PG 99Theodori Studit
Seven Chapters Against the Iconoclasts
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected (sonnet, page-by-page) · Migne scan — scholarios OCR + scan in the Page/Facsimile views — PG column chips mark the printed columns.

Part IPars Prima

col. 487–488page 1 of 6
PG 99:487ἑτεροειδῶν τῆς αὐτῆς φύσεως. Ὥσπερ τὰς εἰκόνας θεοποιήσαντες Ἕλληνες, Βάρβαροι, Σκύθαι, ἐλάτρευσαν, ὥς φησι, τῇ κτίσει παρὰ τὸν Κτίσαντα, πολλοὺς θεούς τε καὶ θεὰς ἑτεροφυεῖς τε ὁμοῦ καὶ ἀλληλομάχους προστησάμενοι· ὧν οὐδὲν ἢ ἦν, ἢ ἔστιν, ἢ ἔσται Θεός. Καὶ οὐχ ὅτι ὅλως τι τῶν ὄντων εἰκόνισαν κατηγόρηνται· ἐπεὶ καὶ Μωσῆς εἰκονίζει καὶ Ὄφιν, καὶ Χερουβίμ· ἵνα παρῶ τοὺς ἄλλους λέγειν· καὶ ὅλην δὲ μέλλων ἐπιτελεῖν τὴν σκηνήν, εἰκονικῶς αὐτὴν πρὸς Θεοῦ μεμύηται. Ὅρα γάρ, φησί, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει· ἀλλ' ὅτι αὐτὸ τὸ εἰκονισθέν, Θεὸν ἐνόμισαν τε καὶ ἐσεβάσθησαν, ὁρμαθὸν μυριόπλοκον πολυθείας συστησάμενοι, ἀγνοίᾳ τοῦ ὄντως ὄντος μόνου ἑνὸς Θεοῦ ἀφθάρτου καὶ ἀοράτου. Πρὸς οὓς ὁ ἱερὸς Ἀπόστολος· Γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ, οὐκ ὀφείλομεν νομίζειν χρυσῷ, ἢ ἀργύρῳ, ἢ λίθῳ, χαράγματι τέχνης, καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον. Τοῦτό ἐστι τὸ τὰς εἰκόνας θεοποιεῖσθαι τοὺς προειρημένους. Οἷς δὲ εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα· καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα· καὶ ἓν Πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα· οὐ θεοποιεῖν ἐστιν, ὦ ἄνδρες, ἀναστηλοῦσι τὴν εἰκόνα τοῦ σωματικοῦ χαρακτῆρος Χριστοῦ· ἅπαγε· ἀλλ' ὁμολογεῖν αὐτὸν ἐν εἴδει τῷ καθ' ἡμᾶς φανῆναι, καθὰ γέγραπται· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο, τὸ εἶναι ἴσα Θεῷ· ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Οὗπερ ἡ εἰκὼν οὐκ ἐν ὁμοιώματι φθαρτοῦ ἀνθρώπου, ὅπερ ἀποστολικῶς κατηγορείται· ἀλλ' ἐν ὁμοιώματι μὲν ἀνθρώπου, ὡς αὐτὸς προείρηκεν, οὐ μὴν φθαρτοῦ, ἀλλὰ ἀφθάρτου. Οὐ γὰρ ἐγκατελείφθη ἡ ψυχὴ αὐτοῦ εἰς ᾅδου, ὥς φησιν ὁ μέγας Πέτρος· οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. Διότι οὐ ψιλὸς ἄνθρωπος, ἀλλὰ Θεὸς ἀνθρωπισθεὶς ὁ Χριστός, περιγραφόμενος μὲν κατὰ τὴν τοῦ σώματος ἰδέαν· εἴπερ ἐν ὁμοιώματι ἀνθρώπου ἦν· μένων δὲ ἀπερίγραπτος κατὰ τὴν τῆς θεότητος οὐσίαν· εἴπερ σὺν Πατρὶ καὶ Πνεύματι ἀνεμφερὴς τοῖς πᾶσιν. Ἐπεὶ ποῦ φανήσεται ὁ τῆς Οἰκονομίας Λόγος, μὴ ἐξαίρετον παρὰ τὸν Πατέρα καὶ τὸ Πνεῦμα, πρὸς τῷ υἱικῷ ἰδιώματι ἔχων ὁ Χριστὸς σώματος χαρακτῆρι εἰκονίζεσθαι; Ὥστε οὐ θεοποιεῖσθαι ἐστιν εἰκόνας, τὴν εἰκόνα τοῦ Χριστοῦ γράφουσι καὶ προσκυνοῦσιν· ἅπαγε· οὐ γὰρ Θεὸν πυρὶ τὸν σάρκα ἔχειν λέγομεν, ἀλλὰ Θεὸν σαρκωθέντα· οὔτε δύο Θεούς, ἀλλ' ἕνα τρισυπόστατον. Οὐδ' οὖν προσκυνοῦντες τὴν εἰκόνα τὴν ἐν ᾗ ἐκτετύπωται ὕλην προσκυνεῖν ἀθέως πεφρονήκαμεν· ἀλλ' αὐτὴν ἐκείνην φυσικῶς ἐν Χριστῷ οὖσαν, κἂν ἐκμάσσοιτο ἐν αὐτῇ σφραγίδος δίκην. Ἀμέτοχα γὰρ τῆς φύσεως εἶεν ἂν τὰ ἐκμαγεία
col. 489–490page 2 of 6
PG 99:489τῶν ἀρχετύπων ἐν τοῖς τεχνητοῖς· μόνην ἐπιδεικνύμα ὡς ἐν κατόπτρῳ τὴν ἐμφέρειαν τῶν ὧνπέρ εἰσιν ἀπομόργματα. Ἐπεὶ οὕτω γε ἐν τῷ τοῦ σταυροῦ τύπῳ κατὰ πάσης ὕλης φαινομένῳ, πᾶσαν ὕλην ἂν εὐθείημεν προσκυνοῦντες. Ἀλλὰ ἄβαλε τῆς ἀνοίας! ὁ ἐπ᾽ ἀμφοῖν κράτος, δόξα τε καὶ προσκύνησις· ὡς ὁ μέγας βοᾷ Βασίλειος· μὴ δυοϋποστάτου οὔσης τῆς εἰκόνος καὶ τοῦ πρωτοτύπου ἐμφερείας, ἀλλὰ μονουποστάτου. Παρὰ γὰρ τὸ διάφορον τῆς οὐσίας, ἓν καὶ αὐτό, τὸ ἀρχέτυπον καὶ ἡ εἰκών, φησὶν ὁ πολύσοφος Διονύσιος. Οὕτως ἐπὶ τῆς Θεοτόκου. Οὐ γὰρ εἰκονίζοντες καὶ προσκυνοῦντες αὐτῆς τὴν εἰκόνα, θεὰν ὁμολογοῦμεν Ἑλληνικῶς ἔχειν καὶ σέβειν, ἀλλὰ Θεοτόκον. Πρὸς δὲ καὶ τῶν ἁγίων ὡσαύτως· οὐ πολλοὺς θεούς τε καὶ θεάς, ἀλλ᾽ ἕνα θεὸν καὶ ἑνὸς Θεοῦ θεράποντας τιμᾶν καὶ σέβειν. Δι᾽ ὧν καὶ πρὸς ὃν ἡ ἐπὶ πάντων τιμὴ καὶ πρόσεισι καὶ ἄνεισιν. Ἢ οὐ ἐκεῖ σοι τὸ θεῖον μύρον εἰς Χριστοῦ τύπον εὐλῆσθαι; τὴν θείαν τράπεζαν ἀντὶ τοῦ ζωοποιοῦ τάφου; τὴν ἐπ᾽ αὐτῷ σινδόνα ἀνθ᾿ ἧς καὶ ἐν ᾗ εἰληθεὶς ἐτάφη; τὴν ἱερατικὴν λόγχην, ἀνθ᾿ ἧς καὶ ἐν ᾗ τὴν θεόσωτον πλευρὰν ἐνύγη; τὸν σπόγγον, ἀνθ᾽ οὗ καὶ ἐν ᾧ πιὼν ἐχολώθη; τὸ σταυρικὸν ἐκμαγεῖον, ἀντὶ τοῦ ζωοποιοῦ ξύλου; Ἀνελε ταῦτα πάντα, καὶ εἴ τι ἕτερον εἰς ἀντιτυπίαν θείαν· ἐπειδὴ τὸ ὅλως προσκυνεῖσθαί τι, πρὸς τῷ καὶ γίνεσθαι εἰκόνα