Diplomatic text · scholarios OCR (cleaned, language-split) — OCR floor from page-view (megaspan gap-fill) — PG column chips mark the printed columns.
PG 61:713[] Εἰς τὴν μεταμόρφωσιν τοῦ Σωτῆρος. Δεῦτε, φίλοι, σήμερον τῶν εὐαγγελικῶν ἀχνως έφα ψώμεθα θησαυρῶν, ἵν᾿ ἐκεῖθεν συνήθως ἀρυσώμεθα πλοῦτον ἀφθόνως μεριζόμενον, καὶ οὐδαμῶς οὐδέποτε δαπανώμενον· δεῦτε τῷ πανσόφῳ, καλῶς ὁδηγοῦντι, καὶ πάλιν ἀκολουθήσωμεν Λουκά, ἵν᾽ ἴδωμεν τὸν Χρισ στὸν εἰς ὄρος ὑψηλὸν ἀναβαίνοντα, καὶ Πέτρον καὶ Ἰάκωιον καὶ Ἰωάννην τῆς θείας μεταμορφώσεως λαμ βάνοντα μάρτυρας. Παραλαβών γάρ, φησί, τοὺς περὶ Πέτρον, εἰς ὄρος ὑψηλὸν ἀνῆλθεν ὁ Δεσπότης. Ὅρος ὑψηλὸν, ἐν ᾧ Μωϋσῆς καὶ Ηλίας διελέγετο τῷ Χριστῷ ὄρος ὑψηλὸν, ἐν ᾧ νόμος καὶ προφῆται συνωμίλουν τη χάριτι· ὅρος ὑψηλὸν, ἐν ᾧ Μωϋσῆς ὁ τοῦ πάσχα τὸν αμνὸν σφαγιάσας, καὶ τῷ αἵματι τὰς φλιάς των Εβραίων φαντίσας· ὅρος ὑψηλὸν, ἐν ᾧ Ηλίας παρ' ἐκείνοις τὸν τοῦν μελίσας, τὴν δι᾽ ὕδατος θυσίαν ἐν πυρὶ δαπανήσας ὄρος ὑψηλὸν, ἐν ᾧ Μωϋσῆς ὁ ἀνοίξας καὶ κλείσας τῆς ερυθρᾶς θαλάσσης τὰ συστήματα· ὅρος ὑψηλὸν, ἵνα μάθωσιν οἱ περὶ Πέτρον καὶ Ἰάκωβον, ὅτι αὐτός ἐστιν, ᾧ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ και ταχθονίων. Τρεῖς γὰρ μόνους παραλαβών, οὐ πάντας παραλαβών, οὐ πάντας καταλιπών, οὐ φθονήσας τοῖς ἄλλοις τῆς δόξης, οὐκ εὐτελεστέρους κρίνας· δίκαιος γὰρ ῶν, δικαίως τὰ πάντα διέπει· ἀναλογιζόμενος πάντας, καὶ τῆς πρὸς ἀλλήλους ἀγάπης οὐ μεριζομένους ήνωσεν. Αλλ' ἐπειδὴ ἀνάξιος ἦν τῆς θείας όψεως καὶ τῆς φου Θερᾶς ἐκείνης ὀπτασίας ὁ μέλλων γενέσθαι προδότης Ἰούδας, τούτου χάριν καὶ τοὺς ἄλλους καταλιμπάνει, ἵνα κακείνῳ, μὴ μόνῳ καταλειφθέντι, πᾶσαν ἀπολογίαν ὕστερον ἀποκαλύψῃ, καὶ τῆς μεταμορφώσεως τοὺς τρεῖς αὐτάρκεις κατὰ τὸν νόμον ἐπισπάσηται μάρτυρας, ἐν αὐτοῖς κατὰ ψυχὴν καὶ τοὺς λοιπούς περιφέροντας. Αὐτος γάρ φησι· «Φύλαξαι αὐτοὺς, Πάτερ δίκαιε, ἵνα καὶ αὐτοὶ ἐν ὦσι, καθὼς καὶ ἡμεῖς ἐν ἐσμεν.» Ορῶν γὰρ ὁ Ἰούδας παρὰ τὸ ὄρος ᾿Ανδρέαν, Θωμᾶν, Φίλιππον, καὶ τοὺς λοιπούς διατρίβοντας μετ' αὐτοῦ, καὶ οὐδὲ γογγύ ζοντας, οὐκ ἀγανακτοῦντας, οὐ λοιδοροῦντας, ἀλλὰ χαί ροντας, καὶ κοινῇ τὴν ἄνωθεν χάριν ἑαυτοῖς καὶ τοῖς ἀποῦσι ψηφίζοντας. ἀναπολόγητες παντελῶς ὑπῆρχεν, εἰς οὐδὲν οὐδέποτε τῶν θαυμάτων παροραθείς. Αλλὰ καὶ τὸ γλωσσόκομον εἶχε, καὶ τὴν τοῦ μύρου αναιτίως βασκαίνων, καὶ τὸν Διδάσκαλον τοῖς ἐχθροῖς τολμηρῶς προδιδών. Καὶ τί φησι; Καὶ μετεμορφώθη έμπροσθεν αὐτῶν, καὶ ὤφθησαν Μωϋσῆς καὶ Ἠλίας συλλαλοῦντες αὐτῷ. 'Αλλ' ὁ Πέτρος, ὡς ἀεὶ περὶ πάντα θερμός, ὄμμασι διανοίας, οὓς οὐκ οἶδέ ποτε θεωρήσας συλλαλοῦντας αὐτῷ, οὐ πολύ μετριώσας τὸ θαῦμα, οὐ τὸ πα ράδοξον μετρήσας τῆς θείας ἐλλάμψεως, καλὸν ἐκάλει τὸν ἔρημον τόπον· σκηνοποιός ἐξ ἁλιέως προέκοπτε, τῷ Σωτῆρι βοῶν· Ποιήσωμεν ὧδε τρεῖς σκηνάς, μίαν σοὶ, καὶ μίαν· Ἡλίᾳ, καὶ μίαν Μωϋσῇ· οὐκ εἰδὼς δ λέγει. Αλλ', ὦ τῶν μαθητῶν κορυφαῖς καὶ πρωτοστάτα Πέτρε! τί ταπειναῖς ἐννοίαις προπετεύεσθαι θέλεις, καὶ λογισμοῖς ἀνθρωπίνοις καθυβρίζεις τὰ θεῖα, καὶ τρεῖς ἐγείρειν ἐν ἐρήμῳ λέγεις; ὁμότιμον τοῖς δούλοις ὁρίζεις τὸν Δεσπότην, καὶ τῷ Χριστῷ μίαν σκηνήν, καὶ τοῖς φυσὶν ἐξ ἴσης οἰκοδομὴν ἐπείγῃ; μὴ γὰρ ἐξ ἁγίου Πνεύματος, ὡς οὗτος, συνελήφθη Μωϋσῆς; μὴ γὰρ παρθένος ἔτεκε τὸν Ἠλίαν, ὡς τοῦτον ἡ παναγία Παρ θένος Μαρία; μὴ γὰρ ἔμβρυον ἐκ μήτρας ἐπέγνω Μωυ σέα, καθάπερ τοῦτον ὁ πρόδρομος; μὴ γὰρ οὐρανὸς ἐμήνυσεν Ηλίου τὴν γέννησιν; ἢ μάγοι προσεκύνησαν Μωϋσέως τὰ σπάργανα; μὴ γὰρ Μωϋσῆς καὶ Ἠλίας εἰργάσαντο τοσαῦτα θαύματα; ἢ σπηλαίῳ ἀνθρωπίνῳ ἀπήλασαν πνεύματα; Μωϋσῆς γὰρ ὠργίσθη ποτέ, καὶ ράβδω, πατάξας διῆλθε τὸ πέλαγος· ὁ δὲ σᾶς διδάσκαλος Ἰησοῦς ἐν θαλάσση πεζεύσας σὺν τῷ Πέτρῳ, βατὸν [] ἐποίησε τὸν βυθόν. Ο Ηλίας ἱκετεύσας ἐπλήθυνε τῆς χήρας τὸ ἄλευρον καὶ τὸν ταύτης υἱὸν ἀνέστησεν ἐκ νεκρῶν· ὁ δέ σε μαθητὴν ἐξ ἁλιέων λαβών, ἐπ' ὀλί γοις ἄρτοις χιλιάδας ἐφόρεσε, καὶ τὸν ᾅδην ἐσκύλευσε, καὶ ἀνήρπασε τοὺς ἀπ' αἰῶνος καθεύδοντας. Μὴ τοίνυν λέγε, Πέτρε, Ποιήσωμεν ὧδε τρεῖς σκηνάς, μηδὲ, Καιὸν ἡμᾶς τὸ ὧδε εἶναι, μηδὲ ἀνθρώπινον, μηδὲ ταπεινόν, μηδὲ γήϊνον, μηδὲ χαμερπές· τὰ ἄνω φρύνει, τὰ ἄνω ζήτει, ὡς ὁ Παῦλος ἐμήνυσε, μὴ τὰ ἐπὶ γῆς. Πῶς γὰρ καλὸν τὸ ἡμᾶς ὧδε εἶναι, ὅπου ὁ ὄφις ὑβρίσας τὸν πρωτόπλαστον καὶ ἔβλαψε, καὶ τὴν παράδεισο, ἔκλεισεν; ὅπου τὸν ἄρτον ἐν ιδρώτι τοῦ προσώπου ἐσθίειν ἠκούσαμεν; ὅπου στένειν καὶ τρέμειν ἐπὶ τῆς γῆς διὰ παρακοὴν ἐμάθομεν; ὅπου πάντα σκιά, όπου πάντα παρελεύσεται ροπῇ; Πῶς οὖν ἡμᾶς ὧδε εἶναι καλόν; Εἰ ἐνταῦθα Χριστὸς κατελίμπανεν ἡμᾶς, τίνος χάριν ἐκοινώνησεν αἵματος καὶ σαρκός; εἰ ἐνταῦθα Χριστὸς κατελίμπανεν ἡμᾶς, τίνος χάριν συγκατέβη το πεσόντι καὶ τὸν κείμενον ἤγειρεν: εἰ καλὸν εἶναι ἐπὶ τῆς γῆς, εἰς μάτην ἐκλήθης τῶν οὐρανῶν κλειδούχος. Ποῦ γὰρ λοιπὸν χρήσιμον τῶν οὐρανῶν αἱ κλεῖς; Ἐπεὶ τὸ ὄρος τοῦτο ποθεῖς, ἀποτάττου λοιπὸν οὐρανοῖς· εἰ σκηνὰς ἐγεῖραι θέλεις, παραίτησαι τὸ εἶναι τῆς ἐκκλησίας θεμέλιος. Μετεμορφώθη γὰρ Χριστὸς, οὐχ ἁπλώς, ἀλλ᾽ ἵνα ἡμῖν ἀποδείξῃ τὴν μέλλουσαν της φύσεως μετ ταμόρφωσιν, καὶ τὴν ἐσομένην ἐπὶ τῶν νεφελῶν ἐν φωνῇ ἀρχαγγέλων δευτέραν σωτήριον ἔλευσιν. Αὐτὸς γάρ ἐστιν ὁ τὸ φῶς ὡς ἱμάτιον περιβαλλόμενος, κριτής ὑπάρχων ζώντων καὶ νεκρῶν· ὅθεν Μωϋσῆν καὶ Ηλίαν εἰς μέσον παρήγαγε, τῶν ἀρχαίων ἄψεων παραστῆσαι τὰ σήμαντρα. Καὶ τί φησιν ὁ μέγας γραφεύς; "Ετι αὐτοῦ λαλοῦντος, ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα· αὐτ τοῦ ἀκούετε. Ἔτι, φησί, του Πέτρου λαλοῦντος, ἀντ έλεξεν ὁ Πατήρ. Τι, Πέτρε, καλὸν εἶναι λέγεις, μὴ εἰδὼς 8 λέγεις; Οὔπω πεπαιδαγώγησαι, οὔπω τὴν ἀσφαλῆ γνῶσιν τῆς υἱότητος ἔμαθες, ὁ λέγων, Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζώντος. Τοσαῦτα θαύματα και τεῖδες, Βὰρ Ἰωνᾶ, καὶ ἔτι Σίμων ὑπάρχεις; οὐρανῶν σε κλειδούχων κατέστησε, καὶ τῆς ναυτιλίας ἔτι τὸ ἱμά τιον οὐκ ἀπέθου; Ἰδοὺ τὸ τρίτον ἀνθίστασαι τῇ τοῦ Σωτῆρος βουλῇ, μὴ εἰδὼς ὁ λέγεις. Εἶπε γάρ σοι, Δεῖ με παθεῖν, καὶ λέγεις, Οὐ μὴ ἔσται σοι τοῦτο· εἶπε πάλιν, Πάντες σκανδαλισθήσεσθε, καὶ λέγεις, Εἰ πάντες, ἐγὼ δὲ οὐ σκανδαλισθήσομαι. Ἰδοὺ καὶ νῦν ἐγεῖραι θέλεις τῷ Χριστῷ, τῷ ἅμα ἐμοὶ θεμελιώσαντι τὴν γῆν, τῷ ἅμα ἐμοὶ συστήσαντι τὴν θάλασσαν, καὶ στερέωμα πήξαντι, αιθέρα πυρώσαντι, καὶ πάντα σὺν ἐμοὶ πρὸ αἰώνων δημιουργήσαντι, σκηνὴν τῷ ἐξ ἐμοῦ, σκηνὴν τῷ ἐν ἐμοὶ καὶ μεθ' ὑμῶν, σκηνὴν τῷ ἀπάτορε Αδάμ, σκηνὴν τῷ ἀμήτορι Θεῷ, σκηνὴν τῷ λαβόντι σκηνὴν, ἣν ᾑρετήσατο, γαστέρα παρθενικήν. Οὐκοῦν ἐπειδὴ σὺ τρεῖς σκηνὰς ἐγείραι βούλῃ, μὴ εἰδὼς ὅπερ λέγεις, ἐγὼ νεφέλη φωτεινή χρησάμενος, σκηνὴν καὶ τοὺς παρόντας φυλάξας, ἐκ τῶν ὑψίστων βοῶ, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα. Οὐ Μωϋσῆς καὶ Ἠλίας, ἀλλ᾽ οὗτος· οὐκ ἄλλο;, καὶ ἄλλος, ἀλλ᾽ οὗτος, εἷς καὶ ὁ αὐτὸς, ἐν ᾧ ηὐδόκησα, αὐτοῦ ἀκούετε. Μωϋσῆν ἐδικαίωσα, ἀλλ᾽ ἐν τούτῳ ηὐδόκησα Ἠλίαν ἀπέλαβον, ἀλλὰ τοῦτον ἀπέστειλα ἐκ Παρθένου εἰς αὐτὸν τὸν οὐρανόν. Οὐδεὶς γάρ, φησίν, ανέβη εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Ἐκεῖ τοίνυν κατῆλθεν ἐπὶ τῆς γῆς, ἐκεῖ ἑαυτὴν ἐκένωσε μορφὴν δούλου λαβών. Εξ μή, μείνας & ἦν, γέγονεν ὅπερ ἐσμὲν, εἰ μὴ σταυρὸν καθ᾿ ἡμᾶς, δι᾿ ἡμᾶς ὑπο μείνας, καὶ τῷ οἰκείῳ αἵματι τὴν κόσμον ηγόρασεν, αργεί οικονομία, καὶ μένει τὰ παλαιὰ τῶν προφητών ἀδέβαια ῥήματα. ᾿Αλλὰ παῦσαι, Πέτρε, καὶ μὴ τὰ τῶν ἀνθρώπων φρύνει, ἀλλὰ τὰ τοῦ Θεοῦ. Οὗτος γὰρ ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα· αὐτοῦ ἀκούετε. Διττῇ γὰρ τῇ περὶ αὐτὸν κέχρημαι φωνῇ, ] ἐπὶ μὲν ὑμῶν ἐν τῷ ὄρει τούτῳ, ἐπὶ δὲ Ἰωάννου ἐν τῷ Ἰορδάνῃ ποταμῷ· ἣν ὁ πάλαι προφήτης ἀληθεύσει βοήσας· Θαβώρ καὶ 'Ερμονιὴλ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. Ποίῳ ὀνόματι; Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός. Εχαρίσατο γὰρ ὄνομα τὸ ὑπὲρ πᾶν όνομα. Αλλ᾽ ἐρεῖς πάντως, ἀγαπητέ, Τί ἐστι, Θαβώρ καὶ Ἑρμονιὴλ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται; Μάνθανε τοίνυν συνετώς. Το Θαβώρ, τοῦτό ἐστι τὸ ὄρος, ἔνθα θελήσας μετεμορφώθη Χριστὸς, καὶ Υἱὸς παρά Πατρὸς ἐμαρτυρήθη, ὡς ἀρτίως ἠκούσατε. Τὸ δὲ Ἑρμο νιήλ δρος ἐστὶ μικρὸν ἐκ γῆς Ἰορδάνου, ὅθεν ἀνελήφθη Ηλίας, καὶ οὗτινος πλησίον ἐν τοῖς ῥεῖθροις τοῦ Ἰορδάνου βουληθεὶς ἐβαπτίσθη Χριστὸς, καὶ Υἱὸς παρὰ Πα τρὸς ἐμαρτυρήθη. Εν τούτοις τοῖς δυσὶν δρεσιν ὁ ἄχραν
[765] Εἰς τὴν μεταμόρφωσιν τοῦ Σωτῆρος.
