PG 30Basil the Great
Against Eunomius
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 835–836page 1 of 18
PG 30:835ΕΥΝΟΜΙΟΥ ΤΟΥ ΔΥΣΣΕΒΟΥΣ ΑΠΟΛΟΓΗΤΙΚΟΣ ΠΡΟΣ ΟΝ ΕΓΡΑΨΕΝ ΑΝΤΙΡΡΗΤΙΚΟΝ Ο ΜΕΓΑΣ ΒΑΣΙΛΕΙΟΣ. [ Οὗτος ὁ λόγος οὐ δι' ἄλλο τι γέγραπται, ἢ ἵνα δεικνύνται ἡ γραφή. "Α γὰρ λέγει περὶ Θεοῦ, ὡς ἀγέννητος, καὶ γεννητὸς ὁ Υἱὸς, καὶ ἕτερα ὅσα ληρεῖ, ἀσεβέστατα εἰσι, καὶ ἔξω τῆς εὐσε
col. 837–838page 2 of 18
PG 30:837βοῦς ἡμῶν πίστεως· Πρόσχες γοῦν, ὁ ἀναγ νώσκων, ἵνα μή παρατραπῆς τῆς εὐθείας ὁδοῦ.] 1. Τ μὲν συκοφαντεῖν καὶ διαβάλλειν τινὰς ἐξ ἀκολάστου γλώττης καὶ γνώμης ἀγνώμονος, μοχθηρῶν καὶ φιλαπεχθημόνων ἔργον εἰδότες· τὸ δὲ τοὺς ἐκ διαβολῆς εἶναι δόξαντας πονηρούς πάσῃ προθυμίᾳ πειρᾶσθαι τὸ ψεῦδος τοῖς ἐλέγχοις ἀποτρέπειν, ἀνδρῶν σωφρόνων, καὶ μετὰ τῆς ἴδίας εὐβουλίας τὴν τῶν πολλῶν ἀσφάλειαν περὶ πολλοῦ ποιουμένων ἠὐχόμεθα μὲν λόγῳ τὴν γνῶσιν ἀμφοῖν ἔχοντες, μήτε τῆς προτέρας ποτὲ γενέσθαι μοίρας, καὶ τῆς ὑστέρας τὴν πεῖραν διαφυγεῖν. Ἐπειδὴ δὲ μὴ κατὰ γνώμην ἐκβῆναι συνέβη τὸ τέλος, ποικίλως καὶ πολυτρόπως διά τε λόγων καὶ πράξεων παρὰ πολ λοῖς κατασκευασθείσης ἡμῶν ψευδοῦς δυσφημίας, η ἀλγεινῆς μὲν ἡμῖν, βλαβερᾶς δὲ τοῖς πιστεύουσιν ὑπό τινων πονηρῶν καὶ μηδὲν ὀκνούντων λέγειν ἢ πράττειτ ἀνθρώπων καὶ τῶν ἀκεραιοτέρων ταῖς των διαφόρων κατηγορίαις τὴν ἀλήθειαν μετρούν των, οὐ κρίσει τὰς καθ᾿ ἡμῶν διαβολάς προσιεμένων· ἡμῖν τε αὐτοῖς λυσιτελεῖν ᾠήθημεν πρὸς ἀπολογίαν, καὶ τοῖς ἀβασανίστως λεγομένοις, πρὸς ἀσφάλειαν, ἔγγραφον εἰς ὑμᾶς ἐκθέσθαι τῆς ἑαυτῶν δόξης τὴν ὁμολογίαν, εἴ πως διὰ ταύτης τήν τε προς λαβοῦσαν ἀποτρεψαίμεθα βλασφημίαν, καὶ πρὸς τὸ λοιπὸν τοὺς μὲν πονηροὺς ἀτο μοτέρους, τοὺς δὲ λίαν εὐχερεῖς ἀσφαλεστέρους παρασκευάσαιμεν, τοῖς μὲν τὸ ψευδῆ λέγειν ἐπιδεὶς, τοῖς δὲ τὸ πιστεύειν ἀσφα λες υποδείξαντες, συναποδεικνυμένης τῇ παρ' ἡμῶν ἀληθείᾳ τῆς κατ᾽ ἀμφοῖν κολάσεως. Ἡ γὰρ πρὸς τὸ ψεύδος κοινωνία κοινὴν ἀμφοτέροις κατεργάζεται τὴν τιμωρίαν. 2. Αὐτοῦμεν δὲ πρὸ πάντων ὑμᾶς, τούς τε νῦν ἀκουσομένους, καὶ τοὺς εἰς ὕστερον ἐντευξομένους, μὴ τῷ πλήθει διακρίνειν ἐθέλειν τῆς ἀληθείας τὸ ψεῦδος, τῇ πλείονι μοίρα τὸ κρεῖττον συνάπτοντας, μήτε μὲν ἀξιώμασιν ἢ τίνων αλαζονεία προσ έχοντας, ἀμαυροῦσθαι τὴν διάνοιαν· ἢ τῇ τάξει τῶν προλαβόντων τὸ πλεῖον νέμοντας, ἀποφράττειν τὰς ἀκοὰς τοῖς ὑστέροις· τὴν δὲ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διδασκαλίαν παντὸς μὲν ἀνθρώπων ἀριθμοῦ, πάσης δὲ φιλοτιμίας ἢ φιλονεικίας, συνηθείας τε αὖ καὶ συγγενείας, και συλλήβδην εἰπεῖν, πάντων ὅσα τοῖς τῆς ψυχῆς κριτηρίοις ἐπι σκοπεῖν εἴωθεν προτιμήσαντας, τῇ πρὸς τὴν ἀλήθειαν εὐνοίᾳ κρίνειν τὰ λεγόμενα Μεγίστη γὰρ μοῖρα πρὸς τὴν τῆς ἀληθείας διάγνωσιν ἡ πρὸς αὐτην οἰκείωσις. σπουδήν. ἀνδρῶν. ἀνῶν, ἀνθρώπων. αἰτοῦμαι. Εἰς προσλαβόντων. ἀνδρῶν. τῆ πρὸς τὴν ἀληθειαν εὐνοίᾳ κρίνειν τὰ λεγόμενα,
col. 839–840page 3 of 18
PG 30:8393. Πρὸς δὲ τούτοις μηδ' ἡμῖν χαλεπαίνειν, εἰ τύφου μὲν ἀμελήσαντες καὶ φόβου, τῆς δὲ παραυτίκα χάριτος καὶ ἀσφαλείας τὴν ὑπὲρ τῶν μελλόντων ἄδειαν προτιμήσαντες, καὶ πάσης ἐπιγείου κακοπαθείας θανάτου τε προσκαίρου φοβερωτέραν τὴν κατὰ τῶν ἀσεβῶν ὡρισμένην ἀπειλὴν εἶναι κρίναντες, παντὸς ἐπικαλύμματος γυμνὴν ἐκτιθέμεθα τὴν ἀλήθειαν. Οὔτε γὰρ, κατὰ τὸν ᾿Απόστολον εἰπεῖν, ἄξια τὰ πα θήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν ἀποκαλύπτεσθαι δόξαν. Οὐδ᾽ ὁ σύμπας κόσμος πρὸς ἀπόλαυσιν καὶ δεσποτείαν, ἰσόῤῥοπον ἀντάλλαγμα τῆς ἰδίας ἑκάστου ψυχῆς, πολὺ καθ' ἑκάτερον ἀπόλαυσίν τε καὶ κόλασιν ὑπερβαλλόντων τὰ παρόντα τῶν προσδοκωμένων. ὑπόλαυσιν. παρά, καὶ αὐτούς. 4. Αλλ' ἵνα γε μὴ τούτοις ἐπὶ πλεῖον ἐνδιατρίβοντες, πέρα του μέτρου μηκύνωμεν τὸν λόγον, ἐπ' αὐτὴν ἤδη τρεψώμεθα τῆς πίστεως τὴν ὁμολογίαν, ἐξῆς εὐμαρὴς καὶ ῥᾳδία γένοιτ' ἂν τοῖς βουλομένοις τῆς ἡμετέρας γνώμης κατανόησις. Αναγκαῖον δὲ ἴσως τοὺς περὶ τούτων λόγους ποιουμένους, καὶ δόξης οἰκείας εὐθύνας ὑπέχοντας, μὴ ταῖς τῶν πολλῶν ἀμελῶς ἑαυτοὺς ἐκδιδόναι γνώμαις, τὴν δὲ κρα τοῦσαν ἄνωθεν ἐκ τῶν Πατέρων εὐσεβῆ παράδοσιν, ὥσπερ τινὰ γνώμονα καὶ κανόνα προεκτιθε μένους, ἀκριβεῖ τούτῳ συγχωρεῖν χρῆσθαι κριτηρίῳ πρὸς τὴν τῶν λεγομένων ἐπίκοισιν. 5. Πιστεύομεν (β) εἰς ἕνα Θεόν, Πατέρα παν τοκράτορα, ἐξ οὗ τὰ πάντα. Καὶ εἰς ἕνα μονογενῆ Υἱὸν τοῦ Θεοῦ, Θεὸν Λόγον, τὸν Κύριον ἡμῶν Ἰη σοῦν Χριστὸν δι᾿ οὗ τὰ πάντα. Καὶ εἰς ἕν Πνεῦμα ἅγιον, τὸν Παράκλητον, ἐν ᾧ πάσης χάριτος διανομή κατὰ τὴν συμμετρίαν πρὸς τὸ συμφέρον ἑκάστῳ δίδοται τῶν ἁγίων. 6. Ἡ μὲν οὖν ἁπλουστέρα καὶ κοικὴ πάντων πίστις, ὅσοις τὸ δοκεῖν ἢ τὸ εἶναι Χριστιανοῖς ἐπιμελὲς, ὡς ἐν ἐπιδρομῇ κεφαλαιωδέστερον εἰπεῖν, αὕτη, λειπομένων ἔτι τῶν δευτέρων, ὧν διὰ τὸ τέως ἀναμφισβήτητον παρέλκειν ἡγούμεθα τὴν μνήμην. Ἡμεῖς δ᾽ εἰ μὲν ἐωρῶμεν ἐπάναγκες εἶναι τοῖς ἅπαξ τὰς φωνὰς παραδεξαμένοις, ἀπαράτρεπτον συνδιασώζειν τοῖς ὀνόμασι τὴν ἀληθῆ διάνοιαν, ἢ τοὺς ἡμᾶς ἀσεβείας γραφήν γραψαμένους μετὰ τὴν ὁμο ἀμφιβοήτητον, τὰ δεύτερα
