Diplomatic text · vision-corrected (sonnet, page-by-page) · Migne scan — scholarios OCR + scan in the Page/Facsimile views — PG column chips mark the printed columns.
col. 1731–1732page 1 of 2
PG 99:1731Ἀπόκρισις. Πάλαι μὲν ἔκ τινος συνηθείας ἰδιωτικῆς τῇ μεγάλῃ πέμπτῃ ἔσθιον οἱ ἄνθρωποι τυρὸν καὶ ᾠά· ἐλθόντες δὲ ὕστερον οἱ πατέρες, καὶ τοῦτο ἄτοπον διαγνόντες, τὸν κανόνα τοῦτον ἐξέθεντο, οὐ μὴν δὲ περὶ ἐλαίου καὶ οἴνου τοῦτο ἐξελάβοντο· συγκράτησις γὰρ τοῦτο καὶ παραμυθία τῆς ἄκρας κακοπαθείας ἐκ νηστείας τῶν μεταλαμβανόντων τῶν θείων μυστηρίων.
β'. Ἐρώτ. Ὡσαύτως καὶ περὶ τῆς ἁγίας Πεντηκοστῆς γέγραπται μὴ κλίνειν γόνυ, ἢ ὅλως νηστείαν ἐργάσασθαι· πῶς οὖν οἱ καθήμενοι ἐν τοῖς αὐτῶν κελλίοις οὐ τοῦτο φυλάσσουσιν, ἀλλὰ καὶ νηστεύουσι καὶ γόνυ κλίνουσιν ὅλην τὴν ἑβδομάδα, ἄνευ Σαββάτου δηλονότι καὶ Κυριακῆς;
Ἀπόκ. Τὸ κήρυγμα τοῦ Εὐαγγελίου κοινὸν πάσῃ τῇ οἰκουμένῃ, καὶ νεωστὶ διδόμενον, καθολικῶς ἐποιεῖτο καὶ τὰ ἐπιτάγματα· καὶ ἐπεὶ ἡ τοῦ Χριστοῦ ἀνάστασις τοῖς πολλοῖς ἠπιστεῖτο, πρὸς πληροφορίαν ταύτης ἐδογματίσθη τουτὶ τὸ δόγμα, διαγορεῦον ὡσανεὶ καὶ διδάσκον, ὅτι ὥσπερ τῇ ἁμαρτίᾳ ἐνεκρώθημεν πεσόντες κάτω, καὶ μὴ δυνάμενοι ἀναστῆναι μὴ φαινομένου τοῦ ἀναστήσοντος, οὕτως ἐλθόντος ἐν ὑστάτοις καιροῖς τοῦ ᾧ ἀπέκειτο Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ παθόντος ἀναμαρτήτως διὰ τὰς ἁμαρτίας ἡμῶν, ἡμεῖς ἀνέστημεν· διὰ τοῦτο πρὸς πίστωσιν τοῦ μυστηρίου ἐτέθη οὑτοσὶ ὁ κανών, καὶ ἐκράτησε, καὶ κρατείτω· οὐκ ἄρα δὲ ἁμαρτάνουσιν οἱ μοναχοὶ κρυφίως γόνυ κλίνοντες ἐν ταύταις ταῖς ἡμέραις· κατακρίτους γὰρ ἑαυτοὺς ποιήσαντες, καὶ οἱονεὶ ἐκουσίως ἐμπεφυλακισμένους, ὀφείλουσιν ἀεὶ βοᾶν πρὸς Κύριον, καὶ ἐκζητεῖν διὰ ταπεινώσεως τὴν συμπάθειαν· οὐ γὰρ ἔστι μοναχῷ ἐπὶ τῆς γῆς ἑορτή, κατὰ τὸν εἰπόντα.
