PG 12Origen
Exegesis on the Psalms
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 12:1523Ἐξέγειρον τὴν δυναστείαν σου, κ. τ. ἑ. Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων, κ. τ. ἑ. Διὰ τούτων τῶν ῥητῶν παρίστησι πικροτάτην μετάνοιαν. Καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα, κ. τ. ἑ. Πρόσωπον ἐνταῦθα τὸν Χριστὸν ὠνόμασεν· Εἰκὼν γάρ ἐστι τοῦ Θεοῦ τοῦ ἀοράτου, Πρωτότοκος πάσης κτίσεως. Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, κ. τ. ἑ. Ἄμπελον λέγει νῦν τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ Θεοῦ, κ. τ. ἑ. Ἀναδενδράδες εἰσὶν οἱ θεωρητικοί. Γενηθήτω ἡ χείρ σου ἐπ’ ἄνδρα δεξιᾶς σου, κ. τ. ἑ. Ἄνδρα δεξιὸν λέγει τὸν Χριστὸν, ὅστις ἐστὶ καὶ Υἱὸς ἀνθρώπου. Ζωώσεις ἡμᾶς, καὶ τὸ ὄνομά σου ἐπικαλεσόμεθα, κ. τ. ἑ. Οὐδεὶς δύναται ζωοποιῆσαι ἡμᾶς, εἰ μὴ ὁ εἰπών· Ἐγώ εἰμι ἡ ζωή. ΨΑΛΜΟΣ Π. Γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσεν, κ. τ. ἑ. Νόμον ὃν οὐκ ἠπίστατο, ἤκουσεν. Οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος, κ. τ. ἑ. Πρόσφατός ἐστι Θεὸς ὁ μηδὲν οὐσιῶσαι δυνάμενος, ἢ ὁ τῇ κακίᾳ πεποιωμένος. Πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτὸ, κ. τ. ἑ. Στόμα νῦν τὸν νοῦν λέγει, ὅστις λαμπρύνεται διὰ πολιτείας ὀρθῆς καὶ δογμάτων ἀληθῶν.
PG 12:1524Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν, κ. τ. ἑ. Διὰ τοῦτο, φησὶν ὁ Παῦλος, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας. ΨΑΛΜΟΣ ΠΑ. Ὑμεῖς ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἶς τῶν ἀρχόντων πίπτετε, κ. τ. ἑ. Ἐγὼ, φησὶν, ἐφύτευσα ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν· πῶς ἐστράφης εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία; ΨΑΛΜΟΣ ΠΒ. Εἶπον· Δεῦτε, καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ἰσραὴλ ἔτι, κ. τ. ἑ. Ἐντεῦθεν γινώσκομεν, ὅτι προκαλοῦνται ἀλλήλους οἱ δαίμονες ἐπ’ ἀπωλείᾳ ψυχῆς. Οἵτινες εἶπον· Κληρονομήσωμεν ἑαυτοῖς τὸ ἁγιαστήριον τοῦ Θεοῦ, κ. τ. ἑ. Ψυχὴ ἀκάθαρτος κλῆρος δαιμόνων· ψυχὴ δὲ καθαρὰ κλῆρος Θεοῦ. Ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχὸν, κ. τ. ἑ. Ὁ τροχὸς ὀλίγον ἐφάπτεται τῆς γῆς. Πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, κ. τ. ἑ. Τοῦτο τὸ πρόσωπόν ἐστι τοῦ παλαιοῦ ἀνθρώπου τοῦ φθειρομένου κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· οὗ φθαρέντος ὁ νοῦς ἐκζητεῖ τὸ ὄνομα Κυρίου. Αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν, κ. τ. ἑ. Αὕτη ἡ ἀπώλεια σημαίνει φθορὰν κακίας καὶ ἀγνωσίας. ΨΑΛΜΟΣ ΠΓ.
PG 12:1525Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, κ. τ. ἑ. Αὐτὸς μὲν ὁ Δαυὶ̈δ ἐπιθυμεῖ εἰσελθεῖν εἰς τὰς αὐλὰς τοῦ Κυρίου, μακαρίζει δὲ τοὺς κατοικοῦντας ἐν τῷ οἴκῳ Κυρίου. ΨΑΛΜΟΣ ΠΔ. Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν, κ. τ. ἑ. Διὰ μὲν τοῦ ἁγίου βαπτίσματος ὁ Κύριος τὰς ἁμαρτίας ἀφίστησι· διὰ δὲ τῆς πικρᾶς μετανοίας τὰς ἁμαρτίας ἐπικαλύπτει. Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν, κ. τ. ἑ. Ἀδύνατόν ἐστιν εἰρήνην συναφθῆναι δικαιοσύνῃ, μὴ ἀληθείας ἐλέῳ συναντησάσης· τὸ μὲν γὰρ ἔλεος τὴν δικαιοσύνην γεννᾷ, ἡ δὲ ἀλήθεια τὴν εἰρήνην. Δικαιοσύνη δὲ καὶ εἰρήνη περὶ πρᾶξιν καὶ θεωρίαν λαμβάνεται. Δικαιοσύνη ἐνώπιον αὐτοῦ προπορεύσεται, κ. τ. ἑ. Ἡ ἄρχουσα τῶν πρακτικῶν ἀρετῶν ἡ δικαιοσύνη ἐστὶν, ἀφ’ ἧς καὶ οἱ ἄνθρωποι δίκαιοι ὀνομάζονται. ΨΑΛΜΟΣ ΠΕ. Σῶσον τὸν δοῦλόν σου, ὁ Θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σὲ, κ. τ. ἑ. Ἡ γνῶσις ἡ τοῦ Θεοῦ σωτηρία ἐστὶ ψυχῆς. Καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου, κ. τ. ἑ. Τὸ τάγμα τῶν δαιμόνων συναγωγὴν ὠνόμασε κραταιῶν. ΨΑΛΜΟΣ Π. Μήτηρ Σιὼν ἐρεῖ· Ἄνθρωπος, καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ, κ. τ. ἑ.
PG 12:1526Τὸ μὲν παιδίον Ἰησοῦς γεννᾶται ἐν Βηθλεὲμ, ὁ δὲ ἄνθρωπος ἐν Σιὼν, διὰ τὸ πρᾶξιν μὲν τίκτεσθαι ἐν τῇ ψυχῇ, σοφίαν δὲ γεννᾶσθαι ἐν τῷ νῷ. Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοὶ, κ. τ. ἑ. Πάντες οἱ εὐφραινόμενοι ἐπὶ γνώσει κατοικοῦσιν ἐν τῇ σοφίᾳ· καὶ πάντες οἱ κατοικοῦντες ἐν τῇ σοφίᾳ, ὡς σοφίᾳ εὐφραίνονται ἐπὶ γνώσει. ΨΑΛΜΟΣ ΠΖ. Καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγγισεν, κ. τ. ἑ. Ἐὰν μεταλάβῃς τὸν ᾅδην εἰς τὸν θάνατον, γνώσῃ πῶς ὁ θάνατος διαφθείρει ζωὴν ἀνθρώπου. Ἅδην δὲ νῦν ὀνομάζει τὸν διάβολον, ζωὴν δὲ ἑαυτόν. Ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι, κ. τ. ἑ. Ἐκείνου μνημονεύει ὁ Κύριος τοῦ ἐν ᾧ γίνεται· κἀκείνου οὐ μνημονεύει τοῦ ἐν ᾧ οὐ γίνεται. Καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν, κ. τ. ἑ. Χεῖρα νῦν λέγει τὴν γνῶσιν τὴν τοῦ Θεοῦ, ἥτις πέφυκε βοηθεῖν τοῖς πολεμουμένοις. Ἐπ’ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, κ. τ. ἑ. Τὸν θυμὸν τοῦ Θεοῦ ἔστησεν ὁ Χριστὸς κατὰ πάντων ὁρμήσαντα τῶν ἀνθρώπων. Διότι πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότητα. Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; κ. τ. ἑ.
PG 12:1527Οἱ ἐστερημένοι τῆς ζωῆς οὐ δύνανται ἰδεῖν τὰ θαυμάσια τῆς ζωῆς τῆς εἰπούσης· Ἐγώ εἰμι ἡ ζωή. Μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; κ. τ. ἑ. Ὥσπερ ἐν τοῖς ἀπολωλόσιν οὐκ ἔστιν ἀλήθεια, οὕτως ἐν τοῖς ἐσκοτισμένοις οὐκ ἔστι θαυμάσια. Καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ, κ. τ. ἑ. Γῆ ἐπιλελησμένη ἐστὶ ψυχὴ λογικὴ τῶν τοῦ ἁγίου Πνεύματος ἐστερημένη καρπῶν. Οἱ φοβερισμοί σου ἐξετάραξάν με, κ. τ. ἑ. Φοβερισμοὺς λέγει δυνάμεις τινὰς ἀκαθάρτους καὶ ταραχώδεις. ΨΑΛΜΟΣ ΠΗ. Τὰ ἐλέη σου, Κύριε, εἰς αἰῶνα ᾄσομαι. Εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου, κ. τ. ἑ. Τὸ μὲν ἔλεος τοὺς ἀνθρώπους οἰκοδομεῖ· ἡ δὲ ἀλήθεια ἑτοιμάζει τὰς ἁγίας δυνάμεις. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, κ. τ. ἑ. Ἐξομολογήσονται ἀντὶ τοῦ δοξάσουσι. Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται, κ. τ. ἑ. Θαβὼρ ἐκλεκτόν. Θαβὼρ δέ ἐστι τὸ ὄρος τῆς Γαλιλαίας ἐφ’ οὗ μεμορφώθη Χριστός. Ἑρμωνιεὶμ δέ ἐστι τὸ ὄρος ἐφ’ οὗ κεῖται ἡ πόλις Ναὶ̈μ, ἐν ᾗ ἤγειρε τὸν τῆς χήρας υἱὸν ὁ Χριστός. Καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν, κ.
PG 12:1528τ. ἑ. Κέρας νῦν τὸν νοῦν ὀνομάζει· ὑψοῦται δὲ νοῦς διὰ γνώσεως Θεοῦ. Τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου, κ. τ. ἑ. Τότε ἐλάλησας διὰ τῶν ἁγίων προφητῶν. Ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτὸν, κ. τ. ἑ. Τὸ ἅγιον ἔλαιον τὴν τοῦ Θεοῦ γνῶσιν σημαίνει, μᾶλλον δὲ τὴν οὐσιώδη γνῶσιν δηλοῖ. Οὐκ ὠφελήσει ὁ ἐχθρὸς ἐν αὐτῷ, κ. τ. ἑ. Εἰ, ὅταν ἁμαρτάνωμεν, τοὺς ἐχθροὺς ἡμῶν ὠφελοῦμεν, Χριστὸς δὲ οὐχ ἥμαρτεν· ἄρα τοὺς ἐχθροὺς αὐτοῦ οὐκ ὠφέλησεν ὁ Χριστός. Καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ, κ. τ. ἑ. Ἐν μὲν τῇ θαλάσσῃ τίθεται ἡ χεὶρ τοῦ Χριστοῦ, ἐν δὲ τοῖς ποταμοῖς ἡ δεξιὰ αὐτοῦ. Πλὴν, ἐὰν θελήσῃ, ἡ θάλασσα γίνεται ποταμός· καὶ πάλιν ὁ ποταμὸς, ἐὰν μὴ τηρήσῃ τὸν ἐκ τῆς κοιλίας αὐτοῦ ῥέοντα ποταμὸν τοῦ ζῶντος ὕδατος, γίνεται θάλασσα. Καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ, κ. τ. ἑ. Ὅταν γένηται τὸ θέλημα τοῦ Θεοῦ ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, τότε καὶ ὁ θρόνος τοῦ Χριστοῦ ἔσται ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ. Καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσι, κ. τ. ἑ. Ὁ μὴ φυλάσσων τὰς ἐντολὰς τοῦ Θεοῦ ἐκπίπτει τοῦ εἶναι θρόνος Θεοῦ·
PG 12:1529Εἰς γὰρ κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας. Ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, κ. τ. ἑ. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. Τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥαξας, κ. τ. ἑ. Εἰς γῆν ἀπ’ οὐρανοῦ καταράσσεται νοῦς ἀντὶ ἐπουρανίου χοϊκὸς γεγονώς. Ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ, κ. τ. ἑ. Ἐκ τῆς ἐγκαταλείψεως μειοῦνται αἱ ἀρεταὶ καὶ αἱ γνώσεις ἡμῶν· αὐταὶ γάρ εἰσιν αἱ ἡμέραι τῆς φύσεως τῆς λογικῆς. Τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται, καὶ οὐκ ὄψεται θάνατον, ῥύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾅδου; κ. τ. ἑ. Ἡ αὔξησις τῆς ἀρετῆς καὶ τῆς γνώσεως ἐκ τῆς κατὰ μικρὸν μειώσεως πασῶν τῶν κακιῶν καὶ τῆς ἀγνοίας ἐπισυμβαίνει. Κακία δὲ καὶ ἀγνωσία θάνατος ψυχῆς λογικῆς· ζωὴ δὲ ἀρετὴ καὶ γνῶσις. Οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν, κ. τ. ἑ. Κόλπον νῦν τὴν ψυχὴν ὀνομάζει, διά τε καὶ τὴν γνῶσιν τὴν τοῦ Θεοῦ ἀγαθὰ ὀνομάζεσθαι· ἀγαθὰ δὲ τὰ ἐν κόλποις πέφυκε βάλλεσθαι. Πιστεύω γὰρ, φησὶ, τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων. Τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ, κ. τ. ἑ. Τάχα ὁ Κυριακὸς ἄνθρωπος. ΨΑΛΜΟΣ ΠΘ.
PG 12:1530Τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται, κ. τ. ἑ. Ἐξουδενωθήσεται ἡ ζωὴ αὐτῶν. Τὰ ἔτη ἡμῶν ὡσεὶ ἀράχνη ἐμελέτων, κ. τ. ἑ. Σκιὰ γὰρ ἡμῶν, φησὶν Ἰὼβ, ἐστὶν ὁ βίος ἐπὶ τῆς γῆς. Καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος, κ. τ. ἑ. Τὸ πλεῖον τῶν παρελθόντων ἐτῶν ἐν κόποις καὶ πόνοις γινόμεθα. Τὴν δεξιάν σου οὕτως γνώρισόν μοι, κ. τ. ἑ. Μὴ ἐπὶ κολάσει, ἀλλ’ ἐπὶ φιλανθρωπίᾳ γνωρισάσθω σου ἡ δεξιά. Καὶ ἔσται ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς, κ. τ. ἑ. Λαμπρότης ἐστὶ γνῶσις Θεοῦ· καὶ γὰρ οἱ μετέχοντες αὐτῆς καλοῦνται λαμπρότητες· Ἐν ταῖς λαμπρότησι, φησὶ, τῶν ἁγίων ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. Καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον, κ. τ. ἑ. Ἔργα μὲν χειρῶν ἐστιν ἡ καθ’ ἕκαστα πρᾶξις· ἔργον δὲ χειρῶν ἡ ἐκ τούτων ἐπισυμβαίνουσα γνῶσις. ΨΑΛΜΟΣ 1. Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, κ. τ. ἑ. Τὸ μετάφρενον σύμβολόν ἐστι καρδίας. Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ, οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, κ. τ. ἑ. Ὅπλον Χριστοῦ γνῶσις ἀληθὴς, καὶ ὁ κυκλούμενος ὑπ’ αὐτῆς οὐ πτοηθήσεται. Ἀπὸ βέλους πετομένου ἡμέρας, κ. τ. ἑ. Ἀκάθαρτόν τινα δύναμιν νῦν βέλος ὠνόμασε.
PG 12:1531Ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ, κ. τ. ἑ. Τὸν μεσημβρινὸν δαίμονά φασιν εἶναι τὸν τῆς ἀκηδίας. Καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου, κ. τ. ἑ. Εἰ βούλοιτό τις μὴ περιπεσεῖν μάστιγι, γενέσθω οἶκος Θεοῦ. Τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου, κ. τ. ἑ. Ὁ ἐν μηδενὶ πταίων, οὗτος διαφυλάσσεται ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ. Μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου, κ. τ. ἑ. Ὁ ποῦς μὲν τὴν ψυχὴν σημαίνει, ὁ δὲ λίθος τὴν ἁμαρτίαν. Καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου, κ. τ. ἑ. Σωτήριον τοῦ Θεοῦ ἐστιν ὁ Χριστός. ΨΑΛΜΟΣ Α. Ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετ’ ᾠδῆς ἐν κιθάρᾳ, κ. τ. ἑ. Ψαλτήριόν ἐστι νοῦς καθαρὸς ὑπὸ πνευματικῆς κινούμενος γνώσεως· κιθάρα δέ ἐστι ψυχὴ πρακτικὴ ὑπὸ τῶν ἐντολῶν τοῦ Χριστοῦ κινουμένη. Ἀνὴρ ἄφρων οὐ γνώσεται, κ. τ. ἑ. Ἔκγονος ἀφροσύνης κακία, κακίας δὲ ἀγνωσία. Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἀπολοῦνται, κ. τ. ἑ. Ἐχθρὸς ἀπολλύμενος γίνεται φίλος· τὴν γὰρ ἔχθραν αὐτοῦ ἠφάνισεν ὁ Θεός. Καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι, κ. τ. ἑ. Γῆρας δικαίου γνῶσις ἀληθής· καὶ νεότης αὐτοῦ ἀπάθεια ψυχῆς. Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, κ. τ. ἑ.
PG 12:1532Οἱ δίκαιοι, φυτευθέντες ἐν τῇ γνώσει τῇ τοῦ Κυρίου, πολλοὺς ἐν τῷ κόσμῳ τούτῳ ἢ ἐν ταῖς ἐκκλησίαις ἐξανθήσουσιν ἀνθρώπους, διὰ τῆς πνευματικῆς διδασκαλίας καρποφοροῦντες αὐτούς. Καὶ οὐκ ἔστιν ἀδικία παρ’ αὐτῷ, κ. τ. ἑ. Ἀδικία οὐκ ἔστι παρὰ Θεῷ, διὰ τὸ εἶναι αὐτὸν κακίας ἀνεπίδεκτον. ΨΑΛΜΟΣ Β. Ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν, κ. τ. ἑ. Φύσεις λογικὰς ἁγίας ποταμοὺς ὀνομάζει, διὰ τὸ ῥεῖν ἐκ τῆς καρδίας αὐτῶν ποταμοὺς ὕδατος ζῶντος. Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, κ. τ. ἑ. Θαυμαστὴ γίνεται ψυχὴ ἀρθεῖσα μετάρσιος καὶ χωρισθεῖσα τῶν τοῦ βίου τούτου κυμάτων. ΨΑΛΜΟΣ Γ. Ἀπόδος ἀνταπόδοσιν ὑπερηφάνοις, κ. τ. ἑ. Ὑπερηφανία ἐστὶ καταφρόνησις κλήσεως ἀγαθῆς. Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν, κ. τ. ἑ. Ὃν ἀγαπᾷ Κύριος, παιδεύει, φησὶν ὁ Ἀπόστολος· εἰ δὲ ὃν παιδεύει, μακαρίζει, πᾶς ὁ παιδευόμενος ὑπ’ αὐτοῦ ἀπαθὴς γενήσεται· τοῦτον γὰρ ἀγαπᾷ Κύριος· παιδεία γάρ ἐστι μετριοπάθεια παθῶν. Τοῦ πραῦναι αὐτὸν ἀφ’ ἡμερῶν πονηρῶν, κ. τ. ἑ.
PG 12:1533Ἡμέρας πονηρὰς τὰς ἡμέρας τῆς κρίσεως λέγει, ἐν αἷς ὁ παιδευόμενος ὑπ’ αὐτοῦ, καθαρὸς γενόμενος ἀπὸ παθῶν, ἀπολαύσει τῆς γνώσεως, ἀτάραχος διαμένων. Ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος, κ. τ. ἑ. Βόθρον τὴν γέενναν ὠνόμασεν. Ἕως οὗ δικαιοσύνη ἐπιστρέψει εἰς κρίσιν, κ. τ. ἑ. Ἕως οὗ ὁ Χριστὸς κρινεῖ τὴν οἰκουμένην· αὐτὸς γὰρ ἡμῖν ἐγενήθη σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις, καὶ τὴν κρίσιν δὲ πᾶσαν αὐτῷ δέδωκεν ὁ Πατήρ. Τὸ ἔλεός σου, Κύριε, ἐβοήθει μοι, κ. τ. ἑ. Ἐνταῦθα τὸ ἔλεος τοῦ Χριστοῦ τὴν πρόνοιαν αὐτοῦ σημαίνει, δι’ ἣν ἄνθρωπος βοηθεῖται, ἤτοι ἐγκαταλείπεται. Ἀλλὰ βοηθεῖται μὲν ἐνεργούσης αὐτῆς ὁ ἄνθρωπος, ἐγκαταλείπεται δὲ ὑποχωρησάσης αὐτῆς. Αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου, κ. τ. ἑ. Παράκλησίς ἐστιν ἀνάκτησις ψυχῆς ἀπὸ πόνων. Μὴ συμπροσέσται σοι θρόνος ἀνομίας; κ. τ. ἑ. Θρόνον ἀνομίας ὠνόμασε τὸν διάβολον, ἐπειδὴ καὶ θρόνος δικαιοσύνης ἐστὶν ὁ Χριστὸς, ὅστις ἀντίκειται τῷ διαβόλῳ. Καὶ κατὰ τὴν πονηρίαν αὐτῶν ἀφανιεῖ αὐτοὺς Κύριος ὁ Θεὸς, κ. τ. ἑ. Ἀφανιεῖ αὐτοὺς κακοὺς ὄντας, δηλονότι καλοὺς ποιῶν. ΨΑΛΜΟΣ Δ.
PG 12:1534Ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, κ. τ. ἑ. Χεῖρα νῦν τὴν πρόνοιαν λέγει τοῦ Θεοῦ. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, κ. τ. ἑ. Οὗτος προσπίπτει τῷ Κυρίῳ ὁ τὴν ἔπαρσιν ὑπερηφανίας ἀπολιπών. Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, κ. τ. ἑ. Τὸ σήμερον τὸν βίον τοῦτον σημαίνει· Ἰησοῦς γὰρ, φησὶ, Χριστὸς χθὲς καὶ σήμερον καὶ εἰς τοὺς αἰῶνας· καὶ πάλιν· Ἄχρις οὗ τὸ σήμερον καλεῖται. Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, κ. τ. ἑ. Ὁδοί εἰσι τοῦ Κυρίου αἱ πρακτικαὶ ἀρεταὶ αἱ ἀπάγουσαι εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου, κ. τ. ἑ. Κατάπαυσις Κυρίου, γνῶσις αὐτοῦ· ὁ δὲ εἰσελθὼν εἰς αὐτὴν ἀναπαύσεται ἐπ’ αὐτῆς. ΨΑΛΜΟΣ Ε. Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, κ. τ. ἑ. Ὁ παλαιὸς ἄνθρωπος, ὁ φθειρόμενος κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, οὐ δύναται ᾆσαι ᾆσμα καινόν· τοῦ γὰρ καινοῦ ἀνθρώπου ἐστὶ τὸ ᾆσμα τὸ καινὸν τοῦ γενομένου κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν. Φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεοὺς, κ. τ. ἑ. Εἰ φοβερός ἐστιν ὁ Κύριος ἐπὶ πάντας τοὺς θεοὺς, πάντες οἱ θεοὶ φοβοῦνται τὸν Κύριον.
PG 12:1536Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευσε, κ. τ. ἑ. Εἴπατε τοῖς ἀδίκοις, ὅτι δικαιοσύνη ἐβασίλευσε· καὶ τοῖς ἄφροσιν, ὅτι κυριεύει φρόνησις· καὶ τοῖς ψεύσταις, ὅτι δεσπόζει ἡ ἀλήθεια· καὶ τοῖς ἀγνοοῦσιν, ὅτι κεκράτηκεν ἡ γνῶσις. Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, κ. τ. ἑ. Τουτέστιν, οἱ κατοικοῦντες ἐν τοῖς οὐρανοῖς. Τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ, κ. τ. ἑ. Ποῖα ἀγαλλιάσονται ξύλα; λεγέτωσαν οἱ τὴν ἀλληγορίαν παραιτούμενοι. ΨΑΛΜΟΣ 12. Εὐφρανθήτωσαν νῆσοι πολλαὶ, κ. τ. ἑ. Νῆσός ἐστι νοῦς ἀκλινὴς, ὑπὸ τῶν τοῦ βίου τούτου κυμάτων περικτυπούμενος. Καὶ πῦρ ἐνώπιον αὐτοῦ προπορεύσεται, κ. τ. ἑ. Τὸ πῦρ τοῦτο καίει ξύλα, χόρτον, καλάμην, τουτέστι τὰς ἕξεις τὰς μοχθηράς. Οἱ ἀγαπῶντες τὸν Κύριον, μισεῖτε πονηρὰ, κ. τ. ἑ. Τουτέστιν, οἱ ἀγαπῶντες τὴν γνῶσιν, μισεῖτε πονηρά. Καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ, κ. τ. ἑ. Ἐξομολογεῖσθε, μνημονεύοντες τῆς ἁγιωσύνης αὐτοῦ. ΨΑΛΜΟΣ Ζ. Ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ, κ. τ. ἑ. Δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν. Ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτὸ, κ. τ. ἑ.
PG 12:1537Εἰ τὰ χαρίσματα τοῦ Πνεύματος τοῦ ἁγίου ποταμοὶ λέγονται κατὰ τό· Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, καλῶς οἱ μεθέξοντες τούτων τῶν ποταμῶν καὶ αὐτοὶ ποταμοὶ λέγονται. Σημειωτέον δὲ καὶ τὸ ἐπὶ τὸ αὐτὸ εἶναι τοὺς ποταμοὺς, ἵνα τὸ αὐτὸ λέγωσι πάντες, καὶ μὴ ᾖ ἐν αὐτοῖς σχίσματα. ΨΑΛΜΟΣ Η. Σὺ ἡτοίμασας εὐθύτητας, κ. τ. ἑ. Εὐθύτητας ἤτοι τοὺς εὐθεῖς, ἤτοι τὰς ἀρετάς. Καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, κ. τ. ἑ. Τὸ ὑποπόδιον τῶν ποδῶν εἶπόν τινες εἶναι τὴν σάρκα τὴν τοῦ Χριστοῦ, ἥτις διὰ τὸν Χριστόν ἐστι προσκυνητή· ὁ δὲ Χριστὸς προσκυνητὸς διὰ τὸν ἐν αὐτῷ Λόγον Θεοῦ. Καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ, κ. τ. ἑ. Οὗτος ἐπικαλεῖται τὴν δικαιοσύνην ὁ δικαιοπραγῶν, καὶ τὴν ἀλήθειαν ὁ μὴ ψευδόμενος, καὶ τὴν ἀγάπην ὁ μὴ μισῶν. Ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτοὺς, κ. τ. ἑ. Ὁ στῦλος καὶ ἡ νεφέλη λογικαὶ φύσεις εἰσὶ, δι’ ὧν ἐλάλει πρὸς τοὺς ἁγίους ὁ Κύριος. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, κ. τ. ἑ. Ὑπὸ καθαροῦ νοῦ πέφυκεν ὑψοῦσθαι Θεός. ΨΑΛΜΟΣ Θ. Εἰσέλθετε εἰς τὰς πύλας αὐτοῦ, κ. τ. ἑ. Πύλαι σοφίας, ἀρεταί·
PG 12:1538διὰ γὰρ αὐτῶν εἰσερχόμεθα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ΨΑΛΜΟΣ Ρ. Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε, κ. τ. ἑ. Τὸν περὶ Προνοίας καὶ κρίσεως ᾆσαι θέλει λόγον. Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον, κ. τ. ἑ. Χρήσιμον τὸ ῥητὸν πρὸς τοὺς καταλαλοῦντας. Πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει, κ. τ. ἑ. Χρηστέον τὸ ῥητὸν πρὸς τοὺς ἱερατικοὺς ὑπηρετουμένους ὑπὸ δούλων πονηροτάτων. Τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως, κ. τ. ἑ. Νῦν πόλιν Κυρίου λέγει τὴν ἑαυτοῦ ψυχὴν, ἐν ᾗ πάντας ἀπέκτεινε λογισμοὺς παρανόμους. ΨΑΛΜΟΣ ΡΑ. Ἠγρύπνησα καὶ ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματι, κ. τ. ἑ. Οὐδὲν ἄλλο τὸν νοῦν οὕτως ἀπεργάζεται κοῦφον ὡς ἀγρυπνία. Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων, κ. τ. ἑ. Χρήσιμον τὸ ῥητὸν πρὸς τοὺς παρὰ τὸν καιρὸν τοῦ πότου αὐλοῖς καὶ ᾠδαῖς τερπομένους. Κἀγὼ ὡσεὶ χόρτος ἐξηράνθην· σὺ δὲ, Κύριε, εἰς τὸν αἰῶνα μένεις, κ. τ. ἑ. Ἐγὼ μὲν πρόςκαιρος καὶ θνητὸς, σὺ δὲ ἀί̈διος καὶ ἀθάνατος. Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου, κ. τ. ἑ. Τῶν γινομένων ἡμερῶν ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης.
PG 12:1539Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς, κ. τ. ἑ. Ἀπολοῦνται οἱ οὐρανοὶ οὐ κατ’ οὐσίαν, ἀλλὰ κατὰ τὸ σχῆμα· Παράγει γὰρ, φησὶν ὁ Ἀπόστολος, τὸ σχῆμα τοῦ κόσμου τούτου. ΨΑΛΜΟΣ ΡΒ. Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ, κ. τ. ἑ. Τὰ ἐντὸς τοῦ ἔσω ἀνθρώπου ἐστὶν ἡ νοητικὴ δύναμις, καὶ διανοητικὴ, καὶ ἐπιβλεπτικὴ, καὶ ἑρμηνευτικὴ, καὶ ἡ φανταστικὴ, καὶ ἡ μνημονευτική. Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου, κ. τ. ἑ. Τὸ γῆρας ἀποδύεται ὁ ἀετὸς, ὡς καὶ ὁ ἄνθρωπος τὸν παλαιὸν ἄνθρωπον ἀποδύεται τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτὸν, κ. τ. ἑ. Ὥσπερ ὕψωσε τοὺς ἐν οὐρανοῖς, οὕτως ἐλέησε τοὺς ἐπὶ γῆς φοβουμένους αὐτόν. Ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει, κ. τ. ἑ. Ἐνταῦθα ὁ ἄνθρωπος τὴν καθόλου φύσιν δηλοῖ· πᾶς γὰρ ἄνθρωπος πρόσκαιρος καὶ θνητὸς, εὐμάραντος καὶ πρόσκαιρος. Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, κ. τ. ἑ. Μετὰ θάνατον ἡ ψυχὴ οὐχ ὑπάρχει ἐν τῷ βίῳ τούτῳ.
PG 12:1540Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος εἰς τοὺς φοβουμένους αὐτὸν, κ. τ. ἑ. Ἡ μὲν αἰσθητὴ ζωὴ οὐκ ἀί̈διος, τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀί̈διον. Καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν, κ. τ. ἑ. Υἱοὶ υἱῶν εἰσιν οἱ τοῦ αὐτοῦ πνεύματος τῆς υἱοθεσίας ἠξιωμένοι. Καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ, κ. τ. ἑ. Οὗτος μέμνηται τῶν ἐντολῶν, ὁ ζῶν κατ’ αὐτάς. Καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει, κ. τ. ἑ. Ἡ μὲν δημιουργικὴ αὐτοῦ βασιλεία πάντων δεσπόζει· ἡ δὲ κατὰ γνῶσιν βασιλεία οὐ πάντων τῶν ἐπὶ γῆς, πάντων δὲ τῶν ἐν οὐρανοῖς δεσπόζει. ΨΑΛΜΟΣ ΡΓ. Ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, κ. τ. ἑ. Ἱμάτιον Κυρίου γνῶσις ἀληθής· ὁ δὲ ἐνδυόμενος αὐτὸ φωτισθήσεται ὑπ’ αὐτοῦ. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, κ. τ. ἑ. Διὰ τί οὐκ εἶπεν, ἐκτείνας, ἀλλ’ ἐκτείνων; ἢ ἅπαξ μὲν αὐτὸν κατ’ οὐσίαν ἐξέτεινεν, ἀεὶ δὲ αὐτὸν ἐκτείνει κατὰ τὴν πρόνοιαν; Τοιοῦτόν ἐστι καὶ τὸ Ἰὼβ εἰρημένον· ὁ Ποιῶν Πλειάδα, καὶ Ἕσπερον, καὶ Ἀρκτοῦρον καὶ ταμεῖα Νότου. Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα, κ. τ. ἑ.
PG 12:1541Τῷ μὲν Ἀβραὰμ οἱ ἄγγελοι ὡς πνεύματα ἐφάνησαν, τοῖς δὲ Σοδομίταις ὥσπερ πῦρ φλέγον. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς· οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, κ. τ. ἑ. Ὁ μὲν Ἰὼβ εἶπε· Κρεμάσας τὴν γῆν ἐπὶ μηδενός· ὁ δὲ Δαυὶ̈δ, ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς. Ἑκάτεροι δὲ ἀναιροῦσι τὸ εἶναι σῶμά τι ἕτερον βαστάζον αὐτὴν ὑποκάτω· ἡ γὰρ ἀσφάλεια οὐκ ἔστιν οὐσία, ἀλλὰ τέχνη Θεοῦ, ἀκίνητον τὴν γῆν ἐν τῇ σφαίρᾳ διαφυλάττουσα. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, κ. τ. ἑ. Τὸ ἀκατάληπτον τῆς γνώσεως τοῦ Θεοῦ διὰ τῆς ἀβύσσου παρίστησι. Ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον ὃν ἐθεμελίωσας αὐτοῖς, κ. τ. ἑ. Λογικάς τινας διὰ τῶν λόγων τούτων αἰνίττεται φύσεις. Ὅριον ἔθου ὃ οὐ παρελεύσονται, κ. τ. ἑ. Περὶ τῶν καταχθονίων δαιμόνων ταῦτα λέγεσθαί φασι. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ, κ. τ. ἑ. Ὑπερῷα Θεοῦ φύσεις καθαραὶ ποτίζουσαι τοὺς ὑψηλοτέρους τῇ καρδίᾳ. Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, κ. τ. ἑ. Ὁ δὲ Ἑβραῖος καὶ οἱ λοιποὶ τοῦ Κυρίου τεθείκασιν.
PG 12:1542Διεξελθὼν τὰ κάρπιμα, ἀναγκαίως μνημονεύει καὶ τῶν ἀκάρπων, ὡς ἀναγκαῖον τοῖς ἀνθρώποις καὶ αὐτὰ παρεχόντων χρείαν. Διὰ τοῦτο καὶ Κυρίου αὐτὰ προσηγόρευσεν, ὡς αὐτοφυᾶ καὶ οὐ χειρόκμητα, ἀλλὰ τῷ θείῳ λόγῳ βλαστήσαντα· διὸ καὶ ἐπήγαγεν· Αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσας. Τοῦ αὐτοῦ. Ὥσπερ ἐστί τινα ξύλα τοῦ παραδείσου, οὕτω καὶ ξύλα πεδίου. Πέτρα καταφυγὴ τοῖς χοιρογρυλλίοις, κ. τ. ἑ. Ὁ χοιρογρυλλίου ἔχων κατάστασιν προσφυγέτω τῇ πνευματικῇ πέτρᾳ τῇ ἀκολουθούσῃ ἐν τῇ ἐρήμῳ, καὶ ποτιζούσῃ τὸν Ἰσραήλ. Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ, κ. τ. ἑ. Ὁ ἥλιος τῆς δικαιοσύνης ἔγνω νῦν τοὺς ἐν οἷς ἔδυ ποτέ. Ἀνέτειλεν ὁ ἥλιος καὶ συνήχθησαν, κ. τ. ἑ. Ἐν οἷς ἀνατέλλει ὁ ἥλιος τῆς δικαιοσύνης, ἐν τούτοις καὶ αἱ κακίαι κατὰ δύναμιν ὑπάρχουσιν. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας, κ. τ. ἑ. Ἔργον νῦν λέγει αὐτὴν τὴν ὕλην περὶ ἣν ἡ ἐργασία· ἐργασίαν δὲ αὐτὴν τὴν τέχνην τὴν περὶ τὴν ὕλην γινομένην. Ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμὸς, κ. τ. ἑ. Τῶν ἑρπετῶν ἀνθρώπων διὰ τὴν κακίαν οὐκ ἔστιν ἀριθμός·
PG 12:1543Ὁ γὰρ ἀριθμῶν, φησὶ, πλήθη ἄστρων, καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσι, κ. τ. ἑ. Οἱ ἐκπίπτοντες τοῦ παρὰ τοῦ Θεοῦ δοθέντος αὐτοῖς πνεύματος γίνονται χοϊκοί. Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς, κ. τ. ἑ. Ἣν Παῦλος ὁ ἅγιος ἐξανάστασιν εἴρηκε, ταύτην Δαυὶ̈δ ἀνακαινισμὸν προσηγόρευσεν. Ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται, κ. τ. ἑ. Τὰ καπνιζόμενα ὄρη ἀποβάλλει τὴν κακίαν, ἁπτομένου αὐτῶν τοῦ πνευματικοῦ πυρὸς τοῦ βληθέντος ἐπὶ τὴν γῆν. Ἐκλείποισαν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, κ. τ. ἑ. Οὐχὶ μὴ ὑπάρχειν αὐτοὺς, ἀλλὰ μὴ ὑπάρχειν αὐτοὺς ἁμαρτωλούς. ΨΑΛΜΟΣ ΡΔ. Διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ, κ. τ. ἑ. Ὁ κτησάμενος πᾶσαν τὴν γνῶσιν τὴν τοῦ Θεοῦ, οὗτος δύναται διηγεῖσθαι πάντα τὰ θαυμάσια αὐτοῦ. Ζητήσατε τὸν Κύριον, κ. τ. ἑ. Ὁ τὰς ἐντολὰς ποιῶν τοῦ Θεοῦ, οὗτος ζητεῖ αὐτόν. Ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντὸς, κ. τ. ἑ. Τοῦτο λέγει τὸ πρόσωπον ζητεῖν ἡμᾶς, ὅπερ οἱ ἄγγελοι βλέπουσι διαπαντός. Σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, κ. τ. ἑ.
PG 12:1544Οἱ τοῦ σπέρματος ὄντες τοῦ Ἀβραὰμ, δυνάμει εἰσὶν ἐκλεκτοί. Ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ, λόγου οὗ ἐνετείλατο εἰς χιλίας γενεὰς, κ. τ. ἑ. Τὰς χιλίας γενεὰς οἱ μὲν τὰς πολλὰς αὐτὸν λέγειν γενεὰς ἐνόμισαν, οἱ δὲ τὰς ὑπὸ τούτου τοῦ ἀριθμοῦ περιγραφομένας. Λέγων· Σοὶ δώσω τὴν γῆν Χαναὰν, σχοίνισμα κληρονομίας ὑμῶν, κ. τ. ἑ. Πρὸ τῆς ἐπιδημίας Χριστοῦ οἱ Χαναναῖοι κατεῖχον ἡμῶν τὰς ψυχὰς, μὴ ἐῶντες ἡμᾶς καρποὺς ἐκφέρειν πνευματικούς. Οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτοὺς, κ. τ. ἑ. Ἐντεῦθεν γινώσκομεν, ὅτι οἱ ἀδικούμενοι ὑπὸ ἀνθρώπων κατ’ ἐγκατάλειψιν ἀδικοῦνται Θεοῦ. Μὴ ἅπτεσθε τῶν χριστῶν μου, κ. τ. ἑ. Οὗτοι οἱ χριστοὶ Χριστοῦ μετέχοντες λέγονται χριστοί· ὁ δὲ Χριστὸς τοῦ Πατρὸς μετέχων λέγεται Χριστός. Χριστὸν δέ φημι τὸν μετὰ τοῦ Θεοῦ Λόγου ἐπιδημήσαντα Κύριον. Καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτοῦ, κ. τ. ἑ. Χωρὶς ἀρετῆς καὶ γνώσεως Θεοῦ οὐκ ἄν τις γένοιτο τῶν ἐχθρῶν ἰσχυρότερος. Εἶπε καὶ ἦλθε κυνόμυια, κ. τ. ἑ. Τὴν κυνόμυιαν οἱ Ἑβραῖοι ἑρμηνεύουσι πλῆθος πάμμιγον ἀγρίων καὶ σαρκοβόρων θηρίων· οἱ δὲ Ἕλληνες λέγουσι κυνόμυιαν τὴν τοῦ κυνὸς τοῦ ὑλακτοῦντος μυῖαν.