εἰς Χριστοῦ τύπον καὶ τιμήν, θεοποιεῖσθαι φαίης, τοὺς ποιοῦντας καὶ προσκυνοῦντας. Ἀλλ᾿ ὄντως ἐπίσης Ἕλλησι τις ταῦτα φληναφοῦσι τὸ ἀπέβημα. Οἱ μὲν γὰρ πρὸ σαρκώσεως Θεὸν ἔδοξαν περιγράφειν ὄντα ἀπερίγραπτον· οἱ δὲ μετὰ σάρκωσιν φιλονεικοῦσι μὴ περιγράφειν περιγραπτὸν ὄντα σώματι. Β'. Πρὸς τοὺς διαποροῦντας, πῶς οὐ γέγραπται ἐν τῷ Εὐαγγελίῳ περὶ εἰκόνος Χριστοῦ. Ἀγνοεῖν μοι δοκοῦσιν οἱ φιλεγκλήμονες, ὅτι τῶν εὐαγγελικῶν ῥημάτων, τὰ μὲν ἐπ᾿ εὐθείας, τὰ δὲ πλαγίως δεδήλωται· οὕτω τοῦ Πνεύματος οἰκονομήσαντος, μὴ ῥάστην εἶναι τοῖς πολλοῖς τὴν κτῆσιν τῶν ὠφελίμων, τῷ φιλοπόνῳ τῆς ἐρεύνης μᾶλλον ἐρέπεσθαι ἡμᾶς τὰ λυσιτελῆ, ὡς ἂν πάγια εἴη ἐντεῦθεν, καὶ μὴ εὐαφαίρετα ἐκεῖθεν· καὶ τοῦτο εἰκότως. Εἰ μὴ γὰρ ἦν τὸ ζητεῖν, οὐκ ἦν ἂν τὸ εὑρεῖν. Τοίνυν δείξομεν ἐκ παραλλήλου τὸ ζητούμενον. Ὧδέ που φησὶ Πέτρος τῷ Ἰησοῦ· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρὸς σὲ ἐλθεῖν ἐπὶ τὰ ὕδατα. Ὁ δὲ εἶπεν· Ἐλθέ. Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος, περιεπάτησεν ἐπὶ τὰ ὕδατα, ἐλθεῖν πρὸς τὸν Ἰησοῦν. Βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν, ἐφοβήθη· καὶ ἀρξάμενος καταποντίζεσθαι, ἔκραξε λέγων· Κύριε, σῶσόν με. Εὐθέως δὲ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα, ἐπελάβετο αὐτοῦ. Καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον, ἐκόπασεν ὁ ἄνεμος.

Part IIPars II

col. 491–492page 3 of 6
PG 99:491τοίνυν εἴρηται ὅτι πάλιν ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα, ἀφ᾽ οὔπερ ἐπελάβετο αὐτοῦ ὁ Ἰησοῦς· ἀλλὰ μὴν τοῦτο πλαγίως δεδήλωται. Οὐ γάρ τις σωφρονῶν εἴποιεν ἂν, ἤτοι ἀέριον αὐτὸν φέρεσθαι, ἢ φοράδην ἄγεσθαι ὑπὸ Ἰησοῦ, μέχρι τοῦ συνεμβῆναι αὐτῷ εἰς τὸ πλοῖον. Δεῦρο λοιπὸν ἐπὶ τὸ προκείμενον, καὶ σκόπει μοι συνέσει τὸ λεγόμενον. Προσῆλθον, φησίν, οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ, καὶ εἶπον· Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; Λέγει, Ναί. Καὶ ὅτε εἰσῆλθον εἰς τὴν οἰκίαν, προέφθασεν αὐτὸν ὁ Ἰησοῦς λέγων· Τί σοι δοκεῖ, Σίμων; Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσι τέλη ἢ κήνσον; ἀπὸ τῶν υἱῶν, ἢ ἀπὸ τῶν ἀλλοτρίων; λέγει αὐτῷ ὁ Πέτρος· Ἀπὸ τῶν ἀλλοτρίων. Ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί. Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, πορευθεὶς εἰς τὴν θάλασσαν, βάλε ἄγκιστρον· καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἄρον· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον, λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ. Τὸ οὖν, ἀντὶ ἐμοῦ καὶ σοῦ, πλαγίως δηλοῖ, ἀντὶ τῆς εἰκόνος ἐμοῦ καὶ σοῦ. Διότι οὐ μόνον αἱ ἀντωνυμίαι αὗται προσώπων εἰσὶ δηλωτικοί· τὰ δὲ πρόσωπα εἰκόνες· ἀλλ᾿ ὅτι καὶ ὑπὲρ ἰδίας εἰκόνος ἕκαστος τῶν ὑποφόρων εἰκόνα βασιλικὴν προσφέρει εἰς τιμὴν τῷ Καίσαρι, τὸν δὴ λεγόμενον κεφαλητιῶνα· κεφαλὴ δὲ οὐδὲν εἴη ἄλλο ἢ εἰκών· καὶ τοῦτο δῆλον ἐκ τῆς τοῦ Κυρίου φωνῆς· Τί πειράζετέ με; φέρετέ μοι δηνάριον, ἵνα ἴδω. Οἱ δὲ ἤνεγκαν· καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; Οἱ δὲ εἶπον· Καίσαρος. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. Ὃς καὶ τεταχὼς ἑαυτὸν ἐν τοῖς ὑπὸ χεῖρα ὡς ἄνθρωπος, τετέλεκεν ὡς πᾶς τις ὑπὲρ τῆς ἑαυτοῦ εἰκόνος τὸ δίδραχμον· ἤτοι σὺν Πέτρῳ τὸν στατῆρα. Ὁ γὰρ στατὴρ δύο δίδραχμά ἐστιν. Εἴτε δὲ στατὴρ, εἴτε δίδραχμον, εἴτε δηνάριον, εἰκόνα φέρει οὔπερ καὶ φέρει καὶ ἔχει τὴν ἐπιγραφήν. Ὡς οὖν ἐκεῖ κατὰ παράληψιν εἰρῆσθαι εἶπομεν, περιπατῆσαι πάλιν Πέτρον ἐπὶ τὰ ὕδατα, καὶ ἀλλοίως οὐκ ἔστιν· οὕτως ἐνταῦθα ἐπὶ τοῦ, ἀντὶ ἐμοῦ καὶ σοῦ, συνεκφωνεῖσθαι ἔστι κατὰ τὸ σιωπώμενον, τὴν εἰκόνα Χριστοῦ, ὥσπερ καὶ Πέτρου, τοῖς μὴ λίαν ἀγνώμοσιν. Ἐῶ λέγειν ὅτι καὶ πανταχοῦ ἡ εἰκὼν ἐν Χριστῷ φυσικῶς πάρεστιν. Ὅπου γὰρ τὸ πρωτότυπον, ἐκεῖ κατὰ σχέσιν δηλονότι καὶ τὸ παράγωγον. Πρός τι γὰρ ταῦτα, καὶ ἀλλήλοις συνεισφερόμενα. Ἀλλὰ ἐκεῖνό μοι ῥητέον πρὸς τοῖς ἀνωτέρω· ὅτι καὶ ἣν εἰκόνα τετέλεκε τῷ Καίσαρι, αὐτὸς ταύτην καὶ ἀῤῥήτως ἐχάραξε. Πῶς; ὅτι μὴ αὐτομάτως, μᾶλλον ἐκ συμβάσεως καταπιεῖν τὸν ἰχθὺν τὸν στατῆρα (τοῦτο γὰρ ἀνθρώπινον), ἀλλὰ τῷ μηδὲν ἀδυνατοῦντι θείῳ Πνεύματι ἅμα τῷ ῥήματι ἐνδημιουργηθῆναι αὐτὸν τῇ ἰχθυαίᾳ κοιλίᾳ, εὐσεβέστερον ὑπολαμβάνειν. Τοῦτο γὰρ θεοπρεπές. Αὐτὸς γὰρ εἶπε, φησὶ, καὶ ἐγεννήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.
