PG 10Hippolytus of Rome
Fragments on Genesis (from catenae — of Acacius and others)
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.

AcaciusἈκακίου

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 10:585Ἀκακίου. Οὐκ εἶπε νυχθήμερον, ἀλλ’ ἡμέρα μία, εἰς τὴν τοῦ φωτὸς προςηγορίαν, καταλήξας τοῦ ὑφεστῶτος καὶ οὐσιουμένου.

Of Severian, Bishop of GabalaΣευηριανοῦ ἐπισκόπου Γαβάλων

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Σευηριανοῦ ἐπισκόπου Γαβάλων. Τῇ μὲν πρώτῃ ἡμέρᾳ βις μετέβαλεν ὡς ἠθέλησεν σεεριαν. γαβαλιτ. δε μυνδι ξρεατιονε ορατιο ι. (μιγνε λι ξολ. ].

To TheodoreΘεοδώρου

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Θεοδώρου. Εὐθὺς τοίνυν ἡμαρτηκόσιν ὁ θεὸς ἐπεφάνη, αἴσθησίν τε τοῦ ἁμαρτήματος ἐμποιῶν καὶ πρὸς μεταμέλειαν ἐκκαλούμενος. Μᾶλλον δὲ δι’ αὔρας τινὸς ἐνενόουν τὴν τοῦ κυρίου ἐπιφοίτησιν. Κυρίλλου. Ἐπὶ γὰρ τῷ πρωτοτόκῳ βις Αἰγυπτίων ἡ χώρα ξψριλλ. αλεχ. γλαπηψρα ιι (μιγνε λχιχ ξολ. 340 δ).

ApollinarisἈπολιναρίου

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἀπολιναρίου. Κοινῇ ὀνομασθέντων τῶν δύο παρὰ τῷ Ἰακὼβ καὶ πικρᾶς ἐπιτεθείσης ἀμφοτέροις ἀρᾶς διὰ τὴν πόρθησιν τῶν Σικιμιτῶν, τὸν μὲν Λευὶ̈ τῆς κατάρας ὑπεξάγει Μωσῆς διὰ τῆς ἱερατείας καὶ τὴν διασπορὰν αὐτῷ τὴν ἐν ταῖς φυλαῖς εὐλογημένην ποιεῖ· διότι πόλεων ἀπαρχὰς λαβὼν παρὰ τῶν φυλῶν ἐγκατοικίζεται ξένος καὶ παρεπίδημος κατὰ τύπον τῶν τελείων Χριστοῦ λατρευτῶν ἀποδειχθεὶς καὶ μεταβολὴν τοῦ κακοῦ λαβὼν εἰς ἀγαθόν.
PG 10:587τὸν δὲ Συμεῶνα παρασιωπήσας ἀπολέλοιπε τῷ κυρίῳ τὴν κατ’ αὐτὸν ἐπανόρθωσιν, ὃς ἅπαν τὸ ἐλλειφθὲν ἐν τῷ νόμῳ διὰ τῆς χάριτος ἀναπληροῖ.

Apollinaris 2Ἀπολιναρίου 2

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 10:589Ἀπολιναρίου. Ἀρᾶς ἐπιτεθείσης ἀμφοτέροις διὰ τὴν πόρθησιν τῶν Σικιμιτῶν, τὸν μὲν Λευὶ̈ τῆς κατάρας ὑπεξάγει Μωσῆς διὰ τῆς ἱερατείας· τὸν δὲ Συμεῶνα παρασιωπήσας ἀπολέλοιπε τῷ θεῷ τὴν ὑπὲρ αὐτοῦ ἐπανόρθωσιν, ὃς ἅπαν τὸ ἐλλεῖπον τῷ νόμῳ διὰ τῆς χάριτος ἀναπληροῖ.

