PG 99Theodori Studit
Letters, Book I
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected (sonnet, page-by-page) · Migne scan — scholarios OCR + scan in the Page/Facsimile views — PG column chips mark the printed columns.

Book ILiber Primus

col. 905–906page 1 of 105
PG 99:905κλίνας τε εἰς συμπάθειαν τὰς καρδίας τῶν ὄντων ἀνδρῶν τῆς ταλαιπωρίας ἡμῶν, καὶ μάλιστά γε τοῦ ἀρχιεπισκόπου. Μία δὲ λοιπόν μέριμνα ἐστιν ἡμῖν καὶ ἀδιάσπαστος ἀδολεσχία, μετὰ δεήσεως ἐκτενοῦς καὶ ἀναξίας, τὸ σὲ κραταιοῦσθαι, Πάτερ ἡμῶν πολυπόθητε, καὶ μένειν ἐν τοῖς δεδογμένοις τῆς ὑπὲρ ἀληθείας Θεοῦ ὁμολογίας ἀκλινῆ καὶ ἀκίνητον, ἐν μηδενὶ πτυρόμενον, ἢ διψυχοῦντα ταῖς τῶν προβαλλόντων κατ᾽ ἐκστροφὴν τῶν οἰκοδομηθέντων σοι χάριτι Θεοῦ ὑπὲρ εὐσεβείας ἀγωνισμάτων ἐγχειρήσεσιν. Ἐξήχηται γὰρ ὁ λόγος πανταχοῦ, καὶ δεδυσώπηκε σχεδὸν πᾶσαν ψυχὴν, καὶ ἤγειρε κέρας σωτηρίας ἐν τοῖς Χριστιανοῖς, καὶ ἀφεῖλεν ὄνειδος ἐκ τῶν μοναστῶν. Καὶ οἶδ' ὅτι φήσειεν ἕκαστος εὖ φρονῶν, ὅτι ζῇ Χριστὸς ἐν ἡμῖν, καὶ βασιλεύει, καὶ πειθαρχεῖται μᾶλλον ὑπὲρ ἀνθρώπους οὓς ἔπλασεν, οὐχ ἵνα ἀπειθῆται, δοξάζηται δὲ ὑπ᾽ αὐτῶν. Πάντα οὖν γινώσκεις, οἶδας τὰ δέοντα, οὐ τῆς ἡμετέρας ὑπομνήσεως δέῃ· πλὴν προεκέλευσας οὕτως ἡμᾶς γράφειν. Διὸ δὴ μὴ φοβηθῇς, Πάτερ, ἄνθρωπον, ἢ ἀνθρώπων ἐκθλίψεις. Γνωρίζεις ὅτι οἱ ἅγιοι ὄναρ καὶ σκιὰν ταῦτα λογισάμενοι, ἐθαυμαστώθησαν ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Μικρὸν δέομαι, πονήσωμεν· ἔτι μικρὸν ὑπομείνωμεν· καὶ ἤνυσται ἡμῖν ὁ δρόμος ὁ καλός. Καὶ ὁ στέφανος πέπλεκται, καὶ ὁ μισθὸς ἑτοιμάζεται αἰώνιος, καὶ φίλος κληθήσῃ τοῦ ἐπουρανίου βασιλέως, καὶ τῶν ἁγίων κοινωνός, καὶ ὁμολογητὴς παρὰ ἀνθρώποις. Ναί, ναὶ δέομαι καὶ ἀντιβολῶ τὰ πατρικά μου σπλάγχνα· γενοῦ ἡμῖν ὀχύρωμα, ὑπομονὴ, καρτερία. Ἐὰν γὰρ σύ, Πάτερ, στήκῃς, ἡμεῖς τὰ ἀχρεῖά σου τέκνα εὐτονούμεθα, πάντα οἴσομεν γενναίως τὰ συμβαίνοντα, δυνάμει Θεοῦ καὶ εὐχαῖς σου. Ἐκ γὰρ Θεοῦ ἡ παραχώρησις, οὕτως εὐδοκοῦντος πάντως τὰ ἡμέτερα, καὶ αὐτοῦ διδόντος δύναμιν. Τὰς τεχνολογίας τῶν ὑποκλίνειν σε τῆς ἀληθείας πειρωμένων μὴ δὴ πτοοῦ, ὦ Πάτερ. Ἁπλοῦς ὁ λόγος. Φησί γάρ που ὁ ἅγιος Ἐπιφάνιος ἐν τῷ περὶ τοῦ Πάσχα αὐτοῦ λόγῳ· Οἷος ἂν ᾖ ἄνθρωπος, παρὰ τὰ ἐν τῇ θείᾳ Γραφῇ κείμενα συμβουλεύων, ἀπὸ καρδίας λαλεῖ, καὶ ἐντάλματα ἀνθρώπων διηγεῖται· καὶ περὶ τῶν τοιοῦτων φέρων τὰ τοῦ Ἀποστόλου λέγει, ὅτι Κἂν ἄγγελος ἐξ οὐρανοῦ ἐστιν, ἀνάθεμα αὐτῷ. Ποῦ δὲ φήσομεν τὸ Οἱ ἱερεῖς μου ἠθέτουν νόμον μου, καὶ ἐβεβήλουν τὰ ἅγιά μου; ὃ προφητικὸν ὂν προσλαβὼν ὁ Θεολόγος ἐν τῷ μεγάλῳ Ἀπολογητικῷ, προστίθησιν οὕτω λέγων· Βεβήλοις καὶ ὁσίοις οὐ διέστελλον· ἀλλ᾽ ἦν αὐτοῖς ἅπαντα κοινά. Πόσα δὲ ἄλλα, ἐάν τις θέλῃ ἀκούειν; Παυέσθωσαν λοιπὸν οἱ διαστρέφοντες τὴν ἀλήθειαν τοῦ Θεοῦ ψευδέσι λόγοις, καὶ ἑαυτοῖς προσεχέτωσαν. Ἡμεῖς γὰρ τῆς ἐντολῆς τηλαυγοῦς οὔσης, καὶ τῇ παραβάσει τὸ αἰώνιον πῦρ ἀπειλούσης, οὐχ ὑποκύψομεν τοῖς ἀνθρωπίνοις φόβοις ἢ πόνοις· οὐ, μὰ τοὺς ὑπὲρ ἀρετῆς ἀγῶνας· ἀλλ᾽ εἰ καὶ τὸ αἷμα χεῦσαι δεῖ, μετὰ χαρᾶς ποιησόμεθα, Θεοῦ ἐναισχύοντος διὰ τῶν σῶν ἁγίων προσευχῶν.

Letter IIEpistola II

col. 907–908page 2 of 105
PG 99:907Ἀνδρίζου οὖν καὶ αὐτὸς, ἀδελφὲ κῦρι Εὐθύμιε· καλὸν ἀγῶνα ἠγωνίσω· μὴ ἀπολειφθῶμεν ἀλλήλων, φῶς ἐμὸν καὶ σπλάγχνον· μὴ δι᾿ ὀλίγην καὶ πρόσκαιρον εὐζωίαν, ἀπολέσωμεν τὴν μακαρίαν ζωήν. Μὴ τερφθῇς τοῖς παροῦσιν ἡδέσι, καὶ ὀκλάσῃς πρὸς τὰ θλιβερά, ὦ ἀδελφέ. Μὴ δώσῃς νῶτα. Ἐτέρφθη οὖν ὁ Χριστὸς, ἰδών σε τυπτόμενον ὑπὲρ αὐτοῦ· μὴ λυπήσῃς αὐτὸν, ἀγαπητέ μου, μηδὲ τοὺς περιχαρέντας ἀγγέλους, μηδὲ τὸν Κύριον τὸν Πατέρα, μηδὲ τὴν καὶ Πνεύματι ἁγίῳ ὠδίνουσαν ἡμᾶς σεβασμίαν Μητέρα, μηδὲ τοὺς ἀδελφούς σου πάντας· ἐξαιρέτως ἐμὲ, ὅν λέγεις δωρεὰν φιλεῖν. Τρεῖς ἐσμεν ἀδελφοὶ τὸ κατὰ σάρκα, ἔστω καὶ τὸ κατὰ πνεῦμα· μὴ ἀτιμάσωμεν τὸν τίμιον καὶ θεαρχικὸν ἀριθμόν· δῶμεν ἑαυτοὺς ὑπὲρ ἐντολῆς Θεοῦ πάσχειν, ἵνα ζήσωμεν τὴν αἰώνιον. Λύπη δ᾿ οὖν ἡμῖν ἐστι, Πάτερ, μεγάλη καὶ διὰ τοὺς λοιποὺς γλυκεῖς ἀδελφοὺς ἡμῶν, πῶς ὁ Κύριος διευθέτησεν αὐτούς. Τοῦτο γὰρ ὡς ἁμαρτωλοὶ εὐχόμεθα, ἵνα αὐτὸς μεριμνητὴς αὐτῶν γένηται, διοικητής, ὁδηγός, ὡς οἶδε καὶ κελεύει, καὶ θέλει, τὰ κατ᾿ αὐτοὺς πρυτανεύων. Τῷ ὄντι γὰρ πικρὰ δάκρυα ἀποστάζομεν δι᾿ αὐτούς· καὶ ἐπ᾿ ὀφθαλμοὺς ἡμῶν ἀεὶ αἱ ὄψεις αὐτῶν κεῖνται, τὴν εὐχὴν αὐτῶν δεομένων εἰς βοήθειαν τῆς ῥᾳθυμίας ἡμῶν. Ὅμως εὔχου, ὦ Πάτερ, ὑπὲρ πάντων, ὑπομονὴν κτήσασθαι ἡμᾶς, εὐτυχίαν, σκέπην ἐκ Θεοῦ, καὶ βοήθειαν ἐκ τῶν πειρασμῶν τοῦ διαβόλου· καὶ ὃ ἀρέσκει τῷ Θεῷ, περὶ τοῦ ἐν σαρκὶ ἰδεῖν σε ἢ τοὺς ἀδελφοὺς ἡμῶν, γένοιτο, γένοιτο. Δεόμεθα καὶ τολμῶμεν ἐξ ἡμῶν προσαγορεύσαι τὸν γλυκὺν ἡμῶν ἀδελφόν, εἴπερ ἐστὶ μετὰ σοῦ, ἢ καὶ ἄλλος ἀδελφὸς ἡμῶν οἷον ἂν ᾖ, κἂν φθάσῃς μηνύσαι. Ἀσπάζεται δὲ σὺν ἐμοὶ τὴν ἁγίαν σου ψυχὴν ὁ κύριος διάκονος καὶ Πατὴρ ἡμῶν, ὁ καλός μου ἀδελφός, καὶ τέκνον σου, ὁ οἰκονόμος· οἱ λοιποὶ τίμιοι ἀδελφοὶ καὶ πολυπόθητοι. Εὔχου ἡμῖν, Πάτερ, θερμῶς καὶ ἀδιαλείπτως, ὡς κελεύεις. Τί γὰρ ἄλλο λέγειν, οὐκ ἔχομεν. Δευτερεύω ἄρτι γράφων πρὸς τὸν κῦριν καὶ Πατέρα μου. Οὐκ οἶδα εἰ ἐδέξω τὰ γράμματα. Καὶ ἐν ἐκείνοις οὖν, εἴ τι ὁ καιρὸς ἀπήτει, καὶ ἦν ἡμῖν εἰς δύναμιν, ἀναξίως δ᾿ οὖν, ὅμως ἐφθεγξάμεθα. Καὶ ἄρτι δὲ ὅσα ἐπιβάλλει, καὶ διδοῖ Θεὸς ἐπ᾿ ὠφελείᾳ τῆς ταπεινῆς μου ψυχῆς, ἢ καὶ πρὸς παρηγορίαν, τολμῶν λέγω, τῆς σῆς μεγαλοψυχίας, ὦ Πάτερ, προσερήσομεν. Τοῦτο δέ, ὡς πολλάκις, καὶ νῦν λέγω καὶ ἀπολογοῦμαι· ὅτι εἴ τις λόγος ἐν ἐμοὶ καὶ ἐπιτηδειότης πῶς ποτε μικρὰ περὶ τοῦ γράφειν, οὐ δι᾿ ἐμὲ τὸν ἄθλιον δοῦλόν σου δεδώ-
col. 909–910page 3 of 105
PG 99:909ρηται, ἀλλ' ἔνεκα τοῦ τοῦ ἔχοντος τὴν ἄφθονον χάριν ἐν καρδίᾳ πηγάζουσαν. Καὶ διὰ τοῦτο ἡδομένως καὶ χαιρόντως ἔργον ἔχεις παιδεύειν καὶ σοφίζειν, οὐ μόνον ἡμᾶς, οὓς ὡς ἀδελφιδοῦς οἰηθέντες τινὲς ἀπεσφάλησαν, ἀλλὰ καὶ πάντας ὅσους ἐκ πνεύματος ἤνεγκας υἱούς τε καὶ παῖδάς σου· καὶ ὅτι ἀληθεύω, ἔδειξε τὰ πράγματα ὑπὲρ σοῦ ἀληθινοῦ ποιμένος, τοῦ τὴν ψυχὴν τεθεικότος ὑπὲρ ἰδίων προβάτων· ὡς ἂν μὴ παρατραποῖμεν ἔξω που τῆς ἀληθείας, αἱρετισάμενοι τάχα προθύμως, καὶ τὸ οἰκεῖον αἷμα κενῶσαι. Αὕτη οὖν ποιμένος ἀληθινοῦ ἐπιστασία, διελέγχουσα τοὺς ψευδωνύμους, καὶ ὄντως δεικνυμένη τῷ Θεῷ καὶ Πατρὶ καὶ ἀρχιποίμενι ἐπάξιος. Τὰ διὰ σὲ τοιγαροῦν κεχαρισμένα μοι ὀλιγοστῶς πώς σοι προσάγω· καὶ εἶ δρεπόμενος τοὺς τῶν καταβληθέντων σοι πολυφροντίστως καὶ ἀφθόνως σπερμάτων ὡς ἀγαθὸς γεωργός, τοὺς οὐκ οἶδ' ὅπως εἴποιμι ἰσχνοφόρους καρπούς. Τί οὖν λοιπὸν εἴπω πρόσφορον καὶ εὐαπόδεκτον τῇ σῇ ἁγίᾳ ψυχῇ, Πάτερ μου γλυκύτατε; τίς με διέστησεν ἀπὸ τοῦ σοῦ ἀειποθοῦς προσώπου; τῆς ἡδυλάλου συντυχίας; τῆς σωτηριοποιοῦ ὁδηγίας; Σύ μου τὸ φῶς, ὁ ἀειφανὴς λύχνος τῶν ἐν ψυχῇ σκοτεινῶν λογισμῶν· ῥάβδος ὑποστηρίζουσά μου τὸ ἄτονον τῆς καρδίας, ἀθυμίας μεταβολή, προθυμίας ἀλοιφή, εὐαγγέλιον, χαρά, ἑορτή, εὐδοξία. Ἄνευ σοῦ καὶ ὁ ἥλιος μοι κατηφής. Ἐγὼ τὸν ἀέρα βλέπειν οὐκ ἤθελον, ἢ τὸν σὸν προσβλέπειν χαρακτῆρα. Οὐδέν μοι ἦν ἡδὺ τῶν ἐπὶ γῆς, μὴ παρούσης τῆς σῆς συνουσίας. Τί γὰρ Πατρὸς ἀληθινοῦ ποθεινότερον, καὶ τοῦτο ἐπὶ Θεοῦ λαμβανόμενον; Οἶδε τοῦτο παῖς φιλοπάτωρ, καὶ ὄντως γνήσιος. Τί πολλῶν ῥημάτων χρεία; ἐξείπω ὅπερ ἐπάνθανον. Ὅτι μου πολλάκις καὶ μὴ ὡρμημένου ἔρχεσθαι ἐν τῷ ἁγίῳ κελλίῳ σου, ἀνεπαισθήτως πως, ὥς τινος ἕλκοντος, ἐπῄειν κατὰ πρόσωπόν σου· ὡς πολλάκις ἐρωτῶντος, Τί ἧκες; ἀπορεῖν με ἀποκρίνεσθαι, οὕτως τῆς σωτηρίας μου ἐν σοὶ ἀποκρεμαμένης. Καὶ τίς πρὸς τὸ φῶς οὐκ ἐπιτρέχει; Ἀλλ' εὐχαριστῶ τῷ Θεῷ, δι' οὗ σου ἐξεσπάσθην ὑπὸ χειρῶν τῶν πατησάντων τὸν νόμον αὐτοῦ, καὶ ἠργμένων ἐξ ὁμοίων. Μὴ αὐτοῖς λογισθείη Κύριος ὁ Θεός μου τὴν ἁμαρτίαν· ἕλξοι δὲ εἰς ἐπίγνωσιν τοῦ τολμήματος, κἀκεῖνοι περὶ τοῦδε ἀνεύθυνοι εὑρεθῶσιν. Ἐνέκλεισάν σε, ὡς ἐμάθομεν, ἐν οἰκίσκῳ μικρῷ· ἀλλὰ τοῦ οὐρανοῦ σε οἰκήτορα ἀνέδειξαν. Ἐφρούρησαν, οὐκ ᾔσθοντο δέ· θησαυρὸν γὰρ ὁμολογίας Θεοῦ· κἀκ τούτου γνοῖεν δ' ἂν, εἴπερ βλέψοιεν, ὅτι σε τίμιον ἐν ἀνθρώποις ἐγνώρισαν, καὶ κόσμῳ σωτήριον, καὶ πολλοῖς φιλοθέατον. Ἐδέξω τὰς ἀτιμίας καὶ ὕβρεις μετὰ Χριστοῦ· ἐδιώχθης ὡς μακάριος· ἐσκόρπισαν σου τὰ πρόβατα, ὅτι σε τὸν ποιμένα, ὡς Χριστὸν ἐπάταξαν. Εἰ καὶ τολμηρὸν εἰπεῖν, ὅμως αὐτοῦ καὶ ἡ φωνή, Εἰ
col. 911–912page 4 of 105
PG 99:911ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσι· καὶ τἄλλα, ὅσα τοῖς ἀκολουθοῦσιν αὐτῷ φέρει τὴν ταυτοπάθειαν. Εἴπερ γὰρ συμπάσχομεν αὐτῷ, ὥς φησιν ὁ μέγας Παῦλος, ἵνα καὶ συνδοξασθῶμεν. Καὶ οὕτω μὲν ταῦτα. Ἐμοὶ δὲ τῷ ἀσώτῳ καὶ ἀναξίῳ, διὰ τῶν σῶν ἁγίων εὐχῶν, Πάτερ δίκαιε, ἐχαρίσατο ὁ ἐλεήμων Κύριος παράκλησιν, καὶ τὸ ἐν πνεύματι συνεῖναί σοι· εἰμὶ γὰρ ἀεὶ ὡς ὁρῶν σε καὶ ὁμιλῶν σοι, καὶ ὡς κομιζόμενος τὴν εὐχὴν, καὶ ὡς σκεπόμενος, καὶ ὡς διδοὺς καὶ λαμβάνων λόγους εἰς ἕδρασμα τῆς ὁμολογίας ἧς ὡμολόγησας. Καὶ δοκῶ σου ἐπαιούσης τῆς φωνῆς ταῦτα ἀκούειν· Ταπεινὲ Θεόδωρε, μικρὸν ὄντως ταλαιπωροῦμεν, ἐπεὶ καλὴν φέρει ὁ Θεὸς τὴν ἐλπίδα. Ταῦτά μοι χρηγορία, ταῦτα ἀναψυχή. Μὴ δείσῃς, Πάτερ, δι᾿ ἐμὲ τὸν δοῦλόν σου καὶ παντάπασιν ἀπεῤῥιμμένον. Καὶ γάρ εἰμι τοῦ οὐρανοῦ καὶ τῆς γῆς μίασμα, καὶ παντὸς ἀνθρώπου κατεψυγμένος μᾶλλον. Πλὴν τολμῶ λέγειν ὡς ἀνάξιος εὔελπις, ἄνω βλέπων ῥωννύμενος ὑπὸ τῆς σῆς πρεσβείας, οὐκ ἀπευδοκῶν εἰς ἃ ἔπαθον, ἐπιμεμφόμενος δὲ ἐμαυτὸν, ὅτι μὴ ἀνδρείως καὶ κατὰ λόγον, καὶ ὅτι ὀλίγα καὶ οὐδενὸς ἄξια ἀφορῶν πρὸς τὰ ζωοποιὰ πάθη τῶν ἁγίων. Ἐγένετό μοι γὰρ πολλῶν ἔντευξις μαρτυρίων ἐν δώδεκα δέλτοις ἀπογεγραμμένων· ὥστε καταχθῆναι τὴν καρδίαν, καὶ μηδὲ τολμῶν λέγειν ὅτι ἔπαθόν τι διὰ Χριστόν. Καὶ τί γλυκύτερον, Πάτερ, ὑπομιμνήσκω ὡς δοῦλος, τοῦ δι᾿ αὐτὸν πάσχειν; Ἄθρει, Πάτερ, ἄνω· ὅρα τὸν Κύριον, ἐπόπτευε τὰς ἀγγελοθείας· ἐνατένιζε τὰς ἁγίας χορείας· ἴδε ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου τὸν Κριτὴν τοῦ κόσμου· ὅς σε ἀνακηρύξει πιστὸν δοῦλον, καὶ τῶν ἐντολῶν αὐτοῦ τὸν τηρητὴν, καὶ, τὸ μεῖζον, ὁμολογητήν. Εἶτα ποῦ σε πέμψει; οὐκ εἰς πῦρ αἰώνιον, ὅπερ λαμβάνει τοὺς ἀπειθεῖς τοῦ νόμου αὐτοῦ· ἀλλ᾿ εἰς ζωοδόχον χωρίον, καὶ ἀθάνατον κατάπαυσιν, καὶ ἀπειροαγάλλιατον εὐφροσύνην. Εἴσελθε γάρ, φησίν, εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. Πάντων ἡμῶν οἱ ὀφθαλμοὶ εἰς σὲ βλέπουσι. Πάντες μεγαλοψυχοῦμεν, σοῦ ἡδρασμένου. Εἴη σοι ἐπὶ πλέον ἡ βοήθεια τοῦ Θεοῦ ὀχυροῦσά σε, δυναμοῦσά σε, εὐτονοῦσά σε, ἀνδρειοῦσά σε. Ὁ τὸν Θεὸν φοβούμενος, μὴ φοβηθῇς ὃ ἐποίησε σοι ἄνθρωπος, ἢ καὶ ποιήσει τυχόν. Πέποιθας ἐπὶ Κύριον, ὄρος εἶ Σιών, οὐ σαλευθήσῃ εἰς τὸν αἰῶνα· κάτοικον γὰρ ἔχεις τὸν τῆς ἄνω Ἱερουσαλὴμ τεχνίτην καὶ δημιουργόν. Τὰς ἰοβόλους φωνάς, καὶ ἀπατηλοθελεῖς, τῶν ὡς ὄφεων ὑποσυρομένων σοι, καὶ θελόντων σε τοῦ ξύλου τοῦ ζωτικοῦ τῆς ἀληθείας ἀποσπάσαι, φεύγε, καὶ ἐνωτίζου ἅπαξ κραταιωθεὶς ἐν τῇ ἀληθείᾳ, καὶ διὰ πολλῶν μαρτυριῶν τῆς ἁγίας Γραφῆς συσφιγχθείς, ἔσθ᾿ ὅτε καὶ ἀνθρώπων εὐσεβῶν, εἰς παντελῆ ἀκινησίαν· ὅπως τεύξῃ κἀκείνης τῆς φωνῆς τὸ ἐγκώμιον· Ὁ ποιῶν ταῦτα, οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα. Ὑγιαίνουσιν οἱ πάντες ἀδελφοί, ὁ κύριος διάκονος ὁ Πατήρ μου, ὁ γλυκύς μου ἀδελφὸς, καὶ νῦν μᾶλλον ἀξίως περιπόθητος, οἱ λοιποί μου προσφίλεις καὶ τίμιοί μου, καὶ τέκνα σου, οἷς σὺν ἐμοὶ πᾶσι, Πάτερ, εὔχου. Πάντες αὐτῶν εὐδρο

Letter IIIEpistola III

col. 913–914page 5 of 105
PG 99:913μουσι ποθητὸν αὐτοῖς μόνον ἡ σὴ ὑγεία ἐν Κυρίῳ, καὶ εὐφόρητον πᾶν ὁτιοῦν παθοῦσι. Πάντως καὶ λυπούμεθα, καὶ ἀδημονοῦμεν, καὶ ἀσχάλλομεν, καὶ ῥᾳθυμοῦμεν, καὶ λογισμῶν πονηρῶν ὀχλήσεις ἔχομεν· καὶ οὐδὲ γὰρ ἔστιν ἐκτὸς θλίψεων παρελθεῖν τῶν τῇδε· ἀλλὰ διὰ τὴν ἐλπίδα καὶ εὐχήν σου ἰσχύομεν. Ἐμοὶ δὲ, Πάτερ, εὔχου, ὅτι τὸν Ἡσαΐαν τὸν ἅγιον ἐκστηθίζω. Καὶ δήλωσόν μοι εἰ, παρὰ τὸ γράφειν, ἀναγινώσκειν με θέλεις. Γ΄. Τῷ αὐτῷ. Προχεῖταί μοι τὸ δάκρυον πρὸ τοῦ λόγου· καὶ τὰ σπλάγχνα δονεῖται· καὶ ἡ χεὶρ ὑποτρέμει τοῦ γράφειν· καὶ ἕλκομαι πανταχόθεν, καὶ φέρειν τὸ ὀδυνηρὸν οὐχ οἷός τέ εἰμι. Ὢ πῶς ἐνέγκω σου, Πάτερ, Πάτερ, τὰ χριστομίμητα πάθη· ὢ πῶς οἴσω σου τὴν ὑψηλὴν καὶ ἁγίαν ταπείνωσιν· πῶς ὑπαντήσω σοι κατὰ λόγον ἀντιγράφειν· καὶ ποῖ τράπωμαι, καὶ ὅθεν ἴωμαι κατάρχειν τῶν γραμμάτων; Πρὸς ἐμὲ οὖν σύ, ὦ Πάτερ, τοιαῦτα γράφεις; πρὸς ἐμὲ τὸν σκώληκα, καὶ βόρβορον, καὶ ἄσωτον, ὁ Πατὴρ φωνὰς ἀφίησι πρεπούσας τέκνῳ· Ἱκετικὸν ἀναλαμβάνεις σχῆμα ὁ ὀφείλων ἱκετεύεσθαι. Κἀγὼ λοιπὸν ὁ τάλας τί προσφθέγξωμαι· καὶ πῶς ταπεινωθῶ τῷ δικαίῳ μου Πατρί; ὅμως ἐδεξάμην σου, ὦ Πάτερ, τὴν ἁγίαν ἐπιστολὴν ἐν χερσὶν ἀναξίαις ὡς θεογράφους πλάκας. Ἤκουσά σου τῆς ἐγγραμμάτου φωνῆς ὡς εἴ τις ἀκούσειεν ἀγγέλου φωνῆς ἢ ἀποστόλου· καὶ συνέτριψε τὴν καρδίαν, καὶ ἐξέβλυσε δάκρυον, καὶ ἀπεκλαύσάμην, καὶ ἐθρήνησα οὐχ Ἱερεμιτικὸν θρῆνον ἐπὶ παθῶν θεοστυγέσι γεγενημένων· ἴδιον δέ τινα καὶ φιλοπάτριον, καὶ Θεῷ ὄντως χαριστήριον. Αἰνέσεως γὰρ ἀληθοῦς ἃ ἀπέσταλκας, Πάτερ δίκαιε, ἀπογραφῆς ἄξια, τῆς εἰς Θεὸν ὁλοτελοῦς σου προθέσεως γνώριμα. Τοιγαροῦν, ὦ Πάτερ, στήριξας ἡμῶν τὰ φρονήματα· ἐνεύρωσας ἡμῶν τὰς καρδίας. Ὑπὲρ ἐλπίδα ἡ ἀνδρία σου· ὑπὲρ προσδοκίαν ἡ παῤῥησία σου. Ἄλλος τις ἡμῖν ὤφθης, ἢ ὅσπερ ἐγνωρίζου· ὅλος ἐν Θεῷ ἠλλοιωμένος. Δόξα τῷ σε δυναμώσαντι. Οὐ κατέβαλε σε φόβος βασιλείας· οὐκ ἐχαύνωσε σε γοητικὴ θωπεία. Οὐχ εἵλου προσκαίρου ἀπολαύειν ἡδονῆς, προκινδυνεύειν θέλων τῆς ἀληθείας τοῦ Θεοῦ. Ὁ ποιμὴν ὁ καλὸς, ὁ θεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων· ὁ καὶ νῦν δέσμιος διὰ τῆς φρουρᾶς, ὡς Χριστοῦ Ἀπόστολος. Ὁ τοῦ δωματίου ἐκείνου, ἐν ᾧ φέρῃ καὶ περιάγῃ ὡς τίμιον καὶ εὔχρηστον σκεῦος τῷ Δεσπότῃ Θεῷ· εἴθε οὖν τὸ ἔδαφος ἐκεῖνο περιεπτιξάμην, οὗ οἱ πόδες τοῦ κυρίου μου καὶ Πατρὸς βαδίζουσιν. Εἴθε τὰς κατὰ σοῦ κλεῖς καὶ κλεῖθρα προσεκύνησα, ὡς θησαυρὸν εὐσεβείας φυλάττοντα. Μᾶλλον δὲ ἐβουλόμην τὸ τίμιον ἐκεῖνο ἀσπάσασθαι στόμα τὸ ὁμολογῆσαν τὸν λόγον τῆς ἀληθείας· τὰς ὁσίας χεῖρας τὰς ἐπαιρομένας εἰς ἁγίας προσευχὰς καὶ εὐπροσδέκτους. Ποῦ ποτέ μου τὸ γλυκὺ ἀπέπτη πρόσωπον· ποῦ δὲ ἡ σωτήριος φωνὴ κατεσιγάσθη; Ἰδοὺ δὴ ἐγὼ ὀρφανὸς ὁ ἐλεεινὸς καὶ παντέρημος, οὐκ
col. 915–916page 6 of 105
PG 99:915οὐκ ἔχων τὸν Πατέρα μου, οὐκ ἔχων τὸν φωστῆρά μου, οὐκ ἔχων τὸν ἰατρὸν καὶ τροφέα τῆς ταπεινῆς μου ψυχῆς· ἀπροστάτευτος, ἀνεπαμύνευτος πρὸς τοὺς πολεμοῦντάς με ἀοράτως· Ἐγενόμην ὡσεὶ κόραξ ἐν ἐρήμῳ· ὡς στρουθίον ἐπὶ δώματος, καθ᾿ ἡμέραν ἐποφθαλμιῶν, ὧδε κἀκεῖσε βλέπων καὶ περιαθρῶν, καὶ οὐδαμῶς τὸ ποθούμενον πρόσωπον. Καὶ οὔπω κατ᾿ ἀξίαν δυναίμην ἐκτραγῳδῆσαί μου τὸ πάθος. Πλὴν εὐχαριστῶ καὶ ὑπερευχαριστῶ, ὅτι διὰ νόμον Θεοῦ ταῦτα κατηξίωμαι· ὅτι τοιούτου Πατρὸς ἐχρημάτισα τέκνον. Τάχα βασιλεύειν οἴομαι διὰ σοῦ σήμερον. Πάτερ ἅγιε, εἴπερ ἡ εὐχή σου σῶόν με διαφυλάξοι. Δέδοικα γάρ μου τὴν ἁμαρτίαν καὶ τὴν ἀσωτίαν· εἴσῃ δὲ γινώσκων ὅτι σου ταῖς ἁγίαις εὐχαῖς ἐνίσχυμαι καὶ ἐνίδρυμαι· κἂν λίαν εὐκαταγώνιστός εἰμι· καὶ οὐ μόνον ἐγὼ, ἀλλὰ καὶ οἱ πάντες τὸ ἕν ἐσμεν συμφρονοῦντές σοι σύμψυχοι, συμπάσχειν αἱρούμενοι μέχρι θανάτου. Καὶ μηδαμῶς ἡμῶν ἕνεκα δεδιώς ᾖς. Εὖγε, ὦ Πάτερ, εὖγε. Εὖγε, ὦ ἄριστε κυβερνῆτα, ζηλωτὰ τῆς εὐσεβείας, μιμητὰ τῶν ἁγίων. Μεγαλοπρεπῶς ὄντως ἠγώνισαι. Νεανικῶς ὑπερήθλησας· μετὰ μαρτύριον οἶδ᾿ ὅτι εἴη τὸ πνεῦμά σου. Ἔχει μὲν οὕτω ταῦτα, εἰ καὶ μήπω τῆς ἐπιθυμίας μου καὶ τῆς ἀξίας σου, εἰς δέον. Ἐπεὶ δὲ κελεύεις ἱστορῆσαί σοι κατ᾿ ἔπος, ἀφ᾿ ἧς ἡμέρας ὑπέστημεν ἐκείνην τὴν ὀδυνηρὰν διάζευξιν, τήν τε ὁδοιπορίαν, καὶ τὰ κατ᾿ αὐτὴν ἡμῖν συμβεβηκότα· οὐχ ἱκανῶ· πλὴν τὸ κελευσθέν μοι ποιήσω ἀοκνότατα. Κατ᾿ αὐτὴν τοιγάρτοι τὴν ἡμέραν καθ᾿ ἣν ἀπῄεις σὺ μέν, ὦ Πάτερ, τὴν ἐπὶ θάνατον ὁδὸν τῇ προαιρέσει, καὶ ἡμεῖς ἐστειλάμεθα τὴν ἐξόριστον ὁδοιπορίαν, ἐποχηθέντες ἐφ᾿ οἷς ἔτυχε ζώοις. Καὶ ὡς ἀπείραστοι κατ᾿ ἀρχὰς τοῦ τοιούτου δράματος, ἦμέν πως ἐν ἀθυμίᾳ. Προσεβάλλομεν γὰρ καί τισι κώμαις, θεατριζόμενοι ἐπὶ πάσης ὄψεως καὶ ἡλικίας ἀνθρώπων· θορύβοις τε καὶ κραυγαῖς περιηχήθημεν ἀμφότερα τὰ ὦτα· ἔν τε τῷ ἀπαίρειν καὶ καταπαύειν παρὰ τὸ τὰ ἐπιτήδεια συμπορίζεσθαι τοὺς ἄγοντας. Ὡς δὲ ᾔειμεν ἐπὶ πρόσω ἐθισθέντες, ῥᾷον μᾶλλον ἐφέρομεν τὰ δυσχερῆ. Τὸ δὲ ἀνιῶν ἡμᾶς πλέον ἡ ἀσθένεια ἦν τοῦ Πατρὸς τοῦ κυρίου διακόνου. Καὶ οὕτω τὴν ὁδὸν ἀχθόμενοι, περιαντλούμενοι διεπεράναμεν. Αὗται δὲ αἱ καταμοναί· ἀπὸ τὰ Καθαρὰ εἰς Λιβιανά· ἔπειτα εἰς Λεύκας· εἶθ᾿ οὕτως εἰς τὸ Φύραιον· ἔνθα καὶ ὀδυνηρὸν ἡμῖν συνέβη, καὶ ἱστορίας ἄξιον. Ὑπερφανέντες γάρ πως ἐξ ἀπροόπτου ἐννέα τῶν πρωτευόντων ἀδελφῶν, ὡς πρόβατα διεσπαρμένα, περιέστησαν ἡμῖν κλαίοντες, καὶ συνθρύπτοντες ἡμῶν τὴν καρδίαν. Καὶ ὁ μὲν ἄγων ἡμᾶς οὐδὲ προσλαλῆσαι εἴα· ἐλεεινὰ δὲ βλέποντες καὶ βλεπόμενοι, καὶ ἐπιφθέγματα ἀλλήλοις ἐπειπόντες, τελευταῖον μετὰ δακρύων διεχωρίσθημεν. Εἶτα καταχθέντες ἐν τῇ Παύλᾳ, εὕρομεν τὴν πολυτίμητον σου ἀδελφὴν σὺν τῷ κυρίῳ Σάββα, κρυπτῶς συνοψισθέντες, καὶ δι᾿ ὅλης νυκτὸς ἐν ταὐτῷ μείναντες, λαλήσαντές τε τὰ εἰκότα,
col. 917–918page 7 of 105
PG 99:917καὶ ἀσπασάμενοι ἀλλήλους ὡς ἐπιθανατίους, διέστημεν στένοντες καὶ ποτνιώμενοι. Ἦν ἰδεῖν ἐκεῖ σπαρασσόμενα σπλάγχνα καὶ σφαδάζοντα, θεοπρεπῶς νικωμένης τῆς φύσεως. Ἐκ τῶνδε κατεπαύσαμεν ἐν τῷ Λουπαδίῳ, φιλοφρόνως συμπαθηθέντες παρὰ τοῦ ξενοδοχοῦντος, χρησάμενοί τε καὶ λουτρῷ διὰ τοὺς μώλωπας· γεγόνασι γὰρ καί τινων δυσίατοι, ἀπὸ τῆς ὁδοιπορίας. Καὶ κατήχθημεν εἰς Τίλιν. Ἐκεῖ τοίνυν καταλαβὼν ἡμᾶς ὅ τε Ἀββᾶς Ζαχαρίας μετὰ τοῦ Πιονίου, ἐκ θερμῆς προθέσεως κλαίοντες, καὶ μεθ᾿ ἡμῶν αἱρούμενοι πορεύεσθαι, κἂν οὐκ εἰάθησαν. Ἀπὸ τοῦδε εἰς Ἀλκέριζαν· ἐκ τῶνδε εἰς Ἀναγεγραμμένους, ἔπειτα εἰς Περπερίναν· κἀκεῖθεν εἰς τὸ Πάριον· κοινωνοῦντες παρὰ τῶν ἐπισκόπων, πλὴν καὶ μετὰ ταπεινώσεως ὑπομιμνήσκοντες ὀμνύοντας. Εἶτα εἰς Ὄκρον, ἐκεῖθεν εἰς Λάμψακον· ἐν ᾗ εὑρόντες Ἡρακλειώτας, προσανεπαυσάμεθα τριήμερον, πλεῖν οὐ δυνάμενοι. Εἶτα ἐξορμίσαντες κατεπλεύσαμεν ἐν τῇ Ἀβύδῳ· ὑπὸ τοῦ ἐκεῖσε ἄρχοντος εὐσεβῶς κατελεηθέντες· καὶ ἐπιμείναντες ἕως τοῦ σαββάτου ὀκταήμερον, ἀπεπλεύσαμεν εἰς Ἐλεοῦντας. Ἑβδοματιαῖόν τε χρόνον ἐπιμείναντες, διὰ τὸ ἄπλοον, δεξιοῦ ἀνέμου πνεύσαντος, ἐπετάσθημεν ἐν τῇ Λήμνῳ ἐν ἐνναωρίῳ. Ἵστησί μου τὸν λόγον τις γὰρ ἄλλος καὶ ἐδεξιώσατο, καὶ παρηγόρησε, καὶ ἐφωδίασεν. Ἐκ τῶν τῇδε τοίνυν ἀποπλεύσαντες ἐν φόβῳ, διὰ τὸ παρακείμενον ἔθνος, ἀντεπεράσαμεν βορροφόρου καὶ ῥοιζήδοντος ἐν δωδεκαωρίῳ ἑκατὸν πεντήκοντα μιλίων ὃν τὸ πέλαγος, ὁρμίσαντες ἐν τῷ Κανάστρῳ ἐν τοῖς Θεσσαλονίκης ὁρίοις· ἔπειτα εἰς Παλλήνην τὰ πρόσγεια τοῦ κόλπου· εἶτα εἰς τὸ ἔμβολον. Ἐκ τῶν ἔνθεν ζώοις πάλιν ἐπιβεβηκότες Σαββάτῳ ἡμέρᾳ ἑορτῆς τοῦ Εὐαγγελισμοῦ, ὥρᾳ τρίτῃ εἰσήχθημεν ἐν τῇ πόλει. Καὶ οἵα ἡ εἴσοδος! Οὐδὲ γὰρ τοῦτο παρελθεῖν ἀναγκαῖον. Προπεμφθεὶς τοίνυν παρὰ τοῦ ὑπάρχου τῶν ἐξόχων, εἷς μετὰ στρατιωτῶν, προσέμενεν ἐν τῇ ἀνατολικῇ πόρτῃ, καὶ ἐπιστᾶσιν ὑπήντησαν ὄρθιοι διὰ σιγῆς. Καὶ μετὰ τὸ εἰσελθεῖν κλείσαντες τὰς πύλας, ἦγον διὰ τῆς ἀγορᾶς, προπομπεύοντες ἐπὶ τῆς ὄψεως τῶν εἰς τοῦτο συνδεδραμηκότων· καὶ ἀπαγαγόντες εἰσήγαγον πρὸς τὸν ἄρχοντα. Καὶ εὖγε τῷ ἀνδρί· εὐμενὲς γὰρ πρόσωπον δείξας, μετὰ τὸ πεσεῖν χρηστὰ ἐφθέγξατο ἡμῖν. Παρέπεμψέ τε πρὸς τὸν ἀρχιεπίσκοπον, πρῶτον προσευξαμένους ἐν τῇ ἁγίᾳ Σοφίᾳ. Καὶ ἐν τῷ εὐκτηρίῳ τῷ παρ᾽ αὐτοῦ ποιήσας εὐχὴν, ὁ ἁγιώτατος ἐδέξατο καὶ κατησπάσατο ἡμᾶς, ὁμιλήσας ἡμῖν τὰ δέοντα, καὶ παρ᾽ αὐτὰ κρατήσας, καὶ ἀναπαύσας διά τε λουτροῦ καὶ βρωμάτων. Τῇ δευτέρᾳ πρωΐθεν ἦραν ἡμᾶς, καὶ δι᾿ αἰτήσεως ποιήσαντες εὔξασθαι εἰς τὸν ἅγιον Δημήτριον, διεχώρισαν πάντας ἀπ᾿ ἀλλήλων, προπεποιηκότας εὐχὴν, καὶ ἀσπασαμένους ἀλλήλους. Τοὺς δύο δὲ ἡμᾶς ἀδελφοὺς ἀναγαγόντες ἐπὶ τὸν ἐν ᾧ εἰμι νυνὶ τόπον, διέζευξαν δακρυρρόως καταφιλήσαντας ἀλλήλους, ὡς καί τινας τῶν θεω-

Letter IVEpistola IV

col. 919–920page 8 of 105
PG 99:919μένων ταραχθῆναι τῇ συμπαθείᾳ. Οὕτως τὰ καθ᾿ ἡμᾶς ἔχει, ὦ Πάτερ. Καὶ νῦν εἰμι ἐγὼ ὁ ταπεινὸς ἐνταῦθα βίον ἕλκων ὀδυνηρὸν καὶ πολυστένακτον. Τὰς δὲ ἐκ τῆς ἁγίας σου χειρὸς εὐλογίας ἐδεξάμεθα, ὡς δύναμιν ἐχούσας τῆς ἁγίας Τριάδος· καὶ ἔχομεν αὐτὰς ὡς φυλακτήριον, καὶ περιτίθεμεν αὐτὰς ἐν ὀφθαλμοῖς ἡμῶν, ὡς τὴν δεξιάν σου καταφιλοῦντες. Πάλιν δάκρυα, πάλιν στρέφονταί μου τὰ ἐντός. Καταπαῦσαι γὰρ θέλω τὸν λόγον. Ὦ Πάτερ, τί με ἐγκατέλιπες; Ἀλλ᾿ οὐκ ἐγκατέλιπες. Πῶς δέ μου ἀπεμάκρυνας; Ἀλλ᾿ ἐν ἐμοὶ εἶ. Ποῦ δέ σε ἔτι μέλλω ὁρᾶν; πῶς σε ὄψομαι; ποῦ σου ἀκούσω τῆς ἡδίστης καὶ σωτηρίου φωνῆς; Ὁπότε σου γένωμαι ὁμοτράπεζος; Ποῦ σου συνουσίας ἀπολαύσω; ἢ πώποτε ἐν ὠσί σου ἀναγνώσομαι; ἢ πρὸ προσώπου σου ᾄσω; ἢ σωφρονισθῶ; ἢ ἐπιτιμηθῶ; ἢ ἐπιμνησθῶ; ἕξιν ποιῶν ἃ φίλον σοι, ἐστίασιν, βρῶσιν, ποτὸν, ὁμιλίαν, στάσιν, καθέδραν, ἀνάκλισιν. Τί μοι συμβέβηκε; Καλῶ τοὺς ἀνθρώπους μάρτυρας, καλῶ καὶ τὰς οὐρανίους δυνάμεις συνηγόρους μοι· ὅτι νόμος σε Θεοῦ ἐχώρισεν ἀπ᾿ ἐμοῦ· ἐντολὴ μία αἰώνιος. Ἀκουσάτω ἡ ὑπ᾿ οὐρανόν. Διὰ τοῦτο χαίρω, καὶ φωνὴν ἀφίημι αἰνέσεως Θεῷ. Ἀπέχω πάντα ὑπὲρ ἐκ περισσοῦ. Ἀγάλλομαι, οὐκ ὀρφανισθήσομαι ἔτι, οὐκ ὀδυνηθήσομαι, οὐδ᾿ ἀγενές τι φθέγξομαι. Δέξαιο δὲ καὶ τὰ ἀνώτερα, Πάτερ, ὡς εὐαγῆ· τοῦ πόθου σου γὰρ σύμβολα. Πλὴν ὅτι καὶ ἔτι κλαύσομαι, ἀλλ᾿ εὐαπόδεκτα. Σὺ δὲ, ὦ Πάτερ τρισμακάριε, χαῖρε καὶ εὐφραίνου. Τὰ βραβεῖά σοι ἐπλάκησαν, ὁ τῆς ἀναπαύσεως τόπος ἡτοίμασται. Ὁ ζῆλός σου κατὰ τοὺς πατέρας σου· ἡ φρουρὰ βοᾷ τὴν ἀλήθειαν. Ἐδέθη ὁ δίκαιος, ὡς δύσχρηστος· οἱ ἐν εὐσεβείᾳ εὐχάριστοι, οἱ ὁμόζηλοι, θερμότεροι, κάλλιστον προοίμιον θεασάμενοι. Οἱ διώκοντες λόγους ἔξωθεν πλέκουσι καὶ κακίζουσι, καὶ μάλιστα οἵτινες τῶν μοναχῶν. Ἔσωθεν δὲ ταῖς ἐννοίαις ὑπωπιάζονται, καὶ πικρὸν κατήγορον τὴν ἰδίαν συνείδησιν ἔχουσιν. Ἐπεὶ καὶ θαυμάζουσιν. Ἴσασι γὰρ ἄγασθαι, ὡς ὁ μέγας Γρηγόριος, ἀνδρὸς ἀρετὴν καὶ πολέμιοι· ὅταν τοῦ θυμοῦ λήξαντος ἐφ᾿ ἑαυτὴν ἡ πρᾶξις δοκιμάζηται. Ἄγγελοι ὑμνοῦσί σε, ἄνθρωποι μακαρίζουσι· Χριστὸς ἀπεδέξατο· τὰς πύλας σοι ἀνέῳξε τῆς βασιλείας τῶν οὐρανῶν εἰς τοὺς αἰῶνας. Ἀμήν. Α΄. Νικηφόρῳ ἡγουμένῳ. Τῆς ἀποκρίσεως δοθείσης ἡμῖν παρὰ τοῦ κυρίου διακόνου, γνήσιε καὶ πολυπόθητέ μου ἀνεψιέ, εὐθὺς ἠβουλήθημεν ἐπιστεῖλαί σοι. Ἐπεὶ δὲ ἦν καιρὸς χειμέριος, καὶ ἡ παλιμβουλία συστέλλουσα, ἀγαθὸν ἡγησάμεθα μὴ ταχὺ δοῦναι λόγον. Ἡνίκα δὲ μετὰ
col. 921–922page 9 of 105
PG 99:921τῆς ἐπερωτήσεως καὶ τὰ γράμματα ἀπῄτουν, αὐτὸ τοῦτο τί δεῖ ἔτι διακρίνεσθαι, καὶ μὴ τὸ παριστάμενον ἐξειπεῖν; Πρῶτον δὲ ἐκεῖνο ἐρῶ, καὶ με δέξαιο, τιμιώτατε, ὅτι, ὡς καὶ αὐτὸς οἶδας, πολλῆς κακίας ὑπόδειγμα τὸν ἑαυτοῦ βίον παρεστησάμην τοῖς πολλοῖς. Καὶ οὐκ ἔστι σχεδόν εἰπεῖν σφάλμα, οὐ μὴ καὶ αὐτὸς ἐγὼ μετέσχον, καὶ ἄλλοις προσπαρέδωκα. Ἀλλ' ἐπειδὴ μανθάνω τὴν φιλανθρωπίαν τοῦ Θεοῦ, καὶ τὸν εἰς πυθμένα κακίας κατενεχθέντα ἀναῤῥύεσθαι, καὶ ὀρέγειν χεῖρα πρὸς μετάνοιαν· ἔφυγον τὴν ἀπόγνωσιν, καὶ ἔδοξα μικρόν τι ὑποστηρίζειν ἐμαυτὸν πρὸς τὸ εὐθές. Διὰ τοῦτο, ὡς ὁ τῶν ἀφανῶν γνώστης Θεὸς ἐπίσταται, ἀπεσχοίνισα ἐμαυτὸν καὶ τῆς συνδιατριβῆς τῶν συγγενῶν μου, καὶ τοῦ ἐθισμοῦ τῶν κατὰ σάρκα φίλων μου, καὶ εἴ τινος δὴ οὖν ἄλλου, μόνης τῆς δυνάμεως τοῦ Θεοῦ ἐπιβοηθούσης τῇ ἀσθενείᾳ μου περὶ πάντα. Καὶ νῦν ὃ ἐπεζήτησας παρ' ἐμοῦ τοῦ ἀμαθοῦς μαθεῖν, οὕτως ἔχει, ὡς εἴρηκέ σοι ὁ κύριος διάκονος. Τοῦτο δὲ οὐκ ἀκρίτως, ἢ ἀπεφθεγξάμεθα, ἢ καὶ ὑπέσχομεν, ἀλλ' ἐν ἐρευνήσει καὶ συζητήσει τῆς θεοπνεύστου Γραφῆς βεβαιωθέντες καὶ κρατυνθέντες, καὶ μὴν ἀλλὰ καὶ δι' ἐρωτήσεως τῶν ὀφειλόντων. Καί γε ἡ ἀλήθεια οὕτως ἔχει, τοῦ θείου νόμου ἐμφανῶς ἀπαγορεύοντος, οὐ διὰ τοῦ θείου Παύλου μόνον, ἀλλὰ καὶ δι' ἄλλων θεολόγων Πατέρων, αὐτὸ τοῦτο διευκρινούντων καὶ ἀπολευκαινόντων, καὶ συναποφαινομένων τῇ ἀποστολικῇ ἐγκελεύσει. Καὶ πῶς λοιπὸν ἀλόγως ἀδιαφορήσω; καὶ μὴ μᾶλλον διασταλθῶ, καὶ ὑπεξαγάγω ἑαυτὸν ἀπὸ τῶν βλαπτόντων τὴν ἐλεεινήν μου ψυχήν; καὶ οἷος ἂν κίνδυνος παρῇ, τοῦ τῶν Πατέρων κορυφαιοτάτου βοῶντος καὶ λέγοντος, ὅτι Ἐάν τι παρ' ἐντολήν ἐστιν, ἢ τὴν ἐντολὴν παραβλάπτῃ, οὐδαμῶς ἀνέχεσθαι χρή· κἂν ζωῆς ἐπαγγελίαν ἔχῃ, κἂν θανάτου ἀπειλήν; Ἐῶ λέγειν ὅσαι παρυφίστανται καὶ ἄλλαι χρήσεις, μὴ ἐῶσαι ἡμᾶς ἐξυπάγεσθαι κἂν τὸ σμικρότατον γοῦν ἔξω τῆς ἐντολῆς· ἄλλως τε καὶ πάλιν παραγγελίαν ἔχοντας τοῦ μεγάλου Βασιλείου, ὅτι δεῖ πάντα ἀπαραλείπτως φυλάττειν τὰ διὰ τοῦ Εὐαγγελίου καὶ τῶν ἀποστόλων ὑπὸ τοῦ Κυρίου παραδεδομένα. Ταῦτα ὡς Πατρὶ καὶ φιλουμένῳ τεθάρρηκα φανερώσαί σοι· ἐπεὶ καὶ ἡμεῖς, ὡς μάρτυς ὁ καρδιογνώστης Θεὸς, οὔτε κηρύσσομεν (οὔτε γάρ ἐσμεν προύχοντες), οὔτε ἀπεχθανόμεθα· ἀλλὰ καὶ τὸν αὐτοκράτορα καὶ εὐσεβέστατον βασιλέα ἐγκαρδιωμένον ἔχομεν τῇ ἀγάπῃ, καὶ ἅπαντας τοὺς συγγενείς μου, φιλοΐδιος ὑπάρχων, ὡς ὑμεῖς γινώσκετε, καὶ μνημονεύομεν αὐτοῦ καὶ ἐν τῇ θείᾳ λειτουργίᾳ, καὶ ἐπευχόμεθα ἰδίᾳ τε καὶ δημοσίᾳ. Καὶ τῆς Ἐκκλησίας κοινωνικοί ἐσμεν. Καὶ μὴ εἴη ἡμῖν ποτε διασχισθῆναι ἀπ' αὐτῆς. Συγχωρήσατέ μοι τῷ μόνῳ ἁμαρτωλῷ· εἱλόμην θρηνῆσαι τὰς ἁμαρτίας
col. 923–924page 10 of 105
PG 99:923μου ἐν τῇ γωνίᾳ ταύτῃ, καὶ μὴ συμφύρεσθαι τοῖς ἐν κόσμῳ. Τί τοῦτο ἔγκλημα; χάρισαί μοι τοῦτο, ποθεινότατε ἀνεψιέ· οἶδα γὰρ ὅτι καὶ δύνῃ· καὶ ἠρεμεῖν ἐνταῦθα, καὶ ἀποδιίστασθαι παντὸς τυχόν ἀνθρώπου· καὶ τῇ ἐμμελεῖ ἀγχινοίᾳ σου τὰ σκολιὰ ποίησον λεῖα· καὶ τὰ τραχύνοντα καθομάλισον. Καὶ γενοῦ τοῦ εἰρηνικοῦ ἡμῶν βραβευτής, καὶ τῆς ἡσυχίας συνασπιστής· ἵνα εἰ καί τι ἡμῖν ἐστιν ἐν τούτῳ χρήσιμον, διαιτήσῃ δικαίως καὶ κατὰ λόγον. Ε΄. Στεφάνῳ ἀσηκρῆτις. Ἐν τῇ χθὲς ἡμέρᾳ, ἐπειδὴ τῆς εὐκλεους σου παρουσίας ἐν μεθέξει γεγόναμεν, μετά τινας ἄλλας ὁμιλίας, δι' ἃς καὶ ὁ τρόπος τῆς ἐνταῦθά σου ἀφίξεως, εἰς λόγον πως ἐληλύθαμεν Γραφικῶν ζητημάτων καὶ ἐν ἀμφιβολίᾳ πολλῇ συσχεθέντες, ἀπιθάνως πρὸς ταῦτα διέστημεν ἀπ᾽ ἀλλήλων· καὶ ἡμεῖς μέν, ὦ δέσποτα, ἰδιωτίζοντες, οὐ πάντως κατὰ τὴν παροῦσάν σου σοφίαν ὑπαντήσομεν. Ἵνα δὲ μὴ τῇ ἐφησυχάσει τῶν ὀφειλομένων λαληθῆναι κρίμα ἑαυτοῖς ἀπενέγκοιμεν (Ἐλεγμῷ γὰρ, φησίν, ἐλέγξεις τὸν πλησίον σου, καὶ οὐ λήψῃ δι' αὐτὸν ἁμαρτίαν), ἄλλως τε ὅτι καὶ σοφὸν ἐλέγχοντες μᾶλλον ἀγαπηθησόμεθα, ἀναγκαῖον ᾠήθημεν προσφωνῆσαί σοι τὰ ἐπιβάλλοντα. Ὁ κύριός μου, ἵνα συντόμως ἐρῶ, τὰς πολλὰς πεύσεις καὶ ἀντιῤῥήσεις ἐπισυστέλλων, ἔφησθα, ὡς οὐ χρὴ τὸν προεστῶτα ποιμενάρχην, ἄτερ πίστεως, ἐπὶ ταῖς ἄλλαις ἐντολαῖς τοῦ Κυρίου, κατὰ ἄγνοιαν ἢ ἐθελοντί πράττοντά τι τῶν ἀπηγορευμένων, πρός τινος ὑπομιμνήσκεσθαι, ἡμῶν λεγόντων, ὅτι καὶ μάλα· ἀλλ᾽ ὑπὸ τῶν προεχόντων ἐν γνώσει καὶ συνέσει παρὰ τοὺς ἄλλους. Καὶ πρὸς τοῦτο ὁπόθεν καὶ οὐ παραστησόμεθά σοι τὸ τοῦ λόγου ἄτοπον; Πρῶτον μὲν ἀπὸ τῆς Παλαιᾶς Διαθήκης. Τί γάρ σοι δοκεῖ τὸ τοῦ Δανιήλ; ἄρα τοὺς πρεσβυτέρους, καίπερ ὢν οὐ τοῦ ἐννόμου καιροῦ τῆς εἰς τὸ λέγειν καὶ παῤῥησιάζεσθαι ἡλικίας, παρανομοῦντας πρὸς τὴν τῆς θείας Σωσάννης καταδίκην, ἐπῃνέθη οὐ μόνον ὑπομιμνήσκων, ἀλλὰ καὶ κατακρίνων· καὶ ἢ οὔ; Εἶτα οὐ δέχῃ τὸν Ἰωὰβ ἐν τῇ ἀπαριθμήσει τοῦ λαοῦ, ὄντος τοῦ δράματος εἰς παρορ γισμὸν Θεοῦ, ἀντιβολοῦντα, ἐκλιπαροῦντα, ἀναπείθειν πειρώμενον τὸν θεῖον Δαβίδ, μὴ τοῦτο δρᾷν; οἶσθα γὰρ τὴν ἱστορίαν. Ἐμὲ δὲ δυσωπεῖ καὶ Ἰοθόρ ὑπομιμνήσκων τὸν μέγαν Μωσῆν, καὶ παρεγγυώμενος μὴ οὕτω διεξάγειν τὸν λαόν, καὶ οἱονεὶ στοιχειῶν, καὶ πρὸς τὴν οἰκείαν βουλὴν μεταῤῥυθμίζων. Καὶ τίς ὤν; Ἀλλογενής, εἰ καὶ κηδεστής. Καὶ τίνι φών; Τῷ πάντα κατὰ ἀποκάλυψιν Θεοῦ διαπραττομένῳ. Καὶ ταῦτα μὲν ἐπ' ὀλίγον· ἵνα μὴ μακρηγορήσωμεν. Μετιτέον δὲ ἐπὶ τὴν Νέαν. Αἰδεσθῶμεν, εἰ βούλει, πανεύφημε, καὶ τὸ τοῦ τῆς οἰκουμένης διαπρυσίου κήρυκος ὑπαγόρευμα, τό, Ἐὰν τῷ ἐσχάτῳ ἀποκαλυφθῇ ὁ πρῶτος σιγάτω. Οὐχ, ὡς ἀντιτείνει ἡ φιλότης σου, τοῦτο περὶ μόνης πίστεως. Καὶ, οἷον δή με παρέλαβε μικροῦ δεῖν, ὁ μέγας κήρυξ τῆς ἀληθείας Ἰωάννης ἐλέγχει τὸν Ἡρώδην. Ἐρωτῶ,

Letter VIEpistola VI

col. 925–926page 11 of 105
PG 99:925ἀπόκριναί μοι. Ἀλλ' ἀγχίθυρος ὁ πρὸς ἐμὲ οἶδ' ὅτι γέλως· τὸ ὅτι ἐν μέτρῳ τοῦ προφήτου ἰσοστατεῖ ἑαυτόν. Ἀλλ' οὐχ οὕτως, ὦ βέλτιστε· Ταῦτα δὲ, φησίν, ἐγράφη πρὸς νουθεσίαν ἡμετέραν. Καὶ ἀποθὶς ὁ Παῦλος· Μιμηταί μου γίνεσθε, καθώς κἀγὼ Χριστοῦ. Πῶς δὲ καὶ οἷόν τε ὀρθοδοξεῖν τὸν λοξοεργοῦντα, τοῦ θείου Ἰακώβου ἐνισταμένου, ἐκ τῶν ἔργων δείκνυσθαι τὴν πίστιν· καὶ τοὺς περὶ τὸ ἓν σφαλλομένους, μηδὲ τὸ θάτερον ἔχειν; Τοσούτων οὖν καὶ τηλικούτων ὄντων μαρτύρων, οὐκ οἴομαι ἀντιφάσκειν τὴν εὐγένειάν σου. Εἰ δὲ τοῦτο, ἀντεπιστελλέτω τῇ ἀσυμφιλίᾳ ἡμῶν ἀναλύσεις μὲν ἐν λόγῳ τῶν προταθέντων ἀντεξαγωγὰς δὲ διευκρινεστέρας τῶν συσκευασθησομένων σοι. Εἴθε καὶ πάρεισιν· ἡμεῖς γε σιωπήσομεν, καὶ συγγνώμην τῆς ἐνστάσεως, καίπερ ἐν ζήλῳ οὔσης, αἰτησόμεθα. Τὸ γὰρ ἐπιτιμᾷν μόνον, ῥᾷστον· καὶ τοῦ βουλομένου παντός, ὡς ἀναγινώσκεις· τὸ δὲ ἀντεισάγειν τὴν ἑαυτοῦ γνώμην διὰ μαρτυρίας τῆς θεοπνεύστου Γραφῆς, ἀνδρὸς ὄντως ὑγιοῦς καὶ νοῦν ἔχοντος· Πρὸς δὲ τὸ μὴ εἰς ἀμετρίαν ἐνεγκεῖν τὴν ἐπιστολὴν, ἐνταῦθα κατεπαυσάμεθα τὸν λόγον· παραθέντες καὶ χρήσεις τοῦ μεγάλου Βασιλείου, εἰς ἐντελεστέραν ἀπόδειξιν· φυλαχθείης οὖν ἡμῖν ἀμφοτέρωθεν· ἡμεῖς γὰρ τὸ τῆς ἀγάπης σου καλὸν, καὶ γράφοντες, καὶ μὴ γράφοντες, γλιχόμεθα ἔχειν. Ἐκ τοῦ εἰκοστοῦ λόγου τῶν Ἀσκητικῶν τοῦ ἁγίου Βασιλείου. Ὅτι δεῖ τὸν προεστῶτα ὑπομιμνήσκεσθαι παρὰ τῶν προεχόντων ἐν τῇ ἀδελφότητι, ἂν ποτε ἀποσφαλῇ. Ἐκ τοῦ τριακοστοῦ τετάρτου. Τὸν μὴ καταδεχόμενον τὰ παρὰ τοῦ προεστῶτος ἐγκριθέντα, χρὴ ἐν τῷ φανερῷ, ἢ ἰδίᾳ, αὐτῷ ἀντιλέγειν, εἴ τινα ἔχοι λόγον ἰσχυρὸν κατὰ τὸ βούλημα τῶν Γραφῶν, ἢ σιωπήσαντα τὸ προστεταγμένον ποιεῖν· εἰ δὲ αὐτὸς αἰσχύνεται, ἄλλοις τισὶ μεσίταις πρὸς τοῦτο χρησάσθω. Ἐκ τῶν Ἠθικῶν τοῦ αὐτοῦ λόγου ἑβδομηκοστοῦ δευτέρου. Ὅτι χρὴ τῶν ἀκροατῶν τοὺς πεπαιδευμένους τὰς Γραφὰς δοκιμάζειν τὰ παρὰ τῶν διδασκάλων λεγόμενα. Ὅτι δεῖ τὸν προεστῶτα τοῦ λόγου, μετὰ περισκέψεως καὶ δοκιμασίας πολλῆς, κατὰ σκοπὸν τῆς πρὸς Θεὸν εὐαρεστήσεως, ἕκαστον ποιεῖν τε καὶ λέγειν· ὡς ὀφείλοντα καὶ ὑπ' αὐτῶν τῶν πεπιστευκότων αὐτῷ δοκιμάζεσθαι. Ε΄. — Θεοκτίστῃ τῇ ἑαυτοῦ μητρί. Εἰ οἷόν τε ἦν δάκρυα ἐν γράμμασιν ἀποκομίζειν, ἐμπλήσας ταύτην μου ἂν τὴν ἐπιστολὴν, τιμία καὶ γλυκεῖα καὶ θεοπόθητέ μου μῆτερ, παρεπεμψάμην σοι ἐν ταύταις ταῖς ἡμέραις. Τῷ ὄντι γὰρ οὐκ ἀνεκτῶς φέρω τὰ περὶ τοῦ ἀκούειν, οὐ λέγω ἐντάφια, ἀλλὰ καὶ νοσήματα ἐπιθανάσιμα. Καὶ ἵνα τί οὕτως, μῆτερ μου, εἵλου ἡμᾶς ἐᾶσαι, ἀγαπήσασα τὸν μέλλοντα αἰῶνα· ἐκδημῆσαι ἀφ' ἡμῶν, καὶ ἐνδημῆσαι
col. 927–928page 12 of 105
PG 99:927πρὸς Κύριον; Ἀλλὰ τὰ ἐκεῖ πάντως ἠγαπήκεις· ἐκ πλείονος πόθου τῇ διαθέσει μετατεθεῖσα, τὴν καλὴν καὶ ἁγίαν μου ἀδελφὴν ὡς μᾶλλον ἐπεθύμησας καταλαβεῖν, καὶ τὸν γλυκύν μου κύριν Εὐθύμιον, μᾶλλον δὲ τὸν τῶν ἁγίων Χορόν. Καί, ὦ μήτερ, πῶς ἀδακρυτί παρελεύσομαι τὴν ἐπιστολὴν διερχόμενος; ἄρα ἀπόκειται τοῦτο τῇ δυστήνῳ μου ζωῇ, ἵνα καὶ τὸν σὸν θάνατον ἀκούσω; ἵνα ἐπιψάλω σοι θρηνῳδῶς; ἵνα ὁρῶν σου τὸν τάφον, ἐπιγράψω ἐλεγεῖα; ἵνα ὑπὸ γῆν αὐτὴ σώματι μὲν τεθῇς· πνεύματι γάρ, οἶδ' ὅτι ἐν οὐρανοῖς αὐλισθήσῃ· ἐγὼ δὲ ὑπὲρ γῆν ὦ, ἕλκων ἔτι τὸν ὀδυνηρὸν καὶ πολυαμάρτητόν μου βίον; Καὶ πῶς ταῦτα ἀνεκτά; μή μοι γένοιτο· πλὴν παραχωρητέον πάντα ἐν τῇ βουλῇ καὶ θελήσει τοῦ ὑπεραγάθου Θεοῦ ἡμῶν. Καὶ γὰρ οἶδεν ὅ τι συμφέρει ἑκάστῳ ἡμῶν· ἐπίσταται τὸ δέον· συναρμόζει τὸ πρέπον· φιλόστοργός ἐστι Πατήρ· καλῶς διατίθησιν ἅπαντα, εὐστόχως, εὐβούλως, πανσόφως, παγκάλως, ἀκαταλείπτως. Καὶ, ὦ τῆς σοφίας τοῦ βάθους τῶν κριμάτων αὐτοῦ· ὅτι ἀνεξερεύνητοι καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Προσέλαβε γοῦν τὸ πρότερον τὴν ἀδελφὴν, προσελήψατο δεύτερον τὸν ἀδελφόν· ζητεῖ τὸν τρίτον. Τίς εἴη οὗτος; Εἰ μὲν αὐτὴ, μέγα τὸ ἐγκώμιον· Τριαδικῆς γὰρ μερίδος ἔπαθλον διανύεις, καλῶς διαμείψασα τὸν βίον, πάντα ἀπολιποῦσα, πάντα δοῦσα Θεῷ, τὴν κεφαλὴν, τὰ μέλη, σαυτήν· ἐν ἀσκήσει κατατρίψασα τὸ τίμιόν σου σῶμα· πολύθλιπτον βίον διεξανύσασα· μᾶλλον δὲ τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν τοῦ Κυρίου βαδίσασα· καὶ νῦν ἐν γήρει καλῷ ζητοῦσα τὴν ἀνάλυσιν. Ταύτην τοίνυν ἀπεύχομαι τέως ἄρτι· Πλὴν, κράτιστον ὅ τῷ Θεῷ φίλον, καὶ τίς οἰκειοτέρως τὰ περὶ ἡμᾶς βουλεύσεται ἄτερ αὐτοῦ; Ἀλλὰ μοι χαῖρε, μήτερ, καὶ ζῶσα, καὶ κοιμωμένη. Οὐ γὰρ τεθνήξεις, διότι ζῶσα εἶ· προαιρέσει ἀπενεκρώθης τῷ βίῳ· διότι καλὸν ἀγῶνα ἠγώνισαι· διότι ἐστερήθης τῶν ἐπιγείων, ἵνα τὰ οὐράνια κληρονομήσῃς· διότι τοῖς τοῦ μαρτυρίου ὡμίλησας ἄθλοις ἀναιμωτί· τὰ μέλη σου ἡμᾶς ἀποτεμοῦσα διὰ τὴν ἀγάπην τοῦ Κυρίου· ἀμέριμνος ἀπέρχῃ, ἀδιάθετος. Οὐ γὰρ πάρεστί σοι τι διαθέσθαι, ἢ τὸ ἔνδυμά σου τὸ τρίχινον, καὶ εἴ τι ἄλλο τῆς ἀσκευάστου ζωῆς σχέδιον. Ἀπεντεῦθεν ἤδη γυμνὴ παρίστασαι τῷ Θεῷ, καθαρὰν τῆς τῶν ὑλῶν βορβορώσεως φέρουσα τὴν ψυχήν. Ἔχεις δ' ὅ τι ἡμῖν καταλείψεις, τὴν κραταιὰν εὐχὴν, ἣν καὶ νηπίοις ἡμῖν οὖσι σχεδὸν κατέπεμπες, σημειοῦσα καὶ κατασφραγίζουσα ἐν ταῖς νυκτεριναῖς ὥραις, λιτὰς ἀνθ' ἡμῶν τῷ Κυρίῳ ἐν παντὶ καιρῷ προσφέρουσα. Καταλείψεις δὲ καὶ τὸ ἄοκνόν σου ἐν ταῖς θείαις λειτουργίαις, καὶ φίλαγνον, καὶ σπουδαῖον, καὶ τὸ ἀποστολικὸν καύχημα τοῦ καμάτου. Τῷ ὄντι γάρ, πολὺς κάματος ἐκ τῶν ὁσίων σου χειρῶν ἐξελήλυθε, καὶ διεσκέπασε καὶ διέθαλψεν, οὐχ ἡμᾶς μόνους, ἀλλὰ καὶ ἅπασαν τὴν ἀδελφότητα· οἵ καὶ ὡς μητέρα πνευματικὴν ἔχοντές σε καὶ περιέποντες, τὰ ἴσα ἡμῖν καταλυποῦνται σε καὶ ἀνακαλοῦνται. Ταῦτα, ὡς μὴ γινόμενα, ἐσχηματίσαμεν ἐν τοῖς γράμμασι, παρηγορίαν ἡμῖν αὐτοῖς ποιοῦντες, καὶ ὑποδεικνύοντές σοι τὰ τῆς καρδίας ἡμῶν, ἅπερ καὶ ἐξ ἑαυτῆς

