PG 99Theodori Studit
Life of Saint Theodore the Studite (by Michael the Monk)apparatus
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected (sonnet, page-by-page) · Migne scan — scholarios OCR + scan in the Page/Facsimile views — PG column chips mark the printed columns.
col. 115–116page 1 of 60
PG 99:115ξαντο, βίον ὑπερφυῆ, τρόπον ἐπωφελῆ, ἐπιτερπῆ πολιτείαν, ἐμμελῆ ψαλμῳδίαν, καὶ ὅσα ἄλλα τίμια τοῖς ἐναρέτοις καὶ περισπούδαστα. Ἀλλὰ γὰρ ἐπεὶ τούτων ἁπάντων αἴτιος ἄρα καὶ προβολεὺς ὁ τὴν κρηπίδα καταβαλόμενος Πατήρ, καὶ μοναστὰς τηλικούτους καταστησάμενος· εἰκὸς πάντως καὶ τῶν πεπραγμένων τούτῳ μνησθῆναι, καὶ ἀγῶνας τούτου καὶ ἄθλους διεξιέναι, ἄλλα τε ὅσα διὰ τὸν Χριστὸν καθυπέστη εἰπεῖν· οὗ καὶ τὰ στίγματα δηλαδὴ ἐν τῇ σαρκὶ ἐβάστασε, κατὰ τὸν Ἀπόστολον. Οὐκοῦν καὶ εὐχῆς ἔργον ἐμοί, μὴ πάντων τῶν πραγμάτων ἀπολειφθῆναι· ὅπερ καὶ παθεῖν οἶδα τοὺς τὰ ἐκείνου διεξιόντας· ἀλλὰ δυνηθῆναι κἂν μικρὰ τῶν ἐκείνου ἐρεῖν· ὡς ἂν εἰ μή τι ἄλλο, τὴν γοῦν πρόθεσιν πειραστήσαιμι. Οὐκοῦν οὐκ ἀποκνητέον ἐμοὶ τὴν ἐγχείρησιν ποθῷ τῷ πρὸς ἐκεῖνον θαῤῥήσαντι· δι' ὃν μοκαὶ ὁ λόγος μάλιστα, καὶ ἡ τῶν τηλικούτων διήγησις. Ὅθεν μοι καὶ ὡς οἷόν τε τὰ κατὰ τὸν θεῖον ἄνδρα λεκτέον· μήθ' ἅπαντα διεξιόντι, ὅτι καὶ ἀδύνατον πάντως· μήτε τὰ καίρια παρορῶντι, ὅτι καὶ ἀσύμφορον δήπου. Δ΄. Τούτῳ τοίνυν τῷ μεγάλῳ Πατρὶ πατρὶς μὲν ἡ μεγαλώνυμος αὕτη Κωνσταντινούπολις, ἣ καὶ νέα μάλιστα προσωνόμασται Ῥώμη. Πατέρες δὲ λαμπροὶ τὸ γένος, καὶ πλούτῳ μυρίῳ κομῶντες· οἱ σὺν ἅμα τῷ γένει καὶ τὸν τρόπον ἐξευγενήσαντες, Θεῷ τῷ πλείστῳ μέρει συνέζων, καὶ τούτου τῶν ἐντολῶν ἤρτηντο. Ὄνομα τῷ μὲν τῶν γονέων Φωτεινός, τῇ δέ, Θεοκτίστη· τὰς κλήσεις, εἰ καὶ τινες ἄλλοι, πρὸς τοῦ τρόπου λαβόντες· τῷ τὸν μέν, πολλοὺς φωτίσαι πρὸς τὰ θειότερα· τὴν δέ, καινήν τινα κτίσιν γενέσθαι Θεοῦ, καὶ τὸ εὐθὲς, κατὰ τὸν Δαβίδ, πνεῦμα ἐν τοῖς ἐγκάτοις εἰσδέξασθαι. Τούτων γὰρ τὴν εὐσέβειαν μάλιστα τηνικαῦτα καιρὸς ἔδειξεν, ὅτι πάντα παθεῖν εἵλοντο μᾶλλον, ἢ τὴν πίστιν προέσθαι, μεθ' ἧς συνετράφησαν. Εἰ γὰρ καὶ τοὺς ἄλλους ἑώρων τοῖς Εἰκονομάχοις τὴν οἰκείαν προπίνοντας δόξαν· ἀλλ' αὐτοὶ οὐμενοῦν τούτοις ὑποκλινόμενοι ἦσαν, ἢ λόγους τοὺς ἐκείνων συνόλως παραδεχόμενοι. Οἵ γε ἵνα καὶ μειζόνως τὸν πρὸς Θεὸν ἔρωτα δείξαιεν, καὶ φανεῖεν ἀληθῶς ὅπερ ἤδη καὶ προεκλήθησαν, δόξαν μὲν καὶ χρήματα καὶ τὴν ἐν βασιλείοις τιμήν, ὡς κόνιν ποδός μετ' οὐ πολὺ ἀποτίθενται, Θεὸν δ' ἀντὶ πάντων λαμβάνουσιν, ὃν κατασχεῖν καὶ λαβεῖν τοῦ παντὸς ἐνόμιζον ἄξιον. Εἰ γὰρ καὶ ὁ Φωτεινὸς τὴν οὐ πολλοστὴν ἀπὸ βασιλέως διεῖπεν ἀρχήν, καὶ αὐτῷ τὰ χρήματα ἐταμίευσεν, ἀλλ' οὐδὲν τούτων οὔτ' αὐτός, οὔθ' ἡ ὁμόφρων σύζυγος ἐπειδόμενοι, πάντα λιπόντες, μόνου τοῦ σκοποῦ γίνονται, καὶ τὸν ἀναχωρητικὸν εἴτ' οὖν μοναδικὸν βίον ἀσπάζονται, Θεῷ συνόντες, Θεοῦ
col. 117–118page 2 of 60
PG 99:117μόνου τῇ συνουσίᾳ ἡδόμενοι. Τοῦτο δ᾽ οὐ μόνον ἡ καλὴ αὕτη συζυγία δεδράκασιν· ἀλλὰ καὶ οἱ ἐξ αὐτῶν φύντες, καὶ οἱ ἄλλως ὄντες πρὸς γένος, πρᾶξαι ἤδη προήχθησαν, Θεοῦ καὶ τῆς ἀρετῆς οὐδὲν θέμενοι προτιμότερον. Ἐν σαφέστατα καὶ τὴν ἀγωγὴν, τούς τε χρόνους καθ᾽ οὓς τὴν ἀποταξίαν ἀνείλοντο, ἐν τῷ περὶ τὴν μητέρα ἐπιταφίῳ ὁ μεγαλοφυὴς ἀνεῖπε Θεόδωρος, δηλώσει δὲ καὶ ὁ παρὼν λόγος μικρὰ ἤδη περὶ αὐτῶν. Β΄. Ἐκ τοιούτων οὖν πατέρων ὁ θαυμαστὸς οὗτος γεννᾶται ἀνὴρ, Κωνσταντίνου τοῦ Κοπρωνύμου τὴν βασιλείαν κατέχοντος, καὶ Χριστιανοὺς πάντας ἐξάρνους τῶν ἱερῶν εἰκόνων γενέσθαι καταναγκάζοντος· ὃς τῇ ὑπερβολῇ τῆς κακίας καὶ αὐτὸν τὸν φύσαντα (Λέων δ᾽ οὗτος ἦν ὁ Ἴσαυρος, ὁ καὶ πρῶτος τολμήσας τὰ θεῖα καθελεῖν ἐκτυπώματα) πολλῷ τῷ μέτρῳ νικῆσαι ἐφιλονείκησε, δύσνους τὰ μάλιστα τοῖς Χριστιανοῖς ὤν, καὶ τὴν ὠμότητα, οὐδ᾽ ὅσον εἰπεῖν, βαρύτερος ἐκείνου καὶ χαλεπώτερος. Τούτου οὖν, ὡς οὐκ ὤφελε, κακῇ μοίρᾳ τῆς ἀρχῆς ἐπειλημμένου, εἰς φῶς, ὡς ἔφαμεν, πρόσεισιν ὁ Θεόδωρος, κοινὸν οἷα δῶρον ἐσόμενος τῇ πατρίδι, καὶ ζόφου τοῦ ἐπιπροσθοῦντος διαυγία. Ὃς γε καὶ ἐπὶ νέῳ τῷ σώματι τοῦ θείου βαπτίσματος καταξιωθεὶς, καλῶς τε τὰ πρῶτα τῆς ἡλικίας παρὰ τῶν τεκόντων διαπλασθείς, καὶ γραμματιστῇ ἐφ᾽ ᾧ τὴν προπαίδειαν ἐκμαθεῖν παραδίδοται, ᾧ καὶ ἐπιχαρίτως μάλα συνῆν, οὐ τοῖς θασμοῖς χαίρων, οὐ θεάμασι προσανέχων, οὐ παιδιαῖς καὶ ταῖς ἄλλαις ἀνέσεσιν, οἷα δὴ νέος καὶ τοσούτου οἴκου, τὴν ψυχὴν ἐφηδύνων· ἀλλὰ μόνῃ σχολάζων, ὡς εἰκὸς, τῇ ἀναλήψει τῶν μαθημάτων, τούτοις καὶ τὴν διάνοιαν ἔτερπε, καὶ τὴν ἐξ αὐτῶν ἐπιεικῶς ἐτρύγα ὠφέλειαν. Ὡς δὲ καὶ ὁ χρόνος αὐτῷ καὶ τὸ φρόνημα ἐπεδίδου· συνανιόντα τε ἀλλήλοις καὶ συναυξόμενα· καὶ παιδείας τῆς θύραθεν ἤπτετο· ὃς καὶ σπουδῇ χρώμενος ἐναμίλλῳ τῇ εὐφυΐᾳ, γραμματικὴν ἢ γλῶσσαν οἶδεν ἐξελληνίζειν, καὶ ποιήμασι προσανέχειν τάχιστα παραλαμβάνει· ἃ οὐ τὸ μυθῶδες, ἀλλὰ τὸ ὠφέλιμον κατασχών, τὸ περιττὸν διεῖδε καὶ κατεφώρασεν. Εἶθ᾽ ἑξῆς καὶ ῥητορικὴν μετιὼν οὐ κατὰ ῥήτορας δεῖν ᾤετο ἔχειν τὸ ἦθος. Οὔκουν οὐδὲ τοῖς τούτων ψεύδεσι συνεχρῆτο, ἢ ταῖς ἄλλαις τῶν λόγων κενολογίαις καὶ ἀντιῤῥήσεσιν· ἀλλ᾽ ὅσα πρὸς τὸ χρήσιμον φέρει μόνον, καὶ συνθήκην λόγου καὶ ἁρμονίαν ἀπολαβὼν, τὰ ἄλλα παρῆκε τοῖς ἄλλοις, οἷς καὶ ἡ ματαιότης τῶν λογισμῶν, καὶ ἡ τῶν ῥημάτων κομψεία ἐπιτεχνάζεται. Γ΄. Ἐπεὶ δ᾽ οὗτος καὶ φιλοσόφοις συγγινόμενος ἦν, συλλέγων κατὰ τὸ τῆς μελίσσης φιλόπονον ἐκ πάντων τὰ κάλλιστα, οὐ κατὰ πάρεργον ἤδη τούτοις ἐτυγχανεν ὁμιλῶν· ἀλλὰ σπουδῇ πάσῃ πᾶσαν ἐπῄει φιλοσοφίαν, ὅσον τε ἠθικὸν ταύτης, καὶ ὅσον δογματικὸν, καὶ
col. 119–120page 3 of 60
PG 99:119ἑώρα πολλούς τηνικαῦτα ταῖς τῶν λόγων στροφαῖς καὶ τοῖς νόθοις προβλήμασι τὴν πίστιν διακυκῶντας καὶ παρατρέποντας· ἔμελλε ὁ αὐτὸς ὅσον οὔπω καὶ συμπλέκεσθαι τούτοις, καὶ εἰς λόγους ἰέναι. Τούτου ἕνεκα καὶ ἀσφαλῶς ἑαυτὸν ἔφραττεν, ὡς ἂν μηδ' ἐπ' ὀλίγον ἐκείνοις ἁλίσκοιτο· ἀλλὰ πολλῷ τῷ περιόντι βάλλοι τοὺς ἀντιτεταγμένους καὶ διωθοίη, καὶ λόγους αὐτῶν σοφισματώδεις ἐλέγχοι. Ἀλλὰ γὰρ ἐκείνῳ καὶ τοσαύτην συλλέξαντι παίδευσιν, μετριότης τὸ ἐπίσημον ἦν, καὶ τρόπος σεμνός, καὶ ἠθῶν ἐπιμέλεια· ᾧ καὶ θάττον ὁ λογισμὸς τοῖς ὑψηλοτέροις προσχών, λόγους μὲν καὶ τἄλλα πάντα δευτέρου ποιεῖται τοῦ λόγου· τὴν δ᾽ ἅπασαν τρέπει σχολὴν περὶ τὴν κτῆσιν τῶν ἀρετῶν· μεριμνῶν ὅτε ὡραῖαι καὶ διαπονούμενος, πῶς ἄρα κατορθωθείη αὐτῷ ἡ σωφροσύνη καὶ ἡ ἀνδρεία· πῶς ἡ φρόνησις καὶ ἡ δικαιοσύνη· πῶς τε ἡ πραότης καὶ ἡ ἐγκράτεια, καὶ ὅσαι ἄλλαι ταῖς γενικαῖς ὑποδιῄρηνται ἀρεταῖς. Τούτοις ἔχων ὁ Θεόδωρος καὶ Γραφαῖς φιλοπόνως ὡμίλει ταῖς θεοπνεύστοις, καὶ τὸν ἐν ταύταις νοῦν θαυμασίως ἀνέλεγεν· ὡς ἂν μὴ τὸ πρόχειρον τούτων, ἀλλὰ καὶ τὸ ἐς βάθος κείμενον διορᾶν ἔχοι. Ἦν δὲ αὐτῷ διὰ πολλοῦ καὶ τὸ πρὸς τοὺς ἱερούς οἴκους φοιτᾷν, ἀγρυπνίᾳ ὑποσπῶντι τὰς σάρκας, καὶ στάσει παννύχῳ τῆς ψυχῆς ἀναστηλοῦντι τὸ ὄρθιον. Ὃς καὶ κατ' ἐπιτήδευσιν, ὡς ἂν μὴ τῷ ὕπνῳ ἁλίσκοιτο, καὶ τροφῇ ἐχρῆτο τῇ λεπτοτάτῃ, πᾶν τὸ βαρύνον γαστέρα, ὥς τι ἄχθος καὶ παρενόχλημα ἐκτρεπόμενος. Ἐβούλετο γὰρ καὶ πρὸ τοῦ ἀκριβεστέρου βίου πόνοις ἑαυτὸν τοῖς τελειοτέροις ἐθίζειν· ἵν᾽ ἔχοι τούτους ἐπὶ καιροῦ μάλα ῥᾳδίους αὐτῷ, καὶ ἀλυπότερον συνεισπίπτοντας. Δ΄. Ἐπεὶ δὲ ὁ πολλὰ Χριστιανοὺς λυμηνάμενος βασιλεὺς, καὶ τὴν εἰκόνα Χριστοῦ, φεῦ! καθυβρίσας, αἰσχίστῳ θανάτῳ τὴν ψυχὴν ἐναπέρρηξε· διεδέξατο δὲ τὴν ἀρχὴν Λέων ὁ τούτου υἱὸς, ὁ καὶ προσονομασθεὶς ἀπὸ τῆς γεννησαμένης Χάζαρος, τὰ πάντα καὶ οὗτος πατρώζων, καὶ μηδὲν καθυφεὶς τοῦ γεννήτορος· θάττον δὲ καὶ αὐτὸς σὺν τῇ βασιλείᾳ καὶ τὴν ζωὴν προσαπώλεσε. Εἰρήνη ἡ τούτου ὁμόζυγος μεθ' ἅμα καὶ τοῦ παιδὸς Κωνσταντίνου ἐπὶ τῶν σκήπτρων καθίσταται· ἣ καὶ τὴν ὁμωνυμίαν τοῖς πράγμασι πιστουμένη, ταραχὴν μὲν πᾶσαν καὶ ἀθυμίαν τῶν Ἐκκλησιῶν ἀπελαύνει· οἷα καὶ πάλαι τοὺς κακοδόξους μυσαττομένη, εἰρήνην δὲ ταύταις καὶ εὐθυμίαν ἐπιβραβεύει, τὴν παλαιὰν ἀναδοῦσα εὐπρέπειαν, καὶ ὃν ἀφήρηντο στέφανον. Ἡ γὰρ θεοφιλὴς αὕτη, μηδὲ βραχὺ μεθιεῖσα, τάχει πολλῷ πρὸς ἑαυτὴν Πατέρας πάντας μετακαλεῖται, μεθ' ὧν καὶ ὅ τι δέοι πράττειν βουλευσαμένη, σὺν ἅμα καὶ τῷ τῆς Ἐκκλησίας προέδρῳ· Ταράσιος δ᾽ οὗτος ἦν, ὁ καὶ πρὸ μικροῦ τὸν θρόνον ἐγχειρισθεὶς, σύνοδον ἐν τῇ κατὰ Νίκαιαν Βιθυνίᾳ κρατεῖ· καὶ τῆς ὀρθῆς ὑπεραγωνίζεται πίστεως, τὰς θείας ὡς τὸ πρὶν εἰκόνας σέβεσθαι καὶ τιμᾶσθαι θεσπίσας. Ἦσαν δὲ οἱ συνειλεγμένοι Πατέρες ἄχρι καὶ εἰς τριακοσίους ἀριθμούμενοι καὶ
col. 121–122page 4 of 60
PG 99:121πεντήκοντα. Ἐπεὶ δ᾽ εἷς τῶν συνεληλυθότων καὶ Πλάτων ἐτύγχανεν ὁ ἱερώτατος, ὁ καὶ πρὸς μητρὸς θεῖος τῷ Θεοδώρῳ, ὃς καὶ τὸν Ὄλυμπον ἐκ νέου οἰκῶν, τηνικαῦτα παρῆν τῆς συνόδου μεθέξων. Ε΄. Τότε μὲν πολλοὺς καὶ ἄλλους ὁ θεῖος οὗτος ἀνὴρ πρὸς φιλοσοφίαν ἐθήρατε (καὶ γὰρ ἦν, εἰ καί τις ἄλλος, τοῖς ἐντυγχάνουσι χαριέστατος), πρὸ πολλῶν δὲ καὶ ἀντὶ πολλῶν τὸν καλὸν τουτονὶ Θεόδωρον, ἐξ ἀδελφῆς ὄντα ἀνεψιόν, καὶ πάλαι ἤδη, ὡς ὁ λόγος, φιλοσοφεῖν καὶ παρ᾽ ἑαυτοῦ ἑλόμενον· οὐ μὴν ἀλλὰ καὶ πατέρας τοῦ Θεοδώρου καὶ ἀδελφούς, Ἰωσὴφ καὶ Εὐθύμιον, σὺν ἅμα καὶ μικρᾷ ἀδελφῇ. Πρὸς τούτοις ὁ Πλάτων καὶ ἀδελφοὺς τοὺς οἰκείους αἱρεῖ τρεῖς κἀκείνους τυγχάνοντας. Τούτους οὖν ἅπαντας ὥσπερ ἐξ ἑνὸς συνθήματος, τοῦ κοινωνικοῦ βίου τὸν ἄζυγα προτιμήσαντας πρὸς ἑαυτὸν οὗτος λαμβάνει, καὶ ἀγωγὴν ὑφηγεῖται τὴν κρείττονα. Οἱ δὲ θᾶττον καὶ οὐσίαν καὶ ὕπαρξιν καὶ χρήματα ἄλλα κόλποις πενήτων ἐναποθέμενοι, πρὸς δὲ καὶ οἰκέτας, οὐδ᾽ ἀριθμῷ ληπτούς, ἐλευθερίᾳ τιμήσαντες, τῆς Βυζαντίδος ἐξίασι, Θεῷ καὶ τῷ ἄγοντι Πατρὶ ἐφεπόμενοι. Ϛ΄. Ἐπεὶ δ᾽ ἀγρόν τινα ὁ Θεόδωρος τῶν οἰκείων, ὃ τὸ Βοσκύτιον οὕτω διωνομάζετο, πρὸς ἱερὸν ἀπέταξεν διαίτημα· ᾧ καὶ τόπος ἐτύγχανε προσεχὴς τοῦ Σακκωδίωνος οὕτω καλούμενος· ἐκεῖσε ἤδη κοινῇ πάντες φοιτήσαντες, Θεῷ τὰ ὑπεσχημένα πληροῦν ἔσπευδον. Οὐδὲν δὲ οἷον βραχέα καὶ περὶ τοῦ τόπου ἐρεῖν, οὐκ ἄχαρί γε μὴν ὄν, οὐδὲ περιττὸν τὸ διήγημα. Τούτῳ τοιγαροῦν ἄνωθεν μὲν καὶ κατὰ κορυφὴν δένδρα ποικίλα καὶ παντοδαπὰ ἵστανται, τὰ μὲν τέχνῃ εἰργασμένα, τὰ δ᾽ αὐτομάτως φύσαντα· ἃ καὶ κύκλῳ συνηρεφοῦντα, καὶ πανταχόθεν εἰς ἄλληλα συστοιχοῦντα μηνοειδῆ τὸν τόπον ἀποτελοῦσιν, ἀμφόδῳ μόνῃ μιᾷ τοῖς εἰσιοῦσιν ἀνιέντα τὸ βάσιμον. Ἥπλωται δ᾽ ἐν αὐτῷ κάτωθεν καὶ πεδίον ἥδιστον ἅμα καὶ εὔχαρι, ἀνέμοις πραέσι καταπνευόμενον· καταῤῥεῖ δ᾽ ἐν ἐκείνῳ καὶ ὕδωρ διειδές τε καὶ πότιμον, οὐ ῥαγδαίως καταφερόμενον, ἀλλ᾽ ἀψόφως χεόμενον. Καὶ ἵνα τἄλλα τὰ τοῦ τόπου παρῶ· μέγιστον θεαμάτων ἁπάντων, τὴν ἡσυχίαν τοῖς οἰκοῦσι παρέχει Θεῷ καταμόνας συγγινομένοις καὶ ἠρεμίαν ἄγουσιν ἀπὸ τῶν αἰσθήσεων. Τί γὰρ ἂν καὶ φαίην περὶ τοῦ ἐκεῖσε ἱδρυμένου ναοῦ; ὃν εἰπεῖν καὶ δηλῶσαι, ἔργον ἐμοὶ καὶ λόγου οὐκ ἐλαχίστου. Ζ΄. Τούτῳ οὖν τῷ τοῦ Βοσκυτίου χώρῳ σὺν τῇ καλλίστῃ ἐκείνῃ συνοδίᾳ ὁ γενναῖος Θεόδωρος ἀφικόμενος, πρὸς πόνους ἀσκητικοὺς παρετάττετο, ὧν οὐδὲ πάλαι ἀμελέτητος ἦν· οὐ γὰρ μαλακόν τι οὐδ᾽ ὑφειμένον, ἀλλ᾽ ἀῤῥενωπὸν καὶ ἀνδρῶδες βλέψας τῆς ψυχῆς τε ἐκ πρώτης ἐνέφαινε τὸ παράστημα, καὶ τοῦ ἑξῆς βίου ἀῤῥαγεῖς τοὺς θεμελίους ἐβάλλετο, ὧν τὸ κράτιστον ὑπακοὴν ἐγίνωσκε καὶ ταπείνωσιν. Ἐπεὶ δὲ μετὰ βραχὺ καὶ τρίχας ἐκείρατο πρὸς τοῦ Πλάτωνος, καὶ ἐσθῆτα τὴν μοναδικὴν περιεβάλετο, τότε καὶ μᾶλλον στερεωτέρων ἅπτεται τῶν ἀγώνων, τήκων τε τὴν σάρκα τῇ ἀσιτίᾳ, καὶ πόνοις αὐτὴν ἐκπιέζων βιαιοτέροις. Οἷς οὐκ ἀρκούμενος, πάντα καὶ τὰ δοκοῦντα τῶν διακονιῶν φαυλότατα, περιουσίᾳ ταπεινώσεως ἑαυτῷ δήπου προσεπετίθει. Χεῖρας γὰρ
col. 123–124page 5 of 60
PG 99:123τῶν ἔργων, οὐ ξύλα κλῶν μόνα, οὐδ᾽ ὕδωρ ταύταις μετακομίζων, ἀλλὰ καὶ γῆν ἀμῶν, ὅση τε ἀνέργαστος, καὶ ὅση κηπεύσιμος· καὶ βώλους ἐκεῖθεν σὺν ἱδρῶτι ἀνέλκων· καὶ πᾶν ἄλλο δρῶν, καὶ τὸ κομιδῇ ἐρωγωδέστατον. Ὃς γε πολλάκις καὶ κόπρον τῶν ἡμιόνων ἐπὶ τῶν ὤμων φέρων ὁρᾶτο, νυκτὸς ὥστε λαθεῖν, ἢ καὶ ἡμέρας μεσούσης πράττων τουτί. Ὃ καὶ τῷ χρόνῳ πρὸς γνῶσιν ἐλθὸν, θαῦμα ἐνεποίει τοῖς ἐπιγνοῦσιν ὅτι τηλικόσδε ἀνὴρ καὶ τοσούτου οἴκου, πρᾶγμα οὕτως οὐδενὶ μιμητὸν εὐτελῶς ἄγαν ὑπῆλθε καὶ ταπεινῶς, δόξαν καὶ τὴν μεγίστην τὸ ζῆν ἀδόξως ἡγούμενος. Πλὴν καὶ οὕτω πράττων, οὐδὲν οὐδαμῶς πράττειν ἐδόκει· ὅθεν οὐδ᾽ ἵστη τούτοις τὴν προθυμίαν· ἀλλὰ καὶ τοῖς συνδιάγουσιν ἀδελφοῖς ἐπικουρῶν ἦν· καὶ μάλιστ᾽ οὓς ἑώρα μὴ ἐπικαίρως τὰ ἐπιταχθέντα πληροῦντας, τῷ ἀδυνάτως, ἢ καὶ ἄλλως ἀνωμάλως ἔχειν κατὰ τὸ σῶμα. Οἷς καὶ ἑαυτὸν ἐδίδου, ἄνω καὶ κάτω θέων, καὶ πανταχοῦ ἐπιών, καὶ πάντας τῶν πόνων κουφίζων· ὡς ἂν ἔχοι τὴν παρὰ πάντων εὐλογίαν καρποῦσθαι, καὶ μισθὸν οὕτως ὑπερφυῆ πόνων τοσούτων κομίζεσθαι. Η΄. Ἦν δὲ καὶ τοῦτο διὰ σπουδῆς ὅτι μάλιστα τῷ γενναίῳ, πρᾶξιν πᾶσαν καὶ λογισμῶν κίνησιν τῷ ἑαυτοῦ ἀνακαλύπτειν Πατρί, μέγα εἰδότι τὴν φανέρωσιν τῶν κρυφίων καὶ ταπεινώσεως ἔργον τὸ μέγιστον. Ὃς γε διὰ πάντα καὶ πᾶσι μὲν ἐπέραστος ἦν, πλεῖον δ᾽ ἁπάντων τῷ ἱερῷ Πλάτωνι· ὃς καὶ στοργῇ τῇ πάσῃ τούτῳ προσεπεφύκει, καὶ ψυχῆς παράκλησιν τὴν τοῦδε συνομιλίαν ἐκέκτητο. Ἑώρα γὰρ τὸν θαυμαστὸν συνέσει μὲν κατὰ πολὺ διαφέροντα, μετριοφροσύνῃ δὲ μειζόνως τῶν ἄλλων κοσμούμενον, ψυχῆς δ᾽ εὐανδρίᾳ καὶ μᾶλλον ἀπείρως ἐξέχοντα· ᾧ καὶ οἷα τοσούτῳ τὴν ἀρετὴν, ἐν πᾶσι τε οὓς εἶχεν ἐχρῆτο, καὶ δεξιὸν ἐποιεῖτο τῶν πρακτέων συλλήπτορα. Θ΄. Τίνι γὰρ τῶν ἁπάντων, ὡς τῷ θαυμασίῳ τούτῳ πάντα ὡς ἓν ἐσπουδάσθη τὰ κάλλιστα, καὶ εἰς μίαν τὴν ἑαυτοῦ ψυχὴν ὥσπερ ἐν ποικίλῃ λύρᾳ καὶ εὐαρμόστῳ, πᾶσα ἁρμονία συνεισῄει τῶν ἀρετῶν; Τί γὰρ ἂν εἴποι τις τὸ ἐν φρονήματι μέτριον, τὸ ἁπλοῦν τοῦ ἤθους, τὸ συνετόν, τὸ δραστήριον, ἀλλὰ τὸ ἀγχίνουν, ἀλλὰ τὸ πρᾶον, ἀλλὰ τὸ ἐν ἀγάπῃ θερμότατον; Πάντα γὰρ ταῦτα εἰ καὶ διάφορα γοῦν πρὸς ἑαυτὰ καὶ πολυειδῆ μάλιστα, ἀλλ᾽ οὖν ἐπ᾽ ἐκείνῳ εἰς ἓν ὁμοῦ καὶ κατὰ ταὐτὸν συνελθόντα, ἓν καὶ ἀρετῆς εἶδος ποικιλώτατον ἅμα καὶ μονοειδέστατον ἀπετέλεσαν. Πλὴν ἀλλὰ γὰρ εἰ καὶ τὰ τὴν ἀγάπην οὕτως ἐξέχων ἐφαίνετο, μεθ᾽ ἅμα καὶ τῆς καλῆς ταπεινώσεως, ἀλλ᾽ οὔ μοι δοκεῖ, δίχα κρείττονος λόγου πρὸς τοῦτο συννεῦσαι· ἀλλὰ σκοπῷ θειοτέρῳ, καὶ τῆς ἐκείνου ἀξίῳ καὶ φρενὸς καὶ συνέσεως. Ἐλογίζετο γὰρ ἐν ἑαυτῷ ὅτι καὶ ὁ Κύριος ἡμῶν καὶ Θεὸς τὴν τοῦ δούλου διὰ ταπείνωσιν ὑπέδυ μορφὴν, δόξης τῆς ἀπροσίτου κενώσας ἑαυτὸν, καὶ ἡμῖν γενόμενος ὅμοιος. Ὃς καὶ ἀτιμίαν, καὶ ὀνείδη καὶ σκώμματα δι᾽ ἡμᾶς ὑποστάς, καὶ τελευταῖον θάνατον τὸν ἐπάρατον, οὐδ᾽ οὕτως τῆς πρὸς ἡμᾶς ὑφίει ἀγάπης, ταπεινούμενός τε ἐπὶ
col. 125–126page 6 of 60
PG 99:125πλέον καὶ συγκαταβαίνων ἡμῖν, καὶ τὸν αὐτοῦ εἰσέτι δαψιλευόμενος ἔλεον. Ταῦτα ὁ Θεόδωρος στρέφων ἐν νῷ, καὶ εὔγνωμόν τι πρὸς τὸν Δεσπότην ποιῶν, τὴν τε πρὸς ἐκεῖνον θερμῶς ἀνεζωπύρει ἀγάπην, κόλποις ψυχῆς ἀναθάλπων. Καὶ τῆς περὶ τὸν πλησίον δὲ οὐ δὲν ἔλαττον ἐπεμέλετο διαθέσεως, πᾶσί τε ὑποκατα κλινόμενος εὐγνωμόνως καὶ ἀγαπητῶς ἔχων πρὸς ἅπαντας. Ἤγε διὰ τὴν σύντηξιν τῆς ψυχῆς καὶ τὸ ἔνδον καὶ ἐν καρδίᾳ πένθος οὐμενοῦν οὐκ ἔληγεν οὐ δαμῶς, οὗ καὶ μήνυμα δηλαδὴ, τὸ ἀπὸ τῶν ὀφθαλμῶν κατιὸν δάκρυον, οὕτως ἀστακτὶ ῥέον, καὶ ὕδατι ἴσα λοῦον τὸ πρόσωπον. Καὶ γὰρ μετὰ τῶν ἄλλων καὶ τῷ τῆς κατανύξεως ἐπλεονέκτει χαρίσματι ἣ ἡ πλου τοδότις αὐτῷ παρείχε ταπείνωσις. Καί ὃ μάλιστα καὶ εὐφροσύνην εἶχε τῆς ψυχῆς καὶ παράκλησιν, καὶ φῶς τοῦ νοῦ καὶ διαύγειαν. Ι΄. Ἐπειδὲ, ὡς ἔφαμεν, ἐν πᾶσιν οἷς εἶχεν ὁ Πλάτων, συνεργῷ τῷ ὁσίῳ ἐχρῆτο πάντα ἐγχειρίζων αὐτῷ διὰ μέγεθος φύσεως· ἐγχειρίζει καὶ τὸν τηνικαῦτα ἐν τῷ Σακκουδίωνι κατασκευαζόμενον ἱερὸν οἶκον. Καὶ γὰρ εἶχεν ἔρως αὐτὸν, ναὸν ἐξ αὐτῶν κρηπίδων τῷ ἐπιστηθίῳ ἀνεγεῖραι Θεολόγῳ, δῶρον ὄντα τοῦτον χαρι στήριον αὐτῷ καὶ ἱκέσιον. Οὐκοῦν καὶ ὁ Θεόδωρος πίστει θαῤῥήσας τοῦ ἐπιτάξαντος, λαμπρῶς ἅμα καὶ ἐπιχαρίτως τὴν τοῦ ναοῦ ποιεῖται οἰκοδομήν. Οὐ καὶ τἄλλα μὲν πάντα φαιδρὰ, καὶ ὀφθαλμοῖς ἐτύγ χανεν ἤδιστα, ὅσα τε ἐν ὀροφῇ, καὶ ὅσα ἐν στοαῖς καὶ γωνίαις ἄλλαις ταῖς ἰσοπλεύροις. Μείζων δὲ ἡ χάρις καὶ ἡδονὴ ἐν τῷ τῆς ἐκκλησίας ὡρᾶτο ἐδάφει, χρώμασί τε ποικίλοις καὶ ψήφοις πολυειδέσιν ἐξερ γασθέντι, καὶ λαμπρὰν οἵαν τὴν αἴγλην τοῖς πᾶσιν ἐναφιέντι. Ἡ γὰρ ἐνοικοῦσα τῷ θεοληπτῷ χάρις καὶ τὰ ὑπερφυῆ πράττειν ἐδίδου, καὶ τὰ δυσχερῆ ῥᾴω τούτῳ καθίστα, καὶ ἀνύσιμα τὰ κομιδῇ ἐργωδέ στατα. ΙΑ΄. Ἀλλ᾽ ἄρα μὴ ταῦτα μὲν πράττων, ἅπαντας ὑπερ βάλλων ὡράτο, μηδένα συγχωρῶν τούτου ἐγγὺς καὶ κατὰ μικρὸν γενέσθαι, τῶν δ᾽ ἐν ἐκκλησίᾳ συνάξεων ἢ ἀμελῶς εἶχεν, ἢ δεύτερος τῶν ἄλλων ταύταις ἐφαίνετο ἀπάντων; Οὐμενοῦν. Ἀλλ᾿ ἐνταῦθα καὶ μᾶλλον τὰ τῆς προθυμίας ἐπέτεινε, πάντας τε προσ φθάνων ἐν ὀρθριναῖς δοξολογίαις, καὶ ἡμεριναῖς, ὥσπερ οὐκ ἐπ᾽ ἄλλῳ τῳ τὴν διάνοιαν ἀσχολῶν, καὶ μετὰ πάντας τελευταῖος ἐκεῖθεν ἀναχωρῶν, ἀκλινὴς καὶ τῷ σχήματι καὶ τῷ βλέμματι ἐν τῇ παραστάσει μένων τῆς προσευχῆς, καὶ τὸν νοῦν ὅλον ἰσχυρῶς ταύτῃ ἀνηρτημένος. Ἵνα δ᾽ ἔχοι καὶ κρύφιόν τι προσ άγειν Θεῷ καὶ τοὺς συνόντας λανθάνειν, ἀπέταττε καὶ μέρος ἑκάστης ἡμέρας αὐτῷ, καὶ μόνος τῷ μόνῳ ὡμίλει, νοῦν ἀθόλωτον τῷ Θεῷ παριστῶν, καὶ ἀμιγῆ τῶν κάτω περιπλανήσεων. Ἐπεὶ δ᾽ οὐκ ἔδει τὴν ἀρετὴν κρύπτεσθαι, ὥσπερ οὐδ᾽ ἀνίσχοντα ἥλιον, πολλοὶ καὶ συνῆκαν τοῦτο, καὶ εἰς πολλοὺς ἐξεβόησαν, καὶ τὸ καταῤῥανθὲν τοῖς χεύμασι τῶν δακρύων ἔδαφος, μηνυτὴν ἀψευδέστατον τοῦ ἀδήλου ἐτόπασαν.