AnotherἌλλος

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἄλλος. Ἀνακαλεῖται Μωϋσῆς τὴν κατὰ τοῦ Λευὶ̈ κατάραν, μᾶλλον δὲ καὶ εἰς εὐλογίαν αὐτὴν μετατρέπει διὰ τὸν ὕστερον ὑπὲρ τοῦ θεοῦ ζῆλον τῆς φυλῆς καὶ τοῦ Φινεές. τὴν μέντοι κατὰ τοῦ Συμεὼν οὐκ ἀνεκαλέσατο, διὸ δὴ καὶ εἰς ἔργον ἐξέβη. ὁ γὰρ Συμεὼν οὐκ εἴληφε μὲν ὡς καὶ αἱ λοιπαὶ φυλαὶ κληρονομίαν. ἐν γὰρ μέσῳ τῷ Ἰούδᾳ κατῳκίσθη, ἐσώζετο δέ, εἰ καὶ ὀλίγη τὸν ἀριθμὸν ἦν. Τὴν μὲν φυλὴν τοῦ Λευὶ̈ λυτροῦται Μωσῆς τῆς κατάρας· ὁ δὲ Συμεὼν κλῆρον οὐκ εἴληφεν· ἐν δὲ μέσῳ τῷ Ἰούδᾳ κατῳκίσθη. Ἀντὶ τοῦ· μὴ γένοιτό μοι ἐπιθυμῆσαι τοῖς τοιούτοις· ἐκ τοῦ ἥπατος γὰρ λέγουσι τὸ ἐπιθυμητικὸν κινεῖσθαι. διὸ εἶπεν· μὴ προςερείσαι τὰ ἥπατά μου τοῖς τοιούτοις. Ἀντὶ τοῦ·
PG 10:591μὴ γένοιτό μοι πλησιάσαι καὶ ἐπιστηριχθῆναι τῇ ἐπιστάσει καὶ ἐπισυναγωγῇ τῶν προειρημένων.

Cyril of AlexandriaΚυρίλλου Ἀλεξανδρείας

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Κυρίλλου Ἀλεξανδρείας. Ὅτι καὶ ἐν τῷ θυμῷ ( οδερ Ὅρα τοῦ λόγου) βις ἀσυνέτως εἰπεῖν τὸ αἷμα αὐτοῦ κτἑ. ( οδερ ὅτι ἐσκληρύνθη) ξψριλλ. αλεχ. γλαπηψρα ιι (μιγνε λχιχ ξολ. 348 α φφ.).

Of Eusebius, Bishop of CaesareaΕὐσεβίου ἐπισκόπου Καισαρείας

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Εὐσεβίου ἐπισκόπου Καισαρείας. Πάλιν ἀπορρήτως τῆς καινῆς διαθήκης τοῦ σωτῆρος ἡμῶν τὰ μυστήρια ἡγοῦμαι διαγορεύειν· καὶ τὸ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα τὸ λαμπρὸν καὶ καθαρὸν τῆς μυστηριώδους τροφῆς δηλοῦν.

OtherwiseἌλλως

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἄλλως. Τὸ φωτοειδὲς αὐτοῦ τῶν ῥημάτων δηλοῖ, διὰ τοῦτο λευκοὺς ὀνομάζει· γάλακτι δὲ παρεικάζει ὥσπερ καὶ σάρκα καὶ ψυχὴν διατρέφοντα.

Cyril of Alexandria 2Κυρίλλου Ἀλεξανδρείας 2

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Κυρίλλου Ἀλεξανδρείας. Διερμηνεύεται ( οδερ Ζαβουλών) βις εὐλογία ξψριλλ. αλεχ. γλαπηψρα ιι (μιγνε λχιχ ξολ. 357 α). Κατοικήσειν γε μήν βις τουτέστι Χριστοῦ ξψριλλ. αλεχ. γλαπηψρα ιι (μιγνε λχιχ ξολ. 357 ξ).

