Χρὴ ἡμᾶς ἐννοεῖν ὁποῖον μέγεθος νοητῆς φωνῆς ἔχειν δεῖ, ἐφ’ ᾧ καλέσωμεν τὴν σύνεσιν τοῦ Θεοῦ· καὶ τοιαῦτα ῥήματα ἁρμόζοντα ὡς τῷ Κυρίῳ, καὶ φωνὴν δεήσεως θαῤῥοῦσαν καὶ ἐπὶ τῇ προσοχῇ τοῦ Δεσπότου. Οὐδεὶς δὲ ὑπὸ ἁμαρτίας βασιλευόμενος ἐρεῖ τῷ Θεῷ· Ὁ βασιλεύς μου· καὶ ὧν θεὸς ἡ κοιλία, οὐκ ἐροῦσι, Θεός μου, τῷ Θεῷ. Τὸ πρωὶ̈ εἰσακούσῃ τῆς φωνῆς μου, κ. τ. ἑ. Ὁ ἀποθέμενος τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσάμενος τὰ ὅπλα τοῦ φωτὸς, ταῦτα λεγέτω τὰ ῥήματα. Τὸ πρωὶ̈ παραστήσομαί σοι, καὶ ἐπόψομαι· ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ, οὐδὲ παροικήσει σοι πονηρευόμενος, οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου, κ. τ. ἑ. Ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον παραστήσομαί σοι, καὶ ἐν θεωρίᾳ ἔσομαι, τοῦ μὴ εἶναί σε θέλοντα ἀνομίαν Θεὸν, μηδὲ παροικήσει σοι πονηρὸς, οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου. Ὡς γὰρ οὐδὲ διαμένει νοσῶν ἐν ὀφθαλμοῖς τοῦ δυναμένου θεραπεῦσαι αὐτὸν ἰατροῦ, οὕτως οὐδὲ διαμενοῦσι παράνομοι ἐναντίον τῶν ὀφθαλμῶν τοῦ Θεοῦ.
PG 12:1202Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν· ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος, κ. τ. ἑ. Τοὺς μὲν ἐν τῇ πολιτείᾳ πταίοντας ἐργαζομένους τὴν ἀνομίαν ὠνόμασε· τούτους δὲ μισεῖ ὁ Θεός· τοὺς δὲ ἀποπεσόντας τῆς ἀληθείας ἑτεροδόξους λαλοῦντας τὸ ψεῦδος εἶπεν, οὓς ἀπολεῖ ὁ Θεός. Καὶ τήρει διαφορὰν τοῦ ἐμίσησας καὶ ἀπολεῖς· πρῶτον μὲν εἰ χεῖρον τοῦ ἀπολεῖς τὸ ἐμίσησας· δεύτερον δὲ, διὰ τί τὸ μὲν εἰς τὸν παρεληλυθότα ἐνέκλινε χρόνον, τὸ δὲ εἰς τὸν μέλλοντα. Ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος, οὐ τοὺς λαλήσαντας, ἀλλὰ τοὺς λαλοῦντας τὸ ψεῦδος. Εἰ δὲ τούτους ἀπόλλυσι Κύριος, πᾶς δὲ ἄνθρωπος ψεύστης, πάντας ἀπόλλυσιν ὁ Θεὸς, ἵνα, τὸ εἶναι ἄνθρωποι ἀποθέμενοι, γίνωνται θεοὶ, ἐπεὶ καὶ θεοὶ γεγονότες, καὶ υἱοὶ Ὑψίστου πάντες, γεγόνασιν ἄνθρωποι. Τοὺς ἑτεροδόξους οὖν ἀπολεῖ ὁ Θεὸς ἐν τῷ μέλλοντι αἰῶνι. Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος, κ. τ. ἑ. Ἀνὴρ αἱμάτων ὁ ἐξ αἱμάτων γεγεννημένος, ἢ ὁ φονικός. Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου· προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου, κ. τ. ἑ.
PG 12:1204Τῶν πονηρευομένων καὶ παρανόμων οὐ παροικούντων σοι, οὐδὲ διαμενόντων ὑπὸ τὴν θεωρίαν σου, ἐγὼ ἐλέῳ τῷ σῷ εἰσελεύσομαι εἰς τὸν οἶκόν σου. Οὕτω γὰρ καὶ εἰπεῖν δυνήσομαι· Τὸ πρωὶ̈ παραστήσομαί σοι, καὶ ἐπόψει με. Καὶ ἐπεὶ οὐκ ἄλλως ἢ ἐλέῳ τῷ σῷ εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, σὺν εὐλαβείᾳ πολλῇ ὀνομαζομένῃ φόβῳ σου προσκυνήσω σοι πνεύματι καὶ ἀληθείᾳ, ἐλθὼν πρὸς τὸν ἅγιόν σου ναόν. Ναὸς δὲ καὶ οἶκος Θεοῦ ἡ ἁγία καὶ ἐνάρετος κατάστασις, ἣν οἱ ἔχοντες μετὰ παῤῥησίας φασίν. Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὑτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς. Ἀλλὰ καὶ προσφωνοῦσιν ἑτέροις πιστοῖς γράφοντες· Ναὸς ἅγιός ἐστε, καὶ τὰ σώματα ὑμῶν ναὸς τοῦ ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ὑπὸ Θεοῦ. Πῶς γὰρ οὐκ οἶκος καὶ ναὸς Θεοῦ ὁ τηρῶν τὸν Ἰησοῦ λόγον, πρὸς ὃν ὁ Υἱὸς καὶ ὁ Πατὴρ μονὴν ποιοῦνται; Δυνατὸν καὶ τὴν ἐκκλησιαστικὴν γνώμην καὶ διδασκαλίαν οἶκον Κυρίου φάναι καὶ ναὸν αὐτοῦ. Δηλοῦται τοῦτο ἐκ τῶν γραφομένων Τιμοθέῳ·
PG 12:1205Ἵνα εἰδῇς πῶς δεῖ σε ἐν οἴκῳ Κυρίου ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος. Κατ’ ἀμφοτέρας θεωρίας εἰσέρχεταί τις εἰς τὸν οἶκον καὶ προσκυνεῖ πρὸς ναὸν τὸν ἅγιον Κυρίου, ἐλέῳ Θεοῦ μᾶλλον ἢ οἰκείᾳ πολιτείᾳ καὶ φρονήσει. Κρῖνον αὐτοὺς, ὁ Θεός· ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν. Κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτοὺς, ὅτι παρεπίκρανάν σε, Κύριε, κ. τ. ἑ. Τῷ ἁμαρτάνοντι λυσιτελεῖ μᾶλλον ὑπὸ Θεοῦ κριθῆναι, ἢ ἔξω εἶναι τῆς κρίσεως. Καὶ τὸ ἀπὸ μοχθηρῶν διαβουλιῶν ἀποπεσεῖν οὐ κακὸν τῷ ἀποπίπτοντι, οὐκ ἐρχομένῳ ἐπὶ τὸ μοχθηρὸν αὐτῶν τέλος· ὡς οὐ καλὸν τῶν κρειττόνων μὴ ἐπὶ τέλος ἐλθεῖν. Πάνυ δὲ χαρίεν, πῶς οὐκ εἴρηκε πόθεν ἔξωσεν, ἵνα μὴ τοῖς πολλοῖς σαφὲς ᾗ. Οἶμαι δὲ, ὅτι ἀπὸ τῶν ἀσεβειῶν αὐτῶν κατὰ τὸ πλῆθος αὐτῶν. Οὐ γὰρ ἀφ’ ἑαυτοῦ ἐξωθεῖ ὁ Θεός τινας· Οἱ γὰρ μακρύνοντες, φησὶν, ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται. Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου, κατεύθυνον ἐνώπιόν σου τὴν ὁδόν μου, κ. τ. ἑ. Ὁ προτιθέμενος ὀρθῶς φρονεῖν καὶ πράττειν, πολλοὺς ἐναντίους ἔχει.
PG 12:1206Εἰσὶ γὰρ καὶ ἄνθρωποι καὶ δαίμονες φθονεροὶ, λυπούμενοι ἐπὶ τοῖς ἀγαθοῖς τῶν κατορθούντων. Τοῦτο δὲ θεωρήσας καὶ ὁ προκείμενος οὐ τῇ ἑαυτοῦ δυνάμει δέδωκε τὸ ἀπομάχεσθαι τοῖς ἐπικειμένοις κατ’ αὐτοῦ, ἀλλὰ παρεκάλεσε τὸν Θεὸν χεῖρα αὐτῷ ὀρέξαι σκεπάζουσαν αὐτὸν ἀβλαβῆ ἀπὸ τῶν τοσούτων καὶ τηλικούτων πολεμίων, φάσκων· Αὐτὸς, ὦ Δέσποτα, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου· οὕτω γὰρ κατορθωθείη τὸ τὴν ὁδόν μου ἐνώπιόν σου κατευθυνθῆναι. Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν· ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, κ. τ. ἑ. Ἐχθρῶν ἐμποδιζόντων τὴν ὁδόν σου φανερωθῆναι ἐν ὀφθαλμοῖς μου, σὺ κατεύθυνον αὐτὴν ἐνώπιόν μου. Οἶδα γὰρ αὐτοὺς ἐν οἷς περὶ ὁδοῦ ἐπαγγέλλονται, μὴ ἀληθεύοντας, τῷ μὴ εἶναι ἐν τῷ στόματι αὐτῶν ἀλήθειαν, καὶ ματαίαν εἶναι αὐτῶν τὴν καρδίαν. Πάντα δὲ τὰ ἐκφωνούμενα ἐν τῷ λάρυγγι αὐτῶν νεκρά ἐστι, τῷ εἶναι αὐτὸν τάφον ἀνεῳγότα. Ἀλλὰ καὶ λελογισμένοι σόφισμά τινές εἰσιν οἱ λόγοι αὐτῶν. Εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς, κ. τ. ἑ.
PG 12:1207Αἰών ἐστι σύστημα φυσικὸν, ἐκ σωμάτων ποικίλων λογικὰς διαφορὰς περιέχον τῆς τοῦ Θεοῦ γνώσεως ἕνεκεν. Εἰς αἰῶνα, φησὶν, ἀγαλλιάσονται, ὅτι καὶ αἰώνιος ἑαυτοῖς κατασκήνωσις. Καὶ καυχήσονται ἐπὶ σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου· ὅτι σὺ εὐλογήσεις δίκαιον, Κύριε, κ. τ. ἑ. Εἰ κρείττους οἱ ἀγαπῶντες τῶν φοβουμένων, τὸ καυχᾶσθαι μᾶλλον τῶν ἀγαπώντων ἐστίν. Εἰ δέ ἐστί τις εὔλογος καύχησις καὶ ἐν φόβῳ Κυρίου, ἐλάττων ἐστὶν αὐτὴ τοῦ, καυχήσονται ἐν σοί. Εὐλογεῖ δὲ Νῶε τὸν Σὴμ καὶ τὸν Ἰαφέθ· εὐλογεῖ Μελχισεδὲκ τὸν Ἀβραὰμ, καὶ ὁ Ἰσαὰκ τὸν Ἰακὼβ, καὶ ὁ Ἰακὼβ τοὺς δώδεκα, καὶ ὁ Μωϋσῆς τὰς φυλάς· ἀλλὰ ὑπὲρ πάντα ταῦτα καὶ μετὰ ταῦτα αὐτὸς ὁ Κύριος εὐλογήσει τὸν δίκαιον, ἀνάλογον τῷ, Αὐτὸς ὁ λαλῶν πάρειμι, καὶ τῷ, Μὴ αὐτὸς συμπορεύσῃ. Ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς, κ. τ. ἑ. Ταυτόν ἐστι τῶν δικαίων ὅπλον καὶ στέφανος· ὡς τὸν ὁπλισάμενον ἐστεφανοῦσθαι, καὶ τὸν στεφανούμενον ὡπλίσθαι. Ἔχει δὲ τοῦτό τι ὅμοιον τῷ, Στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσει σε. Ἡ γνῶσις οὖν τοῦ Θεοῦ, εἰ μὲν ἀμύνεται τοὺς πολεμίους, ὅπλον ἐστὶν εὐδοκίας· εἰ δὲ βασιλεύειν ποιεῖ τινα τῶν παθῶν, στέφανος ὀνομάζεται.
PG 12:1208Τέμνεται δὲ ἡ τοῦ Θεοῦ γνῶσις εἰς δύο, εἰς πρᾶξιν καὶ θεωρίαν· καὶ τῆς μὲν πράξεως ὅπλον τῆς εὐδοκίας ἐστὶ, τῆς δὲ θεωρίας ὁ στέφανος. Τετήρηται δὲ καὶ ἡ τάξις· πρὸ γὰρ τοῦ στεφάνου τὸ ὅπλον, ἐπειδὴ καὶ πρὸ τῆς θεωρίας ἢ πρᾶξις. ΨΑΛΜΟΣ 2. Εἰς τὸ τέλος ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης ψαλμὸς τῷ Δαυὶ̈δ, κ. τ. ἑ. Ὑπὲρ τῆς ὀγδόης καὶ ὁ ἑνδέκατος. Διαφέρουσι δὲ αἱ ἐπιγραφαὶ τούτου καὶ τοῦ ἑνδεκάτου, ὅτι οὗτος μέν ἐστιν, Εἰς τὸ τέλος ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης ψαλμὸς τῷ Δαυὶ̈δ, ἐκεῖνος δὲ, Εἰς τὸ τέλος ὑπὲρ τῆς ὀγδόης ψαλμὸς τῷ Δαυί̈δ. Τῇ δὲ ὀγδόῃ, οἶμαι, θυμὸς ἐλέγχει καὶ ὀργὴ παιδεύει. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με, κ. τ. ἑ. Θυμός ἐστιν ὁρμὴ ἐπιθυμίας ἡμέρου ψυχῆς κατ’ ἐξοχὴν ἀμύνης. Λέγει οὖν· Εἰ καὶ ὀξύτερον ὁ θυμὸς ἐλέγχει, καὶ ὀργὴ τάχιον παιδεύει, ἐγὼ διὰ τὴν ἀσθένειάν μου δέομαι τοῦ ἐλέους σου, δι’ ἄλλης ἐλεγχθῆναι καὶ παιδευθῆναι θεραπείας οὐ τηλικοῦτον προσαγούσης τὸν πόνον. Ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα, κ. τ. ἑ. Νοσοῦντά με τὴν ψυχὴν ἴασαι·
PG 12:1209καὶ γὰρ τεταραγμέναι εἰσὶ τῶν ὀστῶν αὐτῆς αἱ ἁρμονίαι, καὶ αὐτὴ δὲ σφόδρα τετάρακται. Καὶ σὺ, Κύριε, ἕως πότε; κ. τ. ἑ. Τοῦτο ἐλλειπτικῶς εἴρηται ἀντὶ τοῦ, Ἕως πότε οὐ ῥύῃ τὴν ψυχήν μου, οὐδὲ σώζεις με κατὰ τὸν ἔλεόν σου, οὐδὲ ἐπιστρέφεις με; Ὁ μὴ θαῤῥῶν δὲ ἐπὶ ἔργοις σωθῆναι ἐρεῖ· Σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου. Μετὰ τὸ ἀκοῦσαι, ὅτι Κύριος ἀφεῖλε τὸ ἁμάρτημα αὐτοῦ, πειρασμοῖς καὶ θλίψεσι παλαίων ὁ Δαυὶ̈δ καὶ φαρμάκων ..... γευόμενος περὶ τῆς τῶν φαρμάκων ἀπαλλαγῆς παρακαλεῖ τὸν ἰατρόν. Ἐπίστρεψον, Κύριε, ῥῦσαι τὴν ψυχήν μου· σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου, κ. τ. ἑ. Δύο τίθησιν ἐνταῦθα, τὸ ἐπιστρέψαι, καὶ ῥύσασθαι τὴν ψυχὴν αὐτοῦ. Τὸ γὰρ μάλιστα τοῖς δικαίοις ἦν περισπούδαστον. Ἐπίστρεψον, οἷον, Εἰς τὴν οἰκειότητα ἀποκατάστησον. Ἀλλὰ καὶ ῥῦσαι ἐν πολεμίοις αὐτὴν οὖσαν. Ἀπεστράφης διὰ τὰς ἁμαρτίας μου, ἐπίστρεψον διὰ τὴν φιλανθρωπίαν σου, καὶ πρὸς παίδευσιν ἐνδούς με τοῖς πειρασμοῖς. Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; κ. τ. ἑ. Ὁ μνημονεύων Θεοῦ τοῦ λέγοντος· Ἐγώ εἰμι ἡ ζωὴ, οὐκ ἔστιν ἐν τῷ θανάτῳ.
PG 12:1210Οὐκ ἔστιν ἐν τῷ θανάτῳ τῷ ἐσχάτῳ ἐχθρῷ Θεοῦ τυγχάνοντι μεμνῆσθαί σου· διὸ ῥῦσαί με ἀπ’ αὐτοῦ, ἵνα πάλιν μνημονεύω σου. Διὰ τοῦτο δὲ καὶ οἱ πρὸ θανάτου ἁμαρτάνοντες οὐ μέμνηνται τοῦ Θεοῦ. Ἤτοι ἐν ᾅδῃ οὐδεὶς ἐξομολογήσεται, ἢ πάνυ ὀλίγοι· τοῦτο γὰρ ἐμφαίνει ἀπὸ ταύτης, καὶ μήποτε διὰ τό· Ἐλθέτω δὴ θάνατος ἐπ’ αὐτοὺς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες. Οἱ ζῶντες εἰς ᾅδου καταβαίνοντες μεμνῆσθαι δύνανται τοῦ Θεοῦ ὡς οὐκ ὄντες ἐν τῷ θανάτῳ, καὶ ἐξομολογεῖσθαι αὐτῷ. Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, κ. τ. ἑ. Τοιοῦτον στεναγμὸν οἱ υἱοὶ Ἰσραὴλ στενάξαντες ἐν Αἰγύπτῳ, εἰσηκούσθησαν. Καὶ Παῦλος δὲ λέγων· Οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν, τὸ ὅμοιον ποιεῖ. Τοιοῦτόν ἐστι καὶ τὸ, Ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. Καὶ οὐκ ἀρκεῖ στενάξαι, ἀλλ’ ὥστε κοπιάσαι δεῖ. Χαριέντως δὲ εἰς προτροπὴν ἁγνείας χρησόμεθα τῷ λόγῳ τούτῳ· Λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου, ὑπὸ μόνων τῶν ἀεὶ καθαρευόντων ἀπὸ μίξεως φάσκοντες καλῶς λέγεσθαι τὸ, Λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου· οὗτοι δὲ, καὶ σχολάζοντες τῇ προσευχῇ, ἐν δάκρυσι βρέχουσιν ἑαυτῶν ἐπὶ τοῖς ἡμαρτημένοις πάλαι τὴν στρωμνήν.
PG 12:1211Διὰ τοῦτο εἶπε· Μακάριοι οἱ κλαίοντες νῦν. Ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου, ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου, κ. τ. ἑ. Οὐδὲν οὕτω τυφλοῖ νοῦν ὡς θυμὸς ταρασσόμενος. Διὰ ταύτην τὴν τοῦ ὀφθαλμοῦ ταραχὴν οὐ καθαρῶς, ἀλλὰ συγκεχυμένως ὁρᾷ καὶ ὁ βλέπειν τὰ νοητὰ δοκῶν. Τὸ δὲ, ἐπαλαιώθην, οἷον, Παλαιὸς καὶ πολυχρόνιος γέγονα, ἐν αὐτοῖς διατρίβων ἐν τῷ βίῳ ὅπου εἰσίν· ἢ, Τὸν παλαιὸν παρ’ αὐτοῖς ἀνέλαβον ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. Ἀπόστητε ἀπ’ ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, κ. τ. ἑ. Δαιμόνων τὸ διὰ παντὸς τὴν ἀνομίαν ἐργάζεσθαι· ἀνθρώπων τὸ μὴ διὰ παντός· ἀγγέλων τὸ μηδέποτε. Ὅτι εἰσήκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου. Εἰσήκουσε Κύριος τῆς δεήσεώς μου, Κύριος τὴν προσευχήν μου προσεδέξατο, κ. τ. ἑ. Ὁ τῶν κλαιόντων μακαρισμὸν συνιεὶς, καὶ κλαίων, ταῦτα ἐρεῖ πᾶσι τοῖς παροῦσιν αὐτῷ ἐργαζομένοις τὴν ἀνομίαν, ὁρατοῖς, ἀοράτοις. Πρῶτον δὲ ὁ Θεὸς φωνῆς καὶ κλαυθμοῦ ἀκούει, εἶτα δεήσεως, εἶτα τὴν προσευχὴν προσδέχεται. Αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου, κ. τ. ἑ.
PG 12:1212Ἡ αἰσχύνη εἰς συναίσθησιν ἄγει τὸν ἁμαρτάνοντα. Παύσασθε, φησὶν, ἐμοὶ τὰ ὀνείδη προσφέροντες· τὰ οἰκεῖα δὲ κακὰ λογιζόμενοι, αἰσχύνης καὶ ταραχῆς ἀναπλήσθητε. Δίκαιον γὰρ καὶ φοβερὸν τὸ θεῖον κριτήριον. Ἐπιστραφείησαν καὶ αἰσχυνθείησαν σφόδρα διὰ τάχους, κ. τ. ἑ. Ἐὰν νικήσωμεν, τὰ ἀντιπαλαίοντα καταισχύνονται, μάλιστα ὅτε τις ὁ ἄνθρωπος τούτων κρείττων εὑρίσκεται, καὶ συγχέων ταράσσει αὐτὰ τῇ ἑαυτοῦ σοφίᾳ. Τάχα δὲ καὶ ἐπιστρέφει αὐτὰ αἰσχυνθέντα, καὶ ταχέως ὁ ἅγιος τοῦτο ποιεῖ. Τοῦ αὐτοῦ. Νοήσεις ταῦτα λέγεσθαι καὶ πρὸς τοὺς τὴν κατασκευὴν αὐτῷ κατεργασαμένους ἀοράτους ἐχθροὺς διαφθονουμένους τῇ κατὰ Θεὸν αὐτοῦ προκοπῇ, καὶ μετὰ τὴν ἁμαρτίαν ἐπιβαίνοντας, ἐν οἷς ἔλεγον· Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. ΨΑΛΜΟΣ Ζ. Κύριε, ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα, σῶσόν με ἐκ πάντων τῶν διωκόντων με, καὶ ῥῦσαί με, μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου, κ. τ. ἑ. Καθ’ ἕκαστον τῶν ἐπὶ ἁμαρτίᾳ ἐρεθισμῶν, διωκόμεθα ὑπὸ τοῦ ἐνεργοῦντος τὸ ἐρεθίζον.
PG 12:1213Διόπερ ἐκ τούτου νόει ὅσοι διώκουσι τὸν ἄνθρωπον, ἐξ ὧν ὁ Προφήτης ῥυσθῆναι εὔχεται, εἰ μὴ ῥυσθείη, τῆς ψυχῆς αὐτοῦ ὡς ὑπὸ λέοντος ἁρπασθησομένης. Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσί μου, κ. τ. ἑ. Πρὸς ἀμνησικακίαν χρήσιμον τὸ ῥητόν. Εἰ ἐποίησα, φησὶ, τοῦτο ὃ πάσχω· εἰ ἐπανέστην τῷ πατρὶ, ἢ παρενόμησα. Προβάλλεται γὰρ τὸ ἀμνησίκακον, τὸν τοῦ Θεοῦ ἔλεον ἐκκαλούμενος. Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενὸς, κ. τ. ἑ. Εἰ ὁ παιδαγωγὸς νόμος συγχωρεῖ ἀνταποδιδόναι κακὰ, ὡς νηπίοις τοῖς παιδαγωγουμένοις ἔτι, οὗτος οὐκ ἔτι νήπιος ἦν ἐν Χριστῷ, ἀλλ’ ἔκτοτε εὐαγγελικός τις. Ἀποπέσοιμι ἄρα. Ὁ μὲν δίκαιος νικήσας, πλήρης ἀπὸ τῶν ἐχθρῶν ἐξέρχεται· ὁ δὲ φαῦλος, ὡς νικηθεὶς, ἀποπίπτει αὐτῶν κενὸς, καὶ οὐδὲν ἔχων πληρώματος. Τοῦ αὐτοῦ. Κενός ἐστιν ὁ μὴ λέγων· Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν. Οἱ δὲ τοιοῦτοι καὶ κάλαμοι λέγονται τρέφοντες ἐν ἑαυτοῖς θηρία, περὶ ὧν εἴρηται·
PG 12:1214Ἐπιτίμησον τοῖς θηρίοις καλάμου. Καὶ, Ὁ διάβολος δὲ παρὰ πάπυρον κοιμᾶται, φησὶν ὁ Ἰὼβ, καὶ βούτομον, καὶ κάλαμον. Αὐτὸς γάρ ἐστι βασιλεὺς τῶν ἐν τοῖς ὕδασι. Καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου, καὶ καταλάβοι, καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου, καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι, κ. τ. ἑ. Ἡ ζωὴ τοῦ ἔτι τὴν εἰκόνα τοῦ χοϊκοῦ φοροῦντος καταπεπάτηται ὑπὸ τοῦ ἐχθροῦ εἰς γῆν. Οὗτος δὲ, κἂν δοξάζεσθαί ποτε δοκῇ, κατεσκήνωσεν αὐτοῦ ἡ δόξα εἰς χοῦν, ὡς τῶν ποιούντων τι διὰ δόξαν καὶ τὸν παρὰ πολλῶν ἔπαινον, ἢ τὴν παρ’ αὐτῶν ἀποδοχήν. Ἀνάστηθι, Κύριε, ἐν ὀργῇ σου, ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου, κ. τ. ἑ. Οὐ σωματικῶς νοητέον τὸ, ἀναστῆναι, ἀλλὰ τὸ τιμωρητικὸν καὶ ἀναλωτικόν. Τοῦ αὐτοῦ. Εἰ ἡ ὀργὴ τοῦ Θεοῦ παιδεύει τοὺς μὴ λόγῳ παιδευθῆναι θελήσαντας αὐτοῦ, ὁ ταῦτα λέγων παιδευθῆναί τινας εὔχεται. Ὅταν δὲ τέλος καὶ πέρας λάβῃ ἡ ἔχθρα, τῶν ἐχθρῶν τοῦ Χριστοῦ καταργουμένων, ὑψοῦται ἐν αὐτοῖς πέρασι τῶν ἐχθρῶν ὁ Κύριος, καὶ καθ’ ἕκαστον τῶν διὰ κακίας ἐχθρῶν Χριστοῦ ὑψοῦται ὁ Κύριος, πέρας λαβούσης τῆς ἔχθρας, καὶ ἀρχὴν ἐχούσης τῆς καταλλαγῆς καὶ φιλίας.
PG 12:1215Τὸ δὲ ὅμοιον ἐρεῖς καὶ περὶ τῶν ἐχθρῶν τοῦ δικαίου. Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε, κ. τ. ἑ. Ἀντὶ τοῦ, Μεθ’ οὗ ἐνετείλω προςτάγματος ἐξεγέρθητι, προστάσσων αὐτὸ δυνάμεσι συνεργούσαις τῇ κυκλούσῃ σε συναγωγῇ λαῶν. Καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον. Κύριος κρινεῖ λαοὺς, κ. τ. ἑ. Εἰς τὸ ὕψος ὅθεν καταβέβηκας, ἐπίστρεψον μετὰ τὴν ἀνάστασιν. Τοῦ αὐτοῦ. Ὅταν ὑψωθῶ, φησὶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν, κ. τ. ἑ. Ὅταν οὐκέτι ἁμαρτάνῃ τις, συντελεῖται αὐτοῦ ἡ πονηρία· ἢ πονηρία τῶν ἁμαρτωλῶν ὁ διάβολός ἐστι. Ἐὰν μὴ ἐπιστραφῆτε, ἕως τοῦ, καταβήσεται, κ. τ. ἑ. Μήποτε παρασεσιωπημένως ταῦτα περὶ τοῦ διαβόλου εἴρηται. Οὗτος γὰρ πρὸς τούτοις καὶ ὠδίνησεν ἀδικίαν καὶ τὰ ἑξῆς, ὀργὴ τυγχάνων. Ὁ Πατὴρ δὲ τοῦ εἰπόντος· Ἐγώ εἰμι ἡ ζωὴ, οὐχ ἑτοιμάζει ἐν τῷ τόξῳ αὐτοῦ σκεύη θανάτου· τίθησι γοῦν τὸ τόξον αὐτοῦ ἐν τῇ νεφέλῃ, ἵνα μὴ ἐπαγάγῃ ὕδωρ κατακλυσμοῦ ἐπὶ τὴν γῆν. Διὸ περὶ τοῦ διαβόλου ταῦτα λέγεσθαι νομιστέον. Καὶ πεπυρωμένα τοῦ πονηροῦ ἐστιν, ἃ ἐξειργάσατο τοῖς καιομένοις καὶ πυρουμένοις ὑπὸ παθῶν.
PG 12:1216Τοῦ αὐτοῦ εἰς τό· Καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου, κ. τ. ἑ. Σκεύη θανάτου εἰσὶν ἀκάθαρτα λογικὰ, ἢ αἱ τὸν θάνατον ἔχουσαι ψυχαί· ὡς σκεύη ζωῆς αἱ τὴν ζωὴν ἔχουσαι ψυχαί. Οὕτω γὰρ καὶ Παῦλον σκεῦος ἐκλογῆς ὠνόμασεν ὁ Κύριος. Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν, κ. τ. ἑ. Ὁ μὴ φιλόθεος, ἀλλὰ φιλήδονος, ἀνάλογον αἷς δουλεύει ἡδοναῖς συλλαμβάνει πόνον ἕνα συνημμένον, καὶ μὴ ἔχοντα μεταξὺ διάλειμμα, καὶ ὠδίνει ἀδικίαν, καὶ τίκτει ἀνομίαν. Ἐκ δὲ τῶν ἐναντίων ὁ μὴ φιλήδονος, ἀλλὰ φιλόθεος, ἀνάλογον οἷς ἀναδέχεται δι’ ἀρετὴν πόνοις, συλλαμβάνει εὐπάθειαν, τὴν χαρὰν, μίαν συνημμένην, καὶ μὴ ἔχουσαν μεταξὺ διάλειμμα, καὶ ὠδίνει δικαιοσύνην, καὶ τίκτει εὐνομίαν· καὶ οὕτως τέκνον γίνεται εὐνομίας, ἀνομίαν ἑκάστην μισῶν. Τοῦ αὐτοῦ εἰς τὸ αὐτό. Ἔτεκεν ἀνομίαν, ἐπειδὴ συνέλαβε πόνον, καὶ ὠδίνησεν ἀδικίαν. Αὕτη γάρ ἐστιν ἀκολουθία φύσεως. Ὠδίνησεν Ἀχιτόφελ τὴν πονηρὰν εἰσηγησάμενος γνώμην. Λάκκον ὤρυξε, καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο. Ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται, κ. τ. ἑ.
PG 12:1217Μήποτε ὁ λάκκος χωρίον κολάσεώς ἐστιν, εἰς ὃν προνοίᾳ Θεοῦ αὐτὸς ὀρύξας ἐμπεσεῖται. Ἰσόπεδος δέ ἐστιν αὐτοῦ ἡ κορυφὴ τῷ λοιπῷ σώματι· οὐδὲν γὰρ αὐτοῦ ἄνω· διὸ καὶ δράκων που λέγεται. Εἰκότως οὖν ἡ ἐπαρθεῖσα καὶ ὑψωθεῖσα κατὰ τῆς γνώσεως τοῦ Θεοῦ ἀδικία αὐτοῦ καθαιρουμένη ἐπὶ τὴν κορυφὴν αὐτοῦ καταβήσεται. ΨΑΛΜΟΣ Η. Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν ψαλμὸς τῷ Δαυί̈δ, κ. τ. ἑ. Καὶ ἐν τῷ π καὶ πγ ψαλμῷ τὴν, Ὑπὲρ τῶν ληνῶν, εὑρήσεις ἐπιγραφήν. Πρὸς δὲ ταῦτα λάβωμεν τὰ περὶ Νῶε φυτεύοντος ἄμπελον, τήν τε περὶ τοῦ Ἰούδα παρὰ Ἰακὼβ εὐλογίαν, δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ· καὶ τὴν Ἰσσάχαρ, ὃς, ἰδὼν τὴν ἀνάπαυσιν, ὅτι καλὴ, καὶ τὴν γῆν, ὅτι πίων, ὑπέθηκε τὸν ὦμον εἰς τὸ πονεῖν, καὶ ἐγενήθη ἀνὴρ γεωργός. Καὶ μὴν Ὀζίας γεωργὸς ἦν, ἀμπελουργοὺς ἔχων ἐν τῇ ὀρεινῇ. Καὶ ἡ γυνὴ δὲ παντὸς δικαίου ὡς ἄμπελός ἐστιν εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας αὐτοῦ, ᾧ γίνεται οἶνος εὐφραίνων καρδίαν ἀνθρώπου. Καὶ ὁ Ἐκκλησιαστὴς ἐφύτευσεν ἀμπελῶνας, ὤρυξε ληνόν. Καὶ ὁ Σολομῶν φησιν· Οἴνῳ δὲ αἱ ληνοί σου ἐκβλύζωσιν. Τοῦ αὐτοῦ.
PG 12:1218Ληνοί εἰσι φύσεις λογικαὶ, τοὺς ἐκ τῆς πνευματικῆς ἀμπέλου καρποὺς ὑποδεξάμεναι. Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον, κ. τ. ἑ. Ἐν τῷ κατὰ Ματθαῖον πρότερον μὲν οἱ προάγοντες τὸν Σωτῆρα, ἀλλὰ καὶ οἱ ἀκολουθοῦντες αὐτῷ ἔκραζον λέγοντες· Ὡσαννὰ τῷ υἱῷ Δαυὶ̈δ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὡσαννὰ ἐν τοῖς ὑψίστοις· ὀλίγον δὲ ὕστερον γέγραπται, ὅτι ἰδόντες οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησε, καὶ τοὺς παῖδας κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας, Ὡσαννὰ τῷ υἱῷ Δαυὶ̈δ, ἠγανάκτησαν, καὶ εἶπον αὐτῷ· Ἀκούεις τί οὗτοι λέγουσιν; Ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς· Ναί. Οὐδέποτε ἀνέγνωτε, ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων, καὶ τὰ λοιπά. Ἔοικεν οὖν ὁ Ματθαῖος τοὺς αὐτοὺς ὄχλους λέγειν παῖδας, καὶ ὁ Σωτὴρ οὐχ ἁπλῶς παῖδας, ἀλλὰ καὶ νηπίους καὶ θηλάζοντας, διδάσκων ἡμᾶς δι’ ὧν ἐξέθετο ῥητῶν τοῦ ψαλμοῦ μετὰ ἀλληγορίας, ἀλληγορεῖν καὶ τὸν ψαλμόν. Ζητήσεις δὲ πότερον ταυτόν ἐστιν οἶκος Δαυὶ̈δ, καὶ υἱὸς Δαυί̈δ. Καὶ εἰ μὴ ταυτόν ἐστιν, ἡμάρτηται τὸ κατὰ Ματθαῖον γραφικῶς, ὀφεῖλον ἔχειν ἤτοι δὶς τῷ οἴκῳ Δαυὶ̈δ, ἤτοι τῷ υἱῷ Δαυί̈δ.
PG 12:1219Ἕνεκα τῶν ἐχθρῶν σου, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητὴν, κ. τ. ἑ. Ἐχθρὸν καὶ ἐκδικητὴν, τὸν ἀληθινὸν νόει Ναβουχοδονόσορ. Τὸν διάβολον κατέλυσεν ὁ Χριστὸς δι’ ἁλιέων καὶ ἀγραμμάτων καὶ τῇ κακίᾳ νηπιαζόντων. Ὅτι ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας, κ. τ. ἑ. Ὅτι ὄψομαι τοὺς οὐρανούς. Τοῦτο τὸ πρᾶγμα σαφῶς ἐπιστάμεθα, ὅτε καὶ τὸν λόγον αὐτοῦ, καὶ τὴν αἰτίαν γινώσκομεν. Ἔργα τῶν δακτύλων σου. Ζητήσεις εἰ ἕτερά ἐστι τὰ ἔργα τῶν δακτύλων τοῦ Θεοῦ πρὸς τὰ ἔργα τῶν ὅλων χειρῶν αὐτοῦ, εἰ ἐν μέρει ἐστὶ τὰ πρότερα τῶν δευτέρων. Σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας. Διὰ τί ἥλιον οὐκ ὠνόμασεν; Μήποτε ὅτε μὲν εἰσάγεταί τις, πρῶτα συνίησι τὰ τῆς νυκτὸς, ὕστερον δέ ποτε τὰ τῆς ἡμέρας. Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτὸν, κ. τ. ἑ. Εἰ θαυμάζων, ὅτι μιμνήσκεται Κύριος τοῦ ἀνθρώπου, καὶ ὅτι ἐπισκέπτεται υἱὸν ἀνθρώπου, ταῦτά φησι, δῆλον, ὅτι εὐεργετῶν ἐπισκέπτεται.
PG 12:1220Τοῦτο δὲ σημειώσῃ διὰ τὸ, Ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν, καὶ διὰ τὸ, Οὐκ ἐπισκέψομαι ἐπὶ τὰς θυγατέρας ὑμῶν, ὅταν πορνεύωσι, καὶ ἐπὶ τὰς νύμφας ὑμῶν, ὅταν μοιχεύωσι, καὶ τὰ ὅμοια. Ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους, κ. τ. ἑ. Καὶ αὐτὸς γάρ σου γνῶσιν ἔχειν πεφυκὼς, οὐκ ἀπολείπεται λίαν. Ὁμοιοῦται γάρ σοι, κατὰ τὸ δυνατὸν, ἁγιότητος καὶ ἀρετῆς ἀναλήψει. Καὶ διὰ τὴν εἰκόνα καὶ τὴν ὁμοίωσιν τὴν τῶν θνητῶν αὐτῷ ζώων προστασίαν ἀπένειμας. Ταύτας εἰρῆσθαι περὶ Χριστοῦ τὰς λέξεις ὁ Παῦλος Ἑβραίοις φησί. Λέγει γάρ· Τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον. Δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν· καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου, κ. τ. ἑ. Καὶ ὁ Ἀπόστολος ἐντεῦθεν ὠνόμασε τὸν ἀμάραντον τῆς δόξης στέφανον. Καὶ ἔσθ’ ὅτε τιμῇ ἐστεφανωμένος τις οὐ συνῆκεν, ὡς ἐν τῷ· Ἄνθρωπος ἐν τιμῆ ὢν οὐ συνῆκεν. Οὐκ Ἐπὶ τὰ ἔργα σου δὲ εἶπεν, ἅπερ οἶμαι εἶναι τὰ μὴ βλεπόμενα. Πρῶτοι μὲν οὖν ἐν ἔργοις ἐσμὲν χειρῶν Θεοῦ, τουτέστι τοῖς μὴ βλεπομένοις.
PG 12:1221Ταῦτα δὲ καὶ μετὰ τὴν ἐνανθρώπησιν νοεῖται τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν· δόξῃ γὰρ καὶ τιμῇ ὁ ἄνθρωπος ἐστεφάνωται· Συνήγειρε γὰρ ἡμᾶς καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις, καθώς φησιν ὁ Ἀπόστολος. Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, πρόβατα καὶ βόας πάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου, τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, κ. τ. ἑ. Ὅπου μὲν καθαρὰ πρόβατα καὶ βόες, πάντα προσέθηκεν· ἔνθα δὲ ἐνδέχεται καὶ ἀκάθαρτα, ὡς ἐπὶ τῶν κτηνῶν τοῦ πεδίου, οὐκ εἴρηται πάντα. Ὁμοίως καὶ ἐπὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ ἰχθύων τῆς θαλάςσης. ΨΑΛΜΟΣ Θ. Εἰς τὸ τέλος ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ ψαλμὸς τῷ Δαυὶ̈δ, κ. τ. ἑ. Κρύφιά ἐστι γνῶσις ἀπόῤῥητος τῶν περὶ Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ μυστηρίων. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου· διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοὶ, ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε, κ. τ. ἑ. Ὁ ἐξ ὅλης καρδίας ἀγαπῶν δύναται ἐξ ὅλης καρδίας ἐξομολογεῖσθαι. Διηγήσομαι πάντα τὰ θαυμάσιά σου, καὶ τὰ ἑξῆς.
PG 12:1222Ὅταν ἀναγεγραμμένα τεράστια, θαυμαστὰ τυγχάνοντα, παραστῆσαι δυνάμενος ᾧ λόγῳ γέγονε, καὶ τίνος ἐστὶ σύμβολα, πεποίηκε τὰ εἰρημένα. Τοῦτο δὲ μόνου τοῦ Σωτῆρος ἔργον ἔστιν ἰδεῖν. Εἰ δὲ καὶ ἡ κτίσις καὶ πάντα ὅσα ἐποίησεν ὁ Θεὸς, θαυμάσια αὐτοῦ ἐστι, πολλῷ πλέον φανεῖται, ὅτι τοῦ Σωτῆρός ἐστιν ἡ εὐχή. Τίς δὲ ἄρα διηγήσεται πάντα τὰ θαυμάσια τοῦ Πατρὸς εἰ μὴ ὁ Κύριος τοῖς νοῆσαι δυναμένοις τὰ τηλικαῦτα θαύματα τελείοις, περὶ ὧν μᾶλλον λεχθήσεται· Σοφίαν δὲ μᾶλλον λαλοῦμεν ἐν τοῖς τελείοις; Εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι, πυνθανόμενος τῶν ἐπί τισιν εὐφραινομένων, εἰ ἐν Θεῷ εὐφραίνονται, ἵνα ἢ ἐπιμένωσι τῇ εὐφροσύνῃ, ἢ ἀποστῶσιν. Ὁ δὲ ἐπ’ ὄρος ἀναβὰς ὑψηλὸν τὸ Σιὼν καὶ ὑψῶν τὴν φωνὴν αὑτοῦ ψάλλει τῷ ὀνόματι τοῦ Ὑψίστου. Ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω, ἀσθενήσουσι καὶ ἀπολοῦνται ἀπὸ προςώπου σου, κ. τ. ἑ. Τίνες ἀσθενήσουσι καὶ ἀπολοῦνται ἀπὸ προσώπου τοῦ Θεοῦ (ἐπεὶ πρόσωπον Κυρίου ἐπὶ ποιοῦντας κακά·] οὐ προειπὼν, ἡμῖν καταλέλοιπεν ἐννοεῖν.
PG 12:1223Ὅταν καταργηθῇ ὁ ἐχθρὸς τῇ κακίᾳ προϊὼν, καὶ ἀναποδίσῃ ὀπίσω ἐκ τοῦ ἐμποδίζεσθαι, τότε οἱ τῇ κακίᾳ ἰσχυροὶ ἀσθενήσουσιν. Εἶτα καθ’ ὃ ἁμαρτάνουσιν, ἀπολοῦνται, τοῦτο ἐργαζομένου αὐτοῖς τοῦ προσώπου τοῦ Θεοῦ. Νοηθὲν γὰρ ἀφανίζει τὰ γήϊνα. Ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην, κ. τ. ἑ. Θρόνος μὲν Θεοῦ ὁ Χριστὸς, θρόνος δὲ Χριστοῦ ἡ ἀσώματος φύσις. Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· τὸ ὄνομα αὐτῶν ἐξήλειψας, κ. τ. ἑ. Τὸ, ἐπετίμησας, διόρθωσιν σημαίνει, ὅπερ δῆλον ἐκ τοῦ· Ἔλεγξον, παρακάλεσον, ἐπιτίμησον. Τὸ ὄνομα αὐτοῦ ἐξήλειψας. Ἐξήλειψε δὲ ὁ Θεὸς τοῦ Ἀβρὰμ τὸ ὄνομα ποιήσας αὐτὸν Ἀβραὰμ, καὶ τῆς Σάρας καλῶν αὐτὴν Σάῤῥαν, καὶ τοῦ Σιμῶνος ὀνομάσας αὐτὸν Πέτρον. Οὕτω τε ἀκόλουθόν ἐστι τὸ ὄνομα ἐξαλείφεσθαι τούτων οἷς ἐπετίμησε· καὶ μάλιστα ἐπεὶ ἐπιφέρεται τό· Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ, ὅτι ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη. Πρόσχες καὶ ὅτι οὐκ εἴρηται·
PG 12:1224Τὸ ὄνομα αὐτῶν ἐξήλειψας ἐκ βίβλου ζώντων, (οὐ γὰρ ἐν βίβλῳ ζώντων ἦν ἐγγεγραμμένα τὰ ἔθνη·) ἀλλ’ ἀκολούθως τοῖς κατ’ αὐτῶν χειρογράφοις, ἐν βίβλῳ ὀφειλόντων, ἢ βίβλῳ νεκρῶν, παρὰ τῷ τῆς ἀδικίας οἰκονόμῳ, ὡς εἰκὸς, ἀναγράφοντι νεκροὺς, καὶ ἀναγράφοντι εἰς γῆν. Ὁ γὰρ Σωτὴρ ἀναγράφει ἐν οὐρανοῖς τὰ ὀνόματα τῶν μαθητῶν. Τοῦ αὐτοῦ. Εἰ τὸ ὄνομα ἐνταῦθα τὴν κακὴν σημαίνει κατάστασιν, ἐξήλειψε δὲ τὸ τοῦ ἁμαρτωλοῦ ὄνομα, ἐξήλειψεν ἄρα τὴν χειρίστην αὐτοῦ κατάστασιν. Καὶ ἐλπισάτωσαν ἐπὶ σὲ οἱ γινώσκοντες τὸ ὄνομά σου, ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε, κ. τ. ἑ. Οἱ ἐκζητοῦντες τὸν Κύριον, καὶ οὐχ οἱ ἐγκαταλειφθέντες ὑπ’ αὐτοῦ, ἔγνωσαν τὸ ὄνομα αὐτοῦ. Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιὼν, κ. τ. ἑ. Ἐκεῖνος ψάλλει ὁ ἔχων ἐν ἑαυτῷ τὸν Χριστόν. Τοῦτο κατὰ τὴν παλαιὰν τῶν Ἰουδαίων δόξαν εἶπεν ὁ Προφήτης. Ὅμως ἐστὶ καὶ νοητὴ καὶ ἐπουράνιος Σιών. Καὶ ἐν πάσῃ δὲ ψυχῇ οὔσῃ Σιὼν, ἥτις ἑρμηνεύεται σκοπευτήριον, τὰ θεῖα διηνεκῶς σκοποῦσα καὶ φανταζομένη, οἰκεῖ ὁ Θεός. Ἐκζητεῖ καὶ τὰ αἵματα τῶν ἐθνῶν ἀπὸ τῶν ἀποκτεινάντων αὐτὰ, καὶ μιμνήσκεται αὐτῶν, ἀνιστὰς αὐτά.
PG 12:1225Οὐκοῦν τὸ, Ἀπώλετο τὸ μνημόσυνον αὐτοῦ μετ’ ἤχου, ἐπὶ τὰς ῥομφαίας μετενεχθήσεται. Ἐκείνων δὲ μέμνηται, ὧν ἐγένετο καταφυγή. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ, κ. τ. ἑ. Ποῖα ἐπιτηδεύματα; πάντα ἃ Χριστὸς τοῖς μαθηταῖς Ἰωάννου τοῦ Βαπτιστοῦ ἔλεγε· Πορευθέντες εἴπατε ἃ ἴδετε· τυφλοὶ ἀναβλέπουσι, χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται, νεκροὶ ἀνίστανται. Ταῦτα οὖν τὰ θεοπρεπῆ ἐπιτηδεύματα· καὶ οἱ ἀπόστολοι τοῖς ἔθνεσιν ἀνήγγειλαν· καὶ ὅτι διὰ θανάτου ἀθανασία, διὰ σταυροῦ σωτηρία, καὶ διὰ ταφῆς ἀνάστασις, καὶ νέκρωσις τοῦ νεκρώσαντος ἡμᾶς διαβόλου. Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου, ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιὼν, κ. τ. ἑ. Πύλαι θανάτου αἱ πρὸς θάνατον ἁμαρτίαι, ἀφ’ ὧν ὑψοῦται ὁ μηδὲ λογισάμενος αὐτὰς ἁμαρτεῖν, ὃς καὶ μόνος δύναται ἐξαγγέλλειν πάσας τὰς αἰνέσεις Κυρίου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιὼν, ταῖς ἀρεταῖς. Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ᾖ ἐποίησαν. Ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν συνελήφθη ὁ ποῦς αὐτῶν. Γινώσκεται Κύριος κρίματα ποιῶν, κ. τ. ἑ.
PG 12:1226Ἐνεπάγησαν ἔθνη, δηλαδὴ ὡς ἐν πηλῷ, τῷ σώματι, δι’ ἣν ἐποίησαν διαφθοράν· καὶ συνελήφθη ὁ ποῦς αὐτῶν, ὁ νοητὸς δηλονότι. Καὶ γινώσκεται Κύριος, ἐπεὶ, ὅταν αὐτοῖς τὸ κρῖμα γενηθήσεται, γνώσονται τὸν κρίνοντα ἐν δικαιοσύνῃ. Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, κ. τ. ἑ. Ὥσπερ ὁ παράδεισος τῶν δικαίων ἐστὶν οἰκητήριον, οὕτως ᾅδης τῶν ἁμαρτωλῶν κολαστήριον. Ἀποκλεισθήτωσαν, φησὶν, ὅπως μὴ ἴδωσιν Ἰησοῦ ψυχὴν καταβαίνουσαν καὶ ἀναβαίνουσαν, ἔνδον ἀπεστραμμένοι. Οἱ γὰρ προσδοκήσαντες αὐτὴν ὡσπερεὶ ἔξω ἔβλεπον καθειργμένοι ἐν ᾅδου, πρῶτον μὲν οἱ προφῆται, ἔπειτα οἱ λοιποὶ πάντες δίκαιοι· ἢ πρῶτον μὲν οἱ ἐν ἡμῖν ἁμαρτωλοὶ, εἶτα τὸ ἔθνη. Ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τὸν αἰῶνα, κ. τ. ἑ. Ὥσπερ τὸ πνεῦμα οὐ σβέννυται, οὕτως ἡ ὑπομονὴ οὐκ ἀπόλλυται. Ὁ γὰρ Κύριος τὸ πνεῦμά ἐστι· καί· Ἡ ὑπομονή μου Κύριος. Οὕτω καὶ ἐν Γαλάταις μορφοῦται Χριστὸς ἄμορφος ὤν. Ἐνταῦθα λέγεται καὶ κοιμᾶσθαι· Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς; Ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος, κ. τ. ἑ.
PG 12:1227Τῷ οὖν λέγοντι, Κραταίωμά μου, ἐρεῖς σὺ, ὅτι ὁ Θεός ἐστιν ἤδη ὁ κραταιούμενος ἅγιον, τῶν ἀνθρωπίνων αὐτοῦ λογισμῶν καὶ κινημάτων ἀναιρεθέντων. ΨΑΛΜΟΣ Ι. (Κατὰ Ἑβρ.) Ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν, κ. τ. ἑ. Ἀποκρίνεται ἄν τις πρὸς τὸν ἐπαπορήσαντα τὸ, Ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται· καὶ τὸ, Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν, λέγει Κύριος ἐν τοῖς προφήταις. Μὴ βοηθῶν τοῖς ἀδικουμένοις, δοκεῖς μὴ παρεῖναι τοῖς γινομένοις, δοκεῖς ἀλλὰ πόῤῥωθεν ἑστάναι καὶ μηδὲ ὁρᾷν· ὅπερ τοῖς μὲν πονηροῖς αὔξει τὴν πονηρίαν, τὸν δὲ σὸν πένητα ἐμπυρίζει καὶ ἀθυμίαις ἐμβάλλει. Ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ, κ. τ. ἑ. Πολλάκις ἁμαρτάνοντές τινες εὐθηνοῦσιν ἐν τῷ κόσμῳ. Τοῦτο γὰρ ἔφη καὶ ὁ Ἀπόστολος· Πονηροὶ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. Καὶ ἐν ἑτέρῳ ψαλμῷ ᾄδεται· Οὗτοι ἁμαρτωλοὶ καὶ εὐθηνοῦντες εἰς τὸν αἰῶνα κατέσχον πλούτους. Ἐπαινοῦνται οὖν ὑπό τε ἑαυτῶν ἁμαρτωλοὶ καὶ ἄδικοι καὶ παρὰ τῶν κολάκων καὶ παρασίτων αὐτῶν, καὶ εὐλογούμενοι πλέον κινοῦνται εἰς ἁμαρτίαν.
PG 12:1228Κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει, κ. τ. ἑ. Τίς; πότερον ὁ Κύριος, ἢ ἁμαρτωλός; καὶ μήποτε ὁ ἁμαρτωλός. Οὐ γὰρ ἐκζητεῖ περὶ ὀργῆς τοῦ Θεοῦ, οὐδ’ ὅτι πλῆθος ἁμαρτιῶν ἔχει. Διὸ καὶ κατὰ πλῆθος ἁμαρτάνει. Βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ, κ. τ. ἑ. Ὁ μὲν δίκαιος εὐλογεῖ τὸν Κύριον ἐν παντὶ καιρῷ· ὁ δὲ ἁμαρτωλὸς βεβηλοῖ τὰς ὁδοὺς αὐτοῦ ἐν παντὶ καιρῷ. Βεβηλοῦνται δὲ, ἀντὶ τοῦ, Τῇ κακίᾳ βυθίζονται. Πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει, κ. τ. ἑ. Τῶν πειρασμῶν οἱ μὲν τῷ σώματι προάγονται, οἱ δὲ ψυχῇ, οἱ δὲ τοῖς ἐκτός· καὶ οἱ μέν εἰσι πληγῶν καὶ στρεβλώσεων καὶ διωγμῶν καὶ φυλακῶν αἴτιοι· οἱ δέ εἰσιν ἀκάθαρτοι λογισμοὶ γεννῶντες ἁμαρτίαν καὶ δόγματα ψευδῆ· οἱ δὲ ζημίας ἔχουσι χρημάτων, ἀποβολὰς τέκνων, καὶ γυναικῶν ἀφαιρέσεις· καὶ δῆλον ἐκ τούτων, ὅτι ἐκυρίευσε παντὸς δικαίου ὁ Σατανᾶς. Εἰ γὰρ πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει ὁ Σατανᾶς, καὶ δίκαιοι πάντες αὐτοῦ ἐχθροί εἰσι, πάντων ἄρα κατακυριεύσει. Οὐ μὲν παντὶ δὲ δηλονότι πράγματι κυριεύσει, ἀλλ’ ἔν τινι· μόνος γὰρ ὁ Χριστὸς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδ’ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.
PG 12:1229Ἢ τάχα τὸ βούλημα αὐτοῦ τίθησιν ἡ θεία Γραφὴ, ὅπερ ἐστὶ εἰς πέρας ἀγαγεῖν τὸ οὐκ ἐνδεχόμενον· εἴ γε διελογίσαντο βουλὰς αἷς οὐ μὴ δύνωνται στῆναι. Καὶ γὰρ ἐν τῷ Ἰὼβ ψευδόμενος ὁ διάβολός φησι· Περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ’ οὐρανὸν, πάρειμι, καίτοι μηδὲν πείσας τῷ Ἰὼβ ἄτοπον πεπραχέναι. Τοῦ αὐτοῦ. Εἰ οἱ προκόπτοντες κατὰ μείωσιν κακίας προκόπτουσι, δίκαιοι λέγονται οἱ τελείαν ἕξιν τῆς δικαιοσύνης κτησάμενοι, καὶ οἱ ἀνεμποδίστως προκόπτοντες. Δίκαιος γὰρ, φησὶν, ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. Καὶ εἰ δίκαιος, πῶς κατήγορος; Καὶ εἰ κατήγορος, πάντως οὐ δίκαιος τέλειος. Καὶ γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Καλῶς οὖν λέγεται ὁ διάβολος πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύειν, οὐ τῶν τελείων δηλονότι, ἀλλὰ τῶν σπευδόντων ἐπὶ τὴν τελειότητα. Εἰ γὰρ μὴ ἦν μῖσος πρὸς τὸν Σατανᾶν καὶ ἀτελὲς καὶ τέλειον, οὐκ ἂν ἔλεγεν ὁ Δαυὶ̈δ· Τέλειον μῖσος ἐμίσουν αὐτούς· εἰς ἐχθροὺς ἐγένοντό μοι. Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει, καὶ πικρίας καὶ δόλου, κ. τ. ἑ. Τοῦ πονηροῦ τὸ στόμα οὐδὲν προσφέρει εὔχρηστον, ἀλλ’ ὅσα πόνον καὶ κόπον ἐμποιεῖ τοῖς δεχομένοις.
PG 12:1230Καὶ τὰ τῶν ἑτέρων στόματα γέμει ἀρᾶς τῶν κακολογούντων τὸν Δημιουργὸν, λοιδορίας τῶν λοιδόρων, πικρίας τῶν θυμικῶν, καὶ δόλου τῶν δολίων. Τοῦ αὐτοῦ. Ὁ τῆς ἁγιότητος ἐκπεσὼν, τῆς ἀληθείας καὶ εὐλογίας πόῤῥω ἑαυτὸν ἀπαγαγὼν, τὸ στόμα πεπληρωμένον ἀρᾶς ἔχει, δι’ ὧν λέγει πειρώμενος ὑπὸ κόλασιν καὶ ἀρὰν ποιεῖν τοὺς ἀπατωμένους. Ἔχει δὲ αὐτοῦ ὁ λόγος σὺν τῷ δολερῷ πολλὴν δεινότητα· διὸ σὺν τῇ ἀρᾷ καὶ πικρίας καὶ δόλου ὁ λόγος αὐτοῦ πεπλήρωται. Ἐγκάθηται ἐνέδρα μετὰ πλουσίων ἐν ἀποκρύφοις, κ. τ. ἑ. Ἐν μὲν τοῖς ἔχουσι πλοῦτον ἀγνωσίας καὶ ἀδικίας ὁ διάβολος ἐγκαθέζεται· ἐν δὲ τοῖς κεκτημένοις γνῶσιν καὶ ἀρετὴν αἱ ἅγιαι δυνάμεις ἐπαναπαύονται, ὧν σύμβολά ἐστι τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦντα ἐν τοῖς κλάδοις σινάπεως· ὃ σημαίνει τὴν ἐνυπάρχουσαν ἡμῖν κατὰ δύναμιν βασιλείαν οὐρανῶν. Ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχὸν, ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκῦσαι αὐτὸν, κ. τ. ἑ. Τούτῳ τῷ ῥητῷ χρηστέον πρὸς τοὺς πλουσίους. Βλέπεις, ὅτι σὺ πόνον καὶ θυμὸν κατανοεῖς, τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖράς σου, κ. τ. ἑ. Πόνους καὶ θυμοὺς ὁ Σατανᾶς ἐργαζόμενος, παραδίδωσι τὰς ψυχὰς εἰς κόλασιν τῷ κριτῇ.
PG 12:1231Σοὶ ἐγκαταλέλειπται ὁ πτωχὸς, ἀπὸ τῶν εἰς τοὺς κλήρους ἐρχομένων· διὸ τὰ μωρὰ τοῦ κόσμου ἐκλέγεται ὁ Θεός. Ὀρφανῷ σὺ ἦσθα βοηθός. Ὀρφανός ἐστιν ὁ ἀποβαλὼν τὸν πονηρὸν πατέρα. Ὑμεῖς γὰρ, φησὶν ὁ Σωτὴρ, ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ. Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ, κ. τ. ἑ. Εἰ ἡ συντριβὴ τοῦ βραχίονος ἀφανίζει τὰς ἁμαρτίας, τὸ δὲ ἀπαλλαγῆναι ἁμαρτιῶν εὐεργεσία, οὕτως ἐγὼ πείθομαι κολάζειν Θεόν. Βραχίονα δὲ λέγει τὴν πονηρὰ κατεργασαμένην ψυχήν. Ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ. Ἤτοι ζητουμένης τῆς ἁμαρτίας τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ, αὐτὸς οὐχ εὑρεθήσεται, ὅλος γενόμενος ἁμαρτία καὶ πονηρία· ἢ ἔσται ὅτε ζητηθήσεται αὐτοῦ ἡ ἁμαρτία, καὶ οὐχ εὑρεθήσεται, τῷ κεκαθάρθαι αὐτόν. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, κ. τ. ἑ. Δεῖ γὰρ τὸν Κύριον βασιλεύειν διὰ τῶν αἰώνων, ἄχρις ἂν θῇ πάντας τοὺς ἐχθροὺς αὑτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἡ γὰρ βασιλεία αὐτοῦ ἐστιν ἡ θεωρία πάντων τῶν γεγονότων καὶ γενησομένων αἰώνων, δι’ ἧς θεωρίας καὶ οἱ ἐχθροὶ φίλοι γίνονται.
PG 12:1232Ὃ μέν φησι, Ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐχ εὑρεθήσεται. Βασιλεύει δὲ εἰς τὸν αἰῶνα ὁ Κύριος· ἴδιον δὲ βασιλέων τὸ προνοεῖν τῶν ὑπὸ τὴν χεῖρα. Ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ. Γῆ Κυρίου ἡ θεωρία πάντων τῶν γεγονότων, ἣν καὶ βασιλείαν οὐρανῶν εἶναί φαμεν. Ἔθνη τὰ μὴ δεξάμενα τὸ σωτήριον κήρυγμα, ἀλλ’ εἰς πάντας κατατεμνόμενα. Ἀπολεῖσθε, ἔθνη, καθὸ ἔθνη ἐστέ. Ἓν γὰρ ἔθνος πᾶσα ἡ γῆ, ἐὰν ὁμονοῇ. Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσε Κύριος. κ. τ. ἑ. Τηνικαῦτα εἰσακούει τῆς ἐπιθυμίας ὁ Κύριος, ὁπηνίκα ἂν τὸ ἐπιθυμητὸν παράσχῃ τῇ ἐπιθυμούσῃ ψυχῇ. Ἐπιθυμοῦσι γὰρ συντριβῆναι τοῦ ἁμαρτωλοῦ τὸν βραχίονα καὶ τῆς αὐτοῦ τυραννίδος ἐλευθερωθῆναι. Ὃ καὶ γέγονεν. Ἐπιθυμία γὰρ διανοίας ἀγαθῆς ἐνεργής ἐστι προσευχὴ, ἣν ἰδὼν ὁ καρδιογνώστης ἐπλήρωσε. Οὐ πάσας ἐπιθυμίας χρὴ νομίζειν ἀκούεσθαι, ἀλλὰ τὰς ἀστείας. Τῇ ἑτοιμασίᾳ τῆς καρδίας αὐτῶν προσέσχε τὸ οὖς σου. Ἑτοιμότητι καρδίας μακαριζομένων πενήτων προσέχει τὸ οὖς τοῦ Κυρίου, οὐ προσέχει δὲ τοῖς ἀνετοίμοις. Τούτου, φησὶν, ἕκαστος ἐφίεται τῶν ἀδικουμένων.
PG 12:1233Εἰ γὰρ ἐν τῷ παρόντι γένηται παρὰ τοῦ Θεοῦ ἐκδίκησις τῶν ἀπεριστάτων καὶ ταπεινῶν, οὐδεὶς ἔτι μεγαλαυχήσει, ἀλλὰ καὶ οἱ ἀδικοῦντες παύσονται τοῦ κακῶς δρᾷν, καὶ οἱ ἀδικούμενοι τοῦ πάσχειν. ΨΑΛΜΟΣ Ι. Ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν, τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ, κ. τ. ἑ. Μὴ ἀρκούμενοι, φησὶ, τῇ ἑαυτῶν ἀπωλείᾳ οἱ ἁμαρτωλοὶ, ἀλλ’ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ, τοῖς τοῦ Θεοῦ πολεμοῦσιν ἀνθρώποις, καὶ κατατοξεύειν αὐτοὺς πειρῶνται τοῖς τῆς αὐτῶν κακίας ἰοῖς, καὶ τῷ βασκαίνειν αὐτῶν τῇ τοσαύτῃ τοῦ ἡγεμονικοῦ καθαρότητι, τὸ σκότος προβάλλονται κατ’ αὐτῶν, ὡς αἱ σηπίαι τὸ μέλαν. Καὶ ταῦτα δρῶσι, τὰς φυσικὰς καὶ κατὰ φύσιν ὀρθὰς καθελόντες ἐννοίας ἐξ ἑαυτῶν, ἃς δὴ Θεὸς κατηρτίσατο. Τοῦ αὐτοῦ. Τόξον ἐστὶν ἀκάθαρτος νοῦς. Ἐγὼ, φησὶν, ἐπὶ τῷ Κυρίῳ πέποιθα. Οἱ πολεμοῦντες ἁμαρτωλοί. Τίς ἂν οὖν δείσῃ καὶ φύγῃ Θεὸν ἔχων βοηθὸν, καὶ πολεμίους ἁμαρτωλούς; Ἡτοίμασαν βέλη εἰς φαρέτραν. Βέλος ἐστὶν ἐμπαθὴς λογισμὸς, φαρέτρα δὲ ἕξις χειρίστη λογισμῶν ἀκαθάρτων πεπληρωμένη.
PG 12:1234Ταῦτα ἐπὶ δαιμόνων πολεμούντων λαμβάνονται νοητῶς. Νοηθεῖεν δ’ ἂν καὶ αἰσθητῶς ἐπὶ αἰσθητῶν ἐχθρῶν. Ἐν σκοτομήνῃ. Σκοτομήνη ἐστὶν ἄγνοια ψυχῆς λογικῆς. Ἐν ἀσελήνῳ νυκτί φησιν αὐτοὺς ἐνεδρεύειν, δηλῶν τὸ λαθραῖον τῆς ἐπιβουλῆς. Εὐθεῖς δὲ τῇ καρδίᾳ ἑαυτὸν λέγει καὶ τοὺς μετ’ αὐτοῦ, οὐ κομπάζων, ἀλλ’ ἐμφαίνων τὴν ἑαυτοῦ ἔννοιαν, καὶ μηδὲν ἐργάσασθαι εἰς βλάβην τοῦ Σαούλ. Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· Κύριος, ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ. Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσι, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων, κ. τ. ἑ. Οἰκεῖ Θεὸς ἐν ἁγίᾳ καὶ οὐρανίῳ νοήσει, οὐρανίως βασιλεύων καὶ θεϊκῶς. Αἱ δὲ ἐποπτικαὶ αὐτοῦ δυνάμεις φρουροῦσι τὸν πένητα. Ὡς ἀγαθὸς δὲ βλεφάροις ἐξετάζει τὰ καθ’ ἡμᾶς, ἀλλ’ οὐκ ὀφθαλμοῖς, ὡς ἂν μὴ παρατηρούμενος αὐτῶν πάντα τὰ ἁμαρτήματα· τοῦτο γὰρ ἀνθρώποις ἀφόρητον. Ὀφθαλμοῖς δὲ βλέπει τὸν πένητα, δαψιλῆ τὴν εὐεργεσίαν ποιούμενος, κἂν εἷς ὁ πένης ὑπάρχῃ· τῶν δὲ πολλῶν τὰς κολάσεις συστέλλων, αἳ καὶ πολὺ τὸ κεκρυμμένον ἔχουσιν. Ἐν δὲ τῇ Θεοῦ ἐξετάσει παῤῥησία τῶν ἀγαθῶν γινομένων πολλή.
PG 12:1235Τῷ βήματι γὰρ αὐτοῦ φανερωθῆναι πάντας δεῖ, ἵνα κομίσηται ἕκαστος τὰ ἴδια τοῦ σώματος, ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν. Τοῦ αὐτοῦ. Γενώμεθα πένητες, ἵνα βλέπωσιν ἡμᾶς οἱ τοῦ Κυρίου ὀφθαλμοί. Εἰ δὲ οἱ πλούσιοι οὐκ εἰσὶ πένητες, οὐκ ἐπιβλέπει τοὺς πλουσίους ὁ Κύριος. Τοῖς ὀφθαλμοῖς βλέπει τὸν πένητα, δαψιλῆ τὴν εὐεργεσίαν ποιούμενος, κἂν εἷς ὁ πενόμενος τυγχάνει. Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ· ὁ δὲ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχὴν, κ. τ. ἑ. Διὸ πᾶς ὁ ἁμαρτάνων ὡς ἄν τις μισῶν ἐπιβουλεύει τῇ ἰδίᾳ ψυχῇ. Ὥσπερ οὖν ὁ πράττων τὸ δίκαιον αὑτὸν ἀγαπᾷ, ἑαυτόν τε καὶ τὸν πλησίον εὐεργετῶν, τῷ εἰς ἀρετὴν αὐτὸν ἄγειν ὡς ἑαυτόν. Ἀσεβῆ δὲ νῦν λέγει τὸν διὰ τὸ ἁμαρτάνειν καταφρονοῦντα Θεοῦ, ὃς καὶ κρίνεται μετὰ τοῦ δικαίου, ὡς πολλαχόθεν δῆλον, καὶ ἐκ τοῦ ἐν Γενέσει· Καὶ ἔσται δίκαιος ὡς ὁ ἀσεβής· ὁ γὰρ πάντη ἄθεος οὐκ ἀναστήσεται ἐν κρίσει. Τοῦ αὐτοῦ. Κἂν μὴ λέγῃ τις, ὅτι μισεῖ τὴν ἑαυτοῦ ψυχὴν, ἐλέγχεται διὰ τοῦ ἀδικίαν ἀγαπᾷν μισῶν αὐτήν· ὁμοίως δὲ καὶ ὁ ἀκολασίαν ἀγαπῶν, ἢ δειλίαν, ἢ ἀφροσύνην. Ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, κ. τ. ἑ.
PG 12:1237Ἵνα ὑπὸ τὰς ἑαυτοῦ παγίδας ποιήσας αὐτοὺς, καὶ λαβὼν ὑποχειρίους, οἰκονομήσῃ ὡς ἰδίους. Ὅτι δίκαιος Κύριος καὶ δικαιοσύνας ἠγάπησεν, κ. τ. ἑ. Δικαιοσύνας τοὺς δικαίους λέγει ἀπὸ τῆς πράξεως αὐτοὺς ὀνομάσας. Τοιοῦτον καί· Ἡ ἀγάπη οὐ περισσεύεται, ἀντὶ τοῦ, ὁ ἔχων τὴν ἀγάπην. ΨΑΛΜΟΣ ΙΑ. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, κ. τ. ἑ. Ἐκλείποντος ὁσίου, σωτηρίας δεῖται ὡς χαλεπώτερον περιγενόμενος. Ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. Εἰ οἱ μὲν ὅσιοι ἐκλελοίπασιν, αἱ δὲ ἀλήθειαι ὠλιγώθησαν, οὐκ ἐν μόνοις τοῖς ὁσίοις αἱ ἀλήθειαι, καὶ οὐκ ἐν τοῖς ἀληθέσιν ὁσιότης. Καὶ ἐπειδὴ οἱ ὅσιοι ἐκλελοίπασι, διὰ τοῦτο ὠλιγώθησαν αἱ ἀλήθειαι. Καὶ τάχα ἡ σπάνις τῶν ὁσίων αἰτία γέγονε τῶν πολλῶν τούτων αἱρέσεων. Μετὰ δόλου ἀλλήλοις προσδιαλέγονται, διὰ πονηρῶν χειλέων εἰς τὴν ἀλλήλων καρδίαν τὰ ψευδῆ παραπέμποντες· ὅτε δὲ περὶ γνῶσιν οὐκ ἀσχολούμεθα, ὀλιγοῦνται αἱ ἀλήθειαι. Μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, κ. τ. ἑ. Διὰ τοῦτο μήτε λόγον ἀργὸν εἰκῆ, μήτε βλάσφημον, ἢ ὅλως ἐπίληπτον προσάγωμεν τοῖς πλησίον.
PG 12:1238Χείλη δόλια ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ ἐλάλησαν. Ἐπειδὴ δόλια ἐνενόησαν, διὰ τοῦτο ἐλάλησαν ματαιότητας. Ἐξολοθρεύσαι Κύριος πάντα τὰ χείλη τὰ δόλια, καὶ γλῶσσαν μεγαλοῤῥήμονα, κ. τ. ἑ. Ὁ γὰρ Κύριος ἐξαφανίζων τὰ χείρονα, ἐξολοθρεύει αὐτὰ, ἵνα ἀνακύψῃ, ἀφανισθέντων τῶν ἐπισυμβεβηκότων, τὸ πρῶτον κτίσμα τοῦ Θεοῦ, ᾧ ἐπισυμβέβηκε τὰ χείρονα. Τὰ χείλη ἡμῶν παρ’ ἡμῶν ἐστι, τίς ἡμῶν Κύριός ἐστι; κ. τ. ἑ. Καὶ ὁ Φαραώ φησιν· Οὐκ οἶδα τὸν Κύριον, ὁμοίως τῷ φάσκοντι· Τίς ἡμῶν Κύριός ἐστι; Ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων, νῦν ἀναστήσομαι, λέγει Κύριος, κ. τ. ἑ. Ὡς ὁ Παῦλος ἔφη καὶ τὸ, Ταλαίπωρος ἐγὼ ἄνθρωπος· καὶ τὸ, Ὡς πτωχοὶ, πολλοὺς δὲ πλουτίζοντες· καὶ τὸ, Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ τὰ ἑξῆς· καὶ τὸ, Οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν. Τοῦ αὐτοῦ. Καὶ ἄλλως δὲ τῶν ἀλαζονευόντων στενάζουσιν οἱ πτωχοὶ τὴν τυραννίδα μὴ φέροντες. Διὸ φησὶν ὁ Κύριος· Ἀναστήσομαι, ὡς ἂν θῶ μου τὴν βουλὴν ἐν σωτηρίῳ.
PG 12:1239Παῤῥησιάσομαι ἐν αὐτῷ κατὰ τῶν ὑπερηφάνων, καὶ τῆς ταλαιπωρίας ἀπαλλάξω τοὺς πένητας, κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν ἀναστὰς καὶ πρὸς ἡμᾶς ἀφικόμενος, ὡς φανερωθῆναι σωτηρίαν τῶν ἔξω ταλαιπωρίας καὶ τοῦ στενάζειν γεγενημένων. Τοιγαροῦν ὁ Παῦλος εἰπών· Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; ἐπάγει· Εὐχαριστῶ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ. Ἐδήλωσε γὰρ, ὅτι Κύριος ὁ ῥυσόμενος τὸν ταλαιπωροῦντα. Διὸ εἶχε σῶμα θανάτου, ὁ καὶ νῦν λέγων· Νῦν ἀναστήσομαι. Φασὶ δὲ πτωχὸν τὸν ἐκπεσόντα πλούτου· πένητα δὲ τὸν ἐκ πόνου τὰ πρὸς τὸν βίον περιποιούμενον. Λέγει δὲ ἡ Γραφή· Πλούσιοι ἐπτώχευσαν, καὶ τό· Ἐπτωχεύσαμεν σφόδρα· καὶ περὶ τοῦ Σωτῆρος, ὃς ἐπτώχευσε δι’ ἡμᾶς πλούσιος ὢν, ἵνα ἡμεῖς πλουτήσωμεν τῇ αὐτοῦ πτωχείᾳ. Λέγει δὲ περὶ τοῦ στεναγμοῦ τῶν πενήτων, ὡς ἀεὶ στεναζόντων ἐπὶ τῷ πόνῳ. Τὸ δὲ, Θήσομαι ἐν σωτηρίῳ, δηλοῖ τὸ, Ὁρίσω καὶ ποιήσω· ὡς καὶ τὸ, Ὃν ἔθηκε κληρονόμον πάντων· ὁποῖον καὶ τὸ, Ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ πρῶτον ἀποστόλους, καὶ τὰ ἑξῆς· καὶ πρὸς τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας·
PG 12:1240Ὑμᾶς ἔθετο τὸ Πνεῦμα τὸ ἅγιον ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν, ὡρίσθαι καὶ πεποιῆσθαι σημαῖνον. Θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ, κ. τ. ἑ. Ὁ θησαυρίζων ἐν οὐρανῷ, τεθεὶς ἐν σωτηρίῳ, ταῦτά φησι· Παῤῥησιάσομαι ἐν αὐτῷ· ἡ γὰρ συνείδησις αὐτοῦ οὐ καταγινώσκει. Τὰ λόγια Κυρίου λόγια ἁγνά· ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως, κ. τ. ἑ. Κἂν καλὰ δὲ λόγια παρὰ τοῖς οὐκ ἐκ τῆς μερίδος τοῦ Χριστοῦ, οὐκ ἔστιν ἁγνὰ, ἅτε ψεύδεσι μυρίοις συμπεφυρμένα· τὰ δὲ τοῦ Κυρίου μόνα ἁγνά ἐστιν, οἷς οὐδὲν ψεῦδος ἀναμέμικται, καὶ οὕτως ἁγνὰ ὡς δεδοκιμασμένον καὶ διὰ χωνείας κεκαθαρμένον ἀργύριον· ὅθεν οὐδὲ ἀμφιβάλλειν χρὴ πρὸς τὰ παρ’ αὐτῶν σημαινόμενα. ΨΑΛΜΟΣ ΙΒ. Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; κ. τ. ἑ. Μήποτε ὡς πρὸς τὸ τέλος λέγει ἐπιλελῆσθαι αὐτοῦ τὸν Θεὸν, καὶ οὐχ ἁπλῶς ἐπιλελῆσθαι. Καὶ ἐν ἄλλῳ ψαλμῷ ἐπιλελησμένη ὠνόμασται. Ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ; Τοῦτο τὸ πρόσωπον οἱ ἄγγελοι βλέπουσι διαπαντός.
PG 12:1241Ὅταν γὰρ ἑαυτὸν ἐμφανίζῃ τῷ χωρητικῷ τῆς θέας τοῦ προςώπου αὐτοῦ ὁ Θεὸς, παύσεται ἀποστρέφων ἀπ’ αὐτοῦ, καὶ κρύπτων τὸ πρόσωπον ἑαυτοῦ· ὅπερ ἐποίει ποτὲ καὶ ἐπὶ Μωϋσέως, φειδόμενος αὐτοῦ, ἕως ἄνθρωπος ἦν. Ἀποστρέφει ὁ Θεὸς τὸ πρόσωπον αὐτοῦ κηδεμονικῶς, ὅταν ἀνάξια τῶν ἐντολῶν αὐτοῦ πράττωμεν. Ποιεῖ δὲ τοῦτο ἵνα ἡμᾶς ἐπισπάσηται. Ἢ ἐπεὶ πρόσωπον τοῦ Πατρὸς Υἱὸς, αἰτεῖ ταχύτερον αὐτοῦ γενέσθαι τὴν σάρκωσιν, τὸ τοιοῦτο ῥητὸν τέθεικεν. Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, κ. τ. ἑ. Βουλὰς τίθεταί τις πρῶτον πλείονας ἐν τῇ ψυχῇ αὐτοῦ, εἶτα ἐπὶ τέλει τὴν ἐπὶ πᾶσι μεγάλην βουλὴν τὴν τοῦ Θεοῦ, ἧς τὸ πνεῦμα ἐπανεπαύσατο ἐπὶ τὴν ἐξ Ἰεσσαὶ ῥάβδον. Φώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς θάνατον, κ. τ. ἑ. Φωτίσατε ἑαυτοῖς φῶς γνώσεως. Ὡς ἐν σκότει ταῖς συμφοραῖς περιέχομαι, καὶ εἰ μή μου τὸ τῆς ἀθυμίας ἀπελάσῃς σκότος, ἀλλ’ ὑπερθῇ τὴν βοήθειαν, εἰς θάνατον ὁ ὕπνος μεταβληθήσεται, τῆς λύπης παντελῶς τοῦ λογισμοῦ κρατησάσης. Μή ποτε εἴποι ὁ ἐχθρός μου· Ἴσχυσα πρὸς αὐτόν. Ὁσάκις ἁμαρτάνομεν, τοσαυτάκις λέγει τοῦτο ὁ ἐχθρός· Ἴσχυσα πρὸς αὐτόν.
PG 12:1242Οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ. Οἱ ἄγγελοι χαίρουσιν ἐπὶ τοῖς μετανοοῦσιν, οἱ δαίμονες ἐπὶ τοῖς ἁμαρτάνουσιν ἀγάλλονται. Οἱ μὲν γάρ τέ εἰσιν ἀρετῆς, οἱ δὲ κακίας ἐρασταί. Ἐν ἀγαλλιάσει ἔσονται καὶ εὐφροσύνῃ, ἐὰν μόνον ἴδωσί με τῆς εἰς σὲ ἐλπίδος ἐκπεπτωκότα καὶ ἀπελπίσαντα. Τοῦ αὐτοῦ. Κἂν μὴ παντελῶς πέσω, μόνον δὲ σαλευθῶ, οἱ θλίβοντές με ἀγαλλιάσονται, φησὶν ὁ Προφήτης. Καὶ ὡς ὁ Προφήτης φησὶν ἐν τῷ ἑβδομηκοστῷ δευτέρῳ ψαλμῷ· Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες. Τοῦ αὐτοῦ. Ἐπιχαίρουσι γὰρ πίπτουσι, λυπεῖσθαι δέον. Ὅπερ οὐ πείσομαι ἐλέει τῷ σῷ. Προςδοκῶ γάρ σου τὸ σωτήριον, ἐφ’ ᾧ τις εὐφραίνεται πεῖραν Θεοῦ σωτηρίας ἔχων. Δύναται δὲ καὶ προφητεία εἶναι περὶ Χριστοῦ· ἐλθὼν γὰρ ἐπὶ σωτηρίαν κόσμου, ἐφώτισέ τε καὶ καθεῖλε τὸν ὑπερηφάνως ἐπιχαίροντα τοῖς κλονουμένοις. Ἐπιβλέψας γὰρ ἐπεδήμησεν. Ὁ δὲ εὐπαθῶν ἐπινίκιον ὕμνον προσάγει λέγων· Ἄσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί με, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου, πραγματικῶς μαθὼν τὸ πρὸς τοὺς εὐχομένους καλῶς ὑπὸ τοῦ Κυρίου λεγόμενον· Ἔτι σου λαλοῦντος ἐρῶ·
PG 12:1243Ἰδοὺ πάρειμι. Λέγει τοῖς συνοῦσιν ὡς ὧν ἤθελεν ἔτυχε· διὸ καὶ ὑμνεῖ. Οὕτω δεῖ καὶ ἡμᾶς καθ’ ἑκάστην ᾄδειν εὐεργεσίαν τῇ θεωρίᾳ, καὶ τῷ ψάλλειν πρᾶξιν ἐπάγοντας. Ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα· ἀγαλλιάσεται ἡ καρδία μου ἐν τῷ σωτηρίῳ σου, κ. τ. ἑ. Ἐκεῖνοι μὲν ἐπιχαίροντες τῇ πτώσει μου προςδοκῶσιν ἀγαλλιασθῆναι· ἐγὼ δὲ ἐπὶ σοὶ καὶ τῷ ἐλέει τῷ σῷ ἤλπισα. Ἄσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί με, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου, κ. τ. ἑ. Ὁ εὐεργετηθεὶς ᾀδέτω, καὶ ὁ εὐθυμῶν ψαλλέτω. Φησὶ γάρ· Εὐθυμεῖ τις ἐν ἡμῖν; ψαλλέτω. Ἕξω καὶ εἰς τὸν ἑξῆς χρόνον ἀνεπίληστον ἐν τῇ ψυχῇ τῆς εὐεργεσίας τὸ μέγεθος. ΨΑΛΜΟΣ ΙΓ. Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι, κ. τ. ἑ. Εἰ ἐν τοῖς ἐπιτηδεύμασι διαφθείρονται, οὐχ ἡ φαύλη ἔννοια διαφθείρει τινὰ, ἀλλὰ τὸ ταύτης ἀποτέλεσμα ἡ κακία. Ἀπὸ διαθέσεως καρδιακῆς εἰπόντες μὴ εἶναι Θεὸν, ἀκολούθως λοιπὸν ὡς ἄθεοι ἐβίωσαν, καὶ τὸν βίον ἔσχον διεφθαρμένον καὶ πάσης ἀκαθαρσίας ἀνάπλεων. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, κ. τ. ἑ. Οἱ λέγοντες· Δοῦλοι ἀχρεῖοί ἐσμεν, δυνάμει λέγουσιν, Ἠχρειώθημεν.
