Diplomatic text · facsimile scan-OCR (pageview floor) — PG column chips mark the printed columns.
Liber PrimusLiber SecundusLiber TertiusLiber QuartusLiber QuintusLiber SextusLiber SeptimusLiber OctavusLiber NonusLiber DecimusFragmentum
PG 22:793νας ἐν πεντεκαιδεκάτῳ τόμῳ τῆς Εὐαγγελικῆς Απο δείξεως· οὗτος γὰρ πᾶσαν ἐκθέμενος τὴν ὅρασιν οὕτ τως φησίν ο Ηγοῦμαι ταῦτα μηδὲν διαφέρειν τῆς προφήτου θεωρίας· ὡς γὰρ ὁ προφήτης θάλασσαν ἑώρα μεγάλην, οὕτως ὁ βασιλεὺς εἰκόνα πολλήν. Καὶ πάλιν ὡς ὁ προφήτης ἑώρα δ' θηρία, ἅπερ ἑρμη νεύων μετέβαλεν εἰς δ' βασιλείας, οὕτως ὁ βασιλεὺς τὰς διὰ τοῦ χρυσοῦ καὶ ἀργύρου καὶ χαλκοῦ καὶ τι δήρου, τέσσαρας βασιλείας ᾐνίττετο· καὶ αὖθις ὡς ὁ προφήτης τῶν τοῦ ὑπάτου θηρίου κεράτων δέκα διαίρεσιν ἑώρα, καὶ τρία κέρατα ὑφ᾽ ἑνὸς συντριβόμενα· καὶ ὁ βασιλεὺς ὡσαύτως ἐπὶ τῶν τελευταίων τῆς εἰκόνος μέρος τι σιδηροῦν καὶ μέρος ἐστράκινον ἐθεώρει· καὶ ἐπὶ τούτοις, ὡς ὁ προφήτης μετὰ τὴν τῶν τεσσάρων βασιλειῶν ὅρασιν ἑώρα υἱὸν ἀνθρώπου τὴν κατὰ πάντων ἀρχὴν καὶ ἐξουσίαν καὶ βασι λείαν παρειληφότα· οὕτως καὶ ὁ βασιλεὺς λίθον συν τρίβοντα τὴν εἰκόνα πᾶσαν καὶ γινομένην εἰς ὄρος μέγα καὶ πληροῦν θάλασσαν ἐδόκει ὁρᾷν· καὶ εἰκό τως· ἔπρεπε γὰρ τῷ μὲν ἠπατημένῳ περὶ τὴν τοῦ βίου φαντασίαν βασιλεῖ, καὶ τὴν τῶν αἰσθητῶν οἷα χρωμάτων ὡραιότητα, ἐπιγραφῆς ἀνακειμένης θαυμάζοντι, εἰκόνι μεγάλῃ τὸν πάντων ἀνθρώπων ἀπει κάζειν βίον· τὸν δὲ προφήτην, τὸν πολὺν καὶ μέγαν σάλου τοῦ βίου μεγάλη θαλάσσῃ παραβάλλειν· καὶ τῷ μὲν βασιλεῖ, τὰς παρὰ ἀνθρώποις πολυτελεῖς ὕλας χρυσοῦ καὶ ἀργύρου χαλκοῦ τε καὶ σιδήρου θαυμάζοντι, τὰς κατὰ χρόνους ἐν τῷ βίῳ τῶν ἀνθρώπων ἐπικρατεῖς βασιλείας, ταύταις ἀφομοιοῦν ταῖς ὕλαις τῷ δὲ προφήτῃ ἐν μορφαῖς θηρίων τὰς αὐτὰς βασι λείας καταλλήλως τῷ τῆς ἀρχῆς τρόπῳ διαγράφεσθαι· “ καὶ πάλιν τῷ μὲν βασιλεῖ μέγα, ὡς εἰκὸς, ἐφ' ἑαυτῷ φρονοῦντι, καὶ ἀλαζονευομένῳ ἐπὶ τῇ τῶν προγόνων βασιλείᾳ, ἡ τῶν πραγμάτων μεταβολὴ δείκνυται, καὶ τῶν ἐπὶ γῆς βασιλειῶν τὸ τέλος· εἰς καθαίρεσιν τοῦ ἐν αὐτῷ τύφου, καὶ εἰς τὸ μηδὲν ἡγεῖσθαι βέβαιον τὸ ἐν ἀνθρώποις, ἢ μόνον τὸ ἐπὶ πάντων τέλος τῆς τοῦ Θεοῦ βασιλείας· ἔσεσθαι γὰρ μετὰ τὴν πρώτην Ασ συρίων ἀρχὴν, ἣν ὁ χρυσὸς ηνίξατο, δευτέραν τὴν τῶν Περσῶν, τὴν διὰ τοῦ ἀργύρου δεδηλωμένην ἔπειτα τρίτην τὴν Μακεδόνων, ἣν ὁ χαλκὸς ἐσήμανε μεθ' ἣν τετάρτην διαδέξασθαι τῶν Ῥωμαίων, κρα ταιωτέραν οὖσαν τῶν πρὸ αὐτῆς· διὸ καὶ σιδήρῳ παρ ρεβάλλετο· εἴρητο γοῦν καὶ περὶ αὐτῆς. Καὶ βασιλεία τετάρτη ἔσται ἰσχυρὰ ὡς σίδηρος· ὃν τρόπον ὁ σί δηρος λεπτύνει καὶ δαμάζει πάντα, οὕτως πάντα λεπτυνεῖ καὶ δαμάσει· καὶ μετὰ τὰς εἰρημένας ἀπά σας, τὴν τοῦ Θεοῦ βασιλείαν, διὰ τοῦ συντρίβοντος την πᾶσαν εἰκόνα λίθου παρισταμένην· καὶ ὁ προφήτης τούτων ἀκολούθως, τὴν ἐπὶ τέλε: τῶν ὅλων Θεοῦ βα σιλείαν, οὐ πρότερον θεωρεῖ, ἢ τὰς εἰρημένας τέσσαρας δυναστείας διαγράψαι τὸν λόγον. Διὰ τῶν τεσσάρων μόνων καὶ οὐδὲ ἑτέρων ἡγοῦμαι τὰς δράσεις καὶ τῷ βασιλεῖ καὶ τῷ προφήτῃ δεδείχθαι, διὰ τὸ ταύταις καταδουλωθῆναι τὸ Ἰουδαίων ἔθνος ἀπὸ τῶν τοῦ προφήτου χρόνων. η
DEMONSTRATIONIS EVANGELICÆ FRAGM. EX LIB. XV.
Continue reading PG 22: Liber contra Hieroclem →≣ entire volume