PG 99Theodori Studit
Monastic Penances
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected (sonnet, page-by-page) · Migne scan — scholarios OCR + scan in the Page/Facsimile views — PG column chips mark the printed columns.

Monastic PenaltiesPoenae monasteriales

col. 1735–1736page 1 of 22
PG 99:1735ιβ'. Ὁ μετὰ τῶν ἀδελφῶν, ἄνευ εὐλόγου προφάσεως, μὴ ἐρχόμενος εἰς τὴν ἑστίασιν, παρεστηκέτω, ἢ ξηροφαγείτω, ἢ κατὰ τὸν μέγαν Βασίλειον μεινάτω ἄσιτος ἕως τῆς ὡρισμένης ὥρας τῇ ἑξῆς ἡμέρᾳ. ιγ'. Ὁ ἄνευ ὑπομνήσεως ἐξερχόμενος τῆς ἐκκλησίας πλὴν τοῦ ἅπαξ, ἢ καθεζόμενος ἑκάστης ἐπιτελουμένης λειτουργίας ἄνευ ὑπομνήσεως πρὸ τῶν θυρῶν τοῦ θυσιαστηρίου, ἀνὰ δέκα μετανοίας βαλλέτω. ιδ'. Πᾶς ὁ μὴ εὑρισκόμενος ἐν ταῖς τρισὶ τῆς ἑβδομάδος κατηχήσεσιν, ἄνευ εὐλόγου προφάσεως, ξηροφαγείτω. ιε'. Ὁ ἀπολιμπανόμενος τῆς ἑσπερινῆς κατηχήσεως, στηκέτω. ις'. Πᾶς ὁ ἀκούων τοῦ τρικρούσματος ἐπὶ παντός, καὶ μὴ συνερχόμενος μετὰ σπουδῆς, ἀνὰ κ' μετανοίας βαλλέτω. ιζ'. Ὁ παρὰ τὴν ὡρισμένην ἄνεσιν ἀναπατῶν, καὶ περιερχόμενος ἐν τῷ μοναστηρίῳ, ἀφοριζέσθω ἡμέραν μίαν. ιη'. Ὁ ἀφ' ἑτέρου ἐργαστηρίου εἰς ἕτερον μετερχόμενος ἄνευ καθηκούσης αἰτίας, ἀφοριζέσθω ἡμέραν μίαν. ιθ'. Ὁ μετὰ τὴν εὐχὴν τῆς ἐκ τῆς τραπέζης ἐγέρσεως μὴ ἀπιὼν καθὼς διατέτακται, βαλλέτω ἀνὰ μετανοίας κ'. κ'. Ὁ συντυγχάνων ἀπὸ τῶν ἀποδείπνων, βαλλέτω ἀνὰ μετανοίας ν'. κα'. Πᾶς ὁ ἐργοχειριαστὴς μὴ ἐν ἡσυχίᾳ ἐργαζόμενος, ἀλλὰ ἀνακινῶν ξένοις ὁμιλίας, ἀφοριζέσθω ἡμέρας δύο. κβ'. Ὁ εὑρισκόμενος ἐπὶ παντὶ κλέμματι, ἀφοριζέσθω ἑβδομάδα μίαν. κγ'. Ὁ κραυγάζων παρὰ τὸ εἰκὸς, βαλλέτω ἀνὰ μετανοίας λ'. κδ'. Ἐὰν εὑρεθῇ τινὶ κατὰ πάντα τόπον, πάρεξ τῶν δεδομένων μετ' εὐλογίας, ταῦτα μὲν ἀφαιρείσθω, ἐκεῖνος δὲ ξηροφαγείτω. κε'. Ἐάν τις ἔχῃ ἀνεξαγγελτόν τι, ἢ καὶ ἄνευ τῶν ὡρισμένων ἐξαγγέλλῃ τινί, ἀφοριζέσθω ἡμέραν μίαν. κς'. Ἐάν τις διερχομένων β' ἑβδομάδων μὴ ἐξαγγείλῃ εἰς τὸν ἡγούμενον, ἀφοριζέσθω ἡμέραν μίαν. κζ'. Εἴ τις τινὸς ἀνέχεται καταλαλοῦντος, καὶ μὴ αὐτὸς ἐπιδιορθώσεται τὸν καταλαλοῦντα, ἢ μὴ ἀνεχόμενον ἀνενέγκῃ τῷ προεστῶτι, βαλλέτω ἀνὰ μετανοίας ἑκατόν. κη'. Ὁ καλούμενος ὑπό τινος, καὶ μὴ εὐθὺς ἀποκρινόμενος, τῆς κλήσεως οὐ μακρὰν οὔσης, βαλλέτω ἀνὰ μετανοίας λ'. κθ'. Πᾶς ὁ μὴ κατὰ Σάββατον ὑπαλλάσσων τὸ ἔνδυμα αὐτοῦ ἰδίᾳ γνώμῃ, ἢ καὶ πάλιν μὴ παραδοὺς τὸ ἀντάλλαγμα τῇ αὐτῇ ἡμέρᾳ, ἢ καὶ τῇ ἑξῆς, ξηροφαγείτω.
col. 1737–1738page 2 of 22
PG 99:1737Πᾶς ὁ φρατριάζων κατὰ τοῦ προεστῶτος, καὶ διασείων τὴν ἀδελφότητα, ἀφοριζέσθω ἡμέραν μίαν. Εἴ τις ὡς ἔτυχεν ἐξελθὼν εἰς ἀγάπην ἐν τῇ ἐπιστροφῇ διηγήσεται τὰ συμβάντα καθ᾽ οἷον δήποτε τρόπον, μάλιστα ἐν τῇ τραπέζῃ, ἐκτὸς τῶν ἐρωτωμένων ὑπὸ τοῦ προεστῶτος, ἀφοριζέσθω ἡμέραν μίαν. Εἴ τις τὰ τῶν ἄλλων μοναστηρίων ἐπιφοιτῶν πρὸ τῶν γραμμάτων ἐξαγγείλοι, ἢ καὶ μὴ ὄντων γραμμάτων, ἄνευ τοῦ προεστῶτος, καθ᾽ οἷον δήποτε τρόπον, καὶ μάλιστα ἐπὶ βρώσεως ἢ ἄλλου τινὸς πράγματος, ἀφοριζέσθω ἡμέρας γ'. Εἴ τις ἐν Κυριακῇ, καὶ μάλιστα ἐν ἑορτασίμῳ ἡμέρᾳ, μὴ φορέσῃ τὸ μεῖζον αὐτοῦ ἱμάτιον, τουτέστι εἰς τὰ δύο λυχνικὰ καὶ εἰς τὸν ὄρθρον, ποιείτω ἔμπροσθεν τοῦ θυσιαστηρίου ἀνὰ μετανοίας ν', καὶ εἶθ᾽ οὕτως ἐπιστρέψας περιβαλλέσθω αὐτό. Οὗ τινος εὑρεθείη ἐν τῷ ἰδίῳ πίνακι διαγεγραμμένον ἕτερόν τι ἢ Γραφικὸν ἢ λεξικὸν ἢ πρὸς ἀδελφὸν ἐπισταλτικόν, πλὴν οὗπερ ἐκμανθάνοι στιχηρὸν ἢ καθίσματος, ἀφοριζέσθω ἡμέραν μίαν. Ὁ συνεγνωκὼς ἀδελφοῦ τὴν ἐκ τοῦ μοναστηρίου ἔξοδον, ἢ συνομιλήσας, ἢ συνοδεύσας, καὶ μὴ προαναγγεῖλοι, ἀφοριζέσθω ἑβδομάδα μίαν. Περὶ τοῦ κελλαρίου. Χύμα οἴνου ἐὰν γένηται, μετάνοιαι κατὰ τὸ μέτρον τοῦ χύματος ἀνὰ ε', καὶ τὴν ἄνω· ὡσαύτως καὶ χύμα ὄξους, ἢ παράχυμα ἐλαίου, ἢ παράχυμα ὀσπρίου· ἐὰν γένηται. Σῆψις εἴδους παντοίου βιβρωσκομένου ἐὰν τύχοι, αἱ αὐταὶ μετάνοιαι. Ἐὰν τι σκεῦος εὑρεθείη ἀσκέπαστον ἐπὶ πολύ, αἱ αὐταὶ μετάνοιαι. Ἐὰν πλείω παραθήσεται τῇ τραπέζῃ ἢ ἐλάττω τῶν τετυπωμένων, ἀνὰ ρ' μετανοίας. Συντριβὴ ἐὰν γένηται οἱουδήποτε σκεύους μέχρι βαυκαλίου, μετάνοιαι ρ' καὶ σ' καὶ τ', ἢ καὶ παραστάσιμον μετὰ τοῦ σκεύους αὐτοῦ. Περὶ τοῦ ὀψοποιοῦ. Ἐὰν μὴ γέμῃ ὁ λέβης, μετανοίας λ', ὡσαύτως καὶ ὁ σύκουμος. Ἐὰν περίσσευμα ἀφανισθῇ, μετανοίας ρ'· εἰ δὲ ῥιφῇ ἀχρειωθέν, παραστάσιμον μετὰ ξηροφαγίας. Ἐὰν μὴ προεισβάλλῃ ἐν καιρῷ τὸ ἔλαιον καὶ τὸ ἅλας ἵνα συνεψηθῶσι, μετάνοιαι κ'. Εἰ ζωμὸν ἐλαιωμένον ἀποχύσει, μετάνοιαι λ'. Εἴ τις ἄρῃ βαυκάλιον ἀπὸ τοῦ ἀριστηρίου, καὶ μὴ πάλιν ἀντιστρέψῃ αὐτὸ εἰς τὸν ἴδιον τόπον, μετάνοιαι ν'.
col. 1739–1740page 3 of 22
PG 99:1739μς'. Ἐὰν συντριβῇ χύτρα ἢ πυροστάτης ἢ κατά-βιον ἢ ἐσχάρα ἢ ἄλλο τι σκεύος μαγειρικὸν ἐκ καταφρονήσεως, ἀνὰ ρ' καὶ σ' καὶ τ' μετανοίας. Περὶ τοῦ βιβλιοφύλακος. μζ'. Ἐάν τις λάβῃ βιβλίον, καὶ μὴ φιλοκάλως κρατῇ αὐτό, ἢ ἅψηται ἄλλου ἄνευ τῆς ἐπιτροπῆς τοῦ κρατοῦντος, ἢ ἐπιζητοίη ἕτερον παρ' ὃ ἔλαβε γογγύζων, μὴ ἅψηται ὅλως τῇ ἡμέρᾳ ἐκείνῃ. μη'. Ἐὰν ὁ βιβλιοφύλαξ τὴν δέουσαν ἐπιμέλειαν μὴ ἐπιδείκνυται, τινάσσων καὶ μεταστοιβάζων καὶ κονιορτῶν ἕκαστον, ξηροφαγείτω. μθ'. Ὅστις εὑρεθῇ ἀποκρύπτειν εἰς κοιτάριον, καὶ μὴ κατὰ τὸν καιρὸν τοῦ κρούσματος ἀποδοίη τοῦτο τῷ βιβλιοφύλακι, ἄνευ εὐλόγου προφάσεως, παρεστηκέτω ἐν τῇ τραπέζῃ. Περὶ τοῦ σκυτέως. ν'. Ἐὰν ἐκ καταφρονήσεως κλάσῃ σουβλίον, ἢ ἕτερον ἐργαλεῖον σκυτοτομικόν, ἀνὰ μετανοίας β', καὶ ν', καὶ λ'. να'. Ἐὰν παραχρήσηται τοῖς δέρμασιν ἢ ταῖς σούραις, καὶ μὴ μετὰ ἀσφαλείας διακόπτῃ καὶ ὑποβάλῃ ἐν τοῖς ὑποδήμασιν, ἐχέτω τὰ αὐτὰ ἐπιτίμια. νβ'. Ἐὰν προσπαθῶς δῷ τινί, ἢ καὶ ἀχρειάστως, ξηροφαγείτω. Περὶ τοῦ καλλιγράφου. νγ'. Ἐὰν ὑπὲρ τὴν χρείαν ποιῶν κόλλαν, σήπῃ αὐτὴν διὰ τῆς ἀπομονῆς, μετάνοιαι να'. νδ'. Εἰ μὴ φιλοκάλως κρατεῖ τὸ τετράδιον, καὶ τὸν θησι τὸ ἀφ' οὗ γράφει βιβλίον, καὶ σκέπει ἐν καιρῷ ἑκάτερα, καὶ παρατηρεῖται τά τε ἀντίστιχα καὶ τοὺς τόνους καὶ τὰς στιγμάς, ἀνὰ μετανοίας λ', καὶ ρ'. νε'. Ἐάν τις ἐκστηθήσει ἐκ τῶν γεγραμμένων τοῦ ἐξ οὗ γράφει βιβλίου, ἀφοριζέσθω ἡμέρας γ'. νς'. Εἴ τις πλέον τῶν γεγραμμένων ἀναγνώσει ἐξ οὗ γράφει βιβλίου, ξηροφαγείτω. νζ'. Εἰ ἐκ θυμοῦ συντρίψει κάλαμον, μετάνοιαι λ'. νη'. Εἰ ἐπάρῃ ἕτερος ἑτέρου τετράδιον ἄνευ γνώμης τοῦ γράφοντος, μετάνοιαι ν'. νθ'. Εἰ μὴ στοιχείη τοῖς τετυπωμένοις παρὰ τοῦ πρώτου καλλιγράφου, ἀφοριζέσθω ἡμέρας δύο. ξ'. Ἐὰν ὁ πρωτοκαλλιγράφος ἐμπαθῶς διανέμῃ τὰ ἐργόχειρα, καὶ εἰ μὴ περιστέλλῃ καλῶς τὰς μεμβράνας καὶ πάντα τὰ ἀμφιαστικὰ ἐργαλεῖα, ὥστε μή τι ἀχρειωθῆναι τῶν χρησιμευόντων εἰς τὴν τοιαύτην διακονίαν, ἀνὰ μετανοίας ν', καὶ ρ', καὶ ἀφορισμὸν ἐπιτίμησον. Περὶ ἀκεστοῦ. ξα'. Ἐὰν ἐκ καταφρονήσεως συντρίψῃ βελόνην ἢ ψαλίδα, ἢ συγκόψῃ τροιάν, ἢ διασχίσῃ ἱμάτιον, μετάνοιαι δ', ἢ ν', ἢ ρ'.