col. 127–128page 7 of 60
PG 99:127ΙΒ΄. Ἐπεὶ δὲ καὶ ἐγκρατείας λόγος τῷ θαυμασίῳ πολύς, ἅτε ταύτῃ συνηκμακότι, καὶ οἷα συνεργὸν καὶ τῶν ἀρετῶν ὁδηγὸν διαφερόντως τετιμηκότι· συνετῶς ἄγαν, καὶ ὡς οὐκ ἄν τις εἴποι, καὶ τὰ κατ᾿ αὐτὴν διετίθει, μήτ' ἀποχὴν ἄκραν τῶν σιτίων ἐπιτηδεύων, μήτε γαστέρα ἀκαίρῳ πιέζων ἐνδείᾳ· ὧν τὸ μὲν πάρεσιν ἐν σώματι ἐμποιεῖ, δι' οὗ αἱ πρὸς ἀρετὴν κινήσεις καὶ πράξεις· θάτερον δὲ τὸν νοῦν ἐπικλίνει τοῖς πάθεσι, καὶ τὸ λεῖον ἐπεισάγει τῶν ἡδονῶν. Ὅθεν σαρκὶ μὲν τὰ ἀναγκαῖα ἐδίδου, καὶ ὅσα πρὸς τὸ συνίστασθαι μόνον· τὴν δὲ σπουδὴν εἶχε πᾶσαν περὶ τὴν συγκραθεῖσαν ἐκείνῃ ψυχήν, πῶς ἄρα γένοιτο ταύτῃ τῆς ὕλης ἐκβῆναι· καὶ πῶς ὑποτάξει τὸ χεῖρον τῷ κρείττονι. Πλήν γε οὗτος ἐνίοτε διὰ τὸ μὴ δόξῃ τῇ κάτω ἁλίσκεσθαι, καὶ πᾶσιν ἐστίν ὅτε τοῖς παρατιθεμένοις τῶν βρωμάτων ἐχρῆτο· ὡς ἂν μὴ καὶ δόξῃ τοῖς συνεστιωμένοις ἀπόσιτος τῶν τοιῶνδε φαίνεσθαι, καὶ ὡς ἂν μὴ ὑπὲρ τοὺς πολλοὺς δοκῇ φαίνεσθαι. Διὰ ταῦτά τοι καὶ ὡς νόμῳ τῷ ἐκείνου τρόπῳ χρώμενοι οἱ συνόντες, καὶ ζηλοῦν αὐτὸν ἔσπευδον καὶ μιμεῖσθαι ὡς δυνατόν. ἂν ἐτύγχανε πρῶτος Ἰωσὴφ ὁ καλὸς, ὁ καὶ φύσιν καὶ τὴν προαίρεσιν ἀδελφὸς, ὃς διὰ τὴν ἀρετὴν καὶ τῆς ἐν Θεσσαλονίκῃ Ἐκκλησίας προέστη, ἄθλον εὐσεβείας τὸν θρόνον εὑράμενος. Εἶθ᾿ ἐξῆς Ἀθανάσιος καὶ Ναυκράτιος, Εὐθύμιός τε ὁ κλεινὸς καὶ Τιμόθεος, καὶ ἄλλοι τῶν συνασκουμένων συχνοί. Οἵ γε καὶ ἀπὸ μιᾶς τοῦτον πάντες καὶ ὁδηγὸν καὶ καθηγητὴν τῶν κρειττόνων ἑλόμενοι, βίον τε τὸν οἰκεῖον ἐκόσμησαν, καὶ ἀρεταῖς ταῖς μεγίσταις διέλαμψαν. ΙΓ΄. Ἀλλὰ γὰρ ὁ τοῦ θείου θεραπευτής Θεόδωρος ἐπεὶ μετὰ τῶν ἄλλων καὶ τοῦτο εἶχεν ἔργον ἐπιμελές, πᾶσαν ἐπιέναι Γραφήν, παλαιάν τε καὶ νέαν, Πατέρων τε αὖ πάντων τοὺς λόγους ἀνερευνᾶν τίνα τε τούτων ἕκαστος καταλέλοιπεν ὑπομνήματα, καὶ πάντα μὲν ὡς εἰκὸς καὶ τοῖς θείοις Πατράσι φιλοπόνως ἐκτεθειμένα, σὺν ὁδηγίᾳ ἐπῄει τοῦ Πνεύματος, τῷ πολυχώρῳ τῆς διανοίας ἐναποτιθέμενος ἕκαστα, Βασιλείου δὲ τοῦ μεγάλου τοὺς λόγους καὶ μειζόνως ἠσπάζετο, καὶ γλώσσης εἶχεν ἐντρύφημα, οἷα τὸν ἄνδρα εἰδὼς καὶ φιλοσοφώτατον τὰ θεῖα, καὶ τὸν πώποτε λογιώτατον· οὗ καὶ τῶν ἄλλων μὲν βιβλίων θαυμασίως ἐπηκροῦτο καὶ πολλὴν οἷαν ἐξ ἑκάστης αὐτῶν ἐτρύγα τὴν ἡδονήν· τὴν δέ γε πρὸς μονάζοντας ἐκείνῳ πεπονημένην, οὐδ᾿ ἔστιν εἰπεῖν ὅπως καὶ περιεῖχε καὶ ἔστεργεν, ὅλος ὅλῃ συγχρώμενος, καὶ βίον ὅλον ταύτῃ ἐξακριβούμενος, ὃς γε τῷ περὶ αὐτὴν πόθῳ, καὶ τοὺς μικρά παρασπῶντας ἐκείνης, οὐδ᾿ ἐν ἀληθινοῖς ἔταττε μονασταῖς, οὐδ᾿ ἐπειλῆφθαι τοῦ ἀπαγγέλματος τούτους ᾤετο δεῖν. Ἦσαν γὰρ ἔνιοι τηνικαῦτα πολλὰ τῶν τῆς βίβλου παρατρέποντες διατάξεων, ἀκτησίας τε καὶ βίου τοῦ ἀπερίττου ὑπερφρονοῦντες, καὶ ἴσα τοῖς κατὰ κόσμον χρηματιζόμενοι. Οἷς οὐκ ἀποχρῶν ἦν, εἰ μὴ καὶ δοῦλοι ἐπάγοιντο καὶ ἡμίονοι, καὶ ἄλλα δή
col. 129–130page 8 of 60
PG 99:129τινα τῶν κομιδῇ ἀχρήστων καὶ περιττῶν. Οἷς καὶ ὁ γενναῖος περιαλγήσας καὶ τῷ ἀδοκήτῳ πληγείς, οὐκ ἀναβολαῖς οὐδὲ χρόνοις τὴν διόρθωσιν ἐπιτρέπει· ἀλλ᾽ ὡς εἶχεν ὁρμῆς τῷ Πλάτωνι προσιών, καὶ ὅπως ἔχει τὰ κατ᾿ αὐτοὺς διαγγείλας, προτρέπεται τε παρ᾽ αὐτοῦ, καὶ πρὸς ἄμυναν τῶν δρωμένων διαγωνίζεται. Ὣς καὶ ἐν θερμοτέρῳ πνεύματι κτῆσίν τε ἐκείνων τὴν περιττὴν, καὶ ἀνδράποδα πάντα σὺν οὐδενὶ τῷ κωλύοντι ἐκφορεῖ, ἄλλα τε ὅσα τῶν ἀχρήστων προσῆν, τῶν καταγωγίων ἐξάγει, μάλιστ᾽ ὁρῶν τουτὶ τὸ δεινὸν κἀν τῷ ἑαυτοῦ σεμνείῳ λάθρα ὑφέρπον, καὶ τὰ καίρια διαλυμαινόμενον. Ὅθεν καὶ μιᾷ πράξει τούς τε οἰκείους ἅμα καὶ τοὺς πόῤῥω διορθωσάμενος, αἰδοῖ τοῦ ἀνδρὸς ἑκατέρους δήπουθεν ἡττωμένους, καὶ μηδ᾽ ἀντειπεῖν τοῖς παρ᾽ αὐτοῦ ἔχοντας. Ἔργον τε πολλοῦ ἄξιον εἰργάσατο ὁ θαυμάσιος, καὶ δὴ πῶς ἄρα τοῦ λοιποῦ βιώσοιντο, ἀριδήλως τούτοις ὑπέδειξε· τὸ εὐπάρεδρον δηλαδὴ πρὸ τῶν ἄλλων, καὶ τὸ ἀπέριττον στέργουσιν· ὡς ἄν ἐξῇ τούτοις καὶ ἀπρόσκοπτον τὴν πρὸς τὰ ἄνω ποιεῖσθαι πορείαν. Ἀμέλει καὶ οὗτοι βελτίους τὸ ἀπὸ τοῦδε γενόμενοι, θεῖόν τι καὶ οὐκ ἀνθρώπινον τὸ παρ᾽ ἐκείνου καὶ ἔκριναν καὶ ἡγήσαντο. Πλὴν ὀλίγοι κομιδῇ περιττόν πως καὶ ἄκαιρον τὸ πραττόμενον ἔφασαν· οἷς τοῦτο μόνον εὐδιάστροφος ἡ διάνοια· οἵγε οὐδὲ τοῦ λοιδορεῖν ἐκεῖνον ἀπέσχοντο, οὐ μὴν φανερῶς, ἀλλ᾽ ἐν γωνίᾳ, καὶ παραβύστῳ φθόνῳ, πάθει ὀλεθρίῳ, ὑποκνιζόμενοι, καὶ ψυχῆς ἀθεραπεύτου πρᾶγμα ποιούμενοι. Ὧν οὐδὲ μικρὰ φροντίσας ὁ δίκαιος, τὸ ἑαυτοῦ ἐποίει, μὴ τοῦτο σκοπῶν τί ἐκείνῳ οὗτοι ἐροῦσιν· ἀλλὰ τί αὐτὸς ἔσται πράττων, καὶ πῶς ἐφ᾽ οἷς πράττοι, Θεῷ εὐαρεστῶν φαίνοιτο. ΙΔ΄. Οὕτως οὖν τοῦ θαυμασίου ἔχοντος, καὶ τοιαύταις ἀρεταῖς διαλάμποντος, βουλεύεται ὁ Πλάτων καὶ ἱερωσύνῃ τιμῆσαι τὸν τηλικοῦτον, καὶ Θεῷ παραστῆσαι [προστήσασθαι.] ᾧ καὶ τὰ τῆς βουλῆς ἀνειπών, πρῶτα μὲν εἶχεν ἀντίξουν καὶ ἀντιτείνοντα, εὐλαβούμενον τάχα τὸ ὑπερβάλλον τοῦ ἀξιώματος. Ὡς δὲ μόλις καὶ σὺν χρόνῳ καταπειθῆ ἔλαβε, γνόντα πάντως καὶ αὐτὸν μὴ ἀθεεὶ τὸν Πλάτωνα πρὸς τοῦτο ὡρμῆσθαι· ἀμφότεροι ἤδη τὴν Βυζαντίδα καταλαβόντες, καὶ τῷ πατριάρχη τὰ τοῦ σκοποῦ ἀνατιθέντες· Ταράσιος δ᾽ οὗτος ἦν· αὐτῷ καὶ μυσταγωγῷ τῆς ἱερωσύνης καὶ τελειωτῇ χρῶνται, καὶ τοῦ χρίσματος αὐτουργῷ, ἡσθέντι μάλα καὶ αὐτῷ ἐπὶ τῷ εὐλόγῳ τοῦ πράγματος. Παρ᾽ οὗ δὴ καὶ ὡς εἰκὸς τὴν χειροθεσίαν λαβὼν ὁ Θεόδωρος, πλείονός τε τοῦ ἀπὸ τοῦδε τῆς χάριτος μετασχών, οὐδ᾽ ἐν ἑαυτῷ μένειν ἠνείχετο, εἰ μὴ αὐτὸς ἑαυτὸν φαίνοιτο ὑπερβάλλων, καὶ τῇ καθάρσει κάθαρσιν προστιθείη. Ἑώρα γὰρ ἐν ἑαυτῷ, τί μὲν ἄνθρωπος φύσις ὑποβεβηκυῖα καὶ ταπεινή, πηλίκης δὲ οὗτος ἀξίας καὶ χάριτος δεκτικός· καὶ πῶς τὸ τῆς ἱερωσύνης χρῆμα οὐχ ὅπως γηΐνῃ φύσει, ἀλλὰ καὶ αὐτῇ δήπου τῇ οὐρανίᾳ καὶ ἦν νοῦς μόνος, ἄληπτον τάχα καὶ ἀπερίληπτον. Διὰ ταῦτα γοῦν καὶ συνεστήκετο τὴν ψυχὴν, καὶ τὸν νοῦν ὅλον συνέστελλεν ἀπὸ τῶν αἰσθή-
col. 131–132page 9 of 60
PG 99:131σεων, προσδαπανῶν ἤδη καὶ τὸ λειπόμενον τῶν τακῶν· εἴ πως ἑαυτὸν ἄξιον οὗ μετείληφε θεῖτο, Θεοῦ τυχὼν ἔλεω, καὶ καθαρὰν τῷ καθαρῷ τὴν λατρείαν προσφέροιτο. Ὅς γε καὶ καθ᾽ ὅσον οἷόν τε τῆς ὅλης ἐκδὺς, μόνῃ διημιλλᾶτο ζῆν τῇ ψυχῇ· ὅτι καὶ μόνης αὐτῆς καὶ ταῦτα καθηραμένης πολλὰ, τὴν τοσαύτην ᾤετο χάριν. ἐντεῦθεν αὐτῷ καὶ ἐκ τοῦ νοῦ θεωρία καὶ ὕψωσις. Ἐντεῦθεν ἡ πρὸς τὰ κρείττω ἐκείνου ἀνάβασις, καὶ Θεοῦ ὡς ἐφικτὸν πρόσψαυσις· ᾧ καὶ ἀμέσως ἐτύγχανεν ὁμιλῶν, μηδέποτε λήγων τῶν πρὸς αὐτὸν ὕμνων, μηδὲ τοῦ συνεῖναι ἐκείνῳ, καὶ τὰ μικρὰ μελῳδεῖν ἐν διανοίᾳ καὶ ἐπαύστως. Ὁ γὰρ περὶ θεὸν ἔρως, καὶ ἡ πρὸς τὰ ἄνω ἐπίνευσις, οὐδὲ πρὸς ὀλίγον ἐπεστράφθαι πρὸς τὸ σῶμα ἐποίει. Ἀλλὰ καὶ αὐτῶν τῶν ἀναγκαίων περιφρονεῖν τὸν γενναῖον ἀνέπειθεν, ὕπνου μὲν, ἢ οὐδὲν τάχα, ἢ ἀδρανοῦς τούτου καὶ οἷον κατεψευσμένου παραγευόμενον· τροφῆς δ᾽ αὖ μόλις καὶ τῆς βραχείας καὶ ἐλαχίστης διὰ τὴν σύγκρασιν προσαπτόμενον. Ὧν ἁπάντων ὑπερορῶν ἦν, τῷ πρὸς ἑτέραν ἤδη μετατετάχθαι ζωὴν, καὶ καταλελοιπέναι τὴν γῆν ἔτι ὑπὲρ γῆς μένων, καὶ τῷ σκήνει συνυφιστάμενος. ΙΕ΄. Ἀλλὰ γὰρ τοῦτον ὁ Πλάτων οὕτως ὑπεραναβεβηκότα ὁρῶν, καὶ ὑπερφυές τι χρῆμα, τὴν τοῦδε πολιτείαν κατανοῶν, ἐθαύμαζέ τε ὡς εἰκὸς, καὶ εὔφημον ἀνὰ πᾶσαν ἡμέραν τούτῳ ἀφίει φωνήν, πολλοῖς καὶ ἄλλοις ἐκφανῆ τὰ κατ᾽ αὐτὸν καὶ δῆλα ποιῶν, καὶ τοῖς παροῦσι τὰ ἑξῆς τοῦ βίου προμαρτυρῶν. Ὃν δήπου καὶ ἀντ᾽ αὐτοῦ καθηγεῖσθαι ἐξελιπάρει τῶν ἀδελφῶν, λόγοις τε καὶ σοφαῖς εἰσηγήσεσι πρὸς τοῦτο ἐνάγων· τῷ αὐτὸν ἤδη καὶ χρόνῳ καὶ ἀσκήσει ἀπειρηκέναι· καὶ τῷ ὁρᾶν εἰς πλῆθος ἐπιδιδόντας τοὺς φοιτητάς, καὶ δεομένους διὰ τοῦτο γενναιοτέρου μάλιστα καὶ τοῦ προστατεύοντος. Ἀλλ᾽ ὁ θαυμάσιος ἐν πᾶσιν ἐπιτηδεύων τὸ ταπεινὸν, καὶ μὴ θέλων ποτὲ τοῦ μετρίου μεθέσθαι, τήν τε ἀρχὴν ἐξ ἑαυτοῦ διωθεῖτο, οἷόν τι βάρους νομίζων ἐφόλκιον, καὶ τὸν θεῖον ἱκετείαις ἐξέκλινε, μηδὲ συνόλως ἐν τούτῳ πειθόμενος, καίτοι πρὸς τἄλλα παρέχων ἑαυτὸν εὐπειθέστατον. Ἤδει γὰρ ὁ εὐσύνετος, ὅτι λυσιτελὲς τοῦτο καὶ βέλτιον ὑπ᾽ ἄλλῳ μᾶλλον τετάχθαι, καθὰ καὶ ἐξαρχῆς ἔθετο, ἢ αὐτὸν ἄγειν ἑτέρους, καὶ ταῦτα, ἄνδρας καὶ βίῳ ἀνῳκισμένους ἐν ἀρετῇ· ὧν τὸ ἄρχειν πολλῆς μὲν συναισθήσεως, πολλῆς δὲ τῆς ἀκριβείας, μείζονος δὲ τῆς πείρας καὶ φιλοσοφωτάτου δεῖται τοῦ νοῦ. Τοὺς γὰρ καθ᾽ ἡμᾶς μοναστὰς εἰ καὶ περὶ τὴν ἄσκησιν ἐσπουδακότας ὁρῶμεν, ἀλλ᾽ ἐργωδεστέραν αὐτῶν καὶ τὴν ἀρχὴν ἴσμεν· εἴπερ οὐ μόνον πράξεις αὐτῶν καὶ λόγους, ἀλλὰ καὶ κινήσεις καὶ λογισμοὺς καὶ τὰ τῆς ψυχῆς ἐνδοτέρω εἰκὸς ἀνετάζειν, καὶ πάντα ὑπ᾽ ὄψιν τιθέναι καὶ τὰ λανθάνοντα· ὧν καὶ τὸ φαυλότατον παρεθὲν τὰ μέγιστά τε ἔβλαψε, καὶ τὸ κακὸν ἐνδομυχοῦν καταλέλοιπε. Ταῦτ᾽ ἐποίει ἐν ἑαυτῷ τὸν Θεόδωρον συνεστάλθαι, καὶ τὴν διδομένην ἀπωθεῖσθαι ἀρχήν. Οὐχ ὅτι μὴ καὶ πρὸς ταύτην ἱκανῶς εἶχε καὶ περιττῶς· τίς γὰρ ἐκείνου μείζων περὶ τὸ πρᾶγμα; ἀλλὰ τῷ μὴ προσίεσθαι τὴν τιμὴν, καὶ
col. 133–134page 10 of 60
PG 99:133τῷ ἐθέλειν ἐν ἐσχάτῳ τετάχθαι ὁ τοσούτου ἐτιμᾶτο, ὅσου τὸ διαφαίνεσθαι οἱ φιλόπρωτοι. Ἀλλ' ἡ θεία χάρις ἄλλως τὰ κατ' αὐτὸν διεξάγουσα τούτῳ καὶ μὴ βουλομένῳ τὴν ἀρχὴν ἐγχειρίζει. Τὸ δ' ὅπως τοῦτο ᾠκονομήθη, ὁ λόγος διὰ βραχέων ἐρεῖ. ΙΕ΄. Ὡς γοῦν ὁ Πλάτων πάντα καὶ ποιῶν καὶ λέγων οὐκ ἔπειθε, σοφίζεταί τι περὶ τὸ πρᾶγμα τῆς ἐκείνου καὶ διανοίας καὶ χάριτος ἄξιον. Νόσῳ γὰρ οὗτος ἀθρόον συσχεθείς, καὶ τὰ τελευταῖα ἔχειν σκηψάμενος, πάντας τε ἄλλους μοναχοὺς μετακαλεῖται πρὸς ἑαυτὸν, καὶ δὴ καὶ τὸν θεῖον ἄνδρα τοῦτον· οἷς καὶ πᾶσι βαρεῖαν εἶναι προσαγγείλας τὴν νόσον, καὶ οὐδὲ φευκτὴν ὅλως· ἑαυτῷ τε τὰ τῆς ἐκδημίας διατιθέμενος ἦν, καὶ ὅπως δὴ κἀκεῖνοι τούτου ἀπιόντος βιώσαιντο ἐγγυώμενος, οἷς καὶ περὶ προστασίας ἐπέσκηπτε· τίς ἄρα καὶ μετ' αὐτὸν ὁ τούτοις ἐπιστατῶν ἔσται· καὶ τίνα δὲ οὗτοι ἐκ κοινῆς τῆς ψήφου αἱρήσοιντο· καὶ ὅτι, φησὶν, ὃς παρ' ἐκείνοις ἄξιος εἶναι δόξει, οὗτος καὶ παρ' ἑαυτῷ τοιοῦτος εἶναι συνδόξει. ἬΙδει γὰρ ὁ σοφώτατος πρὸς τίνα οὗτοι τὴν ψῆφον ἐνέγκοιεν. Ὡς δ' ἅπαντες μιᾷ καὶ φωνῇ καὶ γνώμῃ τὸν Θεόδωρον ἔφασαν κρείττονα πρὸς ἐπιστασίαν τῶν πάντων τυγχάνειν, καὶ ἄγειν ψυχὰς δοκιμώτατον, ἅτε καὶ βίῳ καὶ λόγῳ ἐξέχοντα· τοῦθ' ἕρμαιον ὁ Πλάτων νομίσας, καὶ ἐπικαιρότατον τῷ σκοπῷ, μηδὲν προσθέμενος τοῦ λοιποῦ, ἐγχειρίζει καὶ παρὰ γνώμην ἐκείνῳ τὴν οἰκείαν ἀρχὴν, ἔχων δηλαδὴ καὶ πάντας τοὺς φοιτητὰς πρὸς τοῦτο συναιρομένους, καὶ τὰ ἴσα ἐκείνῳ συνεπινεύοντας. Οἷς καὶ ἅπασι μὴ ἔχων ὁ θεόληπτος ἀντειπεῖν, μηδὲ πρὸς τοσαύτην ἀντιφέρεσθαι σύμπνοιαν, δέχεται· μόλις καὶ σὺν βάρει καρδίας τὸ ἐπιόν, πέμπτον μὲν καὶ τριακοστὸν ἄγων τῆς ἡλικίας χρόνον· ἀφ' οὗ δὲ ἐν μονασταῖς κατελέγη, τρισκαίδεκα τοὺς ὅλους ἔχων ἐνιαυτούς. ΙΖ΄. Τῆς οὖν ἀρχῆς ὁ θαυμάσιος ἐπειλημμένος, μείζονος τότε καὶ μᾶλλον τῆς ἀγωνίας πληροῦται, πᾶσι τε κοινῇ καὶ ἰδίᾳ ἑκάστῳ ὑποτιθεὶς τὰ συνοίσοντα, καὶ πρὸς μείζω καὶ τελειοτέραν ἐνάγων τὴν ἀρετήν. Πολὺς γὰρ ἦν τούτοις ἐπιδεικνὺς, πῶς ἄρα κονίσονται κατὰ τοῦ ἐχθροῦ, καὶ μετὰ ποταποῦ τῆς ψυχῆς παραστήματος· ἐπιφωνῶν πᾶσι καὶ τὸ τοῦ Ἀποστόλου, ὅτι Ἡμῖν ἡ πάλη, ἀδελφοί, οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου. Καὶ χρὴ διαπαντὸς νηφαλίους εἶναι καὶ προσεκτικοὺς καὶ παρεσκευασμένους τὸ πᾶν ἵν' οὕτω καὶ τοῦ ἀντιτεταγμένου περιγενοίμεθα, καὶ τὴν ὅλην αὐτοῦ καταβάλοιμεν δύναμιν· ἀμεριμνεῖν δέ γε, μηδ' οὕτως, ἀλλὰ μειζόνως καὶ μᾶλλον συντείνειν αὐτοὺς καὶ ὀξυωπεστέρους ποιεῖν ἐπεὶ μηδ' ἅπαξ ἡττηθεὶς δραπετεύει ὁ πονηρὸς, ἀλλ' ἐπισκοπεῖ αὖθις ποῦ ἄρα διαδύσεται λαθὼν, καὶ τίσιν ἡμᾶς μετελεύσεται. Ὅθεν καὶ μᾶλλον ἑστάναι δεῖ κατ' αὐτοῦ, μὴ τὴν τοῦ κακοῦ ποιουμένους ἔκκλισιν, ἀλλὰ καὶ
col. 135–136page 11 of 60
PG 99:135τὴν τοῦ ἀγαθοῦ πρόθεσιν. Ἢ μᾶλλον μὴ τὴν κατ' ἐνέργειαν μόνον πρᾶξιν σπεύδειν ἀποδιαπομπεῖν· ἀλλὰ πολλῷ πλέον καὶ τὴν κατὰ διάνοιαν, ἐπεὶ καὶ μᾶλλον τὴν διάνοιαν καθαρεύειν εἰκός· ὅτι καὶ ῥίζα αὕτη, καὶ προβολὴ τῶν ἐν σώματι πραττομένων ἡμῖν. Τούτοις ὁ Πατὴρ ἀνὰ πᾶσαν ἡμέραν κατεπάδων τοὺς φοιτητάς, πρός τε ἀγῶνας ἐπείληφε, καὶ ἀδρειοτέρου ἐνεπίμπλα φρονήματος· οἵ γε καὶ ἀφ' ἑνὸς πάντες, ὅλοι δι' ὅλων τούτου ἐξηρτημένοι τὰς ψυχὰς αὐτῷ ἀνετίθεσαν, καὶ πρᾶξιν πᾶσαν ἀνέφεραν, οὐδὲν τὸ παράπαν, οὐ μικρὸν οὐ μέγα, ποιοῦντες, ὅ τι μὴ ἐδόκει αὐτῷ. Ἦν τὸ πρῶτον καὶ σπουδαιότατον τοὺς λογισμοὺς ἐπὶ λεπτῷ φανεροῦν, καὶ τὸν ἔσω καθαίρειν ἄνθρωπον. Ἀμέλει καὶ ὁ σοφώτατος κατὰ πολλὴν τῶν τοιούτων ἐπίκρισιν τὰ ἑκάστου δεχόμενος, ἀναλογοῦσαν ἑκάστῳ καὶ τὴν θεραπείαν ἐπῆγε, τὸ στύφον τῷ ἀπαλῷ κεραννύς, καὶ τὸ ἐπιεικὲς τῷ τραχεῖ· ὅτι καὶ τὸ ἐπὶ πλέον ἐκλύειν, καὶ τὸ μόνον τραχύνειν, πρὸς τῷ ἀνωφελεῖ καὶ βλαβερώτατον διηπίστατο. Ὅθεν τοῦτο ἐκείνῳ μιγνύς, καὶ ὄψιν ἑκάστου καὶ ἦθος καὶ κατάστασιν ἀναθεωρῶν, ἐπιστημόνως τοῖς πᾶσιν ἐπῄει, καὶ ὡς οὐκ ἄλλως ἐξῆν, πολυειδὴς ἐν τούτῳ καὶ ἁπλοῦς γινόμενος τὴν κυβέρνησιν. Εἶχε δὲ μετὰ τῶν λόγων ὁ Πατὴρ καὶ τὸν βίον σιωπῶσαν παραίνεσιν, ὡς μᾶλλον μὲν διὰ τὸν τρόπον, μᾶλλον δὲ διὰ τὸν λόγον τὴν αὐτοῦ διδασκαλίαν πιστουμένην, καὶ ἀμφοτέρωθεν τυγχάνουσαν ἄρτιον. Κατήχει δὲ αὐτοὺς καὶ συχνῶς λόγοις ἡδυτάτοις καὶ τὸ πλέον ἐπικαιροτάτοις, ἐκ τοῦ παριστα μένου λαμβάνων τὰς ἀφορμάς, καὶ ὧν ἑκάστη ἐδίδου ἡμέρα· ἐξαπλῶν καὶ ἐς ἄλλα τοὺς λόγους, καὶ πλήρη χάριτος τὰ ὁμιλημένα ποιῶν, ἃ καὶ τῆς λιθίνης ἐφίκοιτο ἂν καρδίας· οὕτω μὲν ὠφελείας, οὕτω δὲ παρακλήσεως ἔχοντα, οὕτω δὲ πολλῆς ὄντα τῆς κατανύξεως. ΙΕ΄. Ἀλλ' ἡμῖν γε τοῦ καιροῦ καλοῦντος, ἐπὶ τοὺς ἄθλους τοῦ γενναίου ἰτέον ἵνα καὶ μᾶλλον αὐτοῦ τὸ καρτερικὸν ἐν τοῖς πάθεσι παραστήσωμεν. Κατ' ἐκεῖνο καιροῦ Κωνσταντῖνος ὁ τῆς φιλοχρίστου Εἰρήνης υἱὸς ἀνδρῶν ἀναιδῶν συμμορίαν προστησάμενος, ἅτε νεωτερικοῖς βρίθων σκιρτήμασι, καὶ τὴν μητέρα τῆς βασιλείας ἀπωσάμενος, τὴν ἀρχὴν πρὸς ἑαυτὸν μετεστήσατο· ὃς καὶ διὰ τὸ ἀνάγωγον τοῦ βίου καὶ ἐκμελές, ἔκδοτος ἦν ταῖς ἡδοναῖς, καὶ οἷα πῶλος ἀζυγής, ταῖς ὁρμαῖς ἀχάλινος. Οὗτος πρὸς τοῖς ἄλλοις οἷς ἔδρασεν, οὐμενοῦν οὐδὲ μίαν ἀπολειπόμενος κακοῦ ὑπερβολήν, καὶ τὴν ἑαυτοῦ ὁμόζυγον ἐκβαλών, καὶ ἄκουσαν σχῆμα περιβαλὼν τὸ μοναδικόν, ἑτέραν ἀγάγετο. Θεοδότη ὄνομα τῇ μοιχαλίδι· συγγενίδα, ὡς φασι, τυγχάνουσαν τοῦ Πατρός· ἥτις καὶ ἀφηγεῖτο
col. 137–138page 12 of 60
PG 99:137τοῦ τῆς βασιλίσσης κοιτῶνος· μοιχείαν ἄντικρυς ὁ πανώλης πεποιηκώς, καὶ μοιχείαν χαλεπωτάτην καὶ δυσαλγῆ. Ὁ οὖν πατριάρχης Ταράσιος οὔτε τὴν χειροθεσίαν ἀνετέλει, οὔθ' ὅλως συνευδόκει τῷ γινομένῳ. Πῶς γὰρ, ἀνοσίαν εἰδὼς τὴν σύναψιν, καὶ τοῖς ἱεροῖς κανόσιν ἀπώμοτον. Πρεσβύτερος δέ τις ᾧ Ἰωσὴφ ὄνομα, ὃς καὶ οἰκονόμος τῆς Ἐκκλησίας ἐτύγχανε, μεῖζον ἑαυτοῦ φρονήσας, καὶ τῶν θείων ὑπερφρονήσας, γίνεται, ὡς μὴ ὤφελε, τοῦ ἀθέσμου γάμου καὶ προσαγωγὸς καὶ τελειωτὴς, καὶ τῆς συζυγίας συναρμοστής, τὰ πάντα τῷ βασιλεῖ δουλωθεὶς, ὁ καὶ τὴν πίστιν δοῦλος καὶ τὴν προαίρεσιν, εἰ καὶ τάχα οὐκ εἰς μακρὰν τῆς ἑαυτοῦ ἀβουλίας ἐπῄσθετο, τῶν ἱερῶν ἀπωθεὶς περιβόλων, δι' ἃ παραβολώτερον ἔδρασεν. Ἦν οὖν ἐξ ἐκείνου οὐ μόνον ἐν τῇ βασιλευούσῃ, ἀλλὰ καὶ ταῖς ἄλλαις πόλεσι, κἀν ταῖς ποῤῥωτέρω δὲ χώραις, ὁδὸς πρὸς τὰ χείρονα τὸ πραχθέν· οὕτως ὁ Βοσπόρου, οὕτως ὁ Γότθος, οὕτως οἱ λοιποὶ τῶν ἐπαρχιῶν ἡγεμόνες, καὶ οἱ ἄλλως ταῖς πόλεσιν ἐφεστῶτες, ἀδεῶς τὸ ἀνόσιον ἔπραττον, τὰς μὲν τῶν ὁμοζύγων ἐκβάλλοντες, τὰς δὲ ἀντεισάγοντες, καὶ συνηγορίαν τῶν οἰκείων παθῶν τὸν πρώτως δράσαντα προβαλλόμενοι. Ταῦτα ὁ μέγας διαμαθὼν Θεόδωρος, καὶ περιαλγὴς τὴν ψυχὴν γεγονώς, ἔστενε βαρέα καὶ ἠνιᾶτο, καὶ τοὺς πράττοντας κατῳκτίζετο, κακῷ τοσούτῳ καὶ τοσούτοις περιπαρέντας· δεδιὼς μάλιστα καὶ περὶ τῶν λοιπῶν μὴ καὶ ἐς πάντας ἀφίκηται τὸ δεινὸν, καὶ νόμος ἄντικρυς τὸ ἄθεσμον γένηται, τῷ κράτει δήπουθεν βοηθούμενον. Ὅθεν καὶ πάντα λογισμὸν κινήσας, καὶ ὡς ἐνῆν περὶ τὴν ἐποχὴν τοῦ κακοῦ διασκοπήσας, πρᾶγμα ποιεῖ τῆς ἑαυτοῦ εὐγενείας ἐπάξιον. Ἀποκηρύττει τὸν παρανομήσαντα βασιλέα, πάντων ὁδώντων, καὶ στηλιτεύει αὐτόν τε καὶ πρᾶξιν αὐτοῦ, πᾶσιν αὐτὸν τοῖς μονάζουσι θέμενος ἔκπτωτον. Ὃ καὶ φημισθέντος πρὸς πάντας, κατήκοος τοῦ γενομένου καὶ αὐτὸς γίνεται βασιλεύς· ὃς καίτοι τῷ θυμῷ χαλεπήνας, ὅμως γοῦν ἐπιεικείας τι πλάσμα ἐν ἑαυτῷ ὑποκρίνεται, καθυφέσθαι πως δόξας ἐπὶ βραχύ. Ἄλλως τε καὶ τὸν ὅσιον ὀῤῥωδήσας τὸ πρωτεῖον κατὰ πάντων ἔχοντα, οὐκ ἤθελεν ἅμα τὴν ὅλην ἐκφῆναι θρασύτητα· κολακικῶς δὲ μᾶλλον αὐτὸν μετελεύσεσθαι, εἴ πως ἑαυτῷ λάβοι ἐπικλινῆ· ῥᾳδίως γὰρ ἂν οὕτω καὶ τοὺς λοιποὺς ἔλοιτο, εἰ μόνον τούτου κρατήσειε· κακοήθως τοῦτο ὑποτοπήσας, καὶ λίαν περιττῶς. Διὰ ταῦτα τοι καὶ μυρία ἐν ἑαυτῷ ἐτεχνάζετο, στρο
col. 139–140page 13 of 60
PG 99:139παραδεικνύμενος. Ὅς γε καὶ αὐτὴν τὴν ὁμόζυγον θηράσαι τὴν ὅτον καθυπέβαλεν ἢ καὶ ταῖς ἐκείνου συμβουλίαις προσθεῖσα, πεῖραν, καθῆκεν αὐτῷ, δωρά τε στείλασα καὶ χρυσίου ἀδρότητα, προβαλλομένη ἀνθ' ἱκετηρίας καὶ τὴν συγγένειαν. Ἀλλὰ ἐπεὶ πάντα μέστὴν ἐφάνη ὁ παράφρων διακυκῶν, οὐδὲν ἧττον ἀκλινοῦς τοῦ γενναίου μένοντος· εὑρίσκει καὶ ἄλλην ὁ ταχὺς εἰς κακίαν ἐπίνοιαν. Αὐτὸς ἐκεῖνος τοῖς ἐκεῖ τόποις ἵνα ὁ ὅσιος ἦν, δεῖν ἔγνω φοιτῆσαι πρόφασιν μὲν κατά τινα χρείαν τῶν ἐκεῖσε θερμῶν· τὸ δ᾽ ἀληθές, ἵνα κἂν οὕτω συνόμιλος γένοιτο τῷ Πατρὶ, καὶ ὑφ' ἑαυτοῦ τάχα ποιήσῃ, μεθ' οὗ ἄρα καὶ τοὺς ἄλλους ἕξει τὰ ἴσα ἤδη συμπράττοντας. ταῖς ἀνηνύτοις στρεφόμενος, καὶ τὴν δύσνουν ἐν πᾶσι παραδεικνύμενος. ὡς δ᾽ οὔτε ὁ Πατήρ, οὔτε ἄλλος τις τῶν σὺν τούτῳ πλησιάσας ἐφάνη τῷ βασιλεῖ, ἢ λόγον ἐκείνῳ μεταδιδούς, ἢ κἂν τῆς ὀφειλομένης προσρήσεως· αὐτὸς μὲν τότε καὶ πλέον τὸν θυμὸν ἀνακαύσας σπουδῇ πρὸς τὰ βασίλεια εἰσελαύνει· ἕνα δὲ τῶν ὑπ᾽ αὐτῷ προστάσσει· ᾧ καὶ τὴν τῶν σχολῶν τάξιν ἐμπεπιστευκὼς ἦν· μάστιξιν αἰκίσαι τὸν ὅσιον σὺν ἅμα καὶ ἑτέροις τῶν μοναστῶν, οὓς καὶ μᾶλλον ἐγίνωσκε τὴν παρρησίαν ἔχοντας καὶ τὸ φρόνημα ἄτρεπτον. Ἀμέλει καὶ οὗτος τῷ ἐπιτάξαντι χαριζόμενος, μὴ αἰδώ, μὴ οἴκτον τῶν ἁγίων ὁ μικρὸς λαβών, οὕτω μαστίζει σφοδρῶς, ὡς καὶ σάρκας ὅλας τεμεῖν, καὶ αἱμάτων κατενεγκεῖν ῥύσκας. Οὓς καὶ μετὰ μάστιγας καὶ πληγές, ἐν Θεσσαλονίκῃ παραχρῆμα περιορίζει, καὶ ταῖς ἐκεῖσε δίδωσι φυλακαῖς, καθὰ καὶ ἦν τούτῳ προστεταγμένον, ἕνδεκα ὄντας τοὺς κατειρχθέντας μεθ' ἅμα καὶ τοῦ Πατρός· ᾧ καὶ συμπάσχοντες οἱ καλοὶ οὗτοι ἦσαν, καὶ μεθ᾽ οὗ πᾶν ἀλγεινὸν σὺν εὐθυμίᾳ ψυχῆς ἔφερον. Ἀλλὰ γὰρ οἷον κατόρθωμα ἡ τῶν γενναίων ἄθλησις ἐνειργάσατο, δῆλον μετὰ βραχὺ κατέστη πολλοῖς. Οἱ γὰρ κατὰ Χερσῶνα καὶ Βόσπορον ἱερεῖς καὶ μονάζοντες, καὶ ὅσοι ἄλλοι τῶν πέριξ τόπων καὶ νήσων τοῦ λαοῦ προτεταγμένοι, τὰ τοῖς ἁγίοις συμβάντα πυθόμενοι· καὶ ὅπως ὁ μέγας Θεόδωρος φρονήματι ἀπτοήτῳ πρὸς τὸ τοῦ μύσους ἀντικατέστη ἀκόλαστον· ζηλοῦσι καὶ οὗτοι τὸν ἄνδρα καὶ τὰ ὅμοια διαπράττουσιν, ἐκκήρυκτον θέμενοι τὸν παρανομήσαντα βασιλέα, καὶ τῆς αὐτῶν μερίδος ἀλλότριον· μήτ' ἀπειλὰς τὰς αὐτοῦ δείσαντες, μήτε δώροις τὰς ψυχὰς ὑποκλίναντες. Ἐπεὶ καὶ δι' ἀμφοτέρων πεῖραν καθῆκε καὶ τούτοις ὁ δυσσεβής, ὧν καὶ τὴν μεταβολὴν ἀπὸ ελπίσας, ἀναστάτους τῶν πατρίδων τὸ τελευταῖον ποιεῖ, τὰ ἴσα κἂν τούτοις δράσας, ὡς ἂν ἔχοι καὶ μᾶλλον ἐπὶ τὰ μείζω τὴν κακίαν προάγειν καὶ τὸ τοῦ τρόπου κακοηθέστατον. Τί οὖν ἐντεῦθεν; Πολλοὶ παρρησιάζονται τὴν ἀλήθειαν· ὡς καὶ εἰς ἀγωνίαν καὶ δέος ἐμβαλεῖν τοὺς ἐκεῖνα πράττειν ἐπιχειροῦντας, ἢ καὶ πράξαντας ἤδη· καὶ οὕτως ἐπέχεται τὸ κακὸν καὶ ἀνακόπτεται, καταφανῶς ἐληλεγμένης τῆς ἀτοπίας, καὶ πολλῶν εἰς συναίσθησιν ἐλθόντων ὧν ἀνοήτως δεδράκασι. Διὰ ταῦτά τοι καὶ ἐπιδοξότερος τοῖς πᾶσιν ὁ θεῖος
col. 141–142page 14 of 60