Letter VIIEpistola VII

col. 929–930page 13 of 105
PG 99:929ἐπίστασαι. Ἐγὼ τοίνυν, μητέρ μου ἁγία, ὡς οἶσθα, εἰ καὶ ἤθελον εἰσελθεῖν, οὐκ εἶχον πῶς, διὰ τὴν φροντίδα τὴν ἐπικειμένην μοι ἀναξίως, καὶ οὐκ οἶδα ποίῳ λόγῳ. Ὡς θαυμαστὸν γὰρ, φησίν, εἰ καὶ Σαοὺλ ἐν προφήταις· καί γε καὶ Θεόδωρος ἐν ἡγουμένοις. Τοῦτό με εἶρξε, τοῦτό με ἐδέσμησεν. Ἐπεὶ σιδηραῖς ἀλύσεσιν εἰ ἦν κατεπιασμένος, διέῤῥησσον αὐτάς, καὶ πρὸ προσώπου σου ἱστάμην. Νῦν δὲ ἀντὶ ἐμοῦ ἔπεμψά σοι τὸν πρεσβύτερον εἰς μικρὰν παραμυθίαν, ὅτι καὶ αὐτός σοι ποθητὸς καὶ τίμιος· ἵνα ἐν πᾶσι συμπαρῇ τῇ ἀσθενείᾳ σου, ἐπισκεπτόμενος καὶ φροντίζων τὰ δέοντα· κἄν τε ἐπιμένῃς ἐν τοῖς αὐτόθι, ἐπιμένῃ· κἄν τε ἐξέρχῃ, συνεξερχόμενος ἅμα τῷ οἰκονόμῳ. Λοιπόν, ὡς εὐοδώσει ὁ Θεὸς, καὶ φέρει ἡ ἀσθένεια, οὕτως, μητέρ μου τιμία, καὶ διαγενοῦ, καὶ μὴ ὑπὲρ δύναμιν ταθῇς θέλουσα ἐξελθεῖν. Τάχιον δὲ ὅπως διαφέρῃ ἐν τῇ νόσῳ, διάγνωσιν πέμψον ἡμῖν, ἵνα εὐψυχήσωμεν μικρόν. Κανόνα δὲ εὐθέως πάντες οἱ ἀδελφοὶ ἐποίησάν σοι, καὶ εὐχὴν ἔχουσι διηνεκῆ περὶ τῆς ὑγείας σου. Χάρισαι ἡμῖν τὴν ἁγίαν σου εὐχήν· εὐλόγησον ἡμᾶς μητρικαῖς δωρεαῖς· ἄσπασαι ἡμᾶς διὰ τοῦ γράμματος. Δὸς ἡμῖν τὴν εἰρήνην, ἣν ἔχεις διὰ τῆς χάριτος τοῦ Χριστοῦ, καὶ ἕξεις εἰς αἰῶνας αἰώνων. Φωνή, φησίν, ἐν Ῥαμᾷ ἠκούσθη, ὁ θεοπτικώτατος Ἱερεμίας· θρήνος καὶ ὀδυρμὸς πολύς· Ῥαχὴλ τότε κλαίουσα τὰ τέκνα αὐτῆς. Τὰ δὲ παρόντα οἷα καὶ ἡλίκα; Πόθεν που χθές, δέσποινα ἡμῶν πανάγαθε, ἀναφανέντες ἄγγελοι τοῦ ἱεροῦ σου παλατίου, καὶ ἀκουτίσαντες ἡμῖν πάσας τὰς γεγενημένας σου τῶν ἔργων ἄρτι αἰνέσεις; Ἤχησαν ἡμῶν ἀμφότερα ὡς ἀληθῶς τὰ ὦτα. Τί τοιγαροῦν; ὅτι ἦρας συσσεισμὸν ἐν τοῖς πέρασι τηλικαύτης εὐσεβείας· καὶ ἰδοὺ ἤκουσε σοι κυκλοτέρωθεν, ὡς νεφέλαι πετόμεναι, λιταὶ παμπληθεῖς, γεραίρουσαι τὸν Θεὸν ὑπὲρ τῶν αἰτίων σου καταπράξεων. Φράζε ἡμῖν, ὦ δέσποινα, τίς ὁ ἐπιβιβάσας σου τὸν καθαρώτατον νοῦν ἐπὶ τὰ ὕψη τῶν νοημάτων τῆς ἀληθείας· ὥστε ὡς ἀπὸ σκοπιᾶς τινος ὑψηλῆς μετεώρου καταθρῆσαι τὰ τοιαῦτα ἀρεστὰ Θεῷ καὶ ὅσια; Δίδαξον ὅθεν σοι ὁ τῆς εὐσεβείας τοσοῦτος ἔρως ἐνέσκηψε· καλῶς ἀπληστεύεσθαι τὰ θεάρεστα, καὶ εἰς ὕπερ ἐλάσαι φειδοῖς τῆς ὑπὲρ τῶν Χριστιανῶν ψυχικῆς τε καὶ σωματικῆς πολυωφελοῦς προμηθείας. Ἢ ἐπειδὴ πολὺ τὰ θεῖα φρονοῦσα, καὶ ἱμειρομένη μητρικῶς, οὐκ ἀρκετὸν ἡγήσω τὸ μόνον τὸν λαόν σου τῇ ἄνωθεν ἐπικουρίᾳ, ὡς ἐξ Αἰγυπτιακῆς τινος δουλείας, τῆς δυσσεβοῦς, φημί, πίστεως, λυτρώσασθαι· εἰ μή, μετὰ τῶν προλαβόντων πολυτρόπως ἐκλαμψάντων σοι δίκην ἀστέρων ἀγαθουργημάτων, καὶ τὴν παροῦσαν, ὡς κολοφῶνά τινα τῶν ἀρετῶν, ἐπιπροσθήσασθαι χάριν; Ἅγιος, ἅγιος, ἅγιος. Εὐφράνθη ὁ οὐρανὸς
col. 931–932page 14 of 105
PG 99:931ἄνωθεν, μετὰ τοῦ ἱεροφωνοτάτου Ἠσαίου ἐπιβοήσομεν, εἰ καὶ τολμηρόν, ὅτι ἐλέησεν ὁ Θεὸς διὰ σοῦ τὸν λαὸν αὐτοῦ. Ἐπλήσθη γοῦν ἡ σύμπασα σου βασιλεία χαρᾶς καὶ ἀγαλλιάσεως· ὅτι ἀφῄρηται ὁ ἄνομος ζυγὸς ὁ ἐπ' αὐτὴν κείμενος, καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου τῆς τοιαύτης ἐπικρατήσεως. Τίς ἤκουσε τοιαῦτα; δεῦρο, εἴπατε, ἄνδρες. Καὶ τίς ἑώρακεν ἐπ' ἄλλης βασιλείας τοιοῦτον καὶ τοσοῦτον κατόρθωμα; Ἐπαινέσατε αὐτὴν, πάντες οἱ λαοί· μεγαλύνατε αὐτὴν σὺν ἡμῖν, ἄρχοντές τε καὶ ἀρχόμενοι, ἱερεῖς τε καὶ μονασταὶ, καὶ πᾶν τὸ Χριστιανικὸν φύλον. Οὐδὲ γὰρ, ὅτι τῶν τοσούτων τοῦ χρυσίου ταλάντων ἡ ἄφεσις γέγονε, θαυμαστόν μόνον, καίπερ ὂν ἀνυπέρβλητον· ἀλλ' ὅτι καὶ πόρος ἀδικίας πολυπλάσιος ἐν τῇ τοιαύτῃ ὑποθέσει συνεξεκόπη, ὁσιώτατον. Ἤρθη ἐκ μέσου στραγγαλιὰ βιαίων καὶ ψυχοφθόρων ἀπαιτημάτων, λαθοῦσα τοὺς πρὸ σοῦ ἅπαντας, καίπερ τινὰς εὐσεβῶς βεβασιλευκότας. Τοῦτο γάρ σοι ἀπέκειτο. Πέπαυται ἐφομοσία, πολυορκία, μᾶλλον δὲ ψευδορκία ἐπί τε τῶν ἀπαιτούντων καὶ ἀπαιτουμένων· ἀμφοτέρων ἐντεῦθεν ὡς τὸ συμβὰν ἀπολλυμένων, τοῦ μὲν ὅ τι ἀποκρύψειε πειρωμένου, τοῦ δὲ, ὅ τι ὑπερπιάσεις καταπολιορκοῦντος. Πέπαυται ἔκθλιψις στενοχωρουμένων, καὶ πενομένων φροντιστήρια, οὐχ ὅπως τῆς πτωχείας φάρμακον ἀλεξιτήριον ἐξευρεθείη ζητούντων· ἧττον γὰρ ἦν ἂν τὸ λυπηρόν· ἀλλ' ἵνα τὸ ἀσύνθετον, καὶ ἄνωθέν πως ὡς ἁμαρτίας γέννημα ἐπεισφρήσαν, ἀποτίσωνται τοῖς πράκτορσιν. Οὐκέτι αἱ ὁδοὶ τελωνοῦνται, ὅσαι κατὰ γῆν, ὅσαι κατὰ θάλασσαν. Ἀντίφθογγα ταῦτα τῶν ὑπὸ τοῦ μεγάλου καὶ ἱεροῦ Χρυσοστόμου εἰρημένων. Οὐκέτι ἠπειρῶται ἐξαργυρίζονται ἄδικα κατὰ τοὺς στενωποὺς ἐκ τῶν ἐπικαθημένων ὡσανεὶ ἀγρίου τινὸς δαίμονος, ἢ ἀτιθάσσου θηρὸς, ἀπογευομένου πάντως ἐκ τῆς τοῦ πενομένου ὁδίτου ἐπιφορτώσεως. Οὐδ' αὖ δέει τῶν τοιούτων αἰσχρῶν λημμάτων οἴκοι μένουσιν οἱ ἀπορούμενοι, μήτε τὰ ἐν ἄστει, μήτε τοὺς παραθαλασσίους τόπους καταλαμβάνοντες· πανταχοῦ γὰρ οἱ τῆς ἀδικίας σκόπελοι προεστήκασιν. Οὐκέτι οἱ πλωτῆρες ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βοριᾶ ἐξορμώμενοι καὶ καταπλέοντες ὑποπνίγονται, ὡς ἂν ἐκ λαιμοῦ τοῖς στενοῖς στομίοις τὸ τελωνούμενον ἀποδώσοντες. Ἀφείθησαν οἱ τὴν ἀγρευτικὴν μέθοδον μετερχόμενοι, κούφως ταύτην διαλαμβάνοντες. Εἰρήνη ἱερόψυχε. Ὁ ἁλιεὺς τυχὸν τρεῖς ἰχθύας ἀνελκύσας, καὶ τοῦτο πάντως πολλὰ κεκοπιακὼς δι' ὅλης ἡμέρας, τὸν ἕνα οὐκ ἀποτίννυσιν. Ὁ τοξότης ἢ ὁ ἐξευτὴς οὔσπερ ἐθήρευσεν ὀλίγους τάλας ὄρνεις, ἐξ ὧν αὐτῷ ἡ ἀναγκαία τροφή, ἀλογοθέτητος διαμένων εὐζωήσειεν. Αἱ στρατιώτιδες τὸ οἰκεῖον πένθος ἔχουσαι τῆς ἀνδρικῆς ἀποβολῆς, οὐκ ἐπιθρηνήσουσι πικρῶς τὴν ὑπὲρ τοῦ θανέντος ἐλεεινὴν καὶ ἀπάνθρωπον ἐξαπαίτησιν. Καὶ πάρειμι τοὺς συβότας, τοὺς προβατεμπόρους, τοὺς οἰνοπράτας. Ἐῶ λέγειν τοὺς κρεωπώλας, τοὺς ἱστουργοῦντας, τοὺς χαλκοτύπους, τοὺς σκυτοτόμους, τοὺς δευσοποιούς, ἀρωματοπράτας τε καὶ ἀρχιτέκτονας· καὶ συλλήβδην εἰπεῖν ἅπασαν μέθοδον, ὅση κατὰ χρυσουργίαν, ὅση κατὰ ξυλουργίαν, ὅση κατὰ πᾶσαν ἄλλην ὕλην ἐπιθεωρεῖται· ἵνα μὴ μακρὸν ἀποτείνοιμι λόγον· ἐν τῇ τοιαύτῃ κατακερματίᾳ, ὦ πανάγαθε δέσποινα, ἐπεκρότησαν
col. 933–934page 15 of 105
PG 99:933ταῖς χερσὶν αὐτῶν ἅπαντες, καὶ ἐχάρησαν χαρὰν μεγάλην σφόδρα, ἐκεῖνα εἰρηκότες· Εὐλογήσω σε, Κύριε, ὅτι ἠλέησάς με, καὶ ἐγένου μοι εἰς σωτηρίαν. Διὸ πεποιθὼς ἔσομαι ἐπὶ τῇ θεοσδότῳ σου βασιλείᾳ. Ταῦτα πάντα αἰνέσεως πλήρη καὶ ἐξυμνήσεως, Εἰρήνη φίλη Χριστοῦ, τὸ γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα. Ταῦτα οὐ μόνον ἐν τῇ ἐπικρατείᾳ τῆς βασιλείας σου, ἀλλὰ καὶ μέχρι τερμάτων τῆς οἰκουμένης διαδοθήσονται, καὶ ἀκούσονται ἡμᾶς ἀλλοεθνεῖς, καὶ θαυμάσονται, καὶ πτοηθήσονται ἀπὸ τῆς εὐπραξίας τῶν σοφῶν σου ἐπιτηδευμάτων. Αἰδοῦνται γάρ, φησὶν, ἀνδρῶν ἀρετὴν καὶ πολέμιοι, ὁ τῶν θεολόγων διαπρύσιος. Οὕτω φυλάττεταί σου ἀῤῥαγὲς τὸ βασίλειον· οὕτως εἴκει καὶ πείθεταί σοι ἀσμένως τὸ ὑπήκοον. Ταύτῃ θεραπεύεις τὸ θεῖον· ταύτῃ ἐπευφραίνεις τοὺς ἐκλεκτούς Θεοῦ ἀγγέλους, ἀλλ᾽ οὖν καὶ τοὺς ὁσίως καὶ δικαίως πολιτευομένους, Εἰρήνη θεώνυμε. Ἐν τούτοις ἡ εὐσέβειά σου διαλάμπει. Ἐν τούτοις πᾶν στόμα καὶ πᾶσα γλῶσσα πρὸς αἴνεσίν σου ἐξανοίγεται. Αὕτη ὡς ἀληθῶς ἡ δόξα τῆς Ἐκκλησίας· αὕτη ἡ σφραγὶς τῆς περιποιηθείσης σοι πατρικῆς καὶ θεοπνεύστου τῶν Χριστιανῶν ὀρθοδοξίας, ἔκδικε τοῦ Θεοῦ, καὶ τῆς ἀληθείας ὑπέρμαχε. Τηλικαῦται σου αἱ τῶν ἀρετῶν ἐπιδόσεις, ὡς μεγάλοι καὶ ἀξιέπαινοι οἱ μισθοί σου· ὡς πολύ σου καὶ ὑπερβάλλον τὸ ἀνταπόδομα παρὰ τοῦ τῶν ὅλων Θεοῦ. Μέγα μὲν γὰρ καὶ τὸ ἕνα σώζειν. Πῶς γὰρ οὔ; ἐπεί, ὥς φησιν ἡ θεία Γραφή, Ὁ ἐξάγων ἄξιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσται· τὸ δὲ τοσαύτας ψυχὰς καὶ τὸ πᾶν τοῦ λαοῦ, πῶς οὐ μέγα καὶ σεβάσμιον, καὶ τῆς ἄνωθεν μεγαλοδωρεᾶς ὄντως ἐπάξιον; Σὺ οὖν τὸ μέγα ὄντως καὶ πραγματικὸν ὄνομα, μετὰ τοῦ παντὸς καλοῦ εἰσεληλύθας εἰς τὰ βασίλεια· καὶ σὺ τὰ ἐγκαταλείμματα τῆς δικαιοσύνης ἐάσειας διαιωνίζοντα. Η΄. — Συμεὼν ἡγουμένῳ. Ὑπὲρ ἡμᾶς τὰ καθ᾿ ἡμᾶς ὑπολαμβάνουσα ἡ πατρική σου ἁγιωσύνη, διὰ τῶν δύο αὐτῆς ἰδιογράφων ἐπιστολῶν ὡμίλησεν ἡμῖν τὰ ξενίζοντα καὶ ἐκπλήττοντα. Ἀλλὰ περὶ μὲν τῶν γραμματοφόρων εὐδόκησεν ὁ Θεὸς, ὑποκλιθέντος τοῦ ἡγουμένου, ἀναληφθῆναι αὐτοὺς ἐν τῷ οἰκείῳ αὐτῶν μοναστηρίῳ· καλῶς τοῦτο πραξάσης τῆς θεοσεβείας σου, εἰς τὸ ἀνθυπενεγκεῖν αὐτοὺς διὰ τοῦ διδακτικοῦ αὐτῆς λόγου εἰς τὰ πατρῷα καὶ πνευματικὰ σπλάγχνα. Περὶ δὲ τοῦ λειποτακτήσαντος ἀδελφοῦ ἡμῶν, καὶ ὡς ἐκ παραδείσου τῆς κοινοβιακῆς ζωῆς ἐξοστρακισθέντος, οὐκ οἶδ᾿ ὅ τι εἴπωμεν. Καὶ ἡμεῖς ἑωρακότες τὸν ἄνδρα τὸ πρότερον ὡς ἀληθῶς ἄμπελον θεοφύτευτον, πᾶσαν ἀληθινὴν, πᾶσαν καρποφόρον. Καὶ πῶς ὅτι ἄρτι ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν· στραφείσης αὐτῆς, ὡς εἰπεῖν, εἰς

Letter VIIIEpistola VIII

col. 935–936page 16 of 105
PG 99:935πικρίαν θανατικήν; Μὴ γὰρ ὅτι οὐ παραδοθεὶς τοῖς ἀτιθάσσοις θηρσὶ τῶν παθῶν, φιλοσαρκίας τε, φημί, καὶ φιλαρχίας, ἔστιν ἰδεῖν αὐτὸν ἄρτι τῇ τοῦ νοῦ θεωρίᾳ βιβρωσκόμενον ὑπ᾽ αὐτῶν, καὶ κατασπαραττόμενον οἷα ἀπὸ στόματος λεόντων; Τὴν ἴσην γάρ, ὡς οἶσθα, κρίνει ἀπόπτωσιν ὁ θεῖος Βασίλειος, τῷ ἀλόγως ἀναχωροῦντι καὶ ἀποσχιζομένῳ πατρός, τοῦ καὶ αὐτὸ τὸ θεῖον ἐπάγγελμα ἀποῤῥιπτομένου. Διὰ τοῦτο καὶ τῆς αὐτῆς εἰσι καταδίκης ἐπὶ τῆς ἀκοινωνησίας, καὶ τῶν ἄλλων ἐπιτιμίων. Ἀλλὰ τοῦτον μὲν εὐχόμεθα ὡς ἁμαρτωλοὶ ἀντωπῆσαι πάλιν πρὸς τὸ πρότερον φῶς, ἐκ τῆς ἀμβλυωπαθοῦς καὶ ἐξοφωρένης αὐτοῦ ἐννοίας· καὶ οἴκαδε αὖθις ἐπανιέναι πρὸς τὸν γλυκὺν Πατέρα, καὶ τὴν φιλτάτην συνοδίαν. Αὐτοὺς δὲ τοὺς ἀδελφοὺς παρακαλοῦμεν στῆναι γενναίως πρὸς τὴν κοινοβιακὴν ἄθλησιν· καὶ μὴ σαλευθῆναι ἐκ τῆς τοῦ ἀσεβοῦς καταπτώσεως· μᾶλλον δὲ καὶ μᾶλλον ἐντεῦθεν ἐπιδράξασθαι γνησιωτέρας πίστεως καὶ ἀδιασπάστου συντεύξεως, τοσοῦτον μέχρις αἵματος, καθὼς οἱ θεοφόροι Πατέρες διαγορεύουσιν, ἵνα τελειότητι τοῦ ὑποτακτικοῦ αὐτῶν βίου, τὸν τοῦ μαρτυρίου στέφανον ἀναδήσωνται ἐν τῇ ἡμέρᾳ τῆς διαγνώσεως, χορεύοντες μετὰ Δοσιθέου, καὶ Ἀκακίου, καὶ Δομετιανοῦ, τῶν πάνυ παναγίων, τῶν πανυπηκόως τὴν πολιτείαν τετελειωκότων. Σήμερον γάρ, καθὼς αἱ λοιπαὶ φωναὶ τῆς ὁσιότητός σου, ἀκρισία πᾶσα καὶ ἀνυποταξία· ἐπερειδομένων τῶν πάντων σχεδὸν εἰπεῖν ταῖς ἀνθρωπίναις συνηθείαις, καὶ ταῖς τῶν προσεχεστέρων διακρατήσεσιν, ἐξ ἐναντίας ἐχούσαις τῶν ἐντολῶν τοῦ Θεοῦ· καὶ μᾶλλον αἱρουμένων τοῦ δεῖνος καὶ τοῦ δεῖνος ἡγουμένου παρατηρεῖν τὸν βίον, ἢ τῶν θεσπεσίων Πατέρων ἡμῶν. Ἔνθεν οἱ ποιμένες, ἐξ ὧν ἐγὼ πρῶτος, ἠφρονεύσαμεν, καὶ τὸν Κύριον οὐκ ἐκζητοῦμεν, οὐδὲ τὸ ἀμώμητον καὶ τὸ ἀκράδαντον τῆς πολιτείας ἰχνηλατοῦμεν· ἀλλ᾽ ὡς παλαιωθέντος τοῦ θείου νόμου, καὶ ἀργήσαντος τοῦ Εὐαγγελίου, καὶ ἀτονησάντων τῶν πνευματικῶν θεσμῶν, καὶ, ἵνα τι εἴπω καὶ βλασφημότερον, ὡς ἀλλοιωθέντος τοῦ ἀναλλοιώτου Θεοῦ. Τοῦτο γάρ ἐστι πρὸς τὸ λέγειν καὶ καταιτιᾶσθαι τοὺς χρόνους καὶ τὰς ἡμέρας καὶ τὰς γενεάς, ἀλλοίως μὲν ἐκείνας, καὶ ἀλλοίως ταύτας. Ἐγὼ δὲ ἀνταποκρίνομαι ὡς οὐ παρὰ τὸ τοῦ χρόνου διάφορον τοῦτο ὑπήχθη. Οὐδὲ γὰρ ἑτερόμορφος γέγονεν ὁ οὐρανός, οὐδὲ ἑτεροκίνητος, οὐδὲ ἑτερολαμπὴς ὁ δημιουργὸς τῆς ἡμέρας φωστήρ, οὐδὲ παρὰ τὴν πρὶν τάξιν φέρεται τε καὶ διεξάγεται τὸ πᾶν. Ἔστησε γὰρ αὐτὰ, κατὰ τὰ Λόγια, εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Ἀλλὰ τοῦτο συμβέβηκεν, ὦ ἁγιώτατε, κατὰ τὸ ἐνηλλαγμένον τῆς αὐτεξουσίου προαιρέσεως, ὀλιγωρησάσης ἐκ τοῦ θείου ἔρωτος, καὶ περὶ τὰ πρόσκαιρα τὴν ἑαυτῆς ἔφεσιν ἐκδεδωκυίας, καὶ οὐ θελούσης, οὐδὲ αἱρουμένης τῶν εὐκλεῶν ἐφάψασθαι παραδειγμάτων, οὐδὲ μεταγράψαι ἀπὸ τῆς ἀρχετύπου καὶ πατρίου θεοειδοῦς εἰκόνος, ἐκ δὲ τῶν δυσμόρφων καὶ ἀλλοκότων καὶ τερατουργουμένων. Διὰ τοῦτο τὰ ψυχικὰ ἰνδάλματα ἐπιφέρομεν, τὸ μέν τι ἀνθρωπείου μέρος ἔχοντα, τὸ δὲ κυνός, τὸ δὲ λεοπέρδου τυχόν, τὸ δὲ ἰχθύος, ἤ τινος ἄλλου τῶν ἑρπε
col. 937–938page 17 of 105
PG 99:937τῶν· ἀναγωγικῶς ταῦτα λαμβανούσης τῆς ὁσιότητός σου. Οἱ τὰ τοιαῦτα τοιγαροῦν ἐκ φενακισμοῦ βατταρίζοντες, ἢ ῥηξάτωσαν γυμνῇ τῇ κεφαλῇ τὰ Εὐαγγέλια, καὶ τὰ μαρτύρια, καὶ τὰ δικαιώματα τοῦ Κυρίου, καὶ πᾶσαν δέλτον ἁγιοπαράδοτον, ἢ τοῦτο μὴ ποιοῦντες, τὸ νηπιῶδες φρόνημα καὶ ἀλόγιστον ἀποθέμενοι, ὡς ὄντως εἰς ἄνδρα τελοῦντας τῆς ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, κατὰ τὰ θεοπαράδοτα λόγια· καὶ περιπατείτωσαν, καὶ τοὺς ἄλλους ἐκπαιδευέτωσαν· ἢ μηδ' ἕτερον τῶν εἰρημένων ποιοῦντες, καὶ γοῦν τὸ ἑαυτῶν ἀθέλητον καὶ ἄσωτον κατηγορησάτωσαν. Ἴσως γὰρ αὐτοῖς ἔσται καιρὸς ἀνανήψεως. Φεῦ δέ μοι! Πάτερ τιμιώτατε, ὅτι ἔνοχος ὢν πάντων τῶν εἰρημένων, καὶ πάσης διαστροφῆς καὶ ἀνευθύτητος ὑπουργός, ὡς ἐπεμβαίνειν ἄλλοις ἠρξάμην καὶ νομοθετεῖν. Κλαυσάτωσαν καὶ θρηνείτωσαν ἐπ' ἐμοὶ καὶ αὐτοὶ οἱ ἀναίσθητοι λίθοι, κινδυνεύοντι κατὰ πᾶσαν ὥραν, καὶ ῥήσσοντι τὸ ποίμνιον τοῦ Χριστοῦ ἀναξίως μοι παραδεδομένον. Τοσαῦτά μοι προήχθη κελεύοντί σοι, ὧν θεοτίμητε, ἀνταποκριθῆναι. Αὐτὸς δὲ ἐρηρεισμένος ὢν τῇ δυνάμει τοῦ Πνεύματος, καὶ τῇ περιλήψει τῶν νομίμων καὶ πατρίων ἐντολῶν, ἀκίνητος μένοις καὶ ἀσάλευτος καὶ ἀκαταπτόητος ἐκ τῶν παρά τινων πολυτρόπως προσεπεισφρησάντων σοι, οἷα ἀνέμων ἢ τρικυμιῶν, λογυδρίων, βαίνων ἐν τῇ βασιλικῇ ὁδῷ τῆς ἀκραιφνοῦς πολιτείας, καὶ τὴν ἐφ' ἑκάτερα παρατρέχων ματαιολογίαν τῶν ἀνθρώπων, εὐχόμενός τε ἀδιαλείπτως ὑπὲρ τῆς ταπεινώσεως ἡμῶν τὰ κράτιστα. Θ΄. – Γελασίῳ μαθητῇ. Ὦ τέκνον μου, ἀββᾶ Γελάσιε, πῶς ποτέ σε ἐξωστράκισεν ὁ ἀρχέκακος Σατανᾶς ἐκ τοῦ κοινοβιακοῦ παραδείσου, ὡς ποτὲ τὸν Ἀδὰμ ἐκ τῆς Ἐδὲμ, πεισθέντα τῇ βουλῇ τοῦ ὀφιογνώμονος Ἀμμοῦν; Καὶ ἄρτι αὐλίζῃ ἐν τόποις οὓς οὐκ ἐπισκοπεῖ ὁ Κύριος, ἀκανθοφορῶν καὶ ἐργαζόμενος ἐν ἱδρῶτι τοῦ προσώπου τὰ πάθη τῆς ἀτιμίας. Τί γὰρ καλὸν ἐξεληλυθὼς εἰργάσω, ἢ ἐργάζῃ; Τί δὲ οὐ μᾶλλον πονηρόν καὶ ἀπευκτόν; Ἐξέλιπέ σου τὸ νοερὸν φῶς τῆς ὁδοηγίας· ἐσβέσθη ὁ σπινθὴρ τῆς πνευματικῆς φιλίας. Οἱ φίλοι σου καὶ οἱ πλησίον σου, οὐ μόνον λέγω τοὺς ποθεινούς σου ἀδελφούς, ἀλλὰ καὶ τοὺς τοῦ Θεοῦ ἀγγέλους, ἐξ ἐναντίας σου ἀπομακρόθεν ἔστησαν, καὶ ἤγγισαν οἱ δαίμονες, ἐκζητοῦντες ἀποκέσαι σου τοὺς προειργασμένους ἀσκητικοὺς καμάτους. Ποῦ ποτέ σου ἡ καθαρὰ προσευχή; ποῦ ποτέ σου ἡ ἀκράδαντος ὁμολογία; ἡ φωτοποιὸς ἐξαγόρευσις; ἡ ἀγγελικὴ χοροστασία, ἡ θεομίμητος ὑπακοή; ἡ χριστοφόρος ταπεινοφροσύνη; ἐκεῖνο τὸ καλὸν καὶ τερπνόν, ὃ ᾖδεν ὁ ἀσματογράφος Δαβίδ, ἡ ἐπὶ τὸ αὐτὸ συνοίκησίς τῶν ἀδελφῶν; Τούτων πάντων ἐπειδὴ ἔρημος γέγονας, τέκνον μου, ἔχεις ἀντεισαχθέντα σοι ἐναντία, σκοτασμὸν νοῦ, ἀναλγησίαν ψυχῆς, πώρωσιν καρδιακήν, δυσπιστίαν, ἀνελπιστίαν, ὀλιγωρίαν, φόβον θανάτου, τρόμον ἀπολογίας. Καὶ τί δεῖ καταλέγειν ἓν ἕκαστον, ὅτι στένων καὶ τρέμων Καϊνικῶς πάντως διαβιοῖς; Καὶ οὔπω λέγω τῶν σαρκικῶν

Letter IXEpistola IX

col. 939–940page 18 of 105
PG 99:939παθῶν τὴν ἰσχὺν, ἀναρριπίζοντά σου τὰ ἐντὸς, καὶ ἀναφλέγοντα τὴν ἁμαρτίαν. Διό δή, τέκνον μου, ἐπιγνοὺς τὸ ἀληθὲς διὰ τῆς ταπεινῆς μου ἐπιστολῆς, καὶ ἀναβλέψας πρὸς τὸ φῶς, καὶ κατανυχθεὶς θεϊκῶς, καὶ πληγεὶς φιλικῶς, καὶ ἀναπλήσας καὶ ἀναγνωρίσας ὅθεν ἐξέπεσας, καὶ ἐν ποίοις εἶ δεινοῖς, καὶ ποῦ παροικεῖς, ὡς εἰπεῖν, μετὰ τῶν σκηνωμάτων Κηδάρ· ἀνάστηλον, καὶ ἀναπήδησον, καὶ ἀναεγέρθητι, καὶ ἀνανεώθητι, καὶ ἀναθερμάνθητι· καὶ μὴ ὥραν, μὴ ἡμέραν, μὴ ἑβδομάδα· ἀλλὰ θάττον χαίρειν πᾶσιν εἰπών, ἧκε ἐρρωμένως καὶ ἀνενδοιάστως πρός με τὸν δύστηνον σου Πατέρα, καὶ πρὸς τὴν καλήν σου ἀδελφότητα, καὶ πρὸς τὸν μέγαν Πατέρα μου καὶ Πατέρα σου. Καὶ πρὸς τοῦτο ἐβουλόμην μὲν, ἡνίκα ἔμαθον ὅτι αὐτόθι ἐξεπελάσθης, καὶ ἀδελφὸν πέμψαι σὺν τοῖς γράμμασιν, ἵνα σε ἀναρρύσηται. Ἐπεὶ δὲ ὁ γραμματοφόρος καὶ πρεσβύτερος ἐβεβαιώσατό με πάντως ἐκ μόνων τῶν γραμμάτων ἥκειν σε, διὰ τοῦτο ἠρκέσθην τῇ ἐπιστολῇ. Καὶ δὴ πάντως, τέκνον μου, καθὼς εἴρηται, οὐ μόνον ἐγὼ ὁ τάλας, καὶ ὁ Πατήρ μου, ἀλλὰ καὶ οἱ δεσπόται ἡμῶν, ὁ Πρόδρομος, καὶ ὁ Θεολόγος, ἐγκελεύονται σοι, τάχιστα ἀποκινῆσαι, πρὶν ἀπροσδοκήτου θανάτου καταλάβῃ τὸ τέλος. Εἰ δέ τι, ὃ οὐχ ὑπολαμβάνω, σκληρυνόμενος σκληρυνθῇς καὶ αὐθαδιάσεις· γίνωσκε ἀκοινώνητόν σε εἶναι, καὶ ἐκ πάντων τῶν ἁγίων, καὶ ἐξ ἡμῶν τῶν ἁμαρτωλῶν, ἕως ἂν ὄψει τὸ πρόσωπον ἡμῶν. Εἰ δὲ ἀποκινήσεις, καθὼς ἐνετειλάμεθα, ἤδη ἐρχόμενος λελυμένος εἶ, καὶ τῶν θείων δώρων, καὶ τῶν ἄλλων βρωμάτων. Ι΄. — Νικολάῳ μαθητῇ. Ἐπειδὴ εὐδοκίᾳ Θεοῦ προεβιβάσθης, τέκνον πνευματικὸν Νικόλαε, εἰς τὸ τῆς ἡγουμενείας ἀξίωμα, δέον παραφυλάξαι σε πάντα τὰ ἔντεταλμένα σοι ἐν τῷ παρόντι γραμματίῳ. Οὐ διαλλάξεις οὖν ὅνπερ παρέλαβες τύπον καὶ κανόνα παρὰ τῆς πνευματικῆς σου μονῆς ἐν ἅπασιν ἄνευ ἀνάγκης. Οὐ κτήσῃ τι τοῦ κόσμου τούτου, οὐδὲ ἀποθησαυρίσεις ἰδιορίστως εἰς ἑαυτὸν μέχρι καὶ ἑνὸς ἀργυρίου. Οὐ διαμερίσεις τὴν ψυχὴν καὶ τὴν καρδίαν σου ἐν σχέσει καὶ φροντίδι, παρὰ τοὺς πεπιστευμένους σοι ὑπὸ Θεοῦ, καὶ γεννωμένους σοι πνευματικῶς υἱοὺς καὶ ἀδελφούς· οὔτε εἰς τοὺς ποτε ἰδίους κατὰ σάρκα, ἢ συγγενεῖς, ἢ φίλους, ἢ συνεταίρους. Οὐ χρήσῃ τοῖς τῆς οἰκείας σου μονῆς, οὔτε ζῶν, οὔτε μετὰ θάνατον, ἐλεημοσύνης τίτλῳ, ἢ κληρονομικῶς, εἰς τοὺς ποτε προειρημένους ἰδίους καὶ φίλους. Οὐ γὰρ ἐκ τοῦ κόσμου εἶ, ἵνα μετέχῃς τῶν ἐκ τοῦ κόσμου· πλὴν εἰ μή που μεταβαῖέν τινες ἐκ τοῦ κοινωνικοῦ βίου εἰς τὸ καθ' ἡμᾶς τάγμα· καὶ οὕτω φροντίσεις κατὰ μίμησιν τῶν ἁγίων Πατέρων. Οὐ κτήσῃ δοῦλον, οὔτε εἰς οἰκείαν χρείαν, οὔτε εἰς ἣν ἐπιστεύθης μονὴν, οὔτε εἰς ἀγρούς σου, τὸν κατ᾿ εἰκόνα Θεοῦ γεγονότα ἄνθρωπον· τοῦτο γὰρ μόνοις τοῖς ἐν τῷ βίῳ συγκεχώρηται. Σοὶ δὲ χρεὼν ἑαυτὸν παρασχεῖν τοῖς ὁμοψύχοις σου ἀδελφοῖς δοῦλον τῇ προθέσει, κἂν τῇ ἔξω ἐπι-

Letter XEpistola X

col. 941–942page 19 of 105
PG 99:941σχοίης ζῶον τῶν ἐκ τοῦ θήλεος γένους εἰς χρείαν ὑπουργικὴν, ὁ τῷ θήλει παντάπασιν ἀποταξάμενος οὔτε ἐν τῇ μονῇ, οὔτε ἐν τοῖς ἀγροῖς· καθὼς οὐδεὶς τῶν ὁσίων καὶ ἁγίων Πατέρων ἡμῶν ἐχρήσατο, οὔτε ἡ φύσις αὐτὴ ἐπιτρέπει. Οὐκ ἐποχούμενος ἔσῃ ἵπποις καὶ ἡμιόνοις ἄνευ ἀνάγκης· ἀλλὰ Χριστομιμήτως πεζοπορήσεις. Εἰ δ᾽ οὔ· πῶλός σοι τὸ ὑποζύγιον ἔσται. Παραφυλάξεις πάντως τὸ τὰ πάντα τὰ ἐν τῇ ἀδελφύτητι κοινὰ εἶναι καὶ ἀμέριστα· καὶ μηδὲν κατὰ μέρος τοῦ καθέκαστον εἰς ἐξαυθέντησιν, μέχρι καὶ ῥαφίδος. Σοῦ δὲ καὶ τὸ σῶμα καὶ ἡ ψυχή, μή τι γε ἄλλο, ἔστωσαν διαμεμερισμένα ἐν ἰσότητι ἀγάπης πᾶσι τοῖς πνευματικοῖς σου τέκνοις καὶ ἀδελφοῖς. Οὐκ ἐξουσιάσεις ἐπὶ τοῖς δυσὶν ἀδελφοῖς σου καὶ τέκνοις μου· οὔτε πρὸς ἀρχὴν, οὔτε πρὸς χειροτονίαν πρᾶξαι τι παρεκτὸς τῆς πατρικῆς σου ἐντολῆς. Οὐ σχοίης μετὰ κοσμικῶν ἀδελφοποιίας, ἢ συντεχνίας, ὁ φυγὰς τοῦ κόσμου καὶ τοῦ γάμου. Οὐ γὰρ εὕρηται ἐν τοῖς Πατράσιν· εἰ δὲ καὶ εὕρηται, σπανιάκις, καὶ τοῦτο οὐ νόμος. Οὐ συνεστιαθῇς μετὰ γυναικῶν, πλὴν τῆς κατὰ σάρκα μητρός, καὶ ἀδελφῆς, οὐκ οἶδα εἰ μή τις βία καὶ ἀνάγκη, καθὼς παρακελεύονται οἱ ἅγιοι Πατέρες. Οὐ σχοίης τὸ πολυπρόοδον καὶ πολυγύρευτον, ἄνευ ἀνάγκης ἐγκαταλιμπάνων τὸ οἰκεῖον ποίμνιον· ὅπου γε καὶ ἐγκαθημένου σου μόλις διασώζοιντο τὰ πολυτροπώτατα καὶ πολυδιεξόδευτα λογικὰ πρόβατα. Παραφυλάξεις πάντως τὸ ποιεῖσθαι τρισάκις τὴν κατήχησιν τῇ ἑβδομάδι, καὶ καθ᾽ ἑσπέραν· ἐπειδὴ πατροπαράδοτον τοῦτο, καὶ σωτήριον. Οὐ δοίης ὅπερ λέγουσι μικρὸν σχῆμα, ἔπειτα μετὰ χρόνους ἕτερον ὡς μέγα. Ἓν γὰρ τὸ σχῆμα, ὥσπερ καὶ τὸ βάπτισμα, καθὼς οἱ ἅγιοι Πατέρες ἐχρήσαντο. Οὐ παραβῇς τοὺς νόμους καὶ κανόνας τῶν Πατέρων, πρό γε πάντων τοῦ ἁγίου Πατρὸς ἡμῶν Βασιλείου· ἀλλὰ πᾶν ὅ τι ποιεῖς ἢ λέγεις, ὡς μαρτυρίαν ἔχων ἐκ τῶν Γραφῶν πράξεις, ἢ ὡς ἐκ πατρικῆς σου συνηθείας, ἄνευ παραβάσεως ἐντολῆς Θεοῦ. Οὐ καταλείψεις τὸ ποίμνιόν σου, καὶ εἰς ἕτερον μεταβήσῃ, ἢ πρὸς μείζονα ἀξίαν ἐπαναδράμοις, ἄνευ πατρικῆς σου διαγνώσεως. Οὐ φιλιάσεις μετὰ κανονικῆς, οὐδὲ παραβάλῃς ἐν γυναικείῳ σεμνείῳ, οὐδὲ καταμόνας ὁμιλήσεις μοναζούσῃ, ἢ κοσμικῇ, εἰ μή που ἀνάγκη ἕλκοι· καὶ τότε δύο παρόντων ἐξ ἑκατέρου μέρους προσώπων. Τὸ γὰρ ἕν, ὥς φησιν, εὐεπηρέαστον. Οὐκ ἀνοίξεις τὴν θύραν τῆς ποίμνης ἐπὶ εἰσόδῳ παντοίας γυναικός, ἄνευ μεγάλης ἀνάγκης· εἰ δὲ δυνατὸς εἶ ἀσυμφανῶς δέχεσθαι, οὐδὲ τοῦτο ἀπόβλητον. Οὐ ποιήσεις σεαυτῷ καταγώγιον, ἢ τοῖς πνευματικοῖς σου τέκνοις οἶκον κοσμικόν, ἐν ᾧ εἰσι γυναῖκες, ἐπὶ συχνῷ παραβάλλων· ἀλλ᾽ ἐκλέξῃ εἰς ἀνδρῶν εὐλαβῶν τὰς παροδικὰς καὶ ἀναγκαίας χρείας ποιεῖσθαι. Οὐ κτήσῃ μαθητὴν εἰς τὸ κελλίον σου μειράκιον προσπαθῶς· ἀλλ᾽ ἐκ προσώπου ἀνυπόπτου, καὶ ἐκ διαφόρων ἀδελφῶν, τὴν ὑπουργίαν σου ποιήσεις. Οὐ κτήσῃ ἱματισμὸν ἐξηλλαγμένον καὶ πολύτιμον, ἄνευ τοῦ ἱερατεύειν σε· ἀλλὰ τοῖς ταπεινοῖς πατρομιμήτως καὶ ἐνδύσῃ καὶ ὑποδύσῃ. Οὐκ ἔσῃ ἁβροδίαιτος, οὔτε ἐν οἰκείᾳ σου δαπάνῃ, οὔτε ἐν

Letter XIEpistola XI

col. 943–944page 20 of 105
PG 99:943τῶν ἀπολαυστικῶν τοῦ παρόντος βίου. Οὐ θησαυρίσεις χρυσίον ἐν τῇ μονῇ σου· ἀλλὰ τὸ κατὰ περισσείαν ἐπὶ παντὸς εἴδους μεταδοίης τοῖς πενομένοις ἐν ἀνοίξει τῆς αὐλῆς σου, καθὼς καὶ οἱ ἅγιοι Πατέρες. Οὐ κρατήσεις τόπον ἠσφαλισμένον καὶ τὴν οἰκονομικὴν φροντίδα· ἀλλ᾽ ἔστω σοι πᾶσα ἡ φροντὶς ἀνήκουσα περὶ τῶν ψυχῶν. Τὸ δὲ χρυσίον, καὶ τὰ κατὰ χρείαν, ἐγχειρίσεις τῷ οἰκονόμῳ, τῷ κελλαρίτῃ, καὶ ὡς ἐπιβάλλει ἐν ἑκάστῃ διακονίᾳ· σοῦ προδήλως πάντων τὴν ἐξουσίαν ἔχοντος, καὶ μεταφέροντος ὡς ἂν βούλῃ ἑκάστην διακονίαν ἐν τῷ τυχόντι προσώπῳ, καὶ ἀπολαμβάνοντος τὸν λόγον ἑκάστης διοικήσεως καθὸ ἐντέλλῃ. Οὐ ποιήσεις τι ἢ πράξεις κατ᾽ οἰκείαν γνώμην ἐν παντὶ πράγματι, οὔτε ἐν προόδῳ, οὔτε ἐν πράσει καὶ ἀγορασίᾳ, οὔτε ἐν δοχῇ ἢ ἐν ἀποκρίσει ἀδελφοῦ, οὔτε ἐν ὑπαλλαγῇ διακονίας, οὔτε ἐν ἄλλῳ τινὶ τῶν σωματικῶν, ἀλλ᾽ οὖν οὐδὲ ἐν τοῖς ψυχικοῖς σφάλμασιν, ἄνευ βουλῆς τῶν προεχόντων ἐν γνώσει καὶ εὐλαβείᾳ, ἑνὸς ἢ δύο, ἢ καὶ τριῶν, ἢ καὶ πλειόνων, κατὰ τὴν ὑποκειμένην ὑπόθεσιν· ὥσπερ ἐντέταλται Πατρικῶς. Ταῦτα πάντα, καὶ ὅσα ἕτερα ταῖς ὑποδοχαῖς τῶν ξένων· τοῦτο γὰρ τῆς μερίδος παρέλαβες, φυλάξοις καὶ φρουρήσοις, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ κατευοδούμενος ἐν Κυρίῳ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Τὸ γὰρ ἐναντίον ἀπείη καὶ λέγειν καὶ ἐννοεῖν. ΙΑ΄. — Ἀναστασίῳ ἐπισκόπῳ Κνωσίας. Τί σοι γέγονεν, ὦ ἱερώτατε Πάτερ, καὶ τί τοσοῦτον μετὰ μίαν καὶ δευτέραν παραίτησιν ἔτι παραβιάζῃ, ὥστε παρ᾽ ἐμοῦ τοῦ ἀμαθοῦς καὶ περιπαθοῦς εἰληφέναι λόγον ὠφελείας; Ἐγωγε μᾶλλον ἔχω χρείαν ὑπὸ σοῦ φωτισθῆναι· ὁ καὶ τῇ τάξει δεύτερος, καὶ τῷ βίῳ ἐσκοτισμένος· οὐ τὰ περὶ ἐπισκοπῆς ὀφειλόμενα· φεῦ γὰρ τῆς ἐμῆς ἀνοίας! ἀλλὰ τὰ περὶ μοναχικῆς, εἴτ᾿ οὖν ἡγουμενικῆς καταστάσεως, τὸ πῶς ἄρα ἀφηγησάμενος κατὰ λόγον τὸ ἐμπιστευθέν μοι ἀναξίως ποίμνιον, εὕροιμι Θεὸν ἵλεω ἐν ἡμέρᾳ τῆς φρικτῆς ἀπολογίας μου. Ἀλλὰ τοῦτο πέπονθας πάντως ἐξ ἄκρας μετριοφροσύνης. Ἐκπειράζειν γάρ μου τὴν ἀπαιδευσίαν, οὐ θέμις με ὑπονοεῖν τὴν ἀρχιερωσύνην σου. Ἐγὼ τοίνυν δέδοικα τὰ τοῦ οἰκείου βαθμοῦ, ὦ ἱερὰ κεφαλὴ, καὶ ἐλιγγιῶ περὶ τὴν ψυχικὴν κυβέρνησιν τῷ ὄντι· πῶς δὴ οὖν ἐκ τῆς πολυταράχου καὶ ἀεικυμάντου νοητῆς θαλάσσης ἀποσώσαιμι τὸ ἐγχειρισθέν μοι τοῦτο βραχύτατον καὶ λογικὸν πλοιάριον εἰς λιμένα σωτηρίας· ὅτι πρὸς τοῦτο καὶ πολιτείας ἀκραιφνοῦς χρεία καὶ γνώσεως ἱκανῆς ἐπιτυχία, ἵν᾿ ὡς ἐν δυσὶν αὐχέσι πηδαλιουχῶν, γρηγόρως καὶ ἐπιστημόνως ἀκαταβάπτιστον τοῖς ὕδασι τῆς ἁμαρτίας ἐμαυτόν τε καὶ τοὺς ἐπομένους μοι διαφυλάττω. Αὕτη τοίνυν ἡ ἐμὴ ἀπολογία τοῦ ταλαιπώρου. Ἐπεὶ δὲ τὸ τῆς ὁσιότητός σου κέλευμα οὐκ ἀκίνδυνον πάντη καταλιπεῖν, εἰ καὶ ὑπὲρ δύναμίν μου ἀνυπήκοον, ἄλλως τε καὶ ἐκ τοῦ οἰκείου μου Πατρὸς τὴν ὑποταγὴν δεξάμενος· πεποιθὼς τῇ ἀμφοτέρων εὐπειθείᾳ, τοῦτό σοι, ὦ θειότατε Πάτερ, ἐν εἴδει ὑπομνήσεως ἐπιφθέγξομαι, ὅτι μεῖζον κατὰ πολὺ καὶ ὑπερβάλλον τὸ πλοῖον τῆς σῆς τελειότητος πρὸς τὸ ἐμὸν νηάριον· φημὶ δὴ τὸ ἐπισκοπικὸν
col. 945–946page 21 of 105
PG 99:945ὕψωμα πρὸς τὸ ἡγουμενικὸν ἀξίωμα· καὶ τοσοῦτον ὅσῳπερ ἂν καὶ πλειόνων ἄρχειν ἠξιώθης, καὶ ταῦτα οὐχ ἑκόντων ἴσως, οὐδὲ ὁμογνωμόνων, οὐδὲ τῆς αὐτῆς φύσεως καὶ ἀξίας, ἀλλὰ καὶ ἀῤῥένων καὶ θηλειῶν, μοναστῶν τε καὶ μιγάδων, ἀρχόντων τε καὶ ἀρχομένων, γημάντων καὶ ἀγάμων, δούλων τε καὶ ἐλευθέρων, ὀρφανῶν τε καὶ χηρευόντων, πλουσίων τε καὶ πενήτων, δυναστευόντων τε καὶ καταπονουμένων, χρεωφειλετῶν τε καὶ δανειστῶν, ἀβροδιαιτούντων τε καὶ λιμοκτονουμένων, πολυκτημόνων τε καὶ ἀνεστίων, μαλακοφορούντων τε καὶ ῥακοδυτούντων. Ταῦτα γὰρ καὶ πλείω τούτων οὐκ ἐπιφαίνεται τῷ ἡμετέρῳ βίῳ· ὁ δὲ σὺς ἐμπέπλησται. Καὶ οὐδὲ πᾶς ὁ λαός σου ὑπὸ μιᾶς φροντίδος δεδιοίκηται, οὐδὲ πάντων τὰ πρόσωπα καὶ τὰ ὀνόματα οἶσθα, οὐδ᾽ ἑκάστου τὰς μεθόδους τῆς ζωῆς διαγινώσκεις· ἀλλὰ ἄλλοι ἄλλως κατὰ πολὺ τὸ διάφορον ἔχουσιν. Οἱ μὲν γὰρ ἴσως γεωπονοῦσιν, οἱ δὲ ναυτίλλουσιν, οἱ δὲ ποιμαινεύουσιν, οἱ δὲ ἀπρακτοῦσιν, οἱ δὲ πρακτορεύονται· καὶ πολὺς ὁ λόγος τῆς ἐφ᾽ ἑκάστῳ ὁρωμένης ἐργασίας. Ἐπὶ τούτοις δὲ πᾶσιν ὅσος καὶ πηλίκος ὁ κόπος· καθὰ λογίζομαι, ἀλόγιστος· ὅσος ὁ ἱδρὼς, ὁ ἀγών, ὁ δρόμος, ἡ εὐτονία, ἡ φροντὶς, ἡ μέριμνα, ἡ ἔκτηξις τῆς σαρκὸς, ἡ ὀδύνη τῆς ψυχῆς, ἡ τῆς διανοίας κατακοπή. Ὥσπερ οὖν ὁ ἀπευθύνων τὴν ναῦν ἐν μεγάλῃ ζάλῃ καὶ καταιγίδι θαλάσσης, ὅλος νήφων ἐστὶ καὶ ἀπερίτρεπτος, ἀνύστακτον ἔχων τὸν ὀφθαλμόν· οὐδὲ γὰρ εἰς βραχὺν φέρει κίνδυνον τὸ μικρῶς πῶς παρεμπεσεῖν ἀπειρίαν καὶ ἀμέλειαν· οὕτω πολλῷ μᾶλλον ὁ κυβερνήτης τῶν ψυχῶν ἀγωνιστικώτερον καὶ ἀκριβέστερον εἰδέναι ὀφείλει τὸ τῆς προστασίας ἔργον, ἵνα μὴ ὑποβρύχιος γένηται τῷ βυθῷ τῆς ἀπωλείας. Διὰ ταῦτα, ὡς οἶμαι, ἀγιώτατε, ἐβόα ὁ μέγας Ἀπόστολος, Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Καὶ πάλιν, Ὅτι ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὤν ἄνομος, ἀλλ᾽ ἔννομος Χριστῷ. Τοῖς πᾶσι γέγονα τὰ πάντα, ἵνα τοὺς πάντας κερδήσω. Ἰδοὺ οὕτως καὶ οἱ κατ᾽ αὐτὸν κανόνες καὶ ὅροι ἐπισκοπῆς· καθάπερ καὶ αὐτοὶ οἱ θεσπέσιοι Πατέρες ἡμῶν διαγορεύουσι. Λοιπὸν ἀναγνοὺς καὶ διαγνοὺς τὰ τῶν ἁγίων, καὶ ἐπὶ χεῖρας ἔχων τὰ θεοπαράδοτα λόγια· τί πρὸς ἐμοῦ τοῦ τάλανος τοιοῦτόν τι ἐπιζητεῖς; Ἐγώ δοκῶ τὸν ἐπίσκοπον εἶναι ἔφορον, καὶ ὑπεύθυνον τῆς ἐπὶ πᾶσι τῶν ἀρχομένων γενομένης διαπράξεως. Ἄγγελον ἀσίγητον, τὰ τοῦ Θεοῦ δικαιώματα κηρύσσοντα· ὄμμα ἀκοίμητον τὰς ἑκάστου ὁδοὺς τῶν ὑπ᾽ αὐτοῦ ἐξαγομένων ἐπιβλεπόμενον· μίμημα Χριστοῦ, εἰς ὃν οἱ ἐπόμενοι προσέχοντες τὴν ἑαυτῶν ζωὴν εὐαγγελικῶς χαρακτηρίζουσι· φωστῆρα ἀειλαμπῆ τοῖς ἐξ ἀγνοίας καὶ ἁμαρτίας νυκτομαχοῦσι γνωριζόμενον· τὸν λόγον τῆς διδασκαλίας ἐπομβρίζοντα τοῖς διψῶσι τὰ σωτήρια· οἰκονόμον μέγιστον, τὸν ἑκάστου βίον λογοθετεῖσθαι μέλλοντα ἐν καιρῷ ἀνταποδόσεως. Οὔτε οὖν μεῖζόν τι τῆς πρὸς Θεὸν ἐγγύτητος καὶ ἀγάπης, οὔτ᾽ αὖ εὐ
col. 947–948page 22 of 105
PG 99:947Βία τοὺς ἐλέγχων μετὰ τάξεως, ἐπιτιμῶν μετὰ συμπαθείας, εἰρηνεύων καὶ καταλλάττων τοὺς δυσαμένους, διαιρῶν μετὰ εὐκαιρίας τὸ βέβηλον ἀπὸ τοῦ ἁγίου, τὸ ὑγιὲς ἀπὸ τοῦ νοσοῦντος, ὡς τὸ μὴ μεταδιδῶ τῆς οἰκείας ἀρρωστίας τῷ πλησιάζοντι· τὸ πλανώμενον ἐπιστρέφων, τὸ ἀσθενοῦν ἐνισχύων, τὸ συντετριμμένον δεσμεύων. Ὡς πολύ τι σοι τὸ ἔργον! ἡγουμένων ἐπίσκεψις, κελλιωτῶν ἐπίκρισις, πρεσβυτέρων καὶ διακόνων χειροτονία, καὶ βίου τούτων πάντων ἐπιτήρησις· χηρῶν προστασία, ὀρφανῶν ἐπικουρία, καταπονουμένων ἐκδίκησις, ἀδικουμένων ὑπερμάχησις, καὶ μέντοι καὶ ὑπεροχῆς διατήρησις. Ἐπειδὴ ὅταν μηδέν ᾖ τὸ βλάπτον καὶ κωλύον εἰς θεοσέβειαν, ὑποτάσσεσθαι καὶ ἡμᾶς πάσῃ ἀρχῇ καὶ ἐξουσίᾳ προσήκει, καὶ φιλιάζειν διὰ παντός, εἰ δυνατόν, πρὸς ἅπαντας διὰ τῆς εὐμεταδότου καὶ φιλοφρόνου δεξιώσεως καὶ προεπιδόσεως. Ἄπειτι γὰρ περὶ τῆς μακαριότητός σου τὰ τῆς ἐναντίας μερίδος τῶν κακῶν ποιμένων διαγορεύειν· οἷον τῶν αἰσχροκερδῶς ποιμαινόντων τὸ ποίμνιον· τῶν εἰς ἀφορμὴν βίου λογιζομένων τὴν τοιαύτην ἀξίαν, καὶ εἰς σαρκὸς ἀνάπαυσιν, καὶ εἰς ἐπιθυμίας ἀπόλαυσιν, εἰς κατάσχεσίν τε πλούτου τοῦ ῥέοντος, καὶ εἰς κτῆσιν πλέθρων γῆς τόσων καὶ τόσων, ἀγέλης τε ἀνδραπόδων καὶ βοσκημάτων πλήθους. Καὶ διὰ τοῦτο ἀνθρωπίνως καὶ οὐ θεϊκῶς ἐπιπηδώντων τῷ ὕψει τῆς προστασίας, εἰς τὸ αἴρειν τὴν ὀφρὺν κατὰ τῶν ὑποδεεστέρων, καὶ προκαθέζεσθαι σοβαρῶς κατὰ τῶν ὑπερτίμων. Καὶ ἐῶ λέγειν περὶ τῶν διαμαχομένων ἴσα καὶ τῶν δικανικῶν ὑπὲρ τῶν ἀπολλυμένων πραγμάτων, καὶ οὐκ ἀνθισταμένων ὑπὲρ τῶν τῆς εὐσεβείας δογμάτων· ἢ, τὸ πολὺ χεῖρον τούτων, περὶ τῶν ὑποσπώντων καὶ ὑπωπιαζόντων τὰ τῶν ὑποχειρίων, κἀκ τούτου συναθροιζόντων δύναμιν καὶ περιουσιασμόν. Οἷς γὰρ μᾶλλον ἔδει χεῖρα ὀρέγειν πενομένοις, τούτους κατὰ μικρὸν ἐκθλίβειν οὐ παραιτούμενοι, τίνι ὁμοιωθήσονται; Πέτρῳ καὶ Ἰωάννῃ, ἄρα, καὶ τοῖς ὀπαδοῖς αὐτῶν· οἷς, φησίν, ἀργύριον καὶ χρυσίον οὐχ ὑπῆρχεν, ἀλλ' ἡ τοῦ θείου Πνεύματος χάρις; ἢ Σίμωνι τῷ Μάγῳ καὶ Ἰούδᾳ τῷ προδότῃ, καὶ Γιεζῇ τῷ φιλαργύρῳ, καὶ τοῖς λοιποῖς πλουσίοις τοῦ αἰῶνος τούτου; Ἐκείνων δὲ λέγω, τῶν τὸ παρὸν μόνον ὅπως αὐτοῖς εὖ ἕξει σκοπούντων, καὶ σάρκα θεραπευόντων, καὶ τῷ χρυσῷ τὴν καρδίαν προστιθεμένων, καὶ τούτων ἴσως τοκιζόντων, ἢ ἐπὶ πλεονασμῷ διανειμάντων τοῖς ἐνδεέσι, καὶ πρὸς τὰ οἰκεῖα θελήματα κατακρατούντων, καὶ προσπαθῶς τοῖς οὐκ
col. 949–950page 23 of 105
PG 99:949ἀξίοις, ἢ τοῖς ἁγιστεύουσι χρωμένων. Οἵτινες ὅλην φροντίδα κέκτηνται τάχα ἐπὶ τοῦ σπεῖραι πολλὰ καὶ ἀμήσασθαι, καὶ ἐπὶ τοῦ φυτεῦσαι τοσαῦτα καὶ καρπώσασθαι, καὶ ἐπὶ τοῦ προσθεῖναι καὶ πληθῦναι βουκόλια ἢ ποίμνια· ὥσπερ τινὲς γεωργοὶ καιροσκοποῦντες καὶ καταπραματευόμενοι τὰς ἐνδείας πρὸς τὸ πωλεῖν καὶ ἀγοράζειν ταῦτα καὶ ἐκεῖνα, πραγματευτικῶς καὶ ἐμπορικῶς οἱονεὶ πολιτευόμενοι, ἀλλ᾽ οὐκ ἐπισκοπικῶς καὶ ἱερατικῶς· πρὸς τὸ μόνον πτερῶσαι ψυχὴν καὶ ἁρπάσαι κόσμου καὶ δοῦναι Θεῷ, καὶ ὅλον τὸ ποίμνιον διασώσασθαι ἐκ θανάτου ἁμαρτίας, καὶ οὕτως κατὰ δεύτερον λόγον καὶ τὰ ἐπιτήδεια τῆς παρούσης ζωῆς δι᾽ οἰκονόμων καὶ ἐπιτρόπων πορίζεσθαι. Ἀλλ᾽ οὐαί μοι, ὅτι ἐμαυτῷ ταῦτα κατέλεξα, ἐκ τῶν οἰκείων παθῶν τὰ οὐκ ὄντα τοῖς ἄλλοις διαγραφόμενος. Σὺ δέ, ὦ πανσεβάσμιε Πάτερ, καθαρὸς ὢν ἀπὸ τῶν τοιούτων, ταῖς ἱεραῖς εὐχαῖς τοὺς νοητοὺς λύκους ἀποσοβοίης ἐκ τῆς Χριστοσφραγίστου ἐπαύλεως σου. Εὖ οἶδ᾽ ὅτι καὶ ταῦτ᾽ ἄγοις, καὶ διεξάγοις εἰς τὰ χωρία τῶν ἀρετῶν, ἐκτρέφων καὶ λιπαίνων τῇ πόᾳ τῆς ἐμμελοῦς σου διδασκαλίας, καὶ τῷ ὕδατι τῆς καθαρᾶς πίστεώς σου· καὶ ἑκάστοτε προσάγοις θύματα δεκτὰ ταῖς λογικαῖς σου καὶ ἡγνισμέναις τῷ Θεῷ λατρείαις· ἀλλὰ ταῖς ἱκετηρίαις προφθάνων, ποιμαίνοις κἀμὲ τὸν τληπαθέστατον καὶ πολυαμάρτητον, δέομαι καὶ ἀντιβολῶ, καὶ σύγγνωθι εἴ τι ὤφλησα γέλωτά σοι ἀμαθίας μου. Πλὴν ὅτι οὐχ ἑκών, ἀλλ᾽ ἐκβιασθεὶς ὑπὸ τῆς ἱερᾶς σου καὶ πνευματικῆς ἀγάπης, μᾶλλον δὲ κελεύσεως, καθῆκα ἐμαυτὸν εἰς τοῦτο. Οὐ πρὸς ὄνησίν σου τινα φθεγξάμενος· ἀλλὰ πρὸς ἔνδειξιν, ὡς εἴρηται, ὑπακοῆς ἀνυποκρίτου σου. Ἔρρωσο ἐν Κυρίῳ, ὑπερευχόμενος ἡμῶν τῶν μόνων ἁμαρτωλῶν, τὰ πάντα ὁσιώτατε Πάτερ. ΙΒ΄. Θωμᾷ δισυπάτῳ. Ποία πρόσρησις, ἢ τίς λόγος παρακλήσεως εὑρεθείη πρὸς ἡμῶν τῶν ταπεινῶν τῇ σῇ κυριότητι πρὸς τὰ ἐνόντα αὐτῇ λυπηρά, ὦ δέσποτα; Ἐξενώθης τῆς ἐνεγκαμένης σε καὶ θρεψάσης πόλεως· ἀπεστερήθης τῆς μεγίστης ἑστίας· ἀπεγυμνώθης τῆς λαμπρᾶς ἀξίας, προσθήσω δέ, καὶ τῆς ὑπάρξεως· ἀποδιέστης τῶν φίλων, τῶν συνήθων, τῶν φιλτάτων σου τέκνων· ὑπερωρίσθης ὧδε κἀκεῖσε· τὰ δὲ τῆς ὑπερορίας ὅσα εἰς κακοπάθειαν τῷ ἀήθει τοῦ σώματος, ἔνδεια βρωμάτων, πομάτων, λούτρων, ἐρημία ὁμιλούντων, εὐπορία προσεπεμβαινόντων, προσπλησσόντων. Οἱ γάρ ποτε εὐγνώμονες νῦν ἴσως ἀγνώμονες, καὶ οἱ φίλοι καὶ γνώριμοι τετράφθωσαν τὰ πρόσωπα, ἢ ἐγγύθεν ἢ μακρόθεν ὄντες ἀπὸ τοῦ γνωρίζειν καὶ φιλεῖν καὶ κήδεσθαι. Φροντὶς ἐπὶ τούτοις τῶν ἔτι ἐπιλελειμμένων ὑπηρετῶν δούλων, καὶ πρό γε τούτων τῶν καλλίστων

Letter XIIIEpistola XIII

col. 951–952page 24 of 105
PG 99:951τούτοις καθέζῃ πρὸ τοῦ ἄστεος, οἷον ἐπὶ τῶν ποταμῶν Βαβυλῶνός ποτε ἀπαγόμενος εἰς Ἀσσυρίους Ἰσραήλ· ἐν ᾧ, φησὶν, ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών. Στεναγμοῦ τοίνυν καὶ κατηφείας καὶ δακρύων τὰ σά. Ἀλλ' ἐπεὶ πρόσεστί σοι γνώσεως χάρισμα, καὶ φρονήσεως δώρημα· οὐ πάντως καταπίπτειν οἰόμεθά σε ἐν τούτοις· εἰδότα ὅτι πειρατήριον ὁ βίος ἀνθρώπου, κατὰ τὸν ἀοίδιμον Ἰώβ, ὃς ὅσα πέπονθεν οὐκ ἀγνοεῖ σου ἡ πολυπειρία· οὐδὲ τὴν ἄλλην ἄστατον φορὰν τῆς παραυτίκα ζωῆς, ἄλλοτε ἄλλως ἐχούσης κατὰ πᾶσαν σχεδὸν ἡμέραν τε καὶ ὥραν. Ῥοῇ γὰρ καὶ ἀποῤῥοῇ ἔοικεν, ἄνθεσί τε καὶ ὀνείρασι, καὶ οἷστισιν ἄλλοις, κατὰ τὰς θείας φωνὰς τῶν ἁγίων. Ἀναλογιζέσθω γάρ σου ἡ τιμία ψυχή, πόσα ἐν τῷ μεταξὺ χρόνῳ τῆς ἀπαγωγῆς πέπρακται, τῶν μὲν ἀποπεπτωκότων, τῶν δὲ ἀνυψωθέντων, ἄλλων τε θνῃσκόντων, ἑτέρων εὐπραγησάντων, ἄλλων δυστυχησάντων. Καὶ οὐδεμία στάσις ἐν τῷ ἀστάτῳ καὶ εὐκινήτῳ δρόμῳ τοῦ βίου ἡμῶν. Ἐκεῖνο τε πάλιν ἀληθὲς ὄν, ὅτι πάντες ἄνθρωποι ἐν ἐξορίᾳ ἐσμέν, κατὰ τὸ ἀποικισθῆναι ἡμᾶς διὰ τοῦ πρωτοπλάστου ἐκ τοῦ παραδείσου, ὡς ὁ λόγος, καὶ εἰς τόδε τὸ θανατηφόρον χωρίον ἐναυλίζεσθαι, ἕως ἂν τό, Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου, ᾄδωμεν, μεταβαίνοντες ἐκ παροικίας εἰς ἐλευθερίαν. Ὥστε οὐδὲ ἐξορίζειν δύναιντ' ἂν ἄνθρωποι τοὺς ὁμογενεῖς, κατὰ τὸ ἀκριβὲς τοῦ λόγου, ἐξόριστοι ὄντες καὐτοί. Ἐπεὶ πάντες πάροικοι καὶ παρεπίδημοι περιγεγράμμεθα. Εἴ τι τοιοῦτον φάρμακόν σοι παρηγορίας παραμύθιον παρακλήσεως· αἰτοῦμεν, ἀντιβολοῦμεν, εἰς τὸ ἐνεγκεῖν μεγαλοθύμως τὰ συμβάντα, εὐχαρίστως τὰ λυπηρά· ὅπερ πεπείσμεθα ἐσχηκέναι σε. Ἐπεὶ πόθεν ἄλλοθεν οἴσομεν τὴν ἐπιφοράν; Εἶτα ὅτι κἀντεῦθεν τὰ μεγάλα κερδανοῦμεν, δι' ἀπραξίας εὐπραξίαν τὴν μείζονα, διὰ πενίας πλοῦτον τὸν ἀμετάπτωτον, δι' ἀδοξίας δόξαν τὴν ἀκήρατον. Καὶ τάχα παρακληθήσονται καὶ αὐτοὶ οἱ κρατοῦντες εὐσεβεῖς ἡμῶν βασιλεῖς ὀψέ ποτε ἐπαναγαγεῖν σε εἰς τὰ οἴκοι, καὶ ἀποδοῦναι τὰ δέοντα. Ἴσμεν γὰρ αὐτῶν τὸ φιλάνθρωπον καὶ εὐμετάμελον, περ κιχρῶνται μεγάλως ἐπὶ τοῖς τοιούτοις. Ἕως δ' ἂν ἐπιμένοις, παρακαλέσαι σε Κύριος ὁ Θεὸς παρακλήσει ὑπομονητικῇ καὶ εὐχαριστηρίῳ· ἀλλὰ καὶ πείσειεν αὐτοὺς τοὺς κρατοῦντας τὸ προειρημένον ἡμῖν πρᾶξαι ἐπὶ σοί, καὶ ἀποδοῦναι σε τὸν περιπόθητον τοῖς φιλοῦσί σε. ΙΓ΄. – Εἰς τὴν διακονίαν τῶν ἀπρονοήτων. Ὅτι κατ' εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν ὁ ἄνθρωπος ἔκτισται, ἀναγκαῖον τῇ ἀνθρωπίνῃ φύσει, καθόσον ἐφικτόν, ὡς εἰκόνι τὰ τοῦ ἀρχετύπου μιμήματα ἐν ἑαυτῇ περιφέρειν. Ἐπεὶ οὖν τὸ Θεῖον ἐπὶ πάντα διήκει τὴν τῆς οἰκείας ἀγαθότητος πρόνοιαν, δίκαιον ἂν εἴη ἐκμιμεῖσθαι τὸ ἀνθρώπινον τὴν τῆς ἀῤῥήτου σοφίας προνοητικήν, ὡς δυνατόν, διοίκησιν. Ὅθεν
col. 953–954page 25 of 105
PG 99:953καὶ ἡμεῖς οἱ ταπεινοὶ καὶ ἐλάχιστοι, εὐλαβῶς εἰς τὸ Θεῖον ἀπιδόντες, καὶ πρὸς τὸ ὁμόφυλον τὴν ἀγαπητικὴν διάθεσιν ἀναλαβόντες, καθήκαμεν ἑαυτοὺς εἰς τόδε τὸ ἀσεβὲς σύστημα, καθὼς ὑποτέτακται, πρόνοιαν ποιούμενοι τῶν ἀπρονοήτων σκηνωμάτων, εἶτ᾽ οὖν νενεκρωμένων, καὶ ἐκ πενίας ἢ ἐκ ξενιτείας μὴ ἐχόντων πῶς ἐκκομίζεσθαι καὶ ἐνθάπτεσθαι ἐν ταύτῃ τῇ βασιλευούσῃ τῶν πόλεων. Τῷ τοίνυν τούτῳ θείῳ τύπῳ ἐπερειδόμενοι, ἑκάστῳ τε ἐνιαυτῷ ἐκ τῶν προσόντων παρὰ Θεοῦ δωρεῶν, ὁ καθεὶς ὡς ἔχει δυνάμεως, καταβολὴν ποιούμενοι πρὸς τε ἀγορασίαν ἐνταφίων, καὶ τὰ τῶν εἰς ταφὴν ἄλλων συντελοῦντα, διορίζομεν ἐν Κυρίῳ τάδε. Τούτων μηνυομένων ἢ θεωρουμένων κατὰ περίοδον πρὸς ἑκάστου τῶν συνειλεγμένων ἐν τῇ ἀδελφότητι νεκρὸν ἄνθρωπον, τοῦτον τοῖς προσήκουσιν ἐνταφίοις ἐκκομίζεσθαι, ἀποτίθεσθαι ἐν ταῖς ἀποτεταγμέναις ὑμῖν ὁσίαις θήκαις. Καὶ μὴν διὰ τοῦ ἐνιαυτοῦ, ἀρχῇ τε ἐνδίκτου, καὶ διὰ τῆς ἐν τῇ Πεντηκοστῇ πολυμερείας, ἐπιτελεῖν ἡμᾶς κοινῶς τὰ μνημόσυνα πάντων τῶν κηδευθέντων· ποιούντων ἡμῶν ἐν ταὐτῷ ἐκ τῆς συνεισφορᾶς καὶ ἀγάπην παρακλήσεως σωματικῆς· μὴ μέντοι ἔξω τῶν νενομισμένων τῆς αὐταρκείας ὅρων· ὡς ἢ πολυοινίᾳ ἢ πολυφαγίᾳ ἐξορχεῖσθαι ἡμᾶς τὰ ἐπιτελούμενα μνημόσυνα· ἀλλὰ μετ᾽ εὐλαβείας ἀναφερόντων ἡμῶν δοξολογίαν τῷ καταξιώσαντι ἡμᾶς Θεῷ τὴν ὁσίαν ταύτην τελετὴν ποιήσασθαι, οὕτως ἐπὶ τὴν τῆς τραπέζης ἰέναι χρείαν, προσαναγινωσκομένου ἤδη τοῦ τόμου, ὡς ἂν καὶ ἐπ᾽ αὐτῆς τῆς τροφῆς ἡμῶν τὰ ἀρεστὰ Κυρίῳ μεταδιώκειν· τοῦ κατὰ περισσείαν διανεμομένου πτωχοῖς· μὴ ἐμπολιτευομένων ἀργῶν ῥημάτων ἐν τῇ ἑστιάσει, μηδὲ γελοιασμάτων, πολλοῦ γε εἰπεῖν παιγνίων· ὅποτε γε οὐδὲ τῷ τυχόντι Χριστιανῷ ἐνεργεῖν δέχεται ὁ λόγος. Εἰ δὲ καὶ λαλεῖν δεήσειε, ταῦτα ὅσα πρέπει Χριστιανοῖς· τό, φυλάττεσθαι ἡμᾶς ὅρκον· τὸ, ἀγάπην ἔχειν ἐν ἀλλήλοις· ἀλήθειαν ἐκ τοῦ στόματος προφέρειν· δόλου καὶ φθόνου ἀποδιδράσκειν· εὐποιίας τὸ κατὰ δύναμιν ἀντέχεσθαι· ἐπισκέψεις ποιεῖσθαι τῶν ἐν φυλακαῖς, τῶν ἐν ἀῤῥωστίαις· προσέχειν ταῖς ἀναγνώσεσι, καὶ ταῖς ἐν ἐκκλησίαις προεδρίαις· ἀλλήλους τῇ τιμῇ προηγεῖσθαι, καὶ μάλιστα ἱερεῖς τε Θεοῦ καὶ μοναστὰς φιλοξενίαν μεταδιώκειν· πορνείας καὶ μέθης τὸ καθόλου ἀπέχεσθαι· τὴν ὀρθόδοξον πίστιν κατέχειν· αἱρετικῶν κοινωνίας ἀποφεύγειν. Καὶ γὰρ τῶν τοιούτων λαλιὰ καὶ μελέτη, πολλῶν ἀγαθῶν πρόξενος γένοιτ᾽ ἂν ἡμῖν. Ταύταις ταῖς θείαις συνθήκαις συγκατατιθέμενοι καὶ συνεπόμενοι, ἐπεδώκαμεν ἑαυτοὺς ὡς τῷ Κυρίῳ τῷδε τῷ συστήματι. Φησί γάρ· Ὁ ποιήσας ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ πεποίηκε· μηδὲν τῶν κειμένων ἀθετοῦντες, μηδὲ παραμελοῦντες. Ὡς ἐάν ποτε ὀφθείη τις τῶν ἀδελφῶν ἢ παρορῶν τὸν κείμενον νεκρὸν, καὶ μὴ ἀναφέροι τῷ τὰ πρῶτα φέροντι τῆς ἀδελφότητος· ἢ ἐν τοῖς ἀρίστοις φθεγγόμενος ἃ μὴ θέμις, καὶ πράττων τὰ οὐχ ὅσια, ὡς ἐντεῦθεν τὸν Θεὸν παροργίζεσθαι, ἐπιτιμίῳ ὑποβάλλεσθαι παρὰ τοῦ προκαθηγουμένου, τριῶν ἡμερῶν ἀποχῇ οἴνου, καὶ ἀργυρίου ἑνὸς καταβολῇ, εἶθ᾽ οὕτως αἰτεῖν πρὸς τὸ ἑξῆς