col. 841–842page 4 of 18
PG 30:841λογίαν ταύτην έλευθέρους ἀφιέντας τῶν ἐγκλημά των, καθαρευούσης αὑτῶν τῆς διανοίας πάσης καθ' ἡμῶν πονηρᾶς ὑπονοίας, τοῦτον δρον καὶ πέρας τῶν ἰδίων ἂν ἐποιησάμεθα λόγων, ἀσφαλῆ τὴν ἡσυχίαν ἡμῖν ἐγγυωμένης τῆς ὁμολογίας. Ἐπειδὴ δὲ μήτε διὰ κακόνοιαν ή τινα γνώμης μοχθηρίαν ἑτέραν, παρατρέπειν καὶ διαφθείρειν τὴν ἔννοιαν ἐπιχειροῦσιν, αὐτάρκης πρὸς πίστωσιν τῆς ἀληθείας (οὐ γὰρ ἂν Σαβέλλιος ὁ Αίβυς, καὶ Μάρκελλος ὁ Γαλά της, καὶ Φωτεινός, ἤ τις ἄλλος τῶν τὴν αὐτὴν τούτοις μανίαν μανέντων, συλλόγων ἱερατικῶν καὶ κοινωνίας μυστηρίων, καὶ περιβόλων ἐκκλησιαστικῶν είργοντο), μήθ' ἡμῖν ἱκανὴ πρὸς διάλυσιν τῶν ἐπενεχθέντων ἐγκλημάτων· ἀλλὰ δεῖ τινων ἀκριβεστέρων λόγων πρὸς τὴν τῆς διανοίας ἐξάπλωσιν· πειρασόμεθα, ὡς ἂν οἷοί τε ὦμεν εἰς τοὐμφανὲς ἀνάγειν ἢν αὐτοὶ περὶ τούτων νυγχάνομεν ἔχοντες δόξαν, ἤτοι προτιθέντες τὴν λέξιν, εἶθ᾽ ὕστερον ἐκκαλύπτοντες τὴν ἔννοιαν, ἢ καὶ προ κειμέναις ταῖς ἐννοίαις τὰς φωνὰς ἐφαρμόζοντες, οὐ λυμαινομένης τῇ ἀληθείᾳ τῆς κατὰ τὴν τάξιν ταύτην ἐναλλαγῆς, ἀρκούντων δηλαδὴ τῶν αὐτῶν ἡμῖν πρός τε τὴν ἡμετέραν αὐτῶν ἀπολογίαν, καὶ τὸν τῶν ἡμᾶς γραψαμένων ἔλεγχον. 7. Εἷς τοίνυν κατά τε φυσικὴν ἔννοιαν, καὶ κατὰ τὴν τῶν Πατέρων διδασκαλίαν ἡμῖν ὡμολόγηται Θεός· μήτε παρ' ἑαυτοῦ, μήτε παρ' ἑτέρου γενόμενος. Εκάτερον γὰρ αὐτῶν ἐπίσης ἀδύνατον· ἐπειδή γε δεῖ κατὰ ἀλήθειαν τό τε ποιοῦν τοῦ γινομένου προϋπάρχειν, καὶ τὸ ποιούμενον τοῦ ποιοῦντος εἶναι δεύτερον· μήτε δὲ αὐτὸ ἑαυτοῦ πρότερον ἢ ὕστερον εἶναι δύνασθαι, μήτε ἕτερόν τι πρὸ τοῦ Θεοῦ. Η γὰρ ἂν ἐκεῖνο πρὸ τοῦ δευτέρου τὸ τῆς θεότητος ἔσχεν ἀξίωμα. Τὸ γάρ τοι δυνατὸν εἶναι λέγειν ὑφ᾽ ἑτέρου τι γίνεσθαι ἀληθὲς ὅν, ἐπὶ γενητῶν ἂν ἔχοι χώραν, κἀπὶ τῶν ὑπὸ Θεοῦ γενομένων τάττοιτο δικαίως. Οὐκοῦν εἰ μήτε αὐτὸς ἑαυθοῦ, μήθ᾽ ἕτερόν τι αὐ τοῦ προϋπάρχειν δέδεικται, πρὸ δὲ πάντων αὐτός ἀκολουθεῖ τούτῳ τὸ ἀγέννητον· μᾶλλον δὲ αὐτὸς ἐστιν οὐσία ἀγέννητος. Περιττὸν μὲν ἴσως καὶ παρ έλκον δόξει τισὶ τὰ πολλοῖς ὁμολογούμενα κατα σκευάζειν ὡς ἀμφίβολα. Οὐ μὴν ἀλλά γε διὰ τοὺς σοφίαν οἰομένους τὴν πρὸς τὰ φανερά μάχην, ἢ πρὸς μέμψιν καὶ συκοφαντίαν παρεσκευασμένους, δεῖ τινος ἀκριβεστέρας παρατηρήσεως ἡμῖν. 8. ᾿Αγέννητον δὲ λέγοντες, οὐκ ὀνόματι μόνον κατ' ἐπίνοιαν ἀνθρωπίνην σεμνύνειν οιόμεθα δεῖν, ἀπο τιννύναι δὲ κατ᾽ ἀλήθειαν τὸ πάντων ἀναγκαιότα τον ὄφλημα τῷ Θεῷ τὴν τοῦ εἶναι ὅ ἐστιν ὁμολογίαν. Τὰ γάρ τοι κατ᾽ ἐπίνοιαν λεγόμενα ἐν ὀνόμασι μό νον καὶ προφορᾷ τὸ εἶναι ἔχοντα, ταῖς φωναῖς μήτε ἕτερον. ΧΧΧ. 216, ἐκτιννύναι δὲ αὐτῷ. μόνοις.
col. 843–844page 5 of 18
PG 30:843καὶ λεγόντων, καὶ γενομένων· καὶ πρὸ τοῦ γενέσθαι τὰ ὄντα, ἦν τε καὶ ἔστιν ἀγέννητος. Ἀλλὰ μὴν οὐδὲ κατὰ στέρησιν εἴ γε τῶν κατὰ φύσιν αἱ στερήσεις εἰσὶ στερήσεις, καὶ τῶν ἕξεων δεύτεραι. Οὔτε δὲ κατὰ φύσιν ἦν τις τῷ Θεῷ γένεσις, οὔτε προτέραν ἔχων ταύτην, εἶτα στερηθεὶς γέγονεν ἀγέννητος. Επει καὶ λίαν ἐστὶν ἀσεβες, ὡς λυμαντικὸν τῆς ἀληθοῦς περὶ Θεοῦ ἐννοίας καὶ τῆς τελειότητος αὐτοῦ, μᾶλλον δὲ τῆς τῶν ἐφευρόντων διανοίας, τὸ λέγειν ὅλως ἐστερῆσθαί τινος τὸν Θεὸν, δηλονότι τῶν φύσει προσω όντων. Οὐ γὰρ ἄν τις εἴποι σωφρονῶν ἐστερῆσθαί τινά τινος τῶν μὴ πρότερον ὑπαρχόντων. Εἰ δὲ μήτε κατ' ἐπίνοιαν, μήτε κατὰ στέρησιν, ὡς δ ῥηθεὶς ἔδειξε λόγος, μήτε ἐν μέρει τὸ ἀγέννητον συνδιαλύεσθαι πέφυκεν. Ὁ δὲ Θεὸς καὶ σιωπώντων ἀμερής γάρ μήτε ἐν αὐτῷ ὡς ἕτερον· ἁπλοῦς γὰρ καὶ ἀσύνθετος· μήτε παρ' αὐτὸν ἕτερον· εἷς γὰρ καὶ μόνος αὐτός ἐστιν ἀγέννητος· αὐτὸ ἂν εἴη οὐσία ἀγέννητος. αὐτός, χαρακτήρ τῆς ὑποστάσεως Σοφία λόγος ἴδιος Υιός θ. ᾿Αγέννητος δὲ ὢν κατὰ τὴν προλαβοῦσαν ἀπόδειξιν, οὐκ ἄν ποτε πρόσοιτο γέννησιν, ὥστε τῆς ἰδίας μεταδοῦναι τῷ γεννωμένῳ φύσεως ἐκφύγοι τε ἂν πᾶσαν σύγκρισιν καὶ κοινωνίαν τὴν πρὸς τὸ γεννητόν. Ει γάρ τις κοινοποιεῖν πρὸς ἕτερον, ἢ μεταδιδόναι τινὶ τῆς οὐσίας ταύτης ἐθελήσειεν, ἤτοι κατὰ διάστασιν καὶ μερισμὸν, ἢ κατὰ σύγκρισιν τοῦτο κατασκευάσειεν ἄν. Ὁπότερον δ᾽ ἂν λέγηται τούτων, πολλαῖς ἀτοπίαις, βλασφημίαις δὲ μᾶλλον ὁ λόγος ενεχθήσεται. Είτε γὰρ διαιροῖτο καὶ μερίζοιτο, οὐκ ἔτι ἀγέννητος εἴη, ὁ μὴ πρότερον ἦν, τοῦτο ἐκ τῆς διαιρέσεως γιγνόμενος. Ἀλλὰ μὴν οὔτε ἄφθαρτος· τοῦ μερισμοῦ τὸ τῆς ἀφθαρσίας ἀξίωμα λυμαι. νομένου. Εἶτε τὴν πρὸς ἕτερον δέχοιτο σύγκρισιν, τῆς συγκρίσεως οὐκ ἐξ ἀκοινωνήτων γιγνομένης, κοινοποιηθήσεται τὸ τῆς οὐσίας ἀξίωμα. Εἰ δὲ τοῦτο, καὶ τοὔνομα, ὥστ᾽ ἐξ ἀνάγκης δεῖν τοὺς τούτῳ τῷ λόγῳ βιαζομένους, ἢ τὴν προσηγορίαν ἀκοινώνητον φυλάττειν βουλομένους, ἀκοινώνητον ταύτῃ συνδια δ Τοσοῦτον αὐτὸν ἐπίσταμαι καὶ οἶδα, ὥστε μὴ εἰδέναι ἐμαυτὸν, ὡς Θεῦν μᾶλλον ἐπίσ σταμαι. Ὁ Θεὸς περὶ τῆς ἑαυτοῦ οὐσίας οὐδὲν πλέον ἡμῶν ἐπίσταται, οὐδέ ἐστιν αὕτη μᾶλλον μὲν ἐκείνῳ, ἦτα τον δὲ ἡμῖν γινωσκομένη. Αλλ' ὅπερ ἂν εἰδείημεν ἡμεῖς περὶ αὐτῆς, τοῦτο πάντως κἀκεῖνος οἶδεν ὁ δ᾽ αὖ πάλιν ἐκεῖνος, τοῦτο εὑρήσεις ἀπαραλλάκτως ἐν ἡμῖν.