PG 12:1545Καὶ ἐπάταξε τὰς ἀμπέλους αὐτῶν, κ. τ. ἑ. Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἦσαν αἱ ἄμπελοι αὐτῶν, καὶ αἱ κληματίδες αὐτῶν ἐκ Γομόῤῥας. Εἶπε, καὶ ἦλθεν ἀκρὶς, κ. τ. ἑ. Ἡ ἀκρὶς αὕτη κατεσθίει τὸ σπέρμα τὸ πονηρόν. ΨΑΛΜΟΣ ΡΕ. Καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ, τοῦ γνωρίσαι τὴν δυναστείαν αὐτοῦ, κ. τ. ἑ. Διὰ τοῦτο σώζει ἡμᾶς ὁ Κύριος, ἵνα γνῶσιν ἡμῖν τῆς δυναστείας αὐτοῦ χαρίσηται. Εἷς ἐξ αὐτῶν οὐχ ὑπελείφθη, κ. τ. ἑ. Μακάριος οὗτος, ᾧ μηδεὶς τῶν ἐχθρῶν ὑπολείπεται. Οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ, καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ, κ. τ. ἑ. Οὐκ ἀνέμειναν τὴν χάριν αὐτοῦ, ἀλλ’ ἐπελάθοντο τῶν ἔργων αὐτοῦ καὶ ἐπεθύμησαν ἐπιθυμίαν κακήν. Καὶ ἠλλάξαντο τὴν δόξαν αὐτῶν ἐν ὁμοιώματι μόσχου ἐσθίοντος χόρτον, κ. τ. ἑ. Οἱ δοξάζοντες κτίσμα παρὰ τὸν κτίσαντα, οὗτοι ἀλλάσσουσι τὴν δόξαν αὐτῶν. Καὶ ἤλλαξαν, φησὶν ὁ Παῦλος, τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετραπόδων, καὶ ἑρπετῶν. Καὶ εἶπε τοῦ ἐξολοθρεῦσαι αὐτοὺς, κ. τ. ἑ. Ἡ ἐξολόθρευσις νῦν τὴν μετάθεσιν τὴν ἐκ τοῦ βίου τούτου σημαίνει.
PG 12:1546Εἰ μὴ Μωϋσῆς ὁ ἐκλεκτὸς αὐτοῦ ἔστη ἐν τῇ θραύσει ἐνώπιον αὐτοῦ, τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ, τοῦ μὴ ἐξολοθρεῦσαι αὐτοὺς, κ. τ. ἑ. Σημειωτέον, ὅτι καὶ εἷς ἅγιος, ὡς ὁ Μωϋσῆς, δυνατός ἐστιν ἀποστρέψαι ὀργὴν φερομένην ἐπ’ ἔθνος ὅλον. Καὶ ἐξουδένωσαν γῆν ἐπιθυμητὴν, κ. τ. ἑ. Ἡ γῆ ἐπιθυμητὴ ἡ βασιλεία ἐστὶ τῶν οὐρανῶν. Καὶ ἐπῆρε τὴν χεῖρα αὐτοῦ ἐπ’ αὐτοὺς, κ. τ. ἑ. Χεῖρα λέγει τὰς κολαστικὰς αὐτοῦ δυνάμεις. Καὶ ἐτελέσθησαν τῷ Βεελφεγὼρ, κ. τ. ἑ. Βεελφεγὼρ εἴδωλον τοῦ Βὴλ ἐν τῷ τόπῳ τοῦ Φεγώρ. Καὶ ἔφαγον θυσίας νεκρῶν, κ. τ. ἑ. Τελετὰς ἤγαγον τῷ Βεελφεγὼρ, μνησθέντες ἐν τοῖς μυστηρίοις αὐτοῦ. Καὶ ἔστη Φινεὲς, καὶ ἐξιλάσατο, κ. τ. ἑ. Ἀνωτέρω μὲν λέγει, ὅτι ἔστη Μωϋσῆς καὶ ἀπέστρεψε τὴν θραῦσιν, ἀλλ’ ἐκόπασεν ἡ θραῦσις. Καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσι, κ. τ. ἑ. Μίγνυταί τις τοῖς ἔθνεσι δουλεύων γλυπτοῖς. Καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν, κ. τ. ἑ. Πορνεύει ψυχὴ σπέρματα λαμβάνουσα τῆς ἀντικειμένης δυνάμεως, καὶ τίκτουσα τέκνα πονηρά. Καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ, κ. τ. ἑ. Κληρονομία Κυρίου ψυχαὶ λογικαί. Καὶ ἐκυρίευσαν αὐτῶν οἱ μισοῦντες αὐτοὺς, κ. τ. ἑ.
PG 12:1547Δαίμονές εἰσιν οἱ μισοῦντες ἡμᾶς καὶ θλίβοντες τὰς ψυχὰς ἡμῶν. Καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμοὺς ἐναντίον πάντων τῶν αἰχμαλωτευσάντων αὐτοὺς, κ. τ. ἑ. Ἐντεῦθεν μανθάνομεν, ὅτι καὶ τοῦ ἐλεεῖσθαι ἡμᾶς ὁ Κύριος ἀξίους ποιεῖ. ΨΑΛΜΟΣ Ρ. Ὅτι ἐχόρτασε ψυχὴν κενὴν, κ. τ. ἑ. Ψυχὴ κενή ἐστι ἡ ἀρετῶν καὶ γνώσεως ἐστερημένη. Καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ σκιᾶς θανάτου, κ. τ. ἑ. Καθὸ φῶς ἐστιν ὁ Κύριος, ἐξάγει ἡμᾶς ἐκ τοῦ σκότους, καθὸ δὲ ζωὴ, ἐκ θανάτου· καὶ πάλιν ὡς δυνατὸς διαῤῥήσσει δεσμούς. Πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν, κ. τ. ἑ. Ὥσπερ οἱ νοσοῦντες πᾶν βρῶμα βδελύσσονται, οὕτως οἱ ἀκάθαρτοι πᾶσαν γνῶσιν ἀπωθοῦνται. Αὐτοὶ εἶδον τὰ ἔργα Κυρίου καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ, κ. τ. ἑ. Ὅσοι περισπασμοῖς πολλοῖς καὶ ποικίλοις διὰ τὴν τῆς ἀρετῆς ἐργασίαν περιπίπτουσιν, οὗτοι ὁρῶσι τὰ ἔργα Κυρίου, τουτέστι τοὺς λόγους τῶν γεγονότων καὶ γινομένων. Καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη, κ. τ. ἑ. Σοφίαν Θεοῦ καταπίνει κακία· δικαιοσύνη δὲ Κυρίου διαφθείρει κακίαν. Καὶ ἐσίγησε τὰ κύματα αὐτῆς, κ. τ. ἑ. Σιγὴν τῶν κυμάτων τὴν φθορὰν ὠνόμασε τῶν πειρασμῶν.
PG 12:1548Καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ, καὶ οὐχ ὁδῷ, κ. τ. ἑ. Ἐγκατέλιπεν αὐτοὺς πλανωμένους, καὶ οὐκ ἀντελάβετο αὐτῶν διὰ τὴν κακίαν αὐτῶν. ΨΑΛΜΟΣ ΡΖ. Ἑτοίμη ἡ καρδία μου, κ. τ. ἑ. Ὁ ἀποθέμενος τὰ πάθη, οὗτος ἡτοίμασε τὴν καρδίαν τῷ Θεῷ. Μωὰβ λέβης τῆς ἐλπίδος μου, κ. τ. ἑ. Λέβης ἐστὶν ὁ τῷ πνεύματι ζέων, καὶ ἐλπίζων ἐπὶ τὸν Κύριον· ἥτις ἐλπὶς οὐ καταισχύνει τὸν ἐλπίζοντα. Ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου, κ. τ. ἑ. Ἡ σάρξ ἐστι τὸ ὑπόδημα τοῦ Χριστοῦ, ᾗ χρησάμενος ὁ Κύριος ἐπεδήμησε τῷ βίῳ τῶν ἀνθρώπων. ΨΑΛΜΟΣ ΡΗ. Καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ, κ. τ. ἑ. Ὧν ἐκκόπτει ὁ Σατανᾶς τὰ ἔργα τὰ δεξιὰ, τούτων ἕστηκεν ἐκ δεξιῶν. Ἐν δὲ τῷ Ζαχαρίᾳ φησί· Καὶ ἔδειξέ μοι Κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν ἑστῶτα πρὸ προσώπου ἀγγέλου Κυρίου, καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ· οὐχ ἁπλῶς δὲ, ἀλλὰ τῷ ἀντικεῖσθαι αὐτῷ· οὐκ ἀντίκειται δὲ τῷ Ἰούδα. Γενηθήτωσαν υἱοὶ αὐτοῦ ὀρφανοὶ, καὶ ἡ γυνὴ αὐτοῦ χήρα, κ. τ. ἑ. Οὐκ ἐπαρᾶσθαι ὁ δίκαιος, ἀλλὰ προσεύχεσθαί μοι δοκεῖ.
PG 12:1549Εὐλογεῖτε γὰρ τοὺς ἐχθροὺς ὑμῶν, φησὶν ὁ Ἀπόστολος, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε. Ὀρφανοὶ τοίνυν εἰσὶ λογισμοὶ πονηροὶ τὸν ἑαυτῶν θάψαντες πατέρα τὸν Σατανᾶν· χήρα δὲ ψυχὴ ἡ μὴ ἐπιλαβοῦσα σπέρματα παρὰ τοῦ διαβόλου. Εὖ δὲ καὶ ἡ τάξις ἔχει. Πρότερον μὲν γὰρ περιαιρεῖ τὰς κατ’ ἐνέργειαν ἁμαρτίας, ἔπειτα δὲ καὶ τὰ τούτων φαῦλα νοήματα. Γενηθήτω αὐτῷ ὡς ἱμάτιον ὃ περιβάλλεται, καὶ ὡσεὶ ζώνη ἣν διὰ παντὸς περιζώννυται, κ. τ. ἑ. Αὕτη ἡ ζώνη σημαίνει τὴν τοῦ ἐπιθυμητικοῦ ἄλογον πύρωσιν. Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, κ. τ. ἑ. Χρηστέον τῷ ῥητῷ πρὸς τοὺς καταφρονοῦντας τῆς ἐγκρατείας. Καταράσονται αὐτοὶ, καὶ σὺ εὐλογήσεις, κ. τ. ἑ. Τοῦτον εὐλογεῖ Κύριος, ὃν ἀντικείμενοι καταρῶνται. ΨΑΛΜΟΣ ΡΘ. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου ἐν ταῖς λαμπρότησι τῶν ἁγίων, κ. τ. ἑ. Εἰ ἀρχὴ τοῦ Υἱοῦ ὁ Πατὴρ, ἡ δὲ ἀρχὴ ἦν μετὰ τοῦ Χριστοῦ, καλῶς λέγει ἐν τοῖς Εὐαγγελίοις τό· Οὐκ εἰμὶ μόνος, ἀλλ’ ἐγὼ καὶ ὁ πέμψας με Πατήρ. Ἡμέραν δὲ δυνάμεως εἶπε τὴν ἡμέραν τοῦ σταυροῦ, ἢ τῆς ἐνανθρωπήσεως. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, κ. τ. ἑ. Ἀντὶ τοῦ, Πρὸ πάσης λογικῆς φύσεως ἐγέννησά σε.
PG 12:1550Τὸ γὰρ βαθύτερον περιεργάζεσθαι τὴν γένεσιν τοῦ Χριστοῦ καὶ τοῦ Ἑωσφόρου, οὐ τῆς ἡμετέρας ἐστὶ δυνάμεως. Πολὺς γὰρ ὁ περὶ τούτου λόγος καὶ δυσθεώρητος. Κρινεῖ ἐν τοῖς ἔθνεσι, πληρώσει πτώματα, κ. τ. ἑ. Πληροῖ πτώματα τοῦ παλαιοῦ ἀνθρώπου τοῦ φθειρομένου κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. ΨΑΛΜΟΣ ΡΙ. Ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ μεγάλα τὰ ἔργα Κυρίου, κ. τ. ἑ. Μεγάλα τὰ ἔργα Κυρίου διὰ τὴν ἀποκειμένην ἐν αὐτοῖς σοφίαν ὠνόμασε. Τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτὸν, κ. τ. ἑ. Ἡ τροφὴ τῶν φοβουμένων τὸν Κύριον ἡ σοφία ἐστὶ τοῦ Θεοῦ· Ἀρχὴ γὰρ σοφίας φόβος Κυρίου. Ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλε τῷ λαῷ αὐτοῦ, κ. τ. ἑ. Τὴν θεωρίαν τῶν γεγονότων ἰσχὺν ἔργων αὐτοῦ ὀνομάζει· ἰσχὺς δὲ εἴρηται ἡ γνῶσις, διὰ τὸ ἰσχὺν ἐντιθέναι τῇ φύσει τῇ λογικῇ. Ἔργα χειρῶν αὐτοῦ ἀλήθεια καὶ κρίσις, κ. τ. ἑ. Ἡ μὲν ἀλήθεια ἐν τοῖς ὀρθοῖς δόγμασι θεωρεῖται, ἡ δὲ κρίσις ἐν τῇ πρακτικῇ. Πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ, ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Πιστὰς εἶπε τὰς ἐντολὰς, ἀντὶ τοῦ πίστεως ἀξίας· ὃ γὰρ ὑπισχνοῦνται, τοῦτο καὶ ποιοῦσιν· ὑπισχνοῦνται δὲ κάθαρσιν ψυχῆς λογικῆς τοῖς γνησίως φυλάττουσιν αὐτάς.
PG 12:1551ΨΑΛΜΟΣ ΡΙΑ. Ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα, κ. τ. ἑ. Οὗτος θέλει ἐν ταῖς ἐντολαῖς αὐτοῦ σφόδρα ὁ μετὰ πάσης ἀκριβείας φυλάσσων αὐτάς. Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, κ. τ. ἑ. Ἡ σοφία τοῦ Θεοῦ, καθὸ μὲν ἀφθονίαν παρέχει θεωρημάτων, πλοῦτος καλεῖται, καθὸ δὲ παρασκευάζει τοὺς ἀνθρώπους δοξάζειν τὸν κεκτημένον αὐτὴν, ὀνομάζεται δόξα. Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν, κ. τ. ἑ. Ὁ Σωτὴρ ἐν τοῖς Εὐαγγελίοις φησὶ πρὸς τοὺς μαθητάς· Ὃ ἠκούσατε ἐν τῇ σκοτίᾳ, εἴπετε ἐν τῷ φωτί. Οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει, κ. τ. ἑ. Χρηστέον τῷ ῥητῷ πρὸς τοὺς ἀπερισκέπτως ἐκφέροντας τὰ θεῖα μυστήρια τῆς θείας Γραφῆς, καὶ ἀδιακρίτως· καὶ γὰρ ὁ Παῦλός φησιν· Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους τῶν μυστηρίων Θεοῦ. Ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται, κ. τ. ἑ. Ἀκοῆς ἀντὶ τοῦ, φήμης, ὡς καὶ ἐν τῷ Εὐαγγελίῳ γέγραπται· Ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν· καὶ πάλιν· Μέλλετε ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων. Τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ, κ. τ. ἑ. Οὐδὲν οὕτω φοβεῖται ὁ Σατανᾶς, ὡς νοῦν ὑψωθέντα ἐν γνώσει Θεοῦ. Ἐπιθυμία ἁμαρτωλοῦ ἀπολεῖται, κ.
PG 12:1552τ. ἑ. Εἰ ἡ ἐπιθυμία ἁμαρτωλοῦ ἀπολεῖται, ἡ δὲ ἁμαρτωλοῦ ἐπιθυμία ἐστὶ κακία, ἡ κακία ἄρα ἀπολεῖται τῶν ἁμαρτωλῶν. ΨΑΛΜΟΣ ΡΙΒ. Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνετὸν τὸ ὄνομα Κυρίου, κ. τ. ἑ. Ἀνατολαὶ μέν εἰσι φύσεις αἱ νοεραὶ, ἐν αἷς ὁ τῆς δικαιοσύνης ἥλιος ἀνατέλλει· δυσμαὶ δὲ αἱ τῶν ἀνθρώπων ψυχαὶ, ἐν αἷς ἔδυ ποτὲ ὁ πνευματικὸς καὶ ἐπουράνιος ἥλιος. Ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, κ. τ. ἑ. Οἰκεῖ μὲν ὁ Θεὸς ἐν ταῖς ἁγίαις δυνάμεσι· προνοεῖται δὲ τῶν ταπεινῶν ἀνθρώπων, ἵνα γένηται τὸ θέλημα αὐτοῦ ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν, καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα, κ. τ. ἑ. Ψυχὴν μὲν ἐγείρει ἀπὸ κακίας ἐπ’ ἀρετὴν ὁ Θεὸς, νοῦν δὲ ἀπὸ ἀγνωσίας εἰς γνῶσιν προτρέπεται. Ὁ κατοικίζων στείραν ἐν οἴκῳ, μητέρα ἐπὶ τέκνοις εὐφραινομένην, κ. τ. ἑ. Εὐφράνθητι, στείρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Καὶ στείρα μὲν ἐγκαταλιπόντος Θεοῦ γίνεται ψυχὴ, μήτηρ δὲ ἐνεργοῦντος. ΨΑΛΜΟΣ ΡΙΓ.
PG 12:1553Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, κ. τ. ἑ. Εἰ ἁγίασμα τοῦ Θεοῦ ἡ Ἰουδαία ἐστὶν, ἡ δὲ Ἰουδαία ἐξομολογούμενος ἑρμηνεύεται, πᾶσα ἐξομολογουμένη ψυχὴ ἁγίασμα τοῦ Θεοῦ ἐστι. Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων, κ. τ. ἑ. Τὰ ὄρη καὶ οἱ βουνοὶ νοεραὶ φύσεις εἰσὶ χαίρουσαι ἐπὶ τῇ σωτηρίᾳ τοῦ Ἰσραήλ. Εἰ γὰρ χαίρουσιν οἱ ἐν τοῖς οὐρανοῖς ἐπὶ ἑνὶ μετανοοῦντι, πόσῳ μᾶλλον ἐπὶ τοσαύταις μυριάσιν ὁδευούσαις ἀπὸ κακίας πρὸς ἀρετὴν, καὶ ἀπὸ ἀγνωσίας ἐπὶ γνῶσιν Θεοῦ Τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων, καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων, κ. τ. ἑ. Ὡς μὲν πρὸς τὴν ἱστορίαν ἅπαξ ἐν τῇ ἐρήμῳ στρέψας τὴν πέτραν ἐπότισε τὸν Ἰσραήλ· ὡς δὲ πρὸς τὸ πνεῦμα ἀεὶ στρέφει τὴν πέτραν, ἥτις ἐστὶν ὁ Χριστὸς, καὶ ποτίζει τὸν πνευματικὸν Ἰςραήλ. Εὐλόγησε τοὺς φοβουμένους τὸν Κύριον, τοὺς μικροὺς μετὰ τῶν μεγάλων, κ. τ. ἑ. Οὐχ οἱ μεγάλοι μετὰ τῶν μικρῶν εὐλογοῦνται, ἀλλ’ οἱ μικροὶ μετὰ τῶν μεγάλων, ἵνα καὶ αὐτοὶ γένωνται μεγάλοι. Τὸ δὲ μικρὸν ἐνταῦθα καὶ τὸ μέγα οὐκ ἐπὶ τοῦ ἐκτὸς, ἀλλ’ ἐπὶ τοῦ ἐντὸς νοητέον.
PG 12:1554Οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε, οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου. Ἀλλ’ ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν Κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος, κ. τ. ἑ. Οὐ δύναται νεκρὸς αἰνέσαι τὴν ζωὴν τὴν εἰποῦσαν, Ἐγώ εἰμι ἡ ζωή. Οὐδὲ πάντες, οὐκ εἶπεν, οἱ καταβάντες, ἀλλ’ οἱ καταβαίνοντες. Ἀλλ’ ἡμεῖς οἱ ζῶντες, ὡς καὶ Παῦλος· Ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι. ΨΑΛΜΟΣ ΡΙΔ. Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοὶ, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι, κ. τ. ἑ. Ἐπεὶ μὴ δυνάμεθα ἑαυτοὺς ἐκτείνειν πρὸς Θεὸν εὐχόμενοι, αὐτὸς τὸ οὖς αὐτοῦ κλίνει πρὸς ἡμᾶς καὶ ἐγγίζει ἡμῖν Τοῦ αὐτοῦ. Ὁ τὸν ἥλιον τῆς δικαιοσύνης ἐπικαλούμενος ἐν ταῖς ἡμέραις τούτου τοῦ ἡλίου διάγων ἐπικαλείσθω. Περιέσχον με ὠδῖνες θανάτου, κ. τ. ἑ. Ὁ ἐν βαρυτέροις γενόμενος πειρασμοῖς, καὶ βάσανον ἐν αὐτοῖς διδοὺς τῆς προαιρέσεως ἑαυτοῦ, ὡς καὶ ἐν κινδύνῳ τοῦ νικηθῆναι γενέσθαι, ἀλλὰ μὴ νικηθεὶς, λέγοι ἂν τό· Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με. Οὐ ταυτὸν δέ ἐστι τὸ, Ἅδης εὗρέ με, τῷ, Κίνδυνοι ᾅδου εὕροσάν με. Ὁ ᾅδης μὲν γὰρ εὑρίσκει τοῦτον, οὗ κατισχύουσιν αἱ πύλαι αὐτοῦ·
PG 12:1555κίνδυνοι δὲ ᾅδου μόνον εὑρίσκουσι τὸν διὰ τὸ μέγεθος τῶν πειρασμῶν κινδυνεύσαντα μὲν κρατηθῆναι ὑπὸ τῶν τοῦ ᾅδου πυλῶν, οὐ μὲν καὶ κρατηθέντα ὑπ’ αὐτῶν. Θλίψιν καὶ ὀδύνην εὗρον, κ. τ. ἑ. Εὕρημά ἐστιν ἡ θλίψις τῷ ὑπομένοντι αὐτὴν, καὶ καυχωμένῳ ἐν ταῖς θλίψεσι, καὶ ὁδεύοντι τὴν ἀπάγουσαν εἰς τὴν ζωὴν, οὖσαν στενὴν καὶ τεθλιμμένην ὁδόν. Οὕτω καλὸν δὴ εὕρημα καὶ ὀδύνη, ὅτε δι’ ἀγάπην τις ὀδυνᾶται ὡς ὁ εἰπὼν Παῦλος· Λύπη μοί ἐστι μεγάλη, καὶ ἀδιάληπτος ὀδύνη τῇ καρδίᾳ μου, καὶ τὰ ἑξῆς. Καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην, κ. τ. ἑ. Πᾶς γὰρ, φησὶν, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται. Τοιγαροῦν ὁ ἐλεήμων ἐπικαλείσθω τὸν ἐλεήμονα, καὶ τὴν δικαιοσύνην ὁ δίκαιος. Ἠχὼ γὰρ ὥσπερ τις ἡ ἐν ἡμῖν δικαιοσύνη, τῆς πρώτης δικαιοσύνης κατὰ ἀνάκλασιν ἡμῖν ἐπισυμβαίνει. Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ, κ. τ. ἑ. Ἐπεὶ μετὰ δικαιοσύνης ἐλεεῖ ὁ Κύριος, ἐλεήμων ἐστὶ καὶ δίκαιος· οὐ δίκαιος δὲ ἐν τῷ ἐλεεῖν ἦν ὁ Σαοὺλ, ἐλεῶν τὸν Ἄγαγ.
PG 12:1556Καὶ εἰ ἦν δὲ πᾶν τὸ ἐλεεῖν δίκαιον, οὐκ ἂν περί τινων εἶπεν ὁ νόμος τὸ, Οὐκ ἐλεήσεις αὐτόν. Ἔστι δὲ καὶ τὸ, Ὁ ἐλεῶν ἐν ἱλαρότητι, μετὰ δικαιοσύνης ἐλεεῖ. Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσιν, κ. τ. ἑ. Ἀνάπαυσις τῆς ψυχῆς ἡ τῶν ἁμαρτημάτων ἀποκοπή· κατατείνει γὰρ αὐτὴν ἡ ἁμαρτία, καὶ πάσας αὐτῆς τὰς δυνάμεις συντρίβει. Ὅθεν καὶ τὸ βάπτισμα, ὡς ἀπαλλαγὴν ἁμαρτημάτων ἔχον, ὕδωρ ἀναπαύσεως ὁ Δαυὶ̈δ προσηγόρευσε. Τὴν ψυχὴν τοίνυν ὡς ἐν ἁμαρτίαις πλανηθεῖσαν ἐπιστρέψαι πρὸς τὴν ἀνάπαυσιν, ἢ διὰ τοῦ βαπτίσματος, ἢ διὰ τῶν δακρύων καὶ τῆς μετανοίας, προτρέπεται. Ὅτι ἐξείλετο τὴν ψυχήν μου, κ. τ. ἑ. Τοῦ μηκέτι ἁμαρτάνοντος δηλονότι. Ψυχὴ γὰρ ἁμαρτάνουσα ἀποθανεῖται. Ὁ δὲ ἀλυπίαν ἀναλαβὼν ἐρεῖ, ὅτι Κύριος ἐξείλετο τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων. Ἐρεῖ δὲ αὐτὸ καὶ ὁ τὸ μακαριζόμενον πένθος πενθήσας, ὅταν τυγχάνῃ τοῦ, γελάσονται, καὶ τοῦ, παρακληθήσονται. Ὁ δὲ ἀκούσας τοῦ, Σὺ δὲ αὐτὸς στῆθι μετ’ ἐμοῦ, ἐρεῖ· Ἐξείλετο Κύριος τοὺς πόδας μου ἀπὸ ὀλισθήματος. ΨΑΛΜΟΣ ΡΙΕ. Ἐπίστευσα, διὸ ἐλάλησα, κ. τ. ἑ. Εἰ μὴ βεβαίως τις καὶ ἀπερισπάστως ἐπίστευσε, μὴ διδασκέτω·
PG 12:1557γνησίου γὰρ διδασκάλου φωνὴ τό· Ἐπίστευσα, διὸ ἐλάλησα. Αὐτοῦ δὲ τούτου τῆς ἀτυφίας καὶ ταπεινοφροσύνης δεῖγμα, μηδαμῶς ἐπὶ τῷ διδάσκειν φυσιουμένου ἐκ τοῦ· Ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. Τοῦ αὐτοῦ. Πίστις ἐστὶ ψυχῆς αὐτεξουσίου λογικὴ συγκατάθεσις. Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης, κ. τ. ἑ. Εἰ ἄνθρωπος καὶ ὁ Δαυὶ̈δ, ψεύστης ἐστίν· εἰ δὲ ψεύστης ἐστὶ, λέγων ἑαυτὸν ψεύστην, οὐκ ἔστι ψεύστης, ἀλλ’ ἀληθής ἐστιν. Εἰ δὲ ἀληθής ἐστι λέγων ἑαυτὸν ψεύστην, ἄνθρωπος ὢν οὐκ ἔστι ψεύστης. Περιστρέφει ἄρα ὁ λόγος εἰς ἀμφότερα, καὶ εἰς τὸ εἶναι αὐτὸν ἀληθευτὴν, ἐὰν ἄνθρωπος ᾖ, καὶ εἰς τὸ εἶναι αὐτὸν ψεύστην. Καὶ καλεῖται ὁ λόγος οὗτος παρὰ τοῖς διαλεκτικοῖς ἄπορος. Τοῦ αὐτοῦ. Ἐφ’ ὅσον ἄνθρωπός τις ἐστὶ, ψεύστης ἐστίν· ἐὰν δὲ ἀπόθηται τὸ εἶναι ἄνθρωπος, ἀληθευτής ἐστι. Τὸ γὰρ ἄνθρωπος ὄνομα ποτὲ μὲν οὐσίαν δηλοῖ, ὡς τό· Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι· ποτὲ δὲ χειρίστην κατάστασιν, κατὰ τό· Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε. Τὸ μὲν γὰρ οὐσίαν, τὸ δὲ κακίστην ἕξιν δηλοῖ. Τί ἀνταποδώσω τῷ Κυρίῳ, κ. τ. ἑ.
PG 12:1558Ὡς μέγα οὖν ἐν τούτοις ἀπὸ Κυρίου εὐεργετηθεὶς, καὶ βουλόμενος ἀμείψασθαι τὸν εὐεργέτην, ἀπορῶν περὶ τοῦ τρόπου τῆς ἀμοιβῆς φησι· Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπεδωκέ μοι; Εἰς αἴσθησιν γὰρ ἐλθὼν τῶν μυρίων παρὰ Θεοῦ δωρεῶν· ὅτι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη· ὅτι ἀπὸ γῆς διαπλασθεὶς, λόγῳ τετίμηται, ἐν ᾧ καὶ τὴν εἰκόνα φορεῖν δύναται τοῦ ἐπουρανίου· ἔπειτα καὶ πρὸς τὴν ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων οἰκονομίαν ἀπιδὼν, ὅτι ἑαυτὸν ὁ Κύριος ἔδωκε λύτρον ἀντὶ πολλῶν ἡμῶν, ἐπαπορεῖ, καὶ ζητεῖ ἐν πᾶσι τούτοις τοῖς ὑπάρχουσιν αὐτῷ, τί ἄξιον ἐξεύροι δῶρον τῷ Δεσπότῃ· οὐ θυσίας, οὐδὲ ὁλοκαυτώσεις, ἀλλ’ αὐτὴν πᾶσαν τὴν ἑαυτοῦ ζωήν. Διέῤῥηξας τοὺς δεσμούς μου, κ. τ. ἑ.
PG 12:1559Πρὸς τὸ, Τί ἀνταποδώσω τῷ Κυρίῳ; δοκεῖ μοι ἀποδίδοσθαι πρῶτον μὲν, ποτήριον σωτηρίου λήψομαι· δεύτερον δὲ τὸ, τὰς εὐχάς μου ἀποδώσω· τρίτον τὸ, σοὶ θύσω θυσίαν αἰνέσεως· τέταρτον τὸ, τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω. Ἀλλὰ τὸ μὲν πρότερον, τὰς εὐχάς μου ἀποδώσω, μόνον ἔχει τὸ, ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ· τὸ δὲ δεύτερον καὶ τὸ, ἐν αὐλαῖς οἴκου Κυρίου, καὶ τὸ, ἐν μέσῳ σου, Ἱερουσαλήμ. Καὶ τὸ μὲν πρότερον, τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω, ἐπιφέρεται τῷ ποτηρίῳ τοῦ σωτηρίου· τὸ δὲ δεύτερον ἐπὶ πᾶσι καὶ συνημμένως τῷ, διέῤῥηξας τοὺς δεσμούς μου, καὶ τῷ, σοὶ θύσω θυσίαν αἰνέσεως· τὸ δὲ, σὺ διέῤῥηξας τοὺς δεσμούς μου, τῷ τιμίῳ ἐναντίον Κυρίῳ θανάτῳ· ὃ δοξάσας τοῦ μαρτυρίου τὸν Θεὸν λέγει ἐπὶ τῷ διὰ μαρτυρίου τὰς προγενομένας σειρὰς τῶν ἁμαρτιῶν αὐτοῦ διεῤῥῆχθαι ἀπὸ Θεοῦ, ὡς μηκέτι αὐτὸν ἔχειν δεσμοὺς ἁμαρτίας. Ἢ εἰ δεσμοὶ τῆς ψυχῆς οἱ σωματικοὶ τῶν διαφόρων μελῶν εἰσιν ὄγκοι, καλῶς ἂν καὶ οὕτως λέγοιτο ἐν μαρτυρίῳ ἀπολυθεὶς τῶν δεσμῶν ἐν εἰρήνῃ εἶναι, οὐδενὸς ἢ τοῦ Θεοῦ διαῤῥήξαντος αὐτούς.
PG 12:1560Οὐ γὰρ καὶ τῶν δι’ ἣν δήποτε αἰτίαν ἀπαλλαττομένων τοῦ σώματος βιαίως ὁ Θεὸς διαῤῥήγνυσι τοὺς δεσμούς. Ποτὲ μὲν οὖν ἀποκτείνει ὁ Θεὸς, οὐ διαῤῥηγνὺς αὐτοῦ τοὺς δεσμούς· τὸν δὲ μάρτυρα οὐκ ἀποκτείνει, μόνον δὲ τοὺς δεσμοὺς αὐτοῦ διαῤῥήγνυσι. Καὶ γὰρ διὰ τὸ μαρτύριον ὁ ἕκαστος μαρτυρῶν ἑαυτὸν προσφέρει ἄμωμον θυσίαν τῷ Θεῷ, Χριστὸν μιμούμενος· λέγει τε τὸ, Σοὶ θύσω θυσίαν αἰνέσεως. Ἐν Ἱερουσαλὴμ γὰρ ἐπουρανίῳ, τῇ ἄνω μητρὶ ἡμῶν, ἀποδώσει ὁ δίκαιος τὰς εὐχὰς τῷ Κυρίῳ ἐπὶ παντὸς μάρτυρος τοῦ λαοῦ τοῦ Θεοῦ καὶ τῆς Ἱερουσαλὴμ, ἐν τόπῳ ἐκλεκτῷ· οὗτος δέ ἐστιν ἐν αὐλαῖς οἴκου Κυρίου ἐν μέσῳ τῆς Ἱερουσαλήμ. Τοῦ αὐτοῦ. Διέῤῥηξας τοὺς δεσμούς μου. Οὐκ εἶπεν, ἔλυσας, ἀλλὰ διέῤῥηξας, ὡς ἀχρήστους γενέσθαι. Δεσμοὺς ἐνταῦθα τὰς θλίψεις λέγει. Ἔστι γὰρ καὶ δεσμὸς καλὸς, ὡς ὅταν λέγῃ· Ἐν τῷ συνδέσμῳ τῆς ἀγάπης. Δεσμοὶ δὲ καὶ αἱ προσγινόμεναι σειραὶ τῶν ἁμαρτημάτων· οἵτινες οὐ διὰ τοῦ θείου μόνον βαπτίσματος διαῤῥήσσονται, ἀλλὰ καὶ διὰ τοῦ ὑπὲρ Χριστοῦ μαρτυρίου, καὶ διὰ δακρύων τῶν ἐκ μετανοίας. ΨΑΛΜΟΣ ΡΙΖ. Εἰπάτω δὴ οἶκος Ἰσραὴλ, κ. τ. ἑ.
PG 12:1561Τὸ, Εἰπάτω δὴ Ἰσραὴλ, ἐν τούτῳ εἴρηται, καὶ ἐν τῷ· Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραὴλ, ὄντι ρκ, ὄντι τῶν ἀναβαθμῶν ε· καὶ ἐν τῷ ρκη, ὄντι τῶν ἀναβαθμῶν ι· οὗ ἡ ἀρχή· Πλεονάκις ἐπολέμησάν με, εἰπάτω δὴ Ἰσραήλ. Εἰπάτω δὴ οἶκος Ἀαρὼν, κ. τ. ἑ. Ἐὰν μή τις ᾖ Ἰσραὴλ, ἢ οἶκος Ἀαρὼν, ἢ φοβούμενος τὸν Κύριον, οὐ γεύεται τῆς χρηστότητος Κυρίου, οὗ εἰς αἰῶνα τὸ ἔλεός ἐστι. Διὸ οὗτοι μόνοι ἐροῦσι τὸ, Εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Οἷς οἶμαι τρισὶν οὖσι τάγμασι τρεῖς εἶναι γενικοὺς ἐλέους. Ἐπεὶ δὲ οἶκός ἐστι σύστημα νομίμως ἱδρυμένον πρὸς βίον, διὰ τοῦτο νῦν ὁ οἶκος ἐπὶ τοῦ οἴκου Ἀαρὼν τέτακται. Καὶ σκόπει εἰ δύναται ὁ ναὸς εἶναι οἶκος Ἀαρὼν, ὅπου οἱ ἱερεῖς τὴν λατρείαν ἐπιτελοῦσι. Κεχωρισμένους οὖν τοὺς ἱερεῖς εἰς τὴν ὑμνῳδίαν ἐκάλει, ὅτι καὶ πλείονος ἀπήλαυον αὐτοὶ τιμῆς, οὐ μόνον κατὰ τὸν τῆς ἱερωσύνης λόγον, ἀλλὰ καὶ κατὰ τὰ ἄλλα πάντα. Καὶ γὰρ ἡνίκα πῦρ κατηνέχθη, δι’ αὐτοὺς κατηνέχθη, καὶ γῆ ἐσείσθη, καὶ ῥάβδος ἐβλάστησε· καὶ μυρία ἕτερα γέγονε δι’ αὐτῶν καὶ ὑπὲρ αὐτῶν θαύματα. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, κ. τ. ἑ. Καὶ ἀνωτέρω λέγεται·
PG 12:1562Ἰσραὴλ ἤλπισεν ἐπικαλεῖσθαι τὸν Κύριον· εἶτα οἶκος Ἀαρὼν, εἶτα οἱ φοβούμενοι τὸν Κύριον, καὶ ἓν εἶναι τοὺς φοβουμένους τὸν Κύριον, καὶ τὸν οἶκον Ἀαρὼν καὶ τὸν Ἰσραὴλ προλαβόντες εἰρήκαμεν· διὸ κοινὴν αὐτοὺς ᾠδὴν προφέρειν ἐκέλευσε τὸν ἔλεον τοῦ Θεοῦ καταγγέλλοντας. Ἔλεος γὰρ Κυρίου ὑπὲρ πᾶσαν σάρκα, καὶ οὔτε περιτομὴ, οὔτε ἀκροβυστία χωρὶς ἐλέους σωθῆναι δύναται. Ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν Κύριον, κ. τ. ἑ. Ὁ τὴν στενὴν καὶ τεθλιμμένην ὁδεύων ἐκ θλίψεως ἐπικαλεῖται τὸν Κύριον· ὁ δὲ τὴν πλατεῖαν οὐδὲ ἐπικαλεῖται Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται. Οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος, κ. τ. ἑ. Ἄνθρωπον λέγει ἡ Γραφὴ τὸν διάβολον, ὡς τὸ, Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησε· τὴν τῶν ζιζανίων σποράν. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτοὺς, κ. τ. ἑ. Τῶν δαιμόνων οἱ μὲν ὡς πρακτικὸν, οἱ δὲ ὡς θεωρητικὸν ἐπολέμουν αὐτόν· καὶ τοὺς μὲν προτέρους τῇ δικαιοσύνῃ, τοὺς δὲ δευτέρους τῇ σοφίᾳ ἠμύνατο. Τοῦ αὐτοῦ. Χριστῷ μᾶλλον ὑπὸ πάντων ἐθνῶν πολεμουμένῳ ἁρμόζει ταῦτα λέγειν.
PG 12:1563Πολλά ἐστι δογμάτων εἴδη ἅτινα ὁ ἅγιος τῇ σοφίᾳ τοῦ Θεοῦ ἀμύνεται, ἀνατρέπων ὑγιεῖ λόγῳ. Ἐκύκλωσάν με ὡσεὶ μέλισσαι, κ. τ. ἑ. Ποιεῖ τι γλυκὺ ἕκαστον τῶν δογμάτων τῶν ἐθνῶν, γλυκάζον καὶ τέρπον τὸν ἀκροατήν· διόπερ οἱ πρεσβεύοντες αὐτὰ ὡς μέλισσαί εἰσιν, ἀλλ’ οὐ μέλισσαι. Καὶ κατὰ τὸν Σολομῶντα δὲ μέλι ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης· ἥτις ἐστὶ ψευδώνυμος γνῶσις. Ὁ κολλώμενος πρὸς αὐτὴν ἓν σῶμά ἐστιν αὐτῇ, ὡς ὁ τῷ Κυρίῳ καὶ ἀληθεῖ Λόγῳ ἓν πνεῦμα. Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος, κ. τ. ἑ. Ἰσχὺς ὁ λόγος ἀναλαβόντος αὐτὸν, δι’ ὃν πάντα ἰσχύω, φησὶν ὁ Παῦλος, ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ Ἰησοῦ. Οὗτος ὁ λόγος καὶ ὕμνησίς ἐστιν, ἐν ᾧ ἐστιν ἡ θεολογία. Καὶ θαῤῥοῦντος δὲ μάρτυρος εἴη ἡ φωνή· Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος. Οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι, καὶ διηγήσομαι τὰ ἔργα Κυρίου, κ. τ. ἑ. Τῶν ζώντων ἐστὶ διηγεῖσθαι τὰ ἔργα Κυρίου. Ἀνοίξατέ μοι πύλας δικαιοσύνης, κ. τ. ἑ.
