PG 99Theodori Studit
Refutation and Subversion of the Impious Poems of the Iconoclasts
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected (sonnet, page-by-page) · Migne scan — scholarios OCR + scan in the Page/Facsimile views — PG column chips mark the printed columns.
col. 435–436page 1 of 22
PG 99:435θεσθαι, οἷς κατ᾽ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη, ἐν ὑμῖν ἐσταυρωμένος· Εἰ δὲ οὕτω πεπιστεύκαμεν, ὡς αὐτὸν Χριστὸν ἐσταυρωμένον τεθεᾶσθαι· εἰκότως αὐτὸν εἰκονίζοντες πάντοτε, οὐ διασφαλλόμεθα. Τὸ γὰρ νοερῶς δι᾽ ἀπουσίας βλεπόμενον, καὶ αἰσθητῶς διὰ περιγραφῆς εἰ μὴ βλέποιτο, ἀπολέσειεν ἂν καὶ τὸ νοερῶς ὀπτάνεσθαι. Πηγὴ νοητὴ πανσόφων διδαγμάτων, Βλύζουσα κρουνοὺς ὀρθοδόξων δογμάτων, Πᾶσι δέδειξαι τοῖς βροτοῖς ὄντως, Πάτερ. Ὅθεν με Κωνσταντῖνον εὐχαῖς σου σκέπε. ΤΟΥ ΑΥΤΟΥ ΕΛΕΓΧΟΣ ΚΑΙ ΑΝΑΤΡΟΠΗ ΤΩΝ ΑΣΕΒΩΝ ΠΟΙΗΜΑΤΩΝ ΙΩΑΝΝΟΥ, ΙΓΝΑΤΙΟΥ, ΣΕΡΓΙΟΥ ΚΑΙ ΣΤΕΦΑΝΟΥ, ΤΩΝ ΝΕΩΝ ΧΡΙΣΤΟΜΑΧΩΝ, ΠΡΩΤΟΝ ΜΕΝ ΔΙ᾽ ΕΜΜΕΤΡΩΝ ΣΤΙΧΩΝ ΙΣΑΡΙΘΜΩΝ ΑΥΤΟΙΣ ΚΑΙ ΕΤΕΡΩΝ, ΕΠΕΙΤΑ ΔΕ ΔΙΑ ΠΕΖΗΣ ΛΕΞΕΩΣ ΟΜΟΥ ΤΕ ΚΑΙ ΤΗΣ ΑΣΕΒΟΥΣ ΥΠΟΓΡΑΦΗΣ. ΙΩΑΝΝΟΥ. Χρυσογραφοῦσι Χριστόν, θεηγόροι· Ῥήσει προφητῶν, μὴ βλέποντες τοῖς κάτω· Ἡ σηγόρων γὰρ ΕΛΠΙΣ ἡ θεοπιστία· Σκιογράφων δὲ τὴν παλίνδρομον πλάνην Τρανῶς πατοῦσιν ὡς θεῷ μισουμένην· Ο ἷς συμπνέοντες οἱ φοροῦντες τὰ στέφη, Ὑψοῦσι φαιδρῶς Σταυρὸν εὐσεβεῖ κρίσει. ΙΓΝΑΤΙΟΥ. Ἵνα κρατύνῃς τοῖς κάτω σέβας, Λόγε,
col. 437–438page 2 of 22
PG 99:437νύσιντε τὴν σὴν ἐμφ Α νῆ δείξῃς πλέο Ν τον δέδωκας ΣΤΑΥΡΟΝ ἐγγράφειν μόνο Ν εξιοῖς δὲ τε Χ νικῆς ὕλης ὑπ Ο γραφεῖσθαι, δ Η λον ὡς πρὶν ἐνθάδ Ε. Ι δοὺ γὰρ αὐτὸν οἱ Μ έγιστοι δεσπότα Ι νικοποιὸν ἔγχ Α ράττουσι τύπον Ν. ΣΕΡΓΙΟΥ. ACROST. Σέργιον ἀνύψωσε σταυρὸς ὡς σώσας. Σ αφῶς ὁ Μωσῆς εἷλεν Α ρχὰς ἐν τύπ ΩΙ Ε χθρὸν κρατήσας. Ν ῦν δὲ πιστῶν τὸ κλέο Σ Ρ εῦμα κραταιὸν ΣΤΑΥΡΟΣ ἔστησε πλάνη Σ. Γ ραφὲν γὰρ ὧδε ψυχόλεθρον ἐν βί ΩΙ Ι ώλεμα τέχνης, Ὡ ς κεκρυμμένον βέλο Σ Ο υστραφέν, ἤρθη μάλ Α. Ν εῦμα γὰρ οὕτως Ε ἰδόσι Χριστόν φέμι Σ. ΣΤΕΦΑΝΟΥ. ACROST. Στεφάνῳ καύχημα σταυρὸν ἐννοεῖν. Σ τήριγμα πιστῶν, Κ αὶ σέβας θεῖον, Λόγ Ε, Τ ὸν ζωοποιὸν τῶν π Α θημάτων τύπο Ν Ε δωκας ἡμῖν ΣΤΑΥΡΟΝ, εἰς σωτηρία Ν. Φ άλλως δ᾽ ὅπερ πρὶν ἐγ χ αραχθὲν ἔπλετ Ο Α νήλες εἰκόνισμα, τ Η ν πλάνην, Λόγ Ε. Ν όμος γὰρ οὗτος ἐ Μ φρόνως πᾶσι πρέπε Ι, Ὁ προσπαγείς ἔσωσ Α ς, αὐτὸ καὶ σέβει Ν. Εἰς τὴν πύλην τῆς χαλκῆς ὑποκάτω τοῦ σταυροῦ Χ ριστὸν γράφεσθαι μὴ φέρων ὁ δεσπότης, Στ εἶδος, καὶ πνοῆς ἐξηρμένον, Λέ ων οὐν υἱῷ τῷ νέῳ Κωνσταντίνῳ, Σταυροῦ χαράττει τὸν τρισόλβιον τύπον, Καύχημα πιστῶν, ἐν πύλαις ἀνακτόρων. ΟΡΘΟΔΟΞΟΥ. Οὗ ἡ ἀκροστιχὶς ἡ διὰ μέσου ἀκριβῶς ἐπὶ πάντων τῶν στίχων, μήτε μὴν διατέμνουσα συλλαβήν. ACROST. Χριστὸν τοπάσαι γραπτόν, αἴνεσις. Χ ριστός θεός μέλποιτ Ο καὶ βροτός θ᾽ ἅμ Α, Ρ άδαμνος Ἁγνῆς, φῶς Ὅ περ κόσμον θέε Ι, Ἀ ν άπτει τοῦδε ΓΡΑΠΤΟΝ ἐξαῖρον πλάνη Ν, Σ τίζον φάλαγγας τῶν Ἀ τασθάλως Τ έχνην λεγόντων τοῦ Σ έβειν ἃ μὴ θέμι Σ. Ὀ σπούν ὄλοιτο πᾶς Ἀ νήρ, ὃς οὐ θέλε Ι Ν ιδεῖν Ἰησοῦν ταῖς Ἰ σαις βροτῶν θέαι Σ. ACROST. Θεοτόκῳ ἔννομος αἶνος, ὡς αἰσίᾳ. Θ είως τοκεύεις, ὡς Ἐ ν ἀσπόρῳ τρόπ ΩΙ, Ε κ σοῦ προῆλθε τοῦ Ν έου πόλου φάο Σ, Ὅ τῶν Χερουβὶμ ΔΙΝΟΣ, ἡ πρὶν αἰτί Α,
col. 439–440page 3 of 22
PG 99:439Τὴν νύκτα μειῶν τῆς ὅλης πλάνης πάλα Ι. Ὁ ν ἀγκαλίζῃ, καὶ Μάλα γραπτόν φέρει Κ Κεκασμένον σῇ θει· Ο ειδὼς εἰκόν Ι, Ὣς Δεσπότην τε καὶ Σὸν ὄντως υἱέ Α. Θεὸς πρὸ σαρκὸς ἦν Ἐν οὐ γραφῆς θέ Δ Ἐπεὶ δὲ νῦν σάρξ, τὴν Ὑπογραφὴν φέρε Ι. Ὄρπηξ γὰρ ὅνπερ ΧΡΙΣΤΟΝ ἡ σεμνή τέκε Ν, Δῆλον κατ' αὐτὴν ὡς Ἐπίγραπτος τοῦ Β, Βλέπειν αὐτῆς τέκο Σ, Ῥάσσον τὸν οὔτι φῶς Ἔχοντα τὴν φρέν Α, Ὡς ἀντίδοξον πᾶ Σι θείοις ἀνδράσ Ι. Θαυμαστὸν ἔρνος, ὡς θεῷ πλακέν, σύ μ Ε, Εἰληφὸς ἰσχύν εἰς Ἅδου λύσιν, νόε Ι. Ὁ τοῦ παθόντος ΣΤΑΥΡΟΣ ἐκλαλεῖ φθάσα Σ. Δρόσους ὕω γὰρ θαυ Ματουργίας μάλ Α, Ὡς κόσμον ἀρδεῖ ταῖς Ἀποῤῥοίαις ἅπα Ξ. Ῥώσεις παρέχων, καὶ Τί τῶν οὐκ εὖ βί ΩΙ; Ὧν οὐ πρόσεστι τοὺς Ἀριθμοὺς ἐγγράφει Ν. Χριστὸς γράφοιτο, μὴ πλανᾶσθε δὴ πλάνοι. Οὐ θειότητι, σαρκὶ δὲ βροτὸς φανάς. Ἀμφοῖν ὀφείλων γνωστὸς εἶναι τὰς φύσεις. Ἐκ πατρὸς ἄγραφος, ἐκ τεκούσης γραπτέος· Μηδὲν παρεὶς γνώρισμα τοῦ διπλοῦ γένους· Ἐπεὶ τέλειος. Ἐνδέων τί πως μόνον Ὁ παντέλειος εἴη ἀνδρωθεὶς Λόγος; Λείποιτο δὴ μάλιστα, μὴ γραπτὸς πέλων, Οὐ μικρὸν ἁπλῶς, ἀλλὰ τὴν ὅλην φύσιν· Εἴπερ βροτοῦ πρώτιστα μορφῆς ἰδέα. Ἐν δυσλογῶν σύ, καὶ καθαιρῶν ὡς πλάνην, Χριστὸν δυσειπεῖν, καὶ συναρνεῖσθαι νόει. Χριστοῦ γραφέντος φροῦδος εἰδώλων πλάν Η. Ῥομφαία ταύτης ἐξέλιπεν, ὡς Φ Ε Ἰνδαλμα σκότε Ι,
col. 441–442page 4 of 22
PG 99:441Σταυροσκίαστον ἐν κάρα φοροῦν Ὁ γὰρ καθεῖλε τοῦ σκοτάρχου τὰ κράτη, Ὁ παντάναξ, κάτωθεν ἡμᾶς ἕλκων, Ὑψοῦ τεθεικώς, οὐρανῶν δώσας κλέος. Τοῦ αὐτοῦ. ACROST. Θεοτόκῳ αἴνεσις. Θ εοῦ φανεὶς σὰρξ, καὶ γράφοιτο σάρξ ἄρα· Ε νύλως ὀφθεὶς ὑλικῶς φιλεῖ φάναι· Ο τῷ γὰρ ἦν ὕμνος, οἷς ἔστι βλέπειν· Τ ίς ὢν ὁ Σωτὴρ τί βλέποιτο κἀνθάδε. Ὁ τάξ Χερουβὶμ ὡς Θεὸς πόῤῥω θέας, Κ αθεῖλεν ἑαυτὸν δουλικὴν μορφὴν φέρει· Ω δαῦμα! πῶς πάρεστιν ἐγγεγραμμένος! Τοῦ αὐτοῦ. ACROST. Ἰαμβικὴ ἔρευξις. Ἰ δοὺ γραφεὶς ὁ Χριστός ἐστιν ἐνθάδε· Α νθρωπος ὤπται· καὶ γὰρ εἰ καὶ παγκράτωρ, Μ ηδὲν παρεὶς βροτοῖς· μήπως δή τό γε Β λάστοι γίνοιτο τοῦ παλαμναίου νέον· Ι ν᾿ εὖ μάθοι πᾶς, ὡς μέροψ, ἀλλ᾽ οὐκ ἄσαρξ, Κ αλῶς ἑαυτοῦ μάρτυς ἐγγραφεὶς πέλει, Η δεικνύμενος ὁμοίως ὡς σαφῶς δεδειγμένος. Τοῦ αὐτοῦ. Εἰκονογραφεῖται Χριστὸς ὡς σάρξ, κἂν Λόγος· Πᾶς τις θεόφρων τοῦτο φῇ νῷ πανσόφῳ· Ἦλθε φορῶν γὰρ ἀνδρόμορφον εἰκόνα, Ταύτῃ καταργῶν τῷ θεοσθενεῖ κράτει· Ἅπαν σκιώδες, ὃ βροτοῖς πλάνη τόδε· Εἶτα τῶν λοιπὸν ὁ σκηπτροκράτωρ, Εἷλε τά τε βεβαρισμένα πλάνα. Τοῦ αὐτοῦ. Ὁ Χριστὸς ὧδε γραπτὸς ἐκλάμπει πάλιν, Οὐκ ἀντιδόξης σταυρικοῦ δῆλον τύπου· Ἵν᾿ τι γὰρ τὸν εἰς ἀεὶ κατηφόρως· Ἀλλὰ παίων αἵρεσιν λαοπλάνον, Ὕπερ λέγῃ πως, ὡς θεοκρίτῳ ξίφει, Δράξας, πιείλεν ὁ κράτιστος Δεσπότης. ΙΩΑΝΝΟΥ. Χρυσογραφοῦσι Χριστὸν οἱ θεηγόροι Ῥήσει προφητῶν, μὴ βλέποντες τοῖς κάτω.
col. 443–444page 5 of 22
PG 99:443αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς. Οὐδ' οὐ μὴν μὴ ἀποπληρωτικῶς τοῖς ἄνω· ὄμμα περιάγοντες· πῆ μὲν ἐπὶ φάτνης ἀνακείμενον αὐτὸν ὀπταζόμενοι· πῆ δὲ μητρικαῖς ἀγκάλαις βασταζόμενον· καὶ τοτὲ μὲν καθεζόμενον οὕτως ἐπὶ τῇ πηγῇ· τοτὲ δὲ ἐπὶ τῆς θαλάσσης περιπατοῦντα· καὶ ἄλλοτε καταβαίνοντα εἰς Καπερναούμ· ἄλλοτε δὲ ἀναβαίνοντα εἰς τὸ ὄρος. Καὶ τί δεῖ τὰ μυρία καταλέγειν, ἅπερ πολυτρόπως παρίστησι βλέπειν, καὶ οὐκ ἀποπληρωτικῶς τοῖς ἄνω; Ὥστε διάψευσταί σοι τὸ πρόβλημα κατ᾽ ἄμφω. Σκιογράφων δὲ τὴν παλίνδρομον πλάνην Τρανῶς πατοῦσιν, ὡς θεῷ μισουμένην. Οἷς συμπνέοντες, οἱ φρονοῦντες τὰ στέφη. Ἐπειδὴ τοῖς ἀτόποις ἄτοπα ἀκολουθεῖν εἴωθεν, καταλλήλου πρόεισι καὶ τὰ δεύτερα. Τίνας οὖν σκιογράφους, ἢ δηλονότι τοὺς ζωγράφους; τίνα δὲ τὴν παλίνδρομον πλάνην, ἢ προφανῶς τὸ Χριστὸν γράφεσθαι; εἶδωλον Χριστὸς πρὸ σωματώσεως γραφόμενος. Οὐκ ἐπὶ τὸ ἀπαρχῆς ἀνεδράμομεν, ὅτε οὐκ ἦρχεν ἡμῶν Κύριος, οὐδὲ ἡ τῆς Τριάδος φανέρωσις, κἀντεῦθεν εἴδωλον Χριστὸς πρὸ σωματώσεως γραφόμενος. Ἑβραῖοι νενικήκασι, καὶ οἱ Χριστώνυμοι ἡττήκασι, καὶ δέον Ἰουδαΐζειν. Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἐπὶ πλεῖον, λέγει Κύριος· δύο γὰρ καὶ πονηρὰ ἐποίησεν Ἰωάννης· Χριστὸν εἴδωλον εἰπὼν εἰπών, καὶ ἑαυτὸν μεμισηκέναι καταψευσάμενος αὐτόν. Θεῷ γὰρ, φησί, μισουμένην. Ἀλλ᾽ οὐχ οὕτως ἔχει, ὦ Χριστομάχε. καθ᾽ ἡμᾶς εἴδει, ὁ Χριστιανισμὸς εἰς εἰδωλολατρίαν ἀνεπαλίνδρομος, ἀφ᾽ οὗ ὤφθη Κύριος γράφων Χριστὸν καὶ προσκυνῶν· οὐ γὰρ πλάνη ἡ ἀλήθεια. Διὰ τοῦτο γὰρ ὤπται, ἵνα γράφηται· ἵνα οἱ εἰδωλολατρεῖν εἰθισμένοι τοῖς εἰδώλοις, ἔχωσι προσκυνεῖν ἀνθρωπομόρφως γεγραμμένον Χριστόν. Οὐ γὰρ πλάνη ἡ ἀλήθεια. Οὐκ ἀνεπαλινδρόμησεν εἰδωλολατρικῶς, ἀφ᾽ οὗ ὤφθη Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· τότε γὰρ ἡ εἰδωλολατρία παύσεται· ἐν προθύροις ἡμῶν τηροῦσι τὴν τοῦ Ἀντιχρίστου παρουσίαν, οὗ σὺ πρόδρομος εἶ πείθων τὸν λαὸν ἐν πλάνῃ εἶναι· ἵνα ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα. Ἐπεὶ μὴ ἡ εἰκὼν ἐξουδενωθείη, εἶτα τὸ ἀρχέτυπον ἀρνηθείη. Ἔπεχε σεαυτῷ· ἡ παλίνδρομος πλάνη σή ἐστιν, ἐκ τοῦ ψευδωνύμου συνεδρίου ἀρξαμένη, εἶτα διακοπεῖσα, καὶ νῦν ἐκ βορβόρου οἷον βουρκανικῶς ἀναζέουσα. Γ. Ἀλλά, φησί, θεῷ μισουμένη· ἐκ γῆς λαλῶν, ὁ ἀπὸ στόματος διαβόλου φλυαρῶν. Οὐχὶ μισουμένη Θεῷ, ὦ ματαιόφρον, ἀλλὰ καὶ σφόδρα ἀγαπωμένη. Ἐπεὶ πῶς ὅ ἐμίσει, τοῦτο γεγένηται; Οὐδὲν γὰρ ἄλλο πρῶτον ἔχει ἐν ἰδιώμασιν ἄνθρωπος, ἢ τὸ εἶναι τοιοῦτος, ὁποῖος γράφεσθαι δύναται. Τὸ δὲ τοιοῦτον ὄντι
col. 445–446page 6 of 22
PG 99:445εἰκονίζεσθαι, τοῦτο οὐκ ἄνθρωπος, ἀλλ' ἔκτας τί ἐξ ὧν ματαιολογεῖς συνάγεις εἶναι Χριστὸν τὸν ἠγαπηκότα δι᾿ ἄκραν ἀγαθότητα γενέσθαι ἄνθρωπον ἀληθῶς κατὰ πάντα; Πῶς δὲ καὶ τῷ ὁμοίῳ τὸ ὅμοιον ἀνακαθαίρων εἴη ἂν, καθά φησιν ὁ θεολόγος ἄριστα ἀγών κράτιστα, εἰ μὴ ὁμοίως ἡμῖν ἐγγράφεται; Ἀντείρηταί σοι ἄρα ἀντιφατικῶς λέγειν τῷ Θεολόγῳ, τῷ ἀνομοίῳ τὸ ἀνόμοιον ἀνακαθαίρειν. Πῶς δὲ καὶ πιστευθήσεται ἐκ τῆς ἁγίας Παρθένου ἀνειληφέναι τὴν σάρκα, εἰ μὴ ἐπ᾽ ἴσης ἡμῖν ἐξεικονίζοιτο; Ἀνάγκη γὰρ ἀνάγκη οἷον τὸ γεννῶν, τοιοῦτον εἶναι καὶ τὸ γέννημα· ἐπείπερ καὶ εἰκὼν πᾶς υἱὸς τοῦ φύσαντος· καὶ οὐδὲν οὐ μὴ τῶν φύσει προσόντων τῇ μητρὶ ἀπολείποιτο φέρων ὁ γεννηθείς. Ἓν δὲ καὶ πρώτιστον τῶν ἐνόντων ἡ ἐξεικόνησις τοῦ σωματικοῦ χαρακτῆρος. Εἰ τοίνυν μὴ ἐξεικονίζοιτο, οὐκ ἐξ αὐτῆς τὸ σῶμα δηλονότι, ἀλλὰ ἀλλότριον· καὶ ζήτει πόθεν ἂν τοῦτο, ἢ οὐράνιον, καθά φησι Οὐαλεντῖνος· ἤ ἀγγελικὸν, καὶ τοῦτο ἄποσον, καὶ ἄποιον, ἀναφὲς καὶ ἀναλάφητον, ἄτροφον καὶ ἄϋπνον. Δεῖ γὰρ ταῦτα καὶ πλεῖον τούτων συνελθεῖν ἐν τῷ μὴ πεφυκότι ἀεὶ ἐγγράφεσθαι. Κἀντεῦθεν οὐκ ἔδωκεν μὲν ὁ σωτὴρ τὸ ὑπὲρ ἡμῶν τίμημα τῷ θανάτῳ, ὡς φησι ὁ θεῖος Βασίλειος· οὐ διέκοψε τὴν τοῦ θανάτου βασιλείαν δι' ἑαυτοῦ. Εἰ γὰρ ἄλλο μὲν ἦν τὸ κατεχόμενον ὑπὸ τοῦ θανάτου, ἄλλο δὲ τὸ παρὰ τοῦ ἀνθρώπου προσληφθὲν (πῶς δ᾽ ἂν οὐκ ἄλλο, εἰ μὴ ὁμοίως ἡμῖν ἐγγράφοιτο;) οὐκ ἂν μὲν ἐπαύσατο τὰ ἑαυτοῦ ἐνεργῶν ὁ θάνατος, οὐκ ἂν δὲ ἡμέτερον κέρδος ἐγένετο τῆς σαρκὸς τῆς θεοφόρου τὰ πάθη. Οὐκ ἂν ἔπαυσε δὲ τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· οὐκ ἐζωοποιήθησαν ἐν τῷ Χριστῷ οἱ ἐν τῷ Ἀδὰμ ἀποθνήσκοντες· οὐκ ἀνεπλάσθη τὸ διαπεπτωκός· οὐκ ἀνεκαινίσθη τὸ κατερραγμένον· οὐ προσῳκειώθη τῷ Θεῷ τὰ διὰ τῆς ἀπάτης τοῦ ὄφεως ἀλλοτριωθέντα. Ταῦτα τοσαῦτα ἐναίρεται παρὰ τῶν ἄγραπτον σῶμα λεγόντων ἔχοντα τὸν Κύριον παραγεγενῆσθαι, ἤτοι οὐράνιον ἐπίσης γὰρ ὁ μῦθος βλέπει. Ἐπίσχες οὖν τῆς πλάνης, εἰ βούλει, ἄνθρωπε, καὶ γνῶθι ὅτιπερ ἄνθρωπος ἀληθῶς γεγονὼς ὁ Χριστὸς, καὶ λογογραφεῖσθαι καὶ ζωγραφεῖσθαι ὑπὸ τῶν θεηγόρων διορίζεται. Τῶν μὲν, φησί, τῷ λόγῳ κοσμούντων, τῶν δὲ τοῖς πίναξιν ἐγχαραττόντων, καὶ εἰς ταὐτὸν ἑκάτερόν με φέρει τὴν ἀλήθειαν. Ἃ γὰρ ὁ λόγος τῆς ἱστορίας διὰ τῆς ἀκοῆς παρίστησι, ταῦτα γραφικὴ σιωπῶσα διὰ μιμήσεως δείκνυσιν· ὁ αὐτὸς θεοφόρος ἔλεγε, καὶ αὖθις ὧδέ που κεκραγώς· Ἐγγραφέσθω τῷ πίνακι καὶ ὁ τῶν παλαισμάτων ἀγωνοθέτης Χριστός· οὗπερ τῆς εἰκόνος τιμωμένης, αὐτός ἐστιν ὁ τιμώμενος· καὶ ἀτιμαζομένης, αὐτὸς ἐστιν ὁ ἀτιμαζόμενος· ἡ γὰρ τῆς εἰκόνος τιμὴ, ἐπὶ τὸ πρωτότυπον, φησίν, ἀναβαίνει· οὐκοῦν καὶ ἡ ἀτιμία. Λοιπὸν ὅρα τίνα πατοῦσιν.
col. 447–448page 7 of 22
PG 99:447Οἷς συμπνέοντες, οἱ φοροῦντες τὰ στέφη, Ὑψοῦσι φαιδρῶς σταυρὸν εὐσεβεῖ κρίσει. Τί λέγεις; δοξάζεται σταυρὸς ἐν ἀτιμίᾳ Χριστοῦ; οὐχὶ δόξα σταυροῦ ἐκ τιμῆς Χριστοῦ; Πῶς οὖν αὐτοῦ πατουμένου γραπτοῦ, ὑψοῦται σταυρὸς, καὶ οὐχὶ μᾶλλον συμπατηθήσεται, κἂν δοκοίης αὐτὸν ὑψοῦν; Τί φιλονεικεῖς δεῖξαι τὸ σκῆπτρον τῷ παμβασιλεῖ ἀντίθετον; τί τὸ ἔλαττον ἐκθειάζεις, τὸ δὲ μεῖζον ἐξουθενεῖς; Μωροὶ καὶ τυφλοί, φησὶν ὁ Κύριος, τίς μείζων ἐστὶν, ὁ χρυσὸς, ἢ ὁ ναὸς ὁ ἁγιάζων τὸν χρυσόν; Οὕτω καὶ ἐπὶ τῶν δοκούντων τιμᾶν τὸν τύπον τοῦ σταυροῦ, ἀτιμαζόντων δὲ τὴν εἰκόνα Χριστοῦ, ἔστιν ἀκούειν ἀσφαλῶς. Εἶεν. ΙΓΝΑΤΙΟΥ. Ἵνα κρατύνῃς τοῖς κάτω σέβας, Λόγε, Γνῶσίν τε τὴν σὴν ἐμφανῆ δείξῃς πλέον· Νόμον δέδωκας σταυρὸν ἐγγράφειν μόνον. Πόθεν ἡμῖν, ὦ κενολόγε, ἔμπεδον, ἵνα κρατύνῃ τοῖς κάτω σέβας ὁ Λόγος, γνῶσίν τε τὴν ἰδίαν ἐμφανῆ δείξῃ πλέον, νόμον δέδωκε σταυρὸν ἐγγράφειν μόνον; Τοῦτο γὰρ οὐδέπω καὶ τήμερον ἀκηκόαμεν· ἀλλ᾽ ὅτι ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων. Ἑαυτὸν οὖν ὁ Λόγος ἔδωκεν εὐδοκίᾳ τοῦ Πατρὸς, καὶ συνεργείᾳ τοῦ ἁγίου Πνεύματος· οὐχ ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾽ ἵνα σώσῃ τὸν κόσμον, ὡς αὐτὸς εἴρηκε. Καὶ μὴν καὶ τὸ οἰκεῖον σῶμα, καθὼς πάλιν· Καὶ ὁ ἄρτος, ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστὶν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Τοῦτο δὴ ἐστι κατὰ πρῶτον λόγον τὸ σέβας· αὐτὴ ἡ πλέον ἐμφανὴς γνῶσις, ὁ νόμος· ἡ τῶν θείων μυστηρίων μετάληψις· εἴπερ τοῦτο ποιεῖν εἰς τὴν αὐτοῦ ἀνάμνησιν, θεοπαραδότως διατεταγμέθα. Εἰ δὲ καὶ ὁ σταυρός· εἶχε καὶ πάνυ εἰκότως· ἀλλ᾽ οὐχὶ ἰσοτίμως, ὑφειμένως δέ· Ἐπεὶ καὶ ἡ λόγχη, καὶ οἱ ἧλοι, καὶ εἴ τι ἄλλο παραληφθὲν ἐν τῷ ζωοποιῷ πάθει· καὶ τὸ μὲν τὸ παθὸν, τὰ δὲ τὰ ὑπουργά τοῦ πάθους· καὶ τὸ μὲν τὸ ἅγιον καὶ θεῖον, τὰ δὲ τὰ ἁγιασθέντα καὶ θεωθέντα. Ὅρα ὅση ἡ διαφορότης· Πῶς οὖν ἀφεὶς τὰ γεγραμμένα, τὰ ἄγραφα φθέγγῃ; Πῶς δὲ καὶ φθεγξάμενος, τὸ κύριον παρεὶς, τὸ ἔλαττον προέτεινας; Πῶς δὲ καὶ προτείνας τοῦτο ἐγγράφεσθαι μόνον, θεονόμως ἀπέφηνας; Ἴδε σκαιότης, ἴδε ἀλογία αὐτόνομος· τοιοῦτον τὸ ψεῦδος, οὐκ ἔχον φῶς, οὔτε μὴν ἀπόδειξιν ἀληθείας. Ἀλλὰ πάλιν ἀναληπτέον τὸ θεώρημα.
col. 449–450page 8 of 22
PG 99:449Νόμον δέδωκας σταυρὸν ἐγγράφειν μόνον. Ἀπαξιοῖς δὲ τεχνικῆς ὕλης ὑπο Τοιχογραφεῖσθαι, δῆλον ὡς πρὶν ἐνθάδε. Ὅμως οὖν πῶς πάλιν ἀσυλλογίστως κατ' ἐξουσίαν ἀκραίνεται ὁ γεννάδας, ὡς μὴ εἰς ὦτα ἀκουόντων σκούμενος τὸν λόγον; Ἀνθ' ὅτου δὴ οὖν ὅπερ ἀπὸ καὶ ὁ Λόγος ἐφ' ἑαυτοῦ, τοῦτο ἐπὶ τοῦ σταυροῦ εἰς ἐπῖον σέβας καὶ γνῶσιν πλείονα ἀξιοῖ γενέσθαι; ὡς γεγονὼς ἄνθρωπος ἄρα. Ἀλλὰ μὴν σὰρξ ἐγένετο, τις ἀραρότως περιγράφεται, ὡς πᾶσα σὰρξ ἀνθρώπου τεχνικῇ δηλαδὴ ὕλῃ. Τεχνητὴ γὰρ ἡ τοιαύτη εἴρηται εἰκών, εἴτε ἐν τοίχῳ, εἴτε ἐν πίνακι, εἴτε ἐν ποίᾳ οὖν ὕλῃ τεθεώρηται· ὡς καὶ ἡ τοῦ σταυροῦ. Ἀλλά τί σοι τὸ τοιχογραφεῖσθαι ὡς ἰσχυρὸν εἴρηται, ἀσθενέστερον ἂν εἰς βοήθειαν; Ἀλλ' ὡς ἀτίμου οὔσης τῆς γαρίδες. Πῶς οὖν ἐπὶ τοῦ σταυροῦ εἰς σέβας αὐτοῦ καὶ γνῶσιν εἶεν ἄν; τὸ γάρ τοι τοιοῦτον πάντιμον καὶ μεγαλοπρεπές· καὶ ἀξιωτὸν αὐτῷ μᾶλλον, ἢ νεμεσητόν. Εἴπερ ὁ τεχνίτης τὸ ἀφ' ἑαυτοῦ τιμὴν ἔχειν παρὰ τὸ δι' ὀργάνου οἰκείου αἱρήσοιτο ἄν· καί γε ἐφίεται πᾶς φιλοθεάμων τὸν τεχνίτην μᾶλλον ἰδεῖν ἐγγεγραμμένον, ἢ τὸ ὄργανον δι' οὗ ἡ εὐτεχνία· εἰ μή τι ἀσώματός ἐστι, καὶ διὰ τοῦτο ἄγραπτος· εἰ δὲ ἔνσωματος, πῶς καὶ οὐ γραπτός, συνιδεῖν οὐκ ἔστι παντὶ τῷ συνιόντι. Οὐκ ἀκούεις τοῦ Θεοῦ τῷ προφήτῃ λέγοντος, Λάβε σεαυτῷ τόμον καινοῦ μεγάλου, καὶ γράψον εἰς αὐτὸν τόμῳ ἀνθρώπου; Διὰ ποίαν αἰτίαν; ὅτι ὅτε ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ ἐνανθρωπήσεις, τότε δή, χρῆσις ἐπ' αὐτῷ γραφίδος ἀνθρωπίνης, καὶ καθ' ἡμεῖς, ὡς ἂν γνῶμεν ὅτι ὁ ἀπερίγραπτος ὢν σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι, δι' ἡμᾶς καὶ καθ' ἡμᾶς ὤφθη, ὥστε καὶ περιγραπτός· καθὰ βοᾷ ὁ τῶν ἁγίων χορός. Ὁποτέρως οὖν λάβοις τὴν γραφίδα, περιγραφῆς ἐστι δήλωσις· ἡ δὲ ἐξεικονίσεως. Τί δὲ καὶ δηλοῖ ἡ γραφὴ τοῦ σταυροῦ; οὐ τὸ ζωοποιὸν ξύλον; Τί δὲ τοῦτο, ἀλλ' οὐχ ὅτι ἐν αὐτῷ ἀπεκτάνθη σαρκὶ ὁ Λόγος; Πῶς οὖν τὸ κτεῖναν γραπτόν, τὸ κτανθὲν ἄγραπτον; ἀσύμβατον παντάπασι, καὶ οὐκ ἀκολουθοῦν λόγῳ φύσεως. Ἢ οὕτω γε καὶ τὸ ἀνάπαλιν ἔχει· καὶ κτείνοι τὸ ἄγραπτον τὸ γραπτόν, ἤτοι τὸ ἀσώματον τὸ ἐνσώματον· οὐδὲν γὰρ ἐνσώματον ἄγραπτον. Οὐδ' ἂν οἱ τοὺς τραγελάφους ἀναπλάττοντες, τοῦτο ἐποίησαν. Μὴ γὰρ οὐκ ἐκένωσε λογχευθεὶς ἐκ πλευρᾶς αἷμα καὶ ὕδωρ; Μὴ οὐ παρέδωκε τὸ πνεῦμα κλίνας τὴν κεφαλήν; μὴ οὐκ ἐτάφη ἐνειληθεὶς σινδόνι μετὰ ἀρωμάτων; Οὐ ταῦτα αἰσθητά; Οὐ πᾶν αἰσθητὸν γραπτόν; Ὁ οὖν τὰ τοιαῦτα πεπονθὼς ὁμοιοπαθῶς ἡμῖν, οὐ περιγραπτός; ὁ τὰ τοιάδε καταξιώσας παθεῖν (ἐῷ γὰρ λέγειν τὰ ἐν γενέσει, τὰ μετέπειτα, τὰς ἀτιμίας, τὰς ὕβρεις, τοὺς ὀνειδισμούς, τὴν προδοσίαν, τὴν δέσιν, τὴν χλεύην, τὰς μάστιγας, τὰ ῥαπίσματα, τὰ ἐμπτύσματα, ὑπὲρ σωτηρίας τοῦ κόσμου, ἐγγράφεται· ἀπαξιοῖ ἄρα· αὐτὰ ταῦτα δηλοποιῶν κατ' ὀφθαλμοὺς ἡμῶν ἐναργέστερον τῆς διὰ λόγου σημασίας.
col. 451–452page 9 of 22
PG 99:451ασίας. Δι᾿ ἣν αἰτίαν, ὦ οὗτοι, ἡ ἀπαξίωσις; προσθετέον καὶ τοῦτο ὅτι ἄκων πέπονθε· καὶ γὰρ ὁ οὕτω πεπονθὼς, ὕβριν τὸ πρᾶγμα ἡγεῖται καὶ λεγόμενον πρός τινος καὶ γραφόμενον. Ἀλλὰ μὴν ἑκών· οὐκοῦν τὸ ἔμπαλιν, ὕβριν λογίσαιτο, εἰ μὴ λέγοιτο καὶ γράφοιτο· ἐπεὶ μηδείς ἐστιν ὃς οὐ φιλεῖ τὰ ὑπὲρ ἀγάπης τοῦ πλησίον οἰκεῖα παθήματα, καὶ λόγῳ καὶ γραφίδι ὑπομνηματίζεσθαι· εἶεν γὰρ ὅτι μάλιστα αὐτῷ κλέος ἄσβετον. Θρᾷς, ὦ ἀνοηστότατε καὶ ἀσοφώτατε, ὅτι θεοκατήγορος εἶ; ᾧ δοξάζουσι Χριστὸς ἀπαξιοῦν αὐτὸν ἀποφηνάμενος· κἀντεῦθεν, ἀκουσιοπαθεῖν. Ποῖον ῥοφήσας, καὶ ἐκ τίνος βορβορικῆς ἀσεβείας ἀπήμεσας τὰ τοιάδε ἁμαρτήματα; φεῦ τῆς δυσωδίας! Πάλιν ἐρωτῶ· πῶς οὐ γραπτὸς ὁ ὁρατός; ἢ πῶς φύσιν ἔχει ἄνθρωπος γεγονὼς ὁ Λόγος, μὴ ἐγγράφεσθαι χαρακτῆρι σώματος; αἰνίγματι γὰρ τὸ πρᾶγμα ὅμοιον. Ὥσπερ εἰ ὑποθοιτό τις εἶναί τινα ἄνθρωπον, κατὰ πάντα τοῖς πᾶσιν ἀνθρώποις ὅμοιον φύσει καὶ ἀληθείᾳ. Μὴ ἐνδέχεσθαι δὲ αὐτὸν, μήτε σεσωματῶσθαι, μήτε ὁρᾶσθαι, μήτε ψηλαφᾶσθαι· μήτε ἐσθίειν, μήτε πίνειν· μήτε καθεύδειν· μήτε περιπατεῖν· μήτε διαλέγεσθαι· μήτε μὴν ἐσταυρῶσθαι, μήτε ἀποτεθνάναι· μήτε ἐντετάφθαι· μόνον ἐγγεγράφθαι ὡς ἄνθρωπον φυσικῶς ἔχοντα. Τί οὖν; οὐ γελοιῶδες τοῦτο καὶ μυθῶδες; Καὶ μάλα πολλῷ οὖν μᾶλλον, ἤτοι ἐξ ἴσου, ὁ γέλως καὶ ὁ μῦθος ἐπὶ τοῦ ἐνσωμάτου Λόγου, καὶ κατὰ πάντα ἡμῖν ὁμοίου ὁμολογουμένου παρὰ πάντων, ἀντιφατικῶς λέγειν πάντα τὰ προειρημένα, μόνον δὲ μὴ οἷόν τε αὐτὸν ἐγγεγράφθαι ἐνίστασθαι. Ὡς γὰρ ἐκεῖ ἡ περιγραφὴ πάντα τὰ ἀποφανθέντα εἰσφέρει καταφατικῶς· οὕτως ἐν Χριστῷ ἡ ἀγραφία πάντα τὰ καταφανθέντα περὶ αὐτοῦ, ἀναιρεῖ ἀποφατικῶς· καὶ οὕτω δόκησις καὶ φαντασία, κἀντεῦθεν αὖθις ἀναθρώσκει Μαρκίων, Μάνης τε καὶ Οὐαλεντῖνος, καὶ ὁ σύστοιχος Ἰγνάτιος. ΣΕΡΓΙΟΥ. Σαφῶς ὁ Μωσῆς εἷλεν ἐν τύπῳ ἀρχὰς Ἐχθρὸν κρατήσας. Νῦν δὲ πιστῶν τὸ κλέος, Ῥεῦμα κραταιὸν σταυρὸς ἔστησε πλάνης. Ἔοικάς μοι, ὦ γενναῖε, ἀπὸ μὲν ὁδοῦ λείας ἄρξασθαι, εἰς δὲ βάραθρον ἀπωλείας ἀπαχθῆναι. Τί οὖν δοκεῖ σοι Μωσῆς, ἀλλ᾿ οὐχὶ τύπος Χριστοῦ, ἐν τύπῳ σταυροῦ, τῇ ἐκτατικῇ τῶν χειρῶν δείξει τὸν Ἀμαλὴκ ἀλέσας; Πῶς οὖν ἐκεῖ τοὺς τύπους ἀναλαβὼν ἐνταῦθα ἐπὶ τῶν ἀρχετύπων θάτερον θατέρου κακούργως διαζεύξας, τὸν σταυρὸν προέτεινας μόνον, ἀποσιωπήσας τὸν σταυρωθέντα; Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος, προφητικῶς εἰπεῖν· ἢ ἐνεργήσει ἀφ᾿ ἑαυτοῦ τὸ ὄργανον, δίχα τοῦ ἐνεργοῦντος τεχνίτου; Οὔκουν ὁ σταυρὸς ἀφ᾿ ἑαυτοῦ εἶδε τὴν
col. 453–454page 10 of 22
PG 99:453ἀλλ' ὁ σταυρωθεὶς Χριστός, καθά γέγραπται· Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παῤῥησίᾳ θριαμβεύσας ἐν αὐτῷ. Σύνες ὅ λέγει τὰ λόγια· καὶ ἵνα τί ἐγκαλονεύσω ἐν τῇ ἀποφράσει σου; Ποῖον δὲ καὶ σφάλμα φής, ἢ τίνα τὴν πλάνην; Ὁρῶ οὖν τηλαυγῶς, ὅτι περὶ τύπου σταυροῦ σοι ὁ λόγος, καὶ εἰκόνος Χριστοῦ· εἶτα τὸν μὲν τύπον τῇ κλήσει τοῦ πρωτοτύπου ὠνόμασας σταυρὸν, ὥσπερ καὶ εἴωθεν ὀνομάζεσθαι· καὶ οὕτως καὶ ἕκαστον παράγωγον· τὴν δὲ τὸ αὐτὸ γὰρ καὶ ἡ εἰκὼν αὐτοῦ κέκληται, βεῦμα κραταιὸν ἐξεῖπας πλάνης σταθὲν ὑπὸ σταυροῦ. Ὁ τόλμης Ἰουδαϊκῆς μανικώτερον! εἵπερ ἐκεῖνοι δαιμόνιον ἔχειν καὶ Σαμαρείτην ἀποκαλοῦντες, ἧττον ἐφάνησαν ὑβρικότες. Ἀναιρετικὸν ἄρα τελεῖ τῷ μαχητῇ· ἐμερίσθη ἐφ' ἑαυτὸν ὁ Χριστὸς καὶ τοῦ ἰδίου ὅπλον ἀναιρεθείς. Ὢ, ὦ τίς ὑποίσει τὴν βλασφημίαν; Ὁποία δὲ καὶ ἡ πλάνη, ζητῶ μαθεῖν· τι ἀπήχθη πρὸς Ἑλληνικὴν πολυθεΐαν ὁ Χριστιανὸς, ἀποφοιτήσας τῆς Τριαδικῆς λατρείας· ἢ ἠρνήθη Χριστὸς ἄνθρωπος γεγονώς. Φράσαν ἡμῖν, τίνες οἱ πεπλωκότες, τίνες οἱ ἠρνημένοι· ἵνα γνωκότες τὴν ἄλωσιν, πεισθείημεν τῇ λογοποιΐᾳ σου. Εἰ δὲ οὐδεὶς οὐδὲν τοιοῦτον πέπονθε βλέπων ἐγγεγραμμένον Χριστόν· τοὐναντίον δὲ μάλα βεβαίωται πιστεύειν εἰς αὐτὸν σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι, τό τε τῆς θεολογίας δόγμα εἰδὼς, καὶ τῆς οἰκονομίας μυστήριον ὁμολογῶν· εἵπερ οὐκ ἄλλο ἡ τούτου ὁμολογία, ἢ τὸ ἐγγεγραμμένον βλέπειν Χριστόν· τοῦτο γὰρ τὸ ἄνθρωπον αὐτὸν γεγενῆσθαι καὶ ἀληθῶς ἐμπεδοῖ. Ἐρεύνησον καὶ ἴδε, ὅτι τὸ ῥεῦμα τὸ κραταιὸν τῆς πλάνης οὐ σταθὲν, ἀλλὰ βλύσαν νεωστὶ πάλιν ἐκ τοῦ πελάγους τῆς ἀσεβείας, δι' οὗ ἀμφίβολος ἡ Χριστοῦ παρουσία καὶ ἐν κλύδωνι ἀπιστίας ὁ λαός. Τί γὰρ καὶ ἐντεῦθεν; οὐχ ἡγήσεται τοὺς ἱεροὺς ναοὺς ἐξωλεία; οὐ τὰ θεῖα ἀναθήματα βεβηλώματα; οὐ τοὺς θεοφόρους πεπλανημένους; οὐχ ὅ τι ἂν εἴποι τις ἀσεβὲς πλῆρες ἀθείας, ἐξ οὗ τὰ περὶ τὴν πίστιν ναυάγια τῶν πολλῶν, καὶ οἱ κατὰ ψυχὴν θάνατοι; Ἀλλ' ὁμοσίωμεν καὶ πρὸς τὰ ἑξῆς. Γραφεῖ γὰρ ὧδε ψυχόλεθρον ἐν βίῳ Ἰνδάλμα τέχνης, ὡς κεκρυμμένον βέλος Ὁρμῆς ἀθέσμου συστραφέν, ἤρθη μάλα. Τί φής, ὦ τολμηρέ, ψυχόλεθρον ἐν βίῳ, τὸ σωτήριον κόσμῳ ὁμοίωμα Χριστοῦ; Βέλος ὁρμῆς ἀθέσμου, ἀρχετικὸν πλάνης; εἴπερ ἀφ' οὗ ἦρκται βλέπειν πιστῶς ὁ ὑπὸ τῶν νοητῶν ὄφεων δακνόμενος, ἀποδιδράσκει τοῦ θανατηφόρου τοῦ ὄψεως εἶδος τὸ πάλαι. Ὁπότε οὐκ ἦν ἐνσώματος ὁ Λόγος, ἔσωζεν, οὐκ ἀπώλλυε. Καὶ νῦν ὅτε ἐσωματώθη τῇ
col. 455–456page 11 of 22
PG 99:455καθ᾿ ἡμᾶς ἀπαραλλάκτῳ μορφῇ, τὸ αὐτοῦ σῶμα οὐ μόνον οὐ σώζει, ἀλλὰ καὶ κόσμον ὅλον ἀπολλύει; Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, ἡ γῆ, ὅτι Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Ἔγνω βοῦς τὸν κτησάμενον αὐτόν, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Σέργιος δέ με οὐκ ἔγνω· προσθείην δ᾿ ἂν, ἀλλὰ καὶ πολλὰ ἐνύβρισεν. Ὀλεθριώτατε, καὶ ἀθεσμότατε, καὶ ἀντι χριστότατε, σὺ κατὰ Χριστοῦ, σὺ κατὰ τῆς εἰκόνος Χριστοῦ; ἣν καὶ ἄγγελοι περιέπουσι, καὶ δαίμονες φρίττουσι. Τί γὰρ καὶ ἐπεγέγραπτο ἐν αὐτῇ ἡ ἐπίκλησις; Κρόνου ἄρα ἢ Διός; Ἄρεος ἢ Ἀφροδίτης; Ἀρτέμιδος, ἢ ἄλλου τινὸς τῶν ψευδωνύμων θεῶν, ὧν ἡ κλῆσις ἀπάτη, καὶ ἡ ἀπαγωγὴ ἀθεότης; Εἰ δὲ Ἰησοῦς Χριστός· Οὐδεὶς δὲ δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ, ὥς φησι τὰ Λόγια· ὅρα ὅτι οὐ μόνον εἰς Χριστὸν, ἀλλὰ καὶ εἰς τὸ ἅγιον Πνεῦμα Ἰουδαϊκῶς ἐβλασφήμησας, τὸ ἐν Πνεύματι ἁγίῳ γραφὲν καὶ λεχθὲν ὄνομα Ἰησοῦ Χριστοῦ ψυχόλεθρον κεκληκὼς ἐν βίῳ. Ὦ γλῶσσα ἀσεβοῦς! Ὦ στόμα λαλοῦν ἀδικίαν κατὰ τοῦ ὕψους τοῦ Θεοῦ! Τί γάρ ἐστιν εἴδωλον, φησὶν ὁ Ἀπόστολος, ἢ τί τὸ εἰδωλόθυτον; ἀλλ᾿ ὅτι ἃ θύει τὰ ἔθνη, δαιμονίοις θύει, καὶ οὐ Θεῷ. Ἡμῖν δὲ εἷς Θεός, ὁ ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι λατρευόμενός τε καὶ προσκυνούμενος. Ἴσμεν δὲ ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἄνθρωπος ἀληθῶς γεγονώς, ὁμοίως ἡμῖν κατὰ πάντα ἐχρημάτισε. Καὶ ἐπεὶ πᾶς ἄνθρωπος ἐξεικονίζεται, τοῦτο καὶ ὁ Χριστός· καὶ ἔστιν ἡμῖν τὸ γράμμα καὶ τὸ κόνισμα, φῶς ἱερὸν, ὑπόμνημα σωτήριον, ὁρῶσι τὸν αὐτὸν γεννηθέντα, βαπτιζόμενον, θαυματουργοῦντα, σταυρούμενον, θαπτόμενον, ἀνιστάμενον, εἰς οὐρανοὺς ἀνερχόμενον, ἐν οἷς οὐ πλανώμεθα μὴ οὕτως ἔχειν, συντρεχούσης τῆς ὄψεως τῇ τοῦ νοὸς θεωρίᾳ· καὶ δι᾿ ἀμφοῖν βεβαιούμενοι εἰς πίστιν τῆς οἰκονομίας μυστηρίου, σὺν πάσῃ ὠφελείᾳ καὶ κατανύξει ὅτι μάλιστα. Σὺ δὲ τῶν πάντων ἀφελών, τὸν σταυροῦ τύπον κατ᾿ ἐναντίωσιν ἀντιθείς, πλάνην εἰσήγαγες μάλα. Ἐρωτῶ γὰρ δι᾿ ἣν αἰτίαν ὁ σταυρὸς ἐγγέγραπταί σοι, ὁ δὲ σταυρωθεὶς οὐ συνεγγέγραπται· καὶ πάντως ἐρεῖς, ὡς οὐκ ἔστι πεφυκὼς φύσιν ἐγχαράττεσθαι. Ἐρῶ δή· Εἰ οὖν οὐκ ἔστι πεφυκὼς φύσιν ἐγχαράττεσθαι, πολλῷ μᾶλλον οὐδὲ παθεῖν. Καὶ τοῦτο συνομολογήσεις πᾶς νοῦν ἔχων. Πῶς; ὅτι οὐδὲ ἄγγελος, ἀσώματος ὢν καὶ ἀπαθής, πέφυκεν ἐγγράφεσθαι καθ᾿ ἡμᾶς, ὑπὸ Μωσέως θεοπροστάκτως εἰκονισθείς. Ὁ δὲ μὴ πεφυκὼς ἐγχαράττεσθαι, οὐδὲ ἔπαθε δηλο νότι. Συνῆκται τοίνυν ἀφ᾽ ὧν ὁρᾷς τε καὶ λέγεις, φαντασίαν εἶναι τὸ ἀληθὲς τῆς οἰκονομίας μυστήριον· ὅπερ ἡ πλάνη. Σαυτὸν οὖν ἀπόφησον, ὦ ἀπατεών, καὶ πλάνην καὶ ψυχόλεθρον ἐν βίῳ δίδαγμα, βέλος ἄθεσμον ἐκ φωλεοῦ ἀθείας προκύψαν.
col. 457–458page 12 of 22
PG 99:457Νοεῖν γὰρ οὕτως εἰδόσι Χριστὸν θέμις. Ἆρα συνίησιν ὁ τυφλόνους τί φθέγγεται; ὅσον γὰρ τῶν προηγουμένων τὴν ὕβριν ἣν ἐξεῦρε κατὰ τῆς εἰκόνος Χριστοῦ, εἰς αὐτὸν Χριστὸν ἀνέπεμψεν, ὅπερ ἀληθές, καίτοι μὴ οἰόμενος. Μηδὲ γὰρ τοῖς προλαβοῦσι περὶ Χριστοῦ τι φθεγξάμενος· ἀλλ' ὑδρικῶς τὴν αὐτοῦ εἰκόνα, εὐθὺς ἐπάγει. Νοεῖν γὰρ οὕτως εἰδόσι Χριστὸν θέμις. Πῶς οὖν ἄλλως ἢ ὡς προείρηται, νοεῖν τὸν ἐπαίοντα; Εἰ δέ πως εἴποι ὡς σταυρὸν στήσαντα τὴν πλάνην, καὶ τοῦτο μόνον ἀπεμφαῖνον, ἀλλὰ καὶ ἀσεβές· οὐ γάρ τοι σταυρὸς ὁ Χριστός. ΣΤΕΦΑΝΟΥ. Στήριγμα πιστῶν, καὶ σέβας θεῖον, Λόγε, Τὸν ζωοποιὸν τῶν παθημάτων τύπον Ἔδωκας ἡμῖν σταυρόν, εἰς σωτηρίαν. Ὅτι μὲν οὖν στήριγμα πιστῶν, καὶ σέβας θεῖον ἔδωκεν ἡμῖν ὁ Λόγος σταυρὸν εἰς σωτηρίαν, παντί δῆλον· ἀλλ' οὐχ ὁ ζωοποιὸς τῶν παθημάτων οὗτος τύπος, ὦ κενολόγε. Πῶς γὰρ ἐν σταυρικῷ σχήματι τυπωθήσεται Χριστὸς συλλαμβανόμενος, δεσμούμενος, ῥαπιζόμενος, ἐμπτυόμενος, σταυρούμενος, λεγχευόμενος, ἢ τι ἄλλο ὑφιστάμενος; οὐδαμῶς. Σημαίνει γὰρ Χριστὸν ὁ σταυρός, οὐ τυποῖ. Διὸ καὶ σημεῖον καλεῖται παρὰ τῇ θείᾳ Γραφῇ. Ἔθηκε γάρ, φησί, Μωσῆς τὸν ὄφιν ἐπὶ σημείου, τουτέστιν ἐπὶ σταυροῦ. Ἀλλ' οὖν σημεῖον καὶ ἕτερον τύπος· οἷον ὁ ἑῷος ἀστὴρ σημαίνει τὴν ἡμέραν· αὐτὸς δὲ ὁ ἥλιος τυποῖ, ἤτοι δείκνυσι τὴν ἡμέραν. Ὡς οὖν ἐν σταυρῷ ἐστι Χριστὸς σημαινόμενος· οὕτως ἐν τῇ ἰδίᾳ εἰκόνι τυπούμενος. Ἐν γὰρ τῇ εἰκόνι τὸ ἀρχέτυπον ἐμφαίνεται, ὥς φησιν ὁ θεῖος Διονύσιος· καί γε αὐτῷ τε καὶ ἄλλοις Πατράσιν ἀνὰ παράλληλον ἡ εἰκὼν καὶ ἡ τύπος εἵληπται. Τίς ἐστι ὁ ζωοποιὸς τῶν παθημάτων τύπος, ἡ Χριστοῦ ἐκλαβὴ εἰκών, ἢ σὺ κρύπτειν βουλόμενος, ἄκων ἐξαπίνης. Ὁ δὲ τοῦ σταυροῦ τύπος, ἡ τούτου σημασία. Εἰ οὖν ἡ σημασία στήριγμα πιστῶν καὶ σέβας, πολλῷ δὴ μᾶλλον ἡ ἐκτυπωτικὴ εἰκονουργία· καθὼς οὖν οὕτως ἔχει ὁ τῆς ἀληθείας λόγος· οὐχὶ ὡς ἡ σὴ ψευδολογία ὡρίσατο. Φαύλως δ' ὅπερ πρὶν ἐγχαραχθὲν ἔπλετο Ἀπείλεσ' εἰκόνισμα, τὴν πλάνην, Λόγε. Φαῦλόν ἐστι τὸ νόθον, ἀλλ' οὐ γνήσιον· τὸ παρὰ φύσιν, ἀλλ' οὐ κατὰ φύσιν. Εἰ οὖν πρὸ σαρκώσεως τοῦ Λόγου ἦν τὸ εἰκόνισμα, οὐ μόνον φαῦλον, ἀλλὰ καὶ λίαν ἔκτοπον, τὸ μὴ σαρκωθέντα Λόγον, σάρκα τοπάζειν· καὶ τὸν οὐδενὶ ἐμφερῆ, τοῖς πᾶσιν ὁμοιοῦν ἀνθρώπου εἰκόνι ἀνθρώπου. Ἐφ' οἷς ἐκεῖνο παρὰ Θεοῦ εἴρηται· Τίνι ὁμοιώματι ὡμοιώσατέ με; Καὶ τοῦτο εἰδωλολατρεία, καὶ ὑπ' αὐτοῦ δηλονότι ἀναιρούμενον. Ἐπεὶ δὲ μετὰ σάρκωσιν, σύνες ὦ θεομάχε, καὶ φαῦλος καὶ πλάνης καὶ ἀναιρέτης τῆς ἐπὶ σωτηρίᾳ τῷ κόσμῳ χαρατο
col. 459–460page 13 of 22
PG 99:459της ἀντιθετικῶς πειρώμενος δεικνύειν ἀντικείμενα τὰ ἀλλήλοις ἑπόμενα· εἴ γε ἐν Χριστοῦ εἰκόνι καὶ σταυρὸν ὁρᾶν ἔστιν ἐκτυπούμενον. Μὴ γὰρ οὐκ ἀληθῶς οὐσιώθη καὶ ἀνὴρ ὁ ὑπέρθεος ἐχρημάτισεν ἐν τῷ καθ᾿ ἡμᾶς εἴδει ὁρώμενος; μὴ οὐκ ἔσχε σῶμα ἀφῇ καὶ χροιᾷ ὑποπίπτον, ὅπερ ἐστὶν ἐν ποσότητι καὶ ποιότητι, ἐφ᾽ οἷς ἐπακολουθεῖ τοπικὴ θέσις, καὶ χρονικὴ παράττασις. Οἱ ταῦτα περιγραφῆς ἰδιώματα συνίησι καὶ ὁ μικρόν τι εἰδὼς συλλογίζεσθαι; Πῶς οὖν ὁ ἐν τούτοις οὐ περιγραπτός; Πῶς οὖν ὁ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, οὐ τοῖς ἀνθρώποις ὁμοίως εἰκονιζόμενος; Πῶς ὁ ἐν σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, εἴη ἂν ἀσχημάτιστος; Τίς ἡ ἄνοια αὕτη, καὶ ἐν τοῖς ἐναργέσι μάχη; ὡς εἰ καὶ ἡλίου ἀνίσχοντος ἐνίστασθαι νύκτα εἶναι. Οὐκ ἐκ στιγμῆς γραμμή; οὐκ ἐκ γραμμῶν σχῆμα πρῶτον τὸ τρίγωνον, εἶθ᾽ οὕτως τὰ λοιπὰ ἑτερόσχημα; Οὐκ ἐκ σχημάτων ποικίλων μορφοῦται πρόσωπον, καὶ ἐξεικονιζόμενον ὁμολογεῖται ἄνθρωπος εἶναι, ὡς καὶ τῇ θεοπνεύστῳ Γραφῇ δοκεῖ; ἀμόρφωτος ὁ Χριστός; ὁ Ἀπόστολοςβοᾷ, μορφὴν δούλου αὐτὸν λαβεῖν. Καὶ σὺ ἀμόρφωτον ὑποδεικνύεις; ἐν σχήματι εὑρεθῆναι ὡς ἄνθρωπον, καὶ σὺ ἀσχημάτιστον; ἐν ὁμοιώματι ἀνθρώπων γενέσθαι, καὶ σὺ ἀνόμοιον; τὸ γὰρ εἰκόνισμα, ὁμοίωμα. Ὁ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου· ἐχθρὲ πάσης δικαιοσύνης· οὐ παύῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας; Μὴ γὰρ πρὸς ἐμοῦ; Παῦλός σοι ταῦτα ἐπᾴσει τῷ νέῳ Ἐλύμᾳ. Ἄλλως τε ἐκεῖνο ἐννόησον, πλανῆτα, ὅτι τὰ τῆς αὐτῆς φύσεως ἰδιώματα ἰσοδύναμά τέ εἰσι καὶ ἀλληλοῦχα· καὶ ἑνὸς ὄντος, ἐξ ἀνάγκης καὶ τὰ λοιπὰ συνυπάρχει· ὥσπερ καὶ ἀναιρεθέντος τὰ πάντα συναναιρεῖται. Οἷον τῆς θείας φύσεως ἰδιώματα, φέρε εἰπεῖν, τὸ ἀσώματον, τὸ ἀόρατον, τὸ ἀπερίληπτον, τὸ ἀπερίγραπτον, τὸ ἀναλλοίωτον, τὸ ἀπαθές, καὶ ὅσα ἄλλα· εἰ οὖν ἕν τούτων δόξειέ τις καθ᾽ ὑπόθεσιν ὑπεξᾶραι τυχόν, ἢ ὑπαλλάξαι, ἤτοι τὸ ἀπερίληπτον, καὶ εἰπεῖν ὅτι ἡ θεότης περιληπτή ἐστιν, ἐπεὶ πάντα λέγεται ἐκ τῶν περὶ αὐτήν, συμμετέβαλεν εὐθὺς τῇ τοῦ ἑνὸς μεταβολῇ τὰ σύστοιχα πάντα· καὶ ἀκολουθεῖ λέγειν αὐτήν, ὡς περιληπτήν, οὕτω καὶ ἐνσώματον, καὶ ὁρατήν, καὶ περιγραπτήν, καὶ ἀλλοιωτήν, καὶ παθητήν· καὶ οὐκ ἐνδέχεται, ὡς προείρηται, τῇ τοῦ ἑνὸς ἀπαλλαγῇ ἢ ἀναιρέσει, μὴ οὐχὶ συνυπαλλάττεσθαι ἢ συναναιρείσθαι τὰ πάντα. Ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ. Ἰδιώματα οὖν αὐτῆς τὸ ἐνσώματον, τὸ ὁρατόν, τὸ περιγραπτόν, τὸ ἀλλοιωτόν, τὸ παθητόν, καὶ ὅσα ἄλλα πρὸς τούτοις ἐν παντὶ ἀνθρώπῳ ἔνεστιν. Ὑπήλλαξας οὖν ἢ ἀφεῖλες ὁριστικῶς ἕν τῶν εἰρημένων, ἤτοι τὸ περιγραπτόν; καὶ εἴη ἂν ὁ Χριστὸς κατὰ τὴν ἀνθρωπότητα, ὥσπερ ἀπερίγραπτος, οὕτω καὶ ἀσώματος, καὶ ἀόρατος, καὶ ἀπερίληπτος, καὶ ἀναλλοίωτος, καὶ ἀπαθής· ἢ οὐδὲν ἓν τῶν ῥηθέντων τῇ τοῦ ἑνὸς ἀφαιρέσει ἐξ ἀνάγκης, διὰ τὰ σὰ τῶν ἀσεβημάτων λογάδρια, καὶ τὰς ἐκ ψάμμων οἰκοδομάς.
col. 461–462page 14 of 22
PG 99:461ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσι· καὶ τἄλλα, ὅσα τοῖς ἀκολουθοῦσιν αὐτῷ φέρει τὴν ταυτοπάθειαν· Εἴπερ γὰρ συμπάσχομεν αὐτῷ, ὥς φησιν ὁ μέγας Παῦλος, ἵνα καὶ συνδοξασθῶμεν. Καὶ οὕτω μὲν ταῦτα. Ἐμοὶ δὲ τῷ ἀσώτῳ καὶ ἀναξίῳ, διὰ τῶν σῶν ἁγίων εὐχῶν, Πάτερ δίκαιε, ἐχαρίσατο ὁ ἐλεήμων Κύριος παράκλησιν, καὶ τὸ ἐν πνεύματι συνεῖναί σοι· εἰμὶ γὰρ ἀεὶ ὡς ὁρῶν σε καὶ ὁμιλῶν σοι, καὶ ὡς κομιζόμενος τὴν εὐχὴν, καὶ ὡς σκεπόμενος, καὶ ὡς διδοὺς καὶ λαμβάνων λόγους εἰς ἕδρασμα τῆς ὁμολογίας ἧς ὡμολόγησας. Καὶ δοκῶ σου ἐπαιούσης τῆς φωνῆς ταῦτα ἀκούειν· Ταπεινὲ Θεόδωρε, μικρὸν ὄντως ταλαιπωροῦμεν, ἐπεὶ καλὴν φέρει ὁ Θεὸς τὴν ἐλπίδα. Ταῦτά μοι χρηγορία, ταῦτα ἀναψυχή. Μὴ δείσῃς, Πάτερ, δι᾿ ἐμὲ τὸν δοῦλόν σου καὶ παντάπασιν ἀπεῤῥιμμένον. Καὶ γάρ εἰμι τοῦ οὐρανοῦ καὶ τῆς γῆς μίασμα, καὶ παντὸς ἀνθρώπου κατεψυγμένος μᾶλλον. Πλὴν τολμῶ λέγειν ὡς ἀνάξιος εὔελπις, ἄνω βλέπων ῥωννύμενος ὑπὸ τῆς πρεσβείας, οὐκ ἀπευδοκῶν εἰς ἃ ἔπαθον, ἐπιμεμφόμενος δὲ ἐμαυτὸν, ὅτι μὴ ἀνδρείως καὶ κατὰ λόγον, καὶ ὅτι ὀλίγα καὶ οὐδενὸς ἄξια ἀφορῶν πρὸς τὰ ζωοποιὰ πάθη τῶν ἁγίων. Ἐγένετό μοι γὰρ πολλῶν ἔντευξις μαρτυρίων ἐν δώδεκα δέλτοις ἀπογεγραμμένων· ὥστε καταχθῆναι τὴν καρδίαν, καὶ μηδὲ τολμῶν λέγειν ὅτι ἔπαθόν τι διὰ Χριστόν. Καὶ τί γλυκύτερον, Πάτερ, ὑπομιμνήσκω ὡς δοῦλος, τοῦ δι᾿ αὐτὸν πάσχειν; Ἄθρει, Πάτερ, ἄνω· ὅρα τὸν Κύριον, ἐπόπτευε τὰς ἀγγελοθεΐας· ἐνατένιζε τὰς ἁγίας χορείας· ἴδε ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου τὸν Κριτὴν τοῦ κόσμου· ὅς σε ἀνακηρύξει πιστὸν δοῦλον, καὶ τῶν ἐντολῶν αὐτοῦ τὸν τηρητὴν, καὶ, τὸ μεῖζον, ὁμολογητήν. Εἶτα ποῦ σε πέμψει; οὐκ εἰς πῦρ αἰώνιον, ὅπερ λαμβάνει τοὺς ἀπειθεῖς τοῦ νόμου αὐτοῦ· ἀλλ᾽ εἰς ζωοδόχον χωρίον, καὶ ἀθάνατον κατάπαυσιν, καὶ ἀπειροαγαλλίαστον εὐφροσύνην. Εἴσελθε γάρ, φησίν, εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. Πάντων ἡμῶν οἱ ὀφθαλμοὶ εἰς σὲ βλέπουσι. Πάντες μεγαλοψυχοῦμεν, σοῦ ἡδρασμένου. Εἴη σοι ἐπὶ πλέον ἡ βοήθεια τοῦ Θεοῦ ὀχυροῦσά σε, δυναμοῦσά σε, εὐτονοῦσά σε, ἀνδρειοῦσά σε. Ὁ τὸν Θεὸν φοβούμενος, μὴ φοβηθῇς ὃ ἐποίησέ σοι ἄνθρωπος, ἢ καὶ ποιήσει τυχόν. Πέποιθας ἐπὶ Κύριον, ὄρος εἶ Σιών, οὐ σαλευθήσῃ εἰς τὸν αἰῶνα· κάτοικον γὰρ ἔχεις τὸν τῆς ἄνω Ἱερουσαλὴμ τεχνίτην καὶ δημιουργόν. Τὰς ἰοβόλους φωνάς, καὶ ἀπατηλοθελεῖς, τῶν ὡς ὄφεων ὑποσυρομένων σοι, καὶ θελόντων σε τοῦ ξύλου τοῦ ζωτικοῦ τῆς ἀληθείας ἀπάξαι, φεύγε, καὶ ἐνωτίζου ἅπαξ κραταιωθεὶς ἐν τῇ ἀληθείᾳ, καὶ διὰ πολλῶν μαρτυριῶν τῆς ἁγίας Γραφῆς συσφιγχθείς, ἔσθ᾿ ὅτε καὶ ἀνθρώπων εὐσεβῶν, εἰς παντελῆ ἀκινησίαν· ὅπως τεύξῃ κἀκείνης τῆς φωνῆς τὸ ἐγκώμιον· Ὁ ποιῶν ταῦτα, οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα. Ὑγιαίνουσιν οἱ πάντες ἀδελφοί, ὁ κύριος διάκονος ὁ Πατήρ μου, ὁ γλυκός μου ἀδελφὸς, καὶ νῦν μᾶλλον ἀξίως περιπόθητος, οἱ λοιποί μου προσφίλεις καὶ τίμιοί μου, καὶ τέκνα σου, οἷς σὺν ἐμοὶ πᾶσι, Πάτερ, εὔχου. Πάντες αὐτῶν εὐδρο
col. 463–464page 15 of 22
PG 99:463XVI. Δηλοῦντι μοι εἰς τὴν μετάληψιν, κἂν κατὰ τὸν τεταγμένον καιρὸν εὑρεθῆναι μετριάζοντα, ἔγνων ὅτι ἀνθρώπινόν τί ἐστιν ἡ φιλία αὐτοῦ πρὸς τὴν Χριστιανῶν ἐκκλησίαν. Σοφοῦ γάρ ἐστιν ἐπιγνῶναι τὰ καθήκοντα· καὶ μᾶλλον χρήσιμος ὁ εὐλαβὴς τοῦ ἀναιδοῦς πρὸς τὴν κοινωνίαν. Οὐ γὰρ πάντες οἱ ἐρχόμενοι λέγοντές μοι Κύριε, Κύριε, εἰσελεύσονται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Εἰ γὰρ οἱ μαθηταὶ τοῦ Κυρίου ἀλλὰ καὶ αὐτοὶ οἱ ἀπόστολοι ἁγνισθέντες ἐπὶ πλείονα ἡμέρας παρελάμβανον τὸ μυστήριον, πόσῳ μᾶλλον ἡμεῖς οἱ ἁμαρτωλοὶ ἐν φόβῳ καὶ εὐλαβείᾳ τοῦτο ποιεῖν ὀφείλομεν; Ὅθεν οὐδέποτε ῥᾳθυμεῖν ἡμᾶς δεῖ, ἀλλ' εἰ καί τι ἥμαρτον ἀπολογεῖσθαι, κατηγορεῖν ἑαυτῶν, πενθεῖν ἐπὶ τοῖς πραχθεῖσι, καὶ οὕτω τῇ κοινωνίᾳ προσέρχεσθαι. Νῦν δὲ οὐκ ἄτοπον ἐφάνη μοι διηγήσασθαι τί ποτε ἀκήκοα παρά τινος μοναχοῦ, ἀνδρὸς ἐναρέτου καὶ πολιτείᾳ κεκοσμημένου. Ἔλεγε γὰρ ὅτι Χριστιανός τις ἐν τῇ πόλει ταύτῃ κατοικῶν, εὐσεβὴς καὶ φιλόθεος, εἶχε παῖδα αὐτοῦ τελευτήσαντα. Πολλὰ δὲ κλαίων καὶ ὀδυρόμενος, εἶτα ὑπὸ τοῦ ἱερέως νουθετηθείς, παρεγένετο εἰς τὴν ἐκκλησίαν μετὰ τὴν ταφὴν τοῦ παιδός. Κἀκεῖ προσπεσὼν τῷ Θεῷ, ἀπελύθη τῆς λύπης καὶ τῆς ὀδύνης, εὑρὼν τὴν παρηγορίαν ἐν τῇ θείᾳ κοινωνίᾳ· ἣν οἱ Χριστιανοὶ λαμβάνουσι πρὸς τελείωσιν καὶ ἁγιασμὸν τῆς ψυχῆς. Εἰ γοῦν οἱ Χριστιανοὶ τοιαύτης κοινωνίας ἀξιοῦνται, πόσῳ μᾶλλον ἡμεῖς οἱ ἐν τῷ σχήματι τοῦ ἀγγελικοῦ βίου, δηλαδὴ τοῦ μοναχικοῦ τάγματος ὄντες, ἐν εὐλαβείᾳ καὶ τρόμῳ ταύτης μεταλαμβάνειν ὀφείλομεν;
col. 465–466page 16 of 22
PG 99:465ἀποστολικῇ καὶ Πατρικῇ διδασκαλίᾳ ἐπόμενος, τῇ τῆς Ἐκκλησίας θεσμοθεσίᾳ πειθόμενος, τάς τε ἁγίας καὶ οἰκουμενικὰς ἓξ συνόδους ἀποδεχόμενος, καὶ τὴν ἐν Βλαχέρναις κροτηθεῖσαν σύνοδον, καὶ τὴν ἐπικυρωτικὴν αὐτῆς ἀθροισθεῖσαν, καὶ τοῖς ὑπ᾽ αὐτῶν ἐκτεθεῖσιν ὀρθοδόξοις δόγμασιν ἑπόμενος καὶ πειθόμενος, καὶ τοὺς ὑπ᾽ αὐτῶν ἀποβληθέντας ἀποβαλλόμενος, καὶ τοὺς ὑπ᾽ αὐτῶν δειχθέντας ἀποδεχόμενος, πᾶσαν εἰκονικὴν ποίησίν τε καὶ προσκύνησιν ἀθετῶν, τὸν δὲ ὑπὸ Ταρασίου σύλλογον ἀποβαλλόμενος, καὶ τοὺς μὴ οὕτως ἔχοντας ἀναθεματίζων. Ὑπέγραψα ἰδιοχείρως. Πᾶσα αἵρεσις νεωστὶ ἀναφθεῖσα, τὰς πρὸ αὐτῆς αἱρέσεις ἀποτείεσθαι οἴεται· τάς τε ἀποστολικὰς καὶ Πατρικὰς διδασκαλίας προσίεσθαι· καὶ τὰς μὲν προγενημένας ἁγίας συνόδους ἀποδέχεσθαι· δοκιμαζομένη δὲ ὑπὸ τοῦ τῆς ἀληθείας λόγου, διελέγχεται ἀντιστρόφως ἔχουσα. Οὕτω τοιγαροῦν καὶ ἡ παροῦσα, ὡς σὺν Θεῷ προϊὼν ὑποδείξει ὁ λόγος. Ἀλλὰ τοῦτο πρῶτον ἐρωτητέον· Πῶς οὖν, ὦ γενναῖε, πᾶσαν εἰκονικὴν ποίησίν τε καὶ προσκύνησιν ἀθετῶν, τῇ ἀποστολικῇ καὶ Πατρικῇ διδασκαλίᾳ ἕπεσθαι λέγεις; τοῦ Ἀποστόλου λέγοντος ὧδε· Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων· σκιὰν τὴν παλαιάν, καὶ τὴν εἰκόνα τὴν νέαν, τὰ πράγματα τὰ μέλλοντα ἀγαθὰ ἐκφαίναντος. Τοῦ τε θεολόγου Γρηγορίου ἑπομένως τῷ Ἀποστόλῳ, τύπον τύπου εἶναι φήσαντος τὸν νόμον τῆς χάριτος· ἐκ παραλλήλου δὲ πολλάκις τούτοις κέχρηνται τοῖς ὀνόμασι. Δῆλον ὡς καὶ τὴν εἰκόνα τύπον ὀνομάζειν, καὶ τὴν σκιὰν τύπον· τά γάρ, φησί, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δαχθέντα σοι ἐν τῷ ὄρει. Ἐπεὶ καὶ ἀντίτυπα τῶν ἀληθινῶν, τὰ τοῦ νόμου εἴρηται παρὰ τῷ θείῳ Ἀποστόλῳ· ὡς εἶναι σκιὰν, καὶ τύπον, καὶ ἀντίτυπον, τὸ αὐτό. Καὶ πάλιν ὁ πάνσοφος Διονύσιος λέγων· «Εἰκόνα τύπου δειχθέντος τῷ κατὰ τὸ Σίναιον ὄρος, ἐκάλει πάντα τὰ κατὰ τὸν νόμον ἱερουργούμενα·» Καὶ Δαυϊτικῶς δὲ εἰπεῖν· «Ἐν εἰκόνι ἐν τῷδε τῷ βίῳ διαπορευόμεθα.» Καὶ Διονυσιακῶς αὖθις εἰπεῖν· «Αἰσθηταῖς εἰκόσιν ἐπὶ τὰς θείας, ὡς δυνατόν, ἀναγόμεθα θεωρίας.» Εἰκὼν τὸ ἅγιον θυσιαστήριον εἴρηται αὐτῷ· εἰκὼν τὸ ἱερὸν μύρον· εἰκὼν ὁ σταυρικὸς τύπος· φησὶ γὰρ τοὺς οὕτως ζῶντας, ὡς ὁμοειδεῖς ἐνσημαίνοντας
col. 467–468page 17 of 22
PG 99:467μου ἐν τῇ γωνίᾳ ταύτῃ, καὶ μὴ συμφύρεσθαι τοῖς ἐν κόσμῳ. Τί τοῦτο ἔγκλημα; χάρισαί μοι τοῦτο, ποθεινότατε ἀνεψιέ· οἶδα γὰρ ὅτι καὶ δύνῃ· καὶ ἠρεμεῖν ἐνταῦθα, καὶ ἀποδιίστασθαι παντὸς τυχόν ἀνθρώπου· καὶ τῇ ἐμμελεῖ ἀγχινοίᾳ σου τὰ σκολιὰ ποίησον λεῖα· καὶ τὰ τραχύνοντα καθομάλισον. Καὶ γενοῦ τοῦ εἰρηνικοῦ ἡμῶν βραβευτής, καὶ τῆς ἡσυχίας συνασπιστής· ἵνα εἰ καί τι ἡμῖν ἐστιν ἐν τούτῳ χρήσιμον, διαιτήσῃ δικαίως καὶ κατὰ λόγον. Ε΄. Στεφάνῳ ἀσηκρήτῃ. Ἐν τῇ χθὲς ἡμέρᾳ, ἐπειδὴ τῆς εὐκλεοῦς σου παρουσίας ἐν μεθέξει γεγόναμεν, μετά τινας ἄλλας ὁμιλίας, δι' ἃς καὶ ὁ τρόπος τῆς ἐνταῦθά σου ἀφίξεως, εἰς λόγον πως ἐληλύθαμεν Γραφικῶν ζητημάτων· καὶ ἐν ἀμφιβολίᾳ πολλῇ συσχεθέντες, ἀπιθάνως πρὸς ταῦτα διέστημεν ἀπ᾿ ἀλλήλων· καὶ ἡμεῖς μέν, ὦ δέσποτα, ἰδιωτίζοντες, οὐ πάντως κατὰ τὴν παροῦσάν σου σοφίαν ὑπαντήσομεν. Ἵνα δὲ μὴ τῇ ἐφησυχάσει τῶν ὀφειλομένων λαληθῆναι κρίμα ἑαυτοῖς ἀπενέγκοιμεν (Ἐλεγμῷ γὰρ, φησίν, ἐλέγξεις τὸν πλησίον σου, καὶ οὐ λήψῃ δι' αὐτὸν ἁμαρτίαν), ἄλλως τε ὅτι καὶ σοφὸν ἐλέγχοντες μᾶλλον ἀγαπηθησόμεθα, ἀναγκαῖον ᾠήθημεν προσφωνῆσαί σοι τὰ ἐπιβάλλοντα. Ὁ κύριός μου, ἵνα συντόμως ἐρῶ, τὰς πολλὰς πεύσεις καὶ ἀντιῤῥήσεις ἐπισυστέλλων, ἔφησθα, ὡς οὐ χρὴ τὸν προεστῶτα ποιμενάρχην, ἄτερ πίστεως, ἐπὶ ταῖς ἄλλαις ἐντολαῖς τοῦ Κυρίου, κατὰ ἄγνοιαν ἢ ἐθελοντί πράττοντά τι τῶν ἀπηγορευμένων, πρός τινος ὑπομιμνήσκεσθαι, ἡμῶν λεγόντων, ὅτι καὶ μάλα· ἀλλ᾽ ὑπὸ τῶν προεχόντων ἐν γνώσει καὶ συνέσει παρὰ τοὺς ἄλλους. Καὶ πρὸς τοῦτο ὁπόθεν καὶ οὐ παραστησόμεθά σοι τὸ τοῦ λόγου ἄτοπον; Πρῶτον μὲν ἀπὸ τῆς Παλαιᾶς Διαθήκης. Τί γάρ σοι δοκεῖ τὸ τοῦ Δανιήλ; ἄρα τοὺς πρεσβυτέρους, καίπερ ὢν οὐ τοῦ ἐννόμου καιροῦ τῆς εἰς τὸ λέγειν καὶ παῤῥησιάζεσθαι ἡλικίας, παρανομοῦντας πρὸς τὴν τῆς θείας Σωσάννης καταδίκην, ἐπῃνέθη οὐ μόνον ὑπομιμνήσκων, ἀλλὰ καὶ κατακρίνων· καὶ ἢ οὔ; Εἶτα οὐ δέχῃ τὸν Ἰωὰβ ἐν τῇ ἀπαριθμήσει τοῦ λαοῦ, ὄντος τοῦ δράματος εἰς παροργισμὸν Θεοῦ, ἀντιβολοῦντα, ἐκλιπαροῦντα, ἀναπείθειν πειρώμενον τὸν θεῖον Δαβίδ, μὴ τοῦτο δρᾶν; οἶσθα γὰρ τὴν ἱστορίαν. Ἐμὲ δὲ δυσωπεῖ καὶ Ἰοθὸρ ὑπομιμνήσκων τὸν μέγαν Μωσῆν, καὶ παρεγγυώμενος μὴ οὕτω διεξάγειν τὸν λαόν, καὶ οἱονεὶ στοιχειῶν, καὶ πρὸς τὴν οἰκείαν βουλὴν μεταῤῥυθμίζων. Καὶ τίς ὤν; Ἀλλογενής, εἰ καὶ κηδεστής. Καὶ τίνι φών; Τῷ πάντα κατὰ ἀποκάλυψιν Θεοῦ διαπραττομένῳ. Καὶ ταῦτα μὲν ἐπ' ὀλίγον· ἵνα μὴ μακρηγορήσωμεν. Μετιτέον δὲ ἐπὶ τὴν Νέαν. Αἰδεσθῶμεν, εἰ βούλει, πανεύφημε, καὶ τὸ τοῦ τῆς οἰκουμένης διαπρυσίου κήρυκος ὑπαγόρευμα, τό, Ἐὰν τῷ ἐσχάτῳ ἀποκαλυφθῇ ὁ πρώτος σιγάτω. Οὐχ, ὡς ἀντιτείνει ἡ φιλότης σου, τοῦτο περὶ μόνης πίστεως. Καὶ, οἷον δή με παρέλαβε μικροῦ δεῖν, ὁ μέγας κήρυξ τῆς ἀληθείας Ἰωάννης ἐλέγχει τὸν Ἡρώδην. Ἐρωτῶ,
col. 469–470page 18 of 22
PG 99:469Ταύτην ἰδοῦσα, καὶ γὰρ ἦν σεβασμία, Ἀπῆλθεν εὐθὺς καὶ θέας ἡττημένη. Ὡς ζῶντ᾽ ἐπαισχυνθεῖσα τὸν γεγραμμένον. Φωνὴ τοῦ Χρυσοστόμου. Ἐγὼ καὶ τὴν κηρόχυτον ἠγάπησα γραφήν, εὐσεβείας ἕνεκεν πεπληρωμένην· εἶδον γὰρ ἄγγελον ἀόρατον ἐλαύνοντα βαρβάρων στίφη. Εἶδον πατούμενα βαρβάρων φύλα· καὶ τὸν Δαυῒδ ἀληθεύοντα· Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. Φωνὴ τοῦ ἁγίου Γρηγορίου Νύσσης. Εἶδον πολλάκις ἐπὶ γραφῆς εἰκόνα τοῦ πάθους· καὶ οὐκ ἀδακρυτὶ τὴν θέαν παρῆλθον· ἐναργῶς τῆς τέχνης ὑπ᾽ ὄψιν ἀγούσης τὴν ἱστορίαν. Πρόκειται ἡ Ἰσαάκ· Φωνὴ τοῦ ἁγίου Κυρίλλου. Εἶδον ἐγὼ ἐπὶ τοίχου γραφῆς, ἐναθλοῦσαν τοῖς σώματι κόρην· καὶ οὐκ ἀδακρυτὶ τὴν θέαν κατ-εῖδον. Φωνὴ τῶν τῆς ἕκτης ἁγίας συνόδου Πατέρων. Ἔν τισι τῶν σεπτῶν εἰκόνων γραφαῖς, ἀμνὸς δακτύλῳ τοῦ Προδρόμου δεικνύμενος ἐγχαράττεται. Μεθ᾽ ἕτερα· ὡς ἂν οὖν τὸ τέλειον κἂν ταῖς χρωματουργίαις ἐν ταῖς ἁπάντων ὄψεσιν ὑπογράφηται· τὸν αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, κατὰ τὸν ἀνθρώπινον χαρακτῆρα, καὶ ἐν ταῖς εἰκόσιν ἀπὸ τοῦ νῦν ἀντὶ τοῦ παλαιοῦ ἀμνοῦ ἀναστηλοῦσθαι ὁρίζομεν. Εἴτε ἐκ πολλῶν ὀλίγα, διὰ τὸ μὴ ἐμποιῆσαι κόρον. Ἰδοὺ καὶ αὖθις ἡ ἀποστολικὴ καὶ Πατρικὴ διδασκαλία· ἡ ἀκρότης τῶν ἀποστόλων· ἡ κρηπὶς τῶν Πατέρων· αἱ κλεῖς τῶν δογμάτων· ὁ ὅρος τῆς ὀρθοδοξίας· οἷς ὁ ἀντιφθεγγόμενος, κἂν ἄγγελος, ἐκ τῆς ἑτέρας, καθεματιστός. Οὐ γὰρ ἐξ ἀποστόλων, οὐδ᾽ εἰ μὴν ὁ Πατέρων· ἀλλὰ νόθος, ψευδώνυμος. Ἠθέτηκας ὦ αὐτὴν, καὶ μὴ λέγων ἀθετεῖν, ἀθετῶν εἰκόνων στόλον καὶ προσκύνησιν εἰκονικὴν, ὡς Μωὰβ τέλει. Καὶ τῆς Ἐκκλησίας θεσμοθεσίᾳ πειθόμενος. Θεσμός ἐν ἐστιν ὁ πανίερος· τὰ παλαιὰ δηλονότι ἔθη· ἐκδιδάσκει ἡμᾶς ὁ μέγας Βασίλειος διατάττεται τρίτως. Εἴθισται τοίνυν τῇ ἐκκλησιαστικῇ παραδόσει, ὡς βοᾷ ἡ ὑπ᾽ οὐρανὸν πραγματικῶς ἐν τοῖς αὐτῇ ἱεροῖς ναοῖς καὶ ἀναθήμασιν, ἄνωθεν καὶ ἀπ᾽ ἀρχῆς τοῦ θείου κηρύγματος, τὰς σεπτὰς εἰκόνας ἐγκράττεσθαι· ἃς σὺ νῦν ἐκμειοῖς. Ἴδε οὖν ἡ ἐκκλησιαστικὴ ἐν μέρει θεσμοθεσία. Ἠθέτηκας καὶ ταύτην, εἰ διὰ τοῦ μέρους ὅλῃ δυνάμει.
col. 471–472page 19 of 22
PG 99:471Τάς τε ἁγίας καὶ οἰκουμενικὰς ἓξ συνόδους ἀποδεχόμενος. Αἱ σύνοδοι, αἵ τε οἰκουμενικαί, αἵ τε τοπικαὶ ὀρθόδοξοι· τοσαῦται μέν εἰσι τῷ ἀριθμῷ, ὁπόσαι καὶ εἶεν· μία δὲ πᾶσαι τῷ θείῳ φρονήματι, ὡς καὶ ἓν τὸ τῆς πίστεως σύμβολον, ἐν τῇ πρώτῃ δυνάμει θεωρούμεναι· κατὰ καιρὸν δὲ πρὸς τὰς ἐπανισταμένας αἱρέσεις δηλονότι προϊοῦσαι, καὶ ποικιλλόμεναι μὲν τῇ ἀντεξαγωγῇ τοῦ πονηροῦ φρονήματος· μένουσαι δὲ ἐν τῷ αὐτῷ ὀρθοδόξῳ δόγματι. Καθάπερ (ἵνα καὶ ὑποδείγματι χρήσωμαι) ὁ κόκκος τοῦ σίτου, ὅτι εἷς μέν ἐστι σπειρόμενος· ἔχει δὲ ἐν αὐτῷ δυνάμει τὰς τῷ προσήκοντι καιρῷ διὰ τῆς καρποφορίας πολυπλασιαζομένους ἐνεργείᾳ κόκκους. Ἴδωμεν οὖν ὡς εἴπερ δέχῃ τὴν πρώτην, συναποδεχόμενος εἴης καὶ τὰς ἁπάσας. Λέγει τοίνυν, ἵνα τὰ προηγούμενα παρῶ, ὡς οὐ κατεπείγοντα εἰς τὸ προκείμενον ζήτημα· Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ· τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός· Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ· γεννηθέντα, οὐ ποιηθέντα· ὁμοούσιον τῷ Πατρί, δι᾽ οὗ τὰ πάντα ἐγένετο. Τὸν δι᾽ ἡμᾶς τοὺς ἀνθρώπους, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν· καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου, καὶ ἐνανθρωπήσαντα. Ὁ τοίνυν ἐκ τοῦ Πατρὸς γεννηθεὶς πρὸ πάντων τῶν αἰώνων, σαρκωθεὶς ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου, καὶ ἐνανθρωπήσας ὡμολόγηται παρὰ πάντων τῶν ἁγίων, εἷς μὲν εἶναι τῇ ὑποστάσει, διπλοῦς δὲ τῇ φύσει· τέλειος ἐν θεότητι, καὶ τέλειος ἐν ἀνθρωπότητι· ἐκ Πατρὸς ἀπερίγραπτος, ἐπειδὴ καὶ ὁ Πατήρ· ἐκ Μητρὸς περιγραπτός, ἐπειδὴ καὶ ἡ Μήτηρ· οἷος ὁ Πατήρ, τοιοῦτος καὶ ὁ γεννηθεὶς κατὰ πάντα. Καὶ οἵα ἡ Μήτηρ, τοιοῦτον καὶ τὸ γεννηθὲν κατὰ πάντα· ἵνα μὴ ἐν τῇ τοῦ οὑτινοσοῦν ἐλλείψει τὸ τέλειον ἀφαιρεθῇ, καὶ τὸ πᾶν οἰχήσεται. Ἐπεὶ οὖν ἡ Μήτηρ φυσικῶς ἐγγέγραπται σώματος χαρακτῆρι, ὡς περιγραπτή· τοῦτο καὶ ὁ Χριστὸς φυσικῶς, ὡς γέννημα αὐτῆς περιγραπτόν. Εἰ δὲ μή, οὐ γέννημα αὐτῆς φύσει καὶ ἀληθείᾳ. Ἀλλὰ μὴν Υἱὸς αὐτῆς ἀληθινός, ὡς Υἱὸς ἀληθινὸς ὁ αὐτὸς τοῦ Πατρός. Οὐκοῦν καὶ ἐγγέγραπται σώματος χαρακτῆρι κατὰ τὴν Μητέρα, ὁ κατὰ τὸν Πατέρα ἀπερίγραπτος τῇ θεότητι· ὡς ἂν ἐπαληθεύοι θάτερον θατέρῳ μαρτυροῦν ἐκ πάσης φυσικῆς ἀνάγκης. Τοῦτο τοιγάρτοι ἡ πρώτη ἁγία οἰκουμενικὴ σύνοδος, ὡς ἐν κεφαλαίῳ δυνάμει ἐκήρυξε τό, τὸν Χριστὸν ἐγγράφεσθαι· ἐπὰν ὁμολογῇ αὐτὸν σαρκωθέντα καὶ ἐνανθρωπήσαντα. Οὐδὲν γὰρ ἔνσαρκον ἄγραπτον· καὶ οὐδεὶς ἄνθρωπος ὀφθείς, ἀνεξεικόνιστος. Ἐπεὶ οὐδὲ κυριολέκτως τὴν Μαρίαν Θεοτόκον ὠνόμασεν· ἀλλ᾽ ἡνίκα ἐθέσπισε τὸν Υἱὸν τοῦ Θεοῦ ἐξ αὐτῆς σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι, Θεοτόκον αὐτὴν δυνάμει ἐκήρυξεν. Εἴπερ γὰρ Θεὸς ὁ γεννηθείς, Θεοτόκος ἀκολούθως καὶ ἡ γεννήσασα· δοῦσα τοῦτο φθέγξασθαι ἐνεργείᾳ κυρίως τῇ τρίτῃ συνόδῳ, καὶ ἐπιῤῥαπίσασα Νεστόριον. Οὐδ᾽ οὐ μὴν δύο φύσεις καὶ τοσαῦτα θελήματα ἐπὶ Χριστοῦ φανερῶς ἐξεῖπεν· ἀλλὰ ἐπειδὴ οἶδεν αὐτὸν Θεὸν ὁμοῦ καὶ ἄνθρωπον, τὰς δύο γεννήσεις·
col. 473–474page 20 of 22
PG 99:473τοῦ ὑμνήσασα, δύο δυνάμει καὶ τὰς φύσεις, καὶ ἀκολούθως ταῖς φύσεσι, δύο καὶ τὰ θελήματα, ἐξεῖπε· δοῦτα τοῦτο ἐνεργείᾳ κυρίως φθέγξασθαι τῇ τετάρτῃ καὶ ἕκτῃ συνόδῳ· καὶ ἐπιῤῥαπίσασα τοὺς αὐτοῦ μίαν φύσιν καὶ ἓν θέλημα πρεσβεύοντας. Παρὸν ἂν εἴη ὑποδηλοῦν ὅπως ἐπιῤῥαπίζει ἑκάστην αἵρεσιν, ἀντεξάγουσα δυνάμει τὸ ἐνεργείᾳ κηρυχθὲν ὀρθόδοξον δόγμα τῇ κατὰ καιρὸν συνόδῳ. Λελυμένου τοίνυν ἱκανῶς καὶ ἐλεγχθέντος τοῦ λόγου, ὡς ἀτέχνως τὴν πρώτην σύνοδον, διὰ τὸ πάσαν εἰκονικὴν ποίησίν τε καὶ προσκύνησιν ἀθετεῖν σε, ἐκείνης δυνάμει, καθὰ εἴρηται, Χριστὸν εἰκονίζεσθαι κατὰ τὸν ἀνθρώπινον χαρακτήρα κηρυξάσης· λέλυται τοῦ μηδὲ τὰς λοιπάς σε δέχεσθαι συνόδους. Ἓν γὰρ ἐν πάσαις εἰσέδες φρόνημα. Ἀποδεχόμενος καὶ τὴν ἐν Βλαχέρναις σύνοδον καὶ τὴν ταύτης ἐπικυρωτικὴν ἀθροισθεῖσαν. Ναὶ μήν· τούτων γὰρ σὺ ἀκόλουθος καὶ σύμφωνος τῶν ἀντιθέτων τῆς ἀληθείας, καὶ πάσης ἀποστολικῆς καὶ Πατρικῆς διδασκαλίας ἀλλοτρίων, ὡς ἀνωτέρω δεδήλωται. Ἀθετοῦσι γὰρ πᾶσαν εἰκονικὴν ποίησίν τε καὶ προσκύνησιν. Τούς τε παρ' αὐτῶν ἀποβληθέντας ἀποβαλλόμενος, καὶ τοὺς ὑπ' αὐτῶν δεχθέντας ἀποδεχόμενος. Καὶ πάνυ· ἀλλ' ὡς Καϊαφαϊκὸν συνέδριον, τὸν Βαραββᾶν προσηκάμενον, τὸν δὲ Χριστὸν ἀρνησάμενον. Τὸν δὲ ὑπὸ Ταρασίου σύλλογον ἀποβαλλόμενος. Εὖγε, καὶ πάνυ εἰκότως· ἀλλ' ὡς συνεπόμενον τῇ πρώτῃ ἁγίᾳ συνόδῳ, ἐν τῷ τὸν Χριστὸν κηρύξαι ἐγγράφεσθαι κατὰ τὸν ἀνθρώπινον χαρακτῆρα· τήν τε εἰκόνα αὐτοῦ μετὰ καὶ τοῦ ζωοποιοῦ σταυροῦ, καὶ τῆς Θεοτόκου, πρὸς δὲ καὶ παντὸς ἁγίου, προσκυνεῖσθαι εἰς τιμὴν τῶν πρωτοτύπων· ὧν ἀπεῤῥάγης, ὡς ἀπὸ Χριστοῦ Ἰούδας. Καὶ τοὺς μὴ οὕτως ἔχοντας ἀναθεματίζων. Δηλονότι· ἀλλὰ τοὺς ἁγίους πάντας συλλήβδην, ὡς ἀντίπαλος Χριστοῦ. Ὑπέγραψα ἰδιοχείρως. Δηλαδή· ἀλλ' ὡς ὁ Πιλάτος τῇ κατὰ Χριστοῦ ἀποφάσει τάξας τὸν κάλαμον. Ὑπογραφὴ ὀρθοδόξου. Τοῖς εὐαγγελικοῖς καὶ ἀποστολικοῖς ἐντάλμασι καὶ θεσπίσμασιν ἅπασιν ἑπόμενος· καὶ τοῖς προφητικοῖς τε καὶ Πατρικοῖς κηρύγμασι καὶ διδάγμασιν ἐπερειδόμενος· τάς τε ἁγίας καὶ οἰκουμενικὰς ἓξ συνόδους σὺν ταῖς τοπικαῖς καὶ ταύταις ὁμοδόξοις κατά τε τὸ δογματικὴν καὶ κανονικὴν τήρησιν προσιέμενος· μεθ' ὧν καὶ τὴν μετὰ τὴν ἕκτην περὶ τῶν σεπτῶν εἰκόνων ὑπομνηματίσασαν καὶ ὁρίσασαν θεοπρεπῶς ἀποδεχόμενος· καὶ τὴν ἐν Νικαίᾳ τὸ δεύτερον ἁγίαν σύνοδον, ὡς τῆς τὸ πρότερον ὀρθοδόξως δογματίσα-
col. 475–476page 21 of 22
PG 99:475σαν, καὶ ἑπομένως τῇ πρὸ αὐτῆς περὶ τῶν αὐτῶν σεπτῶν εἰκόνων, ἀσπαζόμενος· τούς τε παρὰ πασῶν ἐκκηρύκτους ἀποβαλλόμενος. Καὶ τοὺς ὑπ᾽ αὐτῶν ἀναῤῥηθέντας εἰσοικειούμενος· ἱεροῦ τε παντὸς θεσμοῦ καὶ ἔθους ἐκκλησιαστικοῦ, ἀπὸ Χριστοῦ μέχρι τοῦ δεῦρο προϊόντος· ἢ καὶ μετέπειτα ὁμῶς ἱεροπρεπῶς ἀντεχόμενος· πᾶσάν τε εἰκόνα οὖσαν καὶ χαραττομένην σωτηρίως τῷ κόσμῳ, τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν, τοῦ ζωοποιοῦ σταυροῦ, τῆς Θεοτόκου, ἀγγέλων τε καὶ παντὸς ἁγίου καὶ ἁγίας ἐνστερνιζόμενος. Καὶ προσπτυσσόμενος· τὸν δὲ ἐν Βλαχέρναις πάλαι ἀθροισθέντα σύλλογον, καὶ τὸ τούτου ἐπικυρωτικὸν συνέδριον, ὡς ἀντίθετον ἑκάτερον Χριστοῦ καὶ παντὸς ἁγίου, ἀποπεμπόμενος, καὶ τοὺς μὴ οὕτως φρονοῦντας αἰωνίοις ἀναθεματισμοῖς ὑποβάλλων, σὺν Θεῷ. Ὑπέγραψα ἰδιοχείρως. ΙΑΜΒΟΙ ΕΙΚΟΝΟΜΑΧΩΝ. ΙΩΑΝΝΟΥ. Χριστὸς καθεῖλε Ταυρίῳ θείῳ σθένει Ῥοπὴν φάλαγγος δαιμόνων· τοῖς ἐν βίῳ Ἰσχὺς πεφυκώς, Ἐλπὶς εἰς κράτος μέγα. Σαφῶς διδάσκων αὐτῷ προσέχειν μόνον. Τοιχογραφεῖν οὖν οὐ θέμις τὸν δεσπότην. Ὅλος Θεὸς γὰρ ἐστιν, οὐ τραπεὶς πλάνῃ, Ὑψῶν ἄνακτας εὐσεβεῖς ἐν τῷ στέφει. ΙΓΝΑΤΙΟΥ. Ὁ Σταυρὸς συνάψας τὰ πρὶν ἐσκεδασμένα Τὴν εὐσέβειαν γνησίως ὑπογράφει. Ἀνατρέπων γὰρ εἰκόνων θέαν πᾶσαν ἐμφανῶς, Ῥώμη κραταιὰ πίστεως δεδειγμένης, Ὑψωσε τὴν σὴν δόξαν, Λόγε, Ὁ ν προσκυνοῦντες ἀξίως δεσπότα, Σοβοῦσιν ἐχθροὺς τῷ κράτει δουλουμένους.
col. 477–478page 22 of 22
PG 99:477ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΒΛΗΜΑΤΑ ΤΙΝΑ ΠΡΟΣ ΕΙΚΟΝΟΜΑΧΟΥΣ, ΛΕΓΟΝΤΑΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ ΜΗ ΕΓΓΡΑΦΕΣΘΑΙ ΚΑΤΑ ΤΟΝ ΣΩΜΑΤΙΚΟΝ ΧΑΡΑΚΤΗΡΑ. Α΄. Εἰ ἐκ δύο φύσεων καὶ ἐν δυσὶ φύσεσι τελείαις ὁ Χριστός ἐστιν· εἰπὲ κατὰ ποίαν ἄγραπτος, τὴν λαβοῦσαν, ἢ τὴν ληφθεῖσαν; καὶ εἰ κατὰ τὴν πρώτην, ἔσται κατὰ τὴν δευτέραν γραπτός· ἢ ἔμπαλιν ἡ Ἀντιστροφή. Εἰ δὲ κατ᾽ ἄμφω, πῶς τοῦτο; εἰ μὴ ἐξ ἀμφοῖν μιᾶς συνθέτου φύσεως ἀποτελεσθείσης, μιᾷ συνθέτῳ καὶ ἰδιότητι. Εἴη ἂν οὔτε γραπτός, οὔτε ἀγέγραπται· ἀλλὰ γραπτοάγραπτος ἐξ ἡμισείας συνεληλυθώς, καὶ κατ᾽ οὐδ᾽ ἕτερον τέλειος. Εἰ δὲ τοῦτο, πῶς οὐχ ἑτερούσιος ὁ Χριστὸς τοῦ Πατρὸς καὶ ἡμῶν; ἡμῶν μὲν τῷ συνθέτῳ σώματι ἐγγραφομένων· τοῦ δὲ Πατρὸς τῷ ἀσυνθέτῳ φύσει μηδαμῶς περιγραφομένου. Β. Εἰ ἰδιότης ἑκάστης φύσεως ἀκίνητος, ἐπὶ δὲ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ ἡ περιγραφή· μὴ περιγραφομένου αὐτοῦ κατ᾽ αὐτήν, ἐκινήθη δηλονότι· κινηθεῖσα δὲ ποῦ μετεχώρησε; Ἆρα εἰς τὴν τῆς θεότητος αὐτοῦ φύσιν; Ἀλλ᾽ εἰ τοῦτο, προσθήκην ἡ Τριὰς ἐδέξατο, ἀσύμφυες ἑαυτῇ ἰδίωμα προσλαβοῦσα· ὅπερ ἀδύνατον. Εἰ δὲ οὐ μετέπεσεν ἐκεῖσε, ποῦ ποτε ἂν εἴη; καὶ εἰ ἠφανίσθη, ἐξ ἀνάγκης συναφανίζεται καὶ ἡ ταύτης φύσις· ἐπεὶ μὴ οἷόν τε διεσπάσθαι θατέρα θατέρας ὁμολογουμένως.
Page scan enlarged

Notebook

Full View