PG 10Hippolytus of Rome
Apostolic Tradition on Spiritual Gifts
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.

HippolytusἹππολύτου

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 10:615Ἱππολύτου. Ταῦτα εἰς τὸν τῶν Ἰουδαίων δῆμον καὶ τὴν κατὰ Χριστοῦ μιαιφονίαν ἐξείληφεν. Ὤιοντο γὰρ αὐτὸν ἐπὶ γῆς μόνον ἔχειν τὸ πολίτευμα.

Hippolytus 2Ἱππολύτου 2

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου. Οὐχ ἁπλῶς λήψονται, ἀλλὰ κληρονομήσουσιν. Οἱ δὲ ἀσεβεῖς, εἰ καὶ ὑψοῦνται, ἀλλ’ ὥστε μείζονα γενέσθαι τὴν ἀτιμίαν αὐτῶν. Ὡς γάρ τις τὸν δυσειδῆ καὶ διεστραμμένον, εἰ ὑψώσειεν, οὐκ ἐδόξασεν, ἀλλ’ ἠτίμωσε πλέον κατάδηλον αὐτοῦ τὸ αἶσχος πλείοσι καταστήσας, οὕτω καὶ ὁ θεὸς ὑψοῖ τοὺς ἀσεβεῖς, ἵνα ἐμφανῆ καταστήσῃ τὴν ἐκείνων ἀσχημοσύνην. Ὑψώθη καὶ Φαραώ, ἀλλ’ ὥστε τὴν οἰκουμένην κατήγορον ἔχειν. Καὶ μὴ ἁπλῶς εἶπεν δόξαν λήμψονται, ἀλλὰ κληρονομήσουσι σοφοί. Ἐπειδὴ γὰρ καὶ πολλοὶ τῶν ἀσεβῶν ὑψοῦνται, ἀλλ’ ὥστε μείζονα γενέσθαι τὴν ἀτιμίαν αὐτῶν· καθάπερ γὰρ εἴ τις τὸν αἰσχρὸν καὶ δυσειδῆ καὶ διεστραμμένον τὰς ὄψεις ὕψωσεν, οὐκ ἐδόξασεν ἀλλ’ ἠτίμωσεν πλέον τοῖς πλείοσι κατάδηλον αὐτοῦ τὸ αἶσχος καταστήσας, οὕτω καὶ ὁ θεὸς ὑψοῖ τοὺς ἀσεβεῖς, ἵνα ἐμφανῇ τὴν ἐκείνων ἀσχημοσύνην. Ὑψώθη καὶ ὁ Φαραώ, ἀλλ’ ὥστε τὴν οἰκουμένην κατήγορον ἔχειν.

Hippolytus 3Ἱππολύτου 3

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου.
PG 10:617Σημειωτέον ὅτι δῶρον ἀγαθὸν ὀνομάζει τὸν νόμον διὰ τὸν λαμβάνοντα δῶρα ἐν κόλποις ἀδίκως. Οὗτος δὲ ἐγκαταλιμπάνει νόμον ὁ παραβαίνων αὐτόν. Νόμον δέ, ἤτοι ὃν λέγει ἢ ὃν καὶ αὐτὸς ἐφύλαξεν.

Hippolytus 4Ἱππολύτου 4

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου. Καὶ πῶς ἐστι περιχαρακῶσαι; Λογισμοὺς αὐτῇ κύκλῳ περίθες ἱερούς. Πολλῆς γάρ σοι δεῖ τῆς ἀσφαλείας, ἐπεὶ καὶ πολλὰ τὰ ἐπιβουλεύοντα τῇ τοιαύτῃ κτήσει. Εἰ δὲ ἐφ’ ἡμῖν ἐστι τὸ περιχαρακοῦν αὐτήν, αἱ δὲ ἀρεταὶ ἐφ’ ἡμῖν, χάρακες ἄρα εἶεν αἱ ἀρεταὶ αἱ ὑψοῦσαι τὴν γνῶσιν τοῦ θεοῦ. Οἷον ἄσκησις, μελέτη καὶ ὁ ἄλλος τῶν ἀρετῶν ὁρμαθός, ἃς ὁ τηρῶν τὴν σοφίαν τιμᾷ· μισθὸς δὲ τὸ πρὸς αὐτὴν μετεωρισθῆναι καὶ περιληφθῆναι ὑπ’ αὐτῆς ἐν τῷ ὑπερκοσμίῳ παστῷ.