col. 1741–1742page 4 of 22
PG 99:1741Εἰ παραβλέψῃ καὶ τὸ τυχὸν ῥάκιον, ἢ τὰ ἡρημένα μὴ ἀνακαινίσῃ, καὶ προσεμπαλοῖ καὶ ἀποφθειρίζοι, καὶ ἀπαθῶς καταδιδοῖ ἑκάστῳ τῶν ἀδελφῶν τὰς καθ' ἑβδομάδας ὑπαλλαγάς, ξηροφαγείτω, ἢ παραστηκέτω, ἢ ἀφοριζέσθω ἡμέραν μίαν. Περὶ τοῦ ὀστιαροῦ. Ἐὰν ὁ ὀστιάριος ἐξ ἀμελείας ἐάσῃ τὸ θυρώριον, καὶ γένηται ἔξοδος ἀδελφοῦ λαθραία, ἀφοριζέσθω ἑβδομάδα μίαν. Ἐὰν ἐκ καταφρονήσεως ἐάσῃ εἰσέρχεσθαι κοσμικὰς ἀποκρίσεις παρὰ τῶν προσφοιτώντων ξένων ἐν τῇ μονῇ, μετανοίας ρ'. Ἐὰν μὴ μετ᾿ εὐλαβείας διδοῖ καὶ λαμβάνῃ λόγον παρὰ τῶν ἐπιξενομένων, ἢ τὰς φάσεις μὴ ποιῆται πρὸς τὸν ἡγούμενον ἁρμοδίως καὶ πρεπόντως, μετανοίας ρ'. Ἐὰν ἐξ ἀπροσεξίας ἀπολέσῃ κλειδίον, ξηροφαγείτω. Περὶ τοῦ νοσοκόμου. Ἐὰν μὴ ἐπιμελῆται καθ᾽ ὅσον δυνατὸν ἑκάστου τῶν ἀρρώστων, καὶ προσάγῃ τὰ κατὰ χρείαν ἁρμοδίως, κατὰ τὰ διατετυπωμένα ἐμμέτρως· καὶ ἡ ὑπερβάλλοι, ἢ καὶ ἐλλείψοι, μετάνοιαι ν' καὶ ρ', ξηροφαγείτω καὶ ἀφοριζέσθω ἡμέραν μίαν. Ἐὰν μὴ ὁ παρανοσοκόμος στρωννύῃ τὰς κλίνας τῶν νοσερῶν, καὶ διατηρῇ καλῶς τὰ ἔλαια, καὶ εἰ μὴ ἐξ ἀκρίβειαν μέχρι καὶ ἑνὸς κοκκίου, ξηροφαγείτω, καὶ ἀφοριζέσθω ἡμέραν μίαν. Ἐάν τις τοῦ νοσοκόμου χωρὶς ἀναπέσοι εἰς κλίνην, ἢ καὶ ἀλλάξοι ἄλλην παρὰ τὴν δοθεῖσαν αὐτῷ, μετάνοιαι ν'. Ἐὰν παραχρῆσθαι τοῖς καρβωνίοις, ἢ συντρέψοι ῥᾳθυμίας τι τῶν χαλκευτικῶν ἐργαλείων, ἢ ἀπολέσοι, ἢ ἄνευ προστάξεως λάβῃ τι παρά τινος, ἢ κατεργάσηται ἐργαλεῖον, λ', ἤ ν', καὶ ρ' μετάνοιαι, καὶ ξηροφαγείτω. Περὶ κανδηλαρίου. Ἐὰν μὴ ποιῆται τὴν ἀφὴν τῆς κανδήλας, καὶ τῆς ἐκκλησίας ἀξιολόγως καὶ ἐμμέτρως τὰς ἀρτύσεις, μήτε ὑπερβαλλούσας μήτε ἐλλειπούσας, προσέτι καὶ ἀποκαθαίρων τὰ ῥύπη τῶν κανδήλων κατὰ τὸ εἰωθὸς τῆς ἑβδομάδος, μετάνοιαι ρ', καὶ ξηροφαγείτω. Ἐὰν συντρίψῃ κανδήλαν, κατὰ τὴν τιμὴν τῆς κανδήλας ἐχέτω τὸ ἐπιτίμιον. Ἐὰν ἀδιαφόρως καίηται τὰ παπύρια, ἢ ποιῆται ἀποκανδηλίσματος, ἢ ἐξάψῃ λάβρως, ἢ ὑποστείλῃ παρὰ τὸ προσήκον, ἀνὰ μετανοίας λ'. Ἐὰν μὴ καθαίρῃ τὰ πολυκάνδηλα ἢ τὰ κρεμάσγια ἢ τὰ τούδια, ὥστε μὴ ἐξ ἰώσεως ἀχρειωθῆναι, μετανοίας ρ'.
col. 1743–1744page 5 of 22
PG 99:1743οε'. Ἐὰν ἐκλείψῃ ἢ προσθήσῃ παρὰ τὸ προσταχθὲν αὐτῷ μέτρον τῆς ἁφῆς τῶν κανδήλων, ὥστε γνωρίζειν αὐτὸν τὸν καιρὸν τῆς Δεσποτικῆς ἑορτῆς, καὶ τῆς Κυριακῆς, τῆς μνήμης τῶν ἁγίων, καὶ ἐὰν μὴ δὶς καὶ τρὶς τῆς ἑβδομάδος φιλοκαλῇ τὸν ναὸν τοῦ Θεοῦ, ἀνὰ μετανοίας λ'. Περὶ τοῦ κηπωρού. οϛ'. Ἐὰν μὴ ἐν καιρῷ ποιῆται τὰς σπορὰς τῶν λαχάνων, μετάνοιαι ν'. οζ'. Ἐὰν μὴ καλλιεργῇ ὡς παράδεισον Κυρίου τὸν πεπιστευμένον αὐτῷ κῆπον, ὥστε ἐπαρκεῖν αὐτὸν τῇ ἀδελφότητι κατὰ πᾶν εἶδος λαχάνου, μετανοίας ρ'. οη'. Ἐὰν ἀδιαφόρως παραμελῇ τὰς ἀρδείας, καὶ μὴ ἐμμέτρως ποτίζῃ, μετάνοιαι ρ'. Περὶ τοῦ ἀμπελουργοῦ. οθ'. Ἐὰν μὴ φιλοκαλῇ τὴν ἄμπελον Κυρίου, διατέμνων, καθαίρων, σκάπτων, βοθρεύων, καὶ παντοίως αὐτὴν καλλιεργῶν, μετανοίας ρ'. Περὶ τοῦ ἀροτριῶντος. π'. Ἐὰν ἀπὸ θυμοῦ πλήξῃ τὸν βοῦν, ἢ προσενέγκοι ῥῆμα ἄτακτον, μετανοίας ι'. πα'. Ἐὰν μὴ τὰ χρησιμεύοντα αὐτῷ σκεύη καὶ ἐργαλεῖα μετ' ἐπιστήμης καὶ ἐπιμελείας κρατῇ, ξηροφαγείτω. Περὶ ξενοδόχου. πβ'. Ἐὰν μὴ ὑποδέχεται καλῶς τοὺς ξένους μετὰ πάσης εὐλαβείας, νίπτων τοὺς πόδας αὐτῶν, καὶ κοιτάζων αὐτοὺς ἁρμοδίως, μετάνοιας ρ'. πγ'. Ἐὰν ἐάσῃ ἄστρωτον τὴν κλίνην, καὶ μὴ τὰ ἐν τῇ διακονίᾳ σκεπάσματα ἀνατινάσσῃ, καὶ περιποιῆται, ξηροφαγείτω. πδ'. Ὡσαύτως καὶ ἐὰν μὴ φιλοκαλῇ τὸν κοιτῶνα διὰ τῆς ἑβδομάδος. Περὶ μάγκιπος. πε'. Εἴ τις λαλήσει ἐν τῷ ἀρτοκοπείῳ, τῶν ἀδελφῶν τοὺς ἄρτους ἀρτοκοποιούντων, μετάνοιαι λ'. πϛ'. Ἐὰν μὴ ὁ μάγκιψ συμμέτρως ὑποβάλλοι τὴν καῦσιν τῶν φρυγάνων ἢ τῶν ξύλων, ἢ ἐψῇ κακῶς τὸν ἄρτον, μετάνοιαι γ'. Περὶ τοῦ τέκτονος. πζ'. Ἐὰν ἀφανίσῃ τὸ πελεκώμενον ξύλον, ἢ ὑπερκόψῃ, καὶ παρὰ τὸ μέτρον παρακόψῃ, ἢ καὶ ἄλλως πως ἀχρειώσει, ξηροφαγείτω. πη'. Ἐὰν ἐπάρῃ τις ἐργαλεῖον ἄνευ τοῦ τέκτονος ἢ ἐξ ἄλλης διακονίας, μετάνοιαι ν'. πθ'. Ἐὰν ἀπολέσῃ ἐργαλεῖον ἐπὶ πάσης διακονίας, ξηροφαγείτω, καὶ ἀφορισμοῦ ἐπιτίμιον ἐχέτω. ϙ'. Κλάσμα ἐὰν γένηται σκεπάρνου, τερέτρου, πρίονος, πελέκεως, ἢ καὶ ἄλλου τινός, μετάνοιαι ρ'.