Δεῦτε, φίλοι, σήμερον τῶν εὐαγγελικῶν ἀχνως έφα
ψώμεθα θησαυρῶν, ἵν᾿ ἐκεῖθεν συνήθως ἀρυσώμεθα
πλοῦτον ἀφθόνως μεριζόμενον, καὶ οὐδαμῶς οὐδέποτε
δαπανώμενον· δεῦτε τῷ πανσόφῳ, καλῶς ὁδηγοῦντι,
καὶ πάλιν ἀκολουθήσωμεν Λουκά, ἵν᾽ ἴδωμεν τὸν Χρισ
στὸν εἰς ὄρος ὑψηλὸν ἀναβαίνοντα, καὶ Πέτρον καὶ
Ἰάκωιον καὶ Ἰωάννην τῆς θείας μεταμορφώσεως λαμ
βάνοντα μάρτυρας. Παραλαβών γάρ, φησί, τοὺς περὶ
Πέτρον, εἰς ὄρος ὑψηλὸν ἀνῆλθεν ὁ Δεσπότης. Ὅρος
ὑψηλὸν, ἐν ᾧ Μωϋσῆς καὶ Ηλίας διελέγετο τῷ Χριστῷ
ὄρος ὑψηλὸν, ἐν ᾧ νόμος καὶ προφῆται συνωμίλουν τη
χάριτι· ὅρος ὑψηλὸν, ἐν ᾧ Μωϋσῆς ὁ τοῦ πάσχα τὸν
αμνὸν σφαγιάσας, καὶ τῷ αἵματι τὰς φλιάς των Εβραίων
φαντίσας· ὅρος ὑψηλὸν, ἐν ᾧ Ηλίας παρ' ἐκείνοις τὸν
τοῦν μελίσας, τὴν δι᾽ ὕδατος θυσίαν ἐν πυρὶ δαπανήσας
ὄρος ὑψηλὸν, ἐν ᾧ Μωϋσῆς ὁ ἀνοίξας καὶ κλείσας τῆς
ερυθρᾶς θαλάσσης τὰ συστήματα· ὅρος ὑψηλὸν, ἵνα
μάθωσιν οἱ περὶ Πέτρον καὶ Ἰάκωβον, ὅτι αὐτός ἐστιν,
ᾧ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ και
ταχθονίων. Τρεῖς γὰρ μόνους παραλαβών, οὐ πάντας
παραλαβών, οὐ πάντας καταλιπών, οὐ φθονήσας τοῖς
ἄλλοις τῆς δόξης, οὐκ εὐτελεστέρους κρίνας· δίκαιος γὰρ
ῶν, δικαίως τὰ πάντα διέπει· ἀναλογιζόμενος πάντας,
καὶ τῆς πρὸς ἀλλήλους ἀγάπης οὐ μεριζομένους ήνωσεν.
Αλλ' ἐπειδὴ ἀνάξιος ἦν τῆς θείας όψεως καὶ τῆς φου
Θερᾶς ἐκείνης ὀπτασίας ὁ μέλλων γενέσθαι προδότης
Ἰούδας, τούτου χάριν καὶ τοὺς ἄλλους καταλιμπάνει,
ἵνα κακείνῳ, μὴ μόνῳ καταλειφθέντι, πᾶσαν ἀπολογίαν
ὕστερον ἀποκαλύψῃ, καὶ τῆς μεταμορφώσεως τοὺς
τρεῖς αὐτάρκεις κατὰ τὸν νόμον ἐπισπάσηται μάρτυρας,
ἐν αὐτοῖς κατὰ ψυχὴν καὶ τοὺς λοιπούς περιφέροντας.