col. 845–846page 6 of 18
PG 30:845σώζειν καὶ τὴν οὐσίαν. Η ταύτης μεταδιδόναι τινὶ πειρωμένους, μεταδιδόναι καὶ τῆς προσηγορίας, ὥσπερ καὶ τῆς οὐσίας. Χωλεύοι γὰρ ἂν αὐτοῖν ἡ φιλοτιμίᾳ, λειπομένην παρέχουσα θατέρῳ μέρει τὴν χάριν, μετὰ τοῦ μηδ' ἄξιον ἐργάζεσθαι Λόγου τὴν διαφορὰν, ἀκριβολογουμένους περὶ τὴν προσηγορίαν, εἴ γε όνο ματι μόνῳ ὁ μὲν ὑπερέχοι, ὁ δὲ ἐλαττοῖτο. Εἰ δὲ τῆς αὐτῆς μεταδιδόναι φωνῆς ὁ τῆς ἀκολουθίας αναγκάζει δ λόγος, μεταδιδότωσαν φιλοτιμότερον καὶ τῆς ἰσότης τος, οὐχ εβρισκομένου τινὸς ἐν ὅσῳ θήσονται τὴν ὑπεροχήν. 10. Οὐ γὰρ δὴ τουτ᾽ ἂν εἴποιεν, ὡς κοινὴ μὲν ἀμ φοῖν ἡ οὐσία, τάξει δὲ, καὶ τοῖς ἐκ χρόνου πρεσβείοις, ὁ μέν ἐστι πρῶτος, ὁ δὲ δεύτερος· ἐπειδή γε δεῖ προεῖναι πάντως τοῖς ὑπερέχουσι τὸ τῆς ὑπερ οχῆς αἴτιον, οὐ συνέζευκται δὲ τῇ οὐσίᾳ τοῦ Θεοῦ ὁ χρόνος οὐκ αἴων, οὐ τάξις. Η τε γὰρ τάξις δευτέρα τοῦ τάττοντος, οὐδὲν δὲ τῶν τοῦ Θεοῦ ὑφ᾽ ἑτέρου τέτακται. Ο τε χρόνος ἀστέρων ποιά τίς ἐστι κίνησις. 'Αστέρες δὲ οὐ τῆς ἀγεννήτου μόνον οὐσίας, καὶ νοητῶς ἀπάντων, ἀλλὰ καὶ τῶν πρώτων σωμάτ των γεγόνασιν ὕστεροι. Περὶ γὰρ αἰώνων τί δεῖ καὶ λέγειν, τῆς Γραφῆς σαφῶς διαγορευούσης, πρὸ τῶν αἰώνων ὑπάρχειν τὸν Θεὸν, καὶ τῶν κοινῶν λογισμῶν ἐπιμαρτυρούντων; Οὐ γὰρ μόνον ἀσεβες, ἀλλὰ καὶ κομιδῇ καταγέλαστον, τοὺς ἕν μόνον παραδεξαμένους ἀγέννητον, ἢ προϋπάρχειν τι τούτου φάσκειν, ἢ συνυπάρχειν ἕτερον. Εἴτε γὰρ προϋπάρχοι τι, τοῦτο δικαίως λέγοιν᾽ ἂν ἀγέννητον, οὐ τὸ δεύτερον· εἴτε συνυπάρχοι, τῇ πρὸς βάτερον κοινωνίᾳ τοῦ συνυπάρχειν ἑκάτερον, ἀφαιρεθήσεται τὸ ἕν μόνον εἶναι καὶ τὸ ἀγέννητον εἶναι, οἷα δὴ μετὰ τῆς οὐσίας αποκλήρωσίν τινα καὶ περιγραφὴν ἀμφοῖν συνεισαγόντων, συνθήκην τε αὖ, καὶ τὸ τῆς συνθήκης αἴτιον. 11. ᾿Αλλὰ μὴν οὐδὲ ἐνυπάρχειν τι ταύτῃ δυνατόν, οἷον εἰδός φαμεν, ἢ ὄγκον καὶ πηλικότητα, διὰ τὸ πάντη συνθήκης ἐλεύθερον εἶναι τὸν Θεόν. Εἰ δὲ τούτων καὶ τῶν τοιούτων τι μήτε ἔστι, μήτε ποτὲ γένοιτ' ἂν, εὐαγὲς ἐπινοῆσαι συμπεπλελμένον τῇ οὐ σία ποῖος ἔτι συγχωρήσει λόγος πρὸς τὴν ἀγέν νητον ὁμοιοῦν τὴν γεννητήν; τῆς κατ' οὐσίαν ὁμοιότητος ἢ συγκρίσεως ἢ κοινωνίας μηδεμίαν ὑπεροχὴν ἢ διαφορὰν καταλιπούσης, ἰσότητα δὲ σαφῶς ἐργαζομένης, μετὰ δὲ τῆς ἰσότητος ἀγέννητον ἀποφαινούσης προσεῖναι ἐν. οὐ χρόνος, τοῦ Θεοῦ
col. 847–848page 7 of 18
PG 30:847τὸν ὁμοιούμενον ἢ συγκρινόμενον. Οὐδεὶς δὲ οὕτως ἀνόητος καὶ πρὸς ἀσέβειαν τολμηρός, ὥστε ἴσον εἰπεῖν τῷ Πατρὶ τὸν Υἱὸν, αὐτοῦ τοῦ Κυρίου διαῤῥήδην εἰπόντος· Ὁ Πατὴρ ὁ πέμψας με, μείζων μου ἐστίν ἢ συζεύξαι θατέρῳ τῶν ὀνομάτων θάτε ρον, ἀνθέλκοντος ἑκατέρου πρὸς ἑαυτὸ, καὶ μηδ' ἑτέ ρου προσιεμένου τὴν πρὸς θάτερον κοινωνίαν. Αν τε γὰρ ἀγέννητος, οὐχ υἱός· ἄν τε υἱὸς, οὐκ ἀγέννητος. ᾿Αλλὰ ὅτι μὲν εἷς ὁ τῶν ἁπάντον Θεὸς ἀγέννητος καὶ ἀσύγκριτος, πλειόνων ὄντων τῶν παραλελειμμένων ἀποχρῆναι ἡγοῦμαι τὰ ῥηθέντα πρὸς ἀπο δειξιν. 12. Ὅτι δὲ καὶ εἷς Υἱὸς (μονογενῆς γὰρ), ἐνῆν μὲν τὰς τῶν ἁγίων φωνὰς παραθεμένους, δι᾿ ὧν υἱὸν καὶ γέννημα καὶ ποίημα καταγγέλλουσι, ταῖς τῶν ὄνο μάτων διαφοραῖς καὶ τὴν τῆς οὐσίας παραλλαγὴν ἐμφανίσαντας, ἀπηλλάχθαι φροντίδος καὶ πρα γμάτων· Διὰ δὲ τοὺς σωματικὴν τὴν γέννησιν όπου λαμβάνοντας, καὶ ταῖς ὁμωνυμίαις προσπταίοντας, ἀναγκαῖον ἴσως καὶ περὶ τούτων διὰ βραχέων εἰπεῖν. Γέννημα τοίνυν τὸν Υἱόν φαμεν κατὰ τὴν τῶν Γραφῶν διδασκαλίαν, οὐχ ἕτερον μέν τι τὴν οὐσίαν νοοῦντες, ἕτερον δέ τι παρ' αὐτὴν τὸ σημαινόμενον, ἀλλ᾽ αὐτὴν εἶναι τὴν ὑπόστασιν ἣν σημαίνει τοὔνομα, ἐπαληθευούσης τῇ οὐσίᾳ τῆς προσηγορίας. Ταύτην δὲ γεγεννῆσθαι μὲν οὐκ οὖσαν πρὸ τῆς ἰδίας συστάσεως, εἶναι δὲ γεννηθεῖσαν πρὸ πάντων, γνώμῃ τοῦ Θεοῦ καὶ Πατρός. εἶναι ἴσα Θεῷ, 233, ἀποχρῆν ἡγοῦμαι καί. φροντίδων. 13. Εἰ δέ τῷ δοκεῖ τολμηρόν εἶναι τὸ ῥηθὲν, ἐπι σκεψάσθω παρ' ἑαυτῷ πότερον ὡς ἀληθὲς ὅν, ἢ ψεύ δος. Εἰ μὲν γὰρ τὸ πρότερον, ἀνυπαίτιος ἡ τόλμα κατὰ τὴν αὐτοῦ κρίσιν, ἐπείπερ μηδὲν τῶν ἀληθῶν ἐν καιρῷ καὶ μέτρῳ λεγόμενον ὑπαίτιον. Εἰ δὲ ψεῦ δος, ἀνάγκη δήπου πᾶσα, τούτων τοὐναντίον ἀληθὲς ἡγεῖσθαι. Τοῦτο δ' ἐστίν, ὄντα γεγεννῆσθαι τὸν Υἱόν. Ὅπερ οὐκ ἀτοπίας μόνον ἢ βλασφημίας, ἀλλὰ καὶ πάσης εὐηθείας ὑπερβολὴν ἂν ἔχοι. Τῷ γὰρ ὄντι τί δεῖ γενέσεως, εἰ μὴ πρὸς ἕτερόν τι μεταῤῥυθμίζοιτο κατὰ τὴν ἐμψύχων τε καὶ ἀψύχων σωμάτων φύσιν, ἅπερ γενέσθαι λέγοιτ' ἂν ἀληθῶς, ὄντα μὲν ἤ ἐστιν, οὐκ ὄντα δὲ ἅ γίνεται; Οὔτε γὰρ τὸ σπέρμα ἄνθρωπος, οὔτε λίθος οἶκος· γίνεται δὲ, τὸ μὲν ἄνθρωπος, τὸ δὲ οἶκος. Εἰ δὲ τούτων ἕκαστον, οἷς καὶ παρα βάλλειν τὴν Υἱοῦ γένεσιν πάντων εὐσεβέστατον, οὐκ ὄντα γίνεται (οὐ γὰρ ἐκεῖνο γίνεται ο πρότερον ἦν), ποίαν δέξεται ἴασιν ὁ τὸν Υἱὸν ὄντά γεγεννῆσθαι λέ γων; Εἰ γὰρ πρὸ τῆς γεννήσεως ἣν, αγέννητος ἦν.
col. 849–850page 8 of 18
PG 30:84914. ᾿Αλλὰ πάλαι γε καλῶς ὡμολόγηται, μηδὲν ἔτες ρον ἀγέννητον εἶναι παρὰ τὸν Θεόν. Η τοίνον μετα θέσθωσαν τῆς ὁμολογίας, ἕτερον εἰσάγοντες ἀγέννη ΤΟΥ ἢ τούτοις ἐμμένοντες παραιτείσθωσαν λέγειν ὄντα γεγεννῆσθαι τὸν Υἱόν· ἐπεὶ μηδὲ συγχωρεῖ τοῦ υἱοῦ καὶ τοῦ γεννήματος ή προσηγορία πρὸς τὴν ἀγέννητον. Πᾶσα γάρ γένοιτο σύγχυσις ὀνομάτων τε καὶ πραγμάτων, μιᾶς μὲν οὐσίας οὔσης τε καὶ λεγομένης ἀγεννήτου, ἐπεισαγομένης δὲ τῷ λόγῳ πάλιν ἑτέρας, εἶτα ταύτης γεννητῆς ὀνομαζομένης, Υἱοῦ τε μὴ γεννηθέντος κατ' αὐτοὺς, καὶ Πατρὸς μὴ γεννήσαντος, ὀνόματα, είγε μὴ γεννηθείς ἦν. Πλὴν εἰ μή τις, κατὰ τὸν λόγον, κακὸν κακῷ ἰώμενος, μείζονι τὸ ἔλαττον, αὐξητικὴν ἢ μεταβλητικὴν ἐπι νοήσεις γένεσιν, πρὸς ἅπασι τοῖς ἄλλοις μήτ' ἐκεῖνο καλῶς λογισάμενος, ὡς εἴτε αὐξάνοι τι, προσθήκῃ τινὸς τῶν ἔξωθεν αὐξήσειεν ἄν. Πόθεν οὖν τὸ προσ τεθὲν, εἰ μὴ καὶ ἕτερον ὑποθοίμεθα; ᾿Αλλὰ εἰ μὲν τοῦτο, πολλὰ τὰ ὄντα καὶ ἀγέννητα ὄντα εἰς συμπλήρωσιν ἑνὸς ἐπινοεῖν ἀναγκαῖον. Εἰ δ᾽ ἐκ τοῦ μὴ ὄντος ἡ αὔξησις, πότερον ἄμεινον ὁμολογεῖν πἂν μὴ ὂν γε γεννῆσθαι γνώμῃ τοῦ παραγαγόντος, ἢ σύνθετον λέγειν τὴν οὐσίαν ἐξ ὄντος καὶ μὴ ὄντος; Εἶτε μεταβάλοιτο, μηδενὸς ὄντος εἰς ὃ μεταβληθείη, εἰς τὸ μὴ ὂν ἐξ ἀνάγκης μεταβληθήσεται. Καὶ πῶς οὐκ εἴηθες, ἵνα μὴ λέγωμεν ἀσεβες, τὸ ὂν εἰς τὸ μὴ ὂν κεχωρηκέναι λέγειν; δέον ἀφεμένους τῆς ἀμέτρου ταύτης εὐηθείας, παρανοίας δὲ μᾶλλον, σωφρόνως παραδέξασθαι τἀληθὲς. 15. Ἀλλὰ οὗτοι μὲν ταύταις καὶ πολλῷ πλείοσι τού των ατοπίαις ὄντες ὑπόδικοι λελήθασι σφας αὐτοὺς, οὐχ ἡμᾶς τόλμης εὐθύναις δικαίως ὑπάγοντες, ἀλλ᾽ ἑαυτοὺς ἀσεβείας ἐγκλήμασιν. Ἡμεῖς δὲ τοῖς ὑπό τε τῶν ἁγίων πάλαι καὶ νῦν ἀφ᾿ ἡμῶν αὐτῶν ἀποδεδειγμένοις ἐμμένοντες, μήτε τῆς οὐσίας τοῦ Θεοῦ προσιεμένης γέννησιν, ὡς ἀγεννήτου, μήτε διάστασιν ἢ μερισμὸν ὡς ἀφθάρτου, μήτε μὲν ἑτέρας τινὸς ὑποκειμένης εἰς Υἱοῦ γέννησιν, μὴ ὄντα φαμὲν γεγεννῆσθαι τὸν Υἱόν. Οὐ κοινοποιοῦμεν οὐδὲ τοῦ Μονο γενοῦς τὴν οὐσίαν πρὸς τὰ ἐκ μὴ ὄντων γενόμενα, ἐπείπερ οὐκ οὐσία τὸ μὴ ὄν. Τῇ δὲ τοῦ ποιήσαντος γνώμῃ τὴν διαφορὰν τοῖς πᾶσιν ὁριζόμενοι, τοσαύτην αὐτῷ νέμομεν ὑπεροχὴν, ὅσὴν ἔχειν ἀναγκαῖον τῶν ἰδίων ποιημάτων τὸν ποιητήν. Πάντα γὰρ δι' αὐτοῦ γεγεννῆσθαι κατὰ τὸν μακάριον Ἰωάννην ὁμολογοῦ μεν, συναπογεννηθείσης ἄνωθεν αὐτῷ τῆς δημιουργικῆς δυνάμεως, ὥστ᾽ εἶναι Θεὸν μονογενή πάντων τῶν μετ' αὐτὸν καὶ τῶν δι᾽ αὐτοῦ γενομένων. Μόνος γὰρ τῇ τοῦ ἀγενή του δυνάμει γεννηθεὶς καὶ κτισθείς, καὶ πάλαι.
col. 851–852page 9 of 18
PG 30:851τελειότατος γέγονεν ὑπουργός πρὸς πᾶσαν δη μιουργίαν καὶ γνώμην τοῦ Πατρός. 16. Εἰ δ᾽ ὅτι Πατὴρ καὶ Υἱὸς, διὰ τοῦτο ἀνθρωπίνην καὶ σωματικὴν χρὴ τὴν γέννησιν ἐννοεῖν, κἀκ τῶν ἐν ἀνθρώποις γεννήσεων ἀναγομένους, τοῖς τῆς μετουσίας ὀνόμασι καὶ πάθεσιν ὑπάγειν τὸν Θεὸν ἐπειδὴ καὶ δημιουργὸς ὁ Θεὸς, ὕλην ὑποβάλλειν δεῖ πρὸς γένεσιν τῶν δεδημιουργημένων κατὰ τὴν Ἑλληνικὴν πλάνην. Ὁ γὰρ ἐκ τῆς ἰδίας οὐσίας γεννῶν ἄνθρωπος οὐκ ἂν ὕλης χωρίς δημιουργήσειεν. Εἰ δὲ τοῦτο παραιτοῖντο, μηδὲν τῆς τῶν ὀνομάτων φροντίζοντες προφορᾶς, τὴν δὲ τῷ Θεῷ περιπίπτουσαν ἔννοιαν διασώζοντες ἐπιτρέποιεν ἐξουσίᾳ μόνη δημιουργεῖν, πῶς ἂν ἔχοι χώραν τὸ τῆς μετουσίας πάθος ἐπὶ Θεοῦ διὰ τὴν τοῦ Πατρὸς προσηγορίαν; Τίς γὰρ οὐκ ἂν ὁμολογήσεις των εὖ φρονούντων, ὅτι τῶν ὀνομάτων τὰ μὲν κατὰ τὴν ἐκφώνησιν καὶ προφορὰν τὴν κοι νωνίαν ἔχει μόνον, οὐκ ἔτι δὲ κατὰ τὴν σημασίαν; Ὡς ὀφθαλμός, ἐπί τε ἀνθρώπου καὶ Θεοῦ λεγόμενος τοῦ μὲν γὰρ σημαίνει τι μέρος, τοῦ δὲ ποτὲ μὲν ἀνο τίληψιν καὶ φυλακὴν τῶν δικαίων, ποτὲ δὲ τὴν τῶν πραττομένων γνῶσιν. 17. Τὰ δὲ πολλὰ, κατὰ τὴν ἐκφώνησιν κεχωρισμένα, τὴν αὐτὴν ἔχει σημασίαν, ὡς τὸ ὄν, καὶ μόνος ἀληθινὸς Θεός. Οὐκοῦν οὐδὲ ὅταν λέγηται Πατήρ, κοι νὴν ἐννοεῖν χρὴ πρὸς ἀνθρώπους τὴν ἐνέργειαν, ἐπ' ἀμφοῖν συνεπινοοῦντας ταύτη ῥεῦσιν ἢ πάθος, ἐπεί περ ἡ μὲν ἐστιν ἀπαθὴς, ἡ δὲ μετὰ πάθους. Οὐδὲ ὅταν λέγηται Πνεῦμα, κοινὴν ἔχει πρὸς τὰ λεγόμενα πνεύ ματα τὴν φύσιν. Ἐν πᾶσι δὲ τὸ ἀνάλογον σώζοντας, μήτε τὸν Υἱὸν ἀκούοντας ποίημα δυσχεραίνειν, ὡς κοινοποιουμένης πάντως καὶ τῆς οὐσίας ὑπὸ τῆς τῶν ὀνομάτων κοινωνίας. Ὁ μὲν γὰρ ἐστιν ἀγεννή του καὶ ἀποιήτου γέννημα καὶ ποίημα: οὐρανὸς δὲ καὶ ἄγγελοι, καὶ πᾶν ὅπερ ἐστὶν ἄλλο ποίημα, τούτου του ποιήματός ἐστι ποιήματα, προστάγματι τοῦ Πα τρὸς δι' αὐτοῦ γενόμενα. Οὕτω γὰρ ἂν ταῖς Γραφαῖς τὸ ἀψευδεῖν φυλάττοιτο, ποίημα καὶ γέννημα λεγούσαις τὸν Υἱὸν, καὶ τῶν ὑγιαινόντων ἡμεῖς οὐκ ἐκστης σόμεθα λογισμῶν, μήτε μέρη τῷ Θεῷ περιάπτοντες, μήτε μὴν πρὸς μὲν γέννησιν τὴν ἰδίαν οὐσίαν, πρὸς δὲ κτίσιν ὕλην ὑποβάλλοντες, ἐξ ὧν ἡ τῶν ὀνομάτων διαφορὰ γίνεσθαι πέφυκεν. 18. Εἰ δὲ μήτε γεννῶν ὁ Θεὸς τῆς οἰκείας τῷ γεννωμένῳ μεταδίδωσι φύσεως κατὰ τοὺς ἀνθρώπους, ἀγέννητος γάρ μηδὲ κτίζων ὕλης ἐπιδεῖταί τινος,
col. 853–854page 10 of 18