Hippolytus 5Ἱππολύτου 5

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου. Εἶπε καὶ τὴν αἰτίαν πῶς ἔσται τοῦτο. Ὁδοὺς γὰρ σοφίας ἤτοι τῆς εὐμηχάνου, τῆς εὐπόρου· ὅθεν ἂν βαδίσαι θέλῃς, πάντα ὑπεξίς[τα]ται, οὐδὲν τὸ ἀντιπίπτον, εἴκουσι πάντα καθὰ βασιλίδα. Θείως δὲ εἶπεν τὸ ἐμβιβάζω, ὥστε φησὶ ἀςφαλῆ γενέσθαι τὴν παραμονήν. Οὐ γὰρ τοσαῦται παρεκτροπαὶ τῶν λεωφόρων ὅσαι τῆς ἀρετῆς· καὶ ἔργον ἐστὶν ἐρεῖν ἄνδρα ὀρθὸν ἀεί. Εἶτα πῶς τοῦτό φησιν·
ὁδοὺς γὰρ σοφίας διδάσκω σε τῆς εὐμηχάνου καὶ εὐπόρου· οὐ γὰρ ἔχει μίαν ὁδόν, ἀλλ’ ὅθεν ἂν βαδίσαι βουληθῇ, τὸ ἀντιπίπτον οὐδέν· πάντα παραχωρεῖ καὶ ὑπεξίσταται καθάπερ τινὶ βασιλίδι. [Θείως δὲ εἶ]πεν ἐμβιβάζω, ὥστε ἀσφαλῆ γένεσθαι τὴν παραμονήν. Οὐκ εἶπεν ἀνίστημι, [ἀλλ’ ἐμβιβάζω]. Οὐ γὰρ τοσαῦται αἱ παρεκτροπαὶ τῶν λεωφόρων τούτων εἰσὶν ὅσαι ἐκκλίνουσιν ἀπὸ τῆς ἀρετῆς καὶ ἄνδρα ἔργον ἐς[τὶν] εἶναι ἀεὶ ὀρθόν. Εἰ γοῦν ἀκούεις ἐμοῦ, πληθυνθήσεται ἔτη ζωῆς σου. Ἵνα σχῇς ἄφθαρτον ζωὴν δηλονότι. Πολλαὶ ὁδοὶ βίου, πράξεις ἀγαθαὶ ἐπὶ τὴν γνῶσιν φέρουσαι τοῦ θεοῦ. Τροχιαὶ δὲ ὀρθαὶ αἱ ἀπὸ τῶν ἀγαθῶν πράξεων πρὸς ἀγαθὰς πορεύσεις. Ἵνα σχῇς, φησίν, ἄφθαρτον ζωήν. Πολλαὶ δὲ ὁδοὶ βίου, πράξεις ἀγαθαὶ ἐπὶ τὴν γνῶσιν φέρουσαι τοῦ θεοῦ. Τροχιαὶ ὀρθαὶ αἱ ἀπὸ τῶν ἀγαθῶν πράξεων πρὸς ἀγαθὰς πορεύσεις ἀπάγουσαι.

