Diplomatic text · scholarios OCR (cleaned, language-split) — OCR floor from page-view (megaspan gap-fill) — PG column chips mark the printed columns.
PG 61:785φέροντες τὴν αἰσχύνην, μηδὲ φέροντες τὸ ὄνειδος, τὸ ἕτερον κακὸν χωρούσι μάλιστα· καὶ ὅταν ἀκαί πως κατηγορώνται, ἐπὶ τὸν τῆς ἀγχόνης θάνατον τρέ χουσι. Τοιοῦτος γάρ ἐστιν ὁ Σατανᾶς· ὑποβάλλει ποιεῖν τὸν ἄνθρωπον τὸ κακὸν, ὑποβάλλει ποιῆσαι καὶ ἕτερον, καὶ μετὰ τὸ ποιῆσαι καταγελᾷ. Ετοιμάζει ἐλέγχους, κατηγόρους όλους εὐτρεπίζει κατηγορεῖν αὐτοῦ τὴν συμφοράν, καὶ γίνεται πρόξενος κατήγορος· καὶ τῶν ἐλεγχομένων τὸν μὲν ἔτι μανικώτερον ἀπεργάζεται, θά τερον δὲ πολλὴν αἰσχύνην ἐπαγόμενον, ποταμούς και ἀγχόνας προξενεῖ. Διὰ ταῦτα τὰ πειρατήρια ὁ ἐμπιστευ. θεὶς ποίμνην τοῦ Χριστοῦ λογικήν, οφείλει προὺς εἶναι, καὶ μετὰ πολλῆς ἀσφαλείας ἐκζητεῖν τοὺς ἁμαρτάνοντας· καὶ ὅταν εὕρῃ τὸν ἡμαρτηκότα, μὴ εὐθέως έκβα λεῖν τῆς Ἐκκλησίας, ἵνα μὴ δραξάμενος ὁ Σατανᾶς τὸν ἄνθρωπον ιδιοποιήση. Όταν γὰρ ἀφορισθῇ ἄνθρωπος ὑπὸ τοῦ ἀρχιερέως, ἀγκαλίζεται αὐτὸν ὁ Σατανᾶς, καὶ οὐκ ἀφίσταται αὐτοῦ, ἕως οὗ εἰσδεχθῇ. Οὐκ ὀφείλει ὁ ἱερεὺς πυκνοτέρως ἀφορίζειν, οὐδὲ καταράσθαι. Ταῦτα ἰδὼν σὺ ὁ ποιμὴν, οὐκ ὀφείλεις ἀκρίτως ἀπώσασθαι τὸ πρόβατον, οὐδὲ χωρίσαι τῆς ποίμνης· ἀλλ' ὅταν εὕρῃς τὸν ἁμαρτήσαντα, κάλεσον αὐτὸν καταμόνας, καὶ τὰ μὲν ἐπιτίμησον, τὰ δὲ παρακάλεσον ἀποστῆναι αὐτὸν τοῦ κακοῦ, καὶ ἅπαξ, καὶ δις, καὶ τρίς· καὶ εἰ μὲν ἀκούσῃ σου τῆς συμβουλίας, εκέρδησας τὸν ἀδελφόν σου· καθὼς εἶπεν ἡ Γραφή, ὅτι ἡ ἐπιστρέψας ψυ χὴν ἐκ πλάνης ὁδοῦ αὐτῆς, σώσει ψυχὴν αὐτοῦ, καὶ καλύψει πλῆθος ἁμαρτιῶν. Τὰ πρῶτα συγχώρησον αὐτῷ· τῷ γὰρ ἀφιέντι ἀφεθήσεται. Καὶ πάλιν ὁ φιλάνθρωπος Κύριος, ὅτι Ἐὰν ἐβδομηκοντάκις ἑπτὰ ἁμαρτήσῃ εἰς σὲ ὁ ἀδελφός σου, ἄφες αὐτῷ. Καὶ μηδὲν ὀνειδίσῃς τῶν κεκαλυμμένων, μηδὲ παροργίσης Περὶ τῆς παραβολῆς τοῦ οἰκονόμου τῆς Πολλάκις ὑμῖν εἶπον διαλεγόμενος, ὅτι πεπλανημένη τις καὶ ψευδῆς ἔννοια τοῖς ἀνθρώποις ἐμπεσοῦσα πληθύνει τὰ ἁμαρτήματα, καὶ ἐλαττοῖ τὰ ἀγαθὰ, ἅπερ ἕκαστος ὀφείλομεν ἐπὶ τῆς ἑαυτῶν πολιτείας από ξειν. Αὕτη δέ ἐστιν, ὅτι πάντα ὅσα ἔχομεν ἐν τῇ χρήσει τοῦ βίου, ὡς κύριοι κεκτήμεθα καὶ δεσπόται· καὶ ταύτης ἕνεκεν τῆς ὑπολήψεως σφοδρῶς ὑπὲρ αὐτῶν διαμαχόμεθα καὶ πολεμούμεν καὶ δικαζόμεθα, καὶ εἰς ἄχαιρον αὐτῶν περιεχόμεθα, ὡς ἐξαιρέτων κτημάτων. Ἡ δὲ ἀλήθεια οὐχ οὕτως ἔχει, ἀλλὰ καὶ σφόδρα εναντίως. Πάντων γὰρ, ὧν ἀπολαύομεν ἐν τῷ βίῳ τούτῳ, οὐχ ἡμέτερά εἰσιν, οὔτε μὴν ἡμεῖς ὡς αὐθενται καὶ κύριοι αὐτὰ κατέχομεν, ἀλλ᾽ ὡς πάροικοι καὶ ἐπήλυδες καὶ μετανάσται - αγόμεθα δὲ, ὅπου οὐ θέλομεν, καὶ ἡνίκα οὐ προσδοκώμεν, αφαιρούμεθα τῶν ὄντων, ὅταν δόξῃ τῷ Κυρίῳ τῆς κτήσεως. Διὸ καὶ εὐμετάβολόν τι χρῆμά ἐστι τὸ τῆς ἐπικήρου ταύτης ζωῆς· καὶ ὁ σήμερον ἐν δόξῃ, αὔριον ἐλεεινός, οἴκτου καὶ βοηθείας ἄξιος· ὁ νῦν εὔπος ρος, καὶ εὐθηνούμενος ταῖς ύλαις πλούτου, πένης μετὰ μικρὸν, οὐδὲ τὸν ἄρτον οἴκοθεν ἔχων, ὃν προσφέρηται εἰς ζωήν. Καὶ τούτῳ μάλιστα ὁ Θεὸς ἡμῶν τῶν θνητών ὑπερέχει, τῷ ἀεὶ ὡσαύτως εἶναι, καὶ ὡσαύτως ἔχειν, καὶ ἀναφαίρετον κεκτήσθαι ζωὴν καὶ δόξαν καὶ δύναμιν. Πόθεν οὖν εἰς ταύτην τὴν ἀρχὴν τοῦ λόγου; Η τάχα γνώριμον τυγχάνει τοῖς νοῦν ἔχουσι καὶ φιλολόγοις. Ο Λουκᾶς ἡμῖν παραβολὴν ἀναπλάσας ὑπανέγνω ἀρτίως, ἐν ᾗ τὸν οἰκονόμον τῶν ἀλλοτρίων ὑπογράφει στενούμενον καὶ θλιβόμενον, ἐπειδὴ ὡς ἐμπαθής τις καὶ πολυ δάπανος, ἤκουσε παρὰ τοῦ κυρίου τῶν κτημάτων καὶ χρημάτων, ὅτι Δὸς τὸν λόγον τῆς διοικήσεως, καὶ μετά στηθι· οὐ γὰρ τοῖς ἐμοῖς σε ὡς ἰδίοις ἐντρυφῶν ἀνέξομαι. Τοῦτο δὲ ἐστιν οὐ γενομένου πράγματος εξήγησις ἀλλὰ πλάσις παραβολῆς, τοῖς ἐπεσκιασμένοις τὸν λόγον ἠθικὴν ἀρετὴν ἐκπαιδεύουσα. Γνῶθι τοίνυν ἕκαστος, ὡς ἀλλοτρίων εἰ διοικητής· καὶ ῥίψας ἀπὸ τῆς ψυχῆς τὸ αὐθεντεῖν, καὶ τὴν ὑπερηφανίαν, τὸ τοῦ ὑπευθύνου καὶ οἰκονόμου ἀνάλαβε ταπεινὸν καὶ εὐλαβὲς, ἀεὶ τὸν Κύ ριόν σου ἀναμένων, καὶ μετὰ δειλίας συγγράφων τῆς ἀπολογίας τὸ λογοθέσιον. Πάροικος γὰρ εἶ, ὀλιγοχρο νέου χρήσεως καὶ παροδικῆς λαβὼν συγχώρησιν. Εἰ δὲ ἀμφιβάλλει;, ἐπὶ τοῖς γνωρίμοις κατάμαθε τὸ γινόμενον, καὶ τῷ ἀψευδεί διδασκάλῳ, τῇ πείρα, παιδεύθητι Κέκτησαι χωρίον, ἢ παρὰ πατρὸς λαβών, ἢ ἀπό τίνος συναλλάγματος κύριος γεγονώς; ἀναλόγισα: οὖν τῇ μνήμῃ, καὶ ἀπαρίθμησα: πάντα;, εἰ δύναται, τοὺς πρα αὐτὴν ἐπιστρέφοντα· ἐὰν δὲ μετὰ τρεῖς νουθεσίας διορθώσηται ἑαυτὸν διὰ μετανοίας, τότε εισδεχθήσεται. Ταῦτα πάντα ὀφείλει εἰδέναι ὁ ἱερεὺς, καὶ πῶς χρὴ ἐμ πολιτεύεσθαι ἐν τῷ λαῷ, καὶ οὐ μὴ κατακριθῇ εἰς τὸν αἰῶνα. Λοιπὸν περὶ διακόνων παραθήσομαι τὸν λόγον, καὶ πῶς χρὴ αὐτοὺς ἐμπολιτεύεσθαι. Ο διάκονος τοίνυν ὀφείλει πάντα κατὰ γνώμην τοῦ πρεσβυτέρου διαπράττειν, καὶ εἰς τὸν κανόνα, καὶ εἰς τὰς ἐκκλησιαστικὰς χρείας· καὶ εἰς τὸν λαὸν μηδὲν αὐθεντεῖν, ἀλλὰ πάντα κελεύσει τοῦ πρεσβυτέρου διοικείν, μηδέ τινα ἀφορίσας ἐξουσίαν ἔχειν, οὐδ᾽ ἕτερόν τι ποιεῖν. Μὴ παρόντος δὲ τοῦ πρεσβυτέρου, ἐξουσίαν ἔχει ὁ διάκονος πάντων, καθὼς καὶ ὁ πρεσβύτερος, παρεκτὸς τῶν θείων μυστηρίων. Ἐὰν μέλλῃ ὁ ἱερεὺς ἀποδημεῖν, ὀφείλει παρακαλέσαι ἕτερον πρεσβύτερον ἐξ ἑτέρας κώμης ἀποδιδόναι τὰς εὐχὰς τῷ λαῷ· εἰ δὲ ἀνάγκη γίνεται, καὶ μὴ εὐ ρεθῇ πρεσβύτερος, ὀφείλει ὁ πρεσβύτερος ἁγιάσαι τὴν ἄρτον, καὶ προστάξαι τὸν διάκονον τῷ λαῷ διδόναι. Ἐὰν δὲ γένηται ἀνάγκη, καὶ εὑρεθῇ παιδίον ἀβάπτιστον, καὶ μέλλῃ τελευτῶν, ἐξὸν τὸν διάκονον βαπτίσαι καὶ εἰ μὲν ἀπέθανε τὸ παιδίον, ἐλογίσθη αὐτῷ βάπτισμα· ἐὰν δὲ παιδίον τῇ ἀμελείᾳ τοῦ πρεσβυτέρου ἀπο θάνῃ ἀβάπτιστον, οὐαὶ ἔστὶ τῷ πρεσβυτέρῳ ἐκείνῳ! ἐὰν δὲ τῇ ἀμελείᾳ τῶν γονέων ἀποθάνῃ ἀβάπτιστον, οὐαί ἐστι τοῖς γονεῦσι τοῦ παιδίου! Τοιγαροῦν οὐκ ὀφείλουσιν οἱ γονεῖς ἀφιέναι αβάπτιστον τὸ παιδίον ἐπὶ πολλά· πρόβατον γὰρ ἀσφράγιστον, μερὶς λύκου. Η γὰρ τοῦ Χριστοῦ σφραγὶς φυλάσσει τὸν ἔχοντα τὴν σφραγίδα. Αὐτῷ οὖν τῷ Χριστῷ πρέπει ἡ δόξα καὶ ἡ τιμὴ καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ἀδικίας, καὶ [] ὅτι οὐδὲν ἡμέτερον. κατεσχηκότας αὐτό· ἐπίβαλε καὶ τῷ μέλλοντι χρόνῳ τὸν νοῦν, καὶ πόσοι αὐτοῦ κυριεύσουσι μετὰ σὲ κατα νόησον· φράσον δέ μοι, τίνος ἡ δεσποτεία, καὶ τίσι κατ' εξαίρετον διαφέρουσα, τοῖς ἐσχηκόσι, τοῖς ἔχουσιν, ἢ τοῖς μέλλουσιν; Ει γάρ τις ὥσπερ ἐκμαχεσθῆ πάν τὰς ἀθροίσειεν, ευρεθήσονται πλείους, τῶν ὀβολῶν οἱ κεκτημένοι. Μάλλον δὲ, εἴπερ ἀκριβῶς βούλει κατιδεῖν τίνι παρόμοιος ὁ βίος ἡμῶν, μνημόνευσον εί ποτε ώρα θέρους ὁδοιπορῶν ἐθεάσω δένδρον ἀμφιλαφές, ἐπὶ πολύ τοῦ πλάτους καὶ τοῦ μήκους διήκον, ἱκανῇ τῇ σκιά οι μίας πληρῶσαι χρείαν. Τούτῳ τερφθεὶς ὑπῆλθες, καὶ, ἐφ' ὅσον ἐξῆν, ἐκεῖσε κατέμεινας. Επειδὴ δὲ ἔδει πάλιν ἀπᾶραι, καὶ συμβουλευομένου τὴν ἄφιξιν, ετέραν οδοιπορίαν, ἐπέστη ἕτερος. Καὶ σὺ μὲν ἐφούρτους την ἀποσκευὴν ἐν δὲ τὴν