PG 99Theodori Studit
Studite Constitutions
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected (sonnet, page-by-page) · Migne scan — scholarios OCR + scan in the Page/Facsimile views — PG column chips mark the printed columns.
col. 1703–1704page 1 of 10
PG 99:1703Πολλῶν ὄντων καὶ διαφόρων τῶν ἐν τοῖς ἱεροῖς μοναστηρίοις κεκρατηκυιῶν ἄνωθεν παραδόσεων, καὶ ἄλλων ἄλλαις διοικουμένων τε καὶ εὐθυνομένων πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν ὑποτυπώσεσι, μία τίς ἐστι τῶν πασῶν καὶ ἡ καθ᾿ ἡμᾶς κρατοῦσα παράδοσις, ἣν παρειλήφαμεν πρὸς τοῦ μεγάλου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ τοῦ Θεοδώρου· καὶ οὐχ ἡμεῖς μόνοι, ἀλλὰ δὴ καὶ οἱ πλείους τῶν ἐγκρίτων μοναστῶν ταύτην αἱροῦνται, ὡς ἀρίστην τε καὶ βασιλικωτάτην, καὶ τὰς ὑπερβολάς καὶ ἐλλείψεις ἐκκλίνουσαν. Ἀμέλει καὶ ἡμεῖς σήμερον πατρικαῖς προσαχθέντες ἐντολαῖς, ταύτην ἐν χάρταις εἰς ἄληστον μνήμην ταῖς μετέπειτα γενεαῖς καταλιπεῖν, ὡς ἡ δύναμις, πρὸς τὴν ὑπακοὴν ἑαυτοὺς καθήκαμεν· Θεοῦ δηλαδὴ παρέχοντος ἡμῖν ταῖς τοῦ ποιμένος ὑπὲρ ἡμῶν προσευχαῖς τὴν κατάλληλον ἁρμογὴν τῆς τοῦ λόγου συνθέσεως, εἰς τὸ ἐκθέσθαι ὑγιῶς τὰ ὀνησιφόρα τε καὶ σωτήρια τοῦ θεοφόρου Πατρὸς ἡμῶν ἐντάλματα, εἰς δόξαν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, καὶ φυλακήν τε καὶ σωτηρίαν τῶν ταῦτα μετὰ πίστεως προαιρουμένων φυλάττειν. Ἔστω τοίνυν ἀρχὴ τῆς συντάξεως αὐτῆς σὺν Θεῷ. Ὅπως διοικούμεθα ἐν ταῖς συνάξεσι τῆς ἁγίας καὶ ἐνδόξου τριημέρου ἀναστάσεως τοῦ Σωτῆρος ἡμῶν. Περὶ τοῦ ξύλου. Ἰστέον ὅτι μετὰ τὸ παρελθεῖν δευτέραν φυλακὴν τῆς νυκτός, ἤτοι τὴν ς' ὥραν, ἀρχομένης τῆς ζ', πίπτει τοῦ ὑδρολογίου τὸ σύσσημον, καὶ τῇ τούτου σημασίᾳ ἐγείρεται ὁ ἀφυπνιστής, καὶ περιέρχεται τοὺς κοιτῶνας μετὰ φανοῦ, προτρεπόμενος τοὺς ἀδελφοὺς εἰς ἐξανάστασιν τῆς ἑωθινῆς δοξολογίας· σημαίνουσι δὲ παραυτίκα καὶ τὰ ξύλα ἄνω τε καὶ κάτω· καὶ τῶν ἀδελφῶν πάντων ἀθροιζομένων ἐν τῷ νάρθηκι τοῦ Κυριακοῦ, καὶ προσευχομένων ἡσυχῇ, ὁ ἱερεὺς τὸ πύριον μετὰ χεῖρας ἐπιλαβόμενος
col. 1705–1706page 2 of 10
PG 99:1705νος, θυμιᾷ πρῶτον τὸ ἱερὸν βῆμα· κἀκεῖθεν διὰ τοῦ ἔμπροσθεν κιγκλίδος ἐξελθών, διέρχεται τὸ βόρειον κλίτον τοῦ ναοῦ, καὶ φθάσας τὴν βασιλικὴν πύλην, θυμιᾷ τοὺς ἀδελφούς, καὶ εὐθέως ἀνατρέχει διὰ τοῦ νοτίου μέρους ὅθεν ἐξῆλθεν· οἵ τε ἀδελφοὶ μετ᾿ αὐτοῦ εἰσέρχονται εἰς τὸν ναόν. Αὐτὸς δὲ τὸ θυμιατὸν ἀποθέμενος εἰς τὸ ἅγιον βῆμα, ἐξελθὼν ἵσταται κατὰ πρόσωπον τοῦ ἱλαστηρίου, καὶ ἄρχεται τοῦ τροπαρίου, ὁ ἦχος πλ. α', Χριστὸς ἀνέστη ἐκ νεκρῶν. Ὅπερ μετὰ τὸ ψαλθῆναι τρίτον παρά τε ἐκείνου καὶ τῶν ἀδελφῶν, λέγει ὁ πρεσβύτερος στίχον, Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος· οἱ ἀδελφοὶ τοῦ τροπαρίου στιχ. β', Συστήσασθε ἑορτὴν, ἕως τέλους· καὶ πάλιν ὁ λαὸς τὸ τροπάριον δοξάζει. Καὶ μετὰ τὴν συμπλήρωσιν τούτου, ἄρχεται εὐθὺς ὁ κανών· καθότι ἑξάψαλμον πᾶσαν τὴν ἑβδομάδα ταύτην οὐ ψάλλομεν. Γίνονται δὲ δύο ἀναγνώσεις, καὶ ψάλλεται ὁ νʹ ἀπὸ τῆς β' ἀναγνώσεως· καὶ μετὰ τὴν συμπλήρωσιν τοῦ ὄρθρου, γίνεται ὁ ἀσπασμὸς καὶ ἡ ἀπόλυσις· εἰς δὲ τὰ λυχνικὰ ταύτης τῆς ἑβδομάδος λέγομεν τό, Χριστὸς ἀνέστη· καὶ εὐθέως τό, Κύριε, ἐκέκραξα, καὶ ἀπολυτικὸν τόν, Χριστὸς ἀνέστη· καὶ ἐν τοῖς ἀποδειπνίοις τὸν τρισάγιον ὕμνον, καὶ Κύριε, ἐλέησον, ιβ'· τῷ δὲ Σαββάτῳ τῆς διακαινησίμου, καὶ τῇ Κυριακῇ ὀψὲ τῆς λαμπροφόρου, τὰ ἀποδείπνια ἀπὸ τοῦ, μεθ᾿ ἡμῶν ὁ Θεός, καὶ ἐπέκεινα. Τῇ δὲ Κυριακῇ τῆς λαμπροφόρου ἄρχεται καὶ τὸ ἑξάψαλμον (32), καὶ λέγομεν τό, Θεὸς Κύριος εἰς πλ. δ'· καὶ εὐθὺς τοὺς ἀναβαθμοὺς εἰς τὸν αὐτὸν ἦχον· τό τε προκείμενον (33)· καὶ τό, πᾶσα πνοὴ τὸν Εὐαγγέλιον, καὶ τό, ἐν ταῖς νυξί. Καὶ μετὰ τὸν νʹ ἄρχεται ὁ κανών· γίνονται δὲ ἀναγνώσεις β'. Καὶ τῇ Κυριακῇ ἑσπέρᾳ ἄρχεται τό, μακάριος ἀνήρ. Καὶ τῇ β' εἰς τὸν ὄρθρον ψάλλομεν πάλιν τό, Θεὸς Κύριος, εἰς πρῶτον ἦχον, καὶ ἓν κάθισμα (34) ψάλλομεν· εἶτα τὸν κανόνα ἀναστάσεως· γίνονται δὲ ἀναγνώσεις γ'· ἐκ τότε τὰ ἀποδείπνια ὁλόκληρα γίνονται, πλὴν Σαββάτου ἑσπέρας, καὶ ἑορτῆς δεσποτικῆς, καὶ μνήμης ἁγίου, ἀργίαν ἡμῖν τῶν ἔργων καὶ τῶν ὡρῶν καὶ τῶν μετανοιῶν ὅτι γίνονται ξενιζούσης· ἐν ταύταις γὰρ ἀπὸ τοῦ, μεθ᾿ ἡμῶν ὁ Θεός, καὶ ἐπέκεινα. Κάμνουσι δὲ καὶ αἱ διακονίαι ἀπὸ πρωί, τῇ γ' τῆς β' ἑβδομάδος ἀρχομένης· ἕως δὲ τῆς νʹ ἐν τῷ λυχνικῷ προκείμενα ψάλλομεν ἑκάστης ἡμέρας. Χρὴ γινώσκειν ὅτι ἐν τοῖς λυχνικοῖς (35) πᾶσι τῶν δεσποτικῶν ἑορτῶν τό, Μακάριος ἀνὴρ ἄρχεται εἰς πλ. δ'· εἶτα ἡ δευτέρα ἔναρξις καὶ ἡ τρίτη εἰς τὸν ἦχον τῆς ἡμέρας· εἶτα τό, Κύριε, ἐκέκραξα εἰς τὸν ἦχον τῶν στίχων τῆς ἑορτῆς.
col. 1707–1708page 3 of 10
PG 99:1707ε'. Δεῖ εἰδέναι ὅτι ἄχρι τῆς Ἀναληψίμου ἑορτῆς προηγοῦνται τὰ ἀναστάσιμα στιχηρὰ καθισμάτων τῶν τε κατανυκτικῶν καὶ ἀποστολικῶν. ς'. Χρὴ γινώσκειν ὅτι ἀπὸ τοῦ Πάσχα ἕως τῆς Ἀναληψίμου, τὸ ἀνάστασιν Χριστοῦ λέγομεν, εἶθ' οὕτως τὸν ν'. καὶ μαρτυρικὰ ἐν τῇ ψαλμῳδίᾳ· ἐξ ἐκείνου δὲ οὐκέτι. ζ'. Ἰστέον δέ ὅτι ἕως τῆς ν', εἰ καὶ ὥρας οὐ ψάλλομεν, οὐδὲ γόνυ κλίνομεν, ἀλλ' οὖν κανόνας νεκρωσίμους ἐν τοῖς Σάββασι ψάλλομεν· καὶ ἐν ἄλλῃ δὲ ἡμέρᾳ, εἰ τύχοι μνημόσυνον ἀδελφοῦ, ψάλλομεν. η'. Δεῖ εἰδέναι ὡς τῷ Σαββάτῳ τῆς ν' εἰς τὸ ἐξαποστειλάριον ψάλλομεν, ἡ μνήμη τῶν κεκοιμημένων, Κύριε· καὶ τοῦτο ψάλλοντες κατερχόμεθα εἰς τοὺς τάφους τῶν ἀδελφῶν, κἀκεῖ ἱστάμενοι ψάλλομεν τὰ τῆς ἡμέρας στιχηρά· καὶ ἀπολύει ὁ ὄρθρος· τοῦτο δὲ ποιοῦμεν καὶ τῷ Σαββάτῳ τῆς Ἀποκρέου. θ'. Χρὴ γινώσκειν ὅτι ὀψὲ τῇ Κυριακῇ τῆς ἁγίας Πεντηκοστῆς εἰς τὸ λυχνικόν, ἐν ᾧ καὶ τὰς γ' γονυκλισίας ποιοῦμεν, μετὰ τὸ προοίμιον