Hippolytus 6Ἱππολύτου 6

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου. Ἀσεβεῖς μὲν οἱ ἑτερόδοξοι, παράνομοι δὲ οἱ παραβάται τοῦ νόμου. Ὧν τὰς ὁδοὺς ἤτοι τὰς πράξεις μὴ ἐπελθεῖν φησιν. Τὰς ὁδούς, φησί, τῶν ἑτεροδόξων μὴ ἐπέλθῃς ἢ τῶν τὸν νόμον παραβαινόντων.
Τὸ γοῦν μὴ ἐπέλθῃς ἀντὶ τοῦ μὴ ἐνθυμηθῇς τὰ διανοήματα αὐτῶν. Ἔκκλινον οὖν ἀπ’ αὐτῶν, ἡνιοχῶν τὰς ἀλόγους ὁρμάς. Ἢ ἀσεβεῖς φησι τοὺς πονηροὺς λογισμοὺς ψυχὰς ἀποκτείνοντας. Ὁ στρατὸς αὐτῶν εἰς φόνον ψυχῆς ἀφορᾷ.

Hippolytus: He who has dispassionate thoughts sees rightly...Ἱππολύτου Ὀρθὰ ὁρᾷ ὁ λογισμοὺς ἔχων ἀπαθεῖς καὶ…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου. Ὀρθὰ ὁρᾷ ὁ λογισμοὺς ἔχων ἀπαθεῖς καὶ δόγματα ἀληθῆ. Ὁ μὴ περὶ τὰς ἔξω φαντασίας ἐπτοημένος. Ὅταν λέγῃ οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν, τὴν ὅρασιν δηλοῖ τῆς ψυχῆς, καὶ ὅταν παραινῇ· φάγε μέλι, υἱέ, ἵνα γλυκανθῇ ὁ φάρυγξ σου, μέλι τροπικῶς τὴν θείαν λέγει διδασκαλίαν, ἥτις τὴν πνευματικὴν καταρτίζει τῆς ψυχῆς γνῶσιν, ἀλλὰ καὶ ἅπτεται τῆς ψυχῆς ἡ σοφία· ἐράσθητι γάρ, φησίν, αὐτῆς, ἵνα σε περιλάβῃ. ψυχὴ δὲ διὰ περιπλοκῆς σοφίᾳ ἑνωθεῖσα, ἁγιασμοῦ πληροῦται καὶ καθαρότητος. Ἔτι γε μὴν τῶν Χριστοῦ μύρων ἀντιλαμβάνεται ἡ τῆς ψυχῆς ὄσφρησις.

Hippolytus 7Ἱππολύτου 7

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου. Ἡ ἀρετὴ μεσότης· διὸ καὶ τὴν ἀνδρείαν μεταξὺ τῆς θρασύτητος καὶ τῆς δειλίας εἶναί φησιν. Νῦν δὲ ὀνομάζει δεξιὰ οὐ τὰ φύσει δεξιά, ὅπερ ἐστὶν αἱ ἀρεταί ἀλλὰ τὰ φαινόμενά σοι δεξιὰ διὰ τὰς ἡδονάς. Ἡδοναὶ δέ εἰσιν οὐ μόνον ἀφροδίσια, ἀλλὰ καὶ πλοῦτος καὶ τρυφή·
ἀριστερὰ δὲ φθόνος, φόνος, ἁρπαγαὶ καὶ τὰ τούτοις ὅμοια. Βορέας γάρ φησι σκληρὸς ἄνεμος, ὀνόματι δὲ ἐπιδέξιος καλεῖται. Βορέαν γὰρ συμβολικῶς τὸν πονηρὸν καλεῖἤτοι τὸν διάβολονἀφ’ οὗ ἐξεκαύθη πάντα τὰ κακὰ ἐπὶ τῆς γῆς. Ὀνόματι δὲ οὗτος ἐπιδέξιος, ὅτι ἄγγελος καλεῖται δεξιῷ ὀνόματι.

Hippolytus 8Ἱππολύτου 8

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου. Σύ, φησίν, ἔκκλινον ἀπὸ κακοῦ καὶ τῷ θεῷ μελήσει τοῦ τέλους. Προπορεύεται γάρ σου καταλύων τοὺς πολεμίους, ὡς ἐν εἰρήνῃ σε βαδίσαι.