col. 493–494page 4 of 6
PG 99:493τιολογίαν περιπεσεῖν πειρώμενον· Πάντως γὰρ ὅσα ὁ ἱερεὺς ὑποφαίνει, ταῦτα καὶ Θεὸς κυροῦν ἐπαγγέλλεται, κατὰ τὸν μέγαν Διονύσιον. Ἀλλὰ μακροθυμῶν ἤνεγκεν, ὑπανοίγων θύραν μετανοίας τῷ ἐνόχῳ τῆς ἁμαρτίας, εἶτα ἀντὶ τοῦ κλαίειν καὶ πενθεῖν τὸν τοιοῦτον μέχρι θανάτου, ἀπόπτυστόν τε εἶναι καὶ ἀποτρόπαιον εἰς ὑπόδειγμα ταῖς μετέπειτα γενεαῖς, θείας ζηλοτυπίας· πάλιν ἐν τῇ Ἐκκλησίᾳ εἰσελθεῖν, καὶ πάλιν ὑπάρχειν ἱερέα ἀναφανδόν. Οὐκοῦν ὡς καλόν τι πεπραχὼς εἰσελήλυθε· καὶ Χριστὸς ἥττηται, κατ' αὐτὸν παραλόγως διαγορεύων. Καὶ δέον διὰ τῆς ἐν τῷ κοινῷ ἱερουργίας αὐτοῦ, διαδοθῆναι εἰς πᾶσαν τὴν καθ' ἡμᾶς Ἐκκλησίαν, καὶ συγκατανεῦσαι πάντας ἐπὶ τῷ τοιούτῳ ἔργῳ. Τί γὰρ ἄλλο καὶ οὐ τοῦτο γενήσεται; Ἀλλὰ μὴ γένοιτο. Δεῖ δὲ τάχα ἐκ παραζήλου ἀπὸ τοῦ δεῦρο τὸ τοιοῦτον γίνεσθαι· καὶ στεφανούσθωσαν μοιχοί, καὶ οἱ στεφανοῦντες, ὡς μέγα τι κατωρθωκότες, καὶ τοὺς πολλοὺς ὠφελεῖν, καὶ ἐνάγειν εἰς ὁμοτροπίαν δυνάμενοι. Ἀσπαζέσθωσαν ὑπὸ τῶν πολλῶν. Ἀλλὰ μὴ γένοιτο· οὔτε γὰρ ἐκεῖνος ἱερεύς, οὔτε οἱ ἐκεῖνον μιμούμενοι. Μὴ γὰρ ἐν ἐκείνῳ ἀπατάσθω, ὅτι βασιλεὺς ἦν ὁ μοιχεύσας. Ἄρχουσι γὰρ οἱ τοῦ Θεοῦ νόμοι πάντων, κατὰ τὸ γεγραμμένον. Ἀλλ' ὅμως τοῦτο δράσας τὸ παγχάλεπον, ἔτι φιλονεικεῖ τὴν ἀνομίαν δικαιοσύνην γνωρίσαι· καὶ τὸ δὴ λεγόμενον, ἀποδεῖξαι ἑαυτὸν τοῦ Προδρόμου καὶ Βαπτιστοῦ ὁσιώτερον. Ἐκείνου γὰρ ἐλέγχοντος τὴν Ἡρώδου μοιχείαν, καὶ ὑπὲρ ἀληθείας θνήσκοντος· οὗτος τὸν δεύτερον Ἡρώδην ὡς ἀληθῶς τῇ ὁμοτρόπῳ μοιχείᾳ δεδειγμένον, καὶ ἐστεφάνωσε, καὶ κατησπάσατο μέχρι θανάτου· λόγοις μὲν οὔ, αὐτοῖς δὲ ἔργοις φθεγγόμενος, ὡς πεπλάνηται Ἰωάννης ὁ Πρόδρομος ἀκαίρως, καὶ ἀνόμως διελέγξας καὶ ἀποθανών. Ἀλλὰ μὴ γένοιτο· ὁ μὲν γὰρ τοῦ νόμου ὑπερασπιστής, καὶ τοῦ μύσους ἐλεγκτής· ὁ δὲ τῶν θείων μυστηρίων καταπατητής, καὶ τῆς ἀθέσμου συμπλοκῆς συνάπτης καὶ κατασφραγιστής. Καὶ ὁ μὲν καὶ θανὼν βοᾷ· Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου. Κἂν τῷ Ἡρώδου προσώπῳ ἐμβοᾷ πάσῃ τῇ οἰκουμένῃ, μηκέτι τοιοῦτον