Apollinaris 3Ἀπολιναρίου 3

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἀπολιναρίου. Τοῦτον εὐλογῶν καὶ Μωσῆς εἶπεν εὐφρανθήσεται Ζαβουλὼν ἐν τῇ προσελεύσει σου τουτέστιν ἐν τῇ λήξει τῆς γῆς, καὶ τὴν ἑκατέρωθεν ἔχειν χορηγίαν τῶν τε ἐκ γῆς καὶ θαλάσσης καλῶν ὁ Μωσῆς προφητεύει. Τοῦ αὐτοῦ ( δ. η.
Κυρίλλου Ἀλεξανδρείας). Τουτέστιν ὡς ἐν βις ἐλπίδος τὰ πείσματα ξψριλλ. αλεχ. γλαπηψρα ιι (μιγνε λχιχ ξολ. 360 α). Παράλιος θαλασσῶν. κατοικήσειν γε μὴν τὸν Ζαβουλὼν τὴν ἐν τῇ θαλάσσῃ γείτονα χῶραν προλέγει καὶ ὡσανεὶ ἀναμιγῆναι τοῖς ἔθνεσι τὸν Ἰςραήλ, ἅτε δὴ καὶ εἰς μίαν ποίμνην ἠγμένων τῶν δύο λαῶν. δῆλον δὲ ἐν τῷ εὐαγγελίῳ γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλεὶμ καὶ τὰ ἑξῆς. σωματικώτερον δὲ νοήσεις τὴν ἑκατέρωθεν γῆς καὶ θαλάσσης χορηγίαν. καὶ αὐτὸς παρ’ ὅρμον πλοίων τουτέστιν ὡς ἐν λιμένι ἀσφαλεῖ, ἀνάπτων εἰς Χριστὸν τὰ τῆς ἐλπίδος πείσματα. Ἔσται δὲ καὶ παρ’ ( οδερ Τουτέστιν ὡς ἐν λιμένι οδερ Ἐκ πολλῆς γάρ) βις αἰτίᾳ καὶ διαβολῇ ( οδερ σεβομένους αὐτόν) ξψριλλ. αλεχ. γλαπηψρα ιι (μιγνε λχιχ ξολ. 360 αβ). Κυρίλλου. Ἐπειδὴ δὲ τῆς ἐν νόμῳ βις πᾶσαν τὴν γῆν

And after a few thingsΚαὶ μετ’ ὀλίγα

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 10:593Καὶ μετ’ ὀλίγα. Πλὴν ὅτι τὸ ἄρχειν τοῦ Χριστοῦ τὸ δεῦτε οἱ εὐλογημένοι κτἑ. ( οδερ ἀποκομιοῦνται στέφανον) Καὶ πάλιν. Εἰ δὲ μὴ βούλοιτο βις ἐκ δυνάμεως θεοῦ ξψριλλ. αλεχ. γλαπηψρα ιι (μιγνε λχιχ ξολ. 364 α φ.). Καλῶς ὁπλισθήσεται τὸν πόδα.
καὶ τὸ εἰρημένον πειρατήριον πειρατεύσει αὐτόν, εὔζωνος εὐζωνήσει αὐτόν ἀντὶ τοῦ· εὔοπλος ἀνὴρ καὶ πολεμικὸς ἐνοπλίσει αὐτὸν καὶ ὁπλιστὴς τὸν πόδα ἔσται. μᾶλλον τοῦτο θέλει εἰπεῖν· ἔνοπλος Γὰδ κατόπιν τῶν ἀδελφῶν αὐτοῦ ἀκολουθήσει. κἂν γὰρ ὁ κλῆρος αὐτοῦ πέραν ἦν τοῦ Ἰορδάνου, ἀλλ’ οὖν ἐτάγησαν συνακολουθῆσαι τοῖς ἀδελφοῖς αὐτῶν ἔνοπλοι, ἕως οὗ λάβωσι κἀκεῖνοι τοὺς ἑαυτῶν κλήρους. ἢ τάχα τοῦτο εἶπεν ὅτι λῃστρικῷ τρόπῳ ἔμελλον ζῆν οἱ περὶ τὸν Γὰδ καὶ σύστημα λῃςτῶν, ὅ ἐστι πειρατήριον, λαβεῖν σὺν αὐτῷ τοῦτον καὶ ὅτι μέλλει κατόπιν αὐτῶν ἰέναι καὶ αὐτὸς ὁμοίως πειρατεύων, ὅ ἐστι λῃστεύων. Ὁ Ἀσὴρ ἐκληρονόμησε τὰ περὶ Πτολεμαί̈δα καὶ Σιδῶνα, ἥτις ἐστὶν εὔφορος γῆ. καὶ διὰ τοῦτό φησι πίων αὐτοῦ ὁ ἄρτος καὶ αὐτὸς δώσει τροφὴν ἄρχουσιν.