ἰδίαν, καθήρει, καὶ πάντα τὰ σὲ ἀθρόον διεδέξατο, τήν στιβάδα, τὸ πῦρ, τὴν τοῦ δένδρου σκιάν, τὸ παραῤῥέον ύδωρ. Καὶ ὁ μὲν οἰχέτω τῆς ἀνα κλίσεως, σὺ δὲ τοῦ περιπάτου. Ετέρφθη κἀκεῖνος, εἶτα ἀφῆκε. Καὶ τὸ δένδρον ἐπὶ μιᾶς ἡμέρας ἐγένετο τυχόν δέκα ξένων ὀλιγοχρόνιον καταγώγιον· [] καὶ τῶν πάντων γενόμενον, ἑνὸς ἦν τοῦ ὄντως κυρίου. Οὕτω καὶ αἱ περιουσίας τῆς ἐνταῦθα διαγωγής τέρπουσι μὲν πολύ λοὺς καὶ τρέφουσι, τῆς δεσποτείας δὲ μόνῳ τῷ Θεῷ προσηκούσης, τῷ ἄφθαρτον καὶ ἀνώλεθρον ἔχοντι τὴν ζωήν. Εθεάσω καὶ πανδοχεῖον, ἐφ᾽ ᾧ πάντως ὁδεύων κατέλυσας· ἔλαβες δὲ ἐκεῖθεν πολλὰ, βαστάζων μηδέν κλίνην, τράπεζαν, ἐκπόματα, πίνακα, άλλα σκεύη παν τοδαπά. Ουδέπω δὲ σοῦ πρὸς αὐτάρκειαν χρησαμένου, ἧκεν ἄλλος, πνευστιών, κεκονιαμένος, κατεπείγων σε, καὶ εξείργων σε τοῦ πανδοχείου, καὶ ζητῶν τὰ ἀλλότρια ὡς ἐξαίρετα. Τοιοῦτος ὁ βίος ἡμῶν, ἀδελφὲ, ἔτι τῶν λεχθέν των παροδικώτερος. Ἐγὼ δὲ θαυμάζω τοὺς λέγοντας Τὸ χωρίον μου· Η οικία μου. Ο πως ματαία συλλαβή ἐξοικειοῦνται τὰ μὴ προσήκοντα, καὶ τρισί στοιχείοις ἀπατηλοῖς ἐναγκαλίζονται τὰ ἀλλότρια! Ωσπερ τῶν θαυματοποιῶν προσωπεῖα ἔχει μὲν οὐδεὶς κατ' εξαίρε τον, πάντες δὲ ἐπιτίθενται οἱ τῶν δραμάτων ὑποκριταί οὕτω τὴν γῆν καὶ τὰς ἐπ' ἐκείνης ὕλας ἄλλοι ἐξ ἄλλων ὡς ἱμάτια επενδύονται. Μή τι βασιλέως, είπέ μοι, δυνατώτερον; 'Αλλ' ὅμως έρεύνησον τὰ βασίλεια, ζήτησον, χλανίδας βασιλικάς· εὑρήσεις δὲ ταύτας ἱκανὰς, αἱ πολλῶν βασι λέων ἐνέδυσαν σώματα· ὁμοίως καὶ τοὺς στεφάνους, καὶ τὰς πόρπας, καὶ τὰς ζώνας, πάντα κληρονομίαν άστα τον, χρῆσιν κενὴν, ἀπὸ τῶν ὁδευόντων εἰς τοὺς μένοντας ἀπομένουσαν. Τί δὲ τῆς τῶν ὑπάρχων ἀξίας ἡ σκηνής
φέροντες τὴν αἰσχύνην, μηδὲ φέροντες τὸ ὄνειδος,
τὸ ἕτερον κακὸν χωρούσι μάλιστα· καὶ ὅταν ἀκαί
πως κατηγορώνται, ἐπὶ τὸν τῆς ἀγχόνης θάνατον τρέ
χουσι. Τοιοῦτος γάρ ἐστιν ὁ Σατανᾶς· ὑποβάλλει ποιεῖν
τὸν ἄνθρωπον τὸ κακὸν, ὑποβάλλει ποιῆσαι καὶ ἕτερον,
καὶ μετὰ τὸ ποιῆσαι καταγελᾷ. Ετοιμάζει ἐλέγχους,
κατηγόρους όλους εὐτρεπίζει κατηγορεῖν αὐτοῦ τὴν
συμφοράν, καὶ γίνεται πρόξενος κατήγορος· καὶ τῶν
ἐλεγχομένων τὸν μὲν ἔτι μανικώτερον ἀπεργάζεται, θά
τερον δὲ πολλὴν αἰσχύνην ἐπαγόμενον, ποταμούς και
ἀγχόνας προξενεῖ. Διὰ ταῦτα τὰ πειρατήρια ὁ ἐμπιστευ.