Hippolytus 9Ἱππολύτου 9

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου. Ὅρα πῶς αὐτὸν εἰς σύνδεσμον ἄγει τῆς ὁμοζύγου· δείκνυσι γὰρ καὶ διὰ τοῦ ζῴου τὸ τῆς ἡδονῆς καθαρὸν καὶ διὰ τοῦ πώλου τὸ τῆς γυναικὸς παρίστησι γαῦρον καὶ ποθεινόν. Καὶ ἐπειδὴ πολλὰ οἶδε τὰ παροξύνοντα, ἀσφαλῆ, ἀρραγῆ τὸν τῆς φιλίας αὐτοῖς δεσμὸν ἐπιτίθησι, τὸ ἀδιάρρηκτον αὐτοῖς μηχανώμενος.

Hippolytus 10Ἱππολύτου 10

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου Οὐ τὸν ἄρτον τῇ μίξει παραβάλλει, ἀλλὰ τὸ ἐπὶ τῇ μίξει καταβαλλόμενον ἀργύριον τῷ τοῦ ἑνὸς ἄρτου τιμήματι. Οὐκ εἶπε δὲ γυναικός, ἀλλὰ πόρνης· οὐ γὰρ ἀπὸ τῆς φύσεως, ἀλλ’ ἀπὸ τῆς κακίας αὐτὴν ἐκάλεσεν. Κακία δὲ οὐδενὸς ἀξία, φέρει δέ πως τοῖς ἡττωμένοις ὀδύνην, ὅταν ὁ νενικηκὼς εὐκαταφρόνητος ᾖ.
Ἢ ὅτι τοσαύτη ἐστὶν ἡ ἡδονὴ τῆς κακίας, ὅση καὶ ἑνὸς ἄρτου. Γυνὴ δὲ [ἀνδρῶν] αἰσχύνθητι, φησίν, ὅτι γυνή σε νικᾷ καὶ ὅτι τῇ οὐδενὸς ἀξίᾳ πόρνῃ τὸ παρὰ σοὶ τιμιώτερον, τὴν ψυχήν, προδίδως.

Of BasilΒασιλείου

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Βασιλείου Οὐ τὸν ἄρτον τῇ μίξει παραβάλλει, ἀλλὰ τὸ ἐπὶ τῇ μίξει καταβαλλόμενον ἀργύριον τῷ τοῦ ἑνὸς ἄρτου τιμήματι.

Of Chrysostomτοῦ Χρυσοστόμου

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
τοῦ Χρυσοστόμου Τιμὴ γὰρ πόρνης, ἐννόησον τί ἐστιν ἐκείνη, πῶς οὐδενὸς ἀξία λόγου· φέρει γάρ τινα καὶ τοῦτο τοῖς ἠτιμωμένοις ὀδύνην, ὅταν ὁ νενικηκὼς εὐκαταφρόνητος ᾖ. Τιμὴ γὰρ οὐκ εἶπε γυναικός, ἀλλὰ πόρνης, οὐκ ἀπὸ τῆς φύσεως, ἀλλ’ ἀπὸ τῆς κακίας αὐτὴν ἐκάλεσεν· κακία δὲ οὐδενὸς ἀξία λόγου.