PG 12:1564Ὥςπερ δικαιοσύνης, μιᾶς τῶν ἀρετῶν, εἰσὶ πύλαι αἱ κατ’ αὐτὴν πράξεις, οὕτως εἶεν ἂν καὶ φρονήσεως πύλαι, καὶ σωφροσύνης, καὶ ἀνδρείας, καὶ τῶν λοιπῶν ἀρετῶν, ἀνεῳγμέναι μὲν ἐν τῷ σπουδαίῳ, κεκλεισμέναι δὲ ἐν τῷ φαύλῳ. Εἰσὶ μέντοιγε καὶ τῶν κακιῶν πύλαι ἠνοιγμέναι μὲν τῷ φαύλῳ διὰ τῶν κατὰ κακίαν πράξεων, ἀποκεκλεισμέναι δὲ ἐν τῷ ἀστείῳ. Μήποτε δὲ καὶ ἄλλως διὰ τό· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι· εἰσὶ πύλαι εἰς τὰς αἰωνίους μονὰς ἑκάστη τῶν ἀρετῶν αἰώνιοι, δι’ ὧν καταλλήλως εἰσελεύσονται ταῖς πράξεσιν ἑαυτῶν οἱ σπουδαῖοι. Τὸν δὲ Σωτῆρα ἐχρῆν διὰ πασῶν ἐξελθεῖν, ἐπαιρομένων καὶ μεγεθυνομένων ἀξίως τοῦ μεγέθους Χριστοῦ. Πάσας γὰρ ἀνέλαβε κατ’ ἀξίαν τῆς ὑποστάσεως Πρωτοτόκου πάσης κτίσεως. Καὶ σκόπει εἰ, ὥσπερ τῷ Σωτῆρι αἴρονται καὶ ἐπαίρονται, οὕτω κατ’ ἀξίαν ἑκάστῳ ἢ αἴρονται καὶ ἐπαίρονται, ἢ τίθενται καὶ οὐκ ἐπαίρονται. Εἰσὶ δὲ καὶ ἔμψυχοι καὶ ζῶσαι αὗται αἱ πύλαι·
PG 12:1565διὸ λέγεται αὐταῖς τὸ, Ἐπάρθητε. Καὶ τάχα οἱ ἄρχοντες καὶ αἱ πύλαι θανόμεναί φασι τὸ, Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Εἰσὶ μέντοιγε αἱ μὲν ὑπὸ πολλοὺς πύλαι δικαιοσύνης, ἡ δὲ τίς μόνου τοῦ Κυρίου πύλη; Πύλας οὖν δικαιοσύνης τὰς διαφόρους τῆς ἀρετῆς ἰδέας καλεῖ· δι’ ἐκείνων γὰρ δυνατὸν ἀξίως ὑμνῆσαι τὸν τῶν ὅλων Θεόν. Καὶ τοῦτο σαφέστερον διὰ τῶν ἐπιφερομένων ἐδήλωσεν· οἷον γάρ τινα ἀπόκρισιν δίδωσι λέγων· Αὕτη ἡ πύλη τοῦ Κυρίου. Τοῦ αὐτοῦ. Ὡς ἀνοίγονται πύλαι δικαιοσύνης, οὕτω καὶ σωφροσύνης καὶ ἀνδρείας καὶ ἀγάπης. Διὰ γὰρ τούτων τῶν πυλῶν εἰσέρχεται νοῦς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Αὕτη ἡ πύλη τοῦ Κυρίου, κ. τ. ἑ. Μετὰ τὸ εἰςελθεῖν διὰ τῶν πρακτικῶν ἀρετῶν εὑρήσομεν τὴν πύλην τῆς γνώσεως, ἥτις ἐστὶν ἡ θεωρία τῶν γεγονότων, σωμάτων καὶ ἀσωμάτων. Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας, κ. τ. ἑ. Τοῦτο τὸ ῥητὸν εἰς Χριστὸν ἀναφέρεται· καὶ γὰρ αὐτὸς ἐν τοῖς Εὐαγγελίοις ταύτην παράγει τὴν προφητείαν λέγων· Οὐδέποτε ἀνέγνωτε·
PG 12:1566Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; Οἰκοδομοῦντας δὲ τοὺς Ἰουδαίους λέγει, τοὺς γραμματεῖς, τοὺς Φαρισαίους, ὅτι ἀπεδοκίμαζον αὐτὸν λέγοντες· Σαμαρείτης εἶ, καὶ δαιμόνιον ἔχεις Καὶ πάλιν· Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. Παρὰ Κυρίου ἐγένετο αὕτη, κ. τ. ἑ. Οὐκ ἦν ἀνθρώπινον τὸ γινόμενον, οὐκ ἦν ἑνὸς τῶν πολλῶν· οὐκ ἦν ἀγγέλων, οὐκ ἦν ἀρχαγγέλων τὸ τοιαύτην πλέξαι γωνίαν· οὐδεὶς γὰρ ἴσχυεν, οὐ δίκαιος, οὐ προφήτης, οὐκ ἄγγελος, οὐκ ἀρχάγγελος, ἀλλὰ τοῦ Θεοῦ τὸ κατόρθωμα· τοῦτο ἦν αὐτοῦ ἰδικῶς τὸ ἔργον. Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, κ. τ. ἑ. Ταύτην τὴν ἡμέραν οὐ νομοθέται, οὐ προφῆται πεποιήκασιν, ἀλλ’ αὐτὸς ὁ τῆς δικαιοσύνης ἥλιος. Ἡμέραν δὲ λέγει τὴν γνῶσιν τοῦ Χριστοῦ. Τοῦ αὐτοῦ. Ἡμέραν ἐνταῦθα οὐχὶ τὸν δρόμον λέγει τὸν ἡλιακὸν, ἀλλὰ τὰ κατορθώματα τὰ ἐν αὐτῇ γινόμενα. Ὥσπερ γὰρ ἡμέραν πονηρὰν λέγει οὐ τὸν δρόμον τοῦ ἡλίου, ἀλλὰ τὰ ἐν αὐτῇ κακά· οὕτως καὶ ἡμέραν ἀγαθὴν τὰ ἐν αὐτῇ κατορθώματα. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Πάντα τὰ κατορθώματα τὰ ἐν αὐτῇ γινόμενα ὁ Θεὸς ἐποίησε·
PG 12:1567τῆς γὰρ χειρὸς ἐκείνης μόνης ἦν τὰ γινόμενα. Τί γὰρ τῆς ἡμέρας ταύτης ἴσον γένοιτο ἂν, ἐν ᾗ καταλλαγὴ Θεοῦ πρὸς ἀνθρώπους ἐγένετο, καὶ ὁ χρόνιος κατελύθη πόλεμος, καὶ οὐρανὸς ἀπεδείχθη ἡ γῆ, καὶ οἱ τῆς γῆς ἀνάξιοι ἄνθρωποι τῆς βασιλείας ἐφάνησαν ἄξιοι, καὶ ἡ ἀπαρχὴ τῆς φύσεως τῆς ἡμετέρας ὑπεράνω τῶν οὐρανῶν ἀνηνέχθη, καὶ παράδεισος ἠνοίγη, καὶ τὴν ἀρχαίαν ἀπελάβομεν πατρίδα, καὶ κατάρα ἠφανίσθη, καὶ ἡ ἁμαρτία ἐλύθη; Εἰ γὰρ καὶ πάσας τὰς ἡμέρας ἐποίησεν, ἀλλ’ ἐκείνην ἐξαιρέτως, ἐπειδὴ τὰ μέγιστα ἐν αὐτῇ τῶν οἰκείων μυστηρίων ἐπλήρωσε. Διόπερ καὶ ἡμεῖς ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ διπλῆν τινα χαρὰν πανήγυριν ἄγοντες· μίαν μὲν, ὅτι τῆς αἰχμαλωσίας τοῦ διαβόλου ἐῤῥύσθημεν· δευτέραν δὲ ὅτι καὶ πρὸς βασιλείαν οὐρανῶν ἀναγόμεθα. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, κ. τ. ἑ. Καὶ ταύτην τὴν φωνὴν οἱ εὐαγγελισταὶ περὶ Χριστοῦ προφητείαν εἶναι ἐξειλήφασιν· αὐτὸς γὰρ ἀληθῶς ἐστιν ὁ αὐθεντικῶς καὶ ἐν ὀνόματι τοῦ Κυρίου ἐρχόμενος, πάντων τῶν παρ’ αὐτοῦ ἀνδρῶν ὁμοῦ καὶ ἀγγέλων ἐληλυθότων ὡς Κυρίου δούλων. Ἀμέλει τάδε λέγει Κύριος, ἕκαστος ἔφη·
PG 12:1568καὶ ἕκαστος τῶν ἀγγέλων φησὶ πρὸς ὃν ἔρχεται· Ὁ Κύριος ἀπέστειλέ με. Ἀλλ’ αὐτὸς ὁ ἐν ὀνόματι Κυρίου ἐρχόμενος εὐλογημένος ἐστί. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, κ. τ. ἑ. Τὸ γὰρ ἐλθεῖν αὐτὸν οὐ τόπον ἐστὶν ἀμεῖψαι, ἀλλ’ ἐπιφανῆναι, πρότερον οὐχ ὁρώμενον· ὑπάρχων γὰρ ἀόρατος, τῷ εἶναι εἰκὼν Θεοῦ ἀοράτου, μορφὴν δούλου λαβὼν, καὶ γενόμενος ὁ Λόγος σὰρξ ὤφθη, ἵν’, οὕτω φανεὶς, χειραγωγήσῃ ἡμᾶς διὰ ταύτης τῆς κατανοήσεως εἰς τὸ καὶ τὴν δόξαν αὐτοῦ θεάσασθαι, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας. Συστήσατε ἑορτὴν ἐν τοῖς πυκάζουσιν, κ. τ. ἑ. Οὗτοι πυκάζουσιν, οἱ φύλλοις καὶ καρποῖς κομῶντες· φύλλοις μὲν τοῖς καθήκουσι, καρποῖς δὲ ταῖς ἀρεταῖς· καὶ γὰρ τὸ φύλλον αὐτῶν οὐκ ἀποῤῥυήσεται· καὶ τὸν καρπὸν αὐτῶν δώσουσιν ἐν καιρῷ αὐτῶν, διὰ τὸ γεγενῆσθαι αὐτοὺς ξύλα πεφυτευμένα παρὰ τὰς διεξόδους τῶν ὑδάτων. Τοῦ αὐτοῦ. Πυκάζοντα δὲ τὰ χερουβίμ φησι τὰ ἐπισκιάζοντα τὸ ἱλαστήριον· τοῦτο γάρ ἐστι τὸ πυκάζουσι. Πυκάζειν γὰρ τὸ σκέπειν. Τὰ χερουβὶμ δὲ ἔσκεπον ταῖς πτέρυξι τὸ ἱλαστήριον. Θεός μου εἶ σὺ, καὶ ἐξομολογήσομαί σοι, κ. τ. ἑ.
PG 12:1570Ἐνταῦθα δείκνυσιν, ὅτι καὶ χωρὶς τῶν εὐεργεσιῶν δεῖ εὐχαριστεῖν τῷ Θεῷ, καὶ διὰ τοῦτο αὐτὸν δοξάζειν, διὰ τὴν μεγαλοσύνην αὐτοῦ τῆς οὐσίας, διὰ τὴν ἀπόῤῥητον δόξαν. Τοῦτο γοῦν καὶ ἐνταῦθα αἰνίττεται, εἰπὼν τὰς εὐεργεσίας ἃς εὐηργετήθη. Καὶ χωρὶς τούτων, φησὶ, καὶ εὐχαριστήσω καὶ ἐξομολογήσομαι, ὅτι τοιοῦτον ἔχω Δεσπότην, οὕτως ὑψηλὸν, οὕτω μέγαν, οὕτως ἀόρατον, ἀκατάληπτον. Τὸ δὲ ὑψώσω, δοξάσω ἐστί. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθὸς, κ. τ. ἑ. Οὐ μάτην ἐκ δευτέρου κατὰ τὸν παρόντα ψαλμὸν τὸν στίχον ὁ Ψαλμῳδὸς ἐνέταξεν· ἡμᾶς δὲ πολλάκις τὴν αὐτὴν ᾠδὴν μελετᾷν ἄρα βουλόμενος, ἵνα, μεμνημένοι τίς ἡμῶν ἡ σωτηρία ἐγένετο, μηκέτι πρὸς τὸν ἐχθρὸν παλινδρομήσωμεν, ὅσπερ ἡμῖν εἰς ἀπώλειαν γέγονεν. ΨΑΛΜΟΣ ΡΙΗ. Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, κ. τ. ἑ. Τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λόγων τοῦ Θεοῦ ὁ θεῖός ἐστι τόπος· περὶ ὧν καὶ διαλαμβάνει ὁ ἑκατοστὸς ὀκτωκαιδέκατος ψαλμὸς, κατὰ Ἑβραίων στοιχεῖα γεγραμμένος, ὥστε τοὺς μὲν πρώτους αὐτοῦ στίχους εἶναι ὀκτὼ ἀπὸ τοῦ Ἄλεφ· ὅ ἐστιν ἀρχὴ τῶν παρ’ αὐτοῖς στοιχείων· τοὺς δὲ δευτέρους ὀκτὼ ἀπὸ Βὴθ, καὶ οὕτω καθεξῆς.
PG 12:1571Καὶ περιέχει γε ὁ ψαλμὸς οὗτος ὅλον τὸν τόπον τὸν ἠθικὸν μετὰ πάσης θεωρίας τῆς περὶ τῶν διαφόρων ἐν τοῖς ἠθικοῖς τόποις ὀνομάτων ἐν ταῖς Γραφαῖς. Ἰστέον δὲ ὡς ἄλλο μὲν νόμος, ἄλλο δὲ δικαίωμα, ἄλλο πρόσταγμα, ἄλλο μαρτύριον, ἄλλο κρῖμα. Διὰ τοῦτο δὲ ἐνταῦθα τὰ στοιχεῖα προτέτακται, ἵνα δηλωθῇ τοῖς ἐντυγχάνουσιν, ὅτι τὰ στοιχεῖά ἐστιν ἡ γνῶσις τοῦ ἠθικοῦ τόπου. Οὕτω καὶ οἱ ρια καὶ ριβ ψαλμοὶ, τινὰ τρόπον κἀκεῖνοι ἠθικοὶ ὄντες, εἶχον τὴν ἀρχὴν τῶν στίχων ἀπὸ τῶν παρ’ Ἑβραίοις στοιχείων. Ἐκεῖ μὲν οὖν ἡ στοιχείωσις οὐκ ἐκτέταται, ἀλλὰ διὰ βραχέων παραδέδοται. Ἰστέον τοίνυν, ὥσπερ ἄλλα, οὕτω καὶ ταῦτα ἐν Πνεύματι ἁγίῳ γεγράφθαι, λόγον τε ἔχειν οὐκ εὐκαταφρόνητον. Καὶ ἡ αἰτία τοῦ ἕκαστον τῶν στοιχείων ὀκτάκις παρ’ Ἑβραίοις εἰρῆσθαι ἐν τούτῳ τῷ ψαλμῷ. Ἐλθὲ τοίνυν ἐπὶ τὸν ὀκτὼ ἀριθμὸν, καὶ εἴ που ὠνομάσθη ἐν τῇ Γραφῇ, παραλάμβανε αὐτὸν, καὶ ἐπὶ τίνι εἴρηται, καὶ ἔσται σοι χρήσιμος ὁ λόγος πρὸς τὸ ἰδεῖν, ὅτι ἕκαστον στοιχεῖον τελείωσίς ἐστιν ἅμα τῷ ἀριθμῷ. Ὅταν δὲ τελειώμεθα ἐν τοῖς στοιχείοις, ὁ ἑπτὰ ἀριθμὸς προτιμητέος ἡμῖν, ὅτι δὴ καὶ τῇ ὕλῃ ἀνεῖται οὗτος·
PG 12:1572εἴπερ ἐστὶν ὁ ἑπτὰ σημεῖον ὑλικῆς παχύτητος· ὁ δὲ ὀκτὼ ἀρχὴ τῆς ἀϋλοτέρας καὶ μείζονος καταστάσεως. Εἰ γὰρ καὶ τὰ μάλιστά φαμεν καὶ τὸν ἓξ τὴν κοσμικὴν σχετικῶς ὕλην ὑποδηλοῦν, ἀλλ’ οὖν γε τὸν μὲν εἰς τὴν κατὰ ποσὸν ὁλότητα ἀναφέρομεν, τὸν δὲ εἰς τὴν καθ’ ἕξιν τελείωσιν, καθ’ ἥν τις ἀποσμήχεται τὰ ῥυπάσματα τῆς ψυχῆς, καὶ καθαίρεται. Πρὶν γὰρ ἔλθῃ ἡ ὀγδόη τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ ἡμέρα, ὅλος ὁ κόσμος ἀπερικάθαρτος ἦν καὶ ἀκρόβυστος· ὅτε δὲ ἦλθεν ἡ ὀγδόη τῆς ἀναστάσεως Χριστοῦ ἡμέρα, ἀθρόως πάντες ἐκαθαρίσθημεν ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες καὶ συναναστάντες, ὥς φησιν ὁ Ἀπόστολος. Ἐπεὶ οὖν διὰ τῆς στοιχειώσεως καθαίρεται ἡμῶν ἡ ψυχὴ, μανθανόντων τὸν ἠθικὸν τόπον, καὶ τελειουμένων ἐν τῇ γνώσει αὐτοῦ. διὰ τοῦτο ὁ ὀκτὼ ἀριθμὸς παρελήφθη καθ’ ἕκαστον τῶν στοιχείων ἐν τῷ προκειμένῳ. Ἐν τούτῳ γοῦν τῷ ψαλμῷ τὴν τῶν ἁγίων διαγράφει πολιτείαν, τοὺς ἀγῶνας, τὰς θλίψεις, καὶ τὰ ἑξῆς. Ὁ δὲ μηδαμῆ μηδαμῶς ἁμαρτάνων, οὗτος ἂν εἴη ἄμωμος, καὶ μὴν καὶ μακάριος. Τοῦ αὐτοῦ.
PG 12:1573Οὐ διὰ τὴν ἀμωμότητα μακάριος ἄνθρωπος ὀνομάζεται, ἀλλὰ διὰ τὴν γνῶσιν τὴν τοῦ Θεοῦ, ἢν μέλλει κτᾶσθαι διὰ τῆς ἀμωμότητος· Μακάριοι γὰρ οἱ καθαροὶ τῇ καρδία, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν, κ. τ. ἑ. Εἰ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς τοῦ Θεοῦ οὐ πορεύονται, οἱ ἐργαζόμενοι δηλονότι τὴν δικαιοσύνην ἐν ταῖς ὁδοῖς τοῦ Θεοῦ πορευθήσονται. Οὐκοῦν ὁδοὶ τοῦ Θεοῦ εἰσιν αἱ θεωρίαι τῶν γεγονότων, ἐν αἷς πορευσόμεθα δικαιοσύνην κατεργαζόμενοι. Εἰ δὲ ἡ δικαιοσύνη ἡμῶν ἐστιν ὁ Χριστὸς, ἐγενήθη γὰρ ἡμῖν σοφία παρὰ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις· καλῶς λέγει ἐν ταῖς Παροιμίαις ὁ Σολομὼν τὴν σοφίαν ἀρχὴν εἶναι τῶν ὁδῶν τοῦ Κυρίου, ἥτις ἐστὶν ὁ Χριστός. Λέγω δὲ Χριστὸν τὸν μετὰ τοῦ Θεοῦ Λόγον ἐπιδημήσαντα Κύριον. Τοῦ αὐτοῦ. Εἴ τις ἀνομίαν ἐργάζεται, ἐκεῖνος οὐκ ἐν ὁδῷ Κυρίου πορεύεται· διὸ οὐδ’ ἄμωμός ἐστιν ἐν ὁδῷ. Σὺ ἐνετείλω τὰς ἐντολάς σου φυλάξασθαι σφόδρα, κ. τ. ἑ. Ὁ μὴ κατὰ διάνοιαν ἁμαρτάνων σφόδρα φυλάσσει τὰς ἐντολὰς τοῦ Θεοῦ. Τοῦ αὐτοῦ.
PG 12:1574Ἔστι σφόδρα, καὶ ἔστιν ἠρέμα φυλάσσεσθαι ἐντολὰς Θεοῦ. Ἢ σφόδρα ἐνετείλατο ὁ Θεὸς φυλάσσεσθαι τὰς ἐντολὰς αὐτοῦ. Ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου τοῦ φυλάξασθαι τὰ δικαιώματά σου, κ. τ. ἑ. Οὐ γὰρ ἄλλως τὰ δικαιώματά σου φυλάξω, ἐὰν μὴ κατευθυνθῶσιν ὑπὸ σοῦ αἱ ὁδοί μου. Τίνα οὖν τὰ δικαιώματα ταῦτα ἃ παραθέσεις ἐνώπιον τῶν υἱῶν Ἰσραήλ; Ἐὰν κτήσῃ παῖδα Ἑβραῖον, ἓξ ἔτη δουλεύσει σοι, τῷ ἑβδόμῳ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον, καὶ τὰ ἑξῆς. Ὄφελον οὖν, φησὶ, κατευθυνθείησαν αἱ ὁδοί μου, ἵνα ὅσα ἐδικαίωσας, ταῦτα ἑκάστῳ κατὰ τὸ πρέπον ἀποδῶ. Τότε οὐ μὴ αἰσχυνθῶ, ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου, κ. τ. ἑ. Οὐκ ἐπί τινας, ἀλλ’ ἐπὶ πάσας· κατ’ ἐκείνας γὰρ τὰς ἐντολὰς ἃς μὴ βλέπω αἰσχυνθήσομαι. Ἡμῖν δὲ πρὸς τὸ Πνεῦμα τὸ θεῖον ἀφορῶσιν ἔσται τὸ μὴ αἰσχύνεσθαι, ἐπειδὰν συνηρμοσμένους αὐτῷ θεωρῶμεν ἡμᾶς αὐτοὺς ἁπανταχῆ, καὶ μηδαμῆ μετατιθεμένους πρὸς τὴν σάρκα, μηδὲ οἷον ἐκ μετεώρου πτώσεως κατενεχθέντας. Τοῦ αὐτοῦ. Εἰ ὁ πάσας ποιήσας τὰς ἐντολὰς, πταίσας δὲ ἐν μιᾷ γίνεται πάντων ἔνοχος, καλῶς γέγραπται·
PG 12:1575Τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου· οἶδε γὰρ καὶ μία παραμεληθεῖσα ἐντολὴ αἰσχύνης ἡμῖν γίνεσθαι πρόξενος. Ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας, κ. τ. ἑ. Ὁ μηδέποτε εὐθύτητα καρδίας ἀνειληφὼς, ἀλλ’ ἔτι αὐτὴν ἔχων σκολιὰν, οὐκ ἐξωμολογήσατο οὐδέπω, εἰς τὸ παραδεχθῆναι τῷ Θεῷ τὴν ἐξομολόγησιν αὐτοῦ. Πῶς οὖν τοῦτο γίνεται, δηλοῖ τὰ ἑξῆς. Μή με ἐγκαταλίπῃς ἕως σφόδρα, κ. τ. ἑ. Μέτρα ἔχει ἡ δύναμίς μου ἐν τῷ πειράζεσθαι· Μή με, φησὶ, τοῖς ὑπὲρ δύναμιν πειρασμοῖς ὑποβάλῃς, μηδὲ σφόδρα ἐγκαταλίπῃς με. Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα, καὶ τὰ ἑξῆς. Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι, κ. τ. ἑ. Ἁμαρτάνει τῷ Θεῷ ὁ ἀξιωθεὶς λογίων ἀποῤῥητοτέρων, καὶ κρύπτεσθαι ἀπὸ πολλῶν κελευθεὶς, καὶ μὴ κρύπτων αὐτὰ ἀφ’ ὧν δεῖ. Κίνδυνος γὰρ οὐ μόνον τὸ τὰ ψευδῆ λέγειν, ἀλλὰ καὶ τὸ τἀληθῆ, ἐπὰν ὅλως μὴ δεῖ ἀπαγγέλλειν. Οὐ γὰρ δεῖ τοὺς μαργαρίτας βάλλεσθαι ἔμπροσθεν τῶν χοίρων, οὐδὲ διδόναι τὰ ἅγια τοῖς κυσί. Εὐλογητὸς εἶ Κύριε, κ. τ. ἑ.
PG 12:1576Ὁ αἰσθόμενος τῆς αὐτοῦ προκοπῆς, ἀπὸ τοῦ ἐν ὅλῃ καρδίᾳ ἐκζητῆσαι τὸν Θεὸν, εὐλογεῖ αὐτὸν εὐχαριστῶν ἤδη ἐφ’ οἷς ἠξιώθη. Ἔχων γὰρ λόγια ἀπόῤῥητα καὶ κρύψεως ἄξια, εὐλογεῖ ἐπὶ τούτοις τὸν Κύριον. Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην, ὡς ἐπὶ παντὶ πλούτῳ, κ. τ. ἑ. Ὁ ὡς ἐν τῷ παντὶ πλούτῳ χρυσοῦ, καὶ ἀργύρου, καὶ ἱματισμοῦ, καὶ οἰκοπέδων, καὶ χωρίων, καὶ κτηνῶν, καὶ οἰκετῶν εὐφραινόμενος ἐν τῇ ὁδῷ τῶν μαρτυρίων τοῦ Θεοῦ μακάριος. Ἐν τοῖς δικαιώμασί σου μελετήσω, κ. τ. ἑ. Ἐν τοῖς δικαιώμασί τις μελετᾷ τοῦ Θεοῦ οὐ ῥηματίοις καὶ λεξειδίοις, ἀλλὰ τῷ νενοηκέναι καὶ ποιεῖν αὐτά. Οὐ γὰρ οἱ ἀκροαταὶ τῶν δικαιωμάτων τοῦ Θεοῦ δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ’ οἱ ποιηταὶ αὐτῶν, καὶ μελετῶντες αὐτὰ τοῖς ἔργοις· οἵτινες ἐκ τοῦ ὡσαύτως αὐτὰ μελετᾷν οὐδέποτε τῶν λόγων τοῦ Θεοῦ ἐπιλήσονται. Ἀνταπόδος τῷ δούλῳ σου, ζήσομαι καὶ φυλάξω τοὺς λόγους σου, κ. τ. ἑ. Ὁ ποιήσας πάντα τὰ συντελοῦντα πρὸς τὴν γνῶσιν τὴν τοῦ Θεοῦ, οὗτος λεγέτω καὶ τῷ Κυρίῳ· Ἀνταπόδος τῷ δούλῳ σου. Τοῦ αὐτοῦ. Διδόντι ἀνταποδίδωσιν ὡς τῷ Ἀβραὰμ τὸν Ἰσαὰκ, καὶ τῷ προσαγαγόντι τὰς δέκα μνᾶς ὁ χαρισάμενος αὐτὰς αὐτῷ δεσπότης.
PG 12:1577Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου, κ. τ. ἑ. Ὁ νόμος ἀποκαλύψεως δεῖται· ἡ γὰρ ἐντολὴ Κυρίου τηλαυγής ἐστιν. Νόμον δὲ ἐνταῦθα ὠνόμασε τὴν πνευματικῶς ἀλληγορουμένην τῆς Γραφῆς ἱστορίαν· ὅπερ καὶ Παῦλος πεποίηκεν ἐν τῇ πρὸς Γαλάτας ἐπιστολῇ γράφων· Λέγετέ μοι, φησὶν, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀναγινώσκετε, Γέγραπται γὰρ, ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας· καὶ ἀνάγει πᾶσι τὴν ἱστορίαν πνευματικῶς ἀλληγορῶν ἐπὶ τὴν ἄνω Ἱερουσαλήμ. Ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ, κ. τ. ἑ. Οὐκ ἐπεθύμησεν, ἀλλ’ ἐπεπόθησεν ἐπιθυμῆσαι, καὶ ἐν παντὶ καιρῷ ἐπιθυμῆσαι. Ἐπετίμησας ὑπερηφάνοις· ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου, κ. τ. ἑ. Ὁ ἀντιτασσόμενος τοῖς ὑπερηφάνοις, οὗτος καὶ ὑπερηφάνοις ἐπιτιμᾷ. Κύριος δὲ ὑπερηφάνοις ἀντιτάσσεται· Κύριος ἄρα καὶ τοῖς ὑπερηφάνοις ἐπιτιμᾷ. Καὶ γὰρ ἐκάθισαν ἄρχοντες, καὶ κατ’ ἐμοῦ κατελάλουν· ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου, κ. τ. ἑ.
PG 12:1578Οὕτως συνέρχονται κατὰ τοῦ δικαίου, σκοποῦντες ὅπως ἐπιβουλεύσωσιν αὐτῷ, ἀλλ’ αὐτὸς οὐ παύεται λαλῶν ἐν τοῖς δικαιώμασιν τοῦ Θεοῦ· οὐδὲν γὰρ ἀνθρώπινον φθέγγεται. Τοῦ αὐτοῦ. Ἡ περί τι συνεχὴς ὁμιλία καὶ διατριβὴ ἀδολεσχία καλεῖται. Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου, ζῆσόν με κατὰ τὸν λόγον σου, κ. τ. ἑ. Τῶν ἁμαρτωλῶν αἱ ψυχαὶ τῷ ἐδάφει κολλῶνται τὰ ἐπίγεια φρονοῦσαι· τῶν δὲ δικαίων ἤτοι συνδεσμούμεναι σώμασιν, ἢ χρονίζουσαι δι’ οἰκονομίαν ἐν αὐτοῖς. Τοῦ αὐτοῦ. Νῦν μὲν ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχὴ καὶ γέγονε σάρξ· ἐν δὲ τῇ ἀναστάσει κολλήσεται ἡ σὰρξ τῇ ψυχῇ, καὶ ἔσται ψυχὴ ἥτις κολληθεῖσα τῷ Κυρίῳ ἐν τῇ καθολικῇ ἀναστάσει γίνεται ἓν πνεῦμα, καὶ γίνεται τὸ σῶμα πνευματικόν. Ὅμοιον τοῦτο τῷ· Εἰς χοῦν θανάτου κατήγαγές με· καὶ τῷ, Ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν· καὶ τῷ· Τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν· καὶ τῷ, Τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Τὴν ὑπερβολὴν τῆς ταπεινώσεως διὰ τούτων ἐδήλωσεν. Οὕτω γὰρ ἐν μγ ψαλμῷ· Ὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν, ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν. Ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου, κ. τ. ἑ.
PG 12:1579Σύνεσιν γὰρ τῶν ἐν αὐτοῖς μυστηρίων λαβὼν, ὡς καὶ ταύτην ὁδεύσας, δυνήσομαι περὶ τῶν ἐν αὐτοῖς θαυμασίων ὁμιλεῖν τε καὶ λόγον ποιεῖσθαι. Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας· βεβαίωσόν με ἐν τοῖς λόγοις σου, κ. τ. ἑ. Ἀκηδία ἐστὶ κίνησις ἐν τῷ αὐτῷ πολυχρόνιος θυμοῦ καὶ ἐπιθυμίας· τοῦ μὲν τοῖς παροῦσιν ὀργιζομένου, τῆς δὲ ἐφιεμένης τῶν μὴ παρόντων. Νυσταγμός ἐστι ψυχῆς λογικῆς ἀμέλεια τῶν ἀρετῶν καὶ τῆς γνώσεως τῆς τοῦ Θεοῦ· ὕπνος ἐστὶ ψυχῆς λογικῆς χωρισμὸς ἑκούσιος ἀπὸ τῆς ὄντως ζωῆς· διὸ καὶ ὁ σοφὸς Σολομῶν παραινεῖ μὴ δοῦναι ὕπνον τοῖς ὄμμασι, μηδ’ ἐπινυστάξαι τοῖς βλεφάροις. Ὁδὸν ἀδικίας ἀπόστησον ἀπ’ ἐμοῦ, καὶ τῷ νόμῳ σου ἐλέησόν με, κ. τ. ἑ. Οὐκ ἐμὲ, φησὶν, ἀπόστησον ἀπὸ ὁδοῦ ἀδικίας, ἀλλ’ αὐτὴν ἀπ’ ἐμοῦ, ὡς ἐνυπάρχουσαν ἤδη· καὶ δεομένην μὲν ἡμῶν πρὸς ἐξέλασιν, μάλιστα δὲ τῆς ἐκ Θεοῦ βοηθείας, ὡς ἂν ἐλεηθῶμεν νόμῳ Θεοῦ· ὅμοιον δὲ τῷ λέγειν ἰατρῷ· Ἰατρικῆς λόγῳ πρὸς ὑγίειάν με κόμισον, κἂν τομῆς δέῃ καὶ καύσεως, κἂν ἑτέρου τινὸς τῶν ἐπισταμένων λυπεῖν.
PG 12:1580Τούτου δὲ τοῦ νόμου οὐδὲ ἀρχή ἐστι τοῖς μηδέπω ἐπισκοπουμένοις, ἀλλ’ ἔτι παραδιδομένοις πάθεσιν ἀτιμίας, ἢ ἀδοκίμῳ ἤ τινι τῶν οὔπω τὴν διόρθωσιν καὶ θεραπείαν περιποιούντων. Ἐφ’ ὅσον γὰρ ἡμῶν ἡ τῆς ἀδικίας ὁδὸς οὐκ ἀφίσταται, ἐπὶ τοσοῦτον οὐδὲ ἀρχὴν ἔχομεν τοῦ ἐλεεῖσθαι νόμῳ Θεοῦ. Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου, κ. τ. ἑ. Οἱ λόγοι τῶν ἐντολῶν πλατύνοντες τὴν καρδίαν εὔκολον αὐτῇ παρασκευάζουσι τῆς πρακτικῆς τὴν ὁδόν. Τοῦ αὐτοῦ. Ὁδὸς μὲν στενὴ καὶ τεθλιμμένη ἡ ἀπάγουσα εἰς τὴν ζωήν· καρδία δὲ πλατεῖα καὶ εὐρύχωρος ὑπὸ τοῦ λόγου εὐρυνομένη ἡ ἁγία, καὶ Θεὸν ὀψομένη, καὶ τὸν καλὸν δρόμον τρέχουσα τῆς ὁδοῦ τῶν ἐντολῶν τοῦ Θεοῦ. Οὕτω μὲν ἡ πλατεῖα καὶ εὐρύχωρος ὁδὸς ἀπάγει ἐπὶ τὴν ἀπώλειαν, ἡ δὲ στενὴ καρδία, καὶ μὴ χωροῦσα ἐν ἑαυτῇ μονὴν Πατρὸς καὶ Υἱοῦ χωρίζει ἀπὸ Θεοῦ διὰ τὴν στενοχωρίαν τὸν τοιαύτην τῇ ἑαυτοῦ κακίᾳ πεποιηκότα. Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου, καὶ ἐκζητήσω αὐτὴν διὰ παντὸς, κ. τ. ἑ. Τὸ μὲν γὰρ παρὰ τοῦ Θεοῦ αἰτεῖται, τὸ δὲ ἐπαγγέλλεται ἐξ ἑαυτοῦ συνεισφέρειν.
PG 12:1581Σὺ μὲν γὰρ, φησὶν, ὦ Κύριε, νομοθέτησόν μοι τὴν ὁδὸν τῶν δικαιωμάτων σου· ἐγὼ δὲ τὸν τῆς ζωῆς μου ἅπαντα χρόνον ἐπιδώσω εἰς ἀναζήτησιν αὐτῆς. Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου, καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου, κ. τ. ἑ. Συνέσεως χρῄζομεν πρὸς τὸ νοῆσαι τὸν νόμον· οὐκ ἔστι γὰρ σαφὴς ἢ εὐκαταφρόνητος· δεῖται δὲ Θεοῦ συνεργείας καὶ τῆς ἡμετέρας σπουδῆς, ὡς ἐξ αὐτοῦ λαβεῖν τήν τε χρῆσιν καὶ τὴν κατάληψιν τῶν τε πρακτικῶν καὶ θεωρητικῶν· οὕτω γὰρ μηδὲν ἐνδοιάζων, ἐν ὅλῃ καρδίᾳ φυλάξω αὐτόν. Εἰ δὲ ἡ ἔρευνα δεῖται συνέσεως, πόσῳ μᾶλλον, ἵνα τις εὕρῃ τὸ τέλος; Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου, ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με, κ. τ. ἑ. Ἀμοιβὴν αἰτεῖ τὴν δικαίαν ζωὴν καὶ κατ’ ἀρετὴν, οὐ μόνον ὡς φυλάξας τὰς ἐντολὰς, ἀλλὰ καὶ ὡς ἐρωτικῶς περὶ αὐτὰς διακείμενος· καὶ οὐκ ἄλλου χάριν, ἀλλ’ αὐτὰς καὶ δι’ αὐτὰς ἐκτελῶν· καὶ ἐπεὶ δικαιοσύνη τοῦ Πατρὸς ὁ Υἱὸς, ὁ ἐν Υἱῷ ζῆσαι βουλόμενος τοῦτό φησι. Καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί με λόγον, ὅτι ἤλπισα ἐπὶ τοὺς λόγους σου, κ. τ. ἑ. Ἐρῶ γὰρ, ὡς οὐκ ἄξιον ὀνειδίζεσθαι τὸν τοιαῦτα δόγματα ἔχοντα.
PG 12:1582Ἅτινα γελῶσιν οἱ τῆς πίστεως ἀλλότριοι ὡς μωρὰ, συνέσεως δὲ ἐγὼ ἀποδείξω καὶ σοφίας πεπληρωμένα. Ἀποκριθήσομαι δὲ λόγον, ἐπεὶ εἰς τοὺς λόγους σου ἐπήλπισα. Καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας, κ. τ. ἑ. Καὶ μὴ περιέλῃς ἐκ τῆς καρδίας μου γνῶσιν ἀληθῆ. Καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα, κ. τ. ἑ. Πορεύεται ἐν πλατυσμῷ, κἂν θλίβηται, ὁ λέγων· Ἐν θλίψει ἐπλάτυνάς μοι· καὶ πάλιν· Ἐν παντὶ θλιβόμενοι, ἀλλ’ οὐ στενοχωρούμενοι· ἔχει γὰρ τὴν ἀπὸ τοῦ λόγου γενομένην εὐρυχωρίαν, ἥν τις ἁμαρτάνων οὐκ ἔχει. Διό φησι Κορινθίοις ὁ Παῦλος περὶ μὲν ἑαυτοῦ, ὅτι Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν· περὶ δὲ ἐκείνων, ὅτι, Στενοχωρεῖσθε ἐν τοῖς σπλάγχνοις ὑμῶν. Τὰ γὰρ κατὰ κακίαν ἔργα τὸν φαῦλον στενοχωρεῖ αὐτὸν ἐν αὐτῷ. Τοῦ αὐτοῦ. Ἡ πρὸς Θεὸν ἀγάπη ταῖς ψυχαῖς τῶν ἀνθρώπων εὐρυχωρίαν ἐργάζεται. Ἡ ἀγάπη γὰρ, φησὶν, οὐ στενοχωρεῖται. Ἡ ἀγάπη δὲ πρὸς τὸν Θεὸν ἡ τῶν ἐντολῶν αὐτοῦ ζήτησις καὶ κατόρθωσις· φησὶ γὰρ ὁ Κύριος· Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσατε· ὥστε δικαίως ὁ τὰς ἐντολὰς τοῦ Θεοῦ ζητῶν ἐν πλατυσμῷ πορεύεται, τουτέστιν ἐν εὐρυχωρίᾳ πολιτεύεται·
PG 12:1583ἐπειδὴ ὁ ἀγαπῶν τὸν Κύριον πάντα στέγει, πάντα ὑπομένει, καὶ οὐδεμίαν εἰκότως στενοχωρίαν ὑφίσταται. Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην, κ. τ. ἑ. Καὶ ὁ Παῦλός φησιν· Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον· δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου αἷς ἠγάπησα, κ. τ. ἑ. Τέλος τῶν ἐντολῶν τῆς μελέτης τοῦ Θεοῦ ἐστιν ἡ κατὰ τὰς ἐντολὰς ἐνέργεια. Καὶ καλῶς προστετάχθαι φαίνεται τὸ, Ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου αἷς ἠγάπησα. Μετὰ γὰρ τὴν μελέτην καὶ ἀνάληψιν τοῦ τῶν ἐντολῶν λόγου, καλὸν τὸ ἐπᾶραι τὰς χεῖρας ἐπὶ τὰς κατὰ τὰς ἐντολὰς πράξεις, δίχα τοῦ ἐκ λύπης ἢ ἐξ ἀνάγκης τὸ ἔργον ἀποδιδόναι τῶν ἐντολῶν. Μνήσθητι τῶν λόγων σου τῷ δούλῳ σου ὧν ἐπήλπισάς με, κ. τ. ἑ. Καὶ ποῖος ὁ λόγος, οὗ μνησθῆναι αὐτὸν ἀξιοῖ, ἢ τὸ εἶναι μετ’ αὐτῶν, καθ’ ἢν δέδωκεν αὐτοῖς ἐπαγγελίαν, ἥτις καὶ παράκλησις αὐτοῖς ἐν τοῖς διωγμοῖς ἐγένετο; Αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέ με, κ. τ. ἑ.