PG 99:141Πατὴρ γίνεται· ὅς γε οὐδὲ μετὰ τὸ παθεῖν τῆς καλῆς ὑφίει ἐνστάσεως, ἄλλους τε πολλοὺς πρὸς ἐκδικίαν τῶν δρωμένων διανιστῶν, καὶ δὴ καὶ γράμμασι τοὺς ἐν ὑπερορίαις ἀλείφων, ὡς ἂν μὴ μαλακίζοιντο πρὸς τοὺς πόνους, ἀλλὰ μειζόνως μᾶλλον ἀνδρίζοιντο. Πέμπομφε δὲ καὶ τῷ τῆς Ῥώμης προέδρῳ ἐπιστολάς τε καὶ τοὺς ταύτας κομίζοντας, διδάσκων κἀκεῖνον ἕκαστα τῶν πραχθέντων, καὶ ὅσα ὑπέστη πρὸς τῶν κρατούντων, ἀνθ᾽ οὗ τούτους ἐπισχεῖν ἐβουλήθη ἀκολασταίνοντας. Παρ᾽ οὗ καὶ τὰς ἀποκρίσεις εἰλήφει, τὴν μετὰ συνέσεως αὐτοῦ ἔκθειάζοντος ἔνστασιν, καὶ τὸ τῆς γνώμης ἀνάλωτον. Ἀλλ᾽ ἐπειδὴ βασιλεὺς θρασὺς ἐμπεσεῖται εἰς κακά, φησιν ὁ προφήτης, καὶ αἱ ὁδοὶ αὐτοῦ σκοτειναί· τοῦτο καὶ ὁ ἀναιδὴς Κωνσταντίνος ὑπέστη, δίκην ὧν παρηνόμησεν ἐνδικώτατα εἰσπραχθεὶς, τὴν βασιλείαν τε θᾶττον ἀφαιρεθεὶς, καὶ πρὸς ταύτῃ τοὺς ὀφθαλμούς, ἵν᾽ οὓς ἔχων ἑώρα κακῶς, τούτους ἔχοι μὴ βλέποντας. Οὗ καὶ τῶν βασιλείων ἀπελαθέντος, γίνεται πάλιν ἐπὶ τῆς ἀρχῆς ἡ θεοφιλής μήτηρ αὐτοῦ, ἣ καὶ τῆς εἰρήνης ἀντιποιουμένη, καθὰ καὶ τὴν κλῆσιν προείληφεν, οὐδὲν ἔλαττον ἢ πρόσθεν ταύτης ἐφρόντισε. Διὸ καὶ παραυτίκα λύει τοῖς Πατράσιν ὑπερορίαν, οὐ τοῖς μὲν, τοῖς δ᾽ οὔ· πᾶσι δ᾽ οὖν καὶ πρό γε πάντων τῷ πρὸ πάντων τὴν ἀρετήν, τῷ ἡμετέρῳ, λέγω, ποιμένι καὶ διδασκάλῳ· ὃς καὶ ἀπὸ Θεσσαλονίκης ἐπανιών, περιφανοῦς τε, ὡς εἰκός, παρὰ πάντων τυχὼν καὶ τῆς ὑπαντῆς, περιφανεστέρας καὶ μᾶλλον πρός τε τοῦ προέδρου καὶ τῆς βασιλίσσης αὐτῆς τῆς εἰσοδίου τυγχάνει τιμῆς. Ὅθεν καὶ τῶν ἄλλων ὁ συναίτιος τῆς διαστάσεως, Ἰωσὴφ ἐκεῖνος ὁ πρεσβύτερος, ὁ καὶ τολμηρᾷ γνώμῃ τὰ ἀτόλμητα δράσας, τῶν θείων ἐξωθεῖται περιβόλων, καὶ τοῦ καταλόγου τῶν ἱερέων ἐκβάλλεται· ὡσὰν τῇ τούτου διατομῇ καὶ ἐκπτώσει τὰ λοιπὰ μέλη συνέλθοι καὶ τὴν ἕνωσιν δέξοιτο. Τοῦτο γὰρ καὶ τῇ Αὐγούστῃ πρῶτον γίνεται σπούδασμα· τὸ ἓν ἑλέσθαι, καὶ συμφρονῆσαι ἅπαντας, καὶ μὴ παρακεκομμένους τυγχάνειν καὶ διισταμένους τοῖς σχίσμασιν. Ὅπερ οὖν καὶ καλῶς ποιοῦν θᾶττον συνέδραμε, πάντων ἐν ταὐτῷ γενομένων, καὶ ἑνώσει συναφθέντων τῇ κρείττονι. Οὐδὲ γὰρ οὐδ᾽ αὐτὸς ὁ πατριάρχης τό γε ἐφ᾽ ἑαυτῷ ἢ τῷ γενομένῳ συνήνεσεν, ἢ μὴ φαῦλον τοῦτο καὶ τῆς Ἐκκλησίας ἔκρινεν ἔκφυλον, ἢ τοῖς Πατράσιν οὐ συνέπασχε πάσχουσιν· ἀλλὰ σοφόν τι ἐν ἑαυτῷ οἰκονομῶν, καὶ ὁ βαθείας ἦν καὶ τῆς τούτου φρενός, οὐκ εἶχε τέως τοὺς δεδρακότας ἀμύνασθαι, τοῦ καιροῦ μὴ διδόντος αὐτῷ πρᾶξαι κατὰ βούλησιν. Διὰ τοῦτο καὶ αὐτὴ ἡ βασίλισσα, τὸ εὐσύνετον ἑκατέρων ἀποδεξαμένη, καὶ ἐν πολλῷ θεῖσα ἐπαίνῳ, πολλὴν ἑκατέροις ἐμαρτύρει καὶ τὴν ἀρετήν, καὶ τὴν τοῦ λυσιτελοῦντος διάγνωσιν. Ἀνθ᾽ οὗ μὲν πατριάρχης μικρὸν τῆς ἀκριβείας καθυφεὶς τοῦ μείζονος ἐντεῦθεν κακοῦ, τὸν ἀπονενοημένον ἐπέσχε βασιλέα, διαπεί-
col. 143–144page 15 of 60
PG 99:143λοῦντα ἤδη ἔξαρνον καὶ αὐτὸν κατὰ τοὺς προλαβόντας τῶν θείων γενέσθαι εἰκόνων, εἰ μὴ τὸ ἐφετὸν καταπράξοιντο· ὁ δέ γε Πατὴρ περιφανῶς τὸ ἀνόσιον στηλιτεύσας, καὶ τῇ πολλῇ ἐνστάσει καὶ τῷ ἐλεγμῷ τῆς πρόσω φορᾶς εἴρξας, οὐ μόνον τοὺς δράσαντας, ἀλλὰ καὶ τοὺς τοιοῦτόν τι δρᾶν ὑπηγμένους, μὴ τῶν παθῶν ἀκρατῶς ἔχειν ἐδίδαξε. Πάντως δὲ καὶ τὸ οἰκονομῆσαί τι ἐν κρίσει καλόν, καὶ τὸ μὴ λιπεῖν τὴν ἀκρίβειαν, ὠφελιμώτατον· ἀμφότερα πρὸς τὸ χρήσιμον νεύοντα, καὶ πρὸς τὴν φυλακὴν τοῦ βελτίονος. Ὃ δὲ μάλιστα καὶ οἱ παρ᾿ ἡμῖν θεοφόροι συνεγνωκότες, λογισμῷ τῷ καθ᾿ ἡμᾶς κρείττονι διετίθουν τὰ ἐπιόντα, πρὸς τῷ μηδὲ τὴν ἀγάπην λιπεῖν, ἣν ἀπαρχῆς εἵλοντο, καὶ ᾗ ἀλλήλους θείῳ συνήρμοσαν πνεύματι. Τοῦτο δὲ πάντως καὶ ἡμῖν στερκτέον, καὶ μετὰ τοῦ καιροῦ τὰ τοῦ καιροῦ λογιστέον· ὡς ἂν καὶ τὸν ἀμφοτέρων σκοπὸν ἐπαινῶμέν τε καὶ ἀποδεξώμεθα, καὶ τοὺς ἄλλο τι ὑπειλημμένους ἢ ἔχοντας, μετατῶς ἔχειν διδάξοιμεν. Ὁ τοίνυν Πατὴρ ἡμῶν Θεόδωρος τὴν βασιλίδα πόλιν μετὰ ταῦτα ἀπολιπὼν ἔξεισι πρὸς τὸ ἑαυτοῦ μοναστήριον, καὶ συνάγει αὐτῷ οἷα τις ποιμὴν ἄριστος τὰ ἀποφοιτήσαντα πρόβατα, ἃ καὶ οἱ τῶν ψυχῶν ἄρπαγες τῇ αὐτοῦ ἀπουσίᾳ ἔξωσάν τε καὶ ἐπὶ πᾶν ὄρος διέσπειραν. Συντρέχει δὲ καὶ πλῆθος μοναστῶν τε ἄλλων καὶ μιγάδων ἀριθμοῦ κρεῖττον, καὶ τῇ τοῦ μεγάλου παρουσίᾳ συνήδεται, τῆς φήμης πανταχοῦ διαβρωμένης, καὶ Θεόδωρον κηρυττούσης, καὶ Σακκουδίωνα. Ἐδείκνυ δὲ ἡ πεῖρα τοὺς λόγους, καὶ τὴν φήμην τὰ πράγματα. Οἱ γὰρ παραγενόμενοι, βελτίους τὰς ψυχὰς γινόμενοι, πρὸς βίον ἤδη τὸν κρείττονα μετετάττοντο. Ἐκ δὲ τούτου πολλοὶ καὶ τῶν ἀπὸ τῆς Βυζαντίδος ἐζήτεσαν, καὶ ᾗ τάχος τῷ ἁγίῳ προσῄεσαν· οὗ καὶ τῶν λόγων οἷα σειρήνων ἀψευδῶν εὐθὺς ἁλισκόμενοι, ὑποστροφῆς οὐδ᾿ ὅλως ἐμέμνηντο· ἀλλ᾿ ἠντιβόλουν, προσέπιπτον, πάντ᾿ ἐποίουν ἃ τοὺς δεομένους εἰκός· ἵν᾿ αὐτῷ μόνῳ συνῶσιν, αὐτῷ καὶ συμβιοτεύοιεν, κρεῖττον πολλῷ καὶ λυσιτελέστερον τοῦ ἀνεστράφθαι κόσμῳ τὸ συμπεριπολεῖν τούτῳ κρίνοντες. Καὶ μέντοι καὶ δεχόμενος πάντας, καὶ τῆς πολλῆς ἀποδεχόμενος πίστεως, Θεῷ τε προσῆγε καὶ ἀρετὴν ἐξεπαίδευσεν. Ἀλλὰ τῶν ἀθεωτάτων Ἀράβων τὴν Ῥωμαίων γῆν καῦτα κατατρεχόντων, καὶ ἀναστάτους διὰ φόβον ἁλώσεως τούς τε πόῤῥω ποιούντων καὶ τοὺς ἐγγύς, ἀναγκαῖον ἐφάνη καὶ τῷ Πατρὶ δρᾶσαι τὰ τοῦ καιροῦ, καὶ μὴ προφανεῖ κινδύνῳ, ὅπερ εἴηθες κομιδῇ, ἑαυτόν τε καὶ τοὺς συνόντας ῥίπτειν· ὅθεν καὶ τὴν βασιλεύουσαν καταλαβών, ἀποδεκτέος τὰ μάλιστα τῷ τε πατριάρχῃ γίνεται καὶ τῇ Αὐγούστῃ, ἡδονὴν αὐτοῖς ὅτι πλείστην τῇ παρουσίᾳ ἐνθέμενος. Οἵ γε καὶ λιπαροῦσιν αὐτόν, ἐγκρατῆ τῆς τοῦ Στουδίου γενέσθαι μονῆς, ἣ κατὰ ταύτην τὴν βασιλίδα τυγχάνει· κἀν ταύτῃ τὸ τῆς ἀσκήσεως πήξασθαι διδασκαλεῖον, ὡς ἂν ἐπὶ τοσούτῳ ἀνδρὶ ἡ πρώτη κοσμοῖτο τῶν πόλεων. Ὑπερφερὴς δὲ πάντως ἐν τῇ μονῇ ναός, καὶ τῷ τε κάλλει καὶ τῷ μεγέθει, ὀλίγων μέ-
col. 145–146page 16 of 60
PG 99:145λοιπὰ δεύτερος. Οὐκ ἄκαιρον δὲ ἴσως καὶ ὅθεν συνἐστη δηλῶσαι τὸ κατ᾿ ἀρχάς. ᾿Ανήρ τις τῶν εὐγενῶν, καὶ τὰ μεγάλα δυναμένων ἀπὸ Ῥώμης ἐπανήκων, Στούδιος τῷ ἀνδρὶ ὄνομα· Εὐπρέπειον δὲ τοῦτον ἡ καθ᾿ ἡμᾶς γλῶσσα οἶδε καλεῖν· ὃς καὶ τῷ τοῦ πατρικίου καὶ ὑπάτου τετίμητο ἀξιώματι. Οὗτος τοίνυν ἐνταυθοί κατεσκηνωκώς, καὶ πάντα τὰ αὐτοῦ διὰ μέγεθος ἀρετῆς τῷ Θεῷ ἀνατεθεικώς, καὶ τὸν περιφανῆ τοῦτον σηκὸν τῷ μεγάλῳ Προδρόμῳ καὶ Βαπτιστῇ ἀνιστᾷ, μοναστῶν καταγώγιον ἀποτάξας αὐτόν. Ἐν ᾧ δὴ καὶ, ὡς εἰκὸς, ἄλλοτε ἄλλοι τῶν ἀποτασσομένων συνειλεγμένοι κατὰ καιροὺς καὶ ἀρετῆς ἔργα ὅτι μάλιστα ἐπιδεδειγμένοι, οὐ διελίμπανον ἀλλήλοις συνόντες· ἕως ὁ θεομισὴς Κοπρώνυμος Κωνσταντίνος πάντας τε ἄλλους μονάζοντας τῆς Βυζαντίδος ἀπήλασε, καὶ δὴ μετὰ τῶν ἄλλων καὶ τούτους. Ἐπεὶ δ᾽ αὖθις ταῖς Ἐκκλησίαις ἐπανῆλθε τὰ πράγματα, καὶ ὁ διωγμὸς τοῦ σχίσματος ἐπέπαυτο, ὀλίγοι μὲν, πλὴν καὶ αὖθις μοναχοί, τὸν τόπον κατῴκησαν, δώδεκα, ὡς φασι, καὶ οὐ πλείους τυγχάνοντες. Τὸν οὖν τόπον ὁ Πατὴρ σὺν τῷ περιφανεῖ ναῷ μοναζόντων ἐνδιαίτημα εὐπρεπέστατον ἀνευρών, καθὰ δὴ καὶ τῷ πολίσαντι ἔδοξε, τοῦτον εὐθὺς παραλαμβάνει, καὶ τοὺς ἑαυτοῦ κατασκηνοῖ φοιτητάς. Ἔδει γὰρ ὡς ἀληθῶς τὸν μείζονα πάντων ἐν γεννητοῖς, τῷ μείζονι πάντων κατ᾿ ἀρετὴν τὸν ἴδιον παραθέσθαι ναὸν, καὶ τούτῳ χρήσασθαι καὶ οἰκήτορι καὶ ποιμένι, καὶ ποιμένων ὅτι μάλιστα τῷ κρατίστῳ, οὗ τὰ πρόβατα τῇ τε ἀρετῇ ἐπισημότατα, καὶ τῷ ἀριθμῷ πολυπληθέστατα. ἡ γὰρ πᾶσα καὶ ἡ μεγίστη σπουδὴ ὅσαι ὧραι τοὺς ὑπ᾿ αὐτῷ βελτιοῦν, καὶ πᾶν εἴ τι κάλλιστον καὶ ὑποτιθέναι καὶ διδάσκειν, καὶ ἑαυτοῦ σωτηρίαν τὸ ἐκείνους σεσῶσθαι νομίζειν, τούτους εἰκὸς καὶ ἐπιδιδόναι καὶ ηὐξῆσθαι, καὶ βίου ἐπειλῆφθαι τοῦ κρείττονος. Ἐξ ὧν καὶ ἡ παρ᾽ αὐτοῖς μονὴ ὀνόματος λαμπροτάτου τετύχηκε, καὶ τοῖς ὅλοις περισημοτάτη γεγένηται. Ἀμέλει καὶ πολλοὺς εἶχεν, ἐφ᾿ οὕτω δόξης προβᾶσα, τοὺς ἀνὰ πᾶσαν ἡμέραν εἰς ταύτην συῤῥέοντας, τοῦτο μὲν, λαϊκούς, τοῦτο δὲ καὶ μονάζοντας· ἔτι μὴν, καὶ τοὺς ὅσοι βίου τοῦ ἁβροτέρου ἦσαν καὶ ἡδονικοῦ, καὶ οἷς οὐδείς που περὶ ἀρετῆς λόγος ἐμέλησεν. Οὓς δὴ καὶ πάντας φιλοφρόνως δεξιούμενος ὁ Πατὴρ, λόγοις τε τοῖς ἀπὸ τῶν θείων κατήχει Γραφῶν, καὶ παρεδίδου τὰ κρείττονα, μηδενὸς ἄλλου ἢ ἀρετῆς μόνης πείθων ἐξέχεσθαι, κτήματος ἀθανάτου καὶ διαμένοντος. Τὰ γὰρ τοῦ κόσμου, φησὶν, ἴσα καὶ ἐαρινοῖς ἄνθεσι διαῤῥεῖ· παίζοντα ἡμᾶς ταῖς ἀγχιστρόφοις μεταβολαῖς, καὶ πρὶν ὀφθῆναι ἱπτάμενα. Καὶ ὅτι δεῖ τοὺς ἀποτασσομένους, ἀπερίττους εἶναι καὶ κατὰ τὸ ἐνὸν εὐσταλεῖς· ἵν᾿ ἐξῇ τούτοις καὶ ῥᾷον εὐθυπορεῖν πρὸς τὰ ἄνω, καὶ πᾶν διαλύειν τὸ προσιστάμενον. Ὅς γε καὶ τοιοῦ-
col. 147–148page 17 of 60
PG 99:147τὸν αὐτοῖς ἔρωτα ἐνετίθει τῆς ἀρετῆς, ὡς μὴ ὅπως πρὸς ἀναβολὰς καὶ μελλήσεις, ἀλλ' ὡς εἶχον ὁρμῆς, πάντα ἀποδομένους, Θεῷ προσχωρεῖν, ψυχῆς ὥσπερ ἐμπόδιον καὶ τὸ μόνον προσβλέψαι τὸν πλοῦτον νομίζοντας. Οἱ καὶ βίου βίον ἀμείψαντες, τοῦ ἁπαλοῦ τὸν τραχύτερον, ταπεινώσεως μέτρα καὶ ἀρετῆς ἔμαθον, μηδενὶ τῶν κάτω τὴν ψυχὴν ὑποκλίναντες. Οὐ μὴν ἀλλὰ καὶ ὅσοι τῶν εἰσφοιτώντων μοναχῶν παρ' αὐτῷ μένειν ἐβούλοντο, καὶ αὐτῷ χρῆσθαι ὁδηγῷ καὶ καθηγεμόνι, καὶ τούτους σπλάγχνοις ἐδέχετο πατρικοῖς, καὶ προνοίας ἠξίου τῆς πάσης, ἴσα τοῖς ἰδίοις τέκνοις καὶ περιέπων καὶ στέργων, καὶ πάνθ' ὅσα βουλομένους ἑώρα ἀποπληρῶν· οὐ προτιμῶν μὲν τοὺς παρ' αὐτῷ τρίχα ἀποκειραμένους, ἐκείνους δὲ τοῖς δευτέροις ἐναριθμῶν, ὅπερ ἄν τις πάθοι τῶν φιλοτίμων καὶ περιττῶν, ἀλλ᾽ εἰδὼς ὡς ἓν καὶ τὸ αὐτὸ σχῆμα, κἂν ὅποι τις αὐτὸ περιβάλοιτο, καθάπερ δὴ καὶ ἡ περιβολὴ τοῦ βαπτίσματος ὁμοία ἐν πᾶσι, καὶ οὐ διαλλάττουσα, κατὰ τὴν ἀρετὴν μόνον καὶ τὴν τοῦ καλοῦ πρόθεσιν, ἑκάστῳ τὸ δέον ἀπένεμε, καὶ τῆς τιμῆς τὸ μέτρον προσένεμεν. Ὡς ἐντεῦθεν καὶ μόνον πλεῖον ἔχειν ἢ ἔλαττον τὸν βουλόμενον, ἵνα καὶ μᾶλλον σπουδαστὰς ποιοῖτο τῆς ἀρετῆς, καὶ αὐτῆς μόνης εἶναι δεικνύοι τὸ τιμιώτερον. Ἦν καὶ ἐπὶ τοσοῦτον ὤφθη ὁ βίος ἀνῳκισμένος, ὡς ἀγαπᾶν πάντας, εἰ μικρὰ τῆς ἐκείνων πολιτείας ἐναπομάττοιντο, κἀντεῦθεν εἴη αὐτοῖς τὸ τυποῦσθαι πρὸς ἀρετὴν καὶ εὐθύνεσθαι. Ἀλλὰ τούτων πρὸς τῇ ἐπιδόσει, καὶ εἰς πλῆθος κεχωρηκότων πολυάριθμον, ὡς εἰς δέκα ἑκατοντάδας ὑπερταθῆναι μικροῦ δέοντος· ἦν δ᾽ οὐκ εὐχερὲς τῷ Πατρὶ, ἀλλ᾽ οὐδὲ σχεδὸν δυνατόν, κατ᾽ ἄνδρα ἕκαστον καὶ ἐξετάζειν καὶ ἐρευνᾶν, καὶ λόγους αὐτῶν καὶ λογισμοὺς ἀκριβοῦν. Πῶς γὰρ ἂν καὶ μόνῳ οἱ τοσοίδε ἄχρι καὶ μικροτάτου καταθεῷντο; Ὁ τῶν ἡμετέρων τὸ κρεῖττόν ἐστιν, ἐννοεῖ τι, τῆς αὐτοῦ μεγαλονοίας ἄξιον· καὶ ὃ μᾶλλον αὐτῷ τε κἀκείνοις λυσιτελεῖν ἔμελλε, τοὺς ἐξέχοντας ἐπιλεξάμενος τῶν ἀδελφῶν· καὶ οὓς ὁ βίος μείζω τῶν ἄλλων ἐμαρτύρει τὴν ἀρετὴν, τούτους εἰς ἐπισκοπὴν προὐστήσατο τῶν λοιπῶν· ἵν' εἴ τι καὶ πραττόμενον οὐ καλῶς τοῖς ἄλλοις ἐστὶν, αὐτοὶ καὶ ὁρᾶν ἔχοιεν, καὶ εἰς τὸν κοινὸν ἀναφέρειν διδάσκαλον· καὶ μὴ ἄν τι δύναιτο λαθεῖν ἐν τοσούτοις ὄμμασιν ἔνδηλον ὄν, καὶ ὑπὸ τοσούτων σταθμώμενον. Οὓς δὴ καὶ κλήσεσιν οἰκείαις καὶ προσφυέσιν ὠνόμασεν· ἐπιστημονάρχας, ταξιάρχας, ἐπιτηρητὰς, καὶ διυπνιστὰς τούτους καλέσας. Τούτων δέ γε πάλιν αὐτῶν τοὺς διαβεβηκότας, καὶ τὸν βίον ὑψηλοτέρους, ἄλλης ἠξίωσε κλήσεως· τὸν μὲν, δευτερεύειν μετὰ τὸν καθηγούμενον φάμενος· τὸν δ' οἰκονόμου τὴν κλῆσιν φέρειν· τὸν δὲ παρ' οἰκονόμου· τὸν δ' ἑτέρας μεταλαχεῖν, κατὰ τὴν ἑκάστῳ ἀποταχθεῖσαν καὶ διακονίαν καὶ ἔργου ἐγχείρησιν.
col. 149–150page 18 of 60
PG 99:149Ἑξέθετο μέντοι καὶ Παραγγελίας ἐγγράφους, διὰ στίχων ἰάμβων, πῶς ἑκάστῳ μέλλον ἐστὶ τὰ ἐπιτεταγμένα πληροῦν. Μᾶλλον δὲ τῶν στίχων ὑπηγορία ἀπ' αὐτοῦ ἤρκται τοῦ ἡγουμένου, καὶ καθεξῆς ἅπαντας διοῦσα, μέχρι καὶ τοῦ πάντων ὑστάτου. Διωρίσατο δὲ καὶ τίσιν ἐπιτιμίοις ἢ ἀφορισμοῖς ἢ γονυκλισίαις τοσαῖσδε, ὁ τῶν θείων ὕμνων καθυστερῶν ὑπαχθήσεται, ἢ ὁ σκεῦος συντρίβων, ἢ εἰκαίως ῥίπτων καὶ παραμελῶν· ἢ ὁ τὸν ἀδελφὸν ἔν τινι διαπληκτίσας, ἢ ὁ λόγον περιττὸν περιττῶς ὁμιλῶν, καὶ μὴ γλώσσης εἰδείη κρατεῖν. Τούτοις πᾶσιν ἀναλόγως τοῖς πραττομένοις, καὶ τὰς ἐπιτιμίας προσέθηκεν· ὥστ' ἔχειν τοὺς παρὰ τοῦ Πατρὸς καταστάντας ἀρχηγοὺς ἔργον ὅτι μάλιστα τοῦτο καὶ σπούδασμα, πάντα διασκοπεῖν τὰ τῶν ἀδελφῶν, πάντα ἀνερεύναν, πᾶσι δεόντως προσφέρεσθαι· συνεφάπτεσθαι δὲ καὶ τὸν μέγαν τοῦ κόπου αὐτοῖς, ἅτε καὶ μᾶλλον αὐτὸν τὰ πάντων ἐπηχθισμένου· καὶ εἶναι οἷόν τινα κυβερνήτην ὑψοῦ καθήμενον, καὶ τῶν ἀνέμων ἐπιτηροῦντα τὰ πνεύματα· ἢ στρατηγὸν ἄριστον, ἁπάντων ὑπερπονοῦντα καὶ κινδυνεύοντα, καὶ δοκιμὴν ἁπάντων λαμβάνοντα· ὡς πληροῦσθαι ἐπ' αὐτῷ καὶ τὸ τοῦ θείου Ἱερεμίου, ὅτι Δοκιμαστὴν δέδωκά σε τοῦ λαοῦ μου, καὶ γνώσῃ ἐν τῷ δοκιμάζειν σε τὴν ὁδὸν αὐτῶν. θαυμάζεται παρὰ πάντας Μωσῆς, ἐπεὶ καὶ θεοφανείας ἠξίωται, ὅτι δεῖσαν αὐτῷ τὸν ὑπὸ χεῖρα εὖ διαθεῖναι λαόν, ἑκατοντάρχους τούτοις, καὶ πεντηκοντάρχους, καὶ δικάρχους ἐπέστησεν, ἵν' ἔχοιεν ἐκεῖνοι τὰ τοῦ πλήθους ἐπανορθοῦν, καὶ πᾶν εἴ τι τούτοις ἐστὶ διαλύειν ἀμφισβητούμενον. Ἀλλὰ Μωσῆς μὲν οὐ παρ' ἑαυτοῦ, οὐδὲ μόνος τοῦτο ἐφευρεν, ἀλλὰ τῆς ἑτέρων ἐδεήθη συμβουλίας, ἐξ ὧν ὑπήχθη πρὸς τὸ λυσιτελοῦν τῷ λαῷ. Καὶ Μωσῇ μὲν οἱ καταστάντες ἀρχηγοί, μικρῶν καὶ περὶ τῶν σωματικωτέρων καὶ ὧν μικροπρεπὴς ἡ διάταξις, τὰ τῆς ἀρχῆς διετίθουν· ὁ δὲ παρ' ἡμῖν ὑποφήτης, καὶ μόνος καὶ παρ' ἑαυτοῦ, καὶ περὶ τῆς πάντων κρείττονος ἐπιστασίας· εἴπερ κρεῖττον ἁπάντων ψυχὴν καθαίρειν, καὶ τὴν ἐντὸς ἄνθρωπον· τὰ βεβουλευμένα οὖν δράσας, οὐ μενοῦν οὐδ' ὅσον εἰπεῖν, μείζονος ἄξιος καὶ τοῦ θαύματος, καὶ διαφορωτέρας τῆς ἀναῤῥήσεως. Ἐπεὶ δ' οὐδὲν οὕτως πρὸς ἕνωσιν ἄριστον ὡς ἰσότης καὶ κοινωνία ἐν ἅπασιν (ἀπείη γὰρ ἐν τοῖς κατὰ Θεὸν πολιτευομένοις, τὸ ἐμὸν λέγεσθαι καὶ τὸ σόν, καὶ τὸ μεῖζον καὶ ἧττον, τὰ φαῦλα ταῦτα καὶ τῆς ὁμοφροσύνης διαστατικά), κοινὰ τὰ πάντα ἔχειν καὶ τὰ ἐνδύματα διετάξατο· ὡς ἂν ἕκαστος τοῦ χρήζοντος γίνοιτο, καὶ μὴ ἀποκεκληρωμένος τοῦ ἰδιάζοντος. Ἀποτάξας πᾶσι καὶ οἴκημα ἕν, ἵν' ὁ βουλόμενος, ἐκεῖ τὸ ἱμάτιον τιθεῖτο, εἶτ' ἀποῤῥιφθῆναι δέον, εἴθ' ὑφανθῆναι· καὶ ἀναλαμβάνειν παρὰ τοῦ ταῦτα ἐπιτεταγμένου καινὸν ἄλλο καὶ ἄῤῥυπον. Ὧν γὰρ ὁ βίος κοινὸς καὶ δίαιτα καὶ τράπεζα, καὶ πάνθ'
col. 151–152page 19 of 60
PG 99:151ὁμοῦ, ἤ, ἵνα τὸ ὑψηλότερον φῶ, ὧν αἱ ψυχαὶ κοιναί, καὶ ἡ πρὸς Θεὸν ὕψωσις καὶ ἀνάβασις· τούτους τί ἄλλο, καὶ οὐχὶ μέχρι τοῦ μικροτάτου πάντ᾽ ἐχρῆν ἑλέσθαι κοινά; ἵνα διὰ πάντων αὐτοῖς καὶ τὰ τῆς κοινωνίας σώζοιτο καὶ ἰσότητος, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Ἀποστόλου, ὅτι τοῦ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχή μία, καὶ οὐδὲ εἷς τις τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ᾽ ἦν αὐτοῖς ἅπαντα κοινά. Τούτου ἕνεκα καὶ αὐτὸς ὁ Πατήρ, οὔτε τι ἰδιάζον εἶχε παρ᾽ ἑαυτῷ, οὔτ᾽ ἄλλως ὑπεξῃρημένον· ἀλλ᾽ ἐν τῷ αὐτῷ ἱματοφυλακίῳ τὸν χιτῶνα ἴσα τοῖς ἄλλοις ἀποτιθέμενος, τὸ προστυχὸν καὶ οἷον μᾶλλον ἑώρα τῶν ἐνδυμάτων τραχύτερον ἀνελάμβανεν· ὡς ἂν εἴη κἂν τούτῳ τύπος τοῖς ὑπ᾽ αὐτὸν ταπεινώσεως. Μνημονεύων δὲ ἀεὶ τοῦ μακαρίου Παύλου εἰρηκότος, ὅτι Δωρεὰν ἄρτον οὐκ ἔφαγον· ἀλλ᾽ αἱ χεῖρες αὗται ἐμοὶ καὶ τοῖς σὺν ἐμοὶ διηκόνησαν· ἐργάζεσθαι καὶ αὐτὸς ἤθελε πάντοτε τὰς χεῖρας ταῖς δέλτοις κινῶν, καὶ τὸν ἴδιον κόπον τοῖς ἐργοχείροις συνεισφέρων τῶν μαθητῶν. Ἐξ ὧν καί τινα τῶν βιβλίων ἔτι μέσουσι παρ᾽ ἡμῖν τῆς αὐτοχείρου γραφῆς κάλλιστα ὄντα πονήματα. Συνέταξε δὲ καὶ βίβλους ἑτέρας, ἃς οἰκείᾳ γλώσσῃ ὑπηγόρευσε· καὶ τὸν ἐν αὐταῖς νοῦν θείας εἶναι τὸ πλέον ἔδειξε χάριτος. Καὶ πρώτη μὲν βίβλος αὐτῷ, ἡ Μικρὰ λεγομένη Κατήχησις, τεσσάρων οὖσα καὶ τριάκοντα λόγων πρὸς τοῖς ἑκατόν· ἣ τοῖς ἀδελφοῖς ἐπὶ στόματος ὡμιλήθη, καὶ τὰ πρόσφορα ἑκάστῃ ἡμέρᾳ, ἐννοίαις ὑπερφυέσι καὶ ῥήμασι θειοτέροις, εὐσκόπως ἐν αὐτῇ ἐνεσημάνθη, τοῦτο μέν, ἀνδρείᾳ ψυχῆς καὶ τῶν δεινῶν ὑπερφρόνησις· τοῦτο δέ, καρτερία περὶ τὴν ἄσκησιν καὶ τῶν μελῶν νέκρωσις· τοῦτο δ᾽ ἐν τοῖς καθ᾽ ἡμέραν ἀγωνίσμασι, στερρότης νοῦ, καὶ τῶν ἐπιόντων ἀντίστασις. Ταύτης τῆς βίβλου τρεῖς λόγων περικοπαὶ κατὰ μίαν τῶν ἑβδομάδων παρ᾽ ἡμῖν ἐπ᾽ ἐκκλησίας ἀναγινώσκονται· ὑπόμνησίν τε ἡμῖν δηλαδὴ τῶν πρακτέων, καὶ τοῦ ἑξῆς βίου εἰσηγούμεναι τὴν ὠφέλειαν. Δευτέρα δὲ μετ᾽ ἐκείνην, ἐπονήθη βίβλος αὐτῷ, Μεγάλη καλουμένη Κατηχητική, ἐν τρισὶ τμήμασι διαπλουμένη· ἣ καὶ ἀνὰ μέρος τὰ καλὰ τοῦ κοινοβίου διεμφαίνει παραγγέλματα, τὴν διδασκαλίαν ὡς οὐκ ἂν τις εἴπῃ διεξιοῦσα εἰς τὸ ὠφελιμώτατον. Ὅσης δὲ ἀμφότεραι χάριτος καὶ φιλοσοφίας τῆς ἀνωτάτω, παντὶ γνώριμον, τῷ καὶ μικρὸν ἐπιστήσαντι· γὰρ πολλοῖς μὲν ἄλλοις βίβλοι πολλαί τε καὶ ὠφέλιμοι ἐξειργάσθησαν, κάλλει τε καὶ φράσει ὑπερφερεῖς· ἀλλὰ πείθομαι μὴ τοσοῦτον ἀπ᾽ ἄλλης φωτισμοῦ οὕτω πληροῦσθαι καὶ κατανύξεως τὴν ψυχήν, ὅσον ἀπὸ τῶν τοῦ Πατρὸς Κατηχήσεων, πολὺ τὸ ἐπαγωγὸν μετὰ τοῦ ἡδέος ἐμφαινουσῶν, καὶ μετὰ τοῦ ὠφελίμου τὸ χαριέστατον. Καὶ Πανηγυρικὴν δὲ βίβλον συνέταξεν ὁ θεόληπτος,
col. 153–154page 20 of 60
PG 99:153ἔνθα τὰς περιφανεῖς τοῦ Δεσπότου διέξεισιν ἑορτάς, καὶ λόγοις εὐγενέσι κοσμεῖ· οὐ μόνον δέ, ἀλλὰ καὶ τῆς Θεομήτορος καὶ τοῦ Προδρόμου ὡσαύτως καὶ Βαπτιστοῦ· οὗ καὶ τὸ τῆς πολιτείας ἀνωκισμένον ἐπιχαρίτως ἐξύμνησε. Συνετέθη δ' αὐτῷ καὶ βίβλος διὰ στίχων ἰάμβων τήν τε πλάσιν τοῦ γενάρχου διαλαμβάνουσα καὶ παράβασιν, καὶ φθόνον τοῦ Κάϊν, καὶ χεῖρα, φεῦ, κατὰ τοῦ ἀδελφοῦ ἐπανατεινομένην, καὶ φόνον ἐργαζομένην τὴν ἀδικώτατον. Καὶ μέντοι πάλιν καὶ τοῦ Ἐνὼχ μετάστασιν, καὶ τοῦ Νῶε καὶ τῶν ἐξ αὐτοῦ δὲ φύντων γέννησιν, βίον, διαγωγήν. Ἀπηριθμήσατο δὲ ἐν αὐτῇ καὶ πᾶσαν τὴν τῶν Εἰκονομάχων αἵρεσιν, οὕς καὶ ὡς κακῶν σπουδάρχας, τῷ ἀναθέματι καθυπέβαλεν. Αἱ δὲ τῶν Ἐπιστολῶν αὐτοῦ βίβλοι πέντε, αἱ παρ' ἡμῖν οὖσαι τέως· ἐν αἷς καὶ τὸ πεπαῤῥησιασμένον τοῦ Πατρὸς δείκνυται, καὶ τὸ τῆς ψυχῆς μεμερισμένον καὶ σπουδαιότατον· καὶ ὅπως κἂν τοῖς πάθεσιν ἀνάλωτος ἔμεινε καὶ ἀήττητος, μηδὲν τῶν δεινῶν τρέσας, μηδὲ καθυφεὶς τοῦ φρονήματος ἐν τοσαύταις ἐπαγωγαῖς τῶν καιρῶν καὶ ἐπαναστάσεσι. Πρὸς πάσαις δὲ καὶ βίβλος Δογματικὴ τῷ φιλολόγῳ ἐξείργασται· ἐν ᾗ στεῤῥοὶ λόγοι καὶ ἀντιῤῥητικοὶ θαυμασίως τούτων ἐξησκημένοι, καὶ τὰ τῶν Εἰκονομάχων σοφίσματα διαλύοντες· ἄγχοντες αὐτοῖς, καὶ οὐδ' ἀναπνεῖν συνόλως δῶντες, ἀλλὰ ταῖς ἀληθιναῖς τῶν δογμάτων προτάσεσι τὸ ψεῦδος αὐτῶν καταβάλλοντες. Ἔνθα καὶ κατὰ τῶν δυσσεβῶς βεβασιλευκότων πολὺς πνεῖ, στίζων κἀκείνους λόγοις τοῖς πρέπουσι· καὶ οἷς ἂν διαπαντὸς ὁ βίος αὐτῶν στηλιτεύοιτο. Αὗται εἰ βίβλοι, ἃς ὁ θεοφόρος Πατὴρ ὑπηγόρευσε, καὶ γλώσσῃ σοφωτάτῃ ἐτράνωσεν. Εἶχε γὰρ ἀεὶ ἐν ἑαυτῷ τὴν ἀληθινὴν σοφίαν καὶ πρώτην ὑπηχοῦσαν ἔσωθεν, καὶ τὸ φῶς τῆς γνώσεως ἐπιλάμπουσαν· μικρὰ ἢ οὐδὲν τῆς κάτω δεόμενος σοφίας, καὶ ἧς ἦν πάλαι ὑπεριδών, ἀφ' οὗ πρὸς τὴν ἄνω διέκυψεν· ὅθεν καὶ τῇ χάριτι πλεονάζων, πολλὴν κατὰ πᾶσαν ἡμέραν τὴν ἐργασίαν ἐπῆγε, γράφων αὐτὸς, ἄλλοις ὑπαγορεύων, τὰ πρακτέα ὑποτιθείς, τοῖς θείοις πείθων ἐμμελετῶν· ἑνὶ λόγῳ πάντας ὠφελῶν, πᾶσι παραδιδοὺς τὰ σωτήρια. Ἀλλ' οὐκ ἔμελλεν οἴσειν ὁ πονηρὸς, οὐδὲ ἀνέχεσθαι, εἰ μὴ πάλιν τῷ δικαίῳ ἐπίθοιτο, οἷα βασκαίνων αὐτῷ πάντοτε, καὶ ποιοῦντι καλῶς ἐγκοτῶν. Τῶν γὰρ τῶν σκήπτρων τηνικαῦτα ἐπειλημμένον ἀτεχνῶς ἀπελθών, Νικηφόρον φημὶ τὸν δύστροπον, τὸν καὶ τὴν θεοφιλῆ Εἰρήνην τῆς βασιλείας ἐξώσαντα, καὶ ἵππῳ ταύτην ἐπὶ κακῷ περιθέμενον τῷ σφετέρῳ, δι' ἐκείνου κακώσειν τὸν ὅσιον, ἔργον ὁ ἐπεξιὼν τίθεται. Ὅτῳ δὲ τρόπῳ, ὁ λόγος ἤδη ἐρεῖ. Οὗτος τοιγαροῦν ὁ Νικηφόρος, τῷ μὲν δοκεῖν Χριστιανὸς τυγχάνων, καὶ ἡμῖν κοινωνῶν τοῦ ὀνόματος,
col. 155–156page 21 of 60
PG 99:155τῇ δὲ ἀληθείᾳ καὶ οἷς εἶχε πράττειν, μισόχριστος, καὶ πολλῷ τούτου χεῖρον, οὐμενοῦν οὐδ᾽ ἐν ἑαυτῷ μένειν ἐδόκει, οἷα τῷ πονηρῷ πραθείς, εἰ μὴ πάντα διαπράττειν ἐπιχειροίη, εἰ καὶ μηδενὸς τῶν κατὰ γνώμην ἀπέχοιτο. Ὅς γε πρὸς τοῖς ἄλλοις, καὶ τὴν Ἐκκλησίαν διαθείναι κακῶς, οὐδὲ μικρᾶς ἔθετο τῆς φροντίδος· ἵνα ἔχοι καὶ μᾶλλον ἐπὶ τὰ μείζω τὴν κακίαν ὁδεύουσαν, καὶ ἐφ᾽ ἃ τούτῳ πρέπον ἐστίν. Οὐκ ἐνεγκὼν γάρ ταύτην μένουσαν ἐπὶ τῆς εἰρήνης ὁρᾶν, ἣν μόλις ἀπέλαβεν ἔναγχος, πολλαῖς πρότερον κλονηθεῖσαν ταῖς ταραχαῖς, πειρᾶται καὶ τρόπον ἄλλον ὁ βάσκανος, στάσιν αὐτῷ καὶ ταραχὴν ἐμβαλεῖν. Τὸν γὰρ Ἰωσὴφ ἐκεῖνον, τὸν πάλαι ψήφῳ κοινῇ τῆς Ἐκκλησίας ἐνδίκως, καθὰ καὶ εἴρηται, πρὸς τοῦ ἐν ἁγίοις ἀπωσθέντα Ταρασίου, ἐφ᾽ ᾧ τὸ περιφανὲς ἐκεῖνο εἰργάσατο τόλμημα, ὃ τῶν πάντων οὐδεὶς ἀγνοεῖ, τοῦτον τολμᾷ πάλιν τυραννικῶς, φεῦ! καὶ ἀκανονίστως τῇ Ἐκκλησίᾳ εἰσαγαγεῖν, καὶ τὴν ἀφαιρεθεῖσαν δοῦναι ἱερωσύνην· τί μὲν ὁ καινὸς οὐ λέγων δογματιστής; τί δ᾽ οὐ πράττων; ποῖον δὲ πονηρίας εἶδος μεθείς, ὥστε εἰς ἔργον αὐτῷ χωρῆσαι τὸ σπουδαζόμενον; ἔνθα καὶ τὸ πάντων εἰρηκέναι καταγελαστότατον, ὡς οὐδέν, φησί, καινὸν, ἢ ἄλλως παρακεκινδυνευμένον δράσοιμεν, εἰ τὸν ὑπ᾽ ἄλλου ἐξωσθέντα, αὐτοὶ προσλαβοίμεθα. Μάλλον μὲν οὖν καὶ νόμον ἀγάπης τιμήσαιμεν· ἐφ᾽ ᾧ δὴ καὶ πειθομένους ἔξομεν ἅπαντας, καὶ ταῦτα ἡμῖν συμφρονοῦντας καὶ πράττοντας. Καὶ νόμου ἐνταῦθα καὶ ἀγάπης, ὦ νόμων εὐθύτης καὶ ἱεροὶ λόγοι, ὁ ἀναιδὴς μέμνηται, ὁ μηδὲ ὅ τί ποτέ ἐστι νόμος ἢ ἀγάπη πώποτε εἰδώς. Ὅς εἰ μή τι ἄλλο, τοῦτο γοῦν ὅμως ἐχρῆν συνιδεῖν, τἆλλα καίπερ ἀσυνετῶν, ὅτι κἂν ὁ πατριάρχης Ταράσιος τοῦτόν ἐστι καθελών, ὃς νῦν ἡμᾶς ἀπέλιπε, καὶ πρὸς τὰ ἄνω διέβη, κἂν ἄλλοι τούτῳ τὴν καταδικάζουσαν ἤνεγκαν, ἀλλ᾽ ἡμᾶς γε, οὐχ ὅπως τὰ ὑπ᾽ ἐκείνων παραβαίνειν, ἀλλὰ καὶ βεβαιοῦν ἐς ὅ τι μάλιστα χρή, μιᾶς οὔσης ἡμῖν τε κἀκείνοις τῆς χάριτος· ὡς ἂν μὴ δόξωμεν Πατέρων νόμους μετακινεῖν, καὶ ἀσεβεῖν ἐξεπίτηδες. Ὧν οὐδὲν ἐκεῖνος ἐννοεῖν ἔχων, ἐπιτίθεται βιαίως τῷ πατριάρχῃ. Νικηφόρος δ᾽ ἦν οὗτος ὁ τοῦ Ταρασίου διάδοχος· ἀνάγκην οὐδὲ φορητὴν τούτῳ ἐπάγων, ὡς ἂν πράξοι καὶ μὴ βουλόμενος, τὸ ἐκείνῳ δοκοῦν, καὶ τὴν ἱερωσύνην ἀποδοίη τῷ Ἰωσήφ. Καὶ δὴ πράττει τοῦτο βίᾳ καὶ μόλις· δείσας, οἶμαι, ὁ τοῦ Θεοῦ ἄνθρωπος, μή τι ἄλλο χεῖρον νεωτερίσῃ ὁ παραπλήξ, καὶ τὴν Ἐκκλησίαν βλάψῃ μειζόνως, ἀποτυχὼν οὗ νῦν ἐφετῶς ἔχει. Ἀλλὰ τοῦτο τὸ λῆμμα καὶ τὴν Ἐκκλησίαν πάλιν διέτεμε πρὸς ἑαυτήν, καὶ τοὺς πρὶν ἡνωμένους ἀπ᾽ ἀλλήλων διέστησεν. Ὁ γὰρ Πατὴρ ἡμῶν Θεόδωρος, οὐδ᾽ ἀνεκτῶς ἔχων ἐπὶ τοῖς γεγενημένοις, ἀφίσταται ἑαυτὸν παραχρῆμα, σύναμα πᾶσι τοῖς μοναστaῖς, τῆς τῶν δρασάντων καὶ γνώμης καὶ βουλῆς μηδὲν τὸ παράπαν κοινωνήσας αὐτοῖς, μὴ λόγου, μὴ
col. 157–158page 22 of 60