Letter XIVEpistola XIV

col. 955–956page 26 of 105
PG 99:955βελτίωσιν. Πρὸς τούτοις φυλάττεσθαι ὑμᾶς καὶ τὸ, ὅταν τύχῃ ἑνὶ τῶν ἀδελφῶν ὑμῶν ὁ κοινὸς θάνατος, πάντας συναθροίζεσθαι ἐπὶ τὸ αὐτὸ, καὶ τὴν ἐκκομιδὴν καὶ ἐνταφίασιν αὐτοῦ ποιεῖσθαι· ὥστε καὶ ἐκ τούτου τὸ καλὸν ὑμῶν σύνταγμα ἐπαινεῖσθαι πρὸς δόξαν καὶ αἶνον τοῦ μεγαλοδώρου Θεοῦ ἡμῶν. Πίστει οὖν καὶ φόβῳ τῷδε τῷ γραμματείῳ συντάξαντες ἑαυτοὺς, καὶ τὰ ἑαυτῶν ὀνόματα ὑπεσημηνάμεθα σὺν τῷ ποσῷ, τὴν μισθαποδοσίαν ταύτης ἡμῶν τῆς ἐλαχίστης προθέσεως ἀπεκδεχόμενοι ἐν τῷ μέλλοντι αἰῶνι παρὰ τοῦ μισθαποδότου δικαίου κριτοῦ τῶν ὅλων Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν. Ἰγνατίῳ ἡγουμένῳ. Πρὸ παντὸς ἄλλου τὸ τῆς προσηγορίας χρέος ἀποτιννύω τῇ πατρικῇ σου ἁγιωσύνῃ· ὤφελον γάρ· εἶθ' οὕτως τὴν αἰτίαν τῶν γραμμάτων ἀπαγγελῶ. Πρόβατον ἡμῶν λογικὸν ὁ δεῖνα ὁ ἀδελφὸς, δελεασθεὶς ὑπὸ τῆς πολυμεθόδου πανουργίας τοῦ ψυχοφθόρου λύκου, ἀπεξεώθη τῆς ταπεινῆς ἡμῶν ποίμνης, καὶ, ὡς ἔγνωσται ἡμῖν, προσεδέχθη ἐν τῇ μονῇ τῆς ὁσιότητός σου. Καὶ εἰ μὲν παρευθὺ δεξαμένη νενουθέτηκε τὰ πρὸς ὑποστροφὴν, ὑποδεικνύουσα τὴν ἀπάτην καὶ τὸν ὄλεθρον ὃν πέπονθεν· εἶτα βελτιώσασα ἀνθυπήγαγε πρὸς τὴν εὐτέλειαν ἡμῶν· οὐδὲ τὸ ἀπεικός, ἀλλὰ τὸ ἐφαρμόζον αὐτῇ, ὡς ἐντεταλμεθα ὑπὸ τῶν ἁγίων. Ἐπεὶ δὲ τοσοῦτος χρόνος παρίποπευσε, καὶ οὐδαμοῦ ἡ ἀνάλυσις, ἐρωτηθῆναι βούλομαι, ποίῳ τρόπῳ τὸν μαθητήν μου ἐπικρατεῖ ἡ θεοφίλειά σου, ὡς ἀγνοοῦσα. Ἀλλ' ἔδει μετ' ἐπιγνώσεως, ὃν οὐκ ἀπέκειρεν, ἀποπέμψασθαι· ὡς γινώσκουσα πολὺ τὸ ἐπιβλαβές. Ἐπίσταται γὰρ τί νομοθετεῖ ὁ θεῖος καὶ μέγας Βασίλειος, τοῦ ἀπρόσδεκτον εἶναι ἐν πάσαις ταῖς ἀδελφότησι, τὸν ἀποπηδῶντα τῆς τῶν οἰκείων ἀδελφῶν συναφείας. Πῶς γὰρ ἂν καὶ συσταίησαν τὰ κοινόβια, εἰ μὴ τοῦτο παρατηρηθείη πρό γε πάντων τὸ κεφάλαιον; Εἰ γὰρ ἐπὶ τῶν παιδοδιδασκάλων τοῦ κόσμου τούτου, οὐχ οἷόν τε ἐστι δέξασθαι ἐν τοῖς μαθήμασί τινα τὸν ἐν ἑτέρᾳ σχολῇ παραδοθέντα παῖδα· ἢ τοῦτο ποιοῦντα ὑποβάλλουσι συνηθροισμένοι οἱ πάντες ἐπιτιμίοις ζημίᾳ· πόσῳ γε μᾶλλον ἐφ' ἡμῶν, ἀγιώτατε Πάτερ, τῶν Ἐκκλησίας Θεοῦ κατεχόντων, καὶ ψυχῶν καθηγουμένων, κατὰ μίμησιν τοῦ πρώτου διδασκάλου καὶ ποιμένος ἡμῶν Ἰησοῦ Χριστοῦ; Οἶδα τοίνυν ὅτι πεπληρωμένος εἶ σοφίας καὶ γνώσεως. Ἀλλὰ δέομαί σου ἐπιγνῶναι τὸ πραττόμενον ἔκτοπον, καὶ μάλιστα αὐτὸς ὁ προἔχων τῶν ἄλλων, καὶ βρίθων ἐν ἱερᾷ ἀδελφότητι. Ἢ οὐκ οἶδας, ὁσιώτατε, ὅτι καὶ αὐτῷ τῷ ποιμνίῳ σου ἐπιβλαβές ἐστι συνάπτειν πρόβατον ἑτεροδέσποτον; Τοσούτου οὖν ὄντος, λοιπόν, ὡμολογημένου τοῦ κακοῦ, ἀντιβολοῦμεν, ἡνίκα δέξῃ ἡμῶν τὰ εὐτελῆ γράμματα, παραδοῦναι αὐτὸν τοῖς πρὸς αὐτὸ τοῦτο πεμφθεῖσιν ἀδελφοῖς ἡμῶν, ἵνα ἀγάγωσιν αὐτὸν πρὸς τὴν ἰδίαν ποίμνην, μεθ' ὧν ἐσφετερίσατο πραγμάτων τῆς Ἐκκλησίας. Εἰ δὲ ἀπειθείᾳ χρῆται ὁ ἀδελφὸς, ἀποσκορακίσαι αὐτὸν θελήσει τῆς ἱερᾶς αὐτοῦ ποίμνης παραυτίκα. Εἰ δ', ὅπερ οὐκ οἰόμεθα, μετὰ τὴν γνῶσιν ταύτην ἐπικατἔχειν αὐτὸν βούλεται, γινωσκέτω ὅτι δεδεμένος ἐστὶ
col. 957–958page 27 of 105
PG 99:957παρ' ἡμῶν, οὐκ ἀλόγως, ἀλλὰ καὶ λίαν ἐγκεκριμένως, μᾶλλον δὲ ὑπὸ τῆς ἁγίας Τριάδος, καὶ πάσης θεσμοθεσίας ἱερατικῆς, τοῦ ἀκοινώνητον αὐτὸν εἶναι τῶν θείων δώρων, ἐπεὶ καὶ ἀμέτοχον τῶν ἐξωτέρων βρωμάτων· ἕως ἂν ἀνθυποστρέψας εἰσοικισθῇ ἐν τῇ μάνδρᾳ αὐτοῦ. Ὥσπερ δὲ οὐ θέμις, ὃν δεσμεῖ οἰκεῖον μαθητὴν ἡ ἁγιωσύνη σου, λύειν τινὰ τὸ καθόλου (παρανομίας γὰρ τοῦτο ἔργον, καὶ ἐκ ψήφου κοινῆς τῆς ὅλης Ἐκκλησίας καταδίκη ὁμοιοπαθείας), οὕτω πάντως οὐδὲ πρὸς τὴν ἡμετέραν ἐξουσίαν, ἣν ἀναξίως δέδωκεν ἡμῖν ὁ Κύριος, οὐκ εἰς καθαίρεσιν, ἀλλ' οἰκοδομὴν ψυχῶν, ἐπιβάλῃ ἑαυτὴν ἡ ἁγιωσύνη σου. Φρικτὸν γὰρ τὸ κρῖμα. Διὰ τοῦτο παρακαλουμένη, πάντως γε τὸ πνευματικὸν ἡμῶν τέκνον παραδώσει τοῖς ἀδελφοῖς, εὐχομένη ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν ἀδιαλείπτως. Ἐκ χρόνου πολλοῦ ἐπιθυμίαν ἔχοντι ἕως τοῦ παρόντος, ἁγιώτατέ μου Πάτερ, ἐλθεῖν καὶ κομίσασθαί σου τὰς ἁγίας εὐχάς, οὐκ ἐξεγένετό μοι ὁδός, πάντως διὰ τὰς ἁμαρτίας μου· ὥσπερ καὶ νῦν. Διὸ ἠναγκάσθην ἀποστεῖλαι τὸν ἀδελφὸν ἡμῶν τὸν Καλόγηρον, ἀναπληροῦντα τῆς ταπεινώσεως ἡμῶν τὴν ἀπουσίαν· ἐπεὶ καὶ ἡμεῖς ἐλευσόμεθα προσκυνήσοντες τὰ τίμιά σου ἴχνη, Θεοῦ εὐοδοῦντος. Σύγγνωθι δέ μοι, Πάτερ, ὃ μέλλω λέγειν, ὅτι ἐν ἁπλότητί ἐστι ἐξ ἀγάπης εἰλικρινοῦς, καὶ ἐκ τοῦ ἐφίεσθαι με τὸ ἀμώμητον τῆς πολιτείας σου. Τινὲς ὑπέκρουσαν (ὡς ἐπιστάμενοί γε γνήσιον σου εἶναι καὶ ὁμόψυχον φίλον καὶ τέκνον, ὄντες καὶ αὐτοὶ φίλοι διαφερόντως), ὅτι παρὰ τὸ δέον πράττει ἡ ἁγιωσύνη σου· κἀμοῦ πρὸς τοῦτο δυσχεράναντος, καὶ ἐνισταμένου, καὶ ἐπιφθεγγομένου τὰ μέγιστα κατορθώματα τοῦ ὑψηλοῦ σου βίου, συνείροντό μοι ἐν τούτῳ. Πρὸς δὲ ῥήματά τινα καὶ πράγματα κατῃτιῶντο· καὶ, ἵνα ἓν εἴπω, ἔφασαν ὅτι ἀγγέλους ἀνιστόρησε, καὶ τούτους ἰσότυπον τοῦ Χριστοῦ, ἐν τοῖς φεγγίοις ἐσταυρωμένους· αὐτὸν δὲ τὸν Χριστὸν καὶ τοὺς ἀγγέλους, γηραλέους. Καὶ πολλὰ πρὸς τοῦτο φιλοπευστῶν, οὐκ ἠδυνήθην αὐτοῖς ἀντιφθέγξασθαι. Ἤροντο γὰρ ξένον τι καὶ ἀλλότριον τῆς παραδόσεως τῆς Ἐκκλησίας εἰργάσθαι, καὶ πάντως οὐχ ὑπὸ Θεοῦ, ἀλλ᾽ ὑπὸ τοῦ ἐναντίου εἶναι τὸ πράγμα· ἐπεὶ ἐν τοσούτοις ἔτεσι, καὶ τοσούτοις θεοφόροις καὶ ἁγίοις Πατράσιν, οὐχ ὑποδειγματίσθη τοῦτο τὸ ἰδίωμα. Τὸ γὰρ νῦν καινοτομούμενον, κἂν ἐξ ἀγγέλου ἐστίν, ἀσφαλίζεται ἡμᾶς ὁ Ἀπόστολος μὴ δέχεσθαι, λέγων που· Κἂν ἡμεῖς αὐτοί, ἢ ἄγγελος εὐαγγελίζηται (προσθήσω, καὶ παραδίδωσι, παρ' ὃ εὐηγγελισάμεθα), ἀνάθεμα ἔστω. Τί οὖν, Πάτερ μου ἅγιε, πρὸς ταῦτα φῆσαι, οὐκ ἔχω. Καὶ τῇ ἀπορίᾳ συνεχόμενος, ἠναγκάσθην γράψαι σοι· ἵνα ἀπολύσωμεν ἑαυτοὺς πάσης βλάβης, πρὸς τοὺς ἐν λόγῳ ἐγκαλοῦντας, καὶ ὡς ἐκ πάσης τῆς Ἐκκλησίας. Καὶ διὰ τὸν Θεὸν δέξαι με ὡς σύμβουλον τέκνον σου, πονοῦντα ὑπὲρ σοῦ, καὶ ἡγούμενον τὴν δόξαν σου δόξαν μου· καὶ μὴ θέλοντα ἀκούειν μῶμόν σου ἕν

Letter XVIEpistola XVI

col. 959–960page 28 of 105
PG 99:959Ἔμελλεν ὁ ἀγαθὸς Θεὸς ἡμῶν τῆς ἑαυτοῦ Ἐκκλησίας φροντίζων, τὴν ὑμετέραν εὐσέβειαν ἐπὶ τῆς παρούσης γενεᾶς προστήσασθαι βασιλεύειν τῶν Χριστιανῶν· ἵνα μὴ μόνον ἡ κοσμικὴ ἀρχὴ εὖ διατεθῇ, κακῶς διακειμένη, ἀλλὰ καὶ ἡ κατὰ τὴν Ἐκκλησίαν ἡγεμονία, εἴ τι ἐνδεῶς ἔξει, ἀνορθωθῇ, καὶ νέον πως φύραμα γένηται ἐν ἀμφοτέροις. Ὅπερ τῇ αὐτοῦ χάριτι κατώρθωκεν ἐν τῷ ἑνὶ μέρει ἡ φιλόχριστος ὑμῶν βασιλεία· ἀλλὰ καὶ ἔτι κατορθώσειε ταῖς ἄνωθεν ῥοπαῖς δυναμουμένη. Λειπόμενον οὖν ἐστιν ἄρτι, καὶ τὸ ἕτερον τῆς ἴσης ἀπολαῦσαι προμηθείας καὶ θεραπείας. Τοῦτο δ' ἂν εἴη μετὰ Θεὸν καὶ σὺν Θεῷ πρὸς ὑμῶν δωρηθῆναι, διὰ τῆς κατ' εὐαρέστησιν νομίμου ἐκλογῆς τοῦ μέλλοντος ἀρχιερατεύειν. Ἐπεὶ δὲ καὶ παρ' ἡμῶν ἐπεζήτησας μαθεῖν, τῶν ἁμαρτωλῶν καὶ ἀναξίων, τὸ παριστάμενον ἡμῖν, ὡς ἐνώπιον Κυρίου τοῦ μέλλοντος εὐθύναι ἡμᾶς, περὶ οὗ μέλλομεν λέγειν ἐν ἡμέρᾳ κρίσεως, οὕτως ἔχει· Οὐ γινώσκομεν, οὐδὲ ἐπιστάμεθά τινα· οὐχ ὅτι ἀπέλιπον οἱ διαλάμποντες ἐν βίῳ καὶ λόγῳ· εἰσὶ γὰρ καὶ Θεῷ φαινόμενοι καὶ ἀνθρώποις, εἰ καὶ οὐκ ἴσῳ λόγῳ, καὶ μάλιστα τῇ σῇ φωτεινῇ ψυχῇ· ἐπεὶ δὲ τοιοῦτον ζητεῖ ὁ λόγος καὶ ὁ πόθος τῆς ὑμῶν βασιλείας, τὸν ἐν τελείᾳ καρδίᾳ δυνάμενον ἐκζητῆσαι τὰ τοῦ Θεοῦ δικαιώματα, τὸν βαθμῷ καὶ τάξει ἐκ τοῦ κατὰ μικρὸν εἰς τὸ ὑψηλότερον προανηγμένον, τὸν πεπειραμένον κατὰ πάντα, ὃς γε ἐξ ὧν πέπονθε, τοῖς πειραζομένοις δύναιτ' ἂν βοηθῆσαι. Καὶ τί δεῖ πολλὰ λέγειν πρὸς σὲ τὸν εὖ εἰδότα, καὶ ἐκ τῆς οἰκείας καταστάσεως καὶ προκοπῆς τὸν τηλικοῦτον ἀνιστοροῦντα; Τῶν πολλῶν ὀφείλει προλάμπειν, ὡς ἐν ἄστρασιν ἥλιος. Ἡνίκα τοίνυν οὐχ ὁρῶμεν τοιοῦτον, οὐδὲ ἀποτολμῶμεν ψηφίσασθαι. Τοῦτο δὲ ὡς ἐν ὑπομνήσει μετὰ συστολῆς καὶ αἰδοῦς ὑποτιθέμεθα· ὅπερ ἀλάθητόν ἐστι πάντως τῇ πολυπείρῳ καὶ θείᾳ μεγαλονοίᾳ σου· ἵνα ἀπό τε τῶν ἐπισκόπων, ἀπό τε τῶν ἡγουμένων, ἀπό τε τῶν στυλιτῶν, ἀπό τε τῶν ἐγκλείστων, εἶτα τοῦ κλήρου ὑποδεχόμενος ἐκλογήν, ἐξ αὐτῶν τε τῶν ἐπιδεδωκότων λαβὼν τοὺς ἐν συνέσει, καὶ φρονήσει, καὶ βίῳ, τῶν ἄλλων προέχοντας (καταβάτωσαν γὰρ καὶ στυλῖται, ἐκβαινέτωσάν τε καὶ ἔγκλειστοι· ἐπείπερ κοινῇ συμφέρον τὸ ζητούμενον), ἐπικρίνῃ καὶ σὺν αὐτοῖς ἀποδείξῃ τὸν ἀξιώτερον. Καὶ μακάριος εἶ, μᾶλλον δὲ καὶ τρισμακάριοι, ἐὰν τοῦτο ὅλον ἀπεργάσησθε Χριστομίμητοι ἡμῶν δεσπόται. Καὶ ἐν τούτῳ ἔτι μᾶλλον κρατυνθήσεται ὑμῶν ἡ
col. 961–962page 29 of 105
PG 99:961βασιλεία· μεγαλυνθήσεταί τε τὸ ὄνομα ὑμῶν εἰς γενεὰν καὶ γενεάν· αὐξηθήσεται δὲ καὶ τὰ τοῦ κράτους ὑμῶν ἔτη. Ἐπειδὴ δύο ταῦτα δέδωκεν ὁ Θεὸς τοῖς Χριστιανοῖς δωρήματα, ἱερωσύνην καὶ βασιλείαν. Δι᾽ ὧν θεραπεύεται, δι᾿ ὧν κοσμεῖται ὡς ἐν οὐρανῷ τὰ ἐπίγεια. Ὁπότερον οὖν ἀναξίως ἔχει, καὶ τὸ ὅλον ἀνάγκη συγκινδυνεύειν. Ὥστε εἰ βούλοισθε τῇ βασιλείᾳ ὑμῶν συγκροτεῖν τὰ μέγιστα, καὶ διὰ τῆς βασιλείας ὑμῶν πᾶσι τοῖς Χριστιανοῖς· ἰσόῤῥοπον, τὸ ὅσον εἰς δύναμιν, τῆς κατὰ τὴν βασιλείαν ἀρετῆς ὑμῶν δέξηται καὶ ἡ Ἐκκλησία τὸν ἑαυτῆς πρόεδρον· ἵνα ἀγαλλιάσηται τὰ οὐράνια, καὶ εὐφρανθῇ τὰ ἐπίγεια. Εἴη ἡ χεὶρ τοῦ Θεοῦ, ἐν ᾗ καὶ ἡ καρδία ὑμῶν ἐστιν, εἰς ὁδηγίαν καὶ ἀποκάλυψιν τοῦ κρείττονος. Καὶ ἀπολήψεσθε παρ᾽ αὐτῆς τοὺς ὑπὲρ τοῦ ἔργου τούτου καταβαλλομένους ὑμῖν πόνους καὶ μερίμνας καὶ φροντίδας, τὴν βασιλείαν τὴν ἀδιάδοχον. Θεῖόν τι δρᾶμα ἀκηκοότες πεπραχέναι σου τὴν κυριότητα, τεθαυμάκαμεν ἐπὶ τῇ μεγάλῃ σου ὡς ἀληθῶς πίστει, ἄνθρωπε τοῦ Θεοῦ. Φησὶ γὰρ ὁ διδάξας χρήσασθαί σε τῇ ἱερᾷ εἰκόνι τοῦ μεγαλομάρτυρος Δημητρίου, ἀντὶ ἀναδόχου τινός, καὶ οὕτως ἐπιτελέσαι τὸ φώτισμα τοῦ θεοφυλάκτου σου τέκνου. Καὶ, ὢ τῆς πεποιθήσεως! Οὐδὲ ἐν τῷ Ἰσραὴλ εὗρον τοσαύτην πίστιν, ὁ Χριστὸς οὐ μόνον τότε τῷ ἑκατοντάρχῃ δοκῶ ἐπιφθέγξασθαι, ἀλλὰ καὶ σοὶ ἄρτι τῷ ἐφαμίλλῳ τῇ πίστει. Εὕρετο τοίνυν ἐκεῖνος ὃ ἐπεζήτησεν· ἐπέτυχες καὶ αὐτὸς οὗ πέποιθας. Ἐκεῖ τὸ θεῖον πρόσταγμα ἀντὶ τῆς σωματικῆς παρουσίας· κἀνταῦθα ἡ σωματικὴ εἰκὼν ἀντὶ τοῦ πρωτοτύπου. Ἐκεῖ συμπαρῆν τῷ λόγῳ ὁ μέγας Λόγος, ἀοράτως τῇ θεότητι τὸ παράδοξον τῆς ἰάσεως ἐργασάμενος· κἀνταῦθα δὲ συνῆν ὁ μεγαλομάρτυς πνεύματι τῇ οἰκείᾳ εἰκόνι τὸ βρέφος δεχόμενος. Ἀλλὰ βεβήλοις μὲν ἀκοαῖς καὶ ἀπίστοις ψυχαῖς ταῦτα ἀπαράδεκτα, ὡς ἄπιστα· καὶ μάλιστα τοῖς Εἰκονομάχοις· τῇ δὲ σῇ εὐσεβείᾳ ἐναργῆ τὰ γνωρίσματά τε καὶ ὑποδείγματα πεφανέρωται. Τί γὰρ τῷ Θεῷ ἀδυνατεῖ παρέχειν τοῖς πιστεύουσι; καὶ πῶς οὐχὶ ἐν τῇ εἰκόνι ὁ εἰκονιζόμενος ὁμωνύμως ὁρᾶται τε καὶ εἶναι πιστεύεται; «Ἡ γὰρ τῆς εἰκόνος, φησὶν ὁ μέγας Βασίλειος, τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει.» Ὥστε σαφῶς ὁ μάρτυς ἦν διὰ τῆς οἰκείας εἰκόνος τὸ βρέφος εἰσδεχόμενος· ἐφ᾽ ὅσον οὕτω πεπίστευκας. Ἀλλὰ τίς ἡ εὐδοξία τῆς μεγαλωσύνης σου, ὅτι τηλικοῦτον, τὸ δὴ λεγόμενον, σύντεκνον προσεκτήσω; οὐ τὸν δεῖνα ἢ τὸν δεῖνα, ἄρχοντα τυχὸν ἢ δυνάστην· εἴποι δ᾽ ἄν, οὐδ᾽ αὐτὸν τὸν τὸ διάδημα περικείμενον· μείζων γὰρ καὶ ὑπέρτερος ὁ ἐξευρημένος. Τῶν γὰρ μαρτύρων ὁ κράτιστος· τῶν θαυματουργῶν ὁ διαπρύσιος· τῶν φίλων Χριστοῦ ὁ γνήσιος· τῶν ἀγγέλων ὁ συμπολίτης· τοσαῦτα καὶ τηλικαῦτα καὶ δυνηθεὶς καὶ δυνάμενος ἐν τοῖς ὑπὸ τὸν οὐρανόν· ὥστε ἀπ᾽ ἄκρου

Letter XVIIIEpistola XVIII

col. 963–964page 30 of 105
PG 99:963Τὴν μὲν αἰτίαν τῆς ταπεινῆς ἀπουσίας ἡμῶν ἤδη εἴπομεν· καὶ οὐ χρή τι πλέον ἀπολογεῖσθαι. Πῶς δὲ ἀρξόμεθα; ἢ τίς δύναμις ἐξευρεθείη εἰς τὸ συμβὰν πάθος ταῖς τιμίαις ὑμῶν ψυχαῖς; Καθάπερ γάρ τις ἰατρὸς ἐπὶ δυσιάτῳ νόσῳ ἐρχόμενος, ἀμηχανίᾳ περιίσταται, ὅπως ἐπιβάλῃ τὴν ἐγχείρησιν· οὕτως ἰλιγγιῶμεν, πῶς τὸν παρακλητικὸν λόγον ἐπὶ τῷ βαρυτάτῳ ὑμῶν πάθει προσενέγκασθαι. Ὢ τῆς συμφορᾶς! ὢ τῆς συμβάσεως! ᾤχετο ὑμῖν παῖς καλὸς καὶ ὡραῖος· αὐτὸς ὁ τὰς πρώτας μητρικὰς ὠδῖνας διαλύσας· δι' οὗ ὑμῖν τὸ τῶν γονέων ὄνομα κεχρημάτικεν· ἡ ἀρχὴ τῆς διαδοχῆς τοῦ γένους· ἡ ῥίζα τῆς τεκνοποιίας· ὁ ὅρπηξ τῆς λογικῆς βλαστοφορίας· τὸ οἷονεὶ πρωτοφυὲς ῥόδον τῆς πατρικῆς καρποφορίας. Καὶ τί ἂν εἴποιμι παριστῶν τὸ γόνου κάλλος; ἢ ὅτι τὸ παιδίον ηὔξανε καὶ προέκοπτεν ἡλικίᾳ καὶ συνέσει, καὶ χάρις Θεοῦ ἦν ἐπ' αὐτῷ, ὅσον ἐκ μικροῦ καὶ ἡμεῖς πεπειράμεθα; Πῶς τοίνυν τὸ τοιοῦτον καὶ τηλικοῦτον ἐκτμηθὲν τῇ θανατικῇ μαχαίρᾳ, ἐξ αὐτῆς εἰπεῖν τῆς ὀσφύος ὑμῶν, οὐ κατεργάσειεν ἂν ἀπαραμύθητον ἄλγος ἐν τῇ καρδίᾳ ὑμῶν; ἢ τίς οὐ συμποτνιάσεται καὶ συναλγυνθήσεται ἐπὶ τῷ τεμνομένῳ διὰ ξίφους κατά τι τῶν ὑπαρχόντων αὐτῷ μελῶν ὡς ἐφ' ὑμῖν; Στενάξειαν δ' ἂν εἰκότως καὶ πατέρες, τοιούτου καλλίστου παιδὸς ἀποβολὴν θεώμενοι. Θρηνήσειαν δ' ἂν καὶ μητέρες, τηλικούτου ὡραίου σπλάγχνου ἐκτομὴν προσβλέπουσαι. Τέτμηται γὰρ ἀληθῶς μέλος ὑμῶν. Ἐκκέκοπται σὰρξ ὑμῶν, τὸ ὀδυνηρὸν πολύ, τὸ θεραπευτικὸν φάρμακον δυσεξεύρητον. Κατήφεια ἐπὶ τῆς οἰκίας, ὀδύνη ἐπὶ τοὺς οἰκέτας, λύπη ἐπὶ τοὺς συγγενεῖς· μᾶλλον δὲ πρὸ τούτων ἐπὶ τὸν προπάτορα κύριον πατρίκιον, καὶ τὴν προμήτορα κυρίαν πρωτοσπαθαρίαν. Πάντοθεν δεινὰ καὶ περίλυπα. Ἀλλὰ δεῦρό μοι, ἀνὴρ χρηστέ, ὁ πολὺς ἐν συνέσει, ὁ σοφὸς ἐν φρονήσει, ὁ πλείστην συνειληχὼς ἐκ πολλῶν τῶν χρόνων τὴν γνῶσιν· σαυτὸν θεράπευσον· σαυτὸν ἴασαι. Ἐπίβαλέ σου, παρακαλῶ, τὸν ὀφθαλμὸν τῆς διανοίας εἰς τὴν τῆς κτίσεως θεωρίαν· ἔμβλεψον εἰς ἀρχαίας γενεάς, ἀπ' αὐτοῦ τοῦ προπάτορος ἡμῶν Ἀδάμ· καὶ ἴδε καὶ γνῶθι τίς ἐν
col. 965–966page 31 of 105
PG 99:965ἔμεινε τῷ αἰῶνι τούτῳ εἰς φῶς ἐλθὼν, ἀλλ' οὐχὶ δίκην ἀνατέλλοντος χόρτου θᾶττον ἐξήνθησε καὶ ἀπεξηράνθη διὰ θανάτου, ἤ ὡς ἐν ῥεύματι ποταμιαίῳ, ὅτι τὸ μὲν ὑπεξῆλθε, τὸ δὲ ἀντεισῆλθε, τοῦ κατὰ διαδοχὴν γένους μὴ ἱσταμένου, ἀλλὰ παρατρέχοντος καθ᾿ ἑκάστην ἡμέραν· οὕτως οἱ γεννήσαντες τοὺς ἡμᾶς γεννήσαντας, καὶ οἱ ἐκείνων ἀνώτεροι· καὶ ἀναποδίζων ὁ λόγος εἰς τὴν καταρχὴν ἐλεύσεται· καὶ κατιὼν πάλιν εἰς τὴν συντέλειαν τοῦδε τοῦ παντὸς καταντήσει. Καὶ οὐκ ἔστιν ὃς ζήσεται, κατὰ τὸ γεγραμμένον, καὶ οὐκ ὄψεται θάνατον. Τὸ δὲ παρόν, λειτουργία τις διωρισμένη, καὶ πραγματεία ἡμερήσιος· καὶ αὐτίκα εἰς τὰ οἰκεῖα ἐπανέλευσις, τῆς τῶν ἐνθένδε, λέγω, πρὸς τὰ ἐκεῖσε μεταβάσεως. Πατριάρχαι, καὶ παρῆλθον· προφῆται, καὶ μετῆλθον· πατέρες καὶ μητέρες, καὶ ἀπεγένοντο· ἀδελφοὶ καὶ φίλοι καὶ συγγενεῖς, καὶ παρέδραμον. Τί δὲ βασιλεῖς; τί δὲ σατράπαι; τί δὲ ἄρχοντες; τί δὲ πᾶσα ἡλικία, καὶ πᾶν γένος ἀνθρώπου; Οὐχὶ πάντες ὑπὸ γῆν γεγόνασι, καὶ γενήσονται μικρὸν ὕστερον ἐκ γῆς φύντες; Ἀλλ' ὧδε τὸ ζητούμενον· ἵνα καλῶς τὰ ἐνταῦθα ἀμείψαντες, καὶ πρὸς τὸ βούλημα τοῦ πεποιηκότος Θεοῦ ἐμπολιτευσάμενοι, τοῦ ἐκεῖσε φοβερωτάτου κριτηρίου τὴν παράστασιν ἀκατάκριτον εὑρήσωμεν· ὅπερ τὸ ὑμέτερον τέκνον ἀσφαλῶς καὶ βεβαίως εὕρατο καὶ ἐπιτετύχηκε. Μακάριος γάρ, φησίν, ὁ ἐν γεννητοῖς γυναικῶν ὀλιγόβιος, καὶ ὃν ὁ Κύριος ἐξελέξατο καὶ προσελάβετο ἐν πρώτῃ ἡλικίᾳ, μὴ πειρασθέντα τῶν πικρῶν ἁμαρτημάτων τοῦ τῇδε βίου. Ἐξῆλθε καὶ ἀπῆλθεν ὁ κύριος Σωτήριχος φερωνύμως ἐν σωτηρίᾳ· ἤχου ἑορταζόντων καταξιούμενος, ἀγαλλιάσεως ἀνεκλαλήτου, συναριθμήσεως τῶν ἐν κόλποις Ἀβραὰμ ἀναπαυομένων βρεφῶν ἁγίων· μηκέτι δουλεύων φθορᾷ καὶ σαρκί, ἀϊδιότητι συνών. Ἐντεῦθεν βουλόμεθά σε λαμβάνειν τὰς ἀφορμὰς τῆς παρηγορίας, ἐντεῦθεν τὰς παρακλήσεις. Γενοῦ δημιουργὸς εὐφροσύνης, καὶ θεραπευτὴς οὐ μόνον σαυτοῦ, ἀλλὰ καὶ τῆς κυρίας τῆς σπαθαρίας, τῆς μάλιστα δεομένης ἰατρείας καὶ παρακλήσεως, διὰ τὸ μικρὸν περιπαθές· εἶτα καὶ τῶν λοιπῶν διαφερόντων σοι· ὡς ἂν δειχθῇς τὰ θεῖα πεπαιδευμένος, καὶ Θεοῦ νόμῳ κρατούμενος· καὶ εἰδὼς ποῦ ποτε ἀπῄει ὁ μεθιστάμενος· καὶ μάλιστα ἐπὶ τοῦ σοῦ γλυκυτάτου τέκνου· ὅτι οὐκ εἰς θάνατον, οὐδὲ εἰς τὸ μὴ ὄν, ἀλλ᾽ εἰς ζωὴν αἰώνιον, καὶ εἰς Θεὸν τὸν τὰ πάντα ποιήσαντα· καὶ ὡς ἂν παραδειχθείης πατράσι, καὶ πᾶσι τοῖς γνωρίμοις καὶ συνειλεγμένοις ἐν τῇ κηδείᾳ, ὑπόδειγμα καλόν, μετ᾿ εὐχαριστίας καὶ σωφροσύνης διαφέρειν τὰς τῶν τέκνων ἀποβολὰς, καὶ μὴ ἀντιτείνειν Θεοῦ τοῖς προστάγμασιν. Πρὸς τὸ κοινὸν τοῦ λαοῦ Ἀντισάρχου. Γράμματα ἐδεξάμεθα παρὰ τῆς τιμιότητος ὑμῶν περὶ τοῦ μαθητοῦ ἡμῶν, τοῦ πάλαι ἀποδράσαντος, καὶ ἐν τοῖς αὐτόθι, οὐκ οἶδ' ὅπως, ἀμαθίᾳ καὶ ἀνοσιότητι προσδεχθέντος, καὶ ἐν ἑνὶ ἄντρῳ οὐχὶ μονα-

Letter XIXEpistola XIX

col. 967–968page 32 of 105
PG 99:967στήριον, ἀλλὰ λῃστήριον παθῶν ἀναδειμαμένου· ἵνα τοῦτον λύσεως ἀξιώσωμεν. Καὶ σύντομος ἡ ἀπόκρισις. Μαρκιανὸς ὁ μαθητὴς ἡμῶν ἕως ἂν ὑποστρέψῃ ἐν τῷ οἰκείῳ μοναστηρίῳ, ἐν ᾧ τὰς συνθήκας ἔθετο ὑπὸ μάρτυρι Θεῷ τῆς ἀποταγῆς αὐτοῦ, ἔσται δεδεμένος καὶ κατακεκριμένος καὶ ἀνάξιος τῆς κοινωνίας, καθ' οὓς ἔγραψε θεοκελεύστους κανόνας. Οὐ γὰρ ἐξ ἡμῶν ἡ ἀπηρτημένη ἀπειλή, ἀλλ' ἐκ Θεοῦ πνεύστων Πατέρων. Τοῦτον τοίνυν εἴπερ ἀγαπᾶτε σώζεσθαι, νουθετήσατε ἀνθυπονοστῆσαι εἰς τὰ οἰκεῖα. Ὃν ἡμεῖς μεταμελόμενον, καὶ ὑποστρέφοντα, πατρικοῖς σπλάγχνοις ἕτοιμοί ἐσμεν ὑποδέξασθαι, καὶ συγχωρῆσαι πάντα τὰ ἡμαρτημένα αὐτῷ. Ὡς γὰρ οὐκ ἔστι πρόβατον ἐκ τῆς ἰδίας μάνδρας ἀποσπασθέν, καὶ ἀποπλανηθέν, μὴ θηριάλωτον γενέσθαι· οὕτως τὸν ἀπὸ μοναστηρίου ἐξερχόμενον ἀνόμως ἐν τῷ οἰκείῳ θελήματι καὶ ἐν τύπῳ οὗ οὐκ ἐπισκοπεῖ ὁ Κύριος καθεζόμενον, μὴ ὑπὸ δαιμόνων ἁλῶναι. Τὸ οὖν κελλίον αὐτοῦ, φωλεός ἐστι δαιμόνων, ἀγρευτήριον ψυχῶν, παιδευτήριον γυναικῶν, πάσης ἀνομίας ἐργαστήριον· κἂν ὁποίοις ἂν λόγοις καὶ τρόποις, ἤ αὐτὸς ἢ ὑμεῖς μεθοδεύειν πειρᾶσθε τὰ λεγόμενα. Εἰ οὖν ὑπακούει καὶ ὑπακούετε, εὖ ἂν ἔχοι ἀμφοτέροις φυγοῦσι τὰς θείας ὀργὰς καὶ ἀπειλάς· εἰ δὲ μή γε, ὄψεσθε ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν τοὺς τῆς παρακοῆς ὑμῶν καρπούς. Ὁ δὲ ἁγιώτατος ἐπίσκοπος εὐλογημένος ἐστὶν ὑπὸ Κυρίου, τηρῶν τοὺς νόμους, καὶ τὸν ἀνόσιον πόῤῥω που διώκων. Οὐ γὰρ χειροτονίας ἄξιος τὸ καθόλου, κἂν ἐνταῦθα ὑποστρέψῃ. Οἶδα γὰρ τὰ αὐτοῦ ὑπὲρ ἐκεῖνον αὐτὸν, πατὴρ αὐτοῦ γεγονώς. Οὐκ ἐβουλόμην ὑμῖν ἐπιστεῖλαι, διὰ τὸ τὰ δεύτερα γράμματα ὑμῶν μὴ συμφωνεῖν τοῖς προτέροις. Τὰ μὲν πρότερα ἐπαγγελίαν εἶχον ταχίστης μεταγνώσεως καὶ ἐλεύσεως πρὸς ἡμᾶς· τὰ δὲ δεύτερα, ανάνευσιν καὶ ἀνατροπήν. Καὶ ὅτι ἐπαφορμίζεσθε τοῦτο καὶ ἐκεῖνο· καὶ οὐχὶ μᾶλλον ἐν ἀληθείᾳ ὁμολογεῖτε τὸ πταῖσμα ὑμῶν, θρηνοῦντες καὶ μεταμελόμενοι, ἐφ' οἷς κακῶς πεπράχατε· Εἰ οὖν μετανοεῖτε, καὶ ἔστιν ἐν ὑμῖν σπινθὴρ φόβου Θεοῦ, ἀνακαίων τὰς καρδίας ὑμῶν εἰς ἃς δεδώκατε ὁμολογίας καὶ συνθήκας Θεῷ τε καὶ ἡμῖν, ἐπὶ τοῦ φοβεροῦ βήματος αὐτοῦ, ὑπὸ μάρτυσιν ἀγγέλοις καὶ πάσῃ τῇ ἀδελφότητι, εὖ ἂν ἔχοι· καὶ μηδὲ ἐντεῦθεν μηδὲ ἐντεῦθεν ἐπιβλέψησθε· ἀλλὰ συντόμως διαῤῥήξαντες τὴν ἀπὸ τοῦ δαίμονος συμπλοκὴν τῆς προσπαθείας ὑμῶν καὶ ἰδιορυθμίας, ἣ πεπλάνηκεν ὑμᾶς ἐκβαλὼν τοῦ κοινοβίου, καὶ περιάγων ὑμᾶς εἰς τόπους οὓς οὐκ ἐπισκοπεῖ Κύριος (πῶς γὰρ ἂν καὶ ἐπισκοπήσῃ ἐπ' ἀθετήσει τῶν ἁγίων αὐτοῦ ἐντολῶν;) ἥκατε πρὸς ἡμᾶς, ἥκατε ἐν συντετριμμένῃ καρδίᾳ καὶ λόγῳ τεταπεινωμένῳ, πρὸς τὸ ἄλλον ὑμᾶς βίον ἀναλαβέσθαι ὑπὲρ τὸν πρότερον. Ὁ γὰρ πρότερος σκαιὸς ἦν ἐκ τῆς κατὰ μικρὸν χαυνώσεως θρασύτητος ὑμῶν καὶ ἀντιλογίας, ὑπαγαγὼν ὑμᾶς αὐτῷ τῆς ἀποστασίας πτώμασι. Καὶ ἡμεῖς κἂν ἁμαρτωλοί ἐσμεν, ἀλλ' οὖν σπλάγχνοις πατρικοῖς προσδεξόμεθα ὑμᾶς, καὶ τὴν

Letter XXEpistola XX

col. 969–970page 33 of 105
PG 99:969ἑαυτῶν ταπεινὴν ψυχὴν μέχρι θανάτου ὑποτιθέντες, εἰς τὸ ἀναβαστάσαι ὑμῶν τὰ ἀσθενήματα κατά ψυχήν τε καὶ σῶμα. Οὐ γὰρ ἐξ ὅτου ἀπωλισθήσατε, ἐν ἀμεριμνίᾳ γεγόναμεν· ὥσπερ οὐδὲ ἐπὶ τῶν ἄλλων· ἀλλὰ τηκομένην ἔχομεν ἐν ἑαυτοῖς τὴν καρδίαν· καὶ πρὸς τὸν Θεὸν αἵροντες φωνὴν ἡμῶν οἰκτρὰν καὶ βέβηλον, ἵνα ἀνθυπονοστήσῃ ὑμᾶς πρὸς τὴν μάνδραν ὑμῶν, ἐμπνεύσει λογισμοῦ μετανοίας. Καὶ ἐάνπερ οὕτως πράξοιτε, θεραπεύοιτε πάλιν τὸν Θεὸν καὶ ἡμᾶς τοὺς ἁμαρτωλούς. Οὐ γὰρ ζητεῖ τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. Ἐπιστρέψατε οὖν, ἐπιστρέψατε, πρὶν ἄφνω ἐπιστῇ ὑμῖν ὄλεθρος, καθὼς τῷ Πετρωνίῳ· καὶ εὑρεθῆτε κενὰ καὶ ἀνόνητα μεταμελόμενοι, ὅτε τῆς μετα­μελείας κέρδος οὐδέν. Ποῦ τοίνυν εἰσὶν οἱ λόγοι σου, Πινούφιε, καὶ σοῦ, Μάρη; μαρτυρίου ἀγῶνας ὑποδέχεσθαι διὰ τὴν ταπείνωσιν ἡμῶν προεθυμεῖσθε· μᾶλλον δὲ διὰ τὴν σωτηρίαν τὴν δι' ὑπακοῆς· καὶ τοῦτο πολλάκις· καὶ μικρά τις αὖρα ἐλθοῦσα, ἐῤῥίπισεν ὑμῶν [ὑμᾶς], ὡς ἄν τινὰ ἀνέμην. Ἀνανήψατε, ἐπιβλέψατε εἰς Θεὸν, φοβήθητε ἀπὸ τῶν κριμάτων αὐτοῦ, καὶ ἐξ ὧν συνεπίστασθε πράξεων ὑμῶν· ὅτι ἐν ἐκείναις μόνον οὐκ ἀρκετὸς ὑμῖν πᾶς ὁ βίος εἰς μετάνοιαν. Τί λοιπὸν προσθήκας ἁμαρτημάτων προστίθεσθε ἐπὶ ἁμαρτήμασι χαλεποῖς; Πρὸς δὲ τὸ γράψαι ἡμᾶς εἰς οὓς εἰρήκατε, ἀσμένως προσδεχθέντες καὶ ξενοδοχούμενοι ὑπ' αὐτῶν, τοῦτο μὲν οὐ ποιοῦμεν· οὐ γὰρ ἐξ ἡμῶν ἐξήλθετε διὰ λόγον ὑπακοῆς, ἵνα κρίνωμεν ἀξίους ὑποδοχῆς. Τοὐναντίον δὲ καταλογιζόμενοι, ὁρίζομεθα ὑμῖν οὕτως. Ἀφ' ἧς οὖν ἡμέρας δέξεσθε τὰ γράμματα, ἀποκινήσατε καταλαβόντες τὰ ἐνταῦθα. Εἰ δὲ ἀπειθοῦντες ἐπιμένητε, ὅπερ μὴ δῴη ὁ Θεὸς, ὃ ἀπεύχομαι, ἐστὲ ἀκοινώνητοι, κατακεκριμένοι τε καὶ καταδεδικασμένοι παρὰ ἀληθείᾳ δικαζούσῃ, νενεκρωμένοι τε τὴν ψυχὴν, καὶ ἐστερημένοι τοῦ πνεύματος, καθὼς ὁ μέγας καὶ θεῖος Βασίλειος ἀπεφήνατο· ἀλλ' οὔτε οἱ ὑποδεχόμενοι ὑμᾶς, ἔξω κατακρίσεως εἰσιν, ὡς μὴ τοὺς θείους κανόνας φυλάττοντες. Ἔγνωμεν, ὦ Πάτερ, καὶ διὰ τῶν προλαβόντων, οἷος καὶ ἡλίκος γέγονας πρὸς τὴν ταπείνωσιν ἡμῶν· ἐν πᾶσι τοῖς συμβεβηκόσι θλιβεροῖς ὁμαλίζων καὶ διευθετῶν πάντα πρὸς τὸ λυσιτελές. Ἴσμεν δὲ καὶ νῦν περίλυπόν σε διὰ τῆς ἐπαγγελίας τοῦ ἀδελφοῦ γεγενῆσθαι ἐν τοῖς παρισταμένοις. Ἀλλὰ τί πάθωμεν; ὅτι ἐντολὴ Θεοῦ πρόκειται, καὶ κανόνες Πατρικαὶ ἀπείργοντες ἡμᾶς ἐκ τῆς τοιαύτης κοινωνίας. Ὧδε δὲ φθάσοι ἡ ταχεῖα ῥοπή σου, καὶ ἡ εἰλικρινής σου πρὸς τὸν Θεὸν καὶ ἡμᾶς τοὺς ἁμαρτωλοὺς σχέσις. Ἵν' ὥσπερ τινὰ τρικυμίαν μεταγάγοις τὸν πειρασμὸν, καὶ γαληνιάσῃς τὴν ταραχὴν τῶν εὐσεβῶν

Letter XXIEpistola XXI

col. 971–972page 34 of 105
PG 99:971ἡμῶν δεσποτῶν. Οὐ γὰρ πρὸς αὐτοὺς ἡμῖν ὁ λόγος τῆς ἀκοινωνησίας· οὐδὲ ἡ αἰτία τῆς ἀμφισβητήσεως· μᾶλλον δὲ ἡ τιμὴ καὶ ἡ προσκύνησις, ἡ φιλία καὶ ἡ ἔντευξις κατὰ τὸ ὀφειλόμενον· πρὸς δὲ τὸν ἀνόμως στεφανώσαντα τὸν μοιχεύσαντα κατὰ τὸν λόγον τοῦ Κυρίου· πρὸς τὸν τολμήσαντα τηλικούτου κακοῦ ὑπουργὸν γενέσθαι καὶ βεβαιωτὴν ἐπὶ τοῦ κόσμου παντὸς, ὃν καθῆραν αὐτὸς ὁ Χριστός, δυσὶ κανόσιν ὑποπεσόντα, ἐπεὶ καὶ ἄλλοις· κατὰ μὲν τὸν πρῶτον, ὅτι οὐδὲ ἐστιαθῆναι εἰς διγαμοῦντος γάμον παραχωροῦντα τὸν πρεσβύτερον· εἰς γὰρ μοιχοῦ οὐδὲ ἐτόλμησεν ὁ κανὼν γράψαι, πόσῳ γε μᾶλλον στεφανῶσαι· Κατὰ δὲ τὸν δεύτερον, ὅτι τὸν ὑποπεσόντα ἔν τινι σφάλματι, καὶ διὰ τοῦτο ἀφορισθέντα, εἰ μὴ ἐντὸς ἐνιαυτοῦ ἐπαγωνίζεσθαι τῇ οἰκεῖᾳ συστάσει, οὐκ ἐξὸν ἔστι φωνὴν αὐτοῦ προσδεχθῆναι. Ὁ δὲ ἐννέα χρόνους ὑπερβάς, εἰσεπήδησεν ἐν τῇ Ἐκκλησίᾳ. Εἰ οὖν οὗτος ἀναίτιος, πολλῷ μᾶλλον ὁ μοιχεύσας. Εἰ δὲ ἐκεῖνος ἔνοχος τῆς ἁμαρτίας, τίς ἀμφιβάλλει περὶ τοῦ συζεύξαντος καὶ βλασφημήσαντος κατὰ τοῦ ἁγίου Πνεύματος, ὡς οὐχὶ ἐναγέστερος καὶ βεβηλότερος; Ταῦτά ἐστι, Πάτερ ἅγιε, τὰ φοβοῦντα καὶ συστέλλοντα ἡμῶν τὴν καρδίαν. Καὶ διὰ ταῦτα πρὸς τὸ μὴ κοινωνεῖν αὐτῷ τε καὶ τῷ προηγησαμένῳ πατριάρχη, ἐπὰν μετεδίδου τῷ μοιχεύσαντι· ἀπεκλείσθημεν, ἐγὼ μὲν ἐν ᾧ καθέζῃ τόπῳ· ὁ ἡγούμενος δὲ καὶ οἱ λοιποὶ ἐν Θεσσαλονίκῃ ὑπερορισθέντες. Ἀλλ' ὁ Θεὸς πάλιν ἐπισυνήγαγεν ἡμᾶς εὐχαῖς σου· καὶ οὐδ' οὕτως, ὡς ἔτυχεν, ἡνώθημεν τῷ πατριάρχῃ, εἰ μὴ ὡμολόγησε καλῶς ἡμᾶς πεποιηκέναι. Ἐὰν οὖν ὅτε ἡ μοιχεία ἦν, καὶ ἡ τῶν κανόνων παράβασις, οὐχ ὑπεστάλημεν δυνάμει Θεοῦ· πῶς οὖν ἄρτι, ὅτε εὐσεβοῦσά ἐστιν ἡ βασιλεία, ἕνεκεν ἑνὸς πρεσβυτέρου ὑποσταλησόμεθα, καὶ προδώσομεν τὴν ἀλήθειαν, κινδυνεύοντες κατὰ ψυχήν; Οὐδαμῶς, ἀλλὰ πάντα ἡμῖν φορητὰ μέχρι θανάτου, ἢ μετασχεῖν τῆς ἐκείνου κοινωνίας, καὶ τῶν ἐκείνῳ συλλειτουργούντων· ἕως ἂν παύσῃ ἱερουργίας, ὥσπερ ἐπὶ τοῦ προτέρου. Ἔστω οἰκονόμος· τί καὶ ἀναξίως ἱερουργεῖ; Ἐξέλιπε πρεσβύτερος. Εἰ δὲ οὐδὲν δοκεῖ τοῖς συλλειτουργοῦσιν αὐτῷ, ὄψονται ἐφ' οἷς πράττουσι. Φείσωνται τῆς ἡμῶν ταπεινώσεως, στεργόντων, καὶ μηδὲν ἕως τοῦ παρόντος λαλησάντων, ἀλλ' οἰκονομησάντων ἐν τοῖς δυσὶν ἔτεσι τούτοις, ἐξ ὅτου εἰσῆλθον· ἵνα οὕτως εἰρηνικώτερον διεξέλθωμεν. Οἱ δεσπόται ἡμῶν οἱ ἀγαθοὶ, μεσῖται καὶ κριταὶ τοῦ δικαίου· φιληταὶ τῶν παρρησιαζομένων ἐν ἀληθείᾳ ὡς αὐτὸ τὸ τίμιον αὐτῶν στόμα πολλάκις διαγορεύει. Ἐνέγκωσιν οἱ ἱερεῖς ἱερῶς, ἢ πείσουσιν, ἢ πεισθήσονται. Εἰ δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ καὶ τὸ γρύξαι μόνον ἡμᾶς οὐκ ἀνεκτόν· Θεὸς ἐφορᾷ, οὗ μείζων οὐδείς· οὗ μόνος ὁ φόβος φοβερὸς, καὶ τὸ ἐκεῖ δικαστήριον, ᾧ πάντες παραστησόμεθα εὐθυνόμενοι κατὰ πάντα. Ἀλλὰ δεόμεθά σου τῆς ἀγαθότητος, καὶ ὡς προκυλινδόμενοι τοῖς τιμίοις σου ἴχνεσι, παρακαλοῦμεν καὶ ἀντιβολοῦμεν ποιῆσαι ἔλεος μεθ' ἡμῶν,
col. 973–974page 35 of 105
PG 99:973καὶ κοινὸν ὄφελος αὐτοῖς τε τοῖς εὐσεβέσιν ἡμῶν βασιλεῦσι, τῷ τε ἁγιωτάτῳ πατριάρχῃ, καὶ πάσῃ τῇ Ἐκκλησίᾳ, οὐ τῇ καθ᾿ ἡμᾶς μόνον, ἀλλὰ καὶ τῇ ἀνὰ πᾶσαν τὴν οἰκουμένην· ἵνα παύσῃ ὁ εἷς εἰς δόξαν Θεοῦ, καὶ μὴ ταραχθῇ ἡ αὐτοῦ Ἐκκλησία. Εἰ δὲ μή γε, ἀλλὰ τό γε δεύτερον, τὸ ἐπιμεῖναι ἡμᾶς ἐν τῷ αὐτῷ καθάπερ ἐν τοῖς δέκα ἔτεσι τούτοις. Οἱ γὰρ λοιποὶ, κἂν μυρίοι ὦσιν, ἱεράρχαι καὶ ἱερεῖς καὶ ἡγούμενοι οἱ κοινωνοῦντες αὐτῷ, οὐ θαυμαστόν· ἐπεὶ καὶ αὐτοὶ συνῆλθον τῷ μοιχεύσαντι· καὶ οὐδείς τι λελάληκε. Ταῦτα Θεὸς δι᾿ ἡμῶν, καὶ εἰ τολμηρὸν εἰπεῖν, καὶ παρακαλεῖ, καὶ προσφθέγγεται, καὶ ὡς κελεύεις. ΚΒ'. — Τῷ αὐτῷ. [μ'.] Καὶ πάλιν παρακαλέσαι σου τὴν πατρικὴν ἁγιωσύνην, καλὸν ἡγησάμεθα, ἐπιβαλέσθαι ἑαυτὴν πρὸς τὸ κοινῇ συμφέρον καὶ λυσιτελοῦν κράτιστα. Οὐ γὰρ πρὸς τοὺς εὐσεβεῖς ἡμῶν δεσπότας ὁ λόγος τῆς ἀκοινωνησίας, οὐδὲ ἡ αἰτία τῆς ἀμφισβητήσεως, καθὰ προγεγράφαμεν· μᾶλλον δὲ ἡ τιμὴ καὶ ἡ προσκύνησις, ἡ ὑπόπτωσις καὶ ἡ ἔντευξις κατὰ τὸ ὀφειλόμενον· πρὸς δὲ τὸν ἀνόμως στεφανώσαντα τὸν μοιχεύσαντα, κατὰ τὸν λόγον τοῦ Κυρίου· πρὸς τὴν τολμήσαντα τηλικούτου κακοῦ ὑπουργὸν γενέσθαι καὶ βεβαιωτὴν ἐπὶ τοῦ κόσμου παντός· Καὶ ἵνα ἐκδηλότερον εἴη τὸ λεγόμενον οὐ πρὸς διδαχήν, ἀλλὰ πρὸς ὑπόμνησιν αὐτὴν, εἰ κελεύεις, τὴν κατὰ τὴν στεφανικὴν συνάφειαν ἱερὰν προσευχὴν παραθήσομεν· καὶ κατίδωμεν ἐντεῦθεν, ὅπως ἐξ ἐναντίας αὐτῷ τῷ Χριστῷ, εἰ καὶ τολμηρὸν εἰπεῖν, ἀντεφθέγξατο καὶ ἀντεμαχήσατο διὰ τοῦ ἐναγοῦς αὐτοῦ στόματος, ὁ ἀνένοχον ἑαυτὸν ἀποδεικνύς. Τοῦ Χριστοῦ γὰρ μοιχὸν ἀποκαλέσαντος τὸν ἀφιέντα τὴν νομίμως συναφθεῖσαν ἀνδρὶ γυναῖκα· μοιχεία δὲ, ὡς οἶσθα, τὸ χαλεπὸν ἁμάρτημα, καὶ ἰσοδύναμον φονέως, ἀῤῥενοφθόρου τε καὶ ἀλογευομένου, φαρμακοῦ τε καὶ εἰδωλολάτρου, κατὰ τὸν κανόνα τοῦ θείου Βασιλείου· αὐτὸς τοῦτον τῷ θυσιαστηρίῳ παραστήσας, ἐν ἐπηκόῳ παντὸς τοῦ λαοῦ, ἐτόλμησε ῥῆξαι τὰς βεβήλους φωνὰς ἐκείνας· καὶ σκοπήσωμεν, Πάτερ, παρακαλῶ, τὸ φοβερὸν καὶ ἔκτοπον· ἔχει γὰρ οὕτως. « Αὐτός, Δέσποτα, ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ἁγίου κατοικητηρίου σου· καὶ ἄρμοσον τῷ δούλῳ σου τὴν δούλην σου. Σύζευξον αὐτοὺς ἐν ὁμοφροσύνῃ. Ἕνωσον αὐτοὺς εἰς σάρκα μίαν, οὓς εὐδόκησας συναφθῆναι ἀλλήλοις. Τίμιον τὸν γάμον ἀνάδειξον, ἀμίαντον αὐτῶν τὴν κοίτην διατήρησον, ἀκηλίδωτον αὐτῶν τὴν συμβίωσιν διαμεῖναι εὐδόκησον. » Οὐκ ἄρα φρικτὸν καὶ ἀκουόμενον, καὶ ἐννοούμενον; πόσον ἐστὶν ἐνταῦθα ὑπολαβεῖν τὸν παροργισμὸν τοῦ ἁγίου Πνεύματος ἐν τῇ τοιαύτῃ βλασφημίᾳ, συνοργισθῆναί τε τοὺς ἁγίους ἀγγέλους ἐν ταῖς τηλικαύταις δυσφημίαις; ἢ πῶς οὐ παραυτίκα, ὡς τὸν Δαθὰν καὶ Ἀβειρῶν, ὑπέλαβεν ἡ γῆ χάνασα τὸν ὑφηγητὴν τοῦ ψεύδους, καὶ δεικνύντα τὸ σκότος φῶς, καὶ τὸν Χριστὸν εἰς ἐναν

Letter XXIIEpistola XXII

col. 975–976page 36 of 105
PG 99:975τιολογίαν περιπεσεῖν πειρώμενον; Πάντως γὰρ ὅσα ὁ ἱερεὺς ὑποφαίνει, ταῦτα καὶ Θεὸς κυροῦν ἐπαγγέλλεται, κατὰ τὸν μέγαν Διονύσιον. Ἀλλὰ μακροθυμῶν ἤνεγκεν, ὑπανοίγων θύραν μετανοίας τῷ ἐνόχῳ τῆς ἁμαρτίας, εἶτα ἀντὶ τοῦ κλαίειν καὶ πενθεῖν τὸν τοιοῦτον μέχρι θανάτου, ἀπόπτυστόν τε εἶναι καὶ ἀποτρόπαιον εἰς ὑπόδειγμα ταῖς μετέπειτα γενεαῖς, θείας ζηλοτυπίας· πάλιν ἐν τῇ Ἐκκλησίᾳ εἰσελθεῖν, καὶ πάλιν ὑπάρχειν ἱερέα ἀναφανδόν. Οὐκοῦν ὡς καλόν τι πεπραχὼς εἰσελήλυθε· καὶ Χριστὸς ἥττηται, κατ᾿ αὐτὸν παραλόγως διαγορεύων. Καὶ δέον διὰ τῆς ἐν τῷ κοινῷ ἱερουργίας αὐτοῦ, διαδοθῆναι εἰς πᾶσαν τὴν καθ᾿ ἡμᾶς Ἐκκλησίαν, καὶ συγκατανεύσαι πάντας ἐπὶ τῷ τοιούτῳ ἔργῳ. Τί γὰρ ἄλλο καὶ οὐ τοῦτο γενήσεται; Ἀλλὰ μὴ γένοιτο. Δεῖ δὲ τάχα ἐκ παραζήλου ἀπὸ τοῦ δεῦρο τὸ τοιοῦτον γίνεσθαι· καὶ στεφανούσθωσαν μοιχοί, καὶ οἱ στεφανοῦντες, ὡς μέγα τι κατωρθωκότες, καὶ τοὺς πολλοὺς ὠφελεῖν, καὶ ἐνάγειν εἰς ὁμοτροπίαν δυνάμενοι. Ἀσπαζέσθωσαν ὑπὸ τῶν πολλῶν. Ἀλλὰ μὴ γένοιτο· οὔτε γὰρ ἐκεῖνος ἱερεὺς, οὔτε οἱ ἐκεῖνον μιμούμενοι. Μὴ γὰρ ἐν ἐκείνῳ ἀπατάσθω, ὅτι βασιλεὺς ἦν ὁ μοιχεύσας. Ἄρχουσι γὰρ οἱ τοῦ Θεοῦ νόμοι πάντων, κατὰ τὸ γεγραμμένον. Ἀλλ᾿ ὅμως τοῦτο δράσας τὸ παγχάλεπον, ἔτι φιλονεικεῖ τὴν ἀνομίαν δικαιοσύνην γνωρίσαι· καὶ τὸ δὴ λεγόμενον, ἀποδεῖξαι ἑαυτὸν τοῦ Προδρόμου καὶ Βαπτιστοῦ ὁσιώτερον. Ἐκείνου γὰρ ἐλέγχοντος τὴν Ἡρώδου μοιχείαν, καὶ ὑπὲρ ἀληθείας θνήσκοντος· οὗτος τὸν δεύτερον Ἡρώδην ὡς ἀληθῶς τῇ ὁμοτρόπῳ μοιχείᾳ δεδειγμένον, καὶ ἐστεφάνωσε, καὶ κατησπάσατο μέχρι θανάτου· λόγοις μὲν οὔ, αὐτοῖς δὲ ἔργοις φθεγγόμενος, ὡς πεπλάνηται Ἰωάννης ὁ Πρόδρομος ἀκαίρως, καὶ ἀνόμως διελέγξας καὶ ἀποθανών. Ἀλλὰ μὴ γένοιτο· ὁ μὲν γὰρ τοῦ νόμου ὑπερασπιστής, καὶ τοῦ μύσους ἐλεγκτής· ὁ δὲ τῶν θείων μυστηρίων καταπατητής, καὶ τῆς ἀθέσμου συμπλοκῆς συνάπτης καὶ κατασφραγιστής. Καὶ ὁ μὲν καὶ θανὼν βοᾷ· Οὐκ ἐξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου. Κἀν τῷ Ἡρώδου προσώπῳ ἐμβοᾷ πάσῃ τῇ οἰκουμένῃ, μηκέτι τοιοῦτον τολμηθῆναι. Ὁ δὲ ἕως τοῦ νῦν αὐτοῖς ἔργοις ἄντικρυς κράζει τῷ δευτέρῳ Ἡρώδῃ· Ἔξεστί σοι ἔχειν γυναῖκα Θεοδότην τὴν μαχλῶσαν· κἀν τῷ αὐτοῦ προσώπῳ διαρρήδην προστάσσει ἕως τοῦ αἰῶνος μοιχεύειν τοὺς ἀνθρώπους, καὶ τοὺς τοιούτους στεφανοῦντας εἶναι ἱερέας. Ὦ τολμηρᾶς καρδίας! Ὦ καταφρονήσεως Θεοῦ κριμάτων! Διὰ τί μὴ μᾶλλον ἕκαστος κατηγορεύει τῆς ὑποθέσεως, καὶ διαστέλλεται τοῦ τοιούτου, καὶ μέχρι βρώσεως, εἴτ᾿ οὖν συντυχίας, εἰ μὴ ἐξαγορεύει τὴν ἁμαρτίαν μετὰ τὸ παντάπασιν εἴργεσθαι αὐτὸν ἐκ πάσης ἱερουργίας; Ἀλλὰ διὰ τοῦτο δεόμεθά σου τῆς θεοσεβείας, καὶ τῆς κατὰ τὸ ἱερὸν σχῆμα ἀκριβείας, ἐνηχῆσαι εἰς τὰ ὦτα τῶν εὐσεβῶν ἡμῶν δεσποτῶν τοὺς τοιούτους λόγους. Πιστεύομεν γὰρ ὅτι εἰ τοῦτον παραστείλωσι σὺν εὐδοκίᾳ τοῦ ἁγιωτάτου
col. 977–978page 37 of 105
PG 99:977ἡμῶν πατριάρχου, ἐπικροτῆσαι ἔχουσιν ἄγγελοι· ἀνευφημήσουσι πάντες οἱ ἅγιοι· εὐφρανθήσεται δὲ καὶ πᾶσα ἡ Ἐκκλησία· γενήσεται δὲ καὶ τῷ κράτει αὐτῶν θείας ἄνωθεν ἐπικουρίας προσθήκη πολλή, ἔν τε προσλήψει ἐχθρῶν τε καὶ πολεμίων, καὶ ἐν εἰρηναίᾳ καὶ μακροημέρῳ αὐτῶν ζωῇ. Ποῦ δὲ καὶ θήσομεν, Πάτερ ἅγιε, τοὺς ἱερούς κανόνας εἴργοντας αὐτὸν τοῦ ἱερατεύειν; τὸν μὲν πρῶτον μὴ παραχωροῦντα μηδὲ εἰς διγαμοῦντος γάμον ἑστιαθῆναι πρεσβύτερον, καίπερ ὄντος ἐκ Θεοῦ παρακεχωρημένου· ὅτι δὲ εἰς τὸν ἀποκήρυκτον καὶ μοιχικὸν ὅλαις τριάκοντα ἡμέραις εὐώχησατο· καὶ οὐ μόνον τοῦτο, ἀλλ᾽ ὅτι καὶ τοὺς νικητικοὺς ἐπὶ τῇ παρθενίᾳ στεφάνους ἐπιτέθεικε τοῖς μοιχοῖς καὶ ἀκαθάρτοις· τίνος εἴη ἄξιος; μικρὸν τάχα ἡ καθαίρεσις; Εἰ δὲ τοῦτο ἀνεκδίκητον, παίγνια τὰ θεῖα, καὶ ἕωλοι οἱ κανόνες. Κατὰ δὲ τὸν δεύτερον πάλιν κανόνα, ὅτι ὁ ὑποπεσὼν ἔν τινι σφάλματι, καὶ διὰ τοῦτο ἀφορισθείς, εἰ μὴ ἐντὸς ἐνιαυτοῦ ἐπαγωνίσεται τῇ οἰκείᾳ συστάσει, οὐκ ἐξὸν ἔτι φωνὴν αὐτοῦ προσδεχθῆναι. Ὁ δὲ ἐννέα χρόνους ὑπερβὰς, εἰσεπήδησεν ἐν τῇ Ἐκκλησίᾳ. Εἰ δὲ λέγοι, παρὰ τοῦ προηγουμένου λαβεῖν τὴν ἐπιτροπὴν, καὶ ἀνέγκλητον εἶναι τὴν ὑπόθεσιν· τί δήποτε οὐχ ὁ ἐπιτρέψας αὐτούργησε στεφανώσας; Ἔστι γὰρ πάντως πατριάρχαις βασιλεῖς στεφανοῦν, οὐχ ἱερέα τινά. Οὐ γὰρ πώποτε γεγένηται. Ἀλλὰ δῆλον ὅτι κινδύνου αὐτῷ κειμένου εἰς αὐτὴν τὴν ἀρχιερωσύνην καθαιρέσεως εὑρὼν τοσοῦτον προθυμούμενον (ἦν γὰρ συναυλιζόμενος εἰς τὰ βασίλεια), παρέπεμψεν εἰς τὸ ἐκείνου πρόσωπον τὸν κίνδυνον· εἴπερ καὶ ἀληθὲς ὅτι καὶ ἐπέτρεψεν· οὐ γὰρ πιστεύομεν, ὑμῖν τε καὶ ἄλλοις πολλοῖς πεπληροφορηκόσιν. Εἰ δὲ πάλιν λέγοι μὴ εἶναι ἀφωρισμένος ὑπὸ τοῦ προηγησαμένου, τί δήποτε οὐκ ἐλειτούργει ἐν τοῖς ἐννέα ἔτεσι; τί δήποτε ὑπὸ συνόδου, ὡς λέγει, νῦν λέλυται; Δῆλον ὅτι ὁ δεδεμένος λέλυται, οὐχ ὁ ἄδετος. Ὥστε ἑαυτῷ περιπίπτει κἀνταῦθα εἰργμένος εἶναι, ἐφ᾽ ὅσον οὐκ ἐντὸς τοῦ ἐνιαυτοῦ, κατὰ τὸν κανόνα, ὑπέδειξεν ἑαυτὸν ἀθῶον, καὶ ἔλαβε τὴν λύσιν ἐμφανῶς. Εἴπερ ἦν λύσις τῷ ὁλοδεσμίῳ, κἂν μυρίους παριστᾷ ψευδομάρτυρας. Ταῦτά ἐστι, Πάτερ ἅγιε, τὰ φοβοῦντα καὶ συστέλλοντα ἡμῶν τὴν καρδίαν. Καὶ διὰ ταῦτα πρὸς τὸ μὴ κοινωνῆσαι αὐτῷ τε καὶ τῷ προηγησαμένῳ πατριάρχῃ, ἐπὰν μετεδίδου τῷ μοιχεύσαντι· ἀπεκλείσθημεν, ἐγὼ ἐν ᾧ καθέζῃ τόπῳ, ὁ ἡγούμενος τε καὶ οἱ λοιποὶ σὺν τῷ ἀρχιεπισκόπῳ ἐν τῇ Θεσσαλονίκῃ ὑπερορισθέντες. Ἀλλ᾽ ὁ Θεὸς πάλιν ἐπισυνήγαγεν ἡμᾶς εὐχαῖς σου· καὶ οὕτως ὡς ἔτυχεν ἡνώθημεν τῷ πατριάρχῃ, εἰ μὴ ὡμολόγησε καλῶς ἡμᾶς πεποιηκέναι. Ἐὰν οὖν οὐδ᾽ ὅτε ἡ μοιχεία ἦν, καὶ ἡ τῶν κανόνων παράβασις, οὐχ ὑπεστάλημεν δυνάμει Θεοῦ· πῶς οὖν ἄρτι ὅτε εὐσεβοῦσα ἐστιν ἡ βασιλεία, ἕνεκεν ἑνὸς πρεσβυτέρου καθηρημένου ὑποσταλησόμεθα, καὶ προδώσομεν τὴν ἀλήθειαν, κινδυνεύοντες κατὰ ψυχήν;
col. 979–980page 38 of 105
PG 99:979θανάτου, ἢ μετασχεῖν τῆς ἐκείνου κοινωνίας, καὶ τῶν ἐκείνῳ συλλειτουργούντων, ἕως ἂν παύσῃ τῆς ἱερατείας ὥσπερ ἐπὶ τοῦ προτέρου· καίπερ ἂν τῆς χαλεπωτέρου τοῖς δευτέρου. Οὐδὲ γὰρ συνελειτούργησεν αὐτῷ καθάπαξ ὁ προηγησάμενος. Καὶ ἐκεῖ μὲν συνελθεῖν ἄτοπον ἦν. Πλὴν οὐ τοσοῦτον κακόν. Ὧδε δὲ καθαίρεσις ἡμῶν τῆς ἱερωσύνης, ἐὰν συλλειτουργήσωμεν. Ἔστω οἰκονόμος· τί καὶ ἀναξίως συλλειτουργεῖ; ἐξέλιπε πρεσβύτερος. Εἰ δὲ οὐδὲν δοκεῖ τοῖς συλλειτουργοῦσιν αὐτῷ, ὄψονται ἐφ' οἷς πράττουσι· φείσωνται ἡμῶν τῆς ταπεινώσεως, στεργόντων, ἀλλ' οἰκονομησάντων ἐν τοῖς δυσὶν ἔτεσι τούτοις, ἐξ ὅτου εἰσῆλθον· ἵν' οὕτως εἰρηνικώτερον διεξέλθωμεν. Οἱ δεσπόται ἡμῶν οἱ ἀγαθοὶ μεσίται καὶ κριταὶ τοῦ δικαίου, φιλῆται τῶν παρρησιαζομένων ἐν ἀληθείᾳ, ὡς αὐτὸ τὸ τίμιον αὐτῶν στόμα πολλάκις διαγορεύει. Ἐνεγκέτωσαν οἱ ἱερεῖς ἱερῶς, ἢ πείσωσιν, ἢ πεισθήσονται· Εἰ δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ καὶ τὸ γρύξαι ἡμᾶς μόνον οὐκ ἀνεκτόν· Θεὸς ἐφορᾷ, οὗ μείζων οὐδείς, οὗ μόνος ὁ φόβος φοβερός, καὶ τὸ ἐκεῖθεν δικαστήριον, ᾧ πάντες παραστησόμεθα εὐθυνόμενοι κατὰ πάντα. Ἀλλὰ δεόμεθά σου τῆς ἀγαθότητος, καὶ ὡς προκυλινδούμενοι τοῖς τιμίοις σου ἴχνεσι παρακαλοῦμεν καὶ ἀντιβολοῦμεν, ποιῆσαι ἔλεος μεθ' ἡμῶν, καὶ κοινὸν ὄφελος αὐτοῖς τε τοῖς εὐσεβέσιν ἡμῶν βασιλεῦσι, τῷ τε ἁγιωτάτῳ πατριάρχῃ, καὶ πάσῃ τῇ Ἐκκλησίᾳ· οὐ τῇ καθ' ἡμᾶς μόνον, ἀλλὰ καὶ τῇ ἀνὰ πᾶσαν τὴν οἰκουμένην· ἵνα παύσῃ ὁ εἷς εἰς δόξαν Θεοῦ, καὶ μὴ ταραχθῇ ἡ αὐτοῦ Ἐκκλησία· εἰ δὲ μή γε, ἀλλὰ τό γε δεύτερον τὸ ἐπιμεῖναι ἡμᾶς ἐν τῷ αὐτῷ, καθάπερ ἐν τοῖς δέκα ἔτεσι τούτοις. Οἱ γὰρ λοιποὶ κἂν μύριοι ὦσιν ἱεράρχαι, καὶ ἱερεῖς, καὶ ἡγούμενοι, κοινωνοῦντες αὐτῷ, οὐ θαυμαστόν· ἐπεὶ αὐτοὶ καὶ συνῆλθον τῷ μοιχεύσαντι· καὶ οὐδεὶς τι λελάληκε. Ταῦτα Θεὸς δι' ἡμῶν, εἰ καὶ τολμηρὸν εἰπεῖν, καὶ παρακαλεῖ, καὶ προσφθέγγεται, καὶ ὡς κελεύει. Οὐδὲν ὧν δεδήλωκας ἡμῖν τὸ παρόν, ἅγιε Πάτερ, λυπηρόν, ὅσον τὸ μὴ θέλειν τοὺς εὐσεβεῖς ἡμῶν δεσπότας ἐλθεῖν ἡμᾶς κατὰ τὸ σύνηθες, καὶ ἀξιωθῆναι τῆς τιμίας αὐτῶν προσκυνήσεως, καὶ τοὺς προπεμπτικοὺς καὶ εὐκτηρίους, ὡς πᾶς τῶν ἀνθρώπων, κατὰ τὴν ἔξοδον αὐτῶν ἀποδοῦναι λόγους. Ἀλλ' οὐ πάντως ἡ εὐμείλικτος καὶ ἀμνησίκακος καὶ Χριστομίμητος αὐτῶν καρδία τοῦτο ὅλον ποιήσειεν εἰς τὴν ἡμετέραν ταπείνωσιν· ἐπεὶ καὶ τοῖς ἐχθροῖς οἶδε διαλλάττεσθαι, οὐχὶ δὲ ἡμᾶς τοὺς ἀληθινῇ καρδίᾳ