Hippolytus 11Ἱππολύτου 11

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 10:619Ἱππολύτου. Ἵνα μὴ λέγῃς· Τί γὰρ βλάβος τοῖς ὀφθαλμοῖς μὴ πάντως οὔσης ἀνάγκης τὸν ἐνορῶντα τραπῆναι; δείκνυσί σοι ὡς ἡ μὲν ἐπιθυμία πῦρ ἐστιν, ἡ δὲ σὰρξ ἱμάτιον· τὸ μὲν εὐάλωτον, ἡ δὲ τυραννική. Ὅταν δὲ οὐχ ἁπλῶς ἐγκείμενον ᾖ, ἀλλὰ καὶ ἀποδεδεμένον, οὐ πρότερον ἐξελεύσεται, ἕως ἑαυτῷ ποιήσει διέξοδον. Ὁ γὰρ ἰδὼν γυναῖκα, εἰ καὶ διέφυγεν, ἀλλ’ οὐκ ἐπιθυμίας καθαρὸς ἀνεχώρησεν. Τί δὲ δεῖ πραγμάτων, παρὸν ἀπραγμόνως σωφρονεῖν; Ὅρα τί φησιν ὁ Ἰώβ·
Διαθήκην διεθέμην τοῖς ὀφθαλμοῖς μου, τοῦ μὴ κατανοῆσαι γυναῖκα ἀλλοτρίαν, οὕτως οἶδε τὴν τῆς ἐπηρείας ἰσχύν. Καὶ ὁ Παῦλος δὲ τούτου ἕνεκεν Ὑπεπίεζε τὸ σῶμα καὶ ἐδουλαγώγει.

Hippolytus 12Ἱππολύτου 12

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου. Κέμφος ἐστὶν εἶδος λάρου, ὃς οὕτως ἀκρατῶς ἔχει πρὸς ἡδονὴν ὡς αἵματος πληροῦσθαι δοκεῖν τοὺς ὀφθαλμοὺς ἐν τῷ ὀχεύειν, καὶ λανθάνει ἀναισθητῶν, βρόχοις πολλάκις ἢ χερσὶ περιπίπτων ἀνθρώπων. Τούτῳ οὖν τὸν προστιθέμενον τῇ πόρνῃ δι’ ἀκολασίας ἀπείκασεν. Ἣ διὰ τὸ τοῦ ζῴου εὔηθες· καὶ γὰρ καὶ οὗτος ὡς ἄφρων ἐπηκολούθησεν. Φασὶ δὲ αὐτὸ τοσοῦτον χαίρειν ἀφρῷ, ὥστε εἴ τις πλέων ἀφρὸν ἐπὶ χειρὸς ἕξει, ἐπικάθηται τῇ χειρί. Τίκτει δὲ καὶ ἐν ὀδύνῃ. Τῶν ἐρῳδιῶν τρία γένη, ὅ τε κέπφος καὶ ὁ λευκὸς καὶ ὁ ἀστ[ερ]ίας. Ὁ δὲ κέπφος χαλεπῶς εὐνάζεται καὶ ὀχεύει· κράζει τε καὶ αἷμα τῶν ὀφθαλμῶν ἀφίησι καὶ τίκτει ἐν ὀδύνῃ, καθά φησιν Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων. Τῷ οὖν ὀρνέῳ τὸν πειθόμενον τῇ πόρνῃ δι’ ἀκολασίαν ἀπείκασεν. Ἕτερός φησι· Δυσκίνητον τὸ ζῷον καὶ εὔηθες· ὡς οὖν ἄφρων ἐπηκολούθησεν. Ἐν πελάγει δέ φασιν διατρίβον, χαίρει θαλάττης ἀφρῷ·
κἂν ἀφρόν τις πλέων ἐπὶ χειρὸς ἐπιδείξῃ, ἐπικάθηται ταῖς χερσί, ῥαδίαν ἔχον τὴν ἅλωσιν.

Hippolytus 13Ἱππολύτου 13

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου· Εἶδες αὐτῆς τὴν βλάβην, μὴ ἀναμείνῃς δέξασθαι τὴν ἐπιθυμίαν· ἀθάνατος γὰρ αὐτῆς ἡ τελευτή.

Hippolytus 14Ἱππολύτου 14

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου· Σημείωσαι ὅτι τὸν σοφὸν πολλοῖς εἶναι χρήσιμον ἀναγκαῖον, ὡς ὅ γε ἑαυτῷ χρήσιμος μόνον οὐκ εἴη σοφός· πολλὴ γὰρ τῆς σοφίας κατηγορία, εἰ μέχρι τοῦ κεκτημένου τὴν δύναμιν ἕξει. Ὥσπερ δὲ ἰὸς οὐκ ἂν εἴη βλαβερὸς ἑτέρῳ σώματι, ἀλλὰ τῷ δεχομένῳ μόνῳ, οὕτω καὶ ὁ ἀποβὰς κακὸς ἑαυτὸν βλάψει, οὐκ ἄλλον. Οὐδεὶς γὰρ ἐνάρετος παρὰ κακοῦ βλάπτεται.