PG 12:1584Πάνυ ἡ ἐλπὶς πέφυκεν ἐν τοῖς πειρασμοῖς παρακαλεῖν τὴν ψυχὴν προσδοκίαν ἀγαθῶν παρέχουσα. Τοῦ αὐτοῦ. Μόνον, φησὶν, ἱκανὸν ἡμᾶς ἐν ταῖς κακώσεσι παραμυθεῖσθαι τὸ ζωῆς ἀληθινῆς ἔχειν ἐπαγγελίαν. Ταῦτ’ οὖν ἡμῖν ἐπιτέλεσον. Εἰ γὰρ ἐν τῇ ζωῇ ταύτῃ μόνον ἐν Χριστῷ ἠλπικότες ἐσμὲν, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμὲν, ὅτι κακούμεθα νῦν καὶ οὐκ ἐπ’ ἐλπίδι μελλούσης ζωῆς. Ζωὴ δὲ ἡ μέλλουσά ἐστιν ἀναζώωσις, καθὸ τὴν ψυχὴν ἰδίαν ζωὴν, οὐδὲ ἀληθῆ εἶναι μανθάνομεν· εἴπερ οὐκ ἄνθρωπος ἡ ψυχή. Εἰ γὰρ ἐν τῇ καθ’ ἑαυτὴν ζωῇ τὸ ἀληθὲς εἶχε τοῦ ζῇν, οὐκ ἂν ἀναζωώσεως ὁ τεθνηκὼς ἐδεῖτο· διὸ καὶ ὁ Κύριος τοὺς τεθνεῶτας Θεῷ ζῇν εἶπεν, ὡς οὔπω τὸ ζῇν ἔχοντας, πλὴν ὅσον ἐν δυνάμει Θεοῦ τοῦ ζωοποιήσαντος, καὶ ἀπολωλέναι φησὶν αὐτοὺς, εἰ μὴ τῆς ἀναστάσεως τύχοιεν. Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα, κ. τ. ἑ. Ἐν αὐτῷ γὰρ ἐπολιτευόμην τηρῶν τὸ ἡγεμονικόν μου, ἵνα μὴ γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ μου ἀνόμημα· ἐκείνων γὰρ λίαν παρανομούντων, οὐδὲ κατὰ μικρὸν ἐγὼ τὸν νόμον παρέβαινον. Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου, κ. τ. ἑ.
PG 12:1585Ἐπὶ τῶν ἁμαρτωλῶν οἱ μὲν ἀνόμως ἁμαρτάνουσι, τῷ μηδὲ τὴν ἀρχὴν πειραθῆναι νόμων· οἱ δὲ ἐν νόμῳ, τῷ παραβαίνειν αὐτόν. Ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου, ἐν τόπῳ παροικίας μου, κ. τ. ἑ. Τόπον παροικίας τὸν παρόντα βίον φησὶ, κατὰ τὸ, Ὁμολογήσαντες, ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς. Ψάλλων οὖν τὰ δικαιώματά σου ηὐφραινόμην, καὶ ἡ ἐπιθυμία τῆς ἐντολῆς οὐδὲ τῷ ὕπνῳ χώραν ἐδίδου. Ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, κ. τ. ἑ. Παντὶ μὲν καιρῷ χρῄζομεν τῆς μνήμης τῶν λογίων τοῦ Θεοῦ, μάλιστα δὲ ὅτε σκότος κύκλῳ μου, καὶ οἱ τοῖχοί με καλύπτουσιν, ὅτε εἰσέρχεται ἡ ἀκάθαρτος ἐπιθυμία, καὶ ταράσσει τὸ ἡγεμονικόν. Τότε γὰρ ἀναγκαῖόν ἐστι μεμνῆσθαι τῶν λογίων τοῦ Θεοῦ, ἵνα φυλάξωμεν τὸν νόμον τοῦ Θεοῦ τὸν περὶ σωφροσύνης. Αὕτη ἐγενήθη μοι, κ. τ. ἑ. Τὴν Γραφὴν λέγει τὴν θεόπνευστον. Αὕτη γὰρ τῷ δικαίῳ οὐ λέγεται μόνον, ἀλλὰ καὶ γίνεται, ἐπειδὴ τῇ μελέτῃ προστίθησι τὴν κατόρθωσιν· ὅθεν αὐτοῦ καὶ ἐκζητεῖν τὰ δικαιώματα λέγεται, ὡς μὴ παρέργως αὐτὰ μελετῶν. Τοιγαροῦν οἱ λοιποὶ τῶν ἑρμηνευτῶν ἀντὶ τοῦ ἐξεζήτησα διετήρησα γράφουσιν.
PG 12:1586Μερίς μου εἶ, Κύριε, εἶπα τοῦ φυλάξασθαι τὸν νόμον σου, κ. τ. ἑ. Ὥσπερ ἐστὶ μερὶς ἡ ἀφροσύνη τοῦ ἄφρονος, οὕτω καὶ τοῦ φρονίμου ἡ φρόνησις, καὶ τοῦ δικαίου ἡ δικαιοσύνη. Ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου, ἐλέησόν με κατὰ τὸ λόγιόν σου, κ. τ. ἑ. Πρόσωπον Θεοῦ ὁ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, ὡς πολλάκις εἴρηται. Ὁ τοίνυν ὅλῃ τῇ καρδίᾳ ἐφιέμενος τοῦ Κυρίου, ὅπως καθαρᾷ αὐτῇ γενομένῃ θεωροίη αὐτὸν, καὶ ἐκ τοῦ ἀτενίζειν αὐτοῦ ἐλεηθῇ, κατὰ τὸν λόγον τῆς διδασκαλίας εἴποι ἂν τὰ συγκείμενα ῥητά. Ὅρα δὲ πηλίκος ἐστὶν ὁ ὀψόμενος τὸ πρόσωπον τοῦ Θεοῦ· Ἰησοῦς σε διδαξάτω λέγων· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Διελογισάμην τὰς ὁδούς σου, καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου, κ. τ. ἑ. Ὃ λέγει τοιοῦτόν ἐστιν· Οὐδέποτε προπετῶς ἐλάλησα, μὴ λογισάμενος πρῶτον, εἰ λαλητέον μοί ἐστιν, ἢ σιωπητέον. Οὐδέποτε προπετῶς τι ἔπραξα, μὴ λογισάμενος, εἰ καθήκουσά ἐστιν ἡ πρᾶξις· αἱ γὰρ ὁδοὶ ἡμῶν ἐν διαλογισμοῖς εἰσι καὶ ἐν πράξεσι. Φησὶν οὖν·
PG 12:1587Πάντα περιεσκεμμένως ἐποίησα, καὶ διὰ τοῦτο ἐπέστρεψα ὁδεύων τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου, ἵνα μὴ ἔξωθεν τῶν μαρτυρίων τοῦ Θεοῦ ὁδεύω, πᾶσαν τὴν ἐμὴν γνώμην εἰς τὰς σὰς ἀναθεὶς ἐντολάς. Ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην τοῦ φυλάξασθαι τὰς ἐντολάς σου, κ. τ. ἑ. Ἡ ἀπάθεια πέφυκε τὴν καρδίαν ἀτάραχον διαφυλάττειν, ἥτις ἡμῖν προςγίνεται ἐκ πολιτείας ὀρθῆς καὶ δογμάτων ἀληθινῶν. Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην, κ. τ. ἑ. Σχοινία τὰ ἐπάλληλα καὶ τὰ συμπεπλεγμένα ἁμαρτήματα λέγεται. Οἱ γὰρ ἁμαρτίαν προθέμενοι πλέκειν δι’ αὐτὴν καὶ ἄλλην ἀναγκάζονται· ὥσπερ ὁ Δαυὶ̈δ διὰ τὴν πορνείαν καὶ τὸν φόνον προσέθηκεν· ὁ Κάϊν διὰ τὴν ἀδελφοκτονίαν ἐπισυνῆψε τὸ ψεῦδος. Ἀλλ’ οὐδὲ τούτων περιπλακέντων αὐτῷ τοῦ Θεοῦ νόμου φησὶν ἐπιλανθάνεσθαι πάντως· ὅτι, πρὸς μετάνοιαν ἰδὼν καὶ ἐπιστρέψας, τὸ σχοινίον τῆς ἁμαρτίας ἔῤῥηξεν. Μεσονύκτιον ἐξεγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου, κ. τ. ἑ. Λεκτέον τοῦτο πρὸς τοὺς ἀμελοῦντας νύκτωρ τῶν προσευχῶν. Ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν· ἐγὼ τὸν νόμον σου ἐμελέτησα, κ. τ. ἑ.
PG 12:1588Ὥσπερ ὁ τυρὸς ἦν ὅτε οὐκ ἦν τυρὸς, οὕτως οἱ δαίμονες ἦσάν ποτε, ὅτε οὐκ ἦσαν πονηροί. Εἰ δὲ τὸ γάλα πρεσβύτερόν ἐστι τοῦ τυροῦ, δηλονότι καὶ ἡ ἀρετὴ πρεσβυτέρα τῆς κακίας ἐστίν· τυρῷ γὰρ Δαυὶ̈δ τὴν κακίαν ἀπείκασεν. Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου, κ. τ. ἑ. Ὡσεὶ ἔλεγεν· Εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις. Ἄξιος ὀφθῆναι τῶν σῶν δικαιωμάτων αἰτῶ, ἅπερ οὐκ ἔστιν ἄλλως μαθεῖν. Αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμὲ, κ. τ. ἑ. Ἡ αἰσχύνη εἰς συναίσθησιν πέφυκεν ἄγειν τὸν ἁμαρτάνοντα. Ἐπιστρεψάτωσάν μοι οἱ φοβούμενοί σε καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου, κ. τ. ἑ. Ἐπιστρέψαι πρὸς αὐτὸν καὶ παραγενέσθαι τοὺς τοιούτους αἰτεῖ, ὡς ἂν αὐτοῖς τῆς ἐν αὐτῷ μεταδοίη χάριτος. Γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ, κ. τ. ἑ. Ὡς μήπω ἔχων αἰτεῖ κατὰ τὸ, Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός. Καὶ πῶς ἄμωμος ἔσται ἢ κατὰ τοὺς λοιποὺς τελεία; Ἐπήγαγεν, ἐν τοῖς δικαιώμασί σου. Τούτῳ δὲ τὸ μὴ αἰσχυνθῆναι ἀκολουθεῖ· αἰσχύνης γὰρ ἄξιον πᾶν ἁμάρτημα.
PG 12:1589Ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου, λέγοντες· Πότε παρακαλέσεις με; κ. τ. ἑ. Παράκλησίς ἐστιν ἡ ἀνάπαυσις ψυχῆς ἀπὸ πόνων. Ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ, κ. τ. ἑ. Εὑρήσεις πολλαχοῦ τῆς Γραφῆς τροπολογούμενον τὸ σῶμα εἰς ἀσκόν. Ὃ οὖν λέγει ὁ δίκαιος τοιοῦτόν ἐστιν· Ἐνέκρωσά μου τὰ μέλη ἐπὶ τῆς γῆς· τὴν θερμότητα τοῦ σώματος ἔψυξα τῷ θείῳ λόγῳ· οὐκέτι εἰμὶ θερμὸς πρὸς ὄρεξιν τῶν κατὰ τὴν κοιλίαν ἢ πρὸς τὰ σωματικά· ἐνέκρωσα καὶ ἔψυξα τὰ μέλη ἐπὶ τῆς γῆς. Πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις μοι ἐκ τῶν διωκόντων με κρίσιν, κ. τ. ἑ. Ὀλίγαι γὰρ αἱ τῶν ἀνθρώπων ἡμέραι ἐπὶ τῆς γῆς, ἐν αἷς εὔχεται ταχέως συντριβῆναι τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας αὐτοῦ. Τοῦ αὐτοῦ. Πᾶσαι ἀνθρώπων ἡμέραι ὀλίγαι εἰσίν. Ἐπεὶ οὖν ὀλίγον χρόνον ζῶ ἐπὶ γῆς, βούλομαι ἰδεῖν τοὺς καταδιώκοντάς με κρινομένους, καὶ παρακαλῶ σε μὴ ὑπερθέσθαι. Τίνες δέ εἰσιν οἱ περὶ ὧν εὔχεται ἵνα γένηται ἐπ’ αὐτοὺς κρίσις; Οἱ καταδιώκοντες ἡμᾶς Σατανᾶς τε καὶ τὰ πνευματικὰ τῆς πονηρίας. Ὅταν δὲ ἡμᾶς καὶ ἄνθρωπος δοκῇ καταδιώκειν, τῷ πρώτως καταδιώκειν οὐκ ἄνθρωπός ἐστιν, ἀλλὰ διάβολος, οὗ μιμητής ἐστι.
PG 12:1590Διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ’ οὐχ ὡς ὁ νόμος σου, κ. τ. ἑ. Ἢ τοὺς γραώδεις μύθους τῶν Ἰουδαίων φησὶ τὰς διδασκαλίας, ἢ καὶ τὰ ἐντάλματα τῶν ἀνθρώπων, καὶ τὰς φλυαρίας τῶν σοφῶν τοῦ αἰῶνος τούτου. Πολλοὶ γὰρ ἑρμηνεύειν ἐπιχειροῦσι τὰς θείας Γραφὰς καὶ τῶν τῆς Ἐκκλησίας, καὶ τῶν ἕξω ταύτης αἱρετικῶν τε καὶ Ἰουδαίων, ἢ καὶ Σαμαρειτῶν, ἀλλ’ οὐ πάντες λέγουσι καλῶς. Σπάνιος γὰρ ὁ ἔχων ἀπὸ τοῦ Θεοῦ εἰς τοῦτο χάριν, πολλῶν μὲν ἐπαγγελλομένων λέγειν, οὐ καλῶς δὲ, καὶ παρανόμως βιούντων. Εἴ τι οὖν λέγουσιν, ἀδολεσχία καὶ φλυαρία· οὐ γὰρ δύναται λόγος εὔτονος καὶ ἐῤῥωμένος καὶ σωτήριος εἶναι ἐν τῇ ψυχῇ παρανόμου. Τοῦ αὐτοῦ. Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς ἐκ τῆς ἔξωθεν σοφίας περὶ γνώσεως Θεοῦ ἐπαγγελλομένους διδάσκειν. Παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ, ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου, κ. τ. ἑ. Ἀντὶ τοῦ· Παρ’ ὀλίγον ἐγενόμην γήϊνος, ὑπὸ τῶν ἐχθρῶν πειραζόμενος. Κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου, κ. τ. ἑ. Μὴ ἐκδοθῆναι ταῖς τῶν ἐπιβουλευόντων χερσὶν εἰς θάνατον ἀξιοῖ, ζωὴν αἰτῶν οὔπω τὴν αἰώνιον, ἀλλὰ τὴν παροῦσαν·
PG 12:1591οὐχ ὡς τέλος δὲ αὐτὴν αἰτεῖ, ἀλλ’ ὡς ἀγαθοῦ τέλους συναίτιον ἐσομένην. Ὅτι ζήσας, φησὶ, φυλάξω τὰ τοῦ Θεοῦ προστάγματα, δι’ ὧν καὶ τὴν αἰώνιον ἔστι περιποιήσασθαι ζωήν. Τοῦ αὐτοῦ. Στόμα Θεοῦ οἱ διακονήσαντες προφῆται τοῖς μαρτυρίοις, ταῖς ἐντολαῖς, τοῖς δικαιώμασιν αὐτοῦ. Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ, κ. τ. ἑ. Ἐν τῷ οὐρανῷ, ἀντὶ τοῦ ἐν ταῖς ἁγίαις αὐτοῦ δυνάμεσιν. Πάντων γὰρ ἐκεῖ τεταγμένων οὐδεμία λόγου παράβασις· οὐρανῷ δὲ οὐ τῷ παρερχομένῳ, εἰ καὶ ἐν αὐτῷ πάντα τεταγμένως κινεῖται· ἀλλ’ ὅστις εἴρηται θρόνος εἶναι τοῦ Θεοῦ. Ἐν δὲ τῇ γῇ οὐδὲ μένει ὁ λόγος· οὐδὲ γὰρ ἔχει χώραν ὅπου πορνεία καὶ ἀκαθαρσία καὶ τὰ λοιπὰ πάθη. Τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; Οὐκ εἶπε δὲ τὸν αἰῶνα τῶν αἰώνων, ἢ τοῦ αἰῶνος· (μετὰ γὰρ τὸν αἰῶνα ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται·) ἐν ᾧ δέ ἐστιν ὁ λόγος διαμένων. Δυνατὸν γὰρ τέλειον εἶναι δοκοῦντα μὲν ἐπὶ γῆς τυγχάνειν, τὸ πολίτευμα δὲ ἔχοντα ἐν τῷ οὐρανῷ. Οὕτως ἐστὶν ἐν αὐτῷ καὶ ἀεὶ ἡ ἀλήθεια. Εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου. Ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει, κ. τ. ἑ.
PG 12:1592Ταύτῃ δὲ τῇ ἀληθείᾳ ἡ γῆ τεθεμελίωται. Ἐπὶ τούτῳ γὰρ τῷ ἀκρογωνιαίῳ λίθῳ καταβεβλημένῳ θεμελίῳ οἰκοδομοῦνται πάντες οἱ ἐκ γῆς σωζόμενοι· ὅθεν καὶ διαμένει ἡ γῆ ἀῤῥαγῆ καὶ ἀσφαλῆ κρηπῖδα καὶ θεμέλιον ἔχουσα. Ἀλλὰ καὶ φωτίσασα ἡ ἀλήθεια ἡμέραν ἣν ἐποίησε, Θεοῦ ἐπιλάμψαντος αὐτῇ, ἐν τῇ αὐτῇ διατάξει μένει, οὐκ ἀλλασσομένη. Ὅτι τὰ σύμπαντα δοῦλα σὰ, κ. τ. ἑ. Εἰ τὰ σύμπαντα δοῦλα τοῦ Θεοῦ, πῶς ἐν ταῖς Παροιμίαις Σολομὼν περὶ τοῦ μύρμηκός φησιν· Ἐκεῖνος, γεωργίου μὴ ὑπάρχοντος, μηδὲ τὸν ἀναγκάζοντα ἔχων, μηδὲ ὑπὸ δεσποτείαν ὢν, ἑτοιμάζεται θέρους τὴν τροφήν. Ὁ Θεὸς λέγεται δεσπότης διττῶς, ἢ ὡς δημιουργὸς, ἢ ὡς γινωσκόμενος. Διὸ καὶ Παῦλος γράφει· Ἐξελευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῷ Θεῷ, δηλονότι κατ’ ἀρετὴν καὶ γνῶσιν. Ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμὸν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. Εἰ δὲ τοιούτου τέλους ἄμοιρός ἐστιν ὁ μύρμηξ, δηλονότι καὶ ταύτης τῆς δουλείας. Καλῶς οὖν λέγεται ὁ μύρμηξ μὴ εἶναι ὑπὸ δεσποτείαν, κατὰ ταύτην τὴν δεσποτείαν. Εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστι, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου, κ. τ. ἑ.
PG 12:1593Μακάριον ὄντως τὸ μὴ ἀπολέσθαι γεγονότας ἐν περιστάσεσιν, οἷον ἐπὶ μαρτυρίου. Εἰ μή τις προμελετήσει τὸν νόμον τοῦ Θεοῦ, ἀπόλλυται. Πάσης συντελείας εἶδον πέρας· πλατεῖα ἐντολή σου σφόδρα, κ. τ. ἑ. Ὑπὲρ πάντας τοὺς ἔξωθεν λόγους οἱ λόγοι τῶν ἐντολῶν τοῦ Θεοῦ πλατύνουσι καθαίροντες τὴν ψυχήν. Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε· ὅλην τὴν ἡμέραν μελέτη μου ἐστίν, κ. τ. ἑ. Μελετᾶται νόμος οὐκ ἐν λέξεσι καὶ φωναῖς μόνον, ἀλλὰ καὶ ἐν πράξεσιν. Ὅτε γὰρ ἀναγινώσκει τις, νοῶν τὰ λεγόμενα, καὶ πράττων αὐτὰ, μὴ παραλιπὼν ἔν τινι πράξει, ἀλλὰ ἐν πᾶσι ποιῶν ὃ βούλεται ὁ νόμος, οὗτος καὶ λέγων καὶ ἀναγινώσκων καὶ πράττων μελετᾷ τὸν τοῦ Θεοῦ νόμον. Ἐνθάδε μὲν οὖν λέγεται, Ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν, ἐν δὲ τῷ πρώτῳ ψαλμῷ οὐ μόνον τὴν ἡμέραν, ἀλλὰ καὶ τὴν νύκτα φησὶ τὸν ἐσόμενον μακάριον δεῖν μελετᾷν τὸν νόμον. Τί δήποτε ἐνταῦθα παρέλιπε τὴν νύκτα; Ὅτι μικτός ἐστιν ἐνταῦθα τῶν ἀνθρώπων ὁ βίος, διὰ τοῦτο καὶ ἡμέραν νῦν ἔχομεν καὶ νύκτα· ὅταν δὲ ἅγιοι γενώμεθα καὶ μακάριοι, νὺξ ἡμᾶς οὐ διαδέξεται, ἀλλ’ ἐν μόνῃ ἐσόμεθα τῇ ἡμέρᾳ.
PG 12:1594Ὅρα οὖν ὡς μὲν ὁ ἐνταῦθα πορευόμενος, ἤτοι μὴ κατὰ βίον τέλειος (πορεία γάρ ἐστιν ἡ κατὰ κόσμον ἀναστροφή·) οὐδέπω καθαρῶς πορεύεται, ἀλλ’ ὁτὲ μὲν ἐν ἡμέρᾳ ἐστὶν, ὁτὲ δὲ ἐν νυκτί· ἐν ἡμέρᾳ μὲν, ὅτε τὰ κατὰ τὸν νόμον καθήκοντα ποιεῖ· ἐν νυκτὶ δὲ, ὅτε οὐδέπω ὅλῃ καρδίᾳ (κἂν μελετᾷ τὸν νόμον,) ποιεῖ τὸν νόμον, ἢ καὶ ὅτε παρὰ τὰ καθήκοντα πράττει. Ὁ μὲν οὖν ἀρχόμενος, ἢ καὶ προκόπτων, μελετᾷ τὸν νόμον ἡμέρας καὶ νυκτός· ὁ δὲ τετελειωμένος οὐκ ἔστιν ἐν νυκτὶ, ἀλλ’ ἐν ἡμέρᾳ, ὡς ὁ Παῦλός φησιν· Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν. Καὶ πάλιν· Ἄρα οὖν οὐκέτι ἐσμὲν νυκτὸς οὐδὲ σκότους, ἀλλ’ ἐσμὲν τέκνα φωτὸς καὶ ἡμέρας. Ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμή ἐστιν, κ. τ. ἑ. Νοῦς παθῶν γυμνωθεὶς καὶ γνώσεως μέτοχος γεγονὼς πανουργότερος γίνεται τῶν δαιμόνων, λέγων πολλάκις τὸ τοῦ Παύλου, τὸ, Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Τοῦ αὐτοῦ. Ἐχθροὺς νῦν φησιν ἐπιδικαζομένους τῶν ἐντολῶν, καὶ μισοῦντας ἡμᾶς· οἷς ἡμεῖς οὐκ ἐχθραίνομεν. Σημαίνει τοὺς ἐκ περιτομῆς Ἰουδαίους·
PG 12:1595ὑπὲρ τούτους γὰρ ὁ Χριστιανὸς ἐσοφίσθη τὴν ἐντολὴν τοῦ Θεοῦ, πνευματικῶς τὸν νόμον νοῶν καὶ φυλάττων. Διὰ τοῦτο δύναμαι νοῆσαι βαθύτερον τὸ εἰρημένον ὑπὸ τοῦ Κυρίου· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν. Ἐχθροὶ γὰρ ἡμῶν εἰσιν ἐκεῖνοι, οἱ ἔχοντες ζῆλον Θεοῦ, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν. Ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μου ἐστίν, κ. τ. ἑ. Αἱ Γραφαὶ ἐκείνων ἦσαν πρῶται· ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ. Ἐκεῖνοι διδάσκαλοι ἐπαγγέλλονται γεγονέναι, ἅτε πρῶτοι παραλαβόντες νόμον καὶ προφήτας. Ἡμεῖς οὖν οἱ ἀπὸ τῶν ἐθνῶν λέγομεν· Ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα. Διὰ τί δέ; Ὅτι τὰ μαρτύριά σου μελέτη μου ἐστί. Καινὰ εὑρίσκω μαρτύρια παρὰ τὰ πολλάκις εἰρημένα μαρτύρια. Μελέτη μου γάρ ἐστι τὰ μαρτύρια Ἰησοῦ Χριστοῦ· παρεδεξάμην γὰρ αὐτὰ τὰ μαρτύρια, καὶ διὰ τοῦτο ἐγὼ ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα. Εἶπεν αὐτοὺς ἐχθροὺς ὁ Ἐκκλησιαστικὸς, εἶπεν αὐτοὺς διδάσκοντας· νῦν λέγει αὐτοὺς καὶ πρεσβυτέρους. Ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα, κ. τ. ἑ.
PG 12:1596Χρῄζομαι τούτῳ τῷ ῥητῷ πρὸς τοὺς γέροντας τοὺς μακρὸν χρόνον καὶ τὴν ἀπάθειαν νομίζοντας εἶναι πρόξενον τῆς γνώσεως τοῦ Θεοῦ. Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου, κ. τ. ἑ. Πονηρὰς ὁδοὺς ὡδεύομεν, ἀνόητοι ὄντες ποτὲ καὶ ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, καὶ τὰ ἑξῆς. Ἐκεῖναι μὲν ἦσαν ὁδοὶ πονηραί. Τελεία ἡ φωνὴ αὕτη Ἐκκλησιαστικοῦ. Ὅσον γὰρ ἔτι ἁμαρτάνομεν, λέγειν ταῦτα οὐ δυνάμεθα· ἐκ τοῦ γὰρ κωλύειν τοὺς πόδας ἡμῶν ἐκ πάσης ὁδοῦ πονηρᾶς φυλάξομεν τοὺς λόγους τοῦ Θεοῦ. Ποίους λόγους; τοὺς ἐν νόμῳ, νοήσαντες αὐτοὺς πνευματικῶς, καὶ ἐπιγινώσκοντες τὸν δι’ αὐτῶν κηρυττόμενον Ἰησοῦν Χριστόν. Ἐμφαίνει δὲ τὸ ἐλεύθερον τῆς προαιρέσεως τὸ, Ἐκώλυσα τοὺς πόδας. Ὡς γὰρ ἐπ’ αὐτῷ ὄντος τοῦ κινεῖν τοὺς πόδας εἰς τὸ βαδίζειν, ἢ καὶ κωλύειν αὐτοὺς, τὸ προκείμενον εἶπεν. Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με, κ. τ. ἑ. Τοῦ σοῦ διαπαντὸς ἐμεμνήμην δικαστηρίου. Ἐν ἐνάτῳ δὲ λέγει ψαλμῷ· Κατάστησον νομοθέτην ἐπ’ αὐτούς.
PG 12:1597Γνώτωσαν ἔθνη, ὅτι ἄνθρωποί εἰσιν. Μωϋσῆς μὲν γὰρ ἐνομοθέτησε τὰ τοῦ γράμματος τοῖς μὴ δυναμένοις χωρεῖν τὴν ἐπιδημίαν τῆς Καινῆς Διαθήκης· Ἰησοῦς δὲ Χριστὸς ἐπιδημήσας ἐνομοθέτησέ μοι τὸ Εὐαγγέλιον, καὶ πνευματικόν μοι τὸν Μωϋσέως ἔδειξε νόμον. Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου, κ. τ. ἑ. Ὁ ἡδόμενος καὶ τρεφόμενος ἐπὶ τῇ γνώσει νοῦς ὀνομάζεται στόμα Ἀπὸ τῶν ἐντολῶν σου συνῆκα· διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας, κ. τ. ἑ. Ἐν ταῖς σαῖς συνετὸς γενόμενος ἐντολαῖς διαιρούσαις μοι τὰ πρακτέα· καὶ μὴν οὐ μόνον ἄπειμι πάσης ὁδοῦ ἀδικίας, ἀλλὰ καὶ μεμίσηκα. Ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου, κ. τ. ἑ. Τὸ ἀμετάθετον τοῦ σκοποῦ ὅρκον ὠνόμασεν. Τοῦ αὐτοῦ. Τί ποιεῖ ἐνθάδε τὸ ὤμοσα ζητητέον. Διέθετο διαθήκην πρὸς τοὺς ἐκλεκτοὺς αὐτοῦ. Καὶ ταύτην τὴν διαθήκην πρὸς τοὺς ἐκλεκτοὺς αὐτοῦ διαθεμένου τοῦ Θεοῦ ὁ πιστεύων παρεδέξατο, καὶ οἱονεὶ ὅρκοις μεταξὺ τοῦ Θεοῦ ἐποιήσατο παραδεξάμενος αὐτοῦ τὴν διαθήκην, ὥστε στῆσαι καὶ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης αὐτοῦ. Ἵστημι δὲ, φησὶν, αὐτὰ τῇ ἐμῇ ψυχῇ·
PG 12:1598καὶ ὅταν αὐτὰ στήσω, γίνεται ἐκεῖνο τὸ εἰρημένον παρὰ τῷ Σολομῶντι ἐν Παροιμίαις· Λογισμοὶ δικαίων κρίματα. Ἐκεῖνα τὰ κρίματά ἐστι τῆς δικαιοσύνης τοῦ Θεοῦ· τότε δὲ γενόμενα, ὅτε ὤμοσα καὶ ἔστησα αὐτὰ ἐν ἐμαυτῷ. Τὸ δὲ στῆσαι ἐνταῦθα τὸ βεβαίως ὁρίσαι δηλοῖ· καὶ τὸ ὀμόσαι τουτέστι τὸ ἀμεταθέτως τοῦτο προθέσθαι, καὶ ἀπαράβατον φυλάττειν τὸ ἔργον τοῦ ὅρκου μετὰ βεβαιώσεως προελέσθαι. Τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δὴ, Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με, κ. τ. ἑ. Περὶ ὧν οὐ διετάχθημεν ποιεῖν, ἀλλὰ προαιρέσει ποιοῦμεν, ταῦτά φησιν ἑκούσια τοῦ στόματος ἡμῶν· οἷον, εἰ παρθενίαν ἀσκήσω, ἣν οὐ προσετάχθην οὐδὲ ἐκελεύσθην, ἀλλ’ ἑκουσίως τοῦτο ποιῆσαι κρεῖσσον αἱροῦμαι. Τοῦτο οὖν εὐδόκησον, Κύριε. Καὶ ἐπὶ ἄλλων δὲ ὁμοίως τῶν κατὰ τὸν βίον ἡμῶν τοιαῦτα εὑρήσομεν, ὧν τινὰ μὲν ποιοῦμεν ὡς προστεταγμένοι δοῦλοι. τινὰ δὲ πράττομεν ἑκουσίως. Ἡ ψυχή μου ἐν ταῖς χερσί σου διαπαντὸς, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην, κ. τ. ἑ. Ζητήσεις πῶς ἡ ψυχὴ τοῦ Δαυὶ̈δ ἐν ταῖς χερσὶ τοῦ Θεοῦ διαπαντός· πότερον ὡς ἐν δικαιοσύνῃ, ἢ ὡς ἐν γνώσει. Καὶ τάχα τὸ πρότερον·
PG 12:1599ἀγγέλων μὲν γάρ ἐστι τὸ διαπαντὸς βλέπειν τὸ πρόσωπον τοῦ Θεοῦ, τουτέστι τὴν θεωρίαν αὐτοῦ, ἀνθρώπων δὲ τὸ δύνασθαι διαπαντὸς δικαιοπραγεῖν κατ’ ἐνέργειαν· ὅπερ ἐστὶ τὸ εἶναι ἐν ταῖς χερσὶ τοῦ Θεοῦ· ἡ γὰρ κατὰ διάνοιαν δικαιοπραγία μόνῳ προσῆν τῷ Χριστῷ, ὃς ἁμαρτίαν οὐκ ἐποίησε, δηλονότι κατ’ ἐνέργειαν, καὶ οὐχ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· σαφὲς, ὅτι κατὰ διάνοιαν, ἀφ’ ἧς προέρχονται τὰ περιττὰ τῆς καρδίας. Τὴν ψυχήν μού σοι ἐγχειρίζω πάντοτε, σὲ φρουρὸν ποιοῦμαι καὶ ὑπερασπιστὴν καὶ κυβερνήτην αὐτῆς· καὶ διὰ τοῦτο τοῦ νόμου σου οὐκ ἐπελαθόμην, ἵνα μὴ ἀποπέσω. Πᾶς ὁ ἀναθεὶς ἑαυτὸν τῷ Θεῷ, τὴν ψυχὴν αὐτοῦ παρατίθεται εἰς τὰς χεῖρας αὐτοῦ, καθὼς καὶ ἀλλαχοῦ εἶπεν· Ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου, Κύριε, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου. Εἰ δὲ μερίζει ἑαυτὸν εἰς ἡδονὰς καὶ πάθη σωματικὰ καὶ φροντίδας βιωτικὰς, οὐ παρατίθεται τὴν ψυχὴν αὑτοῦ εἰς χεῖρας Θεοῦ. Τοῦ αὐτοῦ. Ὁ δὲ Ἀκύλας οὕτω· Ψυχή μου ἐν ταρσῷ μου ἐνδελεχῶς καὶ διηνεκῶς, καὶ νόμου σου οὐκ ἐπελαθόμην· ὁ δὲ Σύμμαχος· Ἡ ψυχή μου μετὰ χεῖράς μου διαπαντός· ἡ δὲ πέμπτη ὁμοίως τοῖς Ἑβδομήκοντα.
PG 12:1600Ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι, καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην, κ. τ. ἑ. Παγίδας οἱ ἁμαρτωλοὶ πολλὰς τοῖς δικαίοις καὶ διαφόρους ῥάπτουσιν· οἷον τῷ Ἰωσὴφ ἡ Αἰγυπτία καὶ οἱ ἀδελφοί· τῷ Δανιὴλ οἱ ἀπὸ τοῦ Δαρείου λαβόντες ἐξουσίαν· ἀλλ’ οὐκ ἀπεπλανήθησαν τῶν ἐντολῶν τοῦ Θεοῦ· διὰ τοῦτο τῶν παγίδων ἀνώτεροι ἐγένοντο. Ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, ὅτι ἀγαλλίαμα τῆς καρδίας μου εἰσὶν, κ. τ. ἑ. Ὅσοι χαίρουσι ταῖς ἐντολαῖς τοῦ Θεοῦ, καὶ τὴν δικαιοπραγίαν ἀσπάζονται, οὗτοι διαπαντὸς κληρονομοῦσιν αὐτοῦ τὰ μαρτύρια, κλῆρον αὐτὰ καὶ μερίδα ἀντὶ πάντων τῶν ἐν τῷ κόσμῳ κτώμενοι, καὶ ὅπερ ἐὰν πάθωσιν ἐπ’ αὐτοῖς, εὐφραινόμενοι. Ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι’ ἀντάμειψιν, κ. τ. ἑ. Εἰδὼς ἀποκειμένην ἀμοιβὴν ἔκλινα, ἥτις ἐστὶ βασιλεία Θεοῦ· Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Τοῦ αὐτοῦ. Ἡ ἀντάμειψις τῶν δικαιωμάτων, ἡ γνῶσις αὐτῶν ἐστιν. Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα, κ. τ. ἑ. Ὁ παράνομος, καθὸ παράνομος ὑπάρχει, μισητός ἐστι·
PG 12:1601καθὸ δὲ εἰκὼν καὶ πλάσμα Θεοῦ, ἀγαπητός ἐστι. Κατὰ γοῦν τὴν δευτέραν ἔννοιαν καὶ τοῖς ἐν τῇ φυλακῇ προσβάλλειν ἡμῖν προτέτακται, καὶ εὖ ποιεῖν τοὺς κακούργους νενομοθέτηται. Δύναται δὲ ἐνταῦθα λέγειν λόγους καὶ νόμους οὓς μεμίσηκεν ὁ Δαυί̈δ. Τοῦ αὐτοῦ. Οὐκ ἐμίσει παρανόμους ἀνθρώπους· καὶ γὰρ ἔδειξεν ὁ βίος αὐτοῦ, ὅτι οὐκ ἀνθρώπους παρανόμους ἐμίσησεν· οὔτε γὰρ τὸν πατραλοίαν Ἀβεςσαλὼμ ἐμίσησεν, οὔτε τὸν Σαοὺλ, (περὶ οὗ εἶπεν ὁ Θεός· Μεταμεμέλημαι χρίσας τὸν Σαοὺλ εἰς βασιλέα]· διαφόρως τῷ Δαυὶ̈δ ἐπιβουλεύσαντα, οὔτε ἄλλον τινὰ παράνομον· ὅθεν παρανόμους εἰπὼν, οὐ προσέθηκεν ἀνθρώπους· ὡς γὰρ ἅγιος ἐμίσει τὰ μίσους ἄξια, τοὺς λόγους τοὺς παρανόμους, τὰ δόγματα τὰ παράνομα, τὰς τοιαύτας διδασκαλίας, τὴν διάθεσιν καθ’ ἣν ἁμαρτάνουσιν· ὅθεν τοῖς παρανόμοις λόγοις ἀντέθηκε τὸν ἀγαπώμενον νόμον. Κατὰ ταύτην τὴν ἔννοιαν καὶ πατέρα καὶ μητέρα μισεῖν προστετάγμεθα, τουτέστιν ἀποστρέφεσθαι παρακαλοῦντας ἡμᾶς εἰς ἀσέβειαν, ἢ τοῦ κατὰ Χριστὸν ἀποτρέποντας μαρτυρίου. Ἄλλως γὰρ καὶ τοὺς ἐχθροὺς ἡμῶν ἀγαπᾷν προστετάγμεθα.
PG 12:1603Θεοῦ δὲ προκαλουμένου εἰς τὸ καὶ τὴν ἰδίαν μισῆσαι ψυχὴν, ὁμοίως καὶ ἀνθρώπους δεῖ παρανόμους μισεῖν, ὡς ἂν αὐτοὺς ἐπιστρέψωμεν βελτιούμενοι τῷ μὴ τούτοις ὁμοιωθῆναι. Ἐκκλίνατε ἀπ’ ἐμοῦ, πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου, κ. τ. ἑ. Ἐὰν μὴ ἐκκλίνωσιν ἀφ’ ἡμῶν οἱ δαίμονες, τὰς ἐντολὰς τοῦ Θεοῦ ποιεῖν οὐκ ἰσχύομεν· πρὸς γὰρ ταύτας μάλιστα ἵστανται, διὰ τὸ προξένους ἡμῖν γενέσθαι τῆς γνώσεως τοῦ Θεοῦ. Ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου, καὶ ζήσομαι, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου, κ. τ. ἑ. Ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Τοῦ αὐτοῦ. Κατὰ τὸ λόγιόν σου· τουτέστι κατὰ τὴν ὑπόσχεσίν σου. Ἐπηγγείλω γὰρ ἐν τῷ νόμῳ ὑπερασπίζειν τῶν φυλασσόντων αὐτόν. Τοῦτον τοίνυν ἔχοντα τὸν σκοπὸν τῆς σῆς προνοίας ἀξίωσον, ἵνα μὴ ἐπιτυχὼν τῆς ἐλπίδος, αἰσχύνης ἀναπλησθῶ. Τὸ δὲ λόγιον ἐνταῦθα τὴν ὑπόσχεσιν δηλοῖ· ἀντὶ τοῦ· Τὴν ἐπαγγελθεῖσάν μοι παράσχου σωτηρίαν. Βοήθησόν μοι, καὶ σωθήσομαι, καὶ μελετήσω ἐν τοῖς δικαιώμασί σου διαπαντὸς, κ. τ. ἑ. Εἰ γὰρ καὶ ἔφη·
PG 12:1604Βοηθός μου καὶ ἀντιλήπτωρ μου εἶ σὺ, ἀλλὰ δεῖται βοηθείας ἀδιαλείπτου. Ἐν ὅσῳ γάρ ἐσμεν ἐνταῦθα, οὔπω τέλειον τὸ σωθήσομαι, ἀλλ’ ὅταν μετὰ τῶν ἀγγέλων ζήσωμεν τοῦ Θεοῦ. Τότε γὰρ καὶ μελέτη δικαιωμάτων πρόσωπον πρὸς πρόσωπον, οὐ κατὰ τὴν σκιὰν, ἀλλὰ κατὰ τὴν ἀλήθειαν. Παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς· διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου, κ. τ. ἑ. Ἡμεῖς μὲν παραβαίνοντας λέγομεν τοὺς δεδιδαγμένους τὸν λόγον, καὶ μετὰ τὸ δεδιδάχθαι, μὴ τετηρηκότας, ἀλλ’ ἀποστάντας καὶ παραβεβηκότας. Οὗτος δὲ ὁρᾷ, ὅτι πάντες ἔχουσιν ἀφορμὰς πρὸς καλοκἀγαθίαν, εἰ καὶ μὴ ἐδιδάχθησαν· ὥστε μὴ μόνους παραβάτας λέγεσθαι τοὺς μετὰ τὴν πίστιν ἀποστάντας, ἀλλὰ καὶ τοὺς ὁπωσποτοῦν ἁμαρτάνοντας. Ἁμαρτωλοὶ δὲ τῆς γῆς οἱ ἐπὶ γῆς ἡμαρτηκότες ἄνθρωποι. Ἄλλοι γάρ εἰσιν ἁμαρτωλοὶ οὐρανοῦ, πρὸς οὓς ἡμῖν ἐστιν ἡ πάλη πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Ἐκεῖ γὰρ πρῶτον ἁμαρτόντες, ὕστερον καὶ ἐπὶ γῆς τοῦτο ποιοῦσιν. Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην, κ. τ. ἑ. Ὁ καθηλούμενος σταυροῦται.
PG 12:1605Ζητῶ οὖν τὸν σταυρὸν, καὶ ζητῶ μήποτε ὁ σταυρός ἐστιν ὁ φόβος τοῦ Θεοῦ. Καὶ γὰρ εἶπεν ὁ Σωτήρ· Ὃς ἐὰν μὴ ἄρῃ τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθήσῃ μοι, οὐκ ἔστι μου ἄξιος. Πολλάκις δὲ διεστειλάμεθα περὶ φόβου καὶ ἀγάπης· καὶ τελειότερον εἰρήκαμεν τὸν ἀγαπῶντα τοῦ φοβουμένου, καὶ ἀναγκαῖον εἶναι τὸν φόβον πρὸς εἰσαγωγήν. Ὅπου δὲ εἰσέλθῃ τελεία ἀγάπη, ἔξω βάλλει τὸν φόβον. Ἐπεὶ τοίνυν εὑρίσκεται καθηλούμενος ἐκ τοῦ φόβου ὑπὸ τοῦ Θεοῦ ὁ δίκαιος, ζητῶ, μήποτε ὁ μὲν σταυρούμενος φοβεῖται καθηλούμενος ἐκ τοῦ φόβου, ἵνα νεκρώσῃ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς· ἡνίκα δ’ ἂν ἔλθῃ ἡ τελεία ἀγάπη, καθαιρεῖται ἀπὸ τοῦ σταυροῦ, θάπτεται, ἐκ νεκρῶν ἐγείρεται, ἱν’ ἐν καινότητι ζωῆς περιπατήσῃ, οὐκέτι κατὰ φόβον, ἀλλὰ κατὰ τὴν ἀγάπην τὴν ἐν Χριστῷ Ἰησοῦ. Ἐποίησα κρίμα καὶ δικαιοσύνην· μὴ παραδῷς με τοῖς ἀδικοῦσί με, κ. τ. ἑ. Πῶς οὖν Ἰὼβ ποιήσας κρίμα καὶ δικαιοσύνην, ὡς αὐτὸς ὁ Κύριος ἐμαρτύρησε, παρεδόθη τοῖς ἀδικοῦσιν αὐτόν; Ἢ τὴν ψυχὴν αὐτοῖς οὐ βούλεται παραδίδοσθαι· σώματος γὰρ καὶ κτημάτων ὁ δίκαιος οἶδεν καταφρονεῖν. Δοῦλός σου εἰμὶ ἐγώ· συνέτισόν με καὶ γνώσομαι τὰ μαρτύριά σου, κ. τ. ἑ.
PG 12:1606Οὐδεὶς δοῦλος τῆς ἁμαρτίας δοῦλός ἐστι τοῦ Θεοῦ· ὁ οὖν δουλεύων ἐν πάσῃ πράξει καὶ διανοήσει, ποιῶν πάντα κατὰ τὸν λόγον αὐτοῦ, οὗτος λεγέτω· Δοῦλός σου εἰμὶ ἐγώ. Τοιοῦτος ὢν ὁ Προφήτης, ἀξιοῖ μισθὸν λαβεῖν τῆς δουλείας τό· Συνέτισόν με. Ἔστι γὰρ σύνεσις διδομένη ἀπὸ Θεοῦ, ἣ ἀπόκειται παρὰ τῷ Θεῷ ὡς ἐν θησαυροφυλακίῳ. Πνεῦμα γὰρ, φησὶ, σοφίας καὶ συνέσεως, καὶ τὰ ἑξῆς τῶν ἀγαθῶν χαρίσματα ἀναπαύσεται ἐπ’ αὐτόν. Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ, διεσκέδασαν τὸν νόμον σου, κ. τ. ἑ. Καιρός ἐστι χρόνος κατορθώσεως τῷ Κυρίῳ, τοῦ ποιῆσαι ἐκδίκησιν δηλονότι. Κατέλυσαν, ἠθέτησαν τὸν νόμον σου οἱ παράνομοι. Σύμμαχος· Καιρὸς πρᾶξαι τῷ Κυρίῳ, ὅτι σκεδαννύουσι τὸν νόμον σου. Ἀκύλας· Ἠκύρωσαν. Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα, κ. τ. ἑ. Ὁ μὴ πάσας τὰς ἐντολὰς κατορθώσας οὐδὲ πᾶσαν ὁδὸν ἄδικον ἐμίσησεν. Εἰ δὲ ὁ φοβούμενος τὸν Κύριον μισεῖ ἀδικίαν, οὗτος δὲ οὐκ ἐμίσησεν, οὐ φοβεῖται τὸν Κύριον.
PG 12:1607Ὁ δὲ μὴ φοβούμενος οὐ μακάριος, εἴπερ, Μακάριος ὁ φοβούμενος τὸν Κύριον. Ὁ τὰς ἐντολὰς τοῦ Θεοῦ ἀγαπῶν μισεῖ πᾶσαν κακίαν, ὡς ἀντικειμένην αὐταῖς. Ἀσύμβατον γὰρ ἀρετὴ καὶ κακία, φῶς καὶ σκότος, ὑγεία καὶ νόσος. Θαυμαστὰ τὰ μαρτύριά σου, διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου, κ. τ. ἑ. Ἐπεὶ μεγάλα ὄντα καὶ πολὺν ἔχοντα νοῦν τὰ μαρτύριά σου, θαυμαστά ἐστι, τούτου χάριν οὐχ ὡς ἔτυχεν αὐτοῖς προσέχω, ἀλλ’ ἐπιτεταμένως ἐξερευνᾷ αὐτὰ ἡ ψυχή μου· ἔχων γὰρ τὴν αὐτῶν θεωρίαν, ὁρῶ ἐμαυτὸν πολὺ τῆς ἐπιστήμης αὐτῶν ἀπολειπόμενον, καὶ δεύτερον αὐτοῖς ἐπιβάλλω· εἶτα πάλιν ὁρῶν, ὅτι μόγις ἐν εἰσαγωγῇ αὐτῶν ὑπάρχω, ἐπιτείνω τοίνυν ἐγχωροῦσάν μοι ἔρευναν, ἕως οὗ τὴν ἀκραιφνεστάτην τῆς ἐπιστήμης αὐτῶν ἕξω ἀλήθειαν. Τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν, κ. τ. ἑ. Ὁ ἀνοίξας διὰ τῆς πρακτικῆς τὴν καρδίαν, ἕλκει τὸ ἅγιον Πνεῦμα τὸ ἀποκαλύπτον αὐτῷ τὰ μυστήρια τοῦ Θεοῦ. Τὸ στόμα τῆς ψυχῆς μου ἐστὶν ἡ διάνοια. Τοῦτο οὖν κλείσας τοῖς πονηροῖς λογισμοῖς, ἤνοιξα τοῖς ἀγαθοῖς, καὶ εἵλκυσα Πνεῦμα συνέσεως, χάριτος, καὶ σοφίας. Τοῦ αὐτοῦ.
PG 12:1608Μισθὸς ἄρα τῆς χορηγίας τοῦ Πνεύματος ἡ φράσις τῶν ἐντολῶν τοῦ Θεοῦ καὶ ἡ κατόρθωσις, ὥστε ἀνοῖξαι μόνον ἡμᾶς τὸ στόμα, καὶ παραχρῆμα Πνεῦμα ἐξ οὐρανῶν ἕλκειν. Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία, κ. τ. ἑ. Τοῦ μὲν κατὰ διάνοιαν ἁμαρτάνοντος κυριεύειν λέγεται ἡ ἀνομία· τοῦ δὲ κατ’ ἐνέργειαν παρανομοῦντος, κατακυριεύειν. Ἢ τάχα τῶν μὲν ὀλίγα ἁμαρτανόντων κυριεύει ἡ ἀνομία, τῶν δὲ πλείονα κατακυριεύει. Διεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξα τὸν νόμον σου, κ. τ. ἑ. Τοὺς κατὰ διάνοιαν πειρασμοὺς νῦν τροπικῶς ὕδατα ὀνομάζει, ὧν ἡμᾶς ἀποτρέπει Σολομὼν, λέγων· Ἀπὸ ὕδατος ἀλλοτρίου ἀπόσχου, καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς. Τοῦ αὐτοῦ. Οἱ ἡμέτεροι ὀφθαλμοὶ εἰς διεξόδους ὑδάτων καταδύνουσι τὰ τοῦ βίου πράγματα ἄστατα, οἷς ἐστι χρεία λοιπὸν ἐκεῖθεν ἀναχθῆναι καὶ διαβλέψαι, ὥστε τὰ ἑστηκότα τοῦ μέλλοντος αἰῶνος διαθρεῖν λοιπόν. Τοῦ αὐτοῦ. Ὁ Σύμμαχος οὕτω· Διαιρέσεις ὑδάτων κατέδυναν οἱ ὀφθαλμοί μου περὶ τῶν μὴ φυλαςσόντων τὸν νόμον σου. Ἐξέτηξέ με ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου, κ.
PG 12:1609τ. ἑ. Οἷον ζῆλον ἀνελάμβανον, εἴποτε ἑώρων τινὰ ἐπιλελησμένον τῶν σῶν λόγων; Οὐχ ἁπλῶς ζῆλον, ἀλλὰ διάπτοντά τε καὶ ἔνθερμον, καὶ αὐτόχρημα καῦσιν, εἰ ἐθεώρουν τινὰς ἐπιλανθανομένους σου τῶν λόγων. Περὶ τούτου τοῦ ζήλου ἐμνήσθησαν οἱ μαθηταὶ ἐκ προσώπου τοῦ Κυρίου ἐν ψαλμῷ εἰρημένου, ὅτι Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με. Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτὸ, κ. τ. ἑ. Ἄδολος, φησὶν, ὁ τοῦ Θεοῦ νόμος, ὡς αὐτῷ πεπυρωμένος τῷ πνεύματι· διόπερ οὐ κολακείαν, οὐκ εἰρωνείαν κέκτηται, ἀλλὰ φανερῶς τοὺς ἁμαρτάνοντας ἐλέγχει, τοὺς ἀμελοῦντας στύφει. Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Τοῦτον τοίνυν, εἴπερ ἐσμὲν δοῦλοι τοῦ Θεοῦ, καὶ ἡμεῖς ἀγαπήσωμεν, μηδαμῶς αὐτὸν κυβεύοντες μηδὲ δολοῦντες (ὅπερ πᾶς ὁ Παῦλος ᾐνίξατο), καθαρὸν δὲ προφέροντες, καθάπερ ἐκ τῆς τοῦ Πνεύματος χωνείας ἐδεξάμεθα. Τοῦ αὐτοῦ.
PG 12:1610Τὸ πεπυρωμένον λόγιον τοῦ Θεοῦ κατακαίει ξύλα, χόρτον, καλάμην, τὰς μοχθηρὰς ἕξεις ἀναλίσκον. Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια, κ. τ. ἑ. Ἡ παρὰ ἀνθρώποις δικαιοσύνη πρὸς ὀλίγον ψηφίζεται. Δικαιοσύνη αἰώνιος δικαιοσύνη κυρίως· ὃν ἂν δικαιοῖς, αἰωνίως καὶ δικαίως βεβαιοῖς. Ἡ δὲ τῶν ἀνθρώπων οὐ τοιαύτη· πρόσκαιρός τε γὰρ καὶ σφαλλομένη τὰ πολλά. Καὶ ὁ νόμος σου αὐτὸ χρῆμα ἀληθείας, σφόδρα ἀληθεύων ἐν πᾶσι. Νοεῖται δὲ ἀλήθεια καὶ ἡ ὀρθότης κατὰ τό· Δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου. Θλίψεις καὶ ἀνάγκαι εὕροσάν με, αἱ ἐντολαί σου μελέτη μου, κ. τ. ἑ. Ὥσπερ ἐκζητουσῶν ἡμᾶς τῶν θλίψεων καὶ τῶν ἀναγκῶν, λέγει τὸ, Εὕροσάν με. Ἢ τάχα θλίψεις οἱ θλίβοντες λέγονται, καὶ ἀνάγκαι οἱ τὰς ἀνάγκας ἐπάγοντες· ἔθος γὰρ ἔχει ἡ Γραφὴ τὰς ἕξεις ἀντὶ τῶν ἐχόντων αὐτὰς ὀνομάζειν. Οὕτω γὰρ παρὰ Παύλῳ· Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει· καὶ παρὰ Σολομῶντι· Ἡ κακὴ βουλὴ ἀπέλιπε τὴν διδασκαλίαν τὴν ἐκ νεότητος, καὶ τῆς θείας ἐπελάθετο διαθήκης. Ποιεῖ δὲ πολλάκις καὶ τὸ ἀνάπαλιν ἡ Γραφὴ, καὶ τὸν πεφυκότα δέχεσθαι τὴν ἀρετὴν ἀντὶ τῆς ἀρετῆς ὀνομάζει.
PG 12:1611Ἐν γὰρ ταῖς Παροιμίαις φησίν· Οἱ ἀπαίδευτοι ἐμίσησαν σοφίαν, ἀντὶ τοῦ ἀρετήν. Καὶ ὁ Παῦλος· Μὴ μετατίθεσθε ἀπὸ τοῦ νοὸς ἡμῶν, τουτέστιν ἀπὸ τῆς τοιᾶσδε γνώμης. Ἐν ταῖς θλίψεσιν αἱ ἐντολαί σου μελέτῃ μου ἦσαν παρηγοροῦσαι καὶ τὸ ἄλγος ἐπικουφίζουσαι. Ταῦτα γὰρ συνέζευκται τοῖς ἐργάταις τῆς ἀρετῆς· ἐκ γὰρ τῆς τούτων διδασκαλίας τὴν ἀνδρίαν μανθάνω, καὶ φέρω γενναίως τὰ λυπηρά. Οὕτω καὶ Σύμμαχος ἡρμήνευσεν· Θλίψεις καὶ κακώσεις κατέλαβόν με, αἱ δὲ ἐντολαί σου ἔτερπόν με. Ὁ δὲ Ἀκύλας οὕτω· Θλιμμὸς καὶ συνοχὴ εὗρόν με· αἱ ἐντολαί σου ἀπόλαυσίς μου. Δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα· συνέτισόν με, καὶ ζήσομαι, κ. τ. ἑ. Ἡ σύνεσις προτέρα ἐστὶ τῆς γνώσεως, ὡς εἶναι τὸν γνωστικὸν καὶ συνετόν· τὸν δὲ συνετὸν οὐ πάντως καὶ γνωστικόν. Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου, ἐπάκουσόν μου, Κύριε, τὰ δικαιώματά σου ἐκζητήσω, κ. τ. ἑ. Ἐξ ὅλης καρδίας ἀγαπῶν τὸν Θεὸν, οὗτος ἐν ὅλῃ κράζει καρδίᾳ. Τοῦ αὐτοῦ. Οὐχ ἡ κραυγὴ μεγάλη ἐστὶ φωνὴ, ἀλλὰ τὸ μέγεθος τῶν σημαινομένων ὑπ’ αὐτῆς τῷ Θεῷ. Ὁ γὰρ δίκαιος μεγάλην ἀποτελεῖ πρὸς τὸν Θεὸν φωνὴν, αἰτῶν ἐπουράνια καὶ μεγάλα.
PG 12:1612Οὕτω καὶ ὁ δίκαιος Ἄβελ ἀποθανὼν λαλεῖ· Φωνὴ γὰρ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρὸς μὲ ἐκ τῆς γῆς· ἵνα δηλωθῇ, ὅτι δίκαιος πρὸς τὸν Θεὸν μεγάλῃ κέκραγε φωνῇ. Καὶ τῷ Μωσῇ καταδιωκομένῳ ὑπὸ τῶν Αἰγυπτίων λέγει· Τί βοᾷς πρὸς μέ; Προέφθασα ἐν ἀωρίᾳ, καὶ ἐξέκραξα· εἰς τοὺς λόγους σου ἐπήλπισα, κ. τ. ἑ. Ἀωρία ἐστὶ νοητὴ διάθεσις ἕξεως ἐπὶ τὴν γνῶσιν σπουδάζουσα. Προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ· ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν, κ. τ. ἑ. Διδασκόμεθα ἀπὸ τοῦ λεγομένου εἰδέναι τί πάσχει ὁ καταδιώκων τὸν δίκαιον· ὅσῳ γὰρ ἐγγίζει εἰς τὸ διώκειν τὸν δίκαιον, τοσούτῳ μακρὰν γίνεται τοῦ νόμου τοῦ Θεοῦ. Ὅσον δὲ ἀπὸ τοῦ νόμου, μακρύνεται καὶ ἀπὸ τῆς ζωῆς, ὅτι αὐτὴ ζωὴ ἡμῶν. Ἐγγὺς εἶ σὺ, Κύριε, καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια, κ. τ. ἑ. Αὐτὸς μὲν οὖν ἐγγίζει οὕτως· ἀλλ’ ἐὰν μὴ καὶ ἡμεῖς ἐνεργήσωμεν αὐτοῦ ἐγγίζοντος τὸ ἐγγίζειν αὐτῷ, οὐκ ἀπολαύσομεν τῆς ἐγγύτητος αὐτοῦ. Διὰ τοῦτο πόῤῥω εἰσὶν οἱ ἁμαρτωλοὶ τοῦ Θεοῦ. Ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται. Ὁ δὲ δίκαιος ἐνεργεῖ τὸ ἐγγίζειν τῷ Θεῷ. Τοῦ αὐτοῦ. Ἐγγύς ἐστιν ἡ δικαιοσύνη τοῦ πεφυκότος δικαιοπραγεῖν·
PG 12:1613πολλῷ δὲ πλέον ἐστὶν ἐγγύτερον τῶν κατ’ ἐνέργειαν κτησαμένων δικαιοσύνην καὶ γνῶσιν. Κατ’ ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυριῶν σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτὰ, κ. τ. ἑ. Ἡ γνῶσίς μοι ἀρχῆθεν ἀρξαμένῳ τοῦ θεοσεβεῖν ἐλήλυθεν ἀπὸ τῶν σῶν μαρτυρίων· συνεργούμενος γὰρ ἀπὸ τοῦ νενοηκέναι τὰ μαρτύρια τὰ παραδεδομένα, οὕτως ἐφωτιζόμην, καὶ ἠκοντιζόμην ἐπὶ τὴν γνῶσιν, καὶ ἔγνων, ὅτι τὰ μαρτύρια εἰς τὸν αἰῶνα ἐθεμελίωσας. Εἰ δὲ ἐθεμελίωσεν ὁ Θεὸς τὰ μαρτύρια, οὐδέπω λήγει εἰς τὸ θεμελιοῦσθαι, ἀλλὰ ζῇ τὸ θεμελιούμενον καὶ οἰκοδομούμενον. Τί δὲ ἐποικοδομεῖ; προστάγματα, ἐντολὰς, δικαιώματα, κρίματα, σοφίαν, γνῶσιν· καὶ οὕτως ἀπαρτίζει τὴν οἰκοδομὴν ἐν πᾶσιν ἀγαθοῖς ἔργοις, λόγοις σοφίας, ἐπιστήμης γνώσει· ἅτινα ἐὰν κατὰ τὴν θεμελίωσιν τεθῇ, ἔχει τις ἑαυτοῦ οἰκοδόμημα τέλειον, ἄξιον τοῦ ἐνοικῆσαι ἐν αὐτῷ τὸν Θεὸν καὶ ἐμπεριπατῆσαι. Ἴδε τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με, ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην, κ. τ. ἑ. Μακάριον ἐνώπιον τοῦ Θεοῦ ταπεινοῦσθαι· φησὶ γὰρ Ἰάκωβος·
PG 12:1614Ταπεινώθητε ἐνώπιον Κυρίου, καὶ ὑψώσει ὑμᾶς. Ὅταν τοίνυν οὕτως ταπεινωθῶμεν, κἂν ὑπὸ δαιμόνων ἐπιβουλευθῶμεν, κἂν ὑπὸ ἀνθρώπων μισούντων τὰς ἀρετὰς πολεμηθῶμεν, ἔχομεν τὸν Θεὸν ἐξαιρούμενον, μόνον ἵνα τοῦ νόμου αὐτοῦ μὴ ἐπιλαθώμεθα, μηδὲ ἀποκάμωμεν ἐν ταῖς θλίψεσι. Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν, κ. τ. ἑ. Εἰ ἡ σωτηρία ἐστὶ τῆς λογικῆς φύσεως ἡ γνῶσις τοῦ Θεοῦ, αὕτη δὲ καθαραῖς ψυχαῖς ἐγγίνεται, καλῶς λέγεται τὸ, Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία· εἰς γὰρ κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία. Οὗ γὰρ ἐγγὺς ἡ κρίσις, ἐγγὺς καὶ ἡ σωτηρία· καὶ οὗ μακρὰν ἡ σωτηρία, καὶ ἡ κρίσις μακράν. Διὰ τί; Ἐπειδὴ τὰ δικαιώματά σου οὐκ ἐξεζήτησεν. Οὐ γὰρ ἡ σωτηρία σου φεύγει ἡμᾶς, ἀλλ’ ἡμεῖς αὐτήν· Ἦλθε γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου, ἡ σωτηρία, ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός. Οἱ οἰκτιρμοί σου πολλοὶ, Κύριε· κατὰ τὸ κρῖμά σου ζῆσόν με, κ. τ. ἑ. Ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ, ἔλεος δὲ Κυρίου ἐπὶ πᾶσαν σάρκα· καὶ ὁ δικαιότατος γὰρ ἄνθρωπος ὡς πρὸς τὴν ἀκριβῆ τοῦ Θεοῦ κρίσιν ἐλέου δεῖται Θεοῦ·
PG 12:1615ὅπου γε καὶ αὐτὸ τὸ δοκεῖν γεγονέναι δίκαιον, ἐλέῳ γίνεται τοῦ Θεοῦ. Τί γὰρ ἄξιόν τις πεποίηκεν αἰωνίου μακαριότητος; οὐδὲν δὲ ἀκρίτως ὁ Θεὸς ποιεῖ, οὐδὲ ζωοποιεῖ. Οἱ οἰκτιρμοὶ δὲ πολλοὶ, πολλῶν ὄντων, ἐφ’ οὓς γίνονται. Πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντες· ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα, κ. τ. ἑ. Μακάριοι, φησὶν, οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Τοῦ αὐτοῦ. Τὸ πλῆθος ἐχθροὺς ὁρατοὺς καὶ ἀοράτους αἰνίττεται, ὧν οἱ διωγμοὶ καὶ αἱ θλίψεις διάφοροι. Οἱ μὲν γὰρ φιλίαν ὑποκρινόμενοι τὰς ἡδονὰς ὑποβάλλουσιν· οἱ δὲ τὴν ἔχθραν γυμνώσαντες πᾶν εἶδος πειρασμῶν ὑποφέρουσιν. Ἀλλ’ ἡμεῖς ἐκ τῶν μαρτυρίων τοῦ Θεοῦ μὴ ἐκκλίνωμεν, ἐν οἷς ἡμῖν διεμαρτύρατο· Ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰςελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Εἶδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο, κ. τ. ἑ. Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με. Ἴδε, ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με, κ. τ. ἑ. Καὶ ἐπὶ τοῦτο προκαλεῖται τὸν Θεὸν, καί φησι πρὸς αὐτόν· Καλῶ σου τὸ πρόσωπον.
PG 12:1616Θαῤῥῶ γὰρ, ὅτι τὸ πρόσωπόν σου κλίνων πρὸς μὲ, ἵνα με κατανοήσῃς, ὄψει τίνα τρόπον τὰς ἐντολάς σου τετήρηκα· τοὺς γὰρ τύπους τῶν ἀγαθῶν ἔργων εὑρήσεις ἐν ἐμοί. Ἄρχοντες κατεδίωξάν με δωρεὰν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου, κ. τ. ἑ. Ἄρχοντας λέγει τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου. Ἔρχεται γὰρ, φησὶν, ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν. Κόσμον δὲ λέγει οὐ τὸ ἐξ οὐρανοῦ καὶ γῆς σύστημα, ἀλλὰ τοὺς κοσμικὸν βίον βιοῦντας. Τοῦ αὐτοῦ. Ἔχει μὲν καὶ τὸ ἴδιον τοῦ Δαυὶ̈δ ὁ λόγος, ὅτι, μάτην καὶ κατὰ φθόνον ὑπὸ τοῦ Σαοὺλ διωκόμενος, φόβῳ τῷ πρὸς Θεὸν ἐπέσχε τὸ ἀμύνασθαι. Διήκει δὲ καὶ εἰς τὸ κοινὸν, ὅτι τῶν ἀρχοντικῶν πολεμίων οὐκ ἔστιν ἑτέρως ἀβλαβεῖς ἀπαλλάττεσθαι, μὴ οὐχὶ φόβῳ Θεοῦ φρουρουμένους. Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε· ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου, κ. τ. ἑ. Ὥσπερ ἡ ὀγδόη σύμβολόν ἐστι τοῦ μέλλοντος αἰῶνος, δύναμιν ἀναστάσεως περιέχουσα, οὕτω καὶ ἡ ἑβδόμη σύμβολόν ἐστι τοῦ κόσμου τούτου. Μήποτε οὖν τοὺς περὶ δικαιοκρισίας λόγους τοῦ κόσμου τούτου τοῦ αἰσθητοῦ γινώσκων ὁ Δαυὶ̈δ, ᾔνει τὸν Κύριον. Τοῦ αὐτοῦ.
PG 12:1617Παρ’ ὅλον τὸν βίον αὐτοῦ ὁ δίκαιος φωτιζόμενος ἐν ἡμέρᾳ ἔσται τελείᾳ, οὐ μεσολαμβανομένῃ ὑπὸ νυκτός· καὶ αἰνεῖ τὸν Θεὸν ἑπτάκις ὑπερκόσμιος γεγονὼς, τῷ ἄνω κεχωρηκέναι τοῦ ἓξ ἡμέραις γενομένου κόσμου· ὅτε καὶ ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ γενόμενος, τὸν τῆς δημιουργίας καὶ προνοίας Θεοῦ λόγον θεωρήσας, ἐξομολογεῖται τὰ κρίματα τῆς δικαιοσύνης τοῦ Θεοῦ· καθ’ ἃ κρίματα ἕκαστον πρᾶγμα ποικίλην δημιουργίαν καὶ πρόνοιαν ἔσχεν. Εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον, κ. τ. ἑ. Εἰ οἱ μικροὶ σκανδαλίζονται, οἱ μικροὶ οὐκ ἀγαπῶσι τὸν Κύριον. Ὅστις γὰρ σκανδαλίσῃ, φησὶν, ἕνα τῶν μικρῶν τούτων. Οἱ δὲ ἀγαπῶντες τὸν Κύριον οὐ σκανδαλίζονται. Οἱ μικροὶ οὐκ ἀγαπῶσι τὸν Κύριον· διὸ καὶ ἀγνοοῦσι τοὺς λόγους τῶν γινομένων, ἐφ’ οἷς καὶ σκανδαλίζονται. Εἰρήνη οὐ πρὸς τοὺς ἀοράτους ἐχθροὺς, ἀλλὰ πρὸς τὸν Θεὸν, καὶ οὐκ ἔστιν αὐτοῖς πρόσκομμα. Ἐξομαλίζει γὰρ τούτοις ὁ νόμος τὴν ὁδὸν τῆς ἀρετῆς, πᾶν σκῶλον τῆς ἁμαρτίας ἐξαίρων. Ἢ εἰρήνη καὶ πρὸς τοὺς τῆς αὐτῆς πίστεως, εἰ καὶ ἐκεῖνοι πολλάκις εἰρηνεύειν πρὸς τούτους οὐ βούλονται.
PG 12:1618Προσεδόκων τὸ σωτήριόν σου, Κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα, κ. τ. ἑ. Μακάριος ὁ προςδεχόμενος τοῦ Θεοῦ τὸ σωτήριον, ἀγαπῶν δὲ αὐτοῦ καὶ τὰς ἐντολάς· οὗτος γὰρ εἰς βίον τέλειον εἰς ἀκμὴν προκόπτει μακαριότητος, ἥτις αὐτοῖς τοῖς ἀποστόλοις κεκλήρωτο, πρὸς οὓς ἔλεγεν· Ἔστωσαν αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι, καὶ οἱ λύχνοι καιόμενοι· καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν Κύριον αὐτῶν. Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε, κατὰ τὸ λόγιόν σου συνέτισόν με, κ. τ. ἑ. Κατὰ τὰ πρότερα στοιχεῖα ὥδευε πρὸς τὸν Θεὸν, οὐδέπω ἦν ἐγγὺς αὐτοῦ· ὅτε δὲ ἐπὶ τέλει γεγένηται τοῦ λόγου τοῦ προκειμένου, καὶ κατὰ τὸ τελευταῖον παρ’ Ἑβραίοις στοιχεῖον, τότε εὔχεται ἵνα ἡ εὐχὴ αὐτοῦ ἐγγίσῃ τῷ Θεῷ, καὶ φθάσῃ πρὸς αὐτόν. Περὶ δὲ τοῦ Θεῷ ἐγγίσαι, χρὴ εἰδέναι, ὅτι διαφορὰς εὕρομεν ταύτας. Ὁ μὲν τελειότερος ἐγγίζει τῷ Θεῷ· ὁ δὲ ὑποδεέστερος καὶ ἐγγὺς τούτου, αὐτὸς μὲν οὐκ ἐγγίζει τῷ Θεῷ· εὐχὴν δὲ ἔχει ἐγγίζουσαν αὐτῷ· ὅθεν περὶ Μωϋσέως εὕροις ἂν τό· Ἐγγιεῖ Μωσῆς μόνος πρὸς τὸν Θεὸν, οἱ δὲ λοιποὶ οὐκ ἐγγιοῦσιν· ἐπὶ δὲ τούτου εὐχὴν λέγουσαν Ἐγγισάτω ἡ δέησίς μου, καὶ ἑξῆς.
PG 12:1619Τίς δὲ τούτων ἡ διαφορὰ ἄξιον ἤδη θεωρῆσαι. Ὁ Θεὸς οὐκ ἐν τόπῳ ἐστὶν, ἀλλὰ δύναμίς ἐστιν ἄῤῥητος καὶ ἄφθεγκτος καὶ ἀόρατος. Εἰ δ’ οὐκ ἔστιν ἐν τόπῳ ὁ Θεὸς, ἐγγίζειν δὲ ἔστι ποτὲ τῷ Θεῷ, δηλονότι τῷ ἐν ἡμῖν ἀοράτῳ ἐγγίζομεν αὐτῷ. Τί δὲ ἐν ἡμῖν ἀόρατον; Ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος, ὃν ὠνόμασεν ἡ Γραφὴ ἔσω ἄνθρωπον; Τούτου γοῦν ἐστιν ἐγγίσαι τῷ Θεῷ. Ἔστι δὲ ἐγγίσαι διὰ Ἰησοῦ Χριστοῦ· καὶ μάλιστα ἐὰν νοήσωμεν τὸν Χριστὸν, ὅτι ἐστὶ δικαιοσύνη, ὅτι ἐστὶν ἀλήθεια καὶ σοφία, καὶ ἀνάστασις καὶ φῶς ἀληθινόν. Ἄνευ γὰρ τούτων οὐκ ἔστιν ἐγγίσαι Θεῷ, ἀλλ’ οὐδὲ χωρὶς εἰρήνης, τῆς φρουρούσης τὴν καρδίαν καὶ τὰ νοήματα, ἥτις ἐστὶν ὁ Χριστός. Ὅσῳ δέ τις ἀπολείπεται τούτων, δικαιοσύνης φημὶ καὶ σοφίας, τοσούτῳ μακράν ἐστιν ὁ τοιοῦτος τοῦ Θεοῦ. Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε, κατὰ τὸ λόγιόν σου ῥῦσαί με, κ. τ. ἑ. Παρακαλεῖ τοιαύτην εἶναι τὴν ἀξίωσιν δόκιμον, καὶ βέβαιον, καὶ ἀκατάγνωστον, ὥστε εἰσελθεῖν ἐνώπιον Κυρίου. Γνώσομαι δὲ εἰ εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, εἰ ῥυσθείην ὑπὸ σοῦ κατὰ τὸν λόγον καὶ τὸ ἀξίωμά μου καὶ τὴν σοφίαν σου.
PG 12:1620Ὁ γὰρ ἀνώτερος πάντων παθῶν γεγονὼς, καὶ τῆς ἀχρειούσης μακρὰν ὅτι μάλιστα κακίας χωρήσας, ἐῤῥύσθη ὑπὸ τοῦ Θεοῦ κατὰ τὸ λόγιον αὐτοῦ. Ἀντὶ δὲ τοῦ τὸ ἀξίωμά μου ὁ μὲν Ἀκύλας δέησίς μου, ὁ δὲ Σύμμαχος ἱκεσία μου εἰρήκασι. Δύο δὴ οὖν αἰτεῖ, τὴν σύνεσιν τῶν ἱερῶν λογίων, καὶ τὴν ἀπαλλαγὴν καὶ ἐλευθερίαν τῶν ἐν τῷ βίῳ κακῶν· ὃ δὴ καὶ ἡμῖν ἀναγκαῖον. Ἐξερεύξονται τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου, κ. τ. ἑ. Ἡ ἐρυγὴ ὡς ἐπίπαν γίνεται τοῖς κεκορεσμένοις. Πλησθέντες γὰρ οὕτως ἐρευγόμεθα τὴν ποιότητα τῆς τροφῆς, ἣν εἰλήφαμεν. Οἶδεν οὖν ὁ θεῖος λόγος πνευματικὴν τροφήν· αὐτὸς γὰρ ὁ Λόγος φησὶν ἄρτος εἶναι· Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐξ οὐρανοῦ καταβάς· ὁ φαγὼν τοῦτον τὸν ἄρτον ζήσεται εἰς τὸν αἰῶνα. Καί φησι γὰρ ὁ Λόγος ἔχειν σάρκας ἐν τῷ· Ὁ τρώγων μου τὴν σάρκα, ἔχει ζωὴν ἐν ἑαυτῷ· ἡ γὰρ σάρξ μου ἀληθής ἐστι βρῶσις. Ἐὰν οὖν κορεσθῶμεν τούτου τοῦ ἄρτου, ὅ ἐστι τοῦ Λόγου, ἐρευξόμεθα ὕμνον. Ποτὲ δὲ ἐξερεύξονται καὶ εὐχαί· τὸ γὰρ αὐτὸ γενέσθαι ἐπάναγκες καὶ διὰ τῶν εὐχῶν, ὅταν διδάξῃς με τὰ δικαιώματά σου·
PG 12:1621ἐὰν γὰρ μὴ διδαχθῶ τὰ δικαιώματά σου, τοιαύτην ἐρυγὴν ἐξερεύξασθαι οὐ δύναμαι. Τοῦ αὐτοῦ. Ὥσπερ τῶν εὐθυμούντων ἐστὶ τὸ ψάλλειν [εὐθυμεῖ γάρ τις, φησὶν, ἐν ὑμῖν; ψαλλέτω], οὕτω τὸ ὑμνεῖν τῶν θεωρούντων τοὺς λόγους τῶν δικαιωμάτων ἐστίν. Ἀλλὰ τὸ μὲν ψάλλειν ἀνθρώποις ἁρμόζει, τὸ δὲ ὑμνεῖν ἀγγέλοις, ἢ τοῖς ἀγγελικὸν ἔχουσι βίον· διὸ καὶ οἱ ἀγραυλοῦντες ποιμένες οὐκ ἤκουσαν ἀγγέλων ψαλλόντων, ἀλλ’ ἀνυμνούντων καὶ λεγόντων· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ τὰ ἑξῆς. Ἔστι τοίνυν εὐθυμία ἀπάθεια ψυχῆς ἀπὸ τῶν ἐντολῶν τοῦ Θεοῦ καὶ τῶν ἀληθινῶν δογμάτων προσγινομένη· ὕμνος δέ ἐστι δοξολογία. Ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι, κ. τ. ἑ. Εἰς τὸν μέλλοντα χρόνον ἐνέκλειε τὴν ζωὴν τῆς ψυχῆς· Ἡ γὰρ ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Τότε ὑμνήσει κυρίως τὸν Θεόν. Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην, κ. τ. ἑ. Πρῶτον μὲν τὴν πλανηθεῖσαν ψυχὴν ὡς δικαιοσύνη ἐπιστρέφει ὁ Κύριος, ἔπειτα δὲ καὶ ὡς σοφία, εἴπερ πλάνη ἐστὶ ψυχῆς κακία καὶ ἀγνωσία. ΨΑΛΜΟΣ ΡΙΘ. Ὠδὴ τῶν ἀναβαθμῶν, κ. τ. ἑ.
PG 12:1622Μόνοι οἱ τῷ βίῳ καὶ τῷ λόγῳ ἀναβαίνοντες οἰκεῖοί εἰσι τῶν ἀναβαθμῶν, καὶ τῶν ἐν ταῖς ᾠδαῖς αὐτῶν μυστηρίων. Στοχαζόμεθα τὴν μὲν πρώτην ᾠδὴν τῶν ἀναβαθμῶν λέγεσθαι ἐν τῷ λαῷ, εἴποτε πόλεμος προσεδοκᾶτο· τὴν δὲ δευτέραν, ὁπότε παρεσκευάζοντο, καὶ συμμάχων ἐδέοντο· τὴν δὲ τρίτην, μετὰ τὸ συμβαλόντες τοῖς πολεμίοις ὑπέρτεροί πως αὐτῶν γεγονέναι· τὴν δὲ τετάρτην, ὅτε περὶ τῆς νίκης ἐπὶ τέλει ἤλπιζον· τὴν δὲ πέμπτην, ἐπὶ τῷ κατωρθωκέναι· τὴν δὲ ἕκτην, ἐπανερχόμενοι· τὴν δὲ ἑβδόμην, ἐπανεληλυθότες· τὴν δὲ ὀγδόην, ἐπισκευάζοντες τὸν ναόν· τὴν δὲ ἐννάτην, μετὰ τὸ ἐν εἰρήνῃ γενέσθαι, διαγράφοντες τίς ὁ μακάριος, ἐπὶ τῷ τοὺς οἰκείους ἀπειληφέναι, καὶ εἶναι σὺν αὐτοῖς· τὴν δὲ δεκάτην, ἐν βαθείᾳ τυγχάνοντες εἰρήνῃ, ὅτε φασὶ πολλάκις μὲν πεπολεμῆσθαι, μηδεπώποτε δὲ δεδυνῆσθαι κατ’ αὐτῶν τοὺς πολεμίους· τὴν δὲ ἑνδεκάτην, ἤδη τοῖς θείοις σχολάζοντες καὶ τὰ βάθη αὐτῶν συνιέντες· τὴν δὲ δωδεκάτην, ὡς οὐκ ἐπαιρόμενοι ἐπὶ τοῖς γνωσθεῖσιν· τὴν δὲ τρισκαιδεκάτην, περὶ ἀποκαταστάσεως εὔχονται Χριστοῦ· τὴν δὲ τεσσαρεσκαιδεκάτην, περὶ ἀποκαταστάσεως τῆς Ἐκκλησίας·
PG 12:1623τὴν δὲ πεντεκαιδεκάτην, περὶ τοῦ δεῖν αὐτοὺς, φθάσαντας εἰς τὸν οἶκον τοῦ Θεοῦ, ἑστάναι ἐν αὐτῷ, καὶ εὐλογεῖν αὐτὸν, ἐπαίροντας τὰς χεῖρας εἰς τὰ ἅγια, ἵνα καὶ αὐτοὶ εὐλογηθῶσιν ἀπὸ Κυρίου. Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου, κ. τ. ἑ. Τῶν δι’ ἀρετὴν καὶ γνῶσιν θλιβομένων ἐπακούει Θεὸς ἐν τῇ θλίψει τῆς αἰχμαλωσίας καὶ τῆς ἐκεῖθεν κακοπαθείας. Κραυγὴν δὲ λέγει τὴν ἐπάνοδον ψυχῆς καὶ συντετριμμένης καὶ τεταπεινωμένης πρὸς τὸν δυνάμενον ῥύσασθαι, ἧς εὐθέως ὑπακούει Θεός. Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίας, κ. τ. ἑ. Συνεχῶς ἄνω καὶ κάτω τοῦτο παρακαλεῖ τὸν Θεὸν, τῶν τοιούτων ἐπιβουλῶν ἀπαλλάττεσθαι. Εἰ δὲ τοὺς δολεροὺς δεῖ φεύγειν καὶ ὑπούλους, πολλῷ μᾶλλον τοὺς ἀπατεῶνας, καὶ πονηρὰ δόγματα ἐνιέντας. Μάλιστα δὲ ἄδικα εἴποι τις ἂν χείλη ἐκεῖνα τὰ περὶ τὴν ἀρετὴν βλάπτοντα, τὰ πρὸς κακίαν ἐπάγοντα. Διὰ δὴ τοῦτο καὶ ὁ προφήτης οὗτος καὶ τὴν ψυχὴν αὐτοῦ ἀξιοῖ ῥυσθῆναι. Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς, κ. τ. ἑ.