γ'. Ἐρώτ. Ἐάν τις ἥμαρτε ποσότητί τε καὶ ποιότητι οὐκ ὀλίγα τῶν σωματικῶν ἁμαρτημάτων, εἶτα ἐξωμολογήσατο καὶ ἐδέξατο προσήκοντα φάρμακα τοῖς τοιούτοις ἁμαρτήμασι, καὶ εἰργάσατο αὐτά, πόθεν ἔχει γνῶναι εἰ ταῦτα τὰ προρρηθέντα ἁμαρτήματα αὐτῷ ἀφέθησαν, ὥστε πληροφορίαν σχεῖν τῷ λογισμῷ περὶ τῶν τοιούτων ἀγαθῶν;
Ἀπόκ. Οὐδέποτέ τις εὑρίσκεται μετανοῶν καὶ ἐξομολογούμενος, εἰ μὴ πρῶτον βεβαίαν σχῇ ἐλπίδα, ὅτι ἐὰν ἐξομολογήσωμαι καθαρῶς, καὶ καταδέξωμαι τὰ ἐπιτίμια, ἐκ παντὸς γενήσεταί μοι ἄφεσις· ἐπεὶ δὲ ἀφορῶμεν οἱ ἄνθρωποι πρὸς τὸ πλῆθος τῶν ἡμετέρων πταισμάτων, καὶ οἱονεὶ ἐν δισταγμῷ τινι εὑρισκόμεθα τῆς πολλῆς περὶ ἡμᾶς τοῦ Θεοῦ φιλανθρωπίας, διὰ τοῦτο καταφεύγομεν πρὸς τοὺς ἀναδόχους ἡμῶν, ἐξαιτούμενοι τὴν τελείαν ἄφεσιν διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν αὐτῶν, ἀντιπροσώπων εἶναι πεπιστωμένων τοῦ αἴροντος τὰς ἁμαρτίας ἡμῶν.
δ'. Ἐρώτ. Ἐάν τις προσπέσῃ διά τε λόγου ἀργοῦ, ἢ διὰ κατακρίσεως, ἢ ἀνακρίσεως, ἢ μωρολογίας,
RESPONSIONES AD INTERROGATA QUÆDAM.
Responsio Olim quidem ex quadam peculiari
consuetudine in magna feria quinta homines comedebant caseum et ova. Verum qui postea exstiterunt Patres, prædictam rem absurdam reputantes, canonem hunc ediderunt; neque tamen de
oleo vinoque id intelligebant. Etenim est hæc su
stentatio et solamen ex summa afflictione jejunii
eoruin qui divina mysteria sumunt.
2. Int. Similiter de sancta Pentecoste scriptum
est, ne genu flectamus neve omnino jejunemus.
Cur ergo qui in suis cellis resident, id non ser
vant, sed et jejunant, et genu flectunt tota hebdo
mada, excepto nimirum Sabbato ac die Dominico?
Απόκρισις. Πάλαι μὲν ἔκ τινος συνηθείας ιδιωτι
κῆς τῆ μεγάλη πέμπτη ἔσθιον οἱ ἄνθρωποι τυρὸν καὶ
μα· ἐλθόντες δὲ ὕστερον οἱ πατέρες, καὶ τοῦτο ἀπο
που διαγνόντες, τὸν κανόνα τοῦτον ἐξέθεντο, οὐ μὴν
δὲ περὶ ἐλαίου καὶ οἶνου τοῦτο ἐξελάβοντο· συγκράτ
τησις γὰρ τοῦτο καὶ παραμυθία τῆς ἄκρας κακοπα
θείας ἐκ νηστείας τῶν μεταλαμβανόντων τῶν θείων
μυστηρίων.