Letter XXIVEpistola XXIV

col. 981–982page 39 of 105
PG 99:981φιλοῦντας καὶ σέβοντας αὐτούς. Ἄριστα δὲ ὑπέβαλεν ἡ ἁγιωσύνη σου τὰς τῆς εὐτελείας ἡμῶν ἀποκρίσεις ἐν ταῖς ἱεραῖς αὐτῶν ἀκοαῖς· καὶ ὅτι κατένευσαν, τῆς αὐτῶν εἴη μεγαλόφρονος θεοσυνασίας· καὶ γὰρ ἴσασι τὰ θεῖα κρίνειν εὐθυβόλως, ὡς σοφίας μεμεστωμένοι, καὶ γνώσεως Θεοῦ ἀνάπλεοι. Κελεύει δὲ ἐρωτᾷν, τίνος χάριν ἐπιδεδώκαμεν ἑαυτοὺς εἰς τὴν ἱεραρχίαν, ἐγνωσμένου ὄντος τοῦ σφάλματος. Καὶ πρὸς τοῦτο μετ᾽ αἰδοῦς ἀποκρινόμεθα, ὅτι ὅσον τὸ καθ᾿ ἡμᾶς, οὐκ ἐβουλόμεθα, τὸ μὲν διὰ τὸ ἐπισφαλὲς κίνδυνον τοῦ ἀξιώματος, τὸ δὲ δι' αὐτὸ ἤδη τὸ λεγόμενον τοῦ οἰκονόμου. Ἐπεὶ δὲ ἐλήλυθαν οἱ Θεσσαλονικεῖς, ἱκετεύοντες ὡς ἐκ πάσης τῆς πόλεως, οἵ τε δεσπόται ἡμῶν οἱ ἀγαθοὶ συνεπιτιθέμενοι τῷ ψηφίσματι· δέος ἡμῖν ἐγένετο μὴ ὑπακοῦσαι, καὶ ἀντιφέρεσθαι θεῷ τε καὶ τοῖς εὐσεβέσιν ἡμῶν δεσπόταις· λογισάμενοι ὅτι δυνατός ἐστιν, ἥνικα ὑπὸ τῶν οἰκείων ἐπισκόπων ἡ χειροτονία γίνεται, φυγεῖν τὸν προειρημένον κίνδυνον. Πρὸς γὰρ τὸ μετὰ ταῦτα· τὸ μὲν ὅτι πόῤῥω τῶν ἐνταῦθα ἀποικίζεται· τὸ δὲ ὅτι ἐγχωρεῖ καὶ ἐπιδημοῦντα φυλάττεσθαι κατὰ πολλοὺς τρόπους. Εἶτα ὅτι καὶ θάνατοι συμβαίνουσιν, καὶ ἐκ μέσου γίνεται τὸ σκάνδαλον· ὥσπερ καὶ ἐφ᾿ ἡμῶν αὐτῶν τῶν ταπεινῶν ὧδε καθημένων συνέβη, διαφυλαχθῆναι ἕως τοῦ παρόντος, οἰκονομίᾳ χρωμένων. Δεῖ γὰρ, ἐφ' ὅσον οἷόν τε, ὑποχωρεῖν τοὺς πειρασμούς, ἄλλως τε καὶ μὴ ἐπισκοπῆς ἐχόντων ἀξίωμα. Διὰ ταῦτα ὡς ἐπὶ μάρτυρι Θεῷ ἐπιδεδώκαμεν ἑαυτοὺς, δοκοῦντες, ἵνα καὶ τοῦτο εἴπωμεν, μηδὲ ἠγνοημένον εἶναι πάντως τοῖς εὐσεβέσιν ἡμῶν δεσπόταις, εἰδόσι τὰ πόῤῥω καὶ μακρὰν δι' ἄκραν ἀγχίνοιαν· ἀλλὰ μὴν οὐδὲ αὐτῷ τῷ ἁγιωτάτῳ πατριάρχῃ, ἐπεὶ κἀκείνῳ τηνικαῦτα γεγράφαμεν τὴν ὑπόθεσιν· ὡς ἡμεῖς γε τούτου χάριν ὑπὲρ τοῦ μὴ κοινωνῆσαι τῷ στεφανώσαντι τὸν μοιχὸν, καὶ τῷ προηγησαμένῳ πατριάρχῃ, ἡνίκα μόνον μετεδίδου αὐτῷ, διαφόρως τὴν ἐξορίαν ὑπέστημεν· πλὴν ὅτι πολλαχῶς καὶ αὐτὸ τὸ τίμιον αὐτῶν στόμα ἐπανέκρινε, καὶ διέγνω ταῦτα οὕτως ἔχειν. Αὕτη ἐστὶν ἡ ἀπολογία· καὶ ταύτην, ὡς κελεύεις, ἀνάγαγε τῷ εὐηκόῳ αὐτῶν κράτει. ΚΔ΄. — Θεοκτίστῳ Μαγίστρῳ. Ὅτι περιπονουμένη ἐστὶ τὰ καθ᾿ ἡμᾶς ἡ μεγίστη σου ὑπεροχὴ ἐξ ὑπερβαλλούσης φιλοθείας, ἔδειξε μὲν καὶ τὰ διὰ τοῦ εὐλαβεστάτου ἡγουμένου βήματα. Ἐφανέρωσε δὲ καὶ νῦν τὰ διὰ τοῦ ἀδελφοῦ ἡμῶν πρὸς τὰ σταλέντα δηλώματά τε καὶ ἀνταποκρίματα. Καὶ τῆς ὑπὲρ τηλικαύτης σου ἀγαθῆς διαθέσεως πρὸς τὸ κοινῇ συμφέρον, τοὺς μισθοὺς
col. 983–984page 40 of 105
PG 99:983Τίνα δὲ δεῖ ὑπακούειν διαλέγων θεός. Τίνα δὲ δεῖ ὑπακούειν; ὁ λόγος· ἡ κατ' ἐμὲ γνώμη, ὅτι καὶ τοῦτο τῶν λαλεῖν καὶ σιγᾶν, τοὺς τόσον μεθοδεύοντας εἰς τὸ μὴ εἰς τρόπον ἀθετεῖν τὴν ὑπόθεσιν. Ἀλλ' ἡ ἐνταῦθα οἰκονομία ἔκεινεν, καὶ ὁ εἰπὼν οὐκ ἐψεύσατο, ὅτι οὐκ ἐστιν· ὡς καὶ ἡμῶν μὴ κινουμένων, ὅσον ἐσκίαζεν τῶν πραγμάτων, μὴ ἐπὶ τοσούτου τινὸς ἐπεσημαίνετο πίνεσθαι. Καὶ νῦν τῇ οἰκονομίᾳ χρώμενοι, δύο ταῦτα λέγομεν· ἢ ἡ τέτοιος καὶ ἡμῶν τι λεγόντων ὁ ἀπέχεται τε τῶν ἀγίῳ τούτῳ πατριάρχῃ, καὶ λυσιτελές κατὰ κοινοῦ· ἢ εἰ μὴ ἀνεκτόν, καὶ ἐσμὲν ἐπὶ τῆς αὐτῆς προῆς καὶ τῇ ὑποστολῇ, καὶ τοῦ Κυρίου τὴν ὑπὲρ τοῦ τοιούτου ποιεῖν δίκην τε παραχωροῦντες. Τὸ δὲ μεῖζον τούτου, οὐκ ἔτι, σύγγνωθι, οἰκονομίας τρόπος, ἀλλὰ παρανομίας καὶ παραβάσεως τῶν θείων κανόνων ὄφλημα. Οἰκονομίας γὰρ ὅρος, ὡς οἶσθα, μήτε τι τῶν κειμένων ἀθετεῖν καθόλου, μήτε ἐφ' ᾧ οἷόν τε μικρὸν ὑφεῖναι κατὰ καιρὸν καὶ λόγον· ὡς ἐκεῖθεν εὑρεῖν τὸ ζητούμενον ἐντέχνως· πρὸς τὸ δεύτερον ὑπάγεσθαι τῷ πράγματι, καὶ ζημιοῦσθαι τὰ τελεώτερα. Καὶ τοῦτο δεδιδάγμεθα, ἐν μὲν τοῖς ἀποστόλοις, παρὰ τοῦ Παύλου, ἁγνισαμένου καὶ περιτεμόντος τὸν Τιμόθεον· ἐν δὲ τοῖς Πατράσι, παρὰ τοῦ μεγάλου Βασιλείου, προσηκαμένου τὸ λῆμμα τοῦ Οὐάλεντος, καὶ ὑποσιωπήσαντος πρὸς καιρὸν τὴν θεότητα τοῦ Πνεύματος. Ἀλλ' οὔτε ὁ Παῦλος ἔμεινεν ἁγνιζόμενος, οὔτε Βασίλειος προσηκάμενος ἔτι τὸ τοῦ Οὐάλεντος δῶρον, καὶ μὴ κηρύττων θεὸν τὸ Πνεῦμα· τοὐναντίον μὲν οὖν ἀμφότεροι ὑπὲρ ἑκατέρων θανάτους αἱρησάμενοι φαίνονται. Οὕτως τις ἐκ τοῦ αἰῶνος οἰκονομῶν, οὐ διέσφαλτο τοῦ καλοῦ· θάττον γὰρ ἐπειράζατο ὃ μικρὸν ἐνέλιπεν. Ὡς ἐπὶ τοῦ οἰακοστρόφου, ὑπανέντος μικρὸν τὸ πηδάλιον, διὰ τὴν ἀντιπνεύσασαν καταιγίδα. Ἑτέρως δὲ διενεχθεὶς διήμαρτε τοῦ σκοποῦ· ἀντ' οἰκονομίας παράβασιν τελέσας. Καὶ τὰ παραδείγματα πολλά, ἃ παρέλκον ἐστὶ γράφειν διὰ τὸ μακρηγορές. Τὸ δὲ τὴν κυριότητά σου φῆσαι ἐπὶ τοῦ κανόνος τῶν ἀποστόλων, περὶ τῶν ἐν χρήμασι χειροτονούντων καὶ χειροτονουμένων, ὕφεσίν τινα πεποιηκέναι τὸν Χρυσόστομον ἐφ' ὧν καθεῖλεν ἓξ ἐπισκόπων· οὐδὲν τὸ παραλλάττον, εἰ καὶ δοκεῖ, ἡνίκα κἀκείνους πάσης ἱερωσύνης ἀλλοτριώσας, μόνην τὴν εἰς τὸ θυσιαστήριον μετάληψιν αὐτοῖς παρεχώρησε. Δῶμεν δὲ καὶ παραλλάττειν, καὶ ὕφεσιν ἔχειν. Μιμείσθωσαν οἱ βουλόμενοι, καὶ οὐδεὶς ὁ κωλύσων· στόμα γὰρ Θεοῦ καὶ οὗτος, καὶ τῶν ἀποστόλων ὁμόσκηνος· οὗ καὶ πολλὰ μέμνηνται ἕως τοῦ παρόντος, καὶ οὐδεὶς περὶ τούτων διήνεκτο. Ἀλλ' οὐχὶ ὧδε οὕτως ἔχει. Ὁ γὰρ τὸν μοιχὸν στεφανώσας, ὡς μηδὲν πεπραχὼς ἄτοπον, ἱερουργῶν πάλιν ἐστί· καὶ οὐδὲ ἐν ἀποβύστῳ που εἰσερχόμενος,
col. 985–986page 41 of 105
PG 99:985ἀλλ' ἐπ' αὐτῆς τῆς καθολικῆς Ἐκκλησίας· ὡς εἰς ὑπόδειγμα καλὸν τοῖς ἱερεῦσι προκείμενος. Τίς δὲ ἡμῖν ἡ τοῦ Οὐαλεντινιανοῦ δυογαμία ἐθνικῆς; καὶ τίς αὐτὸν στεφανώσας ἐπὶ τούτῳ ἀνακηρύττεται ἅγιος, καὶ οὐχὶ παράνομος, εἴπερ καὶ ἐστεφάνωται; Καὶ τίς τηνικαῦτα τῶν θεσπεσίων Πατέρων γραφῇ παρέδωκεν, ὡς ὁσίως Οὐαλεντινιανὸς πεποίηκε, δύο γυναῖκας ἀγόμενος, καὶ χρεὼν ἐκ τοῦ δεῦρο τοῦτο πράττεσθαι; Πολλοὶ τοίνυν καὶ ἄλλοι, ἐπειδὴ τὸ βούλεσθαι αὐτοῖς νόμος ἐστὶν οὐ θεῖος, ἀλλ᾽ ἀνθρώπινος καὶ κατηγορούμενος, δεδράκασι καὶ δράξουσι τυχὸν ἕως τοῦ αἰῶνος. Ἀλλ' ἡ τοῦ Θεοῦ Ἐκκλησία μεμένηκεν ἀπήμαντος, κἂν πολλοῖς ἐβλήθη τοξεύμασι· καὶ πύλαι ᾅδου κατισχῦσαι αὐτῆς οὐ δεδύνηνται· οὐδὲ παρὰ τοὺς κειμένους ὅρους καὶ νόμους πράττειν τι καὶ λέγειν ἀνέχεται· κἂν πολλοὶ πολλαχῶς ποιμένες ἠφρονεύσαντο· ἐπεὶ καὶ συνόδους συνεκρότησαν μεγάλας καὶ παμπληθεῖς, καὶ Ἐκκλησίαν Θεοῦ ἑαυτοὺς ὠνομάκασι· καὶ ὑπὲρ κανόνων ἐφρόντισαν τῷ δοκεῖν, κατὰ κανόνων τὸ ἀληθὲς κινούμενοι. Τί δὴ θαυμαστὸν εἰ καὶ νῦν πέντε καὶ δέκα τυχὸν ἐπίσκοποι συναχθέντες τὸν ὑπὸ τῶν κανόνων καθῃρημένον κατὰ δύο αἰτίας, ἠθώωσαν, λύσαντες τοῦ ἱερουργεῖν; Σύνοδος τοίνυν, δέσποτα, οὐ τὸ ἁπλῶς συνάγεσθαι ἱεράρχας τε καὶ ἱερεῖς, κἂν πολλοὶ ὦσι. Κρείσσων γάρ, φησὶ, εἷς ποιῶν τὸ θέλημα τοῦ Κυρίου, ἢ μυρίοι παραβαίνοντες· ἀλλὰ τὸ ἐν ὀνόματι Κυρίου, ἐν τῇ εἰρήνῃ καὶ φυλακῇ τῶν κανόνων· καὶ τὸ δεσμεῖν καὶ λύειν οὐχ ὡς ἔτυχεν, ἀλλ' ὡς δοκεῖ τῇ ἀληθείᾳ, καὶ τῷ κανόνι, καὶ τῷ γνώμονι τῆς ἀκριβείας. Ἢ δείξωσιν οἱ συνελθόντες τοῦτο πεποιηκότες· καὶ ἡμεῖς σὺν αὐτοῖς· ἢ οὐ δεικνύουσιν, ἐκβαλέτωσαν τὸν ἀνάξιον, ἵνα μὴ εἰς κατηγόρημα αὐτοῖς καὶ ταῖς μετέπειτα γενεαῖς παραδοθήσεται· Ὁ λόγος γὰρ ὁ τοῦ Θεοῦ δεδέσθαι φύσιν οὐκ ἔχει· καὶ ἐξουσία τοῖς ἱεράρχαις ἐν οὐδενὶ δέδοται ἐπὶ πάσῃ παραβάσει κανόνος ἢ μόνον στοιχεῖν τὰ δεδογμένα, καὶ ἔπεσθαι τοῖς προλαβοῦσιν. Οὐκ οἶδα εἰ μή τι ἀκανόνιστόν ἐστι καὶ παρεωραμένον. Καὶ πρὸς τοῦτο κανὼν τοῦ ἁγίου Βασιλείου, εἰς ἱερέα ὀμωμοκότα ἐπ' ἀληθείᾳ τοῦ ἀρκεῖσθαι μόνον τῇ οἰκείᾳ Ἐκκλησίᾳ, καὶ μηδαμοῦ ἄλλᾳ προσεφέρειν δῶρον. Καὶ πάλιν, τῆς ἐν Καρθαγένῃ, ἐπὶ τῶν χειροτονούντων τοὺς ἐκ τῶν μοναστηρίων ἀποστατοῦντας· τὸ τοὺς τοιούτους μὴ δεῖν εἰς ἑτέραν Ἐκκλησίαν παρ᾽ ἢν κατέχει ἕκαστος ἐπισκοπήν, ἱερουργεῖν· τοὺς δὲ χειροτονηθέντας εἶναι καθῃρημένους. Εἰ τοίνυν ἐπὶ τούτων τῶν ψιλῶν, καὶ τοῖς πολλοῖς οὐδὲ δοκούντων τι εἶναι ἐφάμαρτον, οὐκ ἀνεκδίκητα τὰ κρίματα καὶ τὰ τοῦ Θεοῦ δικαιώματα· πόσῳ γε μᾶλλον ἐπὶ τοῦ παρόντος; Οὐκ ἔστιν οὖν, οὐκ ἔστιν, ὦ δέσποτα, οὔτε τὴν καθ᾿ ἡμᾶς Ἐκκλησίαν, οὔτε ἑτέραν, παρὰ τοὺς κειμένους νόμους καὶ

Letter XXVEpistola XXV

col. 987–988page 42 of 105
PG 99:987κανόνας ποιεῖν τι. Ἐπεὶ εἰ τοῦτο δοθείη, κενὸν τὸ Εὐαγγέλιον, εἰκῇ οἱ κανόνες· καὶ ἕκαστος κατὰ τὸν καιρὸν τῆς οἰκείας ἀρχιερωσύνης, ἐπειδὴ ἔξεστιν αὐτῷ ὡς δοκεῖ μετὰ τῶν σὺν αὐτῷ πράσσειν, ἔστω νέος εὐαγγελιστής, ἄλλος ἀπόστολος, ἕτερος νομοθέτης. Ἀλλ᾿ οὐδαμῶς. Παραγγελίαν γὰρ ἔχομεν ἐξ αὐτοῦ τοῦ ἀποστόλου, παρ᾿ ὃ παρελάβομεν, παρ᾿ ὃ οἱ κανόνες τῶν κατὰ καιροὺς συνόδων καθολικῶν τε καὶ τοπικῶν, ἐάν τις δογματίζῃ, ἢ προστάσσῃ ποιεῖν ἡμᾶς, ἀπαράδεκτον αὐτὸν ἔχειν, μηδὲ λογίζεσθαι αὐτὸν ἐν κλήρῳ ἁγίων· καὶ τὸ δύσφημον παρῆμεν λέγειν ὁ αὐτὸς εἴρηκεν. Ἡμῖν οὖν τοῖς ἔξω κόσμου, οὐδὲν ἄλλο ὀφείλεται, ἢ τὸ τὰ τοιαῦτα ζητεῖν καὶ πράσσειν, ἐξ ὧν καὶ ἡμῖν τὸ συνεπαίρεσθαι καὶ ζηλοῦν. Καὶ εἰ μὲν ἐν τούτοις ἡ ζωή, εὖ ἂν ἔχοι. Εἰ δὲ μή, συμφέρον εἶναι καὶ ἀοίκους καὶ ἀνεστίους, καὶ τὴν ὑπ᾽ οὐρανὸν περιέρχεσθαι μετὰ πάσης θλίψεως καὶ στενοχωρίας. Βοηθησάτω τοίνυν τὰ κατὰ δύναμιν ἡ θεοφιλής σου ψυχή, καὶ ζηλοτυποῦσα τὰ θεῖα. Παραπετάσματί τινι χρώμενοι τῷ εὐτελεῖ ἡμῶν γραμματίῳ, αἰδοῖ τοῦ ἀγγέλου τῆς μακαριότητός σου, ἐμφανίζομεν ἑαυτοὺς οἱ ταπεινοὶ τῇ ἱερωτάτῃ αὐτῆς κορυφῇ κατὰ τὸ ἀναγκαῖον. Ἤδη γὰρ τὸ παρὸν ἀπήγγειλεν ἡμῖν Ἰωάννης ὁ σύνδουλος καὶ μαθητὴς ἡμῶν, ὡς ἀξιωθεὶς τῆς σεπτῆς σου προσκυνήσεως, ἀκήκοε παρ᾿ αὐτῆς ξένα τινὰ καὶ ἀπευκταῖα. Ἀποσχισταὶ γάρ, φησίν, ἐστὲ τῆς Ἐκκλησίας. Πόσον οὖν ἐπὶ τούτοις, ὦ μακαριώτατε, οὐκ εἰκότως ἦν ἡμῶν διατεθῆναι τὴν ψυχὴν λυπηρῶς; πῶς δὲ οὐκ ἐκλαλῆσαι ἀπολογητικῶς τῇ ἁγιωσύνῃ σου, καὶ μὴ τῇ σιωπῇ κυρῶσαι τὴν κατηγορίαν; Ἐγὼ δὲ πρὸ τῆς ἀπολογίας, ἐκεῖνο μετ᾿ αἰδοῦς προσαναφέρω, ὅτι οὐχ ὡς ἔτυχε δεῖ τὰ ὦτα ἀνοίγειν παντὶ τῷ βουλομένῳ κατά τινός τι λέγειν, οὐδ᾽ οὐ μὴν ἀποφαίνειν ἀκρίτως εἰς τὸ διαβληθὲν πρόσωπον. Μὴ γὰρ ὁ νόμος ὑμῶν, φησί, κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ᾿ αὐτοῦ πρότερον, καὶ γνῷ τί ποιεῖ; Ὥστε ἀκουσάσης τῆς μακαριότητός σου τοῦτο τὸ δύσφορον καὶ ἐλεεινὸν περὶ τῆς εὐτελείας ἡμῶν. Τί γὰρ μεῖζον κακὸν τοῦ τῆς Ἐκκλησίας χωρισμοῦ, καὶ τοῦ τὸν ἀρχιποίμενα τὸ πρόβατον ἀπολέσαι, εἴδ᾽ οὖν τὸν συμποίμενα; ἔστι γὰρ εἰ καὶ ἀναξίως καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς χρίσμα καὶ ὄνομα παρὰ Θεοῦ ποιμένος, τολμῶ λέγειν, ἐνεγκεῖν, ἀνακρῖναι, νουθετῆσαι, πῆ μὲν ἰδίᾳ, πῆ δὲ δημοσίᾳ, κατὰ τὴν ὑπὸ τοῦ Κυρίου ὑπαγορευομένην μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου, ἢ μετὰ δύο, διδασκαλίαν· καὶ εἶθ᾽ οὕτως τῇ ἐπιμονῇ, ὡς αὐτός φησιν, ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης. Ἡμεῖς δὲ μέχρι τοῦ δεῦρο οὔτε δι᾿ ἀποστόλου, οὔτε αὐτοψεὶ τοιοῦτον πρὸς τῆς ἁγίας σου ψυχῆς, ἀλλ᾿ οὔτε ἀκηκόαμεν, οὔτε νενουθετήμεθα· καὶ οὕτως τὸ ἐνεγκεῖν ἀπόφασιν. Σκοπησάτω ἡ τελειότης σου, εἰ οὐκ ἀξίως λυπηρὸν γεγένηται τοῖς τέκνοις σου.
col. 989–990page 43 of 105
PG 99:989Ἴωμεν δὲ ἐπ᾿ αὐτῆς τῆς ἀπολογίας, Θεῷ τε τῷ παντεφόρῳ, καὶ τῇ ἀρχιερωσύνῃ σου ποιούμενοι τὸν λόγον. Οὐκ ἐσμὲν ἀποσχισταὶ, ὦ ἁγία κεφαλή, τῆς τοῦ Θεοῦ Ἐκκλησίας· μήποτε τοῦτο παθοιμεν. Ἀλλ' εἰ καὶ ἄλλως ἐκ πολλοῖς ἁμαρτήμασιν ὑπάρχομεν, πλὴν ὀρθόδοξοι καὶ τῆς καθολικῆς Ἐκκλησίας τρόφιμοι, πᾶσαν αἵρεσιν ἀποβαλλόμενοι, καὶ πᾶσαν καθολικὴν καὶ τοπικὴν σύνοδον ἐγκεκριμένην ἀποδεχόμενοι· οὐ μὴν ἀλλὰ καὶ τὰς παρ' αὐτῶν ἐκφωνηθείσας κανονικὰς διατυπώσεις. Μηδὲ γὰρ τέλειον εἶναι ὀρθόδοξον, ἀλλ' ἐξ ἡμισείας, τὸν τὴν πίστιν ὀρθὴν οἰόμενον ἔχειν, τοῖς δὲ θείοις κανόσι μὴ ἀπευθυνόμενον. Καὶ τὴν μακαριότητά σου, ἡνίκα προσεβλήθη, ἀπεδεξάμεθα, κατὰ εἰς ἐπήκοον αὐτῆς ἀπελογησάμεθα. Καὶ ἐκ τότε καὶ μέχρι τοῦ δεῦρο ἐν τῇ μυσταγωγίᾳ ὡς καθήκει ἀναφέρομεν· καὶ ὡς μάρτυς Θεός, εἰ κατ' αὐτὴν τὴν ἡμέραν ἐζήτησε κοινωνῆσαι ἡμᾶς συνεκοινωνοῦμεν ἂν αὐτῇ μηδὲν διακρινόμενοι· ἐπεὶ καὶ ποθητὴ ἡμῖν ἐξ ἀρχῆς. Οὗ χάριν δὲ τὸ θρυλλούμενον, διὰ τὸν οἰκονόμον, ὃν καθῇρεν αὐτὴ ἡ ἀλήθεια, πολλοῖς κανόσιν ὑποπεσόντα· ἐπειδὴ καὶ πρὸ τῆς ἐμφανοῦς μοιχείας, μοιχεύοντι τῷ προβεβασιλευκότι ἐν διαφόροις προσώποις, οὐ μόνον ἦν λειτουργῶν, καὶ μεταδιδοὺς, καὶ συνεστιώμενος, ἀλλὰ καὶ τὴν μερίδα μετ᾿ αὐτοῦ τιθέμενος, ἐξ οὗ καὶ πρὸς τὴν ἀναφανδὸν ἀσέλγειαν πρόθυμος γέγονε· καταφρονήσας Θεοῦ καὶ τῶν θείων κριμάτων. Καὶ ἵνα ἐκδηλότερον εἴη τὸ λεγόμενον· οὐ πρὸς διδαχὴν, ἄπαγε· ἀλλ᾽ ἢ μόνον πρὸς ὑπόμνησιν, αὐτὴν, εἰ κελεύει, τὴν κατὰ τὴν στεφανικὴν συνάφειαν, ἱερὰν μυσταγωγίαν ἀναλήψεται, καὶ κατίδοι πόσον ἐστὶν ἐνταῦθα ὑπολαβεῖν τὸν παροξυσμὸν τοῦ ἁγίου Πνεύματος ἐν ταῖς τοιαύταις ἐναντιολογίαις. Πάντως γὰρ ὅσα ὁ ἱερεὺς ὑποφαίνει, ταῦτα καὶ Θεὸς κυροῦν ἐπαγγέλλεται, κατὰ τὸν μέγαν Διονύσιον. Ἀλλὰ διὰ τοῦτο δεόμεθά σου τῆς τελειότητος, τὸν ὑπὸ τῶν κανόνων καθῃρημένον, καὶ ὑπὸ τοῦ προηγησαμένου τὴν ἁγιωσύνην σου εἰρχθέντα ὅλοις ἐννέα ἔτεσι, παῦσαι τῆς ἱερουργίας, παραλόγως εἰσελθόντα. Ἄρτι γὰρ τὸ ταπεινὸν στόμα ἡμῶν ἠνοίξαμεν, ἡνίκα ἐνεκλήθημεν. Ὁπηνίκα γὰρ ἐγεγόνει ἡ συνέλευσις ἐκείνη ἡ μικρὰ, καὶ οὐκ οἶδ᾽ ὁποία εἰπεῖν· ἐκ τῆς φυλακῆς ἤμην κατ' αὐτὸ ἐξεληλυθώς. Καὶ ἐπεὶ ἑώρων τούτους συνηθροισμένους τοὺς καὶ πρότερον τὴν μοιχείαν καταδεξαμένους, καὶ τὸν μοιχοζεύκτην ἀσπαζομένους· ἐμνήσθην τοῦ προφητικοῦ ἐκείνου, ὅτι Ὁ συνιὼν ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, ὅτι καιρὸς πονηρός ἐστιν. Ἀλλ' ἐπεὶ ὁ αὐτὸς λέγει· Ἐσιώπησα· μὴ καὶ ἀεὶ σιωπήσομαι; διὰ τοῦτο ἐν καιρῷ εὐθέτῳ συκοφαντηθεὶς ἀνήνεγκα τὰ παριστάμενα· ἐπεὶ τὸ ὅσον ἐν ἐμοὶ, παντὶ τρόπῳ ἐφυλαξάμην ἐν τοῖς δυσὶν ἔτεσι τούτοις, μὴ εἰς προύπτον ἐκβῆναι τὴν ὑπόθεσιν· ἐκεῖνο ἐν ἐμαυτῷ λέγων, ὅτι, ἐπεὶ οὐκ εἰμὶ ἐπισκόπου ἔχων ἀξίωμα δυνάμενος ἐλέγχειν· ἀρκετὸν μοι ἡ οἰκεία φυλακὴ, καὶ τὸ μὴ μετασχεῖν με τῆς τε ἐκείνου κοινωνίας, καὶ τῶν ἐκείνῳ ἐν γνώσει συλλειτουργούντων, ἕως ἂν ἐκ μέσου γένηται τὸ

Letter XXVIEpistola XXVI

col. 991–992page 44 of 105
PG 99:991σκάνδαλον. Τοῦτο τοίνυν παρακαλοῦμεν καὶ δεόμεθα, δυσωπηθῆναι σου τὴν ἁγίαν ψυχὴν παρασταλῆναι τὸν ἄνδρα. Πρὸς τὸ μὴ μωμεῖσθαί σου τὴν ἄληπτον ὁσιότητα· μηδὲ χραίνεσθαι τὸ θεῖον θυσιαστήριον καθῃρημένου λειτουργίᾳ· μηδὲ εἶναι αἰτίας εὐλόγους σχισμάτων. Γινωσκέτω γὰρ ἀψευδῶς καὶ ἀκραιφνῶς ἡ μακαριότης σου, ὅτι, εἰ μὴ τοῦτο γένηται νεύσει καὶ τῆς φιλοθέου ψυχῆς καὶ τῶν εὐσεβεστάτων καὶ καλλινίκων ἡμῶν βασιλέων (ζηλωταί γάρ εἰσὶ), τὸ μὲν ἡμέτερον ὅπως ἂν ἔξει ὑπὲρ τῆς ἐντολῆς ἐνισταμένων, Θεῷ ἐγνωσμένον· σχίσμα δὲ μέγα, ὑπὸ μάρτυρι Θεῷ καὶ ἐκλεκτῶν αὐτοῦ ἀγγέλων, γενήσεται ἐν τῇ καθ᾿ ἡμᾶς Ἐκκλησίᾳ. Ἀλλ᾿ ἐλέησον, ὁ ποιμὴν ὁ καλὸς, ἀλλὰ βοήθησον, ὁ ἰατρὸς ὁ ἐπιστήμων, τῇ ποίμνῃ σου, τὰ πρόβατά σου, τὰς Ἐκκλησίας σου, τρόποις σοφίας σου, λόγοις συνέσεώς σου, φαρμάκοις ἰατρείας σου· τὸ ἓν πρόβατον ἀπεῖρξαι μόνης τῆς ἱερουργίας, καὶ τὰ ὅλα κερδῆσαι· καὶ μὴ τῇ τοῦ ἑνὸς ψώρᾳ λυμανθῆναι τὴν Ἐκκλησίαν, ἣν περιεποιήσατο ὁ Κύριος καὶ Θεὸς ἡμῶν τῷ οἰκείῳ αἵματι. Κϛ. — Συμεὼν ἡγουμένῳ. Ἀξίαν τῆς ἡγιασμένης καὶ θεοφόρου σου ψυχῆς ἐχάραξεν ἡμῖν τὴν ἐπιστολὴν ἡ τίμια σου πατρότης, ὁμοῦ μὲν σημαίνουσαν τὴν ἀγαπητικὴν πρὸς ἡμᾶς τοὺς ἁμαρτωλοὺς διάθεσιν· ὁμοῦ δὲ δηλοῦσαν τὴν ἰσόῤῥοπον καὶ ταυτόγνωμον τὴν περὶ τῶν θείων ἐντολῶν συμφωνίαν, καὶ μὴν ἐκδιδάσκουσαν τὰ κρείττονα, καὶ συμπροθυμοῦσαν εἰς τοὺς προκειμένους ἀγῶνας ἀκλονητὶ ἐνίστασθαι, καὶ μηδαμόθεν τῇ τῶν ἑτεροδόξων καὶ εἰκαιολόγων ἀνατρέπεσθαι κενοφωνίᾳ. Καὶ γέγονεν ἡμῖν τὸ τίμιόν σου γράμμα ὡς ἀληθῶς ἐμψύχωμα ἀνδρείας, καὶ χαράκωμα δυνάμεως· ὡς δοξάσαι ἡμᾶς τὸν ἀγαθὸν ἡμῶν Κύριον, τὸν μὴ τελείως τὴν ταπεινὴν ἡμῶν γενεὰν ἐγκαταλιπόντα, ἀλλὰ δόντα σπινθῆρας ζωτικοὺς τοῖς ἐθέλουσιν ἀναζωπυρεῖσθαι πρὸς τὴν τῆς εὐσεβείας ἀγαθοεργίαν. Ἔχει μὲν οὕτω ταῦτα. Καὶ εὐχὴν εὐχόμεθα ὡς ἁμαρτωλοὶ, ἐπιμένειν σου τὴν τῆς ἁγιωσύνης ζωὴν εἰς σωτηρίας ὑπόδειγμα, ἡμῖν τε καὶ οἷστισιν ἄλλοις βουλομένοις. Οὐ γὰρ πάντως οἱ τοὺς κανόνας στραβλοῦντες, καὶ τοὺς γνώμονας σκελίζοντες, εὐθύτητα βλέπουσιν ἐν τοῖς ὀρθοτομοῦσι τὸν λόγον τῆς ἀληθείας· ἀλλὰ καὶ γέλωτα ἀνάπτουσι, καὶ ὀνειδισμοὺς προσάπτουσι. Καὶ τί ἄλλο, ἢ τὸ ἐντεῦθεν μᾶλλον στερεοῦσθαι ἡμᾶς, μανθάνοντας τὸ σαθρὸν καὶ ἐπισφαλὲς τῶν τοιούτων; Ὑφ᾿ ὧν ὅτι ἡ σὴ ὑψηλὴ διάνοια οὐχ ἁλίσκεται, ἀξιάγαστον καὶ ἡμῖν πολύευκτον. Ζητεῖ δὲ μαθεῖν ὅ τι γέγονε καινότερον πρὸς τὴν ἐνισταμένην ὑπόθεσιν· καὶ οὐκ ἔχομεν λέγειν διὰ τὸ τοὺς κρατοῦντας τὸ νῦν φοσσατεύειν· Πρὸς γὰρ τὸν ἀρχιερέα τί δεῖ καὶ λέγειν, μήτε λόγον διαπέμψαντα, μήτε ἐθέλοντα ἀκοὴν παραδέξασθαι, ταμιευόμενον πάντα Καίσαρι; Ὁ γὰρ κύριος Συμεὼν ἀμφοτερόγλωσσος· πῇ μὲν οὕτως, πῇ δὲ ἄλλως μεταβαλλόμενος· πλὴν ὅτι καὶ πάλιν συνήραμεν λόγον, καὶ οὐχ ὑφήκαμεν τῆς ἀληθείας. Καὶ μικρὸν μὲν μαλάσσε
col. 993–994page 45 of 105
PG 99:993ται· μένει δὲ ὁ αὐτὸς, ἐκεῖνα φρονῶν καὶ ζητῶν, ἃ ἐφετὰ πάντως τοῖς κρατοῦσιν. Ἐν δὲ τῷ ἐξέρχεσθαι τὸν εὐσεβῆ ἡμῶν δεσπότην πάλιν γεγράφαμεν, ἐκζητήσαντος αὐτοῦ τοῦτο· καὶ ὅμως οὐκ ἠθέλησεν ἡμᾶς εἰς ὄψιν αὐτοῦ ἐλθεῖν. Μένομεν δὲ ἡμεῖς οἱ ἁμαρτωλοὶ, εἴπερ γρηγορεῖ ἡ εὐχὴ ἡμῶν, ὡσαύτως, μὴ βουλόμενοι προδοῦναι τὴν ἀλήθειαν, μηδὲ μετασχεῖν τῆς κοινωνίας αὐτῶν· κἂν ἐξορία πρόκειται, κἂν ξίφος στιλβοῦται, κἂν πῦρ ἀνάπτηται. Ἀλλ᾽ οὐκ ἂν τοῦτο δυνηθείημεν, ἀνάξιοι τυγχάνοντες τοῦ καὶ ὀνομάζεσθαι μόνον μοναχοί· εἰ μὴ προσχὼν Κύριος ταῖς ὑμετέραις ἱεραῖς προσευχαῖς δυναμώσειε τὸ ἡμῶν ἀσθενὲς καὶ σαθρόν. Διὸ γρηγορεῖτε, Πατέρες ἅγιοι, εἰς αὐτὸ τοῦτο, ὑμέτερον ἡγούμενοι, ὅπερ καὶ ἔστι, τὸ κοινωφελὲς πρόβλημα. Θεοῦ δὲ κελεύσει ἐξερχόμενος ὁ αἰδεσιμώτατος ἀδελφὸς ἡμῶν, καὶ οἰκονόμος τῆς ἁγίας ὑμῶν μονῆς ἀγάπῃ τῇ ἁγιωσύνῃ σου ἀντίγραφα τῶν διαπεμφθεισῶν ἐπιστολῶν πρὸς ἑκάτερα πρόσωπα· ἵνα κἀντεῦθεν ἐναργέστερον μανθάνουσα τὰ καθ᾽ ἡμᾶς, τὸ μὲν βοηθῇ γράμμασι, τὸ δὲ ἐπικουρῇ ἱκετηρίαις. Καὶ ἄλλον δέ τινα παρεθέμεθα τῷ ἀδελφῷ λόγον· καὐτὸν πάντως ἀναγγελεῖ καὶ ἀποδώσει, ἐπηνίκα φθάσει ἰδεῖν τὸν τίμιόν σου χαρακτήρα. Προσαγορεύει σὺν ἡμῖν καὶ ὁ ἀρχιεπίσκοπος, ὁ Καλόγηρος, καὶ ὁ ἀββᾶς Λεόντιος, καὶ ἡ λοιπὴ ἡμῶν ἀδελφότης. Τὴν ἁγίαν σου συνοδίαν προσειπεῖν ἐξ ἡμῶν καταξίωσον. Τοὺς μὲν ἄλλους τυχόν χάρις ἀνθρωπίνη ἀναβιβάζειν πέφυκεν ἐπὶ τὸ ὕψος τῶν ἀξιωμάτων. Σὲ δὲ τῶν εὐσεβέστατον καὶ παμπόθητον ἡμῶν δεσπότην, ἀρετὴ ὡς ἀληθῶς, καὶ οὐ χάρις τις, ἀνήγαγεν ἐν τῷ μεγέθει τοῦ ἀξιώματος, οὐ μὲν οὖν κατά τινα χρόνον, καὶ ἐν μιᾷ ἐξουσίᾳ· ἀλλὰ διὰ παντὸς καὶ ἐν πολλαῖς ὥσπερ τινὰ χρυσόν μεταχειριζομένη, καὶ εἰς πάντα ὀντινοῦν κόσμον τῇ εὐσεβεῖ ἡμῶν βασιλείᾳ προβαλλομένη. Καὶ τὰ πράγματα δῆλα, κἂν ἡμεῖς μὴ λέγωμεν. Ὥστε καὶ τὸ νῦν ἀξιολόγως οἱ Χριστομίμητοι ἡμῶν βασιλεῖς, ἀντιπρόσωπον τῆς ἑαυτῶν καλοκαγαθίας ἔθεσαν σε ἐν ταύταις ταῖς ἡμέραις τῇδε τῇ βασιλευούσῃ πόλει. Αὕτη ἐστὶν ὑπὲρ τῆς πεμφθείσης προσηγορίας παρὰ τῆς εὐσεβείας σου τὸ νῦν διὰ τοῦ γραμματηφόρου ἀντιπροσφώνησις. Καί γε Κύριος ὁ Θεὸς ἡμῶν διαφυλάξειέ σε ἀπήμονα ψυχῇ τε καὶ σώματι πρὸς τὸ ἑξῆς, ἐν τῷ ἄρχειν τε καὶ ἐξουσιάζειν· ὡς ἂν ὑπὸ Θεοῦ σοι δι᾽ αὐτῶν τῶν πραγμάτων μεμαρτύρηται ἡ ἐξουσία δεδόσθαι. Ἐπειδὴ δὲ φειδοῖ τῆς ταπεινώσεως ἡμῶν (οὕτω γὰρ πιστεύομεν, καὶ οὐκ ἄλλως), διελέχθη σου ἡ εὐσέβεια τῷ ἀδελφῷ, περὶ τῆς ὑποθέσεως τῶν τριχῶν τοῦτο καὶ ἐκεῖνο ποιησάντων ἡμῶν· καὶ ὡς δέον καὶ καιρὸν σκοπεῖσθαι, καὶ κανονικῶς πράττειν, καὶ ἐν τοῖς οἰκείοις ὅροις μένειν· ἐπειδὴ καὶ πατριάρχης προκαθεζόμενος ὧδε· τάληθῆ ἀπολογούμεθα. Πρότερον ἀπευχαριστοῦντες αὐτῇ· ὅτι πονοῦσά ἐστι καὶ κηδομένη τῶν καθ᾽ ἡμᾶς. Καὶ δέον.

Letter XXVIIEpistola XXVII

col. 995–996page 46 of 105
PG 99:995καὶ μαρτυρία τῆς ἤσπερ ἀναγγέλλομέν σου λοκαγαθίας· τάχα δὲ καὶ διὰ τὴν ἀγχιστείαν ὀφείλει τις εἶναι ἰδικωτέρα παρὰ τοὺς ἄλλους διάθεσις. Νόμοι τοιγαροῦν, ὦ δέσποτα, θεῖοι, καὶ κανόνες εἰσὶν οἱ ἄγοντες πάντα τὸν εὐσεβοῦντα· παρ᾽ οἷς οὐκ ἔστιν οὔτε πρόσθεσιν, οὔτε ὕφεσιν ποιεῖσθαι. Αὐτοὶ καὶ ἡμᾶς τοὺς ταπεινούς, εἰ καὶ μυριάκις σφαλλόμεθα, πρὸς ταῖς ἄλλαις ὑποθέσεσι, καὶ εἰς τὴν τῶν κομώντων, σχουσι. Καὶ ὥσπερ ἡ ἐξουσία σου τὰ διατεταγμένα πρὸς τῶν εὐσεβῶν ἡμῶν δεσποτῶν φυλάττειν διαγωνίζεται· πῆ μὲν ἀναγγέλλουσα τὰ συμβαίνοντα, πῆ δὲ ἐκπληροῦσα τὰ προστασσόμενα· εἴργουσά τε καὶ ἀφορίζουσα, καὶ ὅσα ἄλλα ἐπισυμβαίνει· οὐ δυσωπουμένη πρόσωπά τινα, οὔτε μικρά, οὔτε μεγάλα· ἅπαξ γὰρ ὃ ἤκουσε καὶ ἐνετάλθη, ἐκπληροῦν κατασπεύδεται· κίνδυνος γὰρ οὐχ ὁ τυχὼν κἂν πρὸς μικρὸν ἀναβάλλεσθαι· οὕτω τοίνυν καὶ πολλῷ μᾶλλον ἐφ' ἡμῖν τοῖς λαχοῦσι τὸ ἱερατεύειν, μείζων καὶ ὀλεθριώτερος ὁ κίνδυνος, μὴ ἀποπεραιώσειν πάντα τὰ διὰ τῶν θείων κανόνων, καὶ θεσπεσίων Πατέρων, παρὰ τοῦ βασιλέως τῶν ὅλων Θεοῦ προστασσόμενα. Ὅτι δὲ πρόσταγμα θεῖον, πρῶτον μὲν φανεροῖ ὁ Ἀπόστολος· ἔπειτα αἱ διατάξεις· εἶτα ὁ Χρυσόστομος· κατασκευάζων ἁμάρτημα ὁμολογούμενον εἶναι τὸ κομᾷν τοὺς ἄνδρας· τελευταῖον ὁ παρὰ τῇ ἕκτῃ ἁγίᾳ συνόδῳ κανών, προστάσσων καὶ ἀφορισμὸν τοῖς μὴ πειθομένοις· ὃν καὶ ἀπέστειλα· ἵνα αὐτήκοος γενομένη, γνοίη μηδὲν ἡμᾶς τοὺς ἁμαρτωλοὺς ἀκανονίστως ποιεῖν. Ἡμεῖς δὲ τούτου τοῦ κανόνος οὐκ ἐπικρατεῖς νῦν γεγόναμεν, ἀλλὰ πάλαι· καὶ γνωστὸν γέγονε καὶ τῷ προηγησαμένῳ πατριάρχῃ· ἐπεὶ καὶ διελέχθη ἡμῶν τὰ εἰκότα· οὐκ ἐγκαλῶν, ἀλλ᾽ ἀποδεχόμενος· πῶς γὰρ ἂν καὶ ἠδύνατο, κανόνος κειμένου; λέγων τε ὅτι γέγονε κἀμοὶ ὑπόμνησις περὶ τούτου· κἂν οὐκ ἠκούσμεθα. Ἀλλ' ἐκείννῳ μὲν τὴν οἰκονομίαν οὐκ ἠκριβολογούμεθα· ἡμεῖς δὲ ἕως τοῦ νῦν οὕτω διήλθομεν, οὐ δημοσίως διαγορεύοντες· ἐπεὶ μηδὲ ἐπισκοποῦμεν· ἐν δὲ τῇ οἰκείᾳ Ἐκκλησίᾳ φυλαττόμενοι, διότι ἱερατεύομεν· καὶ προέσθαι τὸ σῶμα καὶ αἷμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τοῖς ὁμολογουμένως κρατουμένοις ὑφ᾽ ἁμαρτήματος, οὐχ οἷόν τέ ἐστι. Κἂν ὁστιστοῦν τυγχάνῃ, οὐκ οἶδα· εἰ μὴ ἐπαγγέλλεται τὴν διόρθωσιν. Καὶ γὰρ πολλοῖς καὶ συνεχωρήσαμεν καὶ παραχωροῦμεν μέχρι μιᾶς καὶ δευτέρας ὑπομνήσεως, ἢ καὶ τρίτης· τὸ δὲ πλέον, ἀδιαφορία, καὶ τῶν κανόνων καταφρόνησις, μᾶλλον δὲ Θεοῦ, παρ᾽ οὗ ἐδόθησαν. Αὕτη ἡμῶν ἡ ἀπολογία, δέσποτα, πρὸς τὴν ὑπερφυῆ σου ὑπεροχήν. Καὶ δεόμεθα αὐτῆς ὅπουπερ ἂν ἐπιῤῥυῇ λόγος, τὰ δέοντα ὡς ὑπὸ Θεοῦ ἀνακρινομένη καὶ μισθαποδοτουμένη ὑποβαλεῖν. Περὶ γὰρ τοῦ ὅτι χειρὶ ἐποιήσαμεν ἡμεῖς ἐνταῦθά τινι, γελοῖόν ἐστι τὸ πιστεύεσθαι πρός τινος τῶν εὐφρονούντων. Οὐδαμῶς. Ἀλλὰ τὸ παρ' ἡμῶν μετὰ πάσης παρακλήσεως, καὶ τῶν καταδεχομένων μετὰ πάσης συγκαταθέσεως γέγονε· καὶ τότε ἀκρωτηριασμὸς τῶν ὑπερκομώντων σχεδὸν
col. 997–998page 47 of 105
PG 99:997μέχρι ζώσεως, καὶ καταβλακευομένων· ἵνα δόξωμεν μικρόν τι τοῦ κανόνος μὴ ἀποπίπτειν· καὶ ἴσως ἐκ τούτου γένηταί τις πρὸς τὸ βέλτιον ἐπαναδρομή. Εὔχου τοίνυν, ὦ δέσποτα, ἐννόμως καὶ εἰρηνικῶς ἡμᾶς ζῆν· συμβάλλων καὶ τὰ παρ' ἑαυτοῦ ἐν τοῖς καθ' ἡμᾶς κατὰ τὸ δυνατόν· ἵνα ἐάν τι ἀγαθὸν, συμμεθέξῃ ἡ τιμία σου ψυχὴ τοῦ καλοῦ. ΚΒ΄. — Βασιλείῳ μονάζοντι [μζ΄.] Ἐδεξάμεθά σου τὰ γράμματα τῆς ἀδελφικῆς ἀγάπης, καὶ ἐθαυμάσαμεν ἐπὶ τῇ ἀθρόᾳ μεταβολῇ αὐτῆς. Τὰ μὲν πρότερα (ἵνα τὰ ἄλλα ἐάσω λέγειν), οὐκ ἀναγκαῖα ὄντα κατὰ τὸ παριστάμενον· Ἰωσὴφ τοῦ οἰκονόμου κατηγορίαν εἶχον, ὡς κακῶς εἰσελθόντος αὐτοῦ εἰς τὴν Ἐκκλησίαν. Τὰ δὲ δεύτερα τοὐναντίον ἀθώωσιν ἐμφαίνοντα παντάπασι. Καὶ ὁ τὸν αὐτὸν κατὰ τὸ αὐτὸ πρᾶγμα, ποτὲ μὲν ἐπαινῶν, ποτὲ δὲ ψέγων· ὅ τι λέγει τις τῶν ἁγίων, γινώσκειν ὀφείλει ἡ θεοσέβειά σου. Ἀλλ᾽ ἔστω τοῦτο εἰς οὐδὲν, καίπερ ἐναντιολογίας ὃν ἔγκλημα. Τί δὲ ὅτι οὕτως ἀκρίτως προήχθης, πρὶν ἐξεταστικῆς καὶ μαθηματικῆς πείρας ἀποφήνασθαι κατὰ τῆς ταπεινώσεως ἡμῶν ἀποσχοινισμὸν τῆς καθ' ἡμᾶς Ἐκκλησίας, καὶ διὰ τοῦτο ἀναθεματισμόν; Πρόσεχε σεαυτῷ, φησὶν ὁ λόγος· καὶ, Πρὶν ἐξετάσῃς, μὴ μέμψῃ· καὶ, Πρῶττον νόησον, καὶ τότε ἐπιτίμα. Αὐτὴ δὲ μηδὲν τούτων παρατηρήσασα, μηδὲ ὑπολογισαμένη ὅτι πρόσεστι καὶ ἡμῖν πάντως τὸ κατὰ λόγον λέγειν καὶ πράττειν· οὕτως ὡς ἀπαιδεύτοις καὶ ἀλόγοις καὶ ἀρτιγεύστοις τῆς μοναδικῆς πολιτείας, καὶ ἐν μαθητευομένοις τελοῦσιν ἐπετίμησας· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ἐπέπληξας. Καὶ εἶθε τοῦτο· ἀλλὰ καὶ ἀναθεματισμῷ παρέπεμψας. Καὶ φεῦ τὰ τῶν ἀνθρώπων! Πῶς οὐκ ἐπὶ πολὺ διασώζεις τοὺς τῆς φιλίας ὅρους ἀμετακινήτους· εἰ γὰρ τοῦτο ὑπῆρχε τῇ τιμιότητί σου ἀκραιφνές, οὐκ ἂν οὕτως ἀπροόπτως τὴν εὐτέλειαν ἡμῶν κατεκερτόμει. Πλὴν ἄξιοι τῶν τοιούτων· καὶ οὐ θαυμαστὸν εἰ καὶ ὑπὸ τῆς φιλίας σου προπηλακιζόμεθα. Ἡμεῖς δὲ ὅ ἐσμεν, Θεῷ μὲν περανετώμεθα· δίκαιον δὲ καὶ τῇ συνέσει σου, ἐπὰν προσκόπτῃ καὶ σκανδαλίζηται, ἐπιδηλῶσαι. Οὐκ ἐσμὲν ἀποσχισταὶ, ὦ θαυμάσιε, τῆς τοῦ Θεοῦ Ἐκκλησίας· μήποτε τοῦτο πάθοιμεν· ἀλλ᾽ εἴ καὶ ἄλλως ἐν πολλοῖς ἁμαρτήμασι τυγχάνομεν. Ὅμως ὁμόσωμοι αὐτῆς καὶ τρόφιμοι μετὰ τῶν θείων δογμάτων· καὶ τοὺς κανόνας αὐτῆς καὶ διατυπώσεις γλιχόμεθα φυλάττεσθαι. Τὸ δὲ ταράττειν καὶ ἀποσχίζειν ἀπ᾽ αὐτῆς, τὴν μηδεμίαν ἐχούσης ἀληθῶς κηλίδα ἢ ῥυτίδα κατά τε τὸν τῆς πίστεως λόγον, καὶ τὸν τῶν κανόνων ὅρον, ἀπ᾽ ἀρχῆς αἰῶνος καὶ μέχρι τοῦ δεῦρο, ἐκείνων ἐστὶν, ὧν ἡ πίστις τὸ ἐνδιάστροφον ἔχει, καὶ ὁ βίος τὸ ἀκανόνιστον καὶ ἄθεσμον· ὧν εἷς ἐστι καὶ ὁ Ἰωσὴφ ὁ τὸν μοιχὸν στεφανώσας· οἵ τε τούτῳ ὡς ἀμέμπτῳ ἀνεχόμενοι συλλειτουργεῖν, καὶ μὴν καὶ οἱ συνιστῶντες αὐτὸν ὡς ἀθώως ἱερουργοῦντα. Πῶς γὰρ κανονικῶς ἡμῖν γράφουσα ἡ εὐλάβειά σου, οὐ τοὺς θείους κανόνας ἐπίσταται, ὅτι κατ᾽ αὐτοὺς καθῃρημένος ἐστὶν ὁ ἀνήρ; εἰ γὰρ εἰς διγαμοῦντος

Letter XXVIIIEpistola XXVIII

col. 999–1000page 48 of 105
PG 99:999γάμον οὐκ ἐῶσι τὸν πρεσβύτερον ἱστιαθῆναι· τί πρὸς τὸ τὸν δίγαμον στεφανώσαι· τί δὲ τὸ εἰς μοι χικὸν γάμον ἐστιαθῆναι ὅλαις τριάκοντα ἡμέραις; τί δὲ, τὸ ὀλεθριώτερον, τὸ καὶ στεφανώσαι μοιχὸν κατὰ τὸν λόγον τοῦ Κυρίου, τὴν ἐπὶ τῇ συναφείᾳ ἱερὰν προσευχὴν λέγοντα τὸν μοιχοζεύκτην, καὶ προσκαλούμενον τὴν θείαν χάριν ἀθέως ἐπὶ τοὺς βεβήλους; Ἀπόπτυστός ἐστι παρὰ Θεῷ, κατὰ τὸν θεῖον Διονύσιον, καὶ ἀνίερος ὁ τοιοῦτος. Παρέλκον γάρ ἐστι τοὺς ἐπ᾿ αὐτῷ ἄλλους κειμένους κανόνας ὧδε γράφειν. Ὅτι δὲ καὶ ὑπὸ τοῦ προηγησαμένου πατριάρχου ἀφωρισμένος ἐνναετῆ χρόνον ἔτυχε· καὶ ὁ κανὼν εἰ μὴ ἐντὸς ἐνιαυτοῦ λυθῇ, οὐκ ἀνέχεται ἔτι τὴν λύσιν, ποῦ θήσομεν; Πάντως δὲ ἡ ἀπάντησις, ὅτι ἐλέλυτο. Καὶ εἰ ἐλέλυτο, πῶς οὐχ ἱερουργεῖ; καὶ εἰ ἐλέλυτο, πῶς ἄρτι ἐξήτησε λύσιν ὑπὸ συν όδου; Δηλονότι ὁ δεδεμένος ζητεῖ λυθῆναι, οὐχ ὁ ἄδετος· ὥστε κἀνταῦθα περιπίπτει ἑαυτῷ ὁ θέλων κατὰ τῆς ἀληθείας κινεῖσθαι. Βεβήλωσις οὖν τῶν ἁγίων ἐστὶν, ὦ ἀδελφὲ, τοῦτον ἱερουργεῖν· καὶ σύγ χυσις παντελὴς τῶν κανόνων τὸ μὴ τὰ τοιαῦτα φυ λάττεσθαι. Τί γὰρ λέγει καὶ ὁ Χρυσόστομος; ὅτι οὐκ ἀκίνδυνόν ἐστι τὸ ἀνεξέταστον ἐπὶ τοῦ ἱερέως. Οὐ περὶ πίστεως, ὡς οἴει, τοῦτο λέγων, ἀλλὰ περὶ τῆς κατὰ τὸν βίον ἀκριβείας. Ἐκζητεῖν τοίνυν καὶ ἀνα ερευνᾶν ἕκαστον ὅπως ἔχει οὐ δέον· ἡ χάρις γὰρ καὶ ἐπὶ τοὺς ἀναξίους διὰ τοὺς προσιόντας κάτεισιν. Εἰς δὲ τοὺς προδήλως κατεγνωσμένους, ὧν ἐστιν εἷς καὶ ὁ Ἰωσήφ, μάλα ἀνομίαν μεγάλην συνάψας, ἀναφανδὸν τῆς οἰκουμένης, ἣν ὁ Κύριος ἀπέφηνε, καὶ ἐναργέστερος τοῦ μοιχεύσαντος χρηματίσας ὁ τοῦτον συζεύξας· τῷ μὴ διαστέλλεσθαι κατὰ τὸν Θεολόγον, προδοσία τῆς ἀληθείας σαφὴς, καὶ τῶν κανόνων παράλυσις. Ἢ οὐκ οἶδέ σου ἡ φιλία, ὅτι αὐτὸ τὸ θεῖον αὐτεκδίκητον γέγονεν, ἡνίκα οὐ διανέστη ὁ ἰθύνων τὴν Ἐκκλησίαν τὸ τηνικάδε· ὡς Σαμουὴλ πάλαι ἐπὶ τῷ ἄφρονι Σαούλ· διαρρῆξαι τὴν τοῦ νέου Ἡρώδου κατὰ τὸν τῆς μοιχείας τρόπον βασιλείαν. Ταῦτα γὰρ πέπονθε καὶ Ἡρώδης ἐκεῖνος, ὑπὸ τοῦ οἰκείου λαοῦ ἀνασοβευθεὶς καὶ ἀποκτανθείς· ἐπεὶ εἴασε τὴν τοῦ Ἀρέτα βασιλέως θυγατέρα νόμιμον αὐτοῦ οὖσαν γυναῖκα· ἀγαγόμενος παρανόμως τὴν τοῦ ἀδελφοῦ Φιλίππου Ἡρωδιάδα. Εἰ δὲ ταῦτα οὐ δέον ἐκδικεῖσθαι, ἡμαρτηκὼς ἐνώπιον τῆς ἀγάπης σου γέγονεν, εἰ καὶ τολμηρὸν εἰπεῖν, ὁ Πρόδρομος Ἰωάννης, ἐλέγ ξας τὸν Ἡρώδην, καὶ θανὼν ὑπὲρ τοῦ ἐλεγμοῦ. Ὡσαύτως καὶ ὁ Χρυσόστομος, ὑπὲρ τοῦ ἀγροῦ τῆς χήρας ἔνστασιν ἀθλητικὴν ἐπιδειξάμενος. Ὑπὲρ τοῦ ἀγαθοῦ τάχα γάρ, φησὶ, καὶ τολμᾷ τις ἀποθανεῖν. Ἵνα μὴ λέγω τὰς τῶν ἄλλων ἁγίων ὁμοτρόπους ὑπὲρ τῶν τοιούτων ἐνστάσεις. Ἢ πάλιν ἀγνοεῖ ἡ τιμιότης σου, ὅτι ἐκ δύο συνισταμένου τοῦ Χριστιανισμοῦ, λέγω δὴ πίστεως καὶ ἔργων, εἰ θάτερον λείπει, οὐδὲ τὸ ἕτερον ὀνίνησι τὸν ἔχοντα; Ζηλούτω τοίνυν, παρακαλοῦμεν, τὰ θεῖα, καὶ πρῶτον μὲν ὡς τοῦ κοινοῦ πατρὸς τέκνον χρηματίζουσα, συνεπαιρέσθω πρὸς τὰ δέοντα· δεύτερον δὲ ὡς τῷ μακα
col. 1001–1002page 49 of 105
PG 99:1001ρίτῃ Σάβα μαθητευσαμένη· ἀκρίβειαν οὐ μόνον κατὰ τὴν πίστιν, ἀλλὰ καὶ κατὰ τοὺς κανόνας ἀσπαζέσθω· τρίτον, τὰ ἀδελφὰ ἡμῶν φρονείτω, ὡς ὁμάδελφος οὖσα· καὶ, ὑπομιμνήσκομεν, τὸ οἰκεῖον κάθισμα ἐπιτηρείτω· μήπως ἐντεῦθεν σκάζωμεν περὶ τὰ κάλλιστα. Σύγγνωθι ἀδελφικῶς ὑπομιμνήσκουσιν, ὥσπερ καὶ αὐτῷ ἡμεῖς· καὶ οὐ χρεὼν ἡμᾶς ἀγανακτεῖν ὑπομνησθέντας. Μηδὲ ἡ σὴ τιμιότης δριμυσσέσθω· ἀλλ᾽ ἀναπτέσθαι μᾶλλον εἰς ἀγάπην. Καὶ ἐπιστελλέτω, ὁσάκις ἂν καὶ βούληται, τὰ τοιαῦτα. Οὐδὲν γὰρ παρὰ τούτου βλαβησόμεθα, ἢ τὸ βιοῦν ἀσφαλέστερον. Περὶ δὲ τοῦ πάπα, τίς ἡμῖν λόγος οὕτως πράσσοντος ἢ ἐκείνως; ὃς τοῖς οἰκείοις, συγχώρησον, ξάλω πτεροῖς, κατὰ τὸ λόγιον. Μηδὲν γὰρ περὶ τῶν ἐκδήλων ἁμαρτημάτων τοῦ ἱερέως φροντίζειν φάμενος, οὐ τόν τινα ἱερέα, ἀλλὰ τὴν κεφαλὴν τῆς Ἐκκλησίας κατεκωμώδησε τοσαῦτα καὶ ἀπεμυσάξατο ὡς ἡμᾶς αἰδεσθῆναι καὶ ἀκοῦσαι. Εἰ δὲ ἀληθῶς οὕτως ἐστὶ, φεῦ τῆς ἱεραρχίας! Πλὴν νουνεχῶς κινῶμεν τὴν γλῶτταν, παρακαλοῦμεν, ἐπὶ τὰς κεφαλάς· καὶ μὴ οὕτω σφοδρῶς ἀποφαινώμεθα. Εἰ δὲ ὅτι οἱ ἄνθρωποι μέλλουσιν ἀνοίγειν τὰ στόματα, ὡς γέγραφας, ἐπὶ τὸ λέγειν, ὅτι ἐκπεσόντες τῆς ἐνταῦθα πατριαρχίας, εἰς ἑτέραν ὑπόθεσιν μετεπέσαμεν· μὴ φροντιζέτω σου ἡ τιμιότης· οἶδεν ὁ Θεὸς καὶ τὴν πρώτην κίνησιν καὶ τὴν δευτέραν· ἀλλὰ μὴν καὶ τὴν τρίτην αὐτὸς δοκιμάσει· αὐτὸς διελέγξει· αὐτὸς παραστήσει ἐπὶ τοῦ φοβεροῦ βήματος· αὐτὸς ἀποδιδοὺς καθὼς διεθέμεθα καὶ πεπράχαμεν. Τὸ γάρ, Εἰ ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην· οὐ πρὸς ἡμῶν τῶν ἁμαρτωλῶν φθέγγεσθαι. Ἡμεῖς τοίνυν καὶ τοῦ ἁγιωτάτου πατριάρχου μνημονεύομεν, ὡς καθήκει, ἐν τῇ μυσταγωγίᾳ ὥσπερ καὶ τῶν εὐσεβῶν ἡμῶν βασιλέων· καὶ ἐκ παντὸς ἀδιαβλήτου κοινωνεῖν οὐ παραιτούμεθα. Γεγράφαμέν τε αὐτῷ τῷ ἀρχιερεῖ· ἐπεὶ καὶ τοῖς εὐσεβέσιν ἡμῶν βασιλεῦσι γνωστὸν γέγονεν, ὅτι ἐν οὐδενὶ διαφερόμεθα, ἢ μόνον διὰ τὸν Ἰωσήφ· καὶ ἡνίκα οὗτος ἀποσταλῇ τῆς ἱερουργίας, εὐθὺς κοινωνοῦμεν αὐτῷ. Καὶ ποθητὸς ἡμῖν ὁ ἀνὴρ, οὐ μόνον ὅτι κορυφὴ τῆς καθ᾽ ἡμᾶς Ἐκκλησίας γέγονεν, ἀλλ᾽ ὅτι καὶ σεβαστὸς ἡμῖν ἔκπαλαι. Καὶ ὅσα τοῦ βίου αὐτοῦ καλὰ, ἀποσεμνύνειν οὐ παυόμεθα. Εἰ δὲ φθάσει ὅτι καὶ αὐτὸς ἀποδέχεται τὸν ζῆλον (ἐῶ γὰρ λέγειν ἐπισκόπους ἁγίους, ἡγουμένους τε καὶ μονάζοντας, καὶ πλῆθος λαϊκῶν), τί φαίη ἡ σὴ φιλότης; Διὸ ἴσθι μὴ εἶναι σχίσμα τῆς Ἐκκλησίας ἀλλ᾽ ἀληθείας ἐπικράτησιν, καὶ τῶν θείων νόμων ἐκδίκησιν· ἕτερον δὲ, ὡς ἔφθη εἰποῦσα ἡ τιμιότης σου, τῆς ἀληθείας ῥῆξις, καὶ τῶν κανόνων ἡ παράλυσις· καὶ ἐκεῖνο ἔχει σοι καλῶς λέγεσθαι· Οἱ ἱερεῖς ἠθέτουν νόμον μου, καὶ ἐβεβήλουν τὰ ἅγιά μου· βεβήλοις καὶ ὁσίοις οὐ διέστελλον, ἀλλ᾽ ἦν αὐτοῖς ἅπαντα κοινά. Τὸ γὰρ μὴ ἔχειν σπῖλον ἢ ῥυτίδα, ἵνα καὶ πάλιν εἴπωμεν, οὕτω νοείτω· τὸ μὴ προσιεμένην τά τε ἀσεβῆ δόγματα καὶ τὰ ἀκανόνιστα ἐγχειρήματα. Οὐ μὴν ἀλλὰ καὶ τὰ ἐν τοῖς αὐτουργοῦσι τὰ ἀπηγορευμένα συμφρονήματα, ὥς πού φησιν ὁ θεῖος Βασίλειος· πρὸς ἃ Παῦλος ὁ μέγας, οὐδὲ συνεστιᾶσθαι τοῖς τοιούτοις παραχωρεῖ. Ἐπεὶ ἀπὸ τῶν

Letter XXIXEpistola XXIX

col. 1003–1004page 50 of 105
PG 99:1003ἀποστόλων καὶ κατόπιν, πολλαχῶς πολλαὶ αἱρέσεις προσεῤῥάγησαν αὐτῇ· καὶ ῥυπάσματα ἄθεσμα καὶ ἀκανόνιστα ἐπεπόλασαν, ὥσπερ καὶ τὸ νῦν· ἀλλὰ μὴν αὐτὴ τῷ προειρημένῳ τρόπῳ ἄσχιστος καὶ ἀμώμητος διαμεμένηκε, καὶ διαμενεῖ ἕως τοῦ αἰῶνος, ὑπεξαιρουμένων καὶ ἀποπεμπομένων ἀπ᾿ αὐτῆς τῶν κακῶς φρονησάντων ἢ πραξάντων· ὥσπερ ἐξ ἀσείστου καὶ παραλίου πέτρας τὰ προσρήσσοντα κύματα. Εἰς ἑαυτοὺς οὖν γενώμεθα, ὦ ἀδελφὲ, καὶ ἐπιβλέπωμεν πρὸς τὸ φῶς τῆς ἀληθείας, καὶ τῶν ἱερῶν κανόνων, ὥσπερ καὶ τῶν δογμάτων ἐγκρατεῖς φαινοίμεθα· μάλιστα ἡμεῖς οἱ μονάζοντες· μάλιστα ἡμεῖς οἱ δοκοῦντες εἶναί τι. Εἰ γὰρ τὸ ἐν ἡμῖν φῶς σκότος· τὸ σκότος πόσον; καὶ, Εἰ τὸ ἅλας μωρανθήσεται, ἐν τίνι ἀλισθήσονται οἱ λαϊκοί; Ἡμεῖς οἰόμεθά σε, καὶ εὐχόμεθα, τῶν αὐτόθι σωτῆρα εἶναι καὶ φωστῆρα, καὶ λύχνον ἀκριβείας καὶ εὐσεβείας· οὐκ ἐκ τοῦ πᾶσι τὰ πάντα γίνεσθαι, ἀλλ᾿ ἐκ τοῦ τῆς ἀρετῆς ὕψους, καὶ ἐκ τοῦ κεκανονισμένου βίου, καὶ ἐκ τοῦ ἱεροπρεποῦς πολιτεύματος. Καὶ φέρε ἀδελφοῦ σου ὑπόμνησιν ἀγαπητικὴν οὖσαν, καὶ φιλαλήθη, καὶ θεόκριτον. Καὶ τὰ πλείω λέγειν ἡ ἐπιθυμία με ἕλκει· ἡ ἁμετρία δὲ τοῦ γράμματος συνέλκουσα ἐνταῦθα ἡμᾶς καταπαύει. Ἀπεδεξάμεθά σου τοίνυν τὴν εὐλογίαν τὴν πλουσίαν. Καὶ ὅτι ἐφρόντισας περὶ τῆς ταπεινώσεως τοῦ μοναστηρίου σου· δεῖγμα μὲν τοῦ φείδεσθαι καὶ πονεῖν ὑπὲρ αὐτοῦ, κόπος δέ σου ἱκανός. Ἀλλ᾿ ὁ Κύριος ἀνταμείψεται σε οἷς χρήζεις, τὴν τῶν ἀρετῶν ἐπανάληψιν, καὶ τὴν τῶν αἰωνίων αὐτοῦ ἀγαθῶν ἀπόλαυσιν. ΚΘ΄. — Λέοντι ὀρφανοτρόφῳ. [μη΄.] Ἐβουλόμεθα ἡμεῖς αὐτοὶ παρεῖναι, καὶ κοινωνῆσαι τῆς ἐνούσης ὑμῖν συμφορᾶς, περὶ τὸ μακάριον ὑμῶν τέκνον, κύριέ μου ποθεινότατε, οὐχ ὅτι διὰ γράμματος θρηνῳδῆσαι τὸ πάθος καὶ συμμετασχεῖν ὑμῖν τοῦ λυπηροῦ. Πῶς γὰρ οὐκ ἐλεεινόν, πῶς δὲ οὐκ ἐκστατικόν, παιδὸς ἐπὶ παιδὶ στέρησιν παθεῖν, καὶ οἷον ἀπολέσαι τὸν ἔμψυχον θησαυρόν, τὸν πλοῦτον τῆς γονικῆς διαδοχῆς, τὸν πολύευκτον καρπὸν τῆς μητρώας θηλῆς, τὸν περικαλλῆ ὀφθαλμὸν τῆς οἰκίας, τῆς προμήτορος τὸ ἀγαλλίαμα, τῆς ὅλης συγγενείας τὸ σεμνολόγημα; Ἧκεν ὁ πρῶτος καρπός· καὶ ἄωρος ἐκ τῶν γονικῶν χειρῶν ἀνηρπάσθη. Ἔφυ ὁ δεύτερος· καὶ τοῦτον ἐλυμήνατο ὁ πικρὸς θάνατος. Τέθηλε τὸ τρίτον βλάστημα, παραμυθία τῶν προτέρων, εὐανθές, περικαλλές, ἔχον τὸ βιώσιμον εἰς τριετῆ χρόνον· ἐν ᾧ αἱ ψυχαὶ ἀπεκρέμαντο τῶν τεκόντων· καὶ φεῦ τῆς συμφορᾶς· ἐγκόπτει γὰρ τὸ πάθος καὶ τὸ φθέγγεσθαι· ᾤχετο καὶ τοῦτο ἐξ ὀφθαλμῶν ὑμῶν· καὶ τό γε ἐλεεινότερον, μηδὲ ἐπ᾿ ὄψεως τῆς πατρικῆς παρουσίας. Καὶ τί δεῖ ἐκτραγῳδεῖν τὴν συμφοράν; Τέτμηται ὑμῶν ἡ καρδία, τοῦ πατρός, τῆς μητρός, τῆς κυρίας, τῆς πατρικίας· καὶ ῥομφαία διὰ μέσου ἀμφοτέρων ἐλήλυθε· καὶ τὸ ἄλογον θεραπεύσει, οὐ
col. 1005–1006page 51 of 105
PG 99:1005λόγος, οὐ παραμύθιον, οὐκ ἐξ ἀνθρώπου, οὐκ ἀγγέλου, ἀλλ᾽ ἐκ μόνου τοῦ Θεοῦ, τοῦ οὕτως διαθεμένου τοὺς τῆς ζωῆς ἡμῶν ὅρους. Αὐτὸς γάρ ἐστι, δέσποτά μου, ὁ τὸ τριπόθητον ὑμῶν τέκνον προσλαβόμενος· ὥσπερ καὶ τὰ προλαβόντα προσλψόμενος. Λυπηρὸν μὲν, καὶ λίαν, τὸ καθ᾽ ὑμᾶς· οὐ πάντως δὲ καὶ τοῖς προσληφθεῖσιν· ἐπειδὴ ἄχραντοι καὶ ἀκηλίδωτοι ἐξ ἁμαρτιῶν διὰ τῆς ἀρτιγενείας, ἐγχωρήσαντες τῶν ἐνθένδε πρὸς τὸν μακάριον καὶ ἀπαθῆ βίον, ἐν κόλποις Ἀβραὰμ χορεύουσι, μετὰ ἁγίων νηπίων συναυλίζονται, μετὰ παίδων χριστοφόρων ἀναμέλπουσιν. Ὥστε οὐκ ἀπόλωλε τὰ κάλλιστα τέκνα, ἀλλὰ σέσωσται ὑμῖν καὶ διαμένει. Καὶ ἐπόψεσθε αὐτὰ μικρὸν ὕστερον, ἡνίκα ἂν τέλος δέξηται ἡ χρονικὴ ζωὴ αὕτη, χαίροντα καὶ ἀγαλλόμενα, οὐκ ἐν βραχείᾳ ἡλικίᾳ, ἀλλ᾽ ἐν τελειότητι τοῦ πληρώματος τοῦ Χριστοῦ, καθώς γέγραπται. Διό παρακαλοῦμεν καὶ ἀντιβολοῦμεν, τοῖς λογισμοῖς τούτοις κατεπάδειν ἑαυτοῖς κατὰ τὸ ἀληθές, καὶ ἐντεῦθεν ἐξαίρειν τὸ ἄμετρον λυπηρὸν τῆς ψυχῆς. Μέτρα γὰρ ἔδωκεν ἡμῖν ὁ Κύριος· ἵνα καὶ τὰ φυσικὰ σπλάγχνα ἐνδεικνύμεθα, καὶ τοὺς τῆς αὐταρκείας ὅρους μὴ ὑπερβαίνωμεν. Τὸ μὲν γὰρ εἰς ἔλεον κινεῖ τὸ θεῖον· τὸ δὲ ἀντιφέρεσθαι, ποιεῖ τοῖς τῆς Προνοίας διατάγμασι. Καὶ τὸ μὲν εὐφραίνει τοὺς ἀπελθόντας· τὸ δὲ λυπεῖν εἴωθεν αὐτοὺς τοὺς ἀναπαύσεως τυχόντας. Πᾶς γάρ τις βούλεται χαίρειν ἐπὶ τῇ οἰκείᾳ χαρᾷ, ἀλλ᾽ οὐχὶ λυπεῖσθαι τοὺς φιλεῖν ὁμολογοῦντας. Ἡμεῖς δὲ πιστεύομεν, καὶ πάλιν ἐν γαστρὶ ἕξειν τὴν κυρίαν τὴν Χαρτουλαρίαν, καὶ τέξεσθαι υἱὸν οὐκέτι ταχύμορον, ἀλλὰ προμακροημερεύοντα εἰς διαδοχὴν γένους· μόνον ἐὰν μετριάσωμεν τὸ πάθος, καὶ τὰς ὑπὲρ τοῦ παιδὸς ἀποδῶμεν ἔργῳ καὶ λόγῳ προσφορὰς εὐχαρίστους τῷ Δεσπότῃ Χριστῷ. Οὐκ ἀναγκαῖον διὰ γράμματος σημᾶναι τῷ ἀγγέλῳ τῆς μακαριότητός σου, ἃ διὰ στόματος παρηγγέλθη· εἰ καὶ μὴ δι᾽ ἀμφοτέρων ἡμῶν τῶν ταπεινῶν. Ἀλλ᾽ ἵνα μὴ, ἡ χθὲς κατὰ τὴν κέλευσίν σου συνέλευσις τῶν ἐπισκόπων, ἕτερόν τι διδάξασα παρὰ τὰ ἐν αὐτῇ ὑφ᾽ ἡμῶν ῥηθέντα, ἐπιθολώσῃ τὰς ἱερὰς σου ἀκοάς· ἁρμόζον ἡγησάμεθα ἀνενεγκεῖν ἐν κεφαλαίῳ τὴν ὅλην τῆς ἀπολογίας ἡμῶν σύστασιν. Ἡμεῖς τοίνυν, ὦ μακαριώτατε, ὀρθόδοξοι ἐσμεν κατὰ πάντα· πᾶσαν αἵρεσιν ἀποβαλλόμενοι, καὶ πᾶσαν σύνοδον οἰκουμενικήν τε καὶ τοπικὴν ἐγκεκριμένην ἀποδεχόμενοι· οὐ μὴν ἀλλὰ καὶ τὰς παρ᾽ αὐτῶν ἐκφωνηθείσας ἱερὰς καὶ κανονικὰς διατυπώσεις ἀσφαλῶς κατέχομεν. Μηδὲ γὰρ ὀρθοτομεῖν ἔστι τελείως τὸν λόγον τῆς ἀληθείας, τὸν τὴν πίστιν ὀρθὴν οἰόμενον ἔχειν, τοῖς δὲ θείοις κανόσι μὴ ἀπευθυνόμενον. Καὶ μὴν καὶ τὰς ἐνθέσμους ὑπὸ τῶν ἁγίων κατὰ καιρὸν οἰκονομίας προσιέμεθα· ἐπεὶ καὶ ἡμῶν τῶν ταπεινῶν νῦν τὸ τὴν ἁγιωσύνην σου διὰ τὴν ἐκβολὴν τοῦ οἰκονόμου ἀσπάζεσθαι, οὐ τῶν ἀκριβευομένων ἐστὶ, τῶν δὲ λίαν