PG 12:1244Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; κ. τ. ἑ. Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ. Εἰ δὲ ἐκ Σιὼν ἔρχεται ὁ Σωτὴρ, αὐτὸς δὲ ἐκ τοῦ Πατρὸς ἐξῆλθε καὶ ἧκεν, ἡ Σιὼν νῦν σύμβολόν ἐστι τοῦ Πατρός. Οὐ τὴν γενομένην σωτηρίαν τοῖς ἐπὶ Ἐζεχίου μόνον προσαγορεύει, ἀλλὰ καὶ τὴν πολλοῖς ὕστερον χρόνοις γενομένην ἐκεῖθεν τοῦ Σωτῆρος ἡμῶν σωτήριον ἐπιφάνειαν. Πάντων γὰρ ἐκκλινάντων, ἀναγκαίως ἔδει λοιπὸν παρεῖναι τὸν δυνάμενον ἀφεῖναι ἁμαρτίας καὶ σῶσαι. Ἐκ Σιὼν δὲ, ὅτι ἐκ σπέρματος Ἰσραὴλ, καὶ ὅτι ἐκ Σιὼν ἥξει ὁ ἐρχόμενος, ὡς γέγραπται. Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ. Αἰχμαλωσία ἐστὶν ἡ ἀπὸ γνώσεως καὶ ἀρετῆς ἐπὶ ἀγνωσίαν καὶ κακίαν ἀκούσιος μετάβασις. Ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ. Ἀγαλλιάσεται μὲν ὁ πραττικὴν ἀπάθειαν κτησάμενος· εὐφραίνεται δὲ ὁ γνωστικῆς θεωρίας καταξιωθείς. Τοῦ αὐτοῦ. Μυρίων ἐπὶ τῆς οἰκουμένης κυριευόντων κακῶν, τοῦ μόνου τὴν βοήθειαν ἐνεγκεῖν δυναμένου συναισθόμενον τὸ Πνεῦμα τὸ ἅγιόν φησι·
PG 12:1245Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; οὐ γὰρ Μωϋσῆς, οὐκ Ἠλίας, οὐχ Ἡσαί̈ας, οὐχ οἱ λοιποὶ τῶν προφητῶν ἐδεδώκεισαν· πάντα τοῦ νόμου τὰ ἔργα πρὸς τοιοῦτόν τι ἦν ἀσθενῆ. Ἀναγκαίου δὲ ὄντος τοῦ ἰατροῦ, τοῦ τὰ πάντα ἰᾶσθαι δυναμένου οὐ τέχνῃ καὶ οὐκ ἔργῳ, ἀλλὰ τῇ τοῦ λόγου δυνάμει, τοῦτον ἐλθεῖν προσεύχεται τὸ Πνεῦμα τὸ ἅγιον. Τοῦ αὐτοῦ. Ἐν τοῖς τῆς Παλαιᾶς τὸ σωτήριον καλεῖσθαι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν διδασκόμεθα, καὶ κυρίως τοῦ σωτηρίου τῷ ὀνόματι δι’ ἐπαγγελίας τοῖς ἔθνεσιν ἀπήγγελται· φησὶ γὰρ ὁ Ἡσαί̈ας· Καὶ ἀποκαλύψει Κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψονται πάντα ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ Θεοῦ ἡμῶν. Καὶ πάλιν ἐν Ψαλμοῖς εἴρηται· Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ. Καὶ πάλιν· Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν. ΨΑΛΜΟΣ ΙΔ. Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; καὶ τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου, κ. τ. ἑ.
PG 12:1246Πολλὰ παρῴκησεν ἡ ψυχή μου, ἀλλαχοῦ λέγει, διδάσκων, ὅτι πολλά τις παροικεῖ, ἕως οὗ ἔλθῃ εἰς τὸ ἅγιον ὄρος τοῦ Θεοῦ. Τοῦ αὐτοῦ. Ὄρος ἅγιόν ἐστιν ἡ γνῶσις τοῦ Χριστοῦ, ἥτις ἐστὶ θεωρία τῶν γεγονότων. Ὄρος ἅγιον τὴν Ἱερουσαλήμ φησιν. Οὕτω δὲ καὶ πυθόμενος δέχεται τὴν ἀπόκρισιν. Πορευόμενος ἄμωμος, καὶ ἐργαζόμενος δικαιοσύνην· λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ, κ. τ. ἑ. Τὸ, πορευόμενος ἄμωμος, ζηλώσεις νοήσας τὸ περὶ Ἀβραὰμ, καθάπερ ἐλάλησεν αὐτῷ Κύριος. Καὶ ἡμῖν γὰρ τὰ αὐτὰ ἐν ταῖς Γραφαῖς ἐλάλησεν ἁγίαις, καὶ ἐὰν νοήσαντες ποιήσωμεν, ἠκούσαμεν Θεοῦ, καὶ ἐπορεύθημεν καθάπερ ἐλάλησεν ἡμῖν. Καὶ ἐργαζόμενος δικαιοσύνην. Περικείμενος τούτῳ ἐρεῖς· Ἐργαζόμενος σωφροσύνην, ὁμοίως ἀνδρείαν, ὁμοίως φρόνησιν, ὁμοίως εὐσέβειαν, ὁμοίως σοφίαν, καὶ λοιπὰς ἀρετάς. Τοῦτο δέ ἐστι καὶ τὸ ἐργάζεσθαι τὴν ἑαυτοῦ γῆν, ἐπὶ τῷ πλησθῆναι ἄρτων. Κάϊν δὲ, δέον ἐργάζεσθαι δικαιοσύνην, ἤ τινα τῶν ἀρετῶν, ἢ τὴν ἑαυτοῦ γῆν, ὅδε εἰργάζετο τὴν γῆν οὐ τὴν ἑαυτοῦ. Τοῦ αὐτοῦ. Ὁ κατὰ τὸν ἐντὸς, φησὶν, ἄνθρωπον καὶ κατὰ τὸν ἐκτὸς ἀπηλλαγμένος πάσης κακίας καὶ μώμου παντὸς, πᾶσαν δὲ ἀρετὴν μετιών.
PG 12:1247Ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ, οὐδὲ ἐποίησε τῷ πλησίον αὐτοῦ κακὸν, κ. τ. ἑ. Ὡς καὶ οἱ διάκονοι τοῦ Σατανᾶ, ὅτε μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης. Καὶ οὐκ ἐποίησε τῷ πλησίον αὐτοῦ κακόν. Ἐὰν μὴ πάντες ἄνθρωποι ὦσι πλησίον, οὐκ ἀπαγορεύει ἡ λέξις ποιεῖν τοῖς μὴ πλησίον κακόν. Τὸ δ’ ὅμοιον καὶ ἐπὶ τοῦ, Ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ, καὶ οὐκ ἀθετῶν. Καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ. Ὁ ἀνεπιλήπτως βιοὺς ὀνειδισμοὺς οὐ λαμβάνει ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ· ὁ ἐν συμφορᾷ τοῦ πλησίον μὴ ἐπικερτομήσας, μηδὲ ἐπιχαρεὶς πτώματι ἀλλοτρίῳ, ἀλλὰ συναλγῶν· ἢ ὁ μὴ ὀνειδίσας τὸν ἔγγιστα, ὡς ὁ Φαρισαῖος τὸν τελώνην, ἢ ὁ μὴ ὀνειδισθεὶς ἐπὶ τοῖς ἔγγιστα, ὡς ὁ Ἠλεὶ ἐπὶ τοῖς τέκνοις, ἢ καὶ ἁπλῶς ὁ ἀνεπιλήπτως βιούς. ΨΑΛΜΟΣ ΙΕ. Φύλαξόν με, Κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα. Εἶπα τῷ Κυρίῳ· Κύριός μου εἶ σὺ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις, κ. τ. ἑ. Ὡς πολεμίων ἐπικειμένων λέγει· Φύλαξόν με. Ἰησοῦς δὲ ἐν τῷ προφήτῃ λέγει· Ὁ ἐπὶ τῷ Κυρίῳ ἐλπίζων καὶ ἐπὶ μηδενὶ ἄλλῳ, φυλάσσεται ὑπ’ αὐτοῦ. Οὐδεὶς δὲ ἁμαρτάνων δύναται ἐπαληθεῦσαι τῇ φωνῇ.
PG 12:1248Δοῦλος γὰρ ὢν ἧς ποιεῖ ἁμαρτίας, οὐ δύναται δουλεύειν Θεῷ. Ὁ δὲ τῷ πραττικῷ καὶ θεωρητῷ βίῳ στήσας στήλην βοᾷ· Εἶπα τῷ Κυρίῳ· Κύριός μου εἶ σύ· καὶ ἐκ τῶν σῶν δομάτων προσάγω σοι δῶρα, οὐχ ὡς ἐνδεεῖ. Οὐδεὶς γὰρ τῶν αἱρετικῶν τοῦτο λέγων ἀληθεύσει. Οὐ μόνον δὲ ἐπὶ τῶν αἰσθητῶς προσαγομένων, ἀλλὰ καὶ πνευματικῶς, προσενεκτέα ἡ φωνή. Κἂν γὰρ ἀρετὰς ἱερουργῶμεν· κἂν τὰ ἑαυτῶν σώματα διὰ παντελοῦς σωφροσύνης, ἴσμεν, ὅτι δέχεται τοῦτο ὁ Θεὸς οὐκ εἰς ἰδίαν ὠφέλειαν, ἀλλ’ ὅπως ἡμῖν δῷ τὰ ἐξ οὐρανοῦ ἀγαθὰ αἰτοῦσιν αὐτά. Τοῦ αὐτοῦ. Εἰ ἀγαθὰ πᾶσαι ἀρεταὶ, χρῄζει δὲ ἡ γνῶσις τῶν ἀρετῶν, πάντων ἄρα χρῄζει τῶν ἀγαθῶν ἡ γνῶσις. Καὶ μήποτε ἀγαθὰ εἴρηται τὰ μέσα, ὧν ἡ δικαία χρῆσις ἡμᾶς ἀγαθοὺς καὶ οὐ τὸν Θεὸν ἐργάζεται. Εἰ γὰρ τὰ ἀγαθὰ, φησὶν Ἰὼβ, ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ἐνταῦθα γὰρ ἀγαθὰ τὰ ὑπάρχοντα ὠνόμασεν, ἅπερ παρὰ τὴν χρῆσιν τὴν καλὴν γίνεται ἀγαθά. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσε πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς. Ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν, μετὰ ταῦτα ἐτάχυναν, κ. τ. ἑ.
PG 12:1249Ὁ ἁμαρτωλὸς ἔξω τῆς γῆς ἐστι τοῦ Θεοῦ, ᾧ οὐκ ἔδειξεν τὰ θαυμάσια. Ὁ Χριστὸς δὲ περὶ τῶν κατ’ αὐτὸν μεμορφωμένων τελείων ἐρεῖ· Πάντα τὰ θελήματά μου ἐν αὐτοῖς. Καὶ ἐπληθύνθησαν μὲν αἱ ἀσθένειαι τῶν ἀπὸ τῶν ἐθνῶν· ἐτάχυναν δὲ τῇ μετανοίᾳ μεταβάλλοντες. Ζητήσεις δὲ εἰ οὗτοι κατά τινα ἐκδοχὴν ἅγιοί ποτε ἦσαν ἐν τῇ γῇ τοῦ Θεοῦ οἰκοῦντες, πρὶν πληθυνθῆναι τὰς ἀνομίας αὐτῶν· ἤ τινες αὐτῶν ὁ Ἰσραήλ εἰσιν, ἐν οἷς ἦν ποτε τὰ θελήματα τοῦ Θεοῦ· ἢ οὕτως ἐν οὐρανῷ οἱ ἅγιοι τὸ πολίτευμα ἔχοντες ἐπὶ τῆς γῆς αὐτοῦ διατρίβουσιν, κἂν ἔτι ὦσιν ἐν ταύτῃ τῇ γῇ. Θελήματα δὲ Θεοῦ αἱ κατ’ εἶδος ἀρεταὶ, ὡς ἐν τῷ· Εὗρον Δαυὶ̈δ τὸν τοῦ Ἰεσσαὶ ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. Ταῦτα θαυμαστοῖ ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ τῶν λοιπῶν ἀνθρώπων ἄμεινον ἀσκοῦσι τὰς ἀρετάς· ἀσυγκρίτως γὰρ ὑπερέσχον κατὰ μὲν ἀνδρείαν ἀπόστολοί τε, προφῆται καὶ μάρτυρες, κατὰ δὲ σωφροσύνην Ἰωσὴφ καὶ Σωσάννα, καὶ κατὰ τὰς ἑτέρας ὁμοίως. Οὕτω δέ τις θαυμαστωθεὶς αἰσχύνεται τῆς ἰδίας ἀσθενείας, πολὺ τῆς θείας ἰσχύος ἀπολειπόμενος.
PG 12:1250Αἱ δὲ ἀσθένειαι, μέχρι τοῦ ἐννοῆσαι μόνον αὐτὰς παραμένουσαι, ταχέως ἀπίασι διὰ τὸ ἐνδυναμοῦσθαι τοὺς ἁγίους ὑπὸ Χριστοῦ λέγοντας· Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν. Οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων· οὐδὲ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου, κ. τ. ἑ. Ἄντικρυς μείζονος παρὰ τοὺς πολλοὺς αἱ φωναὶ, καὶ οὐκ ἄλλου ἢ Χριστοῦ· οὗτος γὰρ συνάγων οὐ συνάγει ἐξ αἱμάτων συναγωγὰς, οὐδὲ μέμνηται ὀνομάτων ἔτι ἐξ αἱμάτων. Ἢ οὕτως· Οὐχ ὡς Ἕλληνες καὶ οἱ Ἰουδαῖοι, κἀγὼ σπείσω τὰς σπονδὰς ἐξ αἱμάτων. Οὕτω γὰρ ἕτερος ἡρμήνευσεν· Οὐ σπείσω τὰς σπονδὰς αὐτῶν ἐξ αἱμάτων, ἀλλὰ παραδώσω καινὰ μυστήρια πᾶσι καὶ θυσίαν ἀναίμακτον· ἀλλ’ οὐδὲ μνησθήσομαι τῶν παλαιῶν ὀνομάτων αὐτῶν· ἐλέγοντο γὰρ βέβηλοι καὶ εἰδωλοθύται· ἀλλὰ δώσω αὐτοῖς ἀκούειν οἱ εὐσεβεῖς καὶ ἅγιοι. Ἢ καὶ οὕτως·
PG 12:1251Οὐ καθάπαξ λέγει μὴ συνάξειν τὰς συναγωγὰς αὐτῶν, ἀλλ’ ἐξ αἱμάτων· οὐδὲ μὴ μνησθῆναι τῶν ὀνομάτων αὐτῶν ἀπολελυμένως, ἀλλ’ ἢ διὰ χειλέων. Μή ποτ’ οὖν ἐπεί εἰσί τινες συνάγοντες συναγωγὰς ἐξ αἱμάτων ἐκχέοντες αὐτὰ διὰ τοῦ βλάπτειν τοὺς συναγομένους, αὐτὸς ὠφελῶν, μᾶλλον δὲ ζωοποιῶν τοὺς προκαλουμένους, οὐκ ἐξ αἱμάτων, ἀλλ’ ἐκ τῆς ἀθανασίας συνάγει αὐτοὺς, τῶν προσηγοριῶν αὐτῶν μεμνημένος οὐκ ἐξ ἐπιπολῆς, ἀλλ’ ἐκ διαθέσεως βάθος ἐχούσης, καὶ οὐ προφορᾷ, ἀλλὰ βαθείᾳ νοήσει. Ἤ· Εἰ καὶ πολλοὶ ἀπεκτάνθησαν ἅγιοι, ἀλλὰ οὐκ ἐν τούτων τοῖς αἵμασιν αἱ συναγωγαὶ, ἀλλὰ τῷ ἑνὶ Χριστοῦ τοῦ ἀμνοῦ. Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου· σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοὶ, κ. τ. ἑ. Κληρονομία φύσεως λογικῆς ἐστιν ἡ θεωρία τῶν γεγονότων καὶ τῶν γενησομένων αἰώνων· κληρονομία δὲ Χριστοῦ ἡ γνῶσις τοῦ Θεοῦ. Ὡς ἀρχιερεὺς ταῦτά φησιν ὁ Χριστὸς, οὗ μερὶς Κύριος. Εἰ μερὶς ποτηρίου Κύριος, ἢ οὗτινος ὁ Κύριος, Χριστοῦ μερὶς μὲν τῆς κληρονομίας ὁ Πατὴρ, ἡ μείνασα αὐτῷ· λοιπὸν δὲ τῆς κληρονομίας ὁ ἀποκαθιστάμενος αὐτῷ λαὸς ἀπὸ τοῦ Θεοῦ.
PG 12:1252Δύναται δὲ περὶ τοῦ Πατρὸς ἀμφότερα λέγεσθαι, καὶ τὸ εἶναι αὐτὸν ἀποκαθιστάντα κληρονομίαν ἑαυτῷ μετὰ τὴν κένωσιν. Ἤ· Ὑπερβὰς διαθέσει τὸν κόσμον, τίνα σχῇς μερίδα πλὴν τοῦ Κυρίου; Τοῦ γὰρ πᾶσιν ἀποτασσομένου τὸ λέγειν· Μερίς μου ὁ Θεὸς εἰς τὸν αἰῶνα. Γίνεται δὲ καὶ ἄρτος ὁ Κύριος, παρέχων διδασκαλίαν, καὶ στηρίζων τοῦ ἐσθίοντος τὴν καρδίαν· ποτήριον δὲ κατὰ θεωρίαν τῆς ἀληθείας, παρέχον εὐφροσύνην τῆς γνώσεως τῷ διὰ συγκαταθέσεως πίνοντι. Χορηγεῖ δὲ τοῦτο ἄμπελος ἡ ἀληθινὴ, ὡς τὸν πιόντα λέγειν χαριστηρίως· Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου. Σχοινία ἐπέπεσάν μοι ἐν τοῖς καλλίστοις, καὶ γὰρ ἡ κληρονομία μου καλλίστη μοι ἐστὶν, κ. τ. ἑ. Εἰ τὸ σχοινίον μέτρον ἐστὶ, πῶς γέγραπται ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ· Οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ πνεῦμα· καὶ τὸ, Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου; Ἢ τάχα τὸ μέτρον οὐ πρὸς αὐτὴν τὴν γνῶσιν ὀνομάζεται, ἀλλὰ παρὰ τὸν ὑποδεχόμενον, τῷ μὴ εἶναι αὐτὸν μείζονος δεκτικόν. Καὶ γὰρ ὁ ὑετὸς αὐτὸς μὲν ἄμετρός ἐστι, μετρεῖται δὲ ἐν τοῖς ὑποδεχομένοις αὐτὸν ἀγγείοις.
PG 12:1253Ἐκληροδοτήθη δέ μοι, φησὶν, ὥσπερ ἐκ μέτρου γῆ ᾗ καὶ ἀρκοῦμαι, καὶ διὰ τῶν καλλίστων μου, τοῦ τε Ἰησοῦ καὶ τοῦ Χάλεβ. Τοῦ αὐτοῦ. Οὕτως ἐγενήθη σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. Εὐδοκῶν δὲ τῇ ἰδίᾳ κληρονομίᾳ, ὡς κρατίστῃ, ταῦτά φησι. Εὐλογήσω τὸν Κύριον τὸν συνετίσαντά με· ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου, κ. τ. ἑ. Εὐλογεῖ τις τὸν Κύριον φαντασίας ἐγγενομένης τῷ νῷ. Ἀπὸ προσώπου γὰρ αὐτοῦ γνῶσις καὶ σύνεσις. Οὕτω τὸν τὰς ἐντολὰς τηροῦντα συνετίζει ὁ Κύριος. Περὶ νεφρῶν δὲ λέγει, τῶν σὺν τῇ καρδίᾳ ὀνομαζομένων ἐν τῷ· Ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός. Οὗτοι, τελειωθέντες διὰ νοήσεως, παιδεύουσι τὸν ἐφιστάνοντα, φῶς παρέχοντες γνώσεως, μέχρι λυθῇ τῆς ἀγνοίας ἡ νύξ. Εἰ δὲ δηλοῖ καὶ τὰ βαθύτερα τῶν νοημάτων ἡ νὺξ, καθὸ λόγος εἴρηται σκοτεινὸς ὁ μυστικὸς, φανερὸν, ὅτι ἕως ταύτης παιδεύουσι τῆς νυκτὸς οἱ νεφροὶ, τὰ ἀπόκρυφα καὶ αἰνιγματώδη σαφηνίζοντες. Μετείληπται δὲ ἀπὸ τῶν νεφρῶν, ἐν οἷς γοναὶ καὶ σπερματικαὶ δυνάμεις συνίστανται, τοῖς γεννητικοῖς χορηγοῦσαι πόροις.
PG 12:1254Κἀν τῇ ψυχῇ τοίνυν ἐστὶ νοήματά τινα τοῖς σπέρμασιν ἀνάλογα, κατὰ τὰ ἔνδον γεννήματα ἐν ἀγαθαῖς πράξεσι καὶ θεωρίαις ἀληθιναῖς. Καὶ οἱ αἰσθητοὶ δὲ νεφροὶ παιδεύουσι τὸν ἄκραν ἔχοντα σωφροσύνην, ἕως καὶ τῆς νυκτὸς ἐπεχόμενοι σώφρονος λογισμοῦ τὰς σωματικὰς ἐκρεῖν γονάς. Διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου, καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, κ. τ. ἑ. Ἀντὶ τοῦ, ὁ νοῦς μου. Ἔθος γὰρ τῇ θείᾳ Γραφῇ ἀντὶ τοῦ νοῦ τὴν καρδίαν λαμβάνειν, κατὰ τὸ, Καρδίᾳ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. Νοῦς δέ ἐστιν ὁ πιστεύων, ὅστις καὶ ῥήματα διακρίνει κατὰ τὸν Ἰώβ. Γλῶσσαν δὲ νῦν τὸ χάρισμα τοῦ ἁγίου Πνεύματος λέγει. Δόξα γάρ μου, φησὶ, καὶ ὑψῶν τὴν κεφαλήν μου πρὸς τὸν Κύριον. Ὁ δὲ Κύριος τὸ πνεῦμά ἐστι κατὰ τὸν Ἀπόστολον. Ηὐφράνθην, φησὶ, τῇ ἐλπίδι τῆς μετὰ τρίτην ἡμέραν ἀναστάσεως. Ἀγάλλεται γὰρ ἡ γλῶσσα ὡς ἔμψυχος καὶ χαίρεται λέγουσα, καὶ ἑτέρους ποιεῖ ἀγάλλεσθαι. Ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ’ ἐλπίδι. Ἡ σάρξ μου, ἀντὶ τοῦ, ἡ ἐμψύχωσίς μου. Οὕτω καὶ Ἰώβ φησι· Σάρκα με καὶ κρέας ἐνέδυσας. Οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθορὰν, κ. τ. ἑ.
PG 12:1255Τοῦτο Πέτρος ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων εἰς Χριστὸν λαμβάνει. Φθορὰν ὁ Χριστὸς τῷ σώματι κατεδέξατο, καθὼς καὶ ὁ Μελῳδός φησι, φθορὰν θανάτου καταδεξάμενος. Διαφθορᾶς ἐτήρησας τὸ σῶμά σου ἄγευστον. Οὐ μὴν διαφθορὰν ἢ καταφθορὰν ὑπέστη. Ἔστι δὲ φθορὰ μὲν πληγαὶ καὶ τρώσεις, διαφθορὰ δὲ τὸ δῆσαι κατ’ αὐτὸν τὸ σῶμα διαῤῥυῆναί τε καὶ εἰς ἕκαστον τῶν στοιχείων ἐξ ὧν ἐστιν, ἀποπεμφθῆναι· καταφθορὰ δὲ τὸ παθεῖν φύσιν ὑπὸ φύσεως, ὡς ἔριον ὑπὸ σητὸς, σάρκα, σῖτον καὶ ξύλον ὑπὸ σκωλήκων. ΨΑΛΜΟΣ Ι. Εἰσάκουσον, Κύριε, τῆς δικαιοσύνης μου, πρόσχες τῇ δεήσει μου. Ἐνώτισαι τὴν προσευχήν μου οὐκ ἐν χείλεσι δολίοις, κ. τ. ἑ. Πᾶς ὁ δίκαιος δοῦλος δικαιοσύνης ἐστίν· ὁ δὲ Θεὸς μόνος δίκαιος Δεσπότης δικαιοσύνης. Ὁ Δαυὶ̈δ οὖν, συνειδὼς ἑαυτὸν καθαρεύειν ἀπὸ παντὸς δόλου, μετὰ τῆς πρὸς Θεὸν παῤῥησίας ταῦτα λέγει εὐχόμενος. Ἐκ προσώπου σου τὸ κρῖμα μου ἐξέλθοι, κ. τ. ἑ. Εἰ πᾶσαν τὴν κρίσιν δέδωκεν ὁ Πατὴρ τῷ Υἱῷ, ἐκ προσώπου δὲ αὐτοῦ τὸ κρῖμα ἐξέρχεται, ἐκ τοῦ Υἱοῦ ἄρα· εἰκὼν γάρ ἐστι τοῦ Πατρὸς ὁ Χριστός. Τοῦ αὐτοῦ.
PG 12:1256Ἐπείπερ ὁ πιστεύων εἰς ἐμὲ, φησὶν ὁ Κύριος, οὐ κρίνεται, τοῦ πιστεύοντος τὸ κρῖμα ἐξέρχεται ἐκ προσώπου τοῦ Θεοῦ. Οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας, κ. τ. ἑ. Περὶ τῆς ἀποκαταστάσεως τοῦ παντὸς εὔχεται, ἵνα μηκέτι ᾖ σκολιότης, πλαγίως τοῖς ἁμαρτάνουσι πορευομένου τοῦ Θεοῦ. Ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός· ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία. Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων· διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληρὰς, κ. τ. ἑ. Σημειωτέον τὸ, ἐπεσκέψω, οὐκ ἐπὶ κολάσεων κείμενον. Πάλιν ἰστέον, ὅτι ἐναντίως ὁ διάβολος πυροῖ τῷ Θεῷ. Θεὸς δὲ πυρῶν, ἤτοι τὴν προϋπάρχουσαν εὑρίσκει ἀδικίαν, ἢ ἐπεὶ οὐ προϋπάρχει, οὐχ εὑρίσκει. Τὰ ἔργα τῶν ἀνθρώπων ἀντὶ τοῦ περὶ τῶν ἔργων τῶν ἀνθρώπων. Ἢ ἔργα τῶν ἀνθρώπων εἰσὶν οἱ μὴ θεῖοι λόγοι, οὓς ἄνθρωποι ταῖς ἰδίαις ἐπινοίαις εἰργάσαντο. Τοῦ αὐτοῦ. Νύκτα τὴν θλίψιν λέγει, ἐν ᾗ σκοτίζεται ἡ ψυχή. Δοκιμάζεταί τις γενναίως ὑπομένων τὰ δυσχερῆ. Νύκτα δὲ ὠνόμασε τὰ δυσχερῆ διὰ τὸ ἐξ ἀθυμίας σκότος.
PG 12:1257Ἢ νυκτὸς ἐμνήσθη, ἐπειδὴ ἐν νυκτὶ καθεύδοντα ἑλὼν ὑποχείριον τὸν Σαοὺλ περιέσωσεν, οὐ μόνον αὐτὸς οὐκ ἀνελὼν, ἀλλὰ καὶ τοὺς ἀνελεῖν βουλομένους κωλύσας. Τοῦ αὐτοῦ. Εἰσέλθετε διὰ τῆς στενῆς πύλης καὶ τεθλιμμένης ὁδοῦ, τουτέστι τῆς πραττικῆς, ἥτις, εἰ καὶ νῦν ὀδύνης καὶ οὐ χαρᾶς, ἀλλ’ ὕστερον καρπῶν δικαιοσύνης γίνεται πρόξενος τοῖς δι’ αὐτῆς γεγυμνασμένοις. Ἐγὼ ἐκέκραξα, ὅτι ἐπήκουσάς μου, ὁ Θεός. Κλῖνον τὸ οὖς σου ἐμοὶ, καὶ εἰσάκουσον τῶν ῥημάτων μου. Θαυμάστωσον τὰ ἐλέη σου, ὁ σώζων τοὺς ἐλπίζοντας ἐπὶ σὲ, κ. τ. ἑ. Ὥσπερ ἐπακουσθέντες πρὶν εὔξασθαι εὐχόμενοι κεκράγαμεν. Ἢ εἰ καλὸν τὸ κεκραγέναι μὴ μικρὰ καὶ εὐκαταφρόνητα λέγειν, ἀλλὰ μεγάλα εὐξάμενοι καὶ ἐπιτυχόντες, κεκράγαμεν ὅτε οὕτω κεκράγαμεν. Πολλοὶ δὲ ἔλεοι γίνονται Θεοῦ, διὰ τὸ ἀκολουθίᾳ τινὶ ἀνθρωπίνῃ συμβαίνειν, οὐ θαυμαστούμενοι ὑπὸ τοῦ ποιοῦντος αὐτούς. Ὀλίγοι δέ εἰσιν οἱ θαυμαστούμενοι, ὅτε ἐκ τοῦ παραδόξου καὶ τεραστίως γίνονται· οἷον ἔστωσαν οἱ ἐλεούμενοι, οἱ πυρετῶν καὶ λέπρας ἐλευθερούμενοι.
PG 12:1258Οὗτοι δὲ εἰ μὲν ὁδῷ ἰατρικῆς θεραπεύοιντο, ἐλεήθησαν μὲν ὑπὸ Θεοῦ, οὐ μὲν θαυμαστοῦντος τοὺς ἐλέους ἑαυτοῦ αὐτοῖς· εἰ δὲ μεθ’ ἁφῆς Ἰησοῦ ἐπιτιμῶντος τῷ πυρετῷ (ὡς παραχρῆμα δύνασθαι ἀποδιδόναι ὑγιαινόντων καὶ εὐεκτούντων ἐνεργείας), ἢ ἁπτομένου καὶ λέγοντος· Θέλω, καθαρίσθητι, ἀπαλλάττοιντο τῆς λέπρας, ὡς θαυμαστοῦντος τοῦ Θεοῦ τοὺς ἑαυτοῦ ἐλέους ἐπὶ τοὺς τοιούτους. Ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου φύλαξόν με ὡς κόρην ὀφθαλμοῦ, κ. τ. ἑ. Ὁ ἀνθεστηκὼς Χριστῷ, ἀνθέστηκε τῇ δεξιᾷ τοῦ Θεοῦ. Εἰ δέ ἐστι καλῶς ἀριστερᾷ ἀνθεστηκέναι ζητήσεις. Ὁ δὲ διορατικώτατος, ὡς κόρη ὢν ὀφθαλμοῦ τοῦ ἐν τῷ ὅλῳ Χριστοῦ σώματι, τοῦτο ἐρεῖ· οὗ ἅπτεσθαί ἐστι τῆς κόρης τοῦ ὀφθαλμοῦ ἅπτεσθαι. Ὁρῶν δέ τις τὸ πλῆθος τῶν ἀνθεστηκότων τῷ τῆς ψυχῆς ὀφθαλμῷ, προστρεχέτω τῷ Θεῷ, ἐκ τῶν πεμπομένων οἱονεὶ βελῶν καθάπερ ὅπλῳ τῇ θείᾳ σκέπῃ ῥυσθῆναι δεόμενος, ἵνα μὴ ταλαίπωρον αὐτὸν ἀπεργάσωνται. Ἐπεὶ δὲ δεξιὰ Κυρίου ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, ἀνθίστανται δὲ ταύτῃ ἐχθροὶ νοητοί τε καὶ ἀόρατοι, ἀφ’ ὧν ἀβλαβῆ διαμένειν αἰτεῖ τὸν ἴδιον νοῦν, ἀνδρὸς δὲ ἡ φωνὴ πεφωτισμένου τοὺς τῆς ψυχῆς ὀφθαλμούς.
PG 12:1259Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με, ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με, κ. τ. ἑ. Ὁ δίκαιος ἀπὸ τῶν ἀσεβῶν ταλαιπωρίζεται καὶ ταλανίζεται, ἔσθ’ ὅτε καὶ ὡς ἀνόητος ἐλεούμενος· ἀλλὰ τότε ἐν τῇ σκέπῃ τῶν πτερύγων τοῦ Θεοῦ ὁ ἄξιος σκεπάζεται, ἵνα μὴ σεισθῇ ἀπὸ τοῦ ταλανίζεσθαι. Οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον. Τὸ στέαρ αὐτῶν συνέκλεισαν· τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηφανίαν, κ. τ. ἑ. Ὅταν αἰσθανώμεθα διαλογισμῶν χειρόνων περιεχόντων τὴν ψυχὴν ἡμῶν, τότε λέγομεν· Οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον· ἐὰν δὲ παχύνωσιν ἡμῶν τὸ διανοητικὸν, τὸ στέαρ αὐτῶν συνέκλεισαν. Πολιορκίαν δὲ ἐμφαίνει καὶ τῶν ἐχθρῶν τὴν ὠμότητα, συγκλεισάντων τὸ στέαρ αὐτῶν διὰ τὴν πρὸς τὴν ὕλην προςπάθειαν. Ὅλοι γὰρ δι’ ὅλου σάρκινοι τυγχάνουσι. Τοῦ αὐτοῦ. Στέαρ μὲν νοητὸν ἡ ἐκ τῆς κακίας ἐπισυμβαίνουσα τῷ ἡγεμονικῷ παχύτης. Στέαρ δοκεῖ μοι λέγειν τὴν εὔνοιαν καὶ φιλαδελφίαν· καί φησιν, ὅτι πᾶσαν φυσικὴν ἀπέκλεισαν εὐσπλαγχνίαν, οὐδεμίαν χώραν τῆς φιλαδελφίας λογισμοῖς δεδωκότες. Τινὲς μέντοι τὸ στέαρ εὐημερίαν καὶ εὐεξίαν ὠνόμασαν.
PG 12:1260Ἐκβαλόντες με νυνὶ περιεκύκλωσάν με, τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ, κ. τ. ἑ. Ἔνδον ὄντας οὐ περικυκλοῦσιν οἱ ἐχθροὶ, οὐ γὰρ δύνανται, ἀλλ’ ὅταν ἔσωθεν ἐκβάλωσιν. Καὶ ἔθεντο, φησὶν, ἑαυτῶν τοὺς ὀφθαλμοὺς εἰς τὸ ἐμὲ ἐκκλῖναι ἀπ’ οὐρανοῦ ἐν τῇ γῇ, τουτέστιν ἐν τῇ ὕλῃ. Ἐπὶ βλάβῃ δὲ περικυκλοῦσιν ἀπολέσαι οἱ ζητοῦντες τὸ πρὸς γῆν ὁρᾷν καὶ σκοπεῖν μόνα τὰ πρόσκαιρα, ἐκκλίνουσι δὲ παρανομοῦντες τὴν εὐθεῖαν ὁδὸν καὶ μὴ βουλόμενοι. Τοῦ αὐτοῦ. Τοῦτον κυκλοῦσιν οἱ δαίμονες ὃν ἐκβάλλουσι τῆς ἀρετῆς· διὸ καλῶς λέγεται τό· Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς· καὶ τό· Μὴ δῶτε τόπον τῷ πονηρῷ· ὡσεὶ ἔλεγεν· Ἐὰν πνεῦμα πορνείας ἀναβῇ ἐπὶ σὲ, σωφροσύνην σου μὴ ἀφῇς· καὶ πνεῦμα μίσους ἀναβῇ ἐπὶ σὲ, ἀγάπην σου μὴ ἀφῇς. Πλὴν προσεκτέον πότερον ὁ ἀπὸ πασῶν τῶν ἀρετῶν ἐκπεσὼν κυκλοῦται, ἢ ἀπὸ πολλῶν, ἢ ἀπὸ μιᾶς. Καὶ ἐὰν μὲν ἀντακολουθοῦσιν ἀλλήλαις αἱ κακίαι ὥσπερ καὶ ἀρεταὶ, ὁ ἀπὸ μιᾶς ἐκπεσὼν ἀρετῆς κυκλοῦται· ἐὰν δὲ μὴ ἀντακολουθοῦσιν ἀλλήλαις αἱ κακίαι, οὐχ ὁ ἀπὸ μιᾶς ἐκβληθεὶς ἀρετῆς κυκλοῦται, ἀλλ’ ὁ ἀπὸ πασῶν.
PG 12:1261Ἢ τάχα ἧστινός τις ἀρετῆς ἐκπίπτει, ὑπὸ τῆς ἀντικειμένης ταύτῃ κακίας κυκλοῦται. Ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν, καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις, κ. τ. ἑ. Ἐν ἀποκρύφοις γὰρ καὶ ἀπροοράτοις ἡμῖν ποιοῦνται τὰς καθ’ ἡμῶν ἐνέδρας ὡς σκύμνος οἱ ἐχθροί. Τοῦ αὐτοῦ. Διὰ τοῦ ἀκαθάρτου λογισμοῦ ὑπολαμβάνει τὸν νοῦν ἡμῶν ὁ ἀντικείμενος ἡμῖν λέων. Τὸ λογικὸν τῆς φύσεως ἀποῤῥίψαντες θηρία μιμοῦνται τροφῆς ἐφιέμενα, καὶ ταύτην περισκοποῦντα καὶ ἐξαπίνης ὁρμῶντα. Ἀνάστηθι, Κύριε, πρόφθασον αὐτοὺς, καὶ ὑποσκέλισον αὐτοὺς ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς, ῥομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χειρός σου, κ. τ. ἑ. Τὴν ῥομφαίαν τοῦ Θεοῦ ἔσθ’ ὅτε οἱ ἐχθροὶ τῆς χειρὸς αὐτοῦ ἀναλαμβάνουσι καθ’ ἡμῶν. Ταύτην οὖν ῥυσθῆναι καὶ ἀρθῆναι ἀπὸ τῶν ἐχθρῶν εὔχεται τῷ Θεῷ. Τοῦ αὐτοῦ. Ὥσπερ Ἰὼβ τὴν πλήξασαν αὐτὸν δύναμιν χεῖρα λέγει Θεοῦ· Μή με στροβείτω γὰρ, φησὶν, ἡ χείρ σου· οὕτω καὶ τοὺς ἐχθροὺς τῆς εὐεργετικῆς χειρὸς τοῦ Θεοῦ, ῥομφαίαν ὁ Δαυὶ̈δ καλεῖ τοῦ Θεοῦ.
PG 12:1262Εὐεργετικὴ δὲ χεὶρ οἱ ἅγιοι ἄγγελοι, δι’ ὧν ὁ Θεὸς προνοεῖται τοῦ κόσμου, οἷς ἀντίκεινται δαίμονες, οἱ μὴ βουλόμενοι πάντα ἄνθρωπον εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Χεὶρ Θεοῦ ὁ μονογενὴς Υἱός· ῥομφαία δὲ ἡ ἰσχὺς, ἡ δύναμις, ἡ ἐξουσία. Ἑκάστη ψυχὴ δικαία ἕλκουσα τοὺς ἁμαρτωλοὺς ἐξ ἀσεβείας εἰς θεοσέβειαν, ῥομφαία ἐστὶ Θεοῦ ἠκονημένη κατὰ τῶν πνευμάτων τῆς πονηρίας. Ταύτην οὖν τὴν ῥομφαίαν σου ῥῦσαι ἀπὸ ἐχθρῶν σου τῶν ἀνθισταμένων τῇ εἰς τὸν Μονογενῆ πίστει. Κύριε, ἀπὸ ὀλίγων ἀπὸ γῆς διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν, καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν, κ. τ. ἑ. Διαμέρισον, ἵνα μὴ ὁμονοῶσι. Καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν. Ὅταν οἱ ἐχθροὶ τοῦ Εὐαγγελίου φιλοσοφοῦντες μεγάλα καὶ ἐπιτετευγμένα λέγωσι δόγματά ποτε, ἐρεῖς τῷ Θεῷ· Τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν, ἅτινα τάχα ἀναφέρουσιν, ἐπεὶ ᾔδεισαν αὐτά· καὶ τοὺς τύπους αὐτῶν ἀμαυροὺς ἔχοντες, ταῖς ἀσκήσεσι καὶ ζητήσεσιν ἐλάμπρυναν. Ἕτερος δέ φησιν· Ἡ μερὶς αὐτῶν ἐν τοῖς ζῶσιν. Ἡ γὰρ πᾶσα κληρονομία τῶν ἐχθρῶν τοῦ Θεοῦ ἐν τῇ παρούσῃ ζωῇ, ἐν ᾗ καὶ ἐπλήσθησαν πάσης τρυφῆς.
PG 12:1263Ἐχορτάσθησαν υἱῶν, καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν, κ. τ. ἑ. Τῶν ἰδίων γεννημάτων ἐχορτάσθησαν, ὧν λείψανα τοῖς ἑαυτῶν νηπίοις καταλελοίπασι. Τοῦτο γὰρ καὶ ἐν ἀραῖς Λευϊτικοῦ πρόσκειται· Φάγεσθε τὰς σάρκας τῶν υἱῶν ὑμῶν. Τοῦ αὐτοῦ. Υἱῶν ἀντὶ τοῦ, ἀκαθαρσίας. Οὐ μόνον δὲ αὑτοὶ γεγόνασιν ἀκάθαρτοι, ἀλλὰ καὶ τοῖς τέκνοις αὐτῶν τῆς ἀκαθαρσίας μετέδωκαν. Οὐ γὰρ τελείων τὸ ἀκάθαρτα τῶν καθαρῶν προκρίνειν. Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου, χορτασθήσομαι ἐν τῷ ὀφθῆναι τὴν δόξαν σου, κ. τ. ἑ. Ἐν δικαιοσύνῃ καὶ πάσῃ ἀρετῇ ὀφθήσεται ὁ ἅγιος τῷ προσώπῳ τοῦ Θεοῦ, οὐδεὶς δὲ ἄδικος ὀφθήσεται. Ὁ δὲ μακαριζόμενος χορτασμὸς ἔσται ἐν τῷ ὀφθῆναι καὶ τρανωθῆναι τὴν δόξαν τοῦ Θεοῦ. Αὕτη γάρ ἐστιν ἡ πᾶν τὸ ἐλεὸν τῆς ψυχῆς ἀναπληροῦσα τροφὴ, ἧς ὁ πεινῶν, καὶ ὑγιεινῶς ὀρεγόμενος χορτασθήσεται πληρούμενος αὐτῆς. ΨΑΛΜΟΣ ΙΖ. Ἀγαπήσω σε, Κύριε ἰσχύς μου. Κύριος στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύστης μου· ὁ Θεός μου βοηθός μου, ἐλπιῶ ἐπ’ αὐτόν. Ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου, καὶ ἀντιλήπτωρ μου, κ. τ. ἑ. Ἡ αὐτοϊσχὺς καὶ αὐτοστερέωμα τῶν ἁγίων, ὁ Κύριός ἐστιν.
PG 12:1264Οὐδεὶς οὖν ἰσχυρὸς ἢ στερεὸς τῶν οὐκ ἐν Κυρίῳ. Οὐ ταὐτὸν δὲ τὸ στερεὸν τῷ σκληρῷ, οὐδὲ τὸ ἰσχυρὸν τόνοις φρενιτικοῖς. Τοῦ αὐτοῦ. Διὰ τοῦ ὁμοίου τὸ ὅμοιον ἐπιγινώσκομεν, καὶ διὰ τῆς ἀγάπης τὴν ἀγάπην, καὶ διὰ τοῦ δικαίου τὴν δικαιοσύνην. Αὕτη γὰρ ἡ ἐντολὴ μεγάλη καὶ πρώτη. Ὁ ἀγαπῶν δὲ καὶ θεραπεύει τὸν ἀγαπώμενον. Ἰσχὺν ἑαυτοῦ καλεῖ τὸν Θεὸν, ὡς δι’ αὐτοῦ ῥυσθεὶς ἐκ πάντων αὐτοῦ τῶν ἐχθρῶν αἰσθητῶν καὶ νοητῶν. Τοῦ αὐτοῦ. Στερέωμα εἶπε τὸν Θεὸν ὡς ὑπ’ αὐτοῦ κατὰ τῶν πολεμίων ῥυσθείς· καταφυγὴν δὲ, ὡς τεῖχος αὐτῷ γενόμενον· ῥύστην, ὡς ὑπ’ αὐτοῦ λυτρωθείς. Τοῦ αὐτοῦ. Βοηθὸν εἶπε τὸν Θεὸν, ὡς ἐπικουρήσαντα. Τοῦ αὐτοῦ. Ὑπερασπιστὴν ἔφη τὸν Θεὸν, ὡς πρόμαχον· κέρας σωτηρίας, ὡς δι’ αὐτοῦ τοὺς ἐχθροὺς τρόπον τινὰ κερατίσας, καὶ τῇ τούτου προμηθείᾳ διασωθείς. Κέρας σωτήριον καὶ ὁ Χριστὸς, κατὰ τὸν Ζαχαρίαν λέγοντα· Καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν. Κέρας καὶ ἡ βασιλεία, ὡς τό. Ὑψώσει κέρας Χριστοῦ αὐτοῦ. Αἰνῶν ἐπικαλέσομαι Κύριον, καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι, κ. τ. ἑ. Ὁ μετὰ τοῦ ὑμνεῖν εὐχόμενος, αἰνῶν ἐπικαλεῖται τὸν Κύριον.
PG 12:1265Οὐδεὶς δὲ οὕτως εὔχεται τοῖς συμβαίνουσι δυσαρεστούμενος. Καὶ τῶν ἐχθρῶν οὖν περιεστηκότων, οὕτως εὐκτέον. Περιέσχον με ὠδῖνες θανάτου, καὶ χείμαῤῥοι ἀνομίας ἐξετάραξάν με. Ὠδῖνες ᾅδου περιεκύκλωσάν με· προέφθασάν με παγίδες θανάτου, κ. τ. ἑ. Ὁ Χριστὸς, καθὼς ἄνθρωπος, φησὶ ταῦτα. Τούτῳ γὰρ ὁ θάνατος ὠδῖνας ἔτεκε, καὶ οἱ ἀνομίας χείμαῤῥοι ἐξετάραξαν αὐτὸν, ὅτε εἶπεν· Ἡ ψυχή μου τετάρακται· οὐ μὴν κατέσχον τοῦτον. Καὶ ὠδῖνες ᾅδου περιεκύκλωσαν, οἰηθέντες αὐτὸν καταλαβεῖν, οὐ μὴν υἱὸς ᾅδου ἐγένετό ποτε. Προέφθανον δὲ αὐτὸν, ἤγουν προῆγον, καὶ αἱ πρὸς θάνατον ἁμαρτίαι, τουτέστι παγίδες· ἀλλ’ αὐτὸν οὐχ ἑάλωσαν. Οὐκοῦν χειμάῤῥους ἀνομίας ἐρεῖς τὰ ῥεύματα τῆς κακίας, καὶ θανάτου παγίδας τὰς πρακτικὰς ἁμαρτίας. Τοῦ αὐτοῦ. Ὠδῖνες θανάτου, ἤτοι αἱ τὸν θάνατον τίκτουσαι, ἢ αἱ συνειλημμέναι ἐκ τοῦ θανάτου, ὅστις ἔσχατος ἐχθρὸς καταργηθησόμενος ὑπὸ Παύλου κεκήρυκται. Τοῦ αὐτοῦ. Χείμαῤῥοι ἀνομίας οἱ παράνομοι λογισμοὶ, οἵτινες ὠδῖνες καλοῦνται χρονίζοντες ἐν ἡμῖν, καὶ πάλιν παγίδες θανατοῦντες ἡμᾶς διὰ τῆς κατ’ ἐνέργειαν ἁμαρτίας.
PG 12:1266Καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν Κύριον, καὶ πρὸς τὸν Θεόν μου ἐκέκραξα. Ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ τῆς φωνῆς μου, καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ, κ. τ. ἑ. Ἐν μέσαις ταῖς θλίψεσι καὶ ἀκμαζούσαις αὐταῖς, ἐπικλητέον τὸν Κύριον, καὶ κρακτέον πρὸς Θεόν. Οὕτω γὰρ ἡμῶν ἐπακούσεται ἐκ τοῦ ναοῦ αὐτοῦ λόγων· καὶ ἀπὸ τοιαύτης διαθέσεως ἡμῶν ἡ εὐχὴ μετὰ παῤῥησίας εἰσελεύσεται, ὡς εἰς οἰκεῖον τόπον, τὰ λεγόμενα ὦτα αὐτοῦ. Μήποτε δὲ καὶ ὁπλιζόμεθα κατὰ τῶν ἐχθρῶν ἐν αὐτῷ τῷ αἰνεῖν καὶ ἐπικαλεῖσθαι Κύριον. Τοῦ αὐτοῦ. Ναὸς Θεοῦ ὁ Χριστὸς, Χριστοῦ δὲ αἱ νοεραὶ καὶ ἅγιαι δυνάμεις. Διὸ καὶ ὁ Χριστὸς νῦν λέγεται καθέζεσθαι ἐπὶ θρόνου Δαυὶ̈δ τοῦ πατρὸς αὐτοῦ. Καὶ ἐσαλεύθη, καὶ ἔντρομος ἐγενήθη ἡ γῆ, καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν, καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ Θεός. Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ κατεφλόγισεν· ἄνθρακες ἀνήφθησαν ἀπ’ αὐτοῦ, κ. τ. ἑ. Τῷ μὲν ἑστηκότι ἕστηκεν ὁ Θεὸς, τῷ δὲ σαλευομένῳ σαλεύεται, ὡς Μωϋσεῖ λέγεται·
PG 12:1267Στῆθι ἐναντίον Φαραώ. Ὅτε μέντοιγε Ἀδὰμ παρήκουσε τοῦ Θεοῦ, μᾶλλον δὲ τῆς γυναικὸς ἤκουσε, τότε ἤκουσε Κυρίου τοῦ Θεοῦ περιπατοῦντος· οὐκέτι γὰρ αὐτῷ ἑστήκει ὁ Θεὸς, καὶ ὡς ἀγαθὸς δὲ ὁ κρίνων οὐχ ἕστηκε. Σαλευομένου δὲ Θεοῦ ἔντρομος γίνεται οὐκ οὐρανὸς, ἀλλὰ ἡ γῆ, καὶ θεμέλια τῶν ὀρέων ταράσσεται, ἅπερ θεμέλια τῶν ὀρέων ταράξει τὸ ἐκκαιόμενον πῦρ ἐκ τοῦ θυμοῦ τοῦ Θεοῦ. Πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά· ἁγίους γὰρ φωτίζει, οἷον· Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου. Τοῦ αὐτοῦ. Καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ κατεφλόγισεν, κατακαῖον ξύλα, χόρτον, καλάμην, τουτέστιν ἀναλίσκον τὰς πονηρὰς ἕξεις. Οὕτω κατέκαυσέ ποτε τελώνην μὲν ὄντα τὸν Ματθαῖον, Παῦλον δὲ διώκτην καὶ ὑβριστήν. Τοῦ αὐτοῦ. Ὡς ἀγαθὸς ὁ Θεὸς σαλεύεται, ἵνα μηκέτι ἡ γῆ αὐτοῦ καταφρονῇ, ἀλλ’ ὡς πατέρα φοβῆται αὐτόν· καὶ ἵνα μηκέτι ἀκίνητα ᾖ τὰ τῶν ὀρέων θεμέλια, ἀλλ’ ἐν ταραχῇ. Καὶ ὡς ἀγαθὸς ὁ Θεὸς καῖον πῦρ καταναλίσκον, πρῶτον ἀναβαῖνον ἀπολύει καπνὸν, εἶτα ἀνάπτει ἄνθρακας, εἶτα καταβαίνει κλίνας οὐρανὸν, καὶ μετὰ τοῦτο δείκνυσι τὸν ὑπὸ τοὺς πόδας αὐτοῦ γνόφον.
PG 12:1268Εἶτα ἐπιβὰς τῶν χερουβὶμ πέταται, καὶ πέταται ἐπὶ πτερύγων ἀνέμων. Ἀνάβασιν δὲ καὶ κατάβασιν δεῖ νοεῖν τὰς διαφόρους αὐτοῦ οἰκονομίας· ἐπεὶ ὁ Θεὸς παντὶ καὶ πανταχοῦ παρέστιν. Τοῦ αὐτοῦ. Ὁ Θεὸς ἐν μὲν τοῖς ἁγίοις ἀνθρώποις ἐνοικεῖ, καὶ ἐμπεριπατεῖ, ἵπταται δὲ ἐν τοῖς χερουβίμ. Καὶ ἀνέμους εἰ τοὺς αἰσθητοὺς λάβοις, τῷ λόγῳ τῆς προνοίας ἐπιβαίνει αὐτῶν, ἄγων ὡς βούλεται. Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ· σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων, κ. τ. ἑ. Ἐπειδὴ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, καὶ ἔστι κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ, διὰ τοῦτο τὸ σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων, τουτέστι τὸ ἐν τοῖς προφήταις· Ἐντελοῦμαι γὰρ, φησὶ, ταῖς νεφέλαις τοῦ μὴ βρέξαι ἐπ’ αὐτοὺς ὑετὸν, καὶ ἔσται λιμὸς, οὐ λιμὸς ἄρτου, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον Κυρίου. Εἰ ὁ Θεὸς ἡμῶν φῶς ἐστι, πῶς καλύπτεται σκότει; Οἶμαι δὲ, ὅτι αὐτὸν οὕτω καλύπτει σκότος, ὡς καὶ τῇ ἀγνοίᾳ τὸ γινωσκόμενον ἀνακαλύπτεται, ἥτις ὡς πρὸς τὸν γινώσκοντα, καὶ οὐ πρὸς τὸ γινωσκόμενον λέγεται. Σκηνὴν δὲ αὐτοῦ τὴν σάρκα ὠνόμασεν, ἐν ᾗ Χριστὸς ἐκαθέζετο·
PG 12:1270ἔτι δὲ καὶ τὸ φάναι σκηνὴν διὰ τὸ πρόσκαιρον τῆς σαρκώσεως. Εἰ γὰρ ἐγνώκαμεν, φησὶ, Χριστὸν κατὰ σάρκα, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. Ἢ τάχα σκηνὴν τὸ σῶμα ὠνόμασε διὰ τὴν ἄμπελον ἣν ἐξ Αἰγύπτου μετῇρεν, ἵνα φυλάξῃ αὐτὴν, ἄχρις οὗ πεπανθῇ ὁ βότρυς, καὶ μὴ λυμαίνηται αὐτὴν ὗς ἐκ δρυμοῦ. Δύναται δὲ σκηνὴν λέγειν καὶ τὴν σωματικὴν φύσιν, ἐν ᾗ Θεὸς διὰ τοῦ Λόγου ὁρᾶται, εἴ γε ἐκ καλλονῆς κτισμάτων ὁ γενεσιουργὸς θεωρεῖται, καὶ διὰ τῶν ποιημάτων νοούμενος καθορᾶται. Καὶ ἐξαπέστειλε βέλη, καὶ ἐσκόρπισεν αὐτούς· καὶ ἀστραπὰς ἐπλήθυνε, καὶ συνετάραξεν αὐτούς. Καὶ ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης· ἀπὸ ἐπιτιμήσεώς σου, Κύριε, ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς σου, κ. τ. ἑ. Ὅλα ἐκεῖνα τὰ σκυθρωπὰ διὰ τοῦτο τὸ χρηστόν. Ἐπιτιμᾷ οὖν, καὶ ἐμπνεῖ πνεῦμα ὀργῆς, ἵνα ὀφθῶσιν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνακαλυφθῶσι τὰ θεμέλια τῆς οἰκουμένης. Εἰ ἀγαθὸν τὸ ὀφθῆναι καὶ φανερωθῆναι τὰς πηγὰς τῶν ὑδάτων ὧν ἡγεῖται ὁ εἰπών·
PG 12:1271Ἐμὲ ἐγκατελίπετε πηγὴν ὕδατος ζῶντος· ἀγαθὸν δὲ καὶ τὸ ἀποκαλυφθῆναι τὰ θεμέλια τῆς οἰκουμένης, ἵνα θεωρηθῇ ἡ ἁγία Τριὰς, ἥτις ἄρχεται τῶν κτισμάτων· πῶς τὰ τούτων ποιητικὰ, κἂν σκυθρωπὰ εἶναι δοκῇ, εὐλόγως τις αἰτιάσεται; τὴν χάλαζαν, καὶ τοὺς ἄνθρακας πυρὸς, καὶ τὰ βέλη, καὶ τὰς ἀστραπὰς, καὶ ἐπιτιμήσεις τοῦ Θεοῦ, καὶ τὴν ἔμπνευσιν τοῦ πνεύματος τῆς ὀργῆς αὐτοῦ. Ἅμα δὲ τήρει, ὅτι ἡ ἐπιτίμησις θεραπεία τίς ἐστι τοῦ ἐπιτιμωμένου, ἐπιπλησσομένου ἵνα παύσηται ἐνεργῶν τὰ χείρονα. Ὅθεν πυρετὸν καὶ ἀνέμους καὶ θάλασσαν ἐπιτιμώμενα ὑπὸ Ἰησοῦ ἀκούων, νόει ἀξίως τῆς Ἰησοῦ χρηστότητος. Ἢ οὕτως· Οἰκουμένην συνίστησι νοήματα, καὶ λόγοι, καὶ πράξεις, ἐποικοδομούμενα ταῖς ἕξεσί τε καὶ διαθέσεσιν. Ὅταν οὖν, σκορπίσας τοὺς φαύλους τοῖς βέλεσι, συνταράξῃ καὶ ταῖς ἀστραπαῖς, τῶν κρυπτῶν τῶν ἀνθρώπων φανερουμένων, φωτίζοντος τοῦ Θεοῦ τὰ κρυπτὰ τοῦ σκότους, καὶ θεμέλια τῆς οἰκουμένης ἀνακαλύψει, τοὺς ἀσεβεῖς διὰ κολάσεων ἐπιτιμῶν. Θεμέλια δὲ οἰκουμένης καὶ ἄνδρες θεῖοι διὰ τὸ εὔτονον, ἐφ’ οἷς ἐποικοδομοῦνται οἱ κατὰ Χριστὸν πολιτευόμενοι.
PG 12:1272Καὶ οὗτοι δὲ ἀνακαλύπτονται, ἐπιτιμήσεως γινομένης κατὰ τῶν πονηρῶν, μηδαμῶς ἁπτομένης αὐτῶν τῆς κολάσεως. Οὐ παραυτίκα δὲ κολάζει ὁ Θεὸς τοὺς ἁμαρτάνοντας, προαναφωνεῖ δὲ τῆς ὀργῆς τὰς κολάσεις, καὶ τοῦτό ἐστι τὸ ἐμπνέειν αὐτὸν πνεῦμα τῆς ὀργῆς αὐτοῦ. Τοῦ αὐτοῦ. Ὅτε τὰ πνευματικὰ πνευματικοῖς συγκρίνομεν, τότε ποιοῦμεν τὰς ἀστραπὰς, τὴν ἀπ’ αὐτῶν γνῶσιν ἐμφαίνοντες. Νοήσεις ἀστραπὰς καὶ τὰς λαμπρότητας τοῦ θείου κηρύγματος δι’ οὗ τὰ σκοτεινὰ τῶν προφητῶν ῥήματα διηυγάσθησαν. Τοῦ αὐτοῦ. Πηγὰς τὰς ἀρετὰς λέγει ἐξ ὧν ἐξέρχεται γνῶσις. Μακάριοι γὰρ, φησὶν, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Ἐξαπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέ με, προσελάβετό με ἐξ ὑδάτων πολλῶν. Ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν, καὶ ἐκ τῶν μισούντων με· ὅτι ἐστερεώθησαν ὑπὲρ ἐμὲ, κ. τ. ἑ. Αὐτὸς ἐξ ὕψους ἔλαβέ με, τὸν καταβάντα προσλαβόμενος ἀπὸ πολλῶν ὑδάτων τοῦ ἀνθρωπίνου βίου, καὶ ῥυσάμενος ἐξ ἐχθρῶν ἐν τῷ ἐχθραίνειν δυνατῶν. Ὅρα μέντοιγε, ὅτι δυνατοὶ εἶναι οἱ ἐχθροὶ μεμαρτύρηνται. Ἴσως δὲ καὶ τὰ τῆς ἀθεότητος δόγματα ὕδωρ ἐστὶ πολὺ, οὐ δυνάμενον σβέσαι τὴν ἀγάπην.
PG 12:1273Ἐχθροὶ δὲ δυνατοὶ, οἵ τε ἀόρατοι, καὶ ἄνθρωποι οἱ διὰ ψευδωνύμου γνώσεως τὴν ἀπάτην ἐργαζόμενοι. Τοῦ αὐτοῦ. Ἐντεῦθεν γινώσκομεν, ὅτι πρὸ τῆς ἐπιδημίας τοῦ Σωτῆρος ἰσχυρότεροι ἡμῶν ἦσαν οἱ δαίμονες, νῦν δὲ τούτων ἡμεῖς ἐπικρατέστεροι, οἷς ἔδωκεν ὁ Χριστὸς πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Προέφθασάν με ἐν ἡμέρᾳ κακώσεώς μου, καὶ ἐγένετο Κύριος ἀντιστήριγμά μου. Καὶ ἐξήγαγέ με εἰς πλατυσμὸν, ῥύσεταί με, ὅτι ἠθέλησέ με, κ. τ. ἑ. Οἱ θλιβόμενοι καὶ μὴ στενοχωρούμενοι ἴστωσαν ἐξαχθησόμενοι ἀπὸ τῆς θλίψεως καὶ εἰς ἅγιον τοῦ Θεοῦ πλατυσμὸν ἀχθήσεσθαι· ἐν γὰρ ἡμέρᾳ κακώσεως τὸν πρὸς αὐτὸν καταφεύγοντα ἀντιστηρίζει Θεὸς, ὡς ἂν μὴ κλονηθεὶς καταπέσῃ· καὶ ἀντιστηρίζων ἐκφέρει εἰς πλάτος τὸν στενούμενον ταῖς θλίψεσι, κατὰ τό. Ἐν θλίψει ἐπλάτυνάς με· ὅπερ γίνεται, οὐ πάντως ἀπαλλαττομένου, γενναίως δὲ φέροντος. Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι, ὅτι ἐφύλαξα τὰς ὁδοὺς Κυρίου, κ. τ. ἑ. Ὁ ἐπαίρων ὁσίους χεῖρας, καὶ θαῤῥῶν εἰπεῖν·
PG 12:1274Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ, καὶ καθαρότητα χειρῶν ὁμολογήσει ἔχειν. Θεωροῦντος δὲ ὡς ἕκαστον κρίσει γίνεται λόγος. Ἔστι δέ τινα κρίματα τοῦ Θεοῦ περὶ ἑκάστου τῶν ἁμαρτανομένων. Ἐπὰν οὖν τὰ περὶ πάντων τῶν ἁμαρτημάτων κρίματα πάντα πρὸ ὀφθαλμῶν τις ἔχῃ, ἐρεῖ· Πάντα τὰ κρίματα αὐτοῦ ἐνώπιόν μου. Καὶ ἄλλως οὐδὲν ὁ ταῦτα λέγων ἑαυτοῦ καταγινώσκει. Ὅθεν καὶ ἐπὶ τὸν Σωτῆρα αὐτὰ δεῖ ἀναφέρεσθαι, τὸν πεπειρασμένον κατὰ πάντα καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας. Τοῦ αὐτοῦ. Καθαρειότης ψυχῆς ἐστιν ἀπάθεια ἐκ χάριτος Θεοῦ, προσγινομένης καὶ σπουδῆς τοῦ ἀνθρώπου. Καθαρειότητα χειρῶν τὰς προφητικάς φησιν ἐνεργείας ἀμολύντους οὔσας ἀπὸ τῆς βελτίστης ἕξεως. Καὶ ἔσομαι ἄμωμος μετ’ αὐτοῦ, καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου, κ. τ. ἑ. Χωρὶς Θεοῦ οὐκ ἔστιν εἶναι ἄμωμον· μετ’ ὀλίγα οὖν φησι· Καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου. Οὐκ ἔστι δὲ κατὰ τὸν λέγοντα τό. Ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ τὸ ἑξῆς, ἔχειν ἀνομίαν. Καὶ τό. Φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου, δύναται ἀναφέρεσθαι ἐπὶ τὸ λεγόμενον τὸ ἐν ἡμῖν σκότος, κατὰ τό·
PG 12:1275Εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστὶ, τὸ σκότος πόσον; Τοῦ αὐτοῦ. Ἄμωμός ἐστιν ὁ ἔχων ἐν ἑαυτῷ τὴν ὁδὸν τοῦ Θεοῦ, τὸν Χριστόν. Ἐγὼ γὰρ, φησὶν, εἰμὶ ἡ ὁδός. Ἄμωμον δὲ ταύτην τὴν ὁδὸν καὶ αὐτὸς ὁ Δαυὶ̈δ ἔφη λέγων· Ὁ Θεός μου, ἄμωμος ἡ ὁδός σου. Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, κ. τ. ἑ. Ἐν ᾧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Ἁγίων δὲ αὕτη ἡ φωνὴ τῶν διὰ πολλὴν παῤῥησίαν δυναμένων λέγειν· Ἀνταπόδος τῷ δούλῳ σου. Δικαιοσύνην λέγει τὴν ἐκ πίστεως Ἰησοῦ Χριστοῦ, ἥτις πεφανέρωται εἰς πάντας τοὺς πιστεύοντας· τοῖς γὰρ ὀρθῶς πιστεύουσιν ἡ πίστις εἰς δικαιοσύνην λογίζεται. Μετὰ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ ἀνδρὸς ἀθώου ἀθῶος ἔσῃ, καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις, κ. τ. ἑ. Ὡς ἔσομαι ἄμωμος μετ’ αὐτοῦ τοῦ Θεοῦ, οὕτως ὁ Θεὸς μετὰ ὁσίου ὁσιωθήσεται, καὶ μετὰ ἀθώου ἀθῶος ἔσται, καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσται αὐτός. Μετὰ στρεβλοῦ δὲ οὐχὶ στρεβλὸς ἔσται (οὐδὲ γὰρ θεμιτὸν), ἀλλὰ διαστρέψεις, ὡς μετὰ Φαραώ. Τοῦ αὐτοῦ.
PG 12:1276Ἐν μὲν τοῖς ὁσίοις ὅσιός ἐστιν ὁ Θεὸς, ἐν δὲ τοῖς ἀθώοις ἀθῶος, ἐν δὲ τοῖς ἐκλεκτοῖς ἐκλεκτὸς, ἐν δὲ τοῖς στρεβλοῖς οὐ στρεβλὸς, ἀλλὰ συστρεβλούμενος αὐτοῖς διὰ τὸ εὔφημον. Στρεβλὸν γὰρ τὸν Θεὸν εἰπεῖν ἐφυλάξατο. Τούτους τοὺς στίχους οἱ ἁπλούστεροι ἐπὶ τῶν ἀνθρώπων πολλάκις λαμβάνουσιν. Οὕτω δὲ συστρεβλοῦται Θεὸς, ὡς ἐν τῷ Δευτερονομίῳ λέγει· Ἐὰν εἰσελεύσησθε πρὸς μὲ πλάγιοι, εἰσελεύσομαι κἀγὼ πρὸς ὑμᾶς ἐν θυμῷ πλαγίῳ. Τοῦ αὐτοῦ. Πρὸς τὰς γνώμας τῶν ἀνθρώπων ἁρμόττεις τὰς ἀντιδόσεις, ὦ Δέσποτα. Παρέχεις γὰρ τοῖς ὁσίοις τὰ ὁσιότητος ἄξια, τοῖς ἀνευθύνοις καὶ δικαίοις τὰ πρόσφορα, καὶ τοῖς ἐκλεκτοῖς καὶ τελείοις τὰ τέλεια· τοῖς δὲ ἐκτραπεῖσι καὶ τὴν ἐναντίαν ὁδεύουσι κατάλληλον παρασκευάζεις τῆς ὁδοῦ τὸ τέλος. Καὶ τίνα τρόπον; Ὅτι σὺ λαὸν ταπεινὸν σώσεις. Ὅτι σὺ φωτιεῖς λύχνον μου, Κύριε, ὁ Θεός μου, φωτιεῖς τὸ σκότος μου, κ. τ. ἑ. Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. Τοῦτον φωτιεῖ ὁ Κύριος. Ἔχομεν δέ τι καὶ ἐν τῇ ἀνθρωπίνῃ κατασκευῇ σκότος· τοῦτο οὖν τοῦ δικαίου φωτιεῖ ὁ Κύριος. Ἢ λύχνος ψυχῆς ὁ νοῦς, ὡς δὴ φωτὸς δεκτικός.
PG 12:1277Σκότος δὲ ταύτης τό τε θυμικὸν καὶ ἐπιθυμητικὸν, ἃ δὴ φωτίζεται ὑπὸ τοῦ νοῦ δεξαμένου τὰς θείας αὐγάς. Τάχα δὲ καὶ οἱ περιλαμφθέντες τῇ ἀληθείᾳ ὑπὸ Κυρίου λύχνον ἔχουσιν ἀνημμένον, τὰς δὲ πράξεις κατ’ ὄρθρον ἄγοντες λόγῳ, ἐκ τοῦ τὸν νοῦν πεφωτίσθαι, καὶ σκότος αὐτῶν ἔχουσι φωτιζόμενον. Ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου, καὶ ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος, κ. τ. ἑ. Πεῖρά τις, οἶμαι, ὁ βίος ἐν τῷ Ἰώβ. Περιστάσεως δὲ οὐκ ἔνι ῥυσθῆναι πικρῶν ἢ τὸν ἐν Θεῷ γεγονότα. Γίνεται δέ τις ἐν Θεῷ, μετέχων αὐτοῦ, ὡς καὶ τῶν ἀγνοημάτων ῥύεταί τις ἐν ἐπιστήμῃ γενόμενος, ὅστις εἰς πειρασμὸν οὐκ εἰσέρχεται, οὐ τῷ μὴ πειρασθῆναι, ἀλλὰ τῷ μὴ ἁλῶναι ταῖς παγίσι τοῦ πειρασμοῦ. Ὑπερβαίνει οὖν οὗτος τὸ τεῖχος τῆς ἁμαρτίας, ὀπίσω ταύτας ποιούμενος. Ὁ Θεός μου, ἄμωμος ἡ ὁδὸς αὐτοῦ, τὰ λόγια Κυρίου πεπυρωμένα, ὑπερασπιστής ἐστι πάντων τῶν ἐλπιζόντων ἐπ’ αὐτὸν, κ. τ. ἑ. Ἄμωμος ὁδὸς ὁ Χριστός ἐστιν ὁ εἰπών· Ἐγώ εἰμι ἡ ὁδός. Ἐπεὶ δὲ τὰ λόγια Κυρίου πεπυρωμένα ἐστὶν, οἱ ἀκούοντες αὐτῶν λέγουσιν·
PG 12:1278Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν; Καὶ πνεύματι δὲ ζέουσι, καὶ ἀλλότριον Θεοῦ οὐ παραδέχονται πῦρ, ὅπερ ἐστὶν ἐν τοῖς βέλεσι τοῦ πονηροῦ. Ἀλλ’ ὁ εἰπών· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, πεπυρωμένα εἶχε λόγια· διό φησι· Καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; Τάχα δὲ ἐν Πνεύματι ἁγίῳ καὶ πυρὶ βαπτίζει Ἰησοῦς, ἀλλὰ τὸ πῦρ κατακαίει ξύλα, χόρτον, καλάμην. Ὅτι τίς Θεὸς πλὴν τοῦ Κυρίου; καὶ τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν; Ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν, καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου· ὁ καταρτιζόμενος τοὺς πόδας μου ὡσεὶ ἐλάφου, καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με, κ. τ. ἑ. Κατὰ τοῦτο τὸ σημαινόμενον, μόνος Θεός ἐστιν ἀληθινὸς ὁ Θεὸς καὶ Πατὴρ, εἰ μὴ ἄρα τὸ τίς, ἐπὶ τοῦ σπανίου πολλάκις κείμενον, ἐπὶ τὸν Μονογενῆ ἀνοίσομεν. Καὶ νῦν μὲν ἡ ζώνη δύναμις, παρὰ δὲ Παύλῳ ἀλήθεια. Καταρτίζονται δὲ οἱ πόδες ὡς ἐλάφων, τοῦ τρέχοντος καλῶς, καὶ τὸν δρόμον πληροῦντος. Καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με. Ἴδιά τινα ὕψη ἐστὶν ἑκάστου, ἀφ’ ὧν κατέπεσεν, ἢ καταβέβηκε. Τοῦ αὐτοῦ. Καταρτίζονταί τινος οἱ πόδες ὡσεὶ ἐλάφου διὰ τῆς πρακτικῆς, ὑψοῦνται δὲ διὰ τῆς θεωρίας. Διότι ἡ ἔλαφος ἀναιρεῖ τοὺς ὄφεις.
PG 12:1279Διδάσκων χεῖράς μου εἰς πόλεμον· καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου, κ. τ. ἑ. Ὁ χαλκὸς σύμβολόν ἐστι πρακτικῆς. Διέφθειρε γὰρ τὸν χαλκόν σου, φησὶν Ἰεζεχιὴλ πρὸς τὴν Ἱερουσαλήμ. Ἐπειδὴ οὖν οἱ ἡμέτεροι βραχίονες πέμπουσι τὰ βέλη, φησὶν, ὅτι, Παρεσκεύασας τοὺς βραχίονάς μου τόξον, καὶ προστίθησι χαλκοῦν, ἐμφαίνων τὸ εὔτονον καὶ ἄθραυστον, καὶ λέγων ὅτι, Ἀήττητόν με πεποίηκας ἐν τοῖς κατὰ τῶν ἐχθρῶν ἀγῶσι. Καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου· καὶ ἡ δεξιά σου ἀντελάβετό μου, καὶ ἡ παιδεία σου ἀνώρθωσέ με εἰς τέλος, καὶ ἡ παιδεία σου αὐτή με διδάξει, κ. τ. ἑ. Ὁ ἐν δεξιᾷ καθήμενος τοῦ Πατρὸς, οὗτος καλεῖται δεξιά. Καὶ διὰ μὲν τῆς προτέρας παιδείας ἡμᾶς ἀνορθοῖ, διὰ δὲ τῆς δευτέρας διδάσκει. Πολιτεία γὰρ ὀρθὴ ἀνίστησι ψυχὴν, γνῶσις δὲ ἀληθὴς πλατύνει αὐτήν. Δεξιὰ ὁ τὰ πάντα δημιουργήσας Υἱὸς, περὶ οὗ καὶ ἀλλαχοῦ εἴρηται· Δεξιὰ Κυρίου ἐποίησε δύναμιν, δεξιὰ Κυρίου ὕψωσέ με. Ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἠσθένησαν τὰ ἴχνη μου, κ. τ. ἑ.
PG 12:1280Εὐφόρως ὑπομένοντος θλίψεις ἡ φωνὴ διὰ τὸν ἐμποιοῦντα λόγον καὶ ἐν τοῖς τοιούτοις τὴν εὐρυχωρίαν, ὡς μηδὲ τὴν τυχοῦσαν ἀσθένειαν ἐν τοῖς ἴχνεσιν ἐμφαίνεσθαι. Καταδιώξω τοὺς ἐχθρούς μου, καὶ καταλήψομαι αὐτοὺς, καὶ οὐκ ἀποστραφήσομαι, ἕως ἂν ἐκλείπωσιν. Ἐκθλίψω αὐτοὺς, καὶ οὐ μὴ δύνωνται στῆναι· πεσοῦνται ὑπὸ τοὺς πόδας μου, κ. τ. ἑ. Ὁ ἱκανωθεὶς ὑπὸ Θεοῦ διάκονος εἶναι Διαθήκης Καινῆς ὡς πᾶν ἐπαγόμενον ὕψωμα κατὰ τῆς γνώσεως τοῦ Θεοῦ καθαιρεῖν, καταδιώξας τοὺς ἐχθροὺς τῇ ἀπὸ Θεοῦ σωτηρίᾳ λόγους, καταδιώξεται αὐτοὺς, καὶ οὐ πρότερον τοῦ ἐκλιπεῖν αὐτοὺς, ἀποστραφήσεται πολεμῶν αὐτοῖς. Στῆναι δὲ ἐνώπιον τοῦ ἱκανωθέντος ὑπὸ Θεοῦ οὐ δυνήσονται ἐκθλιβόμενοι οἱ ἐχθροὶ τῆς ἀληθείας λόγοι. Τοῦ αὐτοῦ. Οὗτος καταδιώκει τοὺς ἐχθροὺς, ὁ μὴ ἐῶν ἐμπαθεῖς ἐν ἑαυτῷ γίνεσθαι λογισμούς· ἀπὸ γὰρ τούτων ἐπισυμβαίνουσιν ἡμῖν αἱ ἁμαρτίαι. Τοῦ αὐτοῦ. Ἔκλειψιν ἐχθρῶν ἀπάθεια κατεργάζεται. Τοῦ αὐτοῦ. Οἱ πεσόντες ἀπὸ τῆς ἐν φαύλῳ στάσεως εὐεργετοῦνται. Ἀλλ’ οὐδὲ οἱ τῆς ἀληθείας ἐχθροὶ λόγοι δυνήσονται στῆναι ἐνώπιον τοῦ ἱκανοῦ χειρὶ, ὅπερ ὁ Δαυὶ̈δ ἑρμηνεύεται.
PG 12:1281Καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον, καὶ τοὺς μισοῦντάς με ἐξωλόθρευσας, κ. τ. ἑ. Νῶτον διδόασιν οἱ ἐχθροὶ, μηκέτι λογισμοὺς ἐμπαθεῖς ἐμβαλεῖν δυνάμενοι τῇ ψυχῇ. Τοῦ αὐτοῦ. Ἔδωκας τοὺς ἐχθρούς μου μεταβαλόντας ἀκολουθεῖν μοι ἀχωρίστως μου, ὥστε αὐτοὺς γενέσθαι μοι νῶτα, ἢ φεύγοντας. Ῥῦσαί με ἐξ ἀντιλογιῶν λαοῦ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν, κ. τ. ἑ. Ὁ εἰς σημεῖον ἀντιλεγόμενον γενόμενος ταῦτά φησι Χριστὸς, ὃν ὁ Θεὸς κατέστησεν εἰς κεφαλὴν ἐθνῶν. Κεφαλὴ γὰρ τῆς Ἐκκλησίας ὁ Χριστός. Λαὸς, ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μοι, κ. τ. ἑ. Τὸ, οὐκ ἔγνων, ἰδίως αἱ Γραφαὶ ὀνομάζουσιν ἐπὶ τῶν χειρόνων· νῦν μὲν γὰρ ὁ Χριστὸς τὸ, οὐκ ἔγνων, ἐπὶ τοῦ λαοῦ τοῦ ἀπὸ τῶν ἐθνῶν ἔταξεν. Ἦν γὰρ ὅτε οὐκ ἐγινώσκετο. Εὑρήσεις δὲ τοιαῦτα καὶ τὸν Θεὸν λέγοντα. Τοῦ αὐτοῦ. Ἀγνοοῦντες ἠγνοοῦντο, καὶ ἐγνωκότες ἐπεγνώσθησαν. Υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν, κ. τ. ἑ. Ἡ μὲν ἀρετὴ ἀνακαινοῖ, ἡ δὲ κακία παλαιοῖ. Παλαιουμένων δὲ τὸ χωλαίνειν. Τοῦ αὐτοῦ.
PG 12:1282Ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπ’ ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; Τρίβοι δὲ ἀνθρώπων πρᾶξις καὶ θεωρία. Ὁ Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοὶ, καὶ ὑποτάξας λαοὺς ὑπ’ ἐμὲ, κ. τ. ἑ. Λαβὼν ἀπὸ Θεοῦ ἐκδικήσεις, Χριστός φησιν· Ἐμοὶ ἐκδικήσεις, ἐγὼ ἀνταποδώσω. Τοῦ αὐτοῦ. Ἰδοὺ, δέδωκα ὑμῖν τὴν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ τὰ ἑξῆς. Ὁ τῷ ἀγνοουμένῳ πάλαι λαῷ παρέχων τὸ ὑπ’ αὐτὸν τετάχθαι. Ὁ ῥύστης μου ἐξ ἐχθρῶν ὀργίλων. Ἐν οἷς θυμὸς ἐπικρατεῖ, ἐν τούτοις καὶ ὀργιλότης. Εἰ δὲ οἱ ἐχθροί μου ὀργίλοι, ἄρα καὶ θυμώδεις εἰσί. Θυμὸς γὰρ, φησὶν, αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως. ΨΑΛΜΟΣ ΙΗ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα, κ. τ. ἑ. Εἰ οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, οἱ δὲ οὐρανοὶ ἀπολοῦνται· [Οἱ οὐρανοὶ γὰρ, φησὶν, ἀπολοῦνται, σὺ δὲ διαμένεις·] οἱ διηγούμενοι ἆρα τὴν δόξαν τοῦ Θεοῦ ἀπολοῦνται; Ἀλλὰ μὴν οὐδεὶς διηγούμενος τὴν δόξαν τοῦ Θεοῦ ἀπολεῖται· Τοὺς γὰρ δοξάζοντάς με, φησὶν ὁ Θεὸς, δοξάσω. Οὐκ ἄρα οἱ οὐρανοὶ ἀπολοῦνται·
PG 12:1283ἀλλ’ οἱ μὲν διηγούμενοι οὐρανοὶ τὴν δόξαν τοῦ Θεοῦ τῆς νοερᾶς εἰσι φύσεως, οὐρανοὶ λεγόμενοι διὰ τὸ ἔχειν ἐν ἑαυτοῖς τὸν τῆς δικαιοσύνης ἥλιον· οἱ δὲ ἀπολλύμενοι οὐρανοὶ τῆς σωματικῆς εἰσιν οὐσίας. Τοῦ αὐτοῦ. Οὔτε γὰρ γῆ, οὔτε ὁ ἐκ γῆς χοϊκὸς διηγήσασθαι δύναται δόξαν Θεοῦ. Ὁ γὰρ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς λαλεῖ. Τάχα δὲ οὐρανοί εἰσιν οἱ τοῦ οὐρανίου τὴν εἰκόνα φοροῦντες, οἵτινες διηγοῦνται δόξαν Θεοῦ. Εἰσὶ δὲ καὶ οὐρανοὶ ποίημα χειρῶν Θεοῦ. Τήρει δὲ διαφορὰν, τὸ μὲν διηγεῖσθαι ἐπὶ τῶν οὐρανῶν κείμενον, τὸ δὲ ἀναγγέλλειν ἐπὶ τοῦ στερεώματος εἰρημένον. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν, κ. τ. ἑ. Ἀλλὰ καὶ οἱ τὸν θεωρητὸν ἀσπαζόμενοι βίον θησαυρίζουσιν ἐν οὐρανῷ, κἀκεῖ τὴν καρδίαν ἔχοντες, οὐρανοί εἰσι διηγούμενοι τὴν προειρημένην Θεοῦ δόξαν διὰ θεωρίας τῆς περὶ νοητῶν πραγμάτων. Οἱ πρακτικοὶ δὲ στερέωμά εἰσιν, ἑδραῖοι τυγχάνοντες, καὶ ἀπαγγέλλουσι τὴν ποίησιν τῶν τοῦ Θεοῦ χειρῶν, ἐργαζόμενοι τὰ τοῦ Θεοῦ, καὶ τούτου τυγχάνοντες ἔργα. Καὶ ἡ φωτεινὴ δὲ νόησις ἡμέρας οὖσα, ἑτέρᾳ φωτεινῇ νοήσει σύμφωνος οὖσα, ἐρεύγεται ῥῆμα·
PG 12:1284ὡς ἡ Παλαιὰ Γραφὴ τῶν πνευματικῶν πληρωθεῖσα τροφῶν, ἀπὸ τοῦ πληρώματος ἐρευγομένη, προσφέρεται ῥήματα τῇ Καινῇ Διαθήκῃ. Ἡ δὲ νὺξ, ἡ βαθυτάτη τῶν μυστικῶν πραγμάτων διάληψις, πρὸς ἑτέραν ἡμᾶς ἀσάφειαν ὁδηγεῖ, ἥνπερ διάληψιν δίδωσι τὸ τοῦ Θεοῦ Πνεῦμα τοῖς ἔχουσιν αὐτό· τὸ καὶ τὰ βάθη ἐρευνῶν τοῦ Θεοῦ. Ἡ λαλιὰ δὲ προποιεῖται τοῖς λόγοις, οἱ δὲ λόγοι τὴν ἐπιστήμην ἐπάγουσι, τὰς ἀποδείξεις παρέχοντες. Ἀμφότερα δὲ διὰ τοῦτο παρὰ Θεοῦ λέλεκται, ὅπως ἂν ἀκουσθῶσι· διὸ καὶ τοῖς ἀπειθοῦσιν οὐκ ἔστιν ἀπολογία, Χωροῦσι δὲ τὸν φθόγγον ὅσοι τυγχάνουσι γῆ πρὸς σπόρον ἐπιτηδεία, τὴν λέξιν τὴν κατὰ τὸ αἰσθητὸν τῆς Γραφῆς. Οἱ δὲ τούτους ὑπερβεβηκότες, καὶ πέρατα χρηματίζοντες, δέχονται τὰ ῥήματα σαφῶς παιδευόμενοι· οὐ φθόγγου γὰρ ἀκούων ὁ Πέτρος ἔλεγε· Ῥήματα ζωῆς αἰωνίου ἔχεις. Καὶ ὁ Σωτὴρ ἔφη· Τὰ ῥήματα ἃ ἐλάλησα ὑμῖν, πνεῦμά ἐστιν. Ἀποστόλοις γὰρ ἔλεγε, πέρατα τυγχάνουσιν οἰκουμένης. Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν, κ. τ. ἑ. Οὐ ταυτὸν λαλιὰ καὶ λόγος, ἐπεὶ οὐδὲ ταυτὸν ὁ λάλος τῷ λογίῳ· ἢ τάχα λαλιῶν μὲν ὁ φθόγγος, λόγων δὲ τὰ ῥήματα.