τολμηθῆναι. Ὁ δὲ ἕως τοῦ νῦν αὐτοῖς ἔργοις ἄντικρυς κράζει τῷ δευτέρῳ Ἡρώδῃ· Ἔξεστί σοι ἔχειν γυναῖκα Θεοδότην τὴν μαχλῶσαν· κἂν τῷ αὐτοῦ προσώπῳ διαρρήδην προστάσσει ἕως τοῦ αἰῶνος μοιχεύειν τοὺς ἀνθρώπους, καὶ τοὺς τοιούτους στεφανοῦντας εἶναι ἱερέας. Ὦ τολμηρᾶς καρδίας! Ὦ καταφρονήσεως Θεοῦ κριμάτων! Διὰ τί μὴ μᾶλλον ἕκαστος κατηγορεῖ τῆς ὑποθέσεως, καὶ διαστέλλεται τοῦ τοιούτου, καὶ μέχρι βρώσεως, εἴτ' οὖν συντυχίας, εἰ μὴ ἐξαγορεύει τὴν ἁμαρτίαν μετὰ τὸ παντάπασιν εἴργεσθαι αὐτὸν ἐκ πάσης ἱερουργίας; Ἀλλὰ διὰ τοῦτο δεόμεθά σου τῆς θεοσεβείας, καὶ τῆς κατὰ τὸ ἱερὸν σχῆμα ἀκριβείας, ἐνηχῆσαι εἰς τὰ ὦτα τῶν εὐσεβῶν ἡμῶν δεσποτῶν τοὺς τοιούτους λόγους. Πιστεύομεν γὰρ ὅτι εἰ τοῦτον παραστείλωσι σὺν εὐδοκίᾳ τοῦ ἁγιωτάτου

Part VIPars VI

col. 495–496page 5 of 6
PG 99:495Πρὸς τοὺς λέγοντας, ὅτι ἕκαστος σταυροῦ τύπῳ χρώμενος, ἀλλ' οὐκ εἰκόνι, ἐφ᾽ ἑαυτὸν διώκει καὶ πάθος καὶ δαίμονα. Τὸ παρὸν πρόβλημα ὁμοίαν τοῦ προλαβόντος ἔχει τὴν ἀπάντησιν. Πῶς καὶ τίνι τρόπῳ; ὅτι τῶν πιστῶν ἕκαστος διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινίσεως Πνεύματος ἁγίου, σύμμορφος ἐστι τῆς εἰκόνος τοῦ Ἰησοῦ τοῦ Θεοῦ, κατὰ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον. Καὶ ἀλλαχοῦ, Ἀνὴρ οὐκ ὀφείλει κατακαλύπτεσθαι, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων. Πρὸς οἷς φησιν ὁ κορυφαῖος Ἀπόστολος· Ὑμεῖς δὲ γένος ἐκλεκτόν· βασίλειον ἱεράτευμα. Ἔθνος ἅγιον. Ὥστε καὶ ἱερουργὸς ἕκαστος ἑαυτῷ γίνοιτο κατὰ συνείδησιν πρὸς τὰ σωτήρια. Οὐ μὴν ἐπειδὴ εἰκὼν ὁ πιστὸς, παρέλκον ἂν εἴη τὴν ἐν πίναξι Χριστοῦ εἰκόνα εἶναι. Ἡ μὲν γὰρ διὰ τῆς κατὰ τὴν θείαν γέννησιν συμμορφώσεως, εἰς τὸν ἔσω ἄνθρωπον εἵληπται. Πῶς γὰρ ἂν τοῖς ἀπείρως ἀλλήλων διεστηκόσι κατ' ἰδέαν, σωματικῷ χαρακτῆρι ὁμοιωθείη Χριστός; ἡ δὲ τοῦ ἐνσωμάτου εἴδους ἤτοι μορφῆς φέρουσα τὰ ἰδιώματα, καὶ ὅσα ἄλλα τῶν ἔξω γνώριμα, μόνη τεχνητὴ εἰκὼν Χριστοῦ καὶ ἔστι καὶ λέγεται. Ἐπεὶ καὶ ἐπὶ τοῦ τόπου τοῦ ζωοποιοῦ σταυροῦ ταὐτὸν ἔστι βλέπειν. Λέγων γὰρ ὁ Ἀπόστολος, Χριστῷ συνεσταύρωμαι, οὐκ αἰσθητῶς δηλονότι, οὐδὲ αἰσθητῷ τύπῳ σταυροῦ χρώμενος, ἑαυτὸν ἐσταυρωκέναι λέγοι ποθέν· ἀλλὰ κατὰ τὸν ἔσω ἄνθρωπον, καὶ νοητῷ δηλαδὴ σταυρῷ, τῇ νεκρωτικῇ, φημί, τῶν παθῶν ἐνεργείᾳ. Καί γε τοῦτο καταδηλότερον ἐκ τοῦ τὸν Κύριον εἰπεῖν· Ἆρον τὸν σταυρόν σου, καὶ δεῦρο ἀκολούθει μοι. Ὡς οὖν ἐνταῦθα ἀμφότερα διττά, σταυρὸς καὶ σταύρωσις· οὕτω καὶ ἐπὶ τῆς εἰκόνος Χριστοῦ· τεχνητή, φημὶ, καὶ ἡ κατὰ τὸν ἔσω ἄνθρωπον ἐπὶ τοῦ πιστοῦ λαμβανομένη. Πρὸς τοὺς προφέροντας κατὰ τῆς εἰκόνος Χριστοῦ τὸ ὑπὸ τοῦ Θεολόγου εἰρημένον· Τὸ σεπτὸν οὐ περιγραπτόν. Παρὰ τὸ μὴ εἰδέναι τὴν τῶν ὁμωνύμων δύναμιν, ἤγουν παρὰ τὸ μὴ βουληθῆναι συνιέναι τοῦ ἀγαθῦναι, ἡ πρότασις αὕτη. Τὸ γάρ τοι σεπτὸν, ὁμώνυμος φωνή ἐστιν εἰς διάφορα σημαινόμενα θεωρουμένη. Οἷον ἐκ παραλλήλου τὸ φῶς λαμβάνεται μὲν ἐπὶ τοῦ ἡλίου· λαμβάνεται δὲ καὶ ἐπὶ ἀνθρώπου. Φῶς γὰρ ὁ ἄνθρωπος εἴρηται. Ἐὰν οὖν εἴπω· Τὸ φῶς οὐκ ἔστιν ἄνθρωπος, ἀληθές. Εἴληπται γάρ μοι ἐπὶ τοῦ ἡλίου. Εἰ δέ γε πάλιν εἴποιμι, Ὁ φώς ἄνθρωπός ἐστιν· ἀληθές. Εἴληπται γάρ μοι ἐπὶ τοῦ ἀνθρώπου· καὶ οὐδέτερον ψεῦδος, διὰ τὴν ἐν ἀμφοτέροις μετάληψιν. Οὕτω τοίνυν καὶ ἐπὶ τοῦ σεπτοῦ ὁμωνύμως ἡ φωνὴ διχῶς νοουμένη, πῇ μὲν ἐπὶ τοῦ ἀπεριγράπτου, πῇ δὲ ἐπὶ τοῦ περιγεγραμμένου. Τῷ Πατρὶ οὖν περὶ τῆς θείας φύσεως θεολογοῦντι εἴρηται· Τὸ σεπτὸν οὐ περιγραπτόν· πρὸς ἀνατροπὴν τῶν εἴσω περιγραφῆς τὸ θεῖον ὁριζόντων. Καὶ ἀληθές. Οὐ μὴν περὶ οἰκονομίας προὔκειτο λέγειν.
col. 497–498page 6 of 6
PG 99:497προσίεται ταύτην· ἄλλο τι οὔσης τῆς ὕλης παρὰ τὴν ὁμοίωσιν. Ἀμέλει ἐν διαφόροις ὕλαις ἀφ᾽ ομοιούμενος ὁ αὐτός ἐστιν ἐν πάσαις χαρακτήρ. Οὐκ ἂν δὲ ἐν ταῖς διαφορουμέναις ὕλαις ἀπαράλλακτος ἔμεινεν, ἢ παρὰ τὸ μηδὲν κοινωνεῖν αὐταῖς· ἀλλ᾽ εἶναι τῇ ἐπινοίᾳ τούτων ἐν αἷς ἔνεστι κεχωρισμένος. Ἀντίθεσις ὡς ἐκ τῶν Εἰκονομάχων. Εἰ Πνεῦμα ὁ Θεὸς, κατὰ τὸ γεγραμμένον, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν Πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν· πῶς ἐν εἰκόνι παρὰ τὸ ἐν πνεύματι