PG 99Theodori Studit
Editorial Notice on the Typikon; Chronological Catechesesapparatus
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected (sonnet, page-by-page) · Migne scan — scholarios OCR + scan in the Page/Facsimile views — PG column chips mark the printed columns.

Notice on the TypiconMonitum de Typico

col. 1691–1692page 1 of 6
PG 99:1691DE TYPICO THEODORI STUDITÆ MONITUM. (Ang. MAI, Biblioth. nov. t. IV, p. 102.) De græcis Typicis, eorumque multitudine ac varietate, docte more suo Allatius in peculiari opusculo de libris ecclesiasticis Græcorum. Et quidem nominatim Typicon Studiticum memorat Nico apud Cotelerium, Monum. Eccl. Gr., t. III, p. 440. Ego notitiam codicis Vaticani 1609 lectoribus non invidebo, cui Græce Latineque inscribitur titulus : Typicon Theodori Studita. Ipsum vero Typicon sic incipit : Σύν Θεῷ Τυπικὸν περιέχον τὴν ἅπασαν ἀκολουθίαν τῆς ἐκκλησιαστικῆς καταστάσεως Θεοδώρου τοῦ Στουδίτου καὶ τῶν λοιπῶν. Hoc ego ms. Studitæ Typicon cum Hierosolymitano sancti Sabæ conferens, longe brevius esse comperiebam. Oblatus autem fuit hic codex anno 1585 pontifici maximo Sixto V, cum supremus tunc esset bibliothecæ Vaticanæ protector Antonius cardinalis, a quodam Francisco Græcorum catholicorum in urbs Messana protopapa, ut testatur epigraphe, quæ ita se habet : Ὁ κύριος Φραγκίσκος Ἀκκ... τοῦ Ἐμμανουήλος χωρεπισκόπου Ῥοδίου υἱός, πρωτονοτάριος καὶ πρωτοπαπᾶς καθολικὸς Μεσήνης τῆς Σικελίας, ἐκ πολλῆς εἰς τὴν ἀποστολικὴν καθέδραν προθυμίας, τοῦτο τὸ βιβλίον πολλῷ πόνῳ καὶ δαπάνῃ συνάξας ἐκ τῶν ἀνατολικῶν, προσέφερε τῷ μακαριωτάτῳ πάπᾳ Σέξτῳ πέμπτῳ, ἐν τῇ Βατικανῇ βιβλιοθήκῃ φυλαχθησόμενον, ἐπὶ μεγάλου φύλακος τῆς βιβλιοθήκης τοῦ ἐκλαμπροτάτου καὶ αἰδεσιμωτάτου κυρίου Ἀντωνίου Καρδηνάλι Καράφα · ἔτει αωπε΄.
col. 1693–1694page 2 of 6
PG 99:1693α. Ἀδελφοί καὶ Πατέρες, νῦν ἐπιχειρῶ πᾶσιν ὑμῖν τοῖς ἐθέλουσι βιῶναι ὀρθῶς καὶ θεοφιλῶς, ἀρι-δηλότατα ὑποδεῖξαι, ὡς ἐφικτόν, τὸ πῶς δεῖ τηρεῖν τὴν κυκλοτερικὴν τοῦ χρόνου περίοδον· ὅσον δὲ πρὸς εὐσέβειαν τῶν πιστῶν, καὶ ὅσον πρὸς ἀνατροπὴν τῶν αἱρετικῶν. Καλὸν τὸ ἅλας, καλὸν τὸ φῶς· εἰ δέ τις ἐκτὸς τούτων τυφλὸς ὤν, καὶ οὐκ οἶδε ποῦ ὑπάγει, καθὼς ὁ ἡμέτερος Κύριος εἶπεν. Ὀρθοδοξίας μὲν οἶκον οἰκοδομῆσαι ἐπιχειρῶν, θεμέλιον ἀσείστον ἐμπῆξαι δεῖ, ἐκ τῶν θείων ἀποστόλων, καὶ τῶν θεοφόρων Πατέρων τοῖς παραδοθεῖσι κανόσι· καὶ πρὸ γε πάντων εἴδωμεν ἄν, τί τὸ ἱερὸν λόγιον ἔφησεν. Λέγει μὲν πάλαι ὁ Κύριος πρὸς τὸν ἱεροφάντην Μωσέα· « Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ φυλάξατέ μοι νηστείαν ἁγίαν, ἀπὸ μικροῦ ἕως μεγάλου ὑμῶν· τὴν ἑορτὴν τῶν ἀζύμων τῷ πρώτῳ μηνί, ἡμέρας ἑπτὰ ταπεινώσατε τὰς ψυχὰς ὑμῶν, καὶ ἄρτον κακώσεως ἔδεσθε· εἶτα ἀριθμήσονται ὑμῖν ἑβδομάδες ἑπτά, ὁλόκληραι ἡμέραι πεντήκοντα, καὶ καλέσατε αὐτὴν κλητὴν ἁγίαν ἡμέραν νηστείαν δεκτήν. Καὶ τῇ δεκάτῃ τοῦ μεσοῦντος τοῦ ἐνιαυτοῦ, ἑορτὴ ἁγία σκηνοπηγία ἔσται ὑμῖν καὶ ταπεινώσετε τὰς ψυχὰς ἐνώπιον τοῦ Θεοῦ ὑμῶν· καὶ πᾶσα ψυχὴ ἥτις οὐ ταπεινωθήσεται, ἐξολοθρευθήσεται ἐξ ὑμῶν αὐτῶν. » Ἐντεῦθεν, ὡς ἔοικεν, καὶ παρ' ἡμῖν τρεῖς νηστείαι φυλάττονται, ἃς προετύπουν ἑορταὶ ἐκεῖναι. Τί δ' ἂν βούλεται ἐν ἡμῖν, ἀδελφοί, τὸ Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ φυλάξατέ μοι νηστείαν ἁγίαν ἀπὸ μικροῦ ἕως μεγάλου ὑμῶν; τύπος δ' ἄν, ὡς οἶμαι, ἐναργής εἴη τοῦτο τῆς μιᾶς καὶ μόνης θεότητος, καὶ ἐν τρισὶ χαρακτῆρσιν ὁρωμένης τε καὶ λατρευομένης παρ' ἡμῶν τῶν τῆς ἀληθείας προσκυνητῶν. Διὸ τρεῖς παρ' ἡμῖν νηστείαι νενομοθέτηνται εἰς τύπον τῆς ζωαρχικωτάτης Τριάδος ἐκ τῶν θείων μαθητῶν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ· καὶ αὖ ἡμέραι

Chronicle CatechesisCathechesis Chronica

col. 1695–1696page 3 of 6