εὐθέως τό, Κύριε, ἐκέκραξα· καὶ τῇ ἔωθεν εἰς τὸν ὄρθρον μετὰ τὸ ἑξάψαλμον τό, Θεὸς Κύριος λέγομεν· καὶ εὐθὺς τὸν κανόνα, καὶ ἀναγνώσεις β'· ἄγομεν δὲ καὶ τὴν ἑβδομάδα ταύτην μὴ ψάλλοντες ὥρας. ι'. Εἶτα ἐπέρχεται καὶ ἡ ἁγία τεσσαρακοστὴ τῶν ἁγίων ἀποστόλων, καὶ ἀρχόμεθα ψάλλειν καὶ τὰς ὥρας μετὰ καθίσματος πάντοτε. Μετὰ γοῦν τὸ τέλος τῆς ψαλμῳδίας, λέγομεν τό, Κύριε, ἐλέησον, Χριστέ, ἐλέησον. Καὶ βάλλομεν ἐν πρώτοις γ' μετανοίας ἰσοταχῶς ἅπαντες τῷ προεστῶτι ἑπόμενοι· ἐν αἷς καὶ μικρὸν τὰς χεῖρας ἐκτείνομεν πρὸς τὸν Θεόν. Εἶθ' οὕτως ἄλλας κ' ὡς ἔχει τάχους ἕκαστος. Οὕτως οὖν καθ' ἑκάστην σύναξιν. Εἰς δὲ τὸ Ἀπόδειπνον, γονυκλισίαι ν', καὶ εἰς τὸν ὄρθρον μ'. ια'. Χρὴ γινώσκειν ὅτι εἰς ἕκαστον ὄρθρον μετὰ τὸ τέλος τῆς ἀναγνώσεως ἐγειρόμενοι δωδεκάκις λέγομεν τό, Κύριε, ἐλέησον. Καὶ οὕτως ἄρχεται πάλιν ἡ ψαλμῳδία. ιβ'. Δεῖ εἰδέναι ὡς καθ' ἕκαστον Σάββατον καὶ Κυριακήν, ὅτε οὐκ ἔστιν ἐν αὐταῖς ἤτοι ἑορτὴ Δεσποτική, ἢ μνήμη ἁγίου, τὸν Ἀπόστολον ἀναγινώσκομεν. Ἐν δὲ τοῖς Σάββασιν εἰς τὸν ὄρθρον ψάλλομεν τὸ πρὸ τοῦ ἀμώμου κάθισμα. Εἶτα τὸν ἄμωμον· εἶτα τὸν ν'· εἶτα τὸν κανόνα· γίνονται δὲ ἀναγνώσεις γ'. Εἰς γὰρ τὸν ἄμωμον οὐκ ἀναγινώσκομεν. Ἀντὶ δὲ τοῦ ἐξαποστειλαρίου λέγομεν τό, Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος, ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται. Αὕτη ἡ ποσότης τε καὶ ποιότης τῆς ψαλμῳδίας διατείνει μέχρι τῆς ὑψώσεως τοῦ ζωοποιοῦ ξύλου. ιγ'. Ἰστέον ὅτι εἰς τὴν κοίμησιν τῆς παναγίας Θεοτόκου ἤγουν εἰς τὸ λυχνικὸν τὸ μεθέορτον μετὰ τὸ προοίμιον εὐθέως, Κύριε, ἐκέκραξα. Καὶ τῷ ἐω-
col. 1709–1710page 4 of 10
PG 99:1709θρον μετὰ τὸ ἐξάψαλμον πάλιν τὸ, Θεὸς Κύριος, καὶ εὐθὺς ὁ κανών, ἀναγνώσεις β΄. Ὁμοίως εἰς τὸ γενέθλιον τῆς αὐτῆς· ὁμοίως εἰς τὴν Χριστοῦ Γέναν· ὡσαύτως εἰς τὰ Φῶτα· ὡσαύτως εἰς τὴν Ὑπαπαντὴν τοῦ Κυρίου. Ἐν ἄλλαις δὲ ἑορταῖς, ἐκτὸς τῶν προγεγραμμένων, διπλῶς ἑορτάζειν οὐ θέμις. Ἀπὸ δὲ τῆς ὑψώσεως ἕως τῆς μεγάλης μ', προτίθεται καὶ ἕτερον κάθισμα ἐν τοῖς ὄρθροις, καὶ τὰ τρόπαρια δὲ τῶν καθισμάτων διπλοῦνται, λεγομένου μεσοστίχου· γίνονται δὲ ἀναγνώσεις δ΄. Ἐν δὲ τοῖς Σαββάτοις ψάλλομεν τὰ πρὸ τοῦ ἀμώμου β' καθίσματα· εἶτα τὸν ἄμωμον, εἶθ᾽ οὕτως τὸν κανόνα μετὰ δ' ἀναγνώσεων, καθότι εἰς τὸν ἄμωμον οὐκ ἀναγινώσκομεν. Περὶ τῆς ἁγίας Τεσσαρακοστής. ιδ΄. Χρὴ γινώσκειν ὅτι τῇ ἁγίᾳ καὶ μεγάλῃ μ' ψάλλομεν καθίσματα δ', καὶ τὸ τριῴδιον· γίνονται δὲ ἀναγνώσεις δ'. Καὶ τῶν ἀδελφῶν μικρὸν ἀναπαυσαμένων, τὸ διάφαυσμα σημαίνει ὁ ἐκκλησιάρχης· καὶ πάντων συναθροισθέντων ἐν τῷ κυριακῷ, ψάλλομεν τὴν α' μετὰ καθίσματος· οὐ μὴν καὶ ἀναγνώσεως ἐν αὐτῇ. Ἐν δὲ τῇ γ' καὶ ς' καὶ θ' ἀναγνώσεις γίνονται. Καθ᾽ ἕκαστον ἀντίφωνον, ἤγουν δόξαν, εὐχὴ γίνεται παρά τε τοῦ πρεσβυτέρου