PG 12:1624Οὐδὲν οὕτως ἁρμόζει πρὸς τὰς ἀντικειμένας δυνάμεις, ὡς τὰ βέλη τοῦ Χριστοῦ τὰ ἀντικείμενα τοῖς πεπυρωμένοις βέλεσι τοῦ πονηροῦ, καὶ οἱ ἄνθρακες οἱ καταναλίσκοντες ξύλα, χόρτον, καλάμην. Εἰ δέ ἐστι βέλος ἀγάπης κατὰ τὴν ἐν τοῖς Ἄσμασι νύμφην· Τετρωμένη γὰρ, φησὶν, ἀγάπῃ ἐγώ· ἔστι βέλος δικαιοσύνης καὶ ἀνδρίας καὶ σωφροσύνης καὶ τῶν λοιπῶν ἀρετῶν, οἷς βέλεσι τιτρωσκόμενοι ὑποκάτω τοῦ Θεοῦ πίπτουσιν οἱ λαοί. Τοῦ αὐτοῦ. Ὁ λέγων· Ἔθηκάς με βέλος ἐκλεκτὸν, οὗτός ἐστιν ἐν πολλοῖς βέλεσι βέλος ἐκλεκτὸν, ὡς ἐν πολλοῖς υἱοῖς καὶ υἱὸς ἐκλελεγμένος. Οὐκ ἂν δὲ φαρέτρα ἦν τῷ Θεῷ δι’ ἒν βέλος, περὶ ἧς φησι· Καὶ τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με. Πάντα οὖν τὰ βέλη τοῦ δυνατοῦ Θεοῦ ἠκονημένα, ἐναντία ὄντα τοῖς βέλεσι τοῦ πονηροῦ. Οἴμοι· ὅτι ἡ παροικία μου ἐμακρύνθη, κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδὰρ, κ. τ. ἑ. Οὐκ ἔστι τοῦ αὐτοῦ λέγειν· Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου· καὶ τό· Οἴμοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη. Ἢ τάχα ἡμέρας ἐκεῖ λέγει ἃς ὁ φόβος τοῦ Κυρίου κατὰ τὸν Σολομῶντα προστίθησι, τὰς ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης γενομένας, ἐν αἷς καὶ Ἀβραὰμ ἀπέθανε πλήρης ἡμερῶν.
PG 12:1625Ἐνταῦθα δὲ πρὸς τὴν αἰσθητὴν δωρεὰν ἀποδύρεται· ἔχει γὰρ καὶ οὗτος ἐπιθυμίαν τοῦ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ μᾶλλον κρείσσονα· τὸ δὲ ἐπιμένειν τῇ σαρκὶ ἀναγκαιότερον διὰ τοὺς ὠφελημένους, εἴπερ ὁ Δαυὶ̈δ κατὰ τὸν Λουκᾶν ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων, ἢ καὶ κατὰ Παῦλον ἰδίᾳ γενεᾷ ὑπερετήσων ἐξαπεστάλη. Τοῦ αὐτοῦ. Κηδὰρ ἑρμηνεύεται σκοτασμός. Κατεσκήνωσα οὖν, φησὶ, μετὰ τῶν σκηνωμάτων τοῦ σκοτασμοῦ, ὅπερ ἐστὶ τοῦ σώματος τοῦ θανάτου, καὶ ἡ ψυχή μου αὕτη, φησὶ, πολλάκις παρῴκησεν. ΨΑΛΜΟΣ ΡΚ. Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου, κ. τ. ἑ. Ἐγὼ μὲν ᾖρα, φησὶ, τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, τοὺς ἁγίους ἀγγέλους, ὡς μέλλων ὑπό τινος αὐτῶν βοηθεῖσθαι· ἦλθε δέ μοι ἡ βοήθεια παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. Οὐ γὰρ ἁπλῶς προσέθηκε, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. Εἰ γὰρ καὶ τὸν οὐρανὸν καὶ τὴν γῆν αὐτὸς, φησὶν, ἐποίησεν, πανταχοῦ δύναται καὶ ἐν ἀλλοτρίᾳ βοηθεῖσθαι, καὶ ἐν βαρβάροις χεῖρα ὀρέξαι. Μὴ δῴης εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξῃ ὁ φυλάσσων σε, κ. τ. ἑ.
PG 12:1626Μὴ περιτραπῇς, φησὶ, μηδὲ σκανδαλισθῇς, καὶ τότε ἕξεις τὸν Θεὸν χεῖρα ὀρέγοντα· ὥστε παρ’ ἡμῶν δεῖ εἶναι τὰς ἀρχὰς, καὶ ὁ Θεὸς τοῦ ὀρέξαι χεῖρα ἕτοιμος. Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα, κ. τ. ἑ. Οὗτος, οἶμαι, ὁ ἥλιος ὃς ἀνατέλλει ἐπὶ τὴν σπαρεῖσαν γῆν καὶ ξηραίνων αὐτὴν, καθ’ ἢν ὁ ἄφρων ὡς σελήνη ἀλλοιοῦται. Κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος, κ. τ. ἑ. Ἔξοδον τὴν ἀπὸ κακίας εἰς ἀρετὴν, εἴσοδον τὴν ἀπὸ τῆς ἀρετῆς εἰς τὴν γνῶσιν τοῦ Θεοῦ. ΨΑΛΜΟΣ ΡΚΑ. Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς οἶκον Κυρίου πορευσόμεθα. Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱερουσαλὴμ, κ. τ. ἑ. Δύνανται οἱ εἰρηκότες τῷ δικαίῳ· Εἰς οἶκον Κυρίου πορευσόμεθα, αὐτοὶ λέγειν καὶ τὸ, Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν, τοῖς εἰρηκόσιν Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ ἀγγέλοις ἁγίοις ἢ ἀνθρώποις, τοῖς διὰ τοῦ βίου καλῶς τὴν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ πορείαν ποιουμένοις. Τοῦ αὐτοῦ.
PG 12:1627Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν· τὸ μέλλον ὡς παρεληλυθὸς λέγεται, ὡς καὶ ἐν τῷ, Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς· καὶ ἐν τῷ, Ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν. Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις, ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτὸ, κ. τ. ἑ. Ὅταν ἡ τῶν πιστευόντων καρδία καὶ ψυχὴ μία ᾖ, καὶ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη, Ἱερουσαλήμ εἰσι, καὶ ὡς πόλις, ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό. Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαὶ, κ. τ. ἑ. Προφητεύει ἐπὶ τῶν μελλουσῶν φυλῶν ἀναβαίνειν ἐπὶ τὴν ἀρετὴν καὶ γνῶσιν τοῦ Θεοῦ· πᾶσαι γὰρ αἱ φυλαὶ τετυχήκασι τῆς ἀρετῆς καὶ τῆς γνώσεως τοῦ Θεοῦ. Ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι, κ. τ. ἑ. Περὶ τῶν θρόνων τούτων καὶ ἐν τῷ Εὐαγγελίῳ εἴρηται τό· Καθήσεσθε ἐπὶ θρόνους δώδεκα, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Περὶ τῶν ἐν τῇ Ἱερουσαλὴμ θρόνων ὁ Ἱερεμίας οὕτως φησί· Καὶ εἶπε Κύριος πρὸς μέ· Ἀπὸ προσώπου τοῦ Βοῤῥᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν· διότι ἰδοὺ ἐγὼ καλῶ πάσας τὰς βασιλείας ἀπὸ Βοῤῥᾶ, λέγει Κύριος·
PG 12:1628καὶ ἥξουσι, καὶ θήσουσιν ἕκαστος τὸν θρόνον αὐτοῦ ἐπὶ τὰ πρόθυρα τῶν πυλῶν Ἱερουσαλὴμ, καὶ ἐπὶ πάντα τὰ τείχη τὰ κύκλῳ αὐτῆς, καὶ ἐπὶ πάσας τὰς πόλεις Ἰούδα. Καὶ λαλήσω μετὰ κρίσεως πρὸς αὐτοὺς περὶ πάσης τῆς κακίας αὐτῶν, ἧς ἐγκατέλιπόν με, καὶ ἔθυσαν θεοῖς ἀλλοτρίοις, καὶ προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. ΨΑΛΜΟΣ ΡΚΒ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ, κ. τ. ἑ. Ὁ Θεὸς ἐν μὲν τοῖς σωματικοῖς οὐρανοῖς ὡς δημιουργὸς κατοικεῖ διὰ τῆς πολυποικίλου σοφίας αὐτοῦ· ἐν δὲ τοῖς νοητοῖς ὡς δικαιοσύνη, καὶ γνώσει, καὶ σοφίᾳ. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρήσαι ἡμᾶς, κ. τ. ἑ. Δοῦλοι κυρίων Πατρὸς καὶ Υἱοῦ πνεῦμα καὶ σῶμα· παιδίσκη δὲ κυρίας τοῦ ἁγίου Πνεύματος ἡ ψυχή. Τὰ δὲ τρία Κύριος ὁ Θεὸς ἡμῶν ἐστιν· οἱ γὰρ τρεῖς τὸ ἕν εἰσιν. Ὀφθαλμοὶ γοῦν δούλων εἰς χεῖρας κυρίων ὁρῶντες, ὅτε διὰ χειρῶν νεύοντες κελεύσουσιν. Ἢ χεῖρες κυρίων μὲν Πατρὸς καὶ Υἱοῦ οἱ ἑκατέρου ἄγγελοι·
PG 12:1629κυρίας δὲ τοῦ ἁγίου Πνεύματος αἱ οἰκεῖαι αὐτοῦ δυνάμεις. Τοῦ αὐτοῦ. Τῶν μὲν ἐχόντων τὸ πνεῦμα τῆς δουλείας εἰς φόβον, οἱ ὀφθαλμοὶ εἰς χεῖρας κυρίων καὶ εἰς χεῖρας κυρίας· τοῦ δὲ τὸ πνεῦμα τῆς υἱοθεσίας ἔχοντος, πρὸς Κύριον τὸν Θεόν. Ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, κ. τ. ἑ. Σύμμαχος οὕτως· Ὅτι πολὺν ἐχορτάσθημεν ἐξευτελισμόν. Τοῦ αὐτοῦ. Τὰ ἐξουδενωμένα τοῦ κόσμου ἐξελέξατο ὁ Θεός· διὸ δεῖ τοὺς ἐξουδενωμένους καθίζειν ἐν τῇ Ἐκκλησίᾳ. Καὶ ἔστι τοῦτο δυνάμενον παραμυθήσασθαι ἐξουδενωμένους. Ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν· τὸ ὄνειδος τοῖς εὐθηνοῦσι καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις, κ. τ. ἑ. Ἰδοὺ οὗτοι ἁμαρτωλοὶ καὶ εὐθηνοῦντες. Ὁ δὲ Σύμμαχος οὕτως· Πολλῶν ἐχορτάσθη ἡ ψυχὴ ἡμῶν, ἐπιλαλούντων τῶν εὐθηνούντων, καὶ ἐξευτελιζόντων τῶν ὑπερηφάνων. Ἀκύλας· Πολλὰ ἐνεπλήσθη ἡ ψυχὴ ἡμῶν τοῦ μυχθισμοῦ τῶν ὀνειδιζόντων, τοῦ ἐξουθενισμοῦ τῶν ὑπερηφάνων. ΨΑΛΜΟΣ ΡΚΓ. Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραὴλ, κ. τ. ἑ. Εἰκὸς τῶν ἱερέων τινὰ ἑστῶτα ἐπί τινος τῶν ἀναβαθμῶν λέγειν ἐλθόντι τῷ λαῷ ἐπὶ τὸν ναὸν ἕωθεν τοιοῦτόν τι·
PG 12:1630Εἰπάτω δὴ Ἰσραὴλ, Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν· εἶτα ποιοῦντα τὸ προσταχθὲν τὸν Ἰσραὴλ ἄρχεσθαι μὲν ἀπὸ τοῦ, Κύριος ἦν ἐν ἡμῖν· συνάπτειν δὲ τὰ ἑξῆς τοῦ ψαλμοῦ. Λεγέτω δὴ τὸ, Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, οὐχ ὁ τυχὼν, ἀλλ’ ὁ ἀληθινὸς Ἰσραὴλ, ᾧ Κύριός ἐστιν εἰπόντι· Ἡμῖν εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ· ὅπερ καὶ Παῦλος εἶπε· Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί· καὶ τό· Ἰσραηλῖταί εἰσι, κἀγώ. Καὶ τοῦτόν γε εἰκὸς ὑπὸ τοῦ λαοῦ λέγεσθαι τὸν ψαλμὸν ἐκ προστάξεως ἱερέως, εἴποτε κινδυνεύσας ὁ λαὸς ἐν πολέμῳ, ἤ τινι ἀπὸ τῶν ἐθνῶν ἐπιβουλῇ διεσώθη, νικήσας τοὺς πολεμίους· μάλιστα εἰ μετά τινος παραδόξου ἐπιφανείας ἀνδραγαθήσαντες ἐπανῄεσαν. Εἰπάτω δὲ ὁ Ἰσραὴλ καὶ τὸ, Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, ὡς ἐν ρκη ψαλμῷ λέγεται. Ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς, κ. τ. ἑ. Τὸν προδότην Ἰούδαν ζῶντα κατέπιον· εἶχε γὰρ πρὸ τῆς παραδόσεως τὴν ζωὴν τὴν εἰποῦσαν· Ἐγώ εἰμι ἡ ζωή· τοὺς δὲ ἀπ’ ἀρχῆς τῇ κακίᾳ ἐντρεφομένους, νεκροὺς καταπίνουσιν. Ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς, κ. τ. ἑ. Ὕδωρ τροπικῶς λέγει τοὺς πειρασμοὺς τοὺς καταποντίζοντας τὴν ψυχήν·
PG 12:1631οἱ δὲ αὐτοὶ πειρασμοὶ καὶ λογισμοὶ καλοῦνται. Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν, κ. τ. ἑ. Χείμαῤῥον δὲ πάλιν λέγει τοὺς λογισμοὺς, διὰ τὸ μὴ χρονίζειν αὐτοὺς, ἀλλὰ ἀθρόως ἐπιπηδᾷν εἰς τὸν νοῦν, καὶ πάλιν ξηραίνεσθαι. Τοῦ αὐτοῦ. Καὶ ἐγένετο ῥῆμα Κυρίου πρὸς Ἠλιού· Πορεύου ἐντεῦθεν κατὰ ἀνατολὰς, καὶ κρύβηθι ἐν τῷ χειμάῤῥῳ Χοῤῥὰθ τῷ ἐπὶ προσώπου τοῦ Ἰορδάνου. Καὶ ἔσται, ἐκ τοῦ χειμάῤῥου πίεσαι ὕδωρ· καὶ τοῖς κόραξιν ἐντελοῦμαι διατρέφειν σε ἐκεῖ. Καὶ ἐποίησεν Ἠλιοὺ κατὰ τὸ ῥῆμα Κυρίου, καὶ ἐκάθισεν ἐν τῷ χειμάῤῥῳ Χοῤῥὰθ ἐπὶ προσώπου τοῦ Ἰορδάνου. Καὶ οἱ κόρακες ἔφερον αὐτῷ ἄρτους τὸ πρωὶ̈ καὶ κρέα τὸ δείλης, καὶ ἐκ τοῦ χειμάῤῥου ἔπινεν ὕδωρ. Καὶ ἐγένετο μεθ’ ἡμέρας, καὶ ἐξηράνθη ὁ χείμαῤῥος, ὅτι οὐκ ἐγένετο ὑετὸς ἐπὶ τῆς γῆς. Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων, κ. τ. ἑ. Ἐῤῥύσθημεν τῶν θηρευτῶν δαιμόνων τῆς παγίδος, συντρίψαντος Χριστοῦ τὸν διάβολον, δόντος τε πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ ὡς πρὸς μόνους αὐτὴν ἰσχύουσαν τοὺς ῥᾳθυμοῦντας·
PG 12:1632Πνεύματος γάρ τε ἐλάβομεν χάριν, καὶ τρεφόμεθα τῷ τοῦ Χριστοῦ αἵματί τε καὶ σώματι. Τοῦ αὐτοῦ. Θηρεύουσιν ἐπὶ ψυχὴν δικαίου αἱ ἀντικείμεναι δυνάμεις, ὧν παγίδες οἱ ὑπ’ αὐτῶν ἐνεργούμενοι, καὶ ἐρεθίζοντες προσκαλούμενοι ἡμᾶς εἰς τὸ ἁμαρτεῖν, καὶ πᾶσα ὕλη ἐπὶ τὸ ἁμαρτάνειν προκαλουμένη. Οὐ πίπτει δὲ στρουθίον εἰς παγίδα ἄνευ τοῦ Πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς. Ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθημεν, κ. τ. ἑ. Ἡ μὲν Παλαιὰ Διαθήκη τὰς κατ’ ἐνέργειαν συντρίβει παγίδας, νομοθετοῦσα τό· Οὐ μοιχεύσεις· ἡ δὲ Καινὴ τὰς κατὰ διάνοιαν φθείρει παγίδας, παραγγέλλουσα τό· Οὐκ ἐπιθυμήσεις. Πλὴν ἐπὶ μὲν τοῦ Ἀβιμέλεχ τῶν Γεραρῶν τὴν κατ’ ἐνέργειαν παγίδα διέφθειρε, μὴ συγχωρήσας τῆς ἀλλοτρίας αὐτὸν ἅψασθαι γυναικός· ἐπὶ δὲ Ἰωσὴφ τὴν κατὰ διάνοιαν. Οὐ γὰρ εἰσάγει ἡ Γραφὴ ἐπιθυμήσαντα τῆς ἀλλοτρίας αὐτὸν γυναικός. Καὶ μακάριος μὲν οὗ συνέτριψε Κύριος τὴν κατ’ ἐνέργειαν παγίδα, μακαριώτερος δὲ οὗ τὴν κατὰ διάνοιαν παγίδα διέφθειρεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. ΨΑΛΜΟΣ ΡΚΔ. Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιὼν, κ. τ. ἑ.
PG 12:1633Οἱ προσερχόμενοι Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, φοροῦσι τὴν εἰκόνα τοῦ ἐπουρανίου, καὶ πεποιθότες ἐπὶ Κύριον γίνονται ὡς ἐκεῖνο τὸ Σιὼν ὄρος. Τοῦ αὐτοῦ. Εἰ ἐκ τοῦ πεποιθέναι ἐπὶ Κύριον γίνεταί τις ὡς ὄρος Σιὼν, ἄλλος ἂν ἐξ ἄλλου τινὸς γένοιτ’ ἂν ὡς ὄρος Χωρὴβ, καὶ ἄλλος ὡς ὄρος Σινά· καὶ ἐκ τῶν ἐναντίων εἴη ἄν τις ὡς ὄρος Αἰγύπτου, καὶ ὄρος Βαβυλῶνος, καὶ τοιούτων τῶν παρὰ τοῖς ἐχθροῖς ὀρῶν. Ἢ ὥσπερ οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος εἰσὶ Σιὼν, οὕτως οἱ ὑποδεέστεροι ὡς τὰ κύκλῳ αὐτῆς ὄρη. Ὄρη κύκλῳ αὐτῆς, καὶ ὁ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ, κ. τ. ἑ. Ὄρη κύκλῳ Ἱερουσαλὴμ δυνάμεις, οἶμαι, θεῖαί εἰσι. Παρεμβάλλει γὰρ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν· κύκλῳ δὲ τοῦ λαοῦ αὐτοῦ αὐτὸς ὁ Κύριος. Ἕτερος οὖν ὁ λαὸς Κυρίου τῶν φοβουμένων τὸν Κύριον· ἄλλο γὰρ, Οἶκος Ἰσραὴλ, εὐλογήσατε τὸν Κύριον· ἄλλο, Οἱ φοβούμενοι τὸν Κύριον, εὐλογήσατε τὸν Κύριον. Ὅτι οὐκ ἀφήσει Κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, κ. τ. ἑ. Ἔργον Κυρίου κύκλῳ ὄντος τοῦ λαοῦ αὐτοῦ τὸ μὴ ἀφιέναι τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον φθάναι τῶν δικαίων.
PG 12:1634Δίκαιος δὲ ὁ λαὸς Κυρίου. Τοῦ αὐτοῦ. Εἰ κλῆρος δικαίων ἐστὶν ἡ γνῶσις τοῦ Θεοῦ, οὐκ ἀφήσει τοὺς δικαίους ἐν ἀγνωσίᾳ, ἵνα μὴ γένηται αὐτοῖς πρόξενος ἀγνωσίας. Ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαις χεῖρας αὐτῶν, κ. τ. ἑ. Τήρει τὸ Ἐκτείνωσιν, ὅτι ἐν ἀνομίᾳ γίνεται. Πλὴν εἰ καθ’ ὑπόθεσιν ἀφεθείη ἡ ῥάβδος ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, ἐκτενοῦσιν οἱ δίκαιοι ἐν ἀνομίᾳ χεῖρας αὐτῶν. Χρησόμεθα δὲ τοῖς ῥητοῖς, ἐὰν ἐν διωγμῷ πολλοὶ τὸν Θεὸν ἀρνῶνται, καὶ τοῖς εἰδώλοις ἐπιθύωσι, λέγοντες, ὅτι, Ἐπεὶ μὴ ἦσαν δίκαιοι οἱ ἀρνούμενοι, ἀφῆκε Κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον αὐτῶν, ὅπως ἐκτείνωσιν ἐν ἀνομίᾳ χεῖρας ἑαυτῶν· Ἀπὸ γὰρ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται. ΨΑΛΜΟΣ ΡΚΕ. Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν, ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι, κ. τ. ἑ. Οἱ ἀπόστολοι ταῦτα προφητεύονται λέξειν περὶ ἑαυτῶν καὶ τῶν ἐν τοῖς ἔθνεσι. Καὶ μετὰ ταῦτα ἀποφαίνεται περὶ σπόρου καὶ θερισμοῦ. Τοῦ αὐτοῦ. Αἰχμαλωσία ἐστὶ φύσεως λογικῆς ἀπὸ ἀρετῆς καὶ γνώσεως ἐπὶ κακίαν καὶ ἀνοησίαν μετάβασις. Τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως, κ. τ. ἑ.
PG 12:1636Τὸ μὲν στόμα ἐπλήσθη χαρᾶς, ἡ δὲ γλῶσσα ἀγαλλιάσεως, ἀφ’ ὧν ῥεῖ χαρὰ καὶ ἀγαλλίασις. Τούτων δὲ γενομένων, οἱ ἀπὸ τῶν ἐθνῶν διδασκόμενοι λέγουσιν· Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετὰ τούτων. Καὶ περὶ ἑαυτῶν δέ φασιν εὐχαριστοῦντες· Ἐμεγάλυνε Κύριος ποιῆσαι μεθ’ ἡμῶν, ἐγενήθημεν εὐφραινόμενοι. Ἐπὶ μὲν τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν· Ἐν δὲ τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν, ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν. Ἐπὰν ποιήσωμεν τὸ, Ἐθέμην τῷ στόματί μου φυλακήν· καὶ τὸ, Στόμα δικαίου μελετᾷ σοφίαν· καὶ τὸ, Ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ· καὶ ὅμοια τῷ, Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι· τότε ἀληθεύοντες φήσομεν καὶ τὸ, Ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν. Τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν· Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετ’ αὐτῶν, κ. τ. ἑ. Μετὰ ταῦτα γὰρ ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν ὡς χειμάῤῥους ἐν τῷ νότῳ, κ. τ. ἑ. Ἀνωτέρω μὲν ὡς ἤδη ἐπιστροφῆς ἀπὸ τῆς αἰχμαλωσίας γενομένης εἴρηνται οἱ δύο στίχοι· νῦν δὲ ὡσεὶ ἐν αἰχμαλωσίᾳ ὢν ταῦτά φησιν ὁ Προφήτης·
PG 12:1637τὸ μὲν πρότερον προφητεύων, οἶμαι, περὶ τῶν ἀποστόλων· τὸ δὲ δεύτερον ἐκ προσώπου λέγων ἐθνῶν. Τῶν γὰρ ἐν τοῖς ἔθνεσίν ἐστι τὰ ἀπὸ τοῦ, Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετὰ τούτων, ἕως τοῦ, Ὡς χειμάῤῥους ἐν τῷ νότῳ. Οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσιν, κ. τ. ἑ. Οἱ μὲν τὴν πρακτικὴν μετὰ πόνου καὶ δακρύων κατεργαζόμενοι ἐν δάκρυσι σπείρουσιν· οἱ δὲ τῆς γνώσεως ἀπόνως μεταλαμβάνοντες ἐν ἀγαλλιάσει θεριοῦσι. ΨΑΛΜΟΣ ΡΚ. Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες· ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάςσων, κ. τ. ἑ. Χρηστέον τῷ ῥητῷ πρὸς τοὺς τῆς ὑπερηφανίας λογισμούς. Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ διὰ συνεργείας τῆς παρ’ αὐτοῦ, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες. Τοῦ αὐτοῦ. Πρῶτον ᾠκοδόμησε Κύριος τὴν πλευρὰν ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ εἰς γυναῖκα· ὃς ἐπεὶ μὴ ᾠκοδόμησε μετὰ τοῦ Κάϊν οἰκοδομοῦντος ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνὼχ πόλιν, εἰς μάτην ἐκοπίασεν ὁ οἰκοδομῶν Κάϊν.
PG 12:1638Ἀλλὰ καὶ οἱ κινήσαντες ἀπ’ ἀνατολῶν, καὶ εἰπόντες, Δεῦτε, οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, μάτην ἐκοπίασαν οἰκοδομοῦντες, ἐπεὶ μὴ συνῳκοδόμει αὐτοῖς Κύριος. Ἐστέναξαν δ’, οἶμαι, Ἑβραῖοι ἐν Αἰγύπτῳ, ὡς μάτην ἐν τῷ οἰκοδομεῖν κοπιῶντες, ἐπεὶ μὴ Κύριος ᾠκοδόμει σὺν αὐτοῖς. Τοῦ αὐτοῦ. Τὸν ἐν Ἱερουσαλὴμ οἶκον οἰκοδομοῦντες μάτην ἐκοπίασαν· διὸ καθῃρέθη· οὐκ ἂν καθῃρέθη, εἰ Κύριος αὐτὸν ᾠκοδομήκει. Τὸν δὲ οἶκον τοῦ Θεοῦ, ὄντα Ἐκκλησίαν αὐτοῦ, οἱ οἰκοδομοῦντες ἀπόστολοι Χριστοῦ, καὶ οἱ τεταγμένοι ὑπ’ αὐτοῦ διδάσκαλοι, οὐ μάτην ἐκοπίασαν· Κύριος γὰρ αὐτὸν ᾠκοδόμησε. Καὶ ἄλλως δὲ οἶκον οἰκοδομοῦσιν οὐ μετὰ Κυρίου οἱ ἑτερόδοξοι, τὴν Ἐκκλησίαν πονηρευομένων· διὸ εἰς μάτην ἐκοπίασαν. Ὁμοίως καὶ Ἰουδαῖοι. Τοῦ αὐτοῦ. Ἐφ’ ὅσον οἶκός ἐστιν ἡ ψυχὴ, ὡς οἰκοδεσπότην ἔχει ἐν ἑαυτῇ τὸν Θεόν· ἐὰν δὲ γένηται ναὸς, ὡς Θεὸν ὑπάρχοντα ἔχει ἐν αὐτῇ τὸν Χριστόν· καὶ διὰ μὲν πρακτικῆς κτᾶται ὡς οἰκοδεσπότην αὐτὸν, διὰ δὲ φυσικῆς θεωρίας ὡς βασιλέα· καὶ πάλιν διὰ θεολογίας ὡς Θεόν. Καὶ τῷ μὲν τρίτῳ ἕπεται ἐξ ἀνάγκης τὰ δύο, ὥσπερ καὶ τῷ δευτέρῳ τὸ πρῶτον·
PG 12:1639τῷ δὲ πρώτῳ νῦν οὐκ ἐξ ἀνάγκης τὸ δεύτερον καὶ τὸ τρίτον. Εἰς μάτην ὑμῖν ἐστι τὸ ὀρθρίζειν· ἐγείρεσθε μετὰ τὸ καθῆσθαι, οἱ ἐσθίοντες ἄρτον ὀδύνης, ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον, κ. τ. ἑ. Ὥσπερ ὁ ὕπνος ἀφίστησιν ἡμᾶς τῶν αἰσθητῶν, οὕτω καὶ ἡ τοῦ Θεοῦ θεωρία τῶν αὐτῶν ἀφίστησι. Τοῦ αὐτοῦ. Ὥσπερ ὑπνοῦντες οὐδ’ αὐτὸ τοῦτο γινώσκομεν, ὅτι ὑπνοῦμεν, οὕτω καὶ θεωροῦντες μηδ’ αὐτὸ τοῦτο γινώσκομεν, ὅτι ἐν θεωρίᾳ γεγόναμεν. Τοῦ αὐτοῦ. Εἰ ἡ πρακτικὴ ἄρτου λόγον ἐπέχει, ὁ δὲ ὕπνος τῆς γνώσεως, καλῶς μετὰ τὴν βρῶσιν τοῦ ἄρτου τῆς ὀδύνης δίδοται ἡμῖν ὁ ὕπνος· μόνη γὰρ ἡ γνῶσις τοῦ Θεοῦ πέφυκε λύειν τὸν κάματον τῆς πρακτικῆς. Τοῦ αὐτοῦ. Εἰ ὁ ὕπνος εἴωθε σῶμα θερμαίνειν, καλῶς ἡ γνῶσις λέγεται ὕπνος· πάντας γὰρ τοὺς κεκτημένους αὐτὴν ποιεῖ τῷ πνεύματι ζέοντας. Τοῦ αὐτοῦ. Ὥσπερ ὁ ὕπνος πέπτων τὰς τροφὰς διὰ τῶν χυμῶν τρέφει τὸ σῶμα, οὕτω καὶ ἡ γνῶσις τρέφει τὴν ψυχὴν, τοὺς τῆς πρακτικῆς αὐτὴν λόγους διδάσκουσα. Ἰδοὺ ἡ κληρονομία Κυρίου, υἱοὶ, ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρὸς, κ. τ. ἑ. Ἡ κληρονομία Κυρίου οὐ θυγατέρες, ἀλλ’ υἱοὶ, οἵτινές εἰσι μισθὸς τοῦ καρποῦ τῆς γαστρός.
PG 12:1640Τοιοῦτοι δὲ οἱ δίκαιοι υἱοί. Διὸ τρὶς ὀφθήσονται τοῦ ἐνιαυτοῦ ἐνώπιον Κυρίου τοῦ Θεοῦ. Οὐδεὶς δὲ ἄδικος υἱὸς μισθός ἐστιν ἢ κληρονομία Κυρίου. ΨΑΛΜΟΣ ΡΚΖ. Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον, οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ, κ. τ. ἑ. Πολλαὶ ὁδοὶ Κυρίου, ἐν αἷς οἱ πορευόμενοι μακάριοι, ἀφ’ ὧν ἔστιν ὁδεῦσαι ἐπὶ τὸν εἰπόντα· Ἐγώ εἰμι ἡ ὁδὸς, ὡς ἀπὸ τῶν πολλῶν μαργαριτῶν ἐπὶ τὸν πολύτιμον ἕνα. Εἰ μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον, οἱ μὴ φοβούμενοι τὸν Κύριον οὐ μακάριοι· ἐπεὶ μὴ οὕτως μακάριοι οἱ ἔξω βαλόντες τὸν φόβον. Οἱ δὲ φοβούμενοι τὸν Κύριον πορεύονται ἐν ταῖς ὁδοῖς αὐτοῦ. Εἰ δέ τις μὴ πορεύεται, οὐ φοβεῖται. Τοῦ αὐτοῦ. Εἰ φόβος Κυρίου προστίθησιν ἡμέρας, μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον. Τοῦ αὐτοῦ. Εἰ ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν Κύριον, μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον. Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι, κ. τ. ἑ. Ὅσῳ πλείους οἱ πόνοι τῶν καρπῶν, τοσούτῳ πλείους αἱ ἐν τῷ μέλλοντι αἰῶνι τροφαί. Πόνους δὲ λέγει τῶν ἐν ταῖς χερσὶ μελῶν, ἃ καρποὶ ὀνομάζονται.
PG 12:1641Ἀγαθοὶ οὖν οἱ πόνοι τῶν καρπῶν καὶ τρόφιμοι, ἀφ’ ὧν ἀναβαίνομεν ἐπὶ τὸν ζῶντα ἄρτον. Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου· οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου, κ. τ. ἑ. Οὐδεὶς ἀλλότριος τοῦ Θεοῦ τούτων τεύξεται· οὐ γάρ ἐστι σωματικὰ, ἀλλὰ πνευματικὰ, περὶ ὧν ταῦτα λέλεκται. Ὅτε ἀμπελῶνες καὶ ἐλαιῶνες εὐλογοῦνται τῶν δικαίων, τροπολογητέον εἰς γυναῖκα καὶ υἱοὺς τὸν λόγον, ἤτοι αὐτολεξεί. Ἢ ὅτι σοφία μὲν ἡ γυνὴ, πράξεις δὲ οἱ υἱοί. Γυνὴ δὲ, ἡ οὖσα μερὶς ἀγαθὴ, ἢ ἡ παρὰ τῷ Σολομῶντι ἀνδρεία, ἄμπελός ἐστιν εὐθηνοῦσα, καὶ μάλιστα ὅτε οἰκουρός ἐστιν ἀγαθή. Ἡ δὲ μὴ τοιαύτη γυνὴ ἐξ ἀμπέλου ἐστὶ Σοδόμων· καὶ λέγοιτο δ’ ἂν πρὸς μεταβάλλουσαν εἰς τὸ χεῖρον γυναῖκα· Πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία; Τοῦ αὐτοῦ. Γυνὴ τοῦ νοῦ ἡ σοφία ἐστίν. Ἐράσθητι γὰρ, φησὶν, αὐτῆς, καὶ τηρήσει σε. Τίμησον αὐτὴν, ἵνα σε περιλάβῃ, καὶ κτήσῃ ἀπ’ αὐτῆς λόγους σοφούς. Εἶπον τὴν σοφίαν ἀδελφὴν σὴν εἶναι· ἀδελφὴν δὲ αὐτὴν ὀνομάζει, διότι καὶ αὐτὴ ἐκ τοῦ Πατρὸς πάντων ἐστί.
PG 12:1642Μνημονευτέον δὲ καὶ τοῦ Ἀβραὰμ πῶς τὴν ἰδίαν γυναῖκα ὠνόμασεν ἀδελφὴν, πάντως τοῦ βουλομένου τὴν σοφίαν εἶναι διδάσκων. Ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον, κ. τ. ἑ. Ὁ λεγόμενος ἄνθρωπος διὰ τὸ φοβεῖσθαι τὸν Κύριον ἀγρὸν ἔχει· ἄμπελον δὲ ἐν τοῖς κλίτεσι τῆς οἰκίας αὐτοῦ τὴν γυναῖκα· νεόφυτα δὲ ἐλαιῶν κύκλῳ τῆς τραπέζης ἑαυτοῦ τοὺς υἱούς. Καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου, κ. τ. ἑ. Καὶ ὁ Σολομών φησιν· Ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν. ΨΑΛΜΟΣ ΡΚΗ. Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, εἰπάτω δὴ Ἰσραὴλ, κ. τ. ἑ. Ὁ ἐκ παίδων ἀγωνιζόμενος ταῦτα ἐρεῖ, καὶ ἐν τῷ πολλάκις πεπολεμῆσθαι νικήσας τοὺς πολεμίους· καὶ ὁ φάσκων· Ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητός μου. Ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν, κ. τ. ἑ. Χρήσιμον εἰς τοῦτο τὸ, Οὐαὶ οἱ ἐπισπώμενοι ἁμαρτίας ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας. Ὅσῳ δέ τις μακρύνει τὴν ἀνομίαν ἑαυτοῦ, τοσούτῳ μακρύνει ἑαυτὸν ἀπὸ τοῦ Θεοῦ. Γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη, κ. τ. ἑ.
PG 12:1643Ἡ διδασκαλία τῶν κατὰ τῆς γνώσεως τοῦ Θεοῦ ἐπαιρομένων ὑψωμάτων χόρτος ἐστὶ δωμάτων, ξηραινόμενος πρὸ τοῦ ἐκσπασθῆναι· μήτε πλήρεις ποιῶν τὰς χεῖρας ἐν πράξεσιν ἀγαθαῖς, μήτε τὸν κόλπον ἐν γνώσει· περὶ ἧς οὐ φασὶν οἱ παράγοντες ὁμοίως τῷ εἰπόντι· Παρελθὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο. ΨΑΛΜΟΣ ΡΚΘ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, κ. τ. ἑ. Οὐκ ἐξ ἐπιπολῆς, ἀλλ’ ἐκ τῶν ἐν ἑαυτῷ βαθέων κέκραγε πρὸς Κύριον. Τὸ δὲ ἐκέκραξά σοι, ἕτερον τυγχάνον τοῦ ἐκέκραξα πρὸς σὲ, δύναται σημαίνειν, ὅτι μεγάλως καὶ μεγάλῃ φωνῇ (νοητῶς δὴ μεγάλῃ) ἐθεολόγησα. Ὁ μὲν οὖν φαῦλος τοῖς χείλεσι τιμᾷ Κύριον, πόῤῥω ἀπέχων ἀπ’ αὐτοῦ τῇ καρδίᾳ· ὁ δὲ μακάριος, τῷ τὸ πνεῦμα κράζειν ἐν τῇ καρδίᾳ αὐτοῦ, ἐκ βαθέων ἐκέκραγε πρὸς τὸν Κύριον. Τοῦ αὐτοῦ. Ὁ τὰ βάθη ἐρευνῶν τοῦ Θεοῦ, οὗτος ἐκ βαθέων κράζει πρὸς Κύριον. Γενηθήτω τὰ ὦτά σου προσέχοντα, κ. τ. ἑ. Τὰ ὦτα Κυρίου καλεῖ τὴν ἐπακουστικὴν εὐχῶν δύναμιν αὐτοῦ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται, κ. τ. ἑ.
PG 12:1644Ἐὰν αἱ κατὰ διάνοιαν ἁμαρτίαι, τὸν νοῦν ἀκάθαρτον ποιοῦσαι, τῆς τοῦ Θεοῦ γνώσεως αὐτὸν ἀφιστῶσιν, οὐδεὶς ἀνθρώπων καταξιωθήσεται γνώσεως. Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν καρδίαν; Ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; Καὶ οὐδεὶς, φησὶ, καθαρὸς ἀπὸ ῥύπου, οὐδ’ ἂν ἐν μιᾷ ὥρᾳ ἡ ζωὴ αὐτοῦ. Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστι, κ. τ. ἑ. Ὁ παρὰ τῷ Κυρίῳ ἱλασμὸς τῶν ἀνομιῶν ὁ Χριστός ἐστιν· Αὐτὸς γὰρ ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, κ. τ. ἑ. Ἡ διὰ τοῦ Θεοῦ ὄνομα ὑπομονὴ κρείττων τῆς δι’ ἄλλο τι. Καὶ εἰς λόγον τοῦ Κυρίου γενομένη ἡ ψυχὴ, ἐπαινετῶς ὑπομένει. Ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου· ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον, κ. τ. ἑ. Ἡ ἐλπὶς ἐκ δοκιμῆς πέφυκε γίνεσθαι, ἡ δὲ δοκιμὴ ἐκ τῆς ὑπομονῆς, ἡ δὲ ὑπομονὴ ἐκ τῆς θλίψεως, ἡ δὲ θλίψις ἐκ τῆς ἐγκρατείας καὶ τῶν πειρασμῶν. Τούτων δὲ αἴτιος ὁ φόβος τοῦ Θεοῦ, ὅστις τῇ ὀρθῇ πίστει συνέζευκται. Πίστις δέ ἐστιν ἡ πρὸς τὰ μὴ κατειλημμένα συγκατάθεσις. Καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ, κ. τ. ἑ.