PG 99:1695δύο ἁγναὶ ἔστωσαν ὑμῖν ἐν ἑπτὰ ἡμέραις, τετράδι φημὶ καὶ τῇ ἕκτη. Τί δὲ καὶ τοῦτό ἐστι δηλοῦν, τό, Ἐν ἑπτὰ ἡμέραις δύο τηρηθώσιν ἁγνεί; ὡς οἶμαι τουτί, τῷ περιοδικῷ χρόνῳ τῆς ἑπτακύκλου τροχοῦ, δύο τηρηθώσιν ἁγναὶ, θεότης καὶ ἀνθρωπότης τοῦ ἑνὸς καὶ ὑπερηνωμένου Υἱοῦ Θεοῦ τε, καὶ Μητρὸς ἁγίας. Ἄλλως δ᾽ αὖ δοκεῖ, ὅτι καὶ τῷ ἑβδομαδικῷ κύκλῳ ὁ τριαδικὸς χαρακτηρίζεται τύπος διὰ τριῶν ἡμερῶν, ὡς τῷ ἐνιαυτῷ παρὰ τῶν πιστῶν ἀριδήλως τιμᾶται ὁ ἀκραιφνὴς τῆς Τριάδος τύπος. β΄. Ὅρος τεσσαρακοστῆς πρῶτος. Ἔστι μὲν οὖν αὐτή τε ἡ πρώτη ἑορτὴ τῆς Χριστοῦ γεννήσεως, ἡ εἰς τύπον ἂν εἴληπται τοῦ Πατρός, ὡς οἶδεν ὁ εὐδοκήσας αὐτὸς τὴν τοῦ Υἱοῦ σύλληψίν τε καὶ γέννησιν. Διότι καὶ τεσσαράκοντα ἡμέρας νενομοθέτανται, ὡς Μωυσέως ἡ νηστεία καὶ Ἠλίου. γ΄. Δεύτερος ὅρος. Ἡ δὲ μετ᾽ αὐτὴν β΄, ἡ καὶ μεγάλη τεσσαρακοστὴ λέγεται, εἰς τύπον εἴη τε τοῦ Μονογενοῦς· ἣν καὶ αὐτὸς ἀριδήλως ὑπέδειξεν, τρεῖς ἐνιαυτοὺς τοῦτο ποιῶν, μετὰ τὴν τοῦ βαπτίσματος ἄνοδον. Καὶ πόθεν δῆλον τοῦτό ἐστι, συνέῃ μοι ὁ ἀκροατής, καὶ ἰδέτω καλῶς· τριακονταετὴς δηλονότι ὁ Κύριος βάπτισμα ὑπεδέξατο, καὶ ἐν ἄλλοις τρισὶ τῷ θανάτῳ ὑπέστη· διὸ ὡς ἔγνωμεν ἐν τοῖς ἄκρως ἐπισταμένοις, τρὶς τοῦ ἐνιαυτοῦ τὴν παροῦσαν νηστείαν ὑπέδειξεν. δ΄. Τρίτος ὅρος. Ἡ δὲ μετ᾽ αὐτὴν τρίτη, ἡ καὶ παρά τισι τῶν ἀποστόλων κηρυττομένη, τύπος ἂν εἴη καὶ αὐτὴ τοῦ ζωοποιοῦ Πνεύματος, τὸ καὶ τοὺς ἀποστόλους διδάξαν πάντα ἃ παρὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ μεμυσταγώγηται. Ὄνομα δὲ τῶν τριῶν ἕν, ἡ θεότης, ἀλλ᾽ ἐν τρισὶν ὑποστάσεσι γνωριζομένη τε καὶ προσκυνουμένη. ε΄. Ἀλλ᾽ ἰτέον· ὁ λόγος καὶ τῷ κειμένῳ πελάσει, καὶ ἕκαστα τῷ ἰδίῳ καιρῷ παραθήσομεν, ἔν τε ἡμέραις καὶ ἑβδομάσι, καὶ διὰ ποίαν αἰτίαν νενομοθέτηνται· τετράς τε καὶ παρασκευὴ παντελῶς ἁγναὶ εἰς νηστείαν ἀεὶ τηρηθῶσι, τυροῦ, ἰχθύων, ἐλαίου, καθὼς οἱ θεῖοι ἀπόστολοι, καὶ οἱ μετ᾽ αὐτοὺς θεόμαροι Πατέρες ἐνομοθέτησαν. Τὴν γὰρ γέννησιν τῆς παναχράντου Θεοτόκου, καὶ τὴν αὐτῆς εἰς ναὸν εἴσοδον, καὶ τὴν ἑτέραν ἣ καὶ ὑπαπαντὴ λεγομένη, καὶ αὖ τὴν τοῦ εὐαγγελισμοῦ, καὶ τὴν θείαν μετάστασιν, διαλύομεν εἰς ἔλαιον καὶ ἰχθύας, εἰ τύχωσι ταῖς γεγραμμέναις ἡμέραις, τῇ τε