Hippolytus 15Ἱππολύτου 15

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου· Καρπὸς δικαιοσύνης καὶ δένδρον ζωῆς ὁ Χριστός ἐστιν, ὁ μόνος ἀνθρωπίνως πᾶσαν δικαιοσύνην πληρώσας. καὶ ὡς αὐτοζωὴ τοὺς τῆς γνώσεως καὶ ἀρετῆς καρποὺς ὡς δένδρον ἐβλάστησεν· ἐξ οὗ οἱ ἐσθίοντες ἀειζωί̈αν λήψονται, καὶ τοῦ παραδείσου τοῦ δένδρου τῆς ζωῆς ἀπολαύσονται σὺν Ἀδὰμ καὶ πᾶσι τοῖς δικαίοις. Αἱ δὲ τῶν παρανόμων ψυχαὶ ἀφαιροῦνται μὲν ἄωροι ἐκ προσώπου τοῦ θεοῦ παρὰ τὸ παρορᾶν αὐτὸν αὐτοὺς ἐν τῇ φλογὶ τῆς βασάνου.

Hippolytus 16Ἱππολύτου 16

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου· Οὐ παρὰ ἀνθρώπων, ἀλλὰ παρὰ τῷ θεῷ δύναμιν εὕρῃ.

Hippolytus 17Ἱππολύτου 17

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου.
PG 10:621Οὗτος ἐρωτᾷ σοφίαν ὁ γνῶναι ζητῶν τί τὸ θέλημα τοῦ θεοῦ· ἐννεὸν δὲ ἑαυτὸν ποιήσας περὶ οὗ μαθεῖν ἦλθεν, οὗτος δόξει φρόνιμος εἶναι. Εἰ οὗτος ἐρωτᾷ περὶ σοφίας ὁ βουλόμενός τι περὶ σοφίας μαθεῖν, οὗτος δὲ σιωπᾷ ἀπὸ σοφίας ὁ μὴ μόνον οὐδὲ θέλων γνῶναι περὶ σοφίας, ἀλλ’ ἀποπαύων καὶ τοὺς πλησίον. Διὸ καὶ φρονιμώτερος λέγεται εἶναι ὁ πρότερος τοῦ δευτέρου.

Hippolytus 18Ἱππολύτου 18

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου· Αὗται αἱ τρεῖς θυγατέρες, εἶτα κατ’ ἰδίαν ἄλλαι. Ἀεὶ ἐν σκυθρωπῷ ...