PG 12:1645Τοτηνικαῦτα ὁ νοῦς ἀπαλλάσσεται τῶν κατὰ διάνοιαν ἁμαρτιῶν ἢ ἀνομιῶν, ὁπηνίκα ἂν γνώσεως καταξιωθῇ· ἡ γὰρ πρακτικὴ οὐ τὰ νοήματα τῆς καρδίας περιαιρεῖ, ἀλλὰ τὰ ἐμπαθῆ νοήματα. ΨΑΛΜΟΣ ΡΛ. Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου, κ. τ. ἑ. Αὗται φωναὶ δικαίου ἐν χαρίσμασι μεγάλοις καὶ θαυμασίοις μὴ τετυφωμένου, μηδὲ ὑπεραιρομένου, μηδὲ φυσιουμένου, ἀλλὰ καὶ ἐν τούτοις ταπεινοφρονοῦντος. Εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψωσα τὴν ψυχήν μου. Ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἀνταποδώσεις ἐπὶ τὴν ψυχήν μου, κ. τ. ἑ. Ὡς ὁ Ἰσαὰκ καὶ ὁ Σαμουὴλ ἀπεγαλακτίσθησαν, οὕτως καὶ οὗτος ἐκείνους καὶ τοὺς ὁμοίους αὐτοῖς μιμησάμενος. Οὐχ ὑψοῦται δὲ ἡ ψυχὴ τοῦ ἀπογαλακτισθέντος τινὸς ὑψοῦντος αὐτὴν, ἀλλ’ ὑψοῦται ἐπὶ τὴν ἑαυτοῦ μητέρα, περὶ ἧς εἴρηται· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν, καὶ τὰ ἑξῆς. Τοῦ αὐτοῦ. Τῇ τοῦ ἀπογεγαλακτισμένου ψυχῇ ἀποδίδωσιν ὁ Κύριος μισθὸν τῆς ἐπὶ τοσοῦτον ἀναβάσεως. Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος, κ. τ. ἑ. Ἐν μὲν τῇ πρὸ ταύτης ᾠδῇ λέλεκται·
PG 12:1646Ἀπὸ φυλακῆς πρωί̈ας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον· ἐν δὲ ταύτῃ καὶ ἕως πότε; Διὰ τὸ ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Μετ’ ἐκεῖνον γάρ τις ἀπολαύει τὰ ἐλπιζόμενα. ΨΑΛΜΟΣ ΡΛΑ. Μνήσθητι, Κύριε, τοῦ Δαυὶ̈δ, καὶ πάσης τῆς πραότητος αὐτοῦ, κ. τ. ἑ. Ἐκείνου μνημονεύει ὁ Κύριος τοῦ ἐν ᾧ γίνεται, κἀκείνου οὐ μνημονεύει τοῦ ἐν ᾧ οὐ γίνεται. Εἰ δὲ πραότητος μνημονεύει ὁ Κύριος, πολλῆς ἀοργησίας χρεία, ἵνα τις δέξηται τὸν Κύριον. Πραότης γάρ ἐστιν ἀταραξία θυμοῦ κατὰ στέρησιν ἡδονῶν προσγινομένη φθαρτῶν. Τοῦ αὐτοῦ. Ἀντὶ πραότητος Ἀκύλας κακουχίαν ἐξέδωκεν· ὁ δὲ Σύμμαχος κάκωσιν, ἡ δὲ πέμπτη ταπείνωσιν. Ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, κ. τ. ἑ. Τόπος Κυρίου ὁ νοῦς καθαρός. Εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ, κ. τ. ἑ. Περὶ τῆς σοφίας λέγει προφητικῶς, ἥτις ἐστὶν ὁ Χριστός. Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται, κ. τ. ἑ. Ὥσπερ ἐνδύεταί τις δικαιοσύνην, οὕτω καὶ σωφροσύνην καὶ ἀνδρείαν καὶ ἀγάπην καὶ μακροθυμίαν, καὶ τὰς λοιπὰς ἀρετάς. ΨΑΛΜΟΣ ΡΛΒ. Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τὸν Ἀαρὼν, κ. τ. ἑ.
PG 12:1647Μύρον ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον, κεφαλὴ δὲ ὁ νοῦς, πώγων δὲ ὁ λόγος· ἐμπεριέχει δὲ τὴν καρδίαν ὁ λόγος. Πώγων δὲ τοῦ Ἀαρὼν ὁ λόγος ὁ καταφράττων τὰ πάθη, καὶ ἱερουργῶν τῷ Θεῷ τὰς ἀρετάς. Καταβαίνει δὲ ἡ τοῦ Πνεύματος χάρις καὶ ἐπὶ τὴν ὤαν τοῦ ἐνδύματος αὐτοῦ· τουτέστι διαδίδοται διὰ τῆς πρακτικῆς ἀρετῆς καὶ ἐπὶ τῆς ἠθικῆς φιλοσοφίας. Ἡ γὰρ ὤα τοῦ ἐνδύματος, αὐτοῦ ἐστι τὸ πέρας. Ὡς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιὼν, κ. τ. ἑ. Ἐν τῷ Δευτερονομίῳ Μωϋσῆς μὲν τὸ ὄρος τοῦτο ὀνομάζει Ἀερμών· οἱ Φοίνικες δὲ καλοῦσιν αὐτὸ Σανιὼρ, οἱ δὲ Ἀμοῤῥαῖοι Σανείρ. Ἔστι δὲ πέραν τοῦ Ἰορδάνου. Λόγος δὲ τοὺς ἀποστατήσαντας τῶν ἀγγέλων ἐπὶ τοῦτο τὸ ὄρος ἐσκέφθαι περὶ τῆς ἀποστασίας αὐτῶν καὶ συνθήκας πεποιηκέναι. Τοῦ αὐτοῦ. Ὄρη Σιὼν οἱ τὰ ὑψηλὰ σκοπεύοντες ἅγιοι, ἐφ’ οὓς καταβαίνει ἡ δρόσος. Ἀερμὼν δὲ ἑρμηνεύεται ἀποστροφὴ θηρίων. Φασὶ δὲ καὶ τὸν Ἰορδάνην ποτὲ ἐκεῖ γεννᾶσθαι. Σημαίνει δὲ καὶ τοῦτο τὴν τοῦ ἁγίου βαπτίσματος χάριν· αὕτη γὰρ ἀεὶ καταβαίνει ἐπὶ τοὺς ἁγίους, καὶ δι’ αὐτῆς γίνεται ἡ ἀποστροφὴ τῶν νοητῶν θηρίων. ΨΑΛΜΟΣ ΡΛΓ.
PG 12:1648Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου, οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν, κ. τ. ἑ. Οἱ ἑστῶτες, φησὶν, ἐν οἴκῳ Κυρίου, καὶ μὴ ὡς εἷς τῶν ἀρχόντων πίπτοντες, ἀλλὰ καὶ βλέποντες μὴ πέσητε, εὐλογεῖτε τὸν Κύριον. Τοῦ αὐτοῦ. Οἱ μὲν θεωρητικοὶ ἐν οἴκῳ Θεοῦ εἰσιν, οἱ δὲ πρακτικοὶ ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. Ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια, καὶ εὐλογεῖτε τὸν Κύριον, κ. τ. ἑ. Ἀντὶ τοῦ εἰς τὰ ἅγια, ἕτερος ἁγίως, ἕτερος ἡγιασμένως. Διὰ δὲ τοῦ ἐν οἴκῳ Κυρίου ἔδειξεν, ὡς πανταχοῦ μὲν αἴρειν ὁσίους χεῖράς τις οὐ κεκώλυται· οὐχ ἥκιστα δὲ ἐν τοῖς ἀφιερωμένοις τοῦτο προσήκει χωρίοις ποιεῖν. ΨΑΛΜΟΣ ΡΛΔ. Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε, δοῦλοι, Κύριον, οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν, κ. τ. ἑ. Αἰνεῖτε οὐκ ἄλλοι ἢ ἑστῶτες, καὶ οὐκ ἀλλαχοῦ ἢ ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. Σημειώσῃ δὲ, ὅτι οἶκος μὲν Κυρίου λέγεται, αὐλαὶ δὲ τοῦ Θεοῦ ἡμῶν· καὶ ἀνωτέρω μὲν εἰρῆσθαι εὐλογεῖτε, νῦν δὲ αἰνεῖτε· κἀκεῖ μὲν μόνον τὸ, οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ὡς ἐν τῷ Ἑβραϊκῷ·
PG 12:1649νῦν δὲ μετὰ τοῦ, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. Ὅτι ἐγὼ ἔγνωκα, ὅτι μέγας ὁ Κύριος, καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεοὺς, κ. τ. ἑ. Ὁ μὲν Ἰοθώρ φησι· Νῦν ἔγνων, ὅτι μέγας Κύριος παρὰ πάντας τοὺς θεούς· ὁ δὲ Προφήτης· Ὅτι ἐγὼ ἔγνων πρῶτον, ὅτι μέγας ὁ Κύριος, εἶτα, καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς. Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις, καὶ ἐν πάσαις ταῖς ἀβύσσοις, κ. τ. ἑ. Ὅσα ἐποίησεν ὁ Κύριος ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάςσαις καὶ ἐν ταῖς ἀβύσσοις καλά ἐστιν, ἅτε θελήματι γενόμενα Θεοῦ. Εἰ δέ τίς ἐστιν ἐν οὐρανῷ, ὡς τὰ πνευματικὰ τῆς πονηρίας, ἢ ἐν τῇ γῇ, ὡς οἱ ἁμαρτωλοὶ ἄνθρωποι, ἢ ἐν ταῖς θαλάσσαις, ὡς ἡ τοῦ δράκοντος κακία, ἢ ἐν ταῖς ἀβύσσοις, ὡς ἡ πονηρία τῶν προστασσομένων ἐκεῖ ἀπελθεῖν· κακὸν τοῦτο οὐχ ὁ Θεὸς ἐποίησε τῷ θελήματι αὐτοῦ· Ἐκ γὰρ στόματος Ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθόν. Τοῦ αὐτοῦ. Ὥσπερ ὁ οὐρανὸς ἁγίων δυνάμεών ἐστιν οἰκητήριον, οὕτω καὶ ἡ γῆ τῶν ἀνθρώπων.
PG 12:1650Ὁ οὐρανὸς γὰρ, φησὶ, τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων. Καὶ ὥσπερ ἐν ταῖς τροπικῶς λεγομέναις θαλάσσαις οἰκοῦσιν οἱ ἀντικείμενοι ἡμῖν δαίμονες, ἐν αἷς καὶ ὁ δράκων ἐπλάσθη τοῦ ἐμπαίζειν αὐτῷ· οὕτω καὶ ἐν ταῖς ἀλληγορικῶς λεγομέναις ἀβύσσοις οἱ καταχθόνιοι δαίμονες. Ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς· ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν, κ. τ. ἑ. Νεφέλη ἐστὶ φύσις λογικὴ, τοὺς περὶ Προνοίας λόγους πεπιστευμένη· ἀστραπὴ δέ ἐστι διδασκαλία πνευματικὴ, λογικὰς ψυχὰς ἀπὸ κακίας ἐπ’ ἀρετὴν ἐπανάγουσα. Καὶ ἔδωκε τὴν γῆν αὐτῶν κληρονομίαν, κ. τ. ἑ. Εἰ ἡ κληρονομία ἡμῶν γνῶσίς ἐστιν ἡ τοῦ Θεοῦ, πῶς λέγονται κατέχειν ταύτην οἱ ἀντικείμενοι; Καὶ ζητήσεις μήποτε λέγονται κατέχειν, οὐχ ὡς γινώσκοντες, ἀλλ’ ὡς κωλύοντες ἡμᾶς ἐλθεῖν πρὸς αὐτήν. Εὐλογητὸς Κύριος ἐκ Σιὼν ὁ κατοικῶν Ἱερουσαλὴμ, κ. τ. ἑ. Ὁ ἐν καθαρᾷ καρδίᾳ κατοικῶν κατοικεῖ ἐν Ἱερουσαλήμ. Κατοικεῖν δὲ αὐτὸν ἐν Ἱερουσαλὴμ ἔφη, οὐ τὴν θείαν φύσιν ἐκεῖ περιγράφων, ἀλλ’ ἐκεῖ τηνικαῦτα τὴν θείαν ἐπιφάνειαν εἰδὼς ἐν τῷ ναῷ τῆς Ἱερουσαλήμ. ΨΑΛΜΟΣ ΡΛΕ.
PG 12:1651Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, κ. τ. ἑ. Οἱ ταλαιπωροῦντες ἐν τῷ αἰῶνι εἰκότως χρῄζουσι καὶ ἐλέους ἐν τῷ αἰῶνι. Ἐξομολογεῖσθε τῷ Θεῷ τῶν θεῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, κ. τ. ἑ. Ἡ ἐξομολόγησις τὴν εὐχαριστίαν καὶ δοξολογίαν σημαίνει· κεῖται δὲ καὶ ἐπὶ τῆς ἐξομολογήσεως τῶν ἁμαρτιῶν, ὡς ἐνταῦθα. Τοῦ αὐτοῦ. Θεὸς θεῶν ἐστιν ἐκείνων τῶν πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, κατὰ τὴν Γραφὴν τὴν λέγουσαν· Ἐγὼ εἶπα· Θεοί ἐστε· καὶ, Ἐγὼ Θεὸς Ἀβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακώβ· δηλαδὴ κατὰ τὴν πολλὴν πρὸς αὐτοὺς ἀγάπην καὶ οἰκείωσιν. Τῶν δὲ δαιμόνων Θεός ἐστι κατὰ τὴν δημιουργίαν. Φησὶ δὲ καὶ ὁ Ἀπόστολος· Εἴπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοὶ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· ἀλλὰ τοὺς λεγομένους μετὰ τὴν Τριάδα θεοὺς μετουσίᾳ θεότητος εἶναι τοιούτους· ὁ δὲ Σωτὴρ οὐ κατὰ μετουσίαν, ἀλλὰ κατ’ οὐσίαν ἐστὶ Θεός. Τὸ δὲ, Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, ἐφυμνίας τρόπῳ ἐπιλέγεται. Ἐπεὶ γὰρ ἀεὶ ἐλεεῖ, εἰκότως οἱ ἐφυμνοῦντες λέγουσιν, Ὅτι εἰς τὸν αἰῶνα, καὶ τὰ ἑξῆς. Τῷ ποιήσαντι θαυμάσια μεγάλα μόνῳ, κ. τ. ἑ.
PG 12:1652Δείκνυσιν αὐτὸν διηνεκῶς εὐεργετοῦντα καὶ θαυματοποιοῦντα. Καὶ δύο ταῦτα αὐτοῦ τίθησι καὶ τρία καὶ τέσσαρα· ὅτι τε ποιεῖ, καὶ ὅτι θαύματα, καὶ ὅτι μεγάλα θαύματα, καὶ ὅτι μόνος ποιεῖ. Ταῦτα δὲ οὐ πρὸς ἀθέτησιν τοῦ παιδὸς, ἀλλὰ πρὸς ἀντιδιαστολὴν εἴρηται τῶν δαιμόνων. Καὶ τίνα ταῦτά ἐστι τὰ θαύματα ἃ μόνος ποιεῖ; Καίτοιγε ἀρχόμενος τοῦ ψαλμοῦ οὐ περὶ δυνάμεως ἔλεγεν, ἀλλὰ περὶ ἀγαθότητος. Πῶς οὖν νῦν εἰς τὸν περὶ δυνάμεως ἐμπίπτει λόγον ἐνταῦθα λοιπόν; Ὅτι οὐχὶ δυνάμεως μόνον, ἀλλὰ καὶ ἀγαθότητος καὶ φιλανθρωπίας ταῦτά ἐστι τὰ θαύματα. Τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων, κ. τ. ἑ. Εἰ τοῦ ὕδατός ἐστι βάσις ἡ γῆ, πῶς ἡ γῆ ἐπὶ τῶν ὑδάτων ἐστερέωται; Πῶς δὲ καὶ ὁ Ἰὼβ ἀληθεύει λέγων, Ὁ κρεμάσας τὴν γῆν ἐπ’ οὐδενός; Καὶ μήποτε ἡ μὲν ὑποκάτω γῆ τῆς ἀβύσσου κρέμαται ἐπ’ οὐδενὸς, ἡ δὲ ἐπάνω γῆ τῆς ἀβύσσου ἐφ’ ἧς καὶ ἡμεῖς κατοικοῦμεν ἐπὶ τῆς ἀβύσσου ἐστερεώθη· ὡς εἶναι τὴν ἄβυσσον ἐν μέσῳ τῆς γῆς περιεχομένην ὡς ἐν ἀγγείῳ. Καὶ ταῦτα μὲν εἴ τις βούλοιτο τῇ ἱστορίᾳ συναγωνίζεσθαι·
PG 12:1653πρὸς δὲ διάνοιαν, Δοξολογήσατε, φησὶ, τὸν στερεώσαντα τὴν φύσιν τὴν λογικὴν ἐπὶ τῆς ἀληθοῦς γνώσεως. Ὅτι δὲ ἐν τοῖς Εὐαγγελίοις ὁ Κύριος γῆν λέγει τὰς λογικὰς ψυχὰς, καὶ ὕδωρ τὴν γνῶσιν, ἐκ τοῦ σπόρου τοῦ πεσόντος εἰς τὴν γῆν τὴν καλὴν ἔστι καταμαθεῖν, καὶ ἐκ τοῦ ῥέοντος ποταμοῦ τῆς κοιλίας τοῦ πεπιστευκότος ὕδατος ζῶντος. Καὶ τὰ ἑξῆς δὲ τοῦ ψαλμοῦ ἀκολουθεῖ τῇ δευτέρᾳ ἐξηγήσει. Ἡ σελήνη καὶ ἀστέρες φωτίζουσι ταύτην τὴν γῆν ἐν ἀγνοίᾳ τέως διάγουσαν καὶ μήπω δυναμένην φωτισθῆναι ὑπὸ τοῦ τῆς δικαιοσύνης ἡλίου· καὶ πάλιν Αἴγυπτος καταλαμβάνεται σύμβολον οὖσα κακίας τῶν κατὰ διάνοιαν πρωτοτόκων φθαρέντων, καὶ κολάζεται Φαραὼ τοῖς πνευματικοῖς ἐναποπνιγόμενος ὕδασι, καὶ ὁ Ἰσραὴλ ὁδεύει τὴν ἔρημον πεινῶν καὶ διψῶν, καὶ πειραζόμενος, ἥτις ἐστὶ σύμβολον τῆς πρακτικῆς, σπεύδων ἐπὶ τὴν γῆν τῆς ἐπαγγελίας, ἥν φασιν εἶναι τὴν γνῶσιν τοῦ Θεοῦ. Καὶ ἐκτινάξαντι Φαραὼ, καὶ τὴν δύναμιν αὐτοῦ εἰς θάλασσαν Ἐρυθρὰν, κ. τ. ἑ. Τὴν εὐκολίαν τοῦ καταποντισμοῦ βουλόμενος δηλῶσαι, τῇ λέξει ταύτῃ ἐχρήσατο. Κοινωνεῖ δὲ καὶ τὸ στρατόπεδον τῆς τιμωρίας καὶ κολάζεται·
PG 12:1654ἐπειδὴ τῶν ἁμαρτημάτων τῶν περὶ τοὺς Ἰουδαίους ἐκοινώνησαν, καὶ τῆς διώξεως μετέσχον. Ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν, κ. τ. ἑ. Ὅταν μὲν ὡς ἀκαθάρτων ἡμῶν μνημονεύει ἡμῶν ὁ Κύριος, κατὰ τὴν ἐπίνοιαν τῆς δικαιοσύνης ἡμῶν μνημονεύει· ὅταν δὲ πάλιν ὡς καθαρῶν, κατὰ τὴν ἐπίνοιαν τῆς σοφίας· πλὴν τοῦτο ἰστέον, ὅτιπερ αὗται αἱ ἐπίνοιαι κατὰ τῆς τῶν γεγονότων θεωρίας κατηγοροῦνται, ἥτις ὡς δημιουργὸν παρίστησι τὸν Χριστόν. Ὁ διδοὺς τροφὴν πάσῃ σαρκὶ, κ. τ. ἑ. Ἡ τρεφομένη σὰρξ παρὰ τοῦ Θεοῦ, αὕτη ὄψεται τὸ σωτήριον τοῦ Θεοῦ. ΨΑΛΜΟΣ ΡΛ. Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιὼν, κ. τ. ἑ. Πολὺς ὁ πόθος τοῖς ἀνδράσι τῆς πόλεως. Τίνος δὲ ἕνεκα παρὰ τοὺς ποταμοὺς ἐκάθηντο; Ὅτι, αἰχμάλωτοι ὄντες καὶ ἐκ πολεμίας εἰλημμένοι χώρας, ἔξω τειχῶν καὶ πόλεων ηὐλίζοντο. Ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν, κ. τ. ἑ. Ὅσαι ψυχαὶ κάθηνται ἐν σκιᾷ καὶ ἀγνωσίᾳ, ἰστέον ὅτι λόγον ἄκαρπον ἔχουσι, τὰ ὄργανα κρεμάσασαι τὰ συντελοῦντα εἰς τὴν πρακτικήν.
PG 12:1655Ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν, καὶ οἱ ἀπαγαγόντες ἡμᾶς· Ὕμνον ᾄσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιὼν, κ. τ. ἑ. Ἔγνων ἐγὼ καὶ δαίμονας ἀναγκάζειν λέγειν ψαλμοὺς καὶ ᾠδὰς πνευματικὰς ἐν αἷς ἐστί τις ἐντολὴ ἣν παρέβημεν, ὡς ἂν ἀκούοντες καταγελῶσιν ἡμῶν ὡς λεγόντων καὶ μὴ ποιούντων. Μνήσθητι, Κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἱερουσαλὴμ, τῶν λεγόντων· Ἐκκενοῦτε, ἐκκενοῦτε, ἕως τῶν θεμελίων αὐτῆς, κ. τ. ἑ. Τὸ Ἐκκενοῦτε, ἐκκενοῦτε, ἕως οὗ ὁ θεμέλιος ἐν αὐτῇ, ὡς παρὰ τῶν ἐχθρῶν λεγόμενον τέθειται· δηλοῖ δὲ τοὺς παλαίοντας ἡμῖν πειρωμένους τῶν φυσικῶν τῆς ἀρετῆς ἅπτεσθαι σπερμάτων· ἅπερ τροπικῶς ὠνόμασε θεμέλιον, ἀπ’ ἀρχῆς καταβεβλημένον ἐν αὐτῇ τῇ ψυχῇ, δηλονότι ἵνα παντάπασιν ὁ νοῦς, ἐκπεσὼν ἀρετῆς, κατὰ τὴν παροιμίαν περιπατήσῃ γυμνώτερος ὑπέρου, μὴ ἐνδυσάμενος τὸν Χριστὸν μηδὲ ἔχων ἔνδυμα γάμου. Μακάριος ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν, κ. τ. ἑ. Ὅσοι κατὰ τὴν διδασκαλίαν τοῦ Χριστοῦ τὰ φαῦλα νοήματα διαφθείρουσι τῆς ψυχῆς, οὗτοι τὰ νήπια Βαβυλῶνος ἐδαφίζουσι πρὸς τὴν πέτραν. ΨΑΛΜΟΣ ΡΛΗ. Κύριε, ἐδοκίμασάς με, καὶ ἔγνως με, κ. τ. ἑ.
PG 12:1656Καὶ ἐν τοῖς ἑξῆς δὲ ὡς ἀναφαινομένης τῆς καρδίας ἐν τοῖς πειρασμοῖς εἴρηται· Δοκίμασόν με, ὁ Θεὸς, καὶ γνῶθι τὴν καρδίαν μου· ἡ δὲ πέμπτη ἔκδοσις νῦν μὲν, ἐξηρεύνησας, εἶπεν· ἐν δὲ τοῖς ἑξῆς ἐξερεύνησον. Ὡς γὰρ χρυσὸς ἐν χωνευτηρίῳ δοκιμάζεται, οὕτως ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Γέγραπται δὲ ἐν ψαλμῷ· Ἐδοκίμασας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον. Νοήσας τοῦτο, γνώσῃ, ὅτι μόνος ὁ δίκαιος καὶ πᾶς δοκιμασθεὶς γινώσκεται, ὡς ὢν ἐν Χριστῷ ἀπὸ Θεοῦ· ὡς δῆλον καὶ ἐκ τοῦ· Δοκίμασόν με, Κύριε, καὶ γνῶθι τὴν καρδίαν μου. Τοῦ αὐτοῦ. Πάντα προειδὼς ὁ Θεὸς, ὅμως δοκιμάζει, οὐχ ἵνα γνῷ, ἀλλ’ ἵνα τοὺς ὑπομένοντας δοκιμωτέρους ἐργάζηται. Ἵνα δὲ μή τις αὐτὸν ὑπολάβοι δοκιμάζοντα γινώσκειν, ἐπήγαγε τῷ λόγῳ· Σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν. Ὁ γὰρ τοὺς διαλογισμοὺς εἰδὼς καὶ πρὸ τοῦ κινηθῆναι αὐτοὺς, μᾶλλον δὲ πρὸ πολλοῦ χρόνου, πῶς ἂν δεηθείη δοκιμασίας πρὸς ἰδίαν γνῶσιν; Τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου ἐξιχνίασας, κ. τ. ἑ. Τῶν καλῇ τρίβῳ χρωμένων ἐξιχνιάζει ὁ Θεὸς τὴν σχοῖνον, καὶ πάντα τὰ μέτρα τῆς ὁδοῦ τῶν τοιούτων προεῖδεν ὁ Θεός.
PG 12:1657Ὅτι οὐκ ἔστι δόλος ἐν γλώσσῃ μου, κ. τ. ἑ. Οὐκ ἔστι, φησὶ, δόλος ἐν γλώσσῃ μου· ἀντὶ τοῦ, Οὐκ ἔστιν ἐπιπόλαιός μοι λόγος, ἀλλ’ ἐν βάθει καὶ καρδίᾳ. Ἐν στόματι δὲ μωρῶν ἡ καρδία αὐτῶν. Τοῦ αὐτοῦ. Γλῶσσαν τροπικῶς τὴν καρδίαν ὠνόμασεν. Ἰδοὺ, Κύριε, σὺ ἔγνως πάντα τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα, κ. τ. ἑ. Ἐπίσκεψαι διὰ τί τὰ μέσα παρασεσιώπηται· διὰ τὸ τὴν κακίαν εἶναι ἐν τῷ μεταξὺ, οὔτε ἐν τῇ ἀρχῇ, οὔτε ἐν τῷ τέλει ὑπάρχουσαν. Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτὴν, κ. τ. ἑ. Φωνὴ πολλοὺς ὠφελήσαντος διδασκάλου σοφοῦ, τὰ θαυμάσια τῆς γνώσεως μυστήρια οἰκονομήσαντος. Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει, κ. τ. ἑ. Ὡς δυνάμενος πορεύεσθαι καὶ φυγεῖν εἰς οὐρανὸν καὶ εἰς ᾅδην, καὶ ἵπτασθαι εἰς τὰ ἔσχατα τῆς θαλάσσης, ταῦτά φησιν· εἰκὸς δὲ καθ’ ἑαυτὴν γενομένην δύνασθαι τὴν ψυχήν. Συνεξετάσεις δὲ τούτοις τὰ ἐκ τοῦ Δευτερονομίου οὕτως ἔχοντα· Ἡ ἐντολὴ αὕτη οὐχ ὑπέρογκός ἐστιν, οὐδὲ μακρὰν ἀπὸ σοῦ ἐστιν· οὐκ ἐν τῷ οὐρανῷ ἄνω ἐστὶ, λέγων· Τίς ἀναβήσεται ἡμῖν εἰς τὸν οὐρανὸν, καὶ λήψεται αὐτήν;
PG 12:1658Οὐδὲ πέραν τῆς θαλάσσης ἐστὶ, λέγων· Τίς διαπεράσει ἡμῖν εἰς τὸ πέραν τῆς θαλάσσης, καὶ λάβῃ αὐτὴν ἡμῖν, καὶ ἀκούσαντες αὐτὴν ποιήσομεν αὐτήν; Ἔστιν ἐγγύς σου τὸ ῥῆμα σφόδρα, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, καὶ ἐν ταῖς χερσί σου ποιεῖν αὐτό. Συγκρινεῖς δὲ καὶ ἀπὸ Ἀμὼς ταῦτα· Οὐ μὴ διαφύγῃ ἐξ αὐτῶν φεύγων· καὶ οὐ μὴ διασωθῇ ἐξ αὐτῶν ἀνασωζόμενος· ἐὰν κατορυγῶσιν εἰς ᾅδου, ἐκεῖθεν ἡ χείρ μου ἀνασπάσει αὐτούς· καὶ ἐὰν ἀναβῶσιν εἰς τὸν οὐρανὸν, ἐκεῖθεν κατάξω αὐτούς· ἐὰν κρυβῶσιν εἰς τὴν κορυφὴν τοῦ Καρμήλου, ἐκεῖθεν ἐξερευνήσω καὶ λήψομαι αὐτούς· καὶ ἐὰν καταδύσωσιν ἐξ ὀφθαλμῶν μου εἰς τὰ βάθη τῆς θαλάσσης, ἐκεῖ ἐντελοῦμαι τῷ δράκοντι, καὶ δήξεται αὐτούς· καὶ ἐὰν πορευθῶσιν ἐν αἰχμαλωσίᾳ πρὸ προσώπου τῶν ἐχθρῶν αὐτῶν, ἐκεῖθεν ἐντελοῦμαι τῇ ῥομφαίᾳ, καὶ ἀποκτενεῖ αὐτούς. Καὶ εἶπα· Ἄρα σκότος καταπατήσει με, καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου, κ. τ. ἑ.
PG 12:1659Εἰ ἡ ἄγνοια καρδίας σκότος ἐστὶν, [ἐσκοτίσθη γὰρ, φησὶν, ἡ ἀσύνετος αὐτῶν καρδία·] εἰκότως ἄρα ὁ αἴτιος ἡμῖν τοῦ σκότους τούτου γινόμενος, καὶ αὐτὸς ὀνομάζεται σκότος, ὅστις ἡμῶν τὴν ἐν γνώσει τρυφὴν προαιρεῖται σκοτίζειν, τοῦ Θεοῦ μὴ συγχωροῦντος, ἀλλὰ τὸ σκότος φωτίζοντος· Τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ὡς γὰρ τὴν ἄγνοιαν διὰ τῆς κακίας ἐπεκτησάμεθα, οὕτω καὶ τὴν γνῶσιν διὰ τῆς ἀρετῆς προσελάβομεν. Ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου, κ. τ. ἑ. Μακάριος οὗ οἱ νεφροὶ κτῆμα γεγόνασι τοῦ Κυρίου. Οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ ὃ ἐποίησας ἐν κρυφῇ, κ. τ. ἑ. Ὀστοῦν τὴν ψυχὴν ὠνόμασε νῦν, ἣν ἐποίησε μόνος ὁ Θεός. Τὸ ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου, κ. τ. ἑ. Ἀκατέργαστον ψυχὴ ἡ μὴ δι’ ἀρετῆς μορφωθεῖσα καὶ γνώσεως. Καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται, κ. τ. ἑ. Βιβλίον Θεοῦ ἐστιν ἡ θεωρία σωμάτων καὶ ἀσωμάτων, ἐν ᾧ πέφυκε διὰ τῆς γνώσεως γράφεσθαι νοῦς καθαρός. Ἐν δὲ τούτῳ τῷ βιβλίῳ εἰσὶ γεγραμμένοι καὶ οἱ περὶ Προνοίας λόγοι καὶ κρίσεως, δι’ οὗ βιβλίου γινώσκεται ὁ Θεὸς ὡς δημιουργὸς καὶ σοφὸς καὶ προνοητὴς καὶ κριτής·
PG 12:1660καὶ δημιουργὸς μὲν διὰ τὰ γεγονότα ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι· σοφὸς δὲ διὰ τοὺς ἀποκειμένους λόγους αὐτῆς· προνοητὴς δὲ διὰ τὰ συντελοῦντα πρὸς ἀρετὴν ἡμῖν καὶ γνῶσιν· κριτὴς δὲ πάλιν διὰ τὰ διάφορα σώματα τῶν λογικῶν, καὶ τοὺς ποικίλους κόσμους, καὶ τοὺς περιέχοντας τοὺς αἰῶνας. Ἡμέραι πλασθήσονται καὶ οὐθεὶς ἐν αὐτοῖς, κ. τ. ἑ. Ἐν γνώσει πλασθήσονται, καὶ οὐδεὶς ἔσται γνώσεως ἐκτὸς, ὅπως γένηται ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν. Ἐξηγέρθην, καὶ ἔτι εἰμὶ μετὰ σοῦ, κ. τ. ἑ. Ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός· διὸ ἔγερσίς ἐστιν ἡ ἀπὸ κακίας ἐπ’ ἀρετὴν ἐπάνοδος. Τέλειον μῖσος ἐμίσουν αὐτοὺς, κ. τ. ἑ. Εἰ ὁ τέλειος, μισήσας τὸ πονηρὸν, ἀπέχεται πάσης κακίας, ὁ μεταλαμβάνων τῆς οἱασδηποτοῦν κακίας αὐτῶν τελείως οὐ μεμίσηκε τὸ πονηρόν. Δοκίμασόν με, ὁ Θεὸς, καὶ γνῶθι τὴν καρδίαν μου, κ. τ. ἑ. Εἰ ὁ Θεὸς πῦρ καταναλίσκον ἐστὶ, διὰ τῆς ἐπινοίας δηλονότι τοῦ πυρὸς δοκιμάζει τὰς ψυχὰς τῶν ἀνθρώπων. ΨΑΛΜΟΣ ΡΛΘ. Οἵτινες ἐλογίσαντο ἀδικίαν ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους, κ. τ. ἑ.
PG 12:1661Διὰ τῶν λογισμῶν ἡμῖν οἱ δαίμονες παρατάσσονται, ποτὲ μὲν ἐπιθυμίας κινοῦντες, ποτὲ δὲ ὀργὰς, ἄλλοτε πάλιν ἐν ταυτῷ θυμὸν καὶ ἐπιθυμίαν, δι’ ὧν γίνεται ὁ λεγόμενος πεπλεγμένος λογισμός· ἀλλ’ οὗτος ἐν καιρῷ τῆς ἀκηδίας συμβαίνει μόνον, οἱ δ’ ἄλλοι ἐκ διαλείμματος ἐπέρχονται ἀλλήλους διαδεχόμενοι. Τὸν δὲ τῆς ἀκηδίας λογισμὸν κατ’ ἐκείνην τὴν ἡμέραν οὐδεὶς διαδέχεται διαλογισμὸς, πρῶτον μὲν, ὅτι καὶ χρονίζει, ἔπειτα δὲ καὶ σχεδὸν πάντας τοὺς λογιςμοὺς ἔχει ἐν ἑαυτῷ. Ἠκόνησαν τὴν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως, κ. τ. ἑ. Τὸν ὀξύτατον λογισμὸν ἠκονημένον λέγει. Τοιοῦτος δὲ καὶ ὁ πρὸς βλασφημίαν τὸν νοῦν ὑφαρπάζων λογισμός. Οἵτινες διελογίσαντο τοῦ ὑποσκελίσαι τὰ διαβήματά μου, κ. τ. ἑ. Ἀλλὰ καὶ τὰ φαῦλα νοήματα πολλάκις οἱ δαίμονες οὐ γυμνὰ ἀποτίθενται ἡμῖν, ἵνα μὴ ὁ νοῦς ἄντικρυς τὸ ἄλογον αὐτῶν θεασάμενος, τοὺς λογισμοὺς ἀποῤῥίψῃ· ἀλλὰ μετά τινων ἄλλων χρηστοφανῶν νοημάτων τὰ πονηρὰ νοήματα ἐπισπείρουσι· καὶ τοῦτο μόνον ἐπὶ τῶν τελείων ποιοῦσι, τῶν μὴ ἐχόντων πάθη· τοῖς γὰρ ἐμπαθέσι καὶ ἀκαθάρτοις καὶ φανερῶς ἐμβάλλουσι τοὺς λογιςμοὺς, οὓς ἀπώσασθαι ἀδυνατοῦσιν.
PG 12:1662Πεσοῦνται ἐπ’ αὐτοὺς ἄνθρακες πυρὸς, κ. τ. ἑ. Τοῦτο τὸ πῦρ καὶ οἱ ἄνθρακες κατακαίουσι ξύλα, χόρτον, καλάμην, τὰς μοχθηρὰς ἕξεις καταναλίσκοντα. Ἔγνων, ὅτι ποιήσει Κύριος τὴν κρίσιν τοῦ πτωχοῦ, καὶ τὴν δίκην τῶν πενήτων, κ. τ. ἑ. Προφητεία τοῦτο περὶ τῆς μελλούσης κρίσεως, καθ’ ἣν τῶν ἀσεβῶν τῷ πυρὶ παραδιδομένων εἰς ἄνεσιν οἱ δίκαιοι παραληφθήσονται. Ἐντεῦθεν καὶ Σολομὼν ὠφεληθεὶς εἶπεν· Ὅτι πᾶν τὸ ποίημα ὁ Θεὸς ἄξει εἰς κρίσιν. Εἰς χρηστὸν δὲ τέλος κατέληξεν, ἐπεὶ καὶ εἰς τέλος ἐπιγέγραπται, τὴν ἀποκειμένην τοῖς δικαίοις λέγων ἐλπίδα. Κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου. Ἀντὶ δὲ σὺν τῷ προσώπῳ σου ὁ Σύμμαχος παρὰ τῷ προσώπῳ σου λέγει, τὸ κεκαθαρμένῃ διανοίᾳ πρόσωπον πρὸς πρόσωπον ὁρᾷν τοῦ Θεοῦ. ΨΑΛΜΟΣ ΡΜ. Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, κ. τ. ἑ. Τούτου κατευθύνεται ἡ προσευχὴ ὡς θυμίαμα, τοῦ δυναμένου εἰπεῖν· Χριστοῦ εὐωδία ἐσμὲν ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις. Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, κ. τ. ἑ. Οὐδὲν οὕτω φυλάσσει τὴν καρδίαν ἡμῶν ὡς ὁ φόβος τοῦ Θεοῦ, εἴ γε τῷ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ.
PG 12:1663Ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου, κ. τ. ἑ. Ἔλαιον λέγει ἁμαρτωλοῦ τὴν εὐποιίαν, τὴν μὴ διὰ γνῶσιν Θεοῦ γενομένην, ἀλλὰ διὰ δόξαν τὴν παρὰ ἀνθρώπων· τοῦτο γάρ ἐστι καὶ τὸ σαλπίζειν τὸν τὴν ἐλεημοσύνην ποιοῦντα. Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτοῦ ἁμαρτωλοὶ, κ. τ. ἑ. Ἀμφίβληστρόν ἐστι κόλασις ποικίλη ἐκ βυθοῦ κακίας ἀνιμωμένη. Ἀλλὰ τοῦτο τὸ ἀμφίβληστρον τοῦ μέλλοντός ἐστιν αἰῶνος· τοῦ δὲ ἐνεστῶτος αἰῶνός ἐστιν ἀμφίβληστρον διδασκαλία πνευματικὴ, τοὺς ἀποπλανηθέντας ἀπὸ τῆς θεοσεβείας ἐπὶ τὴν ἀρετὴν ἀνάγουσα. ΨΑΛΜΟΣ ΡΜΑ. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην, κ. τ. ἑ. Ὡς φύσιν ἔχει τὸ πῦρ ἀνώφορον, οὕτως ἡ τοῦ δικαίου φωνὴ, τὸ πρὸς Κύριον γίνεσθαι, καὶ οἱονεὶ προκαλεῖσθαι αὐτὸν ἐπὶ τὸ παρέχειν ὧν τις δεῖται ἀπὸ Θεοῦ. Ἐκχεῶ ἐναντίον αὐτοῦ τὴν δέησίν μου, τὴν θλίψιν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ, κ. τ. ἑ. Ὁ μόνα μεγάλα καὶ ἐπουράνια αἰτῶν, καὶ προςευχόμενος πνεύματι καινῷ, θαῤῥεῖ ἐνώπιον Κυρίου ἐκχέαι τὴν δέησιν ἑαυτοῦ, οὐδὲν ταπεινὸν, οὐδὲ αἰσχρόν τι ἐν ἑαυτῇ ἔχουσαν·
PG 12:1664ὁποῖά ἐστιν ἐν ταῖς δεήσεσι τῶν βαττολογούντων, καὶ οὐκ ἄξια Θεοῦ αἰτούντων, ἢ ἀπὸ καθαρᾶς καρδίας ἐκχεόντων. Ἁγίου οὖν παῤῥησίας ἔχεται ὁ στίχος, ὃν οὐκ εὐλόγως ἐρεῖ ὁ ἁμαρτωλός· καὶ τὸν ἑξῆς δὲ ὁ ἐν παντὶ θλιβόμενος, ἀλλ’ οὐ στενοχωρούμενος, καυχώμενος ἐν ταῖς ὑπομονὴν κατεργαζομέναις θλίψεσι, τῷ ὁδεύειν τὴν στενὴν καὶ τεθλιμμένην ἀπάγουσαν ἐπὶ τὴν ζωὴν ὁδόν. Ἐν ὁδῷ ταύτῃ ᾗ ἐπορευόμην ἔκρυψαν παγίδα μοι, κ. τ. ἑ. Πάσαις οἱ ἐχθροὶ ἡμῶν ἐπιβουλεύουσι ταῖς ἀρεταῖς· καὶ ἐν μὲν τῇ ἀνδρείᾳ κρύπτουσι τὴν τῆς δειλίας παγίδα, καὶ ἐν τῇ πραότητι ἐμβάλλουσι τὴν θρασύτητα, καὶ ἐν τῇ ἐλεημοσύνῃ τὸ μὴ διὰ τὸν Θεὸν, ἀλλὰ διὰ τοὺς ὁρῶντας ἐλεεῖν· καὶ ἐν τῇ νηστείᾳ, τὸ διὰ τοὺς ἀνθρώπους νηστεύειν. Καὶ ταῦτα μὲν ἐπὶ τῆς πρακτικῆς· τί δ’ ἄν τις εἴποι καὶ ἐπὶ τῆς θεωρίας, ὁπόσας παγίδας οἱ ἐχθροὶ διὰ τῶν αἱρέσεων τοῖς ὀρθοδόξοις δόγμασι; Ἀπώλετο φυγὴ ἀπ’ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου, κ. τ. ἑ. Ὁ ἀπολέσας τὴν φυγὴν ταύτην οὐ δύναται εἰπεῖν· Ἐν θλίψει ἐπλάτυνάς μοι. Ἐκέκραξα πρὸς σὲ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων, κ. τ. ἑ.