col. 1745–1746page 6 of 22
PG 99:1745ἂν μὴ τὴν προσήκουσαν ἐπιμέλειαν ποιήσηται ἐν τοῖς κτήνεσιν, εἴτουν τὸ ἐν καιρῷ ὕδωρ διαδιδόναι καὶ τὴν τροφήν, καὶ στρωννύειν, καὶ ἀναξύειν καὶ φιλοκαλεῖν, καὶ ἀποκαθαίρειν, καὶ ψηκτρίζειν, μετάνοιαι λ'. ἂν πολὺ κατελαύνῃ ἐν τῷ μύλωνι ἢ ἐν ἄλλῃ ὁδῷ, ἢ καταῤῥαβδίζῃ, ἢ ἐπιφορτίζῃ πλέον τοῦ δέοντος, ξηροφαγείτω, ἢ καὶ ἀφοριζέσθω ἡμέραν μίαν. Περὶ τοῦ διακόνου. ἂν εἰσφέρῃ λόγους, ἢ εἴδη παρὰ τῶν ἔξω ἢ παρὰ τῶν συγγενῶν τοῖς ἀδελφοῖς, ἀφοριζέσθω ἡμέραν μίαν. ἂν ἐν ταῖς ἀγορασίαις ἢ ἐν ταῖς πράσεσι διαμάχηται, ἢ παροξύνηται, ἢ ὁρκοποιῆται, καὶ μὴ μέχρι β', καὶ γ' φωνῆς ποιῆται τήν τε πράσιν καὶ ἀγορασίαν, ἀνὰ μετανοίας ν', καὶ ρ'. ἂν μὴ μετὰ προσηκούσης εὐλαβείας ποιῆται τὰς ἀπὸ τοῦ μοναστηρίου ἐξόδους, ὥστε μετ᾿ εὐοχῆς περιπατεῖν καὶ στιχολογίας, μὴ περιβλεπόμενος γυναικείας ὄψεις, ἢ ἄλλα ἀνωφελῆ, ἵνα τὸ ἐφ᾿ αὐτὸν δοξάζηται ὁ Θεὸς διὰ τῆς τῶν ὁρώντων ὠφελείας, ξηροφαγείτω ἡμέραν μίαν. Περὶ τοῦ διδασκάλου τῶν παίδων. ἂν μὴ σπλάγχνα οἰκτιρμῶν καὶ πατρικὴν διάθεσιν ἔχῃ, ὥστε ἐκτρέφειν τὰ νήπια ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, ἱμειρόμενος αὐτῶν κατὰ ψυχὴν καὶ κατὰ σῶμα, θάλπων, καὶ περιέπων πᾶσαν τὴν σωματικὴν αὐτῶν ἐπιμέλειαν, ἀνὰ μετανοίας ρ', ξηροφαγείτω, ἢ ἀφοριζέσθω ἑβδομάδα μίαν. λέγων αἰσχρὸν λόγον ἢ ὀνειδιστικόν, πάρεξ τῶν προεστώτων καὶ παιδευτικῶς ταῦτα λαλούντων, ὁ ἐκφέρων ἐν τῇ ἀδελφότητι, ἀνὰ μετανοίας ν'. Περὶ τοῦ κοσμήτου. ἂν μὴ δὶς τῆς ἑβδομάδος πᾶσαν τὴν μονὴν φιλοκαλῇ, μετάνοιαι ν', ἢ ξηροφαγείτω. Περὶ τοῦ κανονάρχου. ἂν παρὰ τὴν ὡρισμένην ὥραν, ἤγουν τοῦ μεσονυκτίου τὸ καθημέραν, καὶ τοῦ προμεσονυκτίου κατὰ Κυριακὴν ὑπερβάλλων ἢ ἐλλείπων, τὴν πνευματικὴν καταφρονήσῃ σάλπιγγα, ἀνὰ μετανοίας λ', καὶ ν', καὶ ρ'. ἂν μὴ πᾶσαν ὥραν λειτουργικὴν ἐγκαίρως σημαίνῃ, τὴν ἀδελφότητα καλῶν, μετάνοιαι ρ'. ἐὰν καταληφθῇ κατὰ πρόσκλησιν ἢ προσπάθειαν εὐδοκιμῶν ἀδελφόν, εἴ τε πρὸς κατάγνωσιν ἢ ἀποστερῶν, ἢ καὶ ὑπερπλεονάζων, ξηροφαγείτω. ἂν μὴ τὴν δέουσαν ἐπιμέλειαν καὶ καθαριότητα ἐνδείκνυται ἐν τοῖς πρωτολογίοις, εἰς τε τὰ κοντάκεια καὶ εἰς ἕκαστον βιβλίον ὃ ἐπικρατεῖ, ὅπως μὴ
col. 1747–1748page 7 of 22
PG 99:1747ἀχρειωθῇ ἡ ἐκ σάλου τῶν κανοναρχούντων, ἢ ἐξ ἐπιστασίας κανδήλας, ἢ ἐξ ἐκχύσεως κηραψίας, ἢ ἐκ μιασμάτων ἱδρωμάτων χειρός, παραστάσιμον ἐν τῇ τραπέζῃ. ργ'. Ἐὰν μὴ προλέγῃ τῷ μέλλοντι ἀναγινώσκειν ἢ ψάλλειν, ὡς προκατηρτισμένον εἶναι καὶ διασκεμμένον εἰς ἑκάτερα, ἀνὰ μετανοίας κ'. ρδ'. Ἐὰν ἀπομείνῃ κανῶν μὴ ψαλθεὶς κατὰ τὴν δέουσαν ἡμέραν, μετάνοιαι ρ'. Περὶ τοῦ ταξιάρχου. ρε'. Πᾶσαν εὐταξίαν εἰ μὴ φυλάττοι, πρῶτος αὐτός, ἔπειτα δι' ἐξουσίας τῆς οἰκείας διακονίας παρατηρῇ καὶ ἐν πάσῃ τῇ ἀδελφότητι, ὥστε χοροστατεῖν αὐτοὺς ἁρμοδίως, καὶ μάλιστα ἐν καιρῷ κατάλληλα πρὸς ἡλικίαν καὶ τὰς εἰδήσεις καὶ τὰς εὐφωνήσεις, ἀνὰ λ', καὶ ν', καὶ ρ' μετανοίας. ρς'. Ἐὰν μὴ τὸ ματρίκιον κρατῇ ἐπιμελῶς, τὸ εἰδέναι ἑνὸς ἑκάστου τὸν βαθμόν, καὶ τὸν ἀριθμὸν τῆς ὅλης ἀδελφότητος, ἵνα τοὺς κεκοιμημένους παραπέμψαι ἐγγράφεσθαι τῷ πρωτοδιακόνῳ ἐν τοῖς διπτύχοις· τοὺς δ' ἐξ ἀβουλίας ὑποδράσαντας διὰ ζητήσεως κατέχοι, καὶ εἴ τι ἄλλο ἐπιβάλλοι, ἀνὰ μετανοίας ρ'. ρζ'. Ἐὰν μὴ τὰ ἱερὰ καὶ θεῖα ἀναθύματα μετὰ φόβου καὶ τρόμου διαχειρίζηται, ὥστε τὰς κατὰ καιρὸν ὑπενδύσεις ποιεῖσθαι τῆς θείας τραπέζης καὶ τῶν ἄλλων πνευματικῶν ἱερουργικῶν κειμηλίων, καὶ εἰ μὴ διπλοῖ καὶ τίθησιν ἐπισπάστρας, μετανοίας δ', καὶ ν'. Περὶ τοῦ ὑφαντοῦ. ρη'. Ἐὰν μὴ ὁ πρῶτος ἐπιδιδῷ πρωΐθεν ἑκάστῳ τὸ ἔργον, καὶ φυλάττοι τοῦτο μὴ γενέσθαι παράχρησίν τινα ἔν τε τοῖς ἐρίοις καὶ τοῖς ἐριουργηθεῖσι στήμοσιν, ἀνὰ μετανοίας ν'. ρθ'. Ἐὰν ἐξ ἀμελείας διακόψῃ τροιάν, ἢ ἐκ θυμοῦ τὰ τῆς κερκίδος κινηθεὶς συντρίψῃ αὐτήν, μετανοίας ν'. ρι'. Ἐὰν μὴ πρεπόντως ὑφαίνοιντο οἱ χιτῶνες, παρατηρουμένης ἐν τῇ ὑφανσίᾳ καὶ σώματος πυκνότητος καὶ ἰσονημίας καὶ καθαροχειρίας, μετανοίας πεντήκοντα. Β'. Τὰ καθημερινὰ ἐπιτίμια τῶν μοναχῶν ἐκτεθέντα παρὰ τοῦ ὁσιωτάτου Πατρὸς ἡμῶν Θεοδώρου. α'. Περὶ μοναχοῦ ἐσθίοντος κρέα λάθρα, ἐκτὸς ἀσθενείας. Ὁ κρέα λαθροφαγήσας ἐκτὸς ἀνάγκης καὶ εὐλογίας τοῦ Πατρός, ὄψάριον, ἢ ὠόν, ἢ τυρὸν μὴ φαγέτω ἡμέρας μ'· γέγραπται γάρ· Καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖτε εἰς ἐπιθυμίαν.
col. 1749–1750page 8 of 22
PG 99:1749β΄. Περὶ τοῦ μὴ ἐξαγγέλλοντος μοναχοῦ δι᾽ ὅλης τῆς ἑβδομάδος. Ὁ μὴ ἐξαγγέλλων τὰς καθ᾽ ἑαυτὸν πράξεις καὶ λογισμοὺς τῷ Πατρὶ διὰ τῶν ἑπτὰ ἡμερῶν τῆς ἑβδομάδος, ἐκ τότε μὴ ἐδέσθω ἕως οὗ ἐξαγγείλῃ. γ΄. Περὶ τοῦ λάθρα γενομένου δείπνου πρὶν εὐλογηθῆναι παρὰ τοῦ Πατρός. Ὁ γευόμενος ἐξ οἱουδήποτε ὁποίας παρὰ δέξασθαι εὐλογίαν παρὰ τοῦ Πατρός, μὴ ἐδέσθω ἕως οὗ τὴν χάριν ἐκείνην. δ΄. Περὶ τοῦ ὅτι χρὴ ἐκτὸς μανδύου ἐργάζεσθαι μοναχόν. Ὁ ἄνευ τοῦ μανδύου αὐτοῦ ἢ τοῦ κουκουλλίου ἐργαζόμενος τὴν οἰκειῶν ἐργασίαν, ὡς καταφρονητὴς ἐπιτιμάσθω. ε΄. Περὶ τοῦ μὴ πίνειν ὕδωρ μετὰ τὸ ἀπόδειπνον. Ὁ μετὰ ἀπόδειπνον πίνων ὕδωρ, ἢ συντυγχάνων τινί, ποιείτω μετανοίας β΄. ς΄. Περὶ τοῦ μὴ μεταλαμβάνοντος δι᾽ ἀμελείας. Ὁ ἐκτὸς μ΄ ἡμερῶν, ἄνευ ἐπιτιμίου, μὴ ἀκοινωνῆτος, λεγέτω τῆν αἰτίαν· καὶ εἰ ἐξ ἀμελείας εὑρίσκεται τοῦτο ποιῶν, ἐπιτιμάσθω ἡμέρας μ΄. ζ΄. Περὶ προσενέγκεως προσφορᾶς ἐν μοναστηρίῳ δεῖ ὡς κἂν πάλιν αὐτεὺς ἐπιζητεῖν. Εἴ τις μοναχὸς ἔλθοι εἰς μοναστήριον, καὶ φέρει ἕως πεντηκοστοῦ δύναμιν, εἴτε φίλλους μία, οὐδὲ ἔχει ἐξουσίαν εἰς οὐδὲν ἕως ὁρισμοῦ μηκέτι ἐπιζητεῖν. η΄. Κοσμικὸς ἀσθενῶν ἀποτάξασθαι, καὶ τὸν μοναχῶν βίον εἰσελθών, τὸ ἔνδυμα καὶ (τῆς) τῆς κλίνης αὐτοῦ ἐκκλησία μένει. θ΄. Ὁ λέγων μοναχὸς λόγους κοσμικούς, ἢ ὅτι ἔχω γενικὰ νοῦ ποτε, ἀφοριζέσθω· (θ) ἡμέρας τρεῖς, μὴ προσαγαγὼν νε΄ καὶ τὸ ἀσφαλές· ν΄ ἡμέρας τῆς ἡμέρας τῆ σχήματι ἐλθών, ἀποτάξαντος τοῖς κατὰ σάρκα συγγενέσι τῷ Χριστῷ προστεθήμεθα. ι΄. Εἴ τις ἐπιστρέψει ποτε ἀπὸ ἁμαρτίας οὐ προσλήψεται, ἀλλὰ πολὺ αὕτη, ἐλπίσας τῷ Χριστῷ εἴπεῖν· χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μεταδοῦντι. ια΄. Ἐάν φιλῇ μοναχὸς οἰασδήποτε γυναῖκα, ἔστω ἐκτὸς τῆς ἡμέρας τοῦ ᾿Αναστάσεως τοῦ Κυρίου τῆς αὐτοῦ μήτρα ὑπόστασης ἑτέρας· ιβ΄. ᾿Ο τὸ ἅγιον σχῆμα ἀθετῶν, ἔστω ἀκοινώνητος ἔτη τρία.