PG 99:157ἔργου, μὴ ἄλλου τῶν πάντων μηδενός. Συναφίσταται αὐτῷ καὶ τοῦ λαοῦ οὐκ ἐλάχιστον· καὶ τούτων αὐτῶν μάλιστα, ὅσοι τῶν πάντων ἔκκριτοι, καὶ τὴν πολιτείαν ἐξειλεγμένοι. Οὐ γὰρ ἡμέτερον, φησὶν ὁ γεννάδας καὶ ἀληθὴς τῶν τοῦ Θεοῦ νόμων ὑπέρμαχος, Πατέρων οὕτω μεθιστᾶν ὅρια, καὶ τὰ καλῶς δεδογμένα τούτοις λύειν· καὶ ἐπὶ βλάβῃ τῇ σφῶν, περιττά τινα καὶ τῆς Ἐκκλησίας οἰκονομεῖν ἔκφυλα. Μὴ γὰρ οὕτω ποτὲ καὶ φρενῶν σχοίημεν, ἵν᾿ ἐπηρεαστὰς ἑαυτοὺς ποιησαίμεθα πράγματος, καὶ τὰ τῶν ἀνθρώπων τοῦ Θεοῦ προτιμήσαιμεν, τὰ δοκοῦντα τῷ δεῖνι, καὶ πᾶσιν ἁπλῶς τοῖς καινοτομεῖν ἐθέλουσιν, αὐτοὶ πράττοντες· καὶ ταῦτα πρὸ ὀμμάτων ἔχοντες κακὰ ἐπενεχθέντα ἡμῖν ἐξ οὐρανοῦ δείματα, ἡνίκα βασιλεὺς ἐν ταὐτῷ καὶ λαὸς παρηνόμει, καὶ αὐτὸς οὗτος ὁ τούτου συνωμότης ἱερεὺς, μικρᾶς δόξης χάριν, τὸ μέγα τῆς εὐσεβείας ἐξωρχεῖτο μυστήριον. Ἔτι γὰρ τούτοις σαγευομένην ἔχοντες τὴν διάνοιαν, δέος ἡμῖν μὴ καὶ πάλιν τῆς τοῦ Θεοῦ ὀργῆς πειρασώμεθα, ἐκ τοῦ πάλιν τοῖς αὐτοῖς περιπίπτειν, καὶ ἐκεῖνα συνιστάνειν ἐπιχειρεῖν, ὧν ὡς βλαβερῶν ἀποστῆναι ἐσπεύσαμεν. Τούτοις ὁ Πατὴρ καὶ γνώμης ὅπως εἶχε καὶ λογισμοῦ διαῤῥήδην ἐμφήνας, ἀποδιίσταται, ὡς ἔφημεν, συνόλως αὐτῶν, μηδενὸς τὸ παράπαν πεφροντικώς, μὴ βασιλέως τὰ δεινὰ ποιήσειν αὐτὸν ἀπειλοῦντος, μὴ τῶν ἐκείνου συμφρόνων, μυρίαν αὐτῷ τὴν βίαν ἐπαγόντων, μὴ τῶν ἄλλων τῇ ἀρχῇ συμπραττόντων, ἱερέων τε καὶ λοιπῶν τῶν ἐν τέλει. Μόνου γε μὴν τοῦ πατριάρχου ἀπευκτὴν ὅλως καὶ οὐδὲ φορητὴν τὸ παράπαν ἐνόμιζε τὴν διάζευξιν· οἱονεὶ διχοτομίας ἑαυτοῦ ἐπαισθόμενος, καὶ ὀδύναις ἀῤῥήτοις διὰ ταύτην βαλλόμενος. Ἀλλ᾽ ἐπειδὴ οὐκ ἦν ἄλλως αὐτῷ τὸ συνοῖσον ἑλέσθαι, ἔμενε φέρων τὰ λυπηρά, πάντα μᾶλλον αἱρούμενος, ἤ τι πρᾶξαι τῶν μὴ δοκούντων Θεῷ, καὶ φανῆναι ἄντικρυς, ἄλλο τι πρὸ ἐκείνου τιμῶν. Ἀλλ᾽ ἴσως ἐρεῖ τις· Πότερος τούτων τετήρηκε τὸ καλὸν, καὶ τὸν καιρὸν εὖ διατέθεικεν; ὁ ἐκεῖνα οἰκονομήσας, καὶ τοῦ πρέποντος καθυφεῖς, ἢ ὁ ἐν πᾶσι μείνας ἀπρόσκλιτος, καὶ μηδὲν μηδαμοῦ τῆς ἀκριβείας ὑπεκστάς; Ἀλλ᾽ εἴποιμεν ἂν πρὸς αὐτὸν, ὅτι Μικρὰ, ὦ οὗτος, πᾶσα ἀνθρωπίνη διάνοια πρὸς τὴν τῶν τηλικούτων κατάληψιν. Θεὸς δὲ μόνος, ᾧ καὶ πάντα περιληπτά, ὁ καὶ τὸν βέλτιον ἰδεῖν ἱκανὸς καὶ κρῖναι τοῖς πράγμασι τὸ ἀληθὲς δυνατός. Ἐμοὶ δὲ τοσοῦτον εἰπεῖν, ὅτι ᾔδει καὶ ὁ πατριάρχης μὴ καλῶς ἔχον τὸ πρᾶγμα, μηδὲ τοῖς ἱεροῖς κανόσι στοχοῦν. Πῶς γὰρ οὔ, ὁ τὰ θεῖα ὡς οὐκ οἶδ᾽ εἴ τις ἄλλως, μεμαθηκὼς ἄνωθεν; Οὐκ εἶχε δὲ ὅπως μὴ τῷ βασιλεῖ γένοιτο καταπειθής, τὸ τούτου δύσνουν ἐκ μακροῦ ἐπιστάμενος, καὶ τὸ τῆς γνώμης κακὸν ἐπικαιρότατον, ᾧ καὶ κακουργῆσαι πάντα καὶ συγχέαι, ἴσον ἐδόκει καὶ τὸ πρᾶξαι μηδέν. Ὁ δὲ Θεόδωρος τούτων μὲν ἐφρόντιζεν οὐδαμῶς· μόνου δὲ τοῦ Θεοῦ ἐχόμενος ἐν παντί, οὔτε τοῖς καιροῖς μεταβάλλεσθαι,
col. 159–160page 23 of 60
PG 99:159πολλοῦ γε καὶ δεῖ, συμφέρειν ἐνόμιζεν ἑαυτῷ, οὔτε τοῖς κρατοῦσι καὶ μικρὸν ἐνδόσιμος γίνεσθαι· ἀλλ᾽ Ἐλάλει τὰ μαρτύρια τοῦ Θεοῦ καὶ αὐτῶν βασιλέων ἔμπροσθεν· μὴ ἡμέραν ἀνθρώπου, τὸ τοῦ θείου Ἱερεμίου, φοβούμενος, μὴ δυναστείαις ὑποκλινόμενος, μὴ ἄλλο τι τῶν φαινομένων καταπλήττόμενος. Οὕτω τὸ τῆς διανοίας ὑπερανεστηκώς, καὶ πάντες μὲν δι᾽ ἐπαίνου εἶχον καὶ θαύματος. Ὁ δέ γε πατριάρχης καὶ πολλῷ πλέον, τὴν μετὰ συνέσεως τοῦ ἀνδρὸς ἀποσεμνύνων παῤῥησίαν διαπαντός· καὶ διὰ τοῦτο, μηδὲ τῆς πρὸς αὐτὸν διαθέσεως καθυφέσθαι θελήσας ποτέ, μηδ᾽ ἐν αὐτῷ τῷ τῆς διαστάσεως καιρῷ· μὴ τὴν γνώμην συνόλως μεταβαλεῖν· μὴ τὴν τιμὴν τὴν ᾗ ὑπερβαλλόντως ἐκεῖνον ἐτίμα, σμικρῦναι, ἢ καὶ βραχὺ παραπέμψεσθαι. Πλὴν ἀλλ᾽ οὐδὲ τὸ κοινὸν τῆς Ἐκκλησίας πρόσκομμα ὁ τῶν σκανδάλων αἴτιος καὶ τῶν ζιζανίων σπορεύς, ἐπὶ πλέον τοῦ ἐρωμαίου ἀπώνατο· ἀλλ᾽ ἅμα ὁ τούτου συνασπιστὴς ἀπεβίω· ἅμα καὶ οὗτος τὴν ἱερωσύνην ἀφῄρητο, καὶ τῶν θείων ἀπελήλατο περιβόλων, αἰσχροτέραν ἢ πρόσθεν τὴν ἔκπτωσιν ὑποστάς. ἵν᾽ ἔργῳ μάθῃ, ὡς οὐκ ἐνὸν διαδρᾶναι τὴν δίκην, κἂν μὴ παρὰ πόδας ἡμῖν, κἂν μὴ εὐθὺς ἀπαντήσῃ, τὰ ἄθεσμα πράττουσιν. Ἀλλ᾽ ἡμῖν γε ὁ λόγος πρὸς τὰ εἰρημένα ἐπανακτέα. Ὡς γὰρ εἶδεν ὁ παράνομος βασιλεὺς πρὸς μηδὲν αὐτῷ τὸν ὅσιον εἴκοντα, μήτε μὴν οἷς πράττει συνεπινεύοντα, ἀπελαύνει τῆς μονῆς τοῦτον πικρῶς καὶ τῆς Βυζαντίδος· καὶ ἐν νήσῳ ὑπερορίζει τῶν πρὸ τοῦ ἄστεος, τὰ αὐτὰ καὶ πρὸς τὸν ἀδελφὸν Ἰωσὴφ δράσας, καὶ Πλάτωνα τὸν σοφόν· οὐ συναλλήλους τοὺς ἀμφοτέρους καθείρξας, ἀλλὰ χωρὶς καὶ καθ᾽ ἕνα, ἵνα μηδ᾽ αὐτὸ μόνον, ὁρᾶν ἀλλήλους ἔχοιεν, ὃ μόνον τοῖς ἐν φρουρᾷ παραμύθιον. Τό γε μὴν ἄλλο πλῆθος τῶν μαθητῶν, ἐπεὶ γυμνωθέντας ἑώρακε τοῦ Πατρός, ἀπειλαῖς οὔτι μετρίαις προϋπελθών, φυλακαῖς καὶ τούτους ἐγκλείει ζοφώδεσιν, ἐπιστήσας καὶ στρατιώτας αὐτοῖς, ἵν᾽ ὑπ᾽ ἐκείνων φυλάττοιντο, εὐκαίρως τὰς κατ᾽ αὐτῶν ἐρωτήσεις μέλλων ποιήσασθαι. Οὓς καὶ ἡμέρᾳ ῥητῇ ἀχθῆναι προστάξας, αὐτὸς πρότερον μετὰ σοβαροῦ τοῦ φρυάγματος καθίσας, καὶ βλέμματι καὶ προσώπῳ, καὶ πᾶσιν οἷς ἑωράτο, τὴν ἔνδον ὑπεμφαίνων τραχύτητα, διαιρεθῆναι πρό γέ τινος ἄλλου τούτους ἀπ᾽ ἀλλήλων κελεύει, καὶ εἰς μέρη ἀποταχθῆναι δύο, τοὺς μείζω καὶ λόγῳ προέχοντας ἀποκρίνας τῶν ἐναντίων· ὡς ἂν οὕτω ῥᾴδιον αὐτῷ γένοιτο τὸ ἀγώνισμα. Καὶ δὴ πρῶτα προσβάλλει τοῖς πρώτοις, λυσιτελοῦν οὕτω δόξαν αὐτῷ· ἕψεσθαι γὰρ καὶ τοὺς ἄλλους τούτων χειρουμένων, τῇ διανοίᾳ ἀνέπλαττεν. Οὓς καὶ παντοίως μετελθών, τοῦτο μὲν λόγοις μεμιγμένοις καὶ ἀπειλαῖς, τοῦτο δὲ θωπείαις, καὶ τὸν ἄγαν μαλαττούσαις σκληρόν, τοῦτο δὲ καὶ βασάνων
col. 161–162page 24 of 60
PG 99:161προτάσεσιν, ὡς ἂν ἐνί γε τρόπῳ τοῦ Πατρὸς ἕλοι, καὶ πρὸς ἑαυτὸν ἐπισπάσοιτο. Ὡς εἶδε πρὸς μηδὲν ἐνδιδόντας αὐτοὺς, ἀλλὰ ψυχῆς γενναιότητι πᾶσαν αὐτοῦ τὴν ἐν τοῖς λογισμοῖς ματαιότητα ἀποκρουομένους, τότε ἤδη πειρᾶται καὶ τῶν δευτέρων, εὐκόλοις δή τισι κἂν γοῦν τούτοις ἐλπίζων ἐπιτυχεῖν, καὶ ὅσον οὔπω ἁλωσίμοις αὐτῷ. Οἷς καὶ ταῦτα, ὡς εἶχε, φησίν· Ὅσοι βούλεσθε βασιλεῖ πειθαρχεῖν, καὶ πατριάρχῃ καὶ κλήρῳ συνευδοκεῖν, ἐν μέρει στῆτε τῷ δεξιῷ· ὅσοι δὲ καὶ γνώμης καὶ διανοίας τῆς ἀνηκόου ἐστὲ τὴν εὐώνυμον στάσιν ἄπιτε· ἵν᾿ ἐντεῦθεν ᾗ φανερόν τό τε συμφρονοῦν ἡμῖν, καὶ τὸ ἀπαυθαδίζον· κακούργως τοῦτο λογισάμενος ὁ παραλυσιστὴς, καὶ νομίσας ὡς ἐν μεταθέσει τῶν τόπων συμμεταθήσει τούτων καὶ τὰ φρονήματα. Ἀλλὰ οἱ γενναίοι μηδὲν πρὸς τοὺς λόγους τούτους παθόντες, μηδὲ τὰς διανοίας ὑποπεσόντες, τοιαῦτα πρὸς τὸν ἐν ἐξουσίᾳ πολύν, ψυχῇ διῃρημένῃ ἐπῄεσαν· Ἡμεῖς, ὦ αὐτοκράτορ, καὶ ψυχὰς καὶ σώματα, καὶ πάνθ᾿ ὁμοῦ τῷ ἡμετέρῳ Πατρὶ ἀναθέμενοι καὶ καθηγητῇ, καὶ μηδὲν, μὴ μέγα, μὴ μικρὸν ἐκείνῳ μὴ δεδογμένον, μὴ ὅτι γε πράττειν, ἀλλὰ μηδὲ ἐν διανοίᾳ φέρειν βουλόμενοι· οὐκ ἂν ποτε ἢ ὑμῖν πεισθησόμεθα τοιαῦτα προτείνουσιν, ἢ τοῖς παρ᾿ ὑμῶν πεπραγμένοις προσέξομεν, ἢ τινι ὅλως νῦν καινοτομουμένων προσθώμεθα· καὶ μάλισθ᾿ ὁρῶντες ἐφ᾿ ἡμῶν καὶ τὸν διδάσκαλον ἀποδιιστάμενον, ὅς γε καὶ τὴν παροῦσαν ἐξορίαν εἵλετο μᾶλλον, ἢ ταῦτα προέσθαι, καὶ τῆς ὑμετέρας μερίδος γενήσεσθαι. Ἡμῖν δὲ τί ποτε ἄρα τούτου χεῖρον γένοιτ᾿ ἂν, εἴ γε κανόνων μὲν ἱερῶν καὶ οὕτω φυλακῆς ἀξίων ὑπερίδοιμεν, πράγμασι δὲ ἐπιβλαβέσι καὶ τὸ πᾶν κινδυνώδεσιν ἑαυτοὺς ἐπιδοίημεν; οὔ, μὰ τοὺς ὑπὲρ ἀρετῆς ἀγῶνας, καὶ τὰς τοῦ Πατρὸς ἐντολὰς αἷς συνετράφημεν, οὐκ εἴξομεν, οὐ τὴν ἀλήθειαν προησόμεθα, οἱ μεθ᾿ ὑμῶν τεταξόμεθα. Δοκίμιον γὰρ πάντως ὁ παρὼν οὑτοσὶ καιρὸς, ὅπως καὶ γνώμης καὶ διανοίας ἔχομεν· ὃν οὐκ ἀποβαλοίμεθα· οὐδ᾿ ἀγεννές τι καὶ παιδιῶδες φρονήσαιμεν, ἀδελφοὶ κατὰ πάντα, ὧν πρὸ μικροῦ τὴν πεῖραν ἔγνως, τυγχάνοντες, καὶ ἀδελφὰ ἐκείνοις καὶ πράττοντες ἅμα καὶ διανοούμενοι. Τούτων παρ᾿ αὐτοῖς εἰρημένων, καταπλαγῆναι τὰς φρένας τὸν βασιλέα καὶ τὴν ἔνστασιν αὐτῶν, καὶ τὸ ἐν τοῖς δεινοῖς θαυμάσαι ἀνάλωτον. Ἐπεὶ καὶ θαύματος ἀξία καὶ αὐτοῖς τοῖς ἐναντίοις ἡ ἀρετή. Καὶ μάλισθ᾿ ὅτι δόξας εὐχερεῖς δή τινας τούτους εἶναι καὶ ἐκ πρώτης ἐπικλινεῖς, πολλῷ μᾶλλον ἀνενδότοις ἐνέτυχε, καὶ στεῤῥοῖς, καὶ ἀτρέπτοις τὸ πᾶν. Ἀμέλει καὶ τὸ προφανῶς τούτους πάντας κακῶς διαθεῖναι, πρὸς τῷ ἀσυμφόρῳ, καὶ εὔηθες εἰδὼς καὶ ἀμαθές, φρουρᾷ μόνον τέως ἀσφαλεστάτῃ προστάττει τοὺς γενναίους καὶ αὖθις δοθῆναι πάντως, ἢ κακώσειν πάντας εἰς τὸ ἐπιὸν παντελῶς, ἢ κατὰ σχολὴν, οὐκ ἀθρόως, ἀλλ᾿ ἕνα πρὸς ἕνα ὁρᾶν, ἐπιχειρεῖν ἢ βούλοιτο· εἰ καὶ τῆς ὁρμῆς ἐπεσχέθη, ταχὺ τῆς δίκης μετελθούσης τὸν ἀδικώτατον, οἷα τὰ τοῦ Θεοῦ κρίματα.
col. 163–164page 25 of 60
PG 99:163Τῶν βαρβάρων γὰρ τηνικαῦτα ἀδεῶς ληϊζόντων, καὶ τούτου φρονήματι ὑπερόγκῳ τὴν πρὸς ἐκείνους φέρουσαν ἀπιόντος, ἵπποις τε καὶ ὅπλων δυνάμει αἱρήσειν πάντας ἐκ τοῦ παραυτίκα ἀπειλουμένου, ἔγνω κατ' αὐτοῦ μᾶλλον ἢ κατ' ἐκείνων τὸ ξίφος κινήσας ὁ ἁλιτήριος· ἀθλίως ἐν τῷ πολέμῳ πεσών, καὶ τῇ τε βασιλείᾳ Ῥωμαίων καὶ τῷ στρατῷ αἰσχύνην, οὐδ' ὅσην εἰπεῖν, καὶ μυρίων προστριψάμενος ὄνειδος. Ἄξιον δὲ μηδὲ τὴν τοῦ Πατρὸς ἐπὶ τῷ παλαμναίῳ προρρήσιν παρελθεῖν· ἐπεὶ καὶ προεῖπε τὸ μέλλον αὐτῷ καὶ τὸν κίνδυνον προεμήνυσεν· εἰ καὶ μηδ' οὕτω συνῆκεν ὁ ἀσύνετος. Ἐπεὶ γὰρ ἐξώρμα οὗτος κατὰ τὴν Σκυθῶν, καὶ μέγα ἐπῆρτο καὶ ἐβρενθύετο, αἰσχυνόμενος ὥσπερ τὴν παρὰ τοῦ ὁσίου ἧτταν, καὶ μηδὲ τὴν ἐκεῖσε βαδίζειν ἔχων, εἰ μὴ αὐτὸν ἕλοι καὶ παραστήσοιτο πρότερον· πέμπει τινὰς τῶν ἐπ' ἐξουσίας, τοῦτο μὲν πειθοῖ, τοῦτο δὲ καὶ βίᾳ ἕλξειν τὸν ἅγιον, καὶ τοῖς αὐτῷ πεπραγμένοις θήσειν ὁμόφρονα. Ἀλλὰ τότε καὶ μᾶλλον ζήλῳ θερμοτέρῳ ὁ θεοφόρος ληφθεὶς, καὶ ὥσπερ ἔνθους τῇ ἐπιπνοίᾳ γεγονὼς τοῦ πνεύματος, ἐκεῖνα μηνύει τῷ ἀλαζόνι, ἃ καὶ δέους αὐτὸν καὶ ἀγωνίας ἐνέπλησεν ἄν, εἴ γε μὴ παντελῶς παράκοπον εἶχε τὸν λογισμόν. Ἔχρῆν μὲν καὶ σὲ, βασιλεῦ, μεταμελόν τε ὧν διεπράξω λαβεῖν, καὶ τὸ κακὸν ἀθεράπευτον μὴ λιπεῖν, ὡς ἂν μὴ τῷ χρόνῳ δυσίατον ἢ καὶ ἀνίατον γένηται παντελῶς. Ἐπεὶ δ' οὕτως ἀναλγήτως ἔχεις, ὡς μὴ μόνον σαυτὸν τῇ πάγῃ ὠθεῖν, ἀλλὰ καὶ ἄλλους ταύτῃ ἁλῶναι ἐπείγῃ, καὶ ἀνάγκην τοῖς μὴ βουλομένοις περιϊστάν, ταῦτά σοι ὁ πάντα ἐφορῶν ὀφθαλμός, δι' ἐμοῦ προαγορεύει τοῦ εὐτελοῦς· ἴσθι ὡς οὐκ ἐπιστρέφων οὐκ ἐπιστρέψεις ἐφ' ἣν σὺ ὁδὸν πορεύῃ ἐκεῖ. Ἀμέλει καὶ κατὰ τὸν τοῦ δικαίου λόγον βαρβαρικαῖς ἁλοὺς χερσίν, οὐ μόνον αἰσχρῶς ἀφήρητο τὴν ζωήν, ἀλλὰ καὶ τὴν ἀποτμηθεῖσαν κεφαλὴν παίγνιον κατέλιπε τῷ Βουλγάρων γένει, φιλοτησίας ταύτῃ προπίνοντι, καὶ τὴν ἧτταν καὶ τὸν ὀνειδισμὸν ἐν παντὶ συμποσίῳ τῷ ἀθλίῳ ἐπιχλευάζοντι. Ἐφ' ᾧ ὁ τοῦ προφήτου λόγος εὐκαίρως ῥηθείη ἄν· Καὶ ὁ οἶκος τοῦ βασιλέως, αἰσχύνθητε, ὅτι ἐν μαχαίρᾳ οἱ κρατοῦντες ὑμῶν περιπεσοῦνται, ἀνθ' ὧν τὸν νόμον μου ἠσέβησαν καὶ τὸν λαόν μου ἐκάκωσαν. Τούτου οὖν, ὡς εἴρηται, ἀναξίως καὶ ἀγεννῶς τὸ ζῆν καταστρέψαντος, καὶ Σταυρακίου τοῦ υἱοῦ αὐτοῦ μεθ' ὧν ἔφερε πληγῶν μόλις τὴν βασιλίδα εἰσελάσαντος· καὶ ἐπὶ δύο, ὥς φασι, μῆνας ἐπιβιώσαντος, Μιχαὴλ ὁ τότε τὴν τοῦ Κουροπαλάτου περιέπων ἀξίαν, τῶν σκήπτρων ἐπιλαμβάνεται· ἀνὴρ τῷ ὄντι βασιλείας ἄξιος, καὶ πρὸς ἀρχὴν ἐννομώτατος. Ὃς καὶ πρὸ τῶν ἄλλων ἐν φροντίδι ποιεῖται τὰ τοῦ Πατρός, ἀνακαλέσασθαι τῆς ὑπερορίας αὐτόν, καὶ τιμῇ πάσῃ δεξιωσάμενος. Οὐ μήν, ἀλλὰ καὶ τῶν διεστώτων
col. 165–166page 26 of 60
PG 99:165τῶν μελῶν συναρμοστὴς αὐτίκα χρησιμώτατος δείκνυται, τὸ καλὸν σῶμα τῆς Ἐκκλησίας εἰς ἓν συμβιβάσας καὶ τοῖς τε ἱερεῦσι καὶ μονάζουσιν, ἥν ποτε ἀπέλιπον νείμας ὁμόνοιαν, τοῦ Ἰωσὴφ δηλαδὴ πρότερον τὴν τῆς Ἐκκλησίας ὑποστάντος ἔκπτωσιν, καὶ ὥς τι ἀχρηστότατον μέλος, ταύτης νῦν ἐκκοπέντος περιφανέστερον. Τοῦτο γὰρ μάλιστα καὶ τῷ Ῥώμης ἔδοξε προέδρῳ, γράμμασί τε καὶ οἷς ἐκεῖνος ἀπέστειλε τὴν γνώμην κυρῶν. Ἐπεὶ κἀκείνῳ μεσίτῃ καὶ διαλλάκτῃ ἐπὶ τῇ ἑνώσει τῶν Πατέρων ὁ εὐσεβὴς βασιλεὺς ἐχρήσατο. Ἔνθεν τοι καὶ τὰ πρὸς ἀλλήλους εὖ θέμενοι πάλιν ὅ τε πατριάρχης καὶ ὁ ὅσιος, φιλίᾳ τε θερμοτέρᾳ τὸν πόθον ἐπὶ τὸ μᾶλλον αὐξήσαντες, ἔμενον τοῦ λοιποῦ ἐν ἀλλήλοις, οὐ σώμασι μόνον, ἀλλὰ πολλῷ πλέον καὶ ταῖς ψυχαῖς ἀδιαίρετοι, θάτερος θατέρῳ ἡδόμενος, καὶ τοῖς ἀμφοτέροις ἀμφότεροι. Ἐπεὶ δὲ κατ' ἐκεῖνο καιροῦ καὶ Πλάτων ὁ ἱερώτατος τὸν βίον ἀπέλιπεν· ὀγδοηκοστὸν ἐπιβιοὺς ἔτος ἑνὸς δέοντος· ἀνὴρ πολλοῖς ἐνιδρώσας πόνοις, καὶ μεγάλα τῆς ἀρετῆς ἐπιδειξάμενος ἔργα· ἔδειξε κἀνταῦθα ὁ πατριάρχης τὸ περιὸν τῆς ἀγάπης καὶ εὐδιάθετον· αὐτὸς ἐκεῖνος σύναμα κλήρῳ παντὶ τῷ μοναστηρίῳ φοιτήσας, καὶ ἐκλείποντι παραστὰς τῷ ἁγίῳ, ὅλος ὅλῳ προσφύς, καὶ πᾶν περιψῶν μέλος, καὶ ἡδέως καταφιλῶν ἕκαστον. Ὃ καὶ οἷα Πατρὶ Πατέρων, ὑπὸ μυρίῳ φωτὶ καὶ θυμιαμάτων προσχύσει τὰ εἰκότα ἀφοσιωσάμενος, μόλις καὶ σὺν πόνῳ τὸ σῶμα τῷ τάφῳ δίδωσι· πολλῶν, ὡς εἰκός, συνδραμόντων, καὶ τὴν κατάθεσιν ἐφ' ἱκανὸν κωλυόντων, ὥσπερ οὐδὲ θανόντα λιπεῖν βουλομένων τὸν ὅσιον. Ἀλλ' ἡμῖν ὁ λόγος χωρείτω πρὸς τὰ ἑξῆς. Εἰ γὰρ καὶ ἡ διάνοια κάμνει πολλοῖς συνεμπίπτουσα, καὶ οὐκ ἔχουσα ποίου πρώτου μνησθῇ, ἑκάστου τὸν λόγον πρὸς ἑαυτὸ ἕλκοντος· καὶ τοῦτο πρότερον εἰπεῖν ἀναγκάζοντος· ἀλλ' ἡμεῖς γε, μικρὰ ἀφ' ἑκάστου, καὶ ὡς ἂν τύχοι τό γε νῦν ἔχον διὰ τοῦ λόγου ἐπιμνησθέντες, τό τε πάντων μεμνῆσθαι καὶ τὸ σὺν εὐκρινείᾳ, τοῖς ἄλλοις ἔχειν παρήσομεν. Εἴ γε καὶ δυσχερής, κατά γε ἐμέ, καὶ τῷ λίαν ἐντριβεῖ περὶ λόγους, ἡ τῶν ἀμφοτέρων ἐπίτευξις. Εἶχε μὲν οὕτω τὰ κατὰ τὸν μέγαν Θεόδωρον. Καὶ πάλιν ὁ περιώνυμος τοῦ Στουδίου ναὸς εἴσω περιελάμβανεν ἅπαντας· ἐν ταὐτῷ συνηγμένων τῶν μαθητῶν, καὶ τῷ καλῷ συνηδομένων Πατρί. Οἷς δὴ καὶ πάλιν ὁ θαυμάσιος ἐπιχαρίτως ὡμίλει, καὶ τὰ τῆς ἀρετῆς διεξῄει ἐπίπονα· πολὺν τὸν ταύτης παριστῶν κάματον, καὶ μυρίον τὸν ἀγῶνα τοῖς ἀθλεῖν ἐθέλουσι· καὶ ὅτι, φησί, πόνου χωρὶς οὐδὲ ἄλλο τι, σχολῇ γοῦν ἀρετή, ἧς οὐδὲν ἐργωδέστερον, ἀνυσθήσεται ἄν ποτε. Καὶ ὅτι καὶ ἡμῖν τὰ συμπαθέντα τήν τε ῥοπὴν ἐφανέρωσε τοῦ θελήματος, καὶ πρὸς Θεὸν μείζόνως ἐπτέρωσε· παρ' οὗ καὶ σεσώσμεθα, καὶ μείζω τῶν
col. 167–168page 27 of 60
PG 99:167ἐλπίδων τὴν βοήθειαν τοῦ ἀγαθοῦ εὔρομεν. Ἐπεὶ δὲ ἡ μόνωσις ἐνίοτε καὶ ὁ μακρυσμός λογισμούς τινας καὶ θελήματα ἐμφυτεύει αὐτάρεσκα, ἃ καὶ διὰ τὸ φίλαυτον ἐν μυχῷ τῆς καρδίας ῥιζοῦται καὶ ὑποκάθηται, καὶ ταῦτα ὁ καλὸς ἀνέσπα γεωργός, ἔνθα ἴδοι καὶ ἐξέκοπτε, μηδ' ἐπ' ὀλίγον βλαστῆσαι ἀφεὶς, ἵνα μὴ τῷ εὐγενεῖ βλαστήματι λυμήνηται καὶ ἐγκάρπῳ. Ὅθεν καὶ ἀφ᾽ ἑνὸς πάντες καλοὶ τῶν καλῶν ἔργων καλοὺς προσιᾶσι τοὺς καρποὺς, τάς τε κρείττους ἀναβάσεις ἐν τῇ καρδίᾳ τιθέμενοι, καὶ πολὺν τὸν πλοῦτον καὶ αὖθις κομῶντες τῶν ἀρετῶν, τὰ φθάνσαντα τῶν κατορθωμάτων τοῖς ἐφεξῆς ἀπεκρύπτοντο. Πολλοὶ δὲ αὐτῶν πρὸς τῇ δι' ἔργων φιλοσοφίᾳ, καὶ τῆς ἐν λόγῳ ἀντείχοντο, παιδείας τε ὅσον ἐχρῆν ἐπιμελούμενοι, καὶ λόγων ἐργάται γινόμενοι, οἳ καὶ πονήματα ἐξασκήσαντες ἴδια, μνήμην πολλοῦ ἀξίαν τῷ βίῳ καταλελοίπασιν. Ἄλλοι δὲ τούτων φιλοπόνως ταῖς θείαις Γραφαῖς ὁμιλήσαντες, καὶ τὸν ἐν αὐταῖς νοῦν ἀκριβέστερον διερευνησάμενοι, γνώσιν θειοτέραν ἐπλούτησαν, περαιτέρω διαβάντες, καὶ τῶν ὀλίγοις ἐφικτῶν ψαύσαντες. Ἕτεροι δ᾽ αὖ πάνλιν ᾄσμασι τῶν ἐν ἐκκλησίᾳ καὶ μελῳδήμασι καὶ τοῖς ἄλλοις δὴ τῶν ἐν ταύτῃ ψαλμολογήμασι, καθόσον ἐξῆν, ἑαυτοὺς ἐπιδιδόντες (ὅτι δὴ κἀκ τούτων πολλὴν ἴσμεν τὴν ὠφέλειαν, εἶχε ῥυθμῷ καὶ τάξει καὶ φωνῇ εὐσήμῳ καὶ μελῳδῷ ἡ πᾶσα σχεδὸν τῆς Ἐκκλησίας ἐνορᾶται κατάστασις), οὐ μόνον ἑαυτοῖς χρησίμως τὴν καλὴν ταύτην φιλοπονίαν διέθεσαν, ἀλλὰ καὶ πᾶσιν ἄλλοις τῆς ἀπ' αὐτῶν ὠφελείας μετέδοσαν. Οὐ μὴν δὲ, ἀλλὰ καὶ πᾶσιν ἄλλοις ταῖς διὰ χειρῶν τέχναις οἱ καλοὶ οὗτοι σπουδάρχαι μετήςσαν· πολλοῦ ἀξίαν καὶ τὴν πασῶν εὐτελεστέραν τιθέμενοι· ἵν᾿ ἐντεῦθεν καὶ τὸ τεταπεινῶσθαι μειζόνως ἔχοιεν, τῆς ψυχῆς πως τυπουμένης πρὸς τὰ πραττόμενα, καὶ ἑαυτοῖς τὰ πρὸς χρείαν πορίζοιντο, καὶ μηδὲ συχνὰς τὰς προόδους ποιοῖντο, καὶ μηδὲ ὃ σύνηθες τοῖς πολλοῖς πράττειν διὰ τὴν τῶν ἐνδεόντων ἀνάληψιν, μεγάλης ἐκ τοῦδε τυγχανούσης τῆς βλάβης, καὶ τὸν νοῦν ἀστατεῖν οἱ ποιούσης, ὡς τὰ πολλὰ τῆς ἔξω βαδίσεως. Διὰ τοῦτο πᾶσα χρειώδης τέχνη τούτοις ἔνδον διήσκητο, οἰκοδομική, χαλκευτική, ὑφαντική τε αὖ καὶ σκυτοτομικὴ, καὶ ὅση διὰ σειρᾶς ἔχει τὴν ἐργασίαν· καὶ ὅση τῆς βαναύσου ἐστίν· ἑκάστου αὐτῶν τὰς μὲν χεῖρας τοῖς ἔργοις κινοῦντος, τὸ στόμα δὲ τοῖς ὕμνοις διδόντος, καὶ τὰ τοῦ Δαυὶδ ὑποψάλλοντος λόγια· ὥστε καὶ τοὺς μόνον ἐπ᾿ αὐτοὺς ἐνορῶντας, πολλὴν τρυγᾶν τὴν ὠφέλειαν, τό τε σεμνὸν καὶ κόσμιον, καὶ τὸ ἐν ἔθει στάσιμον, καὶ ἀκριβῶς εὐπολίτευτον, κἀν τοῖς ἔργοις χείροις ἐπιχαρίτως τοὺς θαυμασίους διασώζοντας. Ἀλλὰ τούτων σὺν τῇ ἀρετῇ καὶ ἡ φήμη ἐπὶ μέγα ἀρθεῖσα, τὴν σύμπασαν σχεδόν, ὡς καὶ ἀρχόμενοι τοῦ λόγου εἰρήκαμεν, περιέλαβε. Μάλλον δὲ ὅτι καὶ τούτων αὐτῶν ἔνιοι ἐν τόποις φοιτήσαντες πλείοσιν,
col. 169–170page 28 of 60
PG 99:169εἴτε χρείας οὕτω δεησάσης, εἴθ᾽ ὑπὸ τοῦ διωγμοῦ πολλαχοῦ διασπαρθέντες, ἔνθα ἂν αὐτοὺς ἀφικέσθαι συνέβη, πολλούς τε πρὸς ἀρετὴν ἐποδήγησαν, καὶ ἴδια τοῖς συνειλεγμένοις καταγώγια κατεσκεύασαν· οἷς καὶ τὴν ἐπωνυμίαν τοῦ Στουδίου ἐπέθεσαν, ταύτην μέχρι καὶ εἰς δεῦρο τὴν κλῆσιν φέρουσι· καὶ κληθήσεταί γε οὕτω διαπαντός, οἷα τοῦ ὀνόματος τρυφὴ γλώσσης τυγχάνοντος, καὶ πάντας πρὸς ἑαυτὸ ἕλκοντος. Ἀλλὰ γὰρ σκυθρωπά μοι τὰ τοῦ λόγου πάλιν, καὶ δεινά, οἴμοι! καὶ πέρα δεινῶν τὰ νῦν ῥηθήσεσθαι μέλλοντα· ὥστε με καὶ λιπεῖν ταῦτα βούλεσθαι μᾶλλον, ἢ διήγησιν οὕτω βαρείαν δοῦναι τῷ λόγῳ, καὶ μηδὲ φορητὴν ἀκοαῖς. Ἀλλ᾽ ἐπειδὴ τὸ μηδὲν τούτων εἰπεῖν, τῷ μηδενὸς ἤδη τῶν καιρωτέρων ἥφθαι τὸν λόγον ἐστίν· ἀλλ᾽ ἐντεῦθεν καὶ μᾶλλον μνήμην τε τούτων ποιήσεσθαι μέλλοντα. Καὶ δὴ καὶ τοὺς μεγίστους τῶν ἄθλων διεξελθεῖν τοῦ πατρὸς, ἀναγκαία μοι, εἰ καὶ σκυθρωπὴ οὗτα, ἡ διήγησις· ὡς ἂν μὴ ἐλλείπων ἡμῖν ἐν τοῖς μεγίστοις ὁ λόγος φαίνοιτο. Τοῦ τοίνυν θεσπεσίου πατρὸς ἐν τῷ μοναστηρίῳ, ὡς ἔφαμεν, τοῖς μαθηταῖς συνδιάγοντος, καὶ αὐτοῦ τε κἀκείνων εὐθυμίας ἀπολαύοντων τῆς κρείττονος, καὶ ἡδονῆς οὐδ᾽ ὅτης καὶ ἐσθῆναι, τὰς ψυχὰς πληρουμένων, ἐξαίφνης ἐφίσταται καταιγὶς πονηρὰ καὶ ὀλέθριος, αὐτοῖς τε τὴν εὐθυμίαν ἀνακόπτουσα, καὶ πᾶσαν ταράττουσα τὴν περὶ τὸ θεῖον εὐσέβειαν. Λέων γὰρ ὁ δυσσεβὴς Ἀρμένιος, στρατηγὸς πρὸς τοῦ αὐτοκράτορος Μιχαὴλ τῆς Ἕω προχειρισθείς, καὶ τὴν Θρᾳκῶν παροδεύειν ἐπιτραπείς, διὰ τὸν τηνικαῦτα συρραγέντα πόλεμον τοῖς Βαρβάροις, μεῖζον ἑαυτοῦ ὁ ἀλαζὼν ἐπαρθείς, καὶ ἀπόνοιαν ὠδινήσας ἐσχάτην, ὑποποιησάμενός τε δόλῳ καὶ τὸν ὑπὸ χεῖρα στρατὸν, καὶ ἄλλους οὓς εὗρε τῶν κουφοτέρων, τοὺς μὲν δώροις, τοὺς δ᾽ ὑποσχέσεσιν ὑπελθών, βασιλέα ἑαυτὸν ἀναδείκνυσι, καὶ τὸ τῆς ἀρχῆς κράτος ὁ τοῦ Θεοῦ, φεῦ! καὶ τῆς εἰρήνης πολέμιος πρὸς ἑαυτὸν μετατίθησιν· ὃς καὶ παραχρῆμα πλησίον τῶν βασιλείων γενόμενος, ἐπεὶ οὐδένα εἶχε τὸν ἀντιπράττοντα, ἅτε τοῦ εὐσεβοῦς Μιχαήλ, μὴ μόνον τὴν βασιλείαν ῥᾷστα ἀποθεμένου, ὡς ἂν μηδένα ἴδῃ αἵματι ὁμοφύλων τὴν δεξιὰν μολύνοντα, ἀλλὰ καὶ τῆς πορφυρίδος τὸν τρίχινον ἀλλαξαμένου χιτῶνα, καὶ βίον τὸν μοναδικὸν ἀμειψαμένου, ἐγκρατὴς τῶν ὅλων, ὦ Θεοῦ κριμάτων! ὁ ἀναιδὴς γίνεται. Παραλαβὼν τὴν ἀρχὴν οὐ πᾶσαν εὐθὺς ἀπογυμνοῦν ἔγνω τὴν θηριωδίαν· ἀλλὰ καταλλάξας πρότερον αὐτῷ τι καὶ ἀλλήλοις τοὺς στασιάζοντας, ἐπεὶ καὶ πολλοὺς ἑώρα τούτῳ διὰ τὴν ἐπίθεσιν δυσμεναίνοντας, οἷα εὔνους τῷ προτοῦ βασιλεῖ, καὶ τοὺς ἐν τέλει καὶ τοὺς ἐν ἀξιώματι πανούργως οὕτω καὶ ὑπούλως ὑπαγαγών, καὶ πάντας πρὸς ἑαυτόν, ὡς ἐδόκει, ἐπισπασάμενος, τότε καὶ τὴν ἔνδον κακοήθειαν ἐξενεγκεῖν ἔρμαιον ἔδοξε, τὴν ὅλην δ᾽ ἀσεβὴς ἀνακαλύψας ἀσέβειαν· καὶ Λέοντι ἴσα ὁμωνύμῳ τὴν ἐναγῆ ταύτην φωνὴν ἐξευξάμενος ὁ ἐναγής· Οὐ δέον ἐστίν, ὦ πιστὸν ἐμοὶ θεράπευμα,
col. 171–172page 29 of 60
PG 99:171τιμᾶν ἢ σέβειν ἢ συνόλως προσίεσθαι, ἢ παραδέχεσθαι τὰ ἐν εἰκόσι τυπώματα, ἀλλὰ καθαιρεῖν καὶ εἰς γῆν ῥίπτειν εἰδώλων ἄντικρυς ὄντα ἀφομοιώματα. Καὶ ταῦτ' ἐξήει γλώσσῃ παραφόρῳ ὁ ἀναιδής, σπεύδων μὴ εἰς τοὺς οἰκείους μόνον, ἀλλὰ καὶ εἰς πάντας, εἰ δυνατόν, δοθῆναι τὴν ἀσέβειαν. Ἀμέλει καὶ οὓς ἑώρα συμφωνοῦντας τὰ αὐτῷ καὶ ὅλης ἠρτημένους τῆς γνώμης· οὓς ἀτεχνῶς σκεύη ὀργῆς καὶ πρὸς κακίαν ἐντελεῖς λέγοιεν ἄν τις, ὡς καὶ Παύλῳ δοκεῖ, τούτους συνωμότας καὶ τῶν κακῶν λαβεῖν ἐπίστορας ἐβουλεύσατο. ὢν τῆς συμμορίας, Ἰωάννης ἐξῆρχεν ἐκεῖνος, Λεκανομάντις οὕτω παρὰ τῶν οἰκείων τεθεὶς φυλετῶν· τῷ μαντείαις, ὡς ἐγᾦμαι, καὶ ὅλως αἰσχίστοις προστετηκέναι· ὃς καὶ γλῶσσαν κατησκημένην τῷ ψεύδει, πολὺς ἦν καὶ περὶ τοῖς σοφίσμασιν, ἐντριβὴς τῇ θύραθεν γεγονώς, ὀξὺ βλέπων περὶ τὰ μάταια· δι' ἃ καὶ τιμῆς ἠξίωτο πάσης, χρωμένου ὅσα γλώσσῃ τοῦ τυράννου, καὶ τῶν πρακτέων συλλήπτορα ἔχοντος. Ἐφ' ᾧ καὶ δόξας κατὰ νοῦν αὐτῷ ἐκβεβηκέναι τὰ πράγματα, δεῖν ᾠήθη καὶ τῷ τῆς Ἐκκλησίας προσβαλεῖν ἀρχιποίμενι· οὐ τραχέως καὶ αὐθαδῶς, ὑφειμένως δὲ μᾶλλον, καὶ τὰ πρῶτα τοῦτον κολακευτικῶς ὑπελθών. Ὃ καὶ μόνος μόνῳ διομιλήσας τούτῳ πᾶσαν πεῖραν ἀνελευθέρως κινήσας, ὡς οὐχ ἁλώσιμον, ἀλλὰ καὶ τῆς ὀρθῆς πίστεως κήρυκα ἀληθέστατον, οὐ μὴν δὲ, ἀλλὰ καὶ αὐτὸν ὡς τοῦ θείου ἐχθρὸν ὀνειδισμοῖς οὔτι μετρίοις βάλλοντα, τὸ ὑπόγειον αὐτοῦ κακίζοντα τόλμημα, τότε τοῦ θείου διίσταται ἀνδρός, μετὰ μείζονος αὖθις παρασκευῆς, αὐτῷ τε καὶ πᾶσιν ὁμοῦ τοῖς ἀντιτεταγμένοις μέλλων προσενεχθήσεσθαι. Ὃς γε καὶ ἐν μιᾷ προκαθίσας μετὰ πολλοῦ τοῦ φρυάγματος, ἔχων κύκλῳ καὶ τοὺς τῆς ἀσεβείας ὑπασπιστάς, καὶ τὴν κακίαν ὁμόφρονας, συνάγονται πάντες αὐτῷ ἱερεῖς τε ἅμα καὶ μονάζοντες, καὶ αὐτὸς οὗτος ὁ θειότατος πατριάρχης, καὶ ὁ μέγας Θεόδωρος. ὃν καὶ παρόντων ἐκωμώδει στόματι ἀθύρῳ ὁ παραπλήξ, καὶ ἐχλεύαζε τὴν τῶν ἁγίων εἰκόνων προσκύνησιν· ἀνοήτους καὶ τὴν γνώμην διεστραμμένους τοὺς ταύτας ἐστηλωκότας ἀποκαλῶν, καὶ μὴ εἰδότας ὃ πράττοιεν. Ὁ γὰρ νόμος, ἄνωθεν ὃν Μωσῆς ὁ πάνω γραφέντα Θεοῦ δακτύλῳ ἐδέξατο, σαφῶς οὕτωσὶ καὶ διαρρήδην ἀπαγορεύει μήτε χειροποίητόν τι λατρεύειν, μήτε εἰκόνα ἱδρύειν καὶ ταύτης ἔχειν ὁμοίωμα· ὑπὸ κατάραν τιθεὶς τοὺς τοιοῦτόν τι πράττειν ἐπιχειροῦντας· εἰδωλικῆς κατασκευᾶς ὢν καὶ τῆς ἐκείνων σκαιότητος εὕρεμα τὸ πλάττειν εἰκόνας, καὶ τὸ θεῖον ὄνομα ταύταις ἐπιφημίζειν· ὃ πρὸς τῷ ἀπρεπεῖ, καὶ ἐναντιώτατον, περίγεγραφθαι τὸν ἀπερίγραπτον οἴεσθαι, καὶ