PG 30:853ἀπροσδεὴς ὧν καὶ δυνατός· ἀλόγιστος παντάπασιν ἡ του κτίσματος παραίτησις. Ἐκ δὲ τούτων καὶ τῶν τοιούτων δεικνυμένους (ἐχρῆν) μήτε πάντη τοῖς ὀνό μασι συνεξομοιοῦν πειρᾶσθαι τὰς σημασίας, μήτε μὴν παραλλάττειν παρηλλατμένων· ταῖς δὲ τῶν ὑπο κειμένων ἐννοίαις προσέχοντας, ἀκολούθως ἐφαρμόττειν τὰς προσηγορίας, ἐπεὶ μηδὲ ταῖς φωναῖς πέφυκεν ἀκολουθεῖν τῶν πραγμάτων ἡ φύσις, τοῖς δὲ πρά γμασιν ἐφαρμόζεσθαι κατὰ τὴν ἀξίαν ἡ τῶν ὀνομάτων δύναμις. Καταμέμψαιτο δ᾽ ἄν τις οὐχ ἧττον καὶ τοὺς γέννημα μὲν καὶ ποίημα τὸν Υἱὸν εἶναι πειθομένους, ἀγέννητόν τε καὶ ἄκτιστον τὸν Θεὸν συντιθεμένους, τῇ δὲ τῶν δευτέρων προσθήκῃ, καὶ τῇ κατ᾽ οὐσίαν ὁμοιότητι ταῖς προλαβούσαις ὁμολογίαις ἐναντιουμένους. Οὓς ἐχρῆν, εἰ μέν τις ἦν αὐτοῖς ἀληθείας φροντίς, παρηλλαγμένων τῶν ὀνομάτων, παρηλλαγμένας ὁμολογεῖν καὶ τὰς οὐσίας. Η γὰρ ἂν οὕτω καὶ μόνως τὴν δικαίαν ἐφύλαττον τάξιν, ἑκατέρᾳ τούτων τὴν προσήκουσαν ἀποδιδόντες ὁμολογίαν. Εἰ δὲ μὴ ταύτης ποιοῦνταί τινα λόγον, τῆς γοῦν ἰδίας ἐπινοίας φυλάξαι τὴν ἀκολουθίαν, καὶ μὴ τῆς αὐτῆς φύσεως παραχωροῦντας, ἀλλοτριοῦν τῆς ἁρμοζούσης ὀνομασίας ἀποδεδειγμένου διὰ πάντων ἡμῖν τῶν προλαβόντων αὐτῶν εἶναι τῶν οὐσιῶν σημαντικὰς τὰς προσο ηγορίας. 19. Εἴποι δ᾽ ἄν τις ἴσως πρὸς ἀντιλογίαν ἠκονημένος, ὡς εἴπερ δεῖ τοῖς ὀνόμασι προσέχειν καὶ διὰ τούτων προσάγεσθαι ταῖς τῶν ὑποκειμένων ἐννοίαις, καθὸ μὲν ἁγέννητον καὶ γεννητὸν παρηλλάχθαι φα μὲν, καθὸ δὲ φῶς καὶ φῶς, ζωή τε καὶ ζωή, δύναμις καὶ δύναμις, ἐοικέναι. Πρὸς ὅν φαμεν, οὐ βακτηρία χρώμενοι πρὸς τὴν ἐρώτησιν ἀντ᾽ ἀποκρίσεως κατὰ τὸν Διογένους ἐπαινέτην· πολὺ γὰρ κυνισμός κεχώ ρισται Χριστιανισμοῦ· τὸν δὲ μακάριον Παῦλον ἐζηλωκότες, ὃς φησι δεῖν ἐν πολλῇ μακροθυμία παι δεύειν τοὺς ἀντιδιατιθεμένους, ὅτι τὸ μέν ἐστιν ἁγένε νητον φῶς, τὸ δὲ γεννητόν. Πότερον ἄλλο τι σημαίνει τὸ φῶς ἐπ' ἀγεννήτου λεγόμενον παρὰ τὸ γεννητόν, ἢ ταυτὸν ἑκάτερον; Εἰ μὲν γὰρ ἕτερόν τι καὶ ὅτε ρον, εὔδηλον, ὅτι καὶ σύνθετον τὸ ἐξ ἑτέρου καὶ ἑτέ ρου συγκείμενον. Τὸ δὲ σύνθετον οὐκ ἀγέννητον. Εἰ δὲ ταυτὸν, ὅσον παρήλλακται τὸ ἀγέννητον πρὸς τὸ γεννητὸν (33'), τοσοῦτον παρηλλάχθαι δεῖ καὶ τὸ φῶς πρὸς τὸ φῶς, καὶ τὴν ζωὴν πρὸς τὴν ζωὴν, καὶ τὴν δύναμιν πρὸς τὴν δύναμιν. Ὁ γὰρ αὐτὸς κανὼν καὶ τρόπος πρὸς τὴν ἁπάντων τῶν τοιούτων διάλυσιν. Εἰ τοίνυν πᾶν ὅπερ λέγεται τῆς τοῦ Πατρὸς οὐσίας σημαντικόν, ἴσον ἐστὶ κατὰ τὴν τῆς σημασίας δύναμιν τῷ ἁγεννήτῳ διὰ τὸ ἀμερὲς καὶ ἀσύνθετον, κατὰ δὲ τὸν αὐτὸν λόγον καπὶ τοῦ Μονογενοῦς αὐτὸν τῷ γεννήματι. Παρηλλάχθαι δὲ ταῦτά φασι καὶ αὐτ 262, τὸ γεννητὸν πρὸς τὸ ἀγέν νητον, Τῷ. τό. Αὐτόν. ταυτόν.
col. 855–856page 11 of 18
PG 30:855τοί. Τίς ἔτι συγχωρήσει λόγον τὴν τῆς οὐσίας ὁμοιότη τα προσάγειν, ή τινι τὴν ὑπεροχὴν κατὰ τὸ μεῖζον ὁρίσασθαι, παντὸς μὲν ὄγκου, παντὸς δὲ χρόνου, καὶ τῶν τοιούτων ἐξῃρημένων, ἁπλῆς τε καὶ μόνης οὔσης τε τῆς οὐσίας καὶ νοουμένης; 20. Τὴν ἀρχὴν δὲ δοκοῦσί μοι οἱ τὴν ἀδέσποτον καὶ πάσης μὲν αἰτίας κρείττονα, πάντων δὲ νόμων ἐλευ θέραν οὐσίαν, τῇ γεννητῇ καὶ νόμοις πατρικοῖς δου λευούση συγκρῖναι τολμήσαντες, ἢ μηδὲ ὅλως τὴν τῶν ὅλων φύσιν ἐπεσκέφθαι, ἢ μὴ καθαρᾷ τῇ διανοίᾳ τὰς περὶ τούτων ποιεῖσθαι κρίσεις. Δυεῖν γὰρ ἡμῖν τετμημένων ὁδῶν πρὸς τὴν τῶν ζητουμένων εὕρεσιν, μιᾶς μὲν, καθ᾽ ἣν τὰς οὐσίας αὐτὰς ἐπισ σκοπούμενοι, καθαρῷ τῷ περὶ αὐτῶν λόγῳ τὴν ἑκάστου ποιούμεθα κρίσιν, θατέρας δὲ τῆς διὰ τῶν ἐνεργειῶν ἐξετάσεως, ἣν ἐκ τῶν δημιουργημάτων καὶ τῶν ἀποτελεσμάτων διακρίνομεν, οὐδετέραν τῶν εἰρημένων εὐρεῖν ἐμφαινομένην, τὴν τῆς οὐσίας ὁμοιότητα δυνατόν. Εἴτε γὰρ ἐκ τῶν οὐσιῶν ποιοῖτό τις τῆς ἐπισκέψεως τὴν ἀρχὴν, ἡ μὲν ἀνωτέρω βασιλείας καὶ πάντη γεννήσεως ἀνεπίδεκτος οὖσα, τούτοις τε παιδεύουσα τὴν μετ᾽ ἐννοίας προσιοῦσαν διάνοιαν, ἀπωθεῖν ὡς ποῤῥωτάτω παρακελεύεται νόμῳ φύσεως τὴν πρὸς ἕτερον σύγκρισιν, ἀκό λουθον καὶ προσήκουσαν τῷ τῆς οὐσίας ἀξιώματι παρέχουσαν νοεῖν καὶ τὴν ἐνέργειαν. Εἶτ᾽ ἐκ τῶν δημιουργημάτων σκοπούμενος ἐκ τούτων ἐπὶ τὰς οὐσίας ἀνάγοιτο, τοῦ μὲν ἀγεννήτου τὸν Υἱὸν εὑρίσκων ποίημα, τοῦ δὲ Μονογενοῦς τὸν Παράκλη τον, κἀκ τῆς τοῦ Μονογενοῦς ὑπεροχῆς τὴν τῆς ἐνεργείας διαφορὰν πιστούμενος, ἀναμφισβήτητον λαμβάνει καὶ τῆς κατ᾿ οὐσίαν παραλλαγῆς τὴν ἀπό δειξιν, ἵνα μὴ τρίτον λέγωμεν, ὅτι πάμπολυ διενήνοχεν ὁ δημιουργῶν ἐξουσίᾳ τοῦ νεύματι πατρικῷ ποιοῦντος, καὶ μηδὲν ἀφ' ἑαυτοῦ ποιεῖν ὁμολογοῦντος, ὅ τε προσκυνούμενος τοῦ προσκυνοῦντος. συγκρίνειν. 21. Εἰ μὲν οὖν μηδὲν ἄτοπον ἡγοῦνται τῶν αὐτῶν επίσης ἑκατέρων μεταδιδόναι τούτων, οἷον οὐσίας, ἐνεργείας, ἐξουσίας, ὀνόματος, ἀνελόντες τὰς τῶν ὀνομάτων καὶ πραγμάτων διαφοράς, δύο σαφῶς ἀγέν νητα λεγέτωσαν. Εἰ δὲ τοῦτο προφανῶς ἀσεβές, μὴ δι' ἐπικαλύμματος ὁμοιότητος ονόματι κατασκευαζί τωσαν τὸ πᾶσιν ὁμολογούμενον εἰς ἀσέβειαν. Αλλ' ἵνα γε μὴ δοκοίημεν κατὰ τὴν ἐπενεχθεῖσαν ἡμῖν καὶ παρὰ πολλοῖς θρυλλουμένην βλασφημίαν ἰδίοις πλά σμασι καὶ λόγοις ἐκβιάζεσθαι τὴν ἀλήθειαν, ἐκ τῶν