β'. Ερώτ. Ωσαύτως καὶ περὶ τῆς ἁγίας Πεντη
κοστῆς γέγραπται μὴ κλίνειν γόνυ, ἢ ὅλως νηστείαν
έργάσασθαι· πῶς οὖν οἱ καθήμενοι ἐν τοῖς αὐτῶν
κελλίοις οὐ τοῦτο φυλάσσουσιν, ἀλλὰ καὶ νηστεύουσι
καὶ γόνυ κλίνουσιν ὅλην τὴν ἐβδομάδα, ἄνευ Σαββά
του δηλονότι καὶ Κυριακῆς
᾿Απόκ. Το κήρυγμα τοῦ Εὐαγγελίου κοινὸν πάν
ση τῇ οἰκουμένη, καὶ νεωστὶ διδόμενον, καθο
λικῶς ἐποιείτω καὶ τὰ ἐπιτάγματα· καὶ ἐπεὶ ἡ
τοῦ Χριστοῦ ἀνάστασις τοῖς πολλοῖς ἐπιστεῖτο,
πρὸς πληροφορίαν ταύτης ἐδογματίσθη τουτὶ τὸ
δόγμα, διαγορεύον ὡσανεὶ καὶ διδάσκον, ὅτι ὥσπερ
τῇ ἁμαρτίᾳ ἐνεκρώθημεν πεσόντες κάτω, καὶ μὴ
δυνάμενοι ἀναστῆναι μὴ φαινομένου τοῦ ἀναστήσον
τος, οὕτως ἐλθόντος ἐν ὑστάτοις καιροῖς τοῦ ᾧ ἀπὸ
έκειτο Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ παθόντας ἀν
αμαρτήτως διὰ τὰς τὰς ἁμαρτίας ἡμῶν, ἡμεῖς ἀνέστη
μεν· διὰ τοῦτο πρὸς πίστωσιν τοῦ μυστηρίου ἐτέθη
ούτοσι ὁ κανών, καὶ ἐκράτησε, καὶ κρατείτω· οὐκ
ἄρα δὲ ἁμαρτάνουσιν οἱ μοναχοί κρυφίως γόνω
κλίνοντες ἐν ταύταις ταῖς ἡμέραις· κατακρίτους
γὰρ ἑαυτοὺς ποιήσαντες, καὶ οἱονεὶ ἐκουσίως ἐμπεφυλακισμένους, ὀφείλουσιν ἀεὶ βοῆν προς Κύκ
ριον, καὶ ἐκζητεῖν διὰ ταπεινώσεως τὴν συμπάθειαν
οὐ γὰρ ἐστι μοναχῷ ἐπὶ τῆς γῆς ἑορτὴ, κατὰ τὸν
εἰπόντα.
Resp. Evangelii prædicatio, communis cum esset
toli mando, nuperque facta, generalia tradebat β
etiam præcepta. Et quia Christi resurrectio a plerisque non credebatur, ob eam suadendam hoc
etiam decretum editum fuit, vetans quodammodo
ac docens, quod sicuti peccati causa mortui eramus, et humi strati, nec resurgere valentes, nisi
appareret is qui nos revocaturus ad vitam erat;
sic adveniente postremis temporibus, illo cui repositum erat 10:11, Christo Deo nostro, et impeccabili pro peccatis nostris patiente, nos resurreximus,
ac propterea mysterii hujus confirmandi causa,
canon iste conditus fuit, qui et vim obtinuit, et
utique obtineat. Neque idcirco tamen peccant monachi, privatim his diebus genu flectentes. Nam
cum se reos jam constituerint, et quasi carceri voluntario mancipaverint, semper debent ad Dominum clamare, et humilitate sua misericordiam
implorare. Neque enim monacho solemnitas est in
terra, ut quidam dixit.
3. Int. Si quis tum numero tum qualitate non
parum peccatis carnalibus semet impiavit; deinde
vero de his confessus, congrua culpis ejusmodi
remedia accepit sibique adhibuit, quomodo cognoscet predicta peccata sibi fuisse remissa, ut persuasum habeat tale se bonum esse assecu·
tum?