col. 173–174page 30 of 60
PG 99:173χωρεῖν τὸν μηδαμοῦ χωρητὸν περικλείειν. Ὁ γὰρ καὶ τοὺς πρὸ ἡμῶν βασιλέας οὐ καλῶς διασκεψαμένους, Λέοντα, φημὶ, καὶ Κωνσταντῖνον, καὶ τὸν τούτοις ἀπόγονον, τάς τε εἰκόνας αἱρήσειν, καὶ τὴν τούτων διώσασθαι προσκύνησιν. Ταῦτα μὲν ὁ ἀσεβὴς, καὶ τὰ ἔτι τούτων ἀτοπώτερα ἐληρώδει καὶ ἐξέπτυε, καὶ ὡς τι ἄξιον λέγων, τῷ αἰσχίστῳ τῶν ῥημάτων ἀπεσεμνύνετο· τοῖς ὀλεθρίοις ἐκείνοις οἷς συνεχρῆτο τὰ πάντα προσηρτημένος, καὶ πρό γε ἐκείνων, τῷ ἐκείνων ὑφηγητῇ καὶ προστάτῃ, οὗ καὶ μᾶλλον τοῖς λόγοις, ὡς ὁ λόγος εἰρήκει, προϋπέποτο. Ἀλλ' ἡ θεία τῶν Πατέρων ὁμήγυρις, οὐδὲν πρὸς τὰ παρόντα παθοῦσα, οὐδὲ τὴν τοῦ τυράννου πολυχειρίαν εἶναί τε ὅλως θεμένη, τήν τε ἐν λόγοις αὐτοῦ διήλεγχε ματαιότητα, καὶ τὸ τῆς διδασκαλίας ἄτονον, πολλαῖς ταῖς ἀπὸ τῶν θείων Γραφῶν μαρτυρίαις διέβαλεν· ἀνατροπὴν τοῦ ὀρθοῦ δόγματος, καὶ τῆς πρὸς ἡμᾶς τοῦ Δεσπότου ἐπιδημίας ἄρνησιν, τὴν ὀλεσήνορα ταύτην καὶ ὀλέθριον καλοῦσα διδασκαλίαν· ὥστε μυρίαν ἔχουσαν, καὶ τὴν ἀτοπίαν καὶ τὴν χαλεπότητα. Εἰ γὰρ τῶν ἁγίων, ἔλεγον, εἰκόνων τὸ κράτος ἐξομωσόμεθα, κενὴ ἄρα ἡ πίστις ἡμῶν, κενὸν τὸ κήρυγμα. Μάτην δὲ ἡμῖν καὶ τὰ θεῖα οἱ πάλαι Πατέρες παρέδεσαν· οἰχήσεται ἡμῖν καὶ πᾶσα πρᾶξις καὶ ἀρετὴ, καὶ τοῦ θείου ἐπίγνωσις, καὶ πάντα ὁμοῦ. Εἴπερ ἡ τῆς Δεσποτικῆς εἰκόνος ἀθέτησις, οὐ μόνον τῶν τοῦ Θεοῦ ἐντολῶν ποιεῖ ἀθέτησιν, ἀλλὰ καὶ πρό γε εἰκόνων, αὐτοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ· ὃς κοινωνία σαρκὸς ἡμῖν ὁμιλήσας, ἄνθρωπός τε γέγονε καθ' ἡμᾶς, καὶ τῆς αὐτοῦ θείας μορφῆς ἐγνώρισε τὸν χαρακτήρα ἡμῖν, οὗ ἔξαρνος σὺ οὐκ οἶδα ἀνθ' ὅτου γεγονώς, οὐ μόνον σαυτῷ ἐβουλεύσω τὰ κάτω, ἀλλὰ καὶ πολλῶν ἁπλουστέρων ψυχὰς, εἰς τὸ ὅμοιον ὑπηγάγου ὄλισθον, ἵν' ᾖ σοι καὶ μᾶλλον τὰς κακίας περιφανέστερα. Ἡμῖν δὲ καὶ τὸ μόνον παρεύρεσθαι συνεδρίᾳ τοιούτων οὖσι ἐν τούτῳ συνιέναι, πολλοῦ τε καὶ δὴ πρὸς κακοῦ ἂν θήσοιμεν· Δαυῒδ γοῦν ὁ θεῖος νῦν ἡμῖν συμφθεγγέτω· μὴ δεῖν συνεδρίᾳ λόγων καθίζεσθαι ματαιότητος, μηδ' εἰσέρχεσθαι μετὰ παρανομούντων· μηδ' αὖ ἐκκλησίᾳ πονηρευομένων φοιτᾶν ἢ συναγείρεσθαι. Καὶ οὕτω μὲν οἱ Πατέρες, καὶ μετὰ τοιούτων λόγων, κοινῇ ἅμα καὶ ἐπαλλήλους, τὸ τοῦ ἀποστάτου δόγμα ἐκ πρώτης προβολῆς αντιπρόσωπον, πολλῆς ὃν καὶ ἀπάτης καὶ φαυλότητος, αὐτόθεν παραστησάμενοι. Ἀλλ' ὁ Πατὴρ ἡμῶν Θεόδωρος οὐδ' ἐν ἑαυτῷ μένειν ἔχων, εἰ μὴ καὶ μείζω καὶ διασημοτέραν τὴν παῤῥησίαν ἐνδείξοιτο· καὶ πᾶσαν ἐπίνοιαν καὶ πάντα λογισμὸν, φανεράν τε καὶ λανθάνουσαν, τοῦ ἀλαζόνος εἰς τὸ παντελὲς καταβάλοι. Ἐπεὶ καὶ πρῶτα τῶν συνειλεγμένων διὰ μέγεθος λόγου τε καὶ ἀρετῆς ἔφερε, ταῦτα διανοίᾳ στεῤῥοτάτῃ, καὶ λόγων ἐπήει θαρραλεότητι. Ὦ βασιλεῦ, τὴν Ἐκκλησίαν τοῦ Θεοῦ εἰρηνεύου·
col. 175–176page 31 of 60
PG 99:175ταν, πόθεν σοι ταράξαι νῦν ἐπῄει καὶ διαθεῖναι κακῶς; οὐδὲ τὰ συμβάντα τοῖς πρὸ σοῦ διώκταις ὧν καὶ πρὸς ὄνομα ἤδη ἐμνήσθης, ἐπὶ νοῦν ἦλθε, καὶ τὴν ὁρμὴν διεκώλυσεν; Οἷς τὰ ὅμοιά σοι δράσασι, καὶ τὰς ἱερὰς εἰκόνας ὑβρίσασιν, οὐδ᾽ ἔστιν εἰπεῖν ὅσην οὗτοι καὶ τὴν τιμωρίαν ἔτισαν, πρὸς τὸ λιπεῖν τὴν κακίαν ἀνάγραπτον μεθ᾽ ἧς βεβιώκασιν. Οὐδ᾽ ἡ μακρὰ καὶ τοῖς μακροῖς χρόνοις ἐπίδηλος τῶν θείων εἰκόνων τιμή, τῶν τε θεοφόρων Πατέρων εἰς ἓν περὶ τούτου ὁμολογία καὶ σύμπνοια πείθει σε, ὦ καινῶν δογμάτων ὑπασπιστά, τῶν φαύλων τούτων ἀπέχεσθαι καὶ λοιμωδῶν, καὶ τὰ βελτίω ἑλέσθαι, καὶ γνωσιμαχῆσαι, καὶ κατιδεῖν τὴν ἀλήθειαν; Οὐκ ἤκουσας τοῦ μακαρίου Παύλου τί γράφων Τιμοθέῳ λέγει; Οἴμαι γάρ σε καὶ τούτοις ὡμιληκέναι ποτέ, εἰ καὶ νῦν τῆς διανοίας ἐξέβαλες· Εἴ τις ἑτεροδιδασκαλεῖ καὶ οὐ προσέρχεται ὑγιαίνουσι λόγοις, καὶ τῇ κατ᾽ εὐσέβειαν διδασκαλίᾳ, τετύφωται ὁ τοιοῦτος λόγοις διακένοις ἀπατημένος, καὶ λογομαχίαις σχολάζων ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Καὶ πάλιν οὗτος· Παράγγελλε αὐτοὺς μὴ ἑτεροδιδασκαλεῖν· μηδὲ προσέχειν μύθοις ἀπεράντοις καὶ ματαίαις ζητήσεσιν, ἃ καὶ αὐτοὺς τῆς εὐθείας ἀφιστᾷ, καὶ οἰκονομίαν Θεοῦ τὴν ἐν πίστει ἀθετεῖ. Ὃ δὴ πέπονθας καὶ αὐτός, λόγοις φθόροις τὴν διάνοιαν ὑποθείς, καὶ εἴδωλα, οἴμοι, τὰς ἱερὰς εἰκόνας καλέσαι ἐξενεχθείς, ὡς ἐπί τινα ἀκρόπολιν, ἐπὶ τὸν παλαιὸν καταφεύγων νόμον, κἀκεῖθεν ἐπισυνάγων αὐτῷ τὸ μηδὲν κτιστόν, τὸ μηδὲν χειροποίητον, τὸ μὴ ἄλλο τι δεῖν τῶν ἐντυπουμένων ἢ περιέπειν, ἢ συνόλως τιμᾶν. Καὶ ἐχρῆν πρῶτα μέν σε λογίσασθαι, βασιλεῦ, ὅτι τῆς χάριτος ἐλθούσης, ὁ νόμος κατήργηται· ὃν νῦν φυλάττειν εἴηθες κομιδῇ· ἐπεὶ οὕτω γε, ναὶ περιτεμούμεθα καὶ σαββατίσομεν· καὶ τἄλλα τὰ ἐν τῷ γράμματι πράξομεν, ἵνα μὴ δύξωμεν ἐξ ἡμισείας τὸν νόμον τηρεῖν· ἔπειτα κἀκεῖνα συνιδεῖν ὅτι ὁ νόμος ἀνθρώποις διωμίλει, ἐναγχὸς ἀπ᾽ Αἰγύπτου ἐξιοῦσι, καὶ ζηλοῦν τὰ τῶν Αἰγυπτίων σπουδὴν ἔχουσιν. Αἰγύπτιοι δὲ πάντων τῶν εὑραμένων εἴδωλα κακοδαιμονέστεροι, μέχρι καὶ τῶν τοῖς ἄλλοις αἰσχίστων, τὸ σέβας ἐκτείναντες. Ὅθεν καὶ τοῖς ἐν ἐκείνοις ἀνατραφεῖσιν ὁ Προφήτης νομοθετῶν, παντὸς εἴδους ὁμοίωμα ἀπηγόρευσεν· οἷα πρὸς ἐξαπάτην εὐκόλοις, καὶ κεχηνόσι περὶ τὰ χειροποίητα. Ὅπου γε οὐδὲ πανταχοῦ τοῦτο τηρήσας φαίνεται· τὰ ἐν τῇ σκηνῇ Χερουβίμ κατασκευάσας, καὶ ἐν τῷ ἱλαστηρίῳ ἀπαιωρήσας. Αὐτοῖς τότε πολλῆς ἦν καὶ τιμῆς καὶ ἐκπλήξεως. Ἀλλ᾽ ἡμῖν ἡ χάρις ἐπιφοιτήσασα ἐκείνων τε πάν-
col. 177–178page 32 of 60
PG 99:177ἐπήγαγε, καὶ πρὸς τὰ κρείττω καὶ πολλῷ σεμνότερα ἤγαγε. Τί γὰρ μεῖζον καὶ περιφανέστερον, τοῦ σαρκὶ ἐμφανισθῆναι ἡμῖν τὸν προαιώνιον Θεὸν καὶ ἀπερίληπτον, καὶ τῆς ἐνδόξου αὐτοῦ μορφῆς ὑποδεῖξαι ἅπασι τὴν ἐμφέρειαν; Μᾶλλον δέ, ἵνα τι παρὰ τούτου παραστήσω ἄνωθεν, ἐπειδὴ ὁ Πλάστης ἡμῶν καὶ Θεὸς, ἐπ᾽ ἀγαθοῖς κτίσας τὸν ἄνθρωπον, εἶδεν αὐτὸν τῇ κακίᾳ ὑποσυρέντα, καὶ τὸ τῆς εἰκόνος κάλλος ἀπολέσαντα, εὐδόκησεν αὐτὸς ἀῤῥήτῳ οἰκονομίᾳ τὴν ἡμετέραν σάρκα ἀναλαβεῖν· ἵνα καὶ τὸν πεσόντα ἀνακαλέσηται, καὶ τὸ ἀχρειωθὲν τῆς εἰκόνος κάλλος ἀναμορφώσηται. Ὅθεν καὶ τὸ καθ᾿ ἡμᾶς ὅλον ἑαυτῷ οὐσιώσας, ἀσύγχυτα τῶν ἑκατέρων φύσεων, τῆς τε θείας, φημί, καὶ τῆς ἀνθρωπίνης, διετήρησε τὰ ἰδιώματα, ὑπὲρ λόγον οὔσης τῆς τε συνελεύσεως τούτων, καὶ τῆς ἀνακράσεως. Ἐντεῦθεν καὶ τῆς ἁγίας αὐτοῦ σαρκὸς τὴν μορφὴν ἔδωκεν ἡμῖν τιμᾶν καὶ σέβειν, καὶ προσκυνεῖν, ὡς ἂν ἐν τῇ εἰκόνι καὶ τὸ παράδοξον τῆς οἰκονομίας αὐτοῖς ὅμμασι καθορῶμεν, καὶ ἀπὸ τῆς ἐν εἰκόνι περιγραφῆς τοῦ Χριστοῦ, ἐπὶ τὴν νοερὰν καὶ ἀσχημάτιστον μορφὴν τοῦ Θεοῦ τοὺς τῆς διανοίας τρέπομεν ὀφθαλμούς, πρὸς αὐτὸν νεύοντες ἀνενδότως, καὶ μηδενὶ τῶν κάτω περιπλανώμενοι. Ἵνα δέ τι ἡμῖν ἀριδήλως καὶ ὁ θεῖος πιστεύοιτο χαρακτήρ, αὐτὸς ὁ τοῦτον ὑποδὺς Σωτὴρ ἡμῶν, τὴν τοῦ οἰκείου προσώπου μορφὴν ἐτύπωσέ τε καὶ ἀπεικόνισεν ἐν χρῷ τοῦ ῥάκους ἁψάμενος· καὶ τῷ Αὐγάρῳ αἰτήσαντι (ἀνὴρ δὲ οὗτος πιστός, καὶ τῆς Ἐδέσσαν πρώτος) ἐκπέπομφεν. Ὃς καὶ τῇ θείᾳ ἐκτυπώσει ἐκείνῃ προσφύς, τήν τε ἄῤῥητον δύναμιν αὐτῆς διέγνω, καὶ λαμπρῶς τὴν χάριν πᾶσι διήγγειλε· χρονίας οὕτω καὶ ἀθεραπεύτου ἀπαλλαγεὶς ἀρρωστίας, ἥπερ κατείληπτο καὶ πρὸς τῷ σώματι, ὑγιᾶ καὶ τὴν ψυχὴν γεγονώς. Καὶ Λουκᾶς δὲ ὁ τὸ ἱερὸν ἐκτάξεις Εὐαγγέλιον, τὴν τοῦ Κυρίου ἱστορήσας εἰκόνα, ἔργον πολλοῦ ἄξιον τοῖς μετ᾿ αὐτὸν καὶ κατέλοιπε. Καὶ ἄλλοι πλεῖστοι τῶν καθεξῆς, πολλὰς τῶν ἁγίων εἰκόνων τυπώσαντες, ἀνάγραπτον πᾶσι τὴν περὶ ταῦτα τιμὴν διεσώσαντο. Καὶ οὐκ ἔστινοὗ τόπος, οὐ χώρα, οὐ τῶν πανταχοῦ τις οἰκία, ἔνθα μὴ εἰκόνες θεῖαι λαμπρῶς ἀνεστήλωνται· ἀλλὰ καὶ τὸ πράγμα τοῖς πᾶσιν αἰδέσιμον, τῷ τε χρόνῳ καὶ τῇ αὐθεντίᾳ λαβὸν τὸ ἐπίτιμον. Τὴν οὖν ἐκτυπωθεῖσαν τῶν εἰκόνων τιμὴν ἐπὶ χρόνοις ὀκτακοσίοις καὶ πλείοσι, καὶ ὑπὸ πάντων βεβαιωθεῖσαν, καὶ μετὰ τοῦ Χριστιανισμοῦ ἤδη συναυξηθεῖσαν (καὶ ἄμφω συνέδραμε, Χριστιανισμός τε καὶ εἰκονικὴ ἀνατύπωσις), σὺ ἐν ἀκαρεῖ οὕτω καὶ μόνῃ ὁρμῇ τοῦ θελήματος καθαιρέσειν διέγνως καὶ ἀτιμότατα τίμια ἐξορήσασθαι; Μηδ᾿ αὐτὸ φρίξας τὸ σωτήριον ὄνομα, ἀλλ᾿ εἴδωλα (ὢ τῆς τῶν λόγων σκαιότητος!) τὰς θείας καὶ ἱερὰς καλέσας εἰκόνας; Πόθεν ἢ παρὰ τίνος τοῦτο
col. 179–180page 33 of 60
PG 99:179μαθών· ἢ τίς ὁ παραδούς σοι τὴν κλήσιν μίαν τὴν αὐτήν, ἐπί τε εἰκόνος καὶ εἰδώλου λέγειν; τοῦτο γὰρ οὔτε τινὶ τῶν θείων Πατέρων ἔδοξέ ποτε, οὔτ᾽ ἄλλως συμβαίνει τοῖς πράγμασιν. Πῶς γάρ; τὸ πολὺ καὶ οὐδ᾽ ὅσον εἰπεῖν διαλλάττων, οὐ μόνον κατὰ τὴν ὀνοματικὴν κλήσιν, ἀλλὰ πολλῷ πλέον κατὰ τὴν τοῦ ἀρχετύπου ὕπαρξιν. Τὸν μὲν γὰρ εἴδωλον ἔστι τε καὶ ὀνομάζεται, δαίμονος ἢ τινος ἄλλου τῶν παρ᾽ Ἕλλησιν αἰσχρῶς θεοποιουμένων, παρεστικώς, τὴν ἐμφέρειαν, αἴσχιον αἰσχίστου, καὶ φαύλου φαυλότερον. Κατὰ γὰρ τὸ αἴτιον, καὶ τὸ αἰτιατὸν πάντως· καὶ οὗ τὸ πρωτότυπον βδελυκτόν, οὐδὲν ἧττον βδελυκτὸν καὶ τὸ παραγόμενον. Εἰκόνος δὲ καὶ τὸ ἀρχέτυπον, τίμιον· ἁγίου γάρ τινος, ἢ καὶ τοῦ τῶν ἁγίων Δεσπότου, τὸν χαρακτήρα διαζωγραφεῖ· καὶ τὸ ἐν πίνακι γραφόμενον ἀξιοθέατον. Ἐπεὶ τοῦτο μέν, ἀτεχνῶς ἀληθείας ἴνδαλμα· ἐκεῖνο δέ, ψεύδους καὶ ἀπάτης ὁμοίωμα. Οὕτω γὰρ καὶ τοῖς περὶ ταῦτα δεινοῖς ἡ τῶν ὀνομάτων ὑπαλλαγὴ ἔδοξε, ζεύξαντες τὸ εἴδωλον ἀνειποῦσι μίμημα· τὴν δ᾽ αὖ εἰκόνα, ἀληθοῦς ἀφομοίωμα. Ἐπεὶ δ᾽ ὑμῖν, ὦ βασιλεῦ, ἡ μὲν τιμὴ τῆς εἰκόνος ἐκτρέπεται, ὁ δὲ σταυρὸς σεβασμοῦ δοκεῖ ἄξιος, πρῶτον μὲν συνιδεῖν οὐκ ἔχω, οὕτω χάριν ἡλίκην ἑκατέρων τιμὴ ἐν ταὐτῷ συνελθοῦσα (ἅμα γὰρ εἰκὼν καὶ ἅμα σταυρός, εἴπερ ἡ τοῦ Δεσπότου ἐπιδημία δόξαν ἀμφοτέροις ἐπέθηκε)· νῦν γὰρ ἀπὸ τῶν δύο τὸ ἕτερον ἀποκρίνεται, καὶ τὸ μὲν τὴν κρείσσω μοῖραν ἀπείληφε, τὸ δ᾽ ἐκβέβληται καὶ ἠθέτηται. Ἔπειτα προσερήσομαί σε, ὦ τοῦ παλαιοῦ Γράμματος ὑφηγητά, πῶς ὁ μὲν νόμος κατάρας ἄξιον ἀποκαλεῖ τὸν σταυρόν (Ἐπικατάρατος γάρ, φησίν, ὁ κρεμάμενος ἀναρτηθείς), σὲ δ᾽ ἡ περὶ τούτου τιμὴ οὐκ ἀτιμάζειν τὸν νόμον ποιεῖ; Μᾶλλον δὲ δυσὶ τοῖς ἐναντιωτάτοις ὑπόδικον καθιστᾷ· τοῦ τε μὴ συμβαίνειν δι᾽ ὅλου τῷ νόμῳ, οὗ σὺ φύλαξ ἀπαράβατος εἶναι, τοῦτο ἡμῖν ἐξ ἡμισείας συμβαίνειν· οὓς διὰ τοῦτο ἐβουλεύσω παντάπασι δέον, ἐπείπερ ἀσεβεῖν ἔγνως, μήτε σταυρόν, μήτε εἰκόνα ὁμολογεῖν· ἵνα ἐξείη σοι ἀκόλουθα πράττειν σαυτῷ, καὶ τοῦ φυλακτηρίου νόμου συμβατικά. Ἀλλ᾽ ἀσυλλόγιστον πρᾶγμα ἡ μοχθηρία, αὐτὴ ἑαυτῇ περιπίπτουσα, καὶ πόρρω παντὸς ποιοῦσα καλοῦ τοὺς ταύτῃ ἁλισκομένους· ᾗ καὶ αὐτὸς καθάπαξ ἁλούς, οὐδὲν τῶν δεόντων ὄψει· μόνοις τοῖς τὰ σὰ θεραπεύουσιν ὑπαχθεὶς κόλαξι, καὶ τὰ πρὸς χάριν ὁμιλοῦσι, καὶ τὸ ἡδὺ μόνον καὶ τὸ πρὸς ἡμέραν διώκουσιν. Ἐμοὶ δὲ καὶ θαυμάζειν ἔπεισι, πῶς ἐπὶ κρίσιν ἡμᾶς κεκλήκατε, οὕτω καὶ γνώμης καὶ διαθέσεως ἔχοντες. Τίς δ᾽ ὁ μέλλων ἀμφοτέροις δικάσειν; τίς ὁ τὴν νικῶσαν ἐποίσειν; πάντων ὑμῖν προπεπτωκότων, καὶ τῇ ἐξουσίᾳ ἐκδεδιῃτημένων, διὰ κολάσεων. Ἀπειλαὶ γὰρ καὶ βάσανοι τοῖς ὑμῖν μὴ συμπράττουσιν ἕπονται. Καλῶς γάρ τις τῶν πρὸ ἡμῶν πρῶτον ἀγαθὸν τὸ παντάπασιν ὑμῶν ἀποστασθαι ἔφησε· θηρία τοὺς αἱρετικοὺς καλέσας·
col. 181–182page 34 of 60
PG 99:181ὁμόφρονα, καὶ τοὺς τε λόγους αὐτῶν καὶ τὰ ἐπιτηδεύματα, φθαρτικὰ ἀνειπὼν καὶ ὀλέθρια· οὓς καὶ φεύγειν δέον ὅτι μάλιστα, καὶ εἰ δυνατόν, μηδὲ ὁμιλεῖν· τοῖς τούτοις οὖν καὶ τὸ ὁπωσοῦν ὁμιλεῖν οὐ περιττὸν μόνον, ἀλλὰ καὶ ἀτεχνῶς ἐπιζήμιον. Ταῦτα ὡς ἤκουσεν ὁ βασιλεὺς, παρὰ τοῦ ὁσίου λεγόμενα, καὶ τὴν ἐν αὐτῷ κατενόησε δύναμιν, ὀργῆς καὶ ἀγωνίας ἐν ταὐτῷ πληροῦται, τὴν μὲν ἐπαρείαν κατεναικείων τοῖς ῥήμασι, καὶ οἷς παρ' ἐκείνου ἐβάλλετο, ταύτην. Τὸν δ' ἀγῶνα τῇ τῶν λόγων μερίζων δυνάμει, ἀτελλήν τινα καὶ ἄμαχον ταύτην ὁρῶν. Ὅμως τῇ ὀργῇ ὁμοῦ μᾶλλον γενόμενος, ᾧ καὶ μᾶλλον κατείχετο, λόγοις τε ἀτερπέσι διελοιδορεῖτο, καὶ ῥήμασι δυσχερέσι κατ' αὐτοῦ ἐκέχρητο, ἐπὶ τὸ καταπληξικὸν μᾶλλον τὴν φωνὴν ἐξαλλάσσων· Οἶδα μέν, ὦ οὗτος, τοὔνομα προσειπών, ὡς ἀποτετολμημένος ἀεὶ καὶ λέγοντι καὶ φρονοῦντι πολύτροπος· καὶ νῦν τὸ καθ' ἡμῶν δύσερι καὶ φιλόνεικον· ἡμᾶς τι ἡμᾶς καὶ ἠλιθίους τὴν πρᾶξιν ἀποκαλῶν, καὶ πᾶν ὅ τι βλάσφημον ἡμᾶς ἐξυβρίζων· μέχρι γε καὶ τὸ μόνον ἡμῖν προσομιλεῖν περιττῆς ἴσης καὶ ἐπιζήμιον, ὡς οὐ πρὸς βασιλέα τοὺς λόγους, ἀλλά τινα τῶν πολλῶν τοὺς λόγους ποιούμενος. Ἀλλ', ὡς ἔοικε, μάρτυρα σεαυτὸν ἐπιφημίσειν ζητῶν, ἡμᾶς τε εἰς τὸν κατὰ σοῦ προκαλούμενος θάνατον, ταῦτα ὑπήχθης ἡμῶν κατειπεῖν. Ἀλλ' οὐ ῥᾳδίως ἀκόλως τὸ ἐφετόν σοι πληρώσωμεν, δόξαν τὴν ἐπικρίνοντί σοι οὐδὲ ὑπερορίᾳ ἢ ἄλλῃ τινί τιμωρίᾳ ἐκδοίημεν, ἕως ἂν καὶ αὖθις ὑμῶν τε ἀκούσωμεν, καὶ ἐπὶ σχολῆς τὰς ἑκατέρων πίστεις ἐξετάσωμεν, ἵν' ᾖ καὶ τὸ νικῶν δόγμα ἀναμφισβήτητον, καὶ ἐφ' ὑμῖν ἡ ἧττα ἀναπολόγητος. Ταῦτα δ' ἔλεγεν ἡ ἀσεβής, τῷ τῆς ἐξουσίας ὄγκῳ τεθαρρηκὼς, καὶ ἐξ ἑτοίμου ἔχων καὶ ἀθρόους καὶ καθ' ἕνα τιμωρήσειν· πρὸς δέ, καὶ ἵν' αὐτῷ πιθανὸν εἴη καὶ τὸ ἐγχείρημα, ὡς εἰς κρίσιν πρῶτον ἀχθέντων, καὶ οὕτω τὴν καταδικάζουσαν ἤδη λαβόντων. Ἀπὸ τοῦ συλλόγου τῶν Πατέρων μηδὲν ἄλλο πρὸς τὸν τύραννον ἀποκρίνασθαι πρὸς ἀλλήλους διακρίνουσι· ἐλυσιτελὲς γὰρ ἡμῖν, φασί, τοῖς ἤδη καταδεδικασμένοις καὶ εὐθὺς προσομιλεῖν· ἐκκεκωφημένοις πρὸς παραδοχὴν τοῦ βελτίονος, καὶ ἀνιάτοις καὶ πάντα ἔχουσιν. Ἄλλως τε, οὐδὲ πρέπον ἡμῖν ὑπὸ ἀνθρωπίνης ἡμέρας ἢ ὑπὸ κοσμικῶν λόγος ἀπαιτεῖσθαι τῆς πίστεως. Πάλιν ὁ μέγας Θεόδωρος τὸν λόγον ἀναλαβὼν, τῇ ὁμοίᾳ καὶ αὐτὸς παρρησίᾳ ἐχρῆτο, ταῦτα δεξιῶν· Οὐκ ἐχρῆν μέν, ὦ βασιλεῦ, ἀπαραδέκτως ἔχοντί σοι περὶ τῶν καλῶν, ξ λέγειν τι τοῦ λοιποῦ, ἢ ἀντιφθέγγεσθαι. Ἐπεὶ δ' αὐτὸς πρὸς πεύσεις καὶ ἀποκρίσεις καὶ νῦν ἡμᾶς προσκαλῇ, τοῦτό σοι πρὸ τῶν ἄλλων ἀποκρινόμεθα, ὅτι τὰ τῶν Ἐκκλησιῶν τοῖς ἱερεῦσιν ἐπιτέτραπται καὶ διδασκάλοις, βασιλεῖ δὲ ἡ τῶν ἔξω πραγμάτων ἀνεῖται διοίκησις. Τοῦτο γὰρ καὶ ὁ Ἀπό-
col. 183–184page 35 of 60
PG 99:183Ἀστολος νομοθετῶν φησιν· Ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους· καὶ οὐδαμοῦ βασιλέων μέμνηται. Οὗτοι γὰρ καὶ τὰ περὶ δογμάτων καὶ πίστεως νομοθετεῖν ἐποφείλουσι, σὲ δὲ ἕπεσθαι τούτοις, καὶ μηδαμοῦ τὴν τάξιν λαμβάνειν. Οὐκοῦν ἐκβάλλεις με σήμερον τῆς Ἐκκλησίας φησὶν ὁ βασιλεὺς πρὸς τὸν ὅσιον ἐξ ὀνόματος καὶ πάλιν καλέσας αὐτόν. Οὐκ ἐγώ, φησὶν ὁ ἅγιος· ἀλλ' ὁ ταύτης νυμφοστόλος καὶ θεῖος Ἀπόστολος, μᾶλλον δὲ καὶ τοῦτον προλαβών, αὐτὸς ἑαυτὸν οἷς εἰργάσω ἐξήγαγες. Εἰ δὲ βούλει ἐντὸς πάλιν γενέσθαι αὐτῆς, στῆθι μεθ' ἡμῶν τὴν ἀλήθειαν πρεσβευόντων, καὶ τὴν εἰκόνα Χριστοῦ προσκυνούντων· ἐπόμενος κατὰ πάντα τῷ ἁγιωτάτῳ πατριάρχῃ καὶ κοινῷ πάντων Πατρί· οὔ, ὡς ὁρᾷς, ὁ λόγος ἅμα καὶ ὁ τρόπος ἐπωφελὴς ὅλος καὶ χαριέστατος. Ἐντεῦθεν τοῖς ὅλοις ὁ τύραννος ἐξαπορηθείς, σὺν βοῇ πάντας καὶ ταραχῇ τῶν αὐτοῦ ἀπήλασεν ὁρᾶν, μὴ δεῖν αὐτῷ πλησιάσαι, ἢ ὅλως τι φθέγξασθαι, μετὰ πολλῆς τῆς κραυγῆς ἐπαπείλησάμενος· τοῦτό γε μόνον καλῶς ποιησάμενος, καὶ ἀξίως τῆς ἑαυτοῦ μεμισημένης ψυχῆς. Ἐξελθόντες οὖν οἱ μακάριοι πάντες συνάμα τῷ Πατριάρχῃ, τὸν μέγαν περιεκύκλουν Θεόδωρον· χείλεσιν ὁμοῦ καὶ ψυχαῖς ἀσπαζόμενοι κατασπαζόμενοι, καὶ τῆς τε παῤῥησίας καὶ τῆς τῶν λόγων ἀποσεμνύνοντες χάριτος, ἀνθ' οὗ τὸν τύραννον πολλῷ τῷ περιόντι κατήσχυνεν. Ἀμέλει καὶ εἰς τὰ ἴδια ἀπιόντων, πρόσταγμα ἑκάστῳ παρὰ τοῦ ἐπάρχου τῆς πόλεως ἀποστέλλεται, συνεστάλθαι ἑαυτοὺς παρεγγυῶν ἕκαστον, καὶ μηδὲν μηδαμῶς ἀλλήλοις συνομιλεῖν, μήτε παραβάλλειν ἐφ' ὁτῳοῦν, μήτε διδάσκειν, ἢ τοπαράπαν λαλεῖν περὶ τῆς πίστεως· οὕτω γὰρ, φησί, τῷ βασιλεῖ δεδογμένον ἐστίν. Ὡς δὲ καὶ πρὸς τὸν ὅσιον οἱ σταλέντες ἦλθον, δίκαιόν ἐστι, πρὸς αὐτούς φησιν, ὑμῶν ἢ τοῦ Θεοῦ ἀκούειν, αὐτοὶ ὑμεῖς λογισμῷ χρησάμενοι εἴπατε. Αἱροίμεθα γάρ, ἴστε, τὰς γλώσσας πρότερον ἀποτεθήσεσθαι, ἢ πίστει τῇ καθ' ἡμᾶς μὴ ὡς ἔγνωμεν ἀγορεῖν, καὶ τὴν κατὰ δύναμιν τῶν λόγων εἰσφέρειν βοήθειαν. Ποῦ γὰρ εὔλογον ὑμᾶς μὲν τὰ χείρω νικᾷν κρατύνειν, ἑαυτοὺς δὲ σιωπῇ καθῆσθαι ἐπὶ τοῖς πολλῷ κρείττοσιν; Οὔκουν οὐδ' ἀνεξόμεθα, οὐδὲ πρὸς ὥραν τὸ βραχὺ κεκρυμμένον τὸν λόγον κατέχειν, καὶ τοὺς πολλοὺς ζημιοῦν τὴν ἀπὸ τούτου εὐλογίαν. Ὅθεν καὶ ἀνυποστόλως πᾶσιν ὑπετίθει τὰ δέοντα· τοὺς μὲν καλῶν, τοῖς δὲ εἴκων, τοὺς δὲ γράμμασι θαῤῥύνων, καὶ τὸ τῆς ψυχῆς πεπτωκὸς ἀνιστῶν, καὶ λόγοις παρακαλῶν ὡς ἐνῆν. Τῷ μέντοι πατριάρχῃ καὶ συχνότερον προσεφοίτα, σύμβουλος αὐτῷ τυγχάνων ἐν πᾶσι καὶ τῶν πρακτέων ὑφηγητὴς ἀξιώτατος. Ὃν καὶ περιπαθῶς ὁρῶν ἔχοντα, καὶ τῆς καὶ ἑαυτῷ μένειν δοκοῦντα, λόγοις τε ἀνεκτᾶτο χρηστοῖς, καὶ τοῦ ἀγαθοῦ Θεοῦ τὴν χρηστότητα ἀνεμίμνησκεν. Οὐ γὰρ ἀνέξεται, φησίν, ὁ οἰκτίρμων
col. 185–186page 36 of 60
PG 99:185συμπαθέστατος, ὑπὲρ ὃ δυνάμεθα πειραθῆναι ἡμᾶς, οὐδὲ τὴν κληρονομίαν αὐτοῦ τοῖς ἐχθροῖς ἔκδοτον καταλείψει. Οὐδ' ἐπὶ πλέον οἱ καθ' ἡμῶν τεκταίνοντες παράνομα δράσουσιν· ἀλλὰ καὶ ταχινὴν καὶ ἐπίστομον τὴν καταστροφὴν λήψονται, εἰ καὶ νῦν ἀναισθήτως περὶ ἑαυτοὺς ἔχουσι. Μικροῦ τοῦ ἐν μέσῳ καὶ τοῦ θρόνου ὁ πατριάρχης ἐκβάλλεται παρὰ τῶν δυσσεβῶν· ἀπελαθεὶς ἐν ταυτῷ καὶ τῆς Βυζαντίδος, ἀνθ' οὗ προέστη τῆς ἀληθείας. Σὺν αὐτῷ δὲ καὶ ὅσον τῶν ἱερέων ὀρθόδοξον ὁμοφόρως καταδικάζεται· ἔγκλημα τοῦτο μόνον ἐπαγόμενον, τὴν εὐσέβειαν. Ἦν οὖν τότε τοὺς παρανόμους ἰδεῖν ἔργα πράττοντας, ἃ μόνης ἦν τις ἐκείνης διανοίας καὶ ἀνόμου ψυχῆς. Τὰς γὰρ ἱερὰς, οἵμοι! καὶ ἁγίας εἰκόνας χερσὶ κατέχοντες μιαραῖς, (ὢ πῶς ἐνέγκω σου, Χριστέ μου, τὴν τότε μακροθυμίαν;), ἐπ' ἐδάφους ἀναίδην ἐῤῥίπτουν, τὰς δὲ αὐτὰς καὶ πυρὶ παρεδίδουν, καὶ ἄλλας τιτάνῳ ἐπέχριον, καὶ πάντα ἔδρων ὅσά ἂν οἱ τοιοῦτοι δράσειαν. Ὁ τοίνυν Πατὴρ ἡμῶν Θεόδωρος στένων πικρῶς καὶ τὴν ψυχὴν ἐπὶ τοῖς γινομένοις ἀπολεγόμενος διαρραγῆναι οἱ τὴν γῆν ηὔχετο, ἵνα μηδ' ὠσὶν ἔχῃ ταῦτα ἀκούειν ἢ ἐνωτίζεσθαι. Ὅμως ἵνα μὴ δόξῃ ψυχῇ μόνον τὸ πάθος θρηνεῖν, μηδὲν δὲ τοῦ κακοῦ ἄλεξημα ἐφευρεῖν, ἐκεῖνο ποιεῖ, ὃ καὶ τοὺς ἐχθροὺς ἐπλύπεῖν εἶχε, καὶ τοὺς οἰκείους μειζόνως κροτεῖν. Παρακελεύεται γὰρ πᾶσι τοῖς ὑπ' αὐτὸν μοναχοῖς, εἰκόνας λαβεῖν ἐν χερσὶ, καὶ ταύτας βαστάζειν ὑψοῦ· καὶ τὸν ὅλον διοδεῦσαι περίπολον τῆς μονῆς, Τὴν ἀχρὰντον εἰκόνα σου προσκυνοῦμεν, ἀγαθέ, καὶ τὰ ἑξῆς τοῦ ὕμνου ὑποψάλλοντας, καὶ ὕμνους ἄλλους ἐπινικίους τῷ νικητῇ Χριστῷ ᾄδοντας. Ἦν γὰρ τηνικαῦτα καὶ ἡ λαμπρὰ ἑορτὴ τῶν Βαΐων, ἣν πρὸ τοῦ πάθους καὶ τῆς ἀναστάσεως τοῦ Δεσπότου σύμπαντες εἰώθαμεν ἑορτάζομεν. Ἐφ' ᾧ καὶ ὁ τύραννος χαλεπήνας (οὐ γὰρ ἠγνόησε τῶν πραχθέντων οὐδὲν, διαδραμόντος ἤδη τοῦ γεγονότος εἰς ἅπαντας), ὕβρεις εὐθὺς καὶ ἀπειλὰς, καὶ τοὺς ταῦτα κομιοῦντας τῷ ἁγίῳ ἐπαποστέλλει· ἢ αὐτὸν παύσεσθαι ὅλως τὰ τοιαῦτα ἀντιτεχνάζοντα, ἢ ἐπιμένοντα καὶ μὴ μεταβαλλόμενον, πληγὰς ἕξειν καὶ θάνατον τὰ ἐπίχειρα. Ὁ δὲ οὐ μόνον οὐχ ὑφίησιν, ἀλλ' ἐπὶ μείζονος τῆς παῤῥησίας γίνεται, πίστιν τε ὀρθόδοξον, ὡς ἤδη εἶχεν, εἰς ἅπαντας ἐξαπλῶν, ἔργῳ καὶ λόγῳ τὴν περὶ τὰς εἰκόνας δημοσιεύων εὐλάβειαν, μικρὰ φροντίζων τῶν ὑβριστῶν. Ὅς γε καὶ τοῖς ἀφικνουμένοις αὐτῷ τηνικαῦτα μοναστῶν, καὶ οἷα πατὴρ πατέρων τὰ ἑαυτῶν ἕκαστα διαθεμένων, καὶ τί δεῖ πράττειν περὶ τῶν παρόντων πυνθανομένων· πῶς τε ἄρα τὴν ἐν τῷ πατριαρχείῳ
col. 187–188page 37 of 60