col. 857–858page 12 of 18
PG 30:857Γραφῶν αὐτῶν ποιησόμεθα τούτων τὴν ἀπόδειξιν. Εές ὑπὸ νόμου καὶ προφητῶν καταγγέλλεται Θεός. Οὗτος καὶ τοῦ Μονογενοῦς εἶναι Θεὸς ὑπ' αὐτοῦ τοῦ Σωτῆρος ὁμολογεῖται. Πορεύομαι γάρ, φησί, πρὸς τὸν Θεόν μου καὶ Θεὸν ὑμῶν. Μόνος ἀληθινὸς Θεὸς, μόνος σοφός, μόνος ἀγαθὸς, μόνος δυνατός, μόνος ἔχων ἀθανασίαν, θορυβείσθω δὲ μηδεὶς, μηδέ ταρασσέσθω τὴν διάνοιαν. Οὐ γὰρ ἐπ' ἀναιρέσει τῆς τοῦ Μονογενοῦς θεότητος, ἢ τῆς σοφίας, ἢ τῆς ἀθανασίας, ἢ τῆς ἀγαθότητος χρώμεθα τοῖς εἰρημένοις; ἀλλ' ἐπὶ διακρίσει τῆς τοῦ Πατρὸς ὑπεροχῆς. Μονο γενῆ μὲν γὰρ ὁμολογοῦμεν θεὸν καὶ τὸν Κύριονἡμῶν Ἰησοῦν, ἄφθαρτον καὶ ἀθάνατον, σοφόν, ἀγα θόν. Αλλ᾿ αὐτῆς γε τῆς συστάσεως, καὶ παντὸς, ὅπερ ἐστὶ, τὸν Πατέρα φαμὲν αἴτιον οὐκ ἔχοντα τῆς ἰδίας οὐσίας ἢ τῆς ἀγαθότητος αἴτιος ὡς ἁγέννητον, ταύτην ἡμῖν παρεχόντων τὴν ἔννοιαν τῶν προτεθέν των. 22. Οὔκουν εἰ μόνος μὲν ἀληθινὸς ὁ Θεὸς καὶ σοφὸς, ἐπειδὴ καὶ μόνος ἀγέννητος, μονογενής Υἱὸς, ἐπειδὴ μόνος ἀγεννήτου γέννημα, οὐκ ἂν δέ τι μόνον εἴη, κοινοποιουμένης πρὸς ἕτερον δι᾿ ὁμοιότητα τῆς φύ σεως. Χρὴ τοίνυν τὴν κατ' οὐσίαν ὁμοιότητα ἀνελόντες, τὴν δὲ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα δεξάμενοι κατὰ τὸν οἰκεῖον λόγον, εἰς ἕνα καὶ μόνον ἀληθῶς ἐνάγειν τὴν τῶν πάντων αἰτίαν τε καὶ ἀρχὴν, ὑπο τεταγμένου δηλαδὴ τοῦ Υἱοῦ τῷ Πατρὶ, τὴν δὲ περὶ τούτων ἔννοιαν ἀκριβῶς διακαθαίροντας, καὶ τὸν τῆς ἐνεργείας τρόπον οὐκ ἀνθρώπειον νομίζειν, εὐμαρῆ δὲ καὶ θεῖον· οὗτοι μερισμὸν ἢ κίνησίν τινα τῆς οὐσίας τὴν ἐνέργειαν ἡγουμένους, ἅπερ ἐπινοεῖν ἀναγκαῖον τοὺς ὑπαγομένους τοῖς Ἑλλήνων σοφίσμασιν, ἐνούντῶν τῇ ουσίᾳ τὴν ἐνέργειαν, καὶ διὰ τοῦθ᾽ ἅμα μὲν τῷ Θεῷ τὸν κόσμον ἀποφαινομένων, οὐδὲν δὲ μᾶλλον ἐκ τούτου τὴν ἑτοπίαν διαφευγόντων. Ἐχρῆν γάρ τοι πρὸς τὴν τῆς δημιουργίας παϋλαν ἀπιδόντας, μηδὲν πρὸς τὴν ἀρχὴν ἀνανεύειν. Οὐδὲ γάρ ἀντιλήξειεν εἰς τέλος μὴ ἀπ᾿ ἀρχῆς ὁρμώ μενον. 23. Αλλ᾽ οὗτοι μὲν μήθ᾽ ὑγιαίνουσιν ὀφθαλμοῖς τὴν τῶν ὄντων κατανενοηκότες διαφορὰν, μήτε δίκαιοι κριταὶ γενόμενοι τῶν πραγμάτων, ἀφιέσθωσαν· διὰ κακόνοιαν ἐπικρυπτούσης αὐτοῖς τὴν ἀλή θειαν τῆς δίκης. Ἡμεῖς δὲ κατὰ τὰ μικρῷ πρόσθεν ῥηθέντα τὴν ἐνέργειαν ἐκ τῶν ἔργων κρίνοντες, οὐκ ἀσφαλὲς οἰόμεθα δεῖν ἐνοῦν τῇ οὐσίᾳ, τὴν μὲν ἄναρ χον ἁπλῆν τε καὶ ἀτελεύτητον εἰδότες, τὴν δὲ ἐνέρ γειαν οὐκ ἄναρχον. Ἡ γὰρ ἂν ἦν καὶ τὸ ἔργον ἄναρχον, ΧΙΧ, ΧΙΧ, Αντιλήξειεν. ἂν τι λήξειεν.
col. 859–860page 13 of 18
PG 30:859οὔτ᾽ ἀτελεύτητον, ἐπεὶ μηδὲ οἷόν τε παυσαμένων τῶν ἔργων ἄπαυστον εἶναι τὴν ἐνέργειαν. Λίαν γὰρ μειρακιώδες, καὶ φρενός νηπίας, ἀγέννητον καὶ ἀτε λεύτητον λέγειν τὴν ἐνέργειαν ταυτὸν τῇ οὐσίᾳ τιθεμένους μηδενὸς τῶν ἔργων ἀγεννήτως γίγνεσθαι δυναμένου, μήτ' ἀτελευτήτως. Ἐκ γὰρ τούτων συμ βαίνοι δυοῖν θάτερον, ἢ τὴν ἐνέργειαν ἄπρακτον εἶναι τοῦ Θεοῦ, ἢ τὸ ἔργον ἀγέννητον. Εἰ δ᾽ ἑκάτερον τούτων ὁμολογουμένως ἄτοπον, ἁληθὲς τὸ λειπόμενον, ἀρχομένων τε τῶν ἔργων, μὴ ἄναρχον εἶναι τὴν ἐνέργειαν παυομένων τε, μὴ ἄπαυστον. Οὐ χρὴ τοίνυν πειθομένους γνώμαις ἑτέρων ἀνεξετάστοις ἐνοῦν τῇ οὐσίᾳ τὴν ἐνέργειαν, ἀληθεστάτην δὲ καὶ Θεῷ πρεπωδεστάτην ἐνέργειαν ἡγεῖσθαι τὴν βούλησιν, ἀρκοῦσαν πρός τε τὸ εἶναι καὶ σώζεσθαι τὰ πάντα, μαρτυρούσης και προφητικῆς φωνῆς· Πάντα γὰρ ὅσα ἡθέλησεν, ἐποίησεν· Οὐ γὰρ ἐπιδέεται τινος πρὸς τὴν ὧν βούλεται σύστασιν, ἀλλ᾽ ἅμα τε βούλεται, καὶ γέγονεν ὅπερ ἠθέλησεν. τὸ Συμβαίνοι. συμβαίνει. 24, Οὐκοῦν εἰ τὴν μὲν βούλησιν ἀπέδειξεν ὁ λόγος ἐνέργειαν, οὐκ οὐσίαν δὲ τὴν ἐνέργειαν, ὑπέστη δὲ βουλήσει τοῦ Πατρὸς ὁ Μονογενής, οὐ πρὸς τὴν οὐ σίαν, πρὸς δὲ τὴν ἐνέργειαν, ἥτις ἐστὶ καὶ βούλησις ἀποσώζειν τὴν ὁμοιότητα τὸν Υἱὸν ἀναγκαῖον. Ἐξ ὧν προσαγομένους δεῖ τὸν ἀληθῆ τῆς εἰκόνος διασώζειν λόγον. Αὐτὸς ὁ μακάριος Παῦλος ἐξηγήσατο, εἰπών Ος ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τά τε ἐν οὐρανῷ, καὶ ἐπὶ γῆς, ὁρατὰ καὶ ἀόρατα. Διὰ τοῦτο εἰκών. Πάντα δὲ τὰ ἐν αὐτῷ κτισθέντα μετὰ τοῦ πρωτοτόκου οὐ τὴν ἀγέννητον οὐσίαν χαρακτηρίζει. Οὐ γὰρ κατὰ ταῦτα ἡ οὐσία. Τὴν δὲ ἐνέργειαν, δι' ἧς ὁ Υἱὸς, ἐν ᾧ τὰ πάντα, οὐ πρὸς τὴν οὐσίαν φέροι ἂν ἡ εἰκὼν τὴν ὁμοιότητα, πρὸς δὲ τὴν ἐνέργειαν ἐναποκειμένην ἀγεννήτως τῇ προγνώσει, καὶ πρὸ τῆς πρωτοτόκου συστάσεως, καὶ τῶν ἐν αὐτῷ κτισθέντων. Τίς γὰρ αὐτόν τε τὸν νογενῆ γινώσκων, καὶ πάντα τὰ δι᾿ αὐτοῦ γενόμενα καταμαθών, οὐκ ἂν ὁμολογήσειεν αὐτῷ θεωρεῖσθαι πᾶσαν τὴν τοῦ Πατρὸς δύναμιν; Πρὸς ὅπερ ἀπιδὼν ὁ μακαριώτατος Παῦλος, οὗ, Δι' αὐτοῦ, φησίν, ἀλλ' Ἐν αὐτῶ, καίτοι προσθεὶς τὸ, Πρωτότοκος, ἵνα τοῖς δι' αὐτοῦ γενομένοις καὶ αὐτὸς συμπαραληφθείς, πᾶσι γνωρίζῃ τοῖς ταῦτα συνορᾷν δυναμένοις τὴν τοῦ Πατρὸς ἐνέργειαν. Εἰκόνα τοίνυν φαμὲν, οὐχ ὡς ἀγεννήτῳ γέννημα παραβάλλοντες (ἀνάρμοστον γὰρ τοῦτό γε καὶ τοῖς πᾶσιν ἀδύνατον), ἀλλ᾽ Υἱὸν μονο γενῆ καὶ πρωτότυπον Πατρὶ, τῆς μὲν Υἱοῦ προσηγορίας τὴν οὐσίαν δηλούσης, τῆς δὲ Πατρὸς, τὴν τοῦ