col. 1751–1752page 9 of 22
PG 99:1751ιγ΄. Ὁ τῇ ἁγίᾳ Τεσσαρακοστῇ νηστεύων, καὶ τῇ μεγάλη πέμπτη λύων λόγῳ διακρίσεως, ἀτιμάζει ὅλην τὴν ἁγίαν Τεσσαρακοστήν. ιδ΄. Ἐὰν κατὰ ἄγνοιαν πλυθῇ ἀντιμίνσιον, οὐ μολύνεται· ὁ γὰρ ἁγιασμὸς ἐν αὐτῷ ἐστι· τὸ γὰρ ἱερόν, μικρὸν οὐ γίνεται. ιε΄. Ὁ ἀπὸ λειτουργίας ἱερεὺς ἐμέσας, εἰ μὲν ἀπὸ γαστριμαργίας τοῦτο πέπονθεν, ἡμέρας ξ΄ πληρώσει μένων ἀκοινώνητος, νηστεύων καὶ πληρῶν καθ᾽ ἑκάστην ἡμέραν μετανοίας χιλίας· εἰ δὲ ἀπὸ βλάβης ἐγένετο, ἡμέρας ζ΄ ἕξει τὸ ἐπιτίμιον, ποιῶν καὶ μετανοίας κε΄. ις΄. Εἴ τις καταλείψει τὸν κανόνα, ξηροφαγίας ἡμέραν μίαν ποιείτω, καὶ μετανοίας μ΄. ιζ΄. Εἴ τις ἀπολείψει τοῦ λυχνικοῦ, ἢ τῶν ἀποδείπνων, ἡμέραν μίαν οἶνον μὴ πιέτω, μετανοίας ποιῶν ν΄. ιη΄. Ὅστις ἐν τῇ ὥρᾳ τῆς δόσεως τῆς εὐλογίας λείψει κατὰ ἀμέλειαν, νηστευέτω ἕως ὀψέ, καὶ μετανοίας ποιείτω ν΄. ιθ΄. Εἴ τις ἐξέλθοι τοῦ μοναστηρίου χωρὶς τῆς τοῦ ἡγουμένου παραθέσεως, μενέτω ἀκοινώνητος ἑβδομάδα μίαν, μετανοίας ποιῶν μ΄. κ΄. Εἴ τις κτήσεται πρᾶγμα χωρὶς τοῦ ἡγουμένου, μενέτω ἀκοινώνητος ἡμέρας ιε΄, ξηροφαγῶν ὥρᾳ θ΄, καὶ μετανοίας ποιῶν ν΄. κα΄. Εἴ τις συνδυάσει μετά τινος, ἢ ἀναχωρήσει τοῦ μοναστηρίου κρύφα, μενέτω ἀκοινώνητος ἡμέρας λ΄, ξηροφαγῶν, καὶ μετανοίας ποιῶν ρ΄. κβ΄. Εἴ τις λαβὼν ἐπιτίμιον παρὰ τοῦ ἡγουμένου μὴ φυλάξει, ἀφοριζέσθω ἑβδομάδα μίαν τῆς ἀδελφότητος, ξηροφαγῶν, καὶ μετανοίας ποιῶν καθημέραν ἑκατόν. κγ΄. Εἴ τις ἀδελφοῦ ἱμάτιον, ἢ ἄλλο τι παρὰ γνώμην αὐτοῦ φορέσει, ἡμέρας τρεῖς ξηροφαγείτω, μετανοίας ποιῶν ἑκατόν. κδ΄. Εἴ τις εὑρεθῇ τῇ νυκτὶ ἰδιάζων κρύφα μετά τινος, ἢ ἀλλάσσων τὸν τόπον τοῦ κοιταρίου, ἢ μένων ἔξω χωρὶς τῆς τοῦ ἡγουμένου γνώμης, ἀφοριζέσθω ἑβδομάδα, ξηροφαγῶν, μετανοίας ποιῶν σ΄. κε΄. Τοῦ ἡγουμένου μὴ ἐπιτρέψαντος, ἐὰν ἀδελφὸς ἀλλάξῃ τὸ ἐργόχειρον, ἡμέρας μ΄ ξηροφαγείτω, μετανοίας ποιῶν π΄. κς΄. Εἴ τις πρᾶγμα ἑαυτοῦ ἀλλάξει μετά τινος, χωρὶς τοῦ ἡγουμένου, ἢ ἀφ᾽ ἑαυτοῦ κτήσεται, ἢ λάβῃ παρά τινος, ἀφοριζέσθω ἡμέρας ιβ΄, μετανοίας ποιῶν π΄. κζ΄. Εἴ τις ἔξω τῆς τραπέζης ἐσθίει, τῆς τοῦ ἡγουμένου χωρὶς εὐλογίας, ἢ ἀῤῥωστίας δίχα, ξηροφαγείτω ἡμέρας τρεῖς, ποιῶν μετανοίας διακοσίας. κη΄. Εἴ τις μετὰ τὰ ἀπόδειπνα εὑρεθῇ ἐσθίων, ξηροφαγείτω ἑβδομάδα· εἰ δὲ εὑρεθῇ γελῶν, ποιείτω μετανοίας σ΄.
col. 1753–1754page 10 of 22
PG 99:1753αθ'. Εἴ τις ἐν τραπέζῃ συντυγχάνει, ἢ γελοιάζει, ἐγειρέσθω εὐθύς, ποιῶν μετανοίας ρ'. λ'. Εἴ τις λυπήσει τὸν ἀδελφὸν αὐτοῦ, καὶ καταφρονήσας μὴ διαλλαγῇ, ἀλλ' ἐπὶ τῷ παροργισμῷ μείνῃ, ἀφοριζέσθω ἑβδομάδας δύο, ξηροφαγῶν καὶ ποιῶν μετανοίας ν'. λα'. Εἴ τις ἐν ἡμέρᾳ τῆς λειτουργίας οὐ μεταλαμβάνει, εἰπάτω τὸ αἴτιον· εἰ δὲ μὴ εἴποι, νηστευέτω ἕως ὀψέ, ποιῶν μετανοίας ν'. λβ'. Ὅστις ἑνὶ τῶν ἀδελφῶν προσπαθῶς μετ' αὐτοῦ ψιθυρίζει, ἀφοριζέσθωσαν οἱ δύο, ἕως ἂν ἀποστῶσιν ἀλλήλων, ποιοῦντες ἀνὰ μετανοίας ρ'. λγ'. Ὅστις ἀπολείψει εἰς τὴν ἀρχὴν ἑκάστης ψαλμῳδίας, χωρὶς διακονίας ἢ προφάσεως ἀναγκαίας, ποιείτω μετανοίας γ'. λδ'. Ὅστις ἐκ ῥᾳθυμίας λείψοι τοῦ κανόνος, ἢ ἀπὸ λυχνικοῦ, ἢ ἄλλης ψαλμῳδίας, ξηροφαγείτω ἡμέραν μίαν, ποιῶν μετανοίας ρ'. λε'. Ὅστις κατὰ ἀμέλειαν οὐ καθίσει μετὰ τῶν ἀδελφῶν εἰς τὴν τράπεζαν, νηστευέτω λοιπὸν ἕως ὀψέ. λς'. Ὅστις ἄνευ ἀνάγκης προεγερθῇ τῆς τραπέζης, τρεῖς ἡμέρας οἶνον μὴ πινέσθω, ποιῶν μετανοίας μ'. λζ'. Ὅστις ἀργολογεῖ, ἢ εὐτράπελα φθέγγεται, οἶνον μὴ πινέτω τὴν ἡμέραν ἐκείνην, ποιῶν μετανοίας μ'. λη'. Εἴ τις τῶν παιδευομένων τινὰ διὰ σφάλμα ἐκδικήσει, ξηροφαγείτω ἑβδομάδα μίαν, ποιῶν καθ' ἡμέραν μετανοίας ρ'. λθ'. Εἴ τις πολεμεῖται εἰς πορνείαν, ξηροφαγείτω ἡμέρας μ'· εἰ δὲ μὴ παύσεται ὁ πόλεμος, ἕως ἂν ἀναπαύσεται ξηροφαγείτω, ποιῶν μετανοίας τὸν νυχθήμερον τ'. μ'. Εἴ τις χαρίζεταί τινι τὸ παλαιὸν αὐτοῦ ἱμάτιον, χωρὶς ἐπιτροπῆς τοῦ ἡγουμένου, ξηροφαγείτω ἑβδομάδα μίαν, ποιῶν μετανοίας ξ'. μα'. Εἴ τις ἐνυπνιασθῇ εἰς πορνείαν, ἀκοινώνητος ἔσται τὴν ἡμέραν ἐκείνην, ποιῶν μετανοίας μ', λέγων τὸν ν' ψαλμόν, καὶ τό, Κύριε, ἐλέησον, ἑκατόν. μβ'. Ὁ μαλακὸς ἡμέρας μ' ἀκοινώνητος ἔστω. μγ'. Ὁ ψεύστης ἔστω ἀκοινώνητος ἡμέρας μ'. μδ'. Ὁ κατάλαλος ὁμοίως ἡμέρας μ'. με'. Ὁ βλάσφημος κατὰ πάντα τρόπον καὶ ὁπωσδήποτε, ἄλαλος ἔστω ἡμέρας μ', ποιῶν μετανοίας καθ' ἡμέραν ν'. μς'. Ἐὰν θέλων τις μικροφαγήσῃ, ἔστω ἀκοινώνητος ἔτη ε'· εἰ δὲ ἐκ βίας τοῦτο πάθῃ, ἡμέρας τεσσαράκοντα. μζ'. Ἐὰν μοναχὸς μεγαλόσχημος πέσῃ εἰς πάθος, ἔστω ἀκοινώνητος ἔτη ε'· εἰ δὲ μικρόσχημος, ἔτη
col. 1755–1756page 11 of 22
PG 99:1755δύο · ὁ αὐτὸς δὲ ὅρος κρατείτω καὶ ἐπὶ μοναστριών. μη'. Ἐὰν μοναχός μεθύσῃ, ἐπόρνευσεν, καὶ ἔστω ἀκοινώνητος ἔτη δύο. μθ'. Ἐὰν ἐπὶ δήμου γελάσῃ, ἔστω ἀκοινώνητος ἡμέρας μ'. ν'. Ἐὰν ἀπὸ γαστριμαργίας ἐμέσῃ, ὁμοίως ἀκοινώνητος ἔστω ἡμέρας μ'. να'. Ἐὰν περιπατήσῃ μεγαλόσχημος ἄνευ τοῦ κουκουλλίου αὐτοῦ, ἔστω ἀκοινώνητος ἡμέρας μ' · οὐκ ἔχει γὰρ ἐξουσίαν τοιοῦτος ἄνευ τῶν συμβόλων τοῦ ἁγίου σχήματος ἐργάσασθαι, ἤ κοιμηθῆναι, ἤ περιπατῆσαί ποτε πούποτε. νβ'. Ἐὰν ἀντιλογήσηταί τις τῷ προεστῶτι αὐτοῦ, ἤ τινι ἀδελφῷ αὐτοῦ, ἔστω ἀκοινώνητος ἡμέρας τεσσαράκοντα. νγ'. Ἐὰν μετὰ κοσμικῶν καθίσῃ μοναχὸς εἰς συμπόσιον, ἔστω ἀκοινώνητος ἡμέρας μ'. νδ'. Ἐὰν μοναχὸς ἤ μοναχὴ τοῦ μοναστηρίου αὐτῶν ἀποδράσωσιν, ἔχουσιν ἀκοινωνησίας ἐπιτίμιον ἔτη ιβ'· εἰ δὲ γε κατὰ ψυχὴν βλάπτωνται καὶ ἐξέλθωσι λαθραίως τῶν μοναστηρίων, δεῖ τούτους εὑρεῖν δόκιμον μοναχόν, καὶ ἐκ τῶν πολλῶν ὀλίγα ἀναγγεῖλαι αὐτῷ πρὸς διόρθωσιν τῆς αἰτίας τοῦ πράγματος, ἵνα διὰ τῆς συνέσεως τοῦ ἱερέως δυνηθῶσι καταλλαγῆναι τοῖς προεστῶσιν αὐτῶν, καὶ ὑποστρέψωσιν εἰς τὰ ἴδια μοναστήρια, διορθουμένων τῶν ψυχικῶν σφαλμάτων. νε'. Μοναχὸς φαγὼν ἤ πιὼν πρὸ τῆς ἀπολύσεως τῆς συνάξεως, ποιείτω ἐν τῇ τραπέζῃ μετανοίας ν'. νς'. Ἐὰν μοναχὸς ἔσταται εἰς σύναξιν τῆς ἐκκλησίας, καὶ εἰς τὸ τέλος οὐχ εὑρεθῇ χωρὶς προστάξεως τοῦ μειζοτέρου, ἤ χωρὶς μεγάλης ἀνάγκης, ποιείτω μετανοίας μ', λεγέτω τό, Κύριε, ἐλέησον, μ'. νζ'. Εἴ τις μοναχὸς φρατρίας ποιεῖ μετὰ ἑτέρων μοναχῶν εἰς οἱονδήποτε πράγμα, ποιείτω μετανοίας ρ', ξηροφαγῶν ἕως ἑσπέρας ἡμέρας δύο. νη'. Εἴ τις μοναχὸς ἄζωστος κοιμᾶται εἰς τὴν αὐτοῦ κοίτην, ποιείτω μετανοίας ν'. νθ'. Εἴ τις μοναχὸς ἐν βαλανείῳ χρίσμα ποιήσει, ποιείτω μετανοίας τ', ὁ δὲ κοσμικὸς ρ' · ἔστωσαν δὲ ἀμφότεροι ἀφωρισμένοι ἑβδομάδα μίαν. ξ'. Μοναχὸς ἐν χώρᾳ ἤ κοινοβίῳ ἄνευ τῆς τοῦ ἡγουμένου εὐχῆς κοιμηθεὶς μίαν ἑσπέραν, ἔστω ἱστάμενος νύκτα ὁλόκληρον, ποιῶν μετανοίας ρν'. ξα'. Μοναχὸς ἐν συνάξει γελάσας, ποιείτω μετανοίας μ'. ξβ'. Μοναχὸς ἤ κοσμικὸς μὴ ὢν ἐπιτετιμημένος, καὶ ἀμελήσας ἡμέρας μ' μὴ κοινωνῆσαι, ἐνιαυτὸν χωριζέσθω τῆς ἐκκλησίας. ξγ'. Μοναχὸς μοναστρίᾳ συμφθαρείς, μετὰ τὸ παύσασθαι αὐτοὺς τῆς ἁμαρτίας, ἐχέτωσαν ἐπιτίμιον ἀκοινωνησίας ἔτη γ'. ξδ'. Ἱερεὺς κοσμικὸς ἱερουργήσας, καὶ ἐκ γαστρι-