PG 12:1285Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, κ. τ. ἑ. Ὁ Κύριος ἡμῶν ὁ ἥλιος τῆς δικαιοσύνης ἐστὶν, ἐν αὐτῷ δὲ κατασκηνοῖ ὁ Πατὴρ, κατὰ τό· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Καὶ πάλιν· Ὁ Πατὴρ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἔργα. Καὶ ὁ Ἀπόστολος· Θεὸς ἦν ἐν τῷ Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ. Καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ, κ, τ. ἑ. Ὡς νυμφίος ἐστὶν ὁ Χριστός· Ὁ γὰρ ἔχων, φησὶ, τὴν νύμφην νυμφίος ἐστί. Κατὰ τὸ κάλλος μιμεῖται νυμφίον ἐκ παστάδος μετὰ πολλῆς εὐπρεπείας. Ὁ νόμος τοῦ Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς· ἡ μαρτυρία Κυρίου πιστὴ, σοφίζουσα νήπια· τὰ δικαιώματα Κυρίου εὐθέα, εὐφραίνοντα καρδίαν· ἡ ἐντολὴ Κυρίου τηλαυγὴς, φωτίζουσα ὀφθαλμούς. Ὁ φόβος Κυρίου ἁγνὸς, κ. τ. ἑ. Ὁ πνευματικὸς νόμος τοῖς πνευματικοῖς καθάρσιος ἐπιστρέφει ψυχήν. Ἡ μαρτυρία Κυρίου δύναται τοῦ Χριστοῦ ἐν τῷ σταυρῷ μαρτύριον εἶναι, ἡ πιστὴ τοῦ Κυρίου μαρτυρία τοὺς νηπίους σοφίζουσα. Τὰ δικαιώματα. Κυρίου, ἃ περιέχει δικαιοσύνην τῆς πρὸς ἕκαστον κατ’ ἀξίαν ἀποδόσεως, τοῦ Κυρίου ἐν τῷ νόμῳ αὐτοῦ ἐστι δικαιώματα, ἢ τὰ περὶ τὴν πρὸς ἕκαστον αὐτοῦ οἰκονομίαν·
PG 12:1286ταῦτα γὰρ νοηθέντα εὐφραίνει καρδίαν. Ἡ ἐντολὴ Κυρίου ἐν εἴδει γενικοῦ νόμου ἐστὶν ἐντολή· οὐ κεκρυμμένως δὲ αὕτη, ἀλλὰ τηλαυγῶς λέγεται, καὶ φυλαχθεῖσα φωτίζει τοὺς τῆς ψυχῆς ὀφθαλμούς. Ὁ φόβος Κυρίου ἁγνός· τῶν δοκούντων φοβεῖσθαι τῆς ψυχῆς τὸν Κύριον οἱ μὲν εἰδότες περὶ ὧν φοβεῖσθαι δεῖ, ἐκκλίνουσι τῶν κακῶν· τῷ γὰρ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ· οἱ δὲ οὐκ ἔχουσι τὸν ἀληθῶς φόβον Κυρίου. Ἁγνὸς γὰρ οὗτος, καὶ οἱ καρποὶ αὐτοῦ διαμένουσιν εἰς αἰῶνα αἰῶνος. Τοῦ αὐτοῦ. Ὁ νόμος Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς. Πότερον ἀπὸ κακίας ἐπιστρέφων πρὸς τὴν ἀρετὴν, ἢ ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητά; Καὶ τάχα τοῦτο. Τὸ γὰρ πρότερον ἡ ἐντολὴ πέφυκε ποιεῖν. Ὁ τοῦ Μωϋσέως νόμος διαφόρως ὀνομάζεται. Λέγεται γὰρ νόμος, ὡς τὴν πολιτείαν ῥυθμίζων· μαρτυρία, ὅτι διαμαρτύρεται τὰ τῆς παραβάσεως, τιμωρίαν δεικνύς· δικαιώματα, ὅτι πρὸς τὸ καλὸν προτρέπων ἀπαγορεύει τὸ ἄδικον· ἐντολὴ, ὡς τὸ πρακτέον δεσποτικῶς κελεύων καὶ εἰσηγούμενος· κρίματα, ὅτι δείκνυσι τίνων ὁ φυλάσσων ἀγαθῶν τεύξεται, καὶ τίσι τιμωρίαις ὁ παραβαίνων παραδοθήσεται.
PG 12:1287Ὁ νόμος οὖν, φησὶ, τοῦ Κυρίου ἄμωμος ὢν ἐπιστρέφει τὰς τῶν ἀνθρώπων ψυχάς. Τοῦ αὐτοῦ Ὁ φόβος Κυρίου ἁγνὸς, διαμένων εἰς αἰῶνα αἰῶνος Ἁγνεία ἐστὶν ἁμαρτημάτων ἀποχὴ, καὶ ὁ φόβος ἁγνὸς, ὡς ἁγνοῦς ποιῶν· τῷ γὰρ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. Αἰώνιος δὲ ὢν ὁ φόβος, καὶ αἰωνίους οἷς ἂν γένηται ποιεῖ. Εὐλάβεια καὶ ὁ τοῦ Θεοῦ φόβος τῶν αἰωνίων ἀγαθῶν προξενεῖ τὴν ἀπόλαυσιν. Εἰκότως δὲ ὁ τοῦ Θεοῦ φόβος ἁγνός· ὁ γὰρ ἀνθρώπινος ψέγεται, καὶ δειλίας ἔχει προσηγορίαν. Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, κ. τ. ἑ. Εἰ ὁ δοῦλος φυλάσσει, ὁ μὴ φυλάσσων οὐ δοῦλος. Φυλάσσει δὲ τὰ ἐπιθυμητὰ τοῦ Θεοῦ ὁ ἐπιθυμῶν οὐκ ἄλλο τι ἢ αὐτά. Διὸ ἔχει ἀνταπόδοσιν τυχεῖν τῶν ἐπιθυμουμένων. Τὰ φανερὰ δὲ κατορθώσας, περὶ τῶν κρυφίων εὔχεται. Ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι, κ. τ. ἑ. Ἐὰν οἱ ἀλλότριοι μὴ κατακυριεύσωσιν ἡμῶν, τότε ἄμωμοι ἐσόμεθα, οὐ πρότερον τοιοῦτοι ὄντες. Ἄμωμοι δὲ ἐσόμεθα καθαιρόμενοι καὶ ἀπὸ μεγίστης ἁμαρτίας. Καὶ τοῦ μὲν μηδὲν ἁγνὸν προφερομένου ἐκ τοῦ ἰδίου στόματος τὰ λόγια ἔσονται εἰς εὐδοκίαν, ἅτε ἀνοίγοντος τὸ στόμα μόνῳ λόγῳ Θεοῦ·
PG 12:1288τοῦ δὲ τοιούτου ἡ μελέτη τῆς καρδίας διὰ τὴν παῤῥησίαν ἐνώπιόν ἐστι τοῦ Θεοῦ, οὐ ποτὲ μὲν, ποτὲ δὲ οὒ, ἀλλὰ διὰ παντός. Οὐδενὸς δὲ ἀνιέντος τὴν μελέτην τῆς ἑαυτοῦ καρδίας, καὶ διὰ τοῦτο μολυνομένου διαλογισμοῖς πονηροῖς, δύναται μελέτη τῆς καρδίας εἶναι διὰ παντὸς ἐνώπιον τοῦ Θεοῦ. ΨΑΛΜΟΣ ΙΘ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ· ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου, κ. τ. ἑ. Ὁ ἐν στενῇ καὶ τεθλιμμένῃ τυγχάνων ὁδῷ, ἐπαγούσῃ ἐπὶ τὴν ζωὴν, πάντως ἢ ἐν παντὶ θλίβεται, καὶ ἐν ἡμέρᾳ ἐστὶ θλίψεως· διὸ τυγχάνει τῆς ἐν τῷ ἐπακούεσθαι εὐλογίας, ἧς ἀποτυγχάνει ὁ ἐν πλατείᾳ ὤν. Διὸ μᾶλλον ἐν ἡμέρᾳ θλίψεως εἶναι θελήσωμεν· ὑπερασπίσει γὰρ ἡμῶν τὸ ὄνομα τοῦ Θεοῦ Ἰακὼβ, εἰ ἐνδυσάμενοι τὴν πανοπλίαν αὐτοῦ σταίημεν πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. Εὐχώμεθα οὖν πάντως ἐν ἡμέρᾳ θλίψεως, ἵνα ἐπακουσθῶμεν, ἀγγελικῆς ἤ τινος τοιαύτης ἐξαποστελλομένης ἡμῖν τῆς βοηθείας, ἢ βοηθείας τοῦ Χριστοῦ. Τοῦ αὐτοῦ. Ὁ τὴν στενὴν καὶ τεθλιμμένην ὁδεύων ὁδὸν ἀεί ἐστιν ἐν θλίψεσι, καὶ εὐχόμενος εἰςακούεται·
PG 12:1289ὁ πλατεῖαν οὔτε θλίβεται, οὔτε ἀκούεται. Εὐχώμεθα οὖν ἐν θλίψεσιν, ἵνα εἰσακουσώμεθα. Καὶ Ἐζεκίας γὰρ τὴν ἐπιστολὴν λαβὼν Σεναχηρεὶμ, καὶ ἐν τῷ ναῷ ταύτην τῷ Θεῷ ἐπιδεικνὺς, τοῦ λαοῦ ὑπὲρ αὐτοῦ εὐχομένου εἰσηκούσθη. Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω, κ. τ. ἑ. Τὰ μὲν ἄλογα ζῶα πιαινόμενα θύεται καὶ ὁλοκαυτοῦται, τὰ δὲ λογικὰ μετὰ τὸ ὁλοκαυτωθῆναι πιαίνεται, εἴ γε μετὰ τὴν ἁγίου πυρὸς κάθαρσιν καταξιοῦται γνώσεως ὁλόκληρον καθαγιαζόμενον πυρί. Πιαίνει ὁ Θεὸς ὁλοκαυτώματά τινος, ἵνα ἡ πιότης τρέφῃ τὸ ἐπὶ τοῦ θυσιαστηρίου πῦρ. Μηδέποτε ἀψύχων μὲν ἡ θυσία, ἐμψύχων δὲ τὰ ὁλοκαυτώματα. Τοῦ αὐτοῦ. Τὸ, πάσης, ἐμφαίνει πλῆθος, ὡς οὐ μεμνημένου ὀλίγης. Δῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου, κ. τ. ἑ. Ἃ πρέπει Θεῷ δοῦναι, καὶ αἰτοῦντι λαβεῖν, ὡς εἰδότι τί προσεύξασθαι δεῖ, καὶ καθ’ ὃ δεῖ. Ἢ δῴη σοι Κύριος εἰς ὃ χωρεῖ ἡ καρδία, τὴν βουλήν σου ὡς ἀγαθήν. Ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου, κ. τ. ἑ. Οἱ μὲν ἄνθρωποι ἐν πλούτῳ ἀγαλλιῶσιν ἢ ἐν δόξῃ ἢ ἐν εὐγενείᾳ, ὁ δὲ ἅγιος ἐν τῷ σωτηρίῳ τοῦ Θεοῦ. Σωτήριον τοῦ Πατρὸς ἐν τῷ κόσμῳ ὁ Υἱός·
PG 12:1290σωτήριον τοῦ Υἱοῦ ἐν τῷ κόσμῳ ὁ σταυρός· σωτήριον περὶ οὗ εἴρηται, ὅτι ἐτέχθη ἡμῖν σήμερον Σωτὴρ Κύριος, περὶ οὗ εἶπε Συμεὼν, Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου. Τοῦ αὐτοῦ. Σωτήριόν ἐστι Θεοῦ τὸ ἐν αὐτῷ σώζεσθαι· ἐν υἱοῖς δὲ ἀνθρώπων οὐκ ἔστιν αὕτη ἡ σωτηρία. Πληροῦται δὲ τὰ αἰτήματα τοῦ αἰτοῦντος μεγάλα καὶ ἐπουράνια. Πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου, κ. τ. ἑ. Ἀλλ’ οὐ τὰ κακὰ αἰτήματα. Ὧ τὰς θυσίας προσήνεγκας, πληρώσαι ὅσα κατὰ διάνοιαν ᾔτησας, ὅτι μηδὲ ἀλλότρια αὐτοῦ τὰ τῆς σῆς βουλῆς. Ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ, κ. τ. ἑ. Ἐπακούει γὰρ Κύριος παντὸς βασιλέως, βασιλευομένου ὑπὸ τοῦ Βασιλέως τῶν βασιλευόντων. Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, κ. τ. ἑ. Οἱ μὲν ἀντικείμενοι μετὰ τῆς κακίας ἡμῖν ἐφορμῶσιν· ἡμεῖς δὲ μετὰ τῆς Χριστοῦ γνώσεως αὐτοῖς ἀπαντῶμεν· πεσοῦνται γὰρ αἱ ἀντικείμεναι δυνάμεις, ἡνίκα τὸ ῥηθὲν ἐπιφανεῖται σωτήριον. ΨΑΛΜΟΣ Κ. Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα, κ. τ. ἑ. Εἰ Χριστὸς Θεοῦ δύναμις, μήποτε ἐπ’ ἐκείνῃ εὐφρανθήσεται. Ὡς δὲ δύναμις καὶ σοφία, οὕτω καὶ σωτηρία.
PG 12:1291Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ, καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτὸν, κ. τ. ἑ. Ἐπιθυμία μὲν καρδίας ἐν νοητοῖς, καὶ θεωρία ὀφθαλμῶν ἐν ὁρατοῖς καὶ θεάμασι, θέλησις δὲ χειλέων ἐν τῇ περὶ τῶν νενοημένων καὶ τεθεωρημένων ἐπαγγελίᾳ. Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου, κ. τ. ἑ. Στέφανος μὲν Χριστοῦ ὁ Θεὸς, Χριστὸς δὲ τῆς λογικῆς φύσεως. Λίθοι τίμιοι οἱ μαργαρῖται λόγοι, περὶ ὧν εἴρηται· Μὴ ῥίψητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων. Καὶ ὁ πολυτίμητος μαργαρίτης τοῦ ἐμπόρου, καὶ οἱ Χριστοῦ μαθηταὶ, οἳ ὡς στέφανος πλακέντες τῇ Χριστοῦ κεφαλῇ ἐπιτεθήσονται. Τοῦ αὐτοῦ. Ἐξ ὧν τις ἐπιτηδεύει, καὶ στεφανοῦται. Ὁ γὰρ δίκαιος, διώξας τὸ δίκαιον, τὸν τῆς δικαιοσύνης ἀπολήψεται στέφανον· ὁ κατατρυφήσας δὲ τοῦ Κυρίου στεφάνῳ τρυφῆς ὑπερασπίζεται· καὶ ὁ χάριτι σωθεὶς στέφανον χαρίτων ἐπὶ τῆς ἑαυτοῦ δέχεται κορυφῆς· καὶ ὁ θησαυρίσας μετὰ χρυσίου καὶ ἀργυρίου λίθους τιμίους, ὑφ’ ὧν εἰργάσατο λίθων στεφανωθήσεται. Καὶ ὁ Κύριος τοὺς εἰς αὐτὸν ἐλπίζοντας στεφανοῖ ἐν ἐλέει καὶ οἰκτιρμοῖς.
PG 12:1292Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος, κ. τ. ἑ. Ζήτησον εἰ ἡ μὲν ἔστιν ἀπὸ Θεοῦ δεδομένη ζωὴ, ἡ δὲ ἀπὸ τῆς ὕλης ἐρχομένη, καὶ σύγκρινον τό· Ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, τῷ· Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν. Ζωὴν ᾐτήσατό σε, τὸν πρὸ τῆς νόσου βίον αὐτοῦ. Τοῦ αὐτοῦ. Ὁ βασιλεὺς ὡς ἀγαθὸν ᾐτήσατο τὴν ζωὴν ἀπὸ Κυρίου, καὶ εἴληφεν. Ἀγαθὸν δέ ἐστιν ἡ ζωὴ, ὁ εἰπών· Ἐγώ εἰμι ἡ ζωή. Καὶ τάχα ὁ δόξας φιλοζωεῖν Ἐζεκίας ἐκείνην ἤθελε τὴν ζωὴν, ἣν συμβολικῶς ἐφιλοζώει. Μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου, κ. τ. ἑ. Τὸ σωτήριον δόξαν περιποιεῖ μεγάλην τῷ ἐκ νεκρῶν ἀναστάντι βασιλεῖ· καὶ δόξαν ἔχοντι καὶ ἑτέραν προσέθηκε καὶ ἐκ τῆς ἀναστάσεως, κατὰ τό· Ἐδόξασα καὶ πάλιν δοξάσω. Τοῦ αὐτοῦ. Ἡ δόξα τοῦ βασιλέως μεγάλη ἐστὶν ἐν τῷ σωτηρίῳ τοῦ Κυρίου, καὶ οὐκ ἔν τινι τῶν κατωτέρων ἐκείνου. Δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ’ αὐτόν. Εἶχε μὲν ὁ Χριστὸς δόξαν καὶ μεγαλοπρέπειαν ἐν μορφῇ Θεοῦ ὑπάρχων· ὅτε δὲ καὶ ἄνθρωπος γέγονεν, ὁ Θεὸς αὐτὸν ὑπερύψωσε. Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου, κ. τ. ἑ.
PG 12:1293Οἱ μὲν ἐχθροὶ τοῦ Κυρίου εὑρίσκουσιν αὐτὸν, οἱ δὲ μισοῦντες αὐτὸν εὑρίσκονται παρ’ αὐτοῦ. Καὶ διὰ μὲν τοῦ νόμου εὑρίσκομεν Θεὸν, διὰ δὲ τῶν Εὐαγγελίων εὑρισκόμεθα παρ’ αὐτοῦ, ἐχθροὶ ὄντες τὸ πρότερον καὶ ξένοι τῶν διαθηκῶν τοῦ Θεοῦ, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ· ἢ διὰ πρακτικῆς μὲν εὑρίσκομεν Θεὸν, διὰ δὲ γνώσεως εὑρισκόμεθα παρ’ αὐτοῦ. Τοῦ αὐτοῦ. Καὶ τοὺς μὲν ταχυτάτους καταλήψεται, τοὺς δὲ δυνατωτάτους καταλύσει. Εὑρεθείη δὲ πολεμοῦσα ἡ τιμωρουμένη, κατὰ τὸ· Πολεμεῖ Κύριος χειρὶ κρυφίᾳ ἐπὶ τὸν Ἀμαλέκ. Θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς, κ. τ. ἑ. Τοῦτο περὶ πονηρευομένων φησί· κλίβανος γάρ εἰσι πυρὸς, ἐπεὶ ἐθερμάνθησαν ὡς κλίβανος αἱ καρδίαι αὐτῶν. Καὶ εἴρηται δή που· Πάντες μοιχεύοντες, ὡς κλίβανος αἱ καρδίαι αὐτῶν. Κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτοὺς, κ. τ. ἑ. Ταράττονται δὲ ἐπὶ προσδοκίᾳ τιμωρίας, οὐχ ἁπλῶς πάντες, ἀλλ’ οἱ δι’ ἡδονὴν κακοὶ, καὶ δοξάζοντες τὰ ψευδῆ. Καὶ καταφάγεται αὐτοὺς πῦρ, ἐπειδή εἰσι ξύλα, χόρτος, καλάμη. Τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς ἀπολεῖς, καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων, κ. τ. ἑ.
PG 12:1294Οὐ τὴν οὐσίαν, ἀνώλεθρος γὰρ, ἀλλὰ τὴν ποιότητα καθ’ ἣν ἐβλάστησε ξύλα, χόρτον, καλάμην, τὰ πονηρὰ ἔργα· ἢ καὶ ὅπερ οἱ κακοὶ καὶ δυσσεβεῖς κατέβαλον σπέρμα, ὅπερ ἀφανίζει ὁ Θεὸς ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. Εὐεργεσία δέ ἐστιν ἐκπεσεῖν ἁμαρτιῶν καὶ ἐννοιῶν πονηρῶν. Σπέρμα γὰρ ἁμαρτίας λογισμὸς πονηρός. Ὅτι ἔκλιναν εἰς σὲ κακὰ, διελογίσαντο βουλὴν ἣν οὐ μὴ δύνωνται στῆσαι, κ. τ. ἑ. Διὰ πάντων οἱ φαῦλοι καταστραφέντες ἀδυνάτοις ἐπιχειροῦσι. Διαλογίζονται γὰρ ἐπιβουλευτικὴν κατὰ τοῦ βλάβην μὴ ὑπομένοντος. Τοῦ αὐτοῦ. Εἰς ὃν θέλει ἕκαστος τῶν πονηρῶν κακοποιεῖν, κλίνει τὰ κακὰ, ἢ εἰς ὃν ἀδικεῖ, ἢ εἰς ὃν ἀσεβεῖ. Τοῦ αὐτοῦ. Τότε κλινόμεθα, ὅτε παρὰ φύσιν κινούμεθα. Ὅτι θήσεις αὐτοὺς νῶτον· ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν, κ. τ. ἑ. Μετὰ τίθεσθαι τοὺς μισοῦντας τὸν Κύριον ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου αὐτοῦ, καὶ συνταράσσεσθαι αὐτοὺς ὑπὸ Κυρίου ἐν τῇ ὀργῇ αὐτοῦ, καὶ ἡνίκα καταφάγηται αὐτοὺς πῦρ, καὶ ἀπολέσῃ ὁ Κύριος τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς, ἐπείπερ οὐ πνεύματος καρπὸς ἦν·
PG 12:1295καὶ ἐπὰν τὸ σπέρμα αὐτῶν ἀπολέσῃ ἀπὸ υἱῶν ἀνθρώπων (ἔκλιναν γὰρ οἱ μισοῦντες Κύριον κακὰ εἰς αὐτὸν, καὶ διελογίσαντο βουλὰς, ἃς στῆσαι οὐ δύνανται)· καὶ ἐπὰν μετὰ ταῦτα θῇ αὐτοὺς φεύγοντας νῶτον, τότε ἑτοιμάσει τὸ πρόσωπον αὐτῶν ἐν τοῖς περιλοίποις, ἵνα καὶ ἐν τούτοις μετὰ τοὺς τοσούτους ἀνέσεως τύχωσι, καὶ θεωρήσωσι. Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου· ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου, κ. τ. ἑ. Εἰ δύναμις Θεοῦ ὁ Χριστὸς, ὑψούμενος ἐν τῇ δυνάμει ἑαυτοῦ ὁ Κύριος, ἐν Χριστῷ ὑψοῦται. Ἄδει δέ τις θεωρῶν, καὶ ψάλλει κατ’ ἀρετὴν ἐνεργῶν. Δεῖ δὲ καὶ θεωρεῖν τὰς δυναστείας αὐτοῦ, καὶ κατὰ ταύτας πράττειν. ΨΑΛΜΟΣ ΚΑ. Ὁ Θεὸς, ὁ Θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με, κ. τ. ἑ. Αὕτη ἡ φωνὴ τοῦ Κυρίου Χριστοῦ, τῷ σταυρῷ προσηλωμένου, καὶ ἄλλως δὲ τυποῖ τὸ ἡμέτερον πάθος. Ἡμεῖς γὰρ ἦμεν οἱ ἐγκαταλελειμμένοι καὶ παρεωραμένοι πρότερον· εἶτα νῦν προσειλημμένοι καὶ σεσωσμένοι τοῖς τοῦ ἀπαθοῦς πάθεσιν, ὥσπερ τὴν ἀφροσύνην ἡμῶν καὶ τὸ πλημμελὲς οἰκειούμενος, διὰ τῶν ἑξῆς τοῦ ψαλμοῦ φησι· Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου. Ὡς ἔλεγε·
PG 12:1296Μακράν με ποιοῦσι τῆς σωτηρίας αἱ ἁμαρτίαι. Σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς ὁ ἔπαινος τοῦ Ἰςραὴλ, κ. τ. ἑ. Ἐντεῦθεν μανθάνομεν, ὅτι αὐτοέπαινός ἐστιν ὁ Κύριος, καὶ ἔπαινος μακρὰν τοῦ Ἰσραήλ. Ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, κ. τ. ἑ. Ὁ σκώληξ οὐκ ἐκ συνδυασμοῦ γεννᾶται, ἀλλ’ ἀπὸ ξύλου, καὶ κατεσθίει ξύλα, χόρτον, καλάμην. Τάχα καὶ ὁ Θεὸς ἡμῶν πῦρ ἐστι καταναλίσκον τὴν μοχθηρὰν καὶ εὔπρηστον ὕλην. Εἰ δὲ ξύλα καὶ αἱ λογικαὶ ὀνομάζονται φύσεις· Σὲ γὰρ, φησὶν, ἐζήλωσαν πάντα τὰ ξύλα τοῦ παραδείσου, ἐν δὲ ταύταις πέφυκε γεννᾶσθαι Χριστὸς ὡς σοφία, καὶ δικαιοσύνη· καλῶς ὁ Χριστὸς ὀνομάζεται σκώληξ ἐν τοῖς τοιούτοις ξύλοις γενόμενος. Ἀλλὰ καὶ ὡς σκώληξ δέλεαρ γέγονε τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· καὶ εὑρίσκεται μὲν τῷ σοφῷ εὐθὺς, τῷ δὲ ἄφρονι σκολιός. Γίνεται δὲ καὶ ἡμῖν ἁμαρτάνουσι σκώληξ, τὴν συνείδησιν ἡμῶν διελέγχων καὶ κατατρώγων. Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρὸς, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου, κ. τ. ἑ. Θεὸν γὰρ γενόμενον ὁ Πατὴρ ἐμαιεύσατο· οἶμαι δὲ καὶ μόνον τῶν εἰς γένεσιν ἐληλυθότων, ἐπεὶ καὶ μόνος ἐξ ἁγίου Πνεύματος ἦν.
PG 12:1297Εἰ δὲ ἐλπίζειν ᾔδει ἔτι γαλακτοδοτούμενος τελειότητι, πρὸς τὸ, ἐκσπάσας με, λεχθείη ἂν, ὅτι καὶ ἵνα μὴ ἐξέλθῃ τῆς γαστρὸς, ἐπεβουλεύετο καὶ ἐκωλύετο, ὡς δεῖσθαι τοῦ Θεοῦ ἐκσπῶντος αὐτὸν ἀπὸ γαστρός. Τάχα δὲ καὶ πάντα τὸν γεννώμενον ἀόρατός τις δύναμις ἐκσπᾷ ἀπὸ τῆς γαστρός· ἁγία μὲν, ὡς τὸν Παῦλον ἀφοριζόμενον ἐκ κοιλίας μητρός· χείρων δὲ, ὡς τοὺς ἀπηλλοτριωμένους ἀπὸ μήτρας ἁμαρτωλούς. Μόνον δὲ τὸν Σωτῆρα αὐτὸς ἐξέσπασεν ὁ Πατὴρ ἀπὸ τῆς γαστρὸς, ὥστε αὐτὸν τοῦ ἐξαιρέτου αἰσθανόμενον εἰρηκέναι τό. Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός· τῶν ἄλλων ἀνθρώπων οὐκ ἐκσπασμένων, ἀλλ’ ἐξερχομένων· Ἐξῆλθε γὰρ, φησὶν, ὁ Ἡσαῦ ὡσεὶ δορὰ δασύς. Διὰ τοῦτο δὲ μόνος οὐ γέγονεν ἐν τῇ τῶν νηπίων ἀνοίᾳ καὶ καταστάσει· ἔτι γὰρ μαστοὺς μητρὸς διὰ τὸ σῶμα θηλάζων ἐλπίζειν ᾔδει ἐπὶ τὸν ἐκσπάσαντα αὐτὸν ἐκ γαστρός· πάντες γὰρ ἄνθρωποι γενόμενοι πρότερον τῇ κακίᾳ προσέρχονται·
PG 12:1298ὁ δὲ Κύριος ἡμῶν, καθώς φησιν Ἡσαί̈ας, πρὶν ἢ γνῶναι αὐτὸν ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Τὸ δὲ περὶ Ἰωάννου μέντοιγε σκιρτῶντος ἐν ἀγαλλιάσει συνεξετάσεις τούτοις, καὶ τὰ περὶ Ἰακὼβ ἐν τῇ κοιλίᾳ πτερνίζοντος τὸν ἀδελφὸν αὐτοῦ, καὶ τὰ περὶ Ἱερεμίου πρὶν ἐξελθεῖν ἐκ μήτρας ἁγιασθέντος. Ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου, ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ μήτρας, κ. τ. ἑ. Ἐνὼς ἤλπισεν ἐπικαλεῖσθαι τὸν Θεὸν, ἀλλ’ οὐκ ἀπὸ μαστῶν τῆς μητρός· ὁ δὲ Χριστὸς πρὶν ἢ γνωσθῆναι ἀγαθὸν ἢ κακὸν, ἐξελέξατο τὸ ἀγαθόν· ὥστε καλῶς οὗτος λέγεται ἠλπικέναι ἀπὸ μαστῶν τῆς μητρός. Οὐκ ἔστι γὰρ, φησὶν, ἄνθρωπος, ὃς ζήσεται, καὶ οὐχ ἁμαρτήσει. Ἀπὸ γαστρὸς μητρός μου Θεός μου εἶ σὺ, κ. τ. ἑ. Ἦ ἐπεὶ ἅμα τῷ γεννηθῆναι ηὔχετο, τάχα καὶ πρὶν γεννηθῆναι· ἦν γὰρ συνετώτερος Ἰωνᾶ ἐν κοιλίᾳ κήτους εὐχομένου. Μὴ ἀποστῇς ἀπ’ ἐμοῦ, ὅτι θλίψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν, κ. τ. ἑ. Τάχα τὸ, θλίψις ἐγγὺς, ἔλεγεν ἐπὶ τοῦ σταυροῦ κρεμάμενος, ἀναφέρων ἐπὶ τὰς ἐν ᾅδου πρὸς τὰς ἐκεῖ δυνάμεις περιστάσεις. Λέγει δὲ ταῦτα, οἱονεὶ οὐδενὸς τῶν ἀγγέλων αὐτῷ βοηθοῦντος.
PG 12:1299Οὐ γὰρ ἐτόλμησέ τις αὐτῶν ἕως ἐκεῖ συγκαταβῆναι. Περιεκύκλωσάν με μόσχοι πολλοὶ, ταῦροι πίονες περιέσχον με, κ. τ. ἑ. Ἀνάγοις δὲ ταῦτα καὶ ἐπὶ τοὺς νοητοὺς δαίμονας, καὶ μόσχους νοήσεις τὰς ἐνεργούσας γήϊνα πονηρὰς δυνάμεις, διὰ τὸ γεωπόνον εἶναι τὸ ζῶον· ταύρους δὲ πίονας διὰ τὸ πολυμαθὲς τῆς κακίας τὰς τῶν ἀπατηλῶν ῥημάτων προϊσταμένας δυνάμεις καὶ δι’ αὐτῶν τοὺς ἀνθρώπους κερατιζούσας· λέοντα δὲ τὸν διάβολον ὠρυόμενον καθ’ ἡμῶν, καὶ πολλοὺς καθαρπάζοντα, ἀφ’ οὗ λέοντος ἐξέσπασεν ὁ ποιμὴν ὁ καλὸς δύο σκέλη καὶ λοβὸν ὠτίου, διὰ παρακοῆς μὲν καταπίνοντος τὸ οὖς τῆς ψυχῆς τοῦ ἀνθρώπου, διὰ δὲ τῶν σκελῶν τὴν πορείαν αὐτῆς. Τοῦ αὐτοῦ. Ζητήσεις δὲ ἀπὸ τοῦ, Περιεκύκλωσάν με μόσχοι πολλοὶ, πότερον τὰ μὲν λέγεται πρὸ τῆς ἐξόδου, τὰ δὲ περὶ τῶν μετὰ τὴν ἔξοδον, ἢ πάντως περὶ τῶν μετὰ τὴν ἔξοδον. Καὶ εἰκός γε ὅτι ἑώρα περιεστηκυίας δυνάμεις βουλομένας τὴν ψυχὴν αὐτοῦ παραλαβεῖν, καὶ καταβιβάσαι ἐν σκυθρωποτέροις χωρίοις. Ὡσεὶ ὕδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου, κ. τ. ἑ.
PG 12:1300Ὀστᾶ τῆς σοφίας τὰ ἅγια δόγματα τῆς Ἐκκλησίας ἐστὶν, ἅπερ ἐν τῷ Πάσχα τοῖς Ἰουδαίοις μὴ συντρίβειν νενομοθέτηται· Ὀστοῦν γὰρ, φησὶν, οὐ συντρίψετε αὐτοῦ. Ἐκχεῖται δὲ ὡσεὶ ὕδωρ λόγος ὑπὸ τῶν πρεσβευόντων αὐτὸν ὑδαρῶς, καὶ ὑπὸ τῶν εἰς οὐκ ἐπιτήδεια σκεύη λαλούντων αὐτὸν, καὶ ἐκχεόντων· διασκορπίζεται δὲ πάντα τὰ ὀστᾶ τοῦ λόγου ὑπὸ τῶν μὴ σωζόντων αὐτοῦ τὸ ὕψος, ἀλλὰ τὴν ἐν ταῖς Γραφαῖς ἁρμονίαν αὐτοῦ διαλυόντων, ὥστε εἶναι παρὰ μὲν τῷδέ τινι τόδε ὀστέον αὐτοῦ, παρὰ τῷδέ τινι ἕτερον, καὶ ἕτερον παρ’ ἑτέρῳ. Ὁ δὲ ἐν τῷ τελείῳ Θεὸς συνάγει ὀστοῦν πρὸς ὀστοῦν, καὶ ἁρμονίαν πρὸς ἁρμονίαν ἐκ τοῦ ὄντος Ἰσραήλ. Ἢ κατὰ τὸ, Ἐλέησόν με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, ἐστί τινα τῆς ψυχῆς νοητὰ ὀστᾶ. Καὶ εἰς χοῦν θανάτου κατήγαγές με, κ. τ. ἑ. Οὐκ εἰς θάνατον, ἀλλ’ εἰς χοῦν θανάτου κατήχθη ὁ Χριστός· οὐ γὰρ ἡ ψυχὴ αὐτοῦ εἰς ᾅδου κατελήφθη, καὶ ἡ σὰρξ αὐτοῦ οὐκ οἶδε διαφθοράν. Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον, κ. τ. ἑ. Ἰουδαῖοι μὲν τὸν γραπτὸν νόμον τηροῦντες καὶ τὰ αἰσθητὰ ἱμάτια τοῦ Λόγου διαμερίζονται·
PG 12:1301ἡμεῖς δὲ τὸ πνεῦμα τοῦ λόγου φυλάσσοντες, τὰ νοητὰ ἱμάτια τοῦ Σωτῆρος ἡμῶν διαμεριζόμεθα, εἰς Χριστὸν βαπτιζόμενοι, καὶ αὐτὸν ἐνδυόμενοι ὡς σοφίαν καὶ ἀλήθειαν καὶ δικαιοσύνην. Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, κ. τ. ἑ. Ἡ δυναμένη τὴν ψυχὴν πλῆξαι ῥομφαία νοητὴ ἄρα ἐστὶ, περὶ ἧς εἴρηται· Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία. Ῥομφαία τοίνυν ἐστὶ ψεκτὴ πειρασμὸς εἰς ἀπιστίαν Θεοῦ προσκαλούμενος τὴν ψυχὴν, ἢ γνῶσις ψευδώνυμος, ἢ λογισμὸς ἀκάθαρτος εἰς ἁμαρτίαν ἐφελκόμενος τὴν ψυχήν· ὅπερ συμβαίνει τοῖς τὴν πρακτικὴν κατορθοῦν βουλομένοις. Καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου, κ. τ. ἑ. Τὰ ἐκ τούτου τοῦ κυνὸς γεννώμενα καὶ αὐτὰ κυνάρια ὀνομάζεται, περὶ ὧν εἴρηται· Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις. Διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, κ. τ. ἑ. Ταῦτα οἱονεὶ ἀναστάντος ἐκ νεκρῶν ὑπ’ αὐτοῦ λέγεται, καὶ ἐπακουσθέντος ἐφ’ οἷς προσηύξατο. Παρὰ σοῦ ὁ ἔπαινός μου ἐν Ἐκκλησίᾳ μεγάλῃ, κ. τ. ἑ. Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου, τουτέστιν οὐκ ἐν εὐγενείᾳ οὐδ’ ἐν πλούτῳ, ἀλλ’ ἐν σοφίᾳ καὶ δικαιοσύνῃ.
PG 12:1303Φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες αὐτὸν, κ. τ. ἑ. Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς, κ. τ. ἑ. Μετὰ τὴν γνῶσιν ἡ λήθη, καὶ μετὰ τὴν λήθην ἡ μνήμη. Καλῶς τε, μνησθήσονται, τέθεικεν· ὑπὸ τοῦ Θεοῦ γὰρ τὸ εἶναι δεξάμενοι, τοῦ δημιουργήσαντος μνησθήσονται, καὶ μνησθέντες ἐπιστραφήσονται, οὐχ ἓν ἔθνος, ὡς εἴρηται, οὐδὲ δύο, ἀλλὰ πάντα τὰ πέρατα τῆς γῆς, τῷ τῆς θεογνωσίας φωτὶ φωτιζόμενα. Ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν, κ. τ. ἑ. Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις ἂν θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. Ὡσεὶ ἔλεγεν, ὅτι πάντες ἄδικοι γενόμενοι δίκαιοι, παυσάμενοι τοῦ γενέσθαι γήϊνοι καὶ φθαρτοί. Καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, κ. τ. ἑ. Μόνῳ ἡ ψυχὴ τοῦ Θεοῦ ζῇ τῷ Θεῷ, τὴν γνῶσιν ἔχουσα οὐ μόνον τῶν γεγονότων, ἀλλὰ καὶ αὐτοῦ τοῦ Θεοῦ. Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, κ. τ. ἑ. Γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται. Γενεὰ δὲ σοφίας ἐστὶ κατὰ τὸν σοφὸν Σολομῶντα φόβος Κυρίου καὶ πλοῦτος καὶ δόξα καὶ ζωή. ΨΑΛΜΟΣ ΚΒ.
PG 12:1304Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει, κ. τ. ἑ. Ὥσπερ τὸ πρόβατον τρέφεται χλόῃ καὶ ὕδατι, οὕτω καὶ ὁ ἄνθρωπος ζωοποιεῖται πράξει καὶ γνώσει. Τὴν ψυχήν μου ἐπέστρεψεν· ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης, κ. τ. ἑ. Εἰ ἔστι τρίβος δικαιοσύνης, ἐστὶ καὶ σωφροσύνης καὶ ἀγάπης καὶ ἐγκρατείας, δι’ ὧν εἰσέρχεταί τις εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετ’ ἐμοῦ, κ. τ. ἑ. Ἐντεῦθεν ὁ λόγος οὐ περὶ Θεοῦ, ἀλλὰ πρὸς αὐτὸν τὸν Θεόν. Οὐ ταυτὸν δέ ἐστι πορεύεσθαι ἐν μέσῳ σκιᾶς θανάτου τῷ καθῆσθαι ἐν σκιᾷ θανάτου· ὁ μὲν γὰρ καθεζόμενος ἵδρυται ἐν αὐτῇ, καὶ βέβαιός ἐστιν ἐν τῷ κακῷ, καὶ ἐν τῇ σκιᾷ τοῦ θανάτου· διὰ τοῦτο ἐν σκοτίᾳ ἐστὶ, καὶ δεῖται ἐλέου, ἵνα ἀνατείλῃ αὐτῷ φῶς· ὁ μέντοιγε μὴ καθεζόμενος, ἀλλὰ παρατρέχων, διὰ μὲν μέσου σκιᾶς θανάτου ὁδεύων, οὐχ ἑστηκὼς δὲ, ἀλλὰ παρατρέχων δι’ αὐτῆς τῆς σκιᾶς τοῦ θανάτου, οὐ μόνος περιπατεῖ· Κύριος γὰρ αὐτῷ συνοδεύει. Ποῦ δὲ γέγραπται περὶ τῆς καθίσεως τῆς σκιᾶς τοῦ θανάτου·
PG 12:1305Καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς. Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν, κ. τ. ἑ. Ὅτι ἡ ῥάβδος ἐπὶ τῶν μαστίγων καὶ τῶν κολάσεων εἴρηται, μαρτυρήσει αὐτὴ ἡ Γραφὴ λέγουσα· Ἐὰν ἐγκαταλείπωσιν οἱ υἱοί μου τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν· ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσι, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἁμαρτίας αὐτῶν, τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ’ αὐτῶν· ὥστε εἰ ἥμαρτες καὶ βλέπεις ῥάβδον Θεοῦ ἐπικειμένην σοι, ἴσθι, ὅτι τὸ ἔλεος τοῦ Θεοῦ οὐ διεσκέδασται ἀπὸ σοῦ. Εἰ δὲ ἥμαρτες, καὶ οὐδαμοῦ ῥάβδος, οὐδὲ μάστιξ, φοβοῦ· οὐ παραδέχεταί σε ὁ Θεὸς ὁ μαστιγῶν πάντα υἱὸν ὃν παραδέχεται. Τοιαῦτα λέγεται περὶ τῶν ἁμαρτωλῶν, ὅτε οὐ μαστιγοῦνται· Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρ’ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν, καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν. Ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶ, καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται. Διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία· περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν αὐτῶν.
PG 12:1306Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου. Ἀρκεῖ ῥάβδος· τί ποιεῖ βακτηρία; ἐὰν ᾖς πρόβατον ἁμαρτωλὸν, ῥάβδῳ πληγήσῃ· ἐὰν ᾖς ἄνθρωπος ἁμαρτωλὸς, βακτηρίᾳ· διὰ τοῦτο ἐπὶ τούτων οὐ ῥάβδος, ἀλλὰ βακτηρία ὠνομάσθη παρὰ τῷ Σολομῶντι ἐν ταῖς Παροιμίαις· Ὁ φειδόμενος τῆς βακτηρίας μισεῖ τὸν ἑαυτοῦ υἱόν. Ταῦτα οὖν παρακαλεῖ τὸν τυπτόμενον καὶ τὸν κολαζόμενον, πεπεισμένον, ὅτι μαστιγοῖ ὁ Θεὸς πάντα υἱὸν ὃν παραδέχεται. Τοῦ αὐτοῦ. Ὥσπερ ῥάβδος παιδεύει, οὕτω πρακτικὴ μετροπαθεῖν ἐκδιδάσκει· καὶ ὥσπερ βακτηρία ἀναπαύει, οὕτω καὶ γνῶσις εὐφραίνει. Βακτηρία τὸ ἰσχυρόν. Βούλεται οὖν εἰπεῖν, ὅτι, Ἡ βασιλεία σου ἡ κραταιὰ τῆς παρακλήσεώς μοι ταύτης ἐγένετο χορηγός. Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξ ἐναντίας τῶν θλιβόντων με, κ. τ. ἑ. Τί βούλεται τὸ, ἐξ ἐναντίας τῶν θλιβόντων με; Ἔχει τι μυστήριον ἀπόῤῥητον, ἵνα τις εὔχηται θλίβεσθαι. Ἐπινόει μοι ὥσπερ ἐπὶ τῶν ἀγώνων τῶν μεγάλων ἄθλους ἐπικειμένους καθ’ ἕκαστον ἀγώνισμα, οὕτως καθ’ ἑκάστην θλίψιν, ἡνίκα ἂν τὸ θλίβον παρῇ, καὶ αἱ θλίβουσαι δυνάμεις αἱ ἀντικείμεναι, νόει ἡτοιμασμένην τράπεζαν πνευματικὴν καὶ νοητὴν, διὰ ταύτην τὴν θλίψιν.
PG 12:1307Ὁσάκις γοῦν ἐὰν θλιβῇ, τοσαυτάκις καὶ τράπεζά σοι παρατίθεται πνευματική. Μόνον ἔχε ὀφθαλμοὺς τοὺς βλέποντας τραπέζας μου, ἵν’ εὐχαριστῶν λέγοις μετὰ τοῦ Ἀποστόλου· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν ταῖς θλίψεσιν. Ἐν ἀρχαῖς δὲ ἐφάσκομεν τὸν ἐκ προκοπῆς ὄντα κατασκηνοῦν εἰς τόπον χλόης. Ἐπεὶ οὖν ὁ προκόπτων κἂν ἐπὶ τὸ τέλος φθάσειεν, οὐκέτι μείνας πρόβατον, ἀλλὰ λογικὸς ἀναδειχθεὶς, τράπεζαν λογικῶν τροφῶν ηὐτρεπισμένην ἔχει ὑπὸ Κυρίου. Τῷ γὰρ Κυρίῳ τυγχάνοντι ἡ σοφία ἑτοιμάσει τὴν ἑαυτῆς τράπεζαν, ἐφ’ ἧς τὰ ἴδια θύματα παρέχεται. Εὐχαριστῶν οὖν φησι· Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, οὐκέτι εἰσαγωγικὴν καὶ ἠθικὴν διδασκαλίαν καθὰ πρότερον, ἀλλὰ μυστικὴν καὶ τὴν τῆς ἀληθείας θεωρίαν. Ἐπίστησον δὲ, εἰ καὶ ὅσον τίς ἐστιν ἐν τῷ βίῳ τούτῳ, δι’ ἐσόπτρου καὶ δι’ αἰνίγματος βλέπων, πρόβατόν ἐστιν ὑπὸ ποιμένι ἀγόμενον· μεταβὰς δὲ ἐπὶ τὸν μέλλοντα αἰῶνα, πρόσωπον πρὸς πρόσωπον προσβαλὼν τῇ ἀληθείᾳ, πνευματικῇ προσβαλεῖ τραπέζῃ, κατὰ τό· Κἀγὼ θήσομαι ὑμῖν Διαθήκην, ἐσθίειν καὶ πίνειν ἐπὶ τῆς τραπέζης τοῦ Πατρὸς ἐν τῇ ἀληθείᾳ. Ὅθεν καὶ τό·
PG 12:1308Ἡτοίμασεν ὁ Θεὸς ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ τὰ ἑξῆς. Τὸ δὲ, ἐνώπιόν μου, δηλοῖ πεφανερῶσθαι καὶ ἐγνῶσθαί μου τὴν τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με πολλῶν ἐχθραίνειν μοι βουλομένων. Καὶ διὰ τῶν θλιβόντων με ἐξανίστασθαί με ἰσχυρῶς πρὸς αὐτοὺς ὁ Κύριος θέλων, ἡτοίμασεν ἐνώπιόν μου τράπεζαν, ἐν ᾗ ἐπίκειται στερεὰ τροφὴ, ἵνα, ταύτης ἀθλητικῶς ἐμφορηθεὶς, ἀντιστῆναι γενναίως πρὸς τοὺς θλίβοντας δυνηθῶ. Οὗ δὲ ἀπὸ Κυρίου λιπαίνεται ἐν ἐλαίῳ ἡ κεφαλὴ, ἐρεῖ· Ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου, ὡς ἀπὸ Θεοῦ χριόμενος ἐλαίῳ ἀγαλλιάσεως Χριστός. Οἶμαι δὲ, ὅτι καὶ νηστεύων, οὕτως ἀλείφεται τὴν κεφαλὴν, καὶ τὸ πρόςωπον νίπτεται. Καὶ ἐπεὶ μὴ μόνον τράπεζαν ἡτοίμασεν ἡ σοφία, ἀλλὰ καὶ κράτος ἐκέρασε τὸν ἑαυτῆς οἶνον, ἐξ αὐτῆς γεγεννημένον ἀμπέλου ἀληθινῆς, ἐκέρασε δὲ τοῦτον τὸν οἶνον, καταμίξασα τὰ θεῖα νοήματα λέξεσιν ἀνθρωπίναις, ἐκ τοῦ τοιούτου κρατῆρος μερίζουσα ἑκάστῳ δίδωσι ποτήριον, ὅπερ ποτήριον κράτιστον ὂν, τουτέστι τίμιον καὶ ἐξαίρετον, τοῦ λαβόντος λέγεται. Τοῦ αὐτοῦ. Πρότερον μὲν ὡς ποιμὴν ὁ Χριστὸς ποιμαίνει τὰ πρόβατα·
PG 12:1309νῦν δὲ λοιπὸν ὡς φίλος καλεῖ τοὺς φίλους ἐπὶ τὴν τράπεζαν. Οὐκέτι γὰρ, φησὶν, ὑμᾶς καλῶ δούλους, ἀλλὰ φίλους. Καὶ δούλους μὲν ποιεῖ φόβος Θεοῦ· φίλους δὲ γνῶσις μυστηρίων Θεοῦ. Τράπεζαν ἐνταῦθα τὴν ἀθανασίαν λέγει. Τὸ δὲ, ἐξ ἐναντίας τῶν θλιβόντων με, ἀντὶ τοῦ, ἀκόντων τῶν ἐπιβουλευόντων. Οὐ γὰρ ἐβούλοντο τυχὸν οἱ Βαβυλώνιοι ἀπολυθῆναι αὐτούς· ὁ δὲ Κῦρος, ἐπικρατέστερος γενόμενος, ἀφῆκεν αὐτοὺς τῆς αἰχμαλωσίας. Καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, κ. τ. ἑ. Τίς ἐστιν ὁ καταδιώκων ἔλεος, ἢ περὶ οὗ φησιν ὁ Ἀπόστολος· Ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις; Ὁ καταδιώκων ἔμψυχός σε ἔλεος διώκει, οὓς μὲν καταλαμβάνει, οὓς δὲ οὔ. Τοὺς πάνυ φεύγοντας οὐ καταλαμβάνει· τοὺς δὲ ἔλαττον κρατεῖ, ἵνα ἐλεήσῃ. Οὐ μόνον δὲ ἔλεος καταδιώκει, ἀλλὰ καὶ τοῦτο ποιεῖ, τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν. Μῆκος γὰρ χρόνου, καὶ ἔτι ζωῆς, ἐν δεξιᾷ τῆς σοφίας· ἡμέραι δὲ ζωῆς φωτισμοί εἰσι διάφοροι τῆς ἀληθείας. ΨΑΛΜΟΣ ΚΓ. Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη, καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ, κ. τ. ἑ.
PG 12:1310Ὅρα δὲ καὶ οὕτως, εἰ μὴ πάντες ἄνθρωποι μερὶς Κυρίου, καὶ οὐχ ἁπλῶς ἀκουστέον τοῦ πάντας τοὺς κατοικοῦντας τὴν οἰκουμένην εἶναι τοῦ Κυρίου, εἰ μὴ ἄρα διὰ τὴν κλῆσιν τὴν ἀπὸ πάντων τῶν ἐθνῶν τοῦτο προφητεύεται. Τοῦ αὐτοῦ. Πρὸ τῆς Χριστοῦ ἐπιδημίας γνωστὸς ἐν τῇ Ἰουδαίᾳ μόνον ἦν ὁ Θεός· ἐξ οὗ δὲ Χριστὸς ἐπεδήμησε, τοῦ Κυρίου πᾶσα ἡ γῆ. Καὶ πρὶν μὲν τῆς Χριστοῦ ἐπιδημίας οὐκ ἦν εὑρεῖν ἐν πάσῃ τῇ γῇ πλήρωμα, ἀλλ’ ἦν τὰ πλεῖστα τῆς γῆς, εἰ δεῖ οὕτως εἰπεῖν, κενότης· ὅτε δὲ Χριστὸς ἐπεδήμησε, πολλοὶ εἴποιεν ἂν τῶν πεπιστευκότων ἐκ τῶν ἐθνῶν· Ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἡμεῖς ἐλάβομεν· καὶ διὰ τοῦτο αὐτοῦ εἶναι πλήρωμα. Οὐ γὰρ οἱ κενοὶ τῆς κατὰ τὸ Εὐαγγέλιον πολιτείας πλήρωμα εἶεν Χριστοῦ. Οὐ μόνον δὲ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἀλλὰ καὶ ἡ οἰκουμένη. Ἐν ἐρήμῳ κατοικεῖ ὁ ἁμαρτωλὸς, ὁ δὲ ἐν τῇ Ἐκκλησίᾳ τυγχάνων τῇ πεπληρωμένῃ τῆς ἁγίας Τριάδος, οὗτος κατοικεῖ τὴν οἰκουμένην, ἥτις ἐστὶν ἡ Ἐκκλησία, ἐπὶ θαλασσῶν τῶν πειρασμῶν ὑπὸ Κυρίου θεμελιουμένη, καὶ ἐν αὐτοῖς νικῶσα, ἵνα μετὰ τοῦτο ποτιζομένη ἐπὶ ποταμοῦ ἑτοιμασθῇ.
PG 12:1311Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; κ. τ. ἑ. Σύγκρινον δὲ ταῦτα τῷ, Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; καὶ τὰ ἑξῆς· καὶ ὅρα, ὅτι ἐκεῖ μὲν πρότερον παροικήσει ἐν σκηνώματι Κυρίου ὁ τοιόσδε, ἔπειτα κατασκηνώσει ἐν ὄρει ἁγίῳ αὐτοῦ· ἐνθάδε δὲ πρότερον ἀναβήσεται εἰς ὄρος Κυρίου ὁ τοιόσδε, δεύτερον δὲ στήσεται ἐν τῷ τόπῳ ἁγίῳ αὐτοῦ. Καὶ ὄρος μέν φησι Κυρίου τὸ τελικὸν ἀγαθὸν καὶ τὸν Θεὸν Λόγον· σπάνιος γὰρ ὁ πρὸς τὴν ἀκρώρειαν αὐτοῦ διὰ προκοπῆς ἀναβῆναι δυνάμενος· ὁ δὲ τελειωθεὶς, μηκέτι περαιτέρω χωρεῖν οἷός τε ὢν, ἵσταται βέβαιος καὶ χρηματίζων ἅγιος τόπος Θεοῦ. Ὀπίσω γὰρ Κυρίου πορευόμενος ἀναβαίνει, τῶν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, τέλος ἔχων ἀγαθὸν τὸ στῆναι μετὰ Θεὸν ἐν τόπῳ ἁγίῳ αὐτοῦ. Εἰ βούλεσθε παράδειγμα λαβεῖν ἀπὸ τῶν ἱερῶν γραμμάτων, Μωϋσῆς ἔστη ἐν τόπῳ ἁγιάσματος τοῦ Θεοῦ· πρὸς ὃν εἶπεν ὁ Θεός· Σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ. Ἀλλ’ ὅτι ζητεῖς ἁγίασμα τοῦ Θεοῦ, ὅπου δεῖ στῆναι·
PG 12:1312Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, λέγουσιν οἱ προφῆται, ἐπεὶ πέτρα ἦν ὁ Χριστός. Μάθωμεν δὲ τίς ἐστιν ὁ τῶν ἐπαγγελιῶν τούτων τευξόμενος. Ἀθῶος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ, κ. τ. ἑ. Πρὸς τὴν ἐρώτησιν ἀποκρίνεται, πρακτικόν τε τοῦτον εἶναι καὶ θεωρητικόν. Ἀλλὰ καὶ πολλοὶ τὰς μὲν πράξεις ἔχουσι καθαρὰς, δι’ ἔπαινον δὲ ἀνθρώπων τοῦτο ποιοῦντες, οὐκ εἰσὶ καθαροὶ τῇ καρδίᾳ. Ματαία δὲ ψυχὴ ἡ λογικὴ μὲν οὖσα, τὸ δὲ βλαβερὸν οὐ φεύγουσα, καὶ τὸ ἀγαθὸν αἱρουμένη. Ὁ δὲ τὸ ναὶ, καὶ οὒ, φυλάττων ἄνευ δόλου ποιεῖται τὸν ὅρκον, ἆθλον ἔχων εὐλογίαν, καὶ σώσει τοῦτον ὁ Θεὸς ἐλέῳ καὶ χάριτι. Ὁποῖος γάρ ποτε ἂν ᾖ ὁ ἄνθρωπος, ἐλέου χρῄζει τοῦ ἀπὸ Θεοῦ. Τοῦ αὐτοῦ. Ἰούδας ἀνέβη μὲν εἰς τὸ ὄρος Κυρίου, οὐκ ἔστη δὲ ἐν τόπῳ ἁγίῳ αὐτοῦ· οὐ γὰρ ἦν ἀθῶος χερσὶν, οὐδὲ καθαρὸς τῇ καρδίᾳ, ἀλλὰ κλέπτης ὢν τὰ βαλλόμενα βαστάζων. Τοῦ αὐτοῦ. Ἀλλ’ ἐπεί τινες τὰς μὲν πράξεις ἔχουσι καθαρὰς, οὐκ εἰσὶ δὲ καθαροὶ τῇ καρδίᾳ, προσέθηκε τὸ, καθαρὸς τῇ καρδίᾳ. Δεῖ γὰρ τὸν ἐν πράξεσι κατορθοῦντα καὶ καθαρὸν ἐν τῇ γνώσει τυγχάνειν. Αὕτη ἡ γενεὰ ζητούντων αὐτὸν, ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ.
PG 12:1313Ἀλλ’ οὐδεὶς ζητῶν πρόσωπον τοῦ Θεοῦ, ἐνθάδε πρόσωπον Θεοῦ ὄψεται· Οὐ γὰρ ὄψεται ἄνθρωπος ὢν τὸ πρόσωπόν μου, φησὶ, καὶ ζήσεται. Μεταβάλλειν σε δεῖ, ἵνα ζητῶν τὸ πρόσωπον τοῦ Θεοῦ ἴδῃς αὐτό. Ἀποθέσθαι δεῖ πάντα τὰ ἀνθρώπινα· ἄγγελον ἤδη καὶ Θεὸν γενέσθαι δεῖ· Μὴ καταφρονήσητε γὰρ, φησὶν ὁ Σωτὴρ, ἑνὸς τούτων τῶν μικρῶν τῶν ἐν τῇ Ἐκκλησίᾳ. Ἀμὴν γὰρ λέγω ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Αὕτη οὖν ἡ γενεὰ ζητούντων τὸν Κύριον, ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ. Τοῦ αὐτοῦ. Εἰ ἀγγέλων ἐστὶ τὸ βλέπειν τὸ πρόσωπον τοῦ Θεοῦ διαπαντὸς, τοῦτο δὲ τὸ πρόσωπον καὶ οἱ ἄνθρωποι ζητοῦσιν ἰδεῖν, ἀγγέλων ἄρα καὶ οἱ ἄνθρωποι γνῶσιν ἐπιζητοῦσιν, εἴγε δυνατὸν ἄρτον ἀγγέλων φαγεῖν τὸν ἄνθρωπον. Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος τῶν δυνάμεων, κ. τ. ἑ. Πύλας δὲ λέγει τὰς ἀρετάς·
PG 12:1314Ἀνοίξατε γάρ μοι, φησὶ, πύλας δικαιοσύνης. Ὡς δὲ δικαιοσύνης ἀνοίγονται πύλαι, οὕτως καὶ σωφροσύνης καὶ ἀνδρείας καὶ ἀγάπης καὶ μακροθυμίας, δι’ ὧν εἰσέρχεσθαι πέφυκε γνῶσις Θεοῦ, ὡσανεὶ Θεοῦ προηγουμένου αὐτῶν, λύσαντος μὲν τὴν αἰχμαλωσίαν, νικητὰς δὲ ἀποφήναντος τοὺς αἰχμαλώτους. Καὶ εἰσιόντες εἰς πόλιν λαμπρὰν ἐπὶ τῇ τροπαίων ἐπιδείξει ἐγκελεύονται οἱ δῆμοι· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν. Τοῦ αὐτοῦ. Οὐκ εἶπεν, Ἀνοίξατε τὰς πύλας ὧν ἡγεῖσθε καὶ τυγχάνετε φύλακες, ἀλλ’ ἄρατε· ὡς γὰρ κατιὼν κλίνας οὐρανοὺς, οὐκ ἀνοίξας κατέβη, τὸν αὐτὸν τρόπον ἀναληφθεὶς, οὐκ ἀνοιχθεισῶν τῶν πυλῶν εἰσῆλθεν, ἀλλ’ αἱρουμένων. Τοῦ αὐτοῦ. Καὶ ἐπάρθητε, πύλαι αἰώνιοι. Ὡς λογικαῖς δὲ ταύταις φησὶ τὸ, ἐπάρθητε· πνευματικαὶ δέ εἰσι, καὶ οὐ πρόσκαιροι διὰ τὸ ἄϋλον καὶ ἀκήρατον. Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ, κ. τ. ἑ. Θαρσεῖτε, φησὶν ὁ Σωτὴρ, ἐγὼ νενίκηκα τὸν κόσμον· νῦν ἄρχων τοῦ κόσμου τούτου ἐμβληθήσεται ἔξω. Κύριος δυνάμεων, αὐτός ἐστι οὗτος ὁ βασιλεὺς τῆς δόξης, κ. τ. ἑ. Δυνάμεων Κύριον αὐτὸν εἶπον ὡς ἄρχοντα στρατοπέδων.
PG 12:1315Σημειωτέον δὲ, ὅτι οἱ τὰ Ἑβραίων ἠκριβωκότες φασί· Τὴν Σαβαώθ φωνὴν ἐν τῷ Ἑβραϊκῷ κειμένην εἰς Ἑλλάδος φωνὴν οἱ Ἑβδομήκοντα μεταλαμβάνοντες, ὁτὲ μὲν τὸ, Κύριος τῶν δυνάμεων, ὁτὲ δὲ τὸ, Κύριος κραταιὸς, ὁτὲ δὲ τὸ, παντοκράτωρ, ἔταξαν. Λέγουσι γοῦν, ὅτι καὶ ἐν τῷ τόπῳ τούτῳ κειμένη τοῦ Σαβαὼθ ἡ μετάληψις εἰς τὸ, Κύριος τῶν δυνάμεων, γέγονεν. Εἰ δὲ τὸ Σαβαὼθ ἐπὶ τοῦ Σωτῆρος κεῖται, ἑρμηνεύεται εἰς τὸ παντοκράτωρ. Εἰκότως ἡ παντοκράτωρ φωνὴ τοῦ Σωτῆρος κατηγορηθείη. Εἰ γὰρ πάντα δι’ αὐτὸν γέγονε, καὶ αὐτός ἐστι πρὸ πάντων, ἀκολούθως παντοκράτωρ λέγεται. ΨΑΛΜΟΣ ΚΔ. Αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς, κ. τ. ἑ. Ἔστι καὶ μὴ διακενῆς ἀνομῆσαι. Ἐγενόμην τοῖς ἀνόμοις ὡς ἄνομος· αὕτη ἡ ἀνομία οὐ διακενῆς. Στρέψον, Δέσποτα, τὴν αἰσχύνην εἰς τοὺς ἀνομοῦντας ἡμᾶς, οὐδὲν ἠδικηκότας. Τοῦτο γὰρ λέγει διακενῆς. Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με, κ. τ. ἑ. Ὁ θέλων γνῶναι τὰς ὁδοὺς τοῦ Κυρίου γενέσθω πραύ̈ς·
PG 12:1316Διδάξει γὰρ, φησὶ, πραεῖς ὁδοὺς αὐτοῦ, τοὺς καταπαύσαντας τὴν ἐν τῇ ψυχῇ ἄπαυστον μάχην θυμοῦ καὶ ἐπιθυμίας καὶ τῶν τούτοις ὑποβεβλημένων παθῶν. Τὸ, Γνώρισόν μοι, καὶ δίδαξον, ἐπὶ πράγματα λέγει. Βούλεται γὰρ εἰπεῖν, ὅτι, Ἐν ἀπολαύσει με κατάστησον τῶν πράξεών σου, τουτέστιν, Ἐπάγαγέ με εἰς τὰ οἰκεῖα· ὅθεν ἐπιφέρει· Ὁδήγησόν με εἰς τὴν ἀλήθειάν σου. Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς, κ. τ. ἑ. Ἐφ’ οἷς γὰρ ἔτι πλημμελεῖ τις οὐκ ἐξομολογεῖται μετανοῶν· ὡς καὶ τὰ ἐκ νεότητος ἡμαρτημένα καὶ ἠγνοημένα οὐκέτι ἐνεργεῖται τῷ τὴν νεότητα διαβεβηκότι. Λέγοι δ’ ἄν τις νεότητος καὶ τὸ τοῦ ἤθους ἄστατον, ὅτε τις ἀγνοῶν ἁμαρτάνει, μέχρι Θεὸς αἴσθησιν τῷ τοιούτῳ χαρίζηται. Εἴρηται γὰρ, Ἵνα δῷ ἀκάκοις πανουργίαν. Οὐχ ἁρμόττει δὲ ταῦτα τῷ Δαυὶ̈δ, οὗ μηδὲν ἁμάρτημα νεότητος φέρεται, ἀλλὰ πάντας μᾶλλον διδάσκει τοὺς περιπεπτωκότας ἁμαρτήμασι νεωτερικοῖς καθάπερ τραύματα παλαιὰ δεικνύναι ταῦτα τῷ δυναμένῳ θεραπεῦσαι διὰ τῆς ἐξομολογήσεως. Κατὰ τὸ ἔλεός σου μνήσθητί μου, ἕνεκεν τῆς χρηστότητός σου, Κύριε, κ. τ. ἑ.
PG 12:1317Ἄνθρωποι μὲν μνημονεύοντές τινων, τὰς τῶν προεγνωσμένων φαντασίας ἀνακινοῦσιν ἐν ἑαυτοῖς· Θεὸς δὲ μνημονεύων λογικῆς φύσεως, ἐν αὐτῇ γίνεται. Τούτου γὰρ λέγεται μεμνῆσθαι ἐν ᾧ χωρεῖ. Χωρεῖ δὲ πρότερον μὲν διὰ τῆς τῶν γεγονότων θεωρίας, ἔπειτα δὲ καὶ διὰ τῆς γνώσεως τῆς ἑαυτοῦ. Χρηστὸς καὶ εὐθὺς ὁ Κύριος· διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. Ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς ὁδοὺς αὐτοῦ, κ. τ. ἑ. Δικαίῳ γὰρ νόμος οὐ κεῖται. Διὰ γὰρ ταύτην, φησὶ, τὴν αἰτίαν, ἐπειδὴ πρόσεστιν αὐτῷ καὶ τὸ δίκαιον, νομοθετεῖ ἁμαρτάνουσιν ἐν ὁδῷ, τουτέστιν ὑποστρέφει τοὺς ἁμαρτάνοντας εἶναι εἰς εὐσέβειαν, καὶ περὶ μὲν τοὺς ἁμαρτάνοντας, φησὶν, ἐπιδείκνυται τὸ δίκαιον, περὶ δὲ τοὺς ἄλλους τὴν χρηστότητα, ὅθεν ἐπιφέρει· Ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς ὁδοὺς αὐτοῦ. Ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγὼ, κ. τ. ἑ. Ὁ πάντα πράττων καὶ λέγων τῆς τοῦ Θεοῦ γνώσεως ἕνεκεν, τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς διαπαντὸς ἔχει πρὸς τὸν Κύριον.
PG 12:1318Εἴ τις υἱοθεσίας οὐκ ἔλαβε πνεῦμα, οὐδὲ τῶν ἁγίων δυνάμεων καὶ αὐτοῦ τοῦ Χριστοῦ γέγονεν ἀδελφὸς, λεγέτω μονογενὴς εἶναι καὶ πτωχὸς ἐστερημένος τοῦ πλούτου τῆς γνώσεως. Οἶμαι δὲ τὸν Δαυὶ̈δ μετριάζοντα τούτους ᾄδειν τοὺς λόγους· τὰ ἄδηλα γὰρ καὶ τὰ κρύφια τῆς σοφίας αὐτοῦ δεδήλωκεν αὐτῷ ὁ Θεός. Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν· ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με. Ἴδε τὴν ταπείνωσίν μου, καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου, κ. τ. ἑ. Οὐ πᾶς κόπος περιαιρεῖ ἁμαρτίας, ἀλλ’ ὁ διὰ τὸν Κύριον τῇ πρακτικῇ προσγινόμενος. Ἀρκέσθητι, φησὶ, Δέσποτα, ταῖς ἐπενεχθείσαις μοι θλίψεσι, καὶ περίκοψον ἐκ τῆς δίκης, ἣν ὑπέχω διὰ τὸ πλῆθος τῶν πλημμελημάτων. Ταπεινοῦταί τις ἀπαῤῥησίαστος ὢν ἐκ τῆς τῶν ἁμαρτημάτων συναισθήσεως, καὶ κάμνει διὰ καρποὺς μετανοίας. Μὴ καταισχυνθείην, ὅτι ἤλπισα ἐπὶ σὲ, κ. τ. ἑ. Ἡ ἐλπὶς οὐ καταισχύνει. Θυγάτηρ γάρ ἐστι δοκιμῆς, ἔκγονος δὲ ὑπομονῆς δοκιμή· ὑπομονὴ δὲ ἐκ θλίψεων γίνεται, ὧν πρόξενοι αἱ ἀρεταὶ αἷς ἕπεται γνῶσις Θεοῦ. ΨΑΛΜΟΣ ΚΕ. Πύρωσον τοὺς νεφρούς μου, κ. τ. ἑ.
PG 12:1319Νεφροὶ μὲν σύμβολόν εἰσι τοῦ παθητικοῦ μέρους τῆς ψυχῆς, τουτέστι θυμοῦ καὶ ἐπιθυμίας· καρδία δὲ τοῦ λογιστικοῦ. Ὅτι ὁ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μου ἐστὶ, καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου, κ. τ. ἑ. Ὁ νοῶν τὰ περὶ ἐλέους ταῦτα ἐρεῖ, μεμνημένος τῆς περὶ ἐλέους θεωρίας· Ὁ ἔλεός σου ὁ τεθεωρημένος μοι, τῷ κατέναντι τῶν ὀφθαλμῶν μου εἶναι, συνεργεῖ πρὸς τὸ εὐαρεστῆσαι ἐν τῇ ἀληθείᾳ σου. Κατ’ ἀλήθειαν γὰρ καὶ οὐκ ἐπιπλάστως εὐαρεστεῖν ποιεῖ τὸ τοῦ Θεοῦ ἔλεος. Σοφοῦ γὰρ καὶ θεωροῦντος τὴν ἀλήθειαν ἡ φωνή. Εἶτα τῆς εὐαρεστήσεως τὰ εἴδη διέξεισιν. Τοῦ αὐτοῦ. Εἰ ἡ ἀλήθειά ἐστι Χριστὸς ὁ Θεὸς ἡμῶν, ὡς εἶπεν· Ἐγώ εἰμι ἡ ἀλήθεια· ἐν δὲ τῇ ἀληθείᾳ εὐηρέστησε Δαυὶ̈δ τῷ Θεῷ, ἐν τῷ Θεῷ εὐηρέστει ἄρα ὁ Δαυὶ̈δ τῷ Θεῷ. Διὰ τοῦτο, φησὶν, ἔσπευσα εὐαρεστεῖν τῇ ἀληθείᾳ σου, ἀντὶ τοῦ, σοί. Περιφραστικῶς γὰρ τὴν ἀλήθειαν τοῦ Θεοῦ αὐτὸν καλεῖ τὸν Θεόν. Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος, καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω. Ἐμίσησα ἐκκλησίαν πονηρευομένων, καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω, κ. τ. ἑ. Συνέδριον ματαιότητος πρεσβύτεροι αἱρετικοί· παρανομοῦντες λαϊκοὶ παράνομοι.
PG 12:1320Ἐκκλησία πονηρευομένων αἱρετικὴ σύνταξις, καὶ ἀσεβεῖς πρεσβύτεροι αἱρετικοί. Τούτοις, φησὶν, οὐ συνῆλθον, ἀλλ’ οὐδὲ τοῖς τὸν θεῖον παραβαίνουσι νόμον συνεφυρόμην. Μάλιστα δὲ πάντων ἀπεστρεφόμην τοὺς τὸ θεῖον ἐνυβρίζοντας σέβας ἐν Ἐκκλησίᾳ δῆθεν συγκροτουμένους· καὶ πρὸς τούτοις τὴν τῶν εἰδωλολατρούντων ἀσέβειαν, οἷς καὶ τὸ συγχρονίζειν ἡγούμην ἐπισφαλές. Τοῦ αὐτοῦ. Ταῦτα ῥητέον φιλίπποις καὶ αἱρετικοῖς. Ταῦτα πάντα τέθεικε, βουλόμενος δεῖξαι, ὅτι οὐδὲ ταῖς ἑορταῖς τῶν εἰδώλων ἐκοινώνησέ ποτε, οὐδὲ τὰ λαμπρὰ τῶν ἀσεβῶν ἠγάπησεν, οὐδὲ ἐξέπληξεν αὐτὸν ὁ τῆς Βαβυλωνίας πλοῦτος, ἀλλ’ ἦν αὐτῷ ἐν ἐπιτηδεύσει ἡ εὐσέβεια καὶ ἡ ταπεινοφροσύνη. Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε, κ. τ. ἑ. Λογικὸν θυσιαστήριον Θεοῦ ὁ νοῦς ἡμῶν ἐστιν, ἐφ’ οὗ καίομεν τῷ παρὰ τοῦ Πατρὸς εἰς τὴν γῆν βληθέντι πυρὶ πάντα λογισμὸν ἄλογον ἀποσκιρτῶντα τῆς ἀγέλης τοῦ δεσπότου. Ὅτε τοίνυν ἡ ψυχὴ οὐκ ἔξω νεύει, ἀλλὰ βλέπει πρὸς ἑαυτὴν καὶ τὸ ἴδιον κέντρον, κυκλοῖ τὸ θυσιαστήριον τοῦ Θεοῦ· μηδεμίαν γωνίαν ἐργαζομένη φθορᾶς δεκτικήν·
PG 12:1321Τὴν γὰρ ἀφροσύνην γωνίαν παρεδρεύειν ὁ σοφός φησι Σολομών. Ἔστι δὲ θυσιαστήριον σωμάτων θεωρία καὶ ἀσωμάτων, ἐν ᾗ καθαίρεται νοῦς· ἣν ὁ κυκλώσας, τουτέστιν ἐγνωκὼς, διηγεῖται πάντα τὰ θαυμάσια τοῦ Θεοῦ. Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου, καὶ τόπον σκηνώματος δόξης σου. Μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου, καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου, ὧν ἐν χερσὶν ἀνομίαι. Ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων, κ. τ. ἑ. Τὴν ψυχὴν ἀπαθῆ διεφύλαξα. Τοῦ αὐτοῦ. Ὡς δυναμένου καὶ δικαίου συναπολέσθαι τοῖς ἀσεβέσι, ταῦτά φησι. Καὶ ὁ Ἀβραὰμ δὲ πρὸς τὸν Θεὸν, Μὴ συναπολέσῃς, φησὶ, δίκαιον μετὰ ἀσεβοῦς; Καὶ ἔσται ὁ δίκαιος ὡς ἀσεβής; Χρηστέον δὲ τούτῳ τῷ ῥητῷ πρὸς εὐλαβεῖς ἄνδρας ἢ γυναῖκας, συζῶντας ἢ συζούσας κακοῖς. Τοῦ αὐτοῦ. Ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων. Ἐπειδὴ εἰργάζοντο ἀνομίαν, διὰ τοῦτο τὴν δεξιὰν αὐτῶν ἐπλήρουν δώρων. ΨΑΛΜΟΣ Κ. Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω; κ. τ. ἑ. Ὁ ἀνδρεῖος ταῦτα ἐρεῖ καὶ γνώσει πεφωτισμένος, ὁποῖος ἦν ὁ λέγων·
PG 12:1322Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Καὶ γὰρ εἰ ἀληθῶς ὁ Χριστὸς ὑπὲρ ἡμῶν, ἐξουδένωται πᾶς ὁ καθ’ ἡμῶν. Ἐὰν δὲ μὴ ἐκλάβωμεν τὸ, ζωῆς μου, ἐπὶ τοῦ εἰπόντος, Ἐγώ εἰμι ἡ ζωὴ, ἀλλ’ ἐπὶ τῆς ἁπλούστερον νοουμένης, οὐκ ἔσται ὑπερασπιστὴς τῆς τῶν μαρτύρων ζωῆς ὁ Κύριος. Καὶ ὁ Παῦλος δὲ λέγων, Ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν, τὴν θεῖαν ἔλεγε ζωήν. Δειλίαν δὲ οὐ πείσεται ὁ ταῦτα λέγων ἐκ διαθέσεως. Τοῖς γὰρ δειλοῖς, κατὰ τὸν Κύριον, τὸ μέρος ἐν τῇ λίμνῃ τοῦ πυρός. Προςκόπτει δὲ ψυχὴ τυφλώττουσα, καὶ πάντα φοβεῖται, καὶ τὴν εἰς Θεὸν ὁμολογίαν ἀρνήσεται· ὑπὸ Θεοῦ δὲ φωτισθεῖσα, πρῶτον μὲν τὸν πρόμαχον αὐτῆς καὶ Σωτῆρά ἐστι θεωροῦσα, μετὰ δὲ ταῦτα τῶν αὐτῆς πολεμίων καταθαῤῥεῖ, εἴτε Θεὸν ἀγνοούντων ἀνθρώπων, εἴτε δυνάμεων ἀοράτων, ὡς αὐτὸν ἔχουσα τὸν Υἱὸν βοηθόν· ἐν γὰρ τούτῳ τῷ Ἑβραϊκῷ τὸ, σωτήρ μου, ὄνομα γέγραπται τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· δι’ ὧν ἄν τις τοῖς Ἑβραϊκοῖς χαρακτῆρσι γράψῃ τὸν Ἰησοῦν. Ἐν τῷ ἐγγίζειν ἐπ’ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου· οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν, κ. τ. ἑ.
PG 12:1323Ὅτε πειραζόμενοι ἐγγίζουσιν ἐφ’ ἡμᾶς κακοῦντες, φαγεῖν θέλοντες τὴν μὴ δυναμένην κληρονομῆσαι Θεοῦ βασιλείαν σάρκα, καὶ τραφῆναι ἀφ’ ὧν ἁμαρτάνοντες ποιοῦμεν ἔργων σαρκὸς ἑτέρας οὔσης παρὰ τὴν ὀψομένην σάρκα τὸ σωτήριον τοῦ Θεοῦ· καὶ ὅτε ἐγγίζουσι τοῦ δικαίου κακοῦντες, τότε πρῶτον ἀσθενοῦσιν, εἶτα πίπτουσιν, αὐτῆς τῆς ἁφῆς ἧς ἅπτονται τοῦ δικαίου, κολαζούσης αὐτοὺς, καὶ ἀσθενεῖν καὶ πίπτειν ποιούσης αὐτούς. Τοῦ αὐτοῦ. Εἰ ἡμεῖς τὰς τοῦ Χριστοῦ σάρκας ἐσθίομεν, [Ὁ τρώγων γάρ μου, φησὶ, τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα·] τὰς δὲ ἡμετέρας οἱ δαίμονες· μήποτε καὶ τὰς τοῦ Χριστοῦ ἄρα σάρκας οἱ δαίμονες ἐσθίουσι, τὰς ἐν ἡμῖν ἀρετὰς καὶ τὰ ἀληθῆ δόγματα διαφθείρειν σπουδάζοντες· λέγεται γὰρ τὸ φαγεῖν καὶ ἐπὶ τοῦ διαφθείρειν. Ἐὰν γὰρ θέλητε, φησὶν, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. Ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Ἐνταῦθα γὰρ τὸ, κατέδεται, ἀντὶ τοῦ, διαφθείρει, κεῖται· μάχαιρα γὰρ ἐσθίειν οὐ πέφυκεν.
PG 12:1324Ἢ τὰς σάρκας ἡμῶν λέγονται ἐσθίειν οἱ δαίμονες ἀντὶ τοῦ τὰ ἐκ τῆς σαρκὸς φυόμενα. Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκὸς, ὁ ἱερὸς Ἀπόστολός φησιν, ἅτινά ἐστι μοιχεῖαι, πορνεῖαι, ἀσέλγειαι, εἰδωλολατρεῖαι, καὶ τὰ ἑξῆς. Ἐὰν παρατάξηται ἐπ’ ἐμὲ παρεμβολὴ, οὐ φοβηθήσεται ἡ καρδία μου, κ. τ. ἑ. Ἡ παρεμβολὴ τοιαύτη ἐστὶν, ὁποῖος ὁ ἐν τάφοις οἰκῶν λεγεών. Καὶ τάχα φῶς ἐστιν ἡ τῶν ἐναντίων παρεμβολή. Ἡ καρδία δὲ, τουτέστι τὸ ἡγεμονικὸν, οὐ φοβηθήσεται· ἐπεὶ τὸ φρόνημα αὐτῆς ἔχθρα ἐστὶν εἰς Θεὸν, τῷ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτασσομένης. Ἐὰν ἐπαναστῇ ἐπ’ ἐμὲ πόλεμος, καὶ τὰ ἑξῆς. Κατὰ τοῦτο δέδοται ἀνακλήτως ἐλπίζειν ἐν τῇ καρδίᾳ. Τοῦ αὐτοῦ. Ὁ μὲν πρακτικὸς διὰ τῶν ἀρετῶν πολεμείτω τοῖς ἀλλοφύλοις· ὁ δὲ θεωρητικὸς τοῖς ἀληθέσι δόγμασι καθαιρεῖ τὸ πᾶν ὕψωμα κατὰ τῆς τοῦ Θεοῦ γνώσεως ἐπαιρόμενον. Καρδίαν δὲ τὸ ἡγεμονικὸν λέγει, ὅπερ οὐ φοβηθήσεται. Τάχα γὰρ ἡ ἀσθενήσασα σὰρξ φοβηθήσεται, ἐπεὶ τὸ φρόνημα αὐτῆς ἐχθρόν ἐστιν εἰς Θεὸν, τῷ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτασσομένης. Τοῦ αὐτοῦ. Ἐὰν ἐπαναστῇ ἐπ’ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω. Ἐν τῇ καρδίᾳ.