γ. Ερώτ. Ἐάν τις ήμαρτε ποσότητί τε καὶ ποιός
τητε οὐκ ὀλίγα τῶν σωματικῶν ἁμαρτημάτων, εἶτα
έξωμολογήσατο καὶ ἐδέξατο προσήκοντα φάρμακα
τοῖς τοιούτοις ἁμαρτήμασι, καὶ εἰργάσατο αὐτά,
πόθεν ἔχει γνῶναι εἰ ταῦτα τὰ προῤῥηθέντα ἁμαρτ
τήματα αὐτῷ ἀφέθησαν, ὥστε πληροφορία, σχεῖν
τῷ λογισμῷ περὶ τῶν τοιούτων ἀγαθῶν;
Resp. Nemo unquam comperiretur poenitere et Απόκ. Οὐδέποτέ τις εὑρίσκεται μετανοῶν καὶ
confteri, nisi firmam antea spem haberet, quod si ἐξομολογούμενος, εἰ μὴ πρῶτον βεβαίαν σχῇ ἐλπίδα,
sincere, inquam, confitear et impositam poenam ὅτι Ἐὰν ἐξομολογήσωμαι καθαρῶς, καὶ καταδέξω τα
admittam, prorsus mibi remissio fiet. Quia igitur ἐπιτίμια, ἐκ παντὸς γενήσεταί μοι ἄφεσις· ἐπεὶ δε
homines multitudinem culparum nostrarum consi- η ἀφορῶμεν οἱ ἄνθρωποι πρὸς τὸ πλῆθος τῶν ἡμετέ
deramus, ideoque de multa erga nos Dei miseri- " ρων πταισμάτων, καὶ οἱονεὶ ἐν δισταγμῷ τινι εὑρι
cordia quasi dubitamus, idcirco ad confessarios
nostros confugimus, postulantes plenam per ipsorum manus impositionem remissionem, qui personam tollentis peccata nostra repræsentare creduntur.
4. Int. Si quis peccaverit vel sermone otioso,
vel improbando, vel interrogando, vel stultiloquio,
10. 11 Gen. XLIX, 10.
NOTÆ.
σκόμεθα τῆς πολλῆς περὶ ἡμᾶς τοῦ Θεοῦ φιλάνθρω
πίας, διὰ τοῦτο καταφεύγομεν πρὸς τοὺς ἀναδό
χους ἡμῶν, ἐξαιτούμενοι τὴν τελείαν ἄφεσιν δια
τῆς ἐπιθέσεως τῶν χειρῶν αὐτῶν, ἀντιπροσώπων
εἶναι πεπιστωμένων τοῦ αἵροντος τὰς ἁμαρτίας
ἡμῶν.
δ'. Ερώτ. Εάν τις προσπέση διά τε λόγου ἀργοῦ,
ἢ διὰ κατακρίσεως, ἢ ἀνακρίσεως, ἡ μωρολογίας,
'Ανάδοχοι vulgo dicuntur susceptores in baptismo. Hic tamen intelligendi videntur confessarii.
col. 1733–1734page 2 of 2
PG 99:1733εὐτραπελίας, ἢ ἄλλως διὰ γλώττης ἁμαρτίας, καὶ ἐπιγνῷ καὶ καταγνῷ ἑαυτοῦ, τί ὀφείλει ποιῆσαι ἀντισηκοῦν εἰς μετάνοιαν ἀξίαν καὶ εἰς πληροφορίαν τοῦ ἰδίου λογισμοῦ;
Ἀπόκ. Τοῦτο οὐκ ἔστι νομοκανόνου, ἀλλὰ τῆς μοναχικῆς, καὶ ὡς ἄν εἴποι τις κοινοβιακῆς καταστάσεως ἀκρίβεια, καθημερινὰς ἔχοντα τὰς ἐπιτιμήσεις, ἢ καὶ ἑβδομαδιαίας, καθώς περιέχει τὰ τοῦ ἁγίου Βασιλείου ἐνκρυφῆ, καὶ τῶν μετὰ ταῦτα ἁγίων Πατέρων. Οἷόν τί φημι· Ῥᾳθυμήσας τις καὶ ἀπονυστάξας ἑκουσίως ἐν τῷ ὄρθρῳ οὐχ εὑρέθη· τοῦτο ἐξομολογησάμενος τῷ Πατρὶ αὐτοῦ, ἔλαβεν ἐπιτίμιον ξηροφαγίαν ἄρτου καὶ ὕδατος, καὶ μετανοιῶν ποσότητος τόσων καὶ τόσων κατὰ τὴν ἡμέραν ἐκείνην. Οὕτως νοήσωμεν καὶ τὰ λοιπὰ κατὰ τρόπον παιδεύσεως εὑρισκόμενα πρὸς τοὺς καταδεχομένους.