Αὐτος γάρ φησι· «Φύλαξαι αὐτοὺς, Πάτερ δίκαιε, ἵνα καὶ
αὐτοὶ ἐν ὦσι, καθὼς καὶ ἡμεῖς ἐν ἐσμεν.» Ορῶν γὰρ ὁ
Ἰούδας παρὰ τὸ ὄρος ᾿Ανδρέαν, Θωμᾶν, Φίλιππον, καὶ
τοὺς λοιπούς διατρίβοντας μετ' αὐτοῦ, καὶ οὐδὲ γογγύ
ζοντας, οὐκ ἀγανακτοῦντας, οὐ λοιδοροῦντας, ἀλλὰ χαί
ροντας, καὶ κοινῇ τὴν ἄνωθεν χάριν ἑαυτοῖς καὶ τοῖς
ἀποῦσι ψηφίζοντας. ἀναπολόγητες παντελῶς ὑπῆρχεν,
εἰς οὐδὲν οὐδέποτε τῶν θαυμάτων παροραθείς. Αλλὰ
καὶ τὸ γλωσσόκομον εἶχε, καὶ τὴν τοῦ μύρου αναιτίως
βασκαίνων, καὶ τὸν Διδάσκαλον τοῖς ἐχθροῖς τολμηρῶς
προδιδών. Καὶ τί φησι; Καὶ μετεμορφώθη έμπροσθεν
αὐτῶν, καὶ ὤφθησαν Μωϋσῆς καὶ Ἠλίας συλλαλούν
τες αὐτῷ. 'Αλλ' ὁ Πέτρος, ὡς ἀεὶ περὶ πάντα θερμός,
ὄμμασι διανοίας, οὓς οὐκ οἶδέ ποτε θεωρήσας συλλα
λοῦντας αὐτῷ, οὐ πολύ μετριώσας τὸ θαῦμα, οὐ τὸ πα
ράδοξον μετρήσας τῆς θείας ἐλλάμψεως, καλὸν ἐκάλει
τὸν ἔρημον τόπον· σκηνοποιός ἐξ ἁλιέως προέκοπτε,
τῷ Σωτῆρι βοῶν· Ποιήσωμεν ὧδε τρεῖς σκηνάς, μίαν
σοὶ, καὶ μίαν· Ἡλίᾳ, καὶ μίαν Μωϋσῇ· οὐκ εἰδὼς δ
λέγει. Αλλ', ὦ τῶν μαθητῶν κορυφαῖς καὶ πρωτοστάτα
Πέτρε! τί ταπειναῖς ἐννοίαις προπετεύεσθαι θέλεις, καὶ
λογισμοῖς ἀνθρωπίνοις καθυβρίζεις τὰ θεῖα, καὶ τρεῖς
ἐγείρειν ἐν ἐρήμῳ λέγεις; ὁμότιμον τοῖς δούλοις ὁρίζεις
τὸν Δεσπότην, καὶ τῷ Χριστῷ μίαν σκηνήν, καὶ τοῖς
φυσὶν ἐξ ἴσης οἰκοδομὴν ἐπείγῃ; μὴ γὰρ ἐξ ἁγίου
Πνεύματος, ὡς οὗτος, συνελήφθη Μωϋσῆς; μὴ γὰρ
παρθένος ἔτεκε τὸν Ἠλίαν, ὡς τοῦτον ἡ παναγία Παρ
θένος Μαρία; μὴ γὰρ ἔμβρυον ἐκ μήτρας ἐπέγνω Μωυ
σέα, καθάπερ τοῦτον ὁ πρόδρομος; μὴ γὰρ οὐρανὸς
ἐμήνυσεν Ηλίου τὴν γέννησιν; ἢ μάγοι προσεκύνησαν
Μωϋσέως τὰ σπάργανα; μὴ γὰρ Μωϋσῆς καὶ Ἠλίας
εἰργάσαντο τοσαῦτα θαύματα; ἢ σπηλαίῳ ἀνθρωπίνῳ
ἀπήλασαν πνεύματα; Μωϋσῆς γὰρ ὠργίσθη ποτέ, καὶ
ράβδω, πατάξας διῆλθε τὸ πέλαγος· ὁ δὲ σᾶς διδάσκαλος
Ἰησοῦς ἐν θαλάσση πεζεύσας σὺν τῷ Πέτρῳ, βατὸν
[76] ἐποίησε τὸν βυθόν. Ο Ηλίας ἱκετεύσας ἐπλήθυνε
τῆς χήρας τὸ ἄλευρον καὶ τὸν ταύτης υἱὸν ἀνέστησεν
ἐκ νεκρῶν· ὁ δέ σε μαθητὴν ἐξ ἁλιέων λαβών, ἐπ' ὀλί
γοις ἄρτοις χιλιάδας ἐφόρεσε, καὶ τὸν ᾅδην ἐσκύλευσε,
καὶ ἀνήρπασε τοὺς ἀπ' αἰῶνος καθεύδοντας. Μὴ τοίνυν
λέγε, Πέτρε, Ποιήσωμεν ὧδε τρεῖς σκηνάς, μηδὲ,
Καιὸν ἡμᾶς τὸ ὧδε εἶναι, μηδὲ ἀνθρώπινον, μηδὲ
ταπεινόν, μηδὲ γήϊνον, μηδὲ χαμερπές· τὰ ἄνω φρύνει,
τὰ ἄνω ζήτει, ὡς ὁ Παῦλος ἐμήνυσε, μὴ τὰ ἐπὶ γῆς.