col. 1757–1758page 12 of 22
PG 99:1757ξέ. Εἴ τις ὑπὸ τοῦ διαβόλου πολεμούμενος ἀποσκιρτήσει, καὶ πάλιν στραφῇ, ἔχει ἐπιτίμιον χρόνον ἕνα. Εἰ δὲ καὶ εἰς τὴν ὥραν τοῦ θανάτου αὐτοῦ μετανοήσει, δέχεται αὐτὸν ὁ Θεός· ἠλέησε γὰρ αὐτὸν ὁ Χριστὸς εἰπών· Χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΣΤΑΥΡΟΠΡΟΣΚΥΝΗΣΙΝ. ΩΔΗ Α'. Πανηγύρεως ἡμέρα. Τῇ ἐγέρσει Χριστοῦ θάνατος φροῦδος ὤφθη, ζωῆς ἀνέτειλεν αὐγή, ὁ Ἀδὰμ ἐξαναστὰς χορεύει χαρᾷ, διὸ ἀλαλάζωμεν ἐπινίκιον ᾄδοντες. Προσκυνήσεως ἡμέρα τοῦ τιμίου σταυροῦ, δεῦτε πρὸς τοῦτον πάντες. Τῆς γὰρ ἐγέρσεως Χριστοῦ τὰς αὐτὰς φωτοβολῶν προτίθεται νῦν, αὐτὸν ἀσπασώμεθα ψυχικῶς ἀγαλλόμενοι. Ἐπιφάνηθι, ὁ μέγας τοῦ Κυρίου σταυρός. Δεῖξόν μοι ὄψιν θείαν τῆς ὡραιότητός σου νῦν, ἄξιον [ἀξίωσον] προσκυνητὴν αἰνέσεως σου. Καὶ γὰρ ὡς ἐμψύχῳ σοι, καὶ φωνῶ, καὶ προσπτύσσομαι. Αἰνεσάτωσαν συμφώνως οὐρανός, καὶ ἡ γῆ, ὅτι πρόκειται πᾶσιν ὁ παμμακάριστος σταυρός, ᾧ παγεὶς σωματικῶς ἐτύθη Χριστός, αὐτὸν ἀσπασώμεθα ψυχικῶς ἀγαλλόμενοι. Τριαδικόν. Ὦ Τριὰς τοῖς χαρακτῆρσιν, ὦ μονὰς τῇ μορφῇ, Πάτερ, Υἱὲ καὶ Πνεῦμα. Ἡ ὁμοδύναμος ἑνὰς ἐν βουλῇ, καὶ θελήσει, καὶ κράτους ἀρχῇ, τὸν κόσμον σου φύλαττε, τὴν εἰρήνην βραβεύουσα. Θεοτόκιον. Πεῖραν ὅλως ἡ Παρθένος μὴ εἰδυῖα ἀνδρός, ἄσπορον τίκτεις βρέφος, ἄχραντον φέρεις τοκετόν, τὸν τῶν ὅλων ποιητὴν Χριστὸν τὸν Θεόν, αὐτὸν ἐκδυσώπησον εἰρηνεῦσαι τὰ σύμπαντα. Καταβασία. Ὁ θειότατος προετύπωσε πάλαι Μωσῆς ἐν Ἐρυθρᾷ θαλάσσῃ διαβιβάσας Ἰσραὴλ τὸν σταυρόν σου, τὴν ὑγρὰν τῇ ῥάβδῳ τεμών, ᾠδήν σοι ἐξόδιον ἀναμέλπων, Χριστὲ ὁ Θεός.

Canon for the Adoration of the Holy CrossCanon in adorationem S. Crucis

col. 1759–1760page 13 of 22
PG 99:1759Δεῦτε, ᾆσμα ᾄσωμεν καινὸν τὴν κατάλυσιν ᾅδου πανηγυρίζοντες. Ἐκ γὰρ τοῦ τάφου Χριστὸς ἀνέστη, τὸν θάνατον ἑλὼν καὶ σώσας τὰ σύμπαντα. Δεῦτε ἀρυσώμεθα, πιστοί, οὐκ ἐκ κρήνης βρυούσης ὕδωρ φθειρόμενον, ἀλλὰ πηγὴν φωτισμοῦ, σταυροῦ προσκυνήσει τοῦ Χριστοῦ, ἐν ᾧ καὶ καυχώμεθα. Πάλαι ἂν ἐτύπου Μωϋσῆς ταῖς παλάμαις σταυρόν· σου νῦν προσπτυσσόμενοι, τὸν νοητὸν Ἀμαλὴκ τροπούμεθα, Δέσποτα Κύριε, δι' οὗ καὶ σεσώσμεθα. Ὄμμασι καὶ χείλεσιν ἁγνοῖς ἀνακρούοντες μέλος ἀγαλλιάσεως, τὸν τοῦ Κυρίου σταυρὸν χαρᾷ προσκυνήσωμεν πιστοὶ κροτοῦντες ἐν ᾄσμασιν. Τριαδικόν. Ἕνα ὑποστάσεσι τρισὶ Θεὸν ἄναρχον σέβω, μὴ διαιρούμενον τῇ τῆς οὐσίας μορφῇ· Πατέρα, Υἱὸν, καὶ Πνεῦμα ζῶν, ἐν οἷς βεβαπτίσμεθα. Θεοτόκιον. Ἐν βάτῳ Μωσῆς σου τυπικῶς τὸ μυστήριον πάλαι, σεμνή, ἑώρακεν. Ὡς γὰρ ἐκείνην ἡ φλόξ, τὸ πῦρ θεότητος τὴν σὴν νηδύν οὐ κατέφλεξεν. Καταβασία. Στερέωσον, Δέσποτα Κύριε, τῷ σταυρῷ σου ἐν πέτρᾳ με τῇ τῆς πίστεως, μὴ σαλευθῆναι τὸν νοῦν ἐχθροῦ προσβολαῖς τοῦ δυσμενοῦς. Μόνος γὰρ εἶ ἅγιος. ᾨΔΗ Γ'. Ἰδοὺ ἀνέστη ὁ Χριστός, ταῖς μυροφόροις γυναιξίν ἄγγελος φησι· Μὴ θρηνεῖτε, πορεύθητε, εἴπατε τοῖς ἀποστόλοις· Χαίρετε, σήμερον σωτηρία τῷ κόσμῳ, ἡ τυραννὶς τοῦ ἐχθροῦ θανάτου λέλυται. Τοῦ ζωηφόρου σου σταυροῦ τὴν προσκυνήσιμον χαρὰν σήμερον, Χριστέ, ὑπαντῶντες προπομπὴν ποιούμεθα τοῦ παναγίου πάθους σου, ὅπερ εἰς σωτηρίαν τοῦ κόσμου ἐναπειργάσω, Σωτήρ, ὡς παντοδύναμος. Σήμερον γίνεται χαρὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ὅτι τοῦ σταυροῦ τὸ σημεῖον κόσμῳ ἐμφανίζεται. Σταυρὸς ὁ τρισμακάριστος, οὗτος προτεθεὶς ἀναβλύζει χάριν ἀένναον. Τί σοι προσάξωμεν, Χριστέ, ὅτι τὸν τίμιον σταυρὸν δέδωκας ἡμῖν προσκυνῆσαι, ἐν ᾧ τὸ πανάγιον κατεκενώθη αἷμά σου, ᾧ καὶ ἡ σάρξ σου ἤλοις ἐπάγη· ὃν ἀσπαζόμενοι νῦν εὐχαριστοῦμέν σοι. Τριαδικόν. Μιᾶς θεότητος ὑμῶν τρεῖς ὑποστάσεις ἡμερῶς φύσεως ἁπλῆς δογματίζω, τὸν Πατέρα ἄναρχον, Υἱόν, καὶ Πνεῦμα ἅγιον, σύνθρονον, κυριότητα μίαν, ὁμοβασίλειον ἓν κράτος ἀΐδιον. Θεοτόκιον. Μόνη ἐφάνης γυναικῶν χρῆμα πανθαύμαστον ἁγνή, πρᾶγμα φοβερόν. Τὴν γὰρ φύσιν σὺ ἐκαινοτόμησας ἄνευ σπορᾶς κυήσασα, μείνασα πάλιν ὡς πρὶν παρθένος. Ὁ γεννηθεὶς γὰρ ἐκ σοῦ Θεός ἐστιν ἀληθής. Καταβασία. Ἐπὶ σταυροῦ σε, δυνατέ, φωστὴρ ὁ μέγας κατα-
col. 1761–1762page 14 of 22
PG 99:1761ἰδὼν τρόμῳ ἐπαρθεὶς τὰς ἀκτίνας συνέστειλεν, πᾶσα δὲ κτίσις ὕμνησεν ἐν φόβῳ τὴν σὴν μακροθυμίαν. Καὶ γὰρ ἐπλήσθη ἡ γῆ τῆς σῆς αἰνέσεως. ΩΔΗ Δ΄. Παράδεισος ἄλλος ἀπὸ τοῦ τάφου, ἄδυτον φάος· τῷ κόσμῳ ἐπάρων τὴν ἀφθαρσίαν, ἐκμειώσας, Κύριε, τοῦ θανάτου τὴν κατήφειαν ἐκ τῶν περάτων ὡς εὐσπλάγχνος. Προσέλθωμεν κεκαθαρμένοι τῇ ἐγκρατείᾳ, θερμῶς προσπτυσσόμενοι ἐν αἰνέσει ξύλον τὸ πανάγιον, ἐν ᾧ Χριστὸς σταυρούμενος ἔσωσε κόσμον, ὡς εὐσπλάγχνος. Χορεύουσιν ἐν εὐφροσύνῃ ἀγγέλων τάξεις σήμερον σταυροῦ τῇ προσκυνήσει. Ἐν αὐτῷ γὰρ τέθραυκε τὰς τῶν δαιμόνων φάλαγγας, σώσας, Χριστέ, τὸ ἀνθρώπινον. Παράδεισος ἄλλος ἐγνώσθη ἡ Ἐκκλησία, ὡς πρὶν ξύλον ἔχουσα ζωηφόρον τὸν σταυρόν σου, Κύριε. Ἐξ οὗ διὰ προσψαύσεως, ἀθανασίας μετέχομεν. Τριαδικόν. Συνάναρχα τρία δοξάζω μιᾶς οὐσίας, Θεὸν τὸν Πατέρα, Υἱὸν καὶ Πνεῦμα, φῶς ἐν τριλαμπέστατον, ὁμοκραταὶ βασίλειον, ἐν ἀσυγχύτῳ ταυτότητι. Θεοτόκιον. Ἐκύησας φύσεως νόμῳ, ἀλλ' ὑπὲρ νόμον. Σοῦ γὰρ μόνης ἄσπορος ἡ λοχεία· φρικτὸς καὶ νοούμενος ὁ τρόπος καὶ λεγόμενος τοῦ τοκετοῦ σου, πανάμωμε. Καταβασία. Ὀρθριζοντές σε ἀνυμνοῦμεν, Σωτὴρ τοῦ κόσμου, εἰρήνην εὑράμενοι τῷ σταυρῷ σου, δι' οὗ ἀνεκαίνισας τὸ γένος τὸ ἀνθρώπινον, φῶς πρὸς ἀνέσπερον ἄγων ἡμᾶς. ΩΔΗ Ε΄. Ἀνέστης τὸν θάνατον θραύσας, Χριστέ, ὥσπερ μέγας βασιλεύς, ἐκ τῶν ᾅδου ταμείων ἀνακαλέσας ἡμᾶς· ἀπόλαυσιν βασιλείας οὐρανῶν, εἰς γῆν ἀθανασίας. Κροτοῦντες ἐν ᾄσμασι θείοις πιστοὶ ἀλαλάξωμεν θεῷ, τὸν σταυρὸν τοῦ Κυρίου κατασπαζόμενοι. Ἀγλαότης ἀναβλύζει γὰρ πηγὴν πᾶσι τοῖς ἐν τῷ κόσμῳ. Πληρωθήτω ἡ ἀσματογράφος φωνή. Προσκυνοῦμεν γὰρ ἰδοὺ τῶν ἀχράντων ποδῶν σου τὸ ὑποπόδιον, τιμιώτατε, τὸν σταυρόν σου τὸν σεπτόν, τὸ τριπόθητον ξύλον. Ἐκ τῆς ξύλου τῷ σῷ ἄρτῳ βληθέντι, προφητῶν ὁ θρηνητής, τὸν σταυρόν σου, οἰκτίρμον, κατασπαζόμεθα, ἀνυμνοῦμέν σου τὰ δεσμὰ καὶ τὴν ταφήν, λόγχην τε καὶ τοὺς ἤλους. Ἐπ' ὤμων, ὅνπερ κατεδέξω, Χριστέ, φέρειν ἅγιον σταυρόν, καὶ ἐν τούτῳ ἀρθῆναι καὶ σταυρωθῆναι ὑπὲρ ἡμῶν, προσπτυσσόμενοι κομιζόμεθα ἰσχὺν κατ' ἐχθρῶν ἀοράτων.