Hippolytus 19Ἱππολύτου 19

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου· Ὁ σεισμὸς δηλοῖ τὴν τῶν ἐπὶ γῆς πραγμάτων μεταβολήν. Ἡ ἁμαρτία τοίνυν δούλη οὖσα φύσει ἐβασίλευσεν ἐν τῷ θνητῷ τῶν ἀνθρώπων σώματι. Ἅπαξ μὲν ἐπὶ τοῦ κατακλυςμοῦ· δεύτερον δὲ ἐπὶ τῶν Σοδομιτῶν, μὴ ἐνεγκάντων τὴν εὐφορίαν τῆς γῆς, ἀλλὰ καὶ τοὺς ξένους βιασαμένων· τρίτον ἐπὶ τῆς μισητῆς Αἰγύπτου, τῆς λαχούσης ἄνδρα τὸν Ἰωσὴφ σιτομετροῦντα πᾶσιν, ἵνα μὴ διαφθαρῶσι λιμῷ ἀλλ’ οὐκ ἤνεγκε τὴν εὐτυχίαν, εἰς τοὺς υἱοὺς Ἰσραὴλ ἐξυβρίσασα.
Οἰκέτις δὲ ἐκβαλοῦσα τὴν ἑαυτῆς δέσποιναν, ἡ ἐξ ἐθνῶν ἐκκλησία, ἣ δούλη οὖσα καὶ ξένη τῶν ἐπαγγελιῶν, τὴν εὐγενίδα καὶ κυρίαν συναγωγὴν ἐκβαλοῦσα, γέγονε κυρία καὶ νύμφη Χριστοῦ. Ὁ σεισμὸς νῦν δηλοῖ τὴν τῶν ἐπὶ γῆς πραγμάτων μεταβολήν· ἅπαξ μὲν ἐν τῷ κατακλυσμῷ διὰ τὴν τότε βασιλεύουσαν ἁμαρτίαν, ὅπερ τῇ φύσει δοῦλόν ἐστι. Πᾶς γὰρ ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας. Ἡ γὰρ ἁμαρτία ἐβασίλευσεν ἐν τῷ θνητῷ τῶν ἀνθρώπων σώματι. Τοῦτο δὲ δεύτερον ἐπὶ τῶν Σοδομιτῶν, μὴ ἐνεγκόντων τὴν εὐφορίαν τῆς γῆς, ἀλλὰ καὶ ξένους βιασαμένων· τρίτον ἐπὶ τῆς μισητῆς Αἰγύπτου, τῆς λαχούσης ἄνδρα τὸν Ἰωσὴφ σιτομετροῦντα πᾶσιν, ἵνα μὴ διαφθαρῶσι λιμῷ· ἀλλ’ οὐκ ἤνεγκε τὴν εὐτυχίαν εἰς τοὺς υἱοὺς Ἰσραὴλ ἐξυβρίσασα. Οἰκέτις δέ ἐστιν ἐκβαλοῦσα τὴν ἑαυτῆς κυρίαν ἡ ἀπὸ τῶν ἐθνῶν ἐκκλησία, ἡ φύσει τε δούλη οὖσα καὶ ξένη τῶν διαθηκῶν καὶ ἀλλοτρία τῶν ἐπαγγελιῶν καὶ μακρὰν τοῦ θεοῦ παρευδοκιμήσασα, τὴν εὐγενίδα συναγωγὴν καὶ κυρίαν διὰ τοὺς πατέρας καὶ τὴν νομοθεσίαν ἐκβαλοῦσα καὶ γενομένη νύμφη Χριστοῦ.

Hippolytus 20Ἱππολύτου 20

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου. Τὸν πεποιωμένον ἐν τῇ κακίᾳ· ὁ δὲ ἀπόστολος·
τοὺς ἁμαρτάνοντας, φησίν, ἐνώπιον πάντων ἔλεγχε. [τὸν ἐκτραπέντα πρὸς ὀλίγον]. ανονψμε. Ἢ τὸν πεποιωμένον τῇ κακίᾳ· ὁ δὲ ἀπόστολός φησιν· τὸν ἁμαρτάνοντα ἐνώπιον πάντων ἔλεγχε, τὸν πρὸς ὀλίγον ἐκτραπέντα.

Hippolytus 21Ἱππολύτου 21

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου. Καθάπαξ ἀδύνατον νοηθῆναι· οὐ καθάπαξ, φησίν, ἀδύνατον νοῆσαι. Σύ· Ὁ τὴν τοῦ θεοῦ δόξαν ἢ τὴν τοῦ βασιλέως κρύπτων παρ’ ἑαυτῷ, τουτέστι κατέχων καὶ φυλάττων, τιμᾷ προστάγματα αὐτοῦ.

Hippolytus 22Ἱππολύτου 22

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου· Ὁ τὴν τοῦ θεοῦ δόξαν ἢ τὴν τοῦ βασιλέως κρύπτων παρ’ ἑαυτῷ, τιμᾷ πρόσταγμα αὐτοῦ.
Page scan enlarged

Notebook

Full View