Diplomatic text · vision-corrected (sonnet, page-by-page) · Migne scan — scholarios OCR + scan in the Page/Facsimile views — PG column chips mark the printed columns.
col. 1813–1814page 1 of 6
PG 99:1813Τοῦ ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Θεοδώρου, ἡγουμένου Στουδίου Διαθήκη. Ἀναγινώσκεται δὲ αὕτη πρὸ τῆς κοιμήσεως αὐτοῦ.
Ἀκούων τοῦ θείου Δαβὶδ λέγοντος, Ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην· καὶ πάλιν φάσκοντος, Ἑτοίμη ἡ καρδία μου· ἐπειδήπερ εἰς συνεχῆ ἀσθένειαν τὴν τοῦ δυστήνου σώματος ἐμπεπτωκώς, οὐχ οἷός τέ εἰμι πάντας ὑμᾶς, τέκνα μου καὶ ἀδελφοὶ καὶ Πατέρες, κατὰ πρόσωπόν μου ἀγαγεῖν ἐν καιρῷ ἐξόδου, διὰ τὸ ἐν διαφόροις τόποις καθεστάναι τὰ μοναστήρια, ἄλλως τε καὶ διὰ τὸ ἀποδημίαις χρήσασθαί τινας, ὡς ἤδη ἐληλυθυίας τῆς ὥρας τῆς ἀπὸ τοῦδε τοῦ βίου μεταστάσεώς μου, προφθάνω διαθέσθαι ὑμῖν ταύτην τὴν διαθήκην· ἁρμόδιον καὶ ἀσφαλὲς τοῦτο ἡγησάμενος· πρὸς τὸ ἀκούσαντάς μου τῆς τελευταίας φωνῆς διεγνωκέναι, ὅπως τε πιστεύω καὶ φρονῶ, καὶ οἷον ἀφίημι τὸν καθηγησόμενον μετ᾽ ἐμέ· ἵνα ἐντεύθεν συμφωνίαν ἄγοιτε καὶ εἰρήνην τὴν ἐν Χριστῷ· ἣν εἰς οὐρανοὺς μέλλων ἀναφοιτᾶν, ἀφίησι τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις ὁ Κύριος.
Περὶ πίστεως.
Πιστεύω τοιγαροῦν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, τὴν ἁγίαν καὶ ὁμοούσιον καὶ ἀρχικὴν Τριάδα, καθὼς βεβάπτισμαι καὶ ἀναγεγέννημαι, καὶ τετελείωμαι· Θεὸν τὸν Πατέρα ὁμολογῶν, Θεὸν τὸν Υἱόν, Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον, ἓν τὰ τρία τῇ θειότητι, ὡς καὶ ἔμπαλιν τρία τὸ ἓν ταῖς ὑποστάσεσιν. Εἷς γὰρ Θεὸς ἡ Τριάς, διὰ τὸ ὁμοούσιον· εἰ καὶ διήρηται διὰ τὸ ἑτεροϋπόστατον. Αὐθὶς τε ὁμολογῶ τὸν ἕνα τῆς Τριάδος τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν διὰ φιλανθρωπίαν ἄμετρον ἐν σαρκὶ ἐληλυθέναι, ἐπὶ σωτηρίᾳ τοῦ καθ᾽ ἡμᾶς γένους δηλονότι, ἐκ τῆς ἁγίας καὶ παναμώμου Θεοτόκου τὴν σάρκα ἀνειληφέναι δίχα σπορᾶς ἀνθρωπίνης, καὶ ἐκ γαστρὸς αὐτῆς κατὰ τὸ θεῖον λόγιον νόμῳ φύσεως γεγεννημένον· διπλοῦν τε ὄντα τὸν αὐτὸν ὅλον τέλειον τῇ θεότητι, καθὸ οὐκ ἐτέτραπτο τοῦθ᾽ ὅπερ ἦν, καὶ ὅλον τέλειον τῇ ἀνθρωπότητι, καθὸ οὐκ ἐλελείπτο τι, τοῦθ᾽ ὅπερ προσείληφε. Τὸν αὐτὸν ἕνα καθ᾽ ὑπόστασιν, ὥσπερ ἐν δύο φύσεσι γνωριζόμενον, οὕτω θελήσεσί τε καὶ ἐνεργείαις· ἐν αἷς ἔδρασε καταλλήλως τά τε θεῖα καὶ τὰ ἀνθρώπινα.