ΠΟΙΝΑΙ ΜΟΝΑΣΤΗΡΙΑΛΕΣ.
Δ΄. Τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Θεοδώρου ἡγουμένου τῶν Στουδίου ἐπιτίμια. Κοινὰ τῆς ὅλης ἀδελφότητος ἐπὶ τῶν παραλειπόντων ἐν τῇ Ἐκκλησίᾳ εἰς τὸν κανόνα.
α΄. Ὁ μὴ εὑρισκόμενος εἰς τὴν εἴσοδον τοῦ Δόξα ἐν ὑψίστοις, ἄνευ ἀσθενείας ἢ ἑτέρας εὐλόγου κατοχῆς, ἐν τῇ εὐλογίᾳ μενέτω κεκυφὼς μέχρι παρελεύσεως τῶν ἀδελφῶν, ἐξαιτούμενος συγχώρησιν· καὶ εἶθ' οὕτως λαμβανέτω τὴν εὐλογίαν.
β΄. Ὁ ὑστερούμενος τοῦ ἐξαψάλμου, παρεστηκέτω ἐν τῇ τραπέζῃ· εἰ δὲ καθίσματος, βαλλέτω ἀνὰ μετανοίας ιε΄. Μετὰ τὸν ἐξάψαλμον ἐξερχόμενος ἢ περιερχόμενος ἄνευ ὑπομνήσεως, παραστηκέτω ἐν τῇ τραπέζῃ.
γ΄. Ὁ μὴ ἀνιστάμενος ἕως τοῦ πεντηκοστοῦ, ξηροφαγείτω.
δ΄. Ὁ τὸν ὅλον κανόνα ἀπολιμπανόμενος, ξηροφαγίαν ἀκάθιστον ἐπιτιμάσθω.
ε΄. Ὁ μὴ φθάνων εἰς τὸ προοίμιον ἑκάστης ὥρας, τῷ ἐπιτιμίῳ ὑποβαλλέσθω τοῦ μὴ εὑρισκομένου εἰς τὸ Δόξα ἐν ὑψίστοις.
ϛ΄. Ὁ ἀπολιμπανόμενος τοῦ προκειμένου ἑκάστης ὥρας, ᾧ καὶ ἕως τέλους, ξηροφαγείτω.
ζ΄. Ὁ μὴ εὑρισκόμενος ἀπὸ τῆς ἐνάρξεως, τῷ ἐπιτιμίῳ ὑποβαλλέσθω τοῦ μὴ εὑρισκομένου εἰς τὸ Δόξα ἐν ὑψίστοις.
η΄. Ὁ τοῦ μεγαλείου μὴ ὑπακούων, παραστηκέτω ἐν τῇ τραπέζῃ.
θ΄. Ὁ ἐναπομένων ἔξω τῶν θυρῶν, ξηροφαγείτω.
ι΄. Ὁ μὴ κοινωνῶν κατ' ἰδίαν γνώμην, ἀφοριζέσθω ἡμέραν μίαν.
ια΄. Ὁ ἐν ἐπιτιμίᾳ ὤν, καὶ μὴ παριστάμενος μετὰ τῶν κατηχουμένων ἐν τῷ νάρθηκι τῆς λειτουργίας ἐπιτελουμένης, μετανοίας βαλλέτω πεντήκοντα.