PG 99:187ἀφοσιώσοιντο πρόσκλησιν. Ἐκάλουν γὰρ αὐτοὺς οἱ τῆς ἀσεβείας σπουδάρχαι, τοῦ παρ' αὐτοῖς συμμεθέξοντας δόγματος. Κακείνοις ὁμοίως τὰ ἐπιτελοῦντα συνεβούλευε. Καλὸν γάρ, φησί, πρὸς αὐτοὺς ἀπρόιτους μένειν, καὶ μήτ' ἐκεῖσε φοιτᾶν, μήτε λόγους τοῖς αἱρεσιώταις εἶναι, ἥκιστα αὐτοῖς πρᾶγμα λυσιτελοῦν· γράμμασί τε δηλώσαι τὴν παραιτίαν, καὶ ὅτου χάριν οὐδὲ κληθεῖσιν οἷόν τε ἀπαντήσεσθαι. Οἱ καὶ ἐξελιπάρουν αὐτὸν ἐκεῖνον καὶ τὰ γράμματα ὑπαγορεῦσαι, καὶ τὸ δοκοῦν τοῖς λόγοις σημᾶναι. Τοίνυν καὶ χαράττει ἐκ προσώπου τούτων ἐπιστολήν, καὶ δυσὶ τῶν μοναχῶν ἀποκομίζειν δοὺς σὺν, ἔχουσαν ἐπὶ λέξεων οὕτως· Ἡμεῖς νόμοις θείοις καὶ κανόσιν ἑπόμενοι ἐκκλησιαστικοῖς, σαφῶς οὕτωσι διεμφαίνουσι, τὸ μηδὲν παρὰ γνώμην τοῦ οἰκείου ἐπισκόπου ἢ λέγειν ἢ πράττειν, ἤ τι τῶν ὅσα περὶ δόγματος, ἢ ἄλλης τινὸς θειοτέρας ἔχεται διαστάσεως, ἀνερευνᾶν ἢ ὅλως ζητεῖν, οὔτε ἀπαντῆσαι τοῦ πατριάρχου παρόντος δυνάμεθα, οὔτε ὑμῖν καλοῦσι πειθήσεσθαι, ἵνα μὴ καὶ ἑαυτοῖς εὐθύνην ἐπάξοιμεν, καὶ παραβάσεως ἐμπεσοίμεθα κρίματι. Ἔστι γὰρ θεὸς ὁ τῶν τοιούτων ἐκδικητής, μὴ ἀτιμωρήτους ἐῶν τοὺς τῶν αὐτοῦ ἐντολῶν ὑπερόπτας. Διὸ σύγγνωτε ἡμῖν ἀναβαλλομένοις τὴν ἄφιξιν, ἣν ἑαυτοῖς βλαβερὰν σύνισμεν. Τί γὰρ καὶ ἀποκρινούμεθα ἢ πρὸς ὑμᾶς ἐροῦμεν, τὴν οἰκείαν μὴ ἔχοντες κεφαλήν· ᾗ μέλη ἕκαστος συνηρμόσμεθα, καὶ τῆς ἄνευ, οὐδὲ τῷ λοιπῷ σώματι ἐνεργεῖν τι ἔξεστι. Μικρὸς γὰρ καὶ μέγας, καὶ πάντες ἀθρόοι καὶ καθ' ἕνα, τῷ ἡμετέρῳ συνδεδέμεθα πατριάρχῃ· καὶ αὐτοῦ ἐχόμεθα καὶ διαπαντὸς ἑξόμεθα. Ταῦτα ἐνώπιον τῶν συρφετῶν ἐκείνων προκομισθέντα τὰ γράμματα, ὀργῆς αὐτοὺς ἀκατασχέτου ἐπλήρωσεν· ὡς καὶ ταύτην ἐπαφεῖναι τοῖς κομίσασί, πληγὰς αὐτοῖς ἐπιθέντες οὐ φορητάς. Ἀλλ' οὗτοι μὲν ὑπέστρεφον ἀπὸ προσώπου τῶν ἀσέμνων ἀνδρῶν χαίροντες, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος Κυρίου ταῦτα παθεῖν. Ὁ δὲ τῆς ὀρθοδοξίας ὑπέρμαχος, οὐ διέλιπεν ὡσαύτως τὰ συνήθη ποιῶν, γλώσσῃ ἅμα καὶ χειρὶ τὸ δέον ὑποτιθείς, καὶ τὸ τῆς ἀληθείας δόγμα αὖθις κηρύσσων διαφανῶς. Ἔνθα καὶ μὴ ἔχων ὅ τι πράξοι ὁ τύραννος, ἐπεὶ μηδὲ φέρειν οἷός τε ἦν τοῦ ἀνδρὸς τὴν παῤῥησίαν, προστάττει τοῦτον ἀπωσθῆναι τῆς Βυζαντίδος, καὶ ἐν ἐξορίᾳ ἀπαχθῆναι εἰρκτῇ τοῦτον γεγονότα κατάσχετον. Τοῦτον γὰρ μόνον ζωτικὸν σπινθῆρα ὑπειλημμένον ὁρῶν, ἔσπευδε μηδ' αὐτὸν τοῖς εὐσεβέσιν ὑπολελεῖφθαι· ὡς ἵνα μηδένα ἔχοι τῆς γνώμης ἀντίθετον. Ὁ γοῦν δεξάμενος περὶ τούτου ἀπόφασιν λαβών, συγκαλεῖ πάντας πρὸς ἑαυτὸν τοὺς μαθητάς, οἷς καὶ τὰ ἐξιτήρια φθεγξάμενος, τὰ ὀφειλόμενα τε ἑκάστῳ ἀνὰ μέρος εἰπών, καὶ τοῦτο πρὸ τῶν ἄλλων λέξας τοῦτο, τὸ μηδένα μετὰ τὴν αὐτοῦ ὑποφοίτησιν τῷ μοναστηρίῳ
col. 189–190page 38 of 60
PG 99:189παλειφθῆναι· ἀλλ' ὡς ἔχει ἕκαστος ἐλέσθαι ἔζησαν. Ὁ καιρὸς γάρ, φησί, πονηρὸς, καὶ οἱ τῶν παρανομούντων ὀξύτατοι. Καὶ τελευταῖον ἅπαντας καὶ τοῖς ἐπισημοτέροις τῶν ἀδελφῶν παραθέμενος, ἔξεισι τοῦ μοναστηρίου, δακρύων ὀπωδεδωκώς, καὶ ὀδυνωμένους λιπὼν ὀδυνώμενος. Ὃν παραχρῆμα ὁ κατὰ τὴν Ἀπολλωνίαν τόπος περιλαμβάνει, τῷ ἀντιπέραν τῆς λίμνης κάστρῳ, ὃ Μέτωπα καλεῖται, δοθέντα ἔμφρουρον. Ἄρ' οὖν ἄνετος μὲν ὤν, ἄνετον εἶχε μάλιστα καὶ ἑαυτῷ προσπούδαστον τὴν διδασκαλίαν, εἰρκτῇ δ' ἐγκείμενος ἢ ἀσπουδῆς ὤφθη, ἢ ἀμελῶς εἶχε τοῦ κηρύγματος, ὡς ἄν τις τῷ τόπῳ στενοχωρούμενος, ἐπὶ τοῦτο τὴν γλῶσσαν ἐπέχων, οἷα πεδηθεῖσαν ὑπὸ σώματος; Οὐδαμῶς. Ἀλλ' ὡς οὐδὲ μίαν μεταβολήν, οὕτω διέκειτο, καὶ ὅλος τοῦ δόγματος ἦν· οἷς μὲν διὰ γλώσσης ὁμιλῶν τὰ συνήκοντα δὲ διὰ μέλανος καὶ χειρὸς κινῶν τὴν γνώμην ὡς ἐκ πυξίου τοῦ νοῦ· οἷς δ' ἄλλως, καὶ ὡς ἑκάστῳ ἐδίδου· πᾶσι δ' ἁπλῶς τὴν παρ' αὐτοῦ ὠφέλειαν· ἵν' ἔχῃ πάντας κἂν τῷ καθεῖρχθαι, τῶν λόγων μετέχοντας τῶν αὐτοῦ, καὶ διδαχῆς τῆς αὐτοῦ. Παντὸς δ' οὐκ ἦν οὕτως λόγους διαπεφοιτηκότας ἐν ταύτῃ καὶ μέχρι τῶν βασιλείων φοιτῆσαι, καὶ αὐτῷ ἐκδήλους τῷ κρατοῦντι γενέσθαι. Ἐφ' ᾧ χαλεπήνας οὗτος, ἐπεὶ καὶ ἀνὰ μέρος τὰ πρασσόμενα ᾔσθετο, ἀποστέλλει Νικήταν ἐκεῖνον τὸν τοῦ Ἀλεξίου· ᾧ καὶ τὰ πάντα, ὡς ᾤετο, ἐθάρρει, ἐπὶ χώραν ἐπαγαγεῖν τόπῳ προστάξας τὸν ἅγιον ἐπὶ τὰ Βόνιτσα. Ἰσχυρῶς τε ἐν ἐκείνῳ κατέχειν, καὶ μήθ' ὁρᾶν τινα συγχωρήσαι, μήθ' ὁμιλεῖν μικρὸν μὴ μέγα· μὴ ἄλλο τῶν πάντων μηδεμίας ἐλευθερίας ἔχειν πράττειν αὐτόν. Ὡς δ' ἧκεν ὁ ἀπεσταλμένος τῷ ὁσίῳ ἀπαγγέλλων, τὴν μὲν τοῦ τόπου μεταβολήν μάλα προθύμως ποιήσαιμι, ὁ πατὴρ εἶπεν· οὐδὲν γὰρ ἐγὼ τόπῳ περιγραπτός· καὶ ἐμὴν εἰς ἣν ἂν ῥιφῶ καὶ ἐπὶ μισθῷ ποιοῦμαι τῆς μεταβάσεως. Τὸ δ' ἐπισχεῖν τὴν γλῶτταν, οὔτε ἐμαυτῷ οἶδα λυσιτελές· οὔτ' οὖν ἐπισχήσω ποτέ, οὔθ' ὅλως παραδεξαίμην, ἢ ἀπειθεῖν με συμβουλεύουσιν εὔξαιμι. Πῶς γάρ; ἃ παρεδεξάμην καὶ τὰ παρόντα εἱλόμην, ἵνα μὴ λιποτακτήσας ἔπερξα, καὶ τῆς καλῆς ἐκκεκόφθαι δόξω. Καὶ ταύτην τοῦ δικαίου τὴν παρρησίαν ὁ βασιλεὺς ἤκουσε, καὶ τὸ ἐπὶ τὸ ἐν ἅπασιν ἀταπείνωτον. Ἀμέλει τῶν τελῶν, ὡς εἶχεν ὁρμῆς, τὸν Νικήταν πρὸς αὐτὸν πέμπει, πληγὰς νῦν σφοδροτάτας ἐντεῖναι παρασκευασάμενος· καὶ κατὰ μέρη καὶ ἐπαλλήλοις μάστιξι διαξῆναι, καὶ ὅλον αἰκισμῶν θεῖναι ἀνατλήτων. Οὗ καὶ τὸν ὅσιον καταλαβόντος, ὅτου χέριν ἀναγγείλαντος· ὁ δὲ τοῦτον ἅμα τῷ λόγῳ τὸν χιτῶνα σὺν εὐθυμίᾳ ψυχῆς ἀποδυόμενος
col. 191–192page 39 of 60
PG 99:191τρεπίζοντα. Τοῦτο γάρ μοι, φησίν, ἐκ πολλοῦ ἐφετὸν καὶ προσδόκιμον. Ἀλλ' ὁ συμπαθὴς ἐκεῖνος ἀνὴρ καὶ αὐτόχρημα ἐλεήμων, ὡς εἶδε τὰς τιμίας ἐκείνου σάρκας γυμνάς, ἃς χρόνος καὶ νηστεία ἐσχάτως ἐξέτηξεν, ἔπαθεν ὅλως καὶ τὴν ψυχὴν ἔπαθε, μηδὲ προσχεῖν μηδὲ ψαῦσαι ταύταις τὸ καθόλου τολμήσας, μή γε καὶ δὴ χερσὶν αἰκίσαι ἢ μάστιξιν. Ὅθεν σοφόν τι ἐν ἑαυτῷ βουλευσάμενος· ὡς ἂν καὶ τὰ τοῦ βασιλέως δόξῃ ἀφοσιοῦν, καὶ τοὺς συνόντας λανθάνειν τετυφὼς εἴη τὸν ἅγιον, προβάτου φορὰν ἐκδείρας, καὶ ταύτην ἐπὶ τῶν ὤμων θεὶς τοῦ ἀνδρός, κατ' ἐκείνης, ὡς εἶχε, τὴν τῶν μαστίγων ποιεῖτο ἐπιφοράν· τὸ μόνος καταλειφθῆναι μετὰ μόνου προοικονομησάμενος, διὰ τὴν περὶ τὸν ἄνδρα, φησὶν, αἰδῶ, καὶ τὴν τῶν σαρκῶν ἔκτηξιν. Ἵνα δὲ καὶ ῥανίδας δεικνύειν ἔχῃ τοῦ ἀπὸ τῶν πληγῶν αἵματος, αὐτὸς ἐκεῖνος (ὦ γνώμης εὐγνώμονος!) τὸν οἰκεῖον βραχίονα, σιδηρίῳ ἐκκεντήσας, καὶ τὸ ῥεῦσαν τὴν μάστιγα ἐπιβάψας, οὕτω ταύτην δείκνυσι, σαρκὶ φοινιχθεῖσαν καὶ αἵματι. Αὐτόθεν ἀσθμαίνων, καὶ ὑποκρινόμενος τὸν κάματον. Καὶ εὐλογηθεὶς παρὰ τοῦ ὁσίου ὁ θεοφιλής, καὶ εὐχαῖς ταῖς αὐτοῦ προπεμφθείς, ὁδοῦ εἴχετο, μισθὸν οὕτως ὑπερφυᾶ καλλίστου ἔργου δεξάμενος. Οὐ μὴν ὁ θεῖος πατήρ, ἢ μαλακώτερος ὤφθη τὸ ἑξῆς, ἢ τὸν λόγον καὶ πρὸς ὀλίγον ἐνδεδωκώς, ὡς εἴ τις σῷ δέει καταπεισθεὶς τὴν διάνοιαν· ἀλλ' ὅσῳ μᾶλλον τὰ δεινὰ ἐπ' ὄψιν ἑώρα, τοσούτῳ αὐτὸς θαῤῥαλεώτερος ἔμενε. Πολλοῖς τε ἄλλοις ὅπου καιροῦ λάβοιτο, ὑποτιθεὶς τὰ συνοίσοντα· πρός γε τοῖς ἄλλοις, καὶ τοῖς ὅπη γῆς διεσπαρμένοις αὐτοῦ φοιτηταῖς· οἷς δὴ καὶ μᾶλλον ὑπεμίμνῃσκε τὰ σωτήρια, καὶ τοῦ μηδενὶ τῶν παρόντων ὑπ' ἄγεσθαι τοὺς λογισμούς, ἀλλὰ ψυχῇ ἀπτοήτῳ τὴν ὁμολογίαν τηρεῖν, καὶ τὴν ἑνότητα σώζειν τῆς πίστεως. Μέγας γὰρ καὶ μέγας, φησίν, ὁ καταλαβὼν πειρασμός, ἀλλὰ τοσούτῳ μείζω τοῖς πάσχουσιν ἡ ἀπὸ τούτου ἀντίδοσις, ἄῤῥητός τις οὖσα καὶ ἀπόῤῥητος, καὶ τοῦ Θεοῦ τοῦ πλουτοδότου ἐπάξιος· ὥστε εἰ καὶ καθ' ἡμέραν ἀποθνήσκουσι, τὸ πολλοστὸν εἰσενεγκεῖν ἐξεγένετο ὧν ἀντιλαβεῖν ἔχοιμεν. Ἐπεὶ δέ τινας τούτων ἤκουσεν ὀκλάσαι τε μικρόν, καὶ τοὺς λογισμοὺς δοῦναι, οἷα ἐν χρονίᾳ καθείρξει καὶ βίᾳ τοῦ δεσμωτηρίου θορυβοῦσι· καὶ τούτους λόγοις ἀναλαβὼν τοῖς προσήκουσι, πρός τε τὰ ἐπιόντα πάλιν ἐπέῤῥωσε, καὶ τὴν μικροψυχίαν ἰάσατο· αὐτῶν ἐκείνων δι' ἀντιγραφῆς συγγνώμην αἰτησαμένων, ἀνθ' οὗ καὶ πρὸς ὀλίγον τοὺς λογισμοὺς παρετράπησαν. Οὕτω γνώμης εἶχε πρὸς ἅπαντας ὁ Πατήρ· οὕτω κἀν τοῖς δεινοῖς καιροῖς, τὴν περὶ πάντας ἔσωζεν ἐπιμέλειαν. Πέπομφε δὲ ὁ γεννάδας καὶ τοῖς τέσσαρσι πατριάρχαις ἐπιστολάς, σοφῶς ἄγαν τοῦτο καὶ εὐκαίρως διαπραξάμενος· τῷ τε τῆς πρεσβυτέρας
col. 193–194page 40 of 60
PG 99:193καὶ τῶν Ἱεροσολύμων, Ἀντιοχείας τε, καὶ τῷ Ἀλεξανδρείας, δηλούσας ἀνὰ μέρος ἑκάστῳ, τά τε τοῦ Χριστοῦ εἰκὼν πεπαρώνηται τοῖς διώκουσι, καὶ ὅπως τὸ ὀρθόδοξον ἅπαν, εἱρκτῇ συν-ειλημμένον καὶ ὑπερορίᾳ· δυσωπίαν ἀμφοτέροις ἐπ-άγουσαν ἐκ τοῦ διαναστῆναι πρὸς ἐκδικίαν, καὶ βοηθῆσαι κινδυνευούσῃ καὶ ἀληθείᾳ ὑπὸ ψεύδους οὕτω πνιγομένῃ. Τοῖς μὲν δὲ καὶ κατὰ πάροδον πολλοὶ προσεφοίτων αὐτῷ· εἰς τοῦ ὀνόματος διαβεβοημένου ἐν ἅπασι, καὶ τῶν φυλάκων διὰ τὴν περὶ τὸν ἄνδρα αἰδῶ τοὺς φοιτωμένους εἰργόντων, ἢ καὶ χρήμασι τὴν φρουρὰν παρεντῶν· καὶ κληρικός τις τῶν ἀπ᾿ Ἀσίας τὴν ἐκεῖ φέρουσαν διιών, ἐντετυχήκει, ὡς εἰκὸς, τῷ ὁσίῳ. Ἦν τούτου γὰρ ἦν καὶ πρόσθεν προκατειλημμένος τῇ ἀρετῇ. Ὃν καὶ ἰδὼν καὶ ὁμιλήσας, καὶ ἐν πολλοῖς ἐπολαύσας, δόγμα τε πρὸ τῶν ἄλλων τὸ ἀρρήτων ἐν ψυχῇ κατασχών, καὶ τοῖς αἱρετικοῖς προσοχθήσας ἐσχάτως, οἴκαδε ἡδόμενος ἀπῄει, μεταδώσων καὶ ἄλλοις τῆς ὠφελείας. Ὃς πολλοῖς ἄλλοις, καὶ φίλῳ αὐτοῦ καὶ συνήθει, τῷ αὐτῷ ἐκείνῳ βαθμῷ κεκοινωνηκότι, τὰ κατὰ τὸν ὅσιον ἅπαντα· ὡς ἴδοι τε καὶ καθειργμένον, καὶ ὡς ἀκριβέστερον τὰ τῆς ἀληθείας ἀπομάθοι, καὶ ὡς μεγάλην καὶ πολλοῦ ἀξίαν τῶν εἰκόνων γνοίη προσκύνησιν. Ὃν τῆς γνώμης λαβὼν σύμφρονα, οὐκ ἐδεῖ μελλήσει τὸ πράγμα οὗτοι δόντες ἀμφότεροι εἶχαν· συντίθενται ἐν ἀλλήλοις, τὸ μὴ ἔτι τῷ οἰκείῳ συνελθεῖν ἐπισκόπῳ, ἢ κοινωνεῖν τοῖς εἰκονομάχοις εἰδότες αὐτομολήσαντα. Τὸ δὲ συμβάν αἰσθόμενος ὁ ἐπίσκοπος, τῷ τῆς Ἀσίας στρατηγῷ φοιτᾷ διαγγέλλων τὰ τῶν κληρικῶν· πόθεν αὐτοῖς ἡ αἰτία τῆς διαστάσεως γέγονε· καὶ μηδ᾿ ὥρας ὑπερθέμενος τὸ βραχύ, τὰ συντυχόντα καταμηνύει τῷ βασιλεῖ, λοιδορῶν τὸν ὅσιον, καὶ μυρίαν δυστροπίαν αὐτῷ ἐπάγων. Ἐν ταὐτῷ δὲ καὶ τῷ τῆς Ἕω στρατηγῷ δηλοῖ ἐνδίκως αὐτὸν μετελθεῖν· ὡς μόνος οὗτος τῆς τῶν κληρικῶν καταστροφῆς αἴτιος. Ὃς δεδιὼς ληφθεὶς μή τινος ἐντεῦθεν παραπολαύσῃ, ἀποστέλλει ἕνα τῶν ὑπὸ χεῖρα, πεντήκοντα τῷ ἁγίῳ μάστιγας δοῦναι, καὶ ταύτῃ· καὶ ἀφικομένου, ἐφ᾿ ᾧτε ἥκοι μηνύσαντος, λύει παραυτίκα τὴν ζώνην ὁ ὅσιος, μηδὲ τὸν οἰκέτην δήποτε ἀναμείνας. Καὶ τὴν ἐσθῆτα ἀποβαλών, γυμνὸν τὸ σῶμα τύπτειν προτρέπεται. Σύνεισί μοι, φησί, καὶ ὁ τοῦ σαρκίου αἰκισμός, ἢ πότε παντελὴς ἀπόθεσις· ὡς ἂν θάττον, ψιλὴ ἡ ψυχὴ φοιτήσω πρὸς τὸν ποθούμενον. Ὁ δὲ ἀποσταλεὶς ἐκεῖνος γνώμης ὢν φιλοθέου, τῆς αὐτῆς τῷ προτέρῳ, οἰκτείρει τε ἀπὸ ψυχῆς τὸν πρεσβύτην, καὶ τὰ κατερρωγμένα τῶν σαρκῶν ὀφθαλμοῖς αἰδεῖται ἀθρῆσαι, μήτοι γε τι βαλεῖν, ἢ τι ἄλλο ὧν προσετάχθη δρᾶσαι.
col. 195–196page 41 of 60
PG 99:195Α δεδομένους κατασπαζόμενοι, τὴν χάριν πρμεν, καὶ τὴν ἀλήθειαν, ὡς πλήρωμα νόμου, ὑποδεξάμενοι. Ὡς ἂν οὖν τὸ τέλειον κἄν ταῖς ματουργίαις ἐν ταῖς ἁπάντων ὄψεσιν ὑπογράτὸν τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, κατὰ τὸν ἀνθρώπινον κτῆρα καὶ ἐν ταῖς εἰκόσιν ἀπὸ τοῦ νῦν ἀντὶ τοῦ παλαιοῦ Ἀμνοῦ ἀναστηλοῦσθαι ὁρίζομεν. Δι' αὐτοῦ τῆς ταπεινώσεως ὕψος τοῦ Θεοῦ Λόγου κατανοκαὶ πρὸς μνήμην τῆς ἐν σαρκὶ πολιτείας, πάθους αὐτοῦ καὶ τοῦ σωτηρίου θανάτου χειγούμενοι, καὶ τῆς ἐντεῦθεν γινομένης τῷ κόσμῳ ἀπολυτρώσεως. Ὁρᾷς ὅτι τοὺς παλαιοὺς τύπους καὶ τὰς σκιὰς προσκυνητὰς ἔφασαν, διὰ τοῦ Κατασπαζόμενοι. Αὐτὸ γὰρ δὴ ἀσπάζεσθαι, κυνεῖν ἐστι καὶ προσπτύσσεσθαι. Ἀλλὰ καὶ Θεόδωρος ὁ Ἀντιοχείας ἀρχιεπίσκοπος, ἐν τῷ κατ' αὐτὸν Συνοδικῷ, τὰ αὐτὰ φθέγγεται· «Πρὸς δὲ τοὺς αἱρετικῶς ἀντεξαγομένους, καὶ λέγοντας ὡς οὐ δεῖ προσκυνεῖν τῶν ἁγίων τὰς εἰκόνας χειροποιήτους οὔσας, εἴδωλά τε ἀνοήτως, μᾶλλον δὲ δυσσεβῶς, ἀποκαλοῦντας· ἴστωσαν οἱ τοιοῦτοι, ὡς τὰ Χερουβὶμ καὶ τὸ ἱλαστήριον, ἡ κιβωτός τε καὶ ἡ ῥάβδος, καὶ ἡ τράπεζα, ἃ Μωσῆς ὁ θεσπέσιος κατεσκεύασε, χειροποίητα ἦσαν καὶ προσεκυνοῦντο. Κατηγορεῖ δὲ ἡ θεία Γραφὴ τῶν προσκυνούντων τοῖς γλυπτοῖς.» ΑΙΡ. Καὶ ὅτου χάριν τὸν χαλκοῦν ὄφιν συνέτριψεν Ἐζεκίας; γέγραπται γάρ· Καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου, κατὰ πάντα ὅσα ἐποίησε Δαυΐδ ὁ πατὴρ αὐτοῦ· αὐτὸς ἐξῆρε τὰ ὑψηλά, καὶ συνέτριψε πάσας τὰς στήλας, καὶ ἐξωλόθρευσε τὰ ἄλση, καὶ τὸν ὄφιν τὸν χαλκοῦν ὃν ἐποίησε Μωσῆς· ὅτι ἕως τῶν ἡμερῶν ἐκείνων ἦσαν υἱοὶ Ἰσραὴλ θυμιῶντες αὐτῷ. ΑΘ΄. ΟΡΘ. Ὅτι μηδὲ ἕν τι τῶν κατηριθμημένων ἁγίων τῷ Ἀποστόλῳ ὁ χαλκοῦς ὄφις· περὶ οὗ φησιν ὁ θεολόγος Γρηγόριος· «Ὁ δὲ χαλκοῦς ὄφις ἀνείρται κατὰ τῶν δακνόντων ὄφεων. Οὐχ ὡς τύπος τοῦ ὑπὲρ ἡμῶν παθόντος, ἀλλ' ὡς ἀντίτυπον, σώζει τοὺς εἰς αὐτὸν ὁρῶντας. Οὐχ ὅτι δήπου ζῶν μενος, ἀλλ' ὅτι νενέκρωται καὶ συννεκροῖ τοὺς ἐπ' αὐτὸν δυνάμεις, καταλυθεὶς ὥσπερ ἦν ἄξιος. Τίς ὁ πρέπων αὐτῷ παρ' ἡμῶν ἐπιτάφιος; Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νίκος; Τῷ σταυρῷ βέβλησαι· τῷ ζωοποιῷ τεθανάτωσαι. Ἄπνους, νεκρός, ἀκίνητος, ἀνενέργητος, εἰ καὶ σχῆμα σώζεις ὄφεως ἐν ὕψει στηλιτευόμενος.» Καὶ εἰκότως συντέτριπται, θυμιαζόμενος ὑπὸ τῶν Ἰσραηλιτῶν· οὐ γὰρ τὸ πρωτότυπον οὐ λατρευτέον, ἀλλὰ καὶ τὸ παράγωγον ἀποπτυστέον. Πάντα δὲ τὰ τῆς σκηνῆς ἅγια, προχαράγματα τῆς ἐν πνεύματι λατρείας ὁ θεοφόρος Κύριλλος ἀποδείκνυσιν. ΑΙΡ. Πέπεισμαι τὸν λόγον εὖ ἔχειν ἐν τούτοις· ἀλλ' ἐπεὶ οἱ προτεθέντες ἔναγχος νεωστί, καὶ οὐκ ἐκ τῶν πάλαι Πατέρων, ἀπαράδεκτοι πρὸς μαρτυρίαν. Μ΄. ΟΡΘ. Εἰ μὲν οὐκ ἀκόλουθα Βασιλείῳ καὶ τοῖς λοιποῖς θεοφόροις τὰ παρ' αὐτῶν εἰρημένα, οὐδὲ
col. 197–198page 42 of 60
PG 99:197εἰ ζοφώδης ἐκεῖνος μυχὸς ἀνεδίδου καὶ ἔτρεφεν, πατώδης ὢν καὶ χώματος πλήρης καὶ κόνεως; Τίς (ἵνα ἐξείπω τὸ βαρύτατον, καὶ ὁ τοὺς πάντας πρὸς οἶκτον κινεῖ), τὴν ἀπὸ τῶν πληγῶν φλεγμονήν, τῶν ὅλων μελῶν περιοίδησιν, καὶ τοὺς ἐκεῖθεν πόνους, ἕνα μέρος λέξοι καὶ παραστήσοιτο; Καὶ σωφρόνως τὰς τῶν φυλάκων καταγέλωτας καὶ μυκτηρισμούς, καὶ τὸν ἐπενεχθέντα παρ' αὐτῶν τῷ ὁσίῳ λιμόν· ἴσως οὐδὲν κακίας οὐδ' οὗτοι ἐνέλιπον τὴν φύσιν πάντα παντάπασι διωσάμενοι. Τοσοῦτον γὰρ αὐτὸν ἀφῆκαν λιμοῦ τε καὶ τῷ λιμῷ ἐκτακῆναι, ὡς μόλις ἄρτου μικρὸν τρύφος οὐ καθ' ἑκάστην, ἀλλὰ παρὰ μίαν ἡμέραν ἐπιβίπτειν, διὰ βραχυτάτης ὀπῆς, ἣν μόνον ἀνεῳγμένην τὸν εἴασαν. Τοῦτα καὶ τὸν Πατέρα φασὶ τῇ πολλῇ ἐκείνῃ καταγωγίᾳ ἐπιτεινομένῃ, εἰρηκέναι τηνικαῦτα τῷ μαθητῇ· Ὁρᾷς, ἐρῶ, τέκνον, ὅτι οἱ ἄνθρωποι οὗτοι, πρὸς τῇ καθ' ἡμῶν δυσμενείᾳ, καὶ τῷ διὰ λιμοῦ βούλεσθαι ἀναλῶσαι ἡμᾶς, ἃν ἀπάντων μισεροτέραν οἶδασιν. Ἀλλὰ θώμεθα κἂν τῷ παρόντι ἐνταῦθα τὴν ἐλπίδα, ὃς οὐκ ἐπ' ἄρτῳ μόνῳ τρέφειν οἶδεν, ἀλλ' ἐπὶ κρείττονι ἄλλῃ τροφῇ· ἐπεὶ καὶ πνοὴ ἑκάστη τοῦ μόνου διακρατεῖται τῷ νεύματι. Καὶ ἐμοὶ μὲν τὸ τῶν ἄλλων ἡ τοῦ Δεσποτικοῦ σώματος μετοχή, καὶ σώματος γίνεται σύστασις καὶ ψυχῆς· μέλει γὰρ πανταχοῦ ὁ Πατὴρ μεθ' ἑαυτοῦ μέρη τοῦ ζωοποιοῦ σώματος, ἢ καὶ αὐτὸς τὴν ἱεράν τελεῖ μυσταγωγίαν, ὅτε καὶ ποιεῖν τελεσφόρως ἐστίν, τούτου δὴ καὶ μόνου μεταληπτέος, οὐδενὸς παράπαν ἄλλου γενόμενος. Σοὶ δ' ὃ τοῖς δύο καὶ πρὸς τροφήν, μόνῳ ἔστω τροφή· μόλις δ' ἀρκέσοι καὶ σοὶ διὰ τὸ ἄγαν βραχύτατον. Ἴσως δὲ καὶ μικρόν τοῦ σαρκίου λάβοις παραψυχήν, καὶ μὴ ἀπενδοθείης τῷ βίῳ, καὶ τὴν ἐμὴν τῷ οἰκονόμῳ καὶ τοῖς ἀδελφοῖς ἔξοδον, εἴπερ τοῦτό γε τῷ ὁσίῳ τοῦ ἀγαθοῦ. Ὁ δὲ ἐμπιπλῶν πᾶν ζῶον τῆς αὐτοῦ εὐδοκίας, οὐδ' ἑαυτοῦ θεράποντα ἢ παρεῖδεν, ἢ τῷ ἀφορήτῳ καὶ ἐπιπλέον παρακατέσχε λιμῷ· ἀλλὰ καὶ τούτους ἠξίωσε, καὶ τροφὴν ἀπροσδόκητον ἐχορήγησε. Καὶ γὰρ τὴν λεωφόρον ἐκείνην τῶν περιοχομένων τε καὶ τὰ πρώτα βασιλεῖ δυναμένων, δίοδον ποιούμενός τις καὶ μαθὼν τὰ περὶ τὸν ὅσιον ἕκαστα, ἐν οἷς εἶεν, καὶ ὅπως λιμῷ τοσούτῳ καὶ ἄλλοις συνείληπται, ἔλεον τούτου λαβών, τοῦ Θεοῦ αὐτὸν πρὸς οἶκτον κινήσαντος, πρόσοδόν τε παρὰ τῆς ἐξουσίας ἔχων τὸ θαρσεῖν, τροφάς τε παρέχειν τούτῳ τε καὶ τῷ μαθητῇ δίδοσθαι, καὶ τῆς ἐπιμελείας τυγχάνειν, καὶ μὴ τοῦ λοιποῦ παρημελημένα τε καὶ ἀμελήτων. Καὶ οὕτως εὐδοκίᾳ Θεοῦ, τὸν θάνατον ἐκεῖνον διέδρασε, στηριχθεὶς μικρόν. Ἐν ὅλοις δὲ τρισὶ τοαποτελεῖ ἔτεσι καθειργμένος ἐκεῖ τυγχάνων, πολλοῖς τε, ὡς εἰκός, προσπαλαίσας ἀνάγκαις, διὰ καὶ τὰ τὴν στόμαχον αὐτῷ διοιδεῖν καὶ
col. 199–200page 43 of 60
PG 99:199θος. Μήπου δὲ μικρὸν ἀνενεγκών, ἢ ῥαίσας, ἑτέρων αὖθις χειρόνων, ὦ Θεοῦ κριμάτων! ἐν οὕτω σαρκίῳ ἐκτετηγμένῳ, καὶ μόνοις ὀστέοις διηρτισμένῳ πεπείραται. Εἰς χεῖρας γὰρ τοῦ λυμεῶνος γράμματα, οὐκ οἶδ' ὅθεν, τοῦ ὁσίου ἐμπεσόντα, καὶ τὸν ἄγριον ἐκεῖνον ἐσχάτως ἐκμήναντα, οἷα στήλη καὶ ἔλεγχος τῆς αὐτοῦ παραπληξίας ὑπάρχοντα. Πέμπει παρ' εὐθὺ ταῦτα, τῷ μνημονευθέντι στρατηγῷ τῆς Ἕψας, αὐτὸν ἐκεῖνον ἱκέσθαι πρὸς τὸν ἅγιον παρακελευσάμενος· καὶ τά τε γράμματα ἐπιδεῖξαι, καὶ πνοῆς ἄχρι καὶ τῆς ἐσχάτης, σφοδροτάτως τοῦτον μαστίξαι, ἵνα μηκέτι, φησὶ, ἐπὶ πλέον ἀπαυθαδίζοιτο. Ὃς καὶ θᾶττον παραγενόμενος, πρῶτα μὲν πυνθάνεται, εἰ αὐτοῦ, καὶ οὐκ ἄλλου του, ἡ ἐπὶ χεῖρας τυγχάνει ἐπιστολή. Τοῦ δὲ Πατρὸς, αὐτοῦ καὶ οὐχ ἑτέρου εἶναι φάντος, οὐδὲ λόγου ἀξιώσας ἑτέρου, προστάττει παραυτίκα τὸν μαθητὴν Νικόλαον πρότερον, οἷα ταύτης γραφέα, ἐν ὀφθαλμοῖς τοῦ διδασκάλου γυμνὸν διαταθέντα τύπτεσθαι. Εἶτα καὶ τὸν ἅγιον ἀποδύσας, ἑκατὸν μαστίγων καταφορὰς δίδωσιν, ὅλα μικροῦ τὰ μέλη κατατεμών, καὶ τῶν ὀστῶν αὐτῶν περιθραύσας τὰς ἁρμονίας, αἳ μόναι αὐτῷ ὑπελείφθησαν. Εἶτ' αὖθις πρὸς τὸν Νικόλαον μεταβαίνει· οἰόμενος τούτῳ μαλακωτέρῳ, διὰ τὰς ἐπιτεθείσας πληγὰς ἐντεύξεσθαι, καὶ καταναγκάζει λόγοις τραχυτέροις τῶν τε ἱερῶν εἰκόνων καὶ τοῦ διδασκάλου γενέσθαι ἔξαρνον. Ὡς δ' εὗρε τοῦτον νῦν ἢ πρόσθεν στερρότερον, ἱμᾶσι πλεκτοῖς καὶ λύγοις νεοτμήτοις χεῖρας καὶ πόδας αὐτοῦ καὶ λοιπὸν καταξάνας σῶμα, καὶ δευτέραις πληγαῖς κατατραυματίσας, αἴθριον μένειν ἐπὶ σχήματος εἴασε, διπλῇ τιμωρεῖσθαι τῷ τε ψύχει καὶ τῇ τῶν μαστίγων ὀδύνῃ· ἦν γὰρ τότε τῶν μηνῶν Φεβρουάριος. Ἐν ὅσῳ δὲ ταῦτα μετὰ τοῦ μαθητοῦ ἐν ἐκείνῳ τῷ τόπῳ ὁ ὅσιος ἔπασχε, καὶ γυνή τις ἐν τῇ Βιθυνῶν στρεφομένη, δαιμονίῳ τε οὖσα κάτοχος πνεύματι, ἤρξατο τηνικαῦτα ὑπὸ τοῦ ἐνεργοῦντος σπαράττεσθαι· ὄψεις τε ἀσέμνως στρέφουσα, καὶ ἀφρὸν τοῦ στόματος ἀποπτύουσα, καὶ τοιαῦτα ἄττα παρακεκομμένα ἐκφέρουσα. Ὁ ἐμὸς Λέων πάλιν ἀπέστειλε πρὸς τὸν Θεόδωρον μάστιγας, καὶ τὰς σάρκας τούτου κατέξανεν. Ἀλλ' ἀπέλθετε, φησὶ, καὶ φέρετέ μοι ἀπόκρισιν. Πλὴν ἐκείνῳ μὴ πλησιάσητε, ἵνα μὴ κατακαύσῃ ὑμᾶς φλόγα κατέχων τῷ στόματι. Εἶτα σιωπήσασα μετὰ μικρόν, ἐβόα πάλιν, Τί τοῦτο; οὐδὲν ὧν ἐβουλόμεθα γέγονεν· ᾔδειν ὡς οὐδὲν ὑπὸ τῶν πληγῶν πείσεται, ἔχων παρισταμένην αὐτῷ τὴν βοηθοῦσαν, ἐγκαθεζομένην δύναμιν. Καὶ ταῦτα μὲν τὸ ἐνεργούμενον γύναιον, καίτοι πόῤῥω που ὂν, καὶ μακρὰν ἐκείνου ἀπέχον, ἐξέφερέ τε καὶ ἀπεφθέγγετο, δηλοῦν, οἶμαι, ὅτι μεγάλη ἡ ἐνοῦσα τῷ ἁγίῳ χάρις καὶ δύναμις, καὶ ὅτι ἀκαταγώνιστος μείνοι ἐν πᾶσιν οἷς ἔπαθε· καὶ ὅτι καὶ αὐτὰ τὰ πονηρὰ πνεύματα, τὴν οἰκείαν ἔγνωσαν ἧτταν, μάτην φρυαξάμενα, καὶ τοὺς ἑαυτῶν θεράποντας κατὰ τοῦ ἀναλώτου ὁπλίσαντα.
col. 201–202page 44 of 60
PG 99:201Ἀλλ' ὁ θεῖος Πατὴρ ὀδύνας οἶμαι δυσκαρτερήτους ἐκ τῶν χαλεπῶν ἐκείνων πληγῶν μετὰ ταῦτα παθών, ἔκειτο ἐπ' ἐδάφους, νεκρὸς ὅλος, καὶ μηδὲ μικρὰ αἰσθανόμενος· εἰ μὴ ὅσον μόνον τῶν πόνων αἰσθανόμενος· οὐ τροφῆς, οὐ πόματος, οὐχ ὕπνου καὶ ἀνακτήσεως μετασχεῖν οἷός τε ὤν, οὐδ' ἄλλου τινὸς τῶν καὶ τοῖς ἐκλείψειν μέλλουσι διδομένων. Τοιούτως ἔχοντι ὁ μαθητὴς ἐνορῶν, τὸ κατ' αὐτὸν ἄλλως τε ὢν οὕτως κατειργασμένος, τῆς ἐκείνου ὅμως ὑπηρεσίας. Καὶ δὴ πτισσάνης αἰτήσας χυλόν, ἀρδεῖ τὴν κατεξηραμένην γλῶσσαν τοῦ Πατρός, βραχείαν τε τοῦ στόματος ἐνιεὶς πόσιν, ἐπέστρεφε κατὰ μικρόν, καὶ τὸν οἱονεὶ νεκρὸν τοῦτον ἀνεξωόγρει. Ὡς δὲ ἑώρα κατ' ὀλίγον τὴν ζωτικὴν δύναμιν ἐπανιοῦσαν, καὶ τῶν κατασαπέντων μελῶν ποιεῖται τὴν ἐπιμέλειαν· πολλὰ γὰρ τοῦ σώματος αὐτῷ εἰς ἄκρον ἐξωδηκυῖαι, μελανιαί τε τόποι, καὶ σῆψιν· ὃ καὶ ἐκκρεμῆ τῶν λοιπῶν ἔφερε μελῶν, οὐδ' ἐχρηστότατα, ὅθεν καὶ μαχαιρίῳ μικρῷ τὰ ταῦτα καὶ τῶν ὑγιεινοτέρων ἀποσπᾷ, εἴπως ἀλειφθέντα πρὸς συνούλωσιν ἔλθοι καὶ πρᾴγματα. Ἐνενήκοντα οὖν ὅλαις ἡμέραις τῇ δυσοίστῳ ταύτῃ κακοπαθείᾳ τοῦ Πατρὸς βαλλομένου, καὶ μηδὲ ἀνάπαυλαν δεξαμένου, ἐν μέσοις ἤδη τοῖς πόνοις, τίνος ἑτέρους καὶ βιαιοτέρας καθείρξεις καὶ μακρᾶς ἀλλας ὁδοιπορίας, ὁ καὶ τὸν οὐδὸν τῆς εἰρκτῆς δυνάμενος ὑπερβῆναι, ἐφεύρισκεν, οὕτω τοῦ ὠμοκρατίστου βασιλέως τὰς συμφορὰς αὐτῷ ἐπισωρεύοντος. Ἧκε γὰρ τάχει πολλῷ παρ' ἐκείνου τι βάρβαρον καὶ δυσπρόσιτον, δοῦλον ὂν καὶ ταῦτα χρυσὸν φανταζόμενον. Τοιούτους εἶναι τοὺς τῷ παρανόμῳ ὑπηρετοῦντας. Ὃς ἅμα τε ἐπιστῆναι, πρῶτον ἔργον ποιεῖται, τὰς εἰρκτῆς ἐρευνῆσαι τῆς φυλακῆς, καὶ τοίχους ψαύειν· εἴπου εὕροι χρυσόν, τῇ χειρὶ ἐπαφώμενος. Ὤετο γὰρ τὸ κάθαρμα, ὡς τοὺς ἐπὶ τὴν διδασκαλίαν ὠνεῖσθαι, πολὺν ἂν ἔχειν τοῦτον ἀπόθετον τὸν Πατέρα, καὶ τὸ τῆς ψυχῆς ἁπλη στον καὶ τοῖς ἄλλοις ὑπολειπόμενος. Ὡς δ' ἐφάνη ἀνηνύτοις ἐπιχειρῶν, καὶ ἀπεπλάνητο μόνον παραπλήκτως (ποῦ γὰρ ἐκεῖ σκιὰ χρυσίου;), τότε τὴν κακίαν ἐν ἄλλοις πληροῖ. Ὕβρεων γὰρ καὶ πληγῶν τῆς εἰρκτῆς μετὰ τοῦ μαθητοῦ ἐκβαλών, τοῖς ἐφεπομένοις παραδίδωσιν ὑπηρέταις, ἄγειν ἀμφοτέρους μετὰ πολλῆς καὶ οὐδ' ὅσης εἰπεῖν τῆς ἐπείξεως ἐπὶ Σμύρναν ὁδόν· ἐκεῖσε γὰρ τούτους ἄγειν προσετέτακτο. Ἀλλ' ὁ θεῖος Πατὴρ ἐκλείπουσαν ἤδη παντελῶς τὴν δύναμιν, ὅμως γοῦν τῷ νεκροῖς πνοὴν διδόντι τεθαρρηκώς, τοῖς ἀνημέροις ἐκείνοις παρείπετο, ἡμέρας μὲν τοῦτον ἀπανθρώπως ἐλαύνουσιν, ἐν νυκτὶ δ' ἐπί τινα δραπέτην τῷ ξύλῳ δεσμεύουσιν. Ἐν τόπῳ καὶ μόλις τὴν Σμύρναν κατέλαβε, παρεισελθεῖν συνάμα τῷ μαθητῇ, τῷ ταύτης προέδρῳ παραδοθεὶς εἰς εἱρκτήν.
col. 203–204page 45 of 60
PG 99:203ἀνδρί, προστάτῃ τοῦ κακοῦ, καὶ τῆς ἀσεβείας ζηγητῇ. Παρ' οὗ καὶ εἰς τι δωμάτιον κατώτατον καὶ ζο-φῶδες ἐγκαθειρχθεὶς ἔμενε μόνῳ τῷ πάντα ἐφορῶντι ἐνατενίζων Δεσπότῃ· ὃν καὶ μόνον ἐν τοῖς δεινοῖς παραμύθιον εἶχε καὶ φύλακα, ἐπεὶ καὶ δι' αὐτὸν τούτοις παθήμασιν ἐξεδίδοτο. Βραχὺ τὸ ἐν μέσῳ, καὶ ὁ προλεχθεὶς Ἀναστάσιος πάλιν ἀφίκτο, θυμοῦ πνέων, καὶ τοῦ μαρτυρικοῦ δί-ψων αἵματος· ὃς καὶ πληγὰς τῶν προλαβουσῶν χει-ρους ἐπιθεὶς τῷ ἁγίῳ, ἐπανῆκεν εὐδόμενος πρὸς τὸν ἀποστείλαντα, τρίτον ἤδη τὸν ἅγιον τετυφὼς, καθ' ἑκάστην ἑκατὸν μαστίγων καταφοραῖς, συν-αθλοῦντος τούτῳ τοῦ μαθητοῦ. Μετ' εὐχαριστίας δὲ καὶ τὰ παρόντα ὁ πολύαθλος ὑπομείνας, τὰ τοῦ Ἀπο-στόλου ἑαυτῷ ψυχῇ εὐθύμῳ ἐπῇδεν, ὡς οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλου-σαν ἡμῖν φανεροῦσθαι δόξαν. Καὶ, ὅτι Εἰ συμπά-σχομεν, καὶ συνδοξασθησόμεθα πάντως. Καὶ, ὅτι ὑπομονῆς χρείαν ἔχομεν, ἣν οὐκ ἔξεστιν ἡμῖν ἀπο-βαλεῖν, διὰ τὴν ἐν ἐλπίσι μακαριότητα, ἧς ἐπιτυχία ὑπὲρ λόγον καὶ ἔννοιαν. Τότε τοίνυν Βάρδας ἐκεῖνος ὁ τοῦ βασιλέως συγ-γενής, ὃς καὶ στρατηγεῖν ἐπετέτραπτο τῶν ἐκεῖ δυνά-μεων, βαρείᾳ περιπεσὼν νόσῳ, κλινοπετὴς ἔκειτο τῇ Σμύρνῃ, μι-κρὰ πνέων, καὶ τὴν ψυχὴν ὅσον οὔπω μέλλων ἐκβα-λεῖν. Ἐπεὶ δ' ἐξῄτει πανταχόθεν ἐπικουρίαν, ὡς ἐν πάθει τοσούτῳ κάτοχος ὤν, εἷς τις τῶν ὑπηρε-τούντων αὐτῷ, μοίρας τῆς τῶν ὀρθοδόξων ὑπάρχων, μνήμην πρὸς αὐτὸν τοῦ ὁσίου ποιεῖται· καὶ λέγει ὅτι ὑπάρχει οὗτος, πολλὴν ἔχων τὴν χάριν παρὰ Θεοῦ. Καὶ εἴ γε βούλει, φησί, τούτῳ προσαπελθεῖν, καὶ πα-ρακαλέσαι τὸν ἄνδρα, βοηθῆσαί σοι ἐν ἐσχάτοις κλυδω-νιζομένῳ; Ὃν καὶ ἅμα τῷ λόγῳ λαβὼν ἐπινεύσαντα (ἐπικλινὲς γὰρ ἅπαν τὸ πιεζόμενον), ἀφικνεῖται σπου-δῇ πρὸς τὸν ἅγιον, δεόμενός τε αὐτοῦ, καὶ τὴν ὑγίειαν τῷ κάμνοντι ἐξαιτούμενος. Ὡς δὲ ἔγνω περὶ τοῦ ἀρ-ρωστοῦντος ὁ ὅσιος, καὶ ὅστις οὗτός ἔστι, τὴν μὲν θεραπείαν τέως δοῦναι αὐτῷ ἀναβάλλεται, τὸ τοῦ ἀν-δρὸς ἐκ πολλοῦ εἰδὼς δύστροπον, καὶ ὡς λυσιτελέστερον μᾶλλον τῷ τοιούτῳ τὴν νόσον. Ἐκεῖνα δὲ τούτῳ λα-λοῖ, ἃ καὶ ποσῶς ἐπὶ φρενῶν ὄντι πολλὴν ὠφέλειαν παρέξειν αὐτῷ καὶ τὴν ἐπὶ βίου διόρθωσιν. Ὅρα, φησί, τί ἐν ἡμέρᾳ ἐξόδου ἀπολογήσῃ οὕτω βεβιωκὼς καὶ τοσαῦτα τοῖς ὀρθοδόξοις κακὰ διαπράξας. Σὺ γὰρ εἶ ὁ πρὸς πολλοῖς ἄλλοις, καὶ τοὺς ὑπ' ἐμὲ μοναχοὺς συμφοραῖς ἀνηκέστοις περιβαλών, ἀνελών τε ὁλοσχερῶς καὶ τὸν μέγαν καὶ θαυμαστὸν ἐν ἀρετῇ Θαδδαῖον, ὃν ὁ βίος καὶ ἡ ὁμολογία διπλῶς ἐταινίωσε τῷ στεφάνῳ. Ἀλλ' ὁ μακαρίτης Θαδδαῖος τοῖς ἀπ' αἰῶνος ἁγίοις συνήδεται. Σὲ δὲ τίς ὁ ἐξαιρησόμενος τῶν κο-λάσεων ἔσται, μετὰ τοιούτων στιγμάτων ἀπαί-
col. 205–206page 46 of 60
PG 99:205Ἐπίγνωθι νῦν κἂν ἐν τῷ τέλει σαυτὸν, καὶ ἀπολόγησαι ᾧ μέλλεις τὰς εὐθύνας ὑφέξειν τῶν πράξεων. Ταῦτα τοῦ ἁγίου τῷ ἀῤῥωστοῦντι δεδηλωκότος, ἅμα τε αὐτοῦ τὴν διάνοιαν κατεπείει, καὶ ἐπιγνώμονα ὧν παρὰ τὸν βίον ἔσφαλε ποιεῖ. Ὁ γὰρ στύρων ἐν καιρῷ λόγος, τοῦ ἁπαλωτέρου κατὰ πολὺ βελτίων, καὶ παραυτίκα οὗτος πέμπει τὸν ὅσιον λιπαρῶν συγχωρῆσαί τε αὐτῷ οὕτω πεπραχότι κακῶς, καὶ κινδύνου τοῦ ἐν ὀφθαλμοῖς ἀπαλλάξαι. Ἔξεις γάρ με, φησί, τοῦ λοιποῦ κατ᾽ ἐντολὰς βιοῦντα τὰς σάς· μόνον αὐτός μοι τὴν χάριν ἐπίνευσον. Ὁ οὖν συμπαθέστατος ἔλεον τοῦ αἰτοῦντος λαβών, τήν τε νόσον αὐτῷ θεραπεύει, δεήσει τῇ περὶ τὸ θεῖον συχνῇ, καὶ πρὸς τῷ σώματι ὅλον καὶ τὴν ψυχὴν καθιστᾷ· πέμπει δὲ αὐτῷ εἰκόνα τῆς Θεομήτορος, καὶ ταύτην ἔχειν τοῦ βίου παντὸς παρεγγυησάμενος φύλακα. Ταύτην γάρ, φησί, περιέπων, καὶ αὐτὸς ἔσῃ δεξιῶς πράττων ἐν πᾶσιν· ἀθετῶν δέ, τὰ ἀνήκεστα ἔσῃ πάθη, καὶ ἃ μηδεὶς παθεῖν ἀπεύξαιτο. Ἀλλ᾽ ὁ ἄφρων ἐκεῖνος καὶ ἰσχυρῶς ἀνόητος, ὥσπερ οὐδενὸς περὶ αὐτὸν καινοῦ γεγονότος, μεταβάλλεται αὖθις, καὶ τῆς προτέρας γίνεται δόξης· κακῷ συμβούλῳ τῷ κατὰ τὴν Σμύρναν χρησάμενος ἐπισκόπῳ· παρ᾽ οὗ καὶ ἔλαιον εἴς τι ἄγγος εἰληφώς, εὐλογίας αὐτοῦ χάριν καὶ ἀναῤῥώσεως κρείττονος· ἅμα τε ἐπιχρίει αὐτῷ ἐπιχρίει, καὶ ἅμα καὶ αὐτῷ ἡ νόσος ἐπεγκλινές γίνεται, καὶ ἐπιστρέφει πάλιν ἐπὶ τὴν δυσσεβῆ αὐτοῦ κεφαλήν. Ὃ καὶ παραυτίκα τὸν θάνατον ὑπεδήλωσεν ὁ Πατήρ, καὶ τὸ ἐξ ἀπιστίας πρόσκρουμα. Οὐ γὰρ ἀζήμιον, φησί, χρῆμα, τὸ κολλᾶσθαι τοῖς πονηροῖς. Ὅθεν καὶ τὴν ψυχὴν ὁ ἄθλιος τάχιστα ἀπορρήξας, καὶ κάκιστον τέλος κακίστης συμβουλίας ἐφεύρατο. Καὶ αὐτῷ μὲν τοιοῦτον τὸ ἐξ ἀβουλίας ἐπίτευγμα· ὁ δὲ τοῦ Χριστοῦ θεράπων ἐπὶ χρόνῳ ἑνὶ καὶ ἡμίσει τῇ ἐν Σμύρνῃ κατεσχημένος φρουρᾷ, εὐχαρίστως ἔφερε πάντα, τὸ τῆς ψυχῆς γενναῖον μηδενὶ ὑποκατακλίνων τῶν λυπηρῶν. Τότε καὶ τῶν μαθητῶν ἔνιοι χρόνιοι ἀφικνοῦνται αὐτῷ, ὧν ἦν ἡ ἐκ παιδὸς ἀσκήσας τὴν ἀρετήν, θαυμαστὸς Δωρόθεος, Βεσσαρίων τε καὶ Ἰάκωβος, Δομετιανὸς, καὶ Τίθοης, καὶ ἄλλοι συχνοί, ὧν ἁπάντων καὶ ἡ πολιτεία ἐπίσημος, καὶ ἡ περὶ τὸν Πατέρα πίστις ἀπροσκόπως. Ἐπεὶ δὲ ὁ τοὺς ὑπεναντίους ἐξαίρων Θεός, ᾗ φησιν ὁ Προφήτης, ἐμνήσθη τοῦ στεναγμοῦ τῶν ἁγίων αὐτοῦ, καὶ τὸν ἀποστάτην καὶ ἀλαζόνα καὶ ὑπερήφανον ἐν αὐτοῖς οἷς ἐφαύλισε τόποις τὴν τοῦ Δεσπότου εἰκόνα, τὴν τιμωρίαν εἰσέπραξεν ἐνδίκως τοῦ ἀδικήματος, κατὰ τῶν σπλάγχνων τὴν πληγὴν δεξάμενος· τότε τὴν μὲν βασιλείαν ὁ τοῦτον διαχειρίσας Μιχαήλ, ἑαυτῷ λαμβάνει εὐθύς. Λύονται δὲ ἤδη καὶ τοῖς Πατράσι παραυτίκα αἱ συμφοραί· πάντως ἀκωλύτως προστάξει τοῦ κρατοῦντος, πρὸς τὰ οἰκεῖα ἐπανηκόντων. Εἰ γὰρ καὶ μοίρας τῶν κακοδόξων καὶ
col. 207–208page 47 of 60
PG 99:207οὗτος ἐτύγχανεν· ἀλλ᾿ οὐκ ἦν ἀναιδὴς κατὰ τὸν πρότερον· οὔτε δὲ λυπεῖν ὅλως τοὺς αὐτῷ μὴ πειθομένους ἐβούλετο· ἕκαστον διαφεὶς πράττειν ἃ πράττειν εἶχε καθ᾿ ἑαυτόν. Ἐπεὶ δὲ μετὰ πάντων καὶ ὁ θεῖος Πατήρ τῆς ὑπερορίας ἀφείθη, ἐν ἑπτὰ ὅλοις ἔτεσι τότε κατάσχετος γεγονώς, ἴδωμεν κἀνταῦθα, οἵας τυγχάνει τῆς ἐπανόδου, καὶ πῶς αὐτῷ πάντες διιόντι λαμπρὰν ἐποιοῦντο τὴν ὑπαντήν, οἷα τοσοῦτον ἄνδρα τιμῶντές τε καὶ χαριζόμενοι. Κατὰ γὰρ συγγενείας διαιρεθέντες καὶ ἑταιρίας, ἕκαστοι πρὸς ἑαυτοὺς ἡμιλλώντο ποῖος ἄρα φθάσας, τοῦτον εἰσδέξηται τῆς οἰκίας· καὶ τίς πρῶτος αὐτῷ ἑτοιμάσει τὰ πρὸς δεξίωσιν· ζημίαν ὥσπερ καὶ τὴν ἐσχάτην νομίζοντες, τὸ πρὸς ὑπάντησιν ἐλθεῖν δεύτεροι. Ὡς δὲ καὶ παρὰ τὸν τόπον φθάσοι ἡ γεννάδας τοῦ λάκκου, Μιτάτα καλεῖν αὐτὸν σύνηθες, ἐκεῖ καὶ μᾶλλον φιλοτιμώτερον, τὰ τῆς ὑπαντῆς αὐτῷ γέγονε· τοῦ θαυμαστοῦ ἐκείνου Λέοντος καὶ τῶν συνομορούντων αὐτῷ Ξηρολόφων τὰ ἑαυτῶν μικροῦ πάντα τῇ εἰσόδῳ τούτου προϊεμένων. Οὐδὲν γὰρ αὐτοῖς τοιοῦτον ἐδόκει, οἷον τιμήσαντας μεγαλοπρεπῶς τὸν Πατέρα, καὶ εὐχὴν πορισαμένους τὴν παρ᾿ αὐτοῦ, ἧς οὐδὲν ᾤοντο τιμιώτερον. Ἐπεὶ δ᾽ ἱκανῶς αὐτῷ τὰ τῆς ἐκεῖ δεξιώσεως εἶχεν, ἀφικνεῖται ἤδη καὶ τῷ ἐν Πτελέαις τόπῳ, ἐν ᾧ καὶ ἡμέρας οὐκ ὀλίγας διαγαγών, τῷ τε θέσεως εὖ ἔχειν τὸν τόπον, καὶ τῷ εἰς πολλῶν συνέλευσιν εὐχώρητον εἶναι, ἐκεῖ καὶ ἄλλους μὲν τῶν μαθητῶν δέχεται συνιόντας, πρὸς δὲ τοῖς ἄλλοις, καὶ τὸν ἴδιον ἀδελφόν, Ἰωσήφ φημι, τὸν τῆς Θεσσαλονίκης ἀνειλημμένον τοὺς οἵακας· οἷς δὴ καὶ πᾶσιν οὐχ ἥκιστα συνησθείς, καὶ τὸν ἐκ μακροῦ χωρισμὸν τῇ νῦν παραμυθησάμενος συνελεύσει, εὐθυμίας τοῦ λοιποῦ τὴν ψυχὴν ἐπληροῦτο. Ἀλλ᾿ ἐνταῦθα τοῦ λόγου γενόμενος, βούλομαι τινα τῶν θαυματουργηθέντων τῷ Πατρὶ διεξελθεῖν. Πολλὴν γὰρ κἀνταῦθα τὴν χάριν ὁ μέγας ἐπλούτησε παρὰ Θεοῦ, οἷα τοῦ Θεοῦ τοῦτον τετιμηκότος ἐν ἅπασιν. Ἁπλοῦς δέ μοι ὁ περὶ τούτων λόγος ἔστω καὶ σύντομος· ὅτι μηδὲ τῆς ἔξωθεν οὗτος χρήζει περιεργίας, ἢ μακρᾶς περιόδου ἄλλης, ἔχων τὸ περιφανὲς ἐν τοῖς πράγμασιν. Ὁ γὰρ πρὸ μικροῦ μνημονευθεὶς Λέων, ὃς καὶ τὸν μονάδα βίον μετελθὼν ἐν ὑστέρῳ, καὶ ὁμωνύμως τῷ Πατρὶ ἐπικληθείς, οὗτος καὶ περιόντα μὲν στοργῇ πάσῃ ἐτίμα τὸν ἅγιον· καὶ τοῦτο ἔδειξε, κἀν τῇ περὶ τὴν ἐπάνοδον ὑπαντῇ· οὐδὲν ἧττον, καὶ μεταστάντι τὴν ἴσην τούτῳ ἐδείκνυ διάθεσιν· τῷ τάφῳ τε ἀδιαλείπτως φοιτῶν, καὶ τὸν ἐπικείμενον τούτῳ περιψῶν λίθον, ἐπεὶ μὴ οἷός τε ἦν γυμνοῦ ἐφέψασθαι τοῦ σώματος. Τούτῳ οὖν, καθὸ εἰθισμένον, τῇ θήκῃ ποτὲ ἀφιγμένῳ, ἐπειδὴ καὶ ἄλλοι ἐκεῖ συμπαρῆσαν, τοῦ λόγου ὑπόθεσιν ποιοῦντες τὸν ἅγιον, ὅπως τε ἐβίου ἐν αὐτοῖς διεξιόντες, καὶ οἵους ἀνέτλη πόνους ἐν οὕτω ἀραχνώδει σαρκίῳ, αὐτὸς οἰονεὶ βέλει τὴν καρδίαν τρωθείς, ὡς μόνον τὸ ἐκείνου ἀκοῦσαι ὄνομα, Ἐγώ, φησίν, ὑμῖν, πρὸς τοὺς παρόντας, ἐπεὶ μνήμην τοῦ μεγάλου ἔθεσθε, σαφέστερον τὰ κατ᾿ αὐτὸν παραστήσω· ἅ τε εἶδον, καὶ ὧν πεπείραμαι τῷ λόγῳ διεξιών. Οὕτω γὰρ ἐξέσται τοῦ λοιποῦ καὶ ὑμῖν μείζω τῆς ἐναποκειμένης περὶ αὐτοῦ ταῖς ψυχαῖς ἀποθέσθαι δόξαν.
col. 209–210page 48 of 60
PG 99:209τι, φησί, τῆς ὑπερορίας τηνικαῦτα τῷ ἀγίῳ, συνέβη παραχρῆμα καὶ αὐτῷ μοι, ἅμα τῷ ἐκείνης τῆς ἐμῆς προεξελθεῖν οἰκίας, κόρην τῶν ἐγγιτόντων τοῦ ἐμοῦ συνάψαι υἱῷ, γάμου ἤδη ἔχοντι ὥραν· καί ἀπό τινος περιπετείας λαῦρος καταλαβούσης, ἔτι καὶ τοῦ γάμου συνεστῶτος, καὶ τῶν γαμηλίων ᾀδομένων ὕμνων, τά τε ἔνδον ἅπαντα ἐνεπίμπρατο τῆς κόρης, θάνατον ταύτῃ διηπείλει τὸν οἴκτιστον. Ἐπὶ τῷ ἀπευκτῷ τούτῳ διπλῇ ὠδυνώμεθα, ὁρῶντες τὴν γαμήλιον συγκεχεῖσθαι εὐφροσύνην, καὶ τὴν παρθένον οὕτω καὶ νέαν πρὸ ὥρας οἴχεσθαι κινδυνεύουσαν. Ἐγὼ γοῦν, ὡς εἶχον, ἐπεί μοι τοῦ πάθους οὐδὲν ἄλλο ἐπείπετο παραμύθιον, ἀποστέλλω σπουδῇ πρὸς τὸν ἅγιον, οὐ μακρὰν τοῦ ἐμοῦ ἀπέχοντος οἰκίδιον, ἵνα λιταρῶν τῇ παιδί, καὶ πρό γε ἐκείνης ἐμοί, τῷ βαρύτερα πάσχοντι. Ὃς καὶ παραυτίκα ἔλαιον εὐλογηθὲν παρ' ἐκείνου, καὶ χρίσαι τούτῳ τὴν κόρην προστάξας. Αὐτὸς μὲν εὐθὺς τὸ κελευόμενον ἐποίουν, σῶμα τῆς κόρης ἐπαλείφων τῷ ἐλαίῳ. Ἡ δέ γε παῖς ἅμα τῇ ἀλοιφῇ ῥᾴων τε γίνεται, καὶ τοῦ ὑποτύφοντος ἐκείνου πυρετοῦ ἀπαλλάσσεται, μηδὲ ὀλίγον τούτῳ ἐνοχλουμένη, ὃ τοῦ ὑγιασθῆναι μακαριώτερον. Ἅλλοτε δὲ ἐν κώμῃ τῇ ἀπωτάτω μοι μόνῳ βαδίζοντι, χρείας οὕτω δεησάσης, παρδαλίς ποθεν ἥκουσα ἔστη μοι κατὰ πρόσωπον ἢ καὶ βλοσυρῷ ὄμματι ἐνιδοῦσά με, ἐποίει μονονοὺ καὶ λαβέσθαι μου, καὶ θοίνην ἑαυτῆς τὰ ἐμά, φεῦ! κρέα ποιήσασθαι. Ἐγὼ δ᾽ ὡς ἐν ἀφύκτοις κακοῖς οὐκ ἔχων ὅ τι δράσω, ἐπὶ τὸν μέγαν ἑτραπόμην Θεόδωρον, αὐτῷ μόνῳ τὰς ἐλπίδας ἀνάψας τῆς σωτηρίας· ᾧ καὶ ἀνεκπτώτως θαρρήσας, λέγω ἀπτοήτῳ φωνῇ τῇ παρδάλει· Ἄπιθι, ὦ θηρίον, ἀπ' ἐμοῦ, καὶ μὴ τολμήσῃς προσψαῦσαί μου· πρὸς γὰρ τὸν θεράποντα τοῦ Χριστοῦ Θεόδωρον ἄπειμι, οὗ δοῦλος ἐγώ, καὶ ὃς διὰ παντὸς φύλαξ ἐμοῦ. Τὸ δὲ θηρίον, ὡς μόνον τὴν κλῆσιν τοῦ Ἁγίου ἀκούσοι, πτῆξαν εὐθὺς καὶ εἰς γῆν νεῦσαν, τότε μοι δίδωσι καὶ παραχωρεῖ τῆς ὁδοῦ, λόγχην ἐκλίναν, καὶ πόρρω γενόμενον. Κώμη τίς ἐστιν Ἀχειρὰ καλουμένη. Ἐν ταύτῃ κατεῖχε Δίων ἐκεῖνος ὁ δυστυχῶς γυναικὶ συναφθεὶς πνεῦμα ἐχούσῃ ἀκάθαρτον. Ἣ τοσαύτην βίαν ὁ δαίμων ἐπήγεν, ὡς καὶ τὰς ἰδίας ἔστιν ὅτε σάρκας διαστῆν καὶ ταύτας ἐσθίειν· μήτ' αἴσθησιν τοῦ πάθους λαμβάνουσαν, μήθ' ὅλως ἀλγοῦσαν. Ταύτην στὲ λαβὼν ὁ ἀνήρ, συναντᾷ τῷ ἁγίῳ ἐπὶ ὄνου καθημένῳ, καὶ τὴν ἐκεῖσε φέρουσαν διιόντι· τούτῳ γὰρ καὶ εἴθιστο ἐν ταῖς μακροτέραις ὁδοῖς κομίζεσθαι σχήματι· οὗ καὶ ἐδεῖτο, κατηφιῶν ὅλος καὶ δεδακρυμένος, βοηθῆσαι κατὰ τὸ δυνατὸν τῇ παθούσῃ, καὶ δαίμονος οὕτως ἀπαλλάξαι βιαιοτάτου. Ὁ δὲν ὅσιος ἐπικλασθεὶς τῷ γυναίῳ, καὶ ταύτης ἁψάμενος τῆς συμφορᾶς, τὴν χεῖρα, ὡς εἶχε, τῆς γυναικὸς ἐπιτίθησι κορυφῇ· ἐπισφραγίζων τε τοῦ σταυροῦ τῷ σημείῳ, καὶ εὐχὴν τὴν κατὰ τῶν πονηρῶν
col. 211–212page 49 of 60
PG 99:211λαβοῦτες, τέλος τῆς εὐχῆς ἐδράτο· τοῦ πονηροῦ παραυτίκα δραπετεύσαντος δαίμονος, καὶ λιποῦσης τὴν ἄνθρωπον σωφρονοῦσαν. Καὶ θαῦμά τι κατ᾽ ἐκείνην τὴν ὥραν τῷ θαύματι ἐπιγενόμενος. Τῇ γὰρ ἐκβολῇ τοῦ ἀκαθάρτου συναπεβλήθησαν ἅμα καὶ τῶν χειρῶν καὶ ποδῶν ὄνυχες τῆς παρχούσης, καὶ εἰς τὴν ἔπεσον, ἔκπληξιν ἐνθέμενοι τοῖς ὁρῶσι, καὶ δύναμιν παραδοξοτάτην τοῦ ἐνεργοῦντος. Ἐμοὶ δὲ ἤρκει, καὶ μηδὲν ἄλλο εἰπόντα δεῖξαι ἐκ τῶν εἰρημένων, ὁποίαν κἀν τοῖς θαύμασιν ὁ Πατὴρ τὴν χάριν ἐκέκτητο· ὡς μᾶλλον μὲν τὸ ἐν ἐκείνοις θαυμάζειν τάχος· μᾶλλον δὲ τὸ ἐν ἐκείνοις θαυμάζειν μέγεθος· μᾶλλον δ᾽ ἀμφοτέρων τὴν τοῦ διδόντος φιλανθρωπότητα, ὃ κρεῖττον λόγου καὶ παροχῆς· ἵνα καὶ εὐεργετεῖν ἔχοι τὸ διαφορώτατον. Ἐπεὶ δ᾽ οὐκ ἀπόχρη διὰ τοὺς εἰδότας μὴ δηλῶσαι καὶ τὰ λοιπά, κἀκεῖνα φέρε ταῦτα διεξίτω ὁ λόγος. Ποταμός τις τῶν ἐν Πτελέαις τόπῳ παράκειται ἀγροικικῶς οὕτω καλούμενος Ὀνοπνίκτης· τῷ πολλά, οἶμαι, τῶν ἀχθοφόρων ἐναποπνίγειν, ταύτην κληθεὶς τὴν προσηγορίαν. Οὗτος πολλάκις οἰδαίνων καὶ τὸ πολὺ τοῦ ῥεύματος ἀποπτύων, οὐ μόνον ζῷα καὶ τὰ τῶν ὑπὸ ζυγὸν συναρπάζει, ἀλλὰ καὶ τὴν ἐν Πτελέαις μικροῦ πάντα χώραν, αὐτοῖς οἰκήτορσι λυμαίνεται καὶ ἐπικλύζει. Ὡς οὖν ἐκεῖσε τὸν ἅγιον ἐπιδημήσαντα ἐν τῷ τόπῳ κατεῖδον οἱ κάτοικοι, κοινὴν πάντες ἀπὸ μιᾶς δέησιν τούτῳ ἀνέθεσαν, στῆσαι τούτοις ἐκλιπαροῦντες τὴν συμφοράν, ἣν λύμην τε αὐτῶν καὶ καταφθορὰν ἔφασκον· καὶ ἧς ἐπικρατούσης, ἄβιωτος αὐτοῖς ὁ βίος· ὃς καὶ μηδ᾽ ὥραν ὑπερθέμενος τὸ βραχύ, σπουδῇ καταλαμβάνει τὸν ποταμόν. Ἐφ᾽ ᾧ καὶ τοὺς ἑσπερίους ὕμνους ἀποδοὺς τῷ Θεῷ, σταυρὸν ἐν ξύλῳ συναρμοσθέντα, ταῖς αὐτοῦ πήγνυσι διεξόδοις. Ἀμέλει καὶ ἡ τῶν ὑδάτων φορὰ τοῦτον θεωμένη τὸν τύπον, ἀπρόσχυτος τῇ ἔξω μένει περιδινήσει, μὴ περαιτέρω τοῦ λοιποῦ προϊοῦσα, μήθ᾽ ὡς τὸ πρὶν βλάπτουσα τῇ προσχώσει. Ἐμοὶ δὲ τὸ νῦν ἔχον, τῶν ἐν Πτελέαις ἀφεμένῳ θαυμάτων, ὧν καὶ ἡ διήγησις οὐκ ἀνέγγυος, τοῦ θαυμαστοῦ Λέοντος ἐκείνου καὶ ἄλλων συχνῶν, ὡς ὁ λόγος εἰρήκει, ἕκαστα παραστησαμένων, καὶ τῶν ἐν ἑτέροις ἤδη γεγενημένων μνησθῆναι. Καὶ πρό γε ἄλλων, ὧν ὁ θεῖος Σωφρόνιος ἀνήρ (ὃς οὗτος πολύς τε τὸν βίον), καὶ κοινοβίου τοῦδε καθηγησάμενος, σαφῶς ἡμῖν διήγγειλεν. Ἔχει δὲ οὕτωσὶ τὰ περὶ αὐτῶν· Τοῦ Πατρός, φησίν, ἐν τῷ μοναστηρίῳ διάγοντος, ἦν ἔργον τούτῳ καὶ σπούδασμα, ἐν τῷ νοσοκομείῳ ἀνιέναι συχνά, ἐπισκέψεώς τε χάριν τῶν ἀῤῥωστούντων, καὶ θεραπείας τῆς ἄλλης. Ἐφ᾽ ᾧ καὶ ἐν μιᾷ ἀνελθὼν εἶδεν ἕνα τούτων ἀῤῥωστίᾳ συνειλημμένον δεινῇ, καὶ τὸν θάνατον ἑαυτῷ διὰ τὸ πολὺ τῶν
col. 213–214page 50 of 60
PG 99:213ἀλγεινῶν ἐπευχόμενον· ὃν καὶ ὁ τὴν διακονίαν πεπιστευμένος, εἰ ἐρετὸν αὐτῷ τῆς παρούσης ὑπεξελθεῖν βιοτῆς διηρώτα. Τοῦ δὲ καὶ ἡδονὴν ψυχῆς καὶ εὐθυμίας τὸ ἀκρότατον τὴν ἀπὸ τοῦ σκήνους φάντος ἀπόστασιν, οὕτω πονηρῶς αὐτῷ καὶ λυπηρῶς τοῦ σεραίου ἔχοντος· αὐτὸς ὡς εἶχε διαπορθμεύει τῷ ὁσίῳ τὸν λόγον, καὶ φράζει ὧν δέοιτο ὁ νοσῶν· ᾧ καὶ παραυτίκα ἡ ψυχὴ συγχυθεῖσα, καὶ τὸν πάσχοντα κατοικτείρασα, εἰς ἱκεσίαν τε ἔστη σπουδῇ, καὶ τὴν τοῦ ἀδελφοῦ μετάθεσιν διεζήτει, διανοίας κινήσει καὶ λεπτῷ θρήνῳ τὰ πλεῖστα φθεγγόμενος τῆς εὐχῆς. Ἦν καὶ συμπεράνας, Ἄπελθε, φησὶ τῷ ἀπαγγείλαντι ὁ ὅσιος, ἑτοιμάσων τὰ πρὸς κηδείαν τοῦ ἀδελφοῦ· κεκοίμηται γάρ, καθὰ ᾔτησεν. Ὃν καὶ ἀπελθὼν εὗρεν ἤδη ἐκπνεύσαντα, καὶ τὴν ψυχὴν παρεικότα. Καὶ τοῦτο δὲ περὶ ἑαυτοῦ ὁ θεῖος διηγεῖτο Σωφρόντος. Χρεία μοι, φησί, ποτέ γέγονεν ἐν τῇ τῶν Παφλαγόνων φοιτῆσαι, συνάμα τῷ μαθητῇ Νικολάῳ, καὶ ὁπαδῷ τοῦ Πατρὸς, καὶ συναέθλῳ. Οἱ καὶ ἄμφω εἴς τι πεδίον ἑσπέριοι κατελύσαμεν, ἐν ᾧ χόρτου χρῆμα ἀμύθητον ἔκειτο. Ἦν δὲ ἐν ἐκείνῳ τῷ τόπῳ καὶ στρατὸς τηνικαῦτα συνελθὼν ὁπλοφόρος· οἱ καὶ πυρὰς ἄψαντες, τὰ δεῖπνα ἡτρέπιζον. Τοῦ δὲ πυρὸς οὐκ οἶδ' ὅπως δραξαμένου, καὶ οἷα εὐπρήστου ὕλης τὰ σὺν αὐτῷ πάντα διαγενομένου, θροῦς εὐθὺς καὶ κίνησις ἀτάκτως παρὰ τοῦ στρατοῦ διεγείρεται· ἀτάκτως ἡμῖν ἁπάντων ἐπιδραμόντων, καὶ διαχειρίσασθαι μονονοὺ ἐφορμώντων, μὴ λόγου τινὸς, μὴ ἐρωτήσεως, μὴ ἄλλης μεταδόντων ὁμιλίας· ἀλλ' ἐξ μόνον σιωπῇ τὴν αἰτίαν πᾶσαν τοῦ ὑποκαιομένου τὰς ἐπιγραψάντων ἡμῖν. Ἐφ' ᾧ καὶ, ὡς εἰκὸς, τήν τ' ἡμῶν ἐπιβουλὴν δείσαντες, πάντων ἀπογνόντες, τὸν μέγαν ἐπικαλούμεθα Θεόδωρον· ὡς ἂν αὐτὸς καὶ τοῦ ἀπροόπτου κινδύνου ἡμᾶς ὑπεξέλῃ, καὶ πόρον καὶ σωτηρίας παράσχοι. Σοῦ γὰρ μόνου, ἐλέγομεν, εὐσεβέστατε Πάτερ, τὸ παῦσαι τοὺς ἀδίκως ἡμῖν ἐφεδρεύοντας, καὶ φόνον καθ' ἡμῶν μέλλοντας δράσειν τὸν ἐξαίσιον. Καί, ὢ τοῦ τάχους τῆς εὐποιίας! ἔτι γὰρ ἐπὶ γλώσσης στρεφόντων τὴν δέησιν, καὶ ὑετὸς ὕμνῳ ἐπ' ἐκδαῖος καταῤῥαγείς, τό τε ἐπιπολάζον ἐκεῖνο κατέσβεσε πῦρ, καὶ εἰς θαῦμα μετέβαλε τοὺς στρατιώτας ἐποίησε· τοὺς πρὶν φόνιον ἡμῖν ἀνθρῶντας, ταπεινοὺς καὶ κάτω νεύοντας ἐργασάμενος. Καὶ γυνή δέ τις τῶν εὐπατρίδων, τὸ περὶ αὐτὴν γεγονὸς θαῦμα τῷ θείῳ Σωφρονίῳ ἀπήγγειλεν, οὕτω σὲ τοῦτο διεξιοῦσα. Ἐμπρησμός, φησί, κατὰ τὴν ἦν ποτε ἐγεγόνει οἰκίαν, τὴν ἐν τῇ Ῥάβδῳ· ἣν τὸ πῦρ ἐκύκλωσε ἅπασαν περισχόν· ἐκινδύνευον πρὸς πάντα μοι τὰ προσόντα τῆς φλογὸς ἰδεῖν παρανάλωμα, μήτ' ἐπιῤῥοίας ὑδάτων, μήτε τινὸς μυστηρίου ὀργάνου καταστορέσαι δυναμένων τὸ πῦρ, τῶν φυιζηδὸν τὰ πάντα διαλαβόν. Ἐν τοσούτῳ οὖν λογισμός με τις ὑποδραμών, τὸ ἐπὶ μάλης ἐπι-
col. 215–216page 51 of 60
PG 99:215πρὸ μικροῦ τοῦτο πρός με ἀπεσταλκώς· ὃ καὶ χερσὶ λαβοῦσα δεῖν ᾠήθην ῥίψαι κατὰ τοῦ πυρός· εἴπως τοῦτο αἰδεσθὲν ἐπίσχῃ τὸ πολὺ τῆς φορᾶς. Ὡς οὖν ἔργου εἰχόμην, καὶ τὸ τίμιον ἐκεῖνο γραμματεῖον, τῆς ἀνωφελοῦς ἐκείνης ἐπεῤῥίπτουν φλογός, ἐπιβοῶσα καὶ τὸ, Ἅγιε Θεόδωρε, βοήθησον τῇ κινδυνευούσῃ δούλῃ σου· ἦν ἰδεῖν παραχρῆμα τὴν ἄγριον ἐκείνην δύναμιν τοῦ πυρὸς, ἐσβεσμένην καὶ ἄτονον, εἰς τέφραν μόνην καὶ καπνὸν ὑπολήξασαν. Τίς ἔγνω τῶν νῦν ἢ τῶν πώποτε τοιοῦτον ἐκ μικροῦ γραμματείου τεράστιον; Οὐδὲν πρὸς τοῦτο πᾶσα θαυμάτων περίνοια. Ὥστε ἡμῖν οὐδὲ τὸ ἁπλοῦν τοῦ λόγου τὸ μεγαλεῖον τοῦ πράγματος λυμανεῖται. Αὐτὸ γὰρ οἷόν ἐστιν ἐπὶ τῶν ἔργων φαινόμενον, καὶ λόγου ἀστόλιον ἐξαγαγεῖν ὑπέθετο τοῦ Πατρός· ἦν γὰρ δεινότητα, καὶ πᾶσαν ὑπεξαίρει διηγηματικὴν σύμφρασιν. Ἀλλὰ γὰρ ἡμῖν καιρὸς καὶ τὸ κατὰ τὴν Σαρδὼ νῆσον συμβὰν, ὑφ᾽ ἑνὶ τῶν ἐκεῖ θαῦμα δοῦναι τῷ λόγῳ, καὶ φιλοθέοις χαρίσασθαι ἀκοαῖς. Οἷον γάρ ἐστι, φοβερὸν μὲν ἀκοῦσαι, ἔχον σὺν τῷ παραδόξῳ καὶ τὸ ἔκπληκτον. Ἦν τις ἐν τῇ νήσῳ ἀνὴρ στέργων διαπαντὸς καὶ τιμῶν τὰ τοῦ μεγάλου συγγράμματα ἔχων, πρὸς τοῖς ἄλλοις διὰ πολλοῦ, καὶ τὰ τῇ ἁγίᾳ τούτῳ πεποιημένα Τεσσαρακοστῇ, Τριώδια καλεῖν σύνηθες. Τούτῳ οὖν κατὰ πάροδον ἐπιξενωθέντες ποτὲ μοναχοί, ἐφ᾽ ᾧ τὰς τῶν νηστειῶν ἡμέρας τελέσαι· οἳ καὶ Γρηγορίου ἐκείνου τοῦ Συρακούσης φοιτηταὶ ἦσαν, ἄφρονι οὗτοι χρησάμενοι λογισμῷ, καὶ τύφου τὰς καρδίας ὑποπλησθέντες, ἐπικερτομεῖν τὰ τοῦ ἁγίου ποιήματα ἐπεχείρουν· σόλοικά τινα καὶ οὐ κατὰ λόγον συντεθειμένα ἀποκαλοῦντες. Οἷς δὴ καὶ ὁ ἐπιξενωσάμενος οὐκ οἶδ᾽ ὅπως συνεπαχθεὶς μεταβάλλεται θάττον, καὶ τῆς ἐκείνων γίνεται γνώμης, μήτε τιμῶν ὡς τὸ πρὶν, μήθ᾽ ὡς αὐτῷ εἶθισμένον, ἐν ὀρθριναῖς ταῦτα ὑποψάλλων δοξολογίαις. ᾧ καὶ οὕτως ἔχοντι, ἐφίσταται νυκτὸς ὁ Πατήρ, μακρὸς τὴν ἡλικίαν φανείς, οἷός τε ἦν ποτε, τὴν ὄψιν ὠχρὸς, τὴν κεφαλὴν ἐπὶ τοῦ ἄκρου ἐψιλωμένος. Παρείχοντο δὲ αὐτῷ καί τινες ἄλλοι ῥάβδους ἐπὶ χειρῶν ἔχοντες· οἳ καὶ μόνον ὁραθῆναι θέαμα φρικτὸν, καὶ οὐδὲ φορητόν ὅλως· οἷς καὶ παρεκελεύετο πράττειν ὡς τάχος τὸ ἐκείνῳ δοκοῦν, καὶ παίειν ταῖς ῥάβδοις τὸν εὔκολον οὕτω καὶ τὴν γνώμην εὐόλισθον· ᾧ καὶ παιομένῳ ἔτι παρεστὼς ἐβόα ὁ Πατήρ· Ἵνα τί, ἄπιστε, τὰ ἐμὰ διώσω ποιήματα, καὶ παρ᾽ αὐτόν ἐλογίσω, καίτοι πρὸ μικροῦ στέργων αὐτὰ καὶ τιμῶν; οὐδ᾽, εἰ μή τι ἄλλο, τοῦτό γε παρ᾽ ἑαυτῷ συνιδεῖν ἔχων, ὅτι οὐκ ἂν αἱ τοῦ Θεοῦ Ἐκκλησίαι ταῦτα ἐδέξαντο καὶ ἀλλήλαις διέδοσαν, εἰ μὴ τὴν ἀπ᾽ αὐτῶν συνῆκαν ὠφέλειαν. Οὐ γὰρ κόμπος ῥημάτων καὶ λέξεων τορεία καρδίαν οἶδε συντρίβειν, ἀλλὰ ταπεινὸς λόγος, καὶ ἐπ᾽ ὠφελείᾳ συντεθειμένος, καὶ τὸ πᾶν ὑγιής· ὅς γε καὶ ὑπὲρ πᾶσαν ἐμοὶ δόξας παίδευσιν, ἄξιος λελόγισται τοῦ παντὸς, καὶ τοῦ διῃρημένου καὶ μόνην τὴν ἀκοὴν τρέποντος, πολλῷ φαίνεται τιμιώτερος. Ἀλλ᾽ ἐκεῖνον μὲν ἱκανῶς οὕτω τυφθέντα, καὶ ταύτην δίκην τῆς ἐπὶ τὰ χείρω μεταβολῆς δόντα, καὶ ἡ ἡμέρα ἤδη κατέλαβεν· ὃς
col. 217–218page 52 of 60
PG 99:217τι ἀλγεινῶς ἔχων, τῆς κλίνης ἀνλόμενος τὴν καρδίαν, καὶ τὸ σῶμα ταῖς πληγαῖς· τὸ συμβὰν ἐπ᾿ αὐτῷ περιπαθῶς ὡς καὶ παραυτίκα ἐδήλου, ὅτι μετρίαις τοὺς φθορέας βάλλων ταῦτ᾽ ἐπεπόνθει, καὶ τῆς οἰκίας ἀπελαύνων τάχιστα. Ὅς γε καὶ εὐμενίσειν βουλόμενος τὴν πίστιν ἐκράτυνε· στέργων ἐντίμως τά τε πρόσθεν τοῦδε ποιήματα· καὶ μεθ᾽ ὅσης ἂν εἴπῃς τιμῆς, καὶ ψυχῆς ἀτεχνῶς ποιούμενος θεραπείαν, πλεῖον ἢ τοῖς λοιποῖς καὶ θαυμάτων ἄλλων τὸν λόγον μνησθῆναι βουλόμενον, συνεσταλμένην ὅτι μάλιστα καὶ περὶ τούτων διήγησιν θήσομαι, ὡς ἂν μὴ ἐπὶ πλεῖον τούτοις ὁ λόγος παρακατέχοιτο. Πρῶτ᾽ ἐν τῇ μνήμῃ εἰσίτω ὁ δαιμονῶν ἐκεῖνος, καὶ θεραπείαν θάττον λαβών, ὃν ἡ ἀπέχρησεν ἡ ἐν τάφῳ προσέλευσις, καὶ νυκτερινὴ τοῦ Πατρὸς ὄψις, εἰς πάθους τοσούτου ἀπαλλαγήν. Σωφρόνων γὰρ τοῦ λοιποῦ καὶ ἐφ᾽ ἑαυτῷ μένων οὗτος ἐφάνη. Μετὰ γε δὲ τοῦτο, ὁ τὸ δηλητηριῶδες ἐκεῖνο βρῶμα, τῷ λόγῳ δοθήτω, ὃς τὰ ἔνδον πόνοις τετρυχωμένος, καὶ ὅσον οὔπω ταῖς ὀδύναις ἀφήσειν, ἔλαιον τὸ ἀπὸ γῆς τῆς πρὸς τῷ στόματι ἐγχεάμενος, τόν τε ὀλέθριον ἀπήρεσεν τόν, καὶ τὴν σωτηρίαν ἑαυτοῦ εὗρε, μείνας ὅλος ἀβλαβὴς καὶ ἀνέπαφος. Ὁ δὲ στόμαχον ἐκείνοις τοῖς ἴσοις κατεργασθεὶς τινος μοχθηροῦ πάθους ἄρα μὴ βραδεῖαν καὶ οὐκ ἀποχρῶσαν τὴν ἴασιν ἐκομίσατο, οὐμενοῦν ἀλλὰ καὶ ταχυτέραν τῶν ἄλλων, καὶ τῆς ἐλπίδος κρείττω. Μόνῃ γὰρ τῇ εἰκόνι τοῦ Πατρὸς οὗτος ἐμβλέψας, καὶ τὸ αὐτοῦ ἐπικαλεσάμενος ὄνομα, εὐθὺς ἀλγεινῶν ἀνείθη, καὶ πρὸς ὑγίειαν ἀνέβλεψεν. Ἐμοὶ δὲ πρὸς τούτοις, οὐδενὸς ἧττον εἰς τάχους θεραπείαν δοκεῖ, καὶ ὁ τὸν ἐπιπροσθοῦντα λίθον τοῖς γεννητικοῖς μορίοις ἐναπορρίψας, πόσει τε τοῦ ἁγίου ἐλαίου θείου, καὶ ἐπικλήσει τοῦ θείου ὀνόματος. Τοῖ δὲ μὴ τῶν ἄλλων εἰς μνήμην ἐρχέσθω καὶ ὁ πάλαι κατεσχημένος τῆς δειλίας· καὶ πάντα διὰ κατακλήσεων ἀλόγιστον· ὃς τῷ αὐτῷ ἐπιχρίσας ἑαυτοῦ τὸ σῶμα ἐλαίῳ, καὶ τῷ τάφῳ μικρὸν προσεδρεύσας, τοῦ τε δεινοῦ ἐκείνου πάθους ἀπήλλακτο, καὶ καθαρὸς ὤφθη ἐν ἅπασι. Καὶ τί δεῖ με πάντα ἀριθμεῖν; ἐνὸν ἐκ τῶν εἰρημένων, καὶ τὰ παραφθέντα σκοπεῖν, καὶ τὴν χάριν ἐννοεῖν τοῦ δικαίου· ὥστε με ταῦτα τοῖς εἰδόσι παρέντα, ἐπεὶ πολλοὶ τούτων συνίστορες, ἐπὶ τὰ ἄλλα τρέψειν τὸν λόγον, καὶ ὧν αὐτῷ καθ᾿ εἱρμὸν ἡ διήγησις. Χρόνον οὖν, ὡς ἀνωτέρω μοι εἴρηται, συχνὸν τῷ ἐν Πτελέεις τόπῳ ἀναστραφεὶς ὁ ὅσιος, μεταβὰς ἐκεῖθεν, τὴν Προῦσαν καταλαμβάνει. Οὗ καὶ τὴν ἄφιξιν
col. 219–220page 53 of 60
PG 99:219οἱ ἐν τῷ Ὀλύμπῳ αἰσθόμενοι μοναχοί, πάντες ἅμα συνέθεον· ὄψιν τε τὴν ἐκείνου ποθοῦντες ἰδεῖν, καὶ γλώττης ἅμα καλὸν φθεγξαμένης ἀκοῦσαι. Ἦν γὰρ αὐτοῖς ἐκ πολλοῦ ὁ ἀνὴρ ἐπέραστος τὰ πάντα καὶ χαριέστατος. Οἷς δὴ καὶ πᾶσι τὰ εἰκότα διομιλήσας, καὶ τὸ τῆς ἀγάπης, ὡς ἐνῆν, ἀποδοὺς ὄφλημα, λιπὼν τὴν Προῦσαν, τὴν μέχρι Χαλκηδόνος ἀφικνεῖται ὁδόν· Θεόκτιστον ἐκεῖνον ὀψόμενος, τὸν πάλαι μὲν τῇ τοῦ μαγίστρου τετιμημένον ἀξίᾳ, νῦν δὲ τὸν μονάδα βίον ἀνῃρημένον ὑπ' αὐτῷ καθηγητῇ καὶ ποιμένι· ᾧ καὶ οὐχ ἥκιστα συνησθεὶς, οὕτω μὲν ἀρετῆς ἔχοντι, οὕτω δὲ βίου ὀρθοῦ. Φοιτᾷ ἤδη καὶ τῷ πατριάρχῃ. Νικηφόρῳ, φημί, τῷ συνάθλῳ καὶ φίλῳ, ἐν τῷ ἰδίῳ σεμνείῳ, ὃ ἐχόμενα παράκειται τοῦ στενοῦ ἀναστρεφομένῳ· οὗ καὶ τὴν συντυχίαν ἡδονῆς θέμενος τὸ ἀκρότατον, ὅλος ὅλῳ προσφύεται· λόγοις ἀῤῥήτοις τὴν περὶ αὐτὸν ὑπεμφαίνων διάθεσιν· καὶ τὸν πρὶν χωρισμὸν τῇ νῦν συνάψει παραμυθούμενος. Ὡς δ᾽ ἱκανῶς τοῦ ποθουμένου ἀπήλαυσεν, ἔμελλε δὲ καὶ τοῖς ἄλλοις ἐπιδημήσειν, ἵν' ἔχῃ τὴν ἀρετὴν ὑποσπείρειν, ἐκεῖνος πρὸς βραχὺ τέως ἀφεὶς μὴ ἀφιέντα, τοῖς τοῦ Κρίσκεντος οὕτω λεγομένοις παραβάλλειν τόποις· ἔνθα καὶ πολλοὺς μοναστὰς καὶ μιγάδας αὐτῷ συνιόντας, πολλὺς ἦν ἑκάστῳ νέμων τὰ πρὸς ὠφέλειαν, καὶ τὴν τὰ θεῖα πελαγίζουσαν γλῶσσαν τούτοις ἐπαφιείς. Τότε μετὰ πάντων ἐκείνων, καὶ Πέτρος ὁ περιβόητος, ὁ τὴν ἀρετὴν ἀπαράμιλλος ἐκεῖνος, πρὸς τὸν μέγαν ἀφίκετο, περί τε ἄλλων ἀναθήσων αὐτῷ πολλῶν, καὶ περὶ ὧν δόξαν αὐτῷ προσέτριβον πονηράν, τὸν τούτου βίον ἐπιμωμούμενοι, καὶ τὰ παρ᾽ αὐτοῦ δι' ὀνείδους ποιούμενοι. Ἦσαν γὰρ οἱ τὸν ἄνδρα κακίζοντες, ἀνθ' ὧν τοῦτον ἑώρων βίῳ τε χρώμενον ἀνῳκισμένῳ, καὶ σημεῖα οὐκ ἐλάχιστα ἐπιδειγμένον. Ὃν δὴ καὶ ὁ Πατὴρ ἀνὰ μέρος περὶ τῶν καθ' ἕκαστον ἐρωτήσας, καὶ ἐν πᾶσιν ὀρθῶς ἀνευρὼν φρονοῦντα, τῇ τε ἀρετῇ καὶ μᾶλλον ὑπερανεστηκότα, ἐξ ἧς γε αὐτῷ καὶ ἡ χάρις προσεπεφύκει· Τὸ μὲν ἐξηλλαγμένον τοῦτο τοῦ βίου καὶ παντελῶς ἄθικτον, φησὶ πρὸς αὐτὸν, ἐμοὶ πειθόμενος, ὑπάνες μικρόν· ἑλοῦ δὲ μᾶλλον τὴν τοῖς ἄλλοις ὁμοίαν διαγωγήν, ἧς μετὰ τοῦ ὠφελίμου, καὶ τὸ λυσιτελές· ἄρτῳ δὲ τούτῳ τῷ παρὰ πᾶσι χρώμενος εἰς τροφὴν, καὶ οἴνῳ ἔστιν ὅτε, καὶ ἐδέσμασι δὲ τοῖς ἄλλοις, ὅσον εἰκὸς, ἵνα καὶ μετέχειν δοκῇς, καὶ τὸν ἐπὶ ἀσιτίᾳ τῦφον ἐκφεύξῃ καλῶς, καὶ τοὺς τὰ σὰ διαβάλλοντας, πεπαῦσθαι ποιήσῃς, καὶ οὐδενὶ γενήσῃ ὅλως ἁλώσιμος. Πλὴν ἐπεί σοι μετὰ τῶν ἄλλων καὶ γυμνοποδεῖν εἴθισται, ἐμοὶ δοκεῖν, ἥκιστα τὸ πρᾶγμα ἀναγκαῖόν ἐστιν, ὡς τὸ ὑποδεδέσθαι μᾶλλον καὶ τοὺς πόδας ὑπὸ σκέπην ἔχοντος, καὶ ἀβλαβεῖς ἐν ὥρᾳ φυλάττοντος χειμερίῳ. Καὶ αὐτῷ μὲν οὕτω τὰ λυσιτελῆ παρηγγύησε· τοῖς δ' αὖ ἐγκαλοῦσιν ἐκείνῳ, λόγοις παρήνεσε τοῖς προσήκουσι, μὴ τοσούτῳ προσκόπτειν ἀνδρὶ, μηδὲ κρίμα ἑαυτοῖς τηνάλλως ἐπισυνάγειν, τἀναντία τούτῳ ὑπειλημμένοις· ἔχειν δὲ μᾶλλον δι' ἐπαίνου τὰ τούτου καὶ θαύματος τοιαῦτα ὄντα, καὶ πρὸς ἀλήθειαν.
col. 221–222page 54 of 60
PG 99:221ὺς δὲ καὶ τοῖς λογάσι τῶν ἐπισκόπων συγγένοιτο, δὲν ἐν ἀλλήλοις συνάμα τῷ πατριάρχη βουλεύοντες εἰσελθεῖν πρὸς τὸν τὰ σκῆπτρα κρατοῦντα, καὶ τὰ περὶ ὧν δέοιντο ἀναθέσθαι, ὡς ἂν γένοιτο τάς τε ἰδίας ἀπολήψεσθαι ἐκκλησίας, καὶ ταύτης κεκτημένους κακοδόξους ἀπώσασθαι. Οἱ τοὺς λόγον ἕκαστα διομιλησάμενοι τῷ κρατοῦντι, ἅς τε αὐτοὶ βιαίως πρὸς τοῦ πρὶν βασιλέως ἠλάθησαν, καὶ ὅπως αἱ θεῖαι εἰκόνες, ὧν ἡ τιμὴ ἄνωθεν, αἰσχρῶς πεπαρώνηνται, ἄλλα τε πρὸς τούτοις ἃ ἐχρῆν σαφῶς καὶ διαῤῥήδην παραστησάμενοι, ἔμαθον τὰ κωφῷ ὑπηχοῦντες, καὶ ἀσυνέτῳ τοὺς λόγους ὑπέχοντες. Θείου γὰρ λόγου ἐξέτι οὗτος ἀναίσθητος τυγχάνων παντάπασιν, οὔτε συνιέναι οἷός τε ἦν εἴρητο πρὸς ἐκείνων, οὔθ᾽ ὅλως τούτοις καὶ τὴν προσέξειν τὸν νοῦν· πῶς γὰρ ὁ μηδέπω μηδὲν βέλτιον, μήτε παρ᾽ ἑαυτοῦ συνειδώς, μήτ᾽ ὑπ᾽ ἄλλων ἐδιδάγμένος; Ὅθεν μακρῷ λόγῳ τῶν Πατέρων τὰ τῆς πίστεως διεξιόντων, τοῦτο μόνον ἀλογίστως ἀπεκρίνατο πρὸς αὐτοὺς, ὅτι· Εἰ καὶ καλοὶ οἱ παρ᾽ ὑμῶν λόγοι, ἀλλ᾽ οὐχὶ καὶ παραδεκτέοι ἐμοί, οὔπω μέχρι νῦν εἰκόνα ἢ σεβασθέντι, ἢ προσκυνήσαντι. Ὥστε μὲν δίκαιον ἔχειν, ὡς ἂν ποτε ἔχω· ὑμᾶς δ᾽ ὅπως τοῖς οἰκείοις ἐμμένειν, καὶ τὴν σφῶν πεπαιδευμένην δόξαν· οὐδένα γὰρ ὑμῶν τοῦτο πράττειν κωλύω. Πλὴν μὴ ἐν τῇ βασιλευούσῃ εἰκόνα τοπαράπαν ἀναπελοῦν ὑμᾶς βούλομαι, ἀλλ᾽ ἀπωτάτω καὶ ὅπου βούλοισθε. Ἀμέλει καὶ τὸ εὔηθες τούτου οἱ Πατέρες γνόντες, ἐξῄεσαν παραυτίκα τῆς Βυζαντίδος· τοῦ ὁσίου τοῖς Κρίσκεντος πάλιν φοιτήσαντος τόποις, καὶ ἐκεῖ σὺν τοῖς μαθηταῖς τὸ τῆς ἀσκήσεως στάδιον ὑπερχομένου. Παρὸν τὸ ἐν μέσῳ, καὶ Θωμᾶς ἐκεῖνος ἀποστασίαν κατὰ Ῥωμαίων ὠδίνει· ληίζων τὰ πάντα καὶ ἐπιτρέχων, ὡς ἂν ὑφ᾽ ἑαυτὸν τὴν ἀρχὴν μεταγάγοι. Φόβῳ οὖν τοῦ μὴ ἁλῶναι τοῖς ἔξω οὖσι, πάντες τὴν βασιλίδα εἰσήεσαν· οἱ μὲν αὐθαίρετοι, οἱ δ᾽ ὑφ᾽ ἑτέρων ἡγμένοι. Τότε μετὰ πάντων καὶ ὁ θεῖος εἰσεληλύθει Πατήρ, ἐν ταύτῃ διάγων, ἕως ἂν ἡ ἐπισκήψασα στάσις λυθῇ καὶ ὁ τῆς ἀρχῆς μερισμός. Εἶτα τοῦ Θωμᾶ τῆς δυνάμεως ἀθρόον περικοπέντος, καὶ ἁλώσει τῷ βασιλεῖ γενομένου, ἔξεισι πάλιν τῆς βασιλίδος, οὐκ ἐν τοῖς Κρίσκεντος ἀφικόμενος, ἀλλ᾽ ἐν τῇ κατὰ τὸν Ἀκρίτα χερσονήσῳ, τῇ τοῦ ἁγίου ούση Τρύφωνος τὴν παροικίαν θέμενος, ἀφ᾽ ἧς καὶ τῷ πατριάρχη συχνὰ παρουσιάζων, τά τε ἀνήκοντα διωμίλει, καὶ τὸν πόθον ἐπὶ τὸ μᾶλλον ηὔξει, οἷα κἀκείνου τοῖς ἴσοις τὴν ἀγάπην ἀμειβομένου, καὶ τὴν ἐν ψυχῇ διάθεσιν ἐν πολλοῖς παρωθουμένου. Καί γε καὶ ἐν μιᾷ τὸ περιὸν τῆς ἀγάπης παραδεῖξαι βουλόμενος, ἄλλοις τε ἐπαίνοις εἰς ἐπήκοον πολλῶν ἐπισκόπων περὶ τοῦ ὁσίου ἐχρῆτο, καὶ ἃ ὑπέστη παθήματα, ὑπὲρ ἅπαντας διεξῄει· ἐξορίας τε ἐκ τούτου καὶ φυλακὰς ἀριθμῶν· καὶ παντοίας ἄλλας κακώσεις ἐν σώματι. ὡς δὲ καὶ συνεστιαθῆναι ἀμφοτέρους ἐδέησε, καὶ τραπέζης κοινωνῆσαι
col. 223–224page 55 of 60
PG 99:223τοὺς ὁ Πατριάρχης ὑφέρους ἑαυτῷ εἶχε, καὶ μετ' αὐτῶν τῆς κλισίας λαχόντας· μόνον δὲ τὸν ὅσιον καὶ ὅτι μιᾶς καθέδρας ἐποιεῖτο συνέστιον. Αἰδοῖος γάρ μοι πρὸς αὐτοὺς, ὁ θαυμάσιος οὗτος, καὶ τῆς τοιαύτης τιμῆς ἄξιος, ᾧ πάντα τις ποιῶν, οὐδὲν οὐ βλέψει, οὐδ' ὅταν εἰκὸς ποιήσει, διά τε τὸ ὑπερβάλλον τῆς ἀρετῆς, καὶ τὸ ἐν ταπεινώσει ἀσύγκριτον· οὐδὲ γάρ, οὐδ' εἰ πᾶσάν τις τὴν ἐν ἀνθρώποις προσαγάγοι τιμήν, ἢ αὐτόν ποτε τοῦ μετρίου μετακινήσει, ἢ πείσει ἑνὸς τοῦ καταβεβλημένου μεθέσθαι φρονήματος· δι' ὃ καὶ μᾶλλον προτιμητέος τῶν παρόντων ἐμοί, καὶ τὴν ἀγάπην διαφορώτατος. Οὕτω τιμῆς εἶχε πρὸς τὸν μέγαν ὁ πατριάρχης· οὕτω διαθέσεως καὶ στοργῆς· οὕτως αὐτῷ πάντες τῶν πρωτείων παρεχώρουν, μέγα ἑαυτοῖς καὶ τὸ μετ᾽ ἐκεῖνον τε τάχθαι ἡγούμενοι. Ἐρρέτω φθόνος ὁ τοῖς καλοῖς ἀεὶ νεμετῶν, καὶ μώμους ἀεὶ προστρίβων τοῖς κρείττοσι. Σιγάτω γλώσσα φληναφοῦσα τὰ μάταια, καὶ ἀναιδής, τὰ μὴ ὄντα ἐκφέρουσα. Τίς γὰρ ὁρῶν τῶν θείων τούτων ἀνδρῶν τὸ εὔνουν τε καὶ ὁμογνώμον, καὶ τὸ ἐν ἀλλήλοις συνδετικόν, οὐκ ἂν τῶν φιλαιτίων καταγελάσοιτο, πράγμασιν οὕτως ἐκδήλοις ἐπηρεάζειν θελόντων, καὶ ἀλήθειαν ἴσα καὶ ἡλίῳ λάμπουσαν ἀμαυροῦν καὶ συγχέειν ὥσπερ οὐκ ἔχοντες ὅποι τὰ ἑαυτῶν κρύψειν, ἢ ἐξὸν τὸ ἄλλως εὐδοκιμήσειν, εἰ μὴ ἑτέροις ἐπίθωνται; Ἀλλ᾽ οὗτοι μὲν ἐχέτωσαν ὡς ἔχοιεν, ἡμεῖς δὲ πανταχοῦ τὴν ἀλήθειαν προτιμήσαντες, νῦν καὶ μᾶλλον ταύτης περιεξώμεθα· καὶ θαρρήσαντες, ὡς ἐνῆν, τὰ τῶν Πατέρων παρεστησάμεθα, καὶ τὸ τῆς εὐνοίας καθαρὸν καὶ ἀδόλω τον, αὐτοῖς πράγμασιν ἀπεδείξαμεν. Ἀλλ' ἡμᾶς γε ὁ καιρὸς ἐπὶ τὸ τέλος τοῦ μακαρίου καλεῖ· ᾧ προσιέναι μὲν ὁ λόγος ὀκνεῖ· προσβήσεται δ' ὅμως, εἰ καὶ σκυθρωπὸν τὸ διήγημα. Ἐπόθει μὲν οὖν τὴν ἀνάλυσιν, ὁ μηδενὶ ἄλλῳ ἢ ταῖς ἐκεῖθεν ζή σας ἐλπίσι, καὶ τοῦτο θέμενος μελέτην διαπαντός. Οὕτω δὲ πόθου ἔχων, καὶ ὅλως ὢν τῶν μελλόν των, οὐδ' ἐν ταῖς τελευταίαις ἐβούλετο ἡμέραις τὴν γλῶσσαν καὶ μικρὸν ἐπισχεῖν, ἢ σχολάζουσαν συνε όλως ἰδεῖν· ἀλλὰ τοὺς μὲν αὐτῷ προσιόντας λόγοις ἔσπευδε τοῖς παρ' ἑαυτοῦ ὠφελεῖν, παραδιδοὺς τὰ συνοίσοντα, καὶ τοὺς ἐξιτηρίους ἀποδιδούς· τοῖς δὲ μακρὰν καὶ ἀφεστηκόσι, χειρὶ καὶ μέλανι, τὰ τῆς ὁμιλίας ἐπλήρου, Θεῷ τε παρατιθεὶς τούτους, καὶ σωτηρίαν ψυχῆς ἐπευχόμενος. Ἐν γὰρ σπουδὴ τῷ μεγάλῳ μηδ' ἐκλιπόντα μηδένα καταλιπεῖν· ἀλλὰ ταῖς ἁπάντων μερίμναις συναπελθεῖν. Ὃ καὶ ἐτίθει πολλοῦ, καὶ τῆς πάντων ἐποιεῖτο φροντίδος. Ὡς δ' ἡ τούτου περιηγγέλη τελευτή, ἦν ἰδεῖν πλῆθος οὐδ' ἀριθμῷ ληπτόν, ἐκείνῳ συνθέοντας. Οὓς μὲν ἐπὶ τῆς βασιλευούσης φοιτώντας, οὓς δ' ἀπὸ τῶν πέριξ τόπων, ἄλλους ἀλλαχόθεν συνηθροι
col. 225–226page 56 of 60
PG 99:225κας. Οὐδ᾽ ἀρχιερέων οἱ πλεῖστοι ἀπελιμπάνοντο· οἵ τε αὖ προεστῶτες τῶν κοινοβίων, καὶ οἱ ὑπ᾽ αὐτοὺς ταττόμενοι μοναχοί, πάντες ἅμα συνέθεον· ὡς ἂν ἢ ὁμιλοῦντος τοῦ Πατρὸς ἀκούσωσιν, ἢ λόγου κατηχητικοῦ ἀπολαύσωσιν· ἢ ἐκδημοῦντα θεάσωνται, ἢ ἵνα τι πάντως ῥᾴους τῇ προσοδίᾳ γένωνται. Ἐπεὶ καὶ τὸ μόνον τοῦτο γενέσθαι ἐγγύς, μέγιστον ἐνόμιζον εἰς ὠφέλειαν. Ἦν γὰρ ὁ θαυμάσιος ἡδὺς τὸν λόγον, ἡδίων τὸν τρόπον, τὴν συνουσίαν ἡδύτερος· τὸ ἦθος κόσμιος, γαληνός, εὐσυμπαθής, πρᾶος, ἀόργητος, ταπεινός, καὶ ἄλλα ὅσα κατὰ Θεὸν πλουτήσει ἄνθρωπος. Ἑπτὰ τοιγαροῦν καὶ ἑξήκοντα βεβιωκὼς ἐνιαυτούς, νόσῳ βαρείᾳ περὶ τὰς ἀρχὰς τοῦ Νοεμβρίου περιπίπτει μηνός· ἥ τε τοῦ στομάχου πάθος σφοδρότερον αὐτῷ κατεπανίστη· καὶ τῷ κλίνῃ ὅλον πεδήσαν, καὶ νεκρῷ σχεδὸν ἔθετο. Ἀλλ᾽ ἐκεῖνος καὶ πόνους οὕτως ἔχων, καὶ ὀδυνῶν ὅλως πεπληρωμένος, τοῖς μαθηταῖς ὅλως ἐπιστροφῆς ἦν· ὡς ἂν εἴπου καὶ γένοιτο τοῦτο ἐπίσαν βραχύ· καὶ μόλις ἀνεθέντι μικρόν, εὐθὺς ἀπὸ χειλέων εὐθὺς, καὶ ἡ συνήθης πάλιν διδασκαλία. Πλὴν ἡ γλῶσσα τούτῳ πονηρῶς εἶχε, τῷ πυρετῷ ἤδη καταφρυγεῖσα· μόλις καὶ μικρόν τι φθεγγομένη καὶ ἄτονον· ἑνὶ τῶν γραφέων τὰ τῆς ὁμιλίας ἐκείνης ὑπαγορεύσας, δι᾽ ἐκείνου τοῖς ἄλλοις τὴν διάλεξιν ὑπήχει. Ἔχει δὲ αὐτῷ κατ᾽ ἀρχὰς ὁ λόγος οὕτως. Ἀδελφοὶ καὶ Πατέρες, ἠσθένησα, καὶ πάλιν εὐχαῖς ἡμῶν ἀνακέκλημαι. Ἴστε δὲ ὅπως ὑπὸ τοῦ πάθους καὶ τοῦ πυρετοῦ κατεσχέθην, καὶ μηδ᾽ ἐπ᾽ ἐμαυτοῦ εἶναι δυνάμενος. Ἀλλ᾽ ἕως πότε μέλλομεν φοβεῖσθαι τὸ πάλιν ἔρχεσθαι τοῦτο; Ἥξει γὰρ πάντως ὁ θάνατος χωρίζων με ἀφ᾽ ὑμῶν, καὶ πρὸς τὰ ἐκεῖθεν ἀπάγων. Τὰ δέ γε λοιπὰ τοῦ λόγου, ἐν ταῖς ἀμφοτέραις τοῦ Πατρὸς κατηχήσεσιν, εἴσεται ὁ βουλόμενος. Τοίνυν μετὰ τὸ τὴν παροῦσαν ὁμιληθῆναι κατήχησιν, εὐθὺς καὶ ἡ νόσος ἀνῆκεν αὐτῷ· ῥᾴω τε γεγονότα ὅλον, καὶ ἐπὶ ποδῶν βαίνοντα, καὶ τὴν θείαν ἐν τῷ Κυριακῷ τελοῦντα μυσταγωγίαν, δι᾽ ἣν καὶ μᾶλλον αὐτῷ τὴν ὑγείαν ἐδωρεῖτο ὁ Θεός, ὡς ἔχοι τοῦτο καὶ τὴν θυσίαν προσαγαγεῖν ἐν καιρῷ. Ὅθεν καὶ τοῖς συνοῦσι Πατράσι τε καὶ τοῖς ἄλλοις εἰκότως συνομιλήσας, κοινωνήσας τε αὐτοῖς καὶ τραπέζης, πάλιν ἀναπίπτει τῷ κλινιδίῳ. Καὶ δὴ προσκαλεῖται τὸν οἰκονόμον. Ναυκράτιος δ᾽ ἦν
col. 227–228page 57 of 60
PG 99:227σθεὶς, ᾧ καὶ κοινωσάμενος περὶ πάντων, ὅπως τι ἐν πᾶσι τοῖς ἀδελφοῖς γένοιτο δεξιὸς πολλὰ παραινέσας. Πυνθάνεται αὖθις καὶ περὶ ὧν πυθέσθαι τούτῳ ἡ μείζων σπουδή. Μή τι, φησὶ, ὦ Πάτερ καὶ ἀδελφέ, ἐλέλειπτο τι τῶν ὀφειλόντων ἡμῖν; Μή τι τῶν δεόντων παρεῖται ἢ παρημέληται ἄλλως διὰ ῥαθυμίαν ἡμετέραν καὶ χαύνωσιν; Μὴ ἄρα ἐξ ὧν βελτιοῦσθαι οἱ μεθ᾽ ἡμῶν ἔμελλον, τὴν σωτηρίαν αὐτῶν προεδώκαμεν, ὠφελείας ὑπεριδόντες τοσαύτης; ἐμοὶ γὰρ συνέχεται ἡ ψυχὴ καὶ ἀγωνιᾷ ὅλη, ἐννοοῦσα ὅπως μέλλει τὰς ἑκάστου εὐθύνας ὑφέξειν· καὶ τίς αὐτῇ ὁ ἐν τοσούτῳ λογοθεσίῳ ἀρκέσων λόγος, ᾧ καὶ παραστῆσαι μόνον, φρικτὸν καὶ ἀνύποιστον; Οὗτος, ὁ καὶ μετ᾿ αὐτὸν τὴν προστασίαν ἐγχειρισθεὶς, ᾧ καὶ κοινωσάμενος περὶ πάντων, ὅπως τι ἐν πᾶσι τοῖς ἀδελφοῖς γένοιτο δεξιὸς πολλὰ παραινέσας. Οὕτω διομιλήσας τῷ Ναυκρατίῳ, τῇ ἑξῆς πάλιν, ἕκτην τοῦ Νοεμβρίου ἔχοντος, καθ᾿ ἣν καὶ ἡ τοῦ ὁμολογητοῦ μνήμη Παύλου ποιεῖται, τῇ Ἐκκλησίᾳ φοιτᾷ, τήν τε θείαν ἐκτελέσων μυσταγωγίαν, καὶ λόγον μεταδώσων τοῖς ἀδελφοῖς. Τῆς δ᾽ ἑσπέρας καταλαβούσης, καὶ ὕμνους συνάμα τούτοις ἀποδοὺς τῷ Θεῷ τοὺς συνήθεις, εἴσεισι μόνος ἐν τῷ κελλίῳ, γλώσσῃ δὲ ὀλίγα, διανοίᾳ δὲ τῷ μόνῳ προσομιλῶν· καὶ δὴ περί που νύκτα βαθεῖαν, τὰ τῆς νόσου αὐτῷ ἐπιτίθεται αὖθις, βαρυτέρας ἢ πρόσθεν αἰσθομένῳ τῆς ἀλγηδόνος· ὃς γε καὶ μὴ οἷός τε ὢν ὑποφέρειν τοὺς πόνους, φωνεῖ τὸν πρὸ τῆς κέλλης καθεύδοντα· καὶ αὐτῷ ἀπαγγέλλει τὰ τῆς ὀδύνης. Οὗ καὶ τῇ ὑπερβολῇ τῆς λύπης, μέγα τι καὶ περιπαθὲς ἄφνω βοήσαντος, συντρέχει ἅμα τὸ πλῆθος τῶν μαθητῶν, δεδακρυμένοι ἅμα καὶ ἀνοιμώζοντες· ἐκλείψειν γὰρ κατ᾽ ἐκείνην τὴν ὥραν τὸν Πατέρα ἐτόπασαν. Ἐπὶ δυσὶν οὖν ἡμέραις τῷ πάθει τετρυχωμένος, ἐπεὶ ἔγνω τάχιστα αὐτῷ καὶ τὴν τελευτὴν ἥξειν, σύγχυσιν ὅλως τῷ χωρισμῷ τῶν συνόντων δακρύων, ὡς εἶχε, καταφοραῖς, τὰ τῆς ἐξόδου ἀπαγγέλλει τοῖς μαθηταῖς· Πατέρες, λέγων, ἐμοὶ καὶ ἀδελφοί, ἤδη πάρεστιν, ὡς ὁρᾶτε, τὸ τοῦ βίου μοι τέλος, ὃ καὶ πάντοτε προσδόκιμον εἶχον παρ᾽ ἐμαυτῷ. Κοινὸν γὰρ πάντων τουτὶ τὸ ποτήριον· κἂν οἱ μὲν θάττον αὐτὸ, οἱ δὲ βραδύτερον πίνωσιν. Ἐπεὶ γὰρ ἐν τῷ βίῳ παρήχθημεν, πάντως καὶ τοῦ βίου πεῖραν ληψόμεθα· οὕτω τοῦ ἀγαθοῦ οἰκονομήσαντος, ἵν᾿ οἱ ζωῆς μετασχόντες, καὶ θανάτου μετάσχοιεν. Λοιπὸν ἀνάγκη κἀμὲ τὴν αὐτὴν βαδίσαι τοῖς ἄλλοις, καὶ ἀπελθεῖν, ἔνθα οἱ προωδευκότες πατέρες μου· ἔνθα ἡ ζωὴ ἡ ἀΐδιος· μᾶλλον δὲ ἔνθα ὁ ἐμὸς Δεσπότης καὶ Κύριος, ὃν ἠγάπησεν ἡ ψυχή μου, ὃν ἐπόθησα ἐν καρδίᾳ· οὗ δοῦλος ἐκλήθην, καὶ τὴν δουλείαν ἠθέτησα· πᾶσαν τὴν ἐμὴν ζωὴν ἐνεπίστευσα. Ὑμεῖς δὲ, ὦ τέκνα ποθεινά, μείνατε ἐν τοῖς ἡμετέροις λόγοις, φυλάττοντες ἃ παρελάβετε, τηροῦντες ἑαυτοῖς τόν τε βίον καὶ τὴν πίστιν ἀνόθευτα. Χρεία γὰρ τῶν ἑκατέρων ὑμῖν, εἴπερ βούλοισθε δι᾽ ἑκατέρων εὐδοκιμεῖν. Οἴδατε γὰρ πάντως, ὅτι οὐδέποτε ὑπεστειλάμην ὑμῖν, τοῦ μὴ ἀναγγεῖλαι τὴν ἀλήθειαν· ἀλλὰ καὶ κοινῇ καὶ καθ᾽ ἕνα τοῖς πᾶσι τὰ ὀφειλόμενα διεμαρτυράμην· ἃ καὶ εὖ
col. 229–230page 58 of 60
PG 99:229ταῖς ὑμετέραις διανοίαις μένειν ἀμετακίνητα. γε ὑμῖν διεγγυώμαι, ὡς εἴπερ τινὰ παῤῥησίαν ἐν τῇ τοῦ Κυρίου ἡμέρᾳ ὁ ταπεινὸς εὕροιμι, αἰτεῖν ὑπὲρ ὑμῶν καὶ δεῖσθαι οὐ παύσομαι· ὡς ἂν ὑμεῖς μὲν τὰ τὸ βέλτιον ἄγοισθε, καὶ κοινόβιον δὲ τὸ ὑμέτερον μείζω ἀεὶ λαμβάνει τὴν προκοπήν, ἕνα καθ' ἕνα προσλαμβανόμενος ἀφ' ὑμῶν, καὶ προσάγων τῷ σώζοντι. Ταῦτα τοῦ Πατρὸς διεξελθόντος τοῖς μαθηταῖς, καὶ τοῦτο τελευταῖόν φησι· Τοὺς ἀπολειφθέντας τῶν Πατέρων προσείπατε παρ' ἡμῶν τούς τε ἀρχιερεῖς καὶ ἱερέων τοὺς μὴ παρόντας, τὰ εἰκότα προσφθέγξασθε· τοῖς ἐν παντὶ οὖσιν ἀδελφοῖς καὶ πᾶσιν ἄλλοις οἳ τὴν ὁμολογίαν ἐτήρησαν, τελευταίαν ἐξ ἡμῶν ἀπόδοτε πρόσρησιν. Ἐρωτηθεὶς δὲ πρὸς τοῦ θείου Ναυκρατίου περὶ τῶν ἐν ἐπιτιμίοις μοναχῶν τε καὶ λαϊκῶν, ἀπεκρίνατο· Ὁ Θεὸς συγχωρήσει πᾶσι, μηδενὶ λογισθείη τὰ παρα-πτώματα. Οὕτως οὖν ἔχων, δύο ἄλλας ἡμέρας διέμεινεν, εὐλογῶν τε τοὺς προσιόντας, καὶ τῷ σημείῳ σφραγίζων τοῦ σταυροῦ. Συχνοὶ γὰρ αὐτῷ ἀνὰ πᾶσαν διέθεον ὥραν· ἄλλοι ἀλλαχόθεν ὡρμημένοι, καὶ τοὺς ἀπιόντας οἱ παραγενόμενοι φθάζοντες. Τῆς δὲ Κυριακῆς καταλαβούσης, ἐν ᾗ καὶ ἡ τοῦ μεγαλομάρτυρος Μηνᾶ ἐτελεῖτο μνήμη, ἑνδεκάτην τοῦ μηνὸς ἄγοντος, ἔγνω ἑαυτὸν μικρὸν ὅσον οὔπω ἐκλείψειν μέλλοντα· ὅθεν καὶ προστάσσει τὴν συνήθη γενέσθαι δοξολογίαν· εἶτα καὶ τῶν θείων μεταλαμβάνει μυστηρίων, ἵν' ἔχῃ ἐφόδιον καὶ ψυχῆς ἀγαλλίαμα τὴν μετάληψιν. Παραυτίκα δὲ καὶ τοῖς μαθηταῖς παρακελεύεται, φῶτα ὑπανάψαι, καὶ ὕμνων τῶν ἐξοδίων ἀπαρξασθαι. Οἱ καὶ κύκλῳ περιστάντες, καὶ τὸ Μακάριοι οἱ ἄμωμοι ὑποψάλλοντες, ἅμα τῷ τοὺς στίχους εἰρηκέναι, Εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με, κἀκεῖνος ἅμα καὶ αὐτὸς παρέδωκε τὴν ψυχὴν, ἀεὶ τὰ ἄνω ζητῶν καὶ διαβὰς πρὸς τὴν ἐκεῖθεν μακαριότητα. Καὶ τρισόλβιος συντάσσεται τοῖς ὁσίοις ὁ ὅσιος, τοῖς ἱερεῦσιν ὁ ἱερεύς, ὁ μάρτυς τοῖς μάρτυσιν, τοῖς κήρυξιν ἡ μεγάλη φωνή, καὶ μικροῦ πᾶσαν τὴν οἰκουμένην περιηχήσει· τοῖς ὁμολογηταῖς ὁ τὴν ὁμολογίαν λαμπρός, καὶ ταύτην ἐξόχως τὴν κλῆσιν λαχών. Τὸ δὲ πανίερον σῶμα μετὰ τιμῆς οὐδ' ὅσης καὶ ῥηθῆναι ἡ νῆσος κομισθὲν τῆς Πριγκίπου, μόλις τῷ τάφῳ δίδοται· τοῦ συῤῥεύσαντος πλήθους ἐφ' ἱκανὸν κωλύοντος τὴν κατάθεσιν. Ἀλλὰ σὲ μέν, ὦ ἱερώτατε Πάτερ, οὕτω καὶ βιοὺς καὶ μεταστάς, νῦν ἐν οὐρανοῖς κομίζῃ τὰς ἀμοιβάς, καὶ τῷ μεγάλῳ παριστάμενος, καὶ ταῖς αὐγαῖς τῆς μακαρίας καὶ ἀρχικῆς Τριάδος ἐλλαμπόμενος, τρανώτερον τε καὶ καθαρώτερον, ὅλην ὅλῳ νοΐ τὴν αἴγλην δεχόμενος τῆς θεότητος, καὶ τῇ ἑνώσει ταύτης θεούμενος. Μέμνησο δὲ καὶ τῆς ποίμνης σου, ἣν λίαν
col. 231–232page 59 of 60
PG 99:231ἠγάπησας, καὶ ὑπὲρ ἧς τὴν ψυχὴν τέθεικας· ᾗ καὶ ἐπηγγείλω ἐπαμύνειν ἀεὶ καὶ ἀντιλαμβάνεσθαι. Σοὶ γὰρ θαῤῥοῦντες, τὰς σὰς πρεσβείας εἰς βοήθειαν ἐξαιτούμεθα. Οἴδαμεν γὰρ τὴν περὶ ἡμᾶς σου διάθεσιν, ὦ Πατέρων ἄριστε καὶ φιλοτεκνότατε, ὡς ἂν τά τε ἄλλα καὶ ὁδηγοίης ἡμᾶς πρὸς τὰ κρείττονα, καὶ εἰς λιμένα ἐγκαθορμίσας τὸν γαληνότατον, ταύτην διδοὺς ἡμῖν τὴν ἀντιμισθίαν τῆς προεδρίας, τὸ τὴν παροῦσαν ἀπροσκόπως ἀνύσαι ζωήν· καὶ ὑπὸ σοὶ μεσίτῃ καὶ πρεσβευτῇ τῷ τῶν ὅλων παραστῆναι Θεῷ, καὶ τῆς ἐκεῖ μετασχεῖν λαμπρότητος. Ἐπεὶ δὲ καὶ αὐτὸ τὸ πανίερον σῶμα καὶ πανάγιον ἔδει τιμῆς κατευμοιρῆσαι τῆς κρείττονος, ἐτῶν διαγεγονότων δέκα καὶ ὀκτώ, παυσαμένου ἤδη καὶ τοῦ κατὰ τὴν Ἐκκλησίαν πολέμου, ὃν τελευταῖος ὁ στυγητὸς Θεόφιλος ἀνεῤῥίπισε, λαμπρῶς τῇ βασιλίδι ἀνακομίζεται, Μεθοδίου τοῦ ἀοιδίμου καὶ τῆς εὐσεβοῦς Θεοδώρας τοῦτο ὑπὸ τῆς νήσου εἰσαγαγόντων, καὶ τῇ τοῦ Στουδίου καταθεμένων μονῇ· ἔνθα δ᾽ ἡ πολύπλουτος σορὸς Πλάτωνος τοῦ μεγάλου καὶ Ἰωσὴφ τοῦ παμμάκαρος. Οὗ καὶ ἐν τῇ εἰσόδῳ αὐτός τε ὁ θειότατος πατριάρχης, καὶ κλῆρος ἅπας, καὶ μοναστῶν πλήθη καὶ μιγάδων, μετὰ λαμπάδων καὶ θυμιαμάτων προσχυθέντες τῆς πόλεως, καὶ τοῦτο χερσὶν ὑπτίαις δεξάμενοι, καὶ ὅλον σῶον εὑρόντες καὶ ἄρτιον, ἀῤῥήτου εὐωδίας πληρούμενον, τῇ θήκῃ τῶν Πατέρων κατέθεντο, δόξαν τῷ παμβασιλεῖ Θεῷ ἀναπέμποντες. Ὧ ὑπέρ ἐστι τιμὴ καὶ προσκύνησις, σὺν τῷ μονογενεῖ αὐτοῦ Λόγῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
col. 233–234page 60 of 60
PG 99:2334. Sancti complures viri per diversas regiones ac patrias superioribus splendentibus temporibus, solis instar, suarum virtutum radiis obvios quosque illuminarunt, atque ad exquisitæ virtutis studium, tum recti amatores, tum etiam ilos qui incuriose se agebant, exstimularunt, et ad melioris vitæ propositum exacuerunt. Enimvero haud secus, nostræ quoque nuperæ congregationis supremus pastor, et Christi confessionis luminosa columna Theodorus, tanquam late relucens lucifer, exortos ætate ac regione nostra, mundo pene universo asceticæ vitæ splendoribus et athleticæ confessionis certaminibus innotuit : ac tantopere visus est et vitæ constantia et virtutis robore animosissimus priorum æmulator, eorumque in se ipso collecta præclara gesta repræsentare, ut usque ad orientem ac occidentem, arcton quoque ac meridiem, fama rei ejus vox pervenerit : quin etiam sati ab eo et a Deo benedici discipulorum viridarii propagines usque illuc proserpserint : ita ut uberrimus vere animarum hortus, et virtutis scholæ conferrent. Prorsus nullus est orbis angulus quo vitæ ipsius fama et instituti denominatio non pervasserit. Sed quomodo inclytus ille dux sanctissimi Pater vitam apud nos exegerit, statim post ejus obitum nonnulli ejus discipuli carmine panxerunt, multiplicem sublimium ejusdem virtutum amplitudinem paucis versiculorum dictionibus comprehendentes. Post quos alii Ecclesiæ sacerdotes historico more et panegyrico specie hujus ejusmod et prolixa commentarium composuerunt, senescenti ætali patientes oblivionis remedium. Et sane pronum erat studiosus, vel saltem mentem haud obrutam inscitia gerentibus, scripturas illas perlegere, atque illinc discere universam sacratissimi Patris multisque præcellentem vitæ rationem, utilitatemque ex ea carpere, siquidem vellent, altamque ejus sapientiam admirari, et cænobiticæ vitæ institutum, formamque nobis ad exquisite virtutis exemplum propositum intueri.
Page scan enlarged

Notebook

Full View