PG 12:1325Ἐφωτίσθη γὰρ ἐν ταύτῃ τῇ βοηθείᾳ ἧς πεῖραν ἔλαβον, ὅθεν οὐδὲ ἄλλην πλείονα παράταξιν δέδοικα, σκεπούσης με τῆς τοιαύτης βοηθείας. Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ἐκζητήσω· τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ· ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μου, ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ· ἐν πέτρᾳ ὕψωσέ με. Μεμαθήκαμεν οἶκον Κυρίου λέγεσθαι τὴν Ἐκκλησίαν Θεοῦ ζῶντος, ἐκ λίθων ζώντων. Οὔσης δὲ καὶ χρηστότητος, οὔσης δὲ καὶ ἀποτομίας Θεοῦ, οἱ μὲν κατοικοῦντες ἐν οἴκῳ Κυρίου ὄψονται τὴν ἐν τῇ χρηστότητι τοῦ Θεοῦ τερπνότητα· οἱ δὲ ἔξω τοῦ οἴκου τυγχάνοντες τῆς ἀποτομίας αὐτοῦ πεῖραν λήψονται. Εἰ διαφέρει δὲ ναὸς Κυρίου καὶ οἶκος Κυρίου ἐπιστήσεις, καὶ εἰ οἶκος μὲν ἡ Ἐκκλησία ἀναλόγως Λευί̈ταις καὶ ἱερεῦσι. Πρῶτον ἐν τῇ σκηνῇ τοῦ Θεοῦ κρύπτεταί τις ἐν ἡμέρᾳ κακῶν ἀπὸ Κυρίου, εἶτα σκεπάζεται ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ, καὶ τρίτον ἐν πέτρᾳ ὑψοῦται. Αἰτεῖ τοίνυν τὴν Ἐκκλησίαν οἰκεῖν διὰ τοῦ φρονεῖν τὰ ἐκκλησιαστικὰ πάσας τὰς ἡμέρας τῆς πεφωτισμένης αὐτοῦ ζωῆς.
PG 12:1326Ἐπὶ γῆς, φησὶ, τυγχάνων, εἰ καὶ πολλῶν δεῖ μοι τῶν ἀγαθῶν, μίαν αἴτησιν τέως αἰτῶ. Ἀθρόως γὰρ ἐν πᾶσιν οὐχ οἷόν τε γενέσθαι τοῖς ἀγαθοῖς, μήπω τόδε λείποι τὸ μέγα καὶ ἐξαίρετον, τὸ θεωρεῖν με, καὶ τὰ ἑξῆς. Ὁ δὲ ἀγαπῶν τὴν εὐπρέπειαν τοῦ οἴκου Κυρίου βούλεται τερπνῶς ἐναπολαῦσαι τῇ θέᾳ, καὶ μετὰ τὴν θεωρίαν ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ. Θεωρεῖ δέ τις τὴν τερπνότητα Κυρίου, τὰ ὑποβεβηκότα δόγματα τῆς Ἐκκλησίας ὁρῶν· προσβαλὼν δὲ τοῖς περὶ Τριάδος, περιαθρήσει τὸν ναὸν αὐτοῦ. Εὐπρέπεια δὲ Κυρίου καὶ πᾶς ὁ κατ’ ἀρετὴν βίος τῶν ἐν θεοσεβείᾳ διαπρεπόντων. Ὅτι ἔκρυψέ με, καὶ τὰ ἑξῆς. Οἱ μὲν ἐχθροὶ, φησὶν, ἠσθένουν καὶ ἔπιπτον· ἐγὼ δὲ ὑπὸ τῆς αὐτοῦ δεξιᾶς ἐκρυπτόμην ἐν σκηνῇ κατοικῶν, διὰ τὸ διάγειν ἐν ἐρημίαις, καὶ μὴ ἔχειν τότε τὸν οἶκον τοῦ Θεοῦ, μηδὲ τὸν ναὸν αὐτοῦ. Καὶ ἐν τῷδε τῷ τῶν διωγμῶν καιρῷ ἐσκέπασέ με. Ἀπόκρυφον δὲ σκηνῆς τὸ ἐνδότατόν τε καὶ ἄβατον, ὅπερ ἐκάλουν Ἅγια ἁγίων. Οὐ πάντως δὲ τὴν σκηνὴν ἐν τόπῳ γεγενῆσθαί φησιν, ἀλλ’ ἐν ψυχῆς καταστάσει ἡγιασμένῃ, καὶ πάσης ἀπηλλαγμένῃ τῆς τῶν πολλῶν κοινωνίας.
PG 12:1327Ἀλλ’ οὐκ ἀφῆκέ με, φησὶ, μέχρι τέλους λανθάνειν, ἀλλὰ καὶ ἑτέροις χρήσιμον γενέσθαι βουλόμενος, ἐν πέτρᾳ τῷ Χριστῷ ὕψωσέ με. Καὶ ἄλλως δὲ πολλάκις εἴρηται τὴν μὲν σκηνὴν δηλοῦν προκοπὴν, τὸν οἶκον δὲ τελειότητα. Οὐδεὶς οὖν, ἐνεστηκυίας αὐτῷ τῆς τῶν κακῶν ἡμέρας, ἐν οἴκῳ εἶναι δύναται τοῦ Θεοῦ· ἀλλ’ ἐν τῇ σκιᾷ κρύπτεται, τῷ τὴν προκοπὴν σκεπάζειν τὸν κακίας ἀπαλλαττόμενον. Ἔτι γὰρ μετανοοῦντες, οὐ δύνανται ἔχειν τὴν τελειότητα. Δύναται δὲ καὶ νῦν κακὰ νοεῖσθαι τὰ περιστατικά· ἀπόκρυφον δὲ σκηνῆς αὐτοῦ ἐπὶ τῆς παιδεύσεως, κἀκεῖ προκόπτομεν. Τὰ μέν ἐστι προφανῆ, τὰ δὲ μυστικά. Οὐκ ἐν τοῖς ἐπιπολαίοις οὖν ὁ Θεὸς τὸν προκόπτοντα σκέπει. Αὐτοῦ δὲ εἶπε σκηνὴν, ἐπεὶ μὴ πᾶσα κατὰ Θεὸν προκοπή· διεδέξατο δὲ τὴν προκοπὴν ἡ πέτρα τῆς τελειότητος. Κατάλληλον δὲ τῇ μὲν προκοπῇ τὸ ἔκρυψε, τῇ δὲ τελειότητι τὸ ὕψωσε. Λέγοις δ’ ἂν σκηνὴν καὶ τὴν διὰ νόμου καὶ προφητῶν ἀγωγὴν, ἐν ᾗ ἐν τῷ μυστικῷ νῷ κρύπτει τὸν παιδευόμενον ὁ Θεὸς, ὑψῶν αὐτὸν ἐν τῇ πέτρᾳ τῷ Χριστῷ. Ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μου, κ. τ. ἑ. Σκηνὴν τὸν Χριστὸν ὀνομάζει, ἐν ᾧ καὶ κατεσκήνωσεν ὁ Θεός·
PG 12:1328Ἐν τῷ ἡλίῳ γὰρ, φησὶν, ἔθετο τὸ σκήνωμα αὐτοῦ. Ἥλιος δὲ δικαιοσύνης ὁ Κύριος. Καὶ γὰρ ἐκ τοῦ ναοῦ φησι. Ταύτην γὰρ, λέγει, σκηνὴν ἔσχον τὴν σκέπην καὶ τὴν βοήθειαν. Ἐπειδὴ ἐν τῇ τοῦ Θεοῦ σκηνῇ προςευξάμενος, καὶ τὴν ἀπὸ τῶν ἄρτων λαβὼν εὐλογίαν, τὰς χεῖρας τῶν πολεμούντων διέφυγεν, ὁπότε καὶ Δωὴκ τὰς βασιλικὰς ἡμιόνους νέμων τὴν αὐτοῦ φυγὴν τῷ Σαοὺλ κατεμήνυσεν. Ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ. Ἀντὶ τοῦ, ὡς ἐν ἀποκρύφῳ. Οὕτω, φησὶ, πολλὰ ζητήσαντες περὶ ἐμοῦ οἱ πολέμιοι οὐχ εὗρόν με, τοῦ Θεοῦ με σκεπάζοντος. Καὶ οὕτω τὸ, Ἔκρυψέ με. Καὶ νῦν ἰδοὺ ὕψωσε τὴν κεφαλήν μου ἐπ’ ἐχθρούς μου· ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ, κ. τ. ἑ. Εἰ ὁ κυκλώσας θύει· θυσία δέ ἐστι πνεῦμα συντετριμμένον· ὁ συντρίψας τὴν ἑαυτοῦ ψυχὴν κύκλῳ αὐτὴν πεποίηκε σχῆμα γωνίας μὴ ἔχουσαν ἐπιδεχομένην φθορὰν, καὶ τὴν ἀφροσύνην αὐτὴν, ἣ, φησὶ Σολομὼν, ταῖς γωνίαις παρεδρεύει· καὶ τὸ, Κατελθὸν δὲ ἐπὶ τοὺς παῖδας Ἰὼβ πῦρ τῶν τεσσάρων ἥψατο γωνιῶν τοῦ οἴκου. Σοὶ εἶπεν ἡ καρδία μου· Ἐξεζήτησα τὸ πρόςωπόν σου, τὸ πρόσωπόν σου, Κύριε, ζητήσω, κ. τ. ἑ.
PG 12:1329Ὅταν τὸ πρόσωπόν τινος τὸ πρόσωπον τοῦ Κυρίου ζητήσει, τότε ἀνακεκαλυμμένως τὴν δόξαν Κυρίου κατοπτρίζεται, καὶ γενόμενος ἰσάγγελος, διὰ παντὸς ὄψεται τὸ πρόσωπον τοῦ ἐν οὐρανοῖς Πατρός. Τοῦ αὐτοῦ. Δι’ ὧν καθαίρει τις ἑαυτὸν, δείκνυσι ζητῶν τὸ πρόσωπον τοῦ Θεοῦ, ὅπερ οἱ ἄγγελοι διὰ παντὸς λέγονται βλέπειν. Ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με, κ. τ. ἑ. Μακάριος ὁ ἐγκαταλειφθεὶς ὑπὸ τοῦ διαβόλου καὶ τῆς συζύγου αὐτοῦ κακίας, ἐξ ἧς τίκτει τοὺς παρανόμους τούτου υἱούς. Ὥσπερ Παῦλος διὰ τοῦ Εὐαγγελίου γεννᾷ τοὺς Γαλάτας, οὕτω καὶ διὰ τῆς κακίας ὁ διάβολος γεννᾷ τοὺς πονηρούς. Τῆς συμφορᾶς, φησὶν, ἐπιστάσης μοι νῦν, καὶ τῆς τοσούτων πολεμίων ἐφόδου, οὐδὲ πατὴρ ἄν με ὠφέλησαν οὐδὲ μήτηρ, αὐτὸς δὲ ἀντὶ πάντων ὤφθης μοι βοηθός. Νομοθέτησόν με, Κύριε, τὴν ὁδόν σου, καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ, κ. τ. ἑ. Ὅρα τὸν ἐν τῷ νόμῳ Μωϋσέως καὶ γράμματι, ὡς οὐκ ὄντα ἐν ὁδῷ Κυρίου, νομοθετηθῆναι εὐχόμενον τῇ ὁδῷ τοῦ Κυρίου. Ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, κ. τ. ἑ. Ἀνδρίζου, τουτέστιν ἀνδρείαν ἀνάλαβε, μὴ κατ’ ἰσχὺν σώματος, ἀλλὰ κραταιουμένης τῆς καρδίας σου·
PG 12:1330οὕτω γὰρ ὑπομεῖναι τὸν Κύριον δυνηθήσῃ. Τοῦ αὐτοῦ. Ἀνδρεία καρδία καὶ ψυχή ἐστιν ἡ μὴ ἔχουσα λογισμοὺς ἀκαθάρτους καὶ δόγματα ψευδῆ. ΨΑΛΜΟΣ ΚΖ. Πρὸς σὲ, Κύριε, κεκράξομαι, ὁ Θεός μου, μὴ παρασιωπήσῃς ἀπ’ ἐμοῦ, κ. τ. ἑ. Τῶν πρὸς τὸν Θεὸν βοώντων καὶ ἀναφερόντων τὰς εὐχὰς, εἰ μὲν τὰ ἐπίγειά τις αἰτεῖ, ἐστὶν ἡ φωνὴ αὐτοῦ βραχεῖα· εἰ δὲ τὰ ἐπουράνιά τις αἰτεῖ, βοᾷ. Ὅθεν πολλάκις λέγεται ἐν ταῖς Γραφαῖς περὶ τῶν ἁγίων, ὅτι πρὸς τὸν Θεὸν ἐκέκραξαν. Πειράσθω τοίνυν ἕκαστος εὔχεσθαι τῷ Θεῷ κεκραγὼς, καὶ παραδοξότερον ἐρῶ πῶς κεκραγώς. Εἰσελθὼν εἰς τὸ ταμεῖον αὐτοῦ κλείει τὴν θύραν, καὶ οὕτως κέκραγε πρὸς τὸν Θεόν. Μὴ παρασιωπήσῃς ἀπ’ ἐμοῦ. Θεὸς ἀναγέγραπται λελαληκέναι πρὸς Μωϋσέα, καὶ πρὸς Ἀαρὼν, καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ναυῆ. Τοιοῦτοι γὰρ ἦσαν ἵνα λαλῇ πρὸς αὐτοὺς ὁ Θεός. Καὶ διὰ τῶν προφητῶν, ὅτε ὁ λαὸς ἦν τοῦ Θεοῦ, οὐκ ἐσιώπα. Καὶ μὴ νομίσωμεν ἔξωθεν ἡμῖν λαλεῖν τὸν Θεόν· ἀλλὰ γὰρ τὰ ἀναβαίνοντα ἡμῶν ἐπὶ τὴν καρδίαν ἅγια ἐκεῖνά ἐστιν ἃ λαλεῖ ἡμῖν ὁ Θεός. Οὕτως ἄκουε τοῦ, Ἐλάλησεν ὁ Θεὸς πρὸς τὸν δεῖνα. Ὅτι δὲ τοῦθ’ οὕτως ἔχει, ἄκουε τῆς Γραφῆς αὐτῆς μαρτυρούσης·
PG 12:1331Μακάριος ἀνὴρ οὗ ἐστιν ἀντίληψις αὐτοῦ παρὰ σοῦ, Κύριε, ἀναβάσεις εἰς τὴν καρδίαν αὐτοῦ. Ἔχομεν ἄλλην ἀκοὴν ἀκούουσαν λόγου Θεοῦ. Θεία ἐστὶν ἡ αἴσθησις ἐκείνη ἡ οὕτω παρὰ Σολομῶντι ὀνομαζομένη, ἡ ἀκούουσα λόγου Θεοῦ, ἀνακεκραμένη αὐτῷ καὶ ἡνωμένη. Ὁ Θεὸς οὖν μου, φησὶν, μὴ παρασιωπήσῃς ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι, φησὶν, τοῖς καταβαίνουσιν εἰς λάκκον. Οὐδένα τῶν ἁγίων οἴδαμεν λάκκον ὀρύξαντα· ἀλλ’ εἴποτε ἅγιος χρείαν ἔσχεν ὕδατος, φρέαρ ὤρυξε. Καὶ Σολομὼν ἐντέλλεται ἀπὸ φρεάτων πίνειν· ὁ δὲ προφήτης ἀπειλεῖ τοῖς πίνουσιν ἐκ λάκκου, λέγων ὡς ἐκ προσώπου τοῦ Θεοῦ· Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους. Μήποτε οὖν παρασιωπήσῃς ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀλλ’ ὅπως ἴδωμεν τίνες οἱ καταβαίνοντες εἰς λάκκον, ἡ ἱερὰ Γραφὴ τὰ θεῖα λέγει εἶναι θερμὰ, τὰ δὲ τῆς ἁμαρτίας καὶ τῆς ὕλης πράγματα ψυχρά. Ἐκεῖ οἰκεῖ καὶ ὁ πολέμιος τῶν ἀνθρώπων δράκων, ὃς ὠνομάσθη ψυχρός. Οὐδὲν γὰρ τῶν ἐπὶ γῆς ζῶόν ἐστι ψυχρὸν, ὡς ὁ δράκων. Πᾶσα οὖν ἁμαρτία ψυχρά ἐστι· τὰ δὲ θεῖα, ὡς ἔοικε, θερμά.
PG 12:1332Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· καὶ, Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν· καὶ, Τῷ πνεύματι ζέοντες. Πῶς δὲ οἱ ἁμαρτωλοὶ παρὰ λάκκοις εἰσὶν, ἄκουε. Ἐν τῇ Ἐξόδῳ γέγραπται· Ἀπέκτεινεν ὁ Θεὸς ἀπὸ πρωτοτόκου Φαραὼ, ὃς κάθηται ἐπὶ τοῦ θρόνου ἕως πρωτοτόκου τῆς αἰχμαλωτίδος τῆς ἐν τῷ λάκκῳ. Οὕτως οἱ καταβαίνοντες εἰς λάκκον ἁμαρτωλοί εἰσι καὶ αἰχμάλωτοι· ἀλλ’ ὁ ἀγαθὸς Θεὸς καὶ τούτους καλεῖ, καὶ κηρύσσει αὐτοῖς ἄφεσιν. Πνεῦμα γὰρ Κυρίου ἐπ’ ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν. Εἰσάκουσον, Κύριε, τῆς δεήσεώς μου ἐν τῷ δέεσθαι με πρὸς σὲ, ἐν τῷ αἴρειν με χεῖράς μου πρὸς ναὸν ἅγιόν σου, κ. τ. ἑ. Εἰ ναός ἐστιν ὁ ἔχων Θεὸν, ὁ Θεὸς δὲ ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, ναὸς ἄρα ἐστὶν ἅγιος ὁ Χριστὸς, πρὸς ὃν αἴρει τις καὶ ὑψοῖ τὴν ἑαυτοῦ ψυχὴν διὰ τῶν ἀρετῶν. Τοῦ αὐτοῦ. Ἐμοὶ δοκεῖ διαφέρειν εὐχὴ δεήσεως, καὶ δοκεῖ μοι ὁ Ἀπόστολος πλείονα ὀνόματα εἰς ταύτην τὴν διαφορὰν διαθέσθαι λέγων·
PG 12:1333Παρακαλῶ πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας, μείζονα λέγων ὡς ἐμοὶ δοκεῖ τῆς δεήσεως τὴν προσευχὴν, καὶ τούτων τὴν ἔντευξιν, πάντων δὲ τὴν εὐχαριστίαν. Εἴποιμ’ ἂν οὖν, ὅτι τοῦ ἔτι ἐνδεοῦς, καὶ οἷς ἔτι ἐνδεῖ τινα, τούτων ἐστὶν ἡ δέησις. Ὅτε δὲ τὸ ἀξίωμα τοῦ Θεοῦ νοήσας αἰτῶ τι παρὰ τοῦ Θεοῦ, τότε προσεύχομαι· ὅταν δὲ φίλος ἐπὶ πλεῖον γένωμαι, τότε εὐχαριστῶ τῷ Θεῷ. Ἐν τῷ αἴρειν με χεῖρας πρὸς ναὸν ἅγιόν σου. Πολλάκις ἐλέγομεν περὶ τῆς ἐπάρσεως τῶν χειρῶν. Ἐπῆρε Μωϋσῆς τὰς χεῖρας, καὶ κατίσχυσεν ὁ Ἰσραήλ· ὅτε δὲ καθῆκε τὰς χεῖρας, κατίσχυσεν ὁ Ἀμαλήκ· καὶ, Ἐπαίροντες ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ· καὶ, Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Εἴποιμι ἂν οὖν, ὅτι αἱ χεῖρες ἡμῶν εἰσιν αἱ κατὰ θεοσέβειαν πράξεις. Ἐὰν θησαυρίζωμεν ἐν οὐρανοῖς, ἔχομεν τὰς χεῖρας ἐπηρμένας πρὸς τὸν Θεὸν, καὶ νικῶμεν τὸν ἐχθρόν· ὅταν δὲ ἡμῶν αἱ χεῖρες κάτω γένωνται, ἀνάγκη ἡμᾶς νικᾶσθαι. Ὅταν οὖν ἐπαίρω τὰς χεῖράς μου πρὸς τὸν Θεὸν, καὶ διὰ τῶν χειρῶν τῆς ψυχῆς ὑψῶμαι πρὸς αὐτὸν, νικᾶται ὑπ’ ἐμοῦ ὁ Ἀμαλὴκ, καὶ οὐδαμοῦ ἐστιν.
PG 12:1334Οὐκοῦν δεῖ ἐπαίρειν χεῖρας πρὸς ναὸν ἅγιον τοῦ Θεοῦ. Ὁ ναὸς δὲ τοῦ Θεοῦ δόξα ἐστὶ τοῦ Θεοῦ. Μὴ συνελκύσῃς με μετὰ ἁμαρτωλῶν, καὶ μετὰ ἐργαζομένων ἀδικίαν μὴ συναπολέσῃς με, κ. τ. ἑ. Εἰ ἐφ’ ἡμῖν ἑκάτερον, τί τῶν ἀγαθῶν Θεῷ τὴν αἰτίαν ἀνέθηκεν; Ἀλλ’ ὅτι ὅτε συνέλκει πρὸς τοὺς τοιούτους Θεὸς τὸν σῶσαι δυνάμενον; Τοιγαροῦν τελωνῶν φίλος ἤκουσεν ὁ Σωτὴρ, μηδὲν ἐξ ἐκείνων βλαπτόμενος. Τοιαύτην οὖν ἕξιν ἀναλαβεῖν αἰτεῖ. Ἴσως δὲ τοὺς πάνυ ἁμαρτωλοὺς παραιτεῖται, ὁποίους ἐπάγει τοὺς ὃ μὴ φρονοῦσι λαλοῦντας. Εἰ γὰρ καὶ μετὰ πόρνης γέγονεν ὁ Σωτὴρ, ἀλλ’ ᾀδούσης εἰρηνικὰ καὶ τἀναντία λογιζομένης. Τοῦ αὐτοῦ. Τίς χρεία ταῦτα λέγεσθαι; ἤτοι γὰρ ποιεῖς τὴν ἀνομίαν, καὶ συναπολλύει σε, καὶ μάτην λέγεις ταῦτα πρὸς Θεόν· ἢ οὐδὲν ποιεῖς ἄνομον, καὶ οὐκ ἀπολλύει ὁ Θεός. Ὁ Θεὸς γὰρ οὐχ οὕτως ἄδικός ἐστι. Τολμῶμεν οὖν ἀπὸ τοῦ Εὐαγγελίου, καὶ λέγομεν, ὅτι ὁ Θεὸς συνέλκει τὸν δίκαιον μετὰ ἁμαρτωλῶν, συνέλκει τὸν δίκαιον διὰ τοὺς ἁμαρτωλοὺς, καὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν, ἵνα σωθῶσιν. Οἱ δὲ μὴ εἰδότες τοῦτο τὸ μυστήριον ἐνεκάλουν τῷ Ἰησοῦ, λέγοντες·
PG 12:1335Ἐσθίεις καὶ πίνεις μετὰ τῶν ἁμαρτωλῶν. Αὐτὸς δὲ μακρὰν ἦν τῆς ἀπ’ αὐτῶν βλάβης, πρὸς τὸ καὶ ὠφελεῖν αὐτούς. Οὕτω καὶ εἴ τις Χριστοῦ μιμητὴς τοῦτο ποιεῖ. Ἐὰν μέντοιγέ τις μὴ παρεσκευασμένος ᾖ, μηδὲ δύναμιν ἔχων, ἐμβάλληται εἰς τοσοῦτον κίνδυνον, ὥστε γενέσθαι μετὰ ἁμαρτωλῶν καὶ τῶν ἐργαζομένων τὴν ἀνομίαν, οὔτε ἐκείνους ὠφελήσει, καὶ ἑαυτὸν προσαπολέσει. Τοιγαροῦν καὶ ἐνθάδε ὁ προφήτης παρασκευάζειν ἑαυτὸν βούλεται, ὥστε δύνασθαι μὲν εἶναι μετὰ ἁμαρτωλῶν καὶ ἐργαζομένων ἀνομίαν, μὴ συνελκυσθῆναι δὲ αὐτοῖς. Ἴσως δὲ καὶ τοὺς τὰ ἀνίατα ἁμαρτάνοντας παραιτεῖται, τοῦτο λέγων. Καὶ γὰρ προσέθηκε· Τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν, κακὰ δὲ ἐν καρδίαις αὐτῶν. Σφόδρα γὰρ ἀσεβεῖς, ὅτι οὔτε ὡς φίλοι διάκεινται, οὔτε ὡς ἐχθροὶ λαλοῦσιν, ἀλλ’ ἔχουσι μὲν τὴν ἔχθραν ἐν ἑαυτοῖς, λόγοις δὲ εἰρηνικοῖς ὑποκρίνονται φιλίαν. Τῶν δὲ τοιούτων ἀνθρώπων μιαρώτερον οὐκ ἔστι. Τοὺς οὖν τοιούτους ὁ δίκαιος παραιτεῖται. Ὁρᾶτε γὰρ ὡς καὶ ὁ Σωτὴρ ἡμῶν μετὰ ἁμαρτωλῶν ἐγένετο καὶ μετὰ πόρνης, οὐ μέντοι λαλούσης μὲν εἰρηνικὰ, κακὰ δὲ ἐχούσης ἐν τῇ καρδίᾳ ἑαυτῆς. Ἢ εὔχεται λέγων·
PG 12:1337Ἐπεὶ πάντως τῷ ἀδικοῦντι ἀπώλεια ἕπεται, δικαιοσύνην παρέχων μοι, μὴ ἐάσῃς με ἐν ἀδικίᾳ γενέσθαι, ὅπως μὴ ἀπόλωμαι μετὰ τῶν ἐργαζομένων αὐτήν. Δὸς αὐτοῖς, Κύριε, κατὰ τὰ ἔργα αὐτῶν καὶ κατὰ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων αὐτῶν, κ. τ. ἑ. Αἰτεῖ αὐτοὺς κακωθῆναι διὰ παιδείας, ὅπως ἂν παύσωνται πλημμελοῦντες. Ἔργα δὲ λέγει τὰ κρυπτά· κακὰ γὰρ ἐν ταῖς καρδίαις ἐλάλουν. Τοῦ αὐτοῦ. Διδασκόμεθα ὑπὸ τοῦ λόγου ἀποθέσθαι πάντα τὰ ἁμαρτήματα· εἰ γὰρ οὐκ ἐσμὲν καθαροὶ, δεῖ ἡμᾶς κολασθῆναι, ἵνα παιδευθῶμεν. Κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν, φησὶ, δὸς αὐτοῖς· ὡσεὶ ἔλεγε· Κατὰ τὰ κρυπτὰ τῶν ἔργων ἀπόδος τὸ ἀνταπόδομα αὐτῶν αὐτοῖς. Ὁ διορατικὸς ἐπιστημονικῶς τοῖς πράγμασι προσερχόμενος ὡς βλαπτικὰ τὰ φαῦλα ἀποστρέφεται, αἱρούμενος τὰ ἀγαθὰ, ὠφέλιμα ὄντα. Ὁ δὲ φαῦλος, ἡδονῇ θελγόμενος, ἐργάζεται τὰ κακὰ, οὐχ ὁρῶν αὐτῶν τὸ βλαβερόν. Ἐπεὶ οὖν λογικῶς οὐκ αἰσθάνεται τῶν βλαβερῶν, εὔχεται ὁ ἅγιος ἀποτῖσαι αὐτῷ κατὰ τὰ ἔργα αὐτοῦ ἐπίπονα, ὅπως ἂν διὰ τοὺς πόνους ἀποστραφῇ τὰ κακὰ, αἴτια κολάσεως αὐτῷ γεγενημένα. Ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα Κυρίου, καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, κ. τ. ἑ.
PG 12:1338Ἔργα μὲν Κυρίου τάχα ἐστὶ τὰ νοητὰ, ἔργα δὲ χειρῶν αὐτοῦ τὰ αἰσθητὰ νομίζω. Οὐχὶ ἡ χείρ μου, φησὶν, ἐποίησε ταῦτα πάντα; Ἢ τάχα ἔργα μὲν Κυρίου αἱ ἀρεταὶ, ἔργα δὲ χειρῶν αὐτοῦ οἱ λόγοι τῶν γεγονότων. Καθελεῖς αὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς. Καθελεῖ Κύριος τὰς ἕξεις τὰς πονηρὰς, καὶ οὐ μὴ ἔτι συγχωρήσει τοῖς οἰκοδομοῦσιν οἰκοδομῆσαι αὐτάς. Καὶ ἀνέθαλεν ἡ σάρξ μου, κ. τ. ἑ. Σάρκα μὲν ὠνόμασε τὴν ψυχὴν διὰ τὸ κεκολλῆσθαι αὐτὴν τῇ σαρκὶ, κατὰ τὸ, Ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. Ἢ τάχα ἡ αἰσθητὴ θάλλει σὰρξ ἀποθεμένη τὰ πάθη. Σῶσον τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, καὶ ποίμανον αὐτοὺς, καὶ ἔπαρον αὐτοὺς ἕως τοῦ αἰῶνος, κ. τ. ἑ. Κληρονομίαν νῦν λέγει τὴν κληρονομοῦσαν αὐτὸν φύσιν λογικήν. Τοῦ αὐτοῦ. Αὐτὸς ὁ Χριστὸς ἡμᾶς ποιμανεῖ τοὺς εἰς αὐτὸν πεπιστευκότας, πέμψας ἀντ’ αὐτοῦ καὶ ὡς αὐτὸν τὸν Παράκλητον, ὅ ἐστι τὸ Πνεῦμα τῆς ἀληθείας. Καὶ μὴν καὶ ἐπαίρει ἀπὸ τῶν γηί̈νων, τουτέστιν ὑψηλοὺς ἀποφαίνει εἰς τοὺς μέλλοντας καὶ ἀτελευτήτους αἰῶνας. ΨΑΛΜΟΣ ΚΗ. Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ, κ. τ. ἑ. Παῦλος ὁ ἅγιος υἱὸς Θεοῦ γέγονε διὰ τοῦ Εὐαγγελίου.
PG 12:1339Ἐγέννα δὲ καὶ αὐτὸς υἱοὺς καὶ προσῆγε τῷ Θεῷ. Υἱοὺς καλεῖ τοὺς πολλῆς τυχόντας παρὰ τοῦ Θεοῦ κηδεμονίας, καὶ σωθέντας παραδόξως, ὧν ὁ Θεὸς ἐφείσατο οὕτως ὡς υἱῶν. Ἐνέγκατε τῷ Κυρίῳ υἱοὺς κριῶν, κ. τ. ἑ. Ὁ συνάγων τὰ διεσκορπισμένα πρόβατα Χριστοῦ, καὶ ἐπιστρέφων τὰ πεπλανημένα, καὶ εὑρίσκων τὰ ἀπολωλότα, οὗτος φέρει τῷ Κυρίῳ υἱοὺς κριῶν· καὶ ὁ ποιῶν ὅπως ἴδωσιν οἱ ἄνθρωποι τὰ καλὰ ἔργα αὑτοῦ, καὶ δοξάσωσι τὸν ἐν οὐρανοῖς Πατέρα. Φέρει δὲ τῷ Κυρίῳ δόξαν καὶ ὁ ἐν λόγῳ σοφίας θεολογῶν. Τιμὴν δὲ φέρει Κυρίῳ ὁ μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης ἐλεῶν πτωχὸν, καὶ ἐν τούτῳ δανείζει Θεῷ. Τὸ γὰρ τιμᾷν ἰδίως καὶ ἐπὶ τούτων ἐν τῇ Γραφῇ τέτακται, ὡς δῆλον ἐκ τοῦ· Χήρας τίμα, τὰς ὄντως χήρας, καὶ, Τίμα τὸν πατέρα καὶ τὴν μητέρα. Αὐλὴ δὲ ἁγία ἡ Ἐκκλησία. Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, κ. τ. ἑ. Φωνὴ μὲν Κυρίου ἁπλῶς ἐπὶ τῶν ὑδάτων, αὐτὸς δὲ ὁ Κύριος ἐπὶ ὑδάτων πολλῶν. Λογικὰς δὲ φύσεις νῦν σημαίνει τὰ ὕδατα. Γενηθήτω, φησὶ, τὸ στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον. Καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τοῦ Λιβάνου, κ. τ. ἑ.
PG 12:1340Μόσχος Λιβάνου ὁ πονηρὸς ἐνώπιον Κυρίου παντοκράτορος τραχηλιάσας καὶ ἀποῤῥίψας τὸν εὐαγγελικὸν ζυγὸν, θεὸς εἶναι βιαζόμενος. Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρὸς, κ. τ. ἑ. Ἡ φωνὴ Κυρίου σβέννυσι τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ· ἥτις ἐστὶ διδασκαλία πνευματικὴ πρὸς σοφὴν πολιτείαν ἐκκαλουμένη τὸν πεπιστευκότα τῷ Χριστῷ. Φωνὴ Κυρίου συσσείοντος ἔρημον, καὶ συσσείσει Κύριος τὴν ἔρημον Κάδης, κ. τ. ἑ. Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου. Ἔρημός ἐστι ψυχὴ λογικὴ ἐστερημένη Θεοῦ. ΨΑΛΜΟΣ ΚΘ. Εἰς τὸ τέλος, ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου τοῦ Δαυὶ̈δ, κ. τ. ἑ. Οἰκοδομεῖ μὲν οἶκον βίος ὀρθὸς, ἐγκαινίζει δὲ τοῦτον γνῶσις Θεοῦ. Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με, κ. τ. ἑ. Ὅτι ἐκ προσώπου τοῦ Χριστοῦ λέγεται ὁ ψαλμὸς, δῆλον ἐκ τοῦ· Καὶ ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου. Δύναται δὲ καὶ ἐκ προσώπου τοῦ ἁγίου ταῦτα λέγεσθαι, τροπικώτερον παντὸς ἁγίου ὡς ἐν ᾅδου γεγενημένου κατὰ τὸν τῆς κακίας καιρὸν, καὶ ἐκεῖθεν ὑπὸ τοῦ Θεοῦ ἀναχθέντος, ὅτε βοηθούμενος ὑπὸ τοῦ Λόγου, καὶ ἑπόμενος αὐτῷ τετελείωται.
PG 12:1341Οὐδὲ γὰρ ὑψοῦν δύναται τὸν Κύριον μὴ ὑπολαβόντος αὐτὸν αὐτοῦ τοῦ Κυρίου. Ὅταν γὰρ ὑψωθῶμεν ἀπὸ τῆς γῆς μετεωριζόμενοι καὶ ἐπαιρόμενοι ὑπὸ τοῦ σταυροῦ τοῦ Χριστοῦ τοῦ εἰπόντος· Ὅταν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτὸν, ὑψοῦμεν τὸν Κύριον, καὶ αὐτὸν ὑψώσαντα τὸν Πατέρα, καὶ τὴν περὶ αὐτοῦ ὑπόληψιν, ὅσον ἐφ’ ἑαυτῷ, ὑψηλοτάτην τοῖς πιστεύουσιν εἰς τὸν Θεὸν παραδεδωκότα. Διδάσκει δὲ καί τινας ἀοράτους ἐχθροὺς τῆς ἀνθρωπίνης ψυχῆς διαφθονεῖσθαι τῇ κατὰ Θεὸν αὐτῆς σωτηρίᾳ, ἐφεδρεύειν τε καὶ ἐπιβουλεύειν αὐτῇ, εἶτ’ ἐπιτηρεῖν εἴ που γένοιτό τι αὐτῇ σφάλμα ἢ ὄλισθος, ἢ πτῶσις· ὧν εἴ τι συμβαίη περὶ αὐτὴν, τοὺς ἐχθροὺς οἷα χαιρεσικάκους ἐπιτωθάζειν αὐτῇ, τοὐναντίον δὲ πάσχειν διαλαμπούσης αὐτῆς ταῖς κατὰ Θεὸν προκοπαῖς. Εὐχαριστεῖ τοίνυν τῷ Θεῷ, ὅτι μὴ συνεχώρησεν τοῖς ἐχθροῖς ἐφησθῆναι αὐτοῦ τοῖς κακοῖς, ἀνιμήσατο δὲ αὐτὸν ἀναλαβὼν τοῦ πτώματος. Ὑψοῖ δὲ τὸν Κύριον μεγάλως καὶ ὑψηλῶς αὐτὸν θεολογῶν καὶ ὁ πρέποντα Θεῷ σώζων παρ’ ἑαυτῷ δόγματα· καὶ τὴν ἑαυτοῦ δὲ ψυχὴν ἐν πάσῃ ἀρετῇ καὶ φιλοσόφῳ βίῳ ἐπαίρων, τὸν ἐνοικοῦντα αὐτῇ ὑψοῖ. Ὅτι ὑπέλαβές με. Ἀντὶ τοῦ·
PG 12:1342ὑπέλαβες, ὁ Ἀκύλας, ἀνέσωσας, φησί. Καὶ οὕτω δὲ σαφὴς ὁ νοῦς, παντὸς τοῦ ὑπολαμβανομένου ὑπὸ τοῦ Θεοῦ ἀνασωζομένου ἀπὸ τῆς κακίας. Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σὲ, καὶ ἰάσω με, κ. τ. ἑ. Ταῦτα μὲν οὖν ἐκ προσώπου τοῦ δικαίου λέγεται. Ἐὰν δὲ ὁ Σωτὴρ λέγῃ ταῦτα, ὅρα εἰ οὕτω δύναται καὶ τοῦτο τῆς πρεπούσης τυχεῖν διηγήσεως. Οἱ πιστεύοντές εἰσι σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέλους· ἐὰν δὲ πάσχῃ μέλος ἓν, συμπάσχει πάντα τὰ μέλη. Καὶ ἐὰν δοξάζηται μέλος ἓν, συνδοξάζεται πάντα τὰ μέλη. Πάσχει δὲ τὸ οὕτως Χριστοῦ σῶμα καὶ δεῖται θεραπείας. Ἐπὶ τῇ ἡμετέρᾳ τοίνυν θεραπείᾳ οὐδὲν ἄτοπον λέγειν πρὸς αὐτόν· Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σὲ, καὶ ἰάσω με. Καὶ γὰρ ὡς ἴδια ἁμαρτήματα ἐξομολογεῖται τὰ ἡμέτερα, ὡς ἐν τῷ εἰκοστῷ πρώτῳ ψαλμῷ λέγων· Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι παραπτωμάτων μου· καὶ ἐν τῷ ἑξηκοστῷ ὀγδόῳ· Κύριε, σὺ ἔγνως τὴν ἀφροσύνην μου, καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἐκρύβησαν. Ἐκ προσώπου δὲ τοῦ Χριστοῦ ἀμφότεροι εἴρηνται οἱ ψαλμοί. Ψάλατε τῷ Κυρίῳ, οἱ ὅσιοι αὐτοῦ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ, κ. τ. ἑ.
PG 12:1343Ἐπεὶ οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ, οὐχ ὁ τυχὼν προστάσσεται ψάλλειν τῷ Κυρίῳ, ἀλλ’ οἱ ὅσιοι αὐτοῦ, οἵτινες δύνανται ψάλλειν τῷ πνεύματι, ψάλλειν δὲ καὶ τῷ νοί̈. Διὰ τί δὲ μὴ ἠρκέσθη ὁ Προφήτης τῷ εἰπεῖν· Ψάλατε τῷ Κυρίῳ, οἱ ὅσιοι, ἀλλὰ προσέθηκε καὶ τὸ αὐτοῦ, ὡς ὄντων ὁσίων οὐκ αὐτοῦ; Φαμὲν τοίνυν, ὥσπερ χωρὶς πάσης προσθήκης μόνος ὁ Θεὸς ἀγαθός ἐστιν, οὕτω χωρὶς πάσης προσθήκης ὅσιος μόνος ὁ Κύριος, ὡς ἐν τῇ τοῦ Δευτερονομίου ᾠδῇ εὕρομεν· Δίκαιος καὶ ὅσιος ὁ Κύριος. Ὡς δὲ μετὰ προσθήκης ἐστὶ δοῦλος ἀγαθὸς, κατὰ τό· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, καὶ ἄνθρωπος ἀγαθὸς κατὰ τὸ, Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας, καὶ τὰ ἑξῆς· οὕτω μετὰ προσθήκης οἱ ὅσιοι τοῦ Κυρίου. Τοῦ αὐτοῦ. Τάχα δὲ καὶ τοὺς ὅσοι πρότερον ἐν ἀκαθάρτοις διάγοντες εἰς μνήμην ἦλθον μετὰ ταῦτα τῆς ἁγιωσύνης αὐτοῦ, προτρέπει εἰς χαριστείαν. Τοῦ αὐτοῦ. Πᾶς ὁ μεμνημένος τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐξομολογεῖται αὐτῷ. Ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ, κ. τ. ἑ.
PG 12:1344Ὥσπερ ἐκ τοῦ λεγομένου θυμοῦ Κυρίου ἐξέρχεται ὀργὴ, οὕτω καὶ ἐκ τοῦ θελήματος αὐτοῦ γεννᾶται ζωή. Καὶ εἰ ἡ ζωὴ τὴν γνῶσιν σημαίνει· Ἐγὼ γάρ εἰμι, φησὶ Χριστὸς, ἡ ζωὴ, ἡ ὀργὴ τὴν ἀγνωσίαν δηλοῖ. Τῇ ζωῇ δὲ ἀντίκειται ὁ θάνατος· οὐκοῦν ἡ ὀργὴ τὸν θάνατον σημαίνει, τὴν καταστέρησιν τῆς θεωρίας ἐπισημαίνουσα. Καλῶς οὖν λέγεται τὸ, Ζωὴ καὶ θάνατος ἐν χειρὶ γλώσσης. Τοῦ αὐτοῦ. Ἔστι δὲ ἐν τῷ ἀναθυμιωμένῳ θυμῷ ἑτοιμότης, καὶ ὀργὴ τῆς ἀνταποδόσεως, καὶ ζωὴ ἐν τῷ θελήματι προηγουμένως ἐστὶ τοῦ Θεοῦ. Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα, κ. τ. ἑ. Εἴτε Χριστός φησιν, εἴτε δίκαιος τὸ, Εἶπα· εἶτα μετὰ τὴν ἐπὶ τούτῳ στιγμὴν, ἐν τῇ εὐθηνίᾳ μου οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα· ἁρμόζει τὸ μὴ σαλεύεσθαι λέγειν ἐν εὐθηνίᾳ ὄντα. Τοῦ Σωτῆρος μέντοι, ὡς πολλάκις εἴπομεν, τὸ ἀνθρώπινον τοῦτο λέγει. Κατὰ δὲ Σύμμαχον, ἐὰν ᾖ, ἐν τῇ ἠρεμίᾳ μου, δύναται τὸ γαληνὸν καὶ ἀτάραχον τῆς τετελειωμένης δηλοῦσθαι ψυχῆς, ἐν ᾗ πᾶς ὁ γενόμενος οὐδαμῶς ἔτι περιτραπήσεται. Ὁ γὰρ εὐθηνῶν πνευματικῶς οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα.
PG 12:1345Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν. Ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος, κ. τ. ἑ. Ἄλλος δέ φησιν· Καὶ Χριστοῦ καὶ δικαίου ἐστὶ φωνὴ εὐχαριστική. Πρὸς γὰρ τῷ προειρημένῳ τῆς θεότητος κάλλει, καὶ δυνάμεως τὸ ἀνθρώπινον τοῦ Χριστοῦ. καὶ πᾶς ἅγιος κεκοινώνηκε, καὶ μετέχει δὲ τούτων θελήματι Θεοῦ καὶ τῷ προηγουμένῳ ἑκουσίῳ αὐτοῦ. Ἐὰν δὲ, ὡς ὁ Ἀκύλας ἔγραψεν, ἐν τῷ ὄρει μου, ὄρος Χριστοῦ τὴν Ἐκκλησίαν αὐτοῦ νοητέον, ὑψηλοτάτην καὶ μετέωρον οὔσαν. Τούτῳ δὲ τῷ ὄρει κράτος ἀπὸ τοῦ Πατρὸς ἐν τῇ εὐδοκίᾳ αὐτοῦ ἐστι βεβαίως δοθέν. Κρατεῖ δὲ ἡ Ἐκκλησία βασιλεύουσα τῶν λοιπῶν ἐπὶ γῆς καὶ Χριστῷ συμβασιλεύουσα. Εἰ δὲ κατὰ τὸν Σύμμαχον ᾖ, τῷ προπάτορι, τίς ἂν προπάτωρ λέγοιτο Χριστοῦ ἢ τοῦ δικαίου ἢ ὁ Ἀβραὰμ, ᾧ δύναται ἑστάσθαι τὸ κράτος τῷ γένει αὐτοῦ καὶ τοῖς ἐνευλογουμένοις αὐτῷ πᾶσιν ἔθνεσι πληρουμένων τῶν θείων εὐαγγελίων; Τοῦ αὐτοῦ. Λέγειν δὲ καὶ τὸν Χριστὸν πρὸς τῷ καιρῷ γενόμενον τοῦ πάθους τὸ, Ἀπέστρεψας τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος, οὐκ ἔστιν ἄτοπον, ὥσπερ καὶ ἐν τῷ Εὐαγγελίῳ, ὅπου μέν φησι·
PG 12:1346Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες; ὅπου δὲ, Νῦν ἡ ψυχή μου τετάρακται. Τοῦ αὐτοῦ. Τοῦτο τὸ πρόσωπον οἱ ἄγγελοι βλέπουσι διαπαντός. Εἰ δὲ κατὰ τὴν σοφὴν γυναῖκα τὴν Θεκωϊτίδα οἱ ἄγγελοι πάντα οἴδασι τὰ ἐπὶ γῆς, τὸ πρόσωπον τοῦ Θεοῦ οἱ λόγοι εἰσὶ τῶν ἐπὶ γῆς, οἱ χαρακτηρίζοντες τὸν δημιουργικὸν αὐτοῦ λόγον. Πρὸς σὲ, Κύριε, κεκράξομαι, καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι. Τίς ὠφέλεια ἐν τῷ αἵματί μου ἐν τῷ καταβῆναί με εἰς διαφθορὰν, κ. τ. ἑ. Κράζει ταῦτα καὶ ὁ τὰ ἐπουράνια μόνα ποθῶν. Τί με δεῖ, φησὶν, εὐεκτεῖν ἐν αἵματος πλήθει τὸ σῶμα, προσδοκωμένης μοι τῆς ἐκ τοῦ θανάτου φθορᾶς; Ἀλλ’ οὐ μᾶλλον ὑπωπιάζειν τὸ σῶμα, μήπως ὑπερζέσαν τὸ αἷμα πρὸς ἁμαρτίαν κινήσῃ; Τοῦ αὐτοῦ. Ὁρῶν μηδὲν ἄξιον ἡμᾶς ποιοῦντας τοῦ τιμίου αἵματος, οὗ ἠγοράσθημεν, ταῦτά φησιν ὁ Σωτήρ. Ἐπειδὴ γάρ τινες τῶν ὑπὲρ ὧν ἀπέθανεν, ἐπιμένουσι κακίᾳ καὶ δυσσεβείᾳ, ἔδοξεν ἡ εἰς τὴν διαφθορὰν τοῦ Σωτῆρος κάθοδος, καὶ ἡ ἔκχυσις τοῦ αἵματος αὐτοῦ μάτην γεγενῆσθαι. Διαφθορὰν δὲ λέγει τὴν φύσιν τῆς σαρκὸς, ἢν ἐνδέδυται, ἢ τὸν θάνατον εἰς ὃν ἔφθασεν.
PG 12:1347Ἐρεῖς δὲ, ὅτι κατέβη μὲν εἰς διαφθορὰν, οὐκ ἔλαβε δὲ ἀπὸ τοῦ Θεοῦ ἰδεῖν διαφθοράν. Μὴ ἐξομολογήσεταί σοι χοῦς; ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν σου; Ὁ διὰ τοῦ τὰ ὑλικὰ πράττειν, καὶ φρονεῖν τὰ ἐπίγεια, χοῦς γεγονὼς, καὶ ἐπιμένων τῇ ἁμαρτίᾳ, οὐδ’ ἐξομολογήσεται τῷ Θεῷ, ἢ ἀναγγελεῖ τὴν ἀλήθειαν αὐτοῦ, καὶ δι’ ἠθῶν καὶ γνώσεως ἐσφαλμένος. Ὁ γὰρ ἔχων τὴν εἰκόνα τοῦ χοϊκοῦ, τῷ εἶναι ἐν σαρκὶ, καὶ μὴ πνεύματι, χοῦς ἐστι, καὶ ἐν ᾅδῃ ἐστί· διὸ οὐδὲ ἐξομολογήσεται τῷ Θεῷ. Ὁ δὲ ἀναγγέλλων τὴν ἀλήθειαν τοῦ Θεοῦ, ταχθεὶς ὑπ’ αὐτοῦ διδάσκαλος, οὐκ ἂν εἴη χοῦς· κολλώμενος γὰρ τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστιν. Ἀλλὰ κἂν χοῦς τις ᾖ, καὶ φορῶν τὴν εἰκόνα τοῦ χοϊκοῦ, οὐκ ἂν δύναιτο ἀναγγέλλειν τὴν ἀλήθειαν τοῦ Θεοῦ. Τοῦ αὐτοῦ. Οὐ δοξάσει χοϊκός. Ἀλήθεια ὁ Χριστός· ἢ τάχα τὴν ἐν πράγμασι λέγει ἀλήθειαν. Ἤκουσε Κύριος, καὶ ἠλέησέ με. Κύριος ἐγενήθη βοηθός μου, κ. τ. ἑ. Λέγοι δ’ ἂν ταῦτα καὶ ὁ Σωτὴρ εἰσακουσθεὶς περὶ τῶν κοινωνικῶν ὡς δι’ αὐτοῦ μελλόντων ἐξομολογεῖσθαι τῷ Θεῷ, ἐφ’ οἷς εὐφραινόμενός φησιν· Οὐ μὴ λυπηθῶ, (τοῦτο γὰρ τὸ, Οὐ μὴ κατανυγῶ·] τὴν ἐμὴν δόξαν ἀπολαβών.
PG 12:1348Ἠλεῆσθαι δὲ λέγει ἐλεηθεὶς τῶν ἡμῶν, καὶ τὸ περὶ ἡμῶν πένθος καὶ κοπετὸν εἰς εὐφροσύνην μεταβαλών. Καὶ ἐπὶ τῇ τῶν σωζομένων σωτηρίᾳ φησίν· Κύριε ὁ Θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι. Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοὶ, κ. τ. ἑ. Ὥσπερ τὸν κόπον δέχεται χαρὰ, οὕτω καὶ τὴν πρακτικὴν γνῶσις Θεοῦ. ΨΑΛΜΟΣ Λ. Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με, κ. τ. ἑ. Ὡσεὶ ἔλεγε· Μηδὲν τοῦ αἰῶνος μέρος καταισχυνθείην, ἀλλ’ ἐφ’ ὅλον ἀνεπαίσχυντος γενοίμην· τινὲς γὰρ μὲν ἀναστήσονται εἰς ὀνειδισμὸν καὶ αἰσχύνην. Τὸ δὲ ἑξῆς πεποιθότος ἐστὶν ἑαυτῷ ἡ φωνή· οὐ γὰρ ταυτόν ἐστιν ἐλέῳ ῥυσθῆναι τῷ ἐν δικαιοσύνη· τὸ μὲν γὰρ ἐμφαίνει παῤῥησίαν, τὸ δὲ οὐ κατὰ τὴν ἀξίαν. Τίς δὲ ἄρα ὁ θαῤῥῶν ἐπ’ ἀκρόασιν τῶν ἑαυτοῦ λόγων καλέσει τὸν Θεὸν, ὡς ὁ ταῦτα λέγων; Οὐχ οὕτως ἀπὸ πόνων, ὡς ἀπὸ κακίας ταχύτατα αἰτητέον, ἵνα Θεὸς ἐξέληται ἡμᾶς ἀπ’ αὐτῆς, πρὶν ἐπὶ πλεῖον ἐν αὐτῇ βαφῶμεν. Τοῦ αὐτοῦ. Οὐ μόνον ἐν τῇ δικαιοσύνῃ ῥύεται ἡμᾶς ὁ Θεὸς, ἀλλὰ γὰρ καὶ ἐν σωφροσύνῃ καὶ ἀνδρείᾳ καὶ ἀγάπῃ.
PG 12:1349Νῦν δὲ τέθεικε τὴν δικαιοσύνην, ἐπειδὴ περιεκτική ἐστι πασῶν τῶν ἀρετῶν. Ἢ τάχα δικαιοσύνην λέγει τὸν Χριστόν· αὐτὸς γὰρ ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν καὶ εἰς οἶκον καταφυγῆς, τοῦ σῶσαί με, κ. τ. ἑ. Ὑπερασπίζοντος τοῦ Θεοῦ ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν; Θεοῦ δὲ ὑπερασπιστοῦ χρῄζομεν, ἐὰν μὴ ἀρκώμεθα ἀγγελικῇ συμμαχίᾳ. Τοῦ αὐτοῦ. Οἶκος καταφυγῆς γνῶσις τοῦ Θεοῦ. Ὅτι κραταίωμά μου καὶ καταφυγή μου εἶ σὺ, καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με, καὶ διαθρέψεις με, κ. τ. ἑ. Ὁδηγεῖ μὲν διὰ τῆς πίστεως τῆς ὀρθῆς καὶ διὰ τῆς πρακτικῆς, τρέφει δὲ διὰ τῆς γνώσεως αὐτοῦ. Εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου, κ. τ. ἑ. Ὡς τὴν ψυχὴν πολεμούμενος· σώματος γὰρ τοῖς ἁγίοις ὀλίγη φροντίς. Καὶ πρὸς τῶν ἀπατεώνων τρωθῆναι φοβούμενος τὸ πνεῦμα παρατίθεται τῷ Θεῷ, τὰς προνοητικὰς αὐτοῦ δυνάμεις χεῖρας καλῶν. Τῷ δὲ παρόντι ῥητῷ καὶ ὁ Σωτὴρ ἐπὶ τοῦ σταυροῦ πεπηγμένος ἐχρήσατο. Πνεῦμα δὲ ἡ Γραφὴ ποτὲ μὲν τὴν διάνοιαν καλεῖ, ὡς ἐν τῷ σπουδάζειν εἶναι τὴν παρθένον ἁγίαν πνεύματι καὶ σώματι· ποτὲ δὲ τὴν ψυχὴν, ὡς παρὰ Ἰακώβῳ·
PG 12:1350Ὥσπερ δὲ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστι· ποτὲ δὲ τὸ συνεζευγμένον τῇ ψυχῇ συνειδὸς, ὡς ἐν τῷ, Οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τὸ ἐνοικοῦν ἐν αὐτῷ. Τὸ δὲ προκείμενον κατὰ τοὺς τρεῖς νοηθήσεται τρόπους. Ὡς ἁλοὺς δὲ παρὰ τῶν πολεμίων, ὑπὸ Θεοῦ λελυτρῶσθαί φησι. Τοῦ αὐτοῦ. Νῦν τὸ πνεῦμα σημαίνει τὸν νοῦν· ὁ γὰρ κολλώμενος τῷ Κυρίῳ νοῦς ἓν γίνεται πνεῦμα. Ἐμίσησας τοὺς διαφυλάσσοντας ματαιότητας διακενῆς· ἐγὼ δὲ ἐπὶ τῷ Κυρίῳ ἤλπισα, κ. τ. ἑ. Εἰ οἱ ἁμαρτωλοὶ ἐν τῇ παρούσῃ ζωῇ ἠλπικότες εἰσὶ μόνον· αὕτη δὲ κατὰ τὸν Σολομῶντα ματαιότης ἐστὶ ματαιοτήτων· ὁ ταύτην τὴν ζωὴν διαφυλάττων ματαιότητας φυλάττει διακενῆς. Παρέπεται τὸ διακενῆς τῷ φυλάσσοντι ματαιότητα. Τὸ διακενῆς, ἀντὶ τοῦ, οὐδὲν ὠφελοῦνται ἐκ τῆς τοῦ τὸ κακὸν πράττειν ἐπιμελείας, διὰ τὸ μισεῖν αὐτοὺς τὸν Θεὸν καὶ τιμωρεῖσθαι, καὶ μὴ ἐᾷν εἴς τι πέρας ἄγειν τὸ σπουδαζόμενον. Καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθροῦ, ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου, κ. τ. ἑ. Οἱ λόγοι τῶν πειρασμῶν θεωρούμενοι εὐρυχωρίαν παρέχουσι τῇ ψυχῇ. Ἐπαινετὸν τὸ εὐρυχωρίαν ὁμολογεῖν, ὅτι θλιβόμενος οὐ στενοχωρεῖται.
PG 12:1351Πλατυνόμενός τε καὶ τοῖς πόνοις ἐγκαρτερῶν εὐρυχωρίαν τὴν αὐτονομίαν τῆς πολιτείας ἐκάλεσεν. Ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου, κ. τ. ἑ. Οὐδὲν οὕτω σκοτεῖ διάνοιαν ὡς θυμὸς ταραττόμενος. Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου, ῥῦσαί με ἐκ χειρὸς ἐχθρῶν μου, καὶ ἐκ τῶν καταδιωκόντων με, κ. τ. ἑ. Κλῆροι τῶν δικαίων ἀνθρώπων εἰσὶν αἱ ὑπὸ τῶν ἁγίων ἀγγέλων γινωσκόμεναι θεωρίαι. Τοῦ αὐτοῦ. Φεύγετε τὴν πορνείαν, φησὶν ὁ Παῦλος. Εἰ δὲ διώκει ἡ πορνεία, δηλονότι καὶ ἡ μοιχεία, καὶ ἡ πλεονεξία, καὶ θυμὸς, καὶ ὀργὴ, καὶ τὰ λοιπά. Ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια, τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει, κ. τ. ἑ. Εὐεργετεῖται ὁ λαλῶν δολιότητας, ἐὰν γένηται ἄλαλος· ἀποβάλλει γὰρ δηλονότι τὴν δολιότητα. Κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προςώπου σου, κ. τ. ἑ. Ὥσπερ τὸ πρόσωπον τοῦ Θεοῦ κρύπτει τὴν ψυχὴν ἀπὸ ταραχῆς ἀνθρώπων, ἀπάθειαν διὰ τῆς πρακτικῆς χαριζόμενον, οὕτω καὶ ἡ σκηνὴ τὸν νοῦν διὰ τῆς ἀληθοῦς γνώσεως φυλάττει ἀπὸ λόγων ἐναντίων καὶ δογμάτων ψευδῶν. Εὐλογητὸς Κύριος, ὅτι ἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς, κ. τ. ἑ.
PG 12:1352Ψυχὴ ἀπαθὴς πόλις ἐστὶ τετειχισμένη· ὅπερ τεῖχος καθελόντες οἱ ἐχθροὶ μετὰ Βηρσαβεὲ εἰσῆλθον πρὸς Δαυί̈δ· διὸ καὶ δεῖται ἐν τῷ ν ψαλμῷ οἰκοδομηθῆναι τὰ τείχη Ἱερουσαλήμ. Ὅτι ἀληθείας ἐκζητεῖ Κύριος, κ. τ. ἑ. Ἀληθείας ἀντὶ τοῦ ἀληθινοῦ. Ἀληθινὸν γὰρ στόμα, τουτέστι νοῦν, ἐμπλήσει γέλωτος, ἀντὶ τοῦ, γνώσεως. Καὶ ἀνταποδίδωσι τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν. Μακροθυμεῖ μὲν ὁ Κύριος ἐπὶ τοῖς ὑπερηφάνοις, τοῖς δὲ περισσῶς ποιοῦσιν ὑπερηφανίαν καὶ ἀνταποδίδωσι. ΨΑΛΜΟΣ ΛΑ. Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ἀπεκαλύφθησαν αἱ ἁμαρτίαι, κ. τ. ἑ. Ἀφίενται μὲν αἱ ἀνομίαι διὰ τοῦ ἁγίου βαπτίσματος, καλύπτονται δὲ αἱ ἁμαρτίαι διὰ τῆς πικρᾶς ἁμαρτίας μετανοίας. Ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου, ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν, κ. τ. ἑ. Ἐπαλαιώθη τὰ ὀστᾶ μου, διότι ἐσίγησα. Ἀπὸ τοῦ κράζειν διηνεκῶς πρὸς τὸν Θεὸν οὐ παλαιοῦνται αἱ τῆς ψυχῆς δυνάμεις, ἀλλ’ ἀεὶ ἀνανεοῦνται ἡμέρᾳ καὶ ἡμέρᾳ. Σιωπώντων δὲ παλαιοῦνται τὸν παλαιὸν ἀναλαμβάνουσαι ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. Τὴν ἁμαρτίαν μου ἐγνώρισα, καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα. Εἶπα·
PG 12:1353Ἐξαγορεύσω κατ’ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, κ. τ. ἑ. Δίκαιος αὑτοῦ κατήγορος ἐν πρωτολογίᾳ. Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος οἷς οὐκ ἔστι σύνεσις, κ. τ. ἑ. Τὴν ἄλογον κίνησιν τῆς ψυχῆς λέγει ἵππον καὶ ἡμίονον. Σύνεσις δέ ἐστι λογικὴ διάγνωσις. Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ, κ. τ. ἑ. Αἱ πολλαὶ θλίψεις τῶν δικαίων πολλαὶ μάστιγες λέγονται τῶν ἁμαρτωλῶν. Καὶ καυχᾶσθε, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ, κ. τ. ἑ. Εἰ οἱ καυχώμενοι εὐθεῖς εἰσι τῇ καρδίᾳ, οὐ πάντων ἐστὶ τὸ ἐν Κυρίῳ καυχᾶσθαι, διότι μηδὲ πάντες εὐθεῖς τῇ καρδίᾳ. Τοῦ αὐτοῦ. Εὐλόγως καυχήσεται ὁ εὐθὺς τῇ καρδίᾳ. Εὔλογον δὲ καὶ τὸ καυχᾶσθαι ἐν ταῖς θλίψεσι. Μήποτε εὐθύς ἐστι τῇ καρδίᾳ ὁ καυχώμενος ἐν θλίψεσι. ΨΑΛΜΟΣ ΛΒ. Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν τῷ Κυρίῳ, κ. τ. ἑ. Εἰ Κύριος ἡμῶν σοφία ἐστὶν, οἱ δὲ δίκαιοι ἐν Κυρίῳ ἀγαλλιῶσιν, οἱ δίκαιοι ἄρα ἐν σοφίᾳ ἀγαλλιῶσιν. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ, κ. τ. ἑ. Κιθάρα ἐστὶ ψυχὴ πρακτικὴ ὑπὸ τῶν ἐντολῶν τοῦ Θεοῦ κινουμένη, ψαλτήριον δὲ νοῦς καθαρὸς ὑπὸ πνευματικῆς κινούμενος γνώσεως.
PG 12:1354Ἁρμόζει δὲ καὶ ἡμῖν τὰ ἐν τῇ Παλαιᾷ μουσικὰ ὄργανα πνευματικῶς νοούμενα, κιθάρα μὲν τροπικῶς τὸ σῶμα λεγόμενον, ψαλτήριον δὲ τὸ πνεῦμα· ἅτινα μουσικῶς ἥρμοσται τῷ σοφῷ εἰς δέον χρωμένῳ ὡς χορδαῖς τοῖς μέλεσι τοῦ σώματος, καὶ ταῖς δυνάμεσι τοῦ πνεύματος. Καλῶς δὲ ψάλλει ὁ ψάλλων νοὶ̈, ψαλμοὺς λέγων πνευματικοὺς, καὶ ἐν καρδίᾳ ᾄδων τῷ Θεῷ. Ἢ δεκαχόρδῳ ἀντὶ τοῦ δεκανεύρῳ· χορδὴ γὰρ ἡ νευρά. Δεκάχορδον δὲ τὸ ψαλτήριον λέγεται οὖν καὶ τὸ σῶμα, ὡς πέντε αἰσθήσεις ἔχον, καὶ πέντε ἐνεργείας ψυχῆς, δι’ ἑκάστης αἰσθήσεως ἑκάστης ἐνεργείας γινομένης. Ἄσατε αὐτῷ ᾆσμα καινὸν, κ. τ. ἑ. Ὁ κατὰ τὸν ἔσω ἀνακαινούμενος ἄνθρωπον, ᾄσειεν ἂν τὸ καινὸν ᾆσμα, ἅτε τὸν παλαιὸν ἐκδυσάμενος ἄνθρωπον, καὶ ἐνδυσάμενος τὸν νέον, τὸν ἀνακαινούμενον κατ’ εἰκόνα τοῦ κτίσαντος. Ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν, κ. τ. ἑ. Ἀντὶ τοῦ, ἐλεήμονα καὶ διακριτικόν. Τοῦ αὐτοῦ. Ἀγαπᾷ ἐλεημοσύνην, καθ’ ἣν ἐλεεῖ, καὶ τὴν τῶν ἐλεούντων· ὁμοίως δὲ καὶ κρίσιν, καθ’ ἣν κρίνει· ὅτι τὰ κρίματα τοῦ Θεοῦ ἐστιν ἀληθινὰ, καὶ ἄβυσσος πολλὴ, καὶ ἀνεξεύρητα.
PG 12:1355Ἀγαπᾷ δὲ κρίσιν καὶ τὴν τῶν δικαίων, ὧν οἱ λογισμοὶ κρίματά εἰσι, περὶ ὧν λέγεται· Κρίμα δίκαιον κρίνατε. Ὅτε δὲ τὸν ἥλιον ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους, βλέπομεν πῶς τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ. Τιθεὶς ἐν θησαυροῖς ἀβύσσους, κ. τ. ἑ. Οἱ λόγοι τῆς ἀβύσσου ἐν τοῖς θησαυροῖς εἰσι τοῦ Θεοῦ. Φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ, ἀπ’ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, κ. τ. ἑ. Τοῦτο ἐν τῇ παρουσίᾳ τοῦ Θεοῦ πεπλήρωται, ὅτε πᾶσα ἡ γῆ Χριστοῦ Ἐκκλησίαις πεπλήρωτο. Τάχα λέγοιτ’ ἄν· Οἱ μὲν ἄνθρωποι, ἀγαπήσατε, ἡ δὲ γῆ φοβηθήτω. Οἱ δὲ τὴν οἰκουμένην Ἐκκλησίας τοῦ Θεοῦ κατοικοῦντες, οὐκ ἀναισθητοῦντες τοῦ Κυρίου, ἀπ’ αὐτοῦ σαλεύονται, πληροῦντες τὴν προκειμένην ἐντολήν. Ἢ οἱ ἀπὸ λόγου τοῦ Θεοῦ κινούμενοι ἀπ’ αὐτοῦ σαλεύονται, ζῶντος ἐν αὐτοῖς τοῦ Χριστοῦ. Τοῦ αὐτοῦ. Σάλος ἐστὶν ἐπαινετὸς ψυχῆς λογικῆς ἀπὸ κακίας καὶ ἀγνωσίας ἐπ’ ἀρετὴν καὶ γνῶσιν μετάθεσις. Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν, κ. τ. ἑ. Ἡ μὲν γένεσις τὴν τῶν λογικῶν οὐσίωσιν δηλοῖ·
PG 12:1356ἡ δὲ κτίσις τὴν ἀπὸ τοῦ κρείττονος ἐπὶ τὸ χεῖρον μεταβολήν· Εἴ τις γὰρ ἐν Χριστῷ καινὴ κτίσις, ἀνακαινίζεται. Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν, καὶ ἀθετεῖ βουλὰς ἀρχόντων, κ. τ. ἑ. Αἱ βουλαὶ τῶν ἐθνῶν, καὶ οἱ λογισμοὶ τῶν λαῶν, καὶ αἱ βουλαὶ τῶν ἀρχόντων ἀθετοῦνται ὑπὸ Κυρίου, ὡς ἐναντιούμεναι τῷ θελήματι αὐτοῦ, τοῦ πάντας ἀνθρώπους θέλοντος σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν, ὁ συνιεὶς πάντα τὰ ἔργα αὐτῶν, κ. τ. ἑ. Ὁ μόνος πλάσας μόνος καὶ γινώσκει· διὸ καλῶς λέγεται ὁ Θεὸς μόνος καρδιογνώστης. Ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν, καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ, κ. τ. ἑ. Πρότερον δεῖ τινα ῥύσασθαι ἀπὸ θανάτου, εἶθ’ οὕτως διατραφῆναι. Καὶ διὰ μὲν πρακτικῆς ῥύεταί τινα ἀπὸ θανάτου ὁ Κύριος, διὰ δὲ γνώσεως τρέφει. Ἡ δὲ ψυχὴ ἡμῶν ὑπομενεῖ τῷ Κυρίῳ, ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν, κ. τ. ἑ. Ἡ τοῦ δικαίου καρδία οὐκ εὐφραίνεται ἐν βρώμασιν ἢ ἐν πόμασιν, ἀλλ’ ἐν δικαιοσύνῃ, καὶ γνώσει, καὶ σοφίᾳ. ΨΑΛΜΟΣ ΛΓ.
PG 12:1357Τῷ Δαυὶ̈δ, ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ, καὶ ἀπέλυσεν αὐτὸν, καὶ ἀπῆλθεν, κ. τ. ἑ. Ὁ τὸ φεῦγον πρόσωπον μὴ ἐπιδείξας ὡς φεῦγον, ἀλλ’ ὡς ἀποσταλὲν, οὗτος ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ. Πρόσωπον δὲ νῦν τὸ τῆς ψυχῆς λέγει κατάστημα· ἀλλοία γάρ ἐστι φεύγουσα, καὶ ἀλλοία ἀποσταλεῖσα. Πρόσωπον δὲ πολλάκις ἡ Γραφὴ καὶ τὸν λόγον λέγει τοῦ ἀνθρώπου, καθὼς ὁ ἄγγελός φησι πρὸς τὸν Λώτ· Ἰδοὺ ἐθαύμασά σου τὸ πρόσωπον, καὶ ἐπὶ τῷ ῥήματι τούτῳ οὐ μὴ καταστρέψω τὴν πόλιν περὶ ἧς ἐλάλησας. Εὐλογήσω τὸν Κύριον, κ. τ. ἑ. Ὁ ἐν παντὶ καιρῷ ζῶν καὶ ὑπάρχων ἀμετάπτωτος Χριστὸς ταῦτά φησι. Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου, κ. τ. ἑ. Οὐκ ἐν ἄλλῳ τινὶ ἐπαινεθήσομαι, ἀλλ’ ἐν σοφίᾳ· ὁ γὰρ Κύριος ἡμῶν σοφία ἐστίν. Ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου, κ. τ. ἑ. Πᾶς γὰρ ὁ ζητῶν εὑρίσκει· ὁ δὲ κακῶς ζητῶν οὐχ εὑρίσκει. Προσέλθετε πρὸς αὐτὸν, καὶ φωτίσθητε, κ. τ. ἑ. Διὰ μὲν πολιτείας ὀρθῆς προσερχόμεθα, διὰ δὲ γνώσεως φωτιζόμεθα. Φωτίσατε γὰρ, φησὶν, ἑαυτοῖς φῶς γνώσεως. Οὗτος ὁ πτωχὸς ἐκέκραξε, καὶ ὁ Κύριος εἰςήκουσεν αὐτοῦ, κ. τ. ἑ.
PG 12:1358Οὐ πάντων ἐπακούει τῶν κραζόντων ὁ Κύριος, ἀλλὰ τῶν διὰ τὴν γνῶσιν τὴν τοῦ Θεοῦ. Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, κ. τ. ἑ. Ὁ ἄγγελος τοῦ Κυρίου ὅλης παρεμβολῆς λόγον ἐπέχει εἷς ὤν. Γεύσασθε, καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος, κ. τ. ἑ. Εἰ γευστός ἐστιν ὁ Κύριος, διὰ τῆς πίστεώς ἐστι γευστός· καὶ εἰ χρηστὸς, διὰ τῆς γνώσεώς ἐστι χρηστός. Ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτὸν, κ. τ. ἑ. Εἰ οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτὸν, πῶς οἱ ἅγιοι ἦσαν ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος; Ἀλλ’ εἰ καὶ ὑστεροῦντο ἐν βρώμασι καὶ πόμασιν, οὐ μὴν καὶ ἐν γνώσει. Δεῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς, κ. τ. ἑ. Παρὰ τοῦ ἁγίου Δαυὶ̈δ διδασκόμεθα τίνα δεῖ ποιεῖν τε καὶ λέγειν τὸν φοβούμενον τὸν Θεόν. Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθὸν, κ. τ. ἑ. Τὸ ἐκκλῖναι ἀπὸ κακοῦ ὁ φόβος διδάσκει, τὸ δὲ ποιῆσαι τὸ ἀγαθὸν ἡ ἀγάπη. Διὸ μείζων ὁ ἀγαπῶν τοῦ φοβουμένου. Ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν, καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει, κ. τ. ἑ.
PG 12:1359Εἰ θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, τοῖς δὲ συντετριμμένοις τὴν καρδίαν ἐγγίζει ὁ Κύριος, ταύτῃ ἄρα τῇ θυσίᾳ καὶ οὐκ ἄλλῃ ἐγγίζει ὁ Κύριος. Φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν· ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται, κ. τ. ἑ. Ὀστᾶ νῦν λέγει τὰς δυνάμεις τῆς ψυχῆς, ἢ τὰ δόγματα τὰ ἀληθῆ, τὰ συνέχοντα τὴν ζωὴν τῆς ψυχῆς. Θάνατος ἁμαρτωλῶν πονηρὸς, κ. τ. ἑ. Πονηρὸς, ἐπίπονος, πικρός. Ἔοικε δὲ λέγειν θάνατον τὴν κόλασιν χωρίζουσαν ψυχὴν ἀπὸ κακίας. Λυτρώσεται Κύριος ψυχὰς δούλων αὐτοῦ, κ. τ. ἑ. Λύτρον ἐστὶ δόμα τι τοῖς πολεμίοις διδόμενον πρὸς τῶν ἡττηθέντων, ἢ πρὸς τοῦ τῶν ἡττηθέντων προνοουμένου ἐπὶ σωτηρίᾳ καὶ ἀφέσει τῶν αἰχμαλωτισθέντων. ΨΑΛΜΟΣ ΛΔ. Δίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με, κ. τ. ἑ. Εἰδὼς, ὅτι τῶν ἀδικησάντων αὐτὸν Ἰουδαίων παραπτώματι, καὶ πολεμησάντων αὐτὸν Ἰσραηλιτῶν ἁμαρτήματι σωτηρία ἔσται τοῖς ἔθνεσιν, ὑπὲρ τῶν ἐθνῶν δυνάμει εὔχεται, διὰ τὸ ἐκείνους δικασθῆναι καὶ πολεμηθῆναι. Τάχα δὲ καὶ ὡς πρὸς τὴν κρίσιν κουφίζονται οἱ ἐνταῦθα δικασθέντες καὶ πολεμηθέντες. Πάντες δὲ οἱ ἀδικοῦντες ἀδικοῦσι Χριστὸν, τὴν δικαιοσύνην·
PG 12:1360καὶ οἱ μὴ ἔχοντες ἐν ἑαυτοῖς εἰρήνην πολέμους ἔχουσι. καὶ πολεμοῦσι Χριστὸν, ὅς ἐστιν εἰρήνη ἡμῶν. Δικάζων δὲ ὁ Κύριος τοὺς ἀδικοῦντας, τὴν ἐν αὐτοῖς ἀδικίαν ἀπόλλυσιν. Οὕτω δὲ καὶ πολεμεῖ τοὺς πολεμοῦντας τὸν δίκαιον, ἐπ’ ἀγαθῷ τῶν πολεμουμένων, τοῦτο ποιῶν, ὡς ἂν παύσαιντό ποτε τὰ ἐχθρὰ τῇ δικαιοσύνῃ πράττοντες. Τοῦ αὐτοῦ. Οὐδὲν οὕτως ἀνθίσταται τοῖς δαίμοσιν ὡς δικαιοσύνη καὶ γνῶσις. Ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθι εἰς βοήθειάν μοι, κ. τ. ἑ. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν τῶν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Τούτων χρείᾳ φησίν· Ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ. Ὥσπερ δὲ συγκόπτουσιν οἱ δίκαιοι τελειωθέντες τὰς μαχαίρας εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα·
PG 12:1361οὕτω μετὰ τὰς κολάσεις μεταποιήσει τὴν ἑαυτοῦ πανοπλίαν ὁ Θεὸς τὸν ζῆλον αὐτοῦ εἰς εἰρηνικὰ ἐνδύματα, καὶ τὸν θώρακα εἰς ποδήρη καὶ λόγιον, τὴν δὲ κόρυθα εἰς κίδαριν ἱερατικὴν, τὴν δὲ ἀσφάλειαν εἰς τὴν ἐν εἰρήνῃ ὁσιότητα, τὴν δὲ ὀργὴν εἰς χρηστότητα. Ἀγαθότης δὲ τὸ οὐ μόνον ἐκχυθῆναι, ἀλλὰ καὶ συγκλεισθῆναι ῥομφαίαν. Ἢ τοῦτό φησιν· Ἐπιλαβόμενος τοῦ καταλλήλου τοῦ θυρεοῦ, καὶ ὅπλου τῆς ἀληθείας, ἀνάστα εἰς τὴν βοήθειάν μου· τουτέστιν, ὑπέρμαχος γενοῦ. Καὶ τὸ, Ἔκχεον ῥομφαίαν, ἀντὶ τοῦ, Γύμνωσον, λέγει· τὸ δὲ, Σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με, ἀντὶ τοῦ, Ἀπάντησον καὶ περίκλεισον αὐτοῖς τὸν δρόμον, ξίφει τὴν ὁρμὴν αὐτῶν ἀπείργων. Τοῦ αὐτοῦ. Εἰ ὁ νικήσας ἐν πολέμῳ καταδουλοῦται τοὺς πολεμίους, Χριστὸς δὲ νενίκηκε τὸν κόσμον· Θαρσεῖτε γὰρ, φησὶν, ἐγὼ νενίκηκα τὸν κόσμον· Χριστὸς ἄρα τὸν κόσμον κατεδουλώσατο, ἵνα γένωνται πάντες δοῦλοι Χριστοῦ. Εἶπον τῇ ψυχῇ μου· Σωτηρία σου ἐγώ εἰμι, κ. τ. ἑ. Αὐτὸ τοῦτο σωτηρία ἐστὶ ψυχῆς, τὸ εἰπεῖν αὐτῇ τὸν Κύριον· Σωτηρία σου ἐγώ εἰμι· καὶ ἐπ’ ἄλλου τινὸς οὐκ ἂν οὕτω νοηθείη. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω, κ. τ. ἑ.
PG 12:1362Εὐεργετοῦνται οἱ ἀπὸ τῆς ἀρετῆς ἐπὶ τὴν κακίαν ὁδεύοντες, ἐὰν εἰς τὰ ὀπίσω ἀποστραφῶσιν. Καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά. Ἡ αἰσχύνη αὕτη πάθος ἐστὶν ἐπαινετὸν, εἰς συναίσθησιν ἄγον τὸν ἁμαρτάνοντα. Γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος, κ. τ. ἑ. Ὁδὸν ἀσεβῶν τὸν μοχθηρὸν βίον ὀνομάζει, καθ’ ὃν τὴν πορείαν ἐποιήσαντο. Γενηθήτω αὐτοῖς σκότος, παντὸς στερουμένη φέγγους, καὶ ὀλίσθημα, ὅπως μηδ’ ἑστάναι δύναιντο, ἀγγέλου Θεοῦ καταδιώκοντος. Ὁρᾷς δὲ ὡς αἱ ἀγγελικαὶ δυνάμεις ὅπλα εἰσὶ τοῦ Θεοῦ. Ἐλθέτω αὐτῷ παγὶς, ἣν οὐ γινώσκει, κ. τ. ἑ. Σημειωτέον, ὅτι ἐν τοῖς προκειμένοις ἀντὶ εὐκτικῶν προστακτικοῖς ἐχρήσατο ῥήμασι· κατὰ γὰρ τὴν πρᾶξιν ἕκαστος τιμωρεῖται. Ἢ μᾶλλον ἀντὶ μελλόντων κέχρηται. Καὶ ἡ θήρα ἣν ἔκρυψε συλλαβέτω αὐτὸν, καὶ ἐν τῇ παγίδι πεσεῖται ἐν αὐτῇ, κ. τ. ἑ. Νομίζω περὶ τοῦ σταυροῦ λέγειν αὐτὸν, εἰς ὃν ἐμπέπτωκεν ὁ διάβολος ἀγνοῶν. Εἰ γὰρ ἔγνω, οὐκ ἂν αὐτὸν Κύριον τῆς δόξης ἐσταύρωσε. Ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ, κ. τ. ἑ. Ἐντεῦθεν γινώσκομεν, ὅτι χωρὶς Κυρίου πολεμεῖν τοῖς ἐχθροῖς οὐκ ἰσχύομεν. Στερεώτεροι γὰρ ἡμῶν εἰσιν.
PG 12:1363Ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου, κ. τ. ἑ. Ἄτεκνός ἐστι ψυχὴ ἡ μηδὲν γεννήσασα ἀγαθὸν, ἢ μηδενὶ ἀνθρώπῳ ποιήσασα ἀγαθόν. Καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου, κ. τ. ἑ. Οὐδὲν οὕτω ταπεινοῖ τὴν ψυχὴν ὡς νηστεία. Καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται. Κόλπον νῦν τὸν νοῦν ὀνομάζει. Ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμῷ, κ. τ. ἑ. Ἑλεῖν οὐ δυνηθέντες δι’ ὧν ἐπειράθησαν, χλεύη γοῦν παρεμυθοῦντο πρὸς ἐμὲ, καὶ δίκην θηρῶν ἀγρίων τοὺς ὀδόντας, καὶ τὴν ὀργίλην καὶ θυμωτικὴν αὐτῶν δύναμιν ἐπ’ ἐμὲ ἔβρυξαν· καταφαγεῖν με γὰρ θέλοντες, ἀπέτυχον. Μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ματαίως, κ. τ. ἑ. Τῷ δικαίῳ διὰ τὴν δικαιοσύνην ἐχθραίνοντες, ἀδίκως ἐχθραίνουσι. Ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν, καὶ ἐπ’ ὀργῇ δόλους διελογίζοντο, κ. τ. ἑ. Ἔσεσθε γὰρ, φησὶν, ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν· εἰρηνικὸς γὰρ οὗτος ὁ λόγος. Μηδὲ εἴποισαν· Κατεπίομεν αὐτὸν, κ. τ. ἑ. Καὶ ὁ Παῦλός φησι περὶ τοῦ ἐν Κορίνθῳ πεπορνευκότος· Μήποτε τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλοῤῥημονοῦντες ἐπ’ ἐμὲ, κ.