TESTAMENTUM.
SANCTI THEODORI STUDITÆ.
TESTAMENTUM.
(Editionis Sirmondianæ pag. 63.)
dori Studiensis præpositi Testamentum Legi.
tur autem ante dormitionem ejus.
Τοῦ ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν καὶ Sancti ac Deiferi patris nostri et confessoris Theoὁμολογητοῦ Θεοδώρου, ήγουμένου Στου
δίου Διαθήκη. Αναγινώσκεται δὲ αὕτη
πρὸ τῆς κοιμήσεως αὐτοῦ.
᾿Ακούων τοῦ θείου Δαβίδ λέγοντος, Ήτοιμάσθην,
καὶ οὐκ ἐταράχθην· καὶ πάλιν φάσκοντος, Ετοίμη
ἡ καρδία μου· ἐπειδήπερ εἰς συνεχῆ ἀσθένειαν τὴν
τοῦ δυστήνου σώματος ἐμπεπτωκώς, οὐχ οἷός τέ εἰμι πάντας ὑμᾶς, τέκνα μου καὶ ἀδελφοὶ καὶ Πατέ
ρες, κατά πρόσωπόν μου ἀγαγεῖν ἐν καιρῷ ἐξοδου,
διὰ τὸ ἐν διαφόροις τόποις καθεστάναι τα μοναστή
ρια, ἄλλως τε καὶ διὰ τὸ ἀποδημίαις χρήσασθαί τι
νας, ὡς ήδη έληλυθυίας τῆς ὥρας τῆς ἀπὸ τοῦδε
τοῦ βίου μεταστάσεώς μου, προφθάνω διαθέσθαι
ὑμῖν ταύτην τὴν διαθήκην· ἁρμόδιον καὶ ἀσφαλές
τοῦτο ἡγησάμενος· πρὸς τὴ ἀκούσαντάς μου τῆς
τελευταίας φωνήν διεγνωκέναι, όπως τε πιστεύω
καὶ φρονῶ, καὶ οἷον ἀφίημι τὸν καθηγησόμενον μετ'
ἐμέ· ἵνα ἐντεύθεν συμφωνίαν άγοιτε καὶ εἰρήνην
τὴν ἐν Χριστῷ· ἦν εἰς οὐρανοὺς μέλλων ἀναφοιτάν,
ἀφίησι τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις ὁ
Κύριος.
Περὶ πίστεως.
Πιστεύω τοιγαροῦν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον
Πνεύμα, τὴν ἁγίαν καὶ ὁμοούσιον καὶ ἀρχικὴν
Τριάδα, καθώς βεβάπτισμαι καὶ ἀναγεγέννημαι, καὶ
τετελείωμαι· Θεὸν τὸν Πατέρα ὁμολογῶν, Θεὸν τὸν
Υἱόν, Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον, ἐν τὰ τρία τῇ θειότητι, ὡς καὶ ἔμπαλιν τρία τὸ ἐν ταῖς ὑποστάσεσιν.
Εἷς γὰρ Θεὸς ἡ Τριάς, διὰ τὸ ὁμοούσιον· εἰ καὶ
Α. διήρηται διὰ τὸ ἑτεροϋπόστατον. Αὐθές τε ὁμολογῶ
τὸν ἕνα τῆς Τριάδος τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστα διὰ φιλαθρωπίαν ἄμετρον ἐν σαρκὶ ἔληλυθέναι,
ἐπὶ σωτηρία τοῦ καθ' ἡμᾶς γένους δηλονότι, ἐκ τῆς
ἁγίας καὶ παναμώμου Θεοτόκου τὴν σάρκα ἀνειλη
είναι δίχα σπορᾶς ἀνθρωπίνης, καὶ ἐκ γαστρὸς αὐ
τῆς κατὰ τὸ θεῖον λόγιον νόμῳ φύσεως γεγεννημέ
νον· διπλούν τε ὄντα τὸν αὐτὸν ὅλον τέλειον τῇ θεότητι, καθὸ οὐκ ἐτέτραπτο τοῦθ᾽ ὅπερ ἦν, καὶ ὅλον τέτ
λειον τῷ ἀνθρωπότητι, καθὸ οὐκ ἐλελειπτό τι, τοῦθ᾽
όπερ προσείληφε. Τὸν αὐτὸν ἕνα καθ᾽ ὑπόστασιν,
ὥσπερ ἐν δύο φύσεσι γνωριζόμενον, οὕτω θελήσεσί
τε καὶ ἐνεργείαις· ἐν αἷς ἔδρασε καταλλήλως τα τε
θεῖα καὶ τὰ ἀνθρώπινα.