Letter XXXEpistola XXX

col. 1007–1008page 52 of 105
PG 99:1007οἰκονομούντων καὶ συνερχομένων. Καὶ τὸν προηγησάμενον τὴν ἁγιωσύνην [Reg. τῆς ἁγιωσύνης] σου ἁγιώτατον πατριάρχην τῷ λόγῳ τούτῳ ἐδεξάμεθα εἰς τὴν προκειμένην ὑπόθεσιν· ἡνίκα ἐπανήλθομεν τῆς ἐξορίας· διαρραγείσης μὲν τῆς μοιχικῆς συναφείας, εἰρχθέντος δὲ τοῦ οἰκονόμου τῆς ἱερουργίας. Ὅτι μὴ ἔστω ἡμῖν μέρος· ἕνεκεν τοῦ ἀδιαφόρως ὑπὸ τῆς ἁγιότητός σου μεταλαμβάνειν τὸν μοιχεύσαντα· μήτε ἐν τῷ νῦν αἰῶνι, μήτε ἐν τῷ μέλλοντι. Ἤδη εἰπόντος αὐτοῦ, ὅτι οἰκονομίᾳ ἐχρώμην, καὶ αὐτῷ τῷ μεταδιδόναι ἕως καιροῦ· εἶτα καὶ οὕτω δηλώσαντος, ὅτι αἱ χεῖρές μου κεκομμέναι ἂν ὑπῆρχον εἰς τὸ μοιχικὸν στεφάνωμα· ἦ ἐγὼ ὅλως ἐστεφάνουν; ἐπὶ τούτοις τοίνυν κεκοινωνήκαμεν αὐτῷ μέχρι κοιμήσεως αὐτοῦ, καὶ τὴν ἁγιωσύνην σου πάλιν ἀπεδεξάμεθα εἰς τὸ τῆς ἀρχιερωσύνης ἀξίωμα· καθὼς καὶ μνημονεύομεν αὐτῆς ἐν τῇ ἱερουργίᾳ καθεκάστην· καὶ ἐν οὐδενὶ τὸ ἀμφιβάλλον ἢ διὰ τὸν οἰκονόμον καθῃρημένον ὄντα ὑπὸ τῶν ἱερῶν κανόνων πολυτρόπως· καὶ μάλιστα μετὰ τὸν ἀφορισμὸν τῆς ἐνναετίας πάλιν ἱερουργεῖν, καὶ οὐκ ἐν ἀποκρύστῳ που· ἦν γὰρ ἂν φορητόν, μὴ κοινωνούντων ἡμῶν τῷ πράγματι· ἀλλ᾽ ὅτι ἐν αὐτῇ τῇ πηγῇ τῆς καθ᾽ ἡμᾶς ἱερωσύνης, τὸ δὴ λεγόμενον, μετὰ τῆς εἰλικρινοῦς σου πολιτείας, συνεισιέναι καὶ συλλειτουργεῖν εἰς τὸ ἀεί. Τὸ μὲν οὖν δίκαιον καὶ ὅσιον καὶ ἀσκανδάλιστον τοῖς λαοῖς τοῦ Θεοῦ, καὶ μάλιστα τῷ καθ᾽ ἡμᾶς τάγματι, ἐκβληθῆναι τῆς ἱερουργίας τὸν ἀναξίως εἰσελθόντα, ἡμῶν μνημονευόντων τῆς ἁγιωσύνης σου, καὶ ἐκ παντὸς ἱεράρχου καὶ ἱερέων κοινωνούντων, μὴ προδήλως ὄντων ἀπεγνωσμένων, κατὰ τὸν Θεολόγον. Εἰ δὲ τοῦτο οὐδαμῶς διὰ τὰς ἁμαρτίας ἡμῶν· μὴ ἵνα τι γένηται· οὐκ ἐκ φόβου ὁ λόγος, ἀλλ᾽ ἐξ οἴκτου τοῦ κατὰ τοῦ κοινοῦ· ἐν τῇ ταπεινώσει ἡμῶν παρὰ τῆς ὁσιότητός σου ἀκανόνιστον καὶ ἄθεσμον· ἐπεὶ ἡμεῖς μὲν ὑποστησόμεθα δυνάμει Θεοῦ· ὅπερ ἂν καὶ συμβαίῃ, παραχωρήσει αὐτοῦ. Μαρτυρόμεθα δὲ τῇ ἁγιωσύνῃ σου κατενώπιον Χριστοῦ ἐν ἀκροάσει τῶν ἁγίων ἀγγέλων, ὅτι μέγα σχίσμα ἐργάζῃ ἐν τῇ καθ᾽ ἡμᾶς Ἐκκλησίᾳ. Καὶ εἰ ἐξουσίᾳ χρώμεθα ἄνθρωποι ὄντες· ἀλλ᾽ ὑπὸ τῆς ἐξουσίας τῶν ἱερῶν καὶ θείων κανόνων, νοητῶς καὶ μὴ βουλόμενοι, καὶ ἀρχόμεθα καὶ πεισόμεθα. Ἀλλὰ δεόμεθά σου τῆς ὁσιότητος· κλῖνον τὸ οὖς σου, καὶ ἐπάκουσον τῆς φωνῆς ἡμῶν. Ὡς ἰατρὸς ἐπιστήμων, ὡς ποιμὴν ἀγαθός, τὸ ἓν πρόβατον εἶρξαι τῆς ἱερουργίας, καὶ τὰ ὅλα ἀσκανδάλιστα κερδῆσαι· καὶ μὴ τῇ τοῦ ἑνὸς ψώρᾳ λυμανθῆναι τὴν καθ᾽ ἡμᾶς Ἐκκλησίαν, ἣν περιεποιήσατο ὁ Κύριος καὶ Θεὸς ἡμῶν τῷ οἰκείῳ αἵματι. Περὶ γὰρ φλυαριῶν φλυαρείτωσαν οἱ βουλόμενοι· καὶ συκοφαντείτωσαν οἱ συκοφάνται. Ἕτοιμοί ἐσμεν πρὸς πᾶσαν ἀπολογίαν, πρὸς πᾶσαν διάλυσιν προτάσεως κατηγορητικῆς. Φίλοι καὶ ὑμνηταί σου ὑπάρχομεν· καὶ μάλα γε τῶν εὐσεβεστάτων καὶ καλλινίκων ἡμῶν δεσποτῶν. Καὶ ὄντων ἡμῶν οὕτως, τίνος ἕνεκεν ἡ ταραχή; οὔτινος χάριν συμβήσεται ἃ συμβήσεται, εἴπερ ἐναντία τῶν τοῦ Θεοῦ προσταγμάτων; Χάρισαι ἡμῖν τὴν ἱεράν σου προσευχήν.
col. 1009–1010page 53 of 105
PG 99:1009ΛΑ΄. – Τοῖς ἐν τῷ Σακκουδίωνι ἀδελφοῖς. [νη΄.] Ἕως μὲν ἦν καιρὸς τοῦ οἰκονομεῖν καὶ κρύπτειν τὴν ὑπόθεσιν τῆς ἀκοινωνησίας Ἰωσὴφ τοῦ οἰκονόμου, ἐποιοῦμεν τοῦτο, τέκνα καὶ ἀδελφοί, οὐκ ἐκ φόβου κρατούμενοι, κἂν ἁμαρτωλοὶ τυγχάνωμεν, ἀλλ᾽ ἐξ οἰκονομικῆς συγκαταβάσεως· ἐκμιμούμενοί πως τοὺς ἁγίους Πατέρας ἡμῶν· καθὰ κἀκεῖνοι ἐν καιρῷ τῷ δέοντι χρώμενοι, ταύτῃ ὑπεξήγαγον ἑαυτοὺς τῶν πειρασμῶν· ὅτι μὲν φειδόμενοι τῶν ἀσθενεστέρων καὶ κακούντων· τὸ δὲ μικρὸν ὑπενδιδόντες κυβερνητικῶς· ἵνα τὸ ζητούμενον μικρόν ὕστερον ἀντιλάβωσι κατόρθωμα. Ἐπὰν δὲ νῦν εὐδόκησεν ἀγαθὸς ἡμῶν Θεὸς εἰς προΰπτον ἐκβῆναι τὴν ὑπόθεσιν φανερῶς, ἄρτι καὶ γράφομεν. Πῶς δέ; διὰ τῆς τοῦ λογοθέτου τοῦ Δρόμου ἐπερωτήσεως, καὶ τῆς πρὸς αὐτὸν τοῦ ἀρχιεπισκόπου ἀποκρίσεως. Φησὶ γὰρ, Διὰ τί ἕως τοῦ παρόντος οὐ συνεκοινώνησας ἡμῖν, καὶ τῷ πατριάρχῃ, τοσούτων ἑορτῶν διελθουσῶν; καὶ ὅτι εἰπὲ παῤῥησίᾳ τὸ αἴτιον. Καὶ ὡμολόγησεν ὁ ἀρχιεπίσκοπος, καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν· ὅτι οὔτε πρὸς τοὺς εὐσεβεῖς ἡμῶν βασιλεῖς ἔχω τι, οὐδ᾽ αὖ πρὸς τὸν πατριάρχην· ἀλλὰ πρὸς τὸν οἰκονόμον, τὸν στεφανώσαντα τὸν μοιχὸν, καὶ διὰ τοῦτο καθηρημένον παρὰ τῶν ἱερῶν κανόνων. Πρὸς οἷς ἀπόκρισις τοῦ λογοθέτου· ὅτι οἱ εὐσεβεῖς ἡμῶν βασιλεῖς χρείαν σου οὐκ ἔχουσιν· οὔτε ἐν Θεσσαλονίκῃ, οὔτε ἄλλῃ. Ἕως τούτου μήτε εὐθὺς ἀνταποκρίσεως δοθείσης, μήτε ἑτέρας ἐρωτήσεως προταθείσης ἕως τοῦ παρόντος διελθουσῶν ἡμερῶν δεκατριῶν· ἢ μόνον, ὅτι πεπόμφαμεν γράμματα πρὸς τὸν κῦριν Συμεών, ἢ ἔνδον τῶν γραμμάτων ἐστείλαμεν· πρὸς τὸ διαγνῶναι ὑμᾶς τὴν ὅλην δύναμιν τοῦ πράγματος. Ἐξηχήθη δὲ ἡ ὑπόθεσις ἐπί τε τοῦ πατριάρχου, καὶ πάσης τῆς πόλεως σχεδόν· καὶ εἰσὶ μὲν πολλοὶ συνθλιβόμενοι καὶ συμφθεγγόμενοι ἡμῖν· ἀλλά νυκτερινοί θεοσεβεῖς, καὶ μὴ δυνάμενοι ἐν φωτί παῤῥησιασθῆναι. Ἡμεῖς δὲ, τέκνα καὶ ἀδελφοί, τῇ εἰς Θεὸν παῤῥησίᾳ, καὶ τῇ τῆς ἀληθείας ἑδραιώσει, αὐτῇ τε τῇ προσγεγενημένῃ καὶ ἀποφανθείσῃ ἐκβάσει τοῦ δικαίου κατὰ τὰ ὑποδειχθέντα ἐν τῷ κόσμῳ, εἴς τε τὸν μοιχεύσαντα, καὶ τοὺς συνεργήσαντας· ἀκλινεῖς ἐσμεν τῆς ἐντολῆς καὶ τῶν πατρικῶν κανόνων· καὶ οὐκ ἐνδώσομεν, οὐδὲ προδώσομεν τὴν εὐσέβειαν· οὐδ᾽ οὐ μὴν καταλύσομεν ἃ καλῶς προῳκοδομήσαμεν, διὰ τῆς κατὰ τὴν ἐξορίαν ἐνστάσεως· ἵνα μὴ ἀποδειχθῶμεν παραβάται νόμου· νόμῳ δὲ θείῳ κρατούμενοι κρατοῦμεν, ὡς προκεκρατήκαμεν, πάντα στέργοντες, πάντα ὑπομένοντες, εἴπερ καὶ παραχωρήσει Θεός· ἢ τῆς ἐκείνου καὶ τῶν αὐτῷ συλλειτουργούντων μετέχοντες κοινωνίας, ἕως ἂν παύσηται ὁ καθηρημένος τῆς ἱερουργίας. Πολλὰ οὖν βαττολογήσουσιν οἱ ἄνθρωποι· ἐμπαίζουσί τε καὶ ἐπιγελάσονται· καί γε τὸ ἐλεεινότερον, τῶν ὁμοσχή-

Letter XXXIEpistola XXXI

col. 1011–1012page 54 of 105
PG 99:1011μων, καὶ ὁμοταγῶν, καὶ δοκούντων εἶναι φίλων, οὐκ ὀλίγοι. Ἀλλ' οὐδὲν ξένον. Γέγραπται· « Καὶ ἐχθροὶ τοῦ ἀνθρώπου, οἱ οἰκεσικοὶ αὐτοῦ. » Καὶ ὅτι αὐτοὶ ἐμαστρόπησαν, καὶ συνήργησαν, καὶ συνέφαγον, καὶ συνέπιον τῷ μοιχικῷ γάμῳ, καὶ τὸν κάλαμον ἔβαψαν ἐπὶ τῇ ἐξορίᾳ ἡμῶν. Ἀλλ' ὁ ἐξεγερθεὶς Κύριος τότε εἰς ἐκδίκησιν τοῦ νόμου αὐτοῦ· καὶ ῥήξας μὲν τὴν τοῦ μοιχεύσαντος βασιλείαν τῇ ἐκτυφλώσει, καταισχύνας δὲ τοὺς συλλήπτορας, ὡς τοὺς τοῦ Βάαλ ἱερεῖς· ἐπισυνάγων δὲ τὴν ἡμετέραν ταπείνωσιν εἰς τὸ ἴδιον μοναστήριον παρ᾽ ἐλπίδας· αὐτὸς καὶ νῦν πάρεστιν, αὐτὸς, εἰ καὶ πρὸς μικρὸν παρεχώρησε πάλιν τὴν ἀθέμιτον συμπλοκήν· ἀλλ᾽ αὖθις εὐδόκησεν ἀποδοκιμασθῆναι τὴν ἐπιχαρμονὴν τῶν μοιχοζευκτῶν καὶ μοιχοφίλων Ναζιραίων, διὰ τῆς τῶν εὐσεβῶν ἡμῶν βασιλέων δικαιοκρισίας· ἀποδωσάντων, μετὰ τὸν θάνατον, τὸν μοιχὸν τῇ νομίμῳ αὐτοῦ γαμετῇ· ἀποκαλεσάντων δὲ τὴν μαχλῶσαν, μοιχαλίδα· καὶ τὸ μοιχογέννητον τέκνον ἐασάντων ἄκληρον, ὡς ἀθέμιτον καὶ ἀνομώτατον· ὡς ἐν ἐπηκόῳ μοι τὸ τίμιον αὐτῶν στόμα λελάληκε, κατὰ τοὺς Ῥωμαϊκοὺς νόμους. Ἀλλ᾽ ὅμως οἱ ἀνομήσαντες οὐκ ἐγκαλύπτονται· οὐδὲ ὁ κατὰ τοῦ ἁγίου Πνεύματος δυσφημήσας ἐν τῇ κατὰ τὴν στεφανικὴν συνάφειαν ἱερᾷ προσευχῇ, καταδύεται· ἀλλ' εἰσπηδήσας ὡς αἴλουρος ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ πάλιν ἅλλεται, καὶ πάλιν ἄρχεται μιαίνειν τὰ ἅγια διὰ τῆς ἱερουργίας· καὶ φιλονεικεῖ τὴν ἀνομίαν δικαιοσύνην γνωρίσαι· καὶ τὸ δὴ λεγόμενον, ἀποδεῖξαι ἑαυτὸν τοῦ Προδρόμου καὶ Βαπτιστοῦ ὁσιώτερον. Ἐκείνου γὰρ ἐλέγχοντος τὴν τοῦ Ἡρώδου μοιχίαν, καὶ ὑπὲρ ἀληθείας θνήσκοντος· οὗτος τὸν δεύτερον Ἡρώδην τῇ μοιχείᾳ δεδειγμένον, καὶ ἐστεφάνωσε, καὶ κατησπάσατο μέχρι θανάτου· λόγοις μὲν οὔ, ἔργοις δὲ αὐτοῖς φθεγγόμενος, ὡς πεπλάνηται Ἰωάννης ὁ Πρόδρομος, ἀνόμως καὶ ἀκαίρως διελέγξας καὶ ἀποθανών. Καὶ τί δὴ λέγω Ἰωάννην τὸν μείζω πάντων ἁγίων; αὐτῷ τῷ Χριστῷ, εἰ καὶ τολμηρὸν εἰπεῖν, ἀντεφθέγξατο καὶ ἀπεμαχήσατο διὰ τοῦ ἐναγοῦς αὐτοῦ στόματος. Τοῦ γὰρ Χριστοῦ μοιχὸν ἀποκαλέσαντος τὸν ἀφιέντα τὴν νόμιμον γυναῖκα (μοιχεία δὲ τὸ χαλεπὸν ἁμάρτημα, καὶ ἰσοδύναμα φονέως, καὶ ἀῤῥενοφθόρου, καὶ ἀλογευομένου, καὶ φαρμακοῦ, καὶ εἰδωλολάτρου, ὡς ὁ κανὼν τοῦ ἁγίου Βασιλείου), αὐτὸς τοῦτον τῷ θυσιαστηρίῳ παραστήσας, μέσον παντὸς τοῦ λαοῦ, ἐτόλμησε ῥῆξαι τὰς ἐναγεῖς ἐκείνας φωνὰς κατὰ τοῦ ἁγίου Πνεύματος, λέγων οὕτως· καὶ σκοπεῖτε τὸ φοβερὸν καὶ ἔκτοπον· Αὐτὸς, Δέσποτα, « ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἄρμοσον τῷ δούλῳ σου τὴν δούλην σου· σύζευξον αὐτοὺς ἐν ὁμοφροσύνῃ· ἕνωσον αὐτοὺς εἰς σάρκα μίαν, οἷς εὐδόκησας συναφθῆναι ἀλλήλοις. Τίμιον τὸν γάμον ἀνάδειξον· ἀμίαντον τὴν κοίτην αὐτῶν διατήρησον· ἀκηλίδωτον αὐτῶν τὴν συμβίωσιν διαμεῖναι εὐδόκησον ἐν καθαρᾷ τῇ καρδίᾳ. » Οὐκ ἄρα ἐφρίξατε συνιέντες; Πόσον δοκεῖτε παροξυνθῆναι τὸ Πνεῦμα τὸ ἅγιον ἐν τῇ βλασφημίᾳ ταύτῃ; καὶ συνοργισθῆναι τοὺς ἁγίους ἀγγέλους; ἢ πῶς οὐ παραυτίκα ὡς τὸν Δαθὰν καὶ Ἀβειρὼν ὑπέλαβεν ἡ γῆ χανοῦσα τὸν ὑφηγητὴν τοῦ ψεύδους, καὶ δεικνύντα
col. 1013–1014page 55 of 105
PG 99:1013τὸ σκότος φῶς, καὶ τὸν Χριστὸν εἰς ἐναντιολογίαν ἑαυτῷ περιπίπτειν πειρώμενον· Πάντως γὰρ ὅσα ὁ ἱερεὺς ὑποφαίνει, ταῦτα καὶ ὁ Θεὸς κυροῦν ἐπαγγέλλεται, κατὰ τὸν μέγαν Διονύσιον. Ἀλλ' ὅμως τοιοῦτον δράσας πονηρὸν, καὶ δοὺς ὑπόδειγμα κακίας τοῖς ὑποχειρίοις εἰς ὁμοτροπίαν· ὃ καὶ γέγονε· μᾶλλον δὲ καὶ τοῖς πόῤῥω κρατοῦσι καὶ ἄρχουσιν· καθ' ὁμοίωσιν ἐτελέσθη ἐν τῇ Λογγοβαρδίᾳ, καὶ Γοτθίᾳ, καὶ τοῖς κλίμασιν αὐτῆς· οὐδὲ γὰρ ἐν τοῖς ἔθνεσι τοιοῦτόν τι τετόλμηται· καὶ οὐ καταισχύνεται ὁ δείλαιος· ἀλλ', ὡς εἴρηται, λειτουργεῖ ὁ ἀνίερος· καὶ τοὺς καλῶς αὐτὸν ἀποστρεφομένους ἐξορίζειν κατεπείγεται. Κύριος δὲ βοηθὸς τῶν ὑπὲρ τῆς ἐντολῆς αὐτοῦ ἐνισταμένων, ὃς παρακαλέσει τὰς καρδίας τῶν εὐσεβῶν ἡμῶν βασιλέων, ποιῆσαι τὴν ἐκδίκησιν τῆς Ἐκκλησίας αὐτοῦ, καθάπερ ἐπὶ τοῦ μοιχοῦ, ἵνα καὶ τοῦτον εὐδοκήσῃ ἐκβληθῆναι τῆς ἱερουργίας· ἐπί τε λυσιτελείᾳ τοῦ ἀγιωτάτου πατριάρχου, καὶ πάσης τῆς καθολικῆς Ἐκκλησίας. Διὸ θαρσεῖτε, τέκνα καὶ ἀδελφοί· καὶ μὴ δείσητε, μηδὲ καταπέσητε. Καιρὸς ὁμολογίας, καιρὸς ἐνστάσεως, καιρὸς ἀθλήσεως, τυχὸν καὶ ἄλλων παθημάτων· ἀλλὰ καὶ στεφάνων καὶ δόξης ἐπουρανίου. Φησὶ γάρ· Ἀλλ' ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ ὁ ἐξουθενών με ἀτιμασθήσεται. Καὶ, Μακάριοι οἱ μὴ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν αὐτοῦ. Διό, Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῖν τοῖς ὑπομένουσι πολὺς ἐν τοῖς οὐρανοῖς· τῶν ἔργων ὑμῶν ἔχεσθε. Τῶν βασιλέων ἡμῶν ὑπερεύχεσθε, τοῦ ἀρχιερέως, τοῦ ἐκβληθῆναι τὸν Ἰωσὴφἐκ τοῦ θυσιαστηρίου, τῆς εἰρήνης τῆς Ἐκκλησίας· πορευόμενοι ἐν ὁδῷ ἀμώμῳ, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσαντες σφόδρα· ἐν πάσῃ καλῇ καταστάσει, καὶ κανονικῇ διαβιώσει· ἕως ἂν ἀκούσητέ τι πλέον, ἢ καὶ ἡμεῖς σημανοῦμεν. Ὁ Χριστὸς μεθ' ὑμῶν· ἡ Θεοτόκος σκέπουσα ὑμᾶς· ὁ Πρόδρομος καὶ ὁ Θεολόγος φρουροῦντες ὑμᾶς· οἱ ἅγιοι πάντες τῇ εὐχῇ τοῦ Πατρός μου καὶ Πατρὸς ὑμῶν. Πάντας προσαγορεύω κατ' ὄνομα· ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔστω μετὰ πάντων ὑμῶν, τέκνα ἀγαπημένα. Ἀμήν. ΛΒ. — Νικολάῳ Χαρτουλαρίῳ. Ὑπελάβομεν πῶς ἀπεχθῶς ἔχειν τὴν μεγάλην σου εὐσέβειαν, πανπόθητε ἡμῶν δέσποτα, πρὸς τὴν ταπείνωσιν ἡμῶν, διά τινα παρεμπίπτουσαν ὑπόθεσιν. Ἀλλ' ὄντως ἔδειξας ἐν τῷ παρόντι καιρῷ καθαρὰν σου τὴν τιμίαν ψυχὴν πάσης δυσμενείας· οὐ μὴν ἀλλὰ καὶ πάσης θεοσεβείας πεπληρωμένην· ἐν τῷ γοργὸν καὶ θερμόν σε γενέσθαι εἰς τό, χάριν εἰρήνης τῆς Ἐκκλησίας τοῦ Θεοῦ, εὐθὺς ἀπὸ πρώτης ἡμῶν παρακλήσεως κινηθῆναι πρὸς συνάφειαν τοῦ ἀγιωτάτου ἡμῶν πατριάρχου. Τοῦτο γνώρισμα εἰλικρινοῦς φιλίας· τοῦτο ἰδίωμα ἀνθρώπου θεοφόβου· τοῦτο ἀπόδειξις ἐναργοῦς ζήλου ἀληθείας. Καὶ γοῦν ἀποδώσειέ σοι Κύριος· εἰ καὶ μηδέν τι γένηται,

Letter XXXIIEpistola XXXII

col. 1015–1016page 56 of 105
PG 99:1015ὁλόκληρον δικαιοσύνης μισθόν. Οὐδὲ γὰρ ἀπὸ τοῦ τέλους τῶν πραγμάτων, ἀλλ' ἀπὸ τῆς περὶ αὐτὰ προθέσεως, εἴτε ἐπαινετῶς, εἴτε οὐχ οὕτως, εἴωθε τὰς ἀμοιβὰς τὸ θεῖον ἐπιψηφίζεσθαι τοῖς δρῶσι. Κεκέρδηκας τοιγαροῦν ἐν μιᾷ καιροῦ ῥοπῇ, οὐ χρυσίον τε καὶ ἀργύριον, ἀλλὰ θησαυροὺς ἀνεκλείπτους οὐρανίας ἀνταποδόσεως. Ἔτι δὲ παρακαλοῦμεν καὶ δυσωποῦμέν σε ἐπειχθῆναι ἐν τῇ τοιαύτῃ ὑποθέσει· ἵνα αὐτὸς μὲν κερδήσῃς πλούσιον τὸ θησαύρισμα, ἡμεῖς δὲ οἱ εὐτελεῖς τύχωμεν τοῦ πρὸς τὸν ἀρχιερέα συνοπτικοῦ· μᾶλλον δὲ ἵνα ἡ Ἐκκλησία τοῦ Θεοῦ τῇ σῇ μεσιτείᾳ βραβευθεῖσα, πολλούς σου τοὺς τῶν ἐγκωμίων στεφάνους καταπλέξῃ. Καὶ οὐ πλέον τι χρὴ λέγειν. Ἐπειδὴ δὲ ἐκέλευσας ἐπισημᾶναι ἀπόσος ἐστὶν ὁ λόγος τῆς ταπεινώσεως ἡμῶν, ἤδη ἀψευδῶς γνωρίζομεν τῇ μεγίστῃ ὑπεροχῇ, ὡς ἐν προσώπῳ Κυρίου τοῦ τῶν ἀδήλων γνώστου· οὐκ ἔστιν ἡμῖν ἔν τινι τὸ ἀμφιβάλλον τῆς πρὸς τὸν ἀρχιερέα κοινωνίας, ἢ διὰ τὸν οἰκονόμον, κατὰ τὸ καθῃρημένον αὐτὸν εἶναι ὑπὸ τῶν θείων κανόνων. Καὶ ἡνίκα ὑποσταλῇ τῆς ἱερουργίας, κατὰ τὸ πρότερον εὐδοκίᾳ Θεοῦ, τοῦ τε ἁγιωτάτου πατριάρχου, τῶν τε εὐσεβῶν ἡμῶν δεσποτῶν· δῆλον ὅτι ὄντος αὐτοῦ οἰκονόμου, καὶ τὴν τιμὴν ἔχοντος· εὐθὺς παραυτίκα συλλειτουργοῦμεν, καὶ συγκοινωνοῦμεν, καὶ χεῖρα ὀρέγομεν, μηδὲν ἐπιζητοῦντες περὶ τῆς ἐν τοῖς τρισὶ χρόνοις τούτοις συλλειτουργίας αὐτοῦ, οἰκονομίας χάριν, οὐ διὰ φόβον, ἀλλὰ διὰ τὸ κοινωφελὲς καὶ σωτήριον. Σιγάτωσαν γὰρ αἱ ψευδοκατήγοροι γλῶτται, κατὰ τῆς εἰρήνης τοῦ Θεοῦ κινούμεναι· ὅτι, ἐπὰν εἰρχθῇ τῆς ἱερουργίας ὁ οἰκονόμος, ἐπιδραξόμεθα αἰτίας κατενεγκεῖν τὸν ἀρχιερέα ἡμῶν, ὡς ἤδη τῷ καθῃρημένῳ συλλειτουργήσαντα· ἔπειτα τὸν προηγησάμενον ἁγιώτατον πατριάρχην· χείλη δόλια, τὰ λαλοῦντα τὰ τοιαῦτα· ἀνθρώπων συκοφαντῶν καὶ φθονερῶν τὸ δράμα· καὶ μὴ θελόντων εἰς ἴασιν ἐλθεῖν τὸ προσπεσὸν ἕλκημα τῇ Ἐκκλησίᾳ. Μηδαμῶς· μὴ γένοιτο! καὶ τὸν πατριάρχην τὸν προηγησάμενον καὶ ἐδεξάμεθα καὶ δεχόμεθα, διὸ καὶ ἕως θανάτου συγκοινωνοῦμεν αὐτῷ· καὶ τὸν νῦν ἁγιώτατον ἀρχιερέα καὶ ἐδεξάμεθα καὶ δεχόμεθα· ἐπὶ τούτῳ γὰρ καὶ ἀναφέρομεν καθ' ἑκάστην. Ὁ οἰκονόμος εἰρχθήτω τῆς ἱερουργίας ὁ τὸν μοιχὸν στεφανώσας· καὶ, ὡς προδεδηλώκαμεν, συλλειτουργοῦμεν αὐτῷ, εἰ κελεύει, ἐπὶ τῆς καθολικῆς Ἐκκλησίας, ἕκαστος κατὰ τὴν οἰκείαν ἡμῶν τάξιν. Καὶ εἰ τοῦτο γένηται, χαρὰ ἐν οὐρανοῖς· εἰρήνη ἐν τῇ καθ' ἡμᾶς Ἐκκλησίᾳ τοῦ Θεοῦ· τὸ σχίσμα ὑποχωρεῖ· ἡ ὁμόνοια ἀναλάμψει τρανῶς· ὁ ἀρχιερεὺς ἡμῶν στεφανωθήσεται τοῖς ἐπαίνοις, καὶ τοσοῦτον ὡς διαδοθῆναι αὐτοῦ τὸ ἐγκώμιον ἕως γενεάς. Οἱ κράτιστοι ἡμῶν βασιλεῖς σὺν τοῖς πολυτιμήτοις αὐτῶν διαδήμασι καταστεφανωθήσονται τῇ ἀγγελικῇ εὐφημίᾳ· οἱ ἱερεῖς ἐνδύσονται δικαιοσύνην· ἔτι μᾶλλον, οἱ ὅσιοι, τὸ μοναδικόν, λέγω, τάγμα, ἀγαλλιάσει ἀγαλλιάσονται. Ὁ δεσπότης ἡμῶν οἷον καὶ ἡλίκον λήψεται τὸ βραβεῖον, τί δεῖ λέγειν; καὶ τί μᾶλλον οὐ γενήσεται; τί τερπνὸν οὐκ εἰσαχθήσεται; Εἴπωμεν καὶ τοῦτο, ὅτι καὶ αὐτὸς
col. 1017–1018page 57 of 105
PG 99:1017ὁ οἰκονόμος εὐφημηθήσεται καὶ δοξασθήσεται, καὶ κληρονομήσει διὰ τοῦτο μέγα ἔλεος, καὶ ἐν τῷ νῦν αἰῶνι, καὶ ἐν τῷ μέλλοντι. Ἡμεῖς τε οἱ ἁμαρτωλοὶ ἐσόμεθα ὑποπίπτοντες, καὶ προσκυνοῦντες, καὶ ὑπερευχαριστοῦντες, ἔργῳ καὶ λόγῳ τὰ δέοντα ὡς ἀρχιερεῖ ὑπὲρ πάντα ἄνθρωπον, κατὰ τὸ ὀφειλόμενον, συνεισφέροντες. Πρὸς δὲ πίστωσιν τῶν εἰρημένων, ποιούμεθα τὸν λόγον ἔγγραφον διὰ πλάτους· ὅτι μετὰ τὴν παῦσιν τῆς ἱερουργίας, κατὰ τὸ πρότερον, ἐὰν μὴ εὐθὺς εἰσέλθωμεν καὶ κοινωνήσωμεν, ὡς προγέγραπται· ἔστω ἡ ψῆφος καθ' ὑμᾶς, εἴ τι βούλεσθε· καὶ μὴ ἐξὸν ἔτι λαλεῖν ἡμᾶς περὶ τῆς ὑποθέσεως. Καὶ ἰδοὺ, οὐκ ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ' αὐτὸς ὁ Κύριος ὁ δι' ἡμῶν ἕλκων, καὶ συνωθῶν καὶ παρακαλῶν σε. Τῷ ἁγιωτάτῳ καὶ κορυφαιοτάτῳ Πατρὶ Πατέρων Λέοντι τῷ δεσπότῃ μου ἀποστολικῷ πάπα, Θεόδωρος ἐλάχιστος πρεσβύτερος καὶ ἡγούμενος τῶν Στουδίου. Ἐπειδήπερ Πέτρῳ τῷ μεγάλῳ δέδωκε Χριστὸς ὁ Θεὸς μετὰ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, καὶ τὸ τῆς ποιμνιαρχίας ἀξίωμα· πρὸς Πέτρον ἤτοι τὸν αὐτοῦ διάδοχον, ὁτιοῦν καινοτομούμενον ἐν τῇ καθολικῇ Ἐκκλησίᾳ παρὰ τῶν ἀποσφαλλομένων τῆς ἀληθείας, ἀναγκαῖον ἀναφέρεσθαι. Τοῦτο τοιγαροῦν δεδιδαγμένοι καὶ ἡμεῖς οἱ ταπεινοὶ καὶ ἐλάχιστοι, ἐκ τῶν ἀνέκαθεν ἁγίων Πατέρων ἡμῶν· ἐπεὶ ὑπήρχθη τις καὶ νῦν καινοτομία ἐν τῇ καθ' ἡμᾶς Ἐκκλησίᾳ· καὶ πρότερον μὲν διὰ μέσου τοῦ εὐλαβεστάτου ἀρχιμανδρίτου, ἤγουν τοῦ ἀδελφοῦ καὶ συνδούλου ἡμῶν Ἐπιφανίου· καὶ νῦν διὰ τοῦ εὐτελοῦς ἡμῶν γραμματίου ὀφειλόμενον ἡγησάμεθα τῷ ἀγγέλῳ τῆς κορυφαίας σου μακαριότητος ταύτην ἀνενεγκεῖν. Γέγονε τοίνυν, ὦ θειοτάτη τῶν ὅλων κεφαλῶν κεφαλή, κατὰ τὸν προφήτην Ἱερεμίαν, σύνοδος ὡς ἀληθῶς ἀθετούντων, καὶ συνέδριον μοιχωμένων. Ὅπερ γὰρ ἐκεῖσε διὰ τῆς εἰδωλικῆς ἐκπορνεύσεως λέλεκται, τοῦτο ἐνταῦθα διὰ τῆς μοιχοζευκτικῆς ἐπικυρώσεως δέδεικται. Ἀμφότεροι γὰρ τὸν αὐτὸν Κύριον ἠθετήκασιν, οἱ μὲν διὰ τῆς νομικῆς, οἱ δὲ διὰ τῆς εὐαγγελικῆς παραβάσεως. Καὶ γε οὐ μέχρι τούτου ἔστησαν, παρασυναγωγὴ διὰ προτέρας συνελεύσεως, ἐν τῇ τοῦ μοιχοζεύκτου παραδοχῇ καὶ συνιερουργίᾳ, κατὰ τὸν θεῖον Βασίλειον, χρηματίσαντες· ἀλλ' ὡς ἂν ἑαυτοῖς αἱρέσεως τελείας ὄνομα περιποιήσωνται, δι' ἑτέρας συνόδου δημοσίας, τοὺς μὴ τῷ παρανόμῳ αὐτῶν κακοδοξίᾳ συγκαταθεμένους, μᾶλλον δὲ ὅλην τὴν καθολικὴν Ἐκκλησίαν, ἀναθεματισμῷ ὑποβεβλήκασι· τοὺς ἤδη φθάσαντας ἐπὶ προσώπου αὐτῶν, οὓς μὲν ἐξοστρακίσαντες πόρρω που· οὓς δὲ φυλακαῖς κατέχοντες. Διωγμὸν κατὰ τὸ σύνηθες τῶν ἐνταῦθα πάλιν καινουργήσαντες. Καὶ τὸ δικαίωμα αὐτοῖς, λόγου πονηροῦ κραταίωμα. Οἰκονομίαν οὖν τὴν ζευξιμοιχείαν δογματίζουσιν· ἐπὶ τῶν βασιλέων τοὺς θείους νόμους μὴ κρατεῖν διορίζονται· τοὺς ὑπὲρ ἀληθείας καὶ δικαίου μέχρις αἵματος ἐνστάντας,

Letter XXXIIIEpistola XXXIII

col. 1019–1020page 58 of 105
PG 99:1019ὥσπερ τὸν Πρόδρομον καὶ Χρυσόστομον, μιμεῖσθαι ἀπαγορεύουσιν· ἕκαστον τῶν Ἱεραρχῶν ἐξουσιάζειν ἐν τοῖς θείοις κανόσι, παρὰ τὰ ἐν αὐτοῖς κεκανονισμένα, ἀποφαίνονται. Καὶ διὰ τοῦτο ὁπόταν τύχη καὶ κρυπτῶς καὶ ἐμφανῶς ἁλῶναί τινα τῶν ἱερωμένων καθαιρετικοῖς κανόσι, τῇ τοῦ βουλομένου ἐξουσίᾳ μένειν ἀκαθαίρετον. Καὶ μάρτυς τοῦ λόγου, ὁ διαφόροις κανόσι σὺν ἄλλοις κεκρατημένος μοιχοζεύκτης, καὶ συλλειτουργῶν αὐτοῖς δημοσίᾳ. Τοὺς παρανομίας ὡς οἰκονομίας ποιοῦντας, ἄλλους τε καὶ ἑαυτοὺς ἁγίους ἐν τούτῳ ὀνομάζουσι· καὶ τοὺς μὴ ταύτας προσιεμένους, ὡς ἠλλοτριωμένους Θεοῦ ἀναθεματίζουσι· μάρτυς δὲ κἀνταῦθα τοῦ λόγου ὢν καὶ ὁ διωγμός. Τί οὖν ἔστιν ἐν τούτοις, ὦ μάκαρ, εἰπεῖν; ἢ τὸ ἀποστολικὸν ἐκεῖνο, ὅτι Νῦν πολλοὶ Ἀντίχριστοι γεγόνασιν· εἴπερ μὴ ὑπὸ τῶν θείων νόμων καὶ κανόνων πάντες ἄνθρωποι ἐξουσιαζόμεθα. Τούτων ἤδη ἀψευδῶς ὑπὸ τῆς εὐτελείας ἡμῶν ἀνενεχθέντων, ἐκείνην τὴν φωνὴν, ἣν ὁ κορυφαῖος σὺν τοῖς λοιποῖς ἀποστόλοις προσήγαγε Χριστῷ, ἡνίκα ὁ τῆς θαλάσσης κλύδων ἐπεγείρετο, προσφέρομεν τῇ Χριστομιμήτῳ σου μακαριότητι· Σῶσον ἡμᾶς, ἀρχιποίμην τῆς ὑπ' οὐρανὸν Ἐκκλησίας, ἀπολλύμεθα. Μίμησαί σου τὸν διδάσκαλον Χριστὸν, καὶ ὄρεξον χεῖρα τῇ καθ' ἡμᾶς Ἐκκλησίᾳ, ὡς ἐκεῖνος Πέτρῳ· ὅσον ὁ μὲν ἀρχομένῳ καταποντίζεσθαι ἐν τῇ θαλάσσῃ· αὐτὸς δ' αὖ καταποντισθείσῃ ἤδη ἐν τῷ τῆς αἱρέσεως βάθει. Ζήλευσόν σου, δεόμεθα, τὸν ὁμώνυμον πάπαν, καὶ ὡς ἐκεῖνος τηνικαῦτα τῆς Εὐτυχιανικῆς αἱρέσεως ἀναφθείσης λεόντειόν πως διηγέρθη τῷ πνεύματι, ὡς ἴσασι πάντες, ταῖς δογματικαῖς αὐτοῦ ἐπιστολαῖς· οὕτω καὶ αὐτὸς, τολμῶ λέγειν, φερωνύμως, βρύξον θείως, μᾶλλον δὲ βρόντησον κατὰ τῆς παρούσης κακοδοξίας τὰ εἰκότα. Εἰ γὰρ οὗτοι ἑαυτοῖς ἐξαυθεντήσαντες αἱρετικὴν σύνοδον ἐκπληρῶσαι οὐκ ἔδεισαν, καίπερ εἰ καὶ ὀρθόδοξον οὐκ ἄνευ τῆς ὑμῶν εἰδήσεως ἐξουσιάζοντες, ὡς τὸ ἄνωθεν κεκρατηκὸς ἔθος· πόσῳ γε μᾶλλον εὔλογον καὶ ἀναγκαῖον ἂν εἴη, ὑπομιμνήσκομεν φόβῳ, ὑπὸ τῆς θείας πρωταρχίας σου, ἔννομον κροτηθῆναι σύνοδον, ὡς ἂν τὸ ὀρθόδοξον τῆς Ἐκκλησίας δόγμα, τὸ αἱρετικὸν ἀποκρούσηται· καὶ μήτε ἡ κορυφαιότης σου σὺν ἅπασι τοῖς ὀρθοδόξοις ἀναθεματίζοιτο παρὰ τῶν νέων κενοφώνων· μήτ' αὖ ὁρμητήριον ἀνομίας τὴν μοιχοσύνοδον εὑρίσκοντες οἱ βουλόμενοι κατολισθαίνωσιν εὐπετῶς πρὸς τὴν ἁμαρτίαν. Ταῦτα, ὡς τὸ ἀνῆκον τῇ οὐθενότητι ἡμῶν, ἀνηγγελκότες, ὡς ἐλάχιστα μέλη τῆς Ἐκκλησίας, καὶ τῇ ἀφ' ὑμῶν ὑπείκοντες θείᾳ ποιμεναρχίᾳ· τὸ λοιπὸν ἐξαιτοῦμεν τὴν ἁγίαν αὐτῆς ψυχὴν, λογίζεσθαι ἡμᾶς ὡς οἰκεῖα αὐτῆς πρόβατα, καὶ ταῖς ἱεραῖς προσευχαῖς πόρρωθεν φωτίζειν καὶ στηρίζειν. Εἰ δὲ καὶ διδαχαῖς, τῆς σῆς ἂν εἴη θείας συγκαταβάσεως· ἐπεὶ καὶ ὁ Χριστὸς Αὐγάρῳ ἐπέστειλε· καὶ πολλοὶ τῶν ὀφειλομένων παρὰ ἀποστόλων καὶ ἁγίων γράμματα δέξασθαι κατηξιώθησαν. Παρ' ἐμοῦ δὲ μόνου τοῦ ἁμαρτωλοῦ καὶ τηρουμένου ἐν φυλακῇ ἡ ἐπιστολή
col. 1021–1022page 59 of 105
PG 99:1021λή· διὰ τὸ, τὸν Πατέρα καὶ σύνδουλόν μου τὸν ἔγκλειστον, τόν τε ἀρχιεπίσκοπον τῆς Θεσσαλονίκης, καὶ ἀδελφὸν ἡμῶν, εἰς ἑτέρας νήσους ὡσαύτως τηρεῖσθαί. Πλὴν καὶ αὐτοὶ δι᾿ ἐμοῦ, καὶ σὺν ἐμοὶ τὰ αὐτὰ καὶ φθέγγονται καὶ προσπτύσσονται τοῖς ἱεροῖς τῆς μακαριότητός σου ἴχνεσιν. ΑΔ΄. Τῷ αὐτῷ. [ςε'.] Τῷ ἰσαγγέλῳ μακαριωτάτῳ καὶ Ἀποστολικῷ Πατρὶ Λέοντι πάπᾳ Ῥώμης. Πλάτων ἔγκλειστος, καὶ Θεόδωρος πρεσβύτερος καὶ ἡγούμενος τῶν Στουδίου. Μέγα ἡμῖν τοῖς ταπεινοῖς ὡς ἀληθῶς, καὶ εὐχῆς ἔργον τῆς ἀνωτάτω, ἀξιωθεῖσι δέξασθαι παρὰ τῆς ἀποστολικῆς ὑμῶν μακαριότητος πρόσρησιν προσαγορευτικὴν, καὶ μὴν ἀποσημείωσιν τῶν πνευματοκινήτων αὐτῆς ἱερῶν λογίων, δι᾿ Ἐπιφανίου τοῦ συνδούλου, καὶ ἀγαπητοῦ ἡμῶν τέκνου· καὶ ταῦτα κεκλεισμένοις οὖσιν ὑπὸ τῶν κακοδόξων, καὶ ὄψει θεασαμένοις τὸν γραμματηφόρον. Ἐφ᾽ οἷς ἐσκιρτήσαμεν· ἠγαλλιασάμεθα· ἀνθωμολογησάμεθα τῷ Κυρίῳ, τῷ ταῖς θείαις αὐτῆς προσευχαῖς, τὰ παρ᾿ ἐλπίδα παραδόξως ἡμῖν τοῖς ἀναξίοις χαρισαμένῳ· μουνονουχὶ καὶ ὁρᾶν αὐτῆς τὸν ἱερὸν χαρακτῆρα διὰ μέσου τῶν φωνῶν φανταζομένοις. Ἀλλ᾿ αὐτὴ μὲν Χριστομιμήτως καὶ προσηγόρευκε τοὺς εὐτελεῖς, καὶ ἀνεζωπύρησεν ἡμῶν τὸ πνεῦμα, ἐπέῤῥωσέ τε τὸ ἀσθενὲς, καὶ ἐστιβάρωσε τὸ ἀδρανές· οἱονεὶ ἐπαλείψασα τοῖς ὑπὲρ ἡμᾶς παρακλητικοῖς καὶ νουθετικοῖς φθέγμασι· στήκειν τε ἐν τῇ ὀρθοδόξῳ πίστει ἀκλινῶς μέχρι τέλους παρεγγυῶσα. Καὶ γένοιτο ἡμῖν ἱλέοις αὐτῆς ἱκετηρίαις. Ἡμεῖς δὲ οἱ οὐθενεῖς καὶ πάλιν εὖ ἔχειν νενομίκαμεν, ὥσπερ τὸ πρότερον δι᾿ αὐτοῦ τοῦδε τοῦ πιστοτάτου ἡμῶν γραμματηφόρου, καὶ αὖθις δι᾿ Εὐσταθίου τοῦ ἑτέρου καὶ αὐτοῦ ἡμῶν τέκνου, οὕτω καὶ νῦν ἀνενεγκεῖν αὐτῇ τὰ εἰκότα. Σύνοδος γέγονεν ἐν τοῖς καθ᾿ ἡμᾶς, ὦ μακαριώτατε, πάνδημος συγκαθεσθέντων καὶ ἀρχόντων τῶν ἐν τέλει· καὶ ἡ σύνοδος ἐπ᾿ ἀθετήσει τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ, οὗ σὺ τὰς κλεῖς ἐδέξω πρὸς αὐτοῦ, διὰ μέσου τοῦ τῶν ἀποστόλων πρωτοστάτου, καὶ τῶν ἀμοιβαδόν, μέχρι τοῦ προηγησαμένου τὴν ἱερωτάτην σου κεφαλήν. Καὶ ὅπως ἀνάσχοιτο ἐπακηκοέναι ἡ θεομίμητος ἐπιείκειά σου; Ἀρξώμεθα δὲ ἀπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. Καὶ γοῦν, φησίν, Οὐ μοιχεύσεις· οὐ ψευδομαρτυρήσεις· Οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ. Καὶ Ἱερεμίας μέν· Ἄφρων καὶ ἀσεβὴς ὁ κατέχων μοιχαλίδα. Μαλαχίας δέ· Χείλη ἱερέως φυλάξεται γνῶσιν· καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ· διότι ἄγγελος Κυρίου παντοκράτορος ἐστι. Μεταὶτέλθωμεν ἐπὶ τὸ Εὐαγγέλιον· Ὁ ἀπολύων, φησί, τὴν γυναῖκα αὐτοῦ, καὶ γαμῶν ἑτέραν, μοιχεύει. Καὶ πάλιν, Οὓς ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. Ὅσον δὲ τὸ διάφορον νόμου καὶ χάριτος, ἐξ αὐτῶν τῶν λόγων τοῦ Κυρίου εἰσόμεθα,

Letter XXXIVEpistola XXXIV

col. 1023–1024page 60 of 105
PG 99:1023λέγοντος. Καὶ ἰδοὺ πλέον τοῦ ἱεροῦ ὧδε· εἶτα, καὶ ἐκ τῶν τοῦ Ἀποστόλου φωνῶν, φάσκοντος. Ἀθετήσας τις νόμον Μωσέως, χωρὶς οἰκτιρμῶν, ἐπὶ δυσὶ ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας, ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, καὶ τὴν χάριν τοῦ Πνεύματος ἐνυβρίσας; Τούτων τοίνυν οὕτως ἐχόντων· οἱ μετὰ γλώσσης ἀθέσμου τὰ πρὸς Κύριον ἀπειθοῦντες, τὴν λύσιν τοῦ τε νόμου καὶ τοῦ Εὐαγγελίου, ἤγουν τὴν μοιχείαν τοῦ πρὶν κρατήσαντος, ἐπὶ τῇ ἐκβολῇ τῆς νομίμου, καὶ εἰσοικίσει τῆς μοιχαλίδος· καὶ τὴν ταύτης μείζονα καὶ χαλεπωτέραν παρανομίαν, ἤτοι τὴν μοιχοζευξίαν· διὰ τὸ ψευδομαρτυρῆσαι κατὰ Θεοῦ, καὶ τὸ τούτου ὄνομα λαβεῖν ἐπὶ τῇ ἀθεμίτῳ πράξει κατὰ τὴν μυσταγωγίαν. Καὶ μὴν καὶ δοῦναι τοῖς μοιχευομένοις νικητικοὺς κατὰ Χριστοῦ τοὺς στεφάνους, ἐπὶ μεθέξει τῶν θείων δώρων, τῶν ὡς κοινῶν ἐνυβρισθέντων παρὰ τοῦ μοιχοζεύκτου, καὶ ἀγγέλου, οὐ τοῦ παντοκράτορος Θεοῦ, ἀλλὰ τοῦ κοσμοκράτορος Σατανᾶ, ἀποφανέντος κατὰ τὸ ἀληθές· ἔτι μὴν καὶ πάντων τῶν διὰ συνδρομῆς καὶ εὐδοκίας, ἐν τῇδε τῇ παραβάσει τὴν μερίδα θεμένων μετὰ μοιχοῦ καὶ μοιχοζεύκτου· οἰκονομίαν σωτήριον τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ προσηγορεύκασι· τοσοῦτον ὀχυρὰν καὶ θεοκύρωτον ὑπάρχουσαν, ὡς τοὺς μὴ δεξαμένους καὶ συνθεμένους αὐτοῖς, ἀναθέματι συνοδικῶς ὑποβαλεῖν, μετὰ φυλακῶν, καὶ ἑτέρων παθημάτων, ὡς μὴ δεξαμένους ταύτην τὴν οἰκονομίαν ἁγιοπρακτὸν εἶναι. Ἄκουε, οὐρανέ, φησὶν Ἡσαΐας, καὶ ἐνωτίζου, ἡ γῆ, ὅτι Κύριος ἐλάλησεν. Ἡμεῖς δὲ οἱ εὐτελεῖς πρὸς σὲ τανῦν· Ἄκουε, ἡ μεγάλη τοῦ Θεοῦ κεφαλὴ, καὶ ἐνωτίζου ἃ ὁ Σατανᾶς ἀπειργάσατο. Εἰ τοίνυν κατὰ Θεοῦ βούλησιν καὶ ἀποδοχὴν ἡ συνάθροισις αὕτη, καὶ ἡ ἀναθεματιστικὴ ἀπόφασις· οὐ Θεοῦ ὁ νόμος δηλονότι· οἵ τε προφῆται, μεθ' ὧν ὁ Πρόδρομος ὡς μοιχοελέγκτης· εἶτα καὶ τὸ Εὐαγγέλιον, παρ' ὃ ἐκεῖνοι φίλην τὴν οἰκονομίαν αὐτῶν πεποίηνται. Εἰ γὰρ φαῖεν τοῦ αὐτοῦ· δυοῖν θάτερον· ἢ ψευδηγόρον τὸν Χριστὸν, πάλαι μὲν ἐν τοῖς προφήταις λαλήσαντα, καὶ νομοθετήσαντα, νῦν δὲ δι' ἑαυτοῦ ἐν τῷ Εὐαγγελίῳ, ἀποφανοῦνται· ἢ ἀληθεύοντα, ὥσπερ ἐστίναὐτὸς ἡ ἀλήθεια· αὐτοὺς ψεύδεσθαι, καὶ θεοκατήγορους ἐναποδειχθῆναι ἀραρότως· καὶ διὰ τοῦτο τοῦ ἀναθέματος, οὗ κατὰ Χριστοῦ καὶ τῶν ἁγίων αὐτοῦ ἀπεφήναντο, εἶναι ὑπευθύνους, βεβαιωσαμένους τὴν μοιχείαν, καὶ μοιχοζευξίαν, καὶ μοιχοσυνδρομίαν, οἰκονομίαν Θεοῦ καὶ ἁγίων. Καὶ ἀλλοίως οὐκ ἔστιν. Οὐ γὰρ προσωποληψία παρὰ τῷ Θεῷ· ὡς ὑποδεικνύουσιν οἱ Μοιχειανοί, μὴ ἐπίσης τοὺς νόμους αὐτοῦ κεῖσθαι ἐπὶ πᾶσιν, ἀλλ' ἐπὶ τῶν βασιλέων, ὥς φησιν, ὑποχωρεῖν καὶ καινοτομεῖσθαι. Καὶ ποῦ τὸ τῶν βασιλέων Εὐαγγέλιον; Ἀλλ' ὄντως ἠσεβήκασι λίαν, μὴ συνιέντες, ὅτι Θεὸς πρόσωπον ἀνθρώπου οὐ λαμβάνει, καθὰ ἔφη ὁ ἱερὸς Ἀπόστολος· μηδ' ὅτι ὁ αὐτὸς δι' ἑνὸς τῶν
col. 1025–1026page 61 of 105
PG 99:1025προφητῶν, ταλανίζων αὐτοὺς, λέγει· Οὐκ ἐφυλάξατε τὰς ὁδούς μου, ἀλλ' ἐλαμβάνετε πρόσωπα ἐν νόμῳ. Οὐχὶ θεὸς εἷς ἔκτισεν ὑμᾶς; Οὐχὶ Πατὴρ εἷς πάντων ὑμῶν; Γράφει δὲ καὶ Σολομὼν τάδε· Ἀκούσατε οὖν, βασιλεῖς καὶ σύνετε. Καὶ μεθ' ἕτερα· Ὅτι ὑπηρέται ὄντες τῆς τοῦ Ὑψίστου βασιλείας, οὐκ ἐκρίνατε ὀρθῶς, οὐδὲ ἐφυλάξατε νόμον, οὐδὲ κατὰ τὴν βουλὴν τοῦ Θεοῦ ἐπορεύθητε. Φρικτῶς καὶ ταχέως ἐπιστήσεται ὑμῖν, ὅτι κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσι γίνεται. Οὐ γὰρ ὑποστελεῖται πρόσωπον ὁ πάντων Δεσπότης. Πάλιν δὲ ὅτι καὶ ὅλον τὸ Εὐαγγέλιον διὰ τῶν φθασάντων παρανομιῶν ἠθετήκασιν, ὦ ἱερὰ καὶ θεία κορυφή· ἐπεὶ καὶ ἓν ἀνόμημα ἀρκεῖ τὸν καθόλου νόμον ἀνατρέψαι. Πᾶσαι γὰρ ἀλλήλων ἔχονται, φησὶν ὁ μέγας Βασίλειος, αἱ ἐντολαί· ὡς ἐν τῇ λύσει τῆς μιᾶς, καὶ τὰς λοιπὰς ἐξ ἀνάγκης συγκαταλύεσθαι· οὐκ ἐξ ἑαυτοῦ τοῦτο, ἀλλ' ἐκ τοῦ φθεγγομένου ἐν αὐτῷ Χριστοῦ λέγων· ὅς φησι, Πᾶς ὁ λύων μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων, οὗτος ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· δηλονότι ἀπολλύμενος. Καὶ ὁ θεσπέσιος Ἰάκωβος· Ὅστις, φησί, τηρήσει ὅλον τὸν νόμον, πταίσει δὲ ἐν ἑνί, γέγονε πάντων ἔνοχος. Λελύκασιν οὖν Παλαιὰν καὶ Νέαν Διαθήκην, ὦ μάκαρ, διὰ τῆς λύσεως, οὐ τῶν ἐλαχίστων, ἀλλὰ καὶ τῶν μεγίστων ἐντολῶν Κυρίου· νόμον κατὰ νόμου εὐαγγελικοῦ ἐκτεθεικότες οἱ τάλανες, τὸ βούλημα τῶν βασιλέων προκρίνειν Θεοῦ ὁπόταν βούλοιντο. Βούλονται δὲ ἄλλοι ἄλλο, καὶ ἄλλοτε ἄλλως. Καὶ διὰ τοῦτο ἀνατροπὴ τοῦ παντὸς, μέχρι τοῦ Ἀντιχρίστου· καὶ ἐντεῦθεν εἰκότως, ἡ λεγομένη παρ' αὐτοῖς ὑπὸ τοῦ Σατανᾶ οἰκονομία, προσαγορευθήσεται Ἀντιχριστικὴ προδρομία. Περὶ γὰρ παραβάσεως κανόνων, τί δεῖ καὶ λέγειν; Ὁπότε γὰρ τοῦ Εὐαγγελίου ἀποτροπάδην ἦλθον, σχολὴ περὶ αὐτῶν φροντίζειν. Καὶ ὁ μὲν Θεὸς διὰ τοῦ προφήτου τάδε φησί· Δώσω τὴν κλεῖδα οἴκου Δαυῒδ ἐπὶ τοῦ ὤμου αὐτοῦ· καὶ ἀνοίξει, καὶ οὐκ ἔσται ὁ ἀποκλείων· καὶ κλείσει, καὶ οὐκ ἔσται ὁ ἀνοίγων. Οἱ δὲ ἀντιθέως, ἐφ' οἷς μὲν ἤνοιξεν, ἀπέκλεισαν, καθαιρέσαντες τοὺς ἀνευθύνους, ὡς δοκεῖ αὐτοῖς, ἀλλ' οὐ Θεῷ· ἐφ' οἷς δὲ ἔκλεισεν, ἤνοιξαν προχειρισάμενοι τοὺς ὑποπίπτοντας καθαιρέσει θεοκρίτως, ἅπαξ πρὸς τὸ αὐτοῖς δοκοῦν καὶ ἀρέσκον ἀποχρώμενοι ἀεὶ δεσποτικῶς τοῖς ἱεροῖς κανόσιν ὡς ὑπηρέταις καὶ ὑποδουλίοις. Ταῦτα τῆς Μοιχειανικῆς αἱρέσεως τὰ ἄνομα καὶ ἀσεβῆ ἐγχειρήματά τε καὶ ἀποτελέσματα. Καὶ ταῦτα ὡς ἐλάχιστα τέκνα τῆς καθολικῆς Ἐκκλησίας, σοὶ τῇ πρωτίστῃ ἡμῶν ἀποστολικῇ κεφαλῇ ἀναγγεῖλαι, κατὰ τὸ ἀναγκαῖον προεθυμήθημεν. Λοιπὸν αὐτῆς ἐστι σὰ ἀρεστὴ Θεῷ, καὶ διανοηθῆναι καὶ πρᾶξαι, ὑπὸ Πνεύματος ἁγίου, ὡς ἐπ' ἄλλοις, καὶ ἐν τῷδε κινουμένης· οὐ μὴν ἀλλὰ καὶ δυσωπουμένης ἀξιῶσαι ἡμᾶς αὐτόλεκτα καὶ θεοχάρακτα αὐτῆς γράμματα δέξασθαι, κατὰ μίμησιν τῶν ὁμοζήλων αὐτῆς ἁγίων, ὥσπερ νῦν τὰς πλουσίας, καὶ ὑπὲρ ἡμᾶς, δωρεὰς αὐτῆς καὶ εὐλογίας.

Letter XXXVEpistola XXXV

col. 1027–1028page 62 of 105
PG 99:1027Βλέπετε πῶς ὁ Παῦλος λέγει ἡμῖν· Υἱοὶ Τεκνία, φυλάξατε ἑαυτοὺς ἀπὸ τῶν εἰδώλων· καὶ πάλιν· Ὁρᾶτε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης. Ἐπειδὴ δὲ ὑμεῖς οἰκτρὸν ποιεῖτε χρῆμα, ἀποδιδράσκοντες τοὺς πατέρας ὑμῶν, καὶ ἀκολουθοῦντες τοῖς αἱρετικοῖς, οὐ παύσομαι νουθετῶν ὑμᾶς. Μὴ πλανᾶσθε· ὁ Θεὸς οὐ μυκτηρίζεται. Ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει. Ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον. Τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐγκακῶμεν· καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι. Ἄρα οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως. Ὁρᾶτε οὖν, ἀδελφοί, πόσην ἐπιμέλειαν ἔχει ὁ Θεὸς περὶ ἡμῶν, πόσην εὐεργεσίαν εἰς ἡμᾶς ἐνδείκνυται. Καὶ ἡμεῖς οὐκ αἰσχυνόμεθα τοσοῦτον Θεὸν ἀτιμάζοντες, καὶ ἀκολουθοῦντες τῇ πλάνῃ τῶν αἱρετικῶν; Ἀλλ᾿ ὦ τέκνα, παρακαλῶ ὑμᾶς, ἐπιστρέψατε πρὸς τὸν Κύριον ἐν ὅλῃ καρδίᾳ ὑμῶν· ἐπιστρέψατε, καὶ ἐλεήσει ὑμᾶς. Ἐκεῖνος γάρ ἐστιν ὁ εἰπών· Ἐπιστράφητε πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς. Βλέπετε τί λέγει. Οὐ λέγει· Μείνατε ἐκεῖ ποῦ ἐστε, καὶ ἐγὼ ἐλεύσομαι πρὸς ὑμᾶς· ἀλλ᾿ ἐπιστρέψατε πρός με. Ἐὰν γὰρ ὑμεῖς μὴ θελήσητε ἐπιστρέψαι, οὐ δύναται ὑμᾶς σῴζειν. Καὶ γὰρ τοῦτο ποιεῖ ὁ φιλάνθρωπος Θεός· θέλει πάντας σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
col. 1029–1030page 63 of 105
PG 99:1029τῆς εὐσεβείας διανάστασιν, ὅση ἐστὶ τῇ ἁγίᾳ σου ψυχῇ, ἐξηγησάμενος, ἤχησεν ἡμῶν ἀμφότερα τὰ ὦτα. Καὶ εὐλογητὸς Κύριος τῶν δυνάμεων, ὁ θέμενός σε ἐν τῇ πρωτίστῃ τῶν πόλεων, φωστῆρα θεολαμπῆ, λόγον ζωῆς ἐπέχοντα ἀμφιλαφείᾳ τῶν ἀγαθῶν πράξεων· ὁ δοὺς σοι γλῶσσαν ἐλευθεροστομοῦσαν τὰ θεῖα τῆς ὀρθοδοξίας διδάγματα μετὰ ὑψηλοῦ κηρύγματος. Ἐν ᾧ καὶ παρακαλοῦμεν βοηθεῖν τῇ καθ᾿ ἡμᾶς Ἐκκλησίᾳ, τῇ τε οἰκείᾳ κραταιότητι, καὶ τῇ πρὸς τὸν ἁγιώτατον ἀποστολικὸν μεσιτείᾳ. Ἡ γὰρ ἐμῶν ἀνδρικὴ ὑπὲρ τοῦ λόγου τῆς ἀληθείας ἐκδίκησις τῆς ὑπ᾽ οὐρανὸν τῆς Ἐκκλησίας ὑπάρχει στερέωσις· καὶ ὁ ἀφ᾽ ὑμῶν ζῆλος, ἀνάπτειν πέφυκεν ἀεὶ ἅπασαν τὴν οἰκουμένην εἰς τὴν διάπυρον ἐν Πνεύματι ἁγίῳ τῆς πίστεως ἡμῶν ὁμολογίαν. Ὥστε εἰκαζέτω σου ἡ θεοσέβεια, ὅσος ὁ λόγος ὑμῖν τοῦ τῆς εὐσεβείας κράτους· καὶ ὁπόσος ὁ ἔπαινος ἀπὸ Θεοῦ μετὰ τῶν ἀξίων ἀμοιβῶν ἐν τῇ ταύτης φυλακῇ καὶ ἀναῤῥήσει· ἣν καὶ φυλάττοιτε καὶ κηρύσσειν οὐ λήγοιτε, οἱ θειότατοι καὶ ἀξιάγαστοι ἡμῶν Πατέρες. Οὗ δὲ χάριν ἀπεστείλαμεν πάλιν τὸν ἀδελφὸν καὶ προσκυνητὴν τῶν ἰχνῶν σου Ἐπιφάνιον, ἵν᾿ ἀντιαναγγείλῃ ὁ αὐτὸς τὰ καθ᾿ ἡμᾶς· ὡς εὐχαῖς ὑμῶν ἁγίαις εὖ ἔχει· χαιρομένων ἡμῶν τῶν ἁμαρτωλῶν καὶ θυμηδιώντων ἐν τῷ διωγμῷ, καὶ ταῖς φυλακαῖς· ὡς τολμῶν λέγειν· Ἡμῖν ἐχαρίσθη οὐ μόνον εἰς Χριστὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν· ἵνα εἰς ἐκτενεστέραν ὑμᾶς προσευχὴν παρακινήσῃ· ὑπέρ τε ἡμῶν τῶν ἀσθενῶν εὐανδρίας, καὶ τοῦ κοινῇ συμφέροντος, ὑπὲρ οὗ ὁ λόγος ἡμῖν, καὶ πρὸς ὑμᾶς τοὺς ἁγιωτάτους δέησις τρὶς ἄρτι γινομένη· οὐχ ἵνα ἀφεθῶμεν τῆς φυλακῆς· ὅτι μηδὲ λογιζόμεθα αὐτὴν ἀδοξίαν· ἀλλὰ μέγιστον καὶ ὑπὲρ τὴν ἡμετέραν ἀναξιότητα κλέος· ἀλλ᾽ ὅπως ἕξει τὸ ἐπωφελὲς ἐν τῷ κοινῷ, κἄν τῶν ἐσχάτων ἐσμέν. Πανταχοῦ γάρ, φησὶν ὁ Θεολόγος, τὸ καθ᾿ ἑαυτοὺς παρορατέον πρὸς τὸ τῶν πολλῶν συμφέρον. Συμφέρον δ᾽ ἂν εἴη, ὡς ὁ ἡμέτερος σκοπὸς καὶ πόθος, ἐπιτιμηθῆναι συνοδικῶς διὰ τοῦ κορυφαιοτάτου ἀποστολικοῦ, ὥσπερ ἐπὶ τῶν ἄνωθεν καὶ ἐξ ἀρχῆς, τοὺς συνεδρεύσαντας κατὰ τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ, καὶ ἀναθεματίσαντας τοὺς ἀντεχομένους αὐτοῦ· καὶ μὴ τὴν μοιχείαν, καὶ μοιχοζευξίαν, καὶ μοιχοσυνδρομίαν, δεξαμένους ὡς οἰκονομίαν τῶν ἁγίων, καθὰ οἱ Μοιχειανοὶ ἐδογμάτισαν, ἀποκαλέσαντες ἐν τούτῳ τοὺς ἁγίους παρανόμους· ὅτι μηδεὶς ἅγιος τὴν μερίδα μετὰ μοιχοῦ ἔθετο· οὐχ ὅτι καὶ μοιχωμένους ἐστεφάνωσε, καὶ δώρων τῶν θείων μεταδέδωκεν· ὁπότε οὐδὲ στέγης καὶ πυρὸς μεταδιδόναι αὐτοῖς, κἄν βασιλεῖς εἶεν, διηγόρευκασι. Καὶ ὅτι καὶ αὐτὸ τὸ Θεῖον ἐξύβρισαν ταῖς στεφανικαῖς μυσταγωγίαις, ἀνενεγκόντες τὸ ἀνάθεμα ἐπ᾽ αὐτό, διὰ τῆς τῶν ἀντεχομένων τοῦ νόμου αὐτοῦ ἀναθεματίσεως. Εἰ δὲ τοῦτο οὔ, ἡμεῖς τὸ λοιπὸν εὐχόμεθα ὑμῶν τῶν προσευχῶν τὸ σθένος, τῶν τῆς ἀγάπης θεσμῶν τὸ κῦρος, τῶν ἀντιγράφων τὸ κράτος· ὃ πάντως παρακληθείητε ποιῆσαι, παραμυθούμενοι τοὺς ὀλιγοψύχους καὶ ἐπιῤῥωννύντες