PG 12:1364τ. ἑ. Οἱ μὲν εἰς τὸν Χριστὸν βαπτιζόμενοι τὸν Χριστὸν ἐνδύονται, τουτέστι δικαιοσύνην καὶ σοφίαν· οἱ δὲ εἰς τὸν Σατανᾶν βαπτιζόμενοι αἰσχύνην ἐνδύονται καὶ ἐντροπήν. Καὶ εἰπάτωσαν διὰ παντός· Μεγαλυνθήτω ὁ Κύριος, οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ, κ. τ. ἑ. Ἀγγέλων μὲν τὸ διὰ παντὸς μεγαλύνειν τὸν Κύριον· ἀνθρώπων δὲ τὸ μὴ διὰ παντός· δαιμόνων δὲ τὸ μήτε διὰ παντὸς, μήτε ποσοῦν. ΨΑΛΜΟΣ ΛΕ. Οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ, κ. τ. ἑ. Τῷ γὰρ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. Ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ, τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι, κ. τ. ἑ. Τὸ εὑρεῖν ἀντὶ τοῦ ἐπιγνῶναι κεῖται. Πλὴν ζητητέον εἰ ὁ ἐγνωκὼς τὴν ἀνομίαν ὡς ἀνομίαν πάντως καὶ μισεῖ. Τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ δόλος, κ. τ. ἑ. Ἕτερός φησι· Τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ κόπος, τουτέστιν ἐπαχθῆ, ὡς κόπον ἐμποιεῖν τοῖς προσέχουσιν. Οὐκ ἠβουλήθη συνιέναι. Δῆλον ἐκ τῶν εἰρημένων, ὡς ὁ παράνομος οὐκ ἐκ κατασκευῆς ἐστι τοιοῦτος· τὸ γὰρ μὴ βούλεσθαι σύνεσιν ἔχειν ἐπὶ τῷ ἀγαθὰ ποιεῖν αὐτεξουσίου. Ἔτι δὲ πρὸς τούτοις ἀνομίαν διελογίσατο, καὶ τὰ ἑξῆς.
PG 12:1365Τοιοῦτόν ἐστι τό· Οὐαὶ οἱ ἐργαζόμενοι κακὰ ἐπὶ τῆς κοίτης αὐτῶν, καὶ ἅμα τῇ ἡμέρᾳ συνετέλουν αὐτά. Οὕτως ὁ ἀνομίαν λογισάμενος ἐπὶ τῆς κοίτης τυγχάνων παρίσταται πάσῃ ὁδῷ οὐκ ἀγαθῇ, τουτέστι πάσῃ πράξει πονηρᾷ, οὐ προσοχθίζων τῇ κακίᾳ αὐτοῦ· ἀποδεχόμενος αὐτὴν οὖσαν χειρίστην ἕξιν, πρακτικῶς ἄρχεται ὁδεύειν πᾶσαν οὐκ ἀγαθὴν ὁδόν. Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν, κ. τ. ἑ. Ἐντεῦθέν τινες ἀπατηθέντες τὰ ὑπὸ τὴν σελήνην ἀπρονόητα ἀπεφήναντο εἶναι· ὧν ἐστι καὶ ὁ Ἀριστοτέλης. Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, κ. τ. ἑ. Ἀγαθὴ αὕτη μέθη, καὶ τὸ ποτήριόν σου μεθύσκον ὡσεὶ κράτιστον 6 Ἐπείπερ δὲ χειμῶνες οἱ πειρασμοὶ, εἴη ἂν καὶ χείμαῤῥος τρυφῆς Θεοῦ ὁ διὰ τὴν ἐν πειρασμοῖς καρτερίαν μισθὸς, ποταμηδὸν ῥέων τοῖς ὑπερνικῶσιν ἐν αὐτοῖς διὰ τοῦ Ἰησοῦ Χριστοῦ. Τοῦ αὐτοῦ. Ὁ ταύτην τὴν μέθην μὴ ἐκνήφων οὐ δικαίως ποιεῖ· διὸ ἐπὶ τῆς ψεκτῆς μέθης εἴρηται· Ἐκνήψατε δικαίως, καὶ μὴ ἁμαρτάνετε. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, κ. τ. ἑ. Εἰ ἡ πηγή ἐστιν ἡ ζωὴ, ἡ ζωὴ δέ ἐστιν ὁ Χριστὸς, ἡ πηγή ἐστιν ὁ Χριστός.
PG 12:1366Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Ἐν τῇ θεωρίᾳ τῶν γεγονότων ὀψόμεθα τὸν Χριστὸν, ἢ ἐν τῇ γνώσει τῇ τοῦ Χριστοῦ ὀψόμεθα τὸν Θεόν. Μὴ ἐλθέτω μοι ποῦς ὑπερηφανίας, κ. τ. ἑ. Εἰ ἡ ὑπερηφανία ἕξις ἐστὶ χειρίστη, πῶς ἔχει πόδας; Ἢ τάχα περὶ τοῦ ζώου λέγει τοῦ ἐνεργοῦντος τὴν ὑπερηφανίαν. ΨΑΛΜΟΣ Λ. Μὴ παραζήλου ἐν πονηρευομένοις, κ. τ. ἑ. Ἐνταῦθα ζῆλον τὴν μίμησιν λέγει. Ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου, κ. τ. ἑ. Πᾶς ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, οὐκ ἀποκαλύπτει τὴν ὁδὸν αὐτοῦ πρὸς Κύριον. Πρῶτον ἔλπισον ἐπὶ Κύριον, καὶ ποίει χρηστότητα, καὶ τὰ ἑξῆς· ἅπερ ποιήσας, πάλιν ἔλπισον ἐπ’ αὐτὸν, καὶ αὐτὸς ποιήσει. Ὁ δὲ τὴν ἐν κρυπτῷ δικαιοσύνην βλέπων Θεὸς, διὰ τὸ βλέπειν ἐν τῷ κρυπτῷ, ἐξοίσει αὐτὴν, ὅτε φανερώσει τὰς βουλάς· καὶ ὁ ἐν τῇ κρίσει διαλάμπων ὡς μεσημβρίαν ἕξει τὸ κρίμα. Ὑποτάγηθι τῷ Κυρίῳ καὶ ἱκέτευσον αὐτὸν, κ. τ. ἑ. Ἡ ὑποταγὴ αὕτη ἐστὶ φύσεως λογικῆς πρὸς τὴν γνῶσιν τοῦ Θεοῦ ἑκούσιος συγκατάθεσις. Μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ, ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίας. Νῦν εὐόδωσιν τὴν ἐπὶ τὸ χεῖρον προκοπὴν λέγει·
PG 12:1367ὡς καὶ τὸ, Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον. Παῦσαι ἀπὸ ὀργῆς καὶ ἐγκατάλιπε θυμὸν, κ. τ. ἑ. Θυμός ἐστιν ὀργὴ ἐπιθυμίας ἡμέρου ψυχῆς κατ’ ἐξοχὴν ἀμύνης· ὀργή ἐστιν ὄρεξις τιμωρίας· τιμωρία δέ ἐστι κακοῦ ἀνταπόδοσις. Μὴ παραζήλου ὥστε πονηρεύεσθαι. Μὴ ἴδῃς αὐτῶν τὴν εὐημερίαν, ἀλλὰ πρόσμεινον τὸ τέλος, καὶ ὄψει τὸν ὄλεθρον. Ὅτι οἱ πονηρευόμενοι ἐξολοθρευθήσονται, κ. τ. ἑ. Τὸ ἐξολοθρευθῆναι οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ ἐκπεσεῖν ἐκ Θεοῦ. Καὶ ἔτι ὀλίγον, καὶ οὐ μὴ ὑπάρξει ἁμαρτωλὸς, κ. τ. ἑ. Ἀμφίβολος ἡ λέξις· ἢ γὰρ ἀνύπαρκτος ἔσται ὁ ἁμαρτωλὸς, (ὅπερ οἴονται οἱ παντελῶς τοὺς φαύλους φθείρεσθαι λέγοντες οὐχ ὑγιῶς·) ἢ καθ’ ὃ ἁμαρτωλός ἐστιν, οὐχ ὑπάρξει. Καὶ ζητήσεις τὸν τόπον αὐτοῦ, καὶ οὐ μὴ εὕρῃς, κ. τ. ἑ. Τόπος ἁμαρτωλοῦ ἡ κακία. Οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν, κ. τ. ἑ. Ἡ γῆ νῦν γνῶσιν σημαίνει· ὡς γὰρ ἐν τόπῳ τῇ θεωρίᾳ λέγεται εἶναι ὁ νοῦς. Καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης. Τρυφὴ δικαίου πλῆθος εἰρήνης, πλῆθος δὲ εἰρήνης ἐστὶν ἀπάθεια ψυχῆς μετὰ γνώσεως τῶν ὄντων ἀληθοῦς. Κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολὺν, κ. τ. ἑ.
PG 12:1368Κρεῖσσον ὀλίγη γνῶσις πνευματικὴ ὑπὲρ πλῆθος σοφίας ἐθνῶν. Ὑποστηρίζει δὲ τοὺς δικαίους ὁ Κύριος, κ. τ. ἑ. Οὐδὲν οὕτως ὑποστηρίζει τὸν δίκαιον, ὡς χάρισμα πνευματικόν· Ἵνα μεταδῷ ὑμῖν χάρισμα πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς, φησὶν ὁ Ἀπόστολος. Γινώσκει Κύριος τὰς ὁδοὺς τῶν ἀμώμων, κ. τ. ἑ. Ἕτερος· Προοῖδε Κύριος τὰς ἡμέρας τῶν ἀμώμων. Οὐχ ὑποστηρίζει μόνον αὐτοῖς τὴν ζωὴν, ἀλλὰ καὶ οἶδε τὰς μελλούσας ἡμέρας, καὶ τὴν ἡτοιμασμένην κληρονομίαν. Οὐδὲν οὖν αὐτοὺς βλάψει τὸ πρὸς βραχὺ λυπεῖσθαι· γυμνάζονται γὰρ τῇ καρτερίᾳ, τὴν στενὴν καὶ τεθλιμμένην ὁδεύοντες, οὐκ αἰσχυνόμενοι ἐν καιρῷ πονηρῷ, ὅτεπερ ὀργὴν ἐπάγει τοῖς ἁμαρτωλοῖς. Ἀλλὰ καὶ νῦν οἱ μὲν ἐνδείᾳ ἀπολοῦνται λογικῆς τροφῆς, οἱ δὲ τοῦ Θεοῦ κατατρυφήσουσιν εἰς πλησμονήν. Καὶ ἡ κληρονομία αὐτῶν εἰς αἰῶνα ἔσται, κ. τ. ἑ. Κληρονομία ἐστὶ τῆς λογικῆς φύσεως ἡ γνῶσις ἡ τοῦ Θεοῦ. Οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ, κ. τ. ἑ. Καιρὸν πονηρὸν λέγει τὸν τῆς κρίσεως χρόνον. Καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται. Ἡμέρας λιμοῦ ὀνομάζει ἐν αἷς πολλοὶ τῶν ἀκαθάρτων στερίσκονται τοῦ ἄρτου τοῦ εἰπόντος·
PG 12:1370Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἀπὸ τοῦ οὐρανοῦ καταβάς. Ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον, κ. τ. ἑ. Τοῦτον τὸν καπνὸν ἀποδιώκει ἀπὸ τῶν λογικῶν ξύλων τὸ πῦρ ὃ ἦλθε βαλεῖν ἐπὶ τὴν γῆν ὁ Χριστός. Τοῦ αὐτοῦ. Καπνὸς δὲ πυρὸς σβεσθέντος σημεῖον. Καὶ οὗτοι δὲ, ὡς πῦρ καταφλέξαντες, ἀπεσβέσθησαν. Τοιοῦτοι οἱ καθ’ ἡμῶν διαλάμψαντες, ἀπόλλυνται οἱ ἁμαρτωλοὶ, οὐ τῷ ἐξ ὅλου διαλύεσθαι τὴν σύστασιν αὐτῶν, ἀλλὰ τῷ μηκέτι εἶναι ἁμαρτωλούς. ΨΑΛΜΟΣ ΛΖ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με, κ. τ. ἑ. Ὁ ἐλέγχῳ τῷ διὰ λόγου μὴ εἴκων, θυμῷ Θεοῦ ἐλεγχθήσεται· καὶ μὴ ὑπὸ ζυγὸν παιδεύοντος ἐν Θεῷ διδασκάλου γινόμενος, ὀργῇ Θεοῦ παιδευθήσεται· παιδεία δὲ ἐλέγχου ἐπιπονώτερος. Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμὲ, κ. τ. ἑ. Δεῦτε, πάντες, φησὶν ὁ Χριστὸς, οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην, κ. τ. ἑ. Λεκτέον τοῦτο πρὸς τοὺς γελῶντας πολλὰ, καὶ τερπομένους ἐπὶ γελῴοις. Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου μακρόθεν ἔστησαν, κ. τ. ἑ.
PG 12:1371Τάχα δυνάμεις τινὰς λέγει ἁγίας ὑποχωρούσας ἐν καιρῷ πειρασμοῦ πρὸς δοκιμὴν τοῦ πειραζομένου, ἢ πρὸς κόλασιν. Καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν, κ. τ. ἑ. Ἐδόκει δέ μοι ματαιότης καὶ ἡ τῶν ἀποδεικτικῶν εἶναι δοκούντων λόγων βία σοφιστικὴ φαινομένη, δι’ ἧς ἑλεῖν με προσεδόκουν οἱ τὴν ἐμὴν ζητοῦντες ψυχήν. Δολιότητα δι’ ὅλου μελετῶντες τοῦ βίου ἐλάλουν, φησὶ, πρὸς μὲ, ἐπιβουλήν μοι σκευάζοντες. Τῶν γὰρ ἀγγέλων λειπόντων, σφοδρότερον οἱ δαίμονες ἐπετίθεντο. Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ, κ. τ. ἑ. Ἐδέχετο μὲν τοὺς λογισμοὺς τοῦ πειράζοντος, οὐκ ἤκουε δὲ αὐτῶν, μὴ ἐνεργῶν κατ’ αὐτούς. Κωφότης δέ ἐστιν ἡ ἀπάθεια, δι’ ἣν οὐκ ἤκουεν αὐτῶν. Ὅτι εἶπον, Μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου, κ. τ. ἑ. Ἐπὶ μὲν τοῖς μετανοοῦσιν οἱ ἄγγελοι χαίρουσιν, ἐπὶ δὲ τοῖς σαλευομένοις οἱ δαίμονες. Οἱ δὲ ἐχθροί μου ζῶσι, κ. τ. ἑ. Οὐ ταύτην τὴν ζωὴν τὴν εἰποῦσαν· Ἐγώ εἰμι ἡ ζωή. Οἱ ἀνταποδιδόντες κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλόν με, κ. τ. ἑ.
PG 12:1372Ἀνταπεδίδοσαν κακὰ ἀντὶ ἀγαθῶν, οὐ τῶν εἰς ἐκείνους γενομένων, ἀλλὰ τῶν ἁπλῶς γινομένων διὰ τὸν Κύριον. Μὴ ἐγκαταλίπῃς με, Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ’ ἐμοῦ, κ. τ. ἑ. Καλὸν προοίμιον προςευχῆς τὸ, Μὴ ἐγκαταλίπῃς με, Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ’ ἐμοῦ· πρόσεχε εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου· ἔχει γὰρ ἐν ἑαυτῷ καὶ τὴν ἁγίαν Τριάδα. ΨΑΛΜΟΣ ΛΗ. Ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν, κ. τ. ἑ. Ἐν τοῖς πειρασμοῖς φεύγει τὰ ἀγαθὰ ἐξ ἡμῶν, καὶ σιωπᾷ ἡ ψυχὴ ἐξ αὐτῶν. Ἐκεῖνα γὰρ φθέγγεται ἡ ψυχὴ ἃ γινώσκει, καὶ σιωπᾷ ἃ οὐ γινώσκει. Ἀγαθὰ δὲ εἶπε νῦν τὰς ἀρετὰς καὶ τὰς γνώσεις αἵτινες ἐν καιρῷ πειρασμοῦ διαφεύγουσι τοὺς πειραζομένους. Ἐθερμάνθη ἡ καρδία μου ἐντός μου, κ. τ. ἑ. Δυνατὸν μὲν τοῦ τῆς ὀργῆς ἐπιστάντος δαίμονος μὴ ὀργισθῆναι, ἀδύνατον δὲ τάχα μὴ θερμανθῆναι. Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου, κ. τ. ἑ. Πέρας ἐστὶ τῆς λογικῆς φύσεως ἡ γνῶσις τῆς ἁγίας Τριάδος. Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν, κ. τ. ἑ. Τὰ σωματικὰ πάντα ματαιότης ἐστὶν, ἡ γὰρ ἀσώματος φύσις κατ’ εἰκόνα γεγένηται Θεοῦ. Μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, κ. τ. ἑ.
PG 12:1373Πᾶς ἄνθρωπος ζῶν ἐν εἰκόνι διαπορεύεται, ἤτοι τοῦ Θεοῦ τηρῶν τὸ κατ’ εἰκόνα, καὶ τὸ προκόπτειν εἰς τελειότητα, σύμμορφος γενόμενος τῆς εἰκόνος Θεοῦ, ἢ ἄλλου τινὸς ζώου, ἵππος θηλυμανὴς ἢ ἄλλο τι ἄλογον κατὰ τὸ ἦθος γινόμενος. Καὶ νῦν τίς ἡ ὑπομονή μου; κ. τ. ἑ. Σύ μοι τὸ δύνασθαι φέρειν κεχάρισαι· τὸ μηδὲν ἐξ ἀνθρωπίνης ἀσθενείας εἰπεῖν τι ἢ δρᾶσαι. Σὺ δὲ καὶ παιδεύσας ὑποστῆναί με καὶ φέρειν ἐποίησας. Ὁ εἰδὼς τὴν πλάσιν μου, καὶ τὴν ἀσθένειαν σύγγνωθι. Ὄνειδος ἄφρονι ἔδωκάς με, κ. τ. ἑ. Ἄφρονά φησιν, ὃν καὶ φθάσας ἁμαρτωλὸν εἴρηκε. Παραδίδωσι δὲ ὁ Θεὸς εἰς ὀνειδισμὸν, πρὸς ἐξομολόγησιν μείζονα· ὅπερ ἀξιοῖ μὴ παθεῖν ὁ ταῦτα λέγων, ὡς ἀφ’ ἑαυτοῦ ἐξομολογούμενος κατὰ τὸ δοκοῦν τῷ Θεῷ. Ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ ἐποίησας, κ. τ. ἑ. Δύναται καὶ τοῦτο οὕτω νοεῖσθαι· Οὐδέποτέ σοι ὡς ἄλλοι προσῆψα ὡς αἰτίῳ τὰς ἐμὰς ἀνομίας. Εἰς τοῦτο γὰρ οὐδέποτε τὸ στόμα μου ἤνοιξα, ἀλλ’ ἐκωφώθην. Ὅτι πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου, κ. τ. ἑ.
PG 12:1374Ὁ πολλάκις εἰπὼν, Πλὴν ματαιότης πᾶς ἄνθρωπος, ὁμολογεῖ πάροικος εἶναι, ἑτέραν δὲ ζωὴν ἀναψύξεως οἶδε, καὶ μετὰ δακρύων ἱκετεύει σπάνιον κατὰ τοὺς πατέρας πάροικον εἶναι, καὶ μὴ ἐνοικεῖν τῇ παρούσῃ ζωῇ. Ἐὰν οὖν, φησὶ, μὴ ἀφῇς μοι τὴν ἁμαρτίαν, καὶ ἀναψύξω πρὶν ἀπελθεῖν ἐκεῖ, οὐχ ἕξω μετανοίας καιρὸν, οὐδὲ ὑπάρξω ἐν τῇ παρὰ σοὶ ζωῇ. Ἤ, ὡς οὐχ ὑπαρχόντων ἁμαρτωλῶν, ἔσονται ὡς οὐκ ὄντες. Τοῦ αὐτοῦ. Πάντες οἱ τῶν δικαίων ὡς δικαίων πατέρες, πάροικοί εἰσι καὶ παρεπίδημοι, σκιὰν ἡγούμενοι τὸν βίον τὸν ἐπὶ τῆς γῆς. ΨΑΛΜΟΣ ΛΘ. Ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας, κ. τ. ἑ. Λάκκος ταλαιπωρίας κακία καὶ ἀγνωσία. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου. Πέτρα ἐστὶ πίστις Χριστοῦ. Καὶ κατεύθυνε τὰ διαβήματά μου· διὰ τῆς πρακτικῆς καὶ τῶν ἀληθινῶν δογμάτων. Καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινὸν, κ. τ. ἑ. Μετὰ τὴν ἀπάθειαν ᾄδομεν ᾆσμα καινὸν, ἀνακαινισθέντος τοῦ οἴκου ἡμῶν. Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, κ. τ. ἑ. Τούτους τοὺς στοίχους ἐκ προσώπου τοῦ Σωτῆρος εἰρῆσθαι ἡ πρὸς Ἑβραίους φησὶν Ἐπιστολὴ, καὶ δίδωσιν ἀφορμὴν ὅλον τὸν ψαλμὸν ὡς ἐκ προσώπου αὐτοῦ νοεῖν.
PG 12:1375Ὁλοκαύτωμα καὶ περὶ ἁμαρτίας οὐκ ᾔτησας, κ. τ. ἑ. Ὁλοκαυτώματα αἰσθητὰ οὐ ζητεῖ ὁ Θεός· Θυσία γὰρ τῷ Θεῷ πνεῦμα συντετριμμένον. Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, κ. τ. ἑ. Κεφαλίδα βιβλίου πᾶσαν τὴν νομικὴν λέγει Γραφήν· πᾶσαι γὰρ εἰς ἓν κεφαλαιοῦνται τὴν πρόῤῥησιν τὴν περὶ Χριστοῦ. Τοῦ ποιῆσαι τὸ θέλημά σου, κ. τ. ἑ. Θέλημα λέγει τοῦ Πατρὸς καθ’ ὃ ᾗρε τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὐ γὰρ ἦλθον, φησὶ, ποιῆσαι τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Καὶ τεθεὶς ὑπὲρ τῆς ἁπάντων ἁμαρτίας, ὡς ἂν, ἀφέσεως γενομένης, μηκέτι χρεία ᾖ τῆς περὶ ἁμαρτίας θυσίας. Εὐηγγελισάμην δικαιοσύνην ἐν Ἐκκλησίᾳ μεγάλῃ, κ. τ. ἑ. Μεγάλη Ἐκκλησία ἡ ἐκ μεγάλων καὶ τελείων συμπληρουμένη, ἐν ᾗ εὐηγγελίζετο δικαιοσύνην τὴν διὰ πίστεως Ἰησοῦ. Ἔγνω δὲ ταύτην αὐτοῦ, ὡς ἀποδεξάμενος καὶ οἰκειούμενος ὡς ἀδιαστάτως δὲ ἀπαγγέλλων. Ἔφη δέ· Τὰ χείλη μου οὐ μὴ κωλύσω. Οὐδὲ γὰρ κεκώλυκε· λαλεῖ δὲ δεῦρο δι’ εὐαγγελιστῶν καὶ τῶν κατὰ καιροὺς διδασκάλων, οὓς ἄν τις καὶ Χριστοῦ χείλη καλέσειε. Περὶ δὲ τῆς δικαιοσύνης αὐτοῦ, ὡς κρείττονος οὔσης τῆς νομικῆς, παρεγγυῶν ἔλεγεν·
PG 12:1376Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ τῶν Φαρισαίων. Κατέλαβόν με ἀνομίαι μου, καὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν, κ. τ. ἑ. Ἡ μνήμη τῶν παλαιῶν πταισμάτων πέφυκεν ἐπισκοτεῖν ἡμῖν τῇ διανοίᾳ. Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου. Τουτέστι, τὰ περὶ ἡμᾶς ἀναίσθητα πληθύνεται κακὰ, ὧν πολλῶν γεγενημένων, στερούμενοι τοῦ ὀρθῶς διανοεῖσθαι ἀπὸ τῆς καρδίας ἐγκατελείφθημεν. Ἱκετεύει δὲ ὁ λέγων ἐλέῳ φυλαχθῆναι, τῶν προτέρων μεμνημένος κακῶν πρὸς τὸ μὴ αὖθις περιπεσεῖν τοῖς αὐτοῖς. Καὶ ἡ ἀνάμνησις δὲ τῆς ἐπὶ τὰ κρείττονα μεταβολῆς εὐχαρίστους ἐργάζεται καὶ προσεκτικούς. Καταισχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητοῦντες τὴν ψυχήν μου, τοῦ ἐξᾶραι αὐτὴν, κ. τ. ἑ. Οὐ κατ’ οὐσίαν ἐξαίρουσιν, ἀλλὰ διὰ τῆς κακίας ἀπὸ τῆς ἀρετῆς καὶ τῆς γνώσεως αὐτὴν ἐξαίρουσιν. Ἐγὼ δὲ πτωχός εἰμι, κ. τ. ἑ. Πρὸς τὴν τῶν ἀγαθῶν κτῆσιν ἀσθενῶν, πτωχὸν καὶ πένητα ἑαυτὸν ὁμολογεῖ, καὶ τῷ Θεῷ τὴν περὶ αὐτοῦ φροντίδα ἀνατίθησιν, ἐπιῤῥίπτων τὴν μέριμναν ἐπὶ Κύριον, ὡς ἐπὶ κηδεμόνα. ΨΑΛΜΟΣ Μ. Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα, κ. τ. ἑ. Τί ἐστιν ὁ συνιών; Ὁ νοῶν.
PG 12:1377Τί ἐστι πένης; Ὁ τὴν θλίψιν αὐτοῦ καταλαμβάνων. Ὁ γὰρ μαθὼν αὐτοῦ τὴν θλίψιν πάντως καὶ εὐθέως αὐτὸν ἐλεήσει. Δύναται ὁ συνιεὶς πτωχὸν λόγου, καὶ σοφίας, καὶ τοῦ καλοῦ μακαρίζεσθαι, ὠφελῶν αὐτὸν, ἤτοι τὸν κοινῶς πτωχὸν, ἢ τὸν μακαριζόμενον. Ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος· ἤτοι ὡς μιᾷ ἡμέρᾳ οὔσῃ πονηρᾷ ὅλῃ τῇ τοῦ ἐνεστῶτος αἰῶνος, ἢ τῆς κρίσεως. Ἔστι γὰρ αὕτη σκότος τοῖς ἁμαρτωλοῖς, καὶ οὐ φῶς κατὰ τὸν προφήτην. Καὶ ὁ Ἀπόστολός φησιν· Ὅτι αἱ ἡμέραι πονηραί εἰσι· καὶ πάλιν· Ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ. Παραινεῖ οὖν φιλανθρώπους εἶναι πρὸς ἐνδεεῖς, ἢ συνιέναι τὸν ἑκουσίως πτωχεύσαντα. Κύριος βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ, κ. τ. ἑ. Κλίνη ὀδύνης τὸ σῶμά ἐστι τῆς ταπεινώσεως. Ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀῤῥωστίᾳ αὐτοῦ. Πρὸς τὰ ἀμείνω μετενεχθήσεται, φησὶ, καὶ μεταβολὴν ἕξει πρὸς εὐρωστίαν. Ἔθος γὰρ τῇ Γραφῇ τὴν στροφὴν ἀντὶ τῆς μεταβολῆς τιθέναι, ὡς τό· Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί. Οἱ ἐχθροί μου εἶπαν κακά μοι, κ. τ. ἑ.
PG 12:1378Οἱ ἀόρατοι τοῦ Σωτῆρος ἡμῶν ἐχθροὶ ἠθέλησαν αὐτὸν ἀποθανεῖν, ὡς ἵνα σβέσωσι τὴν δόξαν τοῦ ὀνόματος αὐτοῦ· ἀλλὰ πρὸς τῷ μὴ ἀπολέσθαι καὶ κάμψει ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται. Εἴποις δὲ αὐτὸν καὶ ὑπὲρ τῶν αὐτοῦ μαθητῶν ποιήσασθαι τὴν εὐχὴν, οὓς ὥσπερ ψυχὴν αὐτοῦ τυγχάνοντας νοσῆσαι κατ’ ἐκεῖνον συνέβη τὸν καιρὸν καὶ ἡμαρτηκέναι, ὅτε πάντες καταλιπόντες αὐτὸν ᾤχοντο, Πέτρος δὲ καὶ τρίτον ἠρνήσατο. Καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει, κ. τ. ἑ. Οἱ ἀφανεῖς καὶ ὁρώμενοι ἐχθροὶ Χριστοῦ θάνατον αὐτῷ κατεσκεύαζον. Ὁ δὲ Ἰούδας εἰσεπορεύετο μὲν τοῦ ἰδεῖν τὰ γινόμενα, καὶ λεγόμενα ἐν παραβολαῖς, ἐλάλει δὲ μάτην, ἅτε μὴ χωρῶν αὐτὰ νοῆσαι, διὰ τὴν τυφλώττουσαν αὐτὸν κακίαν. Ἁρμόζει δὲ τὸ ῥητὸν καὶ πᾶσι τοῖς ἀπόῤῥητα ἐπαγγελλομένοις τοῖς ἑτεροδόξοις. Ἢ ἔξω τοῦ Σωτῆρος καὶ τῆς τῶν ἀποστόλων καταστάσεως ἤδη γενόμενος μάτην ἐλάλει, διδάσκαλον προσαγορεύων τὸν Κύριον, τῆς καρδίας αὐτοῦ ἀνομίας συναγαγούσης.
PG 12:1379Οὗτος δὲ καὶ ἐκπορευόμενος, τουτέστιν ἔξω τῆς Ἰησοῦ μαθητείας γινόμενος, ἐλάλει ἐπὶ τὸ αὐτὸ τοῖς Φαρισαίοις κατὰ τοῦ Σωτῆρος, καὶ λάθρα τὴν προδοσίαν ἐκινοῦτο. Ἀλλὰ καὶ τοῦ πονηρὰ διαλογιζομένου, καὶ τοῦ ἐπινοοῦντος τὰ αἱρετικὰ ἡ καρδία συνάγει ἀνομίαν αὐτῷ· ὅστις κἂν λάβῃ, ἐκπορεύεται ἔξω. Περὶ ὧν εἴρηται· Τοῖς δὲ ἔξω ἐν παραβολαῖς· καὶ, Τοὺς ἔξωθεν ὁ Θεὸς κρίνει. Μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι; κ. τ. ἑ. Ἀναγκαίως λέγει τῇ κοιμήσει τὴν ἀνάστασιν ἕπεσθαι. Ἡ δὲ κοίμησίς ἐστιν ὁ θάνατος. Ἀναγκαίως τῷ θανάτῳ ἀκολουθήσει καὶ ἡ ἀνάστασις. Σὺ δὲ, Κύριε, ἐλέησόν με, κ. τ. ἑ. Τὸν ἔλεον καὶ τὴν ἀνάστασιν οὐχ ἑαυτῷ, ἀλλ’ ἡμῖν αἰτεῖ. Ἔστι δὲ τὸ μὲν, ἀνάστησόν με, ἀνθρωποπρεπῶς· τὸ δὲ ἀνταποδώσω αὐτοῖς, δηλαδὴ τοῖς ἐχθροῖς, θεοπρεπῶς. Ἐπιχαίρει δὲ τοῖς ἡττωμένοις ὁ ἐχθρός. Εἶτα πάλιν ἀνθρωπινώτερον ἔφη· Ἐν τούτῳ ἔγνων, ὅτι τεθέληκάς με, ἔν τε τῷ ἐλεῆσαι καὶ ἀναστῆσαι. Τουτέστιν ἠγάπησας· ἐν ἀγάπῃ γὰρ πᾶν θελητόν. Ἐμοῦ δὲ ἀναστάντος οὐ μὴ ἐπιχαρῇ ὁ τῆς ἀνθρωπότητος ἐχθρὸς ὁ διάβολος, ὁ τὸν θάνατον δι’ ἁμαρτίας ἐπαγαγών. Ἢ τάχα καὶ Ἰουδαίους αἰνίττεται.
PG 12:1380Καὶ τὸ ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν, ἤτοι ἀμίαντον, ἀνθρωπινώτερον εἴρηται. Ἐβεβαιώθημεν δὲ ἐν Χριστῷ, καὶ τοῦτο ἐνώπιον τοῦ Πατρὸς γενόμενον εἰς τὸν αἰῶνα. ΨΑΛΜΟΣ ΜΑ. Ἐδίψησεν ἡ ψυχή μου πρὸς Θεὸν, κ. τ. ἑ. Πρὸς τὸν Θεὸν διψῶσιν οἱ ἐν τῷ Εὐαγγελίῳ ἐπὶ τῷ διψᾷν μακαριζόμενοι. Οὐκ εἶπεν· Ἐδίψησεν ἡ ψυχή μου τὸν Θεὸν, οὐ γὰρ Θεὸν πίνει ἡ ψυχὴ, ἀλλὰ πρὸς τὸν Θεόν. Τὰ γὰρ πρὸς Θεὸν ὁ ἅγιος διψὰ, ὥσπερ ὁ ἁμαρτωλὸς τὰ μὴ πρὸς Θεὸν, ἀλλὰ τὰ πρὸς κοσμικὴν ζωὴν, ἢ τὰ πρὸς διάβολον. Καὶ ὁ Σωτὴρ δὲ εἱστήκει καὶ ἔκραζε λέγων· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Καὶ ὅτι μόνοι οἱ ἅγιοι ὀφθήσονται τῷ προσώπῳ τοῦ Θεοῦ, ἀποτρέποντος αὐτὸ ἀπὸ ἁμαρτωλῶν. Ἢ ὡς ἀποστρέψαντος τοῦ Θεοῦ τὴν ἐποπτικὴν αὐτοῦ δύναμιν ἀπὸ τοῦ λαοῦ, ἀπεθρήνουν τὴν ἐνταῦθα ζωήν· πρὸς αὐτὸν δὲ καταντᾷν ἠβούλοντο τὸν Θεόν. Τοῦτο δὲ ἔλεγον παντὸς μώμου κεκαθαρμένοι· ὁ γὰρ ἐσπιλωμένος, Ἀπόστρεψον, φησὶ, τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου. Τοῦ αὐτοῦ. Εἰ τὸ πρόσωπον τοῦ Θεοῦ οἱ ἄγγελοι βλέπουσι διὰ παντὸς, ἄγγελος ἄρα ἐπιθυμεῖ γενέσθαι ὁ Δαυὶ̈δ καὶ βλέπειν τὸ πρόσωπον τοῦ Θεοῦ. Ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ, κ. τ. ἑ.
PG 12:1381Ὧν τὸ δάκρυα ἄρτος, μακάριοι οἱ κλαίοντες νῦν. Τελείου ἐστὶ τὸ δύνασθαι τοῦτο λέγειν· ἐπεὶ ὁ ἀτελὴς ταράσσεται ὑπὸ τῶν ἔξωθεν, καὶ ἔξω τὴν ἑαυτοῦ ψυχὴν ἔχει, ἀσχήμων καὶ ἐλεγχόμενος παρὰ πᾶσι, διὰ τῶν λόγων ἀπογυμνῶν τὴν ψυχήν. Ὁ δὲ ἅγιος συνάγει ἀπὸ τῶν πρὸς τὰ ἔξω τὴν ψυχὴν ἑαυτοῦ. Ὁ δὲ ἀπὸ διαθέσεως δακρύων τὰ δάκρυα αὐτοῦ ἄρτου δίκην τραφήσεται· οὐκ ἐν τοῖς ἀνετικοῖς μόνον, ἃ ἡμέραν καλεῖ, ἀλλὰ καὶ ἐν τοῖς περιστατικοῖς, ἃ νύκτα ὀνομάζει. Τοῦ αὐτοῦ. Τροφιμώτατός ἐστι κλαυθμὸς ὁ τρέφων τὴν ψυχήν. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσονται. Ἐν τῷ λέγεσθαί μοι καθ’ ἑκάστην ἡμέραν· Ποῦ ἔστιν ὁ Θεός σου; κ. τ. ἑ. Ὁ Θεὸς μὲν ὡς δημιουργός ἐστιν ἐν πᾶσι τοῖς γεγονόσιν· ὡς δὲ ἀρετὴ καὶ σοφία ἐν πάσαις ταῖς ἁγίαις δυνάμεσιν· εἰ δὲ καὶ κατὰ δύναμιν λαμβάνοιτο ἡ ἀρετὴ καὶ ἡ σοφία, καὶ ἐν ταῖς ἀντικειμέναις δυνάμεσιν· εἰ δὲ πὴ μὲν δυνάμει, πὴ δὲ ἐνεργείᾳ, καὶ ἐν ἀνθρώποις ἐστὶν ὁ Θεός· τὸ γὰρ ἀεὶ ἐνεργεῖν κατὰ Θεὸν ἀγγέλων ἐστί· τὸ δὲ μηδέποτε δαιμόνων· τὸ δὲ ποτὲ μὲν καλῶς, ποτὲ δὲ οὐκ ὀρθῶς, ἀνθρώπων ἐστίν.
PG 12:1382Εὐλόγως δέ τις ἂν ἀποκρίναιτο τὸ, Ποῦ ἐστιν ὁ Θεός; ὅτι, Πανταχοῦ πλὴν τῆς ὑμετέρας ψυχῆς. Ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς, κ. τ. ἑ. Ἡ μὲν κατὰ Μωσέα ἐν Ἐξόδῳ σκηνὴ τύπος, οἶμαι, ταύτης ἦν· ὁ κατὰ Σολομῶντα ναὸς τύπος τοῦ ἀληθινοῦ οἴκου τοῦ Θεοῦ. Ὅτι, φησὶν, ἔτι προκόπτω, καὶ οὔπω τέλειός εἰμι. Σύμβολον δὲ τῆς προκοπῆς ἡ σκηνὴ, θαυμαστῶς φέρει ἐπὶ τὸν οἶκον αὐτοῦ τοῦ Θεοῦ, τουτέστι τὴν τελειότητα, καθ’ ἣν οἰκεῖ μὲν ἔνθα ὁ Θεός. Οἱ δὲ πνευματικῶς ἑορτάζοντες ἠχοῦσιν ἀγαλλιώμενοι καὶ ἐξομολογούμενοι. Ἢ τοῦτό φησι· Παρεμυθούμην ἐπὶ τοιαύταις ἐμαυτὸν ἐλπίσιν, Ἵνα τί, λέγων, περίλυπος εἶ, ἡ ψυχή μου; Προσεδόκων γὰρ ὡς διαδέξεταί με τὸ μακάριον τέλος, ἡ θαυμαστὴ σκηνὴ τοῦ Θεοῦ, καὶ ὁ ἐνδοτάτω οἶκος αὐτοῦ, εἰς ὃν οἱ ἅγιοι ὑπὸ ἀγγελικῶν δυνάμεων αἰρόμενοι εἰσαχθήσονται. Εἰ δὲ χαρὰ γίνεται ἐν τοῖς οὐρανοῖς ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, πῶς οὐκ εἰκότως, ψυχῆς μετὰ γυμνασίαν εἰς τὰ ἅγια τὰ ἐπουράνια εἰσαγομένης, φωνὴν εὔφημον γίνεσθαι πλήθους πανηγυριζόντων ἐπὶ τῇ τοῦ σωζομένου σωτηρίᾳ; Ὡς ἐπ’ ἀληθέσι δὲ τούτοις εὐχαριστεῖ. Ἵνα τί περίλυπος; καὶ τὰ ἑξῆς.
PG 12:1383Λυπουμένοις οὖν ἑαυτοῖς οὕτως ἐπιπλήττωμεν καὶ συνταρασσομένοις. Ὅτε σωτήριον ὁ Θεὸς ἡμῶν τοῦ προσώπου ἡμῶν ἐστιν, ἀνακεκαλυμμένῳ προςώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου, καὶ Ἑρμωνιεὶμ ἀπὸ ὄρους μικροῦ, κ. τ. ἑ. Ἰορδάνης, κατάβασις· Ἑρμωνιεὶμ, ἀναθεματισμός. Ἔοικεν ἀσχάλλειν καὶ ὀδυνᾶσθαι παρ’ ἑαυτῷ, ἀναμιμνησκόμενος τοῦ ἐπὶ τοῦ Ἰησοῦ τοῦ Ναυῆ γεγονότος θαύματος ἐν τῷ Ἰορδάνῃ, ὅτε διῃρέθη τὸ ὕδωρ ἄχρις οὗ διῆλθε τὸν ποταμὸν ὁ λαός· καὶ τοῦ κατὰ τὸ παρακείμενον βραχύτατον ὄρος, ὅτι μὴ τῆς αὐτῆς καὶ οὗτος τυγχάνει προνοίας ὁποίας κἀκεῖνος. Τάχα δὲ καὶ ἠθοποιία τίς ἐστι τῆς ψυχῆς πρὸς αὐτὸν διαλεγομένης. Ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος, καὶ νυκτὸς δηλώσει, κ. τ. ἑ. Ῥαψάκου ποτὲ πολιορκοῦντος τὴν Ἱερουσαλὴμ, καὶ τὸν τῶν ὅλων ὡς μὴ δυνάμενον αὐτοὺς σῶσαι βλασφημοῦντος Θεὸν, μιᾷ πληγῇ ἐν νυκτὶ ρπε χιλιάδες ἀνῃρέθησαν τῶν σὺν αὐτῷ ὄντων Ἀσσυρίων. Τοῦ Θεοῦ τοίνυν τῇ πρὸ νυκτὸς ἡμέρᾳ τῷ Ἐζεκίᾳ προειρηκότος·
PG 12:1384Ὑπερασπιῶ τῆς πόλεως ταύτης δι’ ἐμὲ καὶ διὰ Δαυὶ̈δ τὸν παῖδά μου· διὰ τὸ ἐν ἡμέρᾳ μὲν γενέσθαι τὴν ὑπόσχεσιν, ἐν νυκτὶ δὲ τὸ ἔργον, φησὶ τὸ, Ἡμέρας ἐντελεῖται Κύριος, καὶ τὰ ἑξῆς. Τὸ δὲ, Προσευχὴ τῷ Θεῷ τῆς ζωῆς μου, ὅτι οὕτως οὐδὲν εὑρίσκεται μέσον τοῦ τε σοῦ προστάγματος καὶ τῆς ἐμῆς ἀπολαύσεως· ἀλλ’ εὐθὺς, φησὶν, εὑρίσκεται ἐν ἐμοὶ εὐχαριστία τῷ Θεῷ ἀναπεμπομένη τῷ τὴν ζωήν μοι χαρισαμένῳ. Καὶ νυκτὸς, φησὶ, καὶ ἡμέρας παρὰ σοῦ χορηγούμενον τὸν ἔλεον ἐπισταμένως ᾄδω καὶ ὑμνῶ. Τοῦ αὐτοῦ. Τὰ μὲν ἀγαθὰ τοῦ μέλλοντος αἰῶνος εἶναι διδάσκει, τοῦτον ἡμέραν καλῶν, εἰς ὃν ἐπήγγελται, φησὶν, ὁ Θεὸς τὸν ἔλεον αὐτοῦ εἰς εὐφροσύνην, ὅτι νὺξ καὶ σκότος ἡ δι’ ὕμνων πρὸς Θεὸν ὁμιλία, καὶ ἡ δι’ εὐχῶν ἀπότασις. Ἐρῶ τῷ Θεῷ· Ἀντιλήπτωρ μου εἶ, διὰ τί μου ἐπελάθου; Τί ἵνα σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου; κ. τ. ἑ. Οὐ τὸ μὴ θλίβεσθαι ἀξιοῖ ὑπὸ ἐχθροῦ, ἀλλὰ θλιβόμενος μὴ σκυθρωπάζειν. Τοῦτο γὰρ ἀθλητῇ εὐαρεστουμένῳ καὶ ἐν τοῖς περιστατικοῖς ἁρμόζει.
PG 12:1385Ἐν δὲ τῷ ἑξῆς ψαλμῷ προτάσσων τὸ, Ἵνα τί ἀπώσω με; τοῦ, Ἵνα τί σκυθρωπάζων πορεύομαι; ἔοικεν ἐμφαίνειν, ὅτι ἀπωσθέντος ἀπὸ Θεοῦ ἴδιον οὐ τὸ ὑπ’ ἐχθροῦ θλίβεσθαι, ἀλλὰ τὸ σκυθρωπάζειν ἐν τῷ θλίβεσθαι. Εἰ μέντοιγε Χριστὸς λέγοι τὸ ἐν τῷ ἑξῆς ψαλμῷ, ὅμοια αὐτῷ λέγει ἐν πνεύματι οὕτως· Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου. Καὶ σκυθρωπάζων πορεύεται λέγων· Περίλυπός ἐστιν ἡ ψυχή μου. Ἢ ἐπαπορητικῶς Χριστὸς λέγει, οἱονεὶ τοιοῦτον ἐμφαίνων· Τί ἀνύεται ἄξιον τοῦ, ἀπωσθέντα με ὑπὲρ σωτηρίας ἀνθρώπων, ἀπὸ σοῦ σκυθρωπάζοντα πορεύεσθαι, ἐκθλίβοντος ἐχθροῦ; Ἐν τῷ λέγειν αὐτούς μοι καθ’ ἑκάστην ἡμέραν· Ποῦ ἔστιν ὁ Θεός σου; κ. τ. ἑ. Τάχα τὸν ἅγιον λυπεῖ τὸ, ποῦ, ἐπὶ Θεοῦ λεγόμενον, ὅπερ ἐστὶ τόπου σημαντικόν. Τῆς ἐσχάτης δὲ ἀγνοίας τὸ ἐν τόπῳ νομίζειν εἶναι τὸν Θεόν· ὄγκῳ γὰρ συνυφίσταται τόπος· ὄγκου δὲ τὸ Θεῖον ἐλεύθερον. ΨΑΛΜΟΣ ΜΒ. Κρῖνόν με, ὁ Θεὸς, καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου, κ. τ. ἑ. Καὶ ὁ Χριστὸς κριθῆναι ἀξιοῖ ἀπὸ Θεοῦ·
PG 12:1386πρὸς ὃν οἶμαι τὸ, Νικήσεις ἐν τῷ κρίνεσθαί σε. Ὁ ἐφ’ ἑαυτῷ θαῤῥῶν καὶ πεπεισμένος ἠδικημένος μηδέποτε ἑαυτὸν ἐκδικηκέναι, ἀλλὰ τόπον τῇ ὀργῇ δεδωκέναι, ταῦτα ἐρεῖ· Ἐξ ἔθνους οὐχ ὁσίου, καὶ τὰ ἑξῆς. Εἰ μὲν ὁ Σωτὴρ λέγει, ἔθνος οὐχ ὅσιον Ἰουδαῖοι· εἰ δὲ ὁ δίκαιος, περὶ ἀντικειμένων λέγει δυνάμεων. Ῥύεται δὲ ὁ Θεὸς ἀπὸ ἀνδρὸς ἀδίκου καὶ δολίου, ὅτε οὐ βλάπτεταί τις ὑπ’ αὐτῶν. Τὸ, Ἀπὸ ἀνθρώπου ἀδίκου καὶ δολίου ῥῦσαί με, περὶ ἑκάστου δολοῦντος τὸν λόγον τοῦ Θεοῦ, καὶ ἀδίκου προσποιουμένου τὰ τῆς πίστεως. Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου· αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου, καὶ εἰς τὰ σκηνώματά σου, κ. τ. ἑ. Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, φησὶν ὁ Σωτήρ· καὶ πάλιν· Ἐγώ εἰμι ἡ ἀλήθεια. Ἐνταῦθα τὸν χρόνον ἐνήλλαξαν οἱ Ἑβδομήκοντα, καὶ ὡς γεγενημένα εἰρήκασι τὰ ἐσόμενα. Οἱ δὲ ἄλλοι σαφέστερον εἰρήκασιν· Ἀπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου, ἅτινα ὁδηγήσει καὶ ἄξει ἡμᾶς εἰς τὸ ὄρος τὸ ἅγιόν σου καὶ εἰς τὰ σκηνώματά σου. Σκηνώματα δὲ τὸν ναὸν προσηγόρευσεν· ὄρος δὲ λέγει τὴν Σιὼν, εἰς ὃ ἐπανελθεῖν ἀξιοῖ θείας τυχὼν τῆς εὐμενείας.
PG 12:1387Φῶς δὲ καὶ ἀλήθειαν τὴν δικαίαν καὶ σωτήριον ἐπιφάνειαν λέγει, ὥσπερ σκότος τὰς συμφοράς. Τοῦ αὐτοῦ. Τὸ ἐξαπεσταλμένον ἐπὶ τὴν Ἰησοῦ ψυχὴν φῶς Θεοῦ, καὶ ἀλήθεια αὐτοῦ ὁ Μονογενής ἐστιν. Ὅτι γὰρ ἔχομεν ἀρχιερέα μέγαν Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ ἐνδεδυμένον, δηλώσει μὲν τὸ ἐξαποσταλὲν ἐπ’ αὐτὸν φῶς τοῦ Θεοῦ· ἀλήθειαν δὲ, οὐ τύπον, διδάσκει ἡ προκειμένη λέξις. Ἅτινα, αὐτὸν ὁδηγήσαντα, ἤγαγον εἰς τὸ πνευματικὸν ἅγιον τοῦ Θεοῦ ὄρος, καὶ εἰς τὰ ἀληθινὰ σκηνώματα αὐτοῦ, ἵνα ὡς ἀρχιερεὺς εἰσέλθῃ πρὸς τὸ θυσιαστήριον τοῦ Θεοῦ. Τάχα δὲ ὄρος ἅγιον τοῦ Θεοῦ ἡ οἰκία τοῦ Πατρός ἐστι· σκηνώματα δὲ αὐτοῦ αἱ πολλαὶ ἐν αὐτῇ μοναί. Ἢ τὰ σκηνώματα, αὐτοῦ αἰώνιοι σκηναί. Ζητήσεις δὲ πότερον εἰ ἐν τῷ ἁγίῳ ὄρει τὰ σκηνώματά ἐστι, καὶ τίνα ταῦτα· εἰ τὰ πρὸς αὐτὸν τὸν Θεὸν εὐφραίνοντα τὴν νεότητα αὐτοῦ. Οὐ γὰρ εἶχε παλαιότητα. Καὶ τὸ, Ἐνδυσάμενοι δὲ τὸν νέον, διὰ ταύτην τὴν νεότητα εἴρηται. Καὶ τῶν τοιούτων νέων ἐστὶν ἡ ἑορτή. Τοῦ αὐτοῦ. Ὄρος ἅγιόν ἐστι Θεοῦ ὁ Χριστός· σκηνώματα δὲ αὐτοῦ, αἱ ἅγιαι δυνάμεις ἐν αἷς κατοικεῖ.
PG 12:1388Πρὸς τὸν Θεὸν εὐφραίνοντα τὴν νεότητά μου, ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ, ὁ Θεὸς, ὁ Θεός μου, κ. τ. ἑ. Καὶ ἐν τῷ ὀγδοηκοστῷ τρίτῳ πρὸς τὴν ψυχήν φησιν· Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. Ταῦτα διηγηματικὰ πρὸς ἡμᾶς διὰ μέσου. Εἶτα πάλιν πρὸς Θεὸν ἀπὸ τοῦ, Ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ· μήποτε τῷ ἁρμοσθέντι ὑπὸ τοῦ πνεύματος σώματι. Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ, σωτήριον τοῦ προσώπου μου ὁ Θεός μου, κ. τ. ἑ. Ἡ ψυχὴ δεῖται ὑπομνήσεως τῆς, Ἔλπισον ἐπὶ τὸν Θεόν. Σωτήριον δὲ τοῦ προσώπου ἀνακεκαλυμμένου, καὶ τὴν δόξαν Κυρίου κατοπτρίζειν κατὰ τὴν αὐτὴν, τουτέστιν ὡσαύτως ἔχουσαν, μεταμορφουμένου παντὸς, καὶ μάλιστα τοῦ Ἰησοῦ ἐστιν. ΨΑΛΜΟΣ ΜΓ. Ὁ Θεὸς, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν· Οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν, κ. τ. ἑ. Ἐκ προσώπου τῶν ἐν τῇ διασπορᾷ ὁ ψαλμὸς, ἢ ἐκ προσώπου τῶν ἀπὸ τῶν ἐθνῶν, οἵτινες ἐπίστευσαν, ἐξ ἀκοῆς παραλαβόντες τὸν λόγον ἀπὸ τοῦ Ἰσραὴλ, ᾧ ὤφθη ὁ Θεός. Τὸ δὲ ἑξῆς διὰ τὸ, Ἐπερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι. Πλὴν εἴ τις ἀναγγέλλει, πατήρ ἐστιν. Ἡ χείρ σου ἔθνη ἐξωλόθρευσε, κ. τ. ἑ.
PG 12:1389Κακίαν μὲν καὶ ἀγνωσίαν ἐξολοθρεύει Θεὸς, ἀρετὴν δὲ καὶ γνῶσιν καταφυτεύει. Πᾶσα γὰρ φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ Θεὸς, ἐκριζωθήσεται. Ἔθνη λέγει τὰς πέντε σατραπείας τὰς ἐν Παλαιστίνῃ, Γεθθαίους, Ἀζωτίους, Ἀκαρωνίτας, Γαζαίους, καὶ Ἀσκαλωνίτας. Τοῦ αὐτοῦ. Τότε πεπλήρωται τό· Εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου. Ἔθνη δὲ κακίας ἐξολοθρεύεται πρὶν καταφυτευθῆναι ἡμᾶς. Χεὶρ δὲ ἐξωλόθρευσε καὶ ἡ δεξιά· κατεφύτευσε δὲ οὔτε χεὶρ, οὔτε δεξιά· οὐ γὰρ μέρος, ἀλλ’ ὅλος κατεφύτευσε. Καὶ ἔσωσεν οὐ χεὶρ, ἀλλὰ δεξιά. Ἐκβεβλημένου τοῦ Ἰσραὴλ, οἱ ἀπὸ τῶν ἐθνῶν ταῖς θείαις Γραφαῖς ἐνεφυτεύθησαν. Ὀνόματα δὲ τέθειται καθ’ ἑνὸς ὑποκειμένου διάφορα. Τὸν γὰρ Σωτῆρά φησι χεῖρα, δεξιὰν, βραχίονα καὶ φωτισμόν. Πρόσωπον δὲ Πατρὸς, ὡς χαρακτὴρ ὑποστάσεως αὐτοῦ. Φωτισμός γε μὴν ἐξ αὐτοῦ πεμπόμενος εἰς νοῦν τῶν καλουμένων εἰς ἀπολύτρωσιν, ἡ διὰ τοῦ πνεύματος σύνεσις, Θεῷ προσάγουσα τοὺς φωτιζομένους. Οἱ πραεῖς δὲ κληρονομοῦσι γῆν, οὐ μαχόμενοι, οὐδὲ ῥομφαίᾳ κληρονομοῦσι. Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν, κ. τ. ἑ.
PG 12:1390Ἐφ’ ἡμῖν μέν ἐστι τὸ κατορθῶσαι τὴν ἀρετὴν σὺν τῇ δυνάμει τοῦ Θεοῦ· τὸ δὲ καταξιωθῆναι γνώσεως πνευματικῆς οὐκ ἔστιν ἐφ’ ἡμῖν. Σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ Θεός μου, ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακὼβ, κ. τ. ἑ. Ταῦτα δὲ τοῖς ἐν τῷ λαῷ ἁρμόσει καὶ τοῖς προφήταις, μὴ οἰκείᾳ σώζεσθαι ὁμολογοῦσι δυνάμει. Ἰακὼβ δὲ, ὑφ’ οὗ πτερνίζονται τὰ φαῦλα. Ἐντέλλεται ὁ Θεὸς τοῖς ἁγίοις πνεύμασι τοῖς εἰς διακονίαν ἀπεσταλμένοις διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Πολλαὶ δὲ σωτηρίαι, ὡς ζωαί. Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν, κ. τ. ἑ. Κεκεράτηνται οἱ ἅγιοι τῷ Θεῷ, ὃς κέρας ἐστὶν αὐτῶν. Ἀλλὰ καὶ κέρας σωτηρίας ἤγειρεν ἡμῖν, φησὶ Ζαχαρίας. Καὶ μόνον λέγοντες τὸ ὄνομά σου, ἰσχύσομεν, φησὶ, πρὸς τὸ ἐξουδενῶσαι. Τοῦ αὐτοῦ. Κέρας ψυχῆς νοῦς καθαρὸς, καὶ διὰ μὲν τῆς πρακτικῆς τοὺς ἐχθροὺς κερατίζει, διὰ δὲ τῆς γνώσεως τοὺς ἐπανισταμένους αὐτῷ καὶ ἀντικειμένους τῇ πνευματικῇ θεωρίᾳ ἐξουθενεῖ. Ἐν τῷ Θεῷ ἐπαινεθησόμεθα ὅλην τὴν ἡμέραν, κ. τ. ἑ.
PG 12:1391Ὁ μὲν μακάριος ἐπαινεῖται ὅλην τὴν ἡμέραν ἐν τῷ Θεῷ, τὴν ἑαυτοῦ δηλονότι ζωὴν, ἥτις συνέστηκεν ἀπὸ ἀπαθείας καὶ γνώσεως Θεοῦ· ὁ δὲ ἐπαινούμενος ἐπὶ μέσῃ τέχνῃ, ὡς κατορθῶν αὐτὴν, ἢ ἐπὶ τῇ ἐν αἱρετικοῖς προκοπῇ, ἢ ἄλλης τινὸς ψευδολογίας λόγοις, οὐχ ὡς μακάριος ἐπαινεθήσεται, τάχα δὲ οὐδὲ ὅλην τὴν ἡμέραν. Ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω, κ. τ. ἑ. Ἔμπροσθεν ἡμῶν λέγονται εἶναι αἱ ἀρεταὶ, ὄπισθεν δὲ αἱ κακίαι· διὸ προστασσόμεθα φεύγειν μὲν τὴν πορνείαν, τὴν δὲ φιλοξενίαν διώκειν. Ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως, κ. τ. ἑ. Οὐ γὰρ πάντα τὰ πρόβατα βρώσεως εἰσιν. Ἐπεὶ δὲ ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως, ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ’ ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς. Ἀπωθεῖται δὲ ὁ Θεὸς ἀφ’ ἑαυτοῦ οὐ πάντοτε δι’ ἁμαρτίας, ἀλλὰ καὶ δι’ ἄλλας ἃς οἶδεν αἰτίας. Οὐ πᾶς δὲ εἰς τὰ ὀπίσω ἀποστρεφόμενος ψεκτῶς ὑφίσταται τοῦτο, ἀλλ’ εἴ τις φυγὼν τὰ κακὰ, πρὸς αὐτὰ πάλιν ὑποστρέφειν ἐθέλοι. Εἰ δέ τις, τὴν Σιὼν καταλείψας, τουτέστι τὴν ἀρετὴν, ἐπείγοιτο πρὸς τὴν κακίαν, Βαβυλῶνα καλουμένην, ἀποστρεφόμενος εἰς τὰ ὀπίσω, μακάριον ἀναδέχεται πρᾶγμα.
PG 12:1392Οἱ δὲ νῦν λέγοντες, ἐπεὶ παρὰ τοῖς ἐχθροῖς γεγόνασιν ἀποστραφέντες, εἰς τὰ ὀπίσω ψεκτῶς περιέπεσον. Ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς, κ. τ. ἑ. Ταῖς γὰρ ἁμαρτίαις ἐπράθημεν, ἀφ’ ὧν ἡμᾶς Χριστὸς ἐξηγόρασεν. Ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν, κ. τ. ἑ. Οἱ γειτνιῶντα δόγματα ἔχοντες, γείτονες· οἱ δὲ ἄλλοι κύκλῳ. Ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσιν, (οἱ γὰρ ἀπὸ τῶν ἐθνῶν, ὡς παραβολὴν ἔχουσι τὸν Ἰσραὴλ, καὶ ὡς ἐν παραβολῇ λύσιν ζητοῦσι περὶ τῶν κατ’ αὐτούς·) καὶ κίνησιν κεφαλῆς, τουτέστι Χριστοῦ. Ἐκεῖνοι γεγόνασιν ἐν τοῖς λαοῖς. Καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέ με, κ. τ. ἑ. Ἑαυτοὺς μὲν αἰσχυνόμεθα κατὰ διάνοιαν ἁμαρτάνοντες· τοὺς δὲ ἀνθρώπους κατ’ ἐνέργειαν πλημμελοῦντες. Ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ καταλαλοῦντος, κ. τ. ἑ. Τοῦτο λεκτέον πρὸς τοὺς ἐν διωγμοῖς ὑπομείναντας. Καὶ οὐκ ἠδικήσαμεν ἐν Διαθήκῃ σου, κ. τ. ἑ. Ὁ ἁμαρτάνων εἰδὼς, ἀδικεῖ ἐν Διαθήκῃ Θεοῦ. Καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν, ὡς τῆς Λὼτ γυναικὸς, ἢ τοῦ βαλόντος τὴν χεῖρα ἐπ’ ἄροτρον, ἢ μᾶλλον τούτων οἵτινες ἐστράφησαν ταῖς καρδίαις εἰς Αἴγυπτον. Τοῦ αὐτοῦ.
PG 12:1393Ἀδικεῖ τὴν Διαθήκην τοῦ Θεοῦ πᾶς ὁ μὴ ζῶν κατ’ αὐτήν. Ἀπεναντίας, φησὶ, τοῖς ἄλλοις ἡμεῖς ἤλθομεν. Ἐκεῖνοι μὲν γὰρ καὶ πρὸ τῶν δεινῶν ὑπεσκελίσθησαν· ἡμεῖς δὲ καὶ μετὰ τὰ δεινὰ ἑστήκαμεν, ἀπερίτρεπτον τὴν γνώμην ἔχοντες. Τί δέ ἐστιν, Οὐκ ἠδικήσαμεν ἐν τῇ Διαθήκῃ σου; Τουτέστιν, οὐκ ἠδικήσαμεν περὶ ταῦτα ἃ ἐπιστεύθημεν, ἀλλ’ ἐφυλάξαμεν μετὰ ἀκριβείας. Ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως, καὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ θανάτου, κ. τ. ἑ. Τόπος κακώσεως τὸ ἀνθρώπινόν ἐστι σῶμα, καὶ ὁ τούτου συγγενὴς κόσμος. Ἐν ἀλλοτρίᾳ, φησὶν, ἡμᾶς εἶναι πεποίηκας· ὅπερ οὐκ εἵα τὰς λατρείας ἐπιτελεῖσθαι. Τοῦ αὐτοῦ. Ὁ νοῦς ἐπικαλύπτεται σκιᾷ θανάτου, ὅτε οὐ βλέπει. Ἢ τὸ σῶμα τῆς ταπεινώσεως σκιά ἐστι θανάτου, οὗ τῇ σκιᾷ γεννᾶται. Εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς Θεὸν ἀλλότριον, κ. τ. ἑ. Εἴ τις οὐκ ἔστι γνῶσις οὐσιώδης, ἢ ταύτην τὴν γνῶσιν οὐκ ἔχει ἐν ἑαυτῷ, Θεός ἐστιν ἀλλότριος. Ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς, κ. τ. ἑ. Ὁ Παῦλός φησι·
PG 12:1394Καθ’ ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ. Διὰ τί δέ φησιν, ἕνεκα σοῦ; Ὅτι ἐξῆν ἡμῖν μετατάξασθαι καὶ ἀφεῖναι τὴν πατρῴαν πολιτείαν, καὶ εἶναι ἐν ἀσφαλείᾳ· ἀλλ’ αἱρούμεθα πάσχειν κακῶς μᾶλλον καὶ τὰ πατρῷα φυλάττειν, ἢ εἰρήνης ἀπολαύειν καὶ τῶν πατρῴων ἐκπεσεῖν. Ἄξιον ἐκπλαγῆναι τοῦ Θεοῦ τὴν ἰσχὺν, ὅτι τοὺς οὕτω προκειμένους ὡς πρόβατα σφαγῆς διετήρησε, καὶ καθ’ ἡμέραν ἀποθνήσκοντας οὐκ ἀφῆκεν ἐμπεσεῖν εἰς θάνατον. Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς, Κύριε; κ. τ. ἑ. Ἐκάθευδέ ποτε ἐν τῷ πλοίῳ τῶν μαθητῶν ὁ Χριστὸς, ἀλλὰ γενομένου χειμῶνος ἐξήγειραν αὐτὸν οἱ μαθηταί· δεικνύντος τοῦ λόγου, χειμῶνος λογισμῶν ἐν ψυχῇ γενομένου ὀργῆς ἢ ἀδικίας, ἢ γαστριμαργίας, ἢ ὑπερηφανίας, ἐξυπνίζειν ἀγάπην, δικαιοσύνην, σωφροσύνην, ἐγκράτειαν, ταπεινοφροσύνην, γνῶσιν, σοφίαν. Ἀνάστα, Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου, κ. τ. ἑ. Λέγοιεν τοιαῦτα πρὸς τὸν Σωτῆρα ἐν τῇ καρδίᾳ τῆς γῆς διατρίβοντα κατὰ τὸν τοῦ πάθους καιρόν· ὃς, τὴν ψυχὴν αὐτοῦ λύτρον διδοὺς ἀντὶ πολλῶν, ποιεῖ ταῦτα ὑπὲρ τῆς δόξης τοῦ ὀνόματος αὐτοῦ. ΨΑΛΜΟΣ ΜΔ.
PG 12:1395Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθὸν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου, κ. τ. ἑ. Τὸ δὲ, Ἐξηρεύξατο, ἀντὶ τοῦ ἐφθέγξατο εἶπεν· οὐχ ἵνα τὸν υἱὸν ἐρυγὴν εἴπῃ, ἀλλὰ τὴν περὶ αὐτοῦ διήγησιν. Τὸ λέγον δὲ πρόσωπον εἴη ἂν ὁ Δαυί̈δ· εἰ γὰρ τῷ υἱῷ ὁ πατὴρ ἀπήγγειλεν, εὑρεθήσεται ἀγνοῶν ὁ υἱὸς, καὶ τῶν ἔργων μεταγενέστερος. Τοῦ αὐτοῦ. Λόγος ἀγαθός ἐστιν ὁ ἀρετὴν ἢ γνῶσιν σημαίνων Θεοῦ. Τοῦ αὐτοῦ. Κάλαμος γραμματέως ὀξυγράφου ἡ γλῶσσά ἐστι παντὸς λέγοντος τὰ ἔργα αὐτοῦ τῷ βασιλεῖ. Εὐσυνείδητος γὰρ τὰ ἴδια ἀπαγγέλλει ἀνδραγαθήματα· ὁ δὲ τὰ ἐναντία ἑαυτῷ συνειδὼς, λέγων τὰ ἔργα αὐτοῦ τῷ βασιλεῖ, βραδύγλωσσος. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, κ. τ. ἑ. Ἐκ τοῦ προφητικοῦ προσώπου ταῦτα λέγεται, οὗ γλῶσσα κάλαμος ἦν γραμματέως ὀξυγράφου. Ἐξεχύθη δὲ χάρις ἐν τοῖς χείλεσι τοῦ μιμητοῦ τοῦ Χριστοῦ, καὶ αὐτοῦ τοῦ Χριστοῦ, οὐ μόνον διὰ τοὺς λόγους τῆς χάριτος τοὺς ἐκπορευομένους διὰ στόματος αὐτοῦ, ἀλλὰ διὰ τὴν χάριν τῆς τῶν ἁμαρτιῶν ἀφέσεως, λέγοντος αὐτοῦ· Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. Τοῦ αὐτοῦ.
PG 12:1396Τὴν σοφίαν τὴν πνευματικὴν καὶ λόγον τοῦ Θεοῦ συγκρίνει σοφίᾳ κοσμικῇ καὶ λόγῳ ἀνθρωπίνῳ. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατὲ, κ. τ. ἑ. Αὕτη ἡ ῥομφαία χωρίζει ψυχὴν κακίας, καὶ νοῦν ἀγνωσίας, τὸν λεγόμενον παλαιὸν ἄνθρωπον διαφθείρουσα, καὶ ποιοῦσα καινὸν ἐν Χριστῷ κατ’ εἰκόνα τοῦ κτίσαντος. Τοῦ αὐτοῦ. Μήποτε ὁ μηρὸς σύμβολόν ἐστι γενέσεως. Οἱονεὶ οὖν τὸ λεγόμενον τοιοῦτόν ἐστι· Σύναψον τῇ γενέσει σου τὸ αἱρετικὸν τῶν πολεμίων. Καὶ σαφὲς μὲν ἡ γένεσις Ἰησοῦ ξίφος ἐγένετο κατὰ τῶν ἐχθρῶν αὐτοῦ. Ἢ ὁ ἐν ἁγνείᾳ βίου λόγος, ἀναιρῶν τὰ πάθη, περιζῶσθαι ῥομφαίαν λέγεται ἐπὶ τὸν μηρὸν αὐτοῦ. Πρῶτος δὲ Ἰησοῦς τοῦτο ἐποίησεν, ἐπεὶ οὐδὲν ἀνειμένον καὶ ἐκλελυμένον ἐν Χριστῷ. Κατὰ τοῦτο νοήσεις τὸ, ἔντεινον. Καὶ τὸν μὲν Σωτῆρα καὶ τοὺς ἁγίους αὐτοῦ ἡ δεξιὰ αὐτοῦ ὁδηγεῖ. Ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης, κ. τ. ἑ. Οἱ ἀληθεῖς, καὶ πραεῖς, καὶ δίκαιοι βασιλεύονται ὑπὸ τοῦ Χριστοῦ. Καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Δεξιὰ τοῦ Θεοῦ ἐστιν ὁ ἐν αὐτῷ Θεὸς Λόγος. Τὰ βέλη σου ἠκονημένα, δυνατέ·
PG 12:1397λαοὶ ὑποκάτω σου πεσοῦνται, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως, κ. τ. ἑ. Βέλη Χριστοῦ αἱ πρακτικαὶ ἀρεταὶ, καὶ τῇ μὲν δικαιοσύνῃ τοξεύει τὸν ἄδικον, τῇ δὲ φρονήσει τὸν ἄφρονα, τὸν δειλὸν τῇ ἀνδρείᾳ, τῇ ἐγκρατείᾳ τὸν ἀκόλαστον, τῇ μακροθυμίᾳ τὸν ὀργίλον, καὶ τῇ πίστει τὸν ἄπιστον. Πέμπεται δὲ πρὸ τῶν ἄλλων τὸ βέλος τῆς πίστεως. Δεῖ γὰρ πρῶτον πιστεῦσαι ὅτι ἔστι Θεός. Τοῦ αὐτοῦ. Τοῦ ἱκανῶς πρεσβεύοντος ὑπὲρ ἀληθείας, καὶ δυνατῶς τὸ ψεῦδος καθαιροῦντος, τὰ λογικὰ ἠκόνηται βέλη. Καὶ οἱ ὑποκάτω τοῦ Χριστοῦ πίπτοντες ἐν τῇ καρδίᾳ καὶ τοῖς νοήμασίν εἰσι τῶν ἐχθρῶν τοῦ Χριστοῦ, ὅς ἐστι βασιλεύς. Σαφῶς δὲ Θεὸς ὁ Χριστός. Καὶ τάχα ἔστι ποιεῖν δικαιοσύνην, καὶ ἀπέχεσθαι ἀνομίας φόβῳ Θεοῦ, καὶ οὐ τῇ πρὸς Θεὸν παρὰ τὸ δίκαιον ἀγάπῃ, οὐδὲ τῷ μισεῖν τὴν ἀνομίαν. Ἀλλ’ οὐ τοιοῦτος ὁ Χριστός. Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου, κ. τ. ἑ. Ἡ ῥάβδος Χριστοῦ ᾗ χρῆται κολάζων τοὺς ἁμαρτάνοντας, ῥάβδος εὐθύτητος εἴρηται, εὐθύνουσα, καὶ πάσης σκολιότητος ἀπαλλάττουσα τοὺς βασιλευομένους. Καὶ ἐπεὶ ἐξουσίᾳ βασιλικῇ δι’ αὐτῆς κολάζει, ῥάβδος ἐστὶ τῆς βασιλείας αὐτοῦ.
PG 12:1398Θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη, κ. τ. ἑ. Οἱ ἅγιοι μαθηταὶ λαβόντες τὴν βασιλείαν τῶν οὐρανῶν γεγόνασι βασιλεῖς· διόπερ καὶ αἱ ὑπ’ αὐτῶν γεννώμεναι κατ’ ἀρετὴν ψυχαὶ θυγατέρες λέγονται βασιλέων. Πᾶσαι δὲ αὗται αἱ ψυχαὶ, κατὰ τὴν πίστιν καὶ τὴν ἀρετὴν ἑνούμεναι, μίαν ἀπεργάζονται βασιλίδα παρεστῶσαν ἐκ δεξιῶν Χριστοῦ τοῦ Θεοῦ. Καὶ νῦν μὲν ἡ Ἐκκλησία τοῦ Θεοῦ διάχρυσα ἔχει ἱμάτια, ἐκ μέρους γινώσκουσα, καὶ ἐκ μέρους προφητεύουσα· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, καὶ τὸ ἐκ μέρους καταργηθῇ, τότε ὁλόχρυσα ἕξει τὰ ἱμάτια· ἱμάτιον γάρ ἐστι φύσεως λογικῆς ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ. Καὶ κλῖνον τὸ οὖς σου, κ. τ. ἑ. Κλῖνον τὸ οὖς σου, πρὸς τὴν Ἐκκλησίαν φησὶν ὁ Πατήρ. Ἐπαινετὴ δὲ ἡ λήθη, αἰτία τοῦ ἐπιθυμηθῆναι τὸ κάλλος τοῦ ἐπιλαθομένου ὑπὸ τοῦ βασιλέως. Ἔπειτα αἰτία τῆς δόξης ἣν ἔχει ἡ Ἐκκλησία, ἐν τῷ κρυπτῷ τῆς καρδίας ἐστὶ, καὶ ἡ δόξα αὐτῆς ἔνδον ἐστὶν ἐνδύμασιν ἀληθέσι τοῖς κατὰ σοφίαν Θεοῦ, καὶ συνειδότι πλήρει παῤῥησίας. Διὰ τοῦτο λέγεται περὶ αὐτῆς·
PG 12:1399Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν· καὶ ἔστιν ἡ δόξα αὐτῆς δόξα ὁποίαν ἔχει ἂν βασιλέως θυγάτηρ. Βασιλεὺς δὲ νῦν ὁ Θεὸς λέγεται. Ἀλλὰ καὶ τὰ ἐνδύματα αὐτῆς ποικίλα κατὰ τὰς ἀρετάς. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν, κ. τ. ἑ. Πᾶσα ἡ δόξα τῆς Ἐκκλησίας ἡμῶν ἐν τῷ ἔσω ἀνθρώπῳ ἐστὶ κατ’ ἀρετὴν καὶ γνῶσιν θεωρουμένη. Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι, κ. τ. ἑ. Αἱ ἀμίαντοι καὶ καθαραὶ, καὶ διὰ τοῦτο παρθένοι ψυχαὶ ἐξελθοῦσαι, ἀπενεχθήσονται τῷ Χριστῷ ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει. Ὁ θάλαμος δὲ τοῦ βασιλέως, τουτέστι Χριστοῦ, καὶ ναός ἐστιν αὐτοῦ· ἐπεὶ καὶ ὁ Θεός ἐστι, καὶ ἀντὶ τῶν πατριαρχῶν γεγόνασιν οἱ ἀπόστολοι. Τοῦ αὐτοῦ. Πλησίον ἡμῶν εἰσιν ἢ πάντες ἄνθρωποι, ἢ οἱ μὴ πάντη κατὰ τὰ δόγματα οἰκειούμενοι. Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησάν σοι υἱοὶ, κ. τ. ἑ. Ἀντὶ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ καὶ τῶν λοιπῶν τῶν εὐαρεστησάντων αὐτῷ ἐν τῇ Παλαιᾷ, ἐγεννήθησαν οἱ μαθηταὶ, καὶ ἡμεῖς οἱ δι’ αὐτῶν πιστεύσαντες, καὶ τὴν ἐκείνην πίστιν κληρονομήσαντες καὶ γνῶσιν. Κληρονομία γὰρ λογικῆς φύσεώς ἐστι γνῶσις Θεοῦ. ΨΑΛΜΟΣ ΜΕ.
PG 12:1400Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, κ. τ. ἑ. Θεὸς μόνος καταφυγὴ, διὸ ἐπὶ μηδένα ἄλλον καταφεύγωμεν. Εἰ δυνάμει ὁ δυνάμενος δύναται, Θεὸς δὲ τῶν ἁγίων ἡ δύναμις, Θεῷ ὁ ἅγιος δύναται. Ἀλλὰ καὶ βοηθὸς ἐν θλίψεσιν ὁ Θεὸς, ἵνα ἐν αὐταῖς καυχησώμεθα ὑπομένοντες αὐτάς. Ἐπίστησον δὲ τὸ, Πολλαὶ αἱ θλίψεις τῶν δικαίων· ἑτέραι οὖσαι παρὰ τὰς μάστιγας τῶν ἁμαρτωλῶν. Καὶ διὰ τὸ στενὴν καὶ τεθλιμμένην εἶναι τὴν ὁδὸν τὴν ἀπάγουσαν εἰς ζωὴν, ἣν ὀλίγοι εὑρίσκουσι· μήποτε εὑρίσκουσιν αἱ θλίψεις τοὺς δικαίους. Διὰ τοῦτο οὐ φοβηθησόμεθα, καὶ ἑξῆς. Ἐν τῇ συντελείᾳ οἱ μὲν ἁμαρτωλοὶ ὄντες γῆ ταραχθήσονται, οἱ δὲ ἅγιοι, ὄρη, μετατεθήσονται τὴν μετάθεσιν τοῦ Ἐνώχ. Μετατέθειται δὲ καὶ ὄρος ὁ Ἰσραὴλ διὰ τὰ ἔθνη. Ἀπὸ κοινοῦ τὸ, ἐν τῇ κραταιότητι αὐτοῦ, ἵν’ ᾖ· Διὰ τοῦτο οὐ φοβηθησόμεθα, ἐν τῷ ταράσσεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ. Τοῦ αὐτοῦ. Φεύγοντες τὴν πορνείαν, τῇ σωφροσύνῃ προσφύγομεν, καὶ κατὰ τῆς γαστριμαργίας μαχόμενοι, μετὰ τῆς ἐγκρατείας μαχόμεθα. Εἰ γὰρ προσφεύγομεν, καταφυγὴ ὀνομάζεται· εἰ δὲ σὺν αὐτῇ πολεμοῦμεν, δύναμις.
PG 12:1401Διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν, κ. τ. ἑ. Θαλάσσας καὶ ὄρη νῦν φύσεις λέγει λογικὰς ὑψουμένας καὶ ἐπαιρομένας κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ, κ. τ. ἑ. Τοῦ ποταμοῦ τὰ ὁρμήματα κατὰ τὰς διαιρέσεις τῶν χαρισμάτων καὶ τὰς διαιρέσεις τῶν διακονιῶν. Βοηθεῖται ἡ πόλις τοῦ Θεοῦ, ἐγγιζούσης ἡμέρας. Γράφεται δὲ καὶ, Βοηθήσει αὐτῆς τῷ προσώπῳ· σώζει γὰρ αὐτῆς τὸ κάλλος ἄτρωτον, ἡνίκα παρὰ τῶν ἀντικειμένων ταράςσεται. Τοῦ αὐτοῦ. Πόλις Θεοῦ ἤτοι ἡ Ἐκκλησία, αὕτη ἡ λογικὴ ψυχή· ποταμοῦ δὲ ὁρμήματα, τὰ τοῦ Πνεύματος χαρίσματα. Ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι, κ. τ. ἑ. Ἐν τῇ Χριστοῦ ἐπιδημίᾳ ἔκλιναν αἱ βασιλεῖαι. Ἔδωκε φωνὴν αὐτοῦ ὁ Χριστὸς, ἐσαλεύθη ἡ γῆ· ἀντὶ τοῦ, οἱ ἐπὶ τῆς γῆς, τῶν πανταχοῦ Ἐκκλησιῶν συνισταμένων. Τοῦ αὐτοῦ. Ἐὰν ἀκούσῃ φωνῆς Κυρίου ψυχὴ λογικὴ, σαλεύεται, μεταβαίνουσα ἀπὸ κακίας πρὸς ἀρετὴν, καὶ ἀπὸ ἀγνωσίας εἰς γνῶσιν Θεοῦ. Τῆς θείας, φησὶ, βοηθείας ἐπιφανείσης, νῶτα δεδώκασιν οἱ πολέμιοι, καὶ αἱ τἀναντία πάλαι φρονοῦσαι βασιλεῖαι ὑπέκλιναν τὸν αὐχένα τῷ θείῳ ζυγῷ καὶ σωτηρίῳ·
PG 12:1403τῇ γὰρ ἀληθείᾳ καὶ τῇ τῶν πραγμάτων μαρτυρίᾳ καὶ ταῖς παντοδαπαῖς θαυματουργίαις οἷον φωνῇ τινι χρησάμενος ὁ Θεὸς, τὸ οἰκεῖον ὕψος τοῖς ἀνθρώποις ὑπέδειξεν. Ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς, τόξον συντρίψει καὶ συγκλάσει ὅπλον, καὶ θυρεοὺς κατακαύσει ἐν πυρὶ, κ. τ. ἑ. Δύναται τὸ, ἀνταναιρῶν πολέμους, λέγεσθαι, ἐπεὶ ἐπαύσαντο ὑπὸ Ῥωμαίων οἱ πρότερον συνεχεῖς γινόμενοι πόλεμοι, ὑπὸ μίαν ποιησάντων βασιλείαν τὰς πρότερον πολλὰς μετὰ τὴν γένεσιν τοῦ Σωτῆρος. Γέγονε γὰρ δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὁ Κύριος οὖν Ἰησοῦς ἔθετο τὰ ἐπὶ γῆς τέρατα, ἀνταναιρῶν τοὺς ἕως τῶν περάτων τῆς γῆς πολέμους, οὓς ἐπολεμοῦντο οἱ ἄνθρωποι. Ἀνταναιρῶν δὲ τοὺς πολέμους συνέτριψε τὸ τόξον, ἀφ’ οὗ ἐπέμποντο τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου, καὶ συνέκλασε τὸ ὅπλον αὐτοῦ, καὶ τοὺς θυρεοὺς κατέκαυσε. Τὸ δὲ ὑψωθήσομαι Θεοῦ φωνὴ λέγοντος ταῦτα, μετὰ τὸ ἀνταναιρεθῆναι τοὺς ἕως τῶν περάτων τῆς γῆς πολέμους, καὶ συντριβῆναι τόξον, καὶ συγκλασθῆναι ὅπλον. Τοῦ αὐτοῦ. Τόξον νῦν καὶ ὅπλον καὶ θυρεὸν, κατάστασιν χειρίστην φησὶ καὶ λογισμοὺς πονηρούς.
PG 12:1404Σχολάσατε, καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός, κ. τ. ἑ. Σχολῆς χρεία πρὸς τὸ γνῶναι τὸν Κύριον. ΨΑΛΜΟΣ Μ. Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, κ. τ. ἑ. Οἱονεὶ φωνὴν ἀφιέτωσαν ἀγαλλιάσεως ἀπὸ τῶν καλῶν ἔργων αἱ χεῖρες ἡμῶν. Καὶ γὰρ ἀλαλάζοντες, καὶ ὅ τι ποτ’ οὖν πράττοντες, ἤτοι τῷ Θεῷ ποιοῦμεν, ὅταν κατὰ Θεὸν ᾖ, ἢ τῷ διαβόλῳ, ὅταν κακίαν ἐνεργοῦμεν. Οὕτω δὲ καὶ τῷ Θεῷ ψάλλομεν, καὶ τῷ βασιλεῖ Χριστῷ, ἀπὸ κοινοῦ τὸ ἐν φωνῇ ἀγαλλιάσεως· ἵν’ ᾖ τό· Κροτήσατε χεῖρας τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Εἶναι δύναται πᾶσα ἡ κατὰ Θεὸν, ᾗ ἕπεται τὸ ἀγαλλιᾷν· ἡ δ’ ἐναντία κλαυθμός. Καὶ πάλαι μὴν Κύριος ἦν οὐκ ἐπὶ πᾶσαν τὴν γῆν, καὶ ὕψιστος ὀλίγοις, καὶ φοβερὸς εὐλαβέσιν εὐαριθμήτοις, καὶ βασιλεὺς οὐ πολλοῖς, καὶ μέγας σπανίοις, ὁποῖος ἦν ὁ μέγας Ἰσαὰκ καὶ ὁ μέγας Μωσῆς· νυνὶ δὲ πολλῷ πλείοσι ταῦτα πάντα ἐστίν· ἔσται δὲ καὶ ἅπαξ ἁπλῶς πάντα ἐν πᾶσι. Πρότερον μὲν ἐπὶ τὸν Ἰσραὴλ μόνον ἦν μέγα τὸ ὄνομα αὐτοῦ· ἀπὸ δὲ τῆς Χριστοῦ παρουσίας μέγας ἐστὶν ἐπὶ πᾶσαν τὴν γῆν. Βασιλεὺς γὰρ νῦν πάσης τῆς γῆς ὁ Θεὸς, ὅτε ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη. Τοῦ αὐτοῦ.