προσκυνεῖσθαι λέγοντες Χριστόν, ἐπειπερ Θεός, οὐκ εἰδωλολατρείας ἐκφέρετε ἀπόδειξιν. Λύσις πρὸς τοῦτο. Τίς οὐκ ἀγάσεται τοὺς Εἰκονομάχους μανίας πεπληρωμένους, μὴ διακρίνοντας ὡς ἕτερον τὸ τῆς οἰκονομίας παρὰ τὸ τῆς θεολογίας δόγμα, ἐφ᾽ ᾧ τὸ, Ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν, ἐκληπτέον; Πνεῦμα γὰρ ὢν ὁ Θεὸς καὶ Πατὴρ, ἐν Πνεύματι τῷ ἁγίῳ, καὶ ἀληθείᾳ τῷ μονογενεῖ αὐτοῦ Υἱῷ προσκυνεῖσθαι νενόηται. Τὸ δὲ ἐν εἰκόνι προσκυνεῖσθαι Χριστὸν, τῆς οἰκονομίας λόγος, ὃς εἰ καὶ πνεῦμά ἐστι καθὸ Θεὸς, ἀλλὰ καὶ σάρξ ἐστι καθότι ἄνθρωπος· οὗ ἡ σωματοειδὴς εἰκὼν κἂν ἐν ὕλῃ ὁμοιωθῇ, ἀμέριστός ἐστι Χριστοῦ, ὥσπερ καὶ σκιὰ τοῦ οἰκείου σώματος· καὶ προσκυνεῖται οὐχ ἡ εἰκονικὴ ὕλη, ἀλλ᾽ ὁ ἐν αὐτῇ ἐξεικονισθεὶς Χριστός· ἐφ᾽ ᾧ συμπροσκυνεῖται ὁ Πατὴρ, καὶ τὸ Πνεῦμα τὸ ἅγιον. ΚΕΦΑΛ. Δ΄. Ὅτι πρωτότυπον ὢν τῆς ἑαυτοῦ εἰκόνος ὁ Χριστὸς, μίαν ἔχει τὴν πρὸς αὐτὴν ἐμφέρειαν, ὥσπερ καὶ τὴν προσκύνησιν. Τὸ πρωτότυπον καὶ ἡ εἰκών, ἓν μέν ἐστι τῇ ὑποστατικῇ ὁμοιώσει, δύο δὲ τῇ φύσει· οὐχ ἑνός τινος εἰς δύο καταδιαιρεθέντος ὁμοιώματα· ὡς εἶναι λοιπὸν τῆς πρὸς ἄλληλα κοινωνίας τε καὶ σχέσεως ἀμέτοχα· οὔτε μὴν ὡς τοῦ αὐτοῦ καὶ ἑνὸς διττοῖς ὀνόμασιν ἀποκαλουμένου, ὡς ποτὲ μὲν τὸ πρωτότυπον εἰκόνα καλεῖσθαι, ποτὲ δὲ τὴν εἰκόνα πρωτότυπον. Ἀεὶ γὰρ τὸ πρωτότυπον, πρωτότυπον καλοῖτο, ὥσπερ καὶ ἡ εἰκὼν εἰκὼν, οὐδέποτε εἰς ἄλληλα μεταβαλλόμενα. Οὕτω δὲ ὄντος τοῦ πράγματος, καὶ ἐν δυάδι κειμένου τοῦ ἀριθμοῦ· μία ὁμοίωσις ἀμφότεροις, καὶ ἡ καθ᾽ ὁμοίωσιν προσηγορία· οἷον φέρε εἰπεῖν, ὅτι βασιλεὺς λέγεται καὶ ἡ τοῦ βασιλέως εἰκών, καὶ οὐ δύο βασιλεῖς. Εἰ δὲ τοῦτο, μία ἄρα καὶ ἡ τῆς εἰκόνος Χριστοῦ προσκύνησις πρὸς Χριστὸν τὸ ἑαυτῆς πρωτότυπον. Ἀντίθεσις ὡς ἐκ τῶν Εἰκονομάχων. Εἰ ὁ Χριστὸς πρωτοτύπου λόγον ἐπέχων πρὸς τὴν ἑαυτοῦ εἰκόνα, φύσει λέγεται εἶναι· ἡ δὲ εἰκὼν θέσει· πῶς ἅμα τὸ φύσει τῷ θέσει; οὐ γὰρ ὁμοῦ τε Χριστὸς ὤφθη, καὶ ἡ εἰκὼν αὐτοῦ διαγραφεῖσα μετηνέχθη. Οὐκοῦν ἐπεὶ ταῦτα οὐκ ἅμα, οὐδὲ ἡ προσ-
Page scan enlarged

Notebook

Full View