καὶ διακόνου. Ποιούμεθα μετανοίας εἰς μὲν τὰς ὥρας καὶ τὸ λυχνικόν, λ'· εἰς δὲ τὸ ἀποδείπνιον ρ', καὶ εἰς τὸν ὄρθρον π'. ιε΄. Χρὴ εἰδέναι ὅτι τῇ μεγάλῃ ἑβδομάδι ὅλῃ ψάλλομεν τὰς ὥρας ὁμοίως ταῖς πρὸ αὐτῶν, πλὴν τοῦ ἁγίου Σαββάτου· καὶ μετανοίας δὲ ποιούμεν ἕως τοῦ ἑωθινοῦ τρισαγίου, ὅπερ λέγεται μετὰ τοῦ στίχου· μεθ᾽ οὗ προκείμενον, καὶ Ἀπόστολον καὶ προφητείαν καὶ Εὐαγγέλιον. ιϛ΄. Χρὴ γινώσκειν ὅτι δ' καὶ Παρασκευῇ καὶ Κυριακῇ, τῶν ἀδελφῶν ἱσταμένων μετὰ πάσης εὐλαβείας, μετὰ τὴν ἀπόλυσιν τοῦ ὄρθρου ἀναγινώσκεται κατήχησις τοῦ θεοφόρου Πατρὸς ἡμῶν Θεοδώρου (ιδ). Εἶτα λέγει καὶ τὰ παρ' ἑαυτοῦ ὁ ἡγούμενος πρὸς τοὺς ἀδελφούς. Καὶ μετὰ τὴν συμπλήρωσιν τῆς κατηχήσεως, δοξάζουσιν, καὶ λέγεται τὸ Πάτερ ἡμῶν, καὶ εὐλογεῖτε, ἅγιοι, εὐλόγησον, Πάτερ, καὶ ἀπόλυσις. Οὕτως καθόλου τοῦ ἐνιαυτοῦ. ιζ΄. Χρὴ γινώσκειν ὅτι τῷ Σαββάτῳ εἰς τὸ Κύριε ἐκέκραξα, ἀναστάσιμα στιχηρὰ τρισσεύονται· εἰς δὲ τοὺς αἴνους δισσεύονται. Ὁμοίως καὶ ἐν ταῖς Δεσποτικαῖς ἑορταῖς. ιη΄. Ἰστέον ὅτι καὶ ἐπιστημονάρχαι εἰσὶν εἰς οὓς τὰ σφάλματα τῶν μικροτέρων ἀδελφῶν ἀναφερόμενα δέχεται. Καὶ ταξιάρχαι δύο κατὰ χορὸν ἵστανται, ἵνα οἱ ἀδελφοὶ κοσμίως ἵστασθαι ἐν τοῖς χοροῖς διδάσκονται. Καὶ ἀφυπνιστὴς ἕτερος, ὁ ἐν ταῖς ἀναγνώσεσι τοῦ ὄρθρου, ἠρέμα περιερχόμενος τοὺς ἀδελφούς, καὶ τοὺς κοιμωμένους ἐξυπνίζων. Καὶ τηρηταὶ καθ' ἑσπέραν δύο τάσσονται ἀμοιβαδόν, οἵτινες μετὰ τὴν φωνὴν τοῦ ξύλου προτρέπονται τοὺς νωθροὺς συνδραμεῖν εἰς τὰ ἑσπερινὰ
col. 1711–1712page 5 of 10
PG 99:1711καὶ εἰς τὰ ἀποδείπνια καὶ πάλιν μετὰ τὴν ἀπόλυσιν τοῦ ἀποδειπνίου περινοστοῦσιν τοὺς κρυπτοὺς τοῦ μοναστηρίου τόπους, καὶ τοὺς συνδυάζοντας εἰς ἀκαίρους συντυχίας διαλύουσι μετὰ τῆς προσηκούσης σωφρότητος. ιθ΄. Χρὴ γινώσκειν ὡς καθ᾽ ἕκαστον ἀποδείπνιον ὁ διὰ χειρῶν σταυροειδὴς ἀσπασμὸς γίνεται, σημεῖον τυγχάνων ἀποκαταλλαγῆς ἑκάστου πρὸς ἕκαστον, διὰ τὰς μεθημερινὰς συμβαινούσας προσκρούσεις. κ΄. Δεῖ εἰδέναι ὡς τῇ παραμονῇ τῶν Χριστοῦ Γεννῶν, καὶ τῶν Φώτων, καὶ τῇ ἁγίᾳ ἑσπέρᾳ, καὶ τῷ ἁγίῳ Σαββάτῳ ὄψε, ἀποδείπνιον οὐ ψάλλομεν, ἀλλ᾽ ἢ τὸ τρισάγιον εἰς τὸ τραπεζάριον. κα΄. Ἰστέον ὡς ἐν τοῖς ἀποδειπνίοις τῆς ἁγίας μ΄, πᾶσι σχεδόν, πῇ μὲν παρὰ τοῦ προεστῶτος, πῇ δὲ παρὰ τῶν προβεβηκότων καὶ λόγου πεπειραμένων κατήχησις ἐν τοῖς ἀδελφοῖς γίνεται. κβ΄. Δεῖ εἰδέναι ὅτι καθ᾽ ἕκαστον ὄρθρον ἐξέρχεται τοῦ χοροῦ ὁ ἡγούμενος τοῦ ἄρξασθαι τὴν δ΄ ᾠδήν. Καὶ καθεζόμενος, εἰς τὴν ἐξαγγελίαν δέχεται τοὺς ἀδελφοὺς προσιόντας, καὶ θεραπεύει ἕνα ἕκαστον πρὸς τὸ συμφέρον. κγ΄. Χρὴ γινώσκειν ὡς τῇ ἁγίᾳ Τεσσαρακοστῇ τάσσεται ἀδελφὸς γηραιός, καὶ ἀπὸ τῆς γ΄ ὥρας ἀπέρχεται εἰς ἑκάστην διακονίαν, καὶ βάλλων μετάνοιαν λέγει· Ἀδελφοὶ καὶ Πατέρες, προσέχωμεν ἑαυτοῖς, ὅτι ἀποθνήσκομεν, ἀποθνήσκομεν, ἀποθνήσκομεν· μνημονεύσωμεν καὶ τῆς ἐπουρανίου βασιλείας. κδ΄. Ἰστέον ὡς ὅτε δεχόμεθα ἀδελφούς, εἴτε ἀπὸ ἄλλου μοναστηρίου, εἴτε λαϊκοὺς πρὸς τὸ μονάσαι, ποιοῦμεν αὐτοὺς καθεσθῆναι εἰς τὸ ξενοδοχεῖον ἑβδομάδας β΄, ἢ καὶ γ΄, πρὸς θεωρίαν καὶ πεῖραν τοῦ μοναστηρίου· καὶ εἰ ἐπιμένει τῇ κρίσει τοῦ λογισμοῦ