Letter XXXVIEpistola XXXVI

col. 1031–1032page 64 of 105
PG 99:1031Ἐπιστολὴ αἱ τοῦ καὶ εἰς σὲ αὐτόν. [καὶ] Πρόσωπον μέλλω, ἀδελφέ, ἐπιδεῖξαι ὡς ἐν κατόπτρῳ· εὐθύς σοι πρὸ ὀφθαλμῶν εἶναι νομίσεις ἀπόντα τόπον. Τί δέ ἐστι τὸ ὅλον; ἄνδρες εἰσίν ἐν τῷ κοινοβίῳ ἡμῶν ὀνόματι μὲν αἰδέσιμοι, πράγματι δὲ τοῦτο ἐν τῷ ἰδίῳ νῷ πεφυτευκότες· ὡς ἐκκλίνειν μὲν ἀπὸ τοῦ κανόνος τῆς ἀληθείας, ὑποπτεύεσθαι δὲ εἰς αἵρεσιν τοῦ νεωτερισμοῦ. Ὁ δέ μου καλὸς Εὐαγγελιστής φησιν οἷς εἰς ζήτησιν ἐτράπη, ἐκκλινόντων αὐτῶν ἀπὸ τῆς ὀρθοδοξίας κατασκέψῃ τὸ ἀκριβές· ἵνα ὑπ᾿ αὐτοῦ ἐπιγνώσῃ εἴτε κατηγόρους αὐτῶν φεύγειν δεῖ, εἴτε ἐξετάσαι ἀξίους εἶναι. Περὶ δὲ τῆς ἐτέρας ὑποθέσεως εἴρηκα, ὅτι οὐδεὶς τῆς ἐν Χριστῷ ἀγάπης, οὔτε βασιλεύς, οὔτε ἄρχων, οὔτε ἕτερος ἀπολύσει· ὅτι δεῖ Θεῷ πειθαρχεῖν μᾶλλον ἢ ἀνθρώποις· ὅτι ἡ ἁγία Εὐαγγελία τοῦτο βοᾷ· ὅτι οἱ ἅγιοι Πατέρες ἡμῶν τοῦτο ἐκήρυξαν· ὅτι ἡ ἡμετέρα εὐτέλεια τοῦτο ἠκολούθησε, καίπερ ἀνάξιον ὄντα, κατὰ τὸ ἰσχυρὸν τῆς ἐντολῆς. Τοῦτο τοίνυν εὐαγγελίζομαι ὑμῖν, τοῦτο παραγγέλλω, τοῦτο ἐπιτάσσω ἅπασι κατὰ τὸν Ἀπόστολον· εἴτε ἡμεῖς, εἴτε ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ὑμῖν παρ᾿ ὃ παρελάβετε, ἀνάθεμα ἔστω. Τὸ εὐαγγέλιον ὃ παρελάβετε μένει· ἡ ὁδὸς ἡ στενὴ καὶ τεθλιμμένη, ἡ εἰς τὴν βασιλείαν ἄγουσα, αὕτη ἐστί. Βλέπετε μὴ παρεκκλίνητε εἰς τὸ ἐκ δεξιῶν ἢ εἰς τὸ ἐξ ἀριστερῶν, ἀλλ᾿ εὐθεῖαν τρίβον κατεργάσασθε τοῖς ποσὶν ὑμῶν.
col. 1033–1034page 65 of 105
PG 99:1033φάναι οἱ Μοιχειανοί· Μὴ οὐχὶ ὃ ἀνομεῖ ὁ Βασιλεύς, ποιεῖ τε καὶ κελεύει ὑπείκειν τὸ λαόν ; Καὶ ἵδε εἰσο ἦλθεν ἐν τῷ λόγῳ αὐτῶν πάντως ὁ Ἀντίχριστος. Βασ σιλεὺς γὰρ ὧν κἀκεῖνος, τοῦτο μόνον ἐπιζητήσοι, ὃ θέλει καὶ λέγει γίνεσθαι· καὶ οὐδὲν τὸ διάφορον πρὸς τοὺς πρὸ αὐτοῦ, ἢ τὸ, μὴ τοσοῦτον θέλειν καὶ βούλεσθαι, ὡσεὶ καὶ θελήσοιεν καὶ ἄρτι. Ἡ αὐτὴ ἐξου σία παρὰ τῶν Ἱεραρχῶν συνοδικῶς ἐκπεφώνηται. Καὶ πῶς συνιών τις, καὶ οὐκ ὢν δύσερις, οὐχ ὁμολογήσειεν οὕτως ἔχειν ; Τί δὲ ταύτης τῆς αἱρέσεως χεῖ ρον ἔσται, ἕως ἀναδείξεως αὐτῆς τοῦ Ἀντιχρίστου ; Ἐγὼ οὔπω δοκῶ εἶναι· ἀλλ᾽ αὐτὴν ταύτην εἰς πέρας ἀρξαμένην ἐκ τοῦ δεῦρο τῷ τότε καιρῷ ἀπολῆξαι· καὶ ὅσοι ἐν ταύτῃ ὑποπέσωσι, κἂν τότε ὑπῆρχον, ὑπ έπεσον ἄν· καὶ ὁπόσοι δυνάμει Θεοῦ ἀνταγωνιζόμενοι στῶσιν, εἶεν ἂν καὶ ταῖς ἡμέραις ἐκείναις νικῶντες τὸν Ἀντίχριστον ἐν θανάτῳ μετὰ Χριστοῦ. Ἀλλ᾽, ὢ τῆς ἀνθρωπίνης ταλαιπωρίας ! πῶς ἀπεντεῦθεν νῶτα ἔστρεψα ; πῶς ὑποδεικνύομεν τί ἐσόμεθα; Διὰ τοῦτο ὀλίγοι οἱ μέλλοντες στῆναι. Διὰ τοῦτο Ἠλίας καὶ Ἐνώχ· οὐκ οἴδαμεν εἰ καὶ ὁ Θεολόγος καὶ εὐ αγγελιστής, ἀρωγοί τῆς ἀνθρωπίνης ἀσθενείας, καὶ πρωτοστάται, καὶ ἀθλοφόροι τῆς ὑπὲρ ὁμολογίας Χριστοῦ νίκης. Διὰ τοῦτο κολοβωθήσονται αἱ ἡμέ ραι τῆς ἀνάγκης ἐκείνης τῇ ἐπιφανείᾳ Χριστοῦ ἀναι ρουμένης. Οἱ συνιόντες στῆτε, μὴ ἀρνήσησθε Χριστὸν ἀπὸ τοῦ δεῦρο· ἀρκτικὰ γὰρ τὰ παρόντα τῶν τότε. Τὸ δεύτερον οὐ πολλῆς δεῖται σαφηνείας, ἐκ τοῦ προτέρου ἐπιδηλούμενον. Ἀναθεματίσαντες οὖν τοὺς μὴ δεχομένους τὴν μοιχοζευξίαν καὶ τὴν μοιχείαν τοῦ βασιλέως, καὶ τὴν τοῦ παντὸς εὑρεθέντος καὶ ἐν αὐ τῇ τὴν μερίδα θεμένου παρανομίαν, ὡς ἁγίαν οἰκο νομίαν· τί ἄλλο ἢ τοὺς ἁγίους, καὶ πρώτόν γε τὸν Πρόδρομον ἀναθεματίκασιν ; ἀληθὲς εἰπεῖν, εἰ καὶ φοβερὸν, καὶ αὐτὸν τὸν τῶν ἁγίων Δεσπότην ; Ὃς γὰρ ταῦτα ἀπηγόρευσεν, οὐ δέχεται, οὐδὲ εὐδοκεῖ δηλονότι, ἀλλὰ λίαν ἠπείλησεν ἀπαραίτητον τὸ κρῖμα, καὶ τὸ μόνον μετὰ μοιχοῦ τὴν μερίδα θεῖναι, οὐ τοῦ δε, ἢ τοῦδε, ἀλλὰ παντὸς οὑτινοσοῦν, Βασιλέως, δυ νάστου, μικροῦ καὶ μεγάλου. Εἷς γὰρ νόμος ἔσται, φησὶ, καὶ ἓν Εὐαγγέλιον παρελάβομεν· καὶ ὃς ἐκ τοῦδε τοῦ Εὐαγγελίου κἂν τὸ τυχὸν παρασαλεύσοι, κἂν ἄγγελος ἐξ οὐρανοῦ, ἀρκεῖ σοι ἡ ἀσφάλεια. Μὴ βασιλεὺς μείζων ἀγγέλου ; Μὴ οὐχὶ ὁ κοσμοκράτωρ ἐν τῷ κόσμῳ μείζων πάντων τῶν κοσμοκρατορικῶς κρατούντων δαιμόνων καὶ ἀνθρώπων, ἀλλ᾽ οὐχὶ θεϊ κῶς ; Καὶ τί ὁ Ἀπόστολος ; Ἀνάθεμα ἔστω. Ἄγγελοι οὐ τολμῶσι παρασαλεῦσαι, οὐδὲ σαλεύοντες μένουσι μὴ ἀναθεματιζόμενοι, ὡς ὁ διάβολος καὶ ἡ ἀποστατικὴ αὐτοῦ πληθύς. Καὶ πῶς ἄνθρωπος πᾶς ἐν σαρκίων, σαλεύων καὶ καινοτομῶν, καὶ μάλιστα τοιαύτας καινοτομίας, οὐκ ἀλλότριος Θεοῦ ; Ὃς δὲ οὐ δέχεται, ἃ ἀπηγόρευσεν (ἀναληπτέος γὰρ ἐξ οὗ εἰς μεταξυλογίαν μετῆλθεν ὁ λόγος) οὗτος κατὰ τοὺς Μοιχειανούς, μᾶλλον δὲ Ἀντιχρίστους, ἤδη ἀναθεμάτισται.
col. 1035–1036page 66 of 105
PG 99:1035τὸν Δεσπότην οὕτως, ὥσπερ οἱ Ἰουδαῖοι, ἐν Βεελζεβοὺλ ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια κεκλήκασι· τί περὶ τῶν δούλων καὶ θεραπόντων αὐτοῦ; ἢ γὰρ ὡς οὐ πειθαρχήσαντας τοῖς Δεσποτικοῖς νόμοις ἐν ταῖς οἰκονομίαις αὐτῶν ἐδογμάτισαν ἰσόῤῥοπον καὶ ἰσοκλεῆ τὴν μοιχοζευξίαν καὶ μοιχοκοινωνίαν, οἰκονομίαν αὐταῖς συντάξαντες, καὶ διὰ τοῦτο ὡς ἀνόμους τοὺς ἁγίους, καὶ παραβάτας τῶν ἐντολῶν ἀνεθεμάτισαν, καὶ ἐντεῦθεν πάντως ἀναθεματιστέοι· ἢ νομοφύλακας αὐτοὺς ὁμολογοῦντες, ἑαυτοὺς ἀνεθεμάτισαν. Ἀλλ᾽ οὐ τοὺς ἁγίους, σφετερισάμενοι οἱ δείλαιοι εἰς ἑαυτοὺς τὸ τῶν ἁγίων ὄνομα ἐν τῇ λεγομένῃ αὐτοῖς οἰκονομίᾳ τῆς μοιχοζευξίας· καὶ διὰ τοῦτο πάλιν τοὺς ἁγίους ἀνεθεμάτισαν ὡς μὴ ὄντας ἁγίους· ἐπεὶ ἅγιοι κατ᾽ αὐτοὺς οἱ κατὰ δύναμιν τῆς μοιχοζευξίας καὶ μοιχομεριδαρχίας τὰς οἰκονομίας πεποιηκότες καὶ ποιοῦντες, καὶ οὗτοι ἀλλότριοι Θεοῦ καὶ ἄνομοι, καὶ παραβάται ἐντολῶν, καὶ ἀναθεματισμένοι παρ᾽ αὐτοῖς, οἱ μὴ τὴν μοιχοσύστατον αὐτῶν οἰκονομίαν δεχόμενοι, καὶ τὰ κατ᾽ ἴχνος αὐτῆς οἰκονομοῦντες. Ὅθεν οὖν βούλει, καὶ ποτέραν τῶν ἀσεβῶν αὐτῶν φωνὴν ἐθέλοις ἰδεῖν, νόει, ὁ ἀγχίνους, καὶ θαύμαζε, βάθος ἐκ βάθους ἀθεΐας ἀναθεωρῶν καὶ ἀναλαμβανόμενος. Οὐδὲ γὰρ αἱ αἱρέσεις προφανῆ τὴν ὅλην ἀσέβειαν ἔχουσιν· ἀλλ᾽ αἱ μὲν πόῤῥω τοῦ Εὐαγγελίου πάντη γε· αἱ δὲ ὑποδούμεναι ἐκ τοῦ Εὐαγγελίου ῥήσεις τινάς, συνεισέρχονται· οὐ λέγουσαι μὴ στοιχεῖν τοῖς εὐαγγελικοῖς θεσπίσμασιν, ἀλλὰ καὶ πάνυ τὸ δοκεῖν ὑπὲρ αὐτῶν ἀντιποιούμεναι, τῷ οὕτως νοεῖσθαι καὶ μὴ οὕτως· εἰς τοὺς θείους λόγους τὴν ἀμφιβολίαν ἔχουσαι. Καὶ ἐπειδὴ ἀποτυγχάνουσι τοῦ ὀρθοῦ φρονήματος, αἱρέσεις κατωνομάσθησαν. Ἐνταῦθα δὲ φανερὰ ἔκπτωσις πίστεως. Οὐ περὶ τὸν νοῦν σφαλλόμενοι, ἀλλὰ λέγοντες· Καὶ εἶπεν ὁ Χριστὸς οὕτω, κἂν νόμος ἔχῃ τάδε, ἐπὶ τῶν βασιλέων οὕτως γίνεσθαι, νικᾶσθαι τὸ Εὐαγγέλιον. Σκόπησον πῶς τῇ ἀρχῇ τὸ τέλος ἀκολουθεῖ. Ἀπὸ Χριστοῦ ἐνανθρωπήσεως ἤρξαντο ἔξωθεν τοῦ Εὐαγγελίου αἱ αἱρέσεις. Εἶτα ἀποκρουσθεὶς ὁ διάβολος διὰ τῆς κατὰ μικρὸν προκοπῆς τῆς χάριτος, ὑπεισῆλθε λανθανόντως ἐξ αὐτοῦ τοῦ Εὐαγγελίου. Γεννᾷ τὰς αἱρέσεις μέχρι τῶν Εἰκονομάχων, ἀπὸ Γραφῆς καὶ τῶν κειμένων αὐτῶν ὑποδούμενος τὸ δέλεαρ. Καὶ ἐπὰν ᾔσθετο εὐηκόους αὐτῷ τοὺς ἀνθρώπους ὑπάρχειν, συνελαύνοντος καὶ τοῦ καιροῦ τῆς συντελείας, ἤρξατο ἐκ τοῦ νῦν ὡς τὸ ἀπ᾽ ἀρχῆς, κατ᾽ αὐτοῦ τοῦ Εὐαγγελίου ἀνάπτειν τὸν φόνον, ὅπως καταντήσῃ εἰς τὸν Ἀντίχριστον εὐθέτως, ἐφ᾽ ὃν κατοικήσει, καὶ ἐν ᾧ ἀποκαλυφθήσεται ἡ πᾶσα αὐτοῦ πικρία καὶ ἀποστασία, ὃν ἀνελεῖ Κύριος τῇ ἐπιφανείᾳ αὐτοῦ ὅτι τάχιστα. Περὶ τοῦ τρίτου τί καὶ φῶμεν; Οἱ γὰρ τὸ Εὐαγγέλιον παραβαίνειν γυμνῇ τῇ κεφαλῇ κατατολμήσαντες, καὶ τοὺς μὴ παραβαίνειν αἱρετισαμένους ἀναθεματίσαντες, τί περὶ κανόνων αὐτοῖς μελήσει; Καί γε καὶ τούτων ὑπὸ Πνεύματος ἁγίου ἐσφραγισμένων, καὶ ἐν τῇ λύσ-
col. 1037–1038page 67 of 105
PG 99:1037σει αὐτῶν λελυμένων ὄντων τῶν ἁπάντων εἰς σωτηρίαν ἡμῶν ἡκόντων. Οὐδαμοῦ γὰρ ἱερωσύνη, θυσσία, τἄλλα ἰάματα τῶν ψυχικῶν ἡμῶν ἀῤῥωστημάτων. Τί δὲ λέγω κανόνων, καὶ ποιοῦμαι διαφοράν; Ταυτὸν ἔστιν εἰπεῖν καὶ ἐπ᾿ αὐτῶν [καὶ] Εὐαγγελίου Χριστοῦ. Αὐτὸς γὰρ τὰς κλεῖς δέδωκε τῆς βασιλείας τῶν οὐρανῶν τῷ μεγάλῳ Πέτρῳ φάσκων· Ὃν ἂν λύσῃς, καὶ ὃν ἂν δήσῃς, ἔσται τὸ καὶ τό. Καὶ πάλιν πᾶσι τοῖς ἀποστόλοις· Λάβετε Πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται· καὶ ἂν τινων κρατῆτε, κεκράτηται. Καὶ ἑπομένως τούτοις εἰς τοὺς μετ᾿ αὐτοὺς διαβιβάζων τὴν ἐξουσίαν, ἐάνπερ ὡσαύτως πράξοιεν. Καὶ διὰ τοῦτο Βασιλείου, καὶ τῶν ἰσοστασίων αὐτῷ ἁγίων, ὡς τῶν ἀποστολικῶν κανόνων δεδεγμένων, καθότι ἐξηκολουθήκασι μηδὲν κεκαινοτομηκότες, ἀλλὰ καὶ ἐπαυξήσαντες κατὰ τὸ δέον· οὗτοι οὖν οἱ νέοι ψευδαπόστολοι ἀποφαίνονται ἐμπράκτως, μὴ πάντως κατὰ τοὺς κειμένους ὅρους τῶν ἁγίων, ἀλλ᾽ οἰκείᾳ ἐξουσίᾳ καὶ διακρίσει, παρὰ τὸ ὑπ᾽ αὐτῶν διατεταγμένον ἔσθ᾽ ὅτε ἕκαστον τῶν ἱεραρχῶν ποιεῖν· λύειν ἐν οἷς οὐ παρ᾽ αὐτῶν λύσις· καὶ δεσμεῖν ἐφ᾽ οἷς οὐχ ὑπ᾽ αὐτῶν ὁ δεσμός. Καὶ ὁρᾶτε ταῦτα καθεκάστην γιγνόμενα. Καὶ ἐβεβηλώθη τὰ ἅγια, καὶ ἐφόδιον ἁμαρτίας κρύβδην τε καὶ εἰς τοὐμφανὲς ἡ μοιχοσύνοδος· καὶ καθαίρεται ὁ ἀκαθαίρετος· καὶ χειροτονεῖται ὁ διαβεβλημένος· καὶ ἐᾶται ὁ ὑποπίπτων κανόσι καθαιρετικοῖς, ἀνευθύνως ἱερουργῶν, καὶ ἐκ κελεύσματος ἀνθρωπίνου, καὶ οὐκ ἐκ ψήφου θείας καὶ κανονικῆς, αἱ προσβολαί. Καί, φεῦ μοι, τῆς ταλαιπωρίας, πάντα κατατραγῳδεῖν! καὶ τίς ἔχων καρδίαν αἰσθητικὴν, οὐκ ἀλγεῖ καὶ στένει; Καὶ ποῖος νοῦς ταῦτα ἀναθρώσκων καὶ συμβάλλων, οὐχ ὁμολογεῖ αἱρέσεων τὴν ἀποστάτριαν εἶναι Χριστοῦ; καὶ ποῦ μοι πάντα λέγειν τὰ κατὰ νοῦν, καὶ ὑπερβαίνειν μέτρον ἐπιστολῆς; Εὐσύνοπτα τὰ λεγόμενα, οὐ κεκομψευμένα, οὐ δυσνόητα· τὸ μέν, ὅτι οὐδὲ ἐγὼ ὑψηγορεῖν δυνάμενος, ἀλλὰ καὶ λίαν ὀλίγος, καὶ ὀλιγόλογος, καὶ βραχύγνωστος, αὐτὰ ταῦτα δι᾿ εὐχῆς τοῦ κοινοῦ Πατρὸς καὶ ὑμῶν ἔχων· τὸ δὲ καὶ διὰ τό τινας ὑμῶν μὴ ἰσχύειν δογματικώτερον καταλαμβάνειν τὴν αἵρεσιν, καὶ ἅμα ὅτι καὶ ἁπλοῦς ὁ λόγος τῆς ἀληθείας· ἥ τε αἵρεσις φανερά, καὶ ἀδογμάτιστος, καὶ παιδὶ εὐκατάληπτος. Ὁ γὰρ ὁ Θεὸς εἶπε, σύντομος ὁ λόγος. Οὗτοι οὐ στοιχοῦσιν· ἀλλὰ καὶ στοιχοῦντας ἀναθεματίζουσι. Δῴη δὲ ὑμῖν χάριν ὁ Κύριος ἐπὶ πᾶσιν, ἀγαπητὰ τέκνα. Διὰ τῆς ταπεινοφροσύνης καὶ σοφίας σου, τῆς τε πρός με τὸν ταλαίπωρον ἀγάπης, καὶ ὑπὲρ ἀξίαν μου ἀποτιμήσεώς σου, τὰ νῦν μοι ἐπεσταλμένα, εἰλικρινῆ

Letter XXXVIIEpistola XXXVII

col. 1039–1040page 68 of 105
PG 99:1039καὶ ἀσύμφυρτον τηλαυγοῦντα ἐκ τῆς φωτοειδοῦς ψυχῆς, τρισόλβιέ μου ἀδελφοπάτορ, τὴν ἀλήθειαν· ἣν ἀσπασάμενος ηὐχαρίστησα τῷ ἀποπληρωτῇ τῆς ἐπιθυμίας μου Χριστῷ, τῷ τῶν καλῶν ἁπάντων δοτῆρι· καὶ πῶς γε οὐχί; γνώσεώς σε πεπλουτισμένον ὄντα, καὶ ζήλου τοῦ προσήκοντος, ἄλλως τε τέκνον ἀληθινὸν τοῦ κοινοῦ Πατρὸς, συνῳδὰ ἡμῖν τοῖς ἐλαχίστοις καὶ φρονεῖν καὶ συνδιατίθεσθαι. Ἀλλ' εὖ μὲν ταῦτα· εὐκταιότερον ἔχοντός μου τοῦ ἀνακούστου τὴν ἀμφοτέρων ὁμοφωνίαν· δι' ἣν ἥ τε τῆς ἀληθείας ἀκτὶς μαρμαίρει λαμπρότερον, καὶ ἡ τῶν ἀντιδιατιθεμένων αὐτῇ σκολιότης, μᾶλλον δὲ νυκταυγία, ἀπονευροῦται τε καὶ ἀποζοφοῦται. Εὑρηκὼς δ' ἐν τοῖς γράμμασι τὴν τοῦ ἀναγκαίου διαίρεσιν, σύγγνωθι, ἀπηνεώθην. Οὐ γὰρ αὕτη τοῦ ἀναγκαίου, τοῦ δὲ ἐνδεχομένου, ὃ διῄρηται τριχῶς· εἴς τε τὸ ἐπὶ πλέον, ἐπίσης, καὶ ἐπ' ἔλαττον. Τοῦ δὲ προτέρου, εἴς τε τὸ παρὸν, καὶ ἐσόμενον· εἶτα τοῦ παρόντος ἐπιδιαίρεσις· εἰς ἀίδιον, καὶ εἰς τὸ ἔστ' ἂν ᾖ. Τοῦ δὲ ἔστ' ἂν ᾖ, ὑποδιαίρεσις εἰς τὸ ὑποκείμενον καὶ κατηγορούμενον· τοῦ ὡς ἐπὶ πολὺ ἐνδεχομένου χωροῦντος εἰς τὸ ὑπάρχον· τοῦ δὲ, εἰς τὸ ἀναγκαῖον. Οὐ μὴν ἀντιστρέφοντος, εἰ καὶ ἐκεῖθεν κατιόντος· οὐ γὰρ εἴ τι ἀναγκαῖον ἤδη καὶ ἐνδεχόμενον· εἴ τι δὲ τὸ ὡς ἐπὶ πολὺ ἐνδεχόμενον, ὁδεῦον διὰ μέσου τοῦ ὑπάρχοντος, ἔστ' ἂν ᾖ ἀναγκαῖον. Καὶ γοῦν πᾶς ἄνθρωπος γραμματικὸς, καὶ τίς ἄνθρωπος γραμματικός. Ἀλλὰ τὸ μὲν πρῶτον ἐνδεχόμενον· δυνατὸν γὰρ γενέσθαι· τὸ δὲ δεύτερον ἀναγκαῖον, ἐφ' ὅσον ἔστιν ἐνέργεια· οὗ θανέντος, ἀπέστη κατὰ τὸ ἀναγκαῖον ἐνέργεια. Τοῦτό φησιν, ἔστ' ἂν ᾖ, τὸ ἕως ἂν ᾖ, ἤτοι. Τὸ δὲ ἕτερον, τὸ μήποτε τοῦθ' ὅπερ ἐστὶν ἀλλοιούμενον· οἷα τὰ ἀίδια, ἄγγελος καὶ ψυχή. Καί γε ἔχομεν τὸ ζητούμενον· ὥστε τὸν ἁλόντα ἐνδεχομένῳ κανόνι, πείσεσθαι ἔστιν ὅτε διὰ τὴν τοῦ ἀνδρὸς ἄλλην μοχθηρίαν, τὰ τοῦ κατὰ τὸ ἀναγκαῖον κειμένου· ἀλλ' οὐχὶ τοῦδε τὰ τοῦ κατὰ τὸ ἐνδεχόμενον. Οὐ γὰρ ἐνδέχεται· ἰσορροποῦντος ἤδη τῷ ἀδυνάτῳ. Πᾶν γε τὸ ἀδύνατον, ἀντεστραμμένως καὶ ἀναγκαῖον· οἷον ἀναγκαῖον τὸν ἥλιον λάμπειν· ἀλλὰ καὶ ἀδύνατον μὴ λάμπειν. Τὸ δὲ φάναι τὴν ἁγιωσύνην σου ποτε μὴ λάμψαι· πάντως ἐπὶ τοῦ πάθους τοῦ Χριστοῦ. Ἡ δὲ νυκτὶ γὰρ οὐκ οἶδ' ὅπως. Ταῦτα δὲ τέρατα, καὶ οὐκ ἔννομα, οὐδὲ ἐγκάνονα· ἀλλ' ὑπὲρ φύσιν, ἢ παρὰ φύσιν· καὶ τὸ μὲν πρῶτον δηλοῖ ἡ Χριστοῦ οἰκονομία· τὸ δὲ δεύτερον, ἡ νῦν παρανομία, μάλιστα οὐκ ἐν ἀποδύστῳ καὶ ὡς ἐν παρεκδρομῇ γενομένη, ἀλλ' ἐμφανῶς καὶ εἰς νόμον κρατυνθεῖσα τὸ καθ' αὑτὴν, διὰ τῆς συνοδικῆς πράξεως· καὶ τῆς τῶν ὑπὲρ ἀληθείας ἐνισταμένων ἐξορίσεως, ὡς ἐπί τινος τοὐναντίον θείων κανόνων παραβάσεως, τἀληθέστερον δὲ εἰπεῖν, στιβαρᾶς καὶ πονηρᾶς αἱρέσεως. Ὦ τῆς τόλμης τῶν δρασάντων! οἷς ὅσον τὸ κατάκριμα τῆς τῶν θείων νόμων, μᾶλλον δὲ τοῦ Εὐαγγελίου καὶ πάντων σχεδὸν κανόνων καθυβρίσεως· τοσοῦτον ἡμῖν τοῖς ταπεινοῖς ἐπικίνδυνον καθυφιοῦσί τι τοῦ πρέποντος. Πῶς δ' ἂν εἴη οἰκονομία ἐν τοῖς συλλειτουργοῦσι τῷ μοιχοζεύκτῃ, καὶ προάρξασι τῆς μοιχοκορώτου συνόδου, ὡς ὁ θεῖος ἔφη Βασίλειος;
col. 1041–1042page 69 of 105
PG 99:1041Φησὶ γὰρ, πολλάκις καὶ τοὺς τοῖς ἀνυποτάκτοις συναπελθόντας, ἐπ᾽ ἂν μεταμεληθῶσιν, εἰς τὴν αὐτὴν ἀποδέχεσθαι τάξιν, ἀλλ᾽ οὐ παρ᾽ ἡμῶν· εἴπερ ποτὲ καὶ μεταγνοῖεν· παρὰ δὲ τῶν ἰσοστασίων, ὡς ὁ θεῖος ἔφη Διονύσιος. Τὰ πλείω ἀφίημι τῇ συνέσει σου δεόντως ἰσχυούσῃ ἐποπτεύειν τὰ ἡμᾶς λανθάνοντα. Δόξα Θεῷ ἐπὶ τῇ τῶν ἀδελφῶν ἀπολύσει, εἴπερ ἀληθές. Δόξα Θεῷ καὶ περὶ τῆς θεοδότου σου, ἀδελφέ μου, καρτερίας, ἐν τοῖς τῶν αὐτόθι σκληροῖς καὶ ἀπεριτμήτοις τῷ πνεύματι κεντήμασι· Χαρίζου μοι τὴν εἰσαεὶ ὑπόμνησιν, νηφαλεοῦσαν με τὸν νυστάξοντα· εἶτα καὶ νῦν ἱερὰν προσευχὴν πάνυ πάντων, τοῦ δὲ Πατρὸς ἡμῶν καὶ τοῦ διαφερόντως, χρήζοντι. Μεμάθηκα πεποιηκέναι σε χάριτι Χριστοῦ πόνημά τι· καὶ, εἰ κελεύεις, ἀναγνώσαιμι αὐτὸ ἐπ᾽ ὠφελείᾳ. ΑΗ΄. — Ἀρσενίῳ τέκνῳ. Ἡλίκον ἐχάρην καὶ τανῦν, ἀναγνούς σου τὰ γράμματα, τέκνον ποθεινότατον· οὐ τοσοῦτον ἐν τῇ ἀνεῳχθείσῃ σοι μᾶλλον θύρᾳ τῆς πρὸς ἀδελφοὺς συντυχίας· εἰ καὶ αὐτὴ εὐκταία· ὅσον ἐπὶ τῇ τῆς γλώττης εὐχάριτι Θεοῦ, δι᾽ ἧς κλείεις τὰ ἀπύλωτα στόματα τῶν αἱρετιζόντων. Προσθείη σοι τοιγαροῦν ἔτι Κύριος λόγον γνώσεώς τε καὶ σοφίας, διακατελέγχειν τοὺς τῆς εὐσεβείας προασπιστάς· ὡς ἄν ἔξει σοι εὖ μάλα τῷ θείῳ Δαυίδ συμψάλλειν· Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα πνεῦμα· ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην. Καθ᾽ ὧν λυτήσαντες οἱ Μοιχειανίζοντες, ἐκεῖνό πως τὸ Γραφικὸν αὐτοῖς τοῖς ἔργοις φθέγγονται· Ἀπόστα ἀπ᾽ ἐμοῦ, ὁδοὺς σου εἰδέναι οὐ βούλομαι. Εἰ γὰρ ᾔδεισαν, οὐκ ἂν παρέβησαν τὰ τοῦ Κυρίου ἐντάλματα· οὐκ ἂν παραβάντες, οἰκονομίαν σωτήριον τῇ Ἐκκλησίᾳ Χριστοῦ τὰς παραβάσεις συνοδικῶς ἐδογμάτιζον, ὑπ᾽ ἀναθέματι τῶν ταύτας μὴ οὕτω προσιεμένων. Ὅπερ ἀσεβὲς δόγμα τοσοῦτόν ἐστιν, ὡς μὴ μόνον τὸ ἱερὸν Εὐαγγέλιον ἀνατρέπειν, κατὰ τὸ ἐκ μέρους φύσιν ἔχειν τὸ ὅλον ἀνατρέπεσθαι· ἀλλὰ καὶ αὐτὴν τὴν Χριστοῦ οἰκονομίαν ἀναιρεῖν· ἀναιρετικὰ γὰρ ἀλλήλων τἀναντία. Ὅτι δὲ ἐναντία ἡ μοιχοζευξία, δογματισθεῖσα σωτήριος οἰκονομία, τῇ θείᾳ, καὶ ἐπ᾽ ἀναιρέσει τῆς ἁμαρτίας οἰκονομίᾳ, παντί που δῆλον. Ἀλλὰ μὲν οὖν καὶ ἑτέρων ἀσεβημάτων ἐστὶν ἐπίμεστος ἡ μοιχοσύνοδος· εἰ περιτύχοις πάλιν ἰδεῖν τὸν ἀδελφὸν Εὐπρεπιανὸν, ὑποδείξειέ σοι. Ἐῤῥωσο καὶ εὐσθένει, τέκνον, ἀμφοτέρωθεν τοὺς βάλλοντας ἀοράτως, ἐκβάλλων κράτει πίστεως, φόβου τε θείου καὶ ἀγάπης. Ἐπειδὴ γὰρ ἔξωθεν δι᾽ ὧν ἐπεγείρουσιν αἱρέσεων προσβάλλοντες, ἀποκρούονται ὑπὸ τοῦ ὀρθοδόξου φρονήματος· ἔνδοθεν ἐπέρχονται οἱ δόλιοι, συλῆσαι τὸν τῆς ψυχῆς θησαυρὸν τεχναζόμενοι. Ὧν λυτρωθείημεν τῆς θήρας, χεῖρας πρὸς Θεὸν αἴροντες, συνεργίᾳ τῶν τοῦ κοινοῦ Πατρὸς ἡμῶν προσευχῶν, καὶ πάντων τῶν εὐσεβούντων, ἐγώ τε καὶ σὺ καὶ πάντες οἱ ἀδελφοὶ ἡμῶν.

Letter XXXVIIIEpistola XXXVIII

col. 1043–1044page 70 of 105
PG 99:1043Αὐλητοῦ καθηγούμενος αὐλεῖ, ἀλλὰ ἄσημα, καὶ οὐ τῷ Πνεύματι τῷ ἁγίῳ εὔρυθμα· καὶ τὸ λέγειν αὐτὸν ἀφορᾶν ἐν Ῥώμῃ, ἀσθενείας λόγου, καὶ πρὸς τὸ παρὸν ψευδαπολογίας καταφύγιον. Καὶ τὸ φάναι αὐτὸν περὶ Σάβα τε καὶ Θεοκτίστου, τῶν εὐλαβεστάτων μοναχῶν, τοῦτο κἀκεῖνο, καὶ ὡς ἐν Ῥώμῃ τὸ καὶ τὸ οὐκ ἀληθές. Οἱ μὲν γὰρ ἕνεκεν τοῦ μὴ προσδεχθῆναι τοὺς ἐκ τῆς Εἰκονομαχικῆς αἱρέσεως ὑποστρέφοντας ἐπισκόπους εἰς τοὺς οἰκείους βαθμούς· καὶ οὐ πάντας, ἀλλὰ τοὺς ἐξόχους καὶ πρωτάρχους τῆς αἱρέσεως, κατὰ τὸν λόγον τοῦ ἁγίου Ἀθανασίου, ἐνίσταντο. Ὅπερ οὐκ ἀπεικότως. Ἀλλ' ἐπεὶ ἡ τηνικαῦτα σύνοδος κέκρικεν ὅλους εἰσδέξασθαι, ἔχουσα τὴν τετάρτην ἁγίαν σύνοδον παράδειγμα· συνῆλθον· οὐ γὰρ ἦν τῶν ἀναγκαίων τι παραβαινόμενον. Περὶ δὲ τῶν Σιμωνιανῶν, τηνικαῦτα μὲν παρεκαλύφθη, ὡς μετὰ τὴν σύνοδον ἐκζητησομένου τοῦ κεφαλαίου. Ἐπεὶ δὲ ἐζητήθη, πρῶτον μὲν εἰς ἐπιτίμιον ἐνιαυσιαῖον ἢ καὶ πλέον. Ὢ τοῦ τολμήματος! σύν τισι μοναστaῖς, ὧν ἀφίημι λέγειν τὰ ὀνόματα, ἐδόθη ὅρος ὑπ' αὐτοῦ ἐξιλεώσεως τῆς εἰς αἰῶνας καθαιρέσεως· εἰς τὸ εἶναι τοὺς ὑπὸ Θεοῦ διὰ Πέτρου τοῦ τῶν Ἀποστόλων κορυφαίου καθῃρημένους, πάλιν ἱερουργοὺς Χριστοῦ. Καὶ ἐπεὶ οὐ συνῆλθον οἱ περὶ Σάβαν ἐν τούτῳ, ἀλλὰ καὶ διηνέχθησαν πρὸς αὐτὸν, τί ποιεῖ; κακὸν καλῷ ἀπαλλάττει. Ἀρνεῖται μὴ δεδωκέναι ἐπιτίμιον, μηδὲ προσίεσθαι τοὺς ἐν χρήμασι χειροτονήσαντάς τε καὶ χειροτονηθέντας. Λέγων διελέγχεται ὑπὸ τῆς τηνικάδε κρατούσης, ἀφ' ἧς καὶ εἱλκύσθη δοῦναι τὸ ἄνομον ἐπιτίμιον. Παρῆν ἡ ἡμέρα τῶν Θεοφανίων Χριστοῦ· ἐληλύθασιν ἐν ταύτῃ οἱ ἐπιτιμιασθέντες, πεπληρωκότες τὸ ἐπιτίμιον, καὶ λύσιν ἐπιζητοῦντες· ὁ μὲν ἀπηξίου, ἡ βασίλισσα κατηπείγετο τὴν εἰσδοχήν. Πάλιν κακῷ τὸ καλὸν διαμείβει ὁ πρόεδρος· συλλειτουργεῖ αὐτοῖς τῇ αὐτῇ ἑορτῇ εἰς προϋπτον· οὐκ ἀκουσίως δῆθεν, ἀλλ' ἑκουσίως· ἐπὰν δυνάμενος μὴ συλλειτουργεῖν καθῃρημένοις, συνελειτούργησε· κἄν ὁπωσοῦν φαίη τις ἀδυνατεῖν αὐτόν. Ἐντεῦθεν ἡ πρὸς αὐτὸν διαφορὰ τῶν περὶ Σάβαν· ἐντεῦθεν ἐπεπόλασεν ἡ λύσις πλειόνως τῶν θείων κανόνων. Ἡ δὲ Ῥώμη ταῦτα οὐ προσήκατο· μὴ γένοιτο! ἀλλ' οὐδὲ αὐτὴν τὴν σύνοδον ὡς οἰκουμενικήν, ἀλλ' ὡς τοπικήν, καὶ τὸ ἴδιον πτῶμα τῶν τῇδε ἀνορθώσασαν. Οὐδὲ γὰρ οἱ κεκαθικότες ἀντιπρόσωποι τῶν ἄλλων πατριαρχῶν· ψευδές· τῶν μὲν Ῥωμαίων δι' ἄλλο, οὐ διὰ σύνοδον, παραπεμφθέντων ἐνταῦθα. Διὸ καὶ καθῃρέθησαν, ὡς φασι, παλινοστήσαντες ὑπὸ τοῦ πεπομφότος, καὶ ἐπεκαλοῦντο βεβιάσθαι. Οἱ δ' ἄλλοι ἐκ μὲν ἀνατολῆς, ἀλλ' ὑπὸ τῶν ἐνταῦθα προτραπέντες καὶ ἑλχθέντες, οὐχ ὑπὸ τῶν πατριαρχῶν ἀποσταλέντες, ὅτι μηδὲ ἐνόησαν, ἢ ὕστερον, διὰ τὸ τοῦ ἔθνους δέος δηλονότι. Τοῦτο δὲ ἐποίουν οἱ ἐνταῦθα, ἵνα τὸν αἱρετίζοντα
col. 1045–1046page 71 of 105
PG 99:1045Εἰ δὲ φαίης, πῶς ἡμεῖς οὐκ ἐνιστάθημεν τηνικαῦτα, καὶ διὰ τί χειροτονίαν ἐδεξάμεθα μετὰ τὴν σύνοδον παρὰ τοῦ κυροῦ Ταρασίου· ἀπολογούμεθα καὶ σοὶ καὶ πᾶσιν, ὅτι τὸ μὲν ἐν ὑπηκόοις ἐτελοῦμεν, μὴ τὰ ὕστερον γνωσθέντα ἡμῖν πρότερον εἰδότες· τὸ δὲ, δραξάμενος αἰτίαν εὔλογον, τὸ λέγειν Ταράσιον, μήτε ἐπιτίμιον δεδωκέναι, μηδ᾽ αὖ εἰ γνοῖεν, τῶν τοιούτων συνιερουργεῖν τινι, ἀλλὰ καὶ καθαιρεῖν. Κἂν οὐχ οὕτως ἦν τὸ ἀληθὲς, διὰ τὸ προφανές. Ἀλλ᾽ ὅμως ἡμεῖς ὀρεγόμενοι τὴν ὁμόνοιαν, ἠρκέσθημεν τοῖς λεγομένοις· τοῦτο κεκρικότες, ἐπὶ τὸ φιλανθρωπότερον τῆς εἰρήνης νεῦσαι ἐν τῷ ἀμφιβόλῳ πράγματι, καθώς φησί που ὁ Θεολόγος. Καὶ ἅμα, ὅτι δεδεγμένος ἦν διὰ τὴν ὀρθοδοξίαν, καὶ τὸ κατ᾽ αὐτὴν ἀνδρεῖον καὶ σπουδαῖον γενέσθαι, ὑπὸ τῶν ἄλλων Ἐκκλησιῶν. Ταῦτά σοι ἐγνώρισα, τέκνον, εἰς εἴδησιν τῶν καθηκόντων· καὶ ὅτι οἱ περὶ Σάβαν εἰ διὰ τοῦτο, καὶ οὐκ ἄλλοις τισὶν ἀλόγοις διεφέροντο πρὸς αὐτὸν, εἶχον εὔλογον καὶ ἔχουσιν. ὡς γὰρ ὑπὸ παραπετάσματι ἡμεῖς τοῦ λέγειν μὴ δέχεσθαι τοὺς τοιούτους, ἀλλὰ καὶ καθαιρεῖν, συνήλθομεν τῷ προέδρῳ· οὕτως ἐκεῖνοι τὸ πραχθὲν ἐμφανῶς ἔχοντες δικαίωμα, ἀντιποιοῦνται εἰκότως τοῦ θείου κανόνος. Καὶ οὐκ ἔστιν ὁ χάριν τούτου τοῦ κεφαλαίου δυνάμενος ἀντιστῆναι αὐτοῖς, εἴ γε λέγοιεν ὅτι Ταράσιος οἰκονομικῶς ἐδέξατο τοὺς χρηματοχειροτονοῦντας. Ἀλλὰ γὰρ οὐδ᾽ ἂν Πέτρος καὶ Παῦλος ἐπιστῇ· αὐτοὶ γὰρ ἐξέθεντο τὸν κανόνα, καὶ αὐτοί φασιν· Ἀλλὰ κἂν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ᾽ ὃ εὐηγγελισάμεθα, ἀνάθεμα ἔστω. ΑΘ'. — Θεοφίλῳ ἡγουμένῳ. Ἐβουλόμην ταχύτερον ἐπιστεῖλαι τῇ ἁγιωσύνῃ σου, ἀλλ᾽ οὐκ εὐωδούμην φρουρούμενος ἀσφαλῶς. Ὅτε δὲ εὐδόκησεν ὁ ἀγαθὸς θεὸς χαρίσασθαι καὶ τὸν τρόπον καὶ τὸ πρόσωπον· τηνικαῦτα τὸν ἐμὸν πόθον πληρῶ ὁ ταπεινὸς, καὶ προσαγορεύω, καὶ ἀσπάζομαι τὸν ἐμὸν πνευματικὸν Πατέρα, καὶ λίαν ὄντως φιλούμενον. Οὐ γὰρ ἐπειδὴ διέστησαν ἡμᾶς σωματικῶς οἱ ἄρχοντες τοῦ αἰῶνος τούτου, ἤδη διέλυσαν καὶ τὴν ἐπὶ Θεὸν ἡμῶν πρὸς ἀλλήλους ὁμόνοιάν τε καὶ σχέσιν· μᾶλλον μὲν οὖν καὶ ἐβεβαίωσαν. Πείθομαι γὰρ καὶ τὴν σὴν ὁσιότητα ποθεῖν τὴν ἡμετέραν ἀναξιότητα· καὶ ἀκλινῆ διαμένειν τῆς ὀρθοδόξου καὶ θεαρέστου ἐνστάσεως, ἐξ ὧν τε πρότερον καὶ ὕστερον ὑπέδειξεν ἑαυτὴν Θεῷ τε καὶ ἀνθρώποις, ὡς συναιρεῖσθαι ἡμῖν τοῖς ταπεινοῖς καὶ τὸν ὑπὲρ εὐσεβείας διωγμόν· κἂν οὐκ ἠβουλήθησαν οἱ κρατοῦντες, φειδοῦ τοῦ μὴ πολλοὺς ἐξορίζειν καὶ καθείργειν· καὶ ὡς ἂν δόξωσιν ἐντεῦθεν πείθειν τὸν κόσμον, εἰς ἡμᾶς μόνους περιίστασθαι τὴν πρὸς αὐτοὺς διαφοράν, καὶ μὴ εἶναι ἄλλους τοὺς ἐνισταμένους· οἳ τοσοῦτοι τῷ πλήθει ἐν τῇ ὑπ᾽ αὐτῶν ἐξουσίᾳ· κἂν φόβῳ εἴτε καὶ

Letter XXXIXEpistola XXXIX

col. 1047–1048page 72 of 105
PG 99:1047οἰκονομία ὑποκρύπτωσιν ἑαυτούς· ὡς ἔστιν ἀκούειν τοῦ θείου Δαβὶδ κράζοντος· Ἐξαριθμήσομαι αὐττοὺς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται. Οὐδὲ γὰρ μικρόν τι καὶ λανθάνον τὸ ἀσεβούμενον· ἀλλὰ καὶ σφόδρα μέγα τε καὶ προφανές τοῖς νοῦν ἔχουσι. Τὴν οἰκονομίαν Χριστοῦ, ὦ ἁγιώτατε, τὸ καθ' ἑαυτοὺς ἀνέτρεψαν, τὴν παράβασιν τοῦ Εὐαγγελίου ἐν τῇ μοιχοζευξίᾳ καὶ μοιχείᾳ οἰκονομίαν σωτήριον τῇ Ἐκκλησίᾳ δογματίσαντες, ὑπ' ἀναθέματι τῶν μὴ οὕτω προσδεχομένων· Τὸ Εὐαγγέλιον διὰ λύσεως τῆς μιᾶς ἐντολῆς διέλυσαν, τὴν λύσιν οἰκονομίαν Θεοῦ ἀποφηνάμενοι. Εἰ γὰρ ὡς γέγραπται· Ὅστις ὅλον τὸν νόμον πληρώσει, πταίσει δὲ ἐν ἑνὶ, γέγονε πάντων ἔνοχος. Οὗτοι δὲ τὸ πταῖσμα, μᾶλλον δὲ τὰ πταίσματα, τοῦ τε μοιχοῦ καὶ τοῦ μοιχοζεύκτου, μοιχοσυνδρόμων τε καὶ ὅλων τῶν μετὰ μοιχοῦ τὴν μερίδα θεμένων· οὐ γὰρ οἷόν τε ἐξ ἀλλήλων χωρισθῆναι τοὺς πράξαντας, καὶ τοὺς συναπαχθέντας· οὐκ ἐνόχους φασὶν, ἀλλ' οἰκονόμους Θεοῦ· ἔψευσται ὁ ἀποφηνάμενος ἐνόχους εἶναι· ἀλλοτριοῦνται δὲ καὶ οἱ ἅγιοι τῶν οἰκονόμων Θεοῦ· ὅτι οὐδεὶς ἅγιος τὸν τοῦ Θεοῦ νόμον παραβέβηκεν, οὐδὲ παραβὰς δύναται καλεῖσθαι ἅγιος. Οἱ δὲ δόγμα ἐν τῇ παραβάσει ἐκθέμενοι ἀπαράβατον ὡς νόμου Θεοῦ, καὶ τοὺς μὴ συναιρουμένους αὐτοῖς ἐν τούτῳ ἀναθεματίζοντες. Οὐ συνάρονται δὲ δηλονότι οἱ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἅγιοι τῇ μοιχείᾳ. Φανερὸν ἄρα ὅτι τῇ λύσει τῆς μιᾶς ἐντολῆς τοῦ Εὐαγγελίου, οὐ μόνον ὅλον τὸ Εὐαγγέλιον ἀνέτρεψαν, ὁρισάμενοι αὐτὴν συνοδικῶς οἰκονομίαν σωτήριον τῇ Ἐκκλησίᾳ, θέντες νόμον ἀπαράβατον, τὸ καθ' ἑαυτοὺς, ἐπὶ πάσης ἐντολῆς παραβαινομένης οἰκονομίαν γίνεσθαι τὴν ταύτης παράβασιν, ὁμοῦ τε καὶ ὀνομάζεσθαι· ἀλλὰ γὰρ καὶ τοὺς ἁγίους μὴ προσιεμένους, ὅτι μηδὲ Θεὸς κατ' αὐτοὺς, ἀνεθεμάτισαν. Καὶ ἁπλῶς τί πολλὰ λέγειν, μὴ ἐγχωρούσης τῆς ἐπιστολῆς δέχεσθαι; Χαλεπὴ κακοδοξία ἐδογματίσθη ἐν τῇ καθ' ἡμᾶς Ἐκκλησίᾳ. Αὕτη ἡ Μοιχειανικὴ αἵρεσις ἅμα τῇ ἀνατροπῇ τοῦ Εὐαγγελίου, καὶ τοὺς θείους κανόνας διὰ τῆς ἀθωώσεως τοῦ παρ' αὐτῶν καθηρημένου μοιχοζεύκτου διαλύσασα. Εἰ γὰρ τὸ Εὐαγγέλιον ἠθέτησαν, σχολὴ αὐτοῖς περὶ τῶν ἱερῶν κανόνων φροντίζειν. Ταῦτα οὖν σὺν τῇ προσηγορίᾳ, ἀναγκαῖον ἐνόμισα ὑπομνῆσαι τὴν πατρωσύνην σου· ὅπως εἰδυῖα ὅτι αἵρεσις, φεύγῃ τὴν αἵρεσιν, ἤγουν τοὺς αἱρετικούς· τοῦ μήτε κοινωνεῖν αὐτοῖς, μήτε ἀναφέρειν ἐν τῇ εὐαγεστάτῃ αὐτῆς μονῇ ἐπὶ τῆς θείας λειτουργίας· ὅτι μέγισται ἀπειλαὶ κεῖνται παρὰ τῶν ἁγίων ἐκφωνηθεῖσαι τοῖς συγκαταβαίνουσιν αὐτῇ μέχρι καὶ ἑστιάσεως. Εἰ δὲ λέγῃ ἡ ὁσιότης σου, πῶς αὐτῇ πρὸ τῆς λεηλασίας τοῦτο οὐκ εἴπομεν, ἀλλ' ὅτι καὶ ἡμεῖς ἐμνημονεύομεν τῶν ἐν τῇ Βυζαντίδι· ἐκεῖνο γινωσκέτω· ὅτι οὔπω σύνοδος ἦν, οὐδὲ ἐκφώνητον ὑπῆρχε τὸ πονηρὸν δόγμα καὶ ἀνάθεμα. Καὶ πρὸ τούτων οὐκ ἦν ἀσφαλὲς ἀποστῆναι τῶν
col. 1049–1050page 73 of 105
PG 99:1049παρανομούντων τελείως, ἢ τὸ φεύγειν μόνον τὴν προφανή κοινωνίαν αὐτῶν, οἰκονομίᾳ δὲ πρεπούση ἀναφέρειν ἕως καιροῦ. Ἐπεὶ δὲ ἐξῆλθεν εἰς προῦπτον ἡ αἱρετικὴ ἀσέβεια διὰ συνόδου εἰς τοὐμφανές, δεῖ ἄρτι καὶ τὴν σὴν εὐλάβειαν σὺν πᾶσιν ὀρθοδόξοις παῤῥησιάζεσθαι διὰ τοῦ μὴ κοινωνεῖν τοῖς κακοδόξοις, μηδὲ ἀναφέρειν τινὰ τῶν ἐν τῇ μοιχοσυνόδῳ εὑρεθέντων, ἢ ὁμοιφρονούντων αὐτῇ. Καίγε δίκαιον, ὅσιε Πάτερ, κατὰ πάντα σε ὄντα φερωνύμως Θεόφιλον, φιλεῖν καὶ ἐν τούτῳ τὸν Θεόν. Ἐχθροὺς γὰρ Θεοῦ ὁ Χρυσόστομος, οὐ μόνον τοὺς αἱρετικοὺς, ἀλλὰ καὶ τοὺς τοῖς τοιούτοις κοινωνοῦντας, μεγάλῃ καὶ πολλῇ τῇ φωνῇ ἀπεφήνατο. Καὶ ἐὰν ἡ σὴ στεῤῥότης οὐκ ἀσφαλίσηται, τίς λοιπὸν σωθήσεται; καὶ ἐὰν ὁ παῤῥησιασάμενος δυνάμει Θεοῦ, ὡς ἅγιος, πλὴν τελείας αἱρέσεως, ἢ ἄρτι μετὰ τὴν αἵρεσιν ὑποστείληται· πῶς ἕτερος τολμήσει γρύξαι; καὶ ἐὰν τὸ μοναδικόν τάγμα οὐχ ἡγήσηται πάντα σκύβαλα· μοναστήρια λέγω· καὶ πάντα τὰ περὶ αὐτά· πῶς λαϊκός καταφρονήσει γυναικός, τέκνων, καὶ τῶν ἄλλων; Διὸ ὑπομιμνήσκω, ὡς ἐλάχιστος ἀδελφὸς καὶ τέκνον, μὴ σιγήσωμεν, ἵνα μὴ κραυγή Σοδόμων γενώμεθα· μὴ φεισώμεθα τῶν κάτω, ἵνα μὴ ἀπολέσωμεν τὰ ἄνω· μὴ θῶμεν σκάνδαλον τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, ἥτις ἐστὶ καὶ ἐν τρισὶν ὀρθοδόξοις ὁριζομένη κατὰ τοὺς ἁγίους· ἵνα μὴ τῇ ἀποφάσει τοῦ Κυρίου καταδικασθῶμεν. Καὶ οὐ δι᾿ ἑαυτὸν ταῦτά φημι ὁ τάλας· ἐμοὶ γὰρ, εἰ καὶ τολμηρὸν εἰπεῖν, καὶ τὸ ἀποθανεῖν ὑπὲρ τῆς ἀληθείας κέρδος καὶ χαρὰ καὶ ζωή. Εἴθε δυναμωθείην ταῖς ἱεραῖς προσευχαῖς ὑμῶν· ἀλλὰ διὰ τὴν ἐν ἡμῖν ἀγάπην ἀρχαίαν καὶ πνευματικὴν, καὶ τὸ κοινῇ συμφέρον. Εἰ γὰρ ὁ Υἱὸς τοῦ Θεοῦ ὁ Κύριος καὶ Δεσπότης ἁπάντων ἑαυτὸν ἀνήνεγκεν ὑπὲρ πάντων τῷ Θεῷ καὶ Πατρὶ θυσίαν· τί ὀφείλομεν ἡμεῖς, καὶ πόσον οὐ χρεωστοῦμεν δι᾿ αὐτὸν παθεῖν καὶ ὑπομεῖναι; Καί γε οἱ μονάζοντες καὶ τῇ ἀποταγῇ σταυρωθέντες· οἵ γε ἀληθῶς καὶ οὐκ ἀνονήτως ἀποταξάμενοι· ἐπεὶ μὴ ἀπὸ τοῦ ἔξωθεν σχήματος μόνον ἔστι κρίνειν τὰ πράγματα· πολλοὶ γὰρ οἱ προσωπεῖα ὑποδυόμενοι, καὶ οὐκ ὄντες ὅπερ φαίνονται· ἀλλ᾽ ἐκ τῶν ἔργων δηλονότι τὰ σχήματα. Εἰ οὖν μοναχοί εἰσί τινες ἐν τοῖς νῦν καιροῖς, δειξάτωσαν ἐπὶ τῶν ἔργων. Ἔργον δὲ μοναχοῦ, μηδὲ τὸ τυχὸν ἀνέχεσθαι καινοτομεῖσθαι τὸ Εὐαγγέλιον· ἵνα μὴ ὑπόδειγμα τοῖς λαϊκοῖς προτιθέμενοι αἱρέσεως καὶ αἱρετικῆς συγκοινωνίας, τῆς ὑπὲρ αὐτῶν ἀπωλείας λόγον ὑφέξωσι. Πολύ με ληρολογῆσαι τὴν ὑπόθεσιν ἡ ἄκρα ταπεινοφροσύνη τῆς ἁγιωσύνης σου ὡς δεχομένη πεποίηκε. Σὺ δέ, ὦ Πάτερ, εὔχου καὶ ὑπερεύχου ὑπὲρ σαθροῦ καὶ ἁμαρτωλοῦ, ἀλλ᾽ οὖν ἐραστοῦ σου ὅτι μάλιστα. Ὁ συμφρουρούμενός μοι ὡσαύτως καὶ προσαγορεύει, καὶ δεῖταί σου τῶν ἱκεσιῶν. Πάλιν ἑτέρα σοι φυλακή, τέκνον ἡγαπημένον, ἀλλὰ καὶ πάλιν στήλη μὲν τῶν δυσωνύμων αἱρετι-

Letter XLEpistola XL

col. 1051–1052page 74 of 105
PG 99:1051νίων. Διὰ τοῦτο ὑπὲρ μὲν ἐκείνων τὸ στένειν μοι καὶ δακρύειν· ὑπὲρ δὲ σοῦ, τὸ χαίρειν καὶ εὐχαριστεῖν. Ἢ οὐχὶ δοκιμώτερόν ἐστί σε γενέσθαι τῇ μεταφρουρήσει, καθάπερ χρυσὸν διπυρούμενον ὑπὸ χωνείας; Εὐριζωθείης οὖν, ὦ ἱερὲ παῖ, καὶ ὀφθείης τῷ Δεσπότῃ Κυρίῳ ἐν πᾶσι καθαρὸς καὶ ἀκίβδηλος, σκεῦος ὄντως εὔχρηστον, κατηρτισμένος πρὸς πᾶν ἔργον ἀγαθόν. Φέρε οὖν μακροθυμίᾳ τὸ ἄηθες τοῦ δευτέρου φύλακός σου· οὐ γὰρ ἡγουμένου, οὐδὲ ἱερέως λέγοιμι· οὐδεὶς γὰρ Θεοῦ λειτουργὸς καί γε μοναστής, στρατιωτικοῖς ἔργοις ὑπουργήσειεν, ἀλλὰ μὴν οὐδὲ τῷ οὕτως ὑπουργοῦντι κοινωνήσεις. Πλήν δήλωσόν μοι ὅπως σε κρατεῖ. Δοκῶ γὰρ διαφορώτερον εἶναι τοῦ προτέρου. Ἀλλ' εἴ γε οὕτως, ἢ ἑτέρως· σὺ δὲ ὅμως, τέκνον μου, στῆθι γενναίως· εὐμαρίζων τὰ λυπηρὰ τῇ τῶν ἐλπίδων περιχαρείᾳ, καὶ κατακτώμενος ἑαυτῷ τὴν μόνωσιν, ἀπαθείας εὕρεσιν· διὰ τῆς ἐπὶ μόνον τὸν ὁρῶντά σε Θεὸν ἀποβλέψεώς τε καὶ σχέσεως· σαυβαλίζων καὶ λικμίζων τοὺς ἐπεισαγομένους ἀχυρώδεις λογισμοὺς παρὰ τοῦ τῶν ζιζανίων σπορέως ἑκάστοτε. Ἃ δὲ ἐπεζήτησας ἀποκριθῆναι με περί τε τῶν αἱρέσεων καὶ βαπτισμάτων κατ' ἔπος, ἐπιστολῆς ὑπερβαίνει μέτρον· καὶ πάλιν περιττολογεῖν ἔστι ταῦτα ἀφηγεῖσθαι, ἃ ὁ θεοφόρος Ἐπιφάνιος ἐξεῦρε καὶ διέγραψεν ὡς οὐδεὶς τῶν Πατέρων. Ἔντυχε οὖν τῇ περὶ αὐτῶν ἱερᾷ αὐτοῦ βίβλῳ, κἀκεῖσε διαγνώσειας ἃ μαθεῖν ἐφίεσαι. Παράσχοι δὲ αὐτὴν ἐν χερσί σου ὁ καλὸς Εὐπρεπιανός. Τὸ δὲ τῶν βαπτιζομένων συντομώτερον ἀποκριθήσομαι. Τριχῇ διῄρηται τὸ θεώρημα. Βαπτίζονται μὲν γὰρ Μαρκιονισταί, Τασκορδιουργοί, Μανιχαῖοι· καὶ οἱ σύστοιχοι αὐτῶν ὁμοῦ ἕως τῶν Μελχισεδεκιτῶν, αἱρέσεις εἴκοσι πέντε. Χρίονται δὲ τῷ ἁγίῳ μύρῳ Τεσσαρεσκαιδεκατῖται, Ναυατιανοί, Ἀρειανοί, Μακεδονιανοί, Ἀπολιναριασταί, ὁμοῦ πέντε. Οἱ δὲ μήτε βαπτιζόμενοι, μήτε χριόμενοι, ἀλλὰ μόνον ἀναθεματίζοντες τὴν ἰδίαν καὶ πᾶσαν ἄλλην αἵρεσιν, Μελετιανοί, Νεστοριανοί, Εὐτυχιανισταὶ, καὶ οἱ τούτων ὁμόστοιχοι, μέχρι τῆς δεῦρο αἱρέσεως, τῷ ἀριθμῷ οὐχ ὑποβαλλόμενοί μοι κατὰ τὸ παρόν· διὰ τὸ πολυσχιδὲς τῶν Ἀκεφάλων, καὶ τὸ ὑπερτενὲς τῆς ἐπιστολῆς. Τὸ δὲ εἰρηκέναι σε, μὴ διακρῖναι τὸν κανόνα, ἀλλ' ὁριστικῶς ἀποφάναι, τοὺς ἀπὸ αἱρετικῶν χειροτονηθέντας, ἢ βαπτισθέντας, οὔτε κληρικοὺς εἶναι δυνατόν, οὔτε πιστούς· ἐκεῖνο λογίζου· ὅτι αἱρετικοὺς ὁ ἀποστολικὸς κανὼν ἐκείνους ἔφη, τοὺς μὴ εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος βαπτισθέντας καὶ βαπτίζοντας. Καὶ τοῦτο ἐκ θείας φωνῆς τοῦ μεγάλου Βασιλείου διδασκόμεθα. Φησὶ γὰρ, αἱρέσεις μὲν τὰς παντελῶς ἀπεῤῥηγμένας, καὶ κατ' αὐτὴν τὴν πίστιν ἠλλοτριωμένας· σχίσματα δὲ τοὺς δι' αἰτίας τινὰς ἐκκλησιαστικὰς καὶ ζητήματα ἰάσιμα πρὸς ἀλλήλους διενεχθέντας· παρασυναγωγὰς δὲ, τὰς συνάξεις τὰς
col. 1053–1054page 75 of 105
PG 99:1053παρὰ τῶν ἀνυποτάκτων πρεσβυτέρων ἢ ἐπισκόπων, παρὰ τῶν ἀπαιδεύτων λαῶν γινομένας. Καὶ τοῦ μὲν πρώτου αὐτὸς ἐπιφέρων ἓν παράδειγμα, φησὶ πρὸς τὸν ἅγιον Ἀμφιλόχιον· «Τίνα οὖν λόγον ἔχει τὸ τῶν Πεπουζηνῶν βάπτισμα ἐγκριθῆναι τῶν βαπτιζόντων εἰς Πατέρα καὶ Υἱὸν καὶ Μοντανὸν ἢ Πρίσκιλλαν; Οὐ γὰρ ἐβαπτίσθησαν οἱ εἰς τὰ μὴ δεδομένα ἡμῖν βαπτισθέντες.» Τούτους οὖν καὶ τοὺς κατ' αὐτοὺς, ὁ κανὼν καὶ οἱ Πατέρες, ὥς φησιν ὁ θεῖος Βασίλειος, αἱρετικοὺς ὠνόμασαν. Τοῦ δὲ δευτέρου παράδειγμα πάλιν φησὶν ὁ ἅγιος Βασίλειος· «Οἱ Καθαροὶ καὶ αὐτοὶ τῶν ἀπεσχισμένων εἰσίν.» Εἰ δὲ φαίης· Καὶ πῶς λέγονται αἱρετικοὶ καὶ οὗτοι καὶ πάντες οἱ μεταγενέστεροι; τοῦτο λέγομεν καὶ νοοῦμεν· οἱ μὲν πρῶτοι κυρίως αἱρετικοί, διὰ τὸ εἰς αὐτὸ τὸ καίριον τῆς τριαδικῆς ἡμῶν πίστεως ἠσεβηκέναι. Οἱ δὲ δεύτεροι κατὰ κατάχρησιν, καὶ ὡς ἐκ τῶν πρώτων παρηγμένοι· ὁμολογοῦντες δ' ὅμως εἰς Τριάδα καὶ πιστεύειν καὶ βαπτίζειν ἐν ἰδιώματι οἰκείῳ τῆς ἑκάστης ὑποστάσεως, καὶ οὐχὶ μιᾶς τῶν τριῶν ὑπαρχούσης· κἂν ἐν ἄλλοις ᾑρέτιζον. Τοῦ τρίτου παράδειγμα, αὐτὸς ὁ ἅγιος πάλιν φησί, οἷον εἴ τις ἐν πταίσματι ἐξετασθεὶς, ἐπεσχέθη τῆς λειτουργίας, καὶ μὴ ὑπέκυψε τοῖς κανόσιν· ἀλλ' ἑαυτῷ ἐξεδίκησε τὴν προεδρίαν καὶ τὴν λειτουργίαν. Καί γε ὡς οἱ δεύτεροι ὁμώνυμοι τοῖς πρώτοις, οὕτω καὶ οἱ τρίτοι ὁμώνυμοι τοῖς δευτέροις. Ἀμέλει τοὺς Μελετιανοὺς σχισματικοὺς οἱ πάλαι καλοῦσι, Μελετίῳ τῷ σχισματικῷ συναπαχθέντας, καὶ τοι μὴ ὄντας κακοδόξους. Ἀναθεματίζοντες γὰρ τὸ ἴδιον σχίσμα, ὡς φασι, δεδεγμένοι εἰσὶ τῇ καθολικῇ Ἐκκλησίᾳ. Ἔοικε δὲ σειρά τις εἶναι δαιμονόπλοκος ἡ καθόλου αἵρεσις, ἑτέρα τῆς ἑτέρας ἐχομένη, καὶ ὡς ἐκ κορυφῆς μιᾶς ἐξηρτημένων ἁπασῶν τῆς ἀσεβείας καὶ ἀθείας· κἂν ἐτερωνυμίᾳ, καὶ χρόνῳ, καὶ τόπῳ, καὶ ποσότητι, καὶ ποιότητι, καὶ δυνάμει, καὶ ἐνεργείᾳ διαφέρωσιν. Ἐπεὶ μηδὲ ἓν καὶ τὸ αὐτὸ σῶμα, ἓν μόνον μέλος, ἀλλὰ καὶ πολλά· καὶ διάφοροι αἱ τούτων πρὸς ἄλληλα ἐνέργειαι, δυνάμεις, ἰδιότητες, θέσεις τε καὶ τιμαί. Περὶ τῶν ἑτέρων σου ἐρωτήσεων· ἡ πρώτη περὶ πρεσβυτέρου τοῦ ὀρθοδοξοῦντος, ἀλλ' ὅμως μνημονεύοντος φόβῳ διωγμοῦ τὸν αἱρετικὸν ἐπίσκοπον· προαπεκρίθην σοι· πλὴν καὶ αὖθις· εἰ μὴ συλλειτουργεῖ αἱρετικῷ, καὶ εἰ μὴ μεταδιδοῖ τοῖς τοιούτοις, δεκτέον τὸν τοιοῦτον εἰς συνεστίασιν, καὶ ψαλμῳδίαν, καὶ εὐλογίαν βρωμάτων, καὶ τοῦτο κατ' οἰκονομίαν, οὐ μέντοι εἰς θείαν μετάληψιν. Δεῖ δὲ ἐπερωτᾶν τῆς αἱρέσεως κρατούσης πάντως· ὁμολογίαν δὲ δεχομένοις ἀρκεῖσθαι, οὐκ οἶδα εἰ μὴ προδήλως ψευδολόγος αὕτη. Τὸ γὰρ φαίην σε διδάσκεσθαι ἡμᾶς παρὰ τῶν Πατέρων, μὴ ἐπερωτᾶν, περὶ καιροῦ οὐ μὴ ἔστιν αἵρεσις μαινομένη· καὶ περὶ τῶν μὴ προδήλως κατεγνωσμένων. Τοιοῦτον δὲ πρεσβύτερον, σπάνιον εὑρεῖν νῦν μὴ μιγνύμενον καὶ συγκοινωνοῦντα αἱρετικοῖς.
col. 1055–1056page 76 of 105
PG 99:1055tione adductus, ut ex ejus epistolis intelligitur, Saec. monasterii disciplinae se subjecit, ubi et ipse monachus factus est, et Platon avunculus ejus, qui ibi hegumenus erat, eum in vera pietate ac monastica disciplina diligenter instituit. Theodorus vero tantis virtutum profectibus in eo monasterio increvit, ut mox et ipse presbyter et cellararius fieret, ac deinde ob praeclaras animi dotes ac singulares virtutes ab imperatore et patriarcha laudaretur atque honoraretur. Sed postquam Constantinus imperator Mariam augustam repudiavit eamque in monasterium detrusit, Theodotemque illicitae conjugi sibi adjunxit, Theodorus una cum Platone avunculo, caeterisque fratribus, tam imperatori quam Josepho presbytero, qui nefarium hoc matrimonium benedixit, strenue restitit; et ob eam causam cum multis aliis in exsilium pulsus est. Verumtamen postea, cum imperator mortem obiisset, et Irene mater ejus imperium accepisset, e loco exsilii revocatus est, ac Studii monasterium, quod tunc temporis pene desertum erat, ut regeret, et in antiquum splendorem restitueret, rogatus est. Id quod et ipse prompte alacreque suscepit, ac brevi tempore tantam monachorum multitudinem congregavit, ut ejus monasterium inter praecipua totius Orientis monasteria merito connumeraretur.
col. 1057–1058page 77 of 105
PG 99:1057μένης τῆς αἱρέσεως, εἰς χειροτονίαν ὁ ἡγούμενος προήγαγε τοὺς ἀδελφοὺς αἱρετικήν· ἂν οὖν ὁ χειροτονήσας ὤρθωσεν, ἦν αὐτοῖς εὐθὺς ἱερουργεῖν· ὄντος δὲ ἐν τῇ αἱρέσει διὰ τοῦ ἀναφέρειν αὐτὸν αἱρετικόν, κἂν τὸ φρόνημα λέγοι ἔχειν ὑγιές· οὐχ οἷόν τε οὓς χειροτονεῖ τῇ ἀληθείᾳ εἶναι λειτουργοὺς Θεοῦ. Εἰ δὲ πνεῦμα ζήλου Θεοῦ ἀνῆψεν ἐν τῷ καθηγουμένῳ, καὶ προθυμεῖται ὁμολογίας στέφανον ἀναδήσασθαι· μηδὲ λειτουργείτω ἐν τῇ ὑπ᾽ αὐτοῦ ἐνθρονιασθείσῃ ἐκκλησίᾳ· μήτε ἀναφερέτω αὐτὸν ὡς ἐπίσκοπον. Καὶ μακάριος οὗτος, πολλῶν καὶ ἄλλων παράδειγμα σωτηρίας γενόμενος. Τεθέντος δὲ θυσιαστηρίου ἐν τῇ αὐτῇ ἐκκλησίᾳ, οὐδὲν τὸ κωλύον λειτουργεῖν ἐκεῖσε. Ὃ δέ με ἔλαβεν ἀνωτέρω σημάναι, μνησθήσομαι ἐνταῦθα ὅτι, ἐπειδὴ λέγει ὁ ἅγιος Βασίλειος περὶ τῶν ἐν παρασυναγωγῇ γενομένων τάδε, ὥστε πολλάκις καὶ τοὺς ἐν βαθμῷ συναπελθόντας τοῖς ἀνυποτάκτοις, ἐπεὶ δ᾽ ἂν μεταμεληθῶσιν, εἰς τὴν αὐτὴν παραδέχεσθαι τάξιν· μὴ οἰέσθω σου ἡ εὐλάβεια ἐναντιοῦσθαι τὸν λόγον τῷ ἀποστολικῷ κανόνι λέγοντι· «Εἴ τις καθῃρημένῳ κληρικὸς ὢν ὡς κληρικῷ συνεύξεται, καθαιρείσθω καὶ αὐτός.» Ἀλλὰ νομιζέτω, ὅτι, ὡς διεκρίθη παρὰ τῶν Πατέρων, τινες εἶεν αἱρέσεις πρὸς σχίσματα· οὕτω διακέκριται δηλονότι κατὰ τὴν ἀκόλουθον ἔννοιαν, τίς ἐστιν ὁ ἀπαραιτήτως καθαιρῶν κανὼν τὸν καθῃρημένῳ συνευξάμενον, παρὰ τὸν ἐν παρασυναγωγῇ γενόμενον· ὅτι ὁ μὲν εἰδὼς ὅτι ὁμολογουμένως καθῃρημένῳ συνεύχεται, εἰκότως αὐτίκα καθαιρεῖται, ἀδιαφόρως ἐνεχθείς καὶ μὴ προσεσχηκὼς τῷ κανόνι· ὁ δέ, ὡς οὐκ οἰόμενος εἶναι καθῃρημένον, ᾧ συναπήχθη μετὰ πλήθους, ἐπ᾽ ἂν, φησί, μεταμεληθῇ εἰς τὴν αὐτὴν παραδέδεκται τάξιν. Πρόσκειται δὲ καὶ τοῦτο πολλάκις ἐν τῷ λόγῳ τοῦ ἁγίου· ὥστε ἐστὶ καὶ μεταμελόμενον, μὴ εἰς τὴν αὐτὴν τάξιν παραδεχθῆναι. Καὶ οὗτος μὲν ὁ λόγος ἐνδεχομένως ἐκδέδοται. Ὁ δὲ ἀποστολικὸς κανὼν ἀναγκαίως καὶ ἀπαραιτήτως. Ὅτι ὁ ψευδώνυμος Χριστοφόρος πάλιν τὶς τὸ ἴδιον ἐξέραμα ὑπέστρεψεν, οὐδ᾽ ὅλως ἐθαύμασα, εἰδὼς αὐτοῦ τὸ ἄστατον καὶ ἀπαγές. Ὅτι δὲ ὁ Κληδόνιος ὑπὲρ ἀληθείας μίαν μόνην ἡμέραν ἤνεγκε φυλακὴν καὶ πληγὰς παρὰ τῶν ἀσεβῶν, πάνυ ἐξέστην. Ὥστε εἰ ἕως τοῦ νῦν ἐπιμένει δυνάμει Θεοῦ, μὴ ἀεργὸν γένηταί σοί τε καὶ ἄλλοις ἀδελφοῖς, ὀρέγειν αὐτῷ χεῖρα, εἴπερ οἷόν τε. Περὶ δὲ τῶν προειρημένων, βαπτιζομένων λέγω χρισμένων τε τῷ ἁγίῳ μύρῳ, καὶ ἀναθεματιζόντων τὴν αἵρεσιν· οὐχ ὡς ὁ θεῖος Ἐπιφάνιος τέταχε καὶ ἠρίθμησε, τὰς αἱρέσεις γέγραφα. Ἀλλ᾽ ὡς ξένον παρασημείωσίν τινος τῶν ἀρχαιοτέρων φιλοπόνου ἀνδρός, καὶ ἐκ τῆς ἐν Βυζαντίδι Ἐκκλησίας τὴν ἐκ βιβλίων ἔρευναν καὶ εὕρεσιν ποιησαμένου. Ὁ ἀδελφὸς Γρηγόριος γνησίως προσαγορεύει. ΜΑ'. — Σιλουανῷ καὶ Εὐπρεπιανῷ τέκνοις. Ἐπειδὴ ζητῶ μανθάνειν περὶ τῶν ἀδελφῶν, τέκνα,