Cyril of Alexandria 3Κυρίλλου Ἀλεξανδρείας 3

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 10:599Κυρίλλου Ἀλεξανδρείας. Εἰ δὲ δὴ καί βις τοῦ κάλλους σου ξψριλλ. αλεχ. γλαπηψρα ιι (μιγνε λχιχ ξολ. 376 β). Κυρίλλου. Ἐπ’ αὐτὸν δὲ πάλιν ( οδερ Ἐπειδὴ γὰρ ὁ) βις τοῦ κόσμου καταβολῆς ( οδερ ὕπαρχον αὐτῷ) Καὶ μετ’ ὀλίγα. Νοοῖτο δ’ ἂν εἰκότως βις νοῦν ἐδέχοντο λύπας ξψριλλ. αλεχ. γλαπηψρα ιι (μιγνε λχιχ ξολ. 376 ξ φ.).
PG 10:601Τὴν μετὰ τὸ πάθος ἀνάληψιν εἰς οὐρανόν φησι πρὸς τὸν πατέρα. τὸ δὲ εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν δῆλον ὅτι ὁ τῶν Ἰουδαίων δῆμος. καὶ τὰ λοιπὰ ὁμοίως σωματικῶς μὲν εἰς τοὺς ἀδελφούς, πνευματικῶς δὲ εἰς τὸν Χριστόν.

Cyril of Alexandria 4Κυρίλλου Ἀλεξανδρείας 4

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Κυρίλλου Ἀλεξανδρείας. Ζηλωτὸς μὲν οὖν ἄρα βις καὶ ἐπὶ τῆς γῆς ξψριλλ. αλεχ. γλαπηψρα ιι (μιγνε λχιχ ξολ. 377 δ φ.). Κυρίλλου. Τουτέστιν οἱ τῶν βις ἐπέθρωσκον δίκην ξψριλλ. αλεχ. γλαπηψρα ιι (μιγνε λχιχ ξολ. σοα). Καὶ μετ’ ὀλίγα ( δ. η. Κυρίλλου). Τὸ δεδόσθαι γε μήν ( οδερ Σαφῶς τε καὶ ἐναργῶς) βις τῷ κόσμῳ διδούς ξψριλλ. αλεχ. γλαπηψρα ιι (μιγνε λχιχ ξολ. ο βξ). Καὶ μετ’ ὀλίγα ( δ. η. Κυρίλλου). Ὑπερίσχυσας ὑπὲρ εὐλογίας ὀρέων μονίμων. ὄρη αἰώνια καὶ μονιμώτατα βις πάντες ἡμεῖς ἐλάβομεν ξψριλλ. αλεχ. γλαπηψρα ιι (μιγνε λχιχ ξολ. 380 δ φ.). Λαμβάνεται ὁ Ἰωσὴφ εἰς τύπον τοῦ κυρίου σαφέστατα. πρόδηλον δὲ ὅτι τὸ αἱ εὐλογίαι ἐπὶ κορυφὴν ὧν ἡγήσατο ἀδελφῶν αὐτοῦ περὶ τῶν εἰς αὐτὸν πεπιστευκότων φησίν. οὐ γὰρ ἐπαισχύνεται, ἀδελφοὺς αὐτοὺς καλῶν ἐν διαφόροις τῆς γραφῆς τόποις. Συναρμόζει πάνυ τῷ ἐκ φυλῆς Βενιαμὶν Παύλῳ.
PG 10:603ὅτε γὰρ ἦν νέος, λύκος ἦν ἅρπαξ, διέδωκε δὲ τροφὴν πιστεύσας.
Page scan enlarged

Notebook

Full View