θεὶς ποίμνην τοῦ Χριστοῦ λογικήν, οφείλει προὺς εἶναι,
καὶ μετὰ πολλῆς ἀσφαλείας ἐκζητεῖν τοὺς ἁμαρτάνον
τας· καὶ ὅταν εὕρῃ τὸν ἡμαρτηκότα, μὴ εὐθέως έκβα
λεῖν τῆς Ἐκκλησίας, ἵνα μὴ δραξάμενος ὁ Σατανᾶς τὸν
ἄνθρωπον ιδιοποιήση. Όταν γὰρ ἀφορισθῇ ἄνθρωπος
ὑπὸ τοῦ ἀρχιερέως, ἀγκαλίζεται αὐτὸν ὁ Σατανᾶς, καὶ
οὐκ ἀφίσταται αὐτοῦ, ἕως οὗ εἰσδεχθῇ. Οὐκ ὀφείλει ὁ
ἱερεὺς πυκνοτέρως ἀφορίζειν, οὐδὲ καταράσθαι. Ταῦτα
ἰδὼν σὺ ὁ ποιμὴν, οὐκ ὀφείλεις ἀκρίτως ἀπώσασθαι τὸ
πρόβατον, οὐδὲ χωρίσαι τῆς ποίμνης· ἀλλ' ὅταν εὕρῃς
τὸν ἁμαρτήσαντα, κάλεσον αὐτὸν καταμόνας, καὶ τὰ
μὲν ἐπιτίμησον, τὰ δὲ παρακάλεσον ἀποστῆναι αὐτὸν
τοῦ κακοῦ, καὶ ἅπαξ, καὶ δις, καὶ τρίς· καὶ εἰ μὲν
ἀκούσῃ σου τῆς συμβουλίας, εκέρδησας τὸν ἀδελφόν
σου· καθὼς εἶπεν ἡ Γραφή, ὅτι ἡ ἐπιστρέψας ψυ
χὴν ἐκ πλάνης ὁδοῦ αὐτῆς, σώσει ψυχὴν αὐτοῦ,
καὶ καλύψει πλῆθος ἁμαρτιῶν. Τὰ πρῶτα συγχώρη
σον αὐτῷ· τῷ γὰρ ἀφιέντι ἀφεθήσεται. Καὶ πάλιν ὁ
φιλάνθρωπος Κύριος, ὅτι Ἐὰν ἐβδομηκοντάκις ἑπτὰ
ἁμαρτήσῃ εἰς σὲ ὁ ἀδελφός σου, ἄφες αὐτῷ. Καὶ
μηδὲν ὀνειδίσῃς τῶν κεκαλυμμένων, μηδὲ παροργίσης
Περὶ τῆς παραβολῆς τοῦ οἰκονόμου τῆς
Πολλάκις ὑμῖν εἶπον διαλεγόμενος, ὅτι πεπλανη
μένη τις καὶ ψευδῆς ἔννοια τοῖς ἀνθρώποις ἐμπεσοῦσα
πληθύνει τὰ ἁμαρτήματα, καὶ ἐλαττοῖ τὰ ἀγαθὰ,
ἅπερ ἕκαστος ὀφείλομεν ἐπὶ τῆς ἑαυτῶν πολιτείας από
ξειν. Αὕτη δέ ἐστιν, ὅτι πάντα ὅσα ἔχομεν ἐν τῇ χρήσει
τοῦ βίου, ὡς κύριοι κεκτήμεθα καὶ δεσπόται· καὶ ταύτης
ἕνεκεν τῆς ὑπολήψεως σφοδρῶς ὑπὲρ αὐτῶν διαμαχό
μεθα καὶ πολεμούμεν καὶ δικαζόμεθα, καὶ εἰς ἄχαιρον
αὐτῶν περιεχόμεθα, ὡς ἐξαιρέτων κτημάτων. Ἡ δὲ
ἀλήθεια οὐχ οὕτως ἔχει, ἀλλὰ καὶ σφόδρα εναντίως.