1 Psal. CXVIII,
60. • Psal. Lvi, 8.
1. Davidicam vocem audiens, Paratus sum, et non
sum turbatus 1: et iterum, Paratum cor meum 3.
cum assidua miseri corporis infirmitate captus, nou
possim vos omnes, filii mei, et fratres, alque patres
sub excessus mei tempus adducere; propterea quod
monasteria ista in diversis locis sita sunt, et quidam præterea peregre profecti: velut instante jam
migrationis ex hac vita mes articulo, testamentum
hoc vobis prius condere institui; rem congruam
atque utilem me facturum arbitratus; ut cognoscant qui supremam meam vocem audient, quemadmodum credam et sentiam; et qualem post
me futurum præpositum relinquam; tum ut concordiam inde, pacemque in Christo servetis, quam
ascensurus in cœlos Dominus sanctis discipulis suis
et apostolis reliquit.
De fide.
II. Credo igitur in Patrem, Filium ac Spiritum
sanctum, sanctam et consubstantialem et sempiternam Trinitatem, sicut baptizatusfui, regeneratus,
et consummatus: Deum Patrem confitens, Deum
Filium, Deum Spiritum sanctum, unum tria deitate, sicut vice versa tria unum subsistentiis. Unus
enim est Deus Trinitas, propter consubstantialitatem,licet distincta sit propter subsistentiarum distinctionem. Confiteor deinde unum e Trinitate Dominum nostrum Jesum Christum per immensam erga
homines charitatem suam in carne venisse ad salutem generis nostri, ex sancta et immaculata Deipara sine humano semine carnem sumpsisse, atque
ex utero secundum divinum oraculum naturæ laġe
natum esse, duplicem ipsum exsistentem, totum
perfectum deitate, quatenus non immutatum est id
quod erat; et totum perfectum humanitate, quatenus non dimisit quidquam ex eo quod assumpsit.
Eumdem unum juxta hypostasim, sicut in duabus
naturis cognitum, sic in totidem voluntatibus atque
operationibus; per quas divina et humana congruenter operatus est.
NOTÆ.
Hac inscriptio indita est a Studitis, sicut notavit Baronius ad an. 826, n. 50.
col. 1815–1816page 2 of 6