PG 12:1405Ἐπὶ ταῖς νίκαις πεφύκασιν οἱ ἄνθρωποι τὰς χεῖρας κροτεῖν. Τοιγαροῦν κροτήσωμεν καὶ ἡμεῖς ἐπὶ τῇ νίκῃ τοῦ εἰπόντος· Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Ἀλαλαγμός ἐστιν ἐπινίκιος ᾠδή. Παρακελεύεται οὖν ἀλαλάζειν τὰ ἔθνη ἐπὶ τῇ καταπτώσει τῶν ἀντικειμένων δυνάμεων. Ὑπέταξε λαοὺς ἡμῖν, κ. τ. ἑ. Ὑπέταξε λαοὺς, τοὺς μαθητευομένους τοῖς τοῦ Ἰσραὴλ μυστηρίοις. Ταῦτα δὲ οἱ ἀπόστολοι ἐροῦσιν ἐπὶ τοῖς μαθητευομένοις, οὖσι πολλοῖς. Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν, μὴ ἐπισταμένων ἑαυτοῖς ἐκλέξασθαι ὃ κληρονομήσομεν, ἐξελέξατο ἡμῖν μερίδα ἣν κληρονομήσομεν, ἥτις ἐστὶ τοῦ Ἰακὼβ καλλονὴ, ἣν ἠγάπησεν ὁ Κύριος. Τοῦ αὐτοῦ. Ἔδωκεν ἡμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, κ. τ. ἑ. Ὥσπερ ὁ Κύριος ἐλεύσεται ἐν φωνῇ ἀγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ’ οὐρανοῦ, οὕτως ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ. Κύριος δὲ ἐν φωνῇ σάλπιγγος, καὶ τάχα ἀλαλαγμῷ πάντων ἐθνῶν κροτησάντων χεῖρας, ἀλαλαξάντων Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Τούτοις δὲ καὶ ἀναβαίνειν οἶμαι τὸν Θεόν.
PG 12:1406Ἐὰν δέ τις αὐτὸν αἰνῇ ἐν ἤχῳ σάλπιγγος, καὶ αὐτὸς ἀναβήσεται ὁ ἀναβαίνων ἐν φωνῇ σάλπιγγος. Ψάλατε τῷ Θεῷ ἡμῶν, κ. τ. ἑ. Ἑκατέρως τῷ Θεῷ, διὰ τὸ, βασιλεὺς πάσης τῆς γῆς ὁ Θεός. Τὸ συνετῶς ἴσον τῷ, ψάλατε τῷ νῷ. Ἔστι δὲ καὶ προτρεπτικὸν εἰς γνῶσιν. Καὶ ἐβασίλευσεν ἐν τῇ Χριστοῦ παρουσίᾳ. Θρόνος δὲ ἅγιος Θεοῦ οἱ βασιλευόμενοι ὑπ’ αὐτοῦ, οἷς ἐνίδρυται ὁ Θεός. Τοῦ αὐτοῦ. Τῷ κατὰ Θεὸν εὐθυμοῦντί ἐστι τὸ ψάλλειν, κατὰ τό· Εὐθυμεῖ τις; ψαλλέτω. Ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ, κ. τ. ἑ. Θρόνος μὲν Θεοῦ ὁ Χριστός· Χριστοῦ δὲ ἡ φύσις ἡ λογική. Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραὰμ, ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπῄρθησαν, κ. τ. ἑ. Ὅσοι συνάγονται μετὰ τοῦ Ἀβραὰμ, οὗτοι τὴν γνῶσιν ἔχουσι τοῦ Ἀβραάμ. Τὸ δὲ συνήχθησαν ἀντὶ τοῦ συναχθήσονται. Ἀπὸ γὰρ τῶν γεγονότων, φησὶν, οἱ πάντων τῶν ἐθνῶν ἄρχοντες ἅμα ἡμῖν συναχθέντες εἰς ὑμνῳδίαν Θεὸν αἰνέσουσι. Τοῦ αὐτοῦ. Εἴ τις ἐστὶ κραταιὸς τῆς γῆς, τοῦ Θεοῦ ἐστιν ἐκεῖνος· ὁ γὰρ ἀσθενὴς οὐδέπω αὐτοῦ ἐστι. Κραταιὸς δὲ τῆς γῆς ὁ κατὰ τοῦ φρονήματος τῆς σαρκὸς κεκραταιωμένος.
PG 12:1407Τῶν ἐν τῇ γῇ κραταιῶν εἰσί τινες τοῦ Θεοῦ, οἵτινες οὐχ ἁπλῶς ἐπῄρθησαν, ἀλλὰ σφόδρα· οὐ μέντοιγε ὑπερεπῄρθησαν. ΨΑΛΜΟΣ ΜΖ. Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα, κ. τ. ἑ. Ὅπου θεωρεῖται ἡ μεγαλειότης τοῦ Κυρίου, ἐκεῖ μάλιστα μέγας καὶ αἰνετός ἐστιν ὁ Κύριος τῇ πόλει τοῦ Θεοῦ ὑπὸ τῶν πολιτογραφηθέντων ἐν αὐτῇ. Ἐὰν ἄρα τῇ πόλει τοῦ Θεοῦ μάλιστα μέγας καὶ αἰνετός ἐστιν ὁ Κύριος, καὶ τί δὲ ἄλλο ἂν εἴη ὄρος ἅγιον Κυρίου εὖ ῥιζῶν ἀγαλλίαμα, οὐ μόνον μέρους τῆς γῆς, ἀλλὰ καὶ πάσης αὐτῆς, ἢ ὁ Χριστὸς ἐῤῥιζωμένος ἐν τῷ Πατρὶ, ἐφ’ ᾧ ἐπιδημήσαντι ἠγαλλιάσατο πᾶσα ἡ γῆ, διὰ τὰς ἁπανταχῆ συστάσας ἐπὶ τῷ ὀνόματι αὐτοῦ Ἐκκλησίας τοῦ Θεοῦ; Μήποτε οὐκ ἔστιν εὖ ῥιζῶν, (ἀδιανόητον γὰρ τοῦτο·) ἀλλὰ εὐρίζῳ, οἱονεὶ καλὴν ῥίζαν ἔχοντι καταλλήλως τῷ κλάδῳ. Εὐρίζων ἀγαλλιάματι πάσης τῆς γῆς, ὄρη Σιὼν τὰ πλευρὰ τοῦ Βοῤῥᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου, κ. τ. ἑ. Εὔριζον ἀγαλλίαμά ἐστιν ὁ Χριστός. Τὸ ἀγαλλίαμα γάρ μου, φησὶν, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με. Ῥίζα δὲ αὐτοῦ ὁ Θεὸς Λόγος ὁ ἐν αὐτῷ. Τοῦ αὐτοῦ. Τὰ ὄρη Σιὼν, τὰ πλευρὰ τοῦ Βοῤῥᾶ, πόλις ἐστὶ τοῦ μεγάλου βασιλέως.
PG 12:1408Κατὰ τοῦτο δύναται ἐν τῷ Εὐαγγελίῳ εἰρῆσθαι, Ἱεροσόλυμα εἶναι τοῦ μεγάλου βασιλέως, ὡς ἐνθάδε· Ὄρη Σιὼν, τὰ πλευρὰ τοῦ βοῤῥᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου. Ὥσπερ δὲ μέγας ἱερεὺς λέγεται πρὸς ἀντιδιαστολὴν τοῦ ὑπ’ αὐτὸν ἱερατεύματος, οὕτω καὶ μέγας βασιλεύς· βασιλεὺς γάρ ἐστι βασιλευόντων. Ὅτι ἰδοὺ οἱ βασιλεῖς τῆς γῆς συνήχθησαν, κ. τ. ἑ. Ἵνα ταυτὸ εἴπωσι πάντες, καὶ μὴ ᾖ ἐν αὐτοῖς σχίσματα. Ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θάρσις, κ. τ. ἑ. Θάρσεις, θαλάσσης. Λέγεται δὲ Θάρσεις μέρος Αἰθιοπίας· καὶ Ταρσὸς ἡ πόλις παρὰ Ἰωνᾷ Θαρσεῖς καλεῖται. Καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν, ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, κ. τ. ἑ. Ἔξω μὲν τῆς πόλεως ἠκούσαμεν· εἴδομεν γενόμενοι ἐν τῇ πόλει, ἃ πρότερον ἠκηκόαμεν. Καὶ γενόμενοι ἐν μέσῳ τοῦ ναοῦ σου, ὑπελάβομεν τὸ ὄνομά σου ἐν τῇ Χριστοῦ παρουσίᾳ. Ἀξίως τοῦ ὀνόματος τοῦ Θεοῦ γέγονεν ἡ αἴνεσις αὐτῶν. Τοῦ αὐτοῦ. Ὅσα διὰ τῆς πίστεως ἀκούομεν περὶ Θεοῦ, ταῦτα διὰ τοῦ καθαροῦ βίου γινώσκομεν, τῶν πεπιστευμένων τὰς ἀποδείξεις διὰ τῆς ἀπαθείας λαμβάνοντες. Δικαιοσύνης πλήρης ἡ δεξιά σου, κ. τ. ἑ.
PG 12:1409Ὁ Χριστός ἐστιν ἡ δεξιὰ τοῦ Θεοῦ, πεπληρωμένος δικαιοσύνης. Διὸ καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν. Εὐφρανθήτω ὄρος Σιών, κ. τ. ἑ. Εὐφραίνηται τὸ Σιὼν ὄρος, καὶ ἀγαλλιῶσιν αἱ θυγατέρες τῆς Ἰουδαίας ἕνεκεν τῶν κριμάτων τοῦ Θεοῦ, τῷ θεωρεῖν αὐτῶν τοὺς λόγους, καὶ κατὰ τοὺς λόγους ἔργα. Καὶ οἱ νοήσαντες τὴν Σιὼν κυκλοῦσιν αὐτὴν, καὶ περιλαμβάνουσιν αὐτήν· καὶ ἀναβάντες ἐπὶ τοὺς πύργους αὐτῆς, διηγοῦνται ἄνωθεν τοῖς μηδέπω δυνηθεῖσιν ἀναβῆναι ἐπὶ τοὺς πύργους αὐτῆς, λέγοντες· Θέσθε τὰς καρδίας ὑμῶν, ἵνα κατανοῆτε τὴν δύναμιν αὐτοῦ, καὶ ἕκαστος δι’ ὧν πράττει πολιτευόμενος ἀξίαν τὴν μνήμην λάβῃ τῆς κατὰ διαιρέσεως τῆς πόλεως. Ἢ καὶ οὕτως· Τῆς γνώμης τῆς ἐκκλησιαστικῆς σκοπευτικῆς οὔσης τῆς ἀληθείας, καὶ διὰ τοῦτο Σιὼν καλουμένης, περιληπτέον αὐτῆς ἐν διανοίᾳ τὰ δόγματα. Ἐπιστημονικῶς τοίνυν κατανοήσαντες τὴν ταύτης διδασκαλίαν, διαιρετικῶς ἕκαστον ἐξετάζετε. Βάρεις γὰρ αὐτῆς αἱ καθ’ ἕκαστον θεωρίαι, ἐν αἷς οἰκεῖ τῆς εὐσεβείας τὰ δόγματα.
PG 12:1410Καὶ ἐπεὶ ἡ προτέρα γενεὰ, ἡ τὴν πόλιν καὶ τὴν δύναμιν αὐτῆς παραλαβοῦσα, πονηρὰ ἠλέγχθη, ἐπιστήσαντες τῇ δυνάμει τῆς πόλεως, καὶ καταδιελόντες τὰς βάρεις αὐτῆς, γνώσεσθε τὰ περὶ τῆς κλήσεως τῶν ἁγίων, ἥτις ἐστὶν ἑτέρα γενεὰ παρὰ τὴν προτέραν· εἴπερ καὶ διηγήσεσθε, ὅτι οὗτός ἐστιν ὁ Θεὸς, ὁ τὰ προειρημένα παράδοξα ποιήσας, ἀποβαλὼν τὴν προτέραν γενεὰν, αἰώνιος ὢν, καὶ ἀεὶ ὡσαύτως ἔχων. Καὶ αὐτὸς ποιμανεῖ ἡμᾶς κατὰ τό· τοῦ ἐν ἰσχύϊ Κύριος. Καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς, κ. τ. ἑ Ταῦτα πληροῦνται ἐπὶ τῶν μαθητῶν μεριζομένων τὴν οἰκουμένην, ἐπὶ τῷ διηγήσασθαι, ὅτι Χριστός ἐστιν ὁ Θεὸς ἡμῶν ὁ ποιμαίνων ἡμᾶς. ΨΑΛΜΟΣ ΜΗ. Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορὲ ψαλμός. Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, κ. τ. ἑ. Δύναται εἰς τὴν ἑκάστου νίκην τῶν ἐν τῷ ἀγωνίζεσθαι νικώντων ἀναφέρεσθαι ἡ ἐπιγραφή. Τὸ δὲ, Ἀκούσατε, Χριστοῦ φωνὴ, πάντα τὰ ἔθνη προσκαλουμένου, τοῦ εἰπόντος·
PG 12:1411Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες. Καὶ ἐπεὶ ἀπὸ τῆς λέξεως τῶν Γραφῶν οἰκοδομεῖται καὶ ἁπλούστερον γηγενής τις καὶ πένης ὢν, ὠφελεῖται δὲ μᾶλλον καὶ ὁ διαβαίνειν δυνάμενος ἐπὶ τὰ πνευματικὰ, υἱὸς ἀνθρώπου καὶ πλούσιος τυγχάνων, διὰ τοῦτο ἅμα καὶ ἐπὶ τὸ αὐτὸ πάντας, ὡς ἐπὶ τὴν ἑστίασιν, τὴν ἀκρόασιν καλεῖ. Ἡ ἐπὶ τὸ αὐτὸ κλῆσις πλουσίου καὶ πένητος ἐπὶ ἰσότητα καὶ ἀτυφίαν προσκαλεῖται ἡμᾶς. Τρεῖς δὲ εἶπεν ἐξ ἐναντίας συζυγίας, ἔθνη καὶ γηγενεῖς, πλούσιον καὶ πένητα, οἰκουμένην καὶ υἱοὺς ἀνθρώπων. Οἱ ἀλλότριοι τῆς πίστεως διὰ τῶν ἐθνῶν ἐκλήθησαν. Οἱ ἐν τῇ Ἐκκλησίᾳ εἰσὶν οἱ κατοικοῦντες τὴν οἰκουμένην. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου· ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου, κ. τ. ἑ. Χριστοῦ τὸ στόμα σοφίαν λαλεῖ. Εἰσὶ δὲ στόμα Χριστοῦ οἱ τὸν λόγον αὐτοῦ διακονοῦντες, οἱ δὲ λοιποὶ τὸ λοιπὸν αὐτοῦ σῶμα. Καὶ εἰ ἔστι μελέτη σύνεσις, τίς ἡ ἐπαγγελία; Ὅταν ἡ μελέτη τῆς καρδίας σύνεσίς ἐστιν, οὐκ ἐξέρχονται ἔσωθεν ἀπὸ τῆς καρδίας διαλογισμοὶ πονηροὶ, οὐδὲ ὑπάρχει τὰ κοινοῦντα τὸν ἄνθρωπον, οὐδὲ δίδοται τόπος τῷ διαβόλῳ.
PG 12:1412Σαφῶς δὲ ὁ Σωτὴρ ὦτα ἑαυτοῦ λέγει τοὺς συνετοὺς ἀκροατάς. Ἄλλος δ’ ἂν εἴποι, ὅτι λέγει μὲν σοφίαν ἐν τῇ Καινῇ, ἀκούει δὲ ὡς παραβολῆς τῆς Παλαιᾶς. Ἀνοίγει ὁ Χριστὸς κεκλεισμένον ἐν ἀσαφείᾳ τὸ πρόβλημα ἑαυτοῦ, ἐπὰν εὕρῃ ἐναρμόνιον ὄργανον, καὶ σκεῦος ἐκλογῆς, ὃ καλεῖ ψαλτήριον· διὰ γὰρ τοῦ τοιούτου ἀνοίγει καὶ σαφηνίζει τὰ τοῖς μὴ τοιούτοις κεκλεισμένα τῇ ἀσαφείᾳ. Ταῦτα δὲ δύναιντ’ ἂν λέγειν καὶ οἱ ἀπόστολοι. Τοῦ αὐτοῦ. Ὁ εὐθυμῶν ψάλλει· διὰ δὲ τοῦ ψαλτηρίου ἀνοίγει τὸ πρόβλημα. Διὰ τῆς εὐθυμίας διαγινώσκει τὸ πρόβλημα. Εὐθυμία δέ ἐστιν ἀπάθεια ψυχῆς λογικῆς. Ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με, κ. τ. ἑ. Οὐ περὶ ἑαυτοῦ, ἀλλὰ περὶ τῶν Ἰουδαίων εὐλαβούμενος κριθησομένων, ὧν οἱ πλεῖστοι ἄξια κολάσεως πεποιήκασι, ταῦτά φησι. Καὶ εἰ πρόσωπον Χριστοῦ τὸ λέγον, πτέρναν αὐτοῦ εὕρῃς τὸν ἔσχατον τοῦ σώματος, καὶ τῇ γῇ πλησιάζοντα Ἰούδαν· σῶμα γὰρ Κυρίου οἱ ἀπόστολοι. Οὐ φοβοῦμαι οὖν τὴν Ἰούδα προδοσίαν ἐν τῷ καιρῷ τοῦ σταυροῦ· ἐπεὶ μηδὲ ἕκαστος τὴν τοῦ Ἀδὰμ παρακοὴν φοβεῖται.
PG 12:1413(Ταύτην γὰρ ὑπῃνιξάμεθα πτέρναν ἀνομίας εἶναι.) Οὐδεὶς γὰρ δι’ ἄλλου κακίαν καταδικάζεται. Ἀνομίαν δὲ πτέρνης τὴν παρακοὴν εἶπεν Ἀδὰμ, τῷ τὸν ὄφιν ἐξουσίαν ἔχειν κατὰ τῆς πτέρνης αὐτοῦ. Ἢ ἐπεὶ μὴ τοιοῦτοι ἦσαν οἱ ἀπόστολοι, ἢ ὁ ταῦτα λέγων προφήτης, ὥστε λεχθῆναι περὶ αὐτοῦ· Ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, εἰκὸς αὐτὸν ἡμαρτηκέναι τὰ τελευταῖα καὶ ἔσχατα. Διόπερ ὁ Σύμμαχος ἀνομίαν ἰχνέων αὐτοῦ ἐξέδωκεν. Οἱονεὶ γὰρ ἴχνη ἀμαυρὰ ἀνομίας ἦν αὐτοῖς μόνα, διόπερ φησίν· Οὐ φοβοῦμαι τὴν ἡμέραν τῆς κρίσεως. Πτέρνα δὲ Χριστοῦ καὶ οἱ πάντων πιστῶν κατώτεροι. Τοῦ αὐτοῦ. Ἡμέραν πονηρὰν, τὴν ἡμέραν λέγει τῆς κρίσεως· καὶ πτέρναν τὴν ὁδὸν καὶ τὸν βίον. Οἱ πεποιθότες ἐν τῇ δυνάμει, κ. τ. ἑ. Ἄνθρωπος οὐ δώσει τῷ Θεῷ ἐξίλασμα ἑαυτοῦ, καὶ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ· Ἰησοῦς γὰρ ἑαυτὸν παραδέδωκεν ὑπὲρ πάντων. Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος, κ. τ. ἑ. Ἐπαπορητικῶς ἀναγνωστέον· Λυτρώσεται ἄνθρωπος; Καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα, κ. τ. ἑ.
PG 12:1414Ὁ ἐφ’ ὅλον τὸν ἑαυτοῦ αἰῶνα καὶ τὴν ἐνταῦθα ζωὴν κάμνων, εἰς τέλος τὴν ἀληθινὴν ζήσεται ζωὴν, οὐκ ὀψόμενος καταφθοράν. Ἡνίκα ἂν ἀποθνήσκωσιν οἱ σοφοὶ, καὶ ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται. Τοῦ αὐτοῦ. Ὁ κοπιῶν διὰ τῆς πρακτικῆς, ζήσεται εἰς τέλος διὰ τῆς γνώσεως. Καθαψάμενος τῶν ἀμετανοήτων, τρέπεται καὶ ἐπὶ τοὺς μετανοοῦντας, καὶ παρηγορεῖ τὸν κόπον τῆς μετανοίας ταῖς ἐλπίσι τοῦ μέλλοντος. Ἐκοπίασε, φησὶν, ἐνταῦθα μετανοῶν, καὶ τὸ λοιπὸν ζήσεται διὰ παντός. Τοῦτο γὰρ σημαίνει τὸ εἰς τέλος. Ζωὴν δὲ λέγει τὴν κυρίως τὴν ἄπονον. Ἡ γὰρ ἐνταῦθα καταχρηστικῶς. Τέλος δὲ νοήσεις τὸν μέλλοντα αἰῶνα, ὅστις ἐστὶ τέλος τοῦ παρόντος. Τοῦτο ὁ μὲν Σύμμαχος οὕτω φησίν· Ἀναπαυσάμενος τῷ αἰῶνι τούτῳ, ζῶν εἰς αἰῶνα διατελέσει· ὁ δὲ Ἀκύλας· Καὶ ἀνεπαύσατο εἰς τὸν αἰῶνα, καὶ ζήσεται εἰς νῖκος. Ὁ γὰρ ἐνταῦθα ἐπίπονον κτησάμενος βίον καὶ ἔγκοπον, οὗτος τῆς ἐπηγγελμένης ζωῆς κατὰ τὸν μέλλοντα αἰῶνα ἀξιωθήσεται, οὐκ ὀψόμενος καταφθορὰν, ἡνίκα ἂν ἀποθνήσκωσιν οἱ σοφοί. Ὅτι οὐκ ὄψεται καταφθορὰν, ὅταν ἴδῃ σοφοὺς ἀποθνήσκοντας, ἐπιτοαυτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται, κ. τ. ἑ.
PG 12:1415Ὀψόμεθα τοὺς σοφοὺς τοῦ κόσμου τούτου ἐν τῷ αἰῶνι τῷ μέλλοντι στερηθέντας τῆς ζωῆς τῆς εἰπούσης· Ἐγώ εἰμι ἡ ζωή. Τίνες δὲ οὗτοι οἱ ἀποθνήσκοντες σοφοὶ, ἢ περὶ ὧν λέλεκται· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, ἀφ’ ὧν ἔκρυψεν ὁ Θεὸς τὰ μυστήρια ἃ νηπίοις ἀπεκάλυψε; Λέγει δὲ σοφοὺς τοὺς πανούργους κατὰ τὸ, Σοφοί εἰσι τοῦ κακοποιῆσαι, καὶ τοὺς μαθητὰς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου· ὧν τὸν θάνατον οὐκ ὄψεται ὁ λυτρωθεὶς ὑπὸ τοῦ εὐδοκήσαντος διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. Ὁ πεπληροφορημένος περὶ τῆς μελλούσης κρίσεως, ὅταν ἴδῃ τοὺς σοφοὺς ἀποθνήσκοντας, οὐ νομίσῃ τὸ γινόμενον καταφθορὰν ὁμοῦ ψυχῆς τε καὶ σώματος, ὡς ἐκεῖνοι ζῶντες τὸν θάνατον ὡρίζοντο, ἀλλὰ μετοικίαν εἰς κόσμον ἕτερον. Καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα, κ. τ. ἑ. Οἱ τοῖς τάφοις κεκονιαμένοις ὅμοιοι γέμοντες ὀστέων νεκρῶν, καὶ πάσης ἀκαθαρσίας, τούτους αἰτιᾶται ὁ Σωτήρ· καὶ τοὺς οἰκοδομοῦντας τάφους, εἰ καὶ προφητῶν· καὶ τοὺς κοσμοῦντας μνημεῖα, εἰ καὶ δικαίων· οὐκ ἐπιτρέπει μαθητῇ θάπτειν νεκρὸν, εἰ καὶ πατρός. Καὶ ἐν τῷ Ἡσαί̈ᾳ·
PG 12:1416Τί, φησὶν, ᾠκοδόμησας σεαυτῷ μνῆμα, καὶ ἐλατόμησας σεαυτῷ μνημεῖον; Καὶ οἱ ἐν τοῖς μνημείοις, ἐὰν ἀκούσωσι τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, ζήσουσιν. Ἐπὶ τῶν γαιῶν δέ ἐστι τὰ ὀνόματα ἄνου καὶ ἄφρονος. Τοῦ αὐτοῦ. Τάφος νοῦ ἀκάθαρτος ψυχή· τάφος δὲ ψυχῆς σῶμα. Ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν. Οὐκ ἀπὸ ἀρετῶν ὀνομάζονται, ἀλλ’ ἀπὸ γηί̈νων πραγμάτων. Οὐ γὰρ δίκαιοι καὶ σώφρονες λέγονται, ἀλλὰ ῥήτορες, καὶ γραμματικοὶ, καὶ φιλόσοφοι, καὶ τρίβουνοι, καὶ κόμητες. Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, κ. τ. ἑ. Ὁ μὴ συνιεὶς ἄνθρωπος ἐν τιμῇ ὢν ἑαυτὸν παρασυνεβλήθη τοῖς κτήνεσι, καὶ ὡμοιώθη αὐτοῖς, ἔσθ’ ὅτε καὶ τοῖς τούτων διαφέρουσιν. Ἑκάστῳ δι’ ὧν πράττει ὁμοιοῦται τῷ τινι ἑαυτόν. Καλὸν δὲ τὸ ὁμοιοῦσθαι Θεῷ. Αὕτη ἡ ὁδὸς αὐτῶν σκάνδαλον αὐτοῖς· ἄφρονος δηλαδὴ καὶ ἄνου ἡ ὁδός. Ἀλλὰ καὶ Χριστὸς σκάνδαλόν ἐστι, πέτρα ὢν σκανδάλου. Ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσιν. Τὸ χρηστὸν οἶμαι δηλοῦσθαι τέλος ἄφρονος καὶ ἄνου. Καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσιν, κ. τ. ἑ. Ἐλπὶς ἀγαθὴ τὸ μετὰ ταῦτα αὐτοὺς εὐδοκῆσαι. Ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο· θανατὸς ποιμανεῖ αὐτοὺς, κ.
PG 12:1417τ. ἑ. Θάνατος ποιμανεῖ τὸν ἄφρονα καὶ τὸν ἄνουν· ἢ μᾶλλον τὸν μὴ συνιέντα ἄνθρωπον τὴν ἑαυτοῦ τιμήν. Σαφῶς δὲ ὁ εἰπὼν, Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου, καὶ ταῦτα λέγει τὸ, Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου, καὶ τὰ ἑξῆς. Τοῦ αὐτοῦ. Ἀγγέλους μὲν ποιμαίνει ζωὴ, ἀνθρώπους δὲ θάνατος καὶ ζωὴ, δαίμονας δὲ μόνον θάνατος. Καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωί̈. Ἔσονται γὰρ ἐπάνω πέντε πόλεων, καὶ δέκα πόλεων οἱ εὐθεῖς, ἐν τῷ μέλλοντι. Καὶ Σολομὼν δὲ ἐν Παροιμίαις τὸ αὐτὸ τοῦτό φησι· Σπεύδει γὰρ πλουτεῖν ἀνὴρ βάσκανος, καὶ οὐκ οἶδεν, ὅτι ἐλεήμων κρατήσει αὐτοῦ. Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, κ. τ. ἑ. Τοῖς τοῦτον πλουτοῦσιν οὐαί· οὐ γὰρ λήψεταί τις ἀποθνήσκων αὐτόν. Οὐδὲ συγκαταβήσεται αὐτῷ δόξα τοῦ οἴκου αὐτοῦ. Ταύτην ζητοῦσι τὴν δόξαν οἱ μὴ πιστεύοντες, οὐ συγκαταβησομένην αὐτοῖς. Ὁ ἀποθνήσκων οὐ λήψεται τὴν πληθυνομένην δόξαν τοῦ οἴκου αὐτοῦ· ἀλλὰ καὶ τῷ μὲν ἀναβαίνοντι ἐναρέτῳ συναναβήσεται ἡ δόξα αὐτοῦ, ἤγουν ἡ ἀρετή· τῷ δὲ καταβαίνοντι συγκαταβήσεται. Καὶ τοῦ ἁγίου δὲ ψυχὴ ἐν τῇ ζωῇ αὐτοῦ, ἥτις ἐστὶν ὁ Χριστὸς, εὐλογηθήσεται.
PG 12:1418Ὅστις ἅγιος τῷ Θεῷ ἐξομολογήσεται, ἀγαθοποιοῦντι αὐτόν. Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν, κ. τ. ἑ. Ἐπαπορητέον ὁ ἐν τιμῇ ὢν ἄνθρωπος καὶ μὴ συνιεὶς ποίας ἐστὶ φύσεως. Εἰ μὲν τῆς πνευματικῆς, πῶς ὁμοιοῦται τοῖς κτήνεσιν; Εἰ δὲ τῆς χοϊκῆς, πῶς ἐν τιμῇ ἐστιν; Εἰ δὲ τῆς ψυχικῆς, ἐὰν οὗτος ᾖ ἐν τιμῇ, ὁ πνευματικὸς ἐν τίνι; ΨΑΛΜΟΣ ΜΘ. Θεὸς θεῶν Κύριος ἐλάλησε, κ. τ. ἑ. Ὁ Θεὸς τῶν θεῶν διὰ Χριστοῦ λαλήσας, ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν· ἀπὸ ἀνατολῶν τὸν Ἰσραὴλ, δυσμῶν δὲ τοὺς δυσγενεστάτους. Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος, κ. τ. ἑ. Εἴπερ εὐπρέπεια καὶ ὡραιότης Κυρίου ἡ σοφία ἐστίν· αὕτη ἐν τῇ Σιών ἐστιν. Οὗτος ἐφ’ οὗ τῇ γενέσει λέγομεν· Ἐμμανουὴλ ἐμφανῶς ἦλθε, καὶ οὐ παρασιωπᾷ, ἀλλὰ λέγει δι’ ὧν θέλει, ἐπεὶ Θεὸς ἡμῶν ἐστι. Νῦν μὲν, φησὶν, οὐ παρασιωπήσεται· ἑξῆς δὲ, ταῦτα ἐποίησας, καὶ ἐσίγησα. Πῦρ ἐνώπιον αὐτοῦ. Πῦρ γὰρ, φησὶν, ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. Καὶ ἐν τῷ Δανιήλ· Ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ. Πῦρ δὲ καὶ καταιγὶς ἐπὶ τοὺς μὴ προσέχοντας αὐτοῦ τῇ ἐπιφανείᾳ καὶ τῷ Λόγῳ, ὃς ἥξει ἐκ τῆς ἐπουρανίου Σιὼν, ἰσοσθενὴς ὢν τῷ Πατρί·
PG 12:1419οὐράνιος γὰρ ἦν Θεὸς, καὶ ὅτε ἦλθεν ἐμφανῶς, ἤτοι ὅτε γέγονε σάρξ. Τότε γὰρ ὁρατὸς γέγονεν ἐλθὼν, οὐ παρασιωπήσεται, ἀλλὰ τοῦ κόσμου ἐλέγξει τὴν ἁμαρτίαν, ἤγουν τὴν βούλησιν ἀναγγελεῖ τοῦ Πατρός. Καλεῖται γὰρ μεγάλης βουλῆς ἄγγελος. Τὸ δὲ πῦρ τὸ φῶς σημαίνει τὸ ἐξ αὐτοῦ· τῆς γὰρ γνώσεως τοῦ Χριστοῦ τὸ διὰ πίστεως νοητὸν φῶς ἡγεῖται. Νοήσεις δὲ καὶ οὕτω· Ἐν ἐξουσίᾳ καὶ δυνάμει θεότητος ὢν, καίπερ γεγονὼς ἐν σαρκὶ, καθάπερ τι πῦρ καὶ καταιγὶς προσέβαλε τοῖς ἀντικειμένοις αὐτῷ διαβόλῳ καὶ δαίμοσιν. Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται, κ. τ. ἑ. Ὁ Θεὸς ἡμῶν ἐμφανῶς ἥξει· Θεὸς δὲ ἡμῶν ὁ Χριστός ἐστι· Χριστὸς ἐμφανῶς ἥξει. Τοῦ αὐτοῦ. Χριστὸς ἐλήλυθεν ἐν σαρκί. Τὸ ἐμφανῶς ἄρα τὴν σάρκα δηλοῖ· αἰσθητὴ γὰρ ἦν ἡ σὰρξ τοῦ Χριστοῦ. Προσκαλέσεται τὸν οὐρανὸν ἄνω, κ. τ. ἑ. Ἐπεὶ ἐν Δευτερονομίῳ δοθέντος τοῦ νόμου διεμαρτύρατο Μωϋσῆς τὸν οὐρανὸν καὶ τὴν γῆν, ὁμοίως δὲ καὶ ἀρχόμενος τῆς ᾠδῆς τούτους καλεῖ· ἔτι δὲ καὶ ἐν Ἡσαί̈ᾳ παραλαμβάνονται· διὰ τοῦτο, κρινομένου τοῦ λαοῦ, προσκαλέσεται τὸν οὐρανὸν καὶ τὴν γῆν ὁ Θεός.
PG 12:1420Νῦν δὲ τὸ διακρῖναι λέγει ἀντὶ τοῦ διαχωρίσαι τοὺς ἰδίους αὐτοῦ, ὄντας λαὸν αὐτοῦ, ἀπὸ τῶν ἀλλοτρίων αὐτοῦ τῶν συννεμομένων τοῖς αὐτοῦ· ἵνα τῷ μὲν οὐρανῷ ἀποδῷ τοὺς ἰδίους, τῇ δὲ γῇ τοὺς ἀλλοτρίους. Ἢ προσκαλέσεται τοὺς ἐν οὐρανοῖς ἀγγέλους, καὶ τοὺς ἐξειλεγμένους ἐν γῇ πρὸς ἀποστολὴν, ὥστε τὸν αὐτοῦ λαὸν διακρῖναι. Οἱ γὰρ ἀπόστολοι τοὺς μὲν πειθομένους προσεκόμιζον τῷ Θεῷ, τοὺς δὲ μὴ τοιούτους ἠφίεσαν τῷ Σατανᾷ. Συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ, τοὺς διατιθεμένους τὴν Διαθήκην αὐτοῦ ἐπὶ θυσίαις. Καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, ὅτι Θεὸς κριτής ἐστι, κ. τ. ἑ. Ἢ οὐρανοὶ οἱ τὴν εἰκόνα φοροῦντες τοῦ ἐπουρανίου. Ἢ τοῦτό ἐστιν ἐναργῶς, τὸ διακρίνεσθαι τὸν λαὸν Κυρίου παρά τε δυνάμεων λογικῶν καὶ τῶν ἱερουργούντων τὸ σωτήριον κήρυγμα, οἳ καὶ συναγείρουσι Χριστῷ τοὺς ὁσίους αὐτοῦ· οὓς προέγνω, φησὶ, καὶ προώρισε· καὶ οὓς ἐκάλεσε, καὶ ἐδικαίωσεν· οἳ πληροῦσι τὴν Διαθήκην, οὐ δι’ αἱμάτων, ἀλλὰ ταῖς πνευματικαῖς θυσίαις. Τοῦ αὐτοῦ. Ἐνταῦθα προδήλως τὸν Χριστὸν λέγει Θεόν.
PG 12:1421Πᾶσαν γὰρ τὴν κρίσιν ἔδωκεν ὁ Πατὴρ τῷ Υἱῷ. Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε, κ. τ. ἑ. Περὶ τῶν μετὰ τὴν παρουσίαν Χριστοῦ ἀθετουμένων παρὰ Ἰουδαίοις θυσιῶν ταῦτα ἁρμόσει προφητεύεσθαι. Ἢ οὐδὲ πονηρᾷ, φησὶ, διαθέσει πρόσαγε ἐφ’ ᾧ τὸν Κάϊν διήλεγξα. Ὅτι ἐμά ἐστι πάντα τὰ θηρία τοῦ ἀγροῦ, κ. τ. ἑ. Πάντα λέγει εἶναι ὑπὸ τὴν πρόνοιαν τοῦ Θεοῦ. Οὐχὶ γὰρ δύο στρουθία τοῦ ἀσσαρίου πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἄνευ τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς; Μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι; κ. τ. ἑ. Ἀναιρεῖ θυσίας αἰσθητάς· θυσία γὰρ τῷ Θεῷ πνεῦμα συντετριμμένον. Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ διηγῇ τὰ δικαιώματά μου; κ. τ. ἑ. Οὐ μόνον, οἶμαι, τῷ ἁπλούστερον νοουμένῳ ἁμαρτωλῷ ταῦτα εἶπεν ὁ Θεὸς, ἀλλὰ καὶ τῷ λαῷ τῆς κατατομῆς. Ὁ δὲ ἁμαρτωλὸς διὰ μόνου στόματος ἀναλαμβάνει τὴν Διαθήκην τοῦ Θεοῦ· μισεῖ γοῦν παιδείαν καὶ τὰ ἐπιφερόμενα ἁμαρτάνων.
PG 12:1422Ἢ ἐπεὶ ὁ λαὸς οὗτος, φησὶ, τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ’ ἐμοῦ. Οἱ ἐκ περιτομῆς ἐμίσησαν παιδείαν ἐν τῇ ἐπιδημίᾳ Χριστοῦ, καὶ ἐκβεβλήκασιν εἰς τὰ ὀπίσω τοὺς διὰ Ἰησοῦ Χριστοῦ λόγους τοῦ Θεοῦ· συνέδραμον δὲ τῷ κλέπτῃ καὶ προδότῃ Ἰούδα, καὶ μετὰ τῶν μοιχευόντων ξύλα καὶ λίθους ἔθηκαν ἑαυτῶν τὴν μερίδα· καὶ πρὸς ἄλλους καταλαλοῦσι τοῦ ἐξ ἐθνῶν ἀδελφοῦ αὐτῶν λαοῦ· ἀλλὰ καὶ κατ’ αὐτῶν τῶν ὁμομητρίων, καὶ ἐκ περιτομῆς πιστευόντων σκάνδαλα τιθέασι, βουλόμενοι διαστρέφειν αὐτούς· διὰ ταῦτα ἐσίγησεν αὐτοῖς ὁ Θεός. Δέον δὲ αὐτοὺς εἶναι πρὸ ὀφθαλμῶν, ὁ δὲ ἐκβάλλει αὐτοὺς εἰς τὰ ὀπίσω. Τοῦ αὐτοῦ. Ὅτι οὐ δεῖ ἁμαρτάνοντά τινα ἐν διδασκάλου προκαθέζεσθαι τάξει. Σὺ δὲ ἐμίσησας παιδείαν, κ. τ. ἑ. Παιδεία ἐστὶ μετριοπάθεια παθῶν. Καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις, κ. τ. ἑ. Ἡ μερὶς ἡμῶν ἐστιν ἡ γνῶσις τοῦ Θεοῦ. Ταύτην δὲ τίθεμεν μετὰ μοιχῶν, τὴν ἐκείνων ἀναλαμβάνοντες. Μοιχὸν ἐνταῦθα τὸν πόρνον καλεῖ, καὶ παντοῖον ἀκόλαστον. Ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος, κ. τ. ἑ. Ὁμοίωσίς ἐστιν ἡ διὰ τῶν ἀγαθῶν πράξεων μίμησις.
PG 12:1423Διόπερ οὐ τοῖς ἁμαρτάνουσιν, ἀλλὰ τοῖς κατορθοῦσιν ἐξομοιοῦται ὁ Κύριος. Μήποτε ἁρπάσῃ, καὶ οὐ μὴ ᾖ ὁ ῥυόμενος, κ. τ. ἑ. Ἁρπάζεται ψυχὴ παντελῶς ἐκπεσοῦσα Θεοῦ. Θυσία αἰνέσεως δοξάσει με, κ. τ. ἑ. Ἐν τῇ θυσίᾳ, φησὶ, τῆς αἰνέσεως ὁδός ἐστι τῆς παρὰ Θεῷ σωτηρίας. Θυσία δὲ αἰνέσεως δοξάσει ἡμῶν τὸν Θεὸν, ὅτι οἱ βλέποντες τὰ καλὰ ἡμῶν ἔργα δοξάσουσι τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ἐν δὲ τούτοις ὄντων ἡμῶν, ἐστὶν ἡ ὁδὸς ἐν ᾗ δείξει ἡμῖν ὁ Θεὸς τὸ σωτήριον ἑαυτοῦ. ΨΑΛΜΟΣ Ν. Ἐκ τῶν εἰς τὸν ν ψαλμὸν ἐξηγητικῶν ἐν μέρει τῆς κατὰ τὸν Οὐρίαν ἱστορίας τὴν ἀρχὴν ἀλληγορήσας, ἐπιφέρει. Εἰ δέ τῳ βίαιον εἶναι δοκεῖ τὸ ἐκ μέρους μὲν ἱστορίαν ἀλληγορῆσαι, μὴ ἐξομαλίσαι δὲ αὐτὴν, δῆλον ὅτι ταῦτα μὲν μάτην λελέξεται, ἄλλα δὲ εἰς τὸν τόπον ζητητέον· εἰ μὴ ἄρα ἐπὶ πλέον τις βασανίσας τὰ κατὰ τὸν τόπον, εὕροι πάντα ἀποκαταστῆσαι, καὶ τὰ περὶ τὸν ἀναιρεθέντα ἄνδρα, καὶ τὴν δοκοῦσαν αὐτοῦ χρηστότητα· μὴ βουλομένου εἰς τὸν οἶκον αὐτοῦ γενέσθαι καὶ ἀναπαύεσθαι, τοῦ λαοῦ ἐν στρατοπέδῳ τυγχάνοντος καὶ ἀγωνιῶντος.
PG 12:1424Οὐκ οἶδα δὲ πῶς οἱ φεύγοντες τὴν ἐν τούτοις ἀλληγορίαν, καὶ τὴν λέξιν δι’ ἑαυτὴν ἀναγεγράφθαι νομίζοντες, παραστήσονται τῷ βουλήματι τοῦ ἁγίου Πνεύματος πράγματα ἀναγραφῆς ἀξιώσαντος· ἐφ’ οἷς οὐ μόνον ἀκολασία, ἀλλὰ καὶ ὠμότης καὶ ἀπανθρωπία κατηγορεῖται τοῦ Δαυὶ̈δ, τολμήσαντος εἰς τὸν Οὐρίαν πρᾶγμα ἀλλότριον καὶ τοῦ τυχόντος ἤθους μετρίως βελτιωθέντος. Ἐγὼ δὲ εἴποιμι ἂν, ὅτι, ὥσπερ αἱ κρίσεις τοῦ Θεοῦ μεγάλαι καὶ δυσδιήγητοί εἰσι, δοκοῦσαι αἰτίαι τυγχάνειν τοῦ τὰς ἀπαιδεύτους πλανᾶσθαι ψυχὰς, οὕτω καὶ αἱ Γραφαὶ αὐτοῦ μεγάλαι μὲν καὶ πεπληρωμέναι νοημάτων εἰσὶν ἀποῤῥήτων καὶ μυστικῶν καὶ δυσθεωρήτων· σφόδρα δὲ καὶ δυσδιήγητοί εἰσι, καὶ αἰτίαι δοκοῦσι τοῦ τὰς ἀπαιδεύτους πλανᾶσθαι τῶν ἑτεροδόξων ψυχὰς, ἀπερισκέπτως καὶ μετὰ προπετείας κατηγορούντων τοῦ Θεοῦ ἐξ ὧν οὐ νοοῦσι Γραφῶν, καὶ διὰ τοῦτο ἐκπιπτόντων ἐπὶ ἀναπλασμὸν ἄλλου Θεοῦ.
PG 12:1425Ἀσφαλὲς οὖν τὸ περιμένειν τὴν ἑρμηνείαν τοῦ σαφηνιστοῦ Λόγου, καὶ τῆς ἐν μυστηρίῳ σοφίας ἀποκεκρυμμένης, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκε, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος τοῖς ἀποστόλοις καὶ τοῖς ἐκείνοις παραπλησίοις, διά τε Γραφῶν προφητικῶν καὶ τῆς γενομένης εἰς αὐτοὺς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Λόγου τοῦ ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Ἐλέησόν με, ὁ Θεὸς, κ. τ. ἑ. Ἐλεεῖ δὲ τὴν φύσιν ὁ πλάσας αὐτὴν πολυνοσοῦσαν τὸ ἀδρανές· κατασείει γὰρ τὸν νοῦν ὁ τῆς ἁμαρτίας εὑρετὴς, συνεργὸν ἔχων τὸν ἐν τοῖς μέλεσι τῆς σαρκὸς ἀγριαίνοντα νόμον· προσιτέον οὖν Θεῷ· πᾶσα γὰρ ἰσχὺς παρ’ αὐτοῦ. Τάχα δὲ καὶ προγνοὺς, ὅτι κατὰ καιροὺς ἐπιλάμψει τοῖς ἐπὶ γῆς ὁ Χριστὸς ἐξαλείψων πᾶσαν ἁμαρτίαν τοῦ κόσμου, ἔλεος μέγα τὴν οὕτω λαμπρὰν εἰκότως χάριν καλεῖ· γέγραπται γὰρ ὅτι πᾶσα ἁμαρτία ἐμφράξει τὸ στόμα αὐτῆς. Κατὰ γὰρ τὸν Ἀπόστολον, Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων; Ἐπὶ πλεῖον πλῦνόν με, κ. τ. ἑ. Τοῦ μηκέτι ἀνομοῦντος ἐξαλείφεται τὸ ἀνόμημα· ὁ δὲ ἐπὶ πλεῖον πλυθεὶς καθαρίζεται ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ.
PG 12:1426Κατὰ μιᾶς τοίνυν ἐνεργείας ἐπίνοια διάφορος. Ἡ μὲν γὰρ χωρὶς νόμου, ἡ δὲ κατὰ νόμου παράβασιν δηλοῖ. Αἰτεῖ δὲ ταύτην ἐκπλῦναι τὸν καθᾶραι δυνάμενον ἀπὸ τῆς χείρονος ἕξεως. Ὅρα δὲ τοῦ Χριστοῦ πάλιν τὸ μυστήριον· τὴν γὰρ ἐν νόμῳ κάθαρσιν ἡ τοῦ βαπτίσματος ὑπερβαίνουσα δύναμις, καὶ ταύτης τῆς ψυχῆς ἐργάζεται κάθαρσιν. Σοὶ μόνῳ ἥμαρτον, κ. τ. ἑ. Οὐκ αἰτιατικόν ἐστι τοῦτο τὸ, ὅπως· οὐ γὰρ διὰ τοῦτο ἡμάρτανον, ὅπως ἂν δικαιωθῇ ὁ Θεὸς ἐν τοῖς λόγοις αὐτοῦ. Ἐδικαιοῦτο δὲ ὁ Θεὸς εἰκότως ἀφ’ ὧν ἐκεῖνοι εὐεργετούμενοι ἠγνωμόνουν. Ὅτι, πολὺν τοῦ Θεοῦ τὸν περὶ μετανοίας λόγον ποιησαμένου, ἐν τῷ λέγειν μὴ βούλεσθαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέφειν, καὶ ζῇν αὐτὸν, σοφῶς τῶν προκειμένων ἐμνημόνευσε ῥημάτων κατασκευάζων· Ὅτι, ἐὰν ἐμοὶ μετανοοῦντι συγχωρήσῃς, καὶ ἐπιστρέφοντι ἱλασθήσῃ, δικαιωθήσῃ ἐν τοῖς λόγοις σου, ὡς ἀληθὴς ἀναδειχθεὶς ταῖς σαῖς ὑποσχέσεσι· καὶ ἐν καιρῷ τῆς ἀνταποδόσεως, ἐμὲ τὸν ἐκ μετανοίας ἐλεηθέντα εἰς μέσον παραγαγὼν, δικαίως κρινεῖς τοὺς μὴ μετανοήσαντας. Τοῦ αὐτοῦ. Κατ’ ἐνέργειαν ἁμαρτάνοντες, καὶ ἀνθρώποις καὶ Θεῷ ἁμαρτάνομεν·
PG 12:1427κατὰ δὲ διάνοιαν πλημμελοῦντες Θεῷ μόνῳ ἐξαμαρτάνομεν. Ἢ ἀντὶ τοῦ, Σοὶ μόνῳ ἔγνωσται τὸ ἡμαρτημένον. Ἀπόδος μοι τὴν ἀγαλλίασιν, κ. τ. ἑ. Ὧ ὀφείλεταί τι, ἀποδίδοται· ἀποδίδοται οὖν τῇ λογικῇ φύσει ἀγαλλίασις σωτηρίου Θεοῦ· καὶ ὁ τῷ ἡγεμονικῷ στηριζόμενος πνεύματι οὐ δουλεύσει τῇ ἁμαρτίᾳ. Ὥσπερ ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν· οὕτως, ἐὰν μὴ ὁ Θεὸς κτίσῃ καρδίαν καθαρὰν ἔν τινι, οὐκ αὐτάρκης πρὸς τοῦτο προαίρεσις καὶ δύναμις ἀνθρωπίνη. Πρῶτον δὲ καρδία κτίζεται καθαρὰ, εἶτα ἐπὶ ταύτῃ εὐθὲς πνεῦμα ἐγκαινίζεται τοῖς ἐγκάτοις, καὶ ταῦτα μὴ ἀνταναιρεθέντος τοῦ ἁγίου Πνεύματος. Εἶτα μετὰ δύο πνεύματα πνεύματι ἡγεμονικῷ τις ὑπὸ Θεοῦ στηρίζεται, ἵνα ἑδραῖός τις καὶ ἄσειστος ᾖ. ΨΑΛΜΟΣ ΝΑ. Τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατὸς ἀνομίαν, κ. τ. ἑ. Ὁ καυχώμενος, φησὶν Ἀπόστολος, ἐν Κυρίῳ καυχάσθω. Τοῦ αὐτοῦ. Οὐκ εἶπεν ὄνομα μέσον, ἐμφαῖνον τὸ φαῦλον. Οὐ γὰρ εἶπε, Τί καυχᾷ; ἀλλὰ, Τί ἐγκαυχᾷ; οὐδέποτε δὲ ἐν ἀγαθῷ λέγεται τὸ ἐγκαυχᾶσθαι· ἀλλ’ εἴ τις ἁμαρτάνει, ἐγκαυχᾶται. Δύναται δὲ καὶ πρὸς τὸν Σαοὺλ ὁ λόγος εἰρῆσθαι. Τοῦ αὐτοῦ.
PG 12:1428Εἰ ἔστι δυνατὸς ἐν ἀνομίᾳ, ἔστι καὶ ἀδύνατος ἐν ἀνομίᾳ. Καὶ ὁ μὲν δυνατὸς ἐν ἀνομίᾳ ἀδύνατος ἐν δικαιοσύνῃ· ὁ δὲ ἀδύνατος ἐν ἀνομίᾳ δυνατὸς ἐν δικαιοσύνῃ. Τοῦ αὐτοῦ. Φαῦλον μὲν τὸ ἐγκαυχᾶσθαι, μέσον δὲ τὸ καυχᾶσθαι. Ὁ μὲν ἀδύνατος καὶ ἄτονος καὶ ὀλίγος ἐν κακίᾳ, πλεονάζοντος αὐτῷ τοῦ κρείττονος τρόπου, ὡς ἀσθενέστερος ἐν κακίᾳ, ἐγκαλύψαιτο ἁμαρτάνων, καὶ ὑπὸ τῆς συνειδήσεως κεντούμενος, μετανοήσειεν ἄν· ὁ δὲ δυνατὸς ἐν κακίᾳ τυφοῦται ἐπ’ αὐτῇ, καὶ ἐγκαυχᾶται, ὡς ἐπὶ μεγάλῳ κατορθώματι σεμνυνόμενος. Ἐν πάσῃ δὲ ἡμέρᾳ διδασκόμενός τις τὸν θεῖον λόγον, ἐὰν ἁμαρτάνῃ, καὶ λογίζεται ὅλην τὴν ἡμέραν. Ἢ τὸ, ἡμέραν, φανέρωσιν δηλοῖ, ἢ ὅλον τὸν χρόνον, καθ’ ὃν ἀνομεῖ. Ὅλην τὴν ἡμέραν ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου· ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον, κ. τ. ἑ. Τὸ λογιζόμενον, τὸ ἡγεμονικὸν, καὶ ἡ καρδία, οὐχ ἡ γλῶσσα τοῦ Δωὴκ ἀδικίαν ἐλογίσατο. Τὸ δὲ, ἐλογίσατο, ἤτουν ἀδίκους λογισμοὺς, ἐπεὶ ἐν στόματι μωρῶν ἡ καρδία αὐτῶν, διὰ τοῦτο ἡ γλῶσσα τοῦ Δωὴκ ἐφθέγξατο· οὐ γὰρ αὐτὴ ἡ λογιζομένη, ἀλλ’ ἡ τοῖς λογισμοῖς ἐξυπηρετουμένη. Ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην, κ. τ. ἑ.
PG 12:1429Εἰσὶν οἱ ὡσπερεὶ τὰ ἐναντία ἀγαπῶντες· τῷ μήποτε πάντη ἀνακεῖσθαι ἀρετῇ, μήτε ὅλῃ κακίᾳ προςέχειν ἐθέλειν· τούτων οἱ μὲν φαυλότεροι κακίαν μᾶλλον ἀγαπῶσιν ἢ ἀρετήν· οἱ δὲ ἀνάπαλιν. Ἠγάπησας πάντα ῥήματα καταποντισμοῦ, κ. τ. ἑ. Ῥήματα καταποντισμοῦ, διαβάλλων τὸν Δαυὶ̈δ, ἠγάπησεν ὁ Δωήκ. Διὰ τοῦτο ὁ Θεὸς καθέλοι σε εἰς τέλος, ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματος, καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων, κ. τ. ἑ. Ὁ καθαιρῶν τὰ μοχθηρὰ οἰκοδομήματα Θεὸς καθαιρεῖ τὸν Δωὴκ, ἤτοι τῷ μηδὲ τὸν τοῖχον τῆς οἰκοδομίας αὐτοῦ καταλιπεῖν τὸ πᾶν καὶ ἐξ ὅλων οἰκοδομεῖσθαι κακῶς ἢ ἐπεὶ οἱ χείρους τελευταῖοι οἰκοδομοῦνται, κάκιστος δέ ἐστιν ὁ Δωὴκ, ἐγγὺς τοῦ τὸν ἔσχατον ἐχθρὸν καταργεῖσθαι τὸν θάνατον, ἐπὶ τῷ τέλει καθαιρεθήσεται. Εἰ δὲ τὸ ῥίζωμα Ἰδουμαίου Δωὴκ ἐκτίλλεται ἐκ γῆς ζώντων, ἐκεῖ πεφύτευτο. Ἰδοὺ ἄνθρωπος, ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ, ἀλλ’ ἐπήλπισεν ἐπὶ τὸ πλῆθος τοῦ πλούτου αὐτοῦ, κ. τ. ἑ. Μήποτε ἀπὸ τῶν ἡμιόνων, νόθου ζώου, ἐπλούτει, ἐφ’ ὧν ἦν ὑπὸ Σαοὺλ καταστάς. Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, κ. τ. ἑ.
PG 12:1430Ὁ καρπὸς τοῦ πνεύματός ἐστι χαρὰ, εἰρήνη, ἀγάπη, μακροθυμία, κ. τ. ἑ. Τοῦτον τοίνυν τὸν καρπὸν ἔχων ἐν ἑαυτῷ ὁ ἅγιος ἔλεγεν· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος. Ἐλαίᾳ δὲ κατακάρπῳ ὁμοιοῖ ἑαυτὸν, ἐπειδὴ ἐλεημοσύνης ἐπικρατούσης ἐν αὐτῷ, ἀκολούθως εἵποντο αἱ λοιπαὶ ἀρεταί. Οὕτω τὸν Ἰὼβ ἀνδρεῖόν φαμεν, καὶ τὸν Ἰωσὴφ σώφρονα, καὶ τοὺς λοιποὺς ἀπὸ τῆς ἐπικρατούσης ἀρετῆς ὀνομάζοντες αὐτούς. Ὑπομενῶ τὸ ὄνομά σου, ὅτι χρηστὸν ἐναντίον τῶν ὁσίων σου, κ. τ. ἑ. Ὥσπερ τὸ φύσει χρηστὸν, ὁποῖόν ἐστι, τοιοῦτον ἐπὶ τῇ ὑγιαινούσῃ φύσει φαίνεται, οὕτω καὶ τὸ ὄνομα τοῦ Θεοῦ τοῖς ὁσίοις. ΨΑΛΜΟΣ ΝΒ. Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ, κ. τ. ἑ. Φρονεῖ μὲν ὁ ἄφρων, ὅτι οὐκ ἔστι Θεὸς, διὰ τοῦτο ἐν καρδίᾳ εἶπεν· οὐχ ὁμολογεῖ δὲ τῷ στόματι διὰ τὸν τῶν ἀνθρώπων φόβον. Ἢ ἄφρων ὁ λαὸς, ὃς ἀρνεῖται Χριστὸν εἶναι Θεὸν, ὡς πρὸς τὴν προτέραν ἐκδοχὴν περὶ ἄφρονος, οὐ στόματι, ἀλλὰ καρδίᾳ λέγεσθαι, μὴ εἶναι Θεὸν, φέρεται. Οὐκ ἔστι ποιῶν ἀγαθὸν, κ. τ. ἑ. Καὶ ὁ Σωτὴρ τὸν εἰπόντα, Τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; νουθετῶν φησι· Τί με λέγεις ἀγαθόν; ᾔδει γὰρ, ὅτι οὐκ ἔστι ποιῶν ἀγαθόν.
PG 12:1431Τάχα δὲ ἐπεὶ ὁ νόμος σκιὰν ἔχει τῶν μελλόντων ἀγαθῶν, οὐκ ἔστιν ἐν τῷ βίῳ ποιῶν ἀγαθὸν, ἀλλ’ ἢ ἄρα σκιὰν ἀγαθοῦ. Καὶ ἐπεὶ οὐκ ἔστι ποιῶν ἀγαθὸν, ἐπιτιμᾶται ὁ εἰπὼν, Τί με λέγεις ἀγαθόν; Οἱ κατεσθίοντες τὸν λαόν μου βρώσει ἄρτου, τὸν Θεὸν οὐκ ἐπεκαλέσαντο, κ. τ. ἑ. Εἴ τις ἐσθίει τινὰ τῶν ἀπὸ τοῦ λαοῦ τοῦ Θεοῦ, ἐκεῖνος κἂν λέγῃ ἐπικαλεῖσθαι τὸν Θεὸν, ἐλέγχεται μὴ ἐπικαλούμενος αὐτόν. Πᾶς γὰρ ὃς ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Ὅτι ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων, κ. τ. ἑ. Οὐκ εἴ τις ἀνθρώποις ἀρέσκει, ἀνθρωπάρεσκός ἐστιν· ἀλλὰ καὶ προθέμενός τις ἀνθρώποις ἔσθ’ ὅτε ἀρέσκειν, καθηκόντως αὐτὸ ποιήσει, καὶ οὐκ ἀνθρωπάρεσκος ἔσται. Ὁ γοῦν Παῦλός φησιν· Ἀπρόσκοποι καὶ Ἰουδαίοις γίνεσθε καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν. Ἀλλ’ εἴ τις προτίθεται οὐδὲν ἄλλο ἢ ἀνθρώποις ἀρέσκειν, ἢ μᾶλλον ἀνθρώποις ἢ Θεῷ· καὶ ἐπίσης ἀνθρώποις καὶ Θεῷ, δέον μόνον Θεῷ· ὥστε δι’ ἐκεῖνον γίνεσθαι καὶ τὸ, ἀνθρώποις· ὅτε τοῦτο ποιεῖν αἱρεῖ λόγος, ἐκεῖνος ἀνθρωπάρεσκος ἔσται.
PG 12:1432Δεῖ δὲ ἐπί τινων σκοπήσαντα, ὅτι οὐχ οἷόν τε τόδε τι διαπράξαντα ἢ εἰπόντα, καὶ Θεῷ καὶ ἀνθρώποις ἀρέσαι, καταφρονῆσαι μὲν τοῦ ἀρέσαι τοῖς ἀνθρώποις, ἑλέσθαι δὲ τὸ ἀρέσαι τῷ Θεῷ. Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; κ. τ. ἑ. Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ. Ἀλλὰ καὶ ταῖς ἤδη αἰχμαλωτισθείσαις δέκα φυλαῖς δώσει σωτηρίαν καὶ ἐπάνοδον. Ἀλλὰ τίς δώσει τὸν Χριστὸν ἰδεῖν τὸ τοῦ νοητοῦ Ἰσραὴλ σωτήριον ΨΑΛΜΟΣ ΝΓ. Ὁ Θεὸς, ἐν τῷ ὀνόματί σου σῶσόν με, κ. τ. ἑ. Εὔχεται ἕως τοῦ, ἐνώπιον αὐτῶν. Εἶτα ἐνεστηκυίας αὐτῷ βοηθείας αἰσθόμενος, οἱονεὶ δείκνυσιν αὐτὴν ἐν τῷ· Ἰδοὺ ὁ Θεὸς βοηθεῖ μοι, καὶ τῷ ἑξῆς καὶ τῷ μετ’ αὐτόν. Εἶτα περί τινων εὔχεται ἐντυγχάνειν, ἐπαγγελλόμενος ἑκούσιον ἐπὶ τούτῳ θυσίαν. Εἶτ’ εὐχαριστεῖ ἀνταποδοτικῶς τῶν εἰρημένων ἐν τῇ εὐχῇ καὶ ἐντεύξει· καὶ πρὸς τὸ, Ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτοὺς, ἀνταποδίδωσιν· Ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου. Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, κ. τ. ἑ. Αἴσθεται εἰσακουσθεὶς καὶ λέγει ταῦτα διὰ μέσου τῶν πρὸς Θεὸν συναφθέντων·
PG 12:1433Ἂν οὕτως κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου, καὶ οὐ προέθεντο τὸν Θεὸν ἐνώπιον αὐτῶν, ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς. Βοηθὸν δὲ ἔχειν ὁμολογεῖ τάχα τὸν Πατέρα καὶ Κύριον ἀντιλαμβανόμενον τῆς ψυχῆς αὐτοῦ, ἵνα εἴπῃ τὸν Υἱὸν, ὃς ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου. Ἃ γὰρ ἐπάγειν μοι βεβούληνται κακωτικὰ, ταῦτα πρὸς αὐτοὺς ἀναστρέψει, οὕτω τοῦ Θεοῦ κρίνοντος. Τούτῳ συνᾴδει τὸ, Ποιήσατε αὐτὴν, ὃν τρόπον ἐποιήσατε τὸν πλούσιον. Καὶ τούτων, φησὶ, συμβεβηκότων αὐθαιρέτῳ γνώμῃ ἐπ’ εὐχαριστίαν ἐρχόμενος, ἑκουσίως θύσω σοι. Ἐξομολογήσομαι τῷ ὀνόματί σου, Κύριε, κ. τ. ἑ. Εὐχαριστεῖ, πρὸς τὸ Ἐν τῷ ὀνόματί σου σῶσόν με, ἀποδιδοὺς τὸ, Ἐξομολογήσομαι τῷ ὀνόματί σου. Καὶ πρὸς τὸ, Ἀλλότριοι ἐπανέστησαν ἐπ’ ἐμὲ, τὸ, Ἐκ πάσης θλίψεως ἐῤῥύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου. Ἀγαθὸν τὸ τὰ τέως μὴ ὁρώμενα ἐχθρὰ ἡμῶν, ἂν ἔτι λανθάνωνται ἡμᾶς, ἤδη ποτὲ θεωρηθῆναι, καθὸ ἐχθρά ἐστι. Ποίου δὲ ὀφθαλμοῦ καὶ τοῦτο ἔργον ἐστὶν ἢ τοῦ διορατικοῦ καὶ ἱκανοῦ βλέπειν τὸ φίλον;
PG 12:1434Ὁ δὲ μὴ διορατικὸς ὀφθαλμὸς, ἀπατώμενος καὶ παρορῶν, τὸ ἐχθρὸν ὡς φίλον βλέψεται, καὶ τὸ φίλον ὡς ἐχθρόν. ΨΑΛΜΟΣ ΝΔ. Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν μου, κ. τ. ἑ. Οὐδεὶς τῶν ἁμαρτανόντων, μάλιστα παρὰ τὸν τῆς ἁμαρτίας καιρὸν, θέλοι ἂν ἵνα προσέχῃ αὐτῷ ἀνὴρ σεβάσμιος, πόσῳ ἧττον Θεός. Εἴπερ συνιεῖς τὸ, Ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, τὰ ἔρημα τοῦ λόγου τῆς κακίας χωρία καταλιπὼν, ἐλήλυθας ἐπὶ τὴν οἰκουμένην, καὶ ἐλθὼν κατῴκισας ἐν αὐτῇ. Καὶ ἐνωτίσας τὰ λόγια τοῦ Θεοῦ λέγε· Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν μου, καὶ ἐνωτίσεται, ἀλλὰ καὶ μὴ ὑπεριδὼν δεομένου σου. Θάῤῥει ὡς οὐχ ὑπεροφθησόμενος εἰπεῖν· Καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου. Ἀλλὰ καὶ εἰ προσέχεις Θεῷ, πεποιθὼς αὐτῷ, λέγε τό· Πρόσχες μοι· ἔτι δὲ εἰ ἤκουσας αὐτοῦ, εἰσακούσεταί σου. Ἀλλὰ εἰ καὶ, ὡς ὁ Ἀπόστολος διὰ φιλανθρωπίαν λυπούμενος, κλαίεις μετὰ κλαιόντων, καὶ στενάζεις ἐν τῷ σκήνει βαρούμενος, εἰπὲ τό· ἐλυπήθην, καὶ τὰ ἑξῆς. Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, κ. τ. ἑ. Ἢ ἀδολεσχίαν ἐνταῦθα τὴν εὐχὴν σημαίνει, ὡς καὶ ἐπὶ τῆς Ἄννης·
PG 12:1435Ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτηκα. Καὶ ὅσα δὲ πράττομεν ἢ λέγομεν παρὰ τὸν ὀρθὸν λόγον, ἀδολεσχία ἐστὶ, ὡς καὶ ὅσα εἰκῆ λαλοῦμεν. Κατέγνω οὖν ἑαυτοῦ ἐπὶ τῷ τεταράχθαι, καὶ τὴν τῆς ψυχῆς ἀπολωλεκέναι γαλήνην ἐπὶ τῇ φωνῇ τοῦ ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ. Ἐξομολογεῖται οὖν, διδάσκων ἡμᾶς ὁ Προφήτης ἐξομολογεῖσθαι, τὸ πρόσωπον ἡμῶν ἀναλαβών. Καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ· ὅτι ἐξέκλιναν ἐπ’ ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι, κ. τ. ἑ. Χριστοῦ ἀποσπῶντος ἀνθρώπους ἀπὸ τῶν ἀντικειμένων ἐνεργειῶν, ἡ φωνὴ τοῦ ἁμαρτωλοῦ διαβόλου παρορμῶντος τὰς ὑπ’ αὐτὸν δυνάμεις κατὰ τοῦ Σωτῆρος αἰτία ἐγίνετο τοῦ ἐκείνας ἐκκλίνειν ἐπ’ αὐτὸν τὴν ἀνομίαν, καὶ ἐν ὀργῇ ἐγκοτεῖν αὐτῷ, ὡς τοῦ Ἰησοῦ ταράττεσθαι τὴν καρδίαν ἐν αὐτῷ, καὶ δειλίαν θανάτου ἐμπίπτειν αὐτῷ, φόβου καὶ τρόμου ἐρχομένων ἐπ’ αὐτὸν, καὶ σκότου καλύπτοντος αὐτόν. Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, κ. τ. ἑ.
PG 12:1437Ἔχει τι ὅμοιον τὸ, Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, τῷ, Πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη. Ἀλλὰ καὶ ἐπὶ θανάτῳ προσδοκωμένῳ δειλία ἀπό τινος πονηρᾶς ἐνεργείας γίνεται, ἥτις, βουλομένη ἐνεργῆσαι εἰς τὸν λέγοντα τὸν ψαλμὸν, ἐπέπεσεν αὐτῷ, οὐ πάντως δὲ καὶ ἐνήργησεν ὃ ἐβουλήθη. Τὸ δὲ ὅμοιον ἐρεῖς καὶ ἐπὶ τοῦ ἐλθόντος ἐπ’ αὐτὸν φόβου καὶ τρόμου· ἅτινα, ἐπεὶ εὗρεν αὐτὸν ἐγρηγορότα, οὐκ ἐνήργησεν. Ἐκάλυψέ με δὲ σκότος, εἶπε διὰ τὸ σῶμα σκοτοῦν τὴν ψυχὴν, ὅτε ἁμαρτωλὸς καὶ ἐχθρὸς ἐκκλίνουσιν ἐπ’ ἐμὲ ἀνόμιον ποίησιν. Ἁμαρτία γὰρ ἁμαρτίαν ἐρεθίζει· δίκαιος δὲ δικαίῳ συνὼν δικαιότερος γίνεται. Καὶ ἐν ὀργῇ ἐνεκότουν μοι. Καὶ τοῦτο τῶν ἁμαρτωλῶν, οἳ καὶ τὴν ἔχθραν οὐχ ἁπλῶς ἐργάζονται, ἀλλὰ καὶ ἐν σκότῳ. Ἐγκοτεῖν δέ ἐστιν ἐναποκειμένην ἔχειν τὴν ὀργήν. Ἐπίσταται σπουδαῖος ἅπας ἕτερον εἶναι τὸ ἐν λογισμοῖς ἁμαρτάνειν (ὃ καὶ ἀνεκτόν ἐστι) καὶ ἕτερον, ἐν πράξει καὶ λόγοις (ὃ καὶ ἐπικίνδυνον καὶ βαρύ).
PG 12:1438Διὸ καὶ εἴ ποτε ἐν λογισμοῖς συμβαίη κλόνον καὶ βλάβην γίνεσθαι, ἐν ἑαυτῷ φυλάττει αὐτὰ, οὐδὲ προφέρει λόγον, κατὰ τὸ ἐν κρυπτῷ ἁμάρτημα, οὐδὲ πράττει ἀποτελεσματικῶς, εἰδὼς ἰάσιμον εἶναι τὸ ἐνθύμημα. Τὸ δὲ ἐν πράξει καὶ λόγοις δυσίατον ἔσθ’ ὅτε καὶ ἀνίατον. Διό φησιν· Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί. Οὐ γὰρ ἡρμήνευσα τὴν ταραχὴν, ἢ ἔπραξά τι κατ’ αὐτόν· ἀλλὰ καὶ δειλίας ἐπιπεσούσης θανάτου ἀκολουθοῦντος τῇ ἁμαρτίᾳ, ἐν ἐμαυτῷ αὐτὴν κατέσχον. Συμβαίνει γὰρ ἐκ τῶν ἔξω τὴν δειλίαν φανῆναι, καὶ ἑτέρων πρόσκομμα γενέσθαι τὸν δηλωθέντα. Τὸ δὲ, Φόβος καὶ τρόμος ἦλθεν ἐπ’ ἐμὲ, καὶ ἐκάλυψέ με σκότος, τῆς φύσεως τῆς ἀνθρωπίνης ὑπάρχει, ἐχούσης τὸ παθητικὸν καὶ θυμικὸν καὶ ἐπιθυμητικόν. Κἂν κατ’ ἀρετήν τις προκόπτῃ, οὐκ ἀφανιζομένου τοῦ παθητικοῦ, συμβαίνει ἐν τῇ λεγομένῃ συμπαθείᾳ γενέσθαι. Ἀμέλει γοῦν καὶ τὸ προκείμενον πρόσωπον, ὠθούμενον ὑπὸ φωνῶν ἐχθρῶν καὶ θλίψεως ἁμαρτωλοῦ, ἀναῤῥιπιζόμενον ἔσχε τὸ ἐνυπάρχον παθητικὸν, ὡς φοβηθῆναι, καὶ τρόμῳ ὑποπεσεῖν ὑπὸ τοῦ τῆς ἀπορίας σκότους· τὴν γὰρ σκοτοδινίασιν σκότος ἐκάλεσεν. Καὶ εἶπα·
PG 12:1439Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, κ. τ. ἑ. Πτέρυγές εἰσι τῆς ἁγίας περιστερᾶς ἡ θεωρία σωμάτων καὶ ἀσωμάτων, δι’ ἧς ὑψωθεὶς ὁ νοῦς καταπαύει εἰς γνῶσιν τῆς ἁγίας Τριάδος. Ἰδοὺ ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ, κ. τ. ἑ. Ἡ τοῦ φυγαδεύειν λέξις τὸ διώκειν καὶ εἰς φυγὴν τρέπειν τοὺς ἐλαυνομένους δηλοῖ. Φησὶ γοῦν ὁ τὸν ψαλμὸν λέγων, Ἰδοὺ ἐμάκρυνα, τουτέστιν ἐπὶ πολὺ φυγαδεύων τὸν ἐχθρὸν καὶ τὸν ἁμαρτωλὸν, ὡς ἐκείνων ἐληλασμένων αὐλισθῆναί με ἐν τῇ ἐρήμῳ, τουτέστιν διαναπαύσασθαι ἐν καταστάσει εἰρηνικῇ. Εἰ δὲ τὸ φυγαδεύειν ἰδίως ἐνταῦθα φυγεῖν σημαίνει, ἐρεῖ ὁ δίκαιος τοὺς ἐκ περιτομῆς φεύγων καὶ μακρυνόμενος διὰ τὴν πρὸς αὐτοὺς ἀλαζονείαν· Ηὐλίσθην ἐν τῇ ἐρήμῳ νόμου καὶ προφητῶν Ἐκκλησίᾳ. Ἁρμόζει δὲ καὶ τῷ κατ’ οἰκονομίαν Χριστῷ. Προσεδεχόμην τὸν σώζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ καταιγίδος, κ. τ. ἑ. Καταιγὶς ὁ μέγας πειρασμὸς καὶ πολὺς κατὰ τῆς ψυχῆς πνέων, ὥστ’ ἂν καὶ ναυαγῆσαι τὴν μὴ προσέχουσαν ἑαυτῇ. Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώςσας αὐτῶν, ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει, κ. τ. ἑ.
PG 12:1440Τοῖς ἀπὸ κακίας καὶ ψευδῶν δογμάτων πόλιν οἰκοδομοῦσιν ἀγνωσία ἐπισυμβαίνει καὶ σύγχυσις γλωσσῶν παύουσα αὐτοὺς τῆς κακῆς ἐνεργείας, καθάπερ καὶ τοῖς ἐν Χαλάνῃ τὸν πύργον κατασκευάσασιν. Ὁ καταποντισμὸς τὸν ἀφανισμὸν δηλοῖ, διότι πᾶν τὸ ἐν βυθῷ γεγονὸς ἀφανίζεται. Βυθὸς οὖν ἁμαρτία ἐστὶ καὶ ἀπώλεια ἡ τοῦ συνεστῶτος τῆς κακίας διάλυσις. Διὰ τοῦτό φησι καταποντίζεσθαι παρὰ Θεοῦ τὸ κακὸν ἐν τῷ καταδιαιρεῖσθαι τὰς γλώσσας αὐτῶν ἐπὶ κακῷ συμφωνούντων. Τοῦ αὐτοῦ. Καταπόντισον, Κύριε. Τίνων αὐτῶν, ἢ ἐχθροῦ καὶ ἁμαρτωλοῦ; ἢ ὡς ἄβυσσος σοφία, ἐν ᾗ ἐστι τὰ βάθη τοῦ Θεοῦ, καταποντίζει ἐπικλύζουσα γλώσσας καὶ φωνὰς ἐχθροῦ τῇ ἀληθείᾳ τοῦ λόγου, καὶ τῶν πρεσβευόντων αὐτὸν, καὶ καταδιαιρεῖ αὐτὰς, διελέγχουσα τὸ ἀσύμφωνον καὶ τὸ διεσπασμένον αὐτῶν. Ἡ δὲ αἰτία τοῦ ταῦτα λέγεσθαι ἐπιφέρεται. Ἔστι γὰρ καὶ ἀντιλογία ἡ πρὸς τὴν ἀλήθειαν τῶν λογομαχούντων, εἰς οὐδὲν χρήσιμον εἰ μὴ ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Χριστὸς δὲ λέγοι ἂν τὰ ἑξῆς περὶ τῆς Ἱερουσαλὴμ πόλεως, ἰδὼν τὴν ἐν αὐτῇ ἀνομίαν, καὶ τὴν περὶ αὐτοῦ ἀντιλογίαν. τῶν διάφορα περὶ αὐτοῦ λεγόντων.
PG 12:1441Καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς. Εἰς πρόσωπον τοῦ προδότου ἀνεφέρετο ἂν δικαίως. Ἐλθέτω θάνατος ἐπ’ αὐτοὺς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες· ὅτι πονηρία ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν, κ. τ. ἑ. Ἐλθέτω δὴ θάνατος ἐπ’ αὐτοὺς, θάνατος ὁ διαιρῶν ψυχὴν ἀπὸ κακίας. Τοῦ αὐτοῦ. Ἐκεῖνοι εἰς ᾅδου ζῶντες κατέρχονται, οὐ κατήχησιν τῶν θείων παιδευμάτων ἔχοντες· ὁ γὰρ ἄγευστος τῶν τῆς ζωῆς λόγων νεκρός ἐστιν· οὐ γὰρ οἷόν τε ζῶντά τινα τὴν κοινὴν ζωὴν εἰς ᾅδην κατέρχεσθαι. Ἐπεὶ οὖν Ἰούδας καὶ ὁ λαὸς Ἰουδαίων κατήχησιν εἶχον τοῦ νόμου καὶ τῶν προφητῶν, θανάτου ἐπ’ αὐτοὺς ἐρχομένου τοῦ ἑπομένου τῇ ἁμαρτίᾳ, ζῶντες εἰς ᾅδην κατέρχονται. Ἀκολούθως καὶ ὁ ἐπιφερόμενος λέγεται στίχος, Ὅτι πονηρία ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν. Εἰ γὰρ καὶ πεῖραν εἶχον τῶν ζωοποιῶν Γραφῶν, οὐ κατῴκησαν, ἀλλὰ παρῴκησαν, ἐν αὐταῖς. Τὸ, Πονηρία ἐν μέσῳ αὐτῶν, τουτέστι τῷ ἡγεμονικῷ. Ἐν μέσῳ γὰρ εἶναι λέγεται τοῦ ὅλου ζώου. Ἢ καὶ τὸ, Εἰς ᾅδου ζῶντες, αἰφνιδίως ἀποθάνειεν. Παροικίας δὲ καλεῖ τὸν ἑκάστου βίον διὰ τὸ ὀλιγοχρόνιον.
PG 12:1442Φησὶ οὖν, ὅτι καὶ ὁ βίος αὐτῶν καὶ ἡ ζωὴ πάσης πεπλήρωται πονηρίας καὶ κακίας, οὐκ ἐννοούντων τὸ ὀλιγοχρόνιον. Ἑσπέρας καὶ πρωὶ̈ καὶ μεσημβρίας διηγήσομαι, καὶ ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς μου, κ. τ. ἑ. Ἐν μέσῳ τοῦ πρωὶ̈ καὶ τῆς ἑσπέρας ἐστὶν ἡ μεσημβρία. Καὶ ὁ μὲν Ἰακὼβ ὀρθρίσας ἐπάλαιε μετὰ ἀγγέλου· Ἀβραὰμ δὲ ἐν μεσημβρίᾳ ἑώρα τοὺς ἀγγέλους· Λὼτ δὲ ἐν ἑσπέρᾳ. Τοῦ αὐτοῦ. Ἑσπέρας, κατὰ τὴν ἑνδεκάτην ὥραν, περὶ τὴν τελευτὴν τοῦ κόσμου, ὅτε ἔπαθεν ὁ Σωτήρ. Πρωὶ̈, ὅτε ἀνέστη. Μεσημβρίας, ὅτε ἰσχυρότερον πεισθέντες ἐπίστευσαν. Ἢ ἄρχεται τῆς διηγήσεως ἑσπέρας, καὶ ἀκμάζει ἐν αὐτῷ πρωὶ̈ καὶ τελειοῖ ἀκμαζούσης ἡμέρας ἐν μεσημβρίᾳ. Εἰσακούσεται ὁ Θεὸς, καὶ ταπεινώσει αὐτοὺς ὁ ὑπάρχων πρὸ τῶν αἰώνων· οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα, καὶ οὐκ ἐφοβήθησαν τὸν Θεὸν, κ. τ. ἑ. Εἰ πάντα δι’ αὐτοῦ ἐγένετο, καλῶς λέγεται ὑπάρχειν πρὸ τῶν αἰώνων. Καὶ ἐντεῦθεν γινώσκομεν, ὅτι αἰῶνες ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι γεγόνασιν. Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει, κ. τ. ἑ. Ὡς διέθρεψε τὸν εἰπόντα Ἰακώβ· Ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητός μου. ΨΑΛΜΟΣ ΝΕ.
PG 12:1443Ἐλέησόν με, ὁ Θεὸς, ὅτι κατεπάτησέ με ἄνθρωπος· ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέ με, κ. τ. ἑ. Ὁ Χριστὸς λέγει πρὸς τὸν Πατέρα· Ἐλέησόν με. Θεὸν γάρ με ὄντα ἄνθρωπος κατεπάτησε. Καὶ, οἶμαι, ἐντεῦθεν ἐλήφθη· Ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας. Τοῦ αὐτοῦ. Οἱ μὲν ἐπίγειοι δαίμονες καταπατοῦσιν ἡμᾶς· οἱ δὲ καταχθόνιοι ἐὰν ἀναβῶσι, καλύπτουσιν ἡμᾶς· διὸ εἴρηται· Ὅριον ἔθου ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν. Οὐ φοβηθήσομαι τί ποιήσει μοι σὰρξ, κ. τ. ἑ. Ὁ τὴν τοῦ δούλου μορφὴν λαβὼν καὶ ἐν ὁμοιώματι γενόμενος σαρκὸς ἁμαρτίας, ὁ μὴ γνοὺς ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἑαυτὸν ἐποίησε, σάρκα ἀναλαμβάνων, καὶ μηδὲν μόνος τῶν ἐν σαρκὶ ζησάντων ἁμαρτὼν, θαῤῥούντως λέγοι τό· Τί ποιήσει μοι σάρξ; Παροικήσουσι καὶ κατακρύψουσιν, αὐτοὶ τὴν πτέρναν μου φυλάξουσι, κ. τ. ἑ. Δι’ ὧν ἐνεργοῦμεν ἐπιτηροῦντες μαθεῖν· καρδιογνῶσται γὰρ οὐκ εἰσὶν οἱ δαίμονες. Τοῦ αὐτοῦ. Ὁμοίως τῷ ὄφει οἱ πονηροὶ, ὡς εἴρηται· Καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν, τὴν πτέρναν Χριστοῦ ἢ τοῦ δικαίου φυλάξουσι. Τοῦ εὐαρεστῆσαι ἐνώπιον τοῦ Θεοῦ ἐν φωτὶ ζώντων, κ. τ. ἑ.