Πάντων γὰρ, ὧν ἀπολαύομεν ἐν τῷ βίῳ τούτῳ, οὐχ
ἡμέτερά εἰσιν, οὔτε μὴν ἡμεῖς ὡς αὐθενται καὶ κύριοι
αὐτὰ κατέχομεν, ἀλλ᾽ ὡς πάροικοι καὶ ἐπήλυδες καὶ με
τανάσται - αγόμεθα δὲ, ὅπου οὐ θέλομεν, καὶ ἡνίκα οὐ
προσδοκώμεν, αφαιρούμεθα τῶν ὄντων, ὅταν δόξῃ τῷ
Κυρίῳ τῆς κτήσεως. Διὸ καὶ εὐμετάβολόν τι χρῆμά ἐστι
τὸ τῆς ἐπικήρου ταύτης ζωῆς· καὶ ὁ σήμερον ἐν δόξῃ,
αὔριον ἐλεεινός, οἴκτου καὶ βοηθείας ἄξιος· ὁ νῦν εὔπος
ρος, καὶ εὐθηνούμενος ταῖς ύλαις πλούτου, πένης μετὰ
μικρὸν, οὐδὲ τὸν ἄρτον οἴκοθεν ἔχων, ὃν προσφέρηται
εἰς ζωήν. Καὶ τούτῳ μάλιστα ὁ Θεὸς ἡμῶν τῶν θνητών
ὑπερέχει, τῷ ἀεὶ ὡσαύτως εἶναι, καὶ ὡσαύτως ἔχειν,
καὶ ἀναφαίρετον κεκτήσθαι ζωὴν καὶ δόξαν καὶ δύναμιν.
Πόθεν οὖν εἰς ταύτην τὴν ἀρχὴν τοῦ λόγου; Η τάχα
γνώριμον τυγχάνει τοῖς νοῦν ἔχουσι καὶ φιλολόγοις. Ο
Λουκᾶς ἡμῖν παραβολὴν ἀναπλάσας ὑπανέγνω ἀρτίως,
ἐν ᾗ τὸν οἰκονόμον τῶν ἀλλοτρίων ὑπογράφει στενουμε
νον καὶ θλιβόμενον, ἐπειδὴ ὡς ἐμπαθής τις καὶ πολυ
δάπανος, ἤκουσε παρὰ τοῦ κυρίου τῶν κτημάτων καὶ
χρημάτων, ὅτι Δὸς τὸν λόγον τῆς διοικήσεως, καὶ μετά
στηθι· οὐ γὰρ τοῖς ἐμοῖς σε ὡς ἰδίοις ἐντρυφῶν ἀνέξο
μαι. Τοῦτο δὲ ἐστιν οὐ γενομένου πράγματος εξήγησις
ἀλλὰ πλάσις παραβολῆς, τοῖς ἐπεσκιασμένοις τὸν λόγον
ἠθικὴν ἀρετὴν ἐκπαιδεύουσα. Γνῶθι τοίνυν ἕκαστος, ὡς
ἀλλοτρίων εἰ διοικητής· καὶ ῥίψας ἀπὸ τῆς ψυχῆς τὸ
αὐθεντεῖν, καὶ τὴν ὑπερηφανίαν, τὸ τοῦ ὑπευθύνου καὶ
οἰκονόμου ἀνάλαβε ταπεινὸν καὶ εὐλαβὲς, ἀεὶ τὸν Κύ
ριόν σου ἀναμένων, καὶ μετὰ δειλίας συγγράφων τῆς
ἀπολογίας τὸ λογοθέσιον. Πάροικος γὰρ εἶ, ὀλιγοχρο
νέου χρήσεως καὶ παροδικῆς λαβὼν συγχώρησιν. Εἰ δὲ
ἀμφιβάλλει;, ἐπὶ τοῖς γνωρίμοις κατάμαθε τὸ γινόμε
νον, καὶ τῷ ἀψευδεί διδασκάλῳ, τῇ πείρα, παιδεύθητι
Κέκτησαι χωρίον, ἢ παρὰ πατρὸς λαβών, ἢ ἀπό τίνος
συναλλάγματος κύριος γεγονώς; ἀναλόγισα: οὖν τῇ
μνήμῃ, καὶ ἀπαρίθμησα: πάντα;, εἰ δύναται, τοὺς πρα
αὐτὴν ἐπιστρέφοντα· ἐὰν δὲ μετὰ τρεῖς νουθεσίας διορ
θώσηται ἑαυτὸν διὰ μετανοίας, τότε εισδεχθήσεται.