col. 861–862page 14 of 18
PG 30:861γεννήσαντος ἐνέργειαν. Εἰ δέ τις φιλονείκως τοῖς οἰκείοις ἐμμένων μὴ προσέχοι τοῖς ῥηθεῖσι τὸν νοῦν, ἐκβιάζοιτο δὲ τὴν τοῦ Πατρὸς προσηγορίαν οὐσίας εἶναι σημαντικὴν, μεταδιδότω καὶ τῷ Υἱῷ καὶ τῆς ὁμοίας φωνῆς, ᾧ προλαβὼν μετέδωκε καὶ τῆς ὁμοίας οὐσίας· μᾶλλον δὲ ἀμφοῖν ἑκατέρῳ, τῷ τε Πατρὶ τῆς Υἱοῦ, καὶ τῷ Υἱῷ τῆς Πατρός· ἡ γὰρ τῆς οὐσίας ὁμοιότης ταῖς αὐταῖς ὀνομάζειν προσηγορίαις ἀναγκάζει τους ταύτην περὶ αὐτῶν ἔχοντας τὴν δόξαν. 'Αρκούντων δὲ ἡμῖν τοσούτων καὶ περὶ τοῦ Μονογενοῦς, ἀκόλουθον ἂν εἴη καὶ περὶ τοῦ Παρακλή του λοιπὸν εἰπεῖν, οὐ ταῖς ἀνεξετάστοις τῶν πολλῶν ἀκολουθοῦντας δόξαις, τὴν δὲ τῶν ἁγίων ἐν ἅπασι φυλάσσοντας διδασκαλίαν, παρ᾽ ὧν τρίτον αὐτὸ ἀξιών ματι καὶ τάξει μαθόντες, τρίτον εἶναι καὶ τῇ φύσει πεπιστεύκαμεν· οὐκ ἐπαμειβομένων ταῖς φύσεσι τῶν ἀξιωμάτων κατὰ τὴν ἐν ἀνθρώποις ἐκ πολιτείας μετ ταβολὴν, οὔτ᾽ ἐνηλλαγμένης τῆς τάξεως κατὰ τὴν δημιουργίαν ἐναντίως ταῖς οὐσίαις, ἀλλ᾽ εὐαρμόστως ἐχούσης πρὸς τὴν φύσιν, ὡς μήτε τὸ πρῶτον τῇ τάξει δεύτερον εἶναι τὴν φύσιν, μήτε μὴν τὸ φύσει πρῶτον δευτέρας ἢ τρίτης λαχεῖν τάξεως. Οὐκοῦν εἵπερ ήδε τῆς τῶν νοητῶν δημιουργίας άριστη τάξις, τρίτον ὂν τὸ Πνεῦμα τὸ ἅγιον τὴν τάξιν, οὐκ ἂν πρῶτον εἴη τὴν φύσιν, ὅπερ ἐστὶν ὁ Θεὸς καὶ Πατήρ Η γὰρ ἂν εἴηθες καὶ περιττὸν τὸν αὐτὸν ποτὲ μὲν πρώτην, " ποτὲ δὲ τρίτην ἔχειν χώραν, ἕν τε ἄμφω εἶναι, τό τε προσκυνούμενον, καὶ ἐν ᾧ προσκυνεῖναι, καθ᾽ ἅ φησιν ὁ Κύριος· Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν Πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Οὐδὲ μὴν ταυτὸν τῷ Μονογενεῖ. Οὐ γὰρ ἂν ὑπηριθμήθη τούτῳ ὡς ἰδίαν ἔχων ὑπόστασιν, ἀρκούσης καὶ πρὸ τούτων τῆς τοῦ Σωτῆρος φωνῆς, δι' ἧς ἕτερον ἔφη σαφῶς τὸν ἀποσταλησόμενον εἶναι πρὸς ὑπόμνησιν καὶ διδασκαλίαν τῶν ἀποστόλων. οὐδέτερον μὲν ἀριθμῷ παρὰ τὸν Θεὸν, ἀγέννητον δέ. Εἰς γὰρ καὶ μόνος ἀγέννητος, ἐξ οὗ τὰ πάντα γέγονεν. Η ἄλλο μὲν παρὰ τὸν Υἱὸν, γέννημα δέ. Εἰς γὰρ καὶ μονογενής, ὁ Κύριος ἡμῶν, Δι' οὗ τὰ πάντα, κατὰ τὸν ᾿Απόστολον ᾿Αλλὰ καὶ τρίτον καὶ φύσει καὶ τάξει; προστάγματι τοῦ Πατρὸς, ἐνεργείᾳ δὲ τοῦ Υἱοῦ γενό μενον, τρίτῃ χώρᾳ τιμώμενον, ώς πρῶτον καὶ μεῖζον πάντων, καὶ μόνον τοιοῦτο τοῦ Μονογενούς ποίημα θεότητος μὲν καὶ δημιουργικῆς δυνάμεως ἀπολειπόμενον, ἁγιαστικῆς δὲ καὶ διδασκαλικῆς πεπληρωμές νον. Τοὺς γάρ τοι πεπιστευκότας ἐνέργειαν εἶναί τινα τοῦ Θεοῦ τὸν Παράκλητον, εἶτα ταῖς οὐσίαις ὑπο αριθμοῦντας, ὡς λίαν εὐήθεις καὶ πολὺ τῆς ἀληθείας ἀπεσχοινισμένους, νῦν διελέγχειν, μακρᾶς ἂν εἴη σχολῆς.
col. 863–864page 15 of 18
PG 30:863Ο μηδὲν ἀφ' ἑαυτοῦ ποιεῖν αὐτὸς ὁμολογεῖ· μήτε 26. 'Αλλ' ἵνα μὴ τῷ μήκει τῶν λόγων ἀποκνήσω μεν τοὺς ἀκούοντας, πᾶσαν ἐν βραχεῖ τῶν ῥηθέντων περιλαβόντες τὴν δύναμιν, φαμὲν ἕνα καὶ μόνον ἀλη θινὸν εἶναι τὸν τῶν πάντων Θεὸν, ἀγέννητον, ἄναρ χον, ἀσύγκριτον, πάσης αἰτίας κρείττονα, πᾶσι τοῖς οὖσι τοῦ εἶναι αἴτιον· οὐκ ἐκ κοινωνίας τῆς πρὸς ἕτερον τὴν τῶν ὄντων δημιουργίαν συστησάμενον, οὐ τῇ τάξει τὸ πρῶτον, οὐ συγκρίσει τὸ κρεῖττον κατὰ πάντων ἀποφερόμενον, ἀλλὰ καθ᾽ ὑπεροχὴν ἀσύγκρι τον οὐσίας καὶ δυνάμεως καὶ ἐξουσίας, γεννήσαντα καὶ ποιήσαντα πρὸ πάντων μονογενῆ Θεὸν τὸν Κύ ριον ἡμῶν Ἰησοῦν Χριστὸν, δι᾿ οὗ τὰ πάντα γέγονεν, εἰκόνα καὶ σφραγίδα τῆς ἰδίας δυνάμεως καὶ ἐνερ γείας, μήτε τῷ γεννήσαντι κατὰ τὴν οὐσίαν συγκρινόμενον, μήτε τῷ δι' αὐτοῦ γενομένῳ ἁγίῳ Πνεύματι. Τοῦ μὲν γὰρ ἐλάττων ἐστὶν, ὡς ποίημα· τοῦ δὲ κρείτ των, ὡς ποιητής. Τοῦ μὲν οὖν πεποιῆσθαι μάρτυς ἀξιόπιστος ὁ παρ᾽ αὐτοῦ τοῦ Κυρίου μαρτυρηθεὶς ἐκ δ Θεοῦ τὴν γνῶσιν ἔχειν Πέτρος, επών· Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ισραήλ, ὅτι Κύριον αὐτὸν καὶ Χριστὸν ὁ Θεὸς ἐποίησε· καὶ ὁ ἐκ προσώπου τοῦ Κυρίου λέγων· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐ τοῦ· τοῦ δὲ πεποιηκέναι τὸ Πνεῦμα τὸ ἅγιον ὅ τε εἰπὼν, Εἷς Θεός, ἐξ οὗ τὰ πάντα, και εἷς Κύριος, Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ὁ μακάριος Ιωάννης φήσας· Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, Ἐξ ὧν ἀκόλουθον ἂν, ἢ ἀγέννητον λέγειν, ὅπερ ἀσεβές· ἢ εἴπερ γέγονε, δι' αὐτοῦ γεγονέναι. Μόνον γὰρ ὑπὸ τοῦ Πατρὸς ὁμολογοῦμεν γεγεννῆσθαι τὸν Υἱόν, ὑποτεταγμένον οὐσίᾳ καὶ γνώμῃ· ζῇν τε γὰρ διὰ τὸν Πατέρα, καὶ μὴν ὁμοούσιον, μηδὲ ὁμοιούσιον, ἐπείπερ τὸ μὲν γέ νεσιν καὶ μερισμὸν σημαίνει τῆς οὐσίας, τὸ δὲ ἰσό τητα. 27. Οὔτε δὲ γεννητὸς ὁ Πατήρ, οὔτε ἀγέννητος ὁ Υἱὸς, ἀλλ' ὅπερ ἐστὶν ἀτελευτήτως, τοῦτο καὶ λεγό μενον ἀληθῶς γέννημα, Υἱὸν ὑπήκοον, ὑπουργὸν τε λειότατον, πρὸς πᾶσαν δημιουργίαν καὶ γνώμην πατρικὴν ὑπηρετήσαντα, πρὸς τὴν τῶν ὄντων σύ στασιν καὶ διαμονήν, πρὸς νομοθεσίαν ἀνθρώπων, πρὸς οἰκονομίαν, καὶ πᾶσαν πρόνοιαν ὑπηρέτη χρώ η μενον τῷ Παρακλήτῳ πρὸς ἁγιασμὸν, πρὸς διδα σκαλίαν, πρὸς βεβαίωσιν τῶν πιστῶν· ἐπ᾿ ἐσχάτων ἡμερῶν γεννηθέντα ἐκ τῆς ἁγίας Παρθένου, νόμοις ν. 19.