PG 12:1665Εἰ ὁ Κύριος ἡμῶν σοφία ἐστὶ, καὶ μερὶς δὲ τῶν ζώντων αὐτός· ἡ μερὶς ἄρα τῶν ζώντων ἡ σοφία ἐστὶ, καθ’ ἣν καὶ χρηματίζουσι ζῶντες, ἥτις ἐστὶν ὁ Χριστός. Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, κ. τ. ἑ. Πειρασμοὶ συνεχεῖς καταδιώκουσι τὸν νοῦν ἀπὸ γνώσεως. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, κ. τ. ἑ. Οὐ πάντων ἐστὶ τὸ λέγειν· Ἔκβαλε ἐκ φυλακῆς τὴν ψυχήν μου, εἰ μὴ τῶν δυναμένων διὰ καθαρότητα καὶ χωρὶς τοῦ σώματος τούτου ἐπιβαλεῖν τῇ θεωρίᾳ τῶν γεγονότων. ΨΑΛΜΟΣ ΡΜΒ. Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου· ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου, κ. τ. ἑ. Ὁ θαῤῥῶν ὅτι ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνεῖ τὸν Θεὸν καὶ οὐκέτι ἐν τύπῳ, λέγοι ἂν τὸ, Ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν, κ. τ. ἑ. Ἐπὰν κρίνηται μετὰ τοῦ ἀνθρώπου ὁ Κύριος, καὶ λέγῃ· Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἐλύπησά σε; οὐδεὶς ζῶν δικαιωθήσεται· ἐνώπιον μὲν γὰρ Κυρίου οὐ δικαιωθήσεται πᾶς ζῶν· ἐνώπιον δὲ ἀνθρώπων οὐ μόνον ἀδίκων, ἀλλὰ καὶ ἄλλων δικαίων ἔσθ’ ὅτε.
PG 12:1666Τὰ δὲ αἴτια τοῦ μὴ δικαιοῦσθαι ἐπιφέρει συγγενῶς τῷ στίχῳ τούτῳ· Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι, κ. τ. ἑ. Γῆ ἄνυδρός ἐστι ψυχὴ καθαρὰ πνευματικὴν γνῶσιν ἐπιζητοῦσα. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου, κ. τ. ἑ. Ἐπὶ πλεῖον ἀκηδιῶν ἐκλείπει τὸ πνεῦμα τοῦ ἀνθρώπου. Τούτῳ δὲ ὅμοιον τὸ, Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου. Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ̈ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου, κ. τ. ἑ. Τὴν θεωρίαν ἐπιζητεῖ τοῦ μέλλοντος αἰῶνος, ἣν καὶ βασιλείαν οὐρανῶν ἔθος ὀνομάζειν τῇ θείᾳ Γραφῇ. Τοῦ αὐτοῦ. Δύναται τοῦτο εἰπεῖν περὶ γνωρισμοῦ ὁδοῦ φερούσης ἐπ’ ἀρετὴν, ἢ τῆς ἣν μετὰ τὴν ἔξοδον ὁδεύει τις, ἥτις ἐστὶν ὁδὸς τοῦ ξύλου τῆς ζωῆς, ἣν φυλάσσει τὰ χερουβὶμ καὶ φλογίνη ῥομφαία. Τοῦ αὐτοῦ. Γῆ ζώντων καὶ γῆ εὐθεῖα ἡ αὐτή ἐστιν ἀγαθὴ, ἐφ’ ἣν τὸ ἀγαθὸν τοῦ Θεοῦ Πνεῦμα ὁδηγεῖ τοὺς ἀξίους. Καὶ ἐντεῦθεν τὴν ἀξίαν τοῦ πνεύματος ἐδιδάχθημεν. Ὥσπερ γὰρ ὁ Θεὸς, οὕτω καὶ τὸ πνεῦμα ὠνόμασται ἀγαθόν·
PG 12:1667καὶ καθάπερ τὸν Θεὸν ὁδηγῆσαι αὐτὸν ἱκετεύσας, οὕτω καὶ τῆς τοῦ πνεύματος ὁδηγίας ἀπολαῦσαι παρακαλεῖ, ὥστε μηδὲν αὐτῷ φανῆναι πρόσαντες μηδὲ δυσχερὲς, ἀλλ’ εὐθεῖαν τὴν ὁδὸν ὁδεύειν καὶ λείαν καὶ πλάνης ἀπηλλαγμένην. ΨΑΛΜΟΣ ΡΜΓ. Εὐλογητὸς Κύριος ὁ Θεός μου, ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν, τοὺς δακτύλους μου εἰς πόλεμον, κ. τ. ἑ. Ὁ διδαχθεὶς παρὰ Κυρίου τὸν πρὸς τὴν ἀντικειμένην δύναμιν πόλεμον ἐπίσταται λόγους ἀρετῶν καὶ κακιῶν, καὶ διαφορὰς λογισμῶν, γνωρίσματά τε ἀθεί̈ας καὶ ὅρους αὐτῆς, ἔτι δὲ καὶ τῶν νυκτερινῶν φαντασμάτων καὶ ἐνυπνίων γινώσκει τοὺς λόγους, ὧν οἱ μὲν ἀπὸ τοῦ λογικοῦ μέρους γίνονται τῆς ψυχῆς, κινουμένης τῆς μνήμης, οἱ δὲ ἀπὸ τοῦ θυμικοῦ, ἕτεροι δὲ ἀπὸ τοῦ ἐπιθυμητικοῦ· ἀλλὰ περὶ μὲν τούτων ἀκριβέστερον ἐν τῷ α εἰλήφαμεν. Ἄνθρωπος ματαιότητι ὡμοιώθη, αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσι, κ. τ. ἑ. Ἐπεὶ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς, αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσι. Τὰ γὰρ ἐνταῦθα παισὶν ἔοικε παίζουσιν.
PG 12:1669Ὁ σήμερον γὰρ δικάζων ἕστηκεν αὔριον δικαζόμενος, καὶ ὁ σοβαρὸς ἐν τῷ ἄρχειν, ὑπὸ δημίου πολλάκις ἀπαγόμενος, καὶ ὁ πλούσιος ἐν πενίᾳ, καὶ ὁ ἀνέλπιστος καὶ ἀνώνυμος πολλάκις τῶν ὅλων κρατῶν. Καὶ πυκναὶ αἱ μεταβολαὶ καὶ ἀνώμαλοι αἱ μεταστάσεις. Τοῦ αὐτοῦ. Ματαιότης ἐστὶν ἕξις χειρίστη λογικῆς ψυχῆς, καθ’ ἣν τὰς φθαρτὰς ἡδονὰς προαιρουμένη τῶν ἀϊδίων καὶ ἀφθάρτων καταφρονεῖ. Κύριε, κλῖνον οὐρανούς σου, καὶ κατάβηθι· ἅψαι τῶν ὀρέων, καὶ καπνισθήσονται, κ. τ. ἑ. Ἁφή ἐστι Θεοῦ διδασκαλία πνευματικὴ, τὸν ἐκ τῆς κακίας ἀποκείμενον καπνὸν ταῖς ψυχαῖς ἐξελαύνουσα. Ἐξαπόστειλον τὰ βέλη σου, καὶ συνταράξεις αὐτοὺς, κ. τ. ἑ. Ταῦτα τὰ βέλη ἀντίκεινται τοῖς πεπυρωμένοις βέλεσι τοῦ ἐχθροῦ. Ἐξελοῦ με καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν, ἐκ χειρὸς υἱῶν ἀλλοτρίων, ὧν τὸ στόμα ἐλάλησε ματαιότητα, καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας, κ. τ. ἑ. Τῶν ἑτεροδόξων διὰ μεγάλα δόγματα ἐλάλησε τὸ στόμα ματαιότητα, διὰ δὲ τὰς πράξεις πονηρὰς ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. Οἱ ἀλλότριοι δὲ υἱοὶ οἴονταί τινα εἶναι δεξιὰ, ἅτινα ἀδικίας ἐστί· διὸ καὶ ὁ διάβολος ἵσταται ἐκ δεξιῶν αὐτῶν, ὡς καὶ τοῦ Ἰούδα. Τοῦ αὐτοῦ.
PG 12:1670Καὶ ὁ προφήτης φησί· Πλὴν κρίμα λαλήσω πρὸς σέ· τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται; Καὶ πάλιν ὁ Δαυί̈δ φησι· Παρ’ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν ὁρῶν. Ὁ Θεὸς, ᾠδὴν καινὴν ᾄσομαί σοι, κ. τ. ἑ. Ὁ τὴν καινὴν Διαθήκην διατιθέμενος, τὴν καινὴν ᾠδὴν ᾄδει τῷ Θεῷ· ἢ ὁ τὸν καινὸν ἄρτον τῆς καινῆς Διαθήκης, καὶ τὸ ποτήριον ἀπὸ τοῦ Ἰησοῦ ἐν τῷ ἀνωγαίῳ λαβών. Ὧν οἱ υἱοὶ ὡς νεόφυτα ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν, κ. τ. ἑ. Τοῦ μὲν διὰ τὸ φοβεῖσθαι τὸν Κύριον μακαρίου οἱ υἱοὶ ὡσεὶ νεόφυτά εἰσιν ἐλαιῶν κύκλῳ τῆς τραπέζης αὐτοῦ· τῶν δὲ ἀλλοτρίων υἱῶν οἱ υἱοὶ ὡς νεόφυτα ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν. Κἀκείνῳ μὲν οὖν οὐκ εἰσὶ θυγατέρες, τούτοις δὲ κεκαλλωπισμέναι, περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ. Κἀκείνῳ μέν εἰσιν υἱοὶ υἱῶν, τούτοις δὲ οὐχί. Ἔτι ἐκείνῳ μὲν οὐκ ἔστι ταμεῖον οὐδὲ ἀποθήκη· τούτων δὲ ταμεῖα πλήρη, ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο, Καὶ κατὰ τὸ Εὐαγγέλιον δὲ τοῖς τρεφομένοις ὑπὸ τοῦ οὐρανίου Πατρὸς πετεινοῖς τοῦ οὐρανοῦ οὐκ ἔστι ταμιεῖον οὐδὲ ἀποθήκη.
PG 12:1671Καὶ πάλιν τούτοις ἐστὶ πρόβατα πολυτόκα πληθύνοντα οὐκ ἐν ἄλλοις τισὶν ἢ ταῖς ἐξόδοις αὐτῶν, καὶ βόες παχεῖς, ὁποῖοι οἱ τῆς Αἰγυπτίας εὐθηνίας. Ἐμακάρισαν τὸν λαὸν ᾧ ταῦτά ἐστι, κ. τ. ἑ. Μακαριότης ἀδίκων ἐστὶ βίος ἀπενθὴς μετὰ χρημάτων πολλῶν· δικαίων δὲ μακαριότης ἀπάθεια ψυχῆς μετὰ γνώσεως Θεοῦ. ΨΑΛΜΟΣ ΡΜΔ. Ὑψώσω σε, ὁ Θεός μου, κ. τ. ἑ. Ὕψωσις πνευματική ἐστιν εὐχαριστία νοῦ καθαροῦ ἐπὶ τοῖς συμβᾶσιν αὐτῷ παρὰ τοῦ Θεοῦ ἀγαθοῖς. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, κ. τ. ἑ. Καὶ ἐν περιστάσεσι καὶ πειρασμοῖς ὢν εὐλογήσω σε, φησὶ, Κύριε· τουτέστι διηνεκῶς. Καὶ γὰρ πολλῶν ἐσμεν ὀφειλέται αὐτῷ, ὅτι οὐκ ὄντας ἐποίησεν, ὅτι τοιούτους εἰργάσατο, ὅτι γενομένους διακρατεῖ, ὅτι καθ’ ἑκάστην προνοεῖ τὴν ἡμέραν καὶ κοινῇ καὶ ἰδίᾳ, καὶ λάθρα καὶ φανερῶς, καὶ οὐκ εἰδότων. Οὐ διὰ ταῦτα δὲ μόνον αἶνον ᾄδειν διαπαντὸς προσῆκεν, ἀλλὰ καὶ διὰ τὸ μεγαλεῖον τῆς δόξης αὐτοῦ, διὰ τὴν ἀκήρατον οὐσίαν. Καὶ γὰρ διὰ ταύτην ὀφείλεται παρ’ ἡμῶν αὐτῷ αἶνος καὶ εὐλογία, καὶ διηνεκὴς εὐχαριστία, καὶ λατρεία, καὶ διακονία συνεχής. Τοῦτο γοῦν αὐτὸ δηλῶν ὁ Προφήτης ἐπήγαγεν.
PG 12:1672Μέγας ὁ Κύριος καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας, κ. τ. ἑ. Ἐπείπερ ἡ μεγαλωσύνη τοῦ Θεοῦ ἐν τῷ Χριστῷ καὶ ἐν τοῖς κτίσμασιν οὖσα θεωρεῖται, καὶ οὐκ ἔστι πέρας τῆς μεγαλωσύνης αὐτοῦ, μήποτε ἡ ἐξ ἀπείρου ἐπ’ ἄπειρον καὶ ἐντεῦθεν παρίσταται τοῦ Θεοῦ εἰς τὰ ὄντα ὑπ’ αὐτοῦ γενόμενα πρόνοια. Τοῦ αὐτοῦ. Πάντων μὲν τῶν γεγονότων ἡ θεωρία πεπέρασται· μόνη δὲ ἡ γνῶσις τῆς ἁγίας Τριάδος ἐστὶν ἀπέραντος. Καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ, κ. τ. ἑ. Εἰ οἱ οἰκτιρμοὶ τοῦ Θεοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ, πῶς εἰσί τινες ἐφ’ οὓς οὐ φθάνουσιν; Ἄρα καὶ ἐπ’ αὐτοὺς οἱ οἰκτιρμοὶ τοῦ Θεοῦ· εἰ μὴ ἄρα ἐπὶ μὲν τὰ ἔργα αὐτοῦ φθάνουσιν οἱ οἰκτιρμοὶ αὐτοῦ, ἐπὶ δὲ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ πάντως. Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου, καὶ οἱ ὅσιοί σου εὐλογησάσθωσάν σε, κ. τ. ἑ. Νῦν ἔργα τὰς φύσεις τὰς λογικὰς λέγει· αὗται γὰρ πεφύκασιν ἐξομολογεῖσθαι Θεῷ. Εἰ δ’ ἀναπέμπεταί τις ἐξομολόγησις καὶ ἀπὸ τῆς λοιπῆς κτίσεως, Θεὸς ἂν εἰδείη. Βασιλεία σου βασιλεία πάντων αἰώνων, κ. τ. ἑ.
PG 12:1673Εἰ ἡ βασιλεία τοῦ Θεοῦ ἡ θεωρία τῶν γεγονότων καὶ γενησομένων αἰώνων ἐστὶ, καλῶς εἴρηται τό· Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων. Φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν, καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει, κ. τ. ἑ. Ἐξολόθρευσις ἁμαρτωλοῦ ἐστι λογικῆς ψυχῆς χωρισμὸς ἀπὸ τῆς συμπάσης κατὰ κακίαν ζωῆς. Αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου, καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, κ. τ. ἑ. Πᾶσα σὰρξ εὐλογοῦσα τὸ ὄνομα Κυρίου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος ἔσται δηλονότι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος ὀψομένη τὸ σωτήριον τοῦ Θεοῦ. Τοῦ αὐτοῦ. Καὶ ὁ Παῦλός φησιν· Οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ’ ἐν πλαξὶ καρδίας σαρκίναις. Πλὰξ τοίνυν σαρκίνη ἐστὶ ψυχὴ λογικὴ εὐκόλως ὑποδεχομένη τὸν τοῦ Θεοῦ νόμον. Ἔστι δὲ καὶ ψεκτὴ σὰρξ, ὡς τό· Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Καὶ πάλιν ὁ Παῦλός φησι· Σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται. Ἐνταῦθα γὰρ σὰρξ τὴν κακίαν σημαίνει. ΨΑΛΜΟΣ ΡΜΕ.
PG 12:1674Τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα, ποιοῦντα κρίσιν τοῖς ἀδικουμένοις, διδόντα τροφὴν τοῖς πεινῶσιν, κ. τ. ἑ. Ἀλήθειαν εἶπε τὸν ἀληθινὸν, ἀπὸ τῆς ἕξεως ὀνομάσας τὸν μετέχοντα τῆς ἕξεως· οὕτω καὶ ἐλεημοσύνην ἀγαπᾷ καὶ κρίσιν, τουτέστιν ἐλεήμονα καὶ δικαιόκριτον. Καὶ παρὰ Παύλῳ ἀγάπη οὐ περπερεύεται, ἀντὶ τοῦ, ὁ ἔχων τὴν ἀγάπην. Κατὰ τὰ αὐτὰ δὲ καὶ ἀπὸ τῶν χειρόνων ἕξεων εὑρήσεις ὀνομαζομένους τοὺς κεκτημένους αὐτάς. Κύριος λύει πεπηδημένους, Κύριος σοφοῖ τυφλοὺς, Κύριος ἀνορθοῖ κατεῤῥαγμένους, κ. τ. ἑ. Οὔτε τὰ πράγματα δεσμοῖ τὸν νοῦν, οὔτε τὰ τούτων νοήματα, ἀλλὰ τὰ ἐμπαθῆ τῶν πραγμάτων νοήματα. Καὶ γὰρ τὸν χρυσὸν ὁ Κύριος ἔκτισε, καὶ αὐτὸς τὴν γυναῖκα ἐποίησεν, οὐδὲν δὲ τῶν γεγονότων ὑπὸ Θεοῦ ἐναντιοῦται τῇ σωτηρίᾳ τῶν ἀνθρώπων, ἀλλ’ ἡ πορνεία καὶ ἡ πλεονεξία δεσμοῦσι τὸν νοῦν, ἀναγκάζουσι χρονίζειν τὰ νοήματα τῶν πραγμάτων ἐν καρδίᾳ. Τοῦ αὐτοῦ. Ἐκείνους δηλαδὴ λέγει τυφλοὺς τοὺς μήτε τὰ ἑαυτῶν κατορθώματα, μήτε τῶν ἄλλων τὰ ἐλαττώματα καταβλέποντας. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, κ. τ. ἑ.
PG 12:1675Ὁ Χριστὸς ἐβασίλευσε μὲν πρὸ τῶν αἰώνων ἄσαρκος, ἐβασίλευσε δὲ καὶ τῇ σαρκὶ αἰωνίως. Ταῦτα δὲ τὸ Πνεῦμα τὸ ἅγιον εὐαγγελίζεται τῇ Ἐκκλησίᾳ. ΨΑΛΜΟΣ ΡΜ. Οἰκοδομῶν Ἱερουσαλὴμ ὁ Κύριος καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπισυνάξει, κ. τ. ἑ. Οὓς διασκορπίζει ἡ κακία, τούτους συνάγει ἡ ἀρετή. Οὕτω καὶ Κύριος ἐν τοῖς Εὐαγγελίοις· Καὶ ὁ μὴ συνάγων μετ’ ἐμοῦ, σκορπίζει. Ὁ ἀριθμῶν πλήθη ἄστρων, κ. τ. ἑ. Ὁ ἀριθμὸς ᾧ χρώμενος ὁ Θεὸς ἀριθμεῖ τὰ λογικὰ, καταστάσεως ἄστρων μηνύει διαφορὰς, καὶ ἃ τίθησιν ὀνόματα αὐτοῖς διαφόρους πνευματικὰς γνώσεις σημαίνει. Περὶ δὲ τῶν ἑρπετῶν τῶν ἐν τῇ θαλάσσῃ φησίν· Ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός. Πῶς γὰρ ἐφαρμοσθήσεται ὁ πνευματικὸς ἀριθμὸς τοῖς ἕρπουσιν ἐπὶ γαστέρα, καὶ δουλεύουσιν ἡδοναῖς, ὧν ὁ θυμὸς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, καὶ ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν; Καὶ πάλιν ὁ Σολομὼν πολλοὺς λέγει τοὺς τετρωμένους ὑπὸ κακίας, καὶ ἀναριθμήτους τοὺς πεφονευμένους. Ἀναλαμβάνων πραεῖς ὁ Κύριος, ταπεινῶν δὲ ἁμαρτωλοὺς ἕως τῆς γῆς, κ. τ. ἑ. Ζητητέον πόθεν ταπεινοῖ τοὺς ἁμαρτωλούς.
PG 12:1676Διδάσκει δὲ τὸ ὅπου εἰπὼν, ἕως γῆς. Καὶ μήποτε ταπεινοῖ, ποιῶν εἶναι ἐν τῷ γηί̈νῳ τῆς ταπεινώσεως σώματι. Ἀναλαμβάνει μὲν οὖν πραεῖς, οὓς πρότερον ἐταπείνωσε· ταπεινοῖ δὲ ἕως γῆς ἁμαρτωλοὺς, πρὸ τῆς ἁμαρτίας ὄντας ἐν ὕψει. Τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεφέλαις, κ. τ. ἑ. Περιβάλλεται καὶ καλύπτεται ὁ οὐρανὸς καὶ τὰ θειότερα νεφέλαις, ἐφ’ ἃς φθάνει ἡ ἀλήθεια. ΨΑΛΜΟΣ ΡΜΖ. Ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου, κ. τ. ἑ. Μοχλοὶ, οἶμαι, τῶν πυλῶν εἰσιν Ἱερουσαλὴμ συνεχόμενοι ὑπὸ Κυρίου, τὰ ὑπὲρ τῆς θεωρουμένης ἀληθείας καὶ καταλαμβανομένης λογικὰ δυνατῶς αὐτὴν παριστάντα. Τοῦ αὐτοῦ. Μοχλοὶ μὲν τῆς Ἱερουσαλήμ εἰσιν αἱ πρακτικαὶ ἀρεταὶ κωλύουσαι τοὺς ἐχθροὺς παρεισδῦναι· τῆς δὲ Σιὼν τὰ οὐράνια δόγματα καὶ ἡ ὀρθὴ πίστις τῆς προσκυνητῆς καὶ ἁγίας Τριάδος, εἴπερ ἡ μὲν Ἱερουσαλὴμ τὴν ψυχὴν σημαίνει, ἡ δὲ Σιὼν τὸν νοῦν. Ἑρμηνεύεται γὰρ Ἱερουσαλὴμ μὲν ὅρασις εἰρήνης, Σιὼν δὲ σκοπευτήριον. Ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην, κ. τ. ἑ. Τὰ ὅρια τῆς Ἱερουσαλὴμ εἰρήνη ἐστὶ πάντα· ἔξω δὲ τῶν ὁρέων αὐτῆς οὐκ ἔστιν εἰρήνη· διὸ ὁ μὴ ἐν εἰρήνῃ ἔξω ἐστὶ τῶν ὁρέων Ἱερουσαλήμ. Τοῦ αὐτοῦ.
PG 12:1677Ὅρια τῆς εἰρήνης φασὶν εἶναι τὴν ἀπάθειαν τῆς ψυχῆς. Καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε, κ. τ. ἑ. Ὅμοιον ἐν ὀγδοηκοστῷ οὕτως· Καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ. Ὁ κόκκος τοῦ σίτου ὁ Σωτήρ ἐστι· διὸ καὶ πυρός ἐστιν οὗ ἐμπίπλησιν ὁ Θεὸς τὴν Ἱερουσαλήμ. Ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ, κ. τ. ἑ. Γῆν ἐνταῦθα ἀλληγορεῖ, τάχα μὲν καὶ ἡμᾶς τοὺς ἐν ὀστρακίνοις σκεύεσι τὸν θησαυρὸν περιφέροντας· ἄμεινον δὲ τὸν Υἱὸν τοῦ Θεοῦ ἐκδέχεσθαι τὸν ἐν τῇ σαρκὶ, ἣν χωρῆσαι ἠθέλησε τὸν τοσοῦτον Κύριον. Τοῦ διδόντος χιόνα ὡσεὶ ἔριον, ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος, κ. τ. ἑ. Διττῶς λέγεται διδόναι Θεὸς, ἢ συγχωρῶν ἢ ἐνεργῶν· ὡς εἰ καὶ περὶ τοῦ ἡλίου τις ἔλεγεν, ὅτι αὐτός ἐστιν ὁ τὴν ἡμέραν ποιῶν καὶ τὴν νύκτα, ἀλλ’ ἡμέραν μὲν λάμπων, νύκτα δὲ ὑποχωρῶν. Κατὰ οὖν τὸ δεύτερον σημαινόμενον τὸ διδόναι τὸν Θεὸν ἐνταῦθα νομιστέον, εἴπερ ἀποστέλλων τὸν λόγον αὐτοῦ τήκει αὐτά. Ἐξαποστελεῖ τὸν λόγον αὐτοῦ, καὶ τήξει αὐτὰ, κ. τ. ἑ. Ἡ χιὼν καὶ ὁ κρύσταλλος, καὶ ἡ ὁμίχλη καὶ τὸ ψῦχος κατὰ στέρησιν τοῦ ἡλίου τῆς δικαιοσύνης ἐπισυμβαίνει τῇ φύσει τῇ λογικῇ, ἅπερ ἔτηξεν ὁ τοῦ Θεοῦ Λόγος ἀποσταλείς·
PG 12:1678Πῦρ γὰρ, φησὶν, ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. ΨΑΛΜΟΣ ΡΜΗ. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, κ. τ. ἑ. Αἶνός ἐστιν ὕμνος εἰς Θεὸν ἐπὶ τῇ θεωρίᾳ τῶν γεγονότων. Αἰνεῖτε αὐτὸν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς, κ. τ. ἑ. Τὸ φῶς νῦν συμβολικῶς λογικὴν φύσιν σημαίνει· Ὑμεῖς γὰρ, φησὶν, ἐστὲ τὸ φῶς τοῦ κόσμου. Αἰνεῖτε αὐτὸν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, κ. τ. ἑ. Οὐρανός ἐστι νοητὸς φύσις λογικὴ τὸν τῆς δικαιοσύνης ἥλιον ἐν αὐτῇ περιφέρουσα. Τοῦ αὐτοῦ. Ὕδωρ τὸ ἐπάνω τῶν οὐρανῶν λογικὰς φύσεις σημαίνει, κεχωρισμένας ἀπὸ τῶν ἐν τοῖς οὐρανοῖς ὄντων ὑδάτων. Καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ, κ. τ. ἑ. Κέρας ἐστὶ νοῦς καθαρός. Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, κ. τ. ἑ. Ὕμνος ἐστὶν ἔμπληξις μετὰ δοξολογίας ἐπὶ τῇ θεωρίᾳ τῶν γεγονότων καὶ γενομένων ὑπὸ Θεοῦ. ΨΑΛΜΟΣ ΡΜΘ. Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, κ. τ. ἑ. Οὗτος ᾄδει καινὸν ᾆσμα ὁ τὸν παλαιὸν ἄνθρωπον ἀποθέμενος, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καὶ ἐνδυσάμενος τὸν νέον τὸν κατὰ Θεὸν κτισθέντα. Ἡ αἴνεσις αὐτοῦ ἐν Ἐκκλησίᾳ ὁσίων, κ. τ. ἑ.
PG 12:1679Ὡς οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ· οὕτως οὐδὲ ἐν Ἐκκλησίᾳ πονηρευομένων, ἀλλ’ ἐν Ἐκκλησίᾳ ὁσίων· καὶ ἐν ταύτῃ μᾶλλον ἢ ἐν ἑνὶ, ἢ ἐν ὀλίγοις. Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτὸν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν, κ. τ. ἑ. Ἐπεὶ περὶ μὲν τοῦ κατ’ εἰκόνα τὸ ἐποίησεν εἴρηται, περὶ δὲ τοῦ ἀπὸ τοῦ χοῦ τὸ ἔπλασε, καὶ ἡ ἁγία εὐφροσύνη ἐν τῷ κατ’ εἰκόνα ἐστί· διὰ τοῦτο Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτὸν προστάσσεται εὐφραίνεσθαι. Υἱῶν δὲ Σιὼν βασιλεύει Χριστὸς, τουτέστι σοφία, λόγος, ἀλήθεια, ἐφ’ ᾧ ἀγαλλιάσθωσαν. Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, κ. τ. ἑ. Ἐὰν οἱ πολλοὶ ἐν τῷ αὐτῷ νοὶ̈ καὶ τῇ αὐτῇ γνώμῃ ὁμοθυμαδὸν μιᾷ ψυχῇ καὶ μιᾷ καρδίᾳ αἰνῶσι τὸ ὄνομα καὶ τὴν ἰδιότητα τοῦ βασιλέως, αἰνοῦσι τὸ ὄνομα αὐτοῦ ἐν χορῷ μετὰ συμφωνίας. Ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ, κ. τ. ἑ. Οἱ μὲν νεκρώσαντες τὰ ἐπὶ γῆς μέλη, καὶ ἀναγαγόντες ἐπὶ τὸ ξύλον τῷ Χριστῷ συσταυροῦσθαι τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐν τυμπάνῳ ψάλλουσι τῷ Θεῷ· οἱ δὲ ὁλόκληροι καὶ ἁρμόνιοι τῷ πνεύματι, ἐν ψαλτηρίῳ. Ὅτι εὐδοκεῖ Κύριος ἐν λαῷ αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ, κ. τ. ἑ.
PG 12:1680Εὐδοκεῖ Κύριος ἐν τῇ ἰδίᾳ μερίδι, ἥτις ἐστὶν ὁ λαὸς αὐτοῦ, οὐκ ἐν ἄλλῳ τινὸς ἄρχοντος τοῦ αἰῶνος τούτου λαῷ. Καὶ ὑψώσει πραεῖς εἰς γῆν ἣν κληρονομοῦσιν οἱ πραεῖς, οὐ τὴν κάτω, ἀλλὰ ταύτην ἐφ’ ἧς ἐστιν ἡ ἄνω Ἱερουσαλήμ· ὑψώσει γὰρ Θεὸς πραεῖς ἐν σωτηρίᾳ· καὶ καυχήσονται ὅσιοι ἐν δόξῃ. Ἐν ποίᾳ δόξῃ; εὐλόγως περὶ ἧς φησιν· Ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω· ἢ τοιαύτῃ ὁποίαν εἶχε Μωϋσῆς, ὅτε δεδόξασται ἡ ὄψις τοῦ προσώπου αὐτοῦ· καὶ περὶ ἧς φησιν ὁ Παῦλος· Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν. Καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν, κ. τ. ἑ. Ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν, οἷς ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· οἳ καὶ ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατοῦσιν, οὐ κώμοις καὶ μέθαις, οὐ κοίταις καὶ ἀσελγείαις. Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, κ. τ. ἑ. Ὧν οὐ τάφος ἀνεῳγμένος ὁ λάρυγξ, τούτων ὑψώσεις Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν τῶν ἑτοίμως ἐχόντων ἐκδικεῖν πᾶσαν παρακοὴν, καὶ καθαιρούντων πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ.
PG 12:1681Καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν, κ. τ. ἑ. Ῥομφαῖαί εἰσι διαλογισμοὶ καὶ πράξεις ψυχῆς ἐκ κακίας καὶ ἀγνωσίας. Τοῦ αὐτοῦ. Ῥομφαία ἐστὶ νοῦς λογικὸς ἐκκόπτων ψυχὴν ἀπὸ κακίας καὶ ἀγνωσίας. Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς, κ. τ. ἑ. Ἐκδίκησιν μὲν ἐν τοῖς ἔθνεσιν, ἐν τοῖς ἑτεροδόξοις· ἐλεγμοὺς δὲ ἐν τοῖς λαοῖς, τοῖς ἁμαρτάνουσι, κατὰ τὸν βίον νομιζομένοις ἐκκλησιαστικοῖς. Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς, κ. τ. ἑ. Ὁ συμβιβάζων διδασκάλους ἑτεροδόξων καὶ τοὺς ἐν ἐκείνοις δοκοῦντας διὰ νομιζομένην ἱκανότητα ἐνδόξους, δεῖται βασιλεῖς αὐτῶν ἐν πέδαις, ἵνα μὴ προβαίνωσι τῷ λόγῳ αὐτῶν, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς, ἵνα μηκέτι κρατῶσι τὸν πάλαι διὰ τὸ εὐεξαπάτητον κρατούμενον. Τοῦ αὐτοῦ. Δεσμός ἐστι νοητὸς ἀπάθεια λογικῆς ψυχῆς· ἢ φόβος Κυρίου ἐκκλίνων ἀπὸ κακίας· ἢ διδασκαλία πνευματικὴ μὴ συγχωροῦσα τὸν νοῦν ἐπὶ τὴν κακίαν ὁδεύειν· ἢ ἀγάπη πνευματικὴ μηδὲν προτιμῶσα τῆς γνώσεως τοῦ Θεοῦ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον, κ. τ. ἑ.
PG 12:1682Ποιοῦσιν οἱ ὅσιοι κρῖμα ἔγγραφον καὶ γραφῆς τῆς ἐν πνεύματι ἄξιον ἐν τοῖς προειρημένοις βασιλεῦσι καὶ ἐνδόξοις· καὶ πάντα τὰ προειρημένα δόξα ἐστὶ πᾶσι τοῖς ὁσίοις τοῦ Θεοῦ, ὡς τὸν μὴ ἔχοντα ταῦτα μὴ εἶναι ὅσιον Θεοῦ. ΨΑΛΜΟΣ ΡΝ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, κ. τ. ἑ. Μηδεὶς ἐξελθὼν τὰ ἅγια αἰνείτω τὸν Θεόν· Πῶς γὰρ ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Ἀλλοτρία δὲ γῆ τὰ μὴ ἅγια. Ἢ ἐπεὶ οὐ δοτέον τὰ ἅγια τοῖς κυσὶν, οὐδὲ βλητέον τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων, ἡ δὲ αἴνεσις Κυρίου ἁγία καὶ μαργαρίτης· ἐν ἁγίοις αἰνετέον τὸν Θεὸν, καὶ οὔτε ἐν κυσὶν οὔτε ἐν χοίροις. Αἰνεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτοῦ, κ. τ. ἑ. Ὅπου στερέωμα πίστεως καὶ οἰκοδομῆς ὁμοίας τῇ ἐπὶ πέτραν ὑπὸ ἀνδρὸς φρονίμου οἰκοδομηθείσῃ, καὶ Χριστὸς ἡ τοῦ Θεοῦ δύναμις, ἐκεῖ ὡς ἐν στερεώματι δυνάμεως Θεοῦ αἰνείσθω ὁ Θεός. Καὶ ἔστω ταῦτα ἐν τῷ λέγοντι καὶ ἐν τῷ ἀκούοντι. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, κ. τ. ἑ. Ὡς ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ εὐλογεῖ ἡ ψυχὴ τοῦ δικαίου τὸν Θεόν·
PG 12:1683οὕτως καὶ αἰνετέον αὐτὸν καὶ ἐφ’ αἷς ἔστησε καὶ ἔταξε δυναστείαις, ἃς νοείτωσαν, ἵνα καὶ μετέχωσιν αὐτῶν ὁ λέγων καὶ ἀκούων. Ἄῤῥητα γὰρ τὰ διὰ τῶν ἁγίων αὐτοῦ διηνεκῶς κατορθούμενα. Αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ, κ. τ. ἑ. Νοηθείσης ἑκάστης μεγαλωσύνης τοῦ Θεοῦ, καὶ ἕκαστον τῶν κτισμάτων νοηθήσεται, καὶ τὸ πλῆθος τῆς μεγαλωσύνης, ἧς ἑκάστης οὐκ ἔστι πέρας. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, κ. τ. ἑ. Κατὰ τὸν πνευματικὸν περὶ σαλπίγγων κατασκευῆς ἐν Ἀριθμοῖς λόγον κατασκευαστέον σάλπιγγα, ἵνα ἐν ἤχῳ αὐτῆς αἰνέσωμεν τὸν Θεόν. Τοιαῦται δὲ, οἶμαι, σάλπιγγες δηλοῦνται καὶ ἐν τῷ· Σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι· καὶ ἐν τῷ· Ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι τοῦ Θεοῦ καταβήσεται ἀπ’ οὐρανοῦ. Ἔστι δὲ καὶ ἑορτὴ νεομηνία ἑβδόμου μηνὸς μνημόσυνον σαλπίγγων· καθ’ ὃ λέγεται· Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν. Τοῦ αὐτοῦ. Σάλπιγξ ἐστὶ νοῦς θεωρητικὸς, ἢ νοῦς διδασκαλίαν πνευματικὴν πεπιστευμένος.
PG 12:1684Αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ, αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ, κ. τ. ἑ. Κιθάρα ἐστὶ ψυχὴ πρακτικὴ ὑπὸ τῶν ἐντολῶν τοῦ Χριστοῦ κινουμένη. Τύμπανόν ἐστι νέκρωσις τοῦ ἐπιθυμητικοῦ δι’ αὐτὸ τὸ καλόν. Χορὸς δέ ἐστι συμφωνία ψυχῶν λογικῶν τὸ αὐτὸ λεγουσῶν καὶ μὴ ἐχουσῶν σχίσματα. Χορδαί εἰσι συμφώνησις ἀνταναιρεθείσης φωνῆς ἀρετῶν καὶ ὀργάνων. Ὄργανόν ἐστιν Ἐκκλησία Θεοῦ, ἀπὸ θεωρητικῶν καὶ πραγματικῶν συνεστῶσα ψυχῶν. Κύμβαλόν ἐστιν εὔηχον ψυχὴ πρακτικὴ τῷ πόθῳ προσηλωμένη τοῦ Χριστοῦ. Κύμβαλόν ἐστιν ἀλαλαγμοῦ νοῦς καθαρὸς παρὰ τῆς τοῦ Χριστοῦ ἐμπνεόμενος σωτηρίας. Τοῦ αὐτοῦ. Χορδαὶ πλείους ἁρμονίως συντεθειμέναι, καὶ μουσικῶς ἑκάστη ἐν οἰκείᾳ χώρᾳ τεταγμένη, αἱ πολλαί εἰσιν ἐντολαὶ καὶ τὰ περὶ πλειόνων δόγματα, οὐδεμίαν ἔχοντα πρὸς ἄλληλα διαφωνίαν. Ὄργανον δὲ τούτων πάντων περιεκτικὸν ἡ τοῦ σοφοῦ ἐν Χριστῷ ψυχή. Τοῦ αὐτοῦ. Ὁ μὲν ταῖς γλώσσαις τῶν ἀνθρώπων ἢ τῶν ἀγγέλων λαλῶν, ἀγάπην δὲ μὴ ἔχων, οὐκ ἔστιν εὔηχον κύμβαλον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον, κ.
PG 12:1685τ. ἑ. Εἰ τὸ φῶς τοῦ Κυρίου κατὰ τὸν Σολομῶντα ἡ πνοὴ ἀνθρώπων ἐστὶ, πᾶσα λογικὴ φύσις ἀναπνέουσα τοῦτο τὸ φῶς αἰνεσάτω τὸν Κύριον.
Page scan enlarged

Notebook

Full View