Ταῦτα πάντα ὀφείλει εἰδέναι ὁ ἱερεὺς, καὶ πῶς χρὴ ἐμ
πολιτεύεσθαι ἐν τῷ λαῷ, καὶ οὐ μὴ κατακριθῇ εἰς τὸν
αἰῶνα. Λοιπὸν περὶ διακόνων παραθήσομαι τὸν λόγον,
καὶ πῶς χρὴ αὐτοὺς ἐμπολιτεύεσθαι. Ο διάκονος τοίνυν
ὀφείλει πάντα κατὰ γνώμην τοῦ πρεσβυτέρου διαπράτ
τειν, καὶ εἰς τὸν κανόνα, καὶ εἰς τὰς ἐκκλησιαστικὰς
χρείας· καὶ εἰς τὸν λαὸν μηδὲν αὐθεντεῖν, ἀλλὰ πάντα
κελεύσει τοῦ πρεσβυτέρου διοικείν, μηδέ τινα ἀφορίσας
ἐξουσίαν ἔχειν, οὐδ᾽ ἕτερόν τι ποιεῖν. Μὴ παρόντος δὲ
τοῦ πρεσβυτέρου, ἐξουσίαν ἔχει ὁ διάκονος πάντων,
καθὼς καὶ ὁ πρεσβύτερος, παρεκτὸς τῶν θείων μυστη
ρίων. Ἐὰν μέλλῃ ὁ ἱερεὺς ἀποδημεῖν, ὀφείλει παρακα
λέσαι ἕτερον πρεσβύτερον ἐξ ἑτέρας κώμης ἀποδιδόναι
τὰς εὐχὰς τῷ λαῷ· εἰ δὲ ἀνάγκη γίνεται, καὶ μὴ εὐ
ρεθῇ πρεσβύτερος, ὀφείλει ὁ πρεσβύτερος ἁγιάσαι τὴν
ἄρτον, καὶ προστάξαι τὸν διάκονον τῷ λαῷ διδόναι.
Ἐὰν δὲ γένηται ἀνάγκη, καὶ εὑρεθῇ παιδίον ἀβάπτι
στον, καὶ μέλλῃ τελευτῶν, ἐξὸν τὸν διάκονον βαπτίσαι
καὶ εἰ μὲν ἀπέθανε τὸ παιδίον, ἐλογίσθη αὐτῷ βάπτι
σμα· ἐὰν δὲ παιδίον τῇ ἀμελείᾳ τοῦ πρεσβυτέρου ἀπο
θάνῃ ἀβάπτιστον, οὐαὶ ἔστὶ τῷ πρεσβυτέρῳ ἐκείνῳ! ἐὰν
δὲ τῇ ἀμελείᾳ τῶν γονέων ἀποθάνῃ ἀβάπτιστον, οὐαί
ἐστι τοῖς γονεῦσι τοῦ παιδίου! Τοιγαροῦν οὐκ ὀφείλου
σιν οἱ γονεῖς ἀφιέναι αβάπτιστον τὸ παιδίον ἐπὶ
πολλά· πρόβατον γὰρ ἀσφράγιστον, μερὶς λύκου. Η
γὰρ τοῦ Χριστοῦ σφραγὶς φυλάσσει τὸν ἔχοντα τὴν
σφραγίδα. Αὐτῷ οὖν τῷ Χριστῷ πρέπει ἡ δόξα καὶ ἡ
τιμὴ καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Αμήν.
ἀδικίας, καὶ [843] ὅτι οὐδὲν ἡμέτερον.