col. 1763–1764page 15 of 22
PG 99:1763Τριαδικόν. Μονάδα τρισὶ χαρακτήρσιν ὑμνῶ, καὶ Τριάδα ἐν μιᾷ φύσει προσκυνουμένην, Θεὸν τὰ τρία ὁμοῦ φῶς τρισήλιον, τὸν Πατέρα, καὶ Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα. Θεοτόκιον. Θαυμάτων τὸ μέγιστον θαῦμα ἐν σοὶ ὤφθη, ἄσπιλε Ἀμνάς. Τὸν γὰρ αἴροντα κόσμου τὴν ἁμαρτίαν Ἀμνὸν ἀπεκύησας, ὃν δυσώπει ἐκτενῶς ὑπὲρ τῶν σε ὑμνούντων. Καταβασία. Τὸν τύπον τοῦ θείου σταυροῦ Ἰωνᾶς, ἐν κοιλίᾳ τοῦ κήτους, τεταμέναις παλάμαις, προδιεχάραξε, καὶ ἀνεθόρε σεσωσμένος τοῦ θηρὸς τῇ δυνάμει σου, Λόγε. Κοντάκιον ἰδιόμελον. Οὐκέτι φλογίνη ῥομφαία φυλάττει τὴν πύλην τῆς Ἐδέμ, αὐτῇ γὰρ ἐπῆλθε παράδοξος θέσις, τὸ ξύλον τοῦ σταυροῦ. Θανάτου τὸ κέντρον, καὶ ᾅδου τὸ νῖκος ἐλήλαται. Ἐπέστης δέ, Σωτήρ μου, βοῶν τοῖς ἐν ᾅδῃ, Εἰσάγεσθε πάλιν εἰς τὸν παράδεισον. Ὁ οἶκος. Τρεῖς σταυροὺς ἐπήξατο, ἐν Γολγοθᾷ ὁ Πιλάτος, δύο τοῖς λῃστεύσασι, καὶ ἕνα τοῦ ζωοδότου, ὃν εἶδεν ὁ ᾅδης, καὶ εἶπε τοῖς κάτω· Ὦ λειτουργοί μου, καὶ δυνάμεις μου, τίς ὁ ἐμπήξας ὅλον τῇ καρδίᾳ μου; ξυλίνη με λόγχη ἐκέντησεν ἄφνω, καὶ διαρρήσσομαι. Τὰ ἔνδον μου πονῶ, τὴν κοιλίαν μου ἀλγῶ. Τὰ αἰσθητήριά μου μαιμάσσει τὸ πνεῦμά μου, καὶ ἀναγκάζομαι ἐξερεύξασθαι τὸν Ἀδάμ, καὶ τοὺς ἐξ Ἀδὰμ ξύλῳ δοθέντας μοι. Ξύλον γὰρ τούτους πάλιν εἰσάγει εἰς τὸν παράδεισον. ᾨΔΗ ΣΤ΄. Ἀνέστης ἐκ τοῦ τάφου τριήμερος, ὡς ὁ ὑπνῶν, Κύριε, ᾅδου πυλωροὺς πατάξας θείᾳ δυνάμει, καὶ τοὺς πάλαι ἐγείρας προπάτορας, ὁ μόνος εὐλογητός, τῶν πατέρων Θεός, καὶ ὑπερένδοξος. Τῇ λύρᾳ τῶν ἀσμάτων χορεύοντες, ἀγαλλιασώμεθα σήμερον λαοί, τῇ τοῦ σταυροῦ προσκυνήσει, τὸν ἐν τούτῳ παγέντα Χριστὸν δοξάζοντες, τὸν μόνον εὐλογητὸν τῶν πατέρων Θεόν, καὶ ὑπερένδοξον. Ὁ δείξας τὸ θνητότητος ὄργανον, ζωῆς ἐργαστήριον κόσμῳ ἀσπαστόν, τὸν σὸν σταυρόν, πανοικτίρμον, τοὺς αὐτὸν προσκυνοῦντας ἁγίασον, ὁ μόνος εὐλογητὸς τῶν πατέρων Θεὸς καὶ ὑπερένδοξος. Ὁ μόνος ἐλεήμων καὶ εὐσπλαγχνος φώτισον, ἁγίа- σον, μόνε Ἰησοῦ, τοὺς προσκυνοῦντάς σου πιστῶς τὸν σταυρόν, καὶ τὰ θεῖα παθήματα, ὁ μόνος εὐλογητὸς τῶν πατέρων Θεὸς καὶ ὑπερένδοξος. Τριαδικόν. Μονάδα ἐν τρισὶν ὑποστάσεσιν ὑμνῶ τὴν Θεότητα. Φῶς γὰρ ὁ Πατήρ, φῶς ὁ Υἱός, φῶς τὸ Πνεῦμα, τοῦ φωτὸς ἀμεροῦς διαμένοντος, ἑνότητα φυσικὴν καὶ ἀκτῖσι τρισὶ προσώπων λάμποντος.
col. 1765–1766page 16 of 22
PG 99:1765Θεοτόκιον. Τὸ πάντων προφητῶν πολυύμνητον σὺ ὑπάρχεις κήρυγμα. Πύλη γὰρ Θεοῦ, στάμνος χρυσῆ, γῆ ἁγία ἀνείλησεν. Παρθένε θεόνυμφε, κᾆτα ἐν σαρκὶ Ἰησοῦν τὸν Χριστόν, τῶν τῶν πατέρων Θεόν, καὶ ὑπερένδοξον. Κατάβασία. Φλογίσαντος ὁ παῖδας δυνάμενος, φλόγα προσλαβόμενος, ἦλθεν ἐπὶ γῆς, καὶ σταυρῷ προσπαλαίσας, σωτηρίαν ἡμῖν ἐδωρήσατο, ὁ μόνος εὐλογητὸς τῶν πατέρων Θεὸς, καὶ ὑπερένδοξος. ᾨΔΗ Ζ΄. Μύρα ἔγχεαί τί κατέχεσθε ὁλας; τίνά ζητεῖτε; Νῦν ὁ φανεὶς νεκνάτι, ἐν τῷ τάφῳ βρῶν, ἐξανέστη. Χριστὸς καὶ ἀπ' ἐκεῖ ἡμᾶς σωτηρίαν φύσιν βροτῶν παρέχεται καὶ ξεχυλισθύτω. Χαίρεις, ὦ τριάδιον ξύλον, καὶ θεῖον, σταυρέ, ὡς τοῖς ἐν ᾄδου, ἔτεκνοφρίτερον κόσμῳ ἐφ' ἑλλάμψαι τῇ τῆς ἐγέρσεως Χριστοῦ προδεικνύοις τὰς αὐγάς. Ἄξιουν πάντας πιστοὺς φθάσαι τὸ Πάσχα. Ταύτῃ τῇ ἡμέρᾳ μυρίζει τὰ μύρα τῆς θείας μυροθήκης, τὸ ζωρίστερον ξύλον ὁ σταυρὸς τοῦ Χριστοῦ. Ὑψηρανθέντων τῆς αὐτοῦ θεοπνεύστου ὀδμῆς, αὐτοῦ προσκυνοῦντες πιστοὶ εἰς τοὺς αἰῶνας. Δεῦρο, Ἐλισαῖε προφῆτα, εἰπὲ ἐμφανῶς, τὸ ξύλον ἐκεῖνο, ὃ εἰς ὕδωρ κάθηκες· ὃ τῆσδε εἰκών· ἐκ βάθους γῆς τὸν σταυρὸν Ἑλένη ἀναδεικνύσασα, αὐτοῦ προσκυνοῦντες πιστοὶ εἰς τοὺς αἰῶνας. Ἰακὼβ προσκυνοῦντος τῆς θείας ῥάβδου τὴν ἄκρον, σκῆπτρον ταύτης φρικτόν, βασιλείας τε τῆς σῆς προσρώμεν, ἃ νῦν προσκυνοῦντες πιστοὶ εἰς τοὺς αἰῶνας. Τριαδικόν. Μίαν ἐν τρισὶ χαρακτήρων οὐσίαν δοξάζω ἀσυγχύτους, μονοπρόσωπος τρία. Ὅλη ἄτρεπτος μορφῇ τοῦ Πατρὸς καὶ Υἱοῦ σύν τῷ Πνεύματι. Εἰς γάρ ἐπὶ πάντων Θεὸς εἰς τοὺς αἰῶνας. Θεοτόκιον. Μόνη ἐν μητρᾶσιν ἀδίχρης, Παρθένος θεόνυμφε Μαρία, δίχα ἀνδρὸς σεμνή, σεσωκότι Σωτῆρα Χριστὸν τῆς ἁγνείας τῇ σφραγῖδι φύλαξαι. Σὲ μακαρωθμεν πιστοὶ εἰς τοὺς αἰῶνας. Κατάβασία. Χεῖρας ἐν τῷ Ἰάκχῳ βληθεὶς τῶν λεόντων ποτέ, ὁ μέγας ἐν προφήταις σταυροειδῶς ὑπατάξας Δανιήλ, δεδημένος τε τῶν ἄρρηκτον ἐφθόγγει πιστεύων αὐτοῖς, εὐλογεῖτε τὸν Θεὸν ἐν Χριστῷ, τὸν Θεὸν τῶν εὐλογητῶν Χριστόν. ᾨΔΗ Η΄. Ἐν τάφῳ κατεβλήθης, καὶ ζωοδότης κάθεσαι, κλαίθρα δὲ τοῦ θανάτου μοχλοῖς, καὶ τοῖς ὄγκοις ὀδόντας ῥηγνύεις, βάλλε τῆς ἐγέρσεως, Χριστὲ Σωτὴρ πανταδύνατε. Ἑορτὴ ζωῆς τε, Θεὸς, καὶ εἰς τὸ τάφον καταβάς, καὶ τοὺς νεκροὺς ἐκλύσας, κλεῖθρα πάντα ἐτίναξε, καὶ τρίτης ἀνελθὼν σωτήρ, Χριστὲ Σωτὴρ παντοδύναμε.