τετράδι καὶ παρασκευῇ. Ὡσαύτως καὶ τὸ τοῦ Προδρόμου γενέσιον, καὶ τῶν κορυφαίων Πέτρου καὶ Παύλου· τῶν δὲ ἁγίων μαρτύρων καὶ ὁσίων ἱεραρχῶν οὐ διαλύομεν εἰς ἰχθύας, εἰ τύχωσι δ᾽ ἢ ς᾽. Ϛ΄. Οἱ μὲν οὖν μονάζοντες εἰς δόξαν καὶ ἔπαινον τοῦ σταυρικοῦ ξύλου, δέκα καὶ τέσσαρας ἡμέρας διαφυλάττουσιν, ἄλλοι ιβ΄, ἄλλοι δ΄· ὁ δὲ σύμπας λαὸς τοῦ Χριστοῦ, ἁγνοὶ πάντες διατηρῶσιν αὐτὴν τὴν ἡμέραν τῆς ὑψώσεως, ἤτοι τὴν ιδ΄ τοῦ Σεπτεμβρίου μηνός. Τὴν δὲ αὖ νηστείαν τῆς τοῦ Χριστοῦ γεννήσεως, τὰς τρεῖς ἡμέρας διαφυλαττέσθω τῆς ἑβδομάδος, ἤτοι β΄, δ΄, καὶ ς΄, ἰχθύας καὶ ἔλαιον, καὶ νη-
col. 1697–1698page 4 of 6
PG 99:1697στείαν ἐνθέως ποιείτω· ὡσαύτως καὶ τῶν ἁγίων ἀποστόλων ποιείτω, καὶ τὴν τῆς Θεομήτορος ἁγίαν νηστείαν. Ἐν μὲν οὖν τῷ παραμονῇ τῆς τοῦ Χριστοῦ γεννήσεως, νήστεις κατελοῦμεν, καὶ τὴν ἡμέραν ἁγνεύοντες εἰς ἰχθύας καὶ ἔλαιον, πάρεξ Σαββάτου ἢ Κυριακῆς· τότε ταῦτα ἐσθίομεν. Ὡσαύτως ποιοῦμεν καὶ τὰς ἄλλας παραμονὰς τῶν τοῦ Χριστοῦ πανηγύρεων· τῇ δὲ ἐπαύριον διαλύομεν ἐν οἱᾳδηποτοῦν ἡμέρᾳ τύχῃ· καθώς ἄνωθεν εἰρήκαμεν, εἰς δόξαν τοῦ εὐδοκήσαντος Πατρὸς, καὶ τοῦ γεννηθέντος Υἱοῦ· καὶ γὰρ ὡς αὐτὴν τὴν ἡμέραν καὶ ἑτέρας ἓξ διαλύομεν, ἵνα μὴ σκυθρωποί φανῶμεν, ὡς οἱ ἀγνώμονες Ἰουδαῖοι, ἐν τῇ γεννήσει τοῦ ἡμᾶς ἀναπλάσαντος. ζ. Τὴν δὲ αὖ παραμονὴν τῶν φώτων, καὶ αὐτὴν ὁμοίως νήστεις διαπεραιοῦμεν ἔκ τε ἐλαίου καὶ ἰχθύων καὶ ἑτέρων εἰδῶν τὴν πᾶσαν ἡμέραν· ταύτην δέ γε τὴν ἡμέραν τῶν Θεοφανείων, οἱανοῦν ἡμέρᾳ τύχῃ, διαλύομεν εἰς πᾶν, εἰς χάριν καὶ δόξαν τοῦ βαπτισθέντος, καὶ ἀρχὴν ἁγίαν τῆς τοιαύτης χάριτος, καὶ τὸν βυθισμὸν θεατρίζοντες. Ἔστι δὲ ἡ τοιαύτη χαρμονὴ ἡμῖν τοῦ βροτοκτόνου τοιούτῳ τρόπῳ, ὡς οἷά τις εἰληφὼς χάριν τινὰ πλούτου ὑπό τινος βασιλέως, καὶ ἔχων ἐν ἑαυτῷ καὶ χαίρων ἐν τοῖς καλοῖς οἷς εἴληφε· μετὰ δέ τινα χρόνον, ἕτερος τις ἐχθρὸς ἀντάρτης καὶ ἀλαζὼν πηδήσας ποθεν, καὶ τοῦ ἔχοντος πλούτου τοῦδε ἀποστερήσει, προσέτι καὶ τιμωρήσει βιαίως· εἶτε οὖν τοῦτο κατάδηλον τῷ βασιλεῖ γεγονός· ὁ δὲ ἥκει, καὶ τὸν ἀποστάτην ἐκεῖνον τιμωρήσας ἀνηλεῶς, καὶ τὸν ἀφελόμενον πλοῦτον τῷ ἔχοντι ἀποδώσει· καίτοι καὶ πλεῖον τοῦ προτέρου ἐπιχαρήσει σημεῖον βασιλικόν, ὁ καὶ φοβερὸν γίνεται τοῖς ὑπεναντίοις· τοιούτῳ τοιγαροῦν παραδείγματι καὶ ὁ ἡμέτερος Κύριος ποιήσας τῷ ἀποστάτῃ ἐχθρῷ, δέδωκεν ἡμῖν πλείω τοῦ προτέρου ἐκείνου τὴν χάριν τῆς παλιγγενεσίας. Εἰς γοῦν τὴν ἀναγέννησιν δι᾽ ὕδατός τε καὶ Πνεύματος, διττὴ ἡμῖν γίνεται ἡ παροῦσα κάθαρσις· διὰ μὲν τοῦ ὕδατος τὸ σῶμα σμήχεται, καὶ διὰ τοῦ Πνεύματος τὸ πνεῦμα ἀνακαινίζεται. Πῶς γὰρ οὐ δυνατὸν εὐφρανθῆναι τε καὶ χορεῦσαι τὴν ἡμῶν σωτηρίαν; καὶ γὰρ, ὡς ἔγωγε οἶμαι, ὁ μὴ εὐφραινόμενος τὴν παροῦσαν ἡμέραν τοῦ ἁγίου βαπτίσματος, οὐ σωτήριος αὐτῷ φαίνεται ἡ παροῦσα χάρις, ἀλλὰ σκυθρωπῶς ὑπογαίνεται, καὶ ἀθέως διάκειται καὶ πονηρῶς ἐπὶ τῇ σωτηρίῳ δόσει. η. Ὡσαύτως τὴν τῆς προφωνῆς ἑβδομάδα, ἐν ᾗ ἀναγινώσκεται τὸ ἱερὸν Εὐαγγέλιον τοῦ τελώνου καὶ τοῦ Φαρισαίου, διαλύομεν καὶ αὐτὴν εἰς πᾶν εἶδος, καθώς ἄρα παρελάβομεν ὑπὸ τῶν πρὸ ἡμῶν ἁγίων Πατέρων· οὐχὶ διά τινα ὀρθοδοξίαν ἡ νῦν ἑβδομὰς
col. 1699–1700page 5 of 6
PG 99:1699λυθῇ τοῦ παραβεβήλου Πέτρου ἐπισκόπου Ἀρμενίων, ὧν καὶ Διακόπετρον οἶδεν ὁ λόγος καλεῖν. Ἐκεῖνος τοίνυν ὁ τρισκατάρατος νομοθέτησε δόγμα τοῖς αὐτῷ συνεπομένοις, ἵνα τὴν τῶν ἑβδομάδα ἁγνὴν πᾶσαν διατηρῶσιν, διά τινος λύκου σκαιοῦ καὶ μυσαρωτάτου. Ἡμεῖς δὲ ὁ τοῦ Κυρίου λαὸς διαλύομεν πᾶσαν, πρὸς ἀνατροπὴν ἐκείνων καὶ τοῦ ἀθέου καὶ ἀνοήτου δόγματος. Συμμαρτυρεῖ που τούτων τὴν ἀπανθρωπότητα καὶ ὁ ἐν θεολογίᾳ μέγας Γρηγόριος λέγων· Οὐχ ἁπλοῦν γένος εὑρίσκω τῶν Ἀρμενίων, ἀλλὰ μᾶλλον κρυπτόν τε καὶ ὕφαλον· διαχωρίζων τούτων τὴν τῆς πίστεως ὑφαλότητα. Ὡσαύτως καὶ τὴν τῆς τυροαποθέσεως ἑβδομάδα διαλύομεν καὶ αὐτὴν μετὰ τὴν ἐννάτην εἰς τυρὸν καὶ ᾠά, ἵν᾿ ἀνα-τρέψωμεν τὴν δυσσεβῆ θρησκείαν τῶν Ἰακωβιτῶν καὶ Τετραδιτῶν· αὕτη τοίνυν ἡ τυροφάγος ἑβδομάς, ὡς ἔγωγε οἶμαι, ἐκωλύθη τοῦ μὴ ἐσθίειν τὴν κρέα ὑπὸ τῶν