κατεσχηκότας αὐτό· ἐπίβαλε καὶ τῷ μέλλοντι χρόνῳ
τὸν νοῦν, καὶ πόσοι αὐτοῦ κυριεύσουσι μετὰ σὲ κατα
νόησον· φράσον δέ μοι, τίνος ἡ δεσποτεία, καὶ τίσι
κατ' εξαίρετον διαφέρουσα, τοῖς ἐσχηκόσι, τοῖς ἔχουσιν,
ἢ τοῖς μέλλουσιν; Ει γάρ τις ὥσπερ ἐκμαχεσθῆ πάν
τὰς ἀθροίσειεν, ευρεθήσονται πλείους, τῶν ὀβολῶν οἱ
κεκτημένοι. Μάλλον δὲ, εἴπερ ἀκριβῶς βούλει κατιδεῖν
τίνι παρόμοιος ὁ βίος ἡμῶν, μνημόνευσον εί ποτε ώρα
θέρους ὁδοιπορῶν ἐθεάσω δένδρον ἀμφιλαφές, ἐπὶ πολύ
τοῦ πλάτους καὶ τοῦ μήκους διήκον, ἱκανῇ τῇ σκιά οι
μίας πληρῶσαι χρείαν. Τούτῳ τερφθεὶς ὑπῆλθες, καὶ,
ἐφ' ὅσον ἐξῆν, ἐκεῖσε κατέμεινας. Επειδὴ δὲ ἔδει πάλιν
ἀπᾶραι, καὶ συμβουλευομένου τὴν ἄφιξιν, ετέραν
οδοιπορίαν, ἐπέστη ἕτερος. Καὶ σὺ μὲν ἐφούρτους την
ἀποσκευὴν ἐν δὲ τὴν ἰδίαν, καθήρει, καὶ πάντα τὰ σὲ
ἀθρόον διεδέξατο, τήν στιβάδα, τὸ πῦρ, τὴν τοῦ δένδρου
σκιάν, τὸ παραῤῥέον ύδωρ. Καὶ ὁ μὲν οἰχέτω τῆς ἀνα
κλίσεως, σὺ δὲ τοῦ περιπάτου. Ετέρφθη κἀκεῖνος, εἶτα
ἀφῆκε. Καὶ τὸ δένδρον ἐπὶ μιᾶς ἡμέρας ἐγένετο τυχόν
δέκα ξένων ὀλιγοχρόνιον καταγώγιον· [844] καὶ τῶν
πάντων γενόμενον, ἑνὸς ἦν τοῦ ὄντως κυρίου. Οὕτω καὶ
αἱ περιουσίας τῆς ἐνταῦθα διαγωγής τέρπουσι μὲν πολύ
λοὺς καὶ τρέφουσι, τῆς δεσποτείας δὲ μόνῳ τῷ Θεῷ
προσηκούσης, τῷ ἄφθαρτον καὶ ἀνώλεθρον ἔχοντι τὴν
ζωήν. Εθεάσω καὶ πανδοχεῖον, ἐφ᾽ ᾧ πάντως ὁδεύων
κατέλυσας· ἔλαβες δὲ ἐκεῖθεν πολλὰ, βαστάζων μηδέν
κλίνην, τράπεζαν, ἐκπόματα, πίνακα, άλλα σκεύη παν
τοδαπά. Ουδέπω δὲ σοῦ πρὸς αὐτάρκειαν χρησαμένου,
ἧκεν ἄλλος, πνευστιών, κεκονιαμένος, κατεπείγων σε, καὶ
εξείργων σε τοῦ πανδοχείου, καὶ ζητῶν τὰ ἀλλότρια ὡς
ἐξαίρετα. Τοιοῦτος ὁ βίος ἡμῶν, ἀδελφὲ, ἔτι τῶν λεχθέν
των παροδικώτερος. Ἐγὼ δὲ θαυμάζω τοὺς λέγοντας
Τὸ χωρίον μου· Η οικία μου. Ο πως ματαία συλλαβή
ἐξοικειοῦνται τὰ μὴ προσήκοντα, καὶ τρισί στοιχείοις
ἀπατηλοῖς ἐναγκαλίζονται τὰ ἀλλότρια! Ωσπερ τῶν
θαυματοποιῶν προσωπεῖα ἔχει μὲν οὐδεὶς κατ' εξαίρε
τον, πάντες δὲ ἐπιτίθενται οἱ τῶν δραμάτων ὑποκριταί
οὕτω τὴν γῆν καὶ τὰς ἐπ' ἐκείνης ὕλας ἄλλοι ἐξ ἄλλων ὡς
ἱμάτια επενδύονται. Μή τι βασιλέως, είπέ μοι, δυνατώτε
ρον; 'Αλλ' ὅμως έρεύνησον τὰ βασίλεια, ζήτησον, χλανίδας
βασιλικάς· εὑρήσεις δὲ ταύτας ἱκανὰς, αἱ πολλῶν βασι
λέων ἐνέδυσαν σώματα· ὁμοίως καὶ τοὺς στεφάνους, καὶ
τὰς πόρπας, καὶ τὰς ζώνας, πάντα κληρονομίαν άστα
τον, χρῆσιν κενὴν, ἀπὸ τῶν ὁδευόντων εἰς τοὺς μένοντας
ἀπομένουσαν. Τί δὲ τῆς τῶν ὑπάρχων ἀξίας ἡ σκηνής
Continue reading PG 61: Contra Judæos, in Serpentem æneum [Graecum] →≣ entire volume