PG 99:1815Πρὸς τούτοις ἀποτρέπομαι πᾶσαν αἱρετικῆς κοινωνίας πλάνην· ἑπόμενος ταῖς ἁγίαις καὶ οἰκουμενικαῖς ἓξ συνόδοις· ἔτι τε καὶ τὴν ἔναγχος συναθροισθεῖσαν ἐν Νικαίᾳ τὸ δεύτερον κατὰ τῶν Χριστιανοκατηγόρων, προσκυνῶν καὶ ἀποδεχόμενος τὰς σεπτὰς καὶ ἱερὰς εἰκόνας τοῦ τε Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῆς Θεοτόκου, ἀποστόλων, προφητῶν, μαρτύρων, καὶ πάντων τῶν ὁσίων τε καὶ δικαίων. Οὐ μὴν ἀλλὰ καὶ τὰς αὐτῶν ἀχράντους πρεσβείας ἐξαιτοῦμαι ἱλεωποιουμένας τὸ θεῖον· προσπτύσσομαι πίστει τε καὶ φόβῳ τὰ πανάγια αὐτῶν λείψανα, ὡς χάριτος θείας ἀνάπλεα. Προσέτι καὶ πᾶσαν Βίβλου θεόπνευστον Παλαιᾶς τε καὶ Καινῆς Διαθήκης ἀποδέχομαι· ἔτι μὴν καὶ ἁπάντων τῶν θεσπεσίων Πατέρων, διδασκάλων καὶ ἀσκητῶν τοὺς βίους καὶ τὰ θεία συγγράμματα. Τοῦτο δὲ ἐρῶ διὰ τὸν φρενοβλαβῆ Πάμφιλον τὸν ἀπὸ Ἀνατολῆς φοιτήσαντα, καὶ τούσδε τοὺς ὁσίους διαβάλλοντα, λέγω δὴ Μάρκον, Ἡσαίαν, Βαρσανούφιον, Δωρόθεον, καὶ Ἡσύχιον. Οὐ μὴν Βαρσανούφιον, καὶ Ἡσαίαν, καὶ Δωρόθεον, τοὺς τῶν Ἀκεφάλων συνακεφάλους, καὶ τοῦ λεγομένου Δεκακεράτου συνομοκερώτους· καὶ ὑπὸ τοῦ ἐν ἁγίοις Σωφρονίου ἐν τῷ λιβέλλῳ αὐτοῦ ἀναθεματιζομένους· ἑτέρων δηλονότι παρὰ τούσδε ὄντων τῶν προειρημένων, οὓς ἐγὼ πατροπαραδότως ἀποδέχομαι· δι᾽ ἐρωτήσεως τοῦ ἤδη ἀρχιερατεύσαντος Ταρασίου τοῦ ἁγιωτάτου πατριάρχου, ἑτέρων τε ἀξιοπίστων ἀνθρώπων αὐτοχθόνων τε καὶ ἀνατολικῶν· κατὰ τὸ καὶ τὴν εἰκόνα Βαρσανουφίου ἐν τῇ θείᾳ ἐνδυτῇ τῆς μεγάλης Ἐκκλησίας ἐνίστασθαι ἁγίοις Πατράσιν, Ἀντωνίῳ, Ἐφραίμ, καὶ ἑτέροις· καὶ ὡς μή τι ἐν ταῖς διδασκαλίαις αὐτῶν εὑρηκὼς ἀσέβημα· τοὐναντίον δὲ καὶ πολλὴν ψυχικὴν λυσιτέλειαν· μέχρις ἂν καὶ ἐπὶ τούτων διὰ συνοδικῆς ἐπιζητήσεως ἀποδειχθείη τι ἔγκλημα. Εἰ γὰρ αὐτοὶ ἐκεῖνοι φανείησαν οἱ ἀναθεματιζόμενοι, ἢ ἕτεροι παρ᾽ αὐτοὺς αἱρέσει ὑποβληθέντες, ἀνάθεμα αὐτοῖς, καὶ κατάθεμα, καὶ παντανάθεμα ἀπὸ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. Συνομολογῶ δὲ πρὸς τούτοις καὶ τὸ μοναδικὸν σχῆμα ὑψηλόν τε εἶναι καὶ ἐπηρμένον, καὶ ἀγγελικόν, καθαρτικόν τε πάσης ἁμαρτίας διὰ τελείας ἐπιβιώσεως· εὔδηλον κατὰ τὴν νομοθεσίαν τῶν ἀσκητικῶν τοῦ θείου καὶ μεγάλου Βασιλείου διεξαγόμενον, καὶ οὐκ ἐξ ἡμισείας· ὡς πή τινες τὰ μὲν αἱρούμενοι, τὰ δὲ ἐπαφιέντες· ὥστε μὴ εἶναι ἄνευ τῶν ἐν τῇ θείᾳ κλίμακι ἀποδεδειγμένων τριῶν καταστάσεων, ἄλλως πως νομίμως ἐπιβιῶναι· οὐ μὴν οὔτε δοῦλον κεκτῆσθαι, οὔτε κτήνος τῶν ἐκ τοῦ θήλεως γένους, διὰ τὸ ἀνοίκειον τοῦ ἐπαγγέλματος· καὶ ἐπικίνδυνον ταῖς ψυχαῖς. Καὶ ταῦτα διῆλθον ἐν ἐπιδρομῇ· οὐ γὰρ καιρὸς τῆς τῶν τοιούτων ἐξαπλώσεως· ἀλλὰ διὰ τὸ μή τινας εἰς ἐμὲ τὴν χείρονα δόξαν ὑπολαμβάνειν, παρ᾽ ὃ φρονῶ ὀρθῶς καὶ δοξάζω.