col. 1713–1714page 6 of 10
PG 99:1713τὸ διαμαρτύρασθαι αὐτῷ τὸν ἡγούμενον, τηνικαῦτα ἐπὶ κατηχήσεως εἰσάγει αὐτόν, καὶ ἀναριθμεῖ τῇ ἑαυτοῦ ποίμνη, βάλλοντος τοῦ προσερχομένου μετάνοιαν τοῖς ἀδελφοῖς κατ' ἐπιτροπὴν τοῦ ἡγουμένου, κἀκείνων ἐπευχομένων αὐτῷ. κδ΄. Χρὴ γινώσκειν ὡς καὶ ἀφορίστριαι εἰσὶ παρ' ἡμῖν, εἰς ἃς οἱ ἀπειθεῖς καὶ δυσήνιοι κατακλείονται, ξηροφαγοῦντες καὶ παιδευόμενοι τὴν ἀρετήν· ἡ γὰρ διὰ μαστίγων παίδευσις, ὡς τοῖς κοσμικοῖς ἁρμόζουσα, τοῖς Πατράσιν ἡμῶν ἀπόβλητος εἰκότως κέκριται. κε΄. Χρὴ εἰδέναι ὅτι ἐν αἷς ἡμέραις ἀργίαν ἄγομεν τῶν χειρωνακτικῶν ἔργων, κρούει ὁ βιβλιοφύλαξ τὸ ξύλον ἅπαξ, καὶ συνάγονται οἱ ἀδελφοὶ εἰς τὸν τόπον τῶν βιβλίων, καὶ λαμβάνει ἕκαστος βιβλίον, καὶ ἀναγινώσκει ἕως ὀψέ· πρὸ δὲ τῶν σημαντήρων τοῦ λυχνικοῦ, κρούει πάλιν ἅπαξ ὁ ἐπὶ τῶν βιβλίων, καὶ ἐρχόμενοι πάντες κατὰ τὴν ἀναγραφὴν ἀποστρέφουσιν αὐτά· εἰ δέ τις ὑστερίσει εἰς τὴν ἀπόδοσιν τῆς βιβλίου, ἐπιτιμίῳ ὑποβάλλεται. κζ΄. Χρὴ εἰδέναι ὡς ἡνίκα ἐννάτην ποιοῦμεν, ἀπὸ τῆς ς΄ λειτουργεῖ ὁ πρεσβύτερος· εἰ δὲ καὶ μέλλομεν ἀριστᾶν, ἀπὸ τῆς γ΄· ἐὰν δὲ ἀργίαν ἄγομεν τῶν ὡρῶν καὶ ἐργαζώμεθα, ἡ μὲν θεία λειτουργία ὥραν γ΄ σημαίνεται· μετὰ δὲ τὴν συμπλήρωσιν αὐτῆς, κρούει τὸ σήμαντρον τρίς, καὶ συνάγονται πάντες οἱ ἀδελφοὶ ἐπὶ τὸ αὐτό, καὶ μετὰ τὸ ψᾶλαι τὰ τυπικά, καὶ λαβεῖν εὐλογίαν, ἀπερχόμεθα εἰς τὴν τράπεζαν. Περὶ τῆς ἐν βρώμασι καὶ πόμασι ποσότητος καὶ ποιότητος, καὶ τῆς ἐν ταῖς τραπέζαις εὐταξίας. κη΄. Εἰσερχομένων τῶν ἀδελφῶν εἰς τὸ ἀριστῆσαι, στίχος ὁ τοῦ ἐπὶ στόματος φέρεται· κάθηνται δὲ εἰς τὸ ἀκόβητον θ΄· οἱ δὲ ταξιάρχαι τὰς ἀναπληρώσεις τῶν τραπεζῶν ποιοῦνται, καὶ ἐλαφρὰς ἐκτὸς θορύβου· γίνεται δὲ ἡ ἀνάγνωσις τῶν ἀδελφῶν τὰ κουκούλλια ἐπὶ κεφαλῆς ἐχόντων. Σημεῖον δὲ τοῦ τέλους τῆς ἀναγνώσεως ταύτης ἐστὶν ὁ ἦχος τῶν κλειρίων ἐν τῇ ὑστάτῃ μαγειρίᾳ, πάντων ἅμα ἐπὶ τῶν παροψίδων ἐῤῥιπτομένων· τὸ κεράσαι καὶ τὸ παραθῆσαι διὰ κρούσματος σημαίνεται. κθ΄. Ἰστέον δὲ ὅτι ἀπὸ τῆς πασχαλίας μέχρι τοῦ ἁγίων πάντων, τὰς β΄ μαγειρίας τό τε λάχανον καὶ τὸ ὄσπριον μετὰ ἐλαίου ἐσθίομεν· χρώμεθα δὲ καὶ ἰχθύων, καὶ τυροῦ, καὶ ὠοῦ· πίνομεν δὲ τρίς· κρούοντος τοῦ ξύλου, ἀπέρχονται οἱ ἀδελφοί, καὶ ἐσθίουσιν ἄρτον· καὶ ἐὰν ἐπερίσσευσεν ἔδεσμα, ἐπίτηδες γὰρ ἔδεσμα τὸ ὀψὲ τῷ κοινῷ οὐ παρασκευάζεται, κιρνᾶ δὲ δύο. Εἰς δὲ τὴν μ΄ τῶν ἀποστόλων ἰχθύας καὶ τυρὸν καὶ ὠὸν οὐκ ἐσθίομεν, πλὴν τῶν ἡμερῶν ἐν αἷς ὥραν οὐ ψάλλομεν.