Letter XLIEpistola XLI

col. 1059–1060page 78 of 105
PG 99:1059ἢ καὶ αὐτοὶ πολλάκις θέλετε δηλοῦν περὶ αὐτῶν· ἐσκόπησα καλὸν εἶναι, ὁμοῦ τε διὰ τὸ συντομώτερον καὶ ἐπικρυπτότερον, ἀπὸ τῶν στοιχείων, ἤγουν τῶν εἰκοσιτεσσάρων γραμμάτων, τούτους ἐπιδηλοῦσθαι· καὶ δὴ λέγω, Τὸ α τοῦ Πατρὸς ἡμῶν. Τὸ β τοῦ Ἀρχιεπισκόπου. Τὸ γ τοῦ Καλογήρου. Τὸ δ τοῦ Ἀθανασίου. Τὸ ε τοῦ Βαρσανουφίου. Τὸ ζ τοῦ Νικολάου. Τὸ η τοῦ Σωφρονίου. Τὸ θ τοῦ Εὐθυμίου. Τὸ ι τοῦ Ἰωαννικίου. Τὸ κ τοῦ Δομετιανοῦ. Τὸ λ τοῦ Οἰκονόμου. Τὸ μ τοῦ Ἀρσενίου. Τὸ ν τοῦ Ἀκακίου. Τὸ ξ τοῦ Μελετίου. Τὸ ο τοῦ Λουκιανοῦ. Τὸ π τοῦ Ἐπιφανίου. Τὸ ρ τοῦ Λητόη. Τὸ σ τοῦ Βασιλείου. Τὸ τ τοῦ Εὐσχήμονος. Τὸ υ τοῦ Σιλουανοῦ. Τὸ φ τοῦ Εὐπρεπιανοῦ. Τὸ χ τοῦ Γρηγορίου. Τὸ ψ τοῦ Εὐσταθίου. Τὸ ω τὸ ἐμόν. Ὅτε τοίνυν κεῖται ἐν τῇ ἐπιγραφῇ τι στοιχεῖον, οὗ τινός ἔστιν ἡ ἐπιστολὴ πάντως ἐγνωρίσθη· οἷον τὸ α, τοῦ Πατρὸς ἡμῶν· καὶ ἕκαστον ὡσαύτως. Πάλιν ἐρωτῶντός μου, Πῶς ἔχει τὸ β; δῆλον ὅτι ἐγνωρίσθη περὶ τοῦ ἀρχιεπισκόπου εἶναι τὴν ἐρώτησιν. Ὁμοίως ἐν τῷ πάλιν ἐρωτῆσαί με, Πῶς ἔχουσιν οἱ περὶ τὸ β; φανερὸν ὅτι περὶ τῶν ὄντων μετ᾽ αὐτοῦ ἡ ἐρώτησις· ὡσαύτως ἐπὶ τῶν λοιπῶν στοιχείων. Πάλιν ἑτέρα ἐρώτησις· Τί ἀκούετε περὶ τοῦ π· ἢ περὶ τοῦ ρ· ἢ περὶ τοῦ ψ; πρὸς ἓν ἕκαστον στοιχεῖον ἡ ἀπόκρισις. Πάλιν ἐρωτῶ, Τίς ἦλθεν ἐκ τῶν ἔξω; δέον ὑμᾶς ἀποκριθῆναι κατὰ τὸ στοιχεῖον· ἢ ὅτι τὸ η, ἢ ὅτι τὸ ο, ἢ ἔκ τῶν λοιπῶν· ἢ οὐκ εἰσῆλθε τὸ η, ἢ τὸ ο, ἀλλ᾽ οἱ περὶ τὸ η, ἢ τὸ ο, τόσοι· ὅτι γέγονε τόδε κἀκεῖνο εἰς τὸ δεῖνα στοιχεῖον. Ὅτε οὖν θάνατος πάλιν· Ἀπέθανε τόδε τὸ στοιχεῖον, ἢ Ἀσθενεῖ, Λυπεῖται, καὶ ὅσα ἄλλα. Εἰ δέ τίς ἐστιν ἐκ τοῦ περὶ τὸ στοιχεῖον παθών τι, καὶ τὸ ὄνομα δηλούντες, οἷον ἐπὶ τοῦ Χριστοφόρου, ὅτι ἀπέδρασεν ἀπὸ τοῦ ε, ὃ καὶ γέγονε. Δεχόμενοι οὖν τὰς παρ᾽ ἡμῶν πεμπομένας ἐπιστολάς, πάντως ἐάν ἐστιν ἐκ τῶν στοιχείων, τὴν ἐπιγραφὴν τοῦ στοιχείου ἕξει ἡ ἐπιστολή. Πέμποντες οὖν καὶ αὐτοὶ τὰς ἐκ τῶν αὐτῶν στοιχείων ἐπιστολάς, τὸ αὐτὸ στοιχεῖον θέσθε ἐν τῇ ἰδίᾳ ἐπιστολῇ. Κἂν δὲ ἀγνοῶσιν οἱ πέμποντες, ὑμεῖς λειοῦτε τὴν ἐπιγραφήν, καὶ ἐντιθεῖτε τὸ στοιχεῖον τοῦ ἐπιστείλαντος. Εἰ δὲ οὐκ ἔστιν ἐκ τῶν στοιχείων, μενέτω ἡ ἐπιγραφή· ὥσπερ καὶ ἐν τῷ γράφειν με. Ἐὰν οὐκ ἔστιν ἐκ τῶν στοιχείων, μενέτω ἡ ἐπιγραφὴ πρὸς ὃν ἡ ἐπιστολή. Πάλιν σκεπτέον ὅτι ἐφ᾽ ἑκάστης μου ἐπιστολῆς πρὸς τοὺς ὄντας ὑπὸ τὰ στοιχεῖα, οὕτως ἕξει ἡ ἐπιγραφή. Τὸ ω, τῷ α· καὶ καθεξῆς. Καὶ πεμπόμεναί μοι αἱ ἐπιστολαὶ οὕτως ἐχέτωσαν τὸ α, ἢ τὸ υ, ἢ ἄλλο τῶν στοιχείων. Γνωστέον καὶ τοῦτο·
col. 1061–1062page 79 of 105
PG 99:1061ὅτι ἐπειδὴ καὶ ταῦτα τὰ τρία εἰσὶ γράμματα, ἅτινά εἰσιν ἔξω τῶν εἰκοσιτεσσάρων στοιχείων τὸ ς, τὸ ι, τὸ π. τὸ ς δηλοῖ τοὺς ἀθετήσαντας πάντας καὶ πρότερον καὶ ὕστερον ποτὲ ἀδελφοὺς ἡμῶν· τὸ ι, τὸν πατριάρχην· τὸ π, τὸν κρατοῦντα. Ὅταν οὖν χρεία γένηται εἴτε ἐρωτῆσαί με, εἴτε δηλῶσαι ὑμᾶς περὶ ἑνὸς τῶν τριῶν· διὰ τοῦ γράμματος ἔσται ἡ δήλωσις. Ἑδόκουν τετελευτηκέναι τὴν μακαρίαν μου μητέρα· ἐκείνη δὲ ἔτι ὑπὲρ γῆς ἐστιν, ὡς ἔοικε. Τί γὰρ ἂν ἔμελλε πλέον ποιεῖν, ὡς αὐτὴ πρός με τὸν ταπεινὸν μητρικῇ κηδεμονίᾳ φερομένη; Ἀλλ᾽ εἰ κἀγὼ ἁμαρτωλὸς, ὅμως πιστεύω τῷ Κυρίῳ ἀνταμείψασθαι σε τῶν ὑπὲρ τῆς ἀναξιότητος ἡμῶν οὐ τὴν τυχοῦσαν χάριν, καὶ ἐπίτευξιν ὧν ποθεῖς καὶ αἰτεῖς. Πλὴν ἱκανῶς ἔχει τὰ γεγενημένα. Τοῦτο γὰρ καὶ διὰ τῶν προλαβόντων γραμμάτων ἀπελογησάμην. Αὐτὴ δὲ τοὐναντίον προσέθηκας μᾶλλον τοῦ ἐκδαπανᾶσθαι ἐν τῇ ἐπιδόσει. Πόθεν δὲ καὶ οὐκ ἐμέλλομεν ἄρτι μνημονεύειν σου τῆς θεοσεβείας; ἐκ τῶν περιβολαίων, ἐκ τοῦ ἱεροῦ ἀναθήματος, ἐκ τῆς βρώσεώς τε καὶ πόσεως, πανταχόθεν ἡμᾶς ἐξέστησας. Διὰ τοῦτο καὶ τέλος ἐπίθες τοῖς δώροις· καὶ εὔελπις ἔσο περὶ τῆς θείας ἀμείψεως. Ἀψευδής γὰρ ὁ εἰρηκώς, καὶ ὑπὲρ ψυχροῦ ποτηρίου μισθοὺς ἀποδιδόναι. Λυπεῖσθαι δὲ φῂς ἐν τῇ φροντίδι τοῦ τέκνου, ἀσχολίαν ἐμποιούσῃ σοι τῆς δεούσης περὶ τὴν ψυχὴν μερίμνης. Καὶ δυνατὸς ὁ Θεὸς καὶ τὴν τοῦ καλοῦ τέκνου διοίκησιν ἀπεργάσασθαι, καὶ σὲ ἐπὶ πᾶσι σχολὴν ἄγειν περὶ τῶν ψυχωφελῶν καταστήσασθαι, ὡς ἑτοίμῃ καρδίᾳ πρὸς τὴν ἔξοδον τοῦ σώματος παρίστασθαι. Νηστεύειν δὲ καὶ ταλαιπωρεῖσθαι, σῶμα ἔχουσα νοσερὸν οὐ δύνῃ· κἂν τούτῳ ἀλύπως φέρε, τὰ δυνατὰ εἰσοίσουσα τῷ Κυρίῳ, καὶ τῷ πλεονασμῷ τῆς ταπεινοφροσύνης τὸ ἐκ τῆς ἀσκήσεως ἐνδέον ἀναπληροῦσα. Προσεύχεσθαι δὲ ὅπως σε χρή, ἐπιζητεῖς ἐκδιδαχθῆναι. Καὶ τοῦτο αὐτὸς ὁ Κύριος ἐξεδίδαξε διὰ τῆς τοῦ, Πάτερ ἡμῶν, ἐπιφωνήσεως, καὶ τοῦ μηδὲν αἰτεῖν πρόσκαιρον, ἀλλὰ τὴν βασιλείαν αὐτοῦ, καὶ τὴν δικαιοσύνην τὴν αἰώνιον. Πλὴν ὅτι τετύπωται ὑπὸ τῶν πατέρων, πρῶτον ἡ εἰς Θεὸν εὐχαριστία· ἔπειτα ἡ τῶν ἁμαρτημάτων πρὸς αὐτὸν ἐξαγόρευσις· καὶ οὕτω ἡ αἴτησις τῆς αὐτῶν ἀφέσεως, καὶ τῆς τῶν ἄλλων σωτηριωδῶν τρόπων ἐπιτεύξεως. Ἐπ᾿ ἂν οὖν μέλλῃς προσεύχεσθαι, εὐχαρίστει τῷ Κυρίῳ καὶ Δεσπότῃ, ὅτι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε σε· ὅτι ἐλυτρώσατο σε ἐκ πάσης πλάνης καλέσας καὶ ἀξιώσας τῆς ἑαυτοῦ ἐπιγνώσεως μέτοχον γενέσθαι, πλάνης ἐθνικῆς, πλάνης αἱρετικῆς· εἶτα ὅτι καὶ τοῦ μοναδικοῦ καὶ ἰσαγγέλου βίου ἐντός σε παρεσκεύασεν ὑπάρξαι μετὰ τὴν τοῦ κοινωνικοῦ βίου ἀπόλαυσιν· ὧν ἡ ἔννοια ἱκανὴ καταμαλάξαι τὴν ψυχὴν πρὸς κατάνυξιν καὶ δακρύων προσβολήν. Ἀφ᾽ ὧν φωτισμὸς καρδίας, γλυκύτης πνεύματος, ἐπιθυμία Θεοῦ. Ταύτης ἐνυπαρχούσης τῇ καρδίᾳ, πάσης κακίας ἐστὶν ἀποβολή. Ὅταν οὕτως εὐχαριστίας ἀναπέμψῃς τῷ Θεῷ, ἐξαγόρευε αὐτῷ λέγουσα· Σὺ οἶδας,

Letter XLIIIEpistola XLIII

col. 1063–1064page 80 of 105
PG 99:1063ἑκάστην ὥραν· τήνδε τὴν ἁμαρτίαν, καὶ τήνδε τὴν πλημμέλειαν· καὶ τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ ἀναλογιζομένη. Πλὴν μὴ ἀνιστοροῦσα ὡς ἔτυχε τὰ βλάβην ἐκ τῆς ἐναργοῦς ὑπομνήσεως ἐμποιοῦντα τῇ ψυχῇ. Κἀντεῦθεν ἀνατελεῖ ταπεινοφροσύνης χάρις, Δέσποτα, ὅσα σοι ἥμαρτον· καὶ ὅσα ἁμαρτάνω καθ' μετὰ συντριμμοῦ καρδίας, καὶ φόβου ἀνταποδόσεως Θεοῦ. Μετὰ τοῦτο αἴτησον, στέναξον, δεήθητι τοῦ Κυρίου σου τὴν τούτων ἄφεσιν, τὴν πρὸς τὸ μέλλον πρὸς τὸ εὐαρεστεῖν αὐτῷ ἐνδυνάμωσιν· λέγουσα· Οὐκέτι, Κύριέ μου, Κύριε, παροργίζω [f. παροργίσω] σε, οὐκέτι φιλήσω ἄλλο τι παρὰ σὲ τὸν ὄντως ἀγα πητόν· κἄν τε παροργίσω πάλιν, προσπίπτουσα εἰμι τοῖς οἰκτιρμοῖς σου, δοθῆναί μοι ἰσχὺν ἐν ἕξει γί νεσθαι τοῦ εὐαρεστεῖν σοι. Εἴ τι ἄλλο κατὰ νοῦν σοι παρίσταται ἀνυσθῆναι ἀγαθόν, θερμῶς αἰτουμένη. Καὶ μετὰ ταῦτα ἐπικαλοῦ τὴν ἁγίαν Θεοτόκον ἐλεῆσαί σε· τοὺς ἁγίους ἀγγέλους, καὶ ὃν ἔχεις τῆς ζωῆς σου φύλακα ἄγγελον· ἵνα σε φρουρῇ καὶ σκέπῃ· τὸν Πρόδρομον, τοὺς ἀποστόλους, τοὺς ἁγίους πάντας, καὶ οὓς ἔχεις ἐξαιρέτως συνήθως ἐπικαλεῖσθαι, καὶ τὸν κατὰ τὴν ἡμέραν μνημονευόμενον. Ταῦτα οὖν μοι δοκεῖ ἔχειν τῆς προσευχῆς τὴν δύναμιν· καὶ ἕκαστος ἄλλοις λόγοις καὶ οὐχὶ τοῖς αὐτοῖς πάντως προσεύχηται· ὅτι μηδὲ αὐτὸς ἑαυτῷ ὁ προσευχόμενος τὰ αὐτὰ φθέγγεται πάντοτε· ἡ δὲ δύναμις ἡ αὐτὴ ἀναγκαία πᾶσι λελόγισταί μοι. Φυλαχθείης οὖν προσευχομένη τὰ δέοντα, καὶ βελτιουμένη ἑκάστοτε, καὶ ὅλην ἑαυτὴν παριστῶσα διὰ τῆς ἀκριβοῦς βιώσεως ἀρέσκουσαν τῷ Κυρίῳ. ΜΓ. — Ἰωσὴφ ἀδελφῷ καὶ ἀρχιεπισκόπῳ. Καὶ ἡ πρώτη ἐπιστολὴ τῆς ἀδελφικῆς καὶ πατρικῆς σου ἁγιωσύνης, εἰ καὶ μικρὰ ἦν τῷ πλήθει τῶν συλλαβῶν, ἀλλ' οὖν γε ἀπήρτιστο τῷ πλάτει τῆς ἀλληγορικῆς διανοίας. Καὶ ἡ δευτέρα, πάσης γνώ σεως καὶ ταπεινώσεως, ἓν ἔχουσα μόνον ψεκτόν, τοὺς περὶ ἐμὲ τὸν δείλαιον ἀναξίως ἐπαίνους. Ἐγὼ δὲ οὐ κατ' ἀντίφρασιν, μὴ γένοιτο. Ἀλλ' ἀλη θείᾳ, ἐκλάμψαι σε ἐν τῇ καθ' ἡμᾶς γενεᾷ, ἐν τῷ τῆς ἀρχιερωσύνης ἀξιώματι, καθ' ὁμοίωσιν τῶν ἁγίων Πατέρων, εἴρηκα. Καὶ οὐκ ἂν ἁμάρτοιμι, στῦλον καὶ ἑδραίωμα κεκληκώς σε τῆς Ἐκκλησίας, κάλλιστε μου ἀδελφέ. Πᾶς γὰρ ὁ ὑπὲρ ἀληθείας ἐνιστάμενος καὶ πάσχων, ἔρεισμα καὶ ὕψωμα αὐτῆς τυγχάνοι. Εὖ δὲ γέγονεν, ὅτι ἐπεσκέψω τὰς τετράδας. Ὑπῆρξε γὰρ ἡμῖν ἡ ὑπόμνησις μᾶλλον δὲ κέ λευσίς σου ἐπιστάσεως καὶ διαλύσεως τῆς τοιαύτης προτάσεως ἀφορμή· ἣν μεθ' ἑτέρων ὑποβληθέντων, δι' ὑπομνήσεως τοῦ Πατρὸς ἡμῶν, ἐν ταῖς προγρα φείσαις τετράσιν ἀπέστειλα τῇ ἁγιότητί σου· μηδὲν ἐξ ἑαυτοῦ ἐν ὅλῳ τῷ συντάγματι φρόνημα εἰσκεκομικὼς· ὅτι μηδὲ θέμις τοῦ νόμου νομιμώτερον, μηδὲ τοῦ κανόνος εὐθύτερον γίνεσθαι· ἢ μόνον τὸ ὑφεῖναι καὶ συνάψαι τὰ τῶν θείων Πατέρων, κἄν ἀμαθῶς, διδάγματά τε καὶ παραγγέλματα, εἰς ὅπερ ἡ πρό τασις ἐκκαλεῖ τῆς ἀντιθέσεως. Καὶ εἰ μὴ παραιτήσοιτο διὰ κόπον ἀναγνῶναι, οἶδ' ὅτι λυσιτελήσειεν. Ὅτι δὲ ἡ εἰρήνη καλὴ ὁμολογουμένως· φιλῶ γὰρ αὐτὴν, κἄν ἁμαρτωλός εἰμι· καὶ ὅτι πρὸς αὐτὴν
col. 1065–1066page 81 of 105
PG 99:1065ἀποκλιτέον· ἕως ἐξῆν πεπράχαμεν· πολλὰ τοῦ φόρτου ἀποσκευασάμενοι, κατὰ τὸν θεῖον Κύριλλον· τοῦ μὲν ἡνίκα τὸ πρότερον ἠθώουν τὸν μοιχοζεύκτην, παρόντος μου ἐκεῖ, καὶ καθὰ συνεβουλευσάμεθα, ἀποσιωπήσαντες· ἡ δὲ σιωπὴ μέρος συγκαθέσεως· ἧς καὶ δραξάμενοι οἱ ἐξ ἐναντίας, ὡς οἶσθα, ἀποκλείειν ἡμᾶς ἐπειρῶντο τῆς ἐνστάσεως· τοῦτο δὲ ἐπειδὰν ἐκροτεῖτο ἡ δευτέρα ἀθώωσις αὐτοῦ παρὰ τῶν πατησάντων τοὺς νόμους τοῦ Θεοῦ, λεγόντων ἡμῶν· ὅτι στήτω μόνον τῆς ἱερουργίας ἀπολαύων τῆς τιμῆς, κατὰ τὸν κανόνα τοῦ ἁγίου Βασιλείου· ἤδη συλλειτουργήσαντος αὐτοῦ ἐν τοῖς δυσὶν ἔτεσι τῷ πατριάρχῃ· ὃ ἦν φοβερὸν, καὶ ὑπὲρ οἰκονομίαν. Ἐῶ λέγειν τὰς ψευδοπροφάσεις τῆς ἀπ' αὐτοῦ φυγῆς, καὶ τὸ, ὡς παρὰ πρεσβυτέρου τὰς εὐλογήσεις ἐν ταῖς ἑστιάσεσι κοινωνεῖν, τήν τε ἀναφορὰν τοῦ πατριάρχου. Ἀλλ' ὅμως εἰ καὶ ἡμεῖς δι' οἰκονομίαν τοσοῦτον κατηγόμεθα. Ἐκεῖνοι τοὐναντίον τῇ σκληρότητι συνεπαίροντο τῇ ἁμαρτίᾳ· τοῦ Θεοῦ κρεῖττόν τι προβλεψαμένου, ἵνα καὶ ἡμεῖς οἱ ταπεινοὶ μὴ ἀνόνητον τὴν πρώτην ἐξορίαν ὑποίσωμεν· μηδὲ ἡ τολμηθεῖσα ἐπὶ τοῦ κόσμου μοιχεία ὡς ἔτυχε διὰ τῆς τοῦ συνάψαντος αὐτὴν περισσοτέρας οἰκονομίας κατασμικρυνθῇ. Ὥστε καιρὸς ἄρτι ἐκεῖνο ἡμᾶς, ἠγαπημένε, λέγειν· Ἕως πότε οἰκονομήσεις, καί· Οἰκοδομῆσαί ποτε προθυμήθητι. Καὶ κατὰ τὸν θεῖον Βασίλειον, ἀκριβείᾳ κανόνων ἡμᾶς δουλεύειν. Ἄλλοι γὰρ λόγοι πρὸ πολέμου, καὶ ἄλλοι μετὰ πόλεμον· ἐν ὑπομονῇ τε διεξάγειν τὰς ἡμέρας ἡμῶν, καθώς νενουθέτηκας, καὶ εὔχεσθαι ὑπὲρ τῶν διωξάντων. Ἀσπασταὶ δέ μοι καὶ ὁμογνωμονικαὶ αἱ τρεῖς σου τίμιαι ῥήσεις· ἥ τε τοῦ δι' ἑνὸς ἀνθρώπου ὑπόπτωσιν μὴ σχίζειν τὰς Ἐκκλησίας· ἥ τε τοῦ μὴ συγκοινωνεῖν τῇ λύσει τοῦ τοιούτου· καὶ ἡ ἐκ παντὸς ἀδιαβλήτου ἱερέως μεταλαμβάνειν· οὕτως ἐχούσης πάντως τῆς διανοίας. Καὶ σύγγνωθί μοι, ὦ ἀδελφέ, οὐ διδακτικῶς, ἀλλὰ πρὸς τὸ κοινῇ συμφέρον διατρανοῦντι τὸν λόγον. Κατὰ τὴν πρώτην, οὐ δι' ἕνα ἄνθρωπον ἀποσχίζομεν τῆς Ἐκκλησίας τῆς ἀπὸ Βοῤῥᾶ καὶ δυσμῶν καὶ θαλάσσης· καὶ μέντοι καὶ τῆς ἐνταῦθα, δηλονότι πλὴν τῶν μοιχοκυρωτῶν. Οὐ γὰρ οὗτοι Ἐκκλησία Κυρίου. Εἰ δὲ Ἐκκλησία, ἀποσχίζομεν τῆς Ἐκκλησίας δι' ἕνα ἄνθρωπον συνημμένον αὐτῇ, λέγω δὲ τὸν μοιχοζεύκτην μὴ προσιέμενοι. Ἐπειδὴ δὲ οὐκ Ἐκκλησία Θεοῦ, ἀποσχίζουσιν αὐτοὶ ὡς ἀληθῶς, δι' ἕνα ἄνθρωπον συνημμένον αὐτοῖς, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ· ἐκείνοις παρεοικότες τοῖς ἐν τῷ χρονογράφῳ κειμένοις· ἡμῶν μὴ σχιζομένων αὐτῆς διὰ τὸν τοιοῦτον. Κατὰ τὴν δευτέραν οὐ κοινωνοῦμεν τῇ λύσει αὐτοῦ, δηλονότι μὴ κοινωνοῦντες τοῖς προδήλως λύσασιν αὐτόν. Εἰ δὲ ἐκείνοις κοινωνοῦμεν, συγκοινωνοῦμεν τῇ λύσει αὐτοῦ. Ἀλλ' ἐπεὶ ἐκείνοις θεοπρεπῶς οὐ συγκοινωνοῦμεν λύσασιν, ἀσφαλῶς ἄρα οὐ συγκοινωνοῦμεν τῇ λύσει αὐτοῦ. Κατὰ τὴν τρίτην· ἐκ παντὸς ἱερέως ἀδιαβλήτου μεταλαμβάνομεν. Διὰ τοῦτο δὲ ἐκ τοῦ Ἰωσὴφ οὐ μεταλαμβάνομεν, ὡς διαβεβλημένου αὐτοῦ δημοσίᾳ· διαβεβλημένοι δ' ἂν εἶεν πάντως

Letter XLIVEpistola XLIV

col. 1067–1068page 82 of 105
PG 99:1067καὶ οἱ τούτῳ συλλειτουργοῦντες καθημένῳ ὄντι. Εἰ δὲ ἐκ τῶν τοιούτων μεταλαμβάνομεν, ὡς ἐξ ἀδιαβλήτων, ἀδιάβλητος ἂν εἴη καὶ ὁ Ἰωσὴφ συλλειτουργῶν αὐτοῖς. Ἐπεὶ δὲ διαβεβλημένος ὡς ἀληθῶς, καὶ παρ᾽ αὐτοῦ οὐ μεταλαμβάνομεν, δηλονότι οὐδὲ ἐκ τῶν συνιερουργούντων αὐτῷ, ὡσαύτως ὄντων διαβεβλημένων. Ἐῤῥωται τοίνυν ὁ λόγος τῆς ἁγιωσύνης σου· καὶ οὕτως συμφωνοῦμεν. Καὶ ἔστω ἡμῖν τὸ ἀδιάσπαστον διὰ τῆς ἐνταῦθα ἀληθοῦς συμφωνίας ἐν τῷ μέλλοντι αἰῶνι, φίλτατέ μου ἀδελφέ, ὡς ἂν ἀξιωθείημεν καὶ ἡμεῖς οἱ ταπεινοὶ ἀπενέγκασθαί τι ἴχνος κατορθώματος τοῖς Πατράσιν ἡμῶν ἀκόλουθον. Περὶ δὲ τῆς πόλεώς σου στύλον ἀνῆψας εὐσεβείας, οὐ σβεννύμενον παρὰ ἀνθρώπου ἕως αἰῶνος. Καὶ οὐ λυπεῖσθαι χρὴ, ἀλλὰ μᾶλλον χαίρειν· ὥσπερ κἀγὼ ὁ τάλας ἐν τῇ διαλύσει τοῦ ταπεινοῦ μου μοναστηρίου· ὅτι διὰ Κύριον ἡ διάλυσις. Καὶ οὐχ ὅτι τοιοῦτοι ἔστησαν μὴ κατακαμφθέντες, μέγα τὸ κλέος· ἀλλ᾽ εἰ καὶ εἷς. Κρείσσων γὰρ εἷς ποιῶν τὸ θέλημα Κυρίου, ἢ μύριοι παραβαίνοντες. Καὶ οὐκ αἴτιος αὐτὸς τῆς λύσεως αὐτῶν, εἰ καὶ φλυαροῦσί τινες· ἀλλ᾽ ἐγὼ ὁ δύστηνος. Εἴη δὲ ἡμῖν κοινωνία, εἴπερ ἀνέχῃ, ἐπ᾽ ἀμφοτέροις. Καὶ τοσοῦτον ἕξοις αὐτὸς τὸν μισθὸν ἐν τῇ ἐνθέῳ διαλύσει τῶν ἀδελφῶν, ὅσον ἐγὼ εὕροιμι ἐν τῇ κατὰ νόμον Θεοῦ καταλείψει τῆς Θεσσαλονίκης. Περὶ δὲ τοῦ φυλακίτου μου οὐδεὶς λόγος, τοιούτου αὐτοῦ ἀνθρώπου ὄντος, καὶ συμψύχου τοῦ Ἰωσήφ. Μὴ διαλείποις ὑπερευχόμενος τῆς ταπεινώσεώς μου κραταιῶς, ἀδελφοπάτορ μου καλὲ καὶ ὁσιώτατε. Γίνωσκε ἐνσταθέντα τὸν Θεόσωστον τοῦ μὴ κοινωνῆσαι αὐτὸν ἐκ τοῦ ἀνιέρως ἀνελθόντος εἰς τὸν θρόνον σου· καὶ ἐκδιωχθέντα νεανικῶς ἐκ τοῦ μοναστηρίου αὐτοῦ. Οἱ περὶ τὸν Ἀθανάσιον ἀδελφοὶ ἡμῶν, ἀκμὴν κρατοῦνται περιωρισμένοι ἐκεῖσε. Ὁ φυλακίτης μου ἐξελθὼν, ἤγαγέ μοι προσκύνησιν ἐκ τοῦ πατριάρχου λέγοντος, ὅτι ὁ Θεὸς συγχωρήσει σοι· τοῦ, ηὐχόμεθα ἔχειν σε ὧδε εἰς βοήθειαν ἡμῶν. Ἐξῆλθες, καὶ ἐκάθισας αὐτόθι· καὶ, ὅτι φθονῶ σε. Καὶ ἀκούσας ἐγέλασα. Οὐ γὰρ ἦν χρεία τέως ἀποκριθῆναι με· ἢ μόνον. Ὅτι ἐν φθονῇ, ἐξέλθῃ κἀκεῖνος. Ἐχαύνωσε δὲ καὶ τὴν φυλακὴν προτρεπόμενος εἰς ἀνάπαυσιν. Ἐξήγαγε γάρ μοι καὶ ἐκ τοῦ Συμεὼν προσκύνησιν· καὶ ὅτι βούλεται λαλῆσαι τῷ βασιλεῖ, ὅτι κεκοπίακας ἐν τῇ φυλακῇ. Καὶ ἐκ τοῦ Λεοντίου τεταπεινωμένην προσκύνησιν, λέγοντος· ὅτι ἀνάγκην ἔπαθον· καὶ μὴ συγχωρήσῃ με ὁ Θεὸς τοῦ λόγου σου. Καὶ εἶπον ὅτι οὐ χρήζων ταῦτα ἀπ᾽ αὐτοῦ. Ἐνάγκασαν δὲ αὐτὸν ἀπελθεῖν εἰς τε τὸν οἰκονόμον, καὶ τὸν Ἀρσένιον, καὶ τὸν Ἰωάννην, λέγοντα· ὅτι ὁ κῦρις Ταράσιος ἀπέλυσεν αὐτόν· καὶ ὅτι ἄρτι ἀνέβλεψα. Καὶ ἀπεῤῥάπισαν αὐτὸν τῷ ὄντι. Ὁ σὺν ἐμοὶ προσαγορεύει πόθῳ πολλῷ τὸν ποιμένα μου ἐξ ἐμοῦ. ΜΔ. — Σεργίῳ ὁπάτῳ. [ρμγ'] Αὐτὸς μὲν, ὡς μανθάνω, ἀμείβεις ἀρχὰς ἐξ ἀρχῶν

Letter XLVIIIEpistola XLVIII

col. 1069–1070page 83 of 105
PG 99:1069παρὰ τῷ κάτω Καίσαρι, καὶ παρὰ προαίρεσιν, ἠγαπημένε μοι ὁμοῦ καὶ τιμιώτατε. Ἐγὼ δὲ ὁ ταπεινὸς οὐ διαλιμπάνω, τῷ ἄνω καὶ πάντων βασιλεῖ φίλον οἰκεῖόν σε δι᾽ εὐσεβείας ὑπάρχειν. Διότι κρεῖσσον καὶ τὸ πολλοστὸν τετάχθαι κατὰ τὸ ἀκρότατον ἔσχατον τῷ οὐρανίῳ, ἢ κατὰ τὸ πρώτιστον τῷ ἐπιγείῳ. Πιστεύω δὲ εἰδώς σου τὸ φιλομέριμνον τῆς σωτηρίας, μηδὲν παραζημιοῦσθαι εἰς ψυχήν, ἀλλὰ καὶ παρακερδαίνειν ἐκ τοῦ ἀξιώματος· ὄντων τρόπων οὐκ ὀλίγων εἰς λυσιτέλειαν. Ἤρκεσε γὰρ τῷ πτωχῷ ὑποτελεῖ οὐ μόνον ἀνοχὴ φόρων· ἀλλὰ καὶ ὄψις εὐμενὴς τοῦ τὰ βασιλικὰ χρήματα αἴροντος, καὶ φωνὴ ἠπία, καὶ φθόγγος χαιρετιστικός· καὶ οὔπω λέγω λύσιν συνδέσμου ἀδικίας, ἄλλα τε ὅσα ἐπακολουθοῦσιν εὐχερῶς ποιεῖν τῷ ἄρχοντι τῷ ἀρχομένῳ. Μὴ τοίνυν ἐφ᾽ ὧν δύνῃ εὖ ποιεῖν, σεαυτὸν διὰ τῆς εἰς ἑτέρους χρηστότητος ἀμελοίης, Κύριέ μου· ἀλλ᾽ ὡς συνετὸς καὶ εἰδὼς μικρὸν ὕστερον ἐξελεύσεσθαι ἡμᾶς τοῦδε τοῦ βίου, μηδὲν ἄλλο συναίροντας ἢ τὰς πράξεις· τοιαύταις καὶ προσκείμεθα, τὰς δὲ καὶ θησαυρίζοιμεν· δηλονότι τὰς ἐφόδιον ἡμῖν ζωῆς αἰωνίου, καὶ ἀπολαύσεως ἀποῤῥήτων ἀγαθῶν μελλούσας ἔσεσθαι. Ναί, παρακαλῶ τὸ ἐμὸν αἷμα, τὸ ἐμὸν πόθημα, τὸ ἀγαθῆς ὄντως ῥίζης βλάστημα Ἄννης ἐκείνης, τῆς ἐμοὶ σεβασμίας καὶ ἐρασμιωτάτης ὅτι μάλιστα, πᾶσι δὲ τοῖς γνωρίμοις ἐπαινουμένης διὰ σεμνότητα, τῆς ἐμῆς ὡς ἀληθῶς μακαρίας μητρὸς ἀμφοτέρωθεν. Ἐνέτυχόν σου τοῖς γράμμασιν, ἀδελφὲ ἠγαπημένε, μακροθύμως· καὶ ἐξέστην ἐπὶ τῇ ἀθρόᾳ σου μεταβολῇ λίαν. Ἀφήσω τὸ πρότερον· ὅτι συνοψισθείς μοι ὡμοφώνησας αἵρεσιν εἶναι τὴν Μοιχειανικὴν ψευδοδοξίαν· ἄγνοιαν προβαλλόμενος καὶ τὴν ἀπ᾽ ἄλλων συντυχίαν· ἀλλ᾽ ὅτι γε καὶ μετὰ ταῦτα ἀναγνοὺς τὴν Πεντάλογον, ἀπέφηνας αὐτὴν πεντάφωτον εἶναι. Νῦν δέ, ὡς ἔοικεν, ἀντιθέτως αὐτὴν ὑπολαμβάνεις· ὅλην σου τὴν ὁμιλίαν ὁμοίαν σοι τῆς πρὶν ἀγνοίας, μᾶλλον δὲ καὶ πλέον ἀπεχθανομένην τοῖς ὑπὸ τῆς ταπεινώσεώς μου ῥηθεῖσι πνεύσας. Καὶ εἰ μὲν ἐμοῦ λόγια, ἐπειδὴ σκοτεινός, οὐδὲν θαυμαστόν. Ἐπειδὴ δὲ διὰ φωνῆς Κυρίου, ἀποστόλων τε καὶ προφητῶν, πρὸς τούτοις δὲ καὶ θεοφόροις Πατράσιν ἐναποδέδεικται, ὅτι αἵρεσις χαλεπωτάτη· βλεπέτω σου ἡ σύνεσις, καὶ εἴ τινοσοῦν ἄλλου ὁμογνωμονοῦντός σοι, ποῦ προσκρούειν μέλλετε. Αἱ γὰρ παρ᾽ ὑμῶν προτάσεις περὶ τοῦ μὴ εἶναι αἵρεσιν, σύγγνωτε, οὐκ ἐκ φωνῆς Κυρίου, οὐδὲ ἐκ στόματος ἁγίου· προφητικῶς δὲ εἰπεῖν, ἐκ γῆς φωνούντων καὶ ἐκ νόμων ἀλλοκότων, πλήθους τε τῆς φόβῳ ἀνθρωπίνῳ πάντα
col. 1071–1072page 84 of 105
PG 99:1071λέγειν ἐπιτρεπομένης. Φαίης γὰρ ὅτι, πάντες φίλοι καὶ εὐσεβεῖς, γνωστικοί τε καὶ ἰδιῶται, ἐκμείνονται ἀκούοντες ὅτι αἵρεσις· παράστασιν ταῦτα προβαλλόμενοι, ὅτι μηδενὸς ἀνθισταμένου καὶ διδάσκοντος τοῦ μοιχεύειν καὶ λύειν τοὺς ἀνιέρους. Πῶς καλέσομεν αὐτοὺς αἱρετικούς; Παραβάτας γὰρ τῶν ἐντολῶν τοῦ Κυρίου, καὶ καταπατητὰς τῶν θείων κανόνων, καὶ ἀνιέρους, δίκαιον. Πῶς οὖν οὐκ ἔστιν ἐκπλαγῆναι πρῶτον εἰς τὴν ἡμῶν ἐμμέλειαν, τὰ αὐτὰ πολλάκις δῆθεν ἐκείνων προσάγουσαν, καὶ ἀντακούουσαν τἀληθῆ, ἃ καὶ παῖδας πείθειν δύναιτ᾽ ἄν. Εἶτα αὖθις τὰ αὐτὰ, ὥσπερ ἐπιλαβομένην τὰ πρότερον ἀκουσθέντα, ἐπάγουσαν μετὰ σφοδροτέρας τῆς ἀπορίας καὶ καθάψεως ἡμῶν ὡς ἀλόγως λεγόντων αἵρεσιν· οὕτω τοῦτο μέντοι τὸ περὶ ὑμᾶς ἐκπληκτικόν. Περὶ δὲ τῶν ἐναντίων, ἐκεῖνα εἰμὶ λέγων· Πῶς, ὃ ἐκήρυξαν συνοδικῶς, καὶ ἐβεβαίωσαν ὑπ᾽ ἀναθέματι τῶν ἀντιπιπτόντων τῷ δόγματι, ἤτοι τῇ οἰκονομίᾳ αὐτῶν· καὶ ἔτι καθεκάστην ἐμπράκτως διδασκόντων· μὴ κηρύσσειν, μηδὲ διδάσκειν λέγουσιν, ὑπὲρ τίνος ἐγὼ ὁ ταπεινὸς ἐνταῦθα ἀπόκλειστος; Ὑπὲρ τίνος ὁ Πατήρ μου ὁ ἔγκλειστος τεταλαιπώρηται, μεμονωμένος τὸ πρίν· ἔπειτα παρεῤῥιμμένος ἐν ᾧ περιώρισται τόπῳ; ὑπὲρ τίνος ὁ ἀρχιεπίσκοπος ὡς κατ᾽ αὐτοὺς καθῃρημένος καὶ ἐν πολλῇ στενοχωρίᾳ παραγγελίᾳ τε καὶ ἀσφαλείᾳ· ὡς καὶ τροφὴν μέτρα λαμβάνειν αὐτόν, παρακελευσθέντων τῶν τροφοδοτῶν· εἶτα ἐν τῷ παλατίῳ μετεγκλεισθείς· ἄρτι τε ἐν ξενίᾳ παραῤῥιφείς; ὑπὲρ τίνος ἡ τιμιότης σὺν τοῖς ἀδελφοῖς ἐν Θεσσαλονίκῃ φρουρουμένη· Θεόσωστός τε ὁ ἡγούμενος διωκόμενος σὺν τοῖς φοιτηταῖς ἐκ τῆς αὐτῆς πόλεως· ἕτερός τε ἡγούμενος ἀμέτρως μαστιγωθεὶς τῶν ἐκεῖσε· ὑπὲρ τίνος Ναυκράτιός τε καὶ Ἀρσένιος οἱ ἀδελφοί, ἕως δεῦρο ἀσφαλῶς καταφρουρούμενοι, Βασίλειός τε καὶ Γρηγόριος ὡσαύτως· ὑπὲρ τίνος Στέφανος ὁ ἐνάρετος ἡγούμενος, σὺν πεντήκοντα μαθηταῖς μεταναστὰς ἐκ τοῦ οἰκείου φροντιστηρίου σὺν ἑκατόν τε δέκα, ἅμα ἐπισκόπῳ πρότερον, ἀναθεματικῶς τὴν μοιχοσύνοδον, ὡς τὸ Εὐαγγέλιον λύσασαν· καθὰ περιέχει τὸ ἀποσταλὲν παρ᾽ αὐτοῦ γραμματεῖον· ὑπὲρ τίνος Ἀντώνιος ὁ εὐλαβέστατος ἡγούμενος, ἐν φρουρᾷ εἰς τὸ Ἀμμόριον· ὁμοίως τοῦ προτέρου σὺν τῇ κατ᾽ αὐτὸν ἀδελφότητι ἀναθεματικῶς τὴν μοιχοσύνοδον· ὑπὲρ τίνος οἱ περὶ τὸν ἀδελφὸν Αἰμιλιανὸν ἐν Θυνίᾳ παρὰ τοῦ Νικομηδέως δεθέντες καὶ ἀχθέντες, πεῖραν τε μαστίγων καὶ ἐμπαιγμῶν λαβόντες· καταληϊσαμένων τῶν ἐπεισπεσόντων αὐτοῖς τὰ τῆς μονῆς, ὡς πολεμικὰ λάφυρα· ὑπὲρ τίνος ἐν Χερσῶνι διωγμένος Λέων ὁ θεοσεβέστατος ἐπίσκοπος τὸ ἐπίκλην Βαλελάδης· Ἀντώνιός τε ὁ τετιμημένος ἡγούμενος σὺν δυσὶν ἄλλοις πεφρουρημένος· ὑπὲρ τίνος ἐν Λιπάρει τῇ ὑπερέκεινα Σικελίας, ἀδελφοὶ ἡμῶν ἐν φυλακῇ τηρούμενοι· ὑπὲρ τίνος οἱ περὶ Λητόϊον ἐν Χερσῶνι παραφυλαχθέντες, κἀκεῖθεν ἐν φυλακῇ παραπεμφθέντες πρὸς τὸν βασιλέα, εἶτα φυλακισθέντες ἐν Βυζαντίῳ·
col. 1073–1074page 85 of 105
PG 99:1073σθέντες ἐν τῷ Βυζαντίῳ· καὶ συντηρούμενοι ἐν μοναστηρίοις· Εἴπω πάλιν τὰ εἰς ἡμᾶς τοὺς τρεῖς. Ὑπὲρ τίνος εἰς τὰ Ἀγαθοῦ παρὰ τοῦ βασιλέως διὰ τῶν Σπαθαρίων δηλωθέντα ἡμῖν· ὡς ὑμεῖς ἀναθεματισμένοι ἐστὲ, καὶ καθῃρημένοι παρὰ τῆς συνόδου· ὑπὲρ τίνος ἡ εἰς τὸν ἅγιον Μάμαντα φυλακὴ μεμονωμένων τῶν τριῶν· ὑπὲρ τίνος ἡ ἐκεῖσε παρουσία τῶν αὐτῶν Σπαθαρίων, σὺν τρισὶ τοῖς παρὰ τοῦ ἀντιδόξου ἐπιφερομένοις ὑπαναγνωστικὴν καθαιρέσεως, καὶ ἀναθεματίσεως ἡμῶν· πάλιν καὶ ἐπεὶ περιεφράξαμεν τὰ ὦτα καὶ τοῦ ἀκοῦσαι· ὑπὲρ τίνος ἡμεῖς μὲν ἐξόριστοι ἄλλος ἀλλαχοῦ, καὶ ἐναπόκλειστοι· ὅ τε οἰκονόμος, καὶ ὁ Ἀρσένιος οἱ ἀδελφοί· διωγμὸς δὲ τῶν ἄλλων ἀπὸ δύο καὶ δέκα μιλίων τῆς Κωνσταντινουπόλεως· ὡς τοὺς μὲν ἐν σπηλαίῳ κατακρυβῆναι διὰ τὴν πρὸς ἡμᾶς λανθανόντως διακονίαν, μεταμφιασαμένους ἐσθῆτα λαϊκῶν. Τῶν δὲ ὅλην ἡμέραν ὑπὸ πλάκα ὑποδύντων, καὶ ἐπειδὴ οὐκ ἦν ἐν ἡμέρᾳ ἐμφανίσαι, νυκτὶ εἰς ἀλλήλους περιτρεχόντων· Ὑπὲρ τίνος οἱ εὑρισκόμενοι κρατούμενοι ὑπὸ στρατιωτῶν, καὶ ἐν τῷ πραιτωρίῳ φυλακισθέντες· εἶτα ἐξορισθέντες τῆς πόλεως· Καὶ ἵνα τὰ κατ᾿ ἀρχὰς εἴπω· ὑπὲρ τίνος τὰ Στουδίου ὑπὸ στίφους στρατιωτῶν ἄφνω ἐπελθόντων φρουρούμενα· ὡς μηδὲ ἀναπνεῖν ἡμᾶς· τήν τε ἐκεῖσε ἄφιξιν τοῦ Νικαίας καὶ Χρυσοπόλεως, εἰς τὸ δέξασθαι ἡμᾶς τὸν μοιχοζεύκτην· ὡς παρὰ τοῦ προηγησαμένου πατριάρχου ἐπιτραπέντα ποιῆσαι τὴν μοιχοζευξίαν· Καὶ, Ἐπεὶ, φησὶν, ἅγιος ὁ ἐπιτρέψας, ὡς ὁ Χρυσόστομος, ἁγίου ἐστὶν οἰκονομία· καὶ δέξασθε ταύτην. Ὑπὲρ τίνος ἡ ἐν νυκτὶ ἄρσις ἡμῶν τῶν τεσσάρων ἐκ τῶν ἐκεῖσε δι᾽ ἄρχοντος καὶ στρατιωτῶν, καὶ ἀπαγωγὴ πρὸς τὸν Συμεὼν τὸν οὐκ οἶδ᾽ ὅπως εἴπω· καὶ τὰ δι᾽ αὐτοῦ παρὰ τοῦ βασιλέως δηλωθέντα, εἰς τὸ δέξασθαι ἡμᾶς μετανενοηκότας· καὶ εἰς ὅπερ ἕως δεῦρο ἐνέστημεν, ὡς οἰκονομίας γενομένης· Ὑπὲρ τίνος πάλιν κατάκλειστοι εἰς τὸν ἅγιον Σέργιον· καὶ πάλιν τοῦ Συμεὼν ἐκεῖσε παρὰ τοῦ βασιλέως ἄφιξις εἰς αὐτὸ τοῦτο. Ὑπὲρ τίνος ἡ δι᾽ ἀρχόντων παράστασις ἡμῶν ἐν τῇ πολυανθρώπῳ συνόδῳ, συγκαθεζομένων καὶ τριῶν τῶν μεγίστων ἀξιωμάτων· Ὑπὲρ τίνος ἐγὼ ὁ ταπεινὸς ἐκεῖσε ὑβριζόμενος, καὶ κυκλόθεν περιστοιχιζόμενος· καὶ ἀκούων· Οὐκ οἶδας τί φλυαρεῖς, τί λαλεῖς. Βοῶντός μου· Πίπτει ὁ Πρόδρομος· λύεται τὸ Εὐαγγέλιον· οὐκ ἔστιν οἰκονομία· κἀκείνων τὸ ἐπιλέγειν πολύ, ὅτι οἰκονομία· καὶ οὕτως οἱ ἅγιοι ᾠκονόμησαν, καὶ ὁ ἐν ἁγίοις προηγησάμενος. Ἴδε μάρτυρες ὅτι ἐπέτρεψε τὴν μοιχοζευξίαν· κἂν οὐκ ἔλεγον αὐτὴν οὕτως, ἀλλὰ καὶ τὸ εἰπεῖν μοιχοζεύκτην, διεπρίοντο τοὺς ὀδόντας τοῦ οἱονεὶ ῥοφῆσαι. Ὑπὲρ τίνος τὸ ἀνάθεμα τοῖς μὴ δεχομένοις τὰς οἰκονομίας τῶν ἁγίων διαβοήτως ἀνακραχθέν· καὶ ἐγὼ σὺν τῷ Πατρί μου καὶ Καλογήρῳ ὑπ᾽ ἀρχοντικῆς χειρὸς ἀφορισθεὶς ἐκ μέσου· ὁ δὲ ἀρχιεπίσκοπος ἐναπολειφθείς· καὶ διότι μόνον ἐλειτούργησεν ὑπ᾽ ἐμοῦ παρακληθεὶς εἰς τὰ Στουδίου, ὡς κοινὸς πρεσβύτερος καθαιρεθεὶς κατ᾽ αὐτούς· Τὸν γὰρ ὑπ᾽ αὐτοῦ Χριστοῦ καθαιρεθέντα καὶ τῶν θείων κανόνων μοι
col. 1075–1076page 86 of 105
PG 99:1075χοζεύκτην ἀθώωσαν· ἀνένοχον ἀποφηνάμενοι κατὰ πάντα καὶ συνιερουργὸν αὐτοῖς ὄντα καὶ πρότερον. Τὸν δὲ ἀκαθαίρετον ἐκ κανόνων, καθαιρέσει ὑπέβαλον· ἔργῳ τὸν λόγον αὐτῶν βεβαιούμενοι· ὡς ἐξουσίαν ἔχειν τοὺς ἱεράρχας, κατὰ τὸ αὐτοῖς δοκοῦν, κεχρῆσθαι τοῖς κανόσιν. Ὅπερ ἐνεργοῦσιν εἰς τὸ ἀεί· οὐδὲ ἐκεῖνο συνιδεῖν βουλόμενοι· ὅτι, εἰ τοῦτό ἐστιν, ἱεράρχην καθαιροῦντες, ὑπ' αὐτοῦ οὐ καθαιροῦσι· δυνατὸν αὐτοὺς ἐκείνους καθαιρεθῆναι, πληρουμένου τοῦ τῶν ἀποστόλων λογίου. Ταῦτα καὶ περὶ κανόνων διατετάχθω ὑμῖν παρ' ἡμῶν, ὦ ἐπίσκοποι. Ὑμεῖς δὲ ἐμμένοντες αὐτοῖς, σωθήσεσθε καὶ εἰρήνην ἕξετε· ἀπειθοῦντες δὲ κολασθήσεσθε· καὶ πόλεμον μετ' ἀλλήλων ἀΐδιον ἕξετε· δίκην τῆς ἀνηκοΐας τὴν προσήκουσαν τιννύντες. Ὑπὲρ τίνος τὰ μετὰ τὴν σύνοδον, ἥ τε πάντων τῶν ἀδελφῶν ἀνάκρισις ὑπὸ τοῦ βασιλέως λέγοντος, ἡμᾶς μὲν καθηρημένους, τὴν δὲ σύνοδον ἁγίαν, ἐπισφραγισθεῖσαν ὑπ' αὐτοῦ· ὡς οἰκονομίας οὔσης ἁγίων τῆς μοιχοζευξίας, καὶ ἀκαταγνώστου τοῦ ταῦτα τετελεκότος; Καὶ ἐπειδὴ οὐ προσεδέξαντο· ἡ ἑνὸς ἑκάστου, ἢ καὶ ὁμοῦ δύο, ἢ τριῶν, ἢ καὶ πλειόνων, ἔν τε τοῖς μοναστηρίοις καὶ τοῖς κάστροις κατάκλεισις· τινῶν δὲ μαστιγώσεις καὶ κουσπισμοί· πανταχοῦ γῆς τε καὶ θαλάττης διατεθρυλημένων τούτων; Ὑπὲρ τίνος οὖν ταῦτα πάντα, ἵνα συνελὼν εἴπω; Οὐχ ὑπὲρ τοῦ μὴ καταλέγεσθαι εἰπεῖν καὶ συγκαταθέσθαι τὴν παράβασιν τοῦ Εὐαγγελίου οἰκονομίαν· ἣν ὡς σωτήριον καὶ ἰσάγιον οἱ ἐναντίοι ἐξεβόησαν, ἐμπράκτως καὶ τῷ λόγῳ εἰς τὸν κόσμον καὶ εἰσέτι· καὶ ἕως ἂν ἐπιμένωσιν οὕτως λέγοντες καὶ πράττοντες διὰ τὸν διωγμόν; Πῶς οὖν φασιν, ὅτι μηδενὸς ἀνθισταμένου καὶ διδάσκοντος καλέσομεν αὐτοὺς αἱρετικούς; Φαντασία τὰ προλεχθέντα καὶ ὄνειροι, ἢ ἀληθῆ; Ἐπειδὴ δὲ ἀληθῆ, πῶς οὐχ διδάσκουσιν ἑκάστοτε καὶ κηρύττουσιν ἔργῳ καὶ λόγῳ; ἢ πῶς οὐχ ὑμεῖς πειθόμενοι αὐτοῖς, μικροῦ δεῖν μετ' αὐτῶν τῶν λεγόντων ἵστασθε (ἀλλὰ καὶ ἐὰν ἡμεῖς σιωπῶμεν, τὰ πέρατα βοῇ τὴν ἀλήθειαν), τὸ φοβερὸν τῆς σιωπῆς κρῖμα ἐφ' ἑαυτοὺς ἐπισπώμενοι; Δι' ἣν αἰτίαν ἐγὼ ὁ ταπεινὸς τοῦ μὴ σιγᾶν ἀναγκάζομαι ἐγγράφως τε καὶ ἀγράφως, κατὰ τὴν ἐνοῦσαν μοι δύναμιν, μετὰ φόβου καὶ τρόμου, μετὰ παρασκευῆς θανάτου· κἄν τις ὑμῶν ἴσως οὐκ ἀναγκαίως, εἴπω δ' ὅτι καὶ περιττολόγως οἴεται ταῦτα ἐνεργεῖν με. Ἀλλ' ἐπὶ τὸ προκείμενον ὁ λόγος. Ἔφης, μηδενὸς ἐνισταμένου καὶ διδάσκοντος τοῦ μοιχεύειν καὶ λύειν τοὺς ἀνιέρους, πῶς εὐλόγως καλέσομεν αὐτοὺς αἱρετικούς; Μοιχεύειν οὖν καὶ λύειν τοὺς ἀνιέρους τῷ λόγῳ, ἀληθές, οὐ διδάσκουσιν· ἐπεὶ μηδὲ τὰ ἔθνη τὰ μὴ νόμον ἔχοντα μοιχεύειν διδάσκει· καὶ οὐδὲ ἡμεῖς γυμνῶς τοῦτο ἐκφωνεῖν αὐτοὺς ἐξεθέμεθα· ἀλλ' ὅτι τὴν μοιχοζευξίαν κυρώσαντες καὶ τὰ σὺν αὐτῇ, καὶ δι' αὐτῆς ἑτέρας παραβάσεις τοῦ Εὐαγγελίου, σὺν ταῖς τῶν θείων κανόνων λύσεσιν, οἰκονομίαν εἶναι σωτήριον ὑπ' ἀναθέματι· καὶ τοῦτο καθεκάστην ἐκδικοῦντες διὰ τῶν προλεχθέντων ἐξοριῶν καὶ φυλακῶν, τὸ Εὐαγγέλιον λελύκασι κατὰ τὴν φωνὴν τῶν ἁγίων· καὶ δυνάμει ἐπὶ πάσης παραβάσεως οἰκονομίαν γίνεσθαι ὑποτίθενται· τὰς ἀναλ-
col. 1077–1078page 87 of 105
PG 99:1077λοιώτους ἐντολὰς τοῦ Θεοῦ ἀλλοιώσαντες, καὶ τρε πτὰς ἀποδεικνύοντες. Καὶ πῶς δ᾽ ἂν οὐκ εἶεν ἀλλοιωταὶ καὶ τρεπταί, εἶχε παραβαινόμενοι οίκο νομίαι σωτήριοι, ἔργῳ καὶ λόγῳ συνοδικῶς δογμα τίζονται; Μὴ γὰρ εἰς τοσοῦτον ψεῦδος προκόψωσιν, ὥστε μὴ λέγειν αὐτοὺς πεποιηκέναι σύνοδον. Εἰ μὴ τὴν μοιχοζευξίαν ὀνομάσαι οἰκονομίαν ἰσόῤῥοπον ἁγίων· εἰ μὴ ἀναθεματίσαι τοὺς μὴ προσιεμένους αὐτήν. Εἰ δὲ λέγουσι μὴ ἀναθεματίσαι, ὑπὲρ τίνος ἀνεβόησαν. Τοῖς μὴ δεχομένοις τὰς οἰκονομίας τῶν ἁγίων, ἀνάθεμα ἔστω; Δῆλον γὰρ ὅτι, ἐνισταμένων τινῶν μὴ δέχεσθαι, ἡ ἐκφώνησις· εἰ μὴ μεθύομεν. Περὶ ποίας δὲ ὑποθέσεως ἄλλης ἡ ἔνστασις, ἢ τῆς μοιχοζευξίας; Οὐκοῦν ἀσφαλῶς αὐτῆς ἕνεκα ὁ ἀναθεματισμὸς· ὡς οὔσης κατὰ τὰς τῶν ἁγίων οἰκονομίας. Καὶ εἰ μὲν ἐφάμιλλος αὐταῖς, αἱ τῶν ἁγίων οἰκονομίαι παράνομοι· εἰ δὲ οἱ ἅγιοι, οὐ παράνομοι, ὅπερ ἀληθές· αὐτοὶ ἀνεθεματίσθησαν μὴ προσιέμενοι τὴν μοιχοζευξίαν· κἂν τέχναις σοφίζωνται τὰ ἐναργῆ ἀφανῆ δεικνύειν. Αλλ' ἀμήχανον κρυβῆναι τὸ γεγονός. Ὅτι δὲ ἀμετάβλητοι αἱ ἐντολαὶ τοῦ Εὐ αγγελίου, ἄκουε τοῦ μεγάλου Βασιλείου βοῶντος Τάχα τονώσαί μου τὴν ψυχὴν, καὶ νηπτικωτέραν πρὸς τὸ ἐφεξῆς καταστῆσαι ὁ Κύριος ἠβουλήθη, ὡς μὴ προσέχειν ἀνθρώποις, ἀλλὰ διὰ τῶν εὐαγγελικῶν ἐντολῶν καταρτίζεσθαι. Αἱ οὔτε καιροῖς, οὔτε περι στάσεσιν ἀνθρωπίνων πραγμάτων συμμεταβάλλονται, ἀλλ᾽ [αἱ] αὐταὶ διαμένουσιν· ὡς προήχθησαν ἀπὸ τοῦ ἀψευδοῦς καὶ μακαρίου στόματος, οὕτω διαιωνίζουσαι. Οἱ δὲ δι' ἐναντίας κηρύξαντες τὴν μοιχοζευξίαν οικενομίαν σωτήριον, τί ἄλλο ἢ τρεπτὰς τὰς ἐντολὰς τοῦ Θεοῦ ἀπεφήναντο; πῆ μὲν μεταβαλλομένας, πή δὲ οὐ μεταβαλλομένας, ἀλλ᾽ ἐνεργούσας ἀτρέπτως καιροῖς δέ τισι καὶ περιστάσεσιν ἀνθρωπίναις, ὥστ περ ἔφασαν αὐτοὶ περὶ τῶν κρατούντων, μεταβαλλομένας, καὶ μὴ εἰς ἀνομίαν λογιζομένας, ἀλλὰ γὰρ καὶ τοσοῦτον ἰσχὺν ἐχούσας, ὡς καὶ τοὺς μὴ προσ ιεμένους αὐτὰς, ἤγουν τὰς παραβάσεις τὰς, ὡς φα σιν, οἰκονομίας τῶν ἁγίων, ἀναθεματισμένους παρὰ τῇ Ἐκκλησίᾳ εἶναι; Συνῆκται οὖν ἐντεῦθεν οὐδὲν ἕτερον, ἢ τὸ τὸν Θεὸν τρεπτὸν εἶναι καὶ ἀλλοιωτόν· ὁμοιουμένου τοῦ λέ γοντος τῷ οἰκείῳ λόγῳ, τό τε Εὐαγγέλιον αόριστον πρός τε σωτηρίαν καὶ ἀπώλειαν. Δρα γὰρ ἐπὶ πάν των ἀνθρώπων, καὶ ἐπὶ πάσης ἐντολῆς παραβάσεως, οἰκονομία· ἢ ἔν τισι καί τινι; Καὶ τίς ἡ ἀποκλήρω- 1 σις τοῦ ἐπί τισι μὲν καί τινι εἶναι, ἐπὶ δέ τισι καί τιν: οὐδαμῶς; Καὶ πρὸς τίνων ἄρα καὶ παρὰ πόσων τὸ οἰκονομεῖν; Παρὰ ἱεραρχῶν μόνων, ἢ καὶ ἱερέων; Συνοδικῶς ἢ καὶ ἰδικῶς ἕκαστον; Καὶ εἰ ἐπὶ τῶν βασιλέων μόνων, ἐπὶ τῆς μοιχείας μόνης, ἢ καὶ ἐφ' ἑκάστης παρανομίας; Καὶ πῶς ἐπὶ τῶν βασιλέων ὑποχωροῦσιν αἱ τοῦ Θεοῦ ἐντολαί; ἢ πάντως, ὡς τῆς βασιλείας αὐτοῦ τέλος ἐχούσης· ὅτι μηδὲ βασιλέως ὑποχωρεῖ νόμος, μὴ ἑτέρου βασιλέως αὐτὸν διαδεχομένου; ᾿Αλλὰ γὰρ καὶ τοῦτο ἀπορητέον· ἐπειδὴ φησιν ὁ θεῖος ᾿Απόστολος· Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς ἑαυτῶν γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς
col. 1079–1080page 88 of 105
PG 99:1079ἠγάπησε τὴν Ἐκκλησίαν· καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι· ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων· ἀλλ᾽ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. Πῶς ἄρα νῦν μὲν τὴν μοιχείαν καὶ μοιχοζευξίαν προσηκαμένη, ἐν δὲ τοῖς πέριξ χρόνοις ἑτέρας ἐφαμίλλους, διαμείνοιεν ἂν ἄσπιλός τε καὶ ἀῤῥύτιδος, ἀλλ᾽ οὐχὶ βεβορβορωμένη; ὃ καὶ φρίττω λέγων. Διακρινέτωσαν ἡμῖν οἱ νῦν εὐαγγελισταί· ἑαυτοὺς γὰρ ταύτας προσηκάμενοι, Ἐκκλησίαν Θεοῦ ὀνομάζουσιν· ἀντιθέτους αὐτῇ τοὺς μὴ προσιεμένους αὐτὰς διακρίναντες. Ἀλλ᾽ ὄντως, κατὰ τὸν προφήτην, Ὁ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει, τοῦ συντελεῖν ἄνομα, καὶ λαλεῖν πρὸς τὸν Θεὸν πλάνησιν. Χαλεπωτάτη οὖν αἵρεσις αὕτη, καὶ τὸ τοῦ μακαριωτάτου Ἀποστόλου ἔστιν ἐνταῦθα λέγειν· θαυμάζω ὅτι οὕτως ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον Εὐαγγέλιον· ὃ οὐκ ἔστιν ἄλλο, εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς· καὶ ἐθέλοντες μεταστρέψαι τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Ἀλλὰ καὶ ἐὰν ἡμεῖς αὐτοὶ ἢ ἄγγελος ἐξ οὐρανοῦ ὑμῖν εὐαγγελίζηται παρ᾽ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. Παρ᾽ ὃ δὲ εὐηγγελίσατο, οὐχ ὁ Ἀπόστολος, ἀλλ᾽ αὐτὸς ὁ Χριστός, εὐηγγελίσατο ἡ μοιχοσύνοδος τὴν μοιχοζευξίαν, ἐξ ἧς ἡ μοιχεία, καὶ τὴν πρὸς τοὺς μοιχωμένους πολυτρόπως ἀπαγωγήν, οἰκονομίαν σωτήριον. Καὶ τοῦτό ἐστιν εὐαγγελιζομένη ἑκάστοτε ἔργῳ καὶ λόγῳ, κἂν προσποιῆται δολερῶς ὑπολωφεῖν· ἵνα μετὰ τὴν θήραν τῶν ἀπατηθέντων, τὸν ἑαυτῆς Κορύβαντα αὖθις ἐπανυψώσῃ. Ἧς τὴν πεῖραν φύγοιμι μὲν ἐγὼ ὁ τάλας· φυγεῖν τε εὔχομαι ὑμᾶς ὡς ἁμαρτωλός· κἂν οὐ βούλοισθε προσέχειν μοι. Ἰδοὺ οὖν ἐγώ, ἀδελφέ, εὐαγγελικῶς τε καὶ ἀποστολικῶς ὁμοῦ τε καὶ Πατρικῶς παρέστησά σοι, εἴπερ βούλοιο πείθεσθαι λόγοις ἀληθείας· ὅτι αἵρεσιν ἀναμφιβόλως πεπλήρωκεν ἡ μοιχοσύνοδος, ἀρχθεῖσα ἀπὸ τῆς μοιχείας· εἰ καὶ διὰ μέσου ὑπελώφησεν ἐκ μόνου τοῦ ὀνομάσαι, μᾶλλον δὲ κηρύξαι τὴν μοιχοζευξίαν, οἰκονομίαν ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ γίνεσθαι. Καὶ μὴ θαυμάσῃς, εἰ μία φωνὴ τίκτει αἵρεσιν· ἀκούων τοῦ Κυρίου λέγοντος· Ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. Μηδὲ δόξῃ σοι λέγειν· Τίς χρεία πολυπραγμονεῖν, καὶ διὰ μιᾶς λέξεως ἀνασειράζειν τὰς γνωστικὰς θεωρίας, καὶ συνάγειν τοῦτο κἀκεῖνο; ἵνα μὴ ἐμπέσῃς εἰς τὴν λεγομένην τῶν Γνωσιμάχων αἵρεσιν, περὶ ἧς φησιν ὁ συγγράφων· Γνωσιμάχοι οἱ πάσῃ γνώσει τοῦ Χριστιανισμοῦ ἀντιπίπτοντες, ἐν τῷ λέγειν αὐτοὺς ὅτι περισσόν τι ποιοῦσιν οἱ γνώσεις τινὰς ἐκζητοῦντες ἐν ταῖς θείαις Γραφαῖς· οὐδὲν γὰρ ἄλλο ζητεῖ ὁ Θεὸς παρὰ Χριστιανοῦ, εἰ μὴ πράξεις καλάς. Ἀγαθὸν οὖν ἐστι μᾶλλον ἁπλουστέρως τινὰ πορεύεσθαι, καὶ μηδὲν δόγμα γνωστικῆς πραγματείας πολυπραγμονεῖν. Οὕτω μὲν οὖν οἱ Γνωσιμάχοι.
col. 1081–1082page 89 of 105
PG 99:1081Δὸς οὖν αὐτὸς, εἴπερ ἔχεις, ἐκ θείων φωνῶν, ὅτι οὐχ αἴρεσις· καὶ μή μοι πλῆθος ἐποίσῃς, μηδὲ τοὺς νυκτερινοὺς θεοσεβεῖς αὔχει, γνωστικούς τε οὕς λέγεις καὶ ἰδιώτας καὶ φίλους. Εἰ γὰρ θεοσεβεῖς, ποῦ ἡ παῤῥησία; Καὶ εἰ γνωστικοί (καὶ οὐχ ὅτι οὐκ εἰσὶ λέγω· ὁμολογῶ γὰρ πολλοὺς καὶ ὑπὲρ ἐμὲ τὸν ἰδιώ την· ἀλλ᾽ εἴπερ ἔθουσιν ἀλήθεια»), δείξωσι γνωστικῶς ἐξ αὐτῆς τῆς ἀληθείας, καὶ μὴν καὶ ἐκ παραδειγμά των, ἐξ ἁρμοζόντων δὲ, ἀλλὰ μὴ ἐξ ἀσυμβάτων, καὶ ὑπεναντίων τῇ ἀληθείᾳ καὶ τοῖς ἀποστολικοῖς καὶ Πατρικοῖς κανόσι. Καὶ εἰ φίλοι κατὰ Θεὸν, πῶς τῇ κοινωνίᾳ τῶν ἑτεροδόξων κοινωνοῦντες; Οὐ γὰρ φίλοι οἱ τοιοῦτοι ἀληθινοὶ καὶ πιστοί. Πρόσεχε οὖν, ἀδελφέ, τί ὁ θεῖος Βασίλειος λέγει πρὸς τοὺς ἐν πλήθει κρί νοντας τὴν ἀλήθειαν. Ὁ μὴ τολμῶν, φησί, δοῦναι λόγον τῆς προκειμένης ζητήσεως, μηδὲ εὐπορῶν ἀποδείξεως, καὶ διὰ τοῦτο καταφεύγων εἰς πλῆθος, ὁμολογεῖ τὴν ήτταν, ὡς οὐδὲν ἔχων παῤῥησίας ἐφόδιον. Καὶ μεθ᾿ ἕτερα Λειξάτω μοι κάλλος ἀληθείας κἂν εἴς, καὶ σύντομος εὐθὺς ἡ πειθώ. Πλῆθος δὲ χωρὶς ἀποδείξεως αὐθεντοῦν, φοβῆσαι μὲν ἱκανὸν, πεῖσαι δὲ οὐδαμοῦ. Η πόσαι μυριάδες πείσουσί με τὴν ἡμέραν νύκτα νομί σαι, ἢ τὸ χαλκοῦν νόμισμα χρυσοῦν εἰδέναι, καὶ οὕτω δέχεσθαι, ἢ προσίεσθαι δηλητηρίον πρόδηλον ἀντὶ καταλλήλου τροφῆς; Εἶτα γηίνων μὲν ἡνεκα πραγμάτων οὐκ αἰδεσθησόμεθα πλῆθος ψευδομένων οὐρανίων δὲ χάριν δογμάτων νεύμασιν ἀναποδείκτοις ἀκολουθήσω· τῶν πάλαι καὶ πρόπαλαι μετά πολλῆς συμφωνίας, καὶ τῆς τῶν ἁγίων Γραφῶν μαρτυρίας, παραδοθέντων ἀναχωρήσας; Οὐκ ἠκούσαμεν τοῦ Κυρίου λέγοντος· Πολλοὶ κλητοί, ὁλίγοι δὲ ἐκλε κτοί; Καὶ πάλιν· Στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσὶν οἱ εὐ ρίσκοντες αὐτήν; Τίς οὖν τῶν εὖ φρονούντων οὐκ εὔχεται τῶν ὀλίγων εἶναι τῶν διὰ τῆς στενῆς εἰσιόν των εἰς σωνηρίαν, ἢ τῶν πολλῶν τῶν διὰ τῆς πλα τείας εἷς ἀπώλειαν ώθουμένων; Τίς δ᾽ οὐκ ἂν ἐπε εθύμησεν, εἰ κατὰ τὸν καιρὸν ἔτυχεν ἂν τῆς ἀθλήσεως τοῦ μακαρίου Στεφάνου, τῆς ἐκείνου μερίδος γενέ σθαι τοῦ μόνου τοῖς λίθοις βαλλομένου, τοῦ πᾶσιν εἰς γέλωτα προκειμένου, ἢ τῶν πολλῶν τῶν οἰομένων τὸ ἀξιόπιστον ἔχειν ἐκ τῆς κακῆς αὐθεντίας; Εἰς εὐδοκιμῶν εἰς τὸ Θεῖον προτιμότερος υπέρ μυ ριάδας αὐθαδεία σεμνυνομένας. Ὡς καὶ ἐπὶ τῆς Παλαιᾶς Διαθήκης εὑρίσκομεν, ἐν ᾗ χιλιάδες ἔπι πτον τοῦ λαοῦ θεηλάτῳ πληγῇ· Μόνος δὲ Φινεές ἔστη, καὶ ἐξιλάσατο· καὶ ἐκόπασεν ἡ θραῦσις. Εἰ δὲ εἶπεν ἐκεῖνος· Πῶς τολμήσω πρὸς τὰ συμφώνως ὑπὸ τοσούτων γινόμενα; πῶς ἐναντίως ὑπόθωμαι ψῆφον τῶν οὕτως κρινάντων ζῇν; οἶτ᾽ ἂν αὐτὸς ἡρίστευσεν, οὔτ᾽ ἂν τὸ κακὸν ἔστησεν, οὔτ' ἂν οἱ λοιποὶ διεσώθησαν, οὔτ᾽ ἂν Θεὸς τὴν εὐμένειαν ἐχαρίσατο. Καλόν οὖν, καλὸν, καὶ τὸ ἕνα δι καίως παῤῥησιάζεσθαι, καὶ τὴν τῶν πολλῶν συμ