PG 12:1444Φῶς ζώντων ἐστὶν ἡ γνῶσις ἡ τῶν ἀγγέλων. ΨΑΛΜΟΣ Ν. Καὶ ἐν σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ, ἕως οὗ παρέλθῃ ἡ ἀνομία, κ. τ. ἑ. Πρὸς τὸ Πνεῦμα λέγει τὸ ἅγιον· τοῦτο γὰρ ἐν εἴδει ὤφθη περιστερᾶς. Τοῦ αὐτοῦ. Ἕως μὲν παρέλθοι ἡ ἀνομία, ἐλπίζει ὁ δίκαιος ἐν τῇ σκιᾷ τῶν πτερύγων τοῦ Θεοῦ· ἐπὰν δὲ παρέλθοι, καὶ ἀνύπαρκτος γένηται, οὐκέτι ἐλπίσει ἐν σκιᾷ, ἀλλ’ ἐν αὐτῷ. Δύναται δὲ καὶ οὕτω νομεῖσθαι ταῦτα· Ἐλπιῶ μὲν ἐν σκιᾷ τῶν πτερύγων σου· ἕως δὲ παρέλθοι ἡ ἀνομία, κεκράξομαι πρὸς τὸν Θεὸν τὸν ὕψιστον. Ἐξαπέστειλεν ἐξ οὐρανοῦ, καὶ ἔσωσέ με, κ. τ. ἑ. Ἐξ οὐρανοῦ ἤτοι τὸν Σωτῆρα ἐξαπέστειλεν, ἢ ἄγγελον σώζοντα. Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ, κ. τ. ἑ. Μήποτε ὁ εἰπών· Ἐγώ εἰμι ἡ ἀλήθεια, ἐστὶ καὶ αὐτὸ ἔλεος, ἵνα μὴ ἄλλο ζητῶμεν ἢ τὸν αὐτὸν ἔλεον. Ἐκοιμήθην τεταραγμένος, κ. τ. ἑ. Εἰπὼν γάρ· Ἡ ψυχή μου τετάρακται, μετ’ οὐ πολὺ κεκοίμηται. Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλα καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα, κ. τ. ἑ. Ὀδόντες εἰσὶ τῶν δαιμόνων οἱ πονηροὶ λογισμοὶ, δι’ ὧν κατεσθίουσιν ἡμῶν τὴν ψυχήν. Τοῦ αὐτοῦ.
PG 12:1445Τῶν διαβαλλόντων ἡ γλῶσσα μάχαιρα ὀξεῖα, καὶ τῶν διδασκόντων τὰ τῆς ψευδωνύμου γνώσεως. Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, κ. τ. ἑ. Ἐὰν ὑψωθῶ, φησὶν ὁ Σωτὴρ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Ἐξεγέρθητι, ἡ δόξα μου, ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα, κ. τ. ἑ. Δόξαν λέγει τὸ χάρισμα τοῦ νοῦ. Αὐτὸς ὁ νοῦς ψαλτήριόν ἐστι, τὸ δὲ περικείμενον τῷ νῷ, ὅπερ ἐστὶν ἡ ψυχὴ, κιθάρα. Ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσι, κ. τ. ἑ. Δύναται τοῦτο προτρεπτικὸν εἶναι πρὸς τὸ ἐξομολογεῖσθαι περὶ ἁμαρτιῶν ἐν Ἐκκλησίᾳ. Ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου, κ. τ. ἑ. Ἐπεὶ ὁ ἐλεούμενος μέχρι βασιλείας ἀναβαίνει τῶν οὐρανῶν, ἐμεγαλύνθη ὁ ἔλεος τοῦ Θεοῦ ἕως τῶν οὐρανῶν. Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου, κ. τ. ἑ. Δὶς ἐν τῷ ψαλμῷ τούτῳ εἴρηνται οἱ δύο οὗτοι στίχοι. ΨΑΛΜΟΣ ΝΖ. Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, κ. τ. ἑ. Ἴδωμεν τί ἐστιν ἀληθῶς δικαιοσύνην λαλεῖν, καὶ ὁσαχῶς ἐνδέχεται τὸ τοιοῦτον γίνεσθαι.
PG 12:1446Καὶ καθ’ ἕνα μὲν τρόπον δικαιοσύνην ἔστι λαλεῖν, ὅτε ὑγιῆ περὶ δικαιοσύνης ἔχων τις δόγματα, περὶ τούτων διαλέγεται· κατὰ δεύτερον δὲ τρόπον δικαιοσύνην τις λαλεῖ ὁ ἀπὸ δικαιοσύνης ἐνυπαρχούσης τῇ ψυχῇ πάντα λέγων. Συναγαγὼν δέ τις ἀμφότερα, εὕροι ἂν τὸν ἀληθῶς δικαιοσύνην λαλοῦντα. Οἱ γὰρ ἔξωθεν φαινόμενοι τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δὲ μεστοὶ ὑποκρίσεως καὶ ἀνομίας τυγχάνοντες, κἂν λαλῶσι δικαιοσύνην, οὐκ ἀληθῶς αὐτὴν λαλοῦσιν. Ἡγοῦμαι δὲ ὅτι οὐδεὶς δύναται δικαιοσύνην λαλῆσαι, μὴ μετέχων Χριστοῦ, ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις. Ἀκολουθεῖ δὲ τὸ ἀληθῶς λαλεῖν δικαιοσύνην τῷ εὐθέα κρίνειν, ὥστε μηδὲν εἶναι σκολιὸν ἐν τοῖς κρίμασι καὶ τοῖς λογισμοῖς τοῦ ἀληθῶς δικαιοσύνην λαλοῦντος. Καὶ γὰρ ἐν καρδίᾳ ἀνομίας, κ. τ. ἑ. Ἵνα δηλώσῃ ὁ λόγος πηγὴν μὲν καὶ ἀρχὴν πάσης ἁμαρτίας τὸ τοῦ φαύλου ἡγεμονικὸν, ἀνομιῶν πεπληρωμένον, ὥς τι ῥεῦμα ἀπὸ τῆς γῆς· τὴν δὲ πρᾶξιν, ἧς σύμβολον αἱ χεῖρες, τὴν ἀπὸ τοῦ ἡγεμονικοῦ προαχθεῖσαν μελέτην· πρότερον μὲν τὸ κατὰ τὴν καρδίαν ὠνόμασε, δεύτερον δὲ τὸ κατὰ τὰς χεῖρας.
PG 12:1447Καὶ ἡ μὲν τῆς ἁμαρτίας ἀρχή ἐστιν ἀπὸ καρδίας, καὶ τὸ τέλος ἐν ταῖς πράξεσιν· ἐπὶ δὲ τῶν ἐπιστρεφόντων πρὸς Θεὸν ἡ ἀρχὴ μὲν ἀπὸ τῆς ἀποχῆς τῶν κακῶν πράξεων· τέλος δὲ ἡ καθαρότης τῆς καρδίας. Διόπερ ἐνταῦθα μὲν ὅτε ἐλέγχονται οἱ ψεκτοὶ, τὰ τῆς καρδίας ἀνομήματα πρότερον, καὶ τότε τὰ συμπλεκόμενα ἀδικήματα ταῖς χερσὶν ὠνόμασται. Ἀντὶ δὲ τοῦ συμπλέκουσι Θεοδοτίων καὶ ἡ πέμπτη ἔκδοσις, διασταθμίζουσιν· Ἀκύλας δὲ διασταθμίζεται περιέχει. Οὐχ ὡς ἔτυχε, φησὶ, συμπλέκουσι τὴν ἀδικίαν, ἀλλὰ διὰ ταύτας τὰς κακίας, ἐπελθόντος αὐτῇ στρατοπέδου, ἔφθασεν ἡ ἀνομία καὶ ἡ ἀντιλογία, καὶ ἐπὶ τὰ τείχη αὐτῆς τοὺς φρουροῦντας αὐτὴν ἱεροὺς ἀγγέλους· καὶ γὰρ οὗτοι ἐγκατέλιπον αὐτὴν ἀνομοῦσαν καὶ ἀντιλέγουσαν ἑωρακότες. Διότι ἀνομία καὶ πόνος, ἐναντίος τῇ ἐπαινετῇ ἡδονῇ, ἐν μέσῳ αὐτῆς σὺν ἀδικίᾳ γεγένηται, ὡς μὴ ἐκλείπειν ἐκ τῶν πλατειῶν αὐτῆς τόκον καὶ δόλον, δολιευομένων τῶν οἰκούντων αὐτὴν δι’ ὧν φρονοῦσι πονηρῶς· κοπιώντων δὲ τῷ αἴρειν ἐφ’ ἑαυτοῖς τὸ τῆς κακίας ἄχθος, μολίβδῳ παραβαλλομένης.
PG 12:1448Καὶ πλατείας αὐτῆς ἡγητέον εἶναι τὰς διὰ τὸ φιλήδονον πλατυνούσας ἑαυτὰς, τῷ τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδεύειν ὁδὸν, τουτέστι, τὸν ἡδονικὸν καὶ παθητικὸν βίον· ἐν αὐταῖς γὰρ ἀεὶ μένων ὁ περὶ τὰ κακὰ κόπος, καὶ ὁ περὶ τὰς ἀπάτας δόλος, πληροῦσθαι ποιεῖ τὸ, Οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος. Καὶ γὰρ διασταθμίζοντες ἕκαστα τῶν ἀδικημάτων εἰς τὴν συμπλοκὴν τῆς κακίας οἱ πρὸς τὴν ἀδικίαν εὐχερεῖς, ἀδιαστάτως ἐνεργοῦσι τὰ αἱρετὰ εἰς ἀνεξάλειπτον στήλην παραλαμβανομένων τῶν πράξεων τῆς ἀδικίας αὐτῶν. Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρὸς, ἐλάλησαν ψευδῆ, κ. τ. ἑ. Ἀλλοτριοῦνται ἀπὸ μήτρας, καὶ πλανῶνται ἀπὸ γαστρὸς οἱ ἐκ παιδὸς οὐκ ἐπὶ τὴν ἀρετὴν, ἀλλ’ ἐπὶ τὴν κακίαν ὁδεύοντες. Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, ὡσεὶ ἀσπίδος κωφῆς, καὶ βυούσης τὰ ὦτα αὐτῆς, κ. τ. ἑ. Πᾶσα ψυχὴ μὴ ἀκούσασα λόγων σωζόντων αὐτὴν, ἀσπίς ἐστι βύουσα τὰ ὦτα αὐτῆς. Τοῦ αὐτοῦ. Διὰ τὸν ὡς ὄφεως τῶν ἁμαρτανόντων θυμὸν λέγεται αὐτοῖς· Ὄφεις, γεννήματα ἐχιδνῶν· μὴ ἀνειληφόσι τὸ καθ’ ὁμοιότητα τοῦ Θεοῦ, ἀλλὰ τοῦ ὄφεως.
PG 12:1449Καὶ ὁ μὲν ἅγιος βύει τὰ ὦτα, ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος, καὶ ὡσεὶ κωφὸς οὐκ ἀκούει τῶν χειρόνων· ὁ δὲ ἁμαρτωλὸς οὐκ ἀκούει τῶν καλῶν, ὁμοίως ἀσπίδι κωφῇ βυούσῃ τὰ ὦτα αὐτῆς, ἵνα μὴ ἀκούσῃ φωνὴν ἐπᾳδόντων. Βύουσι δὲ καὶ οὗτοι τὰ ὦτα, περὶ ὧν ὁ λόγος, οὐ τὰ τῆς αἰσθήσεως, ἀλλὰ τῆς νοήσεως, ὅπως μὴ ἀκούσωσι τῶν τὰς σοφὰς ἐπῳδὰς προφητικὰς καὶ ἀποστολικὰς προσφερόντων. Τούτων γὰρ ἕκαστος σοφός ἐστι φαρμακεύων, τουτέστι σκευάζων φάρμακον λογικὸν, ἀλεξοῦν τὴν τῆς ἀσπίδος ὁρμήν. Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας, κ. τ. ἑ. Τὸ συνέθλασεν ἀντὶ τοῦ συνθλάσει κατ’ ἀλλαγὴν χρόνου. Τοῦτο δὲ αὐτοῖς ὁ Θεὸς ποιεῖ εὐεργετῶν, ἵνα μὴ κατεσθίοντες τοὺς ὑπό σφων ἀπατωμένους ἀνθρώπους ὑπερβαλλούσῃ τιμωρίᾳ ὑπεύθυνοι γένωνται. Καὶ τὰς μύλας δὲ αὐτῶν συνέθλασεν, ὅπως μὴ δάκνωσι, μηδὲ κατεσθίωσι. Σημειωτέον δὲ, ὅτι κατὰ τὴν Γραφὴν διαφέρουσι μύλαι ὀδόντων· οἱ γὰρ τομεύουσι καὶ διαιροῦσι τὴν τροφὴν ὀδόντες, αἱ δὲ μαςσώμεναι καὶ λεαίνουσαι μύλαι. Ὥσπερ δὲ τὸ διαπορευόμενον διά τινος πόρου ὕδωρ οὐ παραμένον, ἀλλὰ σκεδαννύμενον ἐξουδενεῖται·
PG 12:1450οὕτω καὶ οὗτοι ἐξευτελισθήσονται, οὐδὲν βέβαιον καὶ παράμονον ἔχοντες. Ὅθεν ἐπιφέρει· Ἐντενεῖ τὸ τόξον αὐτοῦ. Ἐσχημάτισε τὴν τοῦ Θεοῦ τιμωρίαν, ὡς ἐπὶ τόξου, συνεχῶς πέμποντος τὰ βέλη, καὶ πάντας ἀναιροῦντος. Μέχρι γὰρ τοσούτου, φησὶ, ταῖς ἀφέσεσι χρῆται τῶν βελῶν, μέχρις ἂν πάντας κατατοξεύων ἀσθενεῖς ἐργάσηται. Ὡσεὶ κηρὸς τακεὶς ἀνταναιρεθήσονται· ἔπεσε πῦρ ἐπ’ αὐτοὺς, καὶ οὐκ εἶδον τὸν ἥλιον, κ. τ. ἑ. Ὥσπερ τῷ μέλιτι ἐπισυμβαίνει κηρὸς, οὕτως κακία ψυχῇ λογικῇ. Τοῦ αὐτοῦ. Ὃν ὡς ἥλιον οὐκ εἶδον, ὡς πυρὸς πειραθήσονται. Εὐφρανθήσεται δίκαιος ὅταν ἴδῃ ἐκδίκησιν, κ. τ. ἑ. Ἡ κόλασις τοῦ ἁμαρτωλοῦ ἀσφαλέστερον καὶ καθαρώτερον τὸν δίκαιον ἀπεργάζεται. Τοῦ αὐτοῦ. Ὁ δίκαιος, ὁρῶν τὸ σοφὸν τῆς εἰς τὸ κολάζεσθαι τοὺς ἀδίκους θείας κρίσεως, εὐφρανθήσεται. ΨΑΛΜΟΣ ΝΗ. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός μου, κ. τ. ἑ. Διὰ τὸ, Ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυνα· καὶ διὰ τὸ, Τὸ κράτος μου πρὸς σὲ φυλάξω, ὁ Σωτὴρ λέγει τὸν ψαλμόν· καὶ διὰ τὸ, Πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη. Ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου, κ. τ. ἑ.
PG 12:1451Ἐθήρευσαν τὴν ψυχήν μου οἱ κραταιοὶ, καὶ ἐπέθεντό μοι. Οὐκ ἐκ παρέργου, φησὶ, τὴν πρὸς ἐμὲ μάχην ἐνίστανται, ἀλλ’ ἐπίκεινται, μὴ βραχὺν ἐκδιδόντες καιρὸν, παντὶ δὲ τρόπῳ πολεμοῦντες ἡμᾶς. Κραταιοὺς δὲ εἶπεν, ὥστε καὶ ἀπὸ τῆς προσούσης αὐτοῖς ἰσχύος μείζονα δεῖξαι τὴν κατ’ αὐτοῦ ἐπιβουλήν. Ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυνα, κ. τ. ἑ. Ὁ λέγων· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· φήσει τὸ, Ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυνα· ἢ ὁ Σωτὴρ μᾶλλον ταῦτα φήσει. Τοῦ αὐτοῦ. Οὐκ ἔστι κατευθῦναι τὴν ὁδὸν τὴν εἰποῦσαν· Ἐγώ εἰμι ἡ ὁδός· μὴ ἄνευ ἀνομίας δραμόντα. Ἐξεγέρθητι εἰς συνάντησίν μου, καὶ ἴδε, κ. τ. ἑ. Τίς ἄρα ἱκανὸς εἰπεῖν τῷ Θεῷ· Ἐξεγέρθητι εἰς συνάντησίν μου, καὶ ἴδε; Τοῦ αὐτοῦ. Τῷ γὰρ ἀναβαίνοντι δι’ ὑγιοῦς βίου πρὸς Θεὸν ἐξεγείρεται εἰς συνάντησιν ὁ Θεός. Καὶ ἐν τῷ Εὐαγγελίῳ δὲ ὁ πατὴρ ἀπαντᾷ τῷ ἐπανερχομένῳ πρὸς αὐτὸν υἱῷ. Καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν, κ. τ. ἑ. Ῥομφαία ἐν τοῖς χείλεσι τῶν δύσφημα καὶ ἀσεβῆ διδασκόντων ἑτεροδόξων. Μὴ ἀποκτείνῃς αὐτοὺς, μήποτε ἐπιλάθωνται τοῦ νόμου σου, κ. τ. ἑ.
PG 12:1452Ἀποκτείνει τούτους ὁ Κύριος οὓς συγχωρεῖ ἐπὶ πολὺ ἁμαρτάνειν· ἐκ γὰρ τούτου συμβαίνει λήθην γενέσθαι Θεοῦ· Ἐν γὰρ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; Καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται συντέλειαι, ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξουσι, κ. τ. ἑ. Ἀρὰ καὶ ψεῦδος αἰτία τῆς συντελείας· ὡς εἰ μὴ ταῦτα ἦν, οὔτε ὀργὴ οὔτε συντέλεια ἦν. ΨΑΛΜΟΣ ΝΘ. Ὁ Θεὸς, ἀπώσω ἡμᾶς, κ. τ. ἑ. Ὡς ἐκ προσώπου τῶν Ἰουδαίων σφῶν ἀποβολὴν αὐτῶν δηλοῖ διὰ τοῦ εἰπεῖν· Ὁ Θεὸς, ἀπώσω ἡμᾶς, καὶ καθεῖλες ἡμᾶς, ἢ, κατὰ Σύμμαχον, ἀπεβάλου ἡμᾶς, καὶ διέκοψας ἡμᾶς ὅπερ δηλοῖ αὐτῶν τὴν ἀποκοπήν. Εἶτ’ ἐπιλέγει· Ὠργίσθης, καὶ ᾠκτείρησας ἡμᾶς· κατὰ δὲ τὸν Ἀκύλαν· Θυμωθεὶς μετέστρεψας ἡμᾶς. Τοῦτον δὲ μᾶλλον τὸν λόγον ἡ τῶν πραγμάτων ἔκβασις παρίστησι· μετὰ γοῦν τὴν τοῦ Σωτῆρος παρουσίαν ταῦτα πεπόνθασι. Ὅτε γὰρ ἔφθασεν ἐπ’ αὐτοὺς ἡ ὀργὴ, εἰς τέλος ἀπώσθησαν καὶ καθῃρέθησαν, καὶ ἀπεβλήθησαν, διεκόπησάν τε καὶ περιήχθησαν, διασκορπισθέντες εἰς πάντα τὰ ἔθνη. Ἴασαι τὰ συντρίμματα αὐτῆς, κ. τ. ἑ.
PG 12:1453Κινηθεῖσα γὰρ, καὶ σαλευθεῖσα τῆς οἰκείας μονῆς καὶ στάσεως, ἡ προλεχθεῖσα γῆ συντρίμματα καὶ τραύματα ἐκτήσατο· διόπερ ἑξῆς λέγεται· Ἔδειξας τῷ λαῷ σου σκληρά. Ἔδειξας τῷ λαῷ σου σκληρὰ, κ. τ. ἑ. Δείκνυταί τινι σκληρὰ, ὅταν ἐπιπόνοις περιπέσῃ· ἅπερ ἄν τις δέξηται ἐπὶ μετάγνωσιν προτέρων ἁμαρτημάτων, οἶνον κατανύξεως πίνει, αἰτίαν τοῦ κατανύττεσθαι ἐπὶ μετανοίᾳ λαμβάνων. Πολλαχοῦ δὲ τῆς Γραφῆς ἀκράτῳ ὁμωνυμεῖ τὰ σκληρὰ τὰ περιστατικά· ὡς ἐν τῷ, Ποτήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου. Ὁμωνυμεῖ δὲ τὰ σκληρὰ ταῖς εἰρημέναις σκληραῖς ὁδοῖς ἐν ἑκκαιδεκάτῳ ψαλμῷ, οὕτως· Διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. Ἐκεῖ μὲν γὰρ ὁδοὶ σκληραὶ εἴρηνται αἱ ἀρεταὶ διὰ τὸ σὺν ἱδρῶτι πολλῷ καὶ πόνῳ κατορθοῦσθαι αὐτάς· ἐνταῦθα δὲ εἶδεν ὁ λαὸς σκληρὰ, πειρασθεὶς κακωτικῶν. Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν, κ. τ. ἑ. Ἡμεῖς μὲν, φησὶ, δι’ ἣν ἐπράξαμεν δυσσέβειαν, τετιμωρήμεθα· οἱ δὲ φοβούμενοί σε σημεῖον ἐδέξαντο, (δῆλον δὲ ὅτι ἐν ᾧ ἐσφραγίσθημεν·) ὅπως πάσης κολαστικῆς τιμωρίας ἔξω γένοιντο.
PG 12:1454Τούτου δὲ τοῦ σημείου τύπος ἦν τὸ ἐν ταῖς φλιαῖς τῶν προβάτων ἐν Αἰγύπτῳ χριόμενον αἷμα. ΨΑΛΜΟΣ Ξ. Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα, κ. τ. ἑ. Ὁ αἰσθανόμενος ἑαυτοῦ ἐν ὅσοις λείπεται τῆς τελειότητος, ἐν τῷ νοεῖν τίς ὁ τέλειος, καὶ ἀναφέρων ἐν ταῖς εὐχαῖς, περὶ τούτου λέγει τὸ, Εἰςάκουσον, ὁ Θεὸς, τῆς δεήσεώς μου, εἰσακουσθήσεται. Ὅταν δὲ ὁ ἀτελὴς ἀναισθητεῖ ὧν ἐστιν ἐνδεὴς, σιωπᾷ αὐτοῦ ἡ δέησις, τοῦ αἰσθανομένου, καὶ ἐμπαρέχοντος ἑαυτὸν τῷ Θεῷ εἰς τὸ τελειωθῆναι, βοήσαντος. Ἐν τῷ ἀκηδιᾶσαι τὴν καρδίαν μου, κ. τ. ἑ. Ἀκηδιᾷ γὰρ ὡς ἀληθῶς καὶ ἀδημονεῖ πᾶσα θεοφιλὴς ψυχὴ, τῷ θνητῷ ἐνδιατρίβουσα βίῳ· ἀκηδιᾷ δὲ καὶ ἀδημονεῖ καὶ διὰ φιλανθρωπίαν, τὸ πλῆθος τῶν ἀπολλυμένων θεωρῶν. Πενθεῖ δὲ καὶ πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἁμαρτίᾳ, καὶ ἀνομίᾳ, καὶ ἀσεβείᾳ, ᾗ ἔπραξαν, ὥσπερ οὖν καὶ ὁ Δαυί̈δ· διὸ αὐτὸς μὲν ἔφυγε τὰ μέσα τῆς γῆς, καὶ ἐν ἄκροις αὐτῶν γενόμενος ἐβόα πρὸς τὸν Θεόν· ἐπὶ δὲ τῇ τῶν πολλῶν καὶ αὐτοῦ τοῦ Σαοὺλ ἀπωλείᾳ, τὴν ψυχὴν ἀλγῶν, ἀπεκλαίετο. Ἐν πέτρᾳ ὕψωσάς με, κ. τ. ἑ.
PG 12:1455Πέτραν σημαίνεσθαι ἐκδεξόμεθα ῥέουσαν πνευματικὸν πόμα, τὸν Χριστόν φημι. Ὁ ἐν ταύτῃ τῇ πέτρᾳ γενόμενος, τῷ μετέχειν αὐτῆς (ὑπάρχει γὰρ σοφία, καὶ δικαιοσύνη, καὶ ἁγιασμὸς] μετεωρίζεται κατὰ τὸν νοῦν, ὑψούμενος ὑπὸ τοῦ Θεοῦ. Καὶ οἱ ἕπεσθαι δὲ τῷ Σωτῆρι προθέμενοι, κατὰ τὰς αὐτοῦ προτροπὰς λέγοντος, Δεῦτε ὀπίσω μου, ὁδηγῷ αὐτῷ χρώμενοι, τῆς αὐτῆς ἐπάρσεως κοινωνοῦσι, οὐκ ἄλλον ἐλπίσαντες ἡγεμόνα εὑρήσειν τῆς ἀγούσης πρὸς τὸν πάντων αἴτιον ὁδοῦ. Ταύτης τῆς δωρεᾶς τυχὼν καὶ Δαυὶ̈δ, μεθ’ ὕμνου λέγει τῷ Κυρίῳ· Ὡδήγησάς με, ὅτι ἐγενήθης ἐλπίς μου· οὐ μόνον δὲ ὁδηγὸς, ἀλλὰ καὶ πύργος γέγονάς μοι ἀπὸ προσώπου ἐχθροῦ· σὲ γὰρ ἰσχὺν ἔχων, καὶ ἰσχύος πύργον, ἀβλαβὴς διέμεινα· καίτοι τοῦ ἐχθροῦ τυγχάνοντος ἀντιπροσώπου, καὶ πολεμεῖν θέλοντος. Δύναται ἀναφορὰν ἔχειν εἰς τὸ, ἀπὸ προςώπου ἐχθροῦ, καὶ τὸ, ὡδήγησάς με, εἱρμῷ τοιούτῳ· Ὡδήγησάς με ἀπὸ προσώπου ἐχθροῦ, ἐλπίς μου γεγενημένος· ἀλλὰ καὶ πύργος ἰσχύος πρὸς τὸ ὡδηγηκέναι με, ἀπὸ προσώπου ἐχθροῦ γέγονάς μοι. Ἐλπὶς τῶν ἁγίων ἀληθινὴ καὶ ἀδιάπτωτος ὁ Σωτήρ· περὶ οὗ φησι Παῦλος·
PG 12:1456Καὶ Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν· καὶ ἡ προφητεία· Ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν. Αὐτὸς γὰρ ὁ προαναφωνηθεὶς ἔσεσθαι ἐθνῶν προσδοκία. Παροικεῖ δέ τις τελειωθεὶς ἐν ἁγιότητι εἰς τοὺς αἰῶνας ἐν ἐκείνῳ τῷ σκηνώματι· ὃ δηλοῖ τὸ, Τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; Αἰώνιον γὰρ τοῦτο ταυτὸν ὂν τῇ σκηνῇ, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος. Πλὴν εἰ καὶ οὕτω τελειότητος ἔχει ἡ τοιαύτη σκηνὴ, ὡς καὶ Ἅγια ἁγίων εἶναι, ἀλλ’ οὖν ἐστι μετ’ αὐτὴν κατάστασις ὑπερέχουσα τῶν λογικῶν, καθ’ ἣν ἔσονται ἐν Πατρὶ καὶ Υἱῷ, μᾶλλον δὲ τῇ Τριάδι· διὸ παροικεῖν εἰς τοὺς αἰῶνας, ἀλλ’ οὐ κατοικεῖν ἐν τῷ σκηνώματι εἴρηται. Ὁ ἐν τούτῳ τῷ οἴκῳ γεγονὼς σκεπασθήσεται ἐν τῇ τῶν πτερύγων τοῦ Θεοῦ σκέπῃ. Ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις, κ. τ. ἑ. Πλούσιος γὰρ ὢν, φησὶ, καὶ μεγάλας δωρεὰς παρέχεις· μᾶλλον δὲ χαριζόμενος τοῖς τελείοις ἀνθρώποις τὸ γενέσθαι σου υἱοὺς, κληρονομίαν αὐτοῖς δέδωκας· εἰ γὰρ καὶ προσδοκᾶται δοθησομένη μετὰ τὴν ἀνάστασιν ἐν τῷ μέλλοντι αἰῶνι· ἀλλά γε τῷ ἤδη ηὐτρεπίσθαι δέδοται τοῖς εἰς αὐτὴν κατὰ καιρὸν τὸν δέοντα ἀχθησομένοις.
PG 12:1457Καὶ ἔτι τοῖς φοβουμένοις τὸ ὄνομα αὐτοῦ ὁ Θεὸς κληρονομίαν ἔδωκεν. Ἐάν τις ᾖ διαφορὰ φοβουμένων τὸν Θεὸν καὶ τὸ ὄνομα αὐτοῦ, πιστευόντων αὐτῷ καὶ τῷ ὀνόματι αὐτοῦ, ἐπεὶ πολλάκις εἴρηται, ὑποδεεστέρους εἶναι τοὺς οἰκειωθέντας τῇ τοῦ Θεοῦ προσηγορίᾳ, τῶν ἑνωθέντων αὐτῷ τῷ Θεῷ· ὅρα ὡς καὶ τοῖς φοβουμένοις τὸν Θεὸν δέδοται ἡ κληρονομία· εἰ γὰρ τοῖς ὑποδεεστέροις ὑπῆρκται ἡ χάρις αὕτη, πολλῷ πλέον τοῖς ὑπεραναβεβηκόσιν. Τοῦ αὐτοῦ. Τάχα κληρονομίαν τὴν ἀνάλογον τῷ Ἰσραὴλ ἔδωκε τοῖς φοβουμένοις αὐτὸν ὁ Κύριος, τὴν δὲ ἀνάλογον τοῖς Λευί̈ταις ἔδωκε τοῖς ἀγαπῶσιν αὐτόν. Οὕτως ψαλῶ τῷ ὀνόματί σου, κ. τ. ἑ. Ἐπεὶ ὧν ἠξίωσα παρὰ σοῦ τέτυχα, εὐχάριστος οὕτω γεγονὼς ψαλῶ τῷ ὀνόματί σου, ὑμνῶν δι’ ἔργων, νοημάτων τε καὶ λόγων ἀγαθῶν τὴν ἐπ’ ἐμοὶ κληρωθεῖσαν προσηγορίαν σου. Καὶ πρὸς τούτῳ ἡμέραν ἐξ ἡμέρας ἃ ηὐξάμην ἀποδώσω· ὥσπερ ὁ Ἰακώβ φησιν·
PG 12:1458Ἐὰν δῷ μοι ὁ Θεὸς ἄρτον φαγεῖν, καὶ τὰ ἑξῆς, πάντων ὧν ἐάν μοι δῷς δεκάτην ἀποδεκατώσω σοι αὐτά· πρὸ γὰρ τούτων τῶν λόγων φέρεται τὸ, Ηὔξατο ὁ Ἰακὼβ λέγων τὸ, Ἐὰν ᾖ Κύριος μετ’ ἐμοῦ, ἕως τοῦ, Δεκάτην ἀποδεκατώσω σοι αὐτά. Εὖ δὲ καὶ τὸ εἰπεῖν, ἡμέραν ἐξ ἡμέρας τὰς εὐχὰς ἀποδοῦναι, ψάλλειν τε τῷ ὀνόματι τοῦ Θεοῦ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· τῷ τὸ μὲν ψάλλειν τῷ ὀνόματι τοῦ ὑμνουμένου παρεκτείνειν ἕως τοῦ μέλλοντος αἰῶνος· τὸ δὲ τὰς εὐχὰς ἀποδοῦναι πληροῦσθαι, ἕως ἔτι ὁ ἐξ ἡμερῶν συμπληρούμενος χρόνος ἐστίν· οὗτος δέ ἐστιν ὁ παραμετρούμενος τῇ ἑκάστου ζωῇ. Ἕως οὖν ἐν βίῳ ἐσμὲν τὰς εὐχὰς ἀποδώσωμεν, ἵνα καὶ ψάλλειν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τῷ ὀνόματι τοῦ Θεοῦ δυνηθῶμεν. ΨΑΛΜΟΣ ΞΑ. Εἰς τὸ τέλος ὑπὲρ Ἰδιθοὺμ ψαλμὸς τῷ Δαυὶ̈δ, κ. τ. ἑ. Ἰδιθοὺμ κριτοῦ ἐρχομένου Δαυὶ̈δ ἱκανοῦ χειρί. Ἔστι δὲ ὁ ψαλμὸς περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ αἰωνίου κριτοῦ ἐρχομένου, τοῦ ὄντος ἱκανοῦ χειρί. Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; κ. τ. ἑ. Πᾶς ὁ ὑποτασσόμενός τινι τὰ αὐτὰ ἐκείνῳ φρονεῖ. Καὶ εἰ κατὰ τὸν Παῦλον πάντες ὑποταγησόμεθα τῷ Χριστῷ, πάντες τὰ αὐτὰ Χριστῷ φρονήσωμεν. Τοῦ αὐτοῦ.
PG 12:1459Τὸ, ὑποταγήσεται, ἐπεὶ ὁ Σωτὴρ λέγει, ἀναφέρεται εἰς τὸ, τότε Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα. Ὅτι δὲ τὸν Πατέρα λέγει, δῆλον ἐκ τοῦ, Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι, ἔδραμον ἐν δίψει. Ἅμα δὲ μανθάνομεν, ὅτι τὸ ὑποταγησόμενον ψυχή ἐστιν· ὅτι τὸ σωτήριον τῆς ψυχῆς ἡ αὐτοσωτηρία παρὰ Θεοῦ ἐστι, διὸ αὐτὸς ὁ Σωτήρ ἐστι τοῦ ταῦτα λέγοντος· καὶ οὐκ ἔστι σωτήριον ἀπό τινος λαβεῖν ὑποταγέντα ἢ ἀπὸ Θεοῦ. Διὸ Θεῷ ὑποτασσώμεθα, τῷ ἀντιλαμβανομένῳ τῶν αὐτῷ μόνῳ ὑποτασσομένων, καὶ σώζοντι αὐτοὺς, ὥστε διὰ τὴν πρὸς τὸν Θεὸν αὐτῶν ὑποταγὴν ἐπὶ πλεῖον ἑστηκέναι αὐτοὺς ὑπὸ μηδενὸς σαλευομένους. Ἀντιλήπτωρ μου, οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον. Ἤτοι ὅτι ἐσαλεύθη, ἐξ οὗ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, ταῦτά φησιν, ὡς ὀλίγον σαλευθεὶς διὰ τὸν ὀλίγον ἐν σώματι χρόνον· εἴτουν περίλυπος γενόμενος τὴν ψυχὴν, ἤρξατο μόνον λυπεῖσθαι, καὶ τεταράχθαι ὀλίγον, λέγει τὸ, Οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον. Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, ὡς οἱ ἐπὶ πλεῖον σαλευόμενοι. Ἕως πότε ἐπιτίθεσθε εἰς ἄνθρωπον; κ. τ. ἑ.
PG 12:1460Τοῦτο ὅμοιόν ἐστι τῷ, Νῦν ζητεῖτέ με ἀποκτεῖναι. Ἄνθρωπον ζητοῦσιν ἀποκτεῖναι· καὶ οἱ ἐπιτιθέμενοι ἀνθρώπῳ ἐπιτίθενται. Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι, κ. τ. ἑ. Τιμὴ τῆς λογικῆς ψυχῆς ἀρετὴ καὶ γνῶσις. Πλὴν τῷ Θεῷ ὑποτάγηθι ἡ ψυχή μου, κ. τ. ἑ. Ἐπὶ μὲν τῇ προτέρᾳ ὑποταγῇ σωτήριον, ἐπὶ δὲ τῇ δευτέρᾳ ὑπομονὴ παρὰ Θεοῦ. Καὶ γὰρ, φησὶ, πολλὰ τὰ παρὰ τούτων ἐπαγόμενα κακά· ἀλλὰ πρὸς αὐτὸν βλέπω τὸν Θεὸν, αὐτὸν ἔχων προσδοκίαν καὶ ἐλπίδα· διὸ καὶ ὑπομένω τὰ γενόμενα· εἰωθὼς γάρ μοι βοηθεῖν, βοηθήσει καὶ νῦν, καὶ οὐ συγχωρήσει τούτοις τὸν οἰκεῖον ἐξανύσαι σκοπὸν, ὥστε περιγενέσθαι μὲν ἡμῶν, ἀναστῆσαι δὲ καὶ ἀποδιῶξαι τῶν ἡμετέρων, καὶ ἐν φυγῇ καταστῆσαι. Ἐλπίσατε ἐπ’ αὐτὸν, πᾶσα συναγωγὴ λαοῦ, κ. τ. ἑ. Ὡσεὶ ἔλεγε· Μὴ μόνον τὸ κατ’ ἐκλογὴν χάριτος τὸ λεῖμμα· ὅπερ ἔσται, ὅτε πᾶς Ἰσραὴλ σωθήσεται. Ἐκχέατε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν. Ὁ πάντα τὸν φαῦλον ἀποθέμενος διαλογισμὸν, καὶ ἄκρως μετανοήσας, ὡς μηδὲ μεμνῆσθαι τῶν χειρόνων, ἐξέχεεν ἐνώπιον αὐτοῦ τὴν καρδίαν ἑαυτοῦ.
PG 12:1461Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ἑκάστῳ ἀποδώσει ὁ Θεὸς κατὰ τὰ ἔργα, ἢ τὰ ἀγαθὰ, ἢ τὰ κακὰ, ἢ τὰ πολλὰ, ἢ τὰ ὀλίγα· κατὰ ὁποίων δήποτε μέτρων ποιότητα ἢ ποσότητα, ὧν ἀποδίδωσι. Πλὴν μάταιοι οἱ υἱοὶ ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς, τοῦ ἀδικῆσαι αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτὸ, κ. τ. ἑ. Μάταιοί εἰσιν οἱ τοῖς ματαίοις καὶ φθαρτοῖς τοῦ αἰῶνος τούτου προσκαθεζόμενοι πράγμασι. Μάταια τὰ ἀνθρώπινα πάντα καὶ μεταβολὴν ὀξεῖαν δεχόμενα. Τοῦ αὐτοῦ. Οὐ ψεύδομαι περὶ τὴν δικαιοσύνην· αὐτὴ γὰρ ζυγός ἐστι τῶν ἀρετῶν. Ψευδεῖς εἰσιν υἱοὶ ἐκ τοῦ πατρὸς τοῦ διαβόλου γεγεννημένοι. Ἀμελοῦσι γὰρ, φησὶ, τῆς ἰσότητος· ἀνίσως δὲ κατέχουσι τὰ τῆς διανοίας ζυγὰ, καὶ τοῦ μὲν δικαίου καταφρονοῦσι, ἀδικίᾳ δὲ χαίρουσι. Τοῦ αὐτοῦ. Οἱ κατὰ τοὺς Ο οὕτω· κατὰ δὲ Θεοδοτίωνα· Ἀτμὶς υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς υἱοὶ ἀνδρὸς ὡς ῥοπὴ ζυγοῦ. Οὐδὲν, φησὶ, μόνιμον τῶν ἀνθρωπίνων, ἀλλ’ ἀτμῷ ἔοικε ἀναπεμπομένῳ καὶ παραυτίκα σκεδαννυμένῳ, καὶ ῥοπῇ ζυγοῦ ποτὲ μὲν καθιεμένῃ, ποτὲ δὲ ἀνανευούσῃ. Ζητεῖται δὲ εἰ οἱ ἅγιοι οὐ μάταιοι. Οὐχ υἱοὶ τῶν ἀνθρώπων οἱ ἅγιοι.
PG 12:1462Κατηργήθη γὰρ αὐτῶν ἡ κατὰ ἄνθρωπον γένεσις. Ἅπαξ ἐλάλησεν ὁ Θεὸς, δύο ταῦτα ἤκουσα, κ. τ. ἑ. Τὸν λόγον ἅπαξ ἐλάλησεν ὁ Θεὸς, τὸν περὶ προνοίας καὶ κρίσεως ἔχοντα λόγον· τοῦτο γὰρ δηλοῦται ἐκ τῶν ἐπιφερομένων ῥητῶν. ΨΑΛΜΟΣ ΞΒ. Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Ἐδίψησέ σοι ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου, ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ· οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι, τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου, κ. τ. ἑ. Πᾶς ὁ ἀποθέμενος τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσάμενος τὰ ὅπλα τοῦ φωτὸς, ὀρθρίζει πρὸς τὸν Θεόν. Τοῦ αὐτοῦ. Τῷ Θεῷ μὲν διψᾷ ὁ τοῦ καλοῦ διψῶν, διαβόλῳ δὲ ὁ τοῦ αἰσχροῦ. Ἀλλὰ καὶ ἐν τῷ ἁγίῳ ὀφθῆναι δεῖ τῷ Θεῷ τὸν ὀψόμενον τὴν δύναμιν καὶ τὴν δόξαν αὐτοῦ. Χριστὸς δὲ Θεοῦ δύναμις καὶ ἀπαύγασμα τῆς δόξης αὐτοῦ. Καὶ ὁ μὲν ἄγαμος μεριμνῶν τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Θεῷ, ἵνα ᾖ ἅγιος τῷ σώματι καὶ τῷ πνεύματι, εἴποι ἂν περὶ τῆς ἑαυτοῦ σαρκὸς τῷ Κυρίῳ· Σοὶ ἡ σάρξ μου· ὁ δὲ πορνεύων εἴποι ἂν τῷ διαβόλῳ·
PG 12:1463Σοὶ ἡ σάρξ μου· ὁ ἐν ἁγνείᾳ δ’ ὢν λέγοι ἂν τὴν ἑαυτοῦ σάρκα ἐν τῇ ἐρήμῳ· ἐπείπερ ἐν ἐρημίᾳ ἐστὶν ἡ σὰρξ αὐτοῦ, καὶ ἐν ἀβάτῳ, οὐδὲ πονηροῦ λογισμοῦ ἐπιβαίνοντος αὐτῷ. Καὶ ἐν ἀνύδρῳ· ὑγρὸν μὲν γὰρ τὸ σῶμα τοῦ καταφεροῦς, ξηρὸν δὲ τὸ τοῦ καθαρεύοντος. Ὅθεν ὁ εὐνοῦχος λέγει· Ὅτι ἐγώ εἰμι ξύλον ξηρόν. Πλὴν ὁ λέγων οὕτως, ἐν τῷ ἁγίῳ ὤφθην σοι, ὀρθρίζει πρὸς Θεὸν, καὶ διψᾷ ἑαυτῷ τῇ ψυχῇ ἑαυτοῦ πολλαπλῶς, καὶ ἡ σὰρξ αὐτοῦ ἐν γῇ ἐστιν ἐρήμῳ, ἀβάτῳ καὶ ἀνύδρῳ. Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωὰς, τὰ χείλη μου ἐπαινέσουσί σε, κ. τ. ἑ. Ἡ μὲν τοῦ ἀνθρώπου ζωὴ ἡ ἁγία γνῶσις ὑπάρχει· τὸ δὲ ἔλεος Κυρίου ἡ τῶν γεγονότων θεωρία ἐστί. Πολλοὶ δὲ ἡμῖν τοῦ αἰῶνος τούτου καθυπέσχοντο γνώσεις· ἀλλὰ κρεῖσσον τὸ ἔλεος Κυρίου ὑπὲρ ζωάς. Τοῦ αὐτοῦ. Τὰ χείλη μου, φησὶν, ἐπαινεῖ, ψυχὴ δὲ αἰνεῖ, πνεῦμα δὲ καὶ νοῦς ψάλλουσι. Οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου, ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου, κ. τ. ἑ. Αἴρει καὶ ἐπαίρει τὰς χεῖρας ἑαυτοῦ ὁ ἅγιος, οὐράνια πράττων.
PG 12:1464Αἵρει δὲ καὶ τὰς χεῖρας ὁ δίκαιος ἐν ὀνόματι τοῦ Κυρίου, ὅτε ἀπὸ ὑγιῶν δογμάτων περὶ Θεοῦ, καὶ τῆς εἰς αὐτὸν εὐσεβείας ἐπαίρει ἀπὸ τῶν γηί̈νων τὸ πρακτικὸν ἑαυτοῦ· ὅτε δὲ ἐξ ἀλλοφύλου τινὸς διδασκαλίας, αἴρει μὲν τὰς χεῖρας ἑαυτοῦ, οὐ μὲν δὴ ἐν ὀνόματι Κυρίου. Ὡσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, κ. τ. ἑ. Λιπαρὰ καὶ εὐτραφὴς ψυχή. Τὸ, Ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς, χρήσιμον εἰς τὸ ῥητόν. Καθάπερ γὰρ ἐπὶ τῶν σωματικῶν βρωμάτων δοκεῖ τὰ πίονα καὶ εὐτραφῆ τῶν ζώων κρείττω τυγχάνειν πρὸς ἡδονὴν, τῶν οὐχ οὕτως ἐχόντων· οὕτω καὶ ἐπὶ τῶν πνευματικῶν ἀνάλογόν ἐστιν ἑκατέροις. Τῆς ψυχῆς γὰρ τὴν ὑπερέχουσαν τροφὴν εἰδὼς ὁ προφήτης, ταῦτά φησι. Τοιαῦτα γὰρ ἦν τάχα καὶ τὰ κατὰ τὴν παραβολὴν ἐν Εὐαγγελίοις τοῦ μόσχου τοῦ σιτευτοῦ. Καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου. Ἀμφίβολος ἡ λέξις· ἤτοι γὰρ αἰνεσθήσεται τὸ στόμα μου ὑπὸ χειλέων ἀγαλλιάσεως, ἢ αἰνεσθήσεται τὰ χείλη ἀγαλλιάσεως ὑπὸ τοῦ στόματός μου. Ὅταν, φησὶ, τοῦ σοῦ ὀνόματος ἐν μνήμῃ γένωμαι, τότε δὴ τότε χαρᾶς πληροῦται τὰ χείλη μου. Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, κ. τ. ἑ.
PG 12:1465Πιθανὸν εἰς ἁγνείαν προτρεπτικόν· ὡς τοῦ ἐπὶ τῆς στρωμνῆς μνημονεύοντος τῶν κατὰ Θεὸν, πάντως καθαρεύοντος. Ὁμοίως καὶ τὸ, Ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Καὶ γὰρ ἀποστεροῦσιν ἀλλήλους οἱ σχολάζοντες τῇ προσευχῇ. Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, κ. τ. ἑ. Εἰ ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν, ἐκολλήθη δὲ ὁ Δαυὶ̈δ τῷ Κυρίῳ, ἄρα ἓν γέγονε πνεῦμα. Πνεῦμα δὲ τὸν πνευματικὸν ὀνομάζει, ὡς καὶ ἡ μὴ περπερευομένη ἀγάπη τὸν ἔχοντα τὴν ἀγάπην δηλοῖ. Καὶ Μωϋσῆς ὅτε τὰ ὀπίσθια εἶδε τοῦ Θεοῦ, τότε ἐκολλήθη ἡ ψυχὴ αὐτοῦ ὀπίσω τοῦ Θεοῦ. Εἰσελεύσονται εἰς τὰ κατώτατα, κ. τ. ἑ. Ὅσῳ χεῖται ἡ κακία τινὸς, τοσούτῳ κατωτέρω γινόμενος, εἰσέρχεται εἰς τὰ κατώτερα τῆς γῆς. Τροπικῶς δὲ χεῖρες ῥομφαίας, ὡς χεῖρες γλώσσης. Μερίδες ἀλωπέκων ἔσονται. Φασὶ, τοὺς λέοντας, ἐπειδάν τινος ἐπιλάβωνται ζώου, ῥοφεῖν τε τὸ αἷμα, καὶ ἁρπακτικῶς ἐσθίειν τὸ προσπεσὸν, καὶ μάλιστα τὰ κυριώτερα τῶν μελῶν, τὰ δὲ περιττὰ καταλιμπάνειν· ταῦτα δὲ τὰς ἀλώπεκας εὑρούσας ἐσθίειν·
PG 12:1466ἐπεὶ οὖν ἐσθίουσιν αὗται τὰ παρ’ ἐκείνοις ἤδη ἀναιρεθέντα, τοῦτό φησιν, ὅτι τιμωρίαι αὐτοὺς διάφοροι διαδέξονται, καὶ ἀπὸ τούτων εἰς ἑτέρους ἐμπεσόντες, διαφόρῳ τῇ τιμωρίᾳ περιβληθήσονται. Τοῦ αὐτοῦ. Ἵνα πιστεύσαντες σωθῶσιν τῷ κατελθόντι εἰς τὰ κατώτερα μέρη τῆς γῆς. Τοῦ αὐτοῦ. Τοὺς καταχθονίους δαίμονας νῦν ἀλώπεκας ὀνομάζει, οἷς καὶ παραδίδονται πρὸς κόλασιν οἱ ἐπίγειοι δαίμονες. ΨΑΛΜΟΣ ΞΓ. Εἰσάκουσον, ὁ Θεὸς, τῆς φωνῆς μου, κ. τ. ἑ. Ἔστι τις φωνὴ καρδίας ἀκουστὴ μόνῳ Θεῷ. Ἀπὸ φόβου ἐχθροῦ, ἤτοι ἀπὸ τοῦ φοβεῖσθαι τὸν ἐχθρὸν, ἐξελοῦ τὴν ψυχήν μου· ἢ ἀπὸ φόβου, ὃς φόβος οὐ φίλος, ἀλλ’ ἐχθρός ἐστι. Φίλος μὲν ὁ τοῦ Θεοῦ ἐπιστημονικὸς φόβος, ἐχθρὸς δὲ ὁ μὴ τοιοῦτος φόβος· ὁποῖος ὁ τῶν ἑτεροδόξων, ἢ ὁ τῶν ὁποίων δηποτοῦν, ἀλλὰ παρὰ τὸν Θεὸν, φοβουμένων· περὶ ὧν δύναται τὸ ἐν Ἡσαί̈ᾳ πνεῦμα παραστατικῶς εἰρηκέναι· Τὸν δὲ φόβον αὐτῶν οὐ μὴ φοβηθῆτε, οὐδ’ οὐ μὴ ταραχθῆτε ἀπὸ συστροφῆς πονηρευομένων τῶν ἑτεροδόξων ἐν πίστει. Ἀντὶ συστροφῆς, ἀποῤῥήτου Ἀκύλας εἴρηκεν· ὁ δὲ Σύμμαχος σκέψεως. Ἀπὸ πλήθους ἐργαζομένων ἀδικίαν, τῶν τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδευόντων.
PG 12:1467Τοῦ αὐτοῦ. Ἐχθρὸς φόβος ἐστὶν ἤτοι ὁ παρὰ τοῦ ἐχθροῦ ἡμῖν ἐγγινόμενος, ἢ ὁ ἐναντίος τῷ τοῦ Χριστοῦ θάρσει. Θαρσεῖτε γὰρ, φησὶν, ἐγώ εἰμι· μὴ φοβεῖσθε. Οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν, κ. τ. ἑ. Οἱ ἱκανοὶ ὑπὲρ τῶν ψευδῶν δογμάτων ἐνέτειναν τόξον πρᾶγμα πικρόν· γλυκὺ δὲ τὸ τῶν προϊσταμένων τῆς ἀληθείας. Ἀντὶ τοῦ πρᾶγμα, ῥῆμα Ἀκύλας εἶπε. Τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον, Ἀκύλας ἁπλοῦν. Τὰ βέλη μέντοιγε, ἐν οἷς τὸν ἄμωμον ἢ ἁπλοῦν κατατοξεύουσιν οἱ ἀκονήσαντες ὡς ῥομφαίαν τὰς γλώσσας αὑτῶν, οἱ ἀπόκρυφοί εἰσι καὶ μυστηριώδεις αὐτῶν λόγοι. Ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρὸν, κ. τ. ἑ. Θεὸς μὲν ἀγαθὸν κραταιοῖ λόγον, ἄνθρωπος δὲ πονηρόν. Διόπερ ὁ μὲν Θεὸς ἐκραταίωσε θείᾳ δυνάμει τὸν ἑαυτοῦ λόγον· ἄνθρωποι δὲ ἑαυτοῖς τῇ καλουμένῃ διαλεκτικῇ φιλοσοφίᾳ, καὶ κενῇ ἀπάτῃ διηγήσαντο τοῦ κρύψαι παγίδα, οἱ πιθανοῖς σοφίσμασι καὶ λόγοις ἀπατηλοῖς ἀπατῶντες, ἐν οἷς λανθάνον κεκρυμμένον ἐστὶ τὸ παγιδεύειν. Εἶπαν, Τίς ὄψεται αὐτούς; Μέγα φρονοῦντες ὡς ἐπὶ δυσθεωρήτοις οἷς εὑρίσκειν νομίζουσι, κραταιοῦντες ἑαυτοῖς λόγον πονηρὸν, ἐξηρεύνησαν ἀνομίαν.
PG 12:1468Δέον τὸν νόμον ἐρευνᾷν, ἵνα ὁ ἐν αὐτῷ εὑρεθῇ πνευματικὸς νοῦς· οἱ δὲ ἔξω νόμου ζητοῦντες ἐξηρεύνησαν ἀνομίαν. Ἐξηρεύνησαν ἀνομίαν, ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσει, κ. τ. ἑ. Τοῦτο καὶ οἱ τῆς ἀληθείας παραχαράκται ποιοῦσι. Δέον τὸν νόμον ἐρευνᾷν, ἵνα ἐν αὐτοῖς εὑρεθῇ πνευματικὸς νοῦς, οἱ δὲ ἔξω νόμου ζητοῦντες ἐξηρεύνησαν. Τὴν ἐπίτασιν ἐνταῦθα τῆς κακίας σημαίνει. Προσελεύσεται ἄνθρωπος, καὶ καρδία βαθεῖα, κ. τ. ἑ. Καρδία βαθεῖά ἐστιν ἡ θεωρήσασα τὸ βάθος τοῦ πλούτου καὶ τῆς γνώσεως τοῦ Θεοῦ. Βέλος νηπίων ἐγενήθησαν, κ. τ. ἑ. Καὶ πάντες ἀπήγγελλον, ὅτι σὸν ἔργον τοῦτο, καὶ σοὶ τὰ γιγνόμενα ἐπέγραψαν, γνωρίσαντες ὡς οὐκ ἦν ἄλλου. Οὕτως αὐτοῖς πᾶσαν τὴν σπουδὴν εἰς τὸ μηδὲν περιτρέψαι ὁ θεῖος ἐθέλησεν ὀφθαλμός· τοὐναντίον δὲ καὶ τιμωρήσασθαι ᾑρετίσατο. Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ, καὶ ἐλπιεῖ ἐπ’ αὐτόν· καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ, κ. τ. ἑ. Εὐφραίνει ἄδικον πλοῦτος φθαρτός· τὸν δὲ δίκαιον γνῶσις Θεοῦ. Τοῦ αὐτοῦ. Καρδίαν εὐθεῖαν ἐπαινεῖ Κύριος· διεστραμμένην δὲ ψυχὴν ἀπώσεται ἀπ’ αὐτοῦ. Τοῦ αὐτοῦ. Εὐθεῖς τῇ καρδίᾳ οἱ ἐξ ἐθνῶν πιστεύσαντες·
PG 12:1470οἱ δὲ αὐτοὶ καὶ δίκαιοι, ὡς τῇ πίστει δικαιωθέντες· εὐθεῖς δὲ, ὡς μηδέποτε τῇ παρὰ τοῦ Θεοῦ διδασκαλίᾳ τὴν πλάνην τῶν εἰδώλων προσμίξαντες, ὅπερ πολλάκις οἱ παῖδες τῶν Ἰουδαίων πεποιηκότες φαίνονται. Οὗτοι τοίνυν εὐφρανθήσονται ὡς νήψαντες, καὶ τὴν τῶν ῥᾳθυμησάντων κληρονομίαν κερδάναντες. ΨΑΛΜΟΣ ΞΔ. Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιὼν, κ. τ. ἑ. Ἐν Σιὼν, τῇ ἐπουρανίῳ δηλαδὴ, τουτέστι τῷ νοητῷ σκοπευτηρίῳ· ἐν γὰρ αἰσθητοῖς οὐ πρέπει ὕμνος τῷ Θεῷ· διὸ οὐ ψαλοῦμεν σώματι ἢ γράμματι, ἀλλὰ πνεύματι, καὶ οὐκ αἰσθήσει, ἀλλὰ νοί̈. Καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλὴμ, ἀπὸ κοινοῦ ἐν Σιών· εὐχὴ δὲ ὁποία ἐστὶν ἡ τοῦ Ναζωραίου. Εἰσάκουσον προσευχῆς μου, κ. τ. ἑ. Εἰσάκουσον προσευχῆς μου ἐν Σιών· Πρὸς σὲ δὲ τὸν Θεὸν, ὃς πνεῦμα ποιεῖς, πᾶσα σὰρξ ἥξει. Μεταβαλεῖ γὰρ ἡ γενομένη σὰρξ δι’ ἁμαρτίαν ψυχὴ, καὶ ἔσται πνεῦμα. Λόγοι ἀνόμων ὑπερεδυνάμωσαν, κ. τ. ἑ. Λόγοι ἀνόμων ἐγγενόμενοι ἡμῖν ὑπερεδυνάμωσαν ἡμᾶς, δι’ οὓς γεγόναμεν σάρκες.
PG 12:1471Καὶ ταῖς ἀσεβείαις ἡμῶν σὺ ἱλάσῃ. Σοῦ ἱλασκομένου ταῖς ἀσεβείαις ἡμῶν, τῶν ὑπὸ λόγων ἀνόμων ὑπερδυναμωθέντων, καὶ γενομένων σαρκῶν, ὡς ἥκειν ἡμᾶς πρὸς σὲ τοὺς γενομένους σάρκας, πιστεύομεν ὅτι πρὸς σὲ πᾶσα σὰρξ ἥξει. Μακάριος, ὃν ἐξελέξω, κ. τ. ἑ. Εἰ μακάριος, ὃν ἐξελέξω καὶ προσελάβου· μακάριοι οὖν ὀλίγοι οἱ ἐκλεκτοί· ἀλλ’ οὐχ οἱ πολλοὶ μόνον κλητοί. Οἱ μὲν γὰρ ὀλίγοι ἐκλεκτοὶ εὑρήσουσι τὴν αἰώνιον ζωὴν, ὁδεύσαντες στενὴν καὶ τεθλιμμένην ὁδὸν ἀπάγουσαν ἐπ’ αὐτήν· οἱ δὲ πολλοὶ μόνον κλητοὶ, τὴν ἀπάγουσαν ἐπὶ τὴν ἀπώλειαν καὶ εὐρύχωρον ὁδὸν διοδεύσαντες, οὐ κατασκηνώσουσιν ἐν ταῖς αὐλαῖς σου ἐν σοὶ, οὐδὲ πεφυτευμένοι ἐν τῷ οἴκῳ τοῦ Κυρίου ἐξανθήσουσιν. Αὗται δὲ αἱ πύλαι εἰσὶν αἱ πολλαὶ ἐν τῷ οἴκῳ τοῦ Πατρὸς μοναί. Πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου. Οἱ πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, πλησθέντες ἐν τοῖς ἀγαθοῖς αὐτοῦ, ἐξανθήσουσιν ἐν αἷς κατοικήσουσιν αὐλαῖς. Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ. Ὁ Χριστὸς, ναὸς ὢν τοῦ Πατρὸς τοῦ ἐν αὐτῷ, καὶ ἅγιός ἐστι καὶ θαυμαστὸς ἐν δικαιοσύνῃ. Οὐχ ἁρμόζει δὲ τὸ δεύτερον ἐπὶ τοῦ αἰσθητοῦ λέγεσθαι ναοῦ.
PG 12:1472Ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς, καὶ τὰ ἑξῆς. Ὃ λέγων, μακρὰν τῆς θαλάσσης ὢν, προφητεύει περὶ τῶν ἐν θαλάσσῃ μακρὰν αὐτοῦ κυματουμένων, ἢ περὶ τῶν ἐν βαθυτάταις ὄντων περιστάσεσι, καὶ λεγόντων· Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης. Κατασκηνώσει ἐν ταῖς αὐλαῖς αὐτοῦ, κ. τ. ἑ. Αὐλὴ Κυρίου γνῶσις Θεοῦ· ὁ δὲ κατοικῶν ἐν αὐτῇ πλησθήσεται ἀγαθῶν. Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς ὁ σωτὴρ, κ. τ. ἑ. Πάλιν ἐνταῦθα τὴν τῆς οἰκουμένης σωτηρίαν προλέγων, τῆς Ἰακὼβ ἀναμιμνήσκει προῤῥήσεως, εἰπόντος· Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται. καὶ αὐτὸς προσδοκία ἐθνῶν· ὂν νῦν ἐλπίδα καλετῶν περάτων τῆς γῆς. Εἶτα δηλοῖ καὶ τὰς νήσους καὶ τὰ ἐν θαλάσσῃ. Ἐπάκουσον οὖν ἡμῶν, φησὶν, ὁ μικρὸν ὕστερον πᾶσαν ἀνθρώπων τὴν φύσιν τῷ τῆς δικαιοσύνης καταυγάσων φωτί. Εἶτα τὴν δύναμιν ὡς ἔνεστι τοῦ Θεοῦ διηγεῖται. Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ αὑτοῦ, κ. τ. ἑ. Ἑτοιμάζων ὄρη, ἀντὶ τοῦ, τοὺς μεγίστους τῶν ἐπὶ γῆς ἐν εὐσεβείᾳ, ὁ Θεὸς, μεταδιδοὺς αὐτοῖς τῆς θείας ἰσχύος. Ὁ συνταράσσων τὸ κύτος τῆς θαλάσσης, κ. τ. ἑ.
PG 12:1473Ἐπιτιμᾷ Κύριος τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ, καὶ ποιεῖ γαλήνην μεγάλην. Τοῦ αὑτοῦ. Κύτος φησὶν, ἀντὶ τοῦ κοίλωμα ἢ βάθος. Ταραχθήσονται τὰ ἔθνη, κ. τ. ἑ. Ἐπὶ τοῖς Ἰησοῦ Χριστοῦ σημείοις ἐφοβήθησαν καὶ οἱ ἐν τοῖς πέρασι, μᾶλλον Ἰουδαῖοι, καὶ τοῦτο ἀκούσαντες, μᾶλλον δὲ καὶ ἰδόντες. Ἐπλήθυνας τοῦ πλουτίσαι αὐτὴν, κ. τ. ἑ. Πλοῦτον τὴν γνῶσιν λέγει· Ἐν παντὶ γὰρ ἐπλουτίσθητε ἐν πάσῃ γνώσει, φησὶν ὁ Ἀπόστολος. Ἡτοίμασας τὴν τροφὴν αὐτῶν, κ. τ. ἑ. Τροφὴν μὲν τὴν πνευματικήν φησιν· ἡτοιμάσθαι δὲ αὐτὴν λέγει· διότι πρὸ καταβολῆς τοῦ κόσμου ὥρισται τὸ περὶ Χριστοῦ μυστήριον, ὅς ἐστιν ἄρτος ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Καὶ τῇ παρὰ σοῦ προνοίᾳ ἑτοίμην αὐτοῖς παρέξεις τὴν τροφὴν, ὥστε μηδενὸς δεῖσθαι. Τὸ δὲ, Οὕτως ἡ ἑτοιμασία σου, τουτέστιν, ἐπειδὴ ἔργον σοι τὰ τοιαῦτα εὐτρεπίζειν καὶ ἑτοιμάζειν τοῖς ἀνθρώποις, ἀφ’ ὧν ἁπάντων αὐτοῖς χορηγεῖς τὴν ἀφθονίαν. Ὥσπερ γὰρ τὸ ἑτοιμάζειν τὸ ἑδράζειν λέγει ἀπὸ τοῦ τὰ παρεσκευασμένα ἕτοιμα εἶναι καὶ βέβαια πρὸς τὴν χρείαν· οὕτω καὶ ἑτοιμασίαν αὐτὴν καλεῖ τὴν παρασκευήν· ὡς ἐνταῦθα. Ἵνα εἴπῃ, ὅτι·
PG 12:1474Οὐδενὸς ἐνδεηθήσονται, ἕτοιμα γὰρ αὐτοῖς πάντα καὶ παρεσκευασμένα, ὡς μηδὲν δεῖν αὐτοῖς φροντίδος· τὸ δὲ τοιοῦτον καὶ βέβαιον. Ἐν ταῖς σταγόσιν αὐτῆς, κ. τ. ἑ. Κατὰ μικρὰ, φησὶ, τῶν θείων χαρισμάτων διδομένων αὐτῇ, εὐφραίνειν καὶ ἀνατέλλειν παρασκευάζει, τὸν νοητὸν δηλονότι καρπόν. Νοήσεις δὲ τὰς σταγόνας αὐτῆς ἀπὸ τοῦ εἰρημένου περὶ Χριστοῦ· Καταβήσεται ὡς ὑετὸς ἐπὶ τόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν. Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ, κ. τ. ἑ. Ἐν Ἡσαί̈ᾳ φησί· Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, καὶ καλέσαι ἐνιαυτὸν Κυρίου δεκτόν. Ἐνιαυτὸν τοίνυν χρηστότητος τὸν μετὰ τὴν ἐνανθρώπησιν τοῦ Σωτῆρος ὀνομάζει χρόνον, ὡς μίαν αὐτῷ καρποφορίαν προσάγοντα. Τούτῳ τὴν εὐλογίαν ὁ προφήτης ἐπηύξατο. Πιανθήσονται τὰ ὡραῖα τῆς ἐρήμου, κ. τ. ἑ. Ἐπιφανείσης τῆς χρηστότητος, ἔρημος δώσει καρπὸν, καὶ οἱ βουνοὶ, ἐφ’ ὧν ἔθυον δαίμοσι, τοὺς εὐαγγελικὸν μετιόντας ὑποδέξονται βίον, περίβλεπτοι διὰ τούτους γενόμενοι.
PG 12:1475Καὶ νῦν δὲ ἅπαντες πρὸς τοὺς τὰς ἀκρωρείας κατειληφότας τρέχουσι. Καὶ αἱ κοιλάδες πληθυνοῦσι, κ. τ. ἑ. Ἐπὶ τὸ βέλτιον, φησὶ, μεταβαλοῦσαι αἱ κοιλάδες, καὶ πληθυνθεῖσαι νοητῶν καρπῶν, ἐκτενῶς σοι τοὺς ὕμνους ἀναπέμψουσι. ΨΑΛΜΟΣ ΞΕ. Ἀλαλάξατε τῷ Θεῷ, κ. τ. ἑ. Ἀλλὰ καὶ τῆς μετὰ μετάνοιαν ἀναστάσεως πᾶσι προκειμένης πάντες ἀλαλαζέτωσαν· πρὸς ἕκαστον γὰρ λέγεται· Μήτι ὁ πεσὼν οὐκ ἀνίσταται; Καὶ πρὸς ἅπασαν τὴν ἀπὸ τῶν ἐθνῶν Ἐκκλησίαν ὁ Κύριος λέγει· Ἀνάστα, ἐλθὲ ἡ πλησίον μου. Ὁ γὰρ ἀναστὰς διὰ μετανοίας οὐκ ἔστι πόῤῥω Χριστοῦ. Γενομένης δὲ τῆς ἐν ἀλαλαγμῷ κατὰ τῶν ἡττωμένων φωνῆς, οἱ ἐλευθερωθέντες προστάττονται τῷ τῆς νίκης αἰτίῳ ψάλαι Θεῷ. Δόξαν δὲ δίδωσιν αἰνέσει αὐτοῦ ὁ ἔχων τῇ αἰνέσει πρᾶξιν κατάλληλον· Τοῖς γὰρ εὐθέσι πρέπει αἴνεσις· διὸ κωλύεται ὁ φαῦλος τοῦτο ποιεῖν· οὐκ ὄντος ὡραίου αἴνου ἐν στόματι ἁμαρτωλοῦ. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ, κ. τ. ἑ. Ὁ ἰδὼν διαφορὰν τοῦ ἀναγγείλαντος τὰ ἔργα τοῦ Θεοῦ πρὸς τὸ, Καὶ τὰ ποιήματα αὐτοῦ συνῆκαν· εἰρημένον ἐν ἑξηκοστῷ τρίτῳ ψαλμῷ· καὶ πῶς εἴρηται ἐν ἑκατοστῷ ἔκτῳ·
PG 12:1476Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς, αὐτοὶ εἶδον τὰ ἔργα Κυρίου, καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ· ὄψεται πῶς δεῖ λέγειν τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου· οὐχὶ δὲ, Φοβερὰ τὰ ποιήματά σου. Καὶ γὰρ τὰ ἔργα Κυρίου εἴδοσαν οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, ἐπιτήδειοι κατὰ τοῦτο ὄντες ἰδεῖν τὰ φοβερὰ ἔργα Κυρίου· τὰ γὰρ ἀνάλογα τοῖς ποιήμασι Κυρίου θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ οὐκ ἔστι φοβερά. Πᾶσα ἡ γῆ προσκυνησάτωσαν, κ. τ. ἑ. Καὶ παρὰ τῷ Ἀποστόλῳ πρῶτον προσεύξομαι, δεύτερον ψαλῶ. Ἐπιστήσεις δὲ, εἰ ἕτερόν ἐστι τὸ, Ψαλάτωσάν σοι, καὶ ἕτερον τὸ, Ψαλάτωσαν τῷ ὀνόματί σου· ὁ δὲ Σύμμαχος ἐξέδωκε· Πάντες ἐπὶ γῆς προσκυνήσουσί σοι, μελῳδοῦντες ᾄσουσι τῷ ὀνόματί σου. Ὑμνήσατε, φησὶν, ὡς Ὑψηλοῦ μνημονεύοντες. Τοῦ αὐτοῦ. Εὐθυμεῖ τις ἐν ὑμῖν, ψαλλέτω, φησὶν ὁ Ἀπόστολος. Δεῦτε, καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, κ. τ. ἑ. Βλέπει τὰ ἔργα τοῦ Θεοῦ ὁ συνιεὶς πῶς καλά ἐστι· καὶ ὁ ἐλθὼν πρὸς τὸ λέγον πνεῦμα, Δεῦτε, συνίησιν.
PG 12:1477Ὅσα δὲ ἂν βουλευσάμενος ἄνθρωπος λέγῃ τὰ περὶ τῶν ἔργων τοῦ Θεοῦ, τούτων πολλῷ μείζονά ἐστι τὰ ἔργα τοῦ Θεοῦ, ὥστε φοβηθῆναι ἂν ἐκπλαγέντα τὸν ἰδόντα πῶς φοβερός ἐστιν ἐν βουλαῖς ὁ Θεὸς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ὁ μεταστρέφων τὴν θάλασσαν, κ. τ. ἑ. Πρῶτον διὰ Μωϋσέως θάλασσα ξηραίνεται· εἶτα διὰ Ἰησοῦ ἐν ποταμῷ διελεύσονται ποδί. Τοῦ αὐτοῦ. Οὐκ εἶπε μεταστρέψας, ἀλλὰ μεταστρέφων· κατὰ μὲν γὰρ τὴν ἱστορίαν ἐπὶ τὴν Ἰουδαίαν ἅπαξ ἐγένετο· κατὰ δὲ διάνοιαν ἀεὶ τοῦτο συμβαίνει, ψυχὰς τεταραγμένας ὑπὸ τῶν ἁλμυρῶν τοῦ βίου κυμάτων καὶ περιφερομένας παντὶ ἀνέμῳ, τῇ διδασκαλίᾳ ἐπ’ ἀρετὴν καὶ γνῶσιν μεταφέροντος Θεοῦ. Ὁ Σύμμαχος οὕτως· Μετέβαλε τὴν θάλαςσαν εἰς ξηρὰν, ποταμὸν διέβησαν ποδί. Ἐκεῖ εὐφρανθησόμεθα ἐν αὐτῷ, κ. τ. ἑ. Ἐκεῖ, δηλονότι ἐν ποταμῷ, ἔνθα εὐφρανθησόμεθα ἐπὶ τῷ Κυρίῳ, διελθόντες τῷ ποδὶ ἐν ποταμῷ· ὅτε γεγένηται ταῦτα, ὧν τύπος ἦν τὸ ἐν τῷ Ἰησοῦ θαῦμα, ὅτε ἔστη τὰ ὕδατα καταβαίνοντα ἄνωθεν. Οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη, κ. τ. ἑ. Οἱ ὀφθαλμοὶ αὐτοῦ τῷ παραπτώματι τοῦ Ἰσραὴλ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν. Οἱ πικραίνοντες μὴ ὑψούσθωσαν, κ. τ. ἑ.
PG 12:1478Οἱ παραπικραίνοντες οἱ ἐξ Ἰσραήλ εἰσιν· οὗτοι οὖν μὴ ὑψούσθωσαν ἑαυτοῖς, γινώσκοντες, ὅτι οἱ ὀφθαλμοὶ τοῦ Θεοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσι. Τοῦ αὐτοῦ. Παραπικραίνοντές εἰσιν οἱ δεδωκότες εἰς τὸ βρῶμα αὐτοῦ χολὴν, καὶ εἰς τὴν δίψαν ποτίσαντες ὄξος. Τούτους ὁ μὲν Θεοδοτίων ἐκκλίναντας εἶπεν, ἀφισταμένους δὲ ὁ Ἀκύλας· σαφέστερον δὲ ὁ Σύμμαχος εἴρηκεν· Οἱ ἀπειθεῖς μὴ ὑψούτωσαν ἑαυτούς. Μὴ τοίνυν μέγα φρονείτω ὁ ὑπέροπτος λαὸς τοῦ Ἰσραὴλ, μηδὲ κατὰ τῆς τῶν ἐθνῶν πληθύος ὑψηλὴν ἐπαιρέτω τὴν ὀφρὺν, μηδὲ λεγέτω καθ’ ἑαυτόν· Ἐγὼ πρωτότοκός εἰμι ἐν τέκνοις Θεοῦ. Τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωὴν, κ. τ. ἑ. Τοῦ θεμένου εἰς ζωὴν τὸν εἰπόντα· Ἐγώ εἰμι ἡ ζωή. Εἰς σάλον ἐδόθησαν οἱ πόδες Κάϊν, ὅτε, ἐξελθὼν ἀπὸ προσώπου τοῦ Θεοῦ, ᾤκησεν ἐν γῇ Ναὴδ, ὅ ἐστι σάλος· ἀλλ’ οὐχ οἱ Μωϋσέως, ᾧ εἴρηται· Σὺ δὲ στῆθι μετ’ ἐμοῦ· οὗ αἱ κνῆμαι στῦλοι ἦσαν μαρμάρινοι, τεθεμελιωμένοι ἐπὶ βάσεις χρυσᾶς, ὡς ἐν τῷ Ἄσματι τῶν ᾀσμάτων εἴρηται. Ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, κ. τ. ἑ. Σαφῶς τοῦτο ὄψει ἀπὸ τοῦ Ἰεζεκιὴλ, ἔνθα γέγραπται· Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων·
PG 12:1479Υἱὲ ἀνθρώπου, ἰδοὺ γεγόνασί μοι οἶκος Ἰσραὴλ, ἀναμεμιγμένοι πάντες χαλκῷ, καὶ κασσιτέρῳ, καὶ μολίβδῳ, καὶ σιδήρῳ, ἐν μέσῳ καμίνου ἀργυρίου ἀναμεμιγμένος ἐστί. Εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα, κ. τ. ἑ. Διὰ γὰρ πολλῶν θλίψεων εἰσελθεῖν δεῖ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἀλλ’ εἰ καὶ ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν, ἀλλ’ οὖν θαῤῥοῦμεν διὰ ὑπομονῆς μετεωρίσαι αὐτὰς, κατασπωμένων ἀπ’ αὐτῶν τῶν ἐπικειμένων πολεμίων ἀνθρώπων. Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, κ. τ. ἑ. Ἃ ηὐξάμην, φησὶ, θλιβόμενος ἀποδώσω σοι. Ηὐξάμην δὲ ὡς, τῆς θλίψεως τῆς παρούσης ῥυσθεὶς, διαπαντὸς ἀναπέμψω σοι τὰς αἰνέσεις· ἤτοι τὰς κατὰ νόμον θυσίας πρὸ τῆς τοῦ Σωτῆρος ἐπιδημίας· ἢ τὰς πνευματικὰς, εἰσερχόμενος εἰς τὸν οἶκον τοῦ Θεοῦ, τὴν Ἐκκλησίαν, ἐν ὁλοκαυτώμασι, τελείας τε καὶ ὁλοκλήρους ἀρετὰς ἐξ ὅλων ἱερουργῶν, καὶ τὰς καταλλήλους αὐτοῖς ἐκτιννύων εὐχάς. Ὁλοκαυτώματα μεμυαλωμένα, κ. τ. ἑ. Εἰ εὐχὴ, τὸ ὁλοκαύτωμά σου πιανάτω· ἀκολούθως αὐτῇ ἐροῦμεν τὸ, ὁλοκαυτώματα μεμυαλωμένα· ὃ τυγχάνει, ὅτε μὴ ἄλλου τυγχάνει, ἀλλὰ τῷ Θεῷ ἀναφέρεται καθ’ ὃν τρόπον δεῖ τὸ θυμίαμα ἐνώπιον αὐτοῦ.
PG 12:1480Καὶ μετὰ κριῶν δὲ ἡ προσευχὴ γίνεται ἤτοι ἡ προσφορά. Εἰσὶ δὲ κριοὶ κινήσεις καὶ ὁρμαὶ, ἀπὸ τοῦ θυμικοῦ τῆς ψυχῆς τὴν ἀρχὴν ἔχουσαι. Μετὰ δὲ τῶν εἰρημένων καὶ βόας, φησὶ, μετὰ χιμάρων ἀνοίσω· ἱερουργοῦντος τάχα γοῦν τοῦ προσάγοντος θυσίαν ζῶσαν τῷ Θεῷ τὸ ἴδιον σῶμα. Ἀναλογεῖ γὰρ τῷ σώματι γεωπόνον ὑπάρχον τὸ ζῶον, ἔχον τὴν πλάσιν ἐκ γῆς. Χίμαροι δὲ μετανοίας ἔργα· περὶ γὰρ ἁμαρτίας προσεφέροντο. Τοῦ αὐτοῦ. Πᾶς ὁ ἔχων τὸ ἡγεμονικὸν καθαρὸν, καὶ προσευχόμενος τῷ Θεῷ, οὗτος θυμίαμα μετὰ κριῶν προσφέρει Θεῷ. Δεῦτε, ἀκούσατε, καὶ διηγήσομαι, κ. τ. ἑ. Οὐκ ἀρχαίων διηγημάτων ποιεῖται μνήμην, ἀλλ’ οὐδὲ τίνα τρόπον ἐξ Αἰγύπτου λελύτρωται κατὰ καιροὺς ὁ Ἰσραήλ. Διδάσκει δὲ οὐ κατὰ, φησὶ, τὸ γράμμα τὸ νομικὸν, ἀλλ’ ὡς Νέας Διαθήκης κήρυξ, τὰ νέα τοῦ Σωτῆρος ἡμῶν θαυμάζει κατορθώματα, ὅσα ταῖς ἁπάντων ἡμῶν ἐχαρίσατο ψυχαῖς. Τοῦ αὐτοῦ. Μόνοι οἱ φοβούμενοι τὸν Θεὸν ἀκούειν δύνανται διηγημάτων πνευματικῶν. Ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, κ. τ. ἑ. Τὸ μὴ θεωρεῖν ἀδικίαν ἐν τῇ καρδίᾳ σύμφωνον τῷ, Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι, καθὰ Παῦλος ὁ μέγας φησί·
PG 12:1481τῷ δύνασθαι τὸν Θεὸν ὁρᾷν ἅπερ ἡμεῖς οὐχ ὁρῶμεν. Ὅμοιον καὶ τὸ, Παραπτώματα τίς συνήσει; ἀπὸ τῶν κρυφίων μου καθάρισόν με. Τοῦ αὐτοῦ. Οὐκ εἶπεν, Εἰ ἐθεώρησα, ἀλλ’ Εἰ ἐθεώρουν. Τὸ μὲν γὰρ πρῶτον ὀλιγοχρόνιον σημαίνει τὸν πονηρὸν λογισμόν· τὸ δὲ δεύτερον πολυχρονιώτερον. Εὐλογητὸς ὁ Θεὸς, ὃς οὐκ ἀπέστησε τὴν προςευχήν μου, καὶ τὸ ἔλεος αὑτοῦ ἀπ’ ἐμοῦ, κ. τ. ἑ. Τοῦ μὴ καθαρὰν ἔχοντος τὴν καρδίαν ἀφίσταται ἡ καθαρὰ προσευχή· εἰ δὲ ἡ προσευχὴ, καὶ τὸ ἔλεος δηλονότι· διὰ γὰρ τῆς προσευχῆς τὸν ἔλεον αἰτοῦμεν παρὰ Θεοῦ. ΨΑΛΜΟΣ Ξ Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, κ. τ. ἑ. Προκηρύττει τοῦ Θεοῦ Λόγου τὴν ἐπιφάνειαν καὶ τῶν ἐθνῶν ἁπάντων τὴν σωτηρίαν· ὅθεν εἰς τὸ τέλος ἐπιγέγραπται. Καὶ ἐπεὶ μὴ ἀνθρώπινα τὰ κατορθωθέντα, οὐκ ἐν ἐγκωμίοις ἢ ἐπαίνοις, ἀλλ’ ἐν ὕμνοις ἐπιγέγραπται ὁ ψαλμός. Θεῖος οὖν ὁ ὕμνος τυγχάνων, τῷ δὲ καὶ πράξεις δηλοῦν τοῦ Σωτῆρος καὶ θεωρίαν αὐτῶν μεγίστην, ἐν ξ τέτακται ἀριθμῷ, τελείῳ τυγχάνοντι καὶ ἐν μονάσι καὶ ἐν δεκάσι. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, κ. τ. ἑ. Ἐν τῇ γῇ ὄντες ἔγνωμεν τὴν ὁδὸν τὴν εἰποῦσαν·
PG 12:1482Ἐγώ εἰμι ἡ ὁδός. Καὶ ἔθνη ἐν τῇ γῇ ὁδηγήσεις, κ. τ. ἑ. Ὁδηγεῖ ἡμᾶς διὰ τῆς πρακτικῆς καὶ τῶν ἀληθῶν δογμάτων. Γῆ ἔδωκε τὸν καρπὸν αὑτῆς, κ. τ. ἑ. Ὅσοι γήϊνοι ὄντες ἐγένοντο ἐπουράνιοι, δηλονότι διὰ μετανοίας. Ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστι χαρὰ, ἀγάπη, εἰρήνη, μακροθυμία, καὶ τὰ ἑξῆς. Ὥσπερ δὶς τὰ ἔθνη πρὸς ὑμνῳδίαν διήγειρεν, οὕτω δὶς αὐτοῖς τὴν εὐλογίαν ἐξῄτησεν. Οἱ εὐλογοῦντες δὲ τὸν Θεὸν λόγους αὐτῷ προσφέρουσι μόνους, ἔργῳ δὲ αὐτὸν εὐεργετῆσαι οὐ δύνανται· ὁ δὲ Θεὸς εὐλογῶν βεβαιοῖ τοὺς λόγους τῷ ἔργῳ, καὶ παντοδαπῶν καρπῶν ἀγαθῶν παρέχει τοῖς εὐλογουμένοις φοράν· εἶτα διδάσκει πῶς δυνατὸν τῆς θείας εὐλογίας τυχεῖν. ΨΑΛΜΟΣ ΞΖ. Ἀναστήτω ὁ Θεὸς, κ. τ. ἑ. Ὁ Μωϋσῆς φησιν· Ἐξεγέρθητι, Κύριε, διασκορπισθήτωσαν οἱ ἐχθροί σου, καὶ φυγέτωσαν οἱ μισοῦντές σε. Καὶ φυγέτωσαν οἱ μισοῦντες αὐτὸν ἀπὸ προςώπου αὐτοῦ, κ. τ. ἑ. Μισοῦσι τὸν κτίσαντα οἱ κακολογοῦντες τὴν Πρόνοιαν, ἢ τὰς παλαιὰς Γραφὰς, ἀλλὰ καὶ τὰ ἐχθρὰ τῇ ἀγάπῃ πράττοντες. Ὁ γὰρ Θεὸς ἀγάπη ἐστίν. Ἣ μισοῦντας Θεὸν καταφεύγοντας ἀπὸ προσώπου αὐτοῦ λέγει τοὺς περὶ πρακτικὴν κακίαν ἔχοντας.