S. THRODONI STUDITA
αὐτραπελίας, ή άλλως διὰ γλώττης ἁμαρτίας, καὶ vel jocosis verbis, vel jactantia, aut alio lingua
ἐπιγνῶ καὶ καταγνῷ ἑαυτοῦ, τί ὀφείλει ποιῆσαι
ἀντισηκοῦν εἰς μετάνοιαν ἀξίαν καὶ εἰς πληροφορίαν
τοῦ ἰδίου λογισμού;
Απόκ. Τοῦτο οὐκ ἔστι νομοκανόνου, ἀλλὰ τῆς
μοναχικῆς, καὶ ὡς ἄν εἶποι τις κοινοβιακής κατα
στάσεως ἀκρίβεια, καθημερινὰς ἔχοντα τὰς ἐπιτι
μήσεις, ἡ καὶ ἑβδομαδιαίας, καθώς περιέχει τὰ τοῦ
ἁγίου Βασιλείου ἐνκρυφῆ, καὶ τῶν μετὰ ταῦτα ἁγίων
Πατέρων. Οἷόν τί φημι· Ρᾳθυμήσας τις καὶ ἀπονυστάξας εκουσίως ἐν τῷ ὄρθρῳ οὐχ εὑρέθη· τοῦτο
Εξομολογησάμενος τῷ Πατρὶ αὐτοῦ, ἔλαβεν ἐπιτίμιον
ξηροφαγίαν ἄρτου καὶ ὕδατος, καὶ μετανοιών ποσό
τητος τόσων καὶ τόσων κατὰ τὴν ἡμέραν ἐκείνην.
Οὕτως νοήσωμεν καὶ τὰ λοιπὰ κατὰ τρόπον παιδεύ
σεως εὑρισκόμενα πρὸς τοὺς καταδεχομένους.
peccato, et tamen resipiscat et semet condemnet;
quid ei agendum est, quod justæ penitentiæ æquipolleat, et animi sui fidem faciat?
Resp. Hoc non pertinet ad nomocanonem; sed
est monachalis ac veluti cœnobiticæ vitæ severum
officium, quotidianam agere pœnitentiam, aut
hebdomadariam, sicut est in sancti Basilii secretioribus, et sanctorum deinceps Patrum. Verbi
gratia, deses aliquis et dormitans sponte, matutino
officio non affuit: quam rem Patri suo spiritali
confessus, poenitentiæ loco accepit aridorum esum,
id est panis et aquæ, et certum metancarum numerum illo die faciendarum. Sic etiam reliqua intelligemus, quæ emendandi causa sunt excogitata
erga illos qui ea excipiunt.
ΡΕΝΕ ΜΟNASTERIALES.
Δ΄. Τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ
Θεοδώρου ήγουμένου τῶν Στουδίου επιτί
μια. Κοινὰ τῆς ὅλης ἀδελφότητος ἐπὶ τῶν
παραλειπόντων ἐν τῇ Ἐκκλησίᾳ εἰς τὸν
κανόνα.
Ottob. 350, f. 14.]
εἴσοδον τοῦ Δόξα ἐν
[God. Vat. 430, f. 20 b.
α'. Ο μὴ εὑρισκόμενος εἰς τὴν
ὑψίστοις, ἄνευ ἀσθενείας ἡ ἑτέρας εὐλόγου κατοχῆς,
ἐν τῇ εὐλογίᾳ μενέτω κεκυφώς μέχρι παρελεύσεως
τῶν ἀδελφῶν, ἐξαιτούμενος συγχώρησιν
οὕτως λαμβανέτω τὴν εὐλογίαν.