Πῶς γὰρ καλὸν τὸ ἡμᾶς ὧδε εἶναι, ὅπου ὁ ὄφις ὑβρίσας
τὸν πρωτόπλαστον καὶ ἔβλαψε, καὶ τὴν παράδεισο,
ἔκλεισεν; ὅπου τὸν ἄρτον ἐν ιδρώτι τοῦ προσώπου
ἐσθίειν ἠκούσαμεν; ὅπου στένειν καὶ τρέμειν ἐπὶ τῆς
γῆς διὰ παρακοὴν ἐμάθομεν; ὅπου πάντα σκιά, όπου
πάντα παρελεύσεται ροπῇ; Πῶς οὖν ἡμᾶς ὧδε εἶναι
καλόν; Εἰ ἐνταῦθα Χριστὸς κατελίμπανεν ἡμᾶς, τίνος
χάριν ἐκοινώνησεν αἵματος καὶ σαρκός; εἰ ἐνταῦθα
Χριστὸς κατελίμπανεν ἡμᾶς, τίνος χάριν συγκατέβη το
πεσόντι καὶ τὸν κείμενον ἤγειρεν: εἰ καλὸν εἶναι ἐπὶ
τῆς γῆς, εἰς μάτην ἐκλήθης τῶν οὐρανῶν κλειδούχος.
Ποῦ γὰρ λοιπὸν χρήσιμον τῶν οὐρανῶν αἱ κλεῖς; Ἐπεὶ
τὸ ὄρος τοῦτο ποθεῖς, ἀποτάττου λοιπὸν οὐρανοῖς· εἰ
σκηνὰς ἐγεῖραι θέλεις, παραίτησαι τὸ εἶναι τῆς Ἐκκλη
σίας θεμέλιος. Μετεμορφώθη γὰρ Χριστὸς, οὐχ ἁπλώς,
ἀλλ᾽ ἵνα ἡμῖν ἀποδείξῃ τὴν μέλλουσαν της φύσεως μετ
ταμόρφωσιν, καὶ τὴν ἐσομένην ἐπὶ τῶν νεφελῶν ἐν
φωνῇ ἀρχαγγέλων δευτέραν σωτήριον ἔλευσιν. Αὐτὸς γάρ
ἐστιν ὁ τὸ φῶς ὡς ἱμάτιον περιβαλλόμενος, κριτής
ὑπάρχων ζώντων καὶ νεκρῶν· ὅθεν Μωϋσῆν καὶ Ηλίαν
εἰς μέσον παρήγαγε, τῶν ἀρχαίων ἄψεων παραστῆσαι τὰ
σήμαντρα. Καὶ τί φησιν ὁ μέγας γραφεύς; "Ετι αὐτοῦ
λαλοῦντος, ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς
καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα, Οὗτός
ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα· αὐτ
τοῦ ἀκούετε. Ἔτι, φησί, του Πέτρου λαλοῦντος, ἀντ
έλεξεν ὁ Πατήρ. Τι, Πέτρε, καλὸν εἶναι λέγεις, μὴ εἰδὼς
8 λέγεις; Οὔπω πεπαιδαγώγησαι, οὔπω τὴν ἀσφαλῆ
γνῶσιν τῆς υἱότητος ἔμαθες, ὁ λέγων, Σὺ εἶ ὁ Χριστὸς,
ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζώντος. Τοσαῦτα θαύματα και
τεῖδες, Βὰρ Ἰωνᾶ, καὶ ἔτι Σίμων ὑπάρχεις; οὐρανῶν
σε κλειδούχων κατέστησε, καὶ τῆς ναυτιλίας ἔτι τὸ ἱμά
τιον οὐκ ἀπέθου; Ἰδοὺ τὸ τρίτον ἀνθίστασαι τῇ τοῦ
Σωτῆρος βουλῇ, μὴ εἰδὼς ὁ λέγεις. Εἶπε γάρ σοι, Δεῖ
με παθεῖν, καὶ λέγεις, Οὐ μὴ ἔσται σοι τοῦτο· εἶπε
πάλιν, Πάντες σκανδαλισθήσεσθε, καὶ λέγεις, Εἰ
πάντες, ἐγὼ δὲ οὐ σκανδαλισθήσομαι. Ἰδοὺ καὶ νῦν
ἐγεῖραι θέλεις τῷ Χριστῷ, τῷ ἅμα ἐμοὶ θεμελιώσαντι
τὴν γῆν, τῷ ἅμα ἐμοὶ συστήσαντι τὴν θάλασσαν, καὶ