Ad hæc omnem hæreticæ communionis errorem Πρὸς τούτοις ἀποτρέπομαι πᾶσαν αἱρετικής κοι
aversor et abominor, sex sacris oecumenicis synodis
inhærens; necnon illi quæ in Nicæa civitate iterum
contra Christianorum accusatores coacta nuper
fuit, adorans et amplectens venerandas sacrasque
imagines Domini nostri Jesu Christi, Deipare, apostolorum, prophetarum, martyrum, et omnium
sanctorum atque justorum. Quinetiam sacras istorum intercessiones, quæ propitium Deum reddunt,
exposco: sanctissimas etiam reliquias, ut Dei gratia refertas, cum fide et timore colo et amplector.
$
νωνίας πλάνην· ἑπόμενος ταῖς ἁγίαις καὶ οἰκουμενι
καῖς ἓξ συνόδοις· ἔτι τε καὶ τὴν ἔναγχος συναθροισθεῖσαν ἐν Νικαίᾳ τὸ δεύτερον κατὰ τῶν Χριστίανο
κατηγόρων, προσκυνῶν καὶ ἀποδεχόμενος τὰς στο
πτὰς καὶ ἱερὰς εἰκόνας τοῦ τε Κυρίου ἡμῶν Ἰησοῦ
Χριστοῦ, τῆς Θεοτόκου, ἀποστόλων, προφητών, μαρ
τύρων, καὶ πάντων τῶν ὁσίων τε καί δικαίων. Οὐ
μὴν ἀλλὰ καὶ τὰς αὐτῶν ἀχράντους πρεσβείας εξαίτοῦμαι ἵλεωποιουμένας τὸ θεῖον· προσπτύσσομαι πίσ
στει τε καὶ φόβῳ τα πανάγια αὐτῶν λείψανα, ὡς
χάριτος θείας ἀνάπλεα.
Προσέτι καὶ πᾶσαν Βίβλου θεόπνευστον Παλαιᾶς
τε καὶ Καινῆς Διαθήκης ἀποδέχομαι ἔτι μὴν καὶ
ἁπάντων τῶν θεσπεσίων Πατέρων, διδασκάλων
Omnem quoque divinitus inspiratam Veteris et
Novi Testamenti Scripturam recipio: omniumque
item divinorum Patrum, doctorum, et monachorum vilas et divina scripla Hoc vero dixerim καὶ ἀσκητῶν τοὺς βίους καὶ τὰ θεία συγγράμμα
propter vesanum illum Pamphilum, qui ex Oriente
prodiit, et hos sanctos traduxit, Marcum, inquam,
Isaiam, Barsanuphium, Dorotheum, et Hesychium:
non quidem Barsanuphium, et Isaiam, et Dorotheum, illos qui cum Acephalis coacephali pariter fuerunt et Decacerati ', quod dicebatur, quasi
concornes; quique a beato Sophronio in ejus libello anathemate damnantur: cum diversi haud
dubie isti fuerint a prædictis, quos ego ex paterna
traditione recipio, post interrogationem Tarasii
patriarchæ sanctissimi, aliorumque fide dignorum
hominum, tum indigenarum, tum Orientalium:
cum et Barsanuphii imaginem in sacro magnæ
Ecclesia Vestiario, una cum Antonio, Ephraim,
aliisque sanctis Patribus exstare constet: et ineorum doctrina nullum impietatis vestigium oftenderim sed e contra, magnum spiritualis animæ
compendium: quoad nimirum per synodicam inquisitionem error quispiam in illis deprehendatur.
Nam si illos ipsos esse liquebit, qui anathemate
notati fuerunt, aut ab iis diversi sint, hæresi tamen illa infectos; anathema illis, et catathema,
et pantanathema a Patre et Filio et Spiritu sancto.
Confiteor insuper monasticum statum sublimem
esse, et excelsum, et angelicum, qui et peccata omnia expurget absolutæ vitæ perfectione, tum nimirum si ex divini magnique Basilii asceticorum
legibus plene exigