PG 99Theodori Studit
Problems against the Iconoclasts
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected (sonnet, page-by-page) · Migne scan — scholarios OCR + scan in the Page/Facsimile views — PG column chips mark the printed columns.
col. 479–480page 1 of 4
PG 99:479Γ'. Ὁμότοιχον τῷ περιγραπτῷ τὸ ἀπερίγραπτον, ἢ ἑτερόστοιχον. Καὶ εἰ μὲν ὁμόστοιχον, ἔσται καὶ ὁ Θεὸς Λόγος τῇ προσληφθείσῃ σαρκὶ ὁμοούσιος· ἐπείπερ ἀπερίγραπτος· Τὰ γὰρ τῆς αὐτῆς συστοιχίας ἰδιώματα, καὶ τῆς αὐτῆς φύσεως εἶεν ἀπαραλλάκτως. Εἰ δὲ ἑτερόστοιχον, πάντως καὶ ὁ Λόγος ἑτεροούσιος ὢν παρὰ τὴν σάρκα, κατ' αὐτὴν δηλαδὴ καὶ περιγράφοιτο, καθ' ἑκατέραν οὐσίαν τῆς αὐτοῦ θεότητος καὶ ἀνθρωπότητος, ταῖς δυσὶ συστοιχίαις τῶν περὶ αὐτῆς ἰδιωμάτων περιγραφόμενος καὶ μὴ περιγραφόμενος· ὥσπερ ὁρώμενος καὶ μὴ ὁρώμενος, ψηλαφώμενος καὶ μὴ ψηλαφώμενος. Δ'. Εἰ τῶν ἐνύλων καὶ συνθέτων ἔνυλα καὶ σύνθετα τὰ ἰδιώματα, πῶς ἂν ὁ Χριστὸς κατὰ τὸν σωματικὸν χαρακτῆρα ἀπερίγραπτος; τοῦ ἀπεριγράπτου, ἀΰλου καὶ ἀσυνθέτου ὑπάρχοντος· τοῦ δὲ σώματος, ἐνύλου καὶ συνθέτου. Δεῖ γὰρ τῇ φύσει ἀπαράλλακτον εἶναι τὴν ἰδιότητα· τὴν καθ' ἑτερότητα νοουμένην ἀλλοτριότητα οὐδ' ὁτιοῦν προσιεμένην. Ἀλλὰ μήν, εἰ μὴ περιγράφοιτο, παρήλλακται θατέρα θατέρας. Εἴπερ μὴ ταὐτὸν τῷ ἐνύλῳ τὸ ἄϋλον, καὶ τῷ συνθέτῳ τὸ ἀσύνθετον. Οὐκ ἄρα ἀπερίγραπτος ὁ Χριστὸς σώματι, ὡς ἂν μὴ εἴη παράλλαξις ἐν ἀπαραλλάκτοις, καὶ σύνθεσις ἐν ἀσυνθέτοις. Ε'. Εἰ Θεὸς καὶ ἄνθρωπος ὁ Χριστός ἐστιν, οὐ τῇ αὐτῇ δὲ φύσει ᾗ ἔστι Θεός, ταύτῃ ἐστὶ καὶ ἄνθρωπος· δηλονότι οὐδὲ τῇ αὐτῇ ἰδιότητι ᾗ ἐστιν ἀπερίγραπτος, ταύτῃ ἐστὶ καὶ περιγραπτός· ἄλλης ἄλλῃ διαφερούσης· καὶ εἰς κοινωνίαν ἐλθεῖν τὴν ἐν ταυτότητι οὐσιώδους ὁμοιώσεως οὐκ ἐνδεχομένων, οὔτε τῶν φύσεων, οὔτε τῶν συνυπαρκτῶν αὐταῖς ἰδιοτήτων. Εἰ δὲ τοῦτο, πῶς οὐχ ὁ Χριστὸς ἐξ ἀμφοῖν ὤν, καὶ κατ' ἀμφότερα γνώριμος, εἴη γραφόμενος καὶ μὴ γραφόμενος; Ϛ'. Πότερον μορφῇ γραφομένῃ ὤφθη Θεὸς τοῖς ἐπὶ γῆς, ἢ μὴ γραφομένῃ; Καὶ εἰ μὲν ἀγράφῳ, δηλαδὴ καὶ ἀοράτῳ· εἴπερ σύστοιχον θάτερον θατέρῳ, τὸ ἄγραπτόν φημι καὶ ἀόρατον. Καὶ πῶς φασιν οἱ μαθηταί· Ἑωράκαμεν τὸν Κύριον; Οὐκοῦν γραφομένῃ· εἰ καὶ ἀθέατον τῇ θείᾳ φύσει ὄντα. Εἰ δὲ ἐγγράπτῳ, τίς οἴσει τὴν γραπτὴν ἄγραπτον εἰπεῖν, εἰ μή τι ἂν εἰς ἔσχατον ἐλάσειε παραπληξίας; Ζ'. Εἰ τὸ περιγραπτὸν μόνον λέγειν τὸν Χριστόν, ψιλοῦν ἐστιν αὐτὸν θεότητος, ἧς τὸ μὴ περιγράφεσθαι· δῆλον ὅτι καὶ τὸ ἀπερίγραπτον μόνον λέγειν, ἀπαμφιεννύειν αὐτὸν ἔστιν ἀνθρωπότητος, ἧς τὸ περιγράφεσθαι· καὶ τὰ ἄτοπα ἰσόῤῥοπα· τὸ μὲν Παύλῳ τῷ Σαμοσατεῖ ληρῳδηθέν, ψιλὸν ἄνθρωπον, ἀλλ' οὐχὶ καὶ Θεὸν τὸν Χριστὸν λέγοντι· τὸ δὲ Μάνῃ τῷ Πέρσῃ φληναφηθέν, γυμνὸν Θεόν, ἀλλ' οὐχὶ καὶ
col. 481–482page 2 of 4
PG 99:481ἄνθρωπον τὸν Χριστὸν φάσκοντι. Ὁρᾶτε, ὦ οὗτοι, τὸ ἐμφίκρημνον. Ὁποτέραν οὖν τῶν ἀσεβειῶν οἴεσθε ἐφευγέναι, μεθ᾿ ἑτέρας ἐξ ἀνάγκης ἐν ἡμίσει ἔτε, ὡς ἐκ μερῶν συγκείμενοι. Εἰ γὰρ εἴποτε μὴ Παυλιανίζειν, τί Μανιχαίζετε, τὸν Χριστὸν ὡς ἀσώματον Λόγον οὐ περιγράφοντες; ὅπερ φεύγει Παῦλος. Εἰ δὲ λέγοιτε μὴ Μανιχαίζειν, τί Παυλιανίζετε, τὸν Χριστὸν ὡς ἐνσώματον ἄνθρωπον δογματίζοντες; ὅπερ φεύγει Μάνης· ὥστε Μανιχαίζοντες Παυλιανίζετε, ὡς καὶ ἔμπαλιν. Η΄. Εἰ ἐν θεότητι καὶ ἀνθρωπότητι ὁ Χριστός ὑμῖν ὡμολόγηται, καὶ οὐ σκάζετε περὶ τούτου· τί προσίστασθε λέγειν, αὐτὸν τῇ μὲν περιγράφεσθαι, τῇ δὲ μὴ περιγράφεσθαι; ἑκατέρας φύσεως τῇ ἰδιότητι γνωριζόμενον· ᾗ μὲν Θεός ἐστι, περιγραφῆς ὑπεραλλόμενον, ὥσπερ θέας καὶ καταλήψεως· ᾗ δὲ ἄνθρωπός ἐστι, περιγραφῇ ὑποπίπτοντα, ὥσπερ θέᾳ καὶ ποιότητι· εἰ μὴ φωνῇ μόνῃ τὸ ἐν θεότητι καὶ ἀνθρωπότητι εἴρηται ἡμῖν, ἀσώματον τὸν Χριστὸν πραγματικῶς ὑπολαμβάνουσι, καὶ διὰ τοῦτο ἀπερίγραπτον. Θ΄. Ἄλλο τὸ ἁπλοῦν, καὶ ἕτερον τὸ σύνθετον δοξάζετε, ἢ ταὐτὸν ἀμφότερα; Καὶ εἰ μὲν τὸ πρῶτον, πάντως περιγραπτὸν καὶ ἀπερίγραπτον τὸν Χριστὸν, ὡς ἐξ ἀμφοῖν ὄντα, συνείποιτε ἡμῖν. Ἐν γὰρ τοῖς ἐναντίοις ἰδιώμασιν, ἡ θατέρου τούτων θεωρεῖται φύσις, τοῦ ἁπλοῦ λέγω καὶ τοῦ συνθέτου, ἤγουν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος· ὡς ἐπὶ πυρὸς καὶ ὕδατος ἐν ὑποδείγματος λόγῳ, οὔτε τὸ πῦρ κατωφερές, οὔτε τὸ ὕδωρ ἀνωφερές· οὔτε ἡ ξηρότης ὑγρότης, οὔτε ἡ ὑγρότης ξηρότης. Τοίνυν οὔτε ἡ περιγραφὴ ἀγραφία· οὔτε ἡ ἀγραφία περιγραφή. Διαιρεῖται γὰρ τοῦδε τόδε ἐναντιότητι φυσικῇ ὅτι μάλιστα· καὶ πολλῷ γε μᾶλλον ἐπὶ τῆς τρίτης σκελίδος ἢ τοῖν δυοῖν. Εἰ δὲ ἀπερίγραπτον μόνον, πῶς οὐχὶ τὸ δεύτερον δοξάζειν; καὶ μὴ λέγοντες δοξάζοντες ἁπλοῦν σύνθετον μίαν φύσιν θεότητος καὶ ἀνθρωπότητος· ὡσανεὶ ὑδρόπυρον σὺν Σευήρῳ συγχυτικῶς πρεσβεύοντες. Τῇ γὰρ μονότητι τῆς ἰδιότητος μοναδικὸς καὶ ὁ τῆς φύσεως λόγος συνεκφαίνεται. Ι΄. Εἰ αἱ καταφάσεις ταῖς ἀποφάσεσι ἠναντίωνται, καὶ οὐ ταὐτὸν ἀμφότεραι, οὔτε νενόηνται, οὔτε ὀνομάζονται· κατάφασις δὲ τὸ περιγράφεσθαι· ἀπόφασις δὲ τὸ μὴ περιγράφεσθαι· ἐξ ἀμφοῖν δὲ ὁ Χριστὸς θεότητι καὶ ἀνθρωπότητι· πάντως που ἔχει τὰ ἰδιώματα τῶν φύσεων· ἐξ ὧν καὶ ἐνεστιν ἀντιδιαστελλόμενα πρὸς ἄλληλα, καὶ οὐκ εἰς ἓν κεκραμένα, ἀκολούθως τῇ διπλόῃ τῶν οὐσιῶν διττὰ καὶ αὐτὰ ὑπάρχοντα· ἀφ᾿ ὧν καὶ νενόηται καὶ ὠνόμασται περιγραπτός τε καὶ ἀπερίγραπτος. Εἰ δὲ μὴ τοῦτο, ἀλλὰ μόνον ἀπερίγραπτος· ἐκράθη τὰ ἄκρατα φύρδην· καὶ ὁμώνυμα τὰ ἑτερώνυμα· καὶ ἔσται τὸ περιπατεῖν, ὡς τὸ μὴ περιπατεῖν, ταὐτονόητον καὶ ταὐτόλεκτον· καὶ τὸ διαλέγεσθαι, ὡς τὸ μὴ διαλέγεσθαι· καὶ τὸ ὑπάρχειν, ὡς τὸ μὴ ὑπάρχειν· καὶ τὸ περιγράφεσθαι λοιπόν, ὡς τὸ μὴ περιγράφεσθαι· ὅπερ λίαν ἠλίθιον.
col. 483–484page 3 of 4
PG 99:483ΙΔ΄. Ἐξ ἀπεριγράπτου καὶ περιγραπτοῦ, οὐκ ἀπερίγραπτον μόνον, ὦ οὗτοι· ὡς οὐδὲ ἐκ θεότητος καὶ ἀνθρωπότητος Θεὸς μόνος. Εἰ γὰρ αἱ φύσεις αἱ ἑνωθεῖσαι καθ᾽ ὑπόστασιν, τὴν εἰς ἀλλήλας μεταβολὴν οὐ προσήκαντο· οὔτε μὴν τὰς οἰκείας προσηγορίας ἠμείψαντο· σώζουσι δὲ τὸ δυϊκὸν καὶ μετὰ τὴν ἕνωσιν ἐν μοναδικῷ προσώπῳ, καὶ τοῖς πράγμασι καὶ τοῖς ὀνόμασιν· ἄρα καὶ αἱ τούτων ἰδιότητες ὡσαύτως ἔχουσι, μὴ μεταβληθεῖσαι τῆς φυσικῆς ποιότητος· μηδὲ τὴν δυϊκὴν ὀνομασίαν ἀπολέσασαι· μένουσι δὲ ἐν Χριστῷ ἀλώβητοι· ἀφ᾽ ὧν περιγραπτός τε καὶ ἀπερίγραπτος ὁμολογουμένως, κἂν μὴ βούλησθε, ἀθεΐζοντες. ΙΒ΄. Εἰ, ὥς φησιν ὁ θεῖος Ἐπιφάνιος, ὅσα ἐν ἀνθρώπῳ καὶ ὁ ἄνθρωπος· καὶ εἴ τί ἐστιν ἄνθρωπος, ταῦτα ἐλθὼν ἀνέλαβεν ὁ Μονογενής· ἵνα ἐν τῷ τελείως ἀνθρώπῳ τελείως τὸ πᾶν τῆς σωτηρίας, Θεὸς ὤν, ἀπεργάσηται, μηδὲν ἀπολείψας τοῦ ἀνθρώπου· οὐ περιγραφόμενος δὲ σώματι, ἀπολείποιτο οὐ τὸ τυχόν, ἁπλῶς, ἀλλ᾽ αὐτὸ τὸ Κύριον καὶ καιριώτατον· εἴπερ πρώτιστον ἰδίωμα ἀνθρώπου, ἡ τοῦ σωματικοῦ χαρακτῆρος ἐξεικόνησις· ἄρα οὐχ οὗτος ἀπαγορεύει Χριστὸν ἐγγράφεσθαι, ὦ ἄνδρες, ἀλλ᾽ ὁ τούτου ὁμώνυμος τὴν σάρκα Χριστοῦ ἀπαρνούμενος, καθώς αὐτὸς ὁ ἅγιος ἐν τῷ περὶ αἱρέσεων τριακοστῷ δευτέρῳ κεφαλαίῳ δεδήλωκεν· ὃν καὶ ἐν τοῖς ἑαυτοῦ συνοδικοῖς ἀναθεματίζει ὁ μακάριος Σωφρόνιος. ΙΓ΄. Τοῖς ἐνισταμένοις φιλονεικότερον, καὶ λέγουσιν ὡς ἐν τῷ περιγράφειν τὸν Χριστόν, χωρίζειν αὐτόν ἐστιν εἰς δύο υἱοὺς κατὰ Νεστόριον, ἀποκριτέον, ὡς οὐ χωρίζειν ἐστὶν, ἀλλὰ καὶ λίαν φρονεῖν ὀρθότατα. Ὡς γὰρ ἐπὶ τῆς θεολογίας τὸ ἰδιάζον τῶν ὑποστάσεων οὐ διατέμνει τὴν μίαν φύσιν τῆς θεότητος, ἀλλὰ κοινωνοῦν φυσικῶς διακέκριται ὑποστατικῶς· οὕτως ἐπὶ τῆς οἰκονομίας ἔμπαλιν, τὸ ἰδιάζον τῶν φύσεων, οὐ διατέμνει τὴν μίαν τοῦ Θεοῦ Λόγου ὑπόστασιν· ἀλλὰ κοινωνοῦν ὑποστατικῶς, διακέκριται φυσικῶς. Εἰ δὲ μερίζοι ἐν τῷ περιγράφεσθαι ὅπερ ἐστὶν ἰδιάζον τῆς ἀνθρωπίνης φύσεως, μερίζοι ἄρα κἀκεῖ τὴν μίαν φύσιν τὸ ἀγέννητον, καὶ γεννητόν, καὶ ἐκπορευτόν, ὅπερ ἐστὶν ἰδιάζον τῶν τριῶν ὑποστάσεων· ἀλλὰ μὴν οὐ μερίζει, κἂν ἑτεροίως ἔχῃ πρὸς ἄλληλα. Οὐδὲ ἐνταῦθα ἄρα τὴν μίαν ὑπόστασιν Χριστοῦ τὸ ἀπερίγραπτον τῆς θεότητος καὶ περιγραπτὸν τῆς ἀνθρωπότητος, κἂν ἐναντίως ἔχῃ πρὸς ἄλληλα. ΙΔ΄. Εἰ οὐ διὰ τὸ τὸν Θεὸν Λόγον σεσαρκώσθαι, ἐξὸν εἰπεῖν σωματωθῆναι τὸν Πατέρα καὶ τὸ Πνεῦμα, κἂν ἡ Τριὰς κατὰ φύσιν ἀμέριστος· οὐδὲ διὰ τὸ περιγεγράφθαι αὐτὸν κατὰ τὸ ἀνθρώπινον, ἐξὸν εἰπεῖν τὴν θεότητα συμπεριγράφεσθαι, κἂν καθ᾽ ὑπόστασιν αὕτη τῆς σαρκὸς ἀμέριστος, τῆς φυσικῆς
col. 485–486page 4 of 4
PG 99:485συνεχείας ἐκεῖ μὴ συγχεούσης τὰς ὑποστάσεις· κἀντεῦθεν τῆς ὑποστατικῆς ταυτότητος μὴ ἐξιστώσης τῶν οἰκείων ὅρων τὰς φύσεις. ΙΕ΄. Εἰ οὐχ ὁμοίως ἡμῖν ὁ Χριστὸς ἐγγράφεται διὰ τὴν θεότητα, οὐδ' ὁμοίως τῷ Πατρὶ οὐ περιγράφεται διὰ τὴν ἀνθρωπότητα· καὶ ἔστιν ἀπολέσας ἀμφότερα, μᾶλλον ἀμείψας θάτερον θατέρῳ τὸ ἰδίωμα, ὡς Θεὸς περιγραφόμενος, ὡς δ᾽ ἄνθρωπος μὴ περιγραφόμενος. Εἰ δὲ πάντα τὰ τοῦ Πατρὸς ἔχων ἔχει καὶ τὸ ἀπερίγραπτον· δηλονότι καὶ πάντα τὰ τοῦ ἀνθρώπου ἔχων, ἔχει καὶ τὸ περιγραπτόν, ἀμφοτέρωθεν ὢν τέλειος, καὶ οὐχ ἡμιτελὴς καθ᾽ ἑκάτερον. ΤΟΥ ΑΥ̓ΤΟΥ ΚΑΤΑ ΕΙΚΟΝΟΜΑΧΩΝ ΚΕΦΑΛΑΙΑ ΕΠΤΑ. Α΄. Πρὸς τοὺς λέγοντας θεοποιεῖσθαι τὰς εἰκόνας τοὺς Χριστιανοὺς προσκυνοῦντας τὴν Χριστοῦ εἰκόνα, τῆς Θεοτόκου, ἢ οὐτινοσοῦν τῶν ἁγίων. Θεοποιεῖν ἔστιν, ἵνα ἐξ αὐτῆς τῆς τοῦ ῥήματος συνθέσεως εἴπωμεν, τὸ, ὅπερ οὐ Θεός, ὡς Θεὸν θεοποιεῖσθαι καὶ λατρεύεσθαι ὑπό τινος, κατὰ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον· Καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετραπόδων, καὶ ἑρπετῶν, ἤγουν ἐπὶ μὲν τῆς πρώτης φύσεως· καλὸν γὰρ διασαφῆσαι τὴν τετρακτύν, Κρόνου καὶ Διός, Ἥρας τε καὶ Ἀφροδίτης, καὶ τῶν ὁμοίων τούτοις ἐν ἑκατέροις τοῖς γένεσι πλείστων μάλιστα· ἐπὶ δὲ τῆς δευτέρας, ἀετοῦ, γρυπός, ἢ οὑτινοσοῦν ἄλλου τῶν ἑτεροειδῶν τῆς αὐτῆς φύσεως· ἐπὶ δὲ τῆς τρίτης, μόσχου, τράγου, ἢ οὑτινοσοῦν ἄλλου τῶν ἑτεροειδῶν τῆς αὐτῆς φύσεως· ἐπὶ δὲ τῆς τετάρτης, ὄφεως, σαύρας, ἢ οὔτινος ἄλλου τῶν
Page scan enlarged

Notebook

Full View