καὶ εἶθ'
β'. Ὁ ὑστερούμενος τοῦ ἐξαψαλμου 8, παρεστηκέτω ἐν
τῇ τραπέζῃ· εἰ δὲ καθίσματος Β, βαλλέτω ἀνὰ μετανοίας
α'. Μετὰ τὸν ἐξάψαλμον ἐξερχόμενος ή περιερχόμενος
έναν ὑπομνήσεως, παραστηκέτω ἐν τῇ τραπέζη.
γ. Ὁ μὴ ἀνιστάμενος ἕως τοῦ πεντηκοστοῦ, ξηροφαγείτω.
δ. Ὁ τὸν ὅλον κανόνα ο απολιμπανόμενος, ξηροΕφαγίαν ἀκάθιστον ἐπιτιμάσθω.
1. Ὁ μὴ φθάνων εἰς τὸ προοίμιον ἑκάστης ώρας,
τῷ ἐπιτιμίῳ ὑποβαλλέσθω τοῦ μὴ εὑρισκομένου εἰς
τὸ Δόξα ἐν ὑψίστοις.
Γ΄. Ὁ ἀπολιμπανόμενος τοῦ προκειμένου εκάστης
ὥρας, ᾧ καὶ ἕως τέλους, ξηροφαγείτω.
ζ. Ο μὴ εὑρισκόμενος ἀπὸ τῆς ἐνάρξεως, τῷ
ἐπιτιμίῳ ὑποβαλλέσθω τοῦ μὴ εὑρισκομένου εἰς τὸ
Δόξα ἐν ὑψίστοις.
γ. Ὁ τοῦ μεγαλείου μὴ ὑπακούων, παραστηκέτω
ἐν τῇ τραπέζη.
θ'. Ὁ ἐναπομένων ἔξω τῶν θυρῶν, ξηροφαγείτω.
ε'. Ὁ μὴ κοινωνῶν κατ' ἰδίαν γνώμην, ἀφοριζέ
σθω ἡμέραν μίαν.
ε'. Ὁ ἐν ἐπιτιμίᾳ ὤν, καὶ μὴ παριστάμενος μετά
τῶν κατηχουμένων ἐν τῷ νάρθηκε τῆς λειτουργίας
ἐπιτελουμένης, μετανοίας βαλλέτω πεντήκοντα.
b
1. Sancti Patris nostri et confessoris Theodori præsidis Studii pænæ. Et primo quidem communes
toti fraternitati adversus eos qui contra regulam
in Bcclesia peccant.
1. Qui non interfuerit initio cantus Gloria in excelsis, absque infirmitate vel alio probali impedimento, dum datur benedictio, maneat incurvatus
in transitu fratrum, veniam petens; atque ita deinde
accipiat benedictionem.
2. Qui non aufferit hexapsalmo, stet ad mensam.
Quod si cathismati defuerit, puniatur metanosis
quindecim.Si post hexapsalmum exiverit aut obainbulaverit, sine admonitione, stet mensæ tempore.
3. Qui rectus non steterit usque ad psalmum
quinquagesimum, aridis vescatur.
4. Qui totum canonem deseruerit, aridis stans
vesci jubeatur.
5. Qui non adfuerit initio cujusque horæ, eidem
pœnæ subjiciatur atque ille qui cantui Gloria in
excelsis defuerit.
6. Qui recesserit ante responsorium cujusque
horæ, vel etiam ante ejus finem, aridis vescatur.
7. Qui initio non interfuerit, eidem penæ subjiciatur atque ille qui defuerit cantui Gloria in
excelsis.
8. Qui psalmum magnificat non audierit, stet ad
mensam.
9. Qui manserit extra fores, aridis vescatur.
10. Qui sua voluntate sacram communionem
omiserit, extra consortium fiat uno die.
11. Qui penæ suppositus, non interfuerit
cum catechumenis in narthece dum peragitur
liturgia, metanœis subjiciatur quinquaginta.
* Confer. Goar. p. 27, de Hexaps. " Goar. ibid. de cathismate. © Goar. p. 26, de canone.
Continue reading PG 99: Pœnæ Monasteriales →≣ entire volume