col. 865–866page 16 of 18
PG 30:865ἀνθρωπίνοις πολιτευάμενον ὁσίως, σταυρωθέντα, ἀποθανόντα, ἀναστάντα τῇ τρίτῃ τῶν ἡμερῶν, ἀνελ θόντα εἷς οὐρανὸν, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεο κροὺς κατὰ δικαίαν ἀνταπόδοσιν πίστεώς τε καὶ ἔρ γων, βασιλεύοντά τε εἰς τοὺς αἰῶνας, σωζομένης ἐν ἅπασι πάντοτε τῆς ὑπεροχῆς τοῦ Θεοῦ καὶ μοναρχίας, ὑποτεταγμένου δηλαδὴ τοῦ Πνεύματος τοῦ ἁγίου τῷ Χριστῷ μετὰ πάντων, αὐτοῦ δὲ τοῦ Υἱοῦ καὶ τῷ Θεῷ καὶ Πατρί, κατὰ τὴν τοῦ μακαρίου Παύλου δια δασκαλίαν, ὃς φησιν· Ὅταν γὰρ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι. Τούτων δὲ πάντων εὐκρινῶς μὲν καὶ πλατύτερον ἐν ἑτέροις ἡμῖν ἀποδεδειγμένων, ἐν βραχεῖ δὲ νῦν πρὸς ὑμᾶς ὡμολογημένων, εὐχόμεθα τούς τε παρόντας ὑμᾶς καὶ πάντας τοὺς τῶν αὐτῶν ἡμῖν μυστηρίων κοινωνοῦντας, μὴ ψόγον ἀνθρώπων δεδοικότας, μήτε σοφίσμασιν ἀπατωμένους, ἢ κολακείαις ὑπαγομένους, κατὰ τὴν ἀληθῆ καὶ δικαίαν κρίσιν ἐπιψηφίσασθαι τοῖς εἰρημένοις, κρατούσης δηλαδή παρὰ πᾶσι τῆς βελτίονος μοίρας, τόν τε λογισμὸν τῶν ἐνοχλούντων προστησαμένους, πάντα θήρατρα και δίκτυα διαφυγεῖν, ἃ τῷ διαβόλ κατ᾿ ἀνθρώπων μεμηχάνηται, πολλούς φυγεῖν, ἢ δελεάζειν μεμελετηκότι, τοὺς μὴ πρὸ τῶν ἡδέων τὸ συμφέρον αἱρουμένους, ἢ τὰ παρόντα τῶν μελλόν των ασφαλέστερα λογιζομένους· εἰ δ' ἄρα καὶ παρά τισι νικήσει τὰ χείρω (ἀποστρέψαι δὲ ὁ Θεὸς τοῦ λό γου τὴν πεῖραν), πρὸς μὲν τὸ ψεῦδος τῶν πολλῶν συμπνεόντων, πρὸς δὲ τὴν ἀλήθειαν διισταμένων, τῶν τε ἀρεσκόντων τῷ Θεῷ καὶ κοινῇ συμφερόντων τὴν πρὸς τὸ παρὸν ἀσφάλειαν καὶ δόξαν περὶ πλείο. νος ποιουμένων· τοὺς γοῦν ἑπομένους, ἀσάλευτον καὶ παγίαν διαφυλάξαι τῷ παραδεδωκότι τὴν πίστιν, περιμένοντας τὸ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ κριτήριον, οὗ τύφος μὲν καὶ δόξα καὶ ψεῦδος προῤῥίζως ἠφάνισται, γυμνοὶ δὲ πάσης ἀρχῆς, ἢ θεραπείας ἢ κολακείας οι κρινόμενοι, πολυχειρία δὲ καὶ πλοῦτος ἀσθενὴς πρὸς δυσώπησιν, κἂν ᾖ λίαν παρὰ ἀνθρώποις εὐδόκιμος. ᾿Ανδρῶν γὰρ ἐνδόξων πλῆθος ἐνὸς πένητος εὐσεβοῦς οὐκ ἀντάξιον εἰς παραίτησιν παρ' ἀληθείᾳ δοκιμαζούσῃ, συναγωνιζομένης μὲν εὐσε βείας κατὰ δικαίαν ἀμοιβὴν τῶν νῦν δι᾽ αὐτὴν καὶ τὸ θανεῖν κέρδος ἡγουμένων, ἀποδιδόντος δὲ τὰ τῶν ἀγώνων ἆθλα τοῦ πάλαι καὶ νῦν ἀθλοθετοῦντος Χρι στοῦ, τοῖς μὲν ὑπὲρ ἀληθείας πονήσασι τὴν ἀληθινὴν ἐλευθερίαν καὶ βασιλείαν οὐρανῶν, τοῖς δὲ διὰ κακό νοιαν ταύτην ἀτιμάσασι τιμωρίας ἀπαραιτήτους. Ταῦτ᾽ εἰρήσθω μὲν ἀμφότερα πρὸς ὑμᾶς· ἐκβαίη δὲ πρὸς τὴν βελτίω μοῖραν τὸ τέλος, Β.
col. 867–868page 17 of 18
PG 30:86728. Εἷς ἔστι Θεὸς ἀγέννητος καὶ ἄναρχος, οὔτε πρὸ ἑαυτοῦ ἔχων τινὰ ὄντα· οὐδὲν γὰρ πρὸ τοῦ ἀγεννή του εἶναι δύναται· οὔτε σὺν αὐτῷ· εἷς γὰρ καὶ μόνος Θεὸς ὁ ἀγέννητος· οὔτ᾽ ἐν αὐτῷ· ἁπλοῦς γὰρ καὶ ἀσύνθετος. Εἰς δὲ ῶν, καὶ μόνος ῶν, καὶ ἀεὶ ὁ αὐτὸς ὤν, πάντων ἐστὶ Θεὸς καὶ κτίστης και δημιουργὸς, πρώτως μὲν καὶ ἐξαιρέτως τοῦ Μονογενοῦς, ἰδίως δὲ τῶν δι' αὐτοῦ γενομένων. Τὸν μὲν γὰρ Υἱὸν πρὸ πάντων καὶ πρὸ πάσης κτίσεως μόνον τῇ ἑαυτοῦ δυνάμει καὶ ἐνεργείᾳ ἐγέννησέ τε καὶ ἔκτισε και ἐποίησεν, οὐδὲν τῆς ἑαυτοῦ ὑποστάσεως μεταδοὺς τῷ γεννηθέντι. Αφθαρτος γὰρ καὶ ἀδιαίρετος καὶ ἀμέσ ριστος ὁ Θεός· ὁ δ᾽ ἄφθαρτος τῆς ἑαυτοῦ οὐσίας οὐ δ μεταδίδωσιν. Οὔτε καθ᾿ ἑαυτὸν ἄλλον ὑποστησάμενος. Μόνος γὰρ αὐτὸς ἀγέννητος, κατὰ δὲ τὴν ἀγέννητον οὐσίαν γεννηθῆναι ἀδύνατον. Οὔτε οὖν τῇ ἑαυτοῦ οὐσίᾳ ἀπεχρήσατο, ἀλλὰ τῇ βουλήσει μόνῃ· οὔτε κατὰ τὴν ἑαυτοῦ οὐσίαν, ἀλλ᾽ οἷον ἐβουλήθη, εγέννησε. Καὶ διὰ τούτου πρωτον μὲν πάντων καὶ μεῖζον τὸ Πνεῦμα τὸ ἅγιον ἐποίησεν, ἐξουσίᾳ μὲν ἰδίᾳ καὶ προστάγματι, ἐνεργείᾳ δὲ καὶ δυνάμει τοῦ Υἱοῦ. Μετὰ δὲ τοῦτο τὰ λοιπὰ πάντα τὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ὁρατά τε καὶ ἀόρατα, καὶ σώματά το καὶ ἀσώματα διὰ τοῦ Υἱοῦ ἐποίησεν. Εἰς γὰρ Θεός, ἐξ οὗ τὰ πάντα, κατὰ τὸν ᾿Απόστολον, καὶ εἰς Κύριος Ἰησοῦς Χριστὸς, δι᾿ οὗ τὰ πάντα. Εἷς οὖν Θεὸς ἁγέννητος, ἄκτιστος, ἀποίητος. Καὶ εἰς Κύριος Ἰησοῦς Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ, γέννημα τοῦ ἁγεννήτου, οὐχ ὡς ἐν τῶν γεννημάτων, κτίσμα τοῦ ἀκτίστου, οὐχ ὡς ἓν τῶν κτισμάτων, ποίημα τοῦ ἀποιήτου, οὐχ ὡς ἐν τῶν ποιημάτων· καθὼς εἴρηται ὑπὸ τῆς ἁγίας Γραφῆς· Κύριος έκτισε με ἀρχὴν ὁδῶν αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Καὶ ἐν Πνεῦμα ἅγιον, πρῶτον καὶ μεῖζον πάντων τῶν τοῦ Μονογενοῦς ἔρ γων προστάγματι μὲν τοῦ Πατρὸς, ἐνεργείᾳ δὲ καὶ δυνάμει τοῦ Υἱοῦ γενόμενον. χχιν, Δ. ἔργον.
col. 869–870page 18 of 18
PG 30:869εἰς τήν ἑξαήμερον
Page scan enlarged

Notebook

Full View