col. 1715–1716page 7 of 10
PG 99:1715μεν· τρώγομεν δὲ θ' μαγειρίας β', τὸ μὲν λάχανον μετὰ ἐλαίου, τὸ δὲ ὄσπριον ἄνευ ἐλαίου ἐσθίομεν· κερνά σε δύο τῇ θ', καὶ δύο ὀψέ· ἐν δὲ ταῖς ἀργίαις ἐν οἷς ἠνιξάμεθα τυρὸν ἐσθίειν καὶ τὰ λοιπά, τῇ δ' τρώγοντες, γ' πίνομεν, καὶ ὀψὲ β'· τύπος καὶ τῇ μὲ τοῦ ἁγίου ἀποστόλου Φιλίππου· διὰ δὲ τὴν σμικρότητα τῶν ἡμερῶν τῆς μὲ τοῦ ἁγίου Φιλίππου μονοσιτοῦμεν, πίνομεν δὲ γ'. Ἀπὸ δὲ τῶν ἀποστόλων μνήμης ἕως τοῦ ἁγίου Φιλίππου, τετράδα καὶ παρασκευὴν θ' ποιοῦμεν· ἐὰν δὲ ἔπεσεν ἐν αὐταῖς μνήμη ἁγίου, σχολὴν ἡμῖν ἐμποιοῦσα τῶν τε ὡρῶν καὶ μετανοιῶν, καὶ τυρὸν καὶ ᾠὸν καὶ ἰχθὺν εἰ χορηγοίη ἡμῖν ὁ Θεός, ἐσθίομεν· κερνᾷ δὲ γ' τὸ ἄριστον, καὶ ὀψὲ β'. Περὶ τῆς ἁγίας μεγάλης Μ'. Λ'. Ἐν δὲ τῇ ἁγίᾳ καὶ μεγάλῃ Τεσσαρακοστῇ μονοσιτοῦμεν, πλὴν Σαββάτου καὶ Κυριακῆς· τρώγομεν μὲν δὲ τῇ πρώτῃ καὶ τῇ μέσῃ ἑβδομάδι μονοτρόπως, ἤγουν φάβα ἐξεστόν, καὶ ἁλμαίαν χωρὶς ἐλαίου, ἰσχάδας ἀνὰ εʹ, καὶ εἰ τύχοι κάστανα, καὶ ἄπια φθά, καὶ δαμασκηνά· τῇ δὲ β' ἑβδομάδι, καὶ γ', καὶ ε', καὶ ς' ἐσθίομεν οὕτως· κόκκους ἐξεστοὺς καὶ ἁλμαίαν εἰς τὰ σκουτέλλια, καὶ μαγειρίαν ὄσπριον μετὰ καρύου τριπτοῦ· ὁπώρας δὲ ἢ ἰσχάδας ἐν ταύταις ταῖς οὐ τρώγομεν· πᾶσαν δὲ τὴν ἁγίαν μ' εὔκρατον πίνομεν, χωρὶς τῶν ἀσθενούντων ἢ γερόντων· τὸ εύκρατον συνίσταται ἔκ τε πεπέρεως καὶ κυμίνου καὶ ἀνίσου θερμοῦ. Τῇ δὲ ἁγίᾳ β', καὶ γ' καὶ δ', καὶ ε', καὶ ς', τὰ βρώματα ταύτης πρώτης ἑβδομάδος πίπτουσιν· τῇ δὲ ἁγίᾳ ε' ἐσθίομεν μαγειρίαν ὄσπριον μετὰ καρύου τριπτοῦ, καὶ φρυκτὰ κουκία· πίνομεν δὲ καὶ πρὸς εὔκρασιν· τῷ δὲ ἁγίῳ Σαββάτῳ ὥρᾳ ἑνδεκάτῃ ἄρχεται τὸ λυχνικόν· ὅπου σώσει ἡ ἀπόλυσις, ἐσθίομεν δὲ τυρὸν καὶ ἰχθὺν καὶ ᾠόν· καὶ πίνομεν ἀνὰ γ'. Περὶ τοῦ εὐαγγελισμοῦ. λα'. Ἴστεον ὡς ὥρᾳ ς' τοῦ ξύλου κρούοντος συνάγόμεθα εἰς τὸν οἶκον τῆς παναχράντου θεοτόκου, καὶ ἀρξαμένου τοῦ λυχνικοῦ, ἵστανται ἐκεῖ ὀλίγοι ἀδελφοὶ ἐκτελοῦντες αὐτό· οἱ δὲ λοιποὶ ἐπαίρονται τὴν, καὶ περικυκλεύσαντες τὸ μοναστήριον ἔρχονται, εἰ εἴσοδος, καὶ λειτουργία τελεία· ἐσθίομεν δὲ ἰχθύας καὶ ἔλαιον, καὶ πίνομεν ἀνὰ γ'. λβ'. Χρὴ γινώσκειν ὅτι τῇ μέσῃ ἑβδομάδι τῶν ἁγίων νηστειῶν, καθεκάστην μετὰ τὸ ψαλθῆναι τὴν ἀγίων νηστειῶν, προτίθεται τὸ ζωοποιὸν ξύλον, καὶ προσκυνοῦσι πάντες.