Letter XLIXEpistola XLIX

col. 1083–1084page 90 of 105
PG 99:1083εἰ δοκεῖ, τοῦ σωζομένου Νῶε τὸ ὑποβρύχιον πλῆθος· ἐμοὶ δὲ συγχώρησον τοῖς ὀλίγοις τῇ κιβωτῷ προσδραμεῖν. Καὶ πάλιν, εἰ βούλει, τάξον σαυτόν μετά τῶν πολλῶν ἐν Σοδόμοις· ἐγὼ δὲ συνοδεύσω τῷ Λώτ, κἂν μόνος τῶν ὄχλων συμφερόντως χωρίζηται. Πλὴν ἐμοὶ καὶ πλῆθος αἰδέσιμον, οὐ τὸ φεύγον ἐξέτασιν, ἀλλὰ τὸ παρέχον ἀπόδειξιν· οὐ τὸ πικρῶς ἀμυνόμενον, ἀλλὰ σὲ πατρικῶς διορθούμενον· οὐ τὸ χαῖρον καινοτομίᾳ, ἀλλὰ τὸ φυλάσσον πατρώαν κληρονομίαν. Ποῖον δέ μοι καὶ πλῆθος λέγεις; τὸ μισθωθὲν κολακείᾳ καὶ δώροις; τὸ κλαπὲν ἀμαθίᾳ τε καὶ ἀγνοίᾳ; τὸ πεπτωκὸς δειλίᾳ καὶ φόβῳ; τὸ προτιμῆσαν πρόσκαιρον ἁμαρτίας ἀπόλαυσιν τῆς αἰωνίου ζωῆς; καὶ πολλοὶ φανερῶς ὡμολόγησαν. Πλήθει τὸ ψεῦδος κρατύνεις; ἔδειξας τοῦ δεινοῦ τὴν ἐπίτασιν. Ὅσῳ γὰρ πλείους ἐν τῷ κακῷ, τοσούτῳ μείζων ἡ συμφορά. Ἀλλὰ σὺ μὲν προτιμήσον, φωνίαν ἄδικον λύεσθαι. Οὕτω μὲν δὴ ταῦτα. Ἰέναι δὲ ἐπὶ τὰς ἑτέρας τοῦ προτάσεις, παρέλκον ἂν εἴη, ἀγαπητέ, διὰ τὸ ἐκβαίνειν τοῦ μέτρου τῆς ἐπιστολῆς, καὶ ἄλλως ὅτι τοῖς εὐαισθήτως δεχομένοις τοὺς λόγους εὐαπάντητα εἴεν τὰ λεγόμενα. Φθέγγῃ καὶ διηγῇ μοι ἑκάστοτε, τέκνον μου περιπόθητον, οὐδέν τι περιττὸν καὶ εἰκαιόμυθες· ἀλλ᾽ εὔκαιρον καὶ πρεπῶδες, καὶ φέρον εἰς ὄνησιν ψυχῆς, ὥσπερ καὶ τὰ νῦν. Ἐγὼ δὲ σου τὸ εὔτονον ἐπαινῶν, ἀποδέχομαι καὶ τὴν προκόπτουσαν διάλεξιν· ἣν ὅτι μάλιστα καλυνεῖς, ἐὰν τὰ τῆς γραμματικῆς σχόλια δυνηθῇς ἐπιέναι. Δεῖ γὰρ καὶ τῆς ἐν λόγῳ δυνάμεως καὶ πείρας μετέχειν τὸν ὀρθοδοξίας ἀντεχόμενον, καὶ ἀντιφέρεσθαι τοῖς κακοδόξοις βουλόμενον. Ἐπειδὴ γὰρ ἐκεῖνοι τῇ ἐντεῦθεν εἰδήσει δοκοῦντές τι μέγα ἔχειν, κατακομπάζουσι τοὺς κνηθομένους τὰς ἀκοὰς γαργαλίζοντες· κάλλιστον τοῖς ὀρθόφροσι μηδὲ τῇ τοῦ λόγου ἰσχύϊ ἐλλιπῶς ἔχειν, καὶ καταβάλλειν αὐτῶν τὰς εὐθυβόλους ἑλεπόλεις. Οὕτω καὶ φίλον δυναμοῦσθαί σε, τέκνον. Οὐ πάντως δὲ ὃ ἐπὶ σοὶ βούλομαι, καὶ ἐπὶ παντός· διὰ τὸ ἄλλον ἄλλως ἔχειν κατὰ ἕξιν· καὶ συμφέρειν. Κεκοίμηται δέ, ἔφης, ὁ ἀδελφὸς Φίλιππος, καὶ Φίλων. Καὶ εἴη γε· ὅτι ἀμφότεροι τέλει ἀγαθῷ. Οὐχ ὅτι τὰ πρὸ τέλους ψεκτά· πῶς γὰρ οἱ ἀπειπάμενοι κόσμῳ, σάρκα καὶ αἷμα, καὶ εὐαφῆ τὴν τῆς ὑποταγῆς ζεύγλην ἑαυτοῖς ὑποθέμενοι;), ἀλλ᾽ ὅτι τοῦ ἀκροτάτου μακαρισμοῦ τετυχήκασι διὰ Κύριον δεδιωγμένοι, θλιβόμενοι, καὶ στενοχωρούμενοι. Ἐπεὶ πρὸς ταῦτα οὐδεὶς ὁ ἀντιλέγων, ἢ οἱ τὸ Εὐαγγέλιον ἠθετηκότες δυσώνυμοι Μοιχειανοί. Καὶ τῷ μὲν Φίλωνι φίλον μέχρι τοῦδε στῆσαι τὸν ἔπαινον· τὰ δὲ τοῦ καλοῦ Φιλίππου, πολλὰ κατορθώματα, ἃ αὐτὸς προκατέλεξας. Ἐγὼ δὲ, πρὸς τοῖς εἰρημένοις, καὶ τὸ ἄπλαστον αὐτοῦ καὶ ἀκέραιον θαυμάζω, τό τε ἄοργητον, καὶ ἀμνησίκακον, φιλοσυμπαθές τε καὶ φιλάδελφον, εὐηκοόν τε καὶ ἀνολίγωρον, καὶ συντόμως εἰπεῖν, ἀπαθές, ἐξ οὗ καὶ τὸ εὐκατάνακτον,
col. 1085–1086page 91 of 105
PG 99:1085μισόκοσμόν τε καὶ φιλόθεον, καὶ ἀπαῤῥησίαστον. Λέγε σύ, ὡς καὶ προὔφηνας, τὸ πολύδακρυ τοῦ ἀνδρὸς, τὸ φιλοπάτριον καὶ φιλακόλουθον, καὶ τοῖς κινδύνοις τὸ ἀγωνιστικὸν, καὶ σπουδαῖον, καὶ ἀγόγγυστον καθόλου, καὶ τὸ οἱονεὶ ἀειθαλὲς τῆς πολυανθοῦς αὐτοῦ ψυχῆς τῶν ἀρετῶν. Καλῶς ἔχει καὶ τὰ τοῦ στεῤῥοῦ Γαϊανοῦ διελθόντος ἐν παντὶ τόπῳ σχεδὸν, ἔνθα ἡ διασπορὰ τῶν ἀδελφῶν. Καὶ ὅτι ὑγιαίνουσι, χάρις τῷ Δεσπότῃ Θεῷ· ὅτι οὐ καταπίπτουσιν ἐν ταῖς θλίψεσιν, ἀλλὰ μᾶλλον ἀνδρειοῦνται, δόξα τῷ ἐνδυναμοῦντι αὐτοὺς Χριστῷ. Ὅτι ἀπελαύνονται, μηδὲ σκέπης ἀξιούμενοι παρά τινων μοναστῶν, μάλιστα πανδημίων συμπεφωνηκότων ὁμοῦ ἐν τούτῳ· μὴ θαυμάσῃς. Γέγραπται· Καὶ ἐχθροὶ τοῦ ἀνθρώπου, οἱ οἰκειακοὶ αὐτοῦ. Μὴ γὰρ τὸν ταῦτα φήσαντα Χριστὸν τὸν Θεὸν ἡμῶν οὐκ ἀπώσαντο οἱ τάλανες; Καὶ γοῦν φησὶν ὁ τῆς βροντῆς υἱός· Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Τί οὖν ἐστι τὸ διάφορον, εἰ οἱ μὲν Χριστὸν οὐχ ὑπεδέξαντο τὸν Λυτρωτὴν τοῦ κόσμου· οἱ δὲ τοὺς ἕνεκεν ἐκείνου καὶ τοῦ αὐτοῦ Εὐαγγελίου, διωγμούς καὶ φυλακὰς ὑπομείναντας; Οὐδὲν, ἢ τὸ σταυρῶσαι καὶ θανατῶσαι. Μὴ αὐτοῖς λογισθῇ ὁ σύνδεσμος τῆς ἀνομίας. Ἀλλ', ὡς εἴρηκας, μὴ φέροντες τὰς τῶν ὑποτασσομένων αὐτοῖς προσκρούσεις, καὶ ὡς ἂν μὴ ἀνάψῃ αὐτοῖς φῶς ἀληθείας, ἀλλ' ἐν σκότει ἀγνοίας διαπορεύωνται, ἀποπέμπονται τοὺς ἀδελφοὺς ἡμῶν· μήπως λόγος ὅσιος ἀληθείας καὶ δικαιοσύνης ἀκουστὸς αὐτοῖς, ἤγουν ὑπομνηστικός γένηται. Οὐκ ἔσται· οὐδὲ μὴ μείνῃ ἡ βουλὴ αὐτῶν αὕτη· ἀλλ' ὁ λόγος τοῦ Θεοῦ ὃν πεπατήκασι, λαληθήσεται καὶ στερεωθήσεται εἰς αἰῶνα. Ὁ οὐρανὸς γὰρ, φησὶ, καὶ ἡ γῆ παρελεύσονται· οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Καὶ πρὸς ταῦτα τίς ἱκανὸς ἀντιφέρεσθαι; εἰ μὴ ὁ τύραννος Σατανᾶς, καὶ οἱ τούτου ὑποφῆται, τὴν μοιχείαν οἰκονομίαν σωτήριον τῇ Ἐκκλησίᾳ Χριστοῦ κεκυρωκότες, οἱ ματαιόφρονες ὄντως καὶ ἐχθίστατοι. Ἐπὶ τὰς ἐρωτήσεις σου τρεπτέον τὸν λόγον. Ἔφης ἀνθ' ὅτου ὁ θεῖος Κύριλλος ᾠκονόμει μὴ ἀποσχίζεσθαι τῶν τῆς Ἕως ἐν διπτύχοις ἀναφερόντων τὸν Θεόδωρον τὸν Μοψουεστίας αἱρετικὸν ὄντα. Ἐπ' ἂν ὀρθότατα καὶ καιριώτατα τὰ τῆς εὐσεβείας δόγματα παρ' αὐτοῖς ἐσέσωστο. Οὕτω γὰρ γέγραπται, καὶ ὁ ὑπομνηματίζων ταῦτα, ὁ ἐν ἁγίοις Εὐλόγιος ἀρχιεπίσκοπος Ἀλεξανδρείας ἐν τῷ Περὶ οἰκονομίας αὐτοῦ λόγῳ· οὗ καὶ χρῆσιν ἐνεθέμεθα ἐν τῇ ὑφ' ἡμῶν πονηθείσῃ ἰδίως Περὶ τῆς καθόλου οἰκονομίας πραγματείᾳ. Τὴν λύσιν οὖν αὐτὸς δέδωκεν ὁ καὶ ἱστορήσας. Οὐ γάρ πω ἀλλαχόσε λέλεκται, καὶ ἱκανὸν μὴ ἐπιζητεῖν ἄλλο. Σαφηνείας δὲ ἕνεκεν ἔστω τὰ παρ' ἡμῶν ἐχόμενα τῆς αὐτῆς ἐκνοίας· ὅτι τῶν οἰκονομιῶν αἱ μὲν πρὸς καιρὸν γεγόνασι παρὰ τῶν Πατέρων, αἱ δὲ τὸ διηνεκὲς ἔχουσιν. Οἷον διηνεκὲς μὲν, ὡς ἀντὶ τῶν ὑποστάσεων παραχωρεῖσθαι τὰ πρόσωπα πρὸς τοῦ ἁγίου Ἀθανασίου τοῖς Ἰταλοῖς. Πρὸς καιρὸν δέ· οἷον τοῦ Ἀποστόλου ἐπὶ τῆς περιτομῆς·
col. 1087–1088page 92 of 105
PG 99:1087καὶ τὸ νῦν τοῦ θείου Κυρίλλου. Ἃ μέχρι τινὸς καιροῦ γινόμενα, οὐδὲν ἔχει τὸ μεμπτόν, οὐδὲ τὸ κατά τι ἀπηχὲς καὶ ἔκνομον· ὑφειμένον δ' οὖν ὅμως καὶ οὐκ ἄγαν ἀκριβές. Τοῦτο γὰρ ἡ οἰκονομία ἡ πρὸς καιρόν. Μηδὲ γὰρ δυνατὸν ἰατρὸν τὸν ἠῤῥωστηκότα θάττον ἀπαλλάξαι τῆς νόσου, μήτ᾽ αὖ ἵππον ἀκρατῆ, ἢ ξηρὸν πτόρθον, τὸν μὲν εὐχάλινον, τὸν δὲ εὐθύτομον ἐξαυτῆς καταστήσασθαι, εἰ μὴ τοῖς κατὰ μικρὸν ποππυσμοῖς τε καὶ κολακεύμασι, μαλακαῖς τε καὶ ἐπικλήσεσι χρώμενον, τὸν τῶν τοιούτων ἐμπειρότατον. Οὕτω κἀν τοῖς ἁγίοις ἐν ταῖς οἰκονομίαις· ὡς καὶ Κυρίλλῳ τῷ μεγάλῳ ἐν τῷδε. Μικρὸν γὰρ πάντως ἀνέμενε τῶν Ἀνατολικῶν τὸ βραδύνουν, ἢ προσπαθές, πρὸς τὸ αἱρετικὸν μὴ ὑπολαμβάνειν τὸν ὄντως αἱρετικόν. Τί γὰρ ἦν ἄλλο τὸ μεσολαβοῦν, ἐπεὶ ὀρθοδόξως ἐκήρυττον τὴν πίστιν, κἀν τούτῳ αὐτὸν τὸν μνημονευόμενον αὐτοῖς ἀναθεματίζοντες; Ἐπειδὴ πᾶς ὀρθοδοξῶν κατὰ πάντα, πάντα αἱρετικὸν δυνάμει, κἂν οὐ ῥήματι, ἀναθεματίζει. Ἔπειτα ὅτι αὐτοῖς ἀνῆψεν ὁ τέλειος νοῦς, τότε αὐτοῖς συναφθέντος κατὰ πάντα τοῦ ἁγίου ἴσως. Ἢ οὐχὶ καὶ ἡμεῖς τὸ αὐτὸ ποιοῦντες φαινόμεθα; Ἔσθ᾽ ὅτε τινῶν ὁμογνωμόνων ἡμῖν κατά τι διαφερομένων· ἔνθα οὐ πολὺ τὸ λυποῦν, ἢ ἐξιστῶν τῆς ἀκριβείας· καὶ ὅμως καταδεχόμεθα τὴν πρὸς αὐτοὺς κοινωνίαν· ἵνα μὴ διὰ μικρόν τι μικρὸν ὕστερον δυνάμενον κατορθωθῆναι, ἀπολέσωμεν τὸ πᾶν· τοῦτο δὲ ἀτέχνων, καὶ οὐ μυστηρίων Θεοῦ οἰκονόμων. Τοιοῦτον μὲν τὸ πρὸς καιρὸν οἰκονομεῖν τοὺς λόγους καὶ τοὺς τρόπους ἐν κρίσει καὶ ἀληθείᾳ καὶ νόμῳ· ἀλλ᾽ οὐκ ἐν παρανομίᾳ καὶ ψεύδει τὸ καθόλου. Μὴ προβαλλέσθωσαν τὰς γλώσσας οἱ Μοιχειανοὶ ἐνταῦθα· μηδὲ τὸν χειραγωγόν, κρημνιστὴν οἰέσθωσαν· μηδὲ τὸν κυβερνήτην, καταποντιστήν. Μηδ᾽ αὖ τὸν ἰατρόν, νοσοποιόν· οἵπερ αὐτοὶ ὡμοιώθησαν, τῷ μοιχῷ συμμοιχεύσαντες, τῷ μοιχοζεύκτῃ συζεύξαντες, τῷ θεοκατηγόρῳ συνθεοκατηγορήσαντες, τῷ εὐαγγελιολύτῃ συνευαγγελιολυτήσαντες κυνικῶς· οὕτω γὰρ φράσαι οἰκειότερον. Διόσκορον δὲ ποῦ, ἢ πῶς, τὸν Ἀλεξανδρείας αἱρετικὸν Κύριλλος ὁ θεῖος ἐδέξατο, ὡς φασιν οἱ Μοιχειανοί, οἱ περὶ τὸ φῶς σκοτεινοί, οἱ κατήγοροι τῶν ἁγίων; Οὔτε ἠκούσθη, οὔτε φύσιν ἔχει τὸ ψεῦδος αὐτῶν· διότι μεταγενέστερός ἐστι τοῦ θείου Κυρίλλου. Πῶς οὖν τὸν μετὰ κοίμησιν τοῦ ἁγίου γνωρισθέντα αἱρετικὸν ἐν καιρῷ τῆς ληστρικῆς συνόδου ἐν Ἐφέσῳ, μετὰ τὴν τρίτην καὶ ἁγίαν, αὐτὸς ὁ ἅγιος ἐδέξατο τὰ ὑπερκόσμια λαχών; Οὕτω ψευδολογοῦσι μυθαρευόμενοι, ὅπως θηρεύσωσι ψυχὰς ἀφελότητι πορευομένας. Διὰ τοῦτο τεχνοῦσθε καὶ γνωρίζεσθε κατὰ πάντα· ἵνα τὸν ὄφιν καὶ τοὺς ὀφιοφώνους φεύγοιτε, ἐφ᾽ οἷς ὠλέκοντο, ὅτι μάλιστα πλεῖστοι ἀπὸ γενεῶν εἰς γενεάς. Περὶ δὲ τῶν ἄλλων πεύσεων· Εἰ ὁ ἐπίσκοπος οὐχ εὕρηται εἰς τὴν μοιχοσύνοδον, καλοίη δὲ αὐτὴν

Letter LEpistola L

col. 1089–1090page 93 of 105
PG 99:1089ψευδοσύλλογον· μνημονεύει δὲ τὸν ἐν αὐτῇ εὑρεθέντα μητροπολίτην αὐτοῦ· ἐκ τοῦ πρεσβυτέρου τοῦ ἐπισκόπου ὀρθοδοξοῦντος εἰ χρὴ κοινωνεῖν· ἀπεκρίθην καὶ δι᾽ ἑτέρων τῶν πρὸς Εὐόδιον γραμμάτων, ὅτι Ναὶ, οἰκονομίας χάριν· μόνον μὴ συλλειτουργοῦντος αὐτοῦ αἱρετικοῖς. Εἰς οὐδὲν γὰρ ἐστι, μνημονευομένου τοῦ ἐπισκόπου ὀρθοδόξου ὄντος, κἂν ἐκείνου φόβῳ αἱρετικὸν ἀναφέροντος τὸν οἰκεῖον μητροπολίτην. Τοῦ τοιούτου πρεσβυτέρου καὶ εἰς παννυχίδα προσκαλουμένου, ἰτέον· καὶ Ἐκκλησίαν παρ᾽ αὐτοῦ δεδομένην ληπτέον· καὶ εἰς αὐτὴν ἐρχομένου αὐτοῦ λειτουργῆσαι, παραχωρητέον· ἢ καὶ μνημονεῦσαι νεκρόν, ὀρθόδοξον μέντοι, συγχωρητέον· καὶ ἐν αὐτῇ λειτουργεῖν τὸν λαβόντα, οὐδὲν κωλυτέον. Εἰ δὲ αἱρετικὸν ἀναφέρει ὄντα ἐπίσκοπον, κἂν μακαρίζῃ, κἂν ὀρθοδοξῇ, τῆς μὲν θείας κοινωνίας ἀφεκτέον, τῆς δὲ κοινῆς τραπέζης, ἐπ᾽ ἂν ἐκεῖ δέοι μνημονεύειν. Ὁδὲ δεκτέον τάχα καὶ εὐλογοῦντα αὐτὸν καὶ συμψάλλοντα· ἐάνπερ μήτε αἱρετικῷ, ἢ τῷ οἰκείῳ ἐπισκόπῳ, εἴτε τινὶ ἄλλῳ, συνιερουργῇ· ἢ ἐν γνώσει μεταδίδοι. Εἰ ἐσθίει τις μετὰ τοῦ μοιχοζεύκτου, ἢ μεθ᾽ ἑτέρου αἱρετικοῦ ἀδιαφόρως, φυλακτέον μὴ συνεστιᾶσθαι τοῖς τοιούτοις, κἂν ὑποκρίνωνται ὀρθοδοξεῖν. Οὐ γὰρ φυλάσσουσι τὸ πρόσταγμα τοῦ Ἀποστόλου, Τοῖς τοιούτοις, λέγοντος, μηδὲ συνεσθίειν. Πλέον, οὐκ ἐξερευνητέον· ἢ μετὰ τοῦ συνεστιαθέντος τῷ αἱρετικῷ· ὅσδε συνεστιάθη ζητεῖν, καὶ μετὰ τοῦδε ἕτερος· κἀντεῦθεν ἀνασειράζειν τὸν λόγον, καὶ ἀφίστασθαι πάντων. Ἐθελόγνωμον τὸ χρῆμα, καὶ οὐ τῶν ἁγίων. Μέχρι γὰρ τούτου, φησί, στῆθι, καὶ οὐχ ὑπερβήσῃ. Μὴ γὰρ οὐκ ᾔδεισαν ταῦτα ἐξερευνῶν καὶ διαγγέλλεσθαι ἡμῖν; ἀλλ᾽ οὐδαμῶς. Διὸ οὐκ ἐσθλὸν μεταβαίνειν ὅρια ἃ ἔθεντο οἱ Πατέρες ἡμῶν. Μεθ᾽ οὗ δὲ οὐκ ἐσθίομεν, οὐδὲ δῶρον τούτου δεκτέον· εἴπερ διδαχθεὶς, ἅπαξ καὶ δὶς ἀδιαφοροίη, καὶ οὐ πείθεται ἡμῖν. Οὐκ οἶδα εἰ μὴ παρὰ τῶν φυλάκων τὰς οὐχ ὡς εὐλογίας, ἀλλ᾽ ὡς χρείας λαμβάνειν· ἢ οἰκονομίας ἕνεκεν, καὶ τὰ παρὰ τῶν ἄλλων φευγόντων μέντοι τὸ συνεστιᾶσθαι αἱρετικοῖς ἀδιαφόρως· οὐκ οἶδα εἰ μὴ τύχῃ κατὰ περίστασιν καὶ δέξασθαι καὶ συνεστιαθῆναι καὶ τοῖσδε. Δοῦναι δὲ τοῖς τοιούτοις καὶ τοῖς φύλαξι βρῶμα καὶ πόμα οὐ διακριτέον· ὅτι καὶ παντὶ ἀνθρώπῳ μεταδοτέον. Εἰς δὲ τὴν Ἐκκλησίαν τοῦ Κυρίου Γρηγορᾶ τοῦ νέκνου ἡμῶν οὐ τολμῶ εἰπεῖν λειτουργῆσαι πρεσβύτερον ἡμῶν· διὰ τὸ μετὰ τὴν μοιχοσύνοδον ἐνθρονιασθῆναι, καὶ ὑπὸ τοῦ συλλειτουργοῦντος καὶ συλλειτουργήσαντος τῷ μοιχοζεύκτῃ, διὰ τοῦ πρωτομοιχειανοῦ καθιερωθῆναι. Θερμὸς εἶ, τέκνον ἠγαπημένον, περὶ τοῦ ἐρωτᾷν καὶ μανθάνειν τὰ χρήσιμα· καὶ τὸ μὲν χρῆμα ἐπαινετόν· οὐχ ἱκανὸς δὲ ἐγὼ λύειν τὰς ἀπορίας σου·
col. 1091–1092page 94 of 105
PG 99:1091κατὰ δύναμιν. Ἡ ἐρώτησις σου περὶ τῶν διγάμων ὅτι ἀμφισβητούμενόν ἐστι περὶ τῆς συναφείας αὐτῶν, ἄρα στεφανοῦσθαι αὐτοῖς, ὡς ἐπὶ τῶν μονογάμων, ἢ μή; καὶ πῶς, ἐὰν τοῦτο γενήσεται, εἴη συνάφεια, μὴ ὑπὸ τοῦ ἱερέως ζευγνυμένων αὐτῶν; ὅτι φέρεται λόγος ἀπὸ τῶν ἡμερῶν τοῦ ἀσεβοῦς Κωνσταντίνου κρατῆσαι τὴν συνήθειαν τοῦ διγαμικοῦ στεφανώματος, ἐκ τοῦ κατ' αὐτὸν τριγαμήματος· ἐπεὶ μὴ εἶναι ἐν τοῖς πρὸ αὐτοῦ χρόνοις. Ἐγὼ δὲ ἔχειν μὲν τὸν λόγον τὸ πιστὸν ἐντεῦθεν οὐκ ἀποδοκιμάζω. Δεῖ δὲ ὅμως τοῖς ἀληθείας ἐρασταῖς, μὴ ἐπὶ φορᾶς, ὡς ἔτυχε, λόγου, ἢ συνηθείας ἀνθρωπίνης πιστοῦσθαι τὰ πράγματα· ἀλλ' ἐξ αὐτῆς τῆς θεοπνεύστου Γραφῆς, καὶ τῆς Πατρικῆς καὶ κανονικῆς ἐκδόσεως. Ἡ μὲν οὖν διγαμία παρακεχώρηται δηλονότι ὑπὸ τοῦ ἱεροῦ Ἀποστόλου, καὶ δι' αὐτοῦ παρὰ Χριστοῦ· οὐ μὴν νόμος, ὥσπερ ὁ Θεολόγος Γρηγόριος, ἀλλὰ συγχώρησις· συγχώρησις δὲ οὐκ ἐπὶ ἀμέμπτου καὶ ἀπταίστου γένοιτ' ἄν· πῶς γὰρ, καὶ διατί; ἀλλ' ἐπὶ ἥττης τινὸς καὶ ἁλωσίμου δράματος. Αὐτὸ γὰρ τοῦτο ὁ θεῖος Ἀπόστολος ᾐνίξατο εἰπών· Εἰ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν. Ἡ δὲ ἀκρασία τὸ κράτος τῆς ἀνδρείας ἀπολέσασα, ἥττης ἐστὶ καὶ ἀποπτώσεως ἔκγονον. Ἐντεῦθεν ὁρμηθέντες οἱ θεῖοι Πατέρες, ἐπιτιμίῳ ὑπέβαλον τοὺς διγάμους, οἱ μὲν τῆς ἐν Λαοδικείᾳ συνόδου ἀορίστως, διὰ τοῦ εἰπεῖν· Ὀλίγου χρόνου παρελθόντος καὶ σχολάσαντας ἐν ταῖς προσευχαῖς καὶ νηστείαις, κατὰ συγγνώμην ἀποδίδοσθαι αὐτοῖς τὴν κοινωνίαν ὡρίσαμεν· ὁ δὲ μέγας Βασίλειος ὡρισμένως. Φησὶ γάρ· Περὶ τριγάμων καὶ πολυγάμων τὸν αὐτὸν ὥρισαν κανόνα οἱ Πατέρες, δηλονότι ὃν καὶ ἐπὶ τῶν διγάμων, ἀναλόγως· ἐνιαυτὸν μὲν γὰρ ἐπὶ τῶν διγάμων· ἄλλοι δὲ δύο ἔτη. Δέδεικται τοίνυν ἐκ τῶν ῥηθέντων, ὡς ὑπὸ τὸ πταιστὸν γεγονυῖα ἡ διγαμία εἰλήφει τὸ ἐπιτίμιον. Διὰ τοῦτο γὰρ καὶ οἱ τῆς ἐν Νεοκαισαρείᾳ συνόδου ἅγιοι Πατέρες ἀπεῖρξαν καὶ τοῦ ἑστιαθῆναι πρεσβύτερον εἰς διγαμοῦντος γάμον. Λέγοντες· Ἐπεὶ μετάνοιαν αἰτοῦντος τοῦ διγαμοῦντος, τίς ἔσται ὁ πρεσβύτερος ὁ διὰ τῆς ἑστιάσεως συγκατατιθέμενος τοῖς γάμοις; Τί οὖν τὸ συμπεραινόμενον ἐξ ἀναγκαίου; Ὅτι ὁ μὲν πρῶτος γάμος, ὡς κυρίως ὢν νόμος, εἰκότως ἐστεφάνωται ὑπὸ τῆς ἱερωσύνης, ὡς ἀνέπαφος, ὡς ἄῤῥυπος, ὡς ἀνάλωτος πορνικῷ πάθει, καὶ διὰ τοῦτο ὡς νικητὴς τῆς ἁμαρτίας κατεστεμμένος. Ἐφ' ᾧ ἕπεται ἡ τῶν ἁγιασμάτων μετάληψις, καὶ ἡ τοῦ στεφανώσαντος, καὶ παντὸς ἄλλου ἱερατικοῦ, ἐν τῷ τοιούτῳ γάμῳ ἑστίασις. Καθὰ καὶ ὁ Κύριος καὶ θεὸς ἡμῶν ἐν Κανᾷ τῆς Γαλιλαίας ἠξίωσεν ἀριστῆσαι, διὰ τῆς ἐκεῖσε ἑστιάσεως πάντα τὰ γαμικὰ ἄριστα κατευλογήσας. Ἀλλὰ καὶ τῆς στεφανικῆς ἁρμογῆς αὐτὸς προλαβὼν τὴν εὐλογίαν ἔθετο ἐπὶ τοῦ ἀρχιπάτορος ἡμῶν Ἀδάμ· πῶς; Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς· καὶ εὐλόγησεν αὐτοὺς ὁ Θεός, λέγων· Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ
col. 1093–1094page 95 of 105
PG 99:1093πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς. Αὕτη οὖν ἡ εὐλογία τῆς γαμικῆς συναφείας, ἀφ' ἧς πᾶσα εὐλογία μονογαμικῆς συζεύξεως· ἐπεὶ καὶ μονόγαμος Ἀδάμ. Ἐπιτηρητέον δὲ ὅτι καὶ ἡ στεφανικὴ ἐπίκλησις ἐκεῖθεν ὤρμηται· τὴν τοῦ πρώτου ἀνθρώπου διάπλασιν, καὶ πρὸς τὴν ἐκ πλευρᾶς αὐτοῦ γυναῖκα σύζευξιν ὑπομνηματίζουσα. Ὁ δὲ δεύτερος γάμος, εἰ καὶ συγκεχώρηται, ἀλλ' ἐπιτετίμηται. Πῶς γὰρ ἂν καὶ στεφανώσεως ἄξιος, ἡττηθείς, ἀλλ' οὐ νικήσας; τίς δὲ καὶ ὁ στεφανώσων τοῦτον πρεσβύτερος, ὃς καὶ τοῦ ἁπλῶς ἑστιαθῆναι ἐν τῷ κατ' αὐτὸν ἀρίστῳ Πατρικῶς κεκώλυται; πῶς δὲ καὶ μεθέξει τῆς θείας κοινωνίας, ὁ δι' αὐτὸ τοῦτο εἰργμένος χρόνῳ ἑνὶ καὶ δυσὶ τῶν ἁγιασμάτων; τίνος δὲ ἢ οἵας τῆς εὐλογιστικῆς προσευχῆς γινομένης ἐπὶ τῆς συναφείας αὐτοῦ, μὴ οὔσης ἄλλης παρὰ τὴν μίαν τῆς μονογαμικῆς καὶ πρώτης; Συνήκται οὖν ἐκ πάντων Γραφικώς τε καὶ Πατρικῶς, ἀμέτοχον εἶναι στεφανώματος τὴν δευτερογαμίαν· διὰ τοῦτο οὐδὲ ὑπὸ τοῦ ἱερέως ζευγνυμένην· ἀλλὰ μὴν οὐδὲ παραδεδομένην· τότε δὲ προσδεχομένην, ὁπηνίκα εἴη πλήρωσις τοῦ ὁπωσοῦν κατὰ τὴν ἱερατικὴν δοκιμασίαν δοθέντος ἐπιτιμίου· μεθ' ἣν ἕξει καὶ τῶν θείων δώρων τὴν μετάληψιν ἐντεῦθεν εὐλογουμένους αὐτούς, οἱονεὶ ὡς ἐπὶ στεφανώματος· κατὰ δεύτερον λόγον, μετὰ συγχώρησιν. Εὐλογία γὰρ τὸ δῶρον, τηνικαῦτα καὶ συναφείας παρὰ τοῦ ἱερέως δεῖγμα· ἔκτοτε μὴ κεκωλυμένου αὐτῷ συνεστιᾶσθαι τοῖς διγαμήσασιν· ὡς ἐπὶ τῶν μονογάμων. Καὶ οὕτω νόμῳ ὁρμᾶται συγχωρητικῷ ἡ διγαμία, κατὰ τὸν Ἀπόστολον· γινώσκουσα τὰ δευτερεῖα ἔχειν τῆς μονογαμίας· καὶ μὴ ἀλόγως τῆς πρώτης ἐπιζητοῦσα τὰ δικαιώματα, ἅπερ προσαπήλαυκε. Φαίης δ' ἄν· Καὶ πῶς ἔλθωσιν ἐπὶ τὴν συνάφειαν; Τοῖς ἀνθρωπίνοις καθήκουσιν ὥσπερ καὶ οἱ τρίγαμοι καὶ πολύγαμοι· οὕτω γὰρ κέκληται ἡ μετὰ τὴν τρίτην πρὸς τῶν Πατέρων. Ἢ στεφανούσθωσαν καὶ κεῖνοι. Ἀλλ' ὄντως ἡ ἄγαν διάλυσις τῶν κανόνων, μᾶλλον δὲ τοῦ Εὐαγγελίου, οὐ διγάμους νῦν καὶ τριγάμους, ἀλλὰ καὶ μοιχοὺς στεφανοῦσθαι ὑπὸ τῶν ἱερέων πεποίηκεν· ὡς καὶ τοὺς τῇ ἀντοχῇ τοῦ θείου νόμου μὴ ἐν τούτῳ συναιρουμένους διώκουσα, καὶ ἀναθεματίζουσα, ὡς ἀλλοτρίους Χριστοῦ, τοὺς ὑπὲρ ἐντολῆς καὶ ἀληθείας αὐτοῦ ἐνισταμένους. Ἔκστηθι, οὐρανέ, ἐπὶ τούτῳ· τὰ ἄνω κάτω, ἡ δικαιοσύνη ἀνομία, τὸ φῶς σκότος, ἐξ ὧν οἱ Μοιχειανοὶ λέγουσι καὶ πράττουσι, δείκνυνται. Τοῦτο τοῖς τυφλοῖς καὶ κωφοῖς κατὰ ψυχήν, καὶ ἐντεῦθεν τοῦ Ἀντιχρίστου τὰ πρόλαβα φέρουσι. Τάχα δ' ἂν κἀκεῖνα εἴποις. Εἰ τὸ ἓν μέρος εἴη παρθένον, πῶς λέγουσί τινες, ὡς τὸ μὲν στεφανοῦται ἐν τῇ κεφαλῇ, τὸ δὲ ἀπὸ γάμου, ἐν τῷ ὤμῳ, γενομένης τῆς στεφανικῆς εὐχῆς; Καί μοι πρὸς τῇ ἀτοπίᾳ, ἔτι καὶ γελοῖον φαίνεται. Διδόσθω γὰρ τριγαμεῖν· καὶ ποῦ τεθείη ὁ στέφανος; ἐν τῇ χειρί, ἤ εἰς τὸ γόνυ; εἴγε καὶ ἡ γημαμένη εἶεν ἀπὸ χηρείας, ἐν τῷ ὤμῳ τὸν στέφανον δέξεται. Ἄτοπα ταῦτα.

Letter LIEpistola LI

col. 1095–1096page 96 of 105
PG 99:1095παι καλέ. Εἰ δέ τοι ἑτέρως ἔχειν δοκεῖ ταληθές, μόνον ἐκ Γραφῆς καὶ πατρικῆς καὶ κανονικῆς παραστάσεως, συνεπομένης τούτοις τῆς οἴκοθεν διανοηματικῆς ἐπιδόσεως· καὶ ἡμεῖς ποδηγηθῆναι ἕτοιμοι, καὶ ἐλλαμφθῆναι πρόθυμοι τῆς παρ' ἄλλων δηλουχίας, ἐνδεεῖς φωτὸς ὑπάρχοντες ὅτι μάλιστα. ΝΑʹ. Τῷ αὐτῷ. Τρία ταῦτα μηνύουσι ἔν μοι τὰ παρόντα σου γράμματα, ποθητὸν τέκνον· ὁμοῦ τε ἐξεπλάγην, ἠγάσθην τε, καὶ ᾖσα· τὸ μὲν διὰ τοὺς παρανόμους· τὸ δὲ διὰ τοὺς εὐνόμους· τὸ τρίτον διὰ τὸν δυναμοῦντα Θεὸν τοὺς ἐν τῷ νόμῳ αὐτοῦ ἐπερειδομένους. Καὶ περὶ μὲν τοῦ ἱεροῦ μου Ἀθανασίου, καὶ τῶν σὺν αὐτῷ τριποθήτων· ἔτι μὴν καὶ τοῦ ἀνδρικωτάτου μου Θεοσώστου, τῆς τε αὐτοῦ δυοπεντεκαιδεκάδος θεοσθενοῦς συνοδίας· ὡς ἐν τοῖς πρὸς αὐτούς μοι γραφεῖσιν ἱκανοῦ ὄντος, ἐπτέον ἐνταῦθα λέγειν· εἰ καὶ ὅτι πλειόνων δέοιντο λόγων καὶ ἐπαίνων· θείως καὶ
col. 1097–1098page 97 of 105
PG 99:1097Ἀθλητικῶς διηγωνισμένοι, καὶ ἔτι ἐναγωνιζόμενοι. Ἐπὶ δὲ τὸν κολοφῶνα τοῦ λόγου μέτειμι. Τίς οὕτω ἀκήκοε σχεδὸν παράνομα καὶ ἔκτοπα Χριστιανός, ἃ ὑπὸ τῶν δυσωνύμων Μοιχειανῶν γεγένηται, λεγομένων μὲν ἱεραρχῶν, ὄντων δὲ ἀνιέρων ὑπὸ πάσης ἀποστολικῆς καὶ Πατρικῆς φωνῆς, καὶ ἄνευ τῆς αἱρέσεως; Τύπτων οὕτω τίς τέτυφεν ἀνθρώπων, οὐ λέγω Χριστιανικὴ χείρ, ἀλλὰ βαρβαρική· δὶς ἑκατοντάσι πρὸς ἑξήκοντα καὶ ἓξ μαστίγων, εἶτα μετ᾿ οὐ πολύ, δὶς δύο ἑκατοντάσι βαυνεύρων ἐπὶ τῶν νώτων. ὡς ὁ γενναῖός γε ἀρχιεπίσκοπος, μᾶλλον δὲ ἀλλοτριεπίσκοπος Θεσσαλονίκης, καὶ οὐ τῶν ἀγελαίων τινά, ἀλλὰ μονάζοντα, καὶ τοῦτον ἡγούμενον, καὶ μάλα τὸν εὐλαβέστατον, τοὔνομα Εὐθύμιον, τὸν τῆς εὐθυμίας ὄντως φερώνυμον; Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός· καὶ ἔφριξα ἐγὼ ὁ τάλας· οἶμαι δὲ καὶ πᾶς τις τῶν ἀνθρώπων τὴν φυσικὴν ἡμερότητά τε καὶ ἐλεημοσύνην ἔχων, καὶ ἀκούων. Ὃς εἰς τύπον Χριστοῦ ὀφείλων κεῖσθαι, καὶ τυπτόμενος μὴ ἀντιτύπτειν, καὶ τῶν θηρίων ὠμότερος γέγονεν, οὔ τί που ἴχνος Χριστιανικὸν φέρων· πολλοῦ γε εἰπεῖν ἱεραρχικόν. Καὶ ὑπὲρ τίνος ὁ δαρμός; ἵνα τὸ τοῦ Χριστοῦ ἀθλητὴν πείσῃ συνθέσθαι ἀναφέρειν αὐτὸν ὡς ἱεράρχην. Ἀλλ᾽ ὢ τῆς γενναιότητος καὶ κραταιότητος τοῦ μάκαρος! Οὕτω γὰρ δίκαιον εἰπεῖν· ὅτι καὶ μετὰ τοσαύτας πληγὰς καὶ αἵματος ἁγίου ῥύσιν, ὡς φοινίσσεσθαι τὰ πέλματα τῶν ποδῶν τῶν ἐκεῖσε παρόντων, καὶ οἰονεὶ πηλοποιεῖσθαι τὸ πορφύρεον κονίαμα εἰς οἰκοδομὴν τῆς τοῦ Θεοῦ Ἐκκλησίας· κείμενος ἤδη βραχὺ ἄπνους καὶ ἄφωνος, καὶ ἐρωτηθεὶς παρὰ τῶν κολαστῶν μνημονεύειν τὸν τύραννον· φημί, ἀλλ᾽ οὐκ ἀρχιεπίσκοπον· Οὔ, φησὶν ὁ μακάριος· οὕτω μέχρι θανάτου σχεδὸν οὐ παρατρέψας τὸν νοῦν· οὐ παρεκκλίνας τι τῶν ὀρθοδόξως ἐγνωσμένων αὐτῷ. Μικροῦ δὴ παρέδραμέ με ἀναγκαῖόν τι· ὅτι καὶ ὁ ναὸς τοῦ Θεοῦ πραιτώριον γέγονε Πιλατικόν. Ἐκεῖσε γάρ, ἔφης, ἤτοι εἰς τὸν λεγόμενον τοῦ Ἀρχαγγέλου ἱερὸν δόμον τετύφθαι τὸν μάρτυρα· ὃν οἱ μὲν ἀτίθαστοι τιμωροὶ εἴασαν ἡμιθανῆ· τίς δὲ Χριστομίμητος λαβὼν ἐπὶ τὸν ἴδιον οἶκον· καὶ ταῖς αἱμοῤῥαγίαις καὶ ξεσμοσαρκίαις προσπλάσας κώδιον ἀρνοῦ ἀρτισφαγοῦς ἐζωοπύρησε τὸν ἄνδρα· μικρὸν δὲ καὶ κατὰ βραχὺ ἀναῤῥώσας, ἐξαπέστειλε λάθρα διὰ τὴν καλοῦσαν ἐντολήν· πεφευγότος τοῦ θανόντος ἤδη καὶ παραδόξως ἐξεγερθέντος εἰς στήλην ὀρθοδοξίας καὶ θρίαμβον τῶν κακοδόξων. Τί τούτων ἀσεβέστερον; τίς δὲ παρὰ ὀρθοδόξων εἰς αἱρετικὸν τοιαῦτα πέπραχεν; Ἀλλ᾽ ἵνα φανῇ κἀντεῦθεν αὐτῶν ἡλίκη ἡ ἀσέβεια τῶν Μοιχειανιζόντων, καὶ τίς τίνος μαθητής, Χριστοῦ μὲν ὁ τυπτόμενος κατ᾽ αὐτὸν καὶ φέρων, διαβόλου δὲ ὁ τύπτων. Οὕτω ἱεράρχης καὶ ἔνθεν ἐκφοβεῖν βουλόμενος, καὶ ἐκδικῶν τὰ κατ᾽ αὐτόν. Οὐ ῥυσθείημεν τῆς μερίδος, ἀδελφέ, τοῦ δὲ πρώτου εἴημεν σὺν πᾶσιν εὐσεβέσι. Καὶ ἴδε, Κύριε, Κύριε, τὴν κάκωσιν ταύτην, καὶ φεῖσαι τοῦ λαοῦ σου· πρυτανεύων εἰρήνην ὀρθοδοξίας τῇ καθ᾽ ἡμᾶς Ἐκκλησίᾳ. Οὐδὲν γὰρ ἡμῖν λέγειν ἄλλο πρὸς τὰ παρόντα· μετὰ τοῦ καὶ πάντα φέρειν ῥᾴως ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ.

Letter LIIEpistola LII

col. 1099–1100page 98 of 105
PG 99:1099Σὺ δὲ, ὦ τέκνον μου ἀγαπημένον, εἰ καὶ μετεφράσθης ἑτέρωθι, καθὰ ἐσήμανας, χαῖρε· ὅτι οἱ στέφανοί σου πλείους πλέκονται. Καὶ εἰ καὶ Λεόντιος ὁ ποτὲ μαθητής, νῦν δὲ ἀρνητὴς, ἡγουμενεύσει τῶν ἐν οἷς εἶ κεκλεισμένος, μὴ θαυμάσης· καιρὸς ὁ παρὼν μακροθυμίας Θεοῦ, καὶ ὅπως οἱ δόκιμοι φανῶσι, καὶ ἵνα ἄρξῃ ὁ υἱὸς Ταβεὴλ τῆς Βηθλεέμ. Περὶ τοῦ ἐξαγορεύσαντος καὶ αἰτησαμένου τὸ ἐπιτίμιον, καλῶς δέδοται· σύμφημι δέ σοι εἰπόντι αὐτῷ, εἰ μὴ βούλοιτο ἐπιτιμιάζεσθαι ἐν τῷ κτένειν ἐχθρούς, μηδὲ ἀφιστάσθω τοῦ κτένειν· καὶ ἡμεῖς γε ἔξω κρίματος. Εἰ δὲ ἔλοιτο ὑποπίπτειν τοῖς τῆς Ἐκκλησίας κανόσιν, ἐν τοῖν δυοῖν αἱρετὸν αὐτῷ· ἢ κτενόντι ἐπιτιμᾶσθαι, ἢ μὴ μένειν ἀνεπιτίμητον. Καὶ οὐ διὰ τοῦτο τὸ πρῶτον διαβλητέον· ἐπαίνων γὰρ ἄξιοι· ὡς ὁ θεῖός φησι Πατήρ· ἀλλὰ ληπτέον αὐτοῖς καὶ τὸ ἐπιτίμιον· ἐπεὶ καὶ πάλαι Μωσῆς ὁ θεόπτης ὑποστρέψαντα τὸν Ἰσραὴλ ἐκ τοῦ κατὰ τῶν Μαδιανιτῶν πολέμου μετὰ νίκης, ἀφορίζει ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας, ἐκ Θεοῦ δηλονότι κινούμενος, λέγων οὕτως· Πᾶς ὁ ἀνελὼν ψυχὴν, καὶ ἁπτόμενος τοῦ τετρωμένου, ἁγνισθήσεται τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, ὑμεῖς καὶ ἡ αἰχμαλωσία ὑμῶν. Ὅθεν μοι δοκεῖ ὁ μέγας Βασίλειος ἀφορμηθείς, μᾶλλον δὲ θεοπνευσθείς, δίδωσι τὸ τῆς τριετίας ἐπιτίμιον, καὶ ὡς ἂν οἰκονομήσῃ ὁ διο[ικῶν]. Ἐνδεχομένη γὰρ καὶ οὐκ ἀναγκαίως κατὰ τὸ κείμενον πάντως ἡ τῶν τοιούτων δόσις. Ἔρρωσο ἐν Κυρίῳ, ὦ μου ποθητέ, εὐχόμενος περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ, καὶ τοῦ συμπροσαγορεύοντός σε ἀγαπητοῦ τέκνου μου, σοῦ δὲ ἀδελφοῦ, Γρηγορίου. Μὴ οἴου με, ὦ ἱερὲ ἄνερ, κλείειν τὴν πύλην τῆς μετανοίας· Ναυατιανῶν γὰρ τὸ ἔργον· ἀλλὰ μὴ βούλεσθαι ἀνοίγειν θύραν τῆς ἁμαρτίας τοῖς βουλομένοις. Ἢ γὰρ οὐχὶ τοιοῦτον ὅπερ διὰ τῶν προτέρων σου γραμμάτων δεδήλωκας; τὸ τὴν νεάνιδα εὐξαμένην εὐχήν, εἰ καὶ ἀναῤῥωσθείη ὁ μνήστωρ, νυμφευθῆναι Χριστῷ· εἶτα ἐπειδὴ ἀνέσφηλεν ἐκεῖνος, ἐθέλουσαν αὐτῷ συναφθῆναι, ἐπ᾽ ἀθετήσει τοῦ δευτέρου, ζητεῖν πρὸς τοῦτο ἴαμα. Κάλλιστα τοίνυν ἀπεκρίθη μέν σοι· καὶ οὐχ οἷόν τε ἄλλως ἀποδιδόναι λόγον, τὸν ἀνθρώπων τὰ Θεοῦ προκρίνοντα. Τίς γὰρ ἂν καὶ δοίη ἐπιτίμιον τῷ μήπω ἡμαρτηκότι, πλὴν τοῦ βούλεσθαι; Ἢ τίς ἰατρὸς πρὸ νόσου μοτοῖ, καὶ οὐχὶ μᾶλλον εἴργει μὴ νοσηλεῦσαι τὸν ἐπὶ τοῦτο ῥέποντα; Καί γε ἰατρείας ὅρος, ἢ τὴν ὑπάρχουσαν ὑγίειαν περιφυλάξαι, ἢ τὴν ἀποῦσαν ἀνακαλέσασθαι. Ἄλογον δὲ, σύγγνωθι, τὸ μὴ ἤδη παροῦσαν, ἀλλὰ μελετωμένην, ἰατρεύειν ὡς οὖσαν· οὐ γὰρ ἰατροῦ, ἀλλὰ πτωματιστοῦ τὸ δράμα, ὑφελκομένου προσεμπαρῆναι εἰς πάθος αὐτὸ τὸ ἔτι ἀπαθές. Τοιοῦτον οἴου καὶ τὸ τῆς παιδός. Καὶ οὔπω λέγω, ὅτι καὶ τὸ ἀγαθόν τι ἐνθυμηθῆναι τινα, μὴ τοῦτο εἰς πέ-
col. 1101–1102page 99 of 105
PG 99:1101ρας ἄγοντα, ὑφέξειν κρῖμα, καθὰ ὁ θεῖος Βασίλειος διωρίσατο. Ἐνταῦθα δὲ οἱονεὶ καὶ ἔργον προὔθηκε τὸ βουλευθὲν διὰ τῆς αἰτήσεως καὶ θείας συντάξεως. Φείδοισθε οὖν, ὦ φιλούμενοι, τὰ τοιαῦτα παίζειν· ἀκούοντες τοῦ λέγοντος· Ἀγαθὸν μὴ εὔξασθαι, ἢ εὔξασθαι καὶ μὴ ἀποδοῦναι. — Οὐχὶ μένον ἔμενέ σοι, φησί; Τί ὅτι ἐψεύσω τῷ Πνεύματι τῷ ἁγίῳ; Καὶ τὸ ἑξῆς πάρειμι διὰ τὸ δύσφημον. Καὶ οὐχ ὅτι καταφρονητικῶς ἔχω τῆς παιδός· φείδομαι γὰρ αὐτῆς, ὡς τῆς κόρης μου τοῦ ὀφθαλμοῦ· καὶ δι' ἐαυτὴν ἐφιεμένην ἐκ τῆς εὐτελείας μου θεραπεύεσθαι· καὶ διὰ τὴν κυρίαν τὴν μητέρα, ἣν σέβω καὶ περιέπω, ὡς τὴν ἐμὴν ὁσίαν μητέρα· ἀλλὰ τὸ κρῖμα δεδοικώς, ὃ παρασταίη ἐν ἡμέρᾳ κρίσεως ἑκάστῳ τῷ τε ἐρωτῶντι καὶ τῷ ἀποκρινομένῳ· ὡς ἐκφευκτέον μέχρι καὶ ἀργοῦ τοῦ τυχόντος ῥήματος, μὴ δώσειν ἡμᾶς λόγον τῷ ἀδεκάστῳ κριτῇ. Εἰ μὲν οὖν μήπω ἔζευκται ἡ νεάνις, ὁ αὐτὸς ἡμῖν λόγος, καὶ οὐκ ἄλλος ἐναντίον Θεοῦ καὶ ἀνθρώπων· ὃν καὶ ὑμᾶς εὐλαβεῖσθαι χρεών. Εἰ δὲ συνέζευκται, φεῦ τῆς ἐμῆς ταλαιπωρίας! δηλωτέον, καὶ τότε δώσομεν τὸ ἐπιτίμιον· οὐδὲν γὰρ ἀθεράπευτον τοῖς ἰαθῆναι βουλομένοις. ΝΓ΄. — Στεφάνῳ ἀναγνώστῃ, καὶ τοῖς σὺν αὐτῷ. Γράμματα ἐδεξάμην τῆς θεοζήλου ἀγάπης σου τῇ μὲν ἐπιγραφῇ ἐξ ἑνὸς, τῇ δὲ δυνάμει ἐκ διαφόρων προσώπων ἐπεσταλμένα. Εἴτε γοῦν ἐξ ἑνὸς, εἴτε ἐκ πλειόνων, ὀφειλέτης εἰμὶ ἐρωτηθεὶς, καθ' ὅσον οἷόν τε τῇ ἀμαθίᾳ μου, ἀξιόλογον τὴν ἀπόκρισιν ἀποδοῦναι. Ἐκεῖνο δέ μοι πρῶτον, ὅτι ὧν κατεπεδόμην παρὰ τῆς πολυυμνήτου γλώττης σου, ξένος ἐγὼ ἐπαίνων ἁμαρτωλὸς ὑπάρχων, καὶ ἀκατόρθωτον τὸν βίον κεκτημένος. Εἰ δέ τι γέγονε, Θεοῦ τὸ δῶρον, διὰ μὲν τῆς τοῦ γεννήσαντός με πνεύματι Πατρὸς κεχαρισμένον, δι' ὑμῶν δὲ τῶν τῆς εὐσεβείας ἐραστῶν ἱκετηρίας πρὸς τὸ ἑξῆς φυλαχθησόμενον ἀπήμαντον. Δεύτερον οὐκ οἶδ' ὅπως τὴν ἐξηγορίαν ποιήσομαι· μὴ εὐκρινῶς προαχθείσης τῆς πεύσεως. Ὅλως τὸ ζητούμενον εἰς Ταράσιον τὸν πατριαρχήσαντα περιίστασθαι ὑπολελόγισμαι. Ἐγὼ μὲν οὖν καὶ ἔκπαλαι περὶ τοῦ προταθέντος οὐκ ἀμελῶς ἔσχον, πολλὰ συστραφεὶς ἐν ἐμαυτῷ, καὶ ἀναθεωρήσας τῶν πραγμάτων τὰς ἐκβάσεις. Καὶ μέντοι καὶ τοὺς ὑπὲρ τοῦ καλοῦ ἐνισταμένους, καὶ πολλοῖς χρόνοις τληπαθήσαντας, ἐν ἐπαίνῳ καὶ ἀποδοχῆς λόγῳ ἔχω· οὐ μὴν παντάπασιν, ὡς δηλώσων ἔρχομαι, καὶ τὸ κτήσασθαι ὁμογνώμονας ἐφίεμαι. Πῶς γὰρ οὔ, τηλικούτους ἀνδρικοὺς ἐπ' εὐσεβείᾳ δεδειγμένους; Ἀλλὰ μετὰ τοῦ τῆς ἀληθείας λόγου, καὶ τῆς ἐνδεχομένης καὶ προσηκούσης δυνάμεως. Τοιγαροῦν ὧδε φαίημι· Τί τὸ τὴν διαφορὰν πρὸς Ταράσιον

Letter LIIIEpistola LIII

col. 1103–1104page 100 of 105
PG 99:1103ποῖον ἡμῖν· Πίστις; Καὶ ὅσον ἐκ τοῦ προφανοῦς, ὀρθόδοξος, ταῖς τε ἁγίαις συνόδοις ἠκολουθηκώς, καὶ ὁμοφρονήσας τοῖς ἄλλοις πατριάρχαις· ἀγωνισάμενος μάλιστα ὑπὲρ πίστεως τὸ πρότερον. Ἡ τῶν ἐξ αἱρέσεως ὑποστρεψάντων παραδοχή; Καὶ οὐχ ὑπ᾽ αὐτοῦ καινοτομηθεῖσα· πρὸ γὰρ τῶν ἁγίων Πατέρων τριχῶς παραδεχομένων· ἢ διὰ ἀναβαπτισμοῦ, ὡς ἡ τῶν Πεπουζηνῶν· διὰ χρίσεως μύρου, ὡς ἡ τῶν Ἀρειανῶν· ἢ δι᾽ ἀναθεματισμοῦ τῆς οἰκείας δόξης, ὡς ἡ τῶν Νεστοριανῶν. Ἡ ἐν χρήμασι χειροτονία, ἥτις ὑποπίπτει κατὰ τὸ ἀναγκαῖον καθαιρέσει; Ναί, πανάληθες· καὶ γοῦν τηνικαῦτα ποιμένες λύκοι βαρεῖς ὤφθησαν· ἐσκέφθη θυσιαστήρια· ἠτιμώθη θεῖα λείψανα· βιβλοι ἱεραὶ ἐνεπρήσθησαν. Τί πλέον; αὐτὴ ἡ εἰκὼν τοῦ Χριστοῦ πρὸς ἄλλαις σεπτοτάταις ἐνυβρίστο καὶ κατεπεπάτητο. Καὶ τίς ἂν ἐν ὀλίγῳ διεξέλθοι τὰ μακρᾶς ἱστορίας δεόμενα; Ἀλλὰ τί ὅτι ὁ μετέπειτα πρόεδρος ἐκ τῆς κοσμικῆς ὕλης θᾶττον εἰς τὸ τῆς ἱεραρχίας ἀξίωμα προβάς, οὐχ οἷός τε γέγονεν ὑπερμαχῆσαι ἱκανῶς τοῦ πνεύματος; Ἐντεῦθεν τε σκάνδαλα· ἐκεῖθεν καὶ τὰ ταράττοντα τὴν αἰτίαν εἴληφεν. Ὑμεῖς μὲν οὖν, ὅπως τὰ πρὸς αὐτὸν ἔχετε, ἴστε. Ἡμεῖς δέ, ἐπειδὴ ἐν τῷ μέρει τῶν ἐν χρήμασι χειροτονηθέντων ἠκούομεν παρ᾽ αὐτοῦ μὴ προσίεσθαι αὐτοὺς εἰς κοινωνίαν, κἂν οὐχ οὕτως ὑπενοεῖτο, συμφέρον ἡγησάμεθα διὰ τὸ τῆς εἰρήνης καλὸν τὴν πρὸς αὐτὸν ὁμόνοιαν· ἐπείπερ φησὶ καὶ ὁ Θεολόγος· Ἕως ἐξόν, ἀποκλιτέον πρὸς ταύτην. Καὶ οὗ τὸ λυποῦν ὑπόνοια, βέλτιον τῆς αὐθαδείας ἡ συγκατάθεσις. Καὶ οὔτε ἡμεῖς καθέλκομεν ὑμᾶς τῆς συνειδήσεως· μηδ᾽ αὐτοὶ ἀπαιτοίητε ἡμᾶς τῆς οὐ προφανοῦς ἡμῖν διαγνώσεως· ἐπειδὴ καὶ πρόσωπον καὶ χρόνος καὶ πεῖρα διαλλάττειν ποιεῖ τοὺς μὴ ἐπὶ τῶν αὐτῶν ὡσαύτως φθάσαντας. Ἀλλὰ τίς ὁ πρὸς τὸν θεῖον Γερμανὸν ἀναποδισμὸς καὶ τὸ ἐκεῖθεν ἐκ παντὸς ζητεῖν τὴν χειροτονίαν; Τί γὰρ καὶ οἱ ἐν μέσῳ τρεῖς αἱρετικοί; οὐκ ἔστι τις μὴ ὑπ᾽ αὐτῶν χειροτονηθείς, ἢ ἐκ τῶν πρὸς αὐτῶν χειροτονηθέντων, κατὰ κάθοδον μέχρι Ταρασίου ἀμειβομένης τῆς χειροτονίας; Πόσοι ἐξ ἀνατολῶν καὶ δυσμῶν καὶ βοριᾶ καὶ θαλάσσης ἥκασιν ἐν τῷ μεταξύ, καὶ τότε ἱερωμένοι ληφθέντες διὰ κοινωνίας τῇ καθ᾽ ἡμᾶς Ἐκκλησίᾳ συνήφθησαν; Καὶ ὅσοι ἄνευ χρημάτων τηνικάδε ἐχειροτονήθησαν, καὶ κεχειροτονήκασι, κἂν ᾑρέτιζον; Ταῦτα πάντα Θεοῦ μόνον γινώσκειν, καὶ οὐκ ἀνθρώπου διαβεβαιοῦσθαι. Καὶ διὰ τοῦτο πάντας καθῃρημένους ὑπολαμβάνειν. Ἀλλ᾽ ἐπεὶ ἄνθρωποι, ὡς ἄνθρωποι, παρακαλῶ, τὰ πράγματα κατίδωμεν· διότι ἄνθρωπος εἰς πρόσωπον, Θεὸς δὲ εἰς καρδίαν ὁρᾷ· καὶ ἡ διὰ στόματος ὁμολογία μόνον ἀπαιτείσθω, ἡνίκα ἂν μὴ προφανῶς διαψεύδηται· καθ᾽ ἣν καὶ Ταράσιος τὴν χειροτονίαν ἐδέξατο· ἐφ᾽ ᾗ καὶ οἱ τότε ζηλωταὶ καὶ ἀκριβεῖς, καὶ συνῆλθον Ταρασίῳ, καὶ ὡμογνωμόνουν· καὶ θᾶττον μετὰ τὴν σύνοδον διηνέχθησαν πρὸς τῇ παραδοχῇ κατ᾽ αὐτοὺς τῆς ἐν χρήμα-
col. 1105–1106page 101 of 105
PG 99:1105μασι χειροτονίας· καὶ δι᾿ ἄλλα τινὰ ζητήματα. Ἂν τοῦτό γε οὕτω δοκοίη εὖ ἔχειν καὶ ὑμῖν· καὶ πρὸς τὸ ἑξῆς βαδιούμεθα. Ταῦτα γὰρ καὶ ἀπὸ Ταρασίου μέχρι τοῦ δεῦρο λεχθήσεται. Τί δὲ τὸ συμπέρασμα; Τὸ ἀπὸ παντὸς ἱερέως ἀδιαβλήτου, κατὰ τὸν Θεολόγον καὶ Χρυσόστομον, μετέχειν. Ὁ μὲν γὰρ, φησίν· Ἔστω σοι πᾶς ἀξιόπιστος εἰς τὴν κάθαρσιν, μόνον ἔστω τις τῶν ἐγκρίτων, καὶ μὴ προδήλως κατεγνωσμένων, μηδὲ τῶν τῆς πίστεως ἀλλοτρίων. Ὁ δέ, Περιεργάζου, πολυπραγμόνει· οὐ γὰρ ἀκίνδυνος ἡ ἀνεξέταστος κοινωνία. Περὶ γὰρ μεγάλων ὁ κίνδυνος. Ἐκζητήσωμεν τοίνυν καὶ πολυπραγμονήσωμεν παρ᾿ οὗ ὀφείλομεν κοινωνῆσαι· εἰ τὴν πίστιν ὁμολογοίη ὀρθὴν, εἰ μὴ χρήμασι κεχειροτόνηται· εἰ μή τι ἄλλο τῶν κατὰ τὸν βίον αὐτοῦ ὑποπτευομένων καὶ ἠκουσμένων σφαλερῶν, ἀληθές. Εἰ δὲ ὅτι τὴν χειροτονίαν καταγομένην ἔχει ἀπὸ τοῦ δεῖνος, εἴτε ἐξ αἱρετικοῦ, εἴτε ἐκ χρηματοχειροτονήτου· αὐτὸς δὲ οὔτε αἱρετικός, οὔτε ἐν γνώσει ἐκ χρηματολήπτου, εἴτ᾿ οὖν Σιμωνιανοῦ, κεχειροτονημένος· ὁμολογοίη δ᾿ ὅμως τὴν πᾶσαν ἀλήθειαν, τήν τε πίστιν φυλάττειν καὶ τοὺς κανόνας ἀπαρατρώτους· τούς τε κατ᾿ ἀμφότερα παρατετραμμένους ἀποβαλλόμενος· οὐδεὶς ἡμῖν λόγος ἀποχῆς πρὸς αὐτόν. Ἀκατάγνωστος γὰρ ὁ τοιοῦτος κατὰ τοὺς προδεδηλωμένους ἁγίους, καὶ δι᾿ αὐτῶν κατὰ πάντας. Οὕτω τοίνυν καὶ κοινωνοῦμεν, καὶ ὑμῖν ταὐτὸ ποιεῖν συμβεβουλεύμεθα. Ἐπεὶ εἰ περισσότερον διηρεύνηται, ἀποκρούεται μέν, ὡς δέδεικται, τὰ τῶν Πατέρων παραγγέλματα· ἐκλιμπάνει δὲ τοσοῦτον τὸ τῆς ἱερωσύνης δῶρον, ἐφ᾿ ᾧ τὸ Χριστιανοὶ καλεῖσθαι ἔχομεν· ὡς εἰς ἐθνικὴν ἡμᾶς μεταπεσεῖν λατρείαν· ὅπερ ἄτοπον. Πρὸς τό γε καὶ ἀκριβευομένους, οὕτω μηδὲ ἐν Δύσει καὶ Ἀνατολῇ ἀφικομένους εὑρίσκειν τὸ ζητούμενον, ἀναδρομάδην καθαιρουμένων πάντων διὰ τῆς ἀλληλούχου συλλειτουργήσεως· ἐπειδὴ προφανῶς τῷ Ῥωμαίων προέδρῳ ἐπὶ Ταρασίου συνιεράτευσαν οἱ ἐκ τῶνδε ἀποκρισιάριοι ἀποσταλέντες· κἀκείνου τάχα τοῖς τῆς Ἑῴας· καὶ φροῦδα ἐντεῦθεν τὰ τῆς ἱερωσύνης· ὃ ἀπαγορεύσαντες πάντως, καταδεξόμεθα ἐν τῷ προειρημένῳ κατὰ τοὺς ἁγίους μέτρῳ στῆναι. Διότι πολλὰ συνέβη καὶ συμβαίνει τοιαῦτα παραπτώματα ἐν τῇ Ἐκκλησίᾳ· ἃ οὐδεὶς τῶν ἁγίων ἐξαρηται οὕτω διερευνήσας· ὅτι μηδὲ οἷόν τε, οὔτε μὴν ἐκδέδωκε φυλάττειν ἡμᾶς. Ἔχει μὲν ταῦθ᾿ οὕτως. Περὶ δὲ τοῦ προυργιαίτερον ἡμῖν εἶναι τῆς μοιχοκυρώτου συνόδου τὴν καθ᾿ ἡμᾶς ἔνστασιν, τεθαύμακα ἀκούσας· τοσοῦτον γὰρ προτιμοτέρα, ὅσον ἀποστολικῆς φωνῆς ἡ Κυριακή. Καὶ οὔπω λέγω ὅτι Ταράσιος οὐκ ἐκήρυξεν ἐν χρήμασι χειροτονεῖσθαι. Ἀλλὰ καὶ τοὺς τοιούτους ὁμολογῶν μὴ δέχεσθαι κατὰ τὸ προφανές· ὧδε δὲ δόγμα κατά τε τοῦ Εὐαγγελίου, τοῦ τε Προδρόμου, τῶν τε

Letter LVEpistola LV

col. 1107–1108page 102 of 105
PG 99:1107κανόνων, συνοδικῶς διὰ τῆς τοῦ μοιχοζεύκτου παραδοχῆς ἐκπερώνηται, βεβαιοῦν τὴν παρανομίαν οἰκονομίαν, τούς τε ἱεράρχας καὶ ἱερεῖς ὁπόταν βούλωνται ἐξουσιάζειν τῶν κανόνων· καὶ τοὺς μὴ ταὐτὸν φρονοῦντας ἀναθεματίζον καὶ ἐκσκορακίζον, καθάπερ ἔστε. Τοῦτο καὶ τῆς Εἰκονομάχου αἱρέσεως, εἰ καὶ δεύτερον, ἀλλ' οὐκ ἔλαττον τοῖς εὐσεβῶς ἀναθεωροῦσιν. ὧν ὁ Κύριος ταῖς εὐχαῖς ἐκποδὼν τὸ κακὸν ἄρας πρυτανεύσοι εἰρήνην ὡς τὸ ἀπαρχῆς τῇ αὐτοῦ Ἐκκλησίᾳ. Πλὴν ὅτι, καθὰ γέγραφας, θάτερον, ὑπὸ θατέρου βάλλεται, καὶ διάλληλος ἡ ἐπίγνωσις καὶ λύσις τῆς ἀνομοδέσμου πράξεως. Ἐῤῥωμένον, καὶ εὐχόμενον ὑπὲρ τῆς ταπεινώσεως ἡμῶν πανέστιον ὁ Κύριος σε διαφυλάξοι, φίλων πρώτιστε, καὶ ζηλωτῶν κράτιστε. ΝΔ'. — Ἄννῃ ἡγουμένῃ. [σοδ'.] Τί ὑπεστείλω τοῦ γράφειν καὶ γνωρίζειν ἡμῖν τι τῆς ὁσιότητός σου; Ἡμεῖς δὲ διὰ τοῦτο μᾶλλον οὐ διαλείψομεν. Τὸ μὲν διὰ τὸ ἅπαξ ἡμᾶς ἀνοῖξαι τὸ ταπεινὸν στόμα· τὸ δὲ διὰ τὸν κατὰ Θεόν σου ζῆλον καὶ πυρίπνουν εὐσέβειαν. Πυνθάνομαι γάρ σε ἄληπτον ἔχειν τὸ περὶ τοὺς ἀδελφοὺς ἡμῶν εὐποιητικὸν, ἔνθεν κἀκεῖθεν περιθέουσαν, καὶ ἕκαστον τὸν παρατυγχάνοντα δεξιουμένην φιλανθρώπως, καὶ τοῖς εὐκταίοις ῥήμασι παραπέμπουσαν ὡς Χριστοῦ διάκονον. ὢ τῆς καλλίστης σου ταύτης πραγματείας! ὢ τῆς γρηγορούσης σου περὶ τὰ θεῖα ἱερᾶς ψυχῆς! Οὐ γὰρ μονικὰ ταῦτα. Ἀποκυήματα δὲ ἑτέρων ἀρετῶν, ἤγουν προβλήματα τῆς πνευματικῆς σου πολυκαρπίας· ἐπεὶ οὐδὲ οἷόν τε μὴ εὐωδεῖν τὸν ἐπιφερόμενον ἀρώματα· μηδὲ λαμπαδουχεῖν τὸν φωτοφόρον. Διαφαίνονται τοίνυν ἐντεῦθεν πάντοτε καὶ πάντως, καὶ μάλιστα ἐν τοῖς ὑπὲρ Χριστοῦ διωγμοῖς, τίνες οἱ τῆς ὁσιότητος ἐρασταὶ καὶ θεόλβιοι, καὶ τίνες οἱ φαυλότητος καὶ ἀμοιράγαθοι· κἂν τῷ ἔξω σχήματι τὰ ἔνδον καλῶς ἔχειν ὑποπλαττόμενοι... ΝΕ'. — Εἰρήνῃ πατρικίῳ. [σπβ'.] Φιλτροποιόν τι πρᾶγμα ἡ γραμματικὴ προσφώνησις, σχέσιν ἐμποιοῦσα ταῖς ψυχαῖς τῶν ἐρώντων. Καὶ τοσοῦτον, ὅσπερ ἂν καὶ πυκνάζῃ ἡ ὁμιλία· οἱονεὶ ἀνασκαλεύουσα τοὺς ἐκεῖ ἀποκειμένους ἐρωτικοὺς σπινθῆρας, καὶ πολλὴν τὴν ἀγαπητικὴν διάθεσιν ἀνακαίουσα. Τοσοῦτόν τι καὶ ἐν ἡμῖν τοῖς ταπεινοῖς ἀπειργάσατο ἡ ἐπιστολὴ τῆς ἐμμελείας σου, πολυπλασιάσασα τὴν πνευματικὴν φιλίαν αὐτῆς, καὶ τὰ τῆς μνήμης ἐμπορεύματα ἀκμαιότερα ἐνιζάνουσα. Χρῶ τοιγαροῦν, θεοσεβεστάτη Κυρία, τῷ ἀγαπητικῷ τῷδε φαρμάκῳ· καὶ γνώριζε ἡμῖν τὰ τῆς εὐεξίας καὶ εὐπραξίας σου. Ἴσμεν γάρ σε κατ' ἀρετὴν σου ἀειθαλὲς καὶ ποριστικὸν εἰς εὐσέβειαν ἐξ ὧν τε ἀκηκόαμεν, καὶ εἰσέτι ἀκούομεν· καὶ ἀφ' ὧν ἡμεῖς αὐτοὶ εὖ πεπόνθαμεν καὶ πάσχομεν
col. 1109–1110page 103 of 105
PG 99:1109εἴτε δανειζομένη τὴν φωνήν· εἴτε καὶ ἐξ οἰκείας γλώττης φθεγγομένη· ὡς ἡμεῖς γε ἡδείᾳ ταύτην μᾶλλον ἐπαίομεν διαθέσει, οὐ ψιλῷ ἤχῳ προσέχοντες· καὶ ἅμα ἐκεῖνο γινώσκοντες, ὡς οὐδεὶς οὕτως εἰκονίσεις ψυχήν, ὡς ὁ παρ' αὐτῆς προϊὼν λόγος, καὶ ὁποῖος ποτ᾽ ἂν εἴη. Περὶ τῆς κυρίας τῆς θυγατρός σου ὅτι γέγονεν οὕτω μαθόντες, ἠνιάθημεν· εὐχὴν δὲ ποίαν, ἢ ἀπομύρισμα οἷον δῶμεν ἁμαρτωλοὶ τυγχάνοντες; Πλὴν ἐκεῖνο πέπεισο· ὅτι οὐδὲν ἰσχύουσιν αἱ τοιαῦται περιεργίαι, εἰ μήγε ἡμεῖς δῶμεν χώραν ἀπροσεξίᾳ τινί. Ὡς γὰρ οὐχ οἷόν τε τόπον τινὰ ἡλίῳ περιλαμπόμενον, τὸ ἀντίθετον σκότος εἰσδέξασθαι· οὕτως οὐδὲ ἄνθρωπον θείῳ φωτί, ἤγουν συνέσει καὶ ἀρετῇ ἐπερειδόμενον, παθεῖν τι τῶν σκαιῶν καὶ δαιμονικῶν μαγγανευμάτων. Ἰαθείη τοίνυν ἡ παῖς ἐν ὀνόματι Κυρίου τοῦ θεραπεύοντος πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν· καὶ ἔστω χεὶρ Θεοῦ περιϊπταμένη καὶ ἐπισκιάζουσα τὴν αὐτῆς κεφαλήν, καὶ ἀποσοβοῦσα πᾶσαν ἐνέργειαν βλαπτικήν· ὡς ἂν εὐεκτοῦσα σὺν μητρὶ θεοφόβῳ ἀποδοίη τὰς εὐχὰς αὐτῆς χαριστηρίως τῷ Κυρίῳ. Τὰς ἐκ πολλῆς συνοχῆς καὶ θλίψεως καρδίας γραφείσας ἡμῖν ἐπιστολὰς παρὰ τῆς πατρικῆς ὑμῶν ἁγιωσύνης δεξάμενοι· ὅσον κατεστενάξαμεν τί δεῖ καὶ λέγειν, ἀδελφικοῖς σπλάγχνοις κινούμενοι, εἰ καὶ ἀνάξιοι τυγχάνομεν, καὶ ἐκ ταυτοπαθείας τὴν περιπόνησιν ὑμῶν στοχαζόμενοί τε καὶ συνυφιστάμενοι; οὐδὲ γὰρ ἄλλοις ἔστι γνωρίζεσθαι τὸ ὀδυνηρόν, ἢ τοῖς ὁμοιοπαθῶς τοῖς αὐτοῖς ἐνεχομένοις λυπηροῖς. Ἀλλὰ αἱ ἁμαρτίαι ἡμῶν τοσοῦτον ἐπλήθυναν ἐν τῇ παρούσῃ γενεᾷ τῆς ἀνομίας, ψυγείσης τῆς ἀγάπης κατὰ τὸν τοῦ Κυρίου λόγον· ὥστε τοὺς ὀφείλοντας διαλύειν τὰ σκῶλα καὶ προσκόμματα, τούτους τὰ ἴσα ἢ τάχα καὶ δεινότερα τοῖς ἐν ταῖς ἔξωθεν ἀρχαῖς ἔστιν ὁρᾷν πράττοντας. Δεσμωτήρια φατέ, ἀπαγωγάς, ὀνειδισμούς, διωγμούς, καὶ περιστάσεις ὑφεστάναι, καὶ ἔτι ὑφίστασθαι, παρὰ τῶν κρατούντων τὰς Ἐκκλησίας τοῦ Θεοῦ· καὶ οὐχ ὅτι ὑπὲρ ἐντολῆς ἐνιστάμενοι, ἀλλὰ καὶ εἰ ἑαλωκότες ἦτε ἐν παραπτώμασιν ἀνθρωπίνοις, οὐδαμῶς τὰ τοιαῦτα πάσχειν ἐξὸν ἦν ὑμῖν παρὰ ποιμένων Θεοῦ· μὴ ὅτιγε ὑπὲρ ἀληθείας διαθλοῦσιν· εἰς τὸ ἐπαινεῖσθαι καὶ μακαρίζεσθαι κεχρεώστηται· καὶ ταῦτα τῷ μοναδικῷ κατακεκοσμημένοις ἐπαγγέλματι. Ἐκ τῶν ἔργων αὐτῶν ἐπιγνώσεσθε αὐτούς, ἔφη ὁ Κύριος. Οὐ δήπου τοιοῦτον παρὰ τοῖς ἁγίοις ἐγνωρίσθη· τοὐναντίον δὲ αὐτοὶ μᾶλλον πεπονθότες ἐδείκνυντο διδασκόμενοι παρὰ τῆς ἀποστολικῆς φωνῆς, ἣ φησι περὶ τοῦ Κυρίου· Ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεῖχε δὲ εὐμενῶς τῷ παίοντι καὶ τὴν θείαν σιαγόνα. Ἐντεῦθεν οἱ ποιμένες Χριστοῦ γνώριμοι· κἀκεῖθεν οἱ ἀλλοτριο-

Letter LVIIEpistola LVII

col. 1111–1112page 104 of 105
PG 99:1111ὑπὲρ ἐμέ; Εγώ χρείαν ἔχουν ὑπὸ τοῦ φωτίζεται, καλῶς ᾠκονόμησεν ὁ Θεὸς τὰ καθ' ἡμᾶς. Εἰ γὰρ ἐκ φιλοθείας τινές καταλιπόντες τὰς ὑπαρχούσας αὐτοῖς ἡγεμονίας, μακράν που αποδραμόντες τῷ ἡσυχαστι
col. 1113–1114page 105 of 105
PG 99:1113κῷ βίῳ ἐμακαρίσθησαν. Πῶς ἡμεῖς οἱ ταπεινοὶ διὰ νόμον Θεοῦ πεφρουρισμένοι ἐν ἐξορίᾳ, οὐκ ἀγαλλιασώμεθα ἐν Κυρίῳ, χάριν αὐτῷ λογιζόμενοι καὶ δωρεὰν μεγίστην, ὅτι ἠξιώμεθα ἐν μέτρῳ τοιούτῳ καταντῆσαι, ᾧ πολλοὶ ἐφιέμενοι οὐκ ἐπέτυχον; Κάθου δη, Πάτερ μου ἅγιε, ἐν ᾧ τόπῳ ὁ Θεὸς, ἀλλ᾽ οὐκ ἄνθρωπος, εἴσω ἐφρούρησέ σε ἕως καιροῦ· ἐπεὶ μηδὲ ἴσμεν τί τέξηται ἡ ἐπιοῦσα· εἴτε οὕτως, εἴτε ἄλλως τῆς προνοίας κελευούσης· καὶ δόξαζε τὸν δοξάσαντά σε Κύριον, διὰ τῆς μαρτυρικῆς σου ἐνστάσεως· ἐσθίων τὸν ἄρτον σου μετ᾽ εὐχαριστίας καὶ χαρᾶς, ὃν ἔδοξαν οἱ ἄνθρωποι πικρόν σοι προσφέρειν. Οὔπω σοι δύναμις ἐν τῷ γήρει· κόπων ἀσκητικῶν προηγωνισμένων σοι ἐν τῇ νεότητι, χάριτι Χριστοῦ κατὰ πάντα. Διὰ τοῦτο παρακαλῶ καὶ ἀντιβολῶ, καὶ βρώμασι καὶ πόμασι τοῦ κατατρυχωμένου σώματος ἀντιλαμβάνεσθαι. Μὴ παραιτοῦ, ἀρκεῖ σοι ἡ μόνωσις, ἡ κάθειρξις, ἡ ἐρημία, ἡ ὑποστέρησις, ἡ ἀδυναμία τοῦ γήρους μετὰ καὶ ἀσθενείας· ἡ περὶ ἡμᾶς τε τοὺς ἁμαρτωλοὺς καὶ τοὺς ἄλλους φροντίς. Ἐν τούτοις ὑπομένων αὐταρκοῦ, καθαρότητα θηρεύων τῶν λογισμῶν διὰ τῆς μετεωροπορήσεως τῆς τιμίας σου ψυχῆς. Ἡνίκα τὰ ἄρτι τὸ ἐρημικόν πρόσω ἐστιν, εὐχερῶς ὁ νοῦς, ὥσπερ ὑπὸ σωλήνος σφιγγόμενον ὕδωρ, δύναιτ᾽ ἂν ἀνατρέχειν ἐκ τῶν χαμαιζήλων πρὸς τὰ ἐπουράνια. Τοῦτό ἐστι τὸ ζητούμενον, τὸ μετὰ Θεοῦ τῇ ἀπροσπαθείᾳ εἰς ἀεὶ ἔσεσθαι. Πλὴν οἱ πόλεμοι στεφάνων αἴτιοι παρὰ τῶν Πατέρων ἡμῶν ὁρίζονται· ὥστε εἰ καὶ πολεμούμενοι ἐνιστάμεθα, νίκης ἀποφερόμεθα κλέος κατὰ τοῦ ἡττημένου διαβόλου. Ἐγὼ δὲ αἰσχύνομαι ᾐσχημένος ὢν τοῖς πάθεσι, τοιαῦτα πρὸς σὲ τὸν Πατέρα μου φθεγγόμενος· ἀλλ᾽ ἠνάγκασμαι δι᾽ ὑπακοήν σου. Καλὸν τὸ λυθῆναι τῆς πολυδέσμου προσπαθείας, καὶ δεθῆναι τῷ ἀκορέστῳ ἔρωτι Κυρίου. Συμφέρον, Πάτερ μου, τὸ ἀποσχέσθαι τῆς τῶν παθῶν δυσωδίας, καὶ ὀσφραίνεσθαι τῆς τοῦ πνεύματος εὐωδίας. Μακάριον τὸ κατανυχθῆναι ἐνταῦθα, καὶ κλαῦσαι ὑπὲρ ἀγαλλίασις τῷ τοιούτῳ ἐν πᾶσι προηγουμένη Θεοῦ· ὃς καθάπερ πῦρ ὅτε ἐν τῇ ψυχῇ γένηται, ἐγκαταφεύγειν πέφυκε τὰς εἰσβολὰς τῆς ἁμαρτίας. Πῶς δὲ οὐ φοβητέον, ὃν φρίττουσιν ἄγγελοι· οὗ τῷ βλέμματι δονεῖται ἡ κτίσις· ᾧ παραστησόμεθα πάντες γυμνοὶ καὶ τετραχηλισμένοι· μικρὸν ὕστερον ἀποληψόμεθα τῶν βεβιωμένων τὰς ἀμείψεις;
Page scan enlarged

Notebook

Full View