στερέωμα πήξαντι, αιθέρα πυρώσαντι, καὶ πάντα σὺν
ἐμοὶ πρὸ αἰώνων δημιουργήσαντι, σκηνὴν τῷ ἐξ ἐμοῦ,
σκηνὴν τῷ ἐν ἐμοὶ καὶ μεθ' ὑμῶν, σκηνὴν τῷ ἀπάτορε
Αδάμ, σκηνὴν τῷ ἀμήτορι Θεῷ, σκηνὴν τῷ λαβόντι
σκηνὴν, ἣν ᾑρετήσατο, γαστέρα παρθενικήν. Οὐκοῦν
ἐπειδὴ σὺ τρεῖς σκηνὰς ἐγείραι βούλῃ, μὴ εἰδὼς ὅπερ
λέγεις, ἐγὼ νεφέλη φωτεινή χρησάμενος, σκηνὴν καὶ
τοὺς παρόντας φυλάξας, ἐκ τῶν ὑψίστων βοῶ, Οὗτός
ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα. Οὐ
Μωϋσῆς καὶ Ἠλίας, ἀλλ᾽ οὗτος· οὐκ ἄλλο;, καὶ ἄλλος,
ἀλλ᾽ οὗτος, εἷς καὶ ὁ αὐτὸς, ἐν ᾧ ηὐδόκησα, αὐτοῦ
ἀκούετε. Μωϋσῆν ἐδικαίωσα, ἀλλ᾽ ἐν τούτῳ ηὐδόκησα
Ἠλίαν ἀπέλαβον, ἀλλὰ τοῦτον ἀπέστειλα ἐκ Παρθένου
εἰς αὐτὸν τὸν οὐρανόν. Οὐδεὶς γάρ, φησίν, ανέβη εἰς
τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Ἐκεῖ
τοίνυν κατῆλθεν ἐπὶ τῆς γῆς, ἐκεῖ ἑαυτὴν ἐκένωσε
μορφὴν δούλου λαβών. Εξ μή, μείνας & ἦν, γέγονεν
ὅπερ ἐσμὲν, εἰ μὴ σταυρὸν καθ᾿ ἡμᾶς, δι᾿ ἡμᾶς ὑπο
μείνας, καὶ τῷ οἰκείῳ αἵματι τὴν κόσμον ηγόρασεν,
αργεί οικονομία, καὶ μένει τὰ παλαιὰ τῶν προφητών
ἀδέβαια ῥήματα. ᾿Αλλὰ παῦσαι, Πέτρε, καὶ μὴ τὰ τῶν
ἀνθρώπων φρύνει, ἀλλὰ τὰ τοῦ Θεοῦ. Οὗτος γὰρ ἐστιν
ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα· αὐτοῦ
ἀκούετε. Διττῇ γὰρ τῇ περὶ αὐτὸν κέχρημαι φωνῇ,
707] ἐπὶ μὲν ὑμῶν ἐν τῷ ὄρει τούτῳ, ἐπὶ δὲ Ἰωάννου
ἐν τῷ Ἰορδάνῃ ποταμῷ· ἣν ὁ πάλαι προφήτης ἀληθεύ
σει βοήσας· Θαβώρ καὶ 'Ερμονιὴλ ἐν τῷ ὀνόματί σου
ἀγαλλιάσονται. Ποίῳ ὀνόματι; Οὗτός ἐστιν ὁ Υἱός
μου ὁ ἀγαπητός. Εχαρίσατο γὰρ ὄνομα τὸ ὑπὲρ πᾶν
όνομα. Αλλ᾽ ἐρεῖς πάντως, ἀγαπητέ, Τί ἐστι, Θαβώρ
καὶ Ἑρμονιὴλ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται;
Μάνθανε τοίνυν συνετώς. Το Θαβώρ, τοῦτό ἐστι τὸ ὄρος,
ἔνθα θελήσας μετεμορφώθη Χριστὸς, καὶ Υἱὸς παρά
Πατρὸς ἐμαρτυρήθη, ὡς ἀρτίως ἠκούσατε. Τὸ δὲ Ἑρμο
νιήλ δρος ἐστὶ μικρὸν ἐκ γῆς Ἰορδάνου, ὅθεν ἀνελήφθη
Ηλίας, καὶ οὗτινος πλησίον ἐν τοῖς ῥεῖθροις τοῦ Ἰορδά
νου βουληθεὶς ἐβαπτίσθη Χριστὸς, καὶ Υἱὸς παρὰ Πα
τρὸς ἐμαρτυρήθη. Εν τούτοις τοῖς δυσὶν δρεσιν ὁ ἄχραν
Continue reading PG 61: In Triduanam Resurrectionem Domini Nostri Jesu Christi [Graecum] →≣ entire volume