col. 1717–1718page 8 of 10
PG 99:1717λγ'. Χρὴ γινώσκειν ὅτι τῇ ἁγίᾳ μεγάλῃ τεσσαρακοστῇ, μετὰ τὸ ψάλλαι ἡμᾶς τὴν α' ὥραν, ἡλίου ἤδη ἀνίσχοντος, ἀπέρχεται ἕκαστος εἰς τὴν αὐτοῦ διακονίαν· στιχολογία δὲ γίνεται τοῦ ψαλτῆρος ὅλου ἐν αὐταῖς, πλὴν τῶν καλλιγραφῶν· κάμνουσί τε ἕως τῆς θ'. Μετὰ δὲ τὸ λυχνικὸν ψάλλαι ἡμᾶς, καὶ δειπνίσαι, ἰδιάζει ἕκαστος ὡς βούλεται. Ἐν δὲ ταῖς λοιπαῖς τοῦ ἐνιαυτοῦ ἡμέραις, ὅτε μὲν οὐ ψάλλομεν ὥρας, κρούει τῷ πρωὶ γ', καὶ ἀπέρχεται ἕκαστος εἰς τὴν ἑαυτοῦ διακονίαν, καὶ ἐνεργεῖ μέχρις ἀρίστου. Μετὰ δὲ βρῶσιν ἰδιάζει ἕκαστος ὡς βούλεται, εἴτε μελετῶν, εἴτε κοιμώμενος ἕως ὥρας η'· τῇ δὲ η' κρούει τὸ ξύλον γ', καὶ πάλιν ἀπέρχεται εἰς τὴν ἑαυτοῦ διακονίαν ἕκαστος ἕως τοῦ λυχνικοῦ. Ὅτε δὲ ψάλλομεν ὥρας, τελέσαντες τὴν ὥραν πρωί, ἀπέρχονται οἱ ἀδελφοὶ εἰς τὰς ἑαυτῶν διακονίας, ἕως ὥρας ς' κάμνοντες, κἄν τε ἐστὶν θ', κἄν τε μή· καὶ μετὰ τὴν ς' ἡσυχάζει, ὡς εἴρηται, ἕως τῆς η'. λδ'. Χρὴ γινώσκειν ὅτι κατὰ καιρὸν τῆς παραμονῆς τῆς βαιοφόρου εἰς τὸ Κύριε ἐκέκραξα, ἀλλάσσονται οἱ χοροί· καὶ οἱ μὲν δεξιοὶ ἀπέρχονται εἰς τὰ ἀριστερὰ, οἱ δὲ ἀριστεροὶ εἰς τὰ δεξιά. λε'. Δεῖ γινώσκειν ὅτι ἡνίκα κλάσει ἀδελφὸς σκεῦος εἴτε ὀστράκινον εἴτε σιδήρεον, τῷ καιρῷ τοῦ ἀρίστου εἰσιόντων τῶν ἀδελφῶν παρίσταται πλησίον τῆς τραπέζης, ἡγουμένου τὴν κεφαλὴν τῷ ἑαυτοῦ περικαλύπτοντος κουκουλλίῳ, καὶ τὸ ὑπ᾽ αὐτοῦ συντριβὲν μετὰ χεῖρας, φέρων εἰς ἐπίδειξιν τοῦ οἰκείου σφάλματος. λς'. Χρὴ γινώσκειν ὅτι μετὰ τὸ στιχολογῆσαι ἡμᾶς τὸ ψαλτήριον, εἰς τὴν γ' δόξαν τοῦ καθίσματος, κρούει τὰ γ' ὁ ἐπὶ τοῦ κανόνος, ἵν᾽ ἐπισυναχθῶσιν οἱ τὸ ψαλτήριον ἔτι μανθάνοντες, τοῦ ψάλλαι ἡμᾶς ὁμοῦ τὸν κανόνα· ἀπὸ γὰρ τοῦ ἑξαψαλμοῦ ἐξέρχονται, καὶ μελετῶσιν ἕως τότε· τρία δὲ κρούει πάλιν, καὶ εἰς τοὺς αἴνους, ὅτε μέλλει κατήχησις ἀναγινώσκεσθαι τοῦ μεγάλου Πατρὸς καὶ καθηγητοῦ Θεοδώρου. λζ'. Χρὴ γινώσκειν ὅτι ἐν τῇ παραμονῇ τῶν φώτων, μετὰ τὸ ἀπολῦσαι τὴν θείαν λειτουργίαν, λαμβάνομεν τὴν εὐλογίαν· εἶτα διακλυόμεθα μὲν οἱ κοινωνήσαντες, τὴν δὲ εὐλογίαν οὐκ ἐσθίομεν· συστείλας δὲ ὁ ἱερεὺς τὰ σκεύη, ἔρχεται εἰς τὰ ἅγια θύρια, καὶ ποιήσας εὐχὴν, ἐξέρχεται μετὰ τῶν ἀδελφῶν εἰς τὸν λουτήρα, ψάλλων τὸ Ἐν Ἰορδάνῃ βαπτιζομένου σου, Κύριε· καὶ τούτου λεγομένου γίνεται πρὸς τοῦ διακόνου εὐχὴ συναπτή· ἧς τελεσθείσης, ἄρχεται ὁ ἱερεὺς τῆς εὐχῆς τοῦ ἁγιασμοῦ· μετὰ δὲ τὸ ἁγιασθῆναι τὰ ὕδατα, καὶ τοὺς ἀδελφοὺς ῥαντισθῆναι, ψάλλεται τροπάριον· ὁ ἦχος πλ. δ', Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων βοᾷ λέγουσα· στιχ. α', Ἡ θάλασσα εἶδεν καὶ ἔφυγεν· στιχ. β', Τί σοι ἐστιν
col. 1719–1720page 9 of 10