PG 12:1483Εἰ γὰρ ὁ ἀγαπῶν αὐτὸν τηρεῖ τὰς ἐντολὰς αὐτοῦ, ὁ μὴ τηρῶν αὐτὰς οὐκ ἀγαπᾷ αὐτόν. Οὗτοι δέ εἰσιν οἱ μισοῦντες τὸν Θεὸν, οἱ τὰ μεμισημένα αὐτῷ πράττοντες. Ὡς ἐκλείπει καπνὸς, κ. τ. ἑ. Ταῖς παραβολαῖς ἐμφαντικωτέραν τῶν ἐναντίων τὴν ἀπώλειαν ἐργάσασθαι βουλόμενος, ἐμνημόνευσε καὶ καπνοῦ καὶ κηροῦ· αὕτη γὰρ ἡ κηροῦ φύσις πυρὶ πλησιάζοντος τήκεσθαι καὶ ἀπόλλυσθαι. Οὕτως οὖν, φησὶν, ἅπαντας αὐτοὺς ἀναλώσεις, ὥσπερ τὸ πῦρ τὸν κηρόν. Τοῦ αὐτοῦ. Οὐ πῦρ ὡς ἄγγελοι, οὐδὲ φῶς ὡς οἱ δίκαιοι, ἀλλ’ ὡς καπνός εἰσιν οἱ μισοῦντες, καπνὸς ὁ βλαβερὸς ὄμμασιν. Ὡς τήκεται κηρὸς ἀπὸ προςώπου πυρὸς, καὶ τὰ ἑξῆς. Ὥσπερ σῖτος μὲν οἱ δίκαιοι, ἄχυρον δὲ οἱ ἄδικοι· οὕτω μέλι μὲν οἱ σοφοὶ, κηρὸς δὲ οἱ ἑτερόδοξοι, ὃς καὶ τήκεται ὑπὸ τοῦ ἐν τῷ δικαίῳ πυρὸς καθαιροῦντος τὸ σύστημα τῶν ἐναντίων τῷ ἀληθεῖ λόγῳ. Τὸ δὲ πῦρ τοῦτο ὁ Θεός ἐστι· τὸ δὲ αὐτὸ πρόσωπον τοῦ Θεοῦ τήκει μὲν ἁμαρτωλοὺς, δικαίους δὲ εὐφραίνει. Τοῦ αὐτοῦ. Τοῦτον τὸν καπνὸν ἀποδιώκει τὸ πῦρ ὃ ἦλθεν ὁ Κύριος βαλεῖν ἐπὶ τὴν γῆν. Καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν, ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ Θεοῦ, τερφθήτωσαν ἐν εὐφροσύνῃ, κ. τ. ἑ.
PG 12:1484Ἡ τῶν δικαίων ἐνώπιον τοῦ Θεοῦ ἀγαλλίασις, χαρά τις οὖσα, καρπός ἐστι τοῦ πνεύματος· καρπὸς γάρ ἐστι τοῦ πνεύματος χαρὰ, εἰρήνη. Εὐφροσύνη δὲ, ἡ διαχέουσα τῆς ψυχῆς τὸ φρονοῦν, εὐπάθεια. Ἄσατε τῷ Θεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος ὄνομα αὐτῷ, κ. τ. ἑ. Ψάλλει τῷ τοῦ Θεοῦ ὀνόματι ὁ διὰ τὸ ὄνομα αὐτοῦ. Εἰ καὶ τῆς ἡμετέρας δὲ πτωχείας ἐπέβη, καὶ τὴν οἰκείαν συνεσκίασε δόξαν, ὡς ἐκ δυσμῶν ἀνατέλλων, ἀλλ’ οὖν Κύριος ὄνομα αὐτῷ. Καὶ γὰρ ἄνθρωπος γεγονὼς, οὐκ ἀπέβαλε τὸ εἶναι Κύριος ὁ Θεός. Ταραχθήσονται ἀπὸ προσώπου αὐτοῦ τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν, κ. τ. ἑ. Ὀρφανός ἐστιν ὁ στερηθεὶς διὰ κακίαν τοῦ ἐπουρανίου Πατρὸς, ἣν αὐτὸς ἑκὼν ἐπεσπάσατο. Ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ. Τόπος Θεοῦ ψυχὴ καθαρά· διὸ καὶ ἐπιφέρει· Ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ. Μονοτρόπους φησὶ τοὺς αὐτῷ καὶ μόνῳ ἀναθέντας τὴν ἰδίαν ζωὴν, πάσης διχοψυχίας καὶ κοσμικῆς ἐπιθυμίας αὐτὴν ἀλλοτριώσαντας. Τούτους δὴ οὖν καὶ ἐν τῷ οἴκῳ αὐτοῦ, τουτέστι τῇ ἐπουρανίῳ πόλει κατοικίζεσθαι ἐπαγγέλλεται. Οἶδε δὲ ἡ Γραφὴ καὶ τὰ ἐπιτηδεύματα τόπον καλεῖν.
PG 12:1485Ἐν τόπῳ οὖν ἁγίῳ, οἱονεὶ ἐν τοῖς ἐξῃρημένοις καὶ ἁγνοτάτοις αὐτοῦ ἐπιτηδεύμασιν. Ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ· ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις. Ὥσπερ τοὺς πεπεδημένους ἐξάγει ἐν ἀνδρείᾳ, οὕτως καὶ τοὺς ἀδίκους ἐξάγει ἐν δικαιοσύνῃ, καὶ τοὺς ἄφρονας ἐν φρονήσει. Ὁ Θεὸς, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε τὴν ἔρημον, κ. τ. ἑ. Δοκεῖ μὲν ἁρμόζειν ταῦτα τοῖς κατὰ τὴν ἔρημον, ἀεὶ δὲ γίνεται. Ὅπου μὲν ἕστηκεν, ὅπου δὲ διαβαίνει. Εἱστήκει μὲν ἐν τόπῳ ἁγίῳ αὑτοῦ, διαβαίνει δὲ ἐν τῇ ἐρήμῳ. Γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ Σινᾶ, τουτέστι τοῦ ἐν τῷ Σινᾷ φανέντος. Βροχὴν ἑκούσιον ἀφοριεῖς, ὁ Θεὸς, τῇ κληρονομίᾳ σου, κ. τ. ἑ. Ὁ μὴ τυχὼν τῆς ἑκουσίου βροχῆς ἐν ἀβροχίᾳ ἐστί. Βροχὴ δὲ ἑκούσιός ἐστιν ὁ Χριστὸς ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὥς φησιν· Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν. Τὰ ζῶά σου κατοικοῦσιν ἐν αὐτῇ. Ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ, κ. τ. ἑ. Ζῶα τὰ χερουβὶμ καὶ τὰ σεραφὶμ κατοικοῦσιν ἐν τῇ κληρονομίᾳ τοῦ Θεοῦ, περὶ ὧν, οἶμαι, εἴρηται τὸ, Ἐν μέσῳ δύο ζώων γνωσθήσῃ. Τοῦ αὐτοῦ.
PG 12:1486Ζῶα λέγει φύσεις λογικὰς, ἀλογωτέρας οὔσης καταστάσεως. Ἐὰν κοιμηθῆτε ἀναμέσον τῶν κλήρων, πτέρυγες περιστερᾶς περιηργυρωμέναι, καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου, κ. τ. ἑ. Τοὺς κλήρους καὶ τὰς πτέρυγας οἱ μὲν εἰρήκασι Παλαιὰν καὶ Καινὴν Διαθήκην· οἱ δὲ πρᾶξιν καὶ θεωρίαν· ἄλλοι δὲ γνῶσιν σωμάτων καὶ ἀσωμάτων· ἕτεροι δὲ γνῶσιν Θεοῦ, καὶ τοῦ ἀποσταλέντος ὑπ’ αὐτοῦ Χριστοῦ. Ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπ’ αὐτῆς, κ. τ. ἑ. Βασιλεῖς εἰσιν ἤτοι οἱ ὑποτάξαντες τὰ πάθη, ἣ οἱ τῆς θεωρίας τῶν γεγονότων τετυχηκότες. Λέγονται δὲ βασιλεῖαι καὶ αὐτὰ τὰ χαρίσματα τοῦ Πνεύματος τοῦ ἁγίου, καθ’ ἃ βασιλεύειν λέγονται οἱ μέτοχοι αὐτῶν. Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, κ. τ. ἑ. Ἅρμα Θεοῦ ψυχαὶ καθαραὶ, ἐφ’ ἃς ἐπιβαίνει· Ἐπέβη γὰρ ἐπὶ χερουβὶμ, καὶ ἐπετάσθη. Ἀναβὰς εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν· ἔλαβες δόματα ἐν ἀνθρώπῳ, κ. τ. ἑ. Αἰχμαλωσία ἐστὶ Χριστοῦ, φύσεως λογικῆς ἀπὸ κακίας καὶ ἀγνωσίας ἐπ’ ἀρετὴν καὶ γνῶσιν ἐπάνοδος. Καὶ ἄλλως ὁ Παῦλός φησι περὶ τοῦ Χριστοῦ· Ἀναβὰς εἰς ὕψος, ᾐχμαλώτευσεν αἰχμαλωσίαν·
PG 12:1487καὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις· δόματα λέγων τὰ χαρίσματα τοῦ ἁγίου Πνεύματος. Οὕτω τὴν κατάβασιν τοῦ Σωτῆρος δείξας καὶ τὴν τῶν δαιμονίων κατάλυσιν, δείκνυσιν αὐτὸν ἀνιόντα καὶ τοὺς πρὶν αἰχμαλώτους ἐλευθερώσαντα. Ἢ καὶ ὕψος τὸ τοῦ σταυροῦ λέγει, ἐν ᾧ ἀναβὰς καὶ τοὺς ἐν ἀέρι δαίμονας τὰ πνεύματα τῆς πονηρίας ἀφ’ ἧς εἶχον ὑπερηφανίας κατασπάσας, τὰς ὑπ’ αὐτῶν αἰχμαλωτισθείσας ψυχὰς διὰ τῶν πονηρῶν πράξεων, καὶ ἀπὸ Θεοῦ ἀποστάσας, καθάπερ τινὰ αἰχμαλωσίαν ἀπὸ τῶν τοῦ ᾅδου κευθμώνων ἀνελκύσας ἠλευθέρωσεν. Πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὑτοῦ, κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὐτῶν, κ. τ. ἑ. Κεφαλαὶ ἐχθρῶν οἱ ἄρχοντες, ἢ τὰ ἡγεμονικά. Οἱ ἐχθροὶ οὗτοι, οἱ ὄντες ἐκ τοῦ πλημμελεῖν, διαπορεύονται ἐν πλημμελείαις αὐτῶν. Ἢ ἐχθρῶν κεφαλαὶ τὰ πρώτως ἐκ τῶν δαιμόνων ἐπισυμβαίνοντα νοήματα τῇ ψυχῇ. Εἶπε Κύριος Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης, ὅπως ἂν βαφῇ ὁ ποῦς σου ἐν αἵματι, κ. τ. ἑ. Βασὰν ἑρμηνεύεται αἰσχύνη, ἢν δι’ ἡμᾶς κατέβη ὁ Κύριος, αἰσχύνης καταφρονήσας. Βάπτεται δὲ καὶ ὁ ποῦς αὐτοῦ αἵματι τῷ ἐκ τῆς ἑκάστου κεφαλῆς τῶν ἐχθρῶν ἀποῤῥέοντι.
PG 12:1488Κατεπάτησα γὰρ αὐτοὺς, φησὶν Ἡσαί̈ας, ἐν θυμῷ μου. Ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ Θεὸς, κ. τ. ἑ. Ἐν τῇ Χριστοῦ ἐπιδημίᾳ ἐθεωρήθησαν αἱ πορεῖαι τοῦ Θεοῦ ὑπὸ τῶν κεκοσμημένων λόγῳ γνώσεως. Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν τὸν Κύριον ἐκ πηγῶν Ἰσραὴλ, κ. τ. ἑ. Οὐ ταυτόν ἐστιν ἐπὶ τῶν ἔξω τῆς Ἐκκλησίας Θεῷ εὐλογεῖν τῷ ἐν Ἐκκλησίᾳ τοῦτο ποιεῖν. Καὶ ἀπὸ μὲν τῶν πηγῶν Ἰσραὴλ εὐλογεῖ τὸν Θεὸν ὁ κατὰ τὸν ἐν ταῖς Γραφαῖς θησαυρὸν τῆς σοφίας τοῦ Θεοῦ εὐλογῶν· ὁ δὲ μὴ κατὰ τοῦτο οὐκ ἐκ πηγῶν Ἰσραὴλ εὐλογεῖ τὸν Θεόν. Ἐκεῖ Βενιαμὶν νεώτερος, κ. τ. ἑ. Περὶ Παύλου, φασὶ, τοῦτο προφητεύει. Ἀπὸ τοῦ ναοῦ σου ἐπὶ Ἱερουσαλήμ σοι οἴσουσι βασιλεῖς δῶρα, κ. τ. ἑ. Ὁ Παῦλος οὐ μόνον αὐτὸς ἑαυτὸν προσῆγε Θεῷ, ἀλλὰ γὰρ καὶ ἄλλους διὰ τῆς διδασκαλίας προσέφερε τῷ Θεῷ. Τοῦ ἐγκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ, κ. τ. ἑ. Τοῦ χωρισθῆναι τοὺς δεδοκιμασμένους ὡς ἀργύριον. Ἥξουσι πρέσβεις ἐξ Αἰγύπτου, Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ, κ. τ. ἑ. Τὴν μὲν διάθεσιν τῆς κακίας διὰ τῶν Αἰγυπτίων ᾐνίξατο· τὴν δὲ ἕξιν διὰ τῶν Αἰθιόπων δεδήλωκεν.
PG 12:1489Ψάλατε τῷ Θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολὰς, κ. τ. ἑ. Πρότερον μὲν ὡδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν· νῦν δὲ ψάλατε τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς. Ὁ γὰρ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν ἵνα πληρώσῃ τὰ πάντα. Δότε δόξαν τῷ Θεῷ, ἐπὶ τὸν Ἰσραὴλ ἡ μεγαλοπρέπεια αὐτοῦ, καὶ ἡ δύναμις αὐτοῦ ἐν νεφέλαις, κ. τ. ἑ. Νεφέλας λέγει νῦν ἁγίας δυνάμεις. Ἐντελοῦμαι γὰρ, φησὶ, ταῖς νεφέλαις τοῦ μὴ βρέξαι ἐπ’ αὐτοὺς ὑετόν. Καὶ ἔσται λιμὸς, οὐ λιμὸς ἄρτου, οὐδὲ δίψα ὕδατος, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον Κυρίου. Οἶμαι δὲ αὐτὸν νεφέλας λέγειν τοὺς ἀγγέλους. Αὐτοὶ γάρ εἰσιν οἱ διδάσκοντες ἡμᾶς. ΨΑΛΜΟΣ ΞΗ. Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου, κ. τ. ἑ. Ὕδατα λέγει τοὺς λογισμοὺς καὶ τοὺς πειρασμοὺς τοὺς εἰσερχομένους εἰς τὴν ψυχήν. Ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις. Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με, κ. τ. ἑ. Οὐδὲν τοιοῦτον εὑρίσκομεν παθόντα τὸν Δαυὶ̈δ ἐν ταῖς ἱστορίαις·
PG 12:1490εἰ δὲ ἐπὶ τὸν Σωτῆρα ἀναφέρεται ὁ ψαλμὸς διὰ τὸ, Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με, οὐδὲ ἐπὶ τοῦ Σωτῆρος αὐτοῦ ἔγνωμεν τοιοῦτό τι γεγονός. Τοῦ αὐτοῦ. Εἰ ἐν τῷ πρὸ τούτου ψαλμῷ τὸ λέγον πρόσωπον ἐδίδασκε πῶς εἰς Βασὰν κατῆλθε, καὶ ἔλεγεν, Ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης, ἕπεται τοίνυν τὸν αὐτὸν εἶναι ἡγεῖσθαι τὸν τὰ προκείμενα λέγοντα. Αὐτὸς τοίνυν ὁ Θεὸς Λόγος εὐχὴν ἀναπέμπει τῷ Πατρὶ, ἰδιοποιούμενος τὰ καθ’ ὃν εἴληφεν ἄνθρωπον πάθη. Δηλοῖ δὲ τὰ τοῦ ᾅδου χωρία, ἔνθα μόνος αὐτὸς καταβὰς διεξῆλθεν. Ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου, ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐλπίζειν με ἐπὶ τὸν Θεόν μου, κ. τ. ἑ. Τοῦτο πρὸς τὸ ἀνήκοον τῶν μὴ πειθομένων αὐτοῦ τῇ διδασκαλίᾳ λέγεται. Εἰ δὲ καὶ πρὸς τὸ μὴ δεῖν ἐκκακεῖν προσευχόμενον, ἀλλὰ βοᾷν ἡμέρας καὶ νυκτὸς πρὸς τὸν Θεὸν, εἶπε κεκοπιακέναι ἐν τῷ κράζειν, συμφώνως τὸ μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων συνεπίσκεψαι. Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν· ἐκραταιώθησαν οἱ ἐχθροί μου οἱ ἐκδιώκοντές με ἀδίκως. Ἃ οὐχ ἥρπασα, τότε ἀπετίννυον, κ. τ. ἑ.
PG 12:1491Ἐντεῦθεν, οἶμαι, δυνατὸν γνῶναι τὸ πλῆθος τῶν δαιμόνων. Τοῦ αὐτοῦ. Εἰ καὶ ἀπέδωκεν ἃ μὴ ἥρπασεν, ἀλλ’ οὖν ἡμᾶς ἐλυτρώσατο (καὶ τοῦτό ἐστιν ἀποτιννύναι), ἐξαλείφων τὸ καθ’ ἡμῶν χειρόγραφον. Ἃ ἠναγκάσμεθα ἀποτιννύναι ἐπιφερόμενα καθ’ ἡμῶν, ἐξήλειπται ταῦτα καὶ ᾖρται ἐκ τοῦ μέσου, ἀφέσεως ἁμαρτιῶν δοθείσης. Τοῦ αὐτοῦ. Οὐδένα τῶν ἀνθρώπων ἄκοντα ἁρπάζει ὁ Θεός· εἰ γὰρ ἥρπαζεν, οὐκ ἂν ἔλεγε· Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· καί· Ἐὰν θέλητε, καὶ εἰσακούσησθέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. Ἡρπάγη δὲ ὁ Παῦλος ἕως τρίτου οὐρανοῦ, ἤδη ἑαυτὸν ἐπιδεδωκὼς τῷ Θεῷ Ὁ Θεὸς, σὺ ἔγνως τὴν ἀφροσύνην μου, καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἐκρύβησαν, κ. τ. ἑ. Οὐ πάντων τὴν ἀφροσύνην γινώσκει Θεὸς, ἀλλὰ τοῦ γενομένου ἄφρονος διὰ τοὺς ἄφρονας, καὶ τοῦ γενομένου ἀνόμου διὰ τοὺς ἀνόμους, καὶ τοῦ γενομένου ἀσθενοῦς διὰ τοὺς ἀσθενεῖς. Τοῦ αὐτοῦ. Ἐπειδὴ ψευδομάρτυρες ἔστησαν κατ’ ἐμοῦ, σὺ οἶδας, ὁ Θεὸς, εἴ τινά μοι πεπλημμέληται· οὐ γὰρ ἂν ἐκρύβησάν σοι. Καὶ ἄλλως δέ·
PG 12:1492Ὅτι τὰς ἡμετέρας ἀνεδέξατο ἁμαρτίας, καὶ γέγονεν ὑπὲρ ἡμῶν κατάρα, καὶ ταύτας, φησὶ, τὰς πλημμελείας, ἃς ὑπὲρ ἀνθρώπων ἀνεδεξάμην, σὺ ἔγνως. Ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με, καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ’ ἐμὲ, κ. τ. ἑ. Οὗτος ὁ στίχος τέθειται ἐν τοῖς Εὐαγγελίοις ἐπὶ τοῖς ἐκβληθεῖσιν ἐκ τοῦ ἱεροῦ κολλυβισταῖς καὶ τραπεζίταις. Τὸ, Κατέφαγέ με, ὁ Σύμμαχος, κατανάλωσεν, ἐξέδωκεν. Τοῦ αὐτοῦ. Εἴποι δ’ ἂν ταῦτα καὶ πᾶς ὑπὲρ τοῦ Δημιουργοῦ λέγων πρὸς τοὺς προσκόπτοντας τῇ Προνοίᾳ, ἢ πρὸς τοὺς κακολογοῦντας τὸν κτίσαντα ἑτεροδόξους. Καὶ μάλιστα ὑπὲρ τοῦ Θεοῦ ὀνειδιζόμενος λέγοι ἄν· Οἱ ὀνειδισμοὶ, καὶ τὰ ἑξῆς. Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοὶ, κ. τ. ἑ. Τοῦτο οἱ μαθηταὶ ἐμνήσθησαν, ὡς ἐν τῷ κατὰ Ἰωάννην γέγραπται· Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοὶ, καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν. Τοῦ αὐτοῦ. Κάλυμμα τῆς ψυχῆς ἡ νηστεία κρύπτουσα τὰ πάθη αὐτῆς, τουτέστιν ἐπιθυμίαν αἰσχρὰν, καὶ θυμὸν ἄλογον. Ὁ τοίνυν μὴ νηστεύων γεγύμνωται ἀσχημονῶν.
PG 12:1493Τοῦ αὐτοῦ. Οὐδὲν, φησὶ, ξένον γέγονεν, ἀλλ’ οἱ ἐν τῇ Παλαιᾷ ὀνειδίσαντες καὶ ὑβρίσαντές σε, Θεὲ Πάτερ, οὗτοι καὶ κατὰ τοῦ Υἱοῦ σου ἐμοῦ ἦλθον. Καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες τὸν οἶνον, κ. τ. ἑ. Οὗτος ὁ οἶνος θυμός ἐστι τῶν δρακόντων. Σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ· ῥυσθείην ἐκ τῶν μισούντων με, καὶ ἐκ τοῦ βάθους τῶν ὑδάτων, κ. τ. ἑ. Σκοπὸς οὐχ ὁ τυχὼν ἀλληγορῆσαι τὰ γεγραμμένα ἐπὶ τοῦ Σωτῆρος ἡμῶν γεγονότα. Οἶμαι δὲ ταῦτα πάντα ἐπὶ τῇ ἐν ᾅδου πορείᾳ λαμβάνεσθαι. Τοῦ αὐτοῦ. Βάθος ὑδάτων ἐστὶν εἰς ὃ γίνονται οἱ μὴ γενναίως τὰ πειρατήρια φέροντες· ἀφ’ οὗ Θεὸς μόνος ῥύεται τοὺς δυναμένους εἰπεῖν· Ἐκ βαθέων ἐκέκραξα πρὸς σὲ, Κύριε. Ἐκ τοῦ βάθους δὲ τῶν ὑδάτων γράφεται, καὶ οὐχὶ, ἐκ τῶν βαθέων τῶν ὑδάτων. Μηδὲ συσχέτω ἐπ’ ἐμοῦ φρέαρ τὸ στόμα αὐτοῦ, κ. τ. ἑ. Ἐνταῦθα φύσιν τινὰ λογικὴν καταχθόνιον εἴρηκε φρέαρ, ἐν ᾧ πολλαὶ τῶν ψυχῶν ἐμπεπτώκασιν. Σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου, καὶ τὴν αἰσχύνην μου, καὶ τὴν ἐντροπήν μου, κ. τ. ἑ. Ἄξιος τῆς περὶ Θεοῦ γνώσεώς ἐστιν ὁ Χριστοῦ ὀνειδισμὸς, ὃν ὠνειδίζετο διὰ δικαιοσύνην. Οὕτω καὶ ὁ δίκαιος ὀνειδίζοιτο. Τοῦ αὐτοῦ.
PG 12:1494Αἰσχύνεται δὲ ἐφ’ ἡμῖν ὁ ἀρχιερεὺς ἡμῶν, ὅς ἐστι Χριστὸς ὁ διεληλυθὼς τοὺς οὐρανοὺς, ὀνειδιζόμενος ὑπὸ τῶν ἐναντίων πνευμάτων. Καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντα, καὶ οὐχ εὗρον, κ. τ. ἑ. Οὐκ εἴρηται συλλυπούμενόν μοι, ἀλλὰ συλλυπούμενον, τὸν κλαίοντα μετὰ κλαιόντων· οὐδὲ παρακαλοῦντά με, ἀλλὰ παρακαλοῦντα τὸν δυνάμενον εἰπεῖν· Παρακαλοῦμεν τοὺς ἐν θλίψει. Ἢ τάχα συλλυπεῖται Χριστῷ καὶ παρακαλεῖ αὐτὸν ὁ ἑνὶ τῶν ἐν τῇ Ἐκκλησίᾳ ταῦτα ποιῶν, ὡς καὶ ἐπὶ τοῦ Ἐπείνασα λέγεται. Καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος, κ. τ. ἑ. Ταῦτα πάντα γέγονε κατὰ τὸν καιρὸν τοῦ σταυροῦ. Τοῦ αὐτοῦ. Οἶνος τραπεὶς γεννᾷ ὄξος, καὶ ἀρετὴ φθαρεῖσα τίκτει κακίαν. Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα, καὶ εἰς ἀνταποδόσεις, καὶ εἰς σκάνδαλον, κ. τ. ἑ. Τράπεζα τῶν Ἰουδαίων ἐστὶν ἡ παλαιὰ Διαθήκη, ἐν ᾗ σκανδαλίζονται, τὰ περὶ Χριστοῦ μὴ νοοῦντες. Αὕτη γὰρ κηρύσσει Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν. Τοῦ αὐτοῦ. Μήποτε τράπεζα ἀφ’ ἧς ἡ λογικὴ τροφὴ τοῦ λαοῦ ἦν, ὁ νόμος καὶ οἱ προφῆται.
PG 12:1495Αὕτη ἡ τράπεζα, μὴ νοουμένης τῆς Γραφῆς, γεγένηται τοῖς Ἰουδαίοις εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν, καὶ εἰς σκάνδαλον. Οὐ πᾶσι δὲ τοιαύτη ἡ τράπεζα δύναται λέγεσθαι. Ὁ Κύριος σοφία τυγχάνει ὁ λέγων· Δεῦτε, φάγετε τὸν ἐμὸν ἄρτον· καὶ ὁ ἄρτος ζωῆς ὁ ἐξ οὐρανοῦ καταβὰς, οὗ ἡ σὰρξ ἀληθής ἐστι βρῶσις, καὶ τὸ αἷμα ἀληθής ἐστι πόσις. Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη, καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν, κ. τ. ἑ. Δυνατὸν ταῦτα περὶ τοῦ ναοῦ τῶν Ἰουδαίων ἐκλαμβάνειν καὶ περὶ τῆς πόλεως αὐτῶν προφητευόμενα. Τοῦ αὐτοῦ. Ἠρημώθη μετὰ τὸν σταυρὸν ἡ ἔπαυλις αὐτῶν, ὁ ναὸς καὶ Ἱερουσαλήμ. Πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν, καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου, κ. τ. ἑ. Ὅτε οἱ ἀνόμως ἁμαρτήσαντες ἀνόμως ἀπολοῦνται, προστίθεται τῇ τῶν ἁμαρτησάντων ἀνομίᾳ ἡ κατὰ τὴν ἀνομίαν αὐτῶν κόλασις. Ὧ γὰρ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Τοῦ αὐτοῦ. Πῶς γὰρ δύνανται εἰσελθεῖν εἰς τὴν δικαιοσύνην ἐσκοτισμένοι τοὺς ὀφθαλμούς; Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων, καὶ μετὰ δικαίων μὴ γραφήτωσαν, κ. τ. ἑ.
PG 12:1496Βίβλος ζώντων ἡ γνῶσις ἡ τοῦ Θεοῦ, ἐξ ἧς ἐκπίπτουσιν οἱ ἀκαθάρτους ἔχοντες τὰς καρδίας· Μακάριοι γὰρ, φησὶν, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Τὸ δὲ ἰδεῖν Θεὸν, τὸ γνώσεως τῆς αὐτοῦ ἐστι καταξιωθῆναι. Τοῦ αὐτοῦ. Ἄδικος μετὰ δικαίου γράφεται, ἐὰν ἀπόσχηται τοῦ εἶναι ἄδικος. Ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλὰς, κ. τ. ἑ. Τουτέστιν ὑπὲρ τὴν ἄλογον καὶ αἰσθητὸν θυσίαν. Ὅτι εἰσήκουσε τῶν πενήτων ὁ Κύριος, καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν, κ. τ. ἑ. Γενώμεθα πένητες, ἵν’ ὁ Κύριος ἡμῶν ἐπακούσῃ. Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ, θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς, κ. τ. ἑ. Τοὺς ἐπουρανίους καὶ ἐπιγείους λέγει ἐνταῦθα ὁμωνύμως τοῖς αὐτῶν κόσμοις. Τοιοῦτόν ἐστι καὶ τό· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. Τοῦ αὐτοῦ. Ἆρα τὰ ἑρπυστικὰ ζῶα αἰνέσει, σωζομένης τῆς Σιὼν καὶ οἰκοδομουμένης τῆς Ἰουδαίας; Εἰ δὲ τὰ ἕρποντα νοητῶς ῥητέον, καὶ τὰ οἰκοδομούμενα δηλονότι νοητῶς ἐκληφθήτωσαν. Ὅτι ὁ Θεὸς σώσει τὴν Σιὼν, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ἰουδαίας, κ. τ. ἑ. Ψυχὰς λογικὰς λέγει πόλεις τῆς Ἰουδαίας. ΨΑΛΜΟΣ ΞΘ.
PG 12:1497Αἰσχυνθείησαν, καὶ ἐντραπείησαν οἱ ζητοῦντες τὴν ψυχήν μου, κ. τ. ἑ. Οἱ ἀόρατοι ἡμῶν πολέμιοι ζητοῦσι τὴν ψυχὴν, ὑποχείριον θέλοντες λαβεῖν πρὸς κακίαν αὐτὴν προτρεπόμενοι. ΨΑΛΜΟΣ Ο. Ὅτι Χριστὸς λέγει τὰ ἐν τῷ ψαλμῷ, δῆλον. Εὔχεται τόπον αὐτῷ ὀχυρὸν εἶναι, τὸν Θεόν. Ὁ λέγων· Ἐγὼ ἐν τῷ Πατρὶ, φησὶ καὶ τό· Ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ γαστρός· ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής· τὸ μὲν, εἰς ἅμα γενέσει μόνος συνῃσθημένος Θεοῦ, καὶ ἐπερεισάμενος αὐτῷ· τὸ δὲ, διὰ τὴν ἐπὶ τῇ προσκυνήσει τῶν μάγων ἐπιβουλὴν εἰς Χριστὸν, Ἡρῴδου μηδὲν παθόντα τῷ ἐσκεπάσθαι ὑπὸ Θεοῦ ὅτε τὰ ἀπὸ διετοῦς καὶ κατωτέρω ἀνῃρεῖτο παιδία ἐν ὁρίοις Βηθλεέμ. Τίς δὲ καὶ ὁ προσθεὶς ἐπὶ πᾶσαν τὴν αἴνεσιν τοῦ Θεοῦ τὴν ἐν νόμῳ καὶ προφήταις ἢ ὁ Υἱός; Οὗτος δὲ, ταλανίζων γραμματεῖς, οὐκ ἔγνω τὰς γραμματείας αὐτῶν. Καὶ γὰρ οἶδε τὸ ἀποκτεῖνον γράμμα διδάσκειν τὰ τοῦ ζωοποιοῦντος Πνεύματος. Οὗτος δὲ, ἐκ νεκρῶν ἀναστὰς, οὗτος καὶ ἀπαγγείλας βραχίονα τοῦ Θεοῦ τῇ γενεᾷ πάσῃ, φησὶ τῷ Πατρί· Ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με. Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, κ. τ. ἑ.
PG 12:1498Ἐὰν ἐν ταῖς θλίψεσιν ὑπομένωμεν, οὐκ αἰσχυνθησόμεθα ἐν τῷ αἰῶνι τῷ μέλλοντι· Ἡ γὰρ θλίψις ὑπομονὴν κατεργάζεται· ἡ δὲ ὑπομονὴ δοκιμήν· ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Ὁ Θεός μου, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος, κ. τ. ἑ. Τὸν Σατανᾶν λέγει ἁμαρτωλὸν, καὶ παράνομον καὶ ἄδικον· ἁμαρτωλὸν μὲν διὰ τὴν χειρίστην ἕξιν· παράνομον δὲ διὰ τὸ παραβῆναι τὸν φυσικὸν νόμον αὐτοῦ· ἄδικον δὲ διὰ τὸ αὐτὸν ἀποστερεῖν τῆς γνώσεως τοῦ Θεοῦ. Ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός· ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστὴς, κ. τ. ἑ. Ὁ εἰδὼς ἀπὸ γαστρὸς μόνος ἐπιστηρίζεσθαι Θεῷ Ἰησοῦς ταῦτά φησι. Σκεπαστὴς δὲ αὐτοῦ ἐγένετο ὅτε οἱ μάγοι ἐχρηματίσθησαν δι’ ἄλλης ὁδοῦ ἀναχωρῆσαι εἰς τὴν χώραν αὐτῶν, καὶ Ἰωσὴφ, παραλαβὼν τὸ παιδίον ἅμα τῇ μητρὶ αὐτοῦ, εἰς Αἴγυπτον κελευσθεὶς ἀπῆλθεν, ἵνα μὴ ἀναιρεθῇ μετὰ τῶν παίδων ὁ Ἰησοῦς. Ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς, κ. τ. ἑ. Τοῖς τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδεύουσι καὶ ἐπάγουσαν ἐπὶ τὴν ἀπώλειαν πολλούς· πολλοὶ γὰρ οἱ διερχόμενοι δι’ αὐτῆς· ὡσεὶ τέρας ἐγενήθη ὁ Ἰησοῦς·
PG 12:1499ἀλλ’ οὐ τοῖς ὀλίγοις εὑρίσκουσι τὴν στενὴν καὶ τεθλιμμένην ἀπάγουσαν εἰς ζωήν. Πληρωθήτω τὸ στόμα μου αἰνέσεως, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου, κ. τ. ἑ. Ἐὰν μὴ πληρωθῇ ὁ νοῦς χάριτος Θεοῦ, ὑμνῆσαι τὴν δόξαν Θεοῦ οὐ δύναται. Στόμα γὰρ τῆς ψυχῆς τὸν νοῦν ὠνόμασε, δόξαν δὲ τὸν Υἱὸν τοῦ Θεοῦ. Λέγοντες· Ὁ Θεὸς ἐγκατέλιπεν αὐτὸν, κ. τ. ἑ. Ταύτας τὰς φωνὰς τέθεικεν ὡς ὑπὸ τῶν δαιμόνων λεγομένας. Ὁ Θεὸς, μὴ μακρύνῃς ἀπ’ ἐμοῦ, κ. τ. ἑ. Τὸ, Μὴ μακρύνῃς, ἀντὶ τοῦ, Μὴ μακρὰν γένῃ ἀπ’ ἐμοῦ. Τοῦ αὐτοῦ. Μακρὰν ἀπὸ ἀνθρώπου γίνεται ὁ Θεὸς, οὐ κατὰ τὴν οὐσίαν· (πανταχοῦ γὰρ πάρεστι καὶ τὰ πάντα πληροῖ·) ἀλλὰ κατὰ τὴν τῆς προνοίας καὶ τὴν τῆς βοηθείας ἐνέργειαν. Χωρίζεται δὲ ἡμῶν διὰ τὸ δυσῶδες τῶν ἡμετέρων ἁμαρτημάτων, καθώς φησι προφήτης ἕτερος· Αἱ ἁμαρτίαι ὑμῶν διϊστῶσιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν. Περιβαλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντές μοι κακὰ, κ. τ. ἑ. Τὸ, Ἄφες αὐτῷ τὸ ἱμάτιον, δύναται ἀναφέρεσθαι ἐπὶ τὴν αἰσχύνην καὶ ἐντροπὴν, ἃς περιβάλλεται ὁ τοιόσδε. Ἐγὼ δὲ διὰ παντὸς ἐλπιῶ, καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου, κ. τ. ἑ.
PG 12:1500Πολλαὶ αἰνέσεις εἴρηνται τοῦ Θεοῦ ἐν νόμῳ καὶ προφήταις, αἷς προστίθησιν ὁ εἰπών· Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι, ὡς ἀρέσκει τῇ τοῦ Χριστοῦ ἐπωνύμῳ Ἐκκλησίᾳ. Ὅτι οὐκ ἔγνων γραμματείας, κ. τ. ἑ. Εἰ ἔστι γράμμα μὲν ἀποκτεῖνον, πνεῦμα δὲ ζωοποιοῦν, τὸ μὲν παρώνυμον τοῦ γράμματος οὐκ ἔγνω ὁ γινώςκων Κύριος τοὺς ὄντας αὐτοῦ· τὸ δὲ παρώνυμον τοῦ πνεύματος ἔγνω. Κύριε, μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου, κ. τ. ἑ. Τῆς τοῦ Πατρὸς δικαιοσύνης Χριστὸς μνησθήσεται. Ἕως ἂν ἀπαγγείλω τὸν βραχίονά σου πάσῃ τῇ γενεᾷ τῇ ἐρχομένῃ, κ. τ. ἑ. Βραχίων τοῦ Θεοῦ ὁ Χριστός. Ὁ Θεὸς, ἕως ὑψίστων ἃ ἐποίησας μεγαλεῖα, κ. τ. ἑ. Εἰρηνοποιήσας διὰ τοῦ αἵματος αὐτοῦ τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς. Ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακάς καὶ ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύςσων τῆς γῆς πάλιν ἀνήγαγές με, κ. τ. ἑ. Σαφῶς περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως ταῦτα εἴρηται. Τοῦ αὐτοῦ. Ἄβυσσον νῦν ὠνόμασε τὸ χωρίον τῶν καταχθονίων δαιμόνων. Εἰσὶ δέ τινες οἳ καὶ αὐτοὺς τοὺς δαίμονας ἀβύσσους λέγουσι διὰ τὸ ἀπέραντον τῆς κακίας αὐτῶν.
PG 12:1501Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαι ἐν σκεύει ψαλμοῦ τὴν ἀλήθειάν σου, κ. τ. ἑ. Σκεῦος ψαλμοῦ ψυχὴ καθαρά. ΨΑΛΜΟΣ ΟΑ. Εἰς Σαλομὼν, κ. τ. ἑ. Εἰς Σαλομὼν τὸν υἱὸν Δαυὶ̈δ· Βίβλος γὰρ γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυί̈δ. Σαλομὼν γὰρ ἑρμηνεύεται εἰρηνικός· αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν. Ὁ Θεὸς, τὸ κρῖμά σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως, κ. τ. ἑ. Βασιλεὺς Χριστὸς, βασιλέως Θεοῦ Υἱός· διὸ δὴ αὐτὸς βασιλεύει, ἕως πάντες οἱ ἐχθροὶ ὑποταγῶσιν αὐτῷ. Εἶτα παραδώσει τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί. Κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ καὶ τοὺς πτωχούς σου ἐν κρίσει, κ. τ. ἑ. Οὐ πάντες οἱ πτωχοὶ τοῦ Θεοῦ εἰσιν, ἀλλ’ οἱ διὰ τὸ παρεῖναι τῷ Ἰησοῦ μακαριζόμενοι ὑπ’ αὐτοῦ. Ἀναλαβέτω τὰ ὄρη εἰρήνην, κ. τ. ἑ. Μακάριοι γὰρ οἱ εἰρηνοποιοί. Κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ, καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων, καὶ ταπεινώσει συκοφάντην, κ. τ. ἑ. Εἰ ὁ πιστεύων οὐ κρίνεται, μήποτε ὁ μὲν ἐν παντὶ πλουτῶν λόγῳ καὶ γνώσει, καὶ πλουτῶν ἐν ἔργοις ἀγαθοῖς καὶ θησαυρίσας, οὗ λύτρον ἐστὶ τῆς ψυχῆς ὁ ἴδιος πλοῦτος, οὐ κρίνεται· ὁ δὲ πτωχεύων τὸ ἀπὸ τοῦ λαοῦ κρίνεται·
PG 12:1503οὔτε κατορθώσας ἐπὶ τοσοῦτον τὴν πίστιν, ὡς τυχεῖν τοῦ, Ὅτι ὁ πιστεύων εἰς ἐμὲ οὐ κρίνεται· οὔτε ὡς ἀποπεσὼν, ὡς ἐν ἐκείνοις εἶναι περὶ ὧν εἴρηται· Ὁ μὴ πιστεύων ἤδη κέκριται. Ἀκούω δὲ τοῦ ὁ μὴ πιστεύων, ἀντὶ τοῦ, ὁ ἀπιστῶν. Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν, κ. τ. ἑ. Ὡς ὑετὸς μὲν ἐπὶ τὰ ἔθνη, ὡς σταγόνες ἐπὶ τὸν Ἰσραήλ. Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη, κ. τ. ἑ. Ἀντὶ τοῦ, μέχρι τῆς συντελείας. Σελήνης γὰρ ἀναιρουμένης, ἀναιρεῖται χρόνος· χρόνου δὲ ἀναιρεθέντος, τέλος ἕξει ὁ αἰσθητὸς κόσμος. Δύναται δὲ σελήνην λέγειν καὶ τὴν ἀντικειμένην δύναμιν, ὡς ἄρχουσαν τῆς νυκτός. Ἐνώπιον αὐτοῦ προσπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι. Βασιλεῖς Θαρσὶς καὶ αἱ νῆσοι, κ. τ. ἑ. Διαφορὰν οἶμαι δηλοῦσθαι ἐν τούτοις τῶν τῷ Χριστῷ προσιόντων. Τοῦ αὐτοῦ. Θαρσεῖς ἔθνος Αἰθιοπικόν ἐστιν. Ἔτι τὸ Θαρσεῖς σημαίνει τὸ χρῶμα τὸ ὑακίνθινον. ὡς παρὰ τῷ προφήτῃ ἔχομεν· Ὁμοίωμα αὐτῶν ὡς Θαρσεῖς. Σημαίνει δὲ παρὰ τῷ Ἰωνᾷ καὶ Ταρσὸν τὴν πόλιν.
PG 12:1504Σαβὰ δὲ πόλις τῆς Ἰνδίας, ἀφ’ ἧς ἦλθεν ἡ βασίλισσα νότου πρὸς Σαλομῶντα. Θαρσεῖς δὲ ἑρμηνεύεται κατάσκοποι, κατασκοπὴ εὐφροσύνης καὶ χαρᾶς. Πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ, κ. τ. ἑ. Εἰ δουλεύσουσιν αὐτῷ πάντα τὰ ἔθνη, δουλεύσουσι πάντως καὶ τὰ τοὺς πολέμους ἔχοντα. Εἰ δὲ τοῦτο, πᾶσα ἄρα φύσις λογικὴ δουλεύσει τῷ Χριστῷ· καὶ τοῦτό ἐστι τὸ παρὰ τῷ Παύλῳ εἰρημένον, ὅτι αὐτῷ κάμψει πᾶν γόνυ. Καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας, κ. τ. ἑ. Ζῇ Χριστὸς ἐν τοῖς δεχομένοις αὐτόν· Ζῶ γὰρ, φησὶν, οὐκέτι ἐγώ· ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ἕτερος δέ φησι περὶ Σολομῶντος ὅτι καὶ Ἄραβες καὶ οἱ προσεχεῖς ἐπιχώριοι φόρον αὐτῷ τελοῦσιν. Καὶ προσεύξονται περὶ αὐτοῦ διαπαντός· ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτὸν, κ. τ. ἑ. Λέγοντες· Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν τὸ καθ’ ἡμέραν. Τοῦ αὐτοῦ. Μαθόντες οἱ ἅγιοι, ὡς οὐδεὶς τῶν γεννητῶν λυτρώσεται τοὺς ἀνθρώπους ἐκ τῆς κατεχούσης κακοπραγίας, περὶ τοῦ δυναμένου ῥύσασθαι ἐκ χειρὸς δυνάστου συνεχῶς εὐχὴν τῷ Πατρὶ ἀνέπεμπον. Ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ, κ. τ. ἑ.
PG 12:1505Λίβανον λέγει πολλαχοῦ τὸ ὄρος καὶ τὸν ναὸν, καὶ τοὺς υἱοὺς Ἰσραήλ. Τοῦ αὐτοῦ. Καρπὸς Χριστοῦ τὰ πιστεύσαντα ἔθνη καὶ ὑψωθέντα ἐπὶ θεοσεβείᾳ ὑπὲρ τὸν Ἰσραὴλ, ὃν τροπικῶς Λίβανον καλεῖ. Πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτὸν, κ. τ. ἑ. Ὁ Παῦλός φησιν· Ὁ μακάριος καὶ μόνος δυνάστης. ΨΑΛΜΟΣ ΟΒ. Ὡς ἀγαθὸς ὁ Θεὸς τοῦ Ἰσραὴλ, τοῖς εὐθέσι καρδίᾳ, κ. τ. ἑ. Εἰς τὸ ἐφ’ ἑαυτῷ πᾶσιν ἀγαθός ἐστιν ὁ Θεός· Σωτὴρ γάρ ἐστι πάντων ἀνθρώπων, μάλιστα πιστῶν. Μήποτε δὲ τὸ γεγραμμένον ἴσον δύναται τῷ, Θεωρεῖται τοῖς εὐθέσι τῇ καρδίᾳ ᾗ ἀγαθός ἐστιν ὁ Θεός. Πῶς γὰρ οὐχὶ καὶ τοῖς κακῶς ἔχουσιν ἀγαθός ἐστιν ὁ ἰατρὸς, οὗ χρῄζουσιν; Ὅτι ἐζήλωσα ἐν τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν, κ. τ. ἑ. Εἰρήνην νῦν τὴν εὔροιαν τοῦ αἰσθητοῦ βίου ὠνόμασεν. Ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν, κ. τ. ἑ. Ἀνάνευσιν λέγει τὴν μνήμην τοῦ θανάτου· ὅθεν ὁ Σύμμαχος, Ὅτι οὐκ ἐνεθυμοῦντο περὶ τοῦ θανάτου ἑαυτῶν, πεποίηκεν. Περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν αὐτῶν, κ. τ. ἑ. Ἡ μὲν ἀδικία ἐν τῷ κακῷ βίῳ θεωρεῖται, ἡ δὲ ἀσέβεια ἐν τοῖς ψευδέσι δόγμασι. Ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν, κ. τ. ἑ.
PG 12:1506Ἐξίεσαν ἀπὸ λίπους οἱ ὀφθαλμοὶ, κατὰ Σύμμαχον. Ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς, κ. τ. ἑ. Τὸ, Ἔθεντο, ἀντὶ τοῦ, Ἔταξαν, φησὶ, βλασφημεῖν μὲν Θεὸν, ἀνθρώπους δὲ ἀδικεῖν. Καὶ εἶπαν· Πῶς ἔγνω ὁ Θεὸς, καὶ εἰ ἔστι γνῶσις ἐν τῷ Ὑψίστῳ, κ. τ. ἑ. Τὸ, Εἰ ἔστι γνῶσις ἐν τῷ Ὑψίστῳ, ἀντὶ τοῦ, Εἰ γινώσκει ὁ Κύριος καὶ ἐφορᾷ τὰ ἀνθρώπινα. Καὶ εἶπα· Ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου, καὶ ἐνιψάμην ἐν ἀθώοις τὰς χεῖράς μου, κ. τ. ἑ. Ἀντὶ τοῦ, καθαρὸς ἐγενόμην. Τοῦ αὐτοῦ. Τοιαῦτα καὶ ἐν τῷ Μαλαχίᾳ· Εἴπατε, ὅτι μάταιος ὁ δουλεύων Θεῷ· καὶ τί πλέον, ὅτι ἐφυλάξαμεν τὰ φυλάγματα αὐτοῦ; Ταῦτα κατελάλησαν οἱ φοβούμενοι τὸν Κύριον, ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ. Καὶ ὑπέλαβον τοῦ γνῶναι τοῦτο, κόπος ἐστὶν ἐναντίον μου, κ. τ. ἑ. Κόπος ἐστὶ τοῦ γνῶναι τὸν λόγον τὸν περὶ Προνοίας. Ἕως οὗ εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ, καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν, κ. τ. ἑ. Ὅταν εἰςέλθωμεν εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ, τὸ τηνικαῦτα τὸν λόγον τὸν περὶ Προνοίας γνωσόμεθα. Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις, κ. τ. ἑ.
PG 12:1507Εἰκών ἐστι τοῦ ἁμαρτωλοῦ ὁ παλαιὸς ἄνθρωπος ὁ φθειρόμενος κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· ὃν ἐξουδενεῖ διὰ τῆς αὐτοῦ γνώσεως. Ὅτι ἐξεκαύθη ἡ καρδία μου, καὶ οἱ νεφροί μου ἠλλοιώθησαν, κ. τ. ἑ. Καρδίαν μὲν λέγει τὸ διανοητικὸν, νεφροὺς δὲ τὸ παθητικὸν, ἀφ’ οὗ τίκτεται τό τε ἐπιθυμητικὸν καὶ τὸ θυμικόν. Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἐθέλησα ἐπὶ τῆς γῆς, κ. τ. ἑ. Οἱ τῶν ἐπουρανίων προτιμῶντες τὰ ἐπίγεια τοῦτο λεγέτωσαν· ἐνταῦθα γὰρ, εἰ καὶ μὴ τῷ λόγῳ τοῦτο ὁμολογοῦμεν, ἀλλὰ γοῦν διὰ τῶν ἔργων τοῦτο δεικνύομεν. Ἐξέλιπεν ἡ καρδία μου καὶ ἡ σάρξ μου, κ. τ. ἑ. Ἀπὸ τῶν βιωτικῶν δηλαδὴ καὶ ἀνθρωπίνων πράξεων· ὅταν γὰρ ἐκεῖθεν ἐκλίπῃ, τουτέστιν ἁπάντων ἀναχωρήσῃ, τότε μερίδα τὸν Θεὸν εἰς τὸν αἰῶνα ἕξει. Καὶ ἡ μερίς μου ὁ Θεὸς εἰς τὸν αἰῶνα, κ. τ. ἑ. Μερὶς τοῦ δικαίου ἐστὶν ἡ γνῶσις ἡ τοῦ Θεοῦ. Ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ, κ. τ. ἑ. Οὗτος πορνεύει ἀπὸ Θεοῦ, ὁ ἐπιδεδωκὼς ἑαυτὸν τῇ τῶν δαιμόνων λατρείᾳ. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα μου, κ. τ. ἑ. Ὅμοιον τό.
PG 12:1508Τῷ αὐτῷ κολληθήσῃ, καὶ τὸ, Ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν. Ἅμα δὲ καὶ μανθάνομεν διὰ τούτων τὴν τοῦ ἀγαθοῦ Θεοῦ οὐσίαν. ΨΑΛΜΟΣ ΟΓ. Ἵνα τί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, κ. τ. ἑ. Ὡς πρὸς τὸ ῥητὸν ταῦτά φασιν οἱ ἐν τῇ αἰχμαλωσίᾳ. Ἀπωθεῖται δὲ οὓς ἀπωθεῖται Κύριος κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν· καί τινας ἀπωθεῖται, ὡς γέγραπται, ἕως σφόδρα· οὓς δὲ εἰς τέλος καὶ τὰ ἔσχατα. Ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου, κ. τ. ἑ. Τὸ, Εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει, τούτῳ χρήσιμον. Μνήσθητι τῆς συναγωγῆς σου ἧς ἐκτήσω ἀπ’ ἀρχῆς, κ. τ. ἑ. Ζητήσεις ἀπὸ ποίας ἀρχῆς ἐκτήσατο τὴν συναγωγὴν ἑαυτοῦ ὁ Θεὸς, καὶ τὸ πότερον προγνώσει, ἢ ἄλλως. Τὸ ἵνα τί πρὸς Θεὸν λεγόμενον πευστικῶς, αἰτητικόν ἐστιν ἀποκρίσεως διδασκούσης τὴν αἰτίαν τῆς ἀπώσεως καὶ τῆς ὀργῆς· τὸ δὲ, ὠργίσθης ἐπὶ πρόβατα, διὰ ἱλασμὸν τοῦ ὀργιζομένου λέγεται· τοῖς γὰρ ὡς πρόβατα ἀνοήτοις συγγνώμην ἐπὶ τοῖς εἰς διάνοιαν ἡμαρτημένοις αἰτεῖ. Ἀλλὰ καὶ ἐπιλαθόμενος διὰ τὰ ἁμαρτήματα τῆς συναγωγῆς, μνήσθητι αὐτῆς γενομένης ἀπ’ ἀρχῆς κτήματος.
PG 12:1509Πῶς δὲ ἀπ’ ἀρχῆς, οὐκ ἐμφαίνεται, οὐδ’ ἂν ἐξ Αἰγύπτου νοῇς αὐτὴν κτῆσιν γεγονέναι Θεοῦ. Ἐλυτρώσω ῥάβδον κληρονομίας σου· ὄρος Σιὼν τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ, κ. τ. ἑ. Ζητήσεις εἴτε ἐκτήσατο ὁ Θεὸς ὄρος Σιὼν, εἴτε ἐλυτρώσατο αὐτὸ, πῶς ἀπ’ ἀρχῆς ἐκτήσατο ἢ ἐλυτρώσατο. Ζήτει μυστικῶς. Ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ σου, καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε, ἐν μέσῳ τῆς ἑορτῆς σου, κ. τ. ἑ. Οὐ τόπου, ἀλλ’ ἀρετῆς ὁ Θεός. Ἡ δὲ τοῦ τόπου μνήμη διὰ φιλανθρωπίας ἐλπίδα· ὥστε τοὺς ἐπιβάντας τοῖς ἀφιερωθεῖσι Θεῷ χωρίοις ἀμείβεσθαί φησι τοῦτο, ὅτι ὁ λόγος ὁ πονηρὸς ἐχθρὸς ἐν τοῖς ἁγίοις ἐστί. Καὶ νῦν πονηρεύεται ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ, τουτέστιν ἐν τῇ Ἐκκλησίᾳ. Καὶ ἐὰν ἐκπέσῃ τις τῶν ἑορτῶν τοῦ Θεοῦ, ἐγκαυχῶνται οἱ μισοῦντες τὸν Χριστὸν καὶ ἀναιροῦντες αὐτὸν, εἴτε ὁ λαὸς, εἴτε αἱ ἀντικείμεναι δυνάμεις. Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς, κ. τ. ἑ. Ταῦτα πάντα πεπλήρωται ἐν τῇ τῶν Ἱεροσολύμων ἁλώσει, ὥσπερ Ἰώσηπος ἱστορεῖ καθένα διηγούμενος τῶν πεπραγμένων. Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου εἰς τὴν γῆν· ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου, κ. τ. ἑ.
PG 12:1510Σκήνωμα τοῦ ὀνόματος τοῦ Θεοῦ ἐστιν ὁ νοῦς, ὅστις βεβηλοῦται, γήϊνος ἀντὶ ἐπουρανίου γενόμενος. Ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος; κ. τ. ἑ. Εἰ διαφέρει ἡ χεὶρ καὶ ἡ δεξιὰ τοῦ Θεοῦ, ἐφίστημι μήποτε ἡ μὲν χεὶρ τὰ κατὰ τῶν ἐχθρῶν τοῦ λαοῦ ποιεῖ, ἡ δεξιὰ δὲ τὰ ὑπὲρ τοῦ λαοῦ ἀγαθά· οἷον ἡ χεὶρ, ὅτε θυμὸν καὶ ὀργὴν καὶ θλίψιν ἀποστολὴν δι’ ἀγγέλων πονηρῶν Αἰγυπτίοις ὑπὲρ Ἑβραίων ἀπέστειλεν ὁ Θεὸς ἐκ μέσου τοῦ κόλπου· ὡς πάλαι μὲν δεδομένων ἐκ μέσου τοῦ κόλπου ἀγαθῶν ἀπὸ τῆς χειρὸς τοῦ Θεοῦ· ὕστερον δὲ ἀποστραφείσης τῆς θείας χειρὸς ἀπὸ τοῦ λαμβάνειν ἐκ μέσου τοῦ κόλπου ἀγαθὰ, καὶ διδόναι τῷ λαῷ. Ἅμα δὲ ζητήσεις εἰ δύο εἰσὶν ἡ χεὶρ καὶ ἡ δεξιὰ τοῦ Θεοῦ. Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς, κ. τ. ἑ. Ὅτε ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐποίησεν ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Τάχα δὲ τὸ μέσον τῆς γῆς τὸ κέντρον αὐτῆς λέγει, σφαιροειδοῦς οὔσης. Σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν, σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος, κ. τ. ἑ.
PG 12:1511Ἵνα μηκέτι ἐναντίος ᾖ ὁ ἄνεμος τοῖς πλέουσι μαθηταῖς, καὶ γενομένης αὐτοῖς γαλήνης γένωνται εἰς τὴν γῆν εἰς ἢν ὑπῆγον. Θέρος καὶ ἔαρ σὺ ἐποίησας, κ. τ. ἑ. Διὰ τί παρῆκε τὸ μετόπωρον καὶ τὸν χειμῶνα; Φασὶ τοίνυν ἀντικεῖσθαι τὸ μὲν θέρος τῷ μετοπώρῳ, τὸν δὲ χειμῶνα τῷ ἔαρι· καὶ τὸ μὲν ἔαρ ἐστὶ καιρὸς γενέσεως, τὸ δὲ θέρος καιρὸς τελειώσεως. Μνήσθητι ταύτης, κ. τ. ἑ. Μνήσθητι ταύτης τῆς κτίσεως δηλονότι. Εἰ διὰ τοὺς ἀνθρώπους, φησὶ, τὴν κτίσιν πεποίηκας, παράσχου τὴν ἐπικουρίαν αὐτοῖς, δι’ οὓς ἡ κτίσις γεγένηται· ἢ καὶ οὕτως ταύτης τῆς συναγωγῆς ἧς ἐκτήσω ἀπ’ ἀρχῆς· καὶ πρὸς ἐκεῖνο γὰρ ἀποδίδοται. Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι, κ. τ. ἑ. Εἰ θηρία λέγεται τὰ δαιμόνια, ἐν δὲ τοῖς θηρίοις ἐπικρατεῖ ὁ θυμὸς, ἐν τοῖς δαίμοσιν ἄρα ἐπικρατεῖ ὁ θυμός. Καὶ ἐν τῷ Ἰὼβ λέγει· Θῆρες ἄγριοι εἰρηνεύσουσί σοι. Ἐπίβλεψον εἰς τὴν διαθήκην σου, κ. τ. ἑ. Μνήσθητι τῶν ἐπαγγελιῶν σου, ὧν ἐπηγγείλω τῷ Ἀβραὰμ, δοῦναι τῷ σπέρματι αὐτοῦ γῆν ῥέουσαν γάλα καὶ μέλι. Ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν, κ. τ. ἑ. Ἐσκοτισμένος νοῦς πληροῦται ἀνομιῶν·
PG 12:1512σκότος γὰρ περὶ γνῶσιν, καὶ ἀνομία περὶ πρᾶξιν νοεῖται. Ἀνάστα, ὁ Θεὸς, δίκασον τὴν δίκην σου· μνήσθητι τῶν ὀνειδισμῶν σου τῶν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν, κ. τ. ἑ. Ἀνάστα, ὁ Θεὸς, ἕως, ὅλην τὴν ἡμέραν. Οὐκ εἶπε, τὴν δίκην μου, ἀλλὰ τὴν δίκην σου. Ἐγὼ μὲν γὰρ, φησὶ, ἐνδίκως ὑπομένω ταῦτα· ἐκεῖνοι δὲ πολλὰς ἐτόλμησαν κατὰ σοῦ βλασφημίας. Εἰς τὴν τῶν ἀπατησάντων τὸν λαὸν τιμωρίαν διανίστησι τὸν Θεόν. Ἢ καὶ οὕτως· Μνήσθητι τῆς συνθήκης σου αὐτοῖς διὰ τοῦ Χριστοῦ δεδωρημένης. Εἰ γὰρ καὶ τὰ μάλιστα γεγόνασί τινες ἐσκοτισμένοι τὴν διάνοιαν, καὶ οἴκων ἀνομιῶν πεπληρωμένοι οἱ μὴ καταδεξάμενοι τὸν Χριστόν σου, ἀλλὰ σύ γε ὡς Θεὸς τῶν σῶν πτωχῶν μὴ ἀποστραφῇς τὰς ἱκεσίας. Ἐπειδὴ οὐχ ἡμεῖς ἠδικήμεθα, ἀλλὰ σὺ, (σὲ γὰρ ὠνείδισεν ὁ ἐχθρὸς, καὶ λαὸς ἄφρων παρώξυνε·) τούτου χάριν ἀνάστηθι καὶ δίκασον τὴν δίκην σου. Τοῦ αὐτοῦ. Νῦν ἄφρονα τὸν διάβολον ὀνομάζει. ΨΑΛΜΟΣ ΟΔ. Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, ψαλμὸς ᾠδῆς τῷ Ἀσὰφ, κ. τ. ἑ. Γέγραπται ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν· Καὶ εἶπε Δαυὶ̈δ πρὸς Ἀβεσαί̈· Μὴ διαφθείρῃς αὐτὸν, δηλονότι τὸν Σαούλ·
PG 12:1513ἅπερ ὅρα εἰ χρήσιμά ἐστι πρὸς τὴν ἐπιγραφήν. Ἐξομολογησόμεθά σοι, ὁ Θεὸς, ἐξομολογησόμεθα, καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου, κ. τ. ἑ. Ἡ ἐν Χριστῷ Ἐκκλησία τοὺς δύο στίχους λέγει. Διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Ὅταν λάβω καιρὸν, κ. τ. ἑ. Ὁ Σύμμαχος· Ὅταν λάβω τὴν συναγωγήν. Ὅταν, φησὶν, ἐπανέλθωμεν, καὶ εἰς τὸν ἱερόν σου συναθροισθῶμεν ναὸν, τότε σε ἐννόμως ὑμνήσομεν· καὶ τὰς σὰς εὐεργεσίας τοὺς ἀγνοοῦντας διδάξομεν· ἐκεῖνος γὰρ ἡμῖν ὁ καιρὸς τοῦτο ποιεῖν ἐπιτρέψει. Οὕτως ἃ ἐχρῆν τοὺς ἐν Βαβυλῶνι δορυαλώτους διδάξας, ὑποδείκνυσι τὸν Θεὸν πρὸς τὰς γεγενημένας ἐπαγγελίας ἀποκρουόμενον καὶ λέγοντα· Ἐγὼ εὐθύτητας κρινῶ. Ὅρα τοίνυν εἰ μὴ διὰ τούτων ὁ Σωτὴρ τὰς οἰκείας ἐνεργείας διδάσκει, τὴν τοῦ Πατρὸς διεξιὼν θεολογίαν. Φησὶ γοῦν· Διηγήσομαι τὰ θαυμάσιά σου, ὁ Θεὸς, ὅταν λάβω τὴν συναγωγήν· ἐπαγγέλλεται γὰρ, καιροῦ ἐπιτηδείου λαβόμενος, πάντα τὰ θαύματα τοῦ Πατρὸς διηγήσασθαι. Δικαιοσύνης δὲ καὶ εὐθύτητος ἔργον τὸ μὴ μόνους Ἰουδαίους προσίεσθαι, ἀλλ’ ἐξ ἁπάντων ἐθνῶν τὴν ἐκλογὴν ποιεῖσθαι τῶν σωζομένων. Ἐτάκη ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες αὐτὴν, κ. τ. ἑ.
PG 12:1514Γῆν λέγει τὴν φύσιν τὴν λογικὴν, ἥτις ἐτάκη ἀπὸ πυρὸς τοῦ πνευματικοῦ ὃ ἦλθε βαλεῖν ὁ Σωτὴρ ἐπὶ τῆς γῆς. Τῆξις δέ ἐστι χωρισμὸς ψυχῆς ἀπὸ κακίας· πῦρ δέ ἐστι νοητὸν διδασκαλία πνευματικὴ τοῦ Σωτῆρος, φθαρτικὴ κακίας καὶ ἀγνωσίας. Ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς, κ. τ. ἑ. Καὶ γνόντες τὴν χάριν, φησὶν ὁ Ἀπόστολος, τὴν δοθεῖσάν μοι, Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι. Ὅτι ποτήριον ἐν χειρὶ Κυρίου, οἴνου ἀκράτου πλῆρες κεράσματος· καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο, πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη. Πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς, κ. τ. ἑ. Νῦν μὲν αἱ κολάσεις κεκερασμέναι προσάγονται τοῖς ἁμαρτάνουσιν· ἐν δὲ τῷ μέλλοντι ἄκρατοι καὶ ὡσανεὶ τρυγώδεις προσενεχθήσονται. Ἢ καὶ οὕτως· Τὸ ποτήριον, φησὶν, ἔστιν ἐν τῇ τοῦ Κυρίου χειρὶ, εἰς ὃ ἑκάστου ἀνθρώπου τοὺς καρποὺς καὶ τοὺς ἀγαθοὺς καὶ τοὺς πονηροὺς οἱονεὶ ἐκπιέζων, καὶ τὸ ἀγαθὰ τοῖς πονηροῖς ἀνακιρνῶν, πλῆρες αὐτὸ ἀποτελεῖ· εἶτα ὧν οὐκ ἐκχεῖται ὁ τρυγίας, τουτέστιν ὧν ἐναπομένουσιν αἱ ἁμαρτίαι, οὗτοι αὐτὸ ἐκπίονται. καὶ τοῖς ἰδίοις κακοῖς μεθυσθήσονται·
PG 12:1515ὥσπερ καὶ οἱ ἅγιοι πάντες τὸ ποτήριον τῆς ζωῆς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μετ’ αὐτοῦ τοῦ Κυρίου Ἰησοῦ, κατὰ τὴν τοῦ Κυρίου φωνήν. ΨΑΛΜΟΣ ΟΕ. Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ, καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, κ. τ. ἑ. Ὁ φύσει τοῦ Θεοῦ ἐν ἡμῖν τόπος, οὐκ ὢν πρότερον ἐν εἰρήνῃ, γέγονεν εἰρήνη. Ἐν τῇ Χριστοῦ οὖν ἐπιδημίᾳ ἐγνώσθη ὁ Θεὸς, ἀποκαλύψαντος αὐτὸν τοῦ Υἱοῦ ἐν τῇ ἄνω Ἱερουσαλήμ. Ἢ ἐν τῇ ἄνω Ἰουδαίᾳ γνωστὸς ὁ Θεὸς, ἔνθα ὁ ἀληθινὸς Θεός ἐστιν αὐτοῦ, καὶ οὐ τυπικὴ δόξα αὐτοῦ· νῦν γὰρ δι’ ἐσόπτρου καὶ ἐν αἰνίγματι γνωστός ἐστιν ὁ Θεός. Ἀλλὰ καὶ οὐκ ἐν τῷ κατὰ σάρκα, ἀλλὰ κατὰ πνεῦμα Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Τόπος δὲ Θεοῦ ὃν διδόασιν ἐν ἑαυτοῖς αὐτῷ, ἐν τῇ ἄνω ἐστὶν Ἰουδαίᾳ, ἐν ᾗ ἐγενήθη ἐν εἰρήνῃ· ᾧ ἀνάλογόν ἐστι τὸ κατοικητήριον τοῦ Θεοῦ ἐν Σιὼν, περὶ ἧς εἴρηται· Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ· ἔνθα διὰ τοῦτό ἐστιν εἰρήνη, ἐπεὶ συνετρίβη ἐν αὐτῇ τὰ κράτη τῶν τόξων, ὅπλον καὶ ῥομφαία, καὶ πόλεμος. Τοῦ αὐτοῦ. Τόπος Θεοῦ, ψυχὴ καθαρά· κατοικητήριον δὲ Θεοῦ, νοῦς θεωρητικός.
PG 12:1516Ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων, ὅπλον, καὶ ῥομφαίαν, καὶ πόλεμον, κ. τ. ἑ. Τόξα νῦν τοὺς δαίμονας ὀνομάζει, ἀφ’ ὧν τὰ πεπυρωμένα βέλη ἐκπέμπονται. Βέλος δὲ πεπυρωμένον ἐστὶν ὁ ἐμπαθὴς λογισμός· τὸ δὲ αὐτὸ καὶ ὅπλον καὶ ῥομφαία καλεῖται. Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων, κ. τ. ἑ. Τουτέστι, διδάσκεις ἡμᾶς διὰ τῶν ἁγίων δυνάμεων. Ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ, κ. τ. ἑ. Τὸ ταράττεσθαι ἀσυνέτων ἐστί· συνετοὶ γὰρ οὐ ταράσσονται. Ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν, κ. τ. ἑ. Δι’ ὃ καλῶς παρεγγυᾷ ὁ σοφὸς Σολομὼν, Μὴ δῷς ὕπνον, λέγων, σοῖς ὄμμασι, μηδ’ ἐπινυστάξῃς σοῖς βλεφάροις, ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. Τοῦ αὐτοῦ. Οὕτως ἄνδρες πλούτου, ὡς ἄνδρες αἱμάτων· οἱ γὰρ ἔχοντες τὰ πάθη ἄνδρες, τούτων τῶν παθῶν ὀνομάζονται. Ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους, κ. τ. ἑ. Οἱ δαίμονες ἐπικαθέζονται ἵπποις καὶ ἡμιόνοις, οἷς οὐκ ἔστι σύνεσις, ἀναγκάζοντες αὐτοὺς τὰ τῶν ἀλόγων ζώων ἐνεργεῖν.
PG 12:1517Ἵπποι δὲ καὶ ἡμίονοι ἄνθρωποί εἰσιν ἐμπαθεῖς, ἐφ’ ἃ μὴ δεῖ, ἀλόγως φερόμενοι, καὶ χρεμετίζοντες ἐπὶ ταῖς γυναιξὶ τῶν πλησίον. Πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα τῷ φοβερῷ, καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων, φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς, κ. τ. ἑ. Ἀφαιρεῖται πνεύματα ἀρχόντων ὁ φοβερὸς τῶν βασιλέων τῆς γῆς. Πνεῦμα δὲ ἀρχόντων ἐστὶν ἐν τοῖς ἀρχομένοις ὑπὸ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου. Πνεῦμα δὲ τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου ἦν καὶ ἐν Ἰούδᾳ τῷ προδιδόντι τὸν Ἰησοῦν. Φοβερὸς δὲ τούτοις τοῖς πνεύμασι γενόμενος ὁ Σωτὴρ, ἀφαιρεῖ αὐτὰ ἀπὸ ἐνεργούντων ᾧ αὐτὸς οἶδε καιρῷ, ἵνα μετανοήσωσιν. Οὕτω δὲ καὶ φοβερός ἐστι παρὰ τοῖς βασιλεῦσι τῆς γῆς, περὶ ὧν εἴρηται· Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς. ΨΑΛΜΟΣ Ο. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἡ φωνή μου πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι, κ. τ. ἑ. Ὅτε πᾶσα φωνὴ ἡμῶν κατὰ Θεόν ἐστι, τότε ἐπὰν γένηται πρὸς αὐτὸν ἡ φωνὴ ἡμῶν, προσέχει ἡμῖν ἀμίαντον ἔχουσι τὴν φωνήν. Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα, κ. τ. ἑ. Διὰ τῆς πρακτικῆς ἐν τῷ νῦν αἰῶνι τὸν Θεὸν ἐκζητοῦμεν. Τοῦ αὐτοῦ. Ἁγίου τὸ ἐν περιστάσεσι μὴ θολοῦσθαι, ἀλλ’ ἐκζητεῖν τὸν Θεόν.
PG 12:1518Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου· ἐμνήσθην τοῦ Θεοῦ, κ. τ. ἑ. Ἡ μηδὲ τὴν ἀρχὴν λυπουμένη ψυχὴ ἐπὶ τοῖς πειρασμοῖς, ὡς μὴ δεομένη παρακλήσεως, ἀπαναίνεται παρακληθῆναι. Τοῦ αὐτοῦ. Οὐδὲν οὕτω παρακαλεῖ ψυχὴν ὡς μνήμη Θεοῦ. Προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου, κ. τ. ἑ. Τοῦτο γνώρισμά ἐστι πολλῆς ἀγρυπνίας. Ἐταράχθην, καὶ οὐκ ἐλάλησα, κ. τ. ἑ. Ὁ κινηθεὶς μὲν ὑπὸ ὀργῆς, ἢ λύπης, ἢ τῶν λοιπῶν, ἐγκρατευσάμενος δὲ μηδὲν ἀπὸ ὀργῆς, ἢ λύπης, ἤ τινος τῶν παθῶν, εἴποι ἄν· Ἐταράχθην, καὶ οὐκ ἐλάλησα. Διελογισάμην ἡμέρας ἀρχαίας καὶ ἔτη αἰώνια ἐμνήσθην, κ. τ. ἑ. Ὁ τὰ ἄδηλα καὶ τὰ κρύφια τοῦ Θεοῦ ἐγνωκὼς, οὗτος καὶ τὰς μνήμας ἔχει τῶν παρελθόντων αἰώνων, καὶ τῶν ἐν αὐτοῖς ἐτῶν, καὶ τὰς ἐξ ὧν ταῦτα συνέστηκεν ἀρχαίας ἡμέρας. Νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἔσκαλλον τὸ πνεῦμά μου, κ. τ. ἑ. Ὡσεὶ ἔλεγε· Νοὶ̈ καὶ τῷ πνεύματι ἠδολέσχουν. Ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει; κ. τ. ἑ. Ὡς κόπτοντος αὐτοῦ τὸ ἔλεος ἐπί τισιν, εἴρηται ἀλλαχοῦ τὸ, Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καὶ εἶπα· Νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου, κ. τ. ἑ.
PG 12:1519Οὐδέποτε ἤρξατο κεκραγὼς πρὸς Θεὸν, καὶ ἐν ἡμέρᾳ θλίψεως ζητήσας αὐτὸν, καὶ μὴ ἀπατηθεὶς, καὶ ἐπὶ τῷ μεμνῆσθαι τοῦ Θεοῦ εὐφρανθεὶς, προκαταλαβόντων φυλακὰς τῶν ὀφθαλμῶν αὐτοῦ. Δεξιὰ δὲ τοῦ Ὑψίστου ὁ Σωτὴρ, ὃς ἠλλοίωσεν ἑαυτὸν, μορφὴν δούλου λαβὼν, δι’ ὃν ἠρξάμεθα ἐν τῇ Καινῇ προευτρεπισάμενοι εἰς τὸ ἄρξασθαι τοὺς τύπους παύεσθαι, ἄρχεσθαι δὲ τὴν ἀλήθειαν. Τοῦ αὐτοῦ. Ἀλλοίωσιν λέγει ἐνταῦθα τὴν ἀπὸ κακίας καὶ ἀγνωσίας ἐπ’ ἀρετὴν καὶ γνῶσιν ἐπάνοδον. Ὁ Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου· τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; κ. τ. ἑ. Ἤτοι ἐν παντὶ ἁγίῳ ἡ ὁδὸς τοῦ Θεοῦ, ἢ ἐν τῷ Χριστῷ ὁ λόγος αὐτοῦ· ὁ γὰρ εἰπὼν, Ἐγώ εἰμι ἡ ὁδὸς, ἐν τῷ ἁγίῳ ἐστίν. Τοῦ αὐτοῦ. Ὅρα εἰ διὰ τούτων εὐφραίνεται ὅτι εἰσὶ μέν τινες θεοὶ, οὐδεὶς δὲ μέγας ὡς ὁ Θεὸς ἡμῶν, καὶ εἰ συγχρήσασθαι εἰς ταῦτα ἔστι τῷ· Ὥςπερ εἰσὶ θεοὶ πολλοὶ, κ. τ. ἑ. Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμιν σου, κ. τ. ἑ. Τουτέστι τὸν Χριστόν· Χριστὸς γὰρ δύναμις καὶ Θεοῦ σοφία. Ἐταράχθησαν ἄβυσσοι, κ. τ. ἑ. Αἱ ἄβυσσοι τὰς καταχθονίους δυνάμεις δηλοῦσιν, αἵτινες ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ ἐταράχθησαν. Φωνὴ τῆς βροντῆς σου ἐν τροχῷ, κ. τ. ἑ.
PG 12:1520Ὁ τροχὸς ἢ τὸν αἰῶνα σημαίνει τοῦτον, ἢ τὸν κόςμον τὸν αἰσθητὸν, ἢ τὴν καθαρὰν καὶ αἰώνιον ψυχὴν, εἴπερ ἡ κακία παρὰ γωνίαν παρεδρεύει. Ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ, κ. τ. ἑ. Πρώτη μὲν ἡ βροντὴ τῆς ἀστραπῆς, ἡ δ’ ἀστραπὴ ὁρᾶται πρώτη. Ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσεται, κ. τ. ἑ. Ἀνωτέρω εἴρηται· Ὁ Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου. Ἡ μὲν ὁδὸς τοῦ Θεοῦ ἐν θαλάσσῃ γέγονεν Ἐρυθρᾷ, αἱ δὲ τρίβοι αὐτοῦ ἐν ὕδασι πολλοῖς, ἐπὶ τοῦ Ἰορδάνου, ἐπὶ Ἰησοῦ καὶ Ἠλίου. Ἀλλὰ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Διὸ καὶ τὰ ἴχνη αὐτοῦ οὐ γνωσθήσεται ὁδεύοντος ἐν θαλάσσῃ, καὶ τρίβους ἐν ὕδασι πολλοῖς ἔχοντος, ἐν οἷς ὡδήγησε τὸν λαὸν αὐτοῦ διὰ θαλάσσης Ἐρυθρᾶς. ΨΑΛΜΟΣ ΟΖ. Καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσωσι, κ. τ. ἑ. Οἱ τὰς ἐντολὰς ἐκζητοῦντες τοῦ Θεοῦ οὐ γίνονται ψεκτοὶ, ὡς οἱ πατέρες αὐτῶν. Ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου, κ. τ. ἑ. Οὗτος νῶτα δίδωσι τοῖς ἐχθροῖς, ὁ μὴ φυλάσσων τὸν νόμον τοῦ Θεοῦ. Καὶ προσέθεντο ἔτι τοῦ ἁμαρτάνειν αὐτῷ, κ. τ. ἑ. Ὡς χαλεπὸν τὸ μετὰ τὴν γνῶσιν ἁμαρτάνειν Μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ; κ. τ.
PG 12:1521ἑ. Ἔρημον οὖσαν τὸ πρότερον τὴν ψυχὴν Ματθαίου τοῦ τελώνου ὁ Σωτὴρ ἡμῶν πεποίηκε τράπεζαν τρέφουσαν διὰ τοῦ Εὐαγγελίου τὰς ψυχὰς τῶν ἀνθρώπων. Καὶ πῦρ ἀνήφθη ἐν Ἰακὼβ, καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ἰσραήλ, κ. τ. ἑ. Πῦρ μὲν ἀνάπτεται ἐπὶ τὸν πρακτικὸν, ὀργὴ δὲ ἀναβαίνει ἐπὶ τὸν θεωρητικόν. Καὶ θύρας οὐρανοῦ ἀνέῳξεν, κ. τ. ἑ. Θύρας οὐρανοῦ λέγει φύσεις λογικὰς πρὸς διδασκαλίαν πνευματικὴν κινηθείσας. Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος, κ. τ. ἑ. Ὁ Σωτήρ φησιν· Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Τοῦτον οὖν τὸν ἄρτον ἤσθιον μὲν πρότερον ἄγγελοι, νυνὶ δὲ καὶ ἄνθρωποι. Τὸ ἐσθίειν ἐνταῦθα τὸ γινώσκειν σημαίνει. Τοῦτο γὰρ ἐςθίει νοῦς ὃ καὶ γινώσκει, καὶ τοῦτο οὐκ ἐσθίει ὃ οὐ γινώσκει. Καὶ ἔβρεξεν ἐπ’ αὐτοὺς ὡσεὶ χοῦν σάρκας, κ. τ. ἑ. Τὴν ὀρτυγομήτραν σάρκας ὠνόμασεν. Καὶ ἐμνήσθη, ὅτι σάρξ εἰσι, κ. τ. ἑ. Ἀντὶ τοῦ σαρκικοί. Ἐξαπέστειλεν εἰς αὐτοὺς κυνόμυιαν, καὶ κατέφαγεν αὐτοὺς, κ. τ. ἑ. Οἱ Ἑβραῖοι λέγουσι κυνόμυιαν θηρία διάφορα καὶ ἀναμεμιγμένα. Ἀπαρχὴν παντὸς πόνου αὐτῶν ἐν τοῖς σκηνώμασι Χὰμ, κ. τ. ἑ.
PG 12:1522Οὕτως ἐκείνους παιδεύσας, ἐπὶ τὴν ἔρημον ἤγαγε τὸν οἰκεῖον λαὸν, ποιμένα μιμούμενος τῆς ποίμνης ἡγούμενον. Καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὄρος ἁγιάσματος αὐτοῦ, κ. τ. ἑ. Ὄρος ἁγιάσματός ἐστιν ἡ γνῶσις τοῦ Θεοῦ. Καὶ ἐσκήνωσεν ἐν τοῖς σκηνώμασιν αὐτῶν τὰς φυλὰς τοῦ Ἰσραήλ, κ. τ. ἑ. Ἐνοικήσω γὰρ, φησὶν, ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω. Καὶ ἐπείρασαν καὶ παρεπίκραναν τὸν Θεὸν τὸν ὕψιστον, κ. τ. ἑ. Ἁμαρτάνουσα ψυχὴ παραπικραίνει γνῶσιν· ἡ δὲ κατορθοῦσα γλυκαίνει αὐτήν. Μετεστράφησαν εἰς τόξον στρεβλόν, κ. τ. ἑ. Τόξον στρεβλὸν ψυχὴ διεστραμμένη· βέλη δὲ αὐτῆς λογισμοὶ πονηροί. Καὶ ἀπώσατο τὴν σκηνὴν Σηλὼμ, κ. τ. ἑ. Τὴν ἐν Σηλὼμ ἑστῶσαν. Καὶ τὴν κληρονομίαν αὐτοῦ ὑπερεῖδεν, κ. τ. ἑ. Κληρονομίαν ἐνταῦθα τὸ κληρονομοῦν εἴρηκεν. Ἄλλως κληρονομία Θεοῦ ψυχαὶ λογικαί. Τοὺς νεανίσκους αὐτῶν κατέφαγε πῦρ, κ. τ. ἑ. Τάχα πῦρ ἐστι τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ. Καὶ ἐξελέξατο τὴν φυλὴν Ἰούδα, κ. τ. ἑ. Πρόδηλον γὰρ, ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, φησὶν Ἀπόστολος. ΨΑΛΜΟΣ ΟΗ. Ὅτι ἐπτωχεύσαμεν σφόδρα, κ. τ. ἑ. Στερηθέντες τοῦ πλούτου τῆς γνώσεως ἐπτωχεύσαμεν. ΨΑΛΜΟΣ ΟΘ.
Page scan enlarged

Notebook

Full View