ἁγίων Πατέρων, δι᾿ ἀνάμνησιν τῆς μοναχικῆς τάξεως, ἢ διὰ τύπου τῆς νέας καὶ καθαρᾶς πολιτείας. θʹ. Τὴν δὲ ἁγίαν καὶ μεγάλην τεσσαρακοστὴν ἅπαξ ἐσθίομεν τῆς ἡμέρας ἐν τῇ θʹ ξηροφαγίαν, ἢ καὶ ὄσπρια ἄνευ ἐλαίου· οὔτε οἶνον, πάρεξ Σαββάτου καὶ Κυριακῆς· ἐσθίομέν τε καὶ ὀστρακοδέρματα πάντα ἀνέστεά τε καὶ ταρύχια ἀνενδοιάστως· ἰχθύας δὲ οὐδαμῶς ἐσθίομεν τὴν ἁγίαν αὐτὴν νηστείαν, πλὴν τῇ ἡμέρᾳ τοῦ Σαββάτου, καὶ τῇ Κυριακῇ τῶν βαΐων, εἰς δόξαν τοῦ κατελθόντος ἐκ τῆς νηστείας, καὶ συνεσθιασθέντος ἐπὶ τῇ τοῦ Λαζάρου ἐγέρσει· ἢ καὶ ἀριδήλως ὡς μία οὖσα καὶ αὐτὴ τῶν τοῦ Χριστοῦ θείων ἑορτῶν. Τὴν δὲ ἁγίαν μεγάλην ἑβδομάδα νηστεῖς πάντως διατηροῦμεν, εἰ δυνατόν, οὔτε ἔλαιον, οὔτε οἶνον, πάρεξ τῇ ἀγρυπνίᾳ τῶν ἁγίων παθῶν, πίειν τι πρὸς τὴν χρείαν διὰ τὸν κόπον· ὁμοίως νηστεῖς ἕως ὀψὲ τῷ μεγάλῳ Σαββάτῳ διατηρούμεθα, αὐτῷ καὶ μόνῳ, οὐδαμῶς ἄλλῳ τῷ ὅλῳ ἐνιαυτῷ· τὴν δέ γε ἅπασαν ἑβδομάδα τῆς διακαινησίμου διαλύομεν καὶ αὐτὴν εἰς δόξαν τοῦ ζωοποιήσαντος ἡμᾶς Υἱοῦ τοῦ Θεοῦ· εἰ δέ τις οὐκ ἐσθίει αὐτὴν ἀνενδοιάστως, ἀλλὰ ἰουδαϊκῶς σκυθρωπάζων, τῷ ἀναθέματι πιπτέτω τῶν ἁγίων Πατέρων. ιʹ. Ἀπὸ δὲ τῆς βʹ τοῦ Θωμᾶ ἀρχόμεθα μνημονεύειν τῶν κεκοιμημένων ἀδελφῶν, καὶ διατηροῦμεν ἐν τῇ δʹ καὶ ςʹ εἰς κρέα καὶ εἰς τυρόν. Τὴν δέ γε τετράδα τῆς Μεσοπεντηκοστῆς ἔδοξέ τισι τῶν πρὸ ἡμῶν ἁγίων Πατέρων διὰ τὸ εἶναι ἑορτήν, καὶ διὰ τοῦτο τὸ παράδειγμα διαλύσει αὐ-
col. 1701–1702page 6 of 6
PG 99:1701τήν. Ὥσπερ γοῦν ὁ Χριστὸς λίθος ἀκρογωνιαῖος λέγεταί τε καὶ ἔστιν, καὶ ὁμοῦ τὰς δύο διαθήκας εἰς ἓν συνάπτων, οὕτως καὶ ἡ παροῦσα ἡμέρα ἐπισυνάπτει τήν τε ἀνάστασιν, καὶ τὴν τοῦ Πνεύματος ἐπιφοίτησιν· καὶ ἐπιφαίνεται χαρμόσυνος ὁ νῦν ἑορτὴ τοῦ Μονογενοῦς, ὡς μέσον θεότητός τε καὶ ἀνθρωπότητος αὐτὸς δοξαζόμενος καὶ προσκυνούμενος· διά τοι τοῦτο οἱ πρὸ ἡμῶν αὐτὴν ἀνενδοιάστως ἑορτάζόν τε καὶ εἰς πᾶν ἤσθιον. Νῦν δὲ ὁ χωρῶν, χωρείτω ἐν ταύτῃ, εἰ δυνατόν· τὴν δέ γε πάλιν ἑβδομάδα τοῦ ἁγίου Πνεύματος, διαλύομεν καὶ αὐτὴν εἰς πᾶν, διὰ τὴν τοῦ Πνεύματος ἐπιφοίτησιν. Ὥσπερ γὰρ δεῖ χαίρειν ἐπὶ τῇ τοῦ Υἱοῦ γεννήσει, καὶ ἐπὶ τῇ τούτου ζωοποιῷ ἀναστάσει, δεῖ χαίρειν καὶ ἐπὶ τῇ τοῦ Πνεύματος καθόδῳ. ια΄. Ἴστω δέ μοι πᾶς, ὅτι αἱ μὲν οὖν τρεῖς ἑβδομάδες, δηλονότι τῆς γεννήσεως, καὶ τῆς ἀναστάσεως, καὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐπιφοιτήσεως, εἰς τύπον ἂν ἡμῖν εἴληπται τῆς ζωαρχικῆς καὶ τρισυποστάτου Τριάδος. Αἱ δὲ μετ᾿ αὐτὰς δύο τῆς προφωνῆς καὶ τῆς τυροαποθέσεως, διά τε τὰς αἱρέσεις, ἃς ἄνωθεν εἰρήκαμεν, ὅπως μὴ συνεπόμενοι φαίνοιμεν ταῖς τῶν εἰρημένων ἀνοσιωτάταις διδασκαλίαις. Τὴν δέ γε νηστείαν, ἣ καὶ τῶν ἀποστόλων κηρυττομένη, διατηροῦμεν ὡς καὶ τῆς Χριστοῦ γεννήσεως ἐν τῇ β΄, δ΄, ς΄· τὴν δὲ ἡμέραν τῶν ἀποστόλων τῶν δύο ἢ τῶν δώδεκα οὐ διαλύομεν εἰς κρέα καὶ εἰς τυρόν, εἰ τύχῃ δ΄ ἢ ς΄, ἀλλ᾿ ἢ μόνον ἰχθύας καὶ ἔλαιον. Ὡσαύτως καὶ τὴν τῆς Θεοτόκου νηστείαν διατηροῦμεν· καὶ αὐτὴν τὴν ἡμέραν τῆς μεταμορφώσεως διαλύομεν εἰς ἰχθύας καὶ ἔλαιον· εἰ καὶ ἔδει διαλῦσαι αὐτὴν ἀλλοτρόπως, ἀλλὰ διὰ τὴν νηστείαν κεκώλυται. Τὴν δὲ αὐτὴν ἡμέραν τῆς ἁγίας κοιμήσεως τῆς παναμώμου καὶ Θεομήτορος, εἰ τύχῃ δ΄ ἢ ς΄, οὐ διαλύομεν εἰς κρέα, ἢ εἰς τυρόν, διὰ τὸ μέγα θαῦμα καὶ φρικτὸν τοῦ παραδόξου τούτου ὕπνου. Οἱ γὰρ θεῖοι τότε τοῦ Σωτῆρος ἀπόστολοι, ὡς εὕρομεν ἐν τοῖς θείοις συγγράμμασι Κλήμεντος τοῦ Ῥωμαίου, τρεῖς πλήρεις ἡμέρας τῷ τάφῳ προσμένοντες ἦσαν, ἕως οὗ ὑπὸ θείου ἀγγέλου τὸ πᾶν ἐμυήθησαν. Ἐν δέ γε τῇ ἀποτομῇ τοῦ θείου Προδρόμου, εἰ τύχῃ δ΄ ἢ ς΄, οὐ διαλύομεν ὡσαύτως, διότι καὶ αὐτὴ φόνον ἀνόσιον καὶ θάνατον ἐπιφέρουσα. ιβ΄. Ἕως ὧδε ἡ παρ᾿ ἐμοῦ, ἀδελφοί, συγγραφή, ἣν τε ἀνέγνων ἐν τῶν ἀποστολικῶν καὶ ἁγίων Πατέρων θείοις συγγράμμασι καὶ ἐννομωτάτοις κανόσι· καὶ τὸν τῆς ὀρθοδοξίας οἶκον βεβαίως ᾠκοδομήσαμεν, ὁ ἐξ ἀρχῆς ὁ λόγος ἐπιχειρῶν ἱμείρετο· θαρρῶ τοίνυν παγίως καὶ ἀραρότως τῷ μόνῳ καὶ ἐν τριάδι προσκυνουμένῳ Θεῷ, ὅτι εἰς ὀρθοδοξίαν τὸ
Page scan enlarged

Notebook

Full View