PG 99:1719θάλασσα, ὅτι ἔφυγες; καὶ μετὰ τὸ ψαλθῆναι γ' τοῦτο τὸ τροπάριον, ἐξερχόμενοι εἰς τὴν ἐκκλησίαν, ψάλλομεν τροπάριον, ἦχος δ'. Ὁ τὸ φῶς ἀναβαλλόμενος θεϊκῶς· τούτου οὖν τρισσευομένου, γίνεται εὐχὴ παρὰ τοῦ ἱερέως, καὶ καταπαύει αὕτη ἡ θεία δοξολογία. Εἶθ' οὕτως ἀπέρχεται ὁ στίχος εἰς τὸ τραπεζάριον. Ὡσαύτως δὲ καὶ τῇ ἁγίᾳ ε', μετὰ τὸ κοινωνῆσαι καὶ διακλύσασθαι, γίνεται ὁ νιπτήρ· καὶ μετὰ τὸ ἀπονίψασθαι πάντας, ἀπέρχεται ὁ στίχος εἰς τὸ τραπεζάριον. Περὶ ποσότητος ἐνδύματός τε καὶ ὑποδημάτων καὶ καταστάσεως στρωμνῆς καὶ τῶν τοιούτων. λη'. Χρὴ γινώσκειν ὅτι ἕκαστος ἀδελφὸς ὀφείλει ἔχειν ὑποκαμήσα β', ἐπανωφόρια β', μαλλωτὸν ἕν, κουκούλλια β', ἐπώμιον μικρὸν εἰς τὸ διακονεῖν, καὶ ἕτερον τὸ τῆς ἐκκλησίας βαθύτερον, ὃ νόμος ἐστὶ κεχρῆσθαι Σαββάτῳ ὀψὲ εἰς τὸ λυχνικὸν, καὶ τῇ κυριακῇ εἰς τὸν ὄρθρον, καὶ πάλιν ὀψὲ εἰς λυχνικόν, καὶ πρὸ τοῦ γε εἰς τὴν θείαν λειτουργίαν, ὡσαύτως καὶ ἐν ταῖς δεσποτικαῖς ἑορταῖς. Καὶ ἕτερον ἐπώμιον μαλλωτὸν μέγα· ὑποδήματα δὲ κονδοτζάγγια, καὶ ἕτερα μακροτζάγγια, καὶ καλίκην· εἰς δὲ τὴν κλίνην ἐχέτω ψίαθον κιλίκην καὶ δύο μαλλωτάρια.
col. 1721–1722page 10 of 10
PG 99:1721Τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Θεοδώρου πρεσβυτέρου καὶ ἡγουμένου τῶν Στουδίου περὶ ἐξαγορεύσεως καὶ τῶν ταύτης διαλύσεων κανόνες ἐκτεθέντες παρ' αὐτοῦ. α'. Περὶ ἐξαγορεύσεως. Ἐξαγόρευσίς ἐστι λόγων καὶ ἐνθυμήσεων αἰσχρῶν ἀνήδονος ὑπόμνησις· διάκρισις δὲ ἡ τούτων διάκρισις, ἐπὶ ἀγαθὴν ὁδὸν ὁδηγοῦσα τοὺς προσερχομένους· Λέγε γὰρ σὺ πρῶτος τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῆς· Καὶ πάλιν· Εἶπα, Ἐξαγορεύσω τὴν κατ' ἐμοῦ ἀνομίαν μου τῷ Κυρίῳ· καὶ ἰδοὺ ἀφῆκεν ἀπὸ πάσας τὰς ἁμαρτίας μου. Δύναται γὰρ ἡ ἐξομολόγησις, καὶ πῦρ αἰώνιον ἀποσβέσαι· καὶ γὰρ λογισμοὶ κρυπτόμενοι, τίκτουσι πάθη· ἐξαγορευόμενοι δὲ, θεοειδεῖς ἀπεργάζονται· γύμνου σὸν μώλωπα τῷ σῷ ἰατρῷ· εἰπε, καὶ μὴ αἰσχυνθῆς· πρόσελθε σὺν τῇ πίστει τῷ σῷ ἡγουμένῳ, ἀπονήρῳ ἀπλότητι, καὶ ὡς ἐκ Θεοῦ στόματος τὰ παρ' αὐτοῦ συμβουλευόμενα δέχου, εἰ καὶ ἐναντία τῷ σῷ σκοπῷ τὰ εἰρημένα τυγχάνουσιν· εἰ καὶ μὴ πάνυ πνευματικοὶ οἱ ἡγούμενοι καθεστήκασι, μὴ σκανδαλίζου· οὐ γὰρ ἄδικος ὁ Θεὸς, πίστει καὶ ἀκακίᾳ ψυχὰς ἑαυτὰς ταπεινωσάσας, τῇ τοῦ ἡγουμένου συμβουλῇ καὶ κρίσει ἀπατηθῆναι, κἂν ἄλογοι οἱ ἀπατηθέντες τυγχάνωσιν. β'. Περὶ μνησικάκων ἐντολή. Ὁ μνησίκακος τῇ τοῦ Ἰακὼβ κλίματι προσελθὼν, τῇ τοῦ κορυφαίου Πέτρου ἐκπεσούσῃ ἁλύσει ἐνδέδεται· καὶ γὰρ μνησικακία, θυμοῦ ἐστι κατάληψις, δικαιοσύνης μῖσος. Κατὰ μὲν τοὺς τῶν μεγάλων Πατέρων κανόνας, ἐν τρισὶν ἔτεσι τῶν ἁγιασμάτων ἀπεχέσθω· κατὰ δὲ τοὺς μοναχοὺς ἐνιαυτὸν ξηροφαγείτω ἐν τῇ ὥρᾳ τῆς τῶν ἀδελφῶν καταλύσεως, μετανοίας καθ' ἡμέραν μ'. γ'. Περὶ καταλαλιᾶς. Οἶμαι ἐκ μίσους καὶ μνησικακίας τὴν καταλαλιάν τίκτεσθαι· καὶ γὰρ καταλαλιά ἐστιν ἀποκύημα μίσους, βδέλλα ἀγάπης, ἐξαφανίζουσα καὶ ἐκδαπανῶσα αἷμα ψυχῆς· λέγομεν δὲ ὡσαύτως, κατὰ μὲν
Page scan enlarged

Notebook

Full View