Canon for the Erection of the Holy IconsCanon in erectionem SS. Imaginum

col. 1767–1768page 17 of 22
PG 99:1767Ἐν ὕμνοις σκερτάτω πάντα τὰ ξύλα τοῦ δρυμοῦ, τὸ ὁμώνυμον ξύλῳ τοῦ σταυροῦ θεώμενα κατασπαζόμενον σήμερον. Οὗ ὁ Χριστὸς ὕψωσε τὴν κάραν, ὡς προφητεύει ὁ θεῖος Δαβίδ. Ἐν ξύλῳ τεθνηξας ξύλου σε εὕρηκα ζωῆς, Χριστοφόρε σταυρέ μου. Φυλακτήρ μου ἄρρηκτε, κατὰ δαιμόνων ἰσχὺς κραταιά, σε προσκυνῶν σήμερον κραυγάζω· Ἁγίασόν με τῇ δόξῃ σου. Εὐφραίνου, ἀγάλλου, ἡ Ἐκκλησία τοῦ Θεοῦ, τὸ τρισόλβιον ξύλον προσκυνοῦσα σήμερον τοῦ παναγίου σταυροῦ τοῦ Χριστοῦ, ᾧ ὡς λειτουργοὶ τάγματα ἀγγέλων καὶ μετὰ φόβου παρίστανται. Τριαδικόν. Τριάδα προσώποις, μονάδα φύσει προσκυνῶ σε, Θεότης ἁγία, τὸν Πατέρα, καὶ τὸν Υἱὸν σὺν τῷ ἁγίῳ τε Πνεύματι, μίαν ἀρχὴν, μίαν βασιλείαν τὴν τῶν ἁπάντων δεσπόζουσαν. Θεοτόκιον. Τὸ ὄρος τὸ μέγα, ἐν ᾧ κατῴκησε Χριστός, σὺ ὑπάρχεις, Παρθένε, ὡς Δαβὶδ ὁ θεῖος βοᾷ, δι' ἧς ἡμεῖς ἀνυψώθημεν πρὸς οὐρανὸν υἱοθετηθέντες τῷ πνεύματι, παμμακάριστε. Καταβασία. Ὦ Μῆτερ Παρθένε, καὶ Θεοτόκε ἀψευδής, ἡ τεκοῦσα ἀσπόρως Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἐν σταυρῷ ὑψωθέντα σαρκί. Σὲ οἱ πιστοὶ ἅπαντες ἀξίως σὺν τούτῳ νῦν μεγαλύνομεν. Τέλος τοῦ κανόνος. ΕΤΕΡΟΣ ΚΑΝΩΝ ψαλλόμενος εἰς τὴν ἀναστήλωσιν τῶν ἁγίων εἰκόνων. Ποίημα τοῦ ἁγίου Πατρὸς Θεοδώρου τοῦ Στουδίτου. ΩΔΗ Α΄. Ἦχος πλάγιος δευτέρου, πρός· Βοηθὸς καὶ σκεπαστής, κ. τ. λ. Χαριστήριον ᾠδὴν τῷ εὐεργέτῃ Θεῷ τῶν ὅλων ἄσωμεν, πιστοί, ὅτι ἤγειρε σωτήριον κέρας, βασιλείαν κραταιάν, ὀρθοδοξίας πρόμαχον.
col. 1769–1770page 18 of 22
PG 99:1769Ἐπεφάνη ἀληθῶς ἡ θεία χάρις τῇ οἰκουμένῃ δόξα καὶ τιμὴ πεφανέρωται· σκιρτᾷ Ἐκκλησία δεξαμένη τὴν στολήν, τῆς ἑαυτῆς γυμνώσεως. Τοῦ χιτῶνα τοῦ Χριστοῦ διεῤῥηγμένον ὑπὸ τοῦ πλάνου καὶ φαρμακουργοῦ Ἰωάννου τὸ πρὶν, οἱ θεῖοι Πατέρες ἐξυφάναντες σαφῶς, τῇ Ἐκκλησίᾳ ἀπέδωκαν. Τοῦ Κυρίου τὴν μορφὴν ἀπολαβοῦσα ἡ Ἐκκλησία, χαίρει καὶ σκιρτᾷ σὺν τοῖς τέκνοις αὐτῆς, ὡς νίκης βραβεῖα δεξαμένη παρ' αὐτοῦ, ὀρθοδοξίας σύμβολα. Αἰσχυνθήτωσαν λοιπόν, καὶ ἐντραπήτωσαν μεμηνότες· Λήζιξ ὁ δεινός, καὶ Ἀντώνιος, σὺν τῷ Ἰωάννῃ, καὶ Θεόδωρος ἀμφοῖν, οἱ ἀρνηταὶ τῆς πίστεως. Ἰαννῆς, καὶ Ἰαμβρὶς ἀνθεστηκότες τῷ νομοθέτῃ, τῷ Μωϋσῇ κατησχύνθησαν. Νυνὶ δὲ ὁ πλάνος Ἰωάννης ἀληθῶς, σὺν Ἀντωνίῳ δείκνυνται. Διέῤῥηξας, Χριστέ, τὴν ξυνωρίδα τῶν θεομάχων, καὶ τὸν στολισμὸν ἀποδέδωκας τῇ σῇ Ἐκκλησίᾳ, ὑπὲρ ἧς ὡς ἀγαθός, τὸ αἷμά σου ἐξεχέας. Σὲ Τριάς, Θεολογῶ, καὶ προσκυνῶ σου τὸ θεῖον κράτος· ῥῦσαι πειρασμῶν ἐκ παντοίων με. Εἰς γὰρ πιστεύω τὸν Πατέρα, καὶ Υἱόν, καὶ Πνεῦμα ἅγιον. Τὴν βασίλειον στολὴν ἐκ σοῦ, Παρθένε, Θεὸς φορέσας, ὤφθη τοῖς βροτοῖς ἀνθρωπόμορφος, διπλοῦς τὴν οὐσίαν· οὗ τὸ εἶδος τῆς μορφῆς ἐν προσκυνήσει ἔχομεν. ΩΔΗ Γ΄. Εὐφράνθητε, ἅπαντες χοροὶ Πατέρων καὶ ἀποστόλων, καθορῶντες τὴν προσκύνησιν τῶν εἰκόνων, ἣν ἡμῖν ἐμφανῶς παρεδώκατε. Τὸ κάλλος μου ἔλαβον, καὶ τὴν στολήν μου ἐνεδυσάμην, ἐκβοάτω ἡ πανάμωμος Ἐκκλησία, ἥνπερ Ἰωάννης ἐξέδυσεν. Αἰσχύνθητε, ἄνομοι αἱρεσχελοῦντες κατὰ Κυρίου· ἐσαρκώθη καὶ ἐφάνη γὰρ ἐν εἰκόνι· ἥνπερ σχετικῶς προσκυνοῦμεν. Τὰ βέβηλα δόγματα, καὶ τὰς ἀθέσμους διδάσκαλίας Ἰωάννου τοῦ παράφρονος τίς ἐξείποι, τρόπους δελφικοὺς ἐκτιθέμενος; Ἀνάθεμα Λήζικι, καὶ Ἰωάννῃ σὺν Ἀντωνίῳ, Θεοδώρῳ ἀθέῳ τε καὶ βλασφήμῳ, ἅμα Θεοδότῳ παράφρονι. Τὰ αἵματα κράζουσι, τὰ ἐκχυθέντα ὑπὲρ τῆς θείας εἰκόνος ὁμοιώσεως τοῦ Δεσπότου, ἅπερ Ἰωάννης ἐξέχεεν.
col. 1771–1772page 19 of 22
PG 99:1771Ἐδίωξε Κύριος τὴν ξυνωρίδα τῶν ἀλλοτρίων, καὶ ἀπέδωκε τὰ ἴδια τοῖς ἰδίοις· δόξα τῇ αὐτοῦ ἀγαθότητι. Δόξα. Τὴν ἄναρχον θέλησιν, καὶ ἐξουσίαν, καὶ βασιλείαν τῆς Τριάδος προσκυνήσωμεν ὀρθοδόξως, Ἄρειον ἀεὶ στηλιτεύοντες. θ΄. Κυρίως σε, Δέσποινα, ὁμολογοῦμεν Θεὸν τεκοῦσαν, μὴ προσέχοντες τοῖς ῥήμασι Νεστορίου, ἀλλὰ τῶν Πατέρων τοῖς δόγμασιν. ΩΔΗ Δ΄. Ἀγάλλου, ἡ Ἐκκλησία, καὶ πᾶσα πόλις καὶ χώρα ἐν εὐφροσύνῃ· ἀνοιγέσθω νῦν τὰ ἀσκητήρια· καὶ οἱ παρθενώνες, καλλωπίζεσθε τὰ λείψανα· καὶ εἰκονίσματα τῶν μαρτύρων ἀξίως προσκυνείσθωσαν. Χριστὸς ὑμᾶς προσκαλεῖται· συνέλθετε νῦν προθύμως, θεῖοι Πατέρες· καὶ τὴν θείαν τῆς αὐτοῦ σαρκώσεως, ἀποστολικῶς ἀνιστορήσατε τὰ θαύματα καὶ τὰ παθήματα, καθὼς γράφει τὸ θεῖον Εὐαγγέλιον. Ἀθροίσθητε γεγηθότες, τὰ πλήθη τῶν μοναζόντων ἐν παῤῥησίᾳ· ἐὰν γὰρ κακῶς ἰσχύσωσι, πάλιν ἡττηθήσονται οἱ δείλαιοι. Καὶ ἣν ἂν βουλὴν βουλεύσωνται οἱ τοιοῦτοι, διασκεδάσει Κύριος. Αἱ μάστιγες τῶν Πατέρων, τὰ αἵματα τῶν μωλώπων ἔλλειψαν ὄντως· ἐξορίαι συνεχεῖς ἐπαύσαντο· καὶ εἰρήνη πᾶσι πολιτεύεται· οὐκ ἔτι ἰσχύσει τὸ δρᾶμα τῆς γοητείας· Θεὸς γὰρ μεθ᾿ ἡμῶν ἐστιν. Ἡ ἄμπελος τῆς κακίας ἐξέτεινε τὰ κλήματα τῆς ἀσεβείας, καὶ τὸν βότρυν τὸν πικρὸν ἐξήνθησε· καὶ θυμὸς δρακόντιος ὁ οἶνος αὐτῶν· ἐξ οὗ τὸν λαὸν τοῦ Κυρίου ἐπότισαν ὄντως, τὴν θολερὰν κακόνοιαν. Ἐμίαναν τὸν ναόν σου ἀθέσμοις χειροτονίαις διὰ χρημάτων· καὶ κανονικῶς οὗτοι ἐκβέβληνται. Καὶ τῆς θείας δόξης ἐκπεπτώκασιν, ὁ Σίμων ὁ Μάγος, σὺν τούτῳ καὶ Ἰωάννης καὶ ὁ δεινὸς Ἀντώνιος. Τοὺς θῆρας καὶ θεομάχους, Ἀντώνιον τὸν βέβηλον, καὶ παραβάτην Ἰωάννην τὸν σατανογνώμονα, καὶ τῆς Ἐκκλησίας πολεμήτορα, ὡς λύκους βαρεῖς συνελθόντες, ἀναθεμάτους πιστοὶ ἀναβοήσωμεν. θ΄. Ἡ ἄκτιστος μοναρχία, Πάτερ, Υἱὲ καὶ Πνεῦμα, σὲ προσκυνοῦμεν, ἣν τὰ Χερουβὶμ τὰ πολυόμματα, καὶ τὰ Σεραφὶμ τὰ ἑξαπτέρυγα, ὑμνοῦσι κραυγάζοντα· Ἅγιος, ἅγιος, ἅγιος εἶ, ὦ παντοκράτωρ Ὕψιστε. θ΄. Ἁγίων ἁγιωτέρα, καὶ πάντων ὑψηλοτέρα τῶν ποιημάτων, μόνη ἀνεδείχθης, Μητροπάρθενε· αὐτὸν κυήσασα τὸν Πλάστην σου, διὸ τὴν ἁγίαν μορφήν σου, Θεογεννήτορ, ἐν προσκυνήσει ἔχομεν. ΩΔΗ Ε΄. Χριστὸς νενίκηκε· σκιρτάτω ἡ γῆ· πέπαυται θόρυβος· πέπαυται καὶ ὁ κλαυθμός, τῶν τοῦ Κυρίου δούλων· ἡ πίστις δὲ πανταχοῦ τῷ κόσμῳ ἐφαπλώθη.
col. 1773–1774page 20 of 22
PG 99:1773Ἐν εἰδωνι βλέποντες τὴν σταύρωσιν σέβοντες ἀσπαζόμενοι Χριστόν καὶ τὰ αὐτοῦ προσκυνοῦμεν αὐτά· οὐχ ὡς θεοὺς τιμῶντες. Πνεῦμα τὸ πολύῤῥημον καὶ βλάσφημον Λήζικος σιωπᾷ· λαλοῦν διαπαντός, ἡμέραν καθ' ἡμέραν κατὰ θείας μορφῆς Χριστοῦ καὶ τῶν ἁγίων. Τίνα, τρισάθλιε, μεμίσηκας μόρφωσιν ἄχραντον, σαρκώσεως Χριστοῦ, καὶ τῶν ἁγίων πάντων; ξύλοις κωφοῖς οἱ πιστοὶ προσκυνούμεν; Ἀσεβείας ὄργανα τυγχάνοντες, ἤθροισαν σύνοδον ἱερέων ἀσεβῶν, κατὰ Θεοῦ ὑψίστου· ὡς Ἰουδαῖοι τὸ πρίν, Ἄννας καὶ Καϊάφας. Ἐν ἡμέρᾳ κρίσεως, πανάθλιε, στήσονται ἔλεγχοι κατὰ τοῦ ψυχῆς, ὁ δῆμος τῶν Πατέρων, ὧνπερ ἀμειλίκτοις πληγαῖς ἐγύμνωσας τὰς σάρκας. Ἐκκλησίαι ἅπασαι βοήσουσι, κράζουσαι ἅπασαι, στερηθεῖσαι ὑπὸ σοῦ, τῆς μορφῆς τοῦ Κυρίου καὶ τῶν ἁγίων αὐτοῦ τὰς ἱερὰς εἰκόνας. Ἡ πᾶν συνέχουσα τῷ κράτει σου, δόξα σοι, τρισυπόστατε μονάς, Πάτερ, Υἱὲ καὶ Πνεῦμα, τοὺς πεποιθότας εἰς σὲ ῥῦσαι παντοίας βλάβης. Ὡς χρυσοκαλλώπιστον λυχνίαν σε, δέσποινα, σέβομεν, ὅτι φῶς τὸ νοητὸν γεννήσασαν τῷ κόσμῳ, καὶ τὴν ζοφώδη ἀχλὺν μειώσασα, Παρθένε. ΩΔΗ Ϛ΄. Ἐξέβησαν οἱ ἄγρυπνοι φύλακες τῆς Ἐκκλησίας τοῦ Χριστοῦ πρὸς αὐτὸν αἰτοῦντες, δοθῆναι τὴν εἰρήνην, καὶ εἰσήκουσε, καὶ προσέσχε τῇ δεήσει. Ἀνεῴχθησαν καὶ τοῦ πλάνου τὰ θύρατρα, ταῖς τῶν Πατέρων διδαχαῖς· καὶ Θεὸς ὑμνεῖται σαρκὶ μεμορφωμένος, ἀπεριγράπτως θεότητι ὑπάρχων. Οἱ συνεργοὶ τῆς πλάνης, αἰσχύνεσθε· καὶ ἀπολέσθε ὑμεῖς σὺν τῷ Ἀντωνίῳ, Θεόδοτος καὶ Λήζιξ, καὶ Θεόδωρος, ὁ βυθὸς τῆς ἀπωλείας. Τὸ στόμα σου διήνοιξας, ἄθλιε, οὐκ ἐν ᾠδαῖς πνευματικαῖς, ἀλλ' ἐν βλασφημίαις, κατὰ τοῦ σοῦ Δεσπότου, ἀποθούμενος τὴν σεπτὴν εἰκονουργίαν. Διέστρεψας Πατέρων τὰ δόγματα, καὶ ἀποστόλων τὰς, ἄλλην ἄλλως γράφων, κατὰ τὴν σὴν θρησκείαν παράνομον, Ἰωάννη Χριστομάχε. Σοῦ ὁ καπνὸς δακρύων ἐνέπλησε τῶν εὐσεβούντων τοὺς ὀφθαλμούς· ἀλλὰ τῷ ἀνέμῳ τῶν θείων διδασκάλων διεσκέδασται, ματαιόφρων Ἰωάννη. Σὺ τὴν στολὴν τὴν θείαν διέρρηξας, ὥσπερ ὁ Ἄρρειος τρὶν τοῦ Χριστοῦ χιτώνα· διὸ τῆς Ἐκκλησίας πόῤῥω βέβλησαι, ἐκβληθεὶς καθάπερ κύων. θ. Μίαν ἀρχὴν δοξάζω θεότητος, ἐν ὑποστάσεσι τρι-
col. 1775–1776page 21 of 22
PG 99:1775σὶν, εἰς Θεὸς γὰρ ἐστι, Πατήρ, Υἱὸς καὶ Πνεῦμα, διαιρεῖται χαρακτῆρσι καὶ προσώποις. θ. Προφητικῶς ἁγνὴ θεοδόξαστε πόλις ἐδείχθης τοῦ Θεοῦ, ἐξ ἧς ἐγεννήθη αὐτὸς ὁ Ποιητής σου, μετά τόκον σε ὡς τὸ πρὶν διαφυλάξας. ΩΔΗ Ζ'. Τὴν κάμινον τῆς αἱρέσεως, νῦν κατέσβεσεν ἡ θεία χάρις, φλέγουσα νοουμένους Χαλδαίους, καὶ δροσίζουσα Τριάδος θεράποντας· τετραπλαῖς ἑβδομάσεσιν ἐτῶν αὐτὴν διακρατήσασαν. Πεποίκιλται, περιβέβληται, κεκαλλώπισται ἡ Ἐκκλησία· μόρφωσιν τοῦ Δεσπότου τῶν ὅλων τῆς σαρκώσεως, καὶ τῶν παθημάτων αὐτοῦ καὶ τὰ σύμβολα φέρουσα, εἰς τέλος κατὰ τὰ τοὺς θείους θεσμούς. Ἑόρταζε, πανηγύριζε, ὁ χριστώνυμος λαὸς Κυρίου, βλέπων τὴν Ἐκκλησίαν καὶ πάλιν διαλάμπουσαν, τὸ κάλλος τῆς θείας μορφῆς· ἣν Θεὸς ὢν ἐφόρεσεν, ὡς ἄνθρωπος διὰ τὸ σῶσαι ἡμᾶς. Ἐπτώχευσε, καὶ ἐπείνασε, καὶ ἐδίψησε σαρκὶ ὁ Λόγος· ταῦτα τῆς ἀνθρωπίνης οὐσίας ἰδιώματα, δι' ὧν περιγράφεται. Οὗτος δὲ τῇ θεότητι ἁπλοῦς ἐστι καὶ ἀπερίγραπτος. Κατήργηται τὰ τεράστια καὶ μαντεύματα τοῦ Χριστομάχου. Ἴσος γὰρ τῶν Ἑλλήνων ἐδείχθη ὑψαυχούμενος, τοῖς τούτων συγγράμμασιν, ἃ δικαίως ἐλίκμησαν αἱ τῶν δικαίων φωναί. Τὰ κρύφια καὶ παμβέβηλα, καὶ ψυχόλεθρα διδάγματά σου, ποία ἐκδιηγήσεται γλῶσσα; ἢ τὴν πρόρρησιν τῆς ἐγγαστριμύθου σου, Ἰωάννη ψευδώνυμε καὶ πρόδρομε τοῦ ἀντιχρίστου Σατᾶν; Οὐκ ἔδει σε, ὦ παράνομε, ὀνομάζεσθαι τοιαύτην κλῆσιν, μᾶλλον δὲ Πυθαγόραν, καὶ Κρόνον, καὶ Ἀπόλλωνα, ἢ τινα τῶν ἄλλων θεῶν, ὧν τὸν βίον ἐξηλώσας, τερπόμενος ταῖς ἀσελγίαις αὐτῶν. θ. Ἀίδιον παντοδύναμον ἀκατάληπτον Τριάδα πιστοὶ πάντες, Πατέρα, Υἱὸν καὶ Πνεῦμα προσκυνήσωμεν, καὶ θεολογήσωμεν ἀσυγχύτως κραυγάζοντες· Ἅγιος, ἅγιος, ἅγιος εἶ ὁ Θεός. θ. Πανύμνητε πολυδόξαστε, μητροπάρθενε θεοκνήτορ, λύτρωσαι χαλεπῶν ἐγκλημάτων, τοὺς τιμῶντας σου τὴν ἄχραντον κύησιν· οὐ γὰρ ἄλλην βοήθειαν κεκτήμεθα πλήν σου, Θεόνυμφε. ΩΔΗ Η'. Προφητικῶς ἀγαλλιασώμεθα, καὶ εὐφρανθώμεν
col. 1777–1778page 22 of 22
PG 99:1777πιστοὶ πάντες μυστικῶς. Αὕτη γὰρ ἡ ἡμέρα, ἐν ᾗ Χριστὸς ὁ Λόγος τὴν ἰδίαν στολὴν ἀπέδωκε τῇ Ἐκκλησίᾳ. Πολεμικῶς ὥσπερ παρατάξαντο, κατὰ Χριστοῦ τῆς μορφῆς, ὁμοθυμαδὸν Λήζιξ καὶ Ἰωάννης, τὸ ζεύγος τοῦ Βελίαρ, πελέκει κακίας ἐγκόψαντες τὴν Ἐκκλησίαν. Τίς μὴ θρηνήσει τὸ μέγα τόλμημα, τὴν θείαν βλέπων μορφήν, τὴν ἐν τῇ χαλκῇ πύλῃ τοῦ παλατίου, ὑπὸ ἀνδρῶν ἀνόμων λίθοις βαλλομένην, τῇ διδαχῇ τοῦ Ἰωάννου; Πῶς οὐ συνῆκας, τυφλὲ πανάθλιε, ἐσκοτισμένε τὸν νοῦν, τὴν ὑπ᾽ οὐρανὸν βλέπων κεκοσμημένην Χριστοῦ τῷ χαρακτῆρι, ἀλλὰ μόνος ἔσχες τὸ φρόνημα τῶν Ἰουδαίων; Σὺ παντελῶς καθελεῖν ἐνόμισας τῶν θείων ἐκκλησιῶν τὴν σαρκολαμπῆ μόρφωσιν τοῦ Κυρίου, καὶ τῶν ἁγίων πάντων· ἀλλ᾽ ἡ θεία χάρις καθεῖλέ σου τὴν τυραννίδα. Τὰ ἱερὰ τῶν ἁγίων λείψανα, καὶ τὰς εἰκόνας αὐτῶν Λήζιξ ὁ δεινός, ἅμα τῷ Ἰωάννῃ, οὐδ᾽ ὅλως προσκυνεῖσθαι ἔφασκον ἀνόμως, οἱ ἀρνηταὶ τῆς εὐσεβείας. θ. Παντουργικὴν θεαρχίαν σέβοντες, ἐν χαρακτῆρσι τρισί, πάντες εὐσεβῶς, ἄναρχον τὸν Πατέρα, συνέναρχον τὸν Λόγον, Πνεῦμα συνεκλάμπον δοξάσωμεν εἰς τοὺς αἰῶνας. δ. Χριστιανῶν ἡ βεβαία γέφυρα, τὸ καύχημα τῶν πιστῶν, καὶ καταφυγή· Δέσποινα Θεοτόκε, αὐτὴ ὑπάρχεις μόνη, πάντας βοηθοῦσα, καὶ σώζουσα ἐκ τῶν κινδύνων. ΩΔΗ Θʹ. Τὰ ἔθνη, κροτήσατε· χοροὶ Πατέρων, σπεύσατε· οἱ ἀσκηταί τε καὶ οἱ ἐν τοῖς ὄρεσι, συνέλθετε· ἥκετε, οἱ διωχθέντες πάλαι ἀπὸ τοῦ πλάνου καὶ δυσσεβοῦς Ἰωάννου· στηλιτεύσαι τὰς μαγείας καὶ μαντεύματα. Εὐφραίνου, ἡ ἔρημος καὶ οἰκουμένη ἅπασα, τὰ ὄρη πάντα, γλυκασμὸν σταλάξατε, βουνοί, ἀγαλλιᾶσθε, ὅτι Χριστός, ὁ Λόγος, εἰρήνην δέδωκε τοῖς ἐν γῇ, καὶ ταῖς θείαις Ἐκκλησίαις τὴν ἑνότητα τῆς πίστεως. Θεὸς ἐκδικήσεων νῦν ἐπαῤῥησιάσατο, Χριστὸς ἐπέστη, ἐνισχύων σήμερον τοὺς θείους διδασκάλους, τὴν παῤῥησίᾳ λέγειν τὴν συγκατάβασιν αὐτοῦ, καὶ τὴν σάρκωσιν βεβαίως ἐν εἰκόνι περιγράφεσθαι. Μακρόθυμε Κύριε, ὡς θαυμαστὰ τὰ ἔργα σου· τίς ἀριθμήσει τὴν φιλανθρωπίαν σου; Πῶς βλέπων κτεινομένους διὰ τὴν σὴν εἰκόνα, τοὺς ἱερεῖς σου καὶ ἀσκητάς, οὐ κατέφλεξας τοὺς πλάνους, ἀλλ᾽ ἠνέσχου ὑβριζόμενος; Ὁ πήξας ἀσάλευτον τὴν Ἐκκλησίαν, Κύριε, καὶ πύλαι ᾅδου ταύτης οὐ κατίσχυσαν, αὐτὸς τὴν εἰρήνην σου παράσχου τῷ λαῷ σου, ἵνα σε πάντες εἰ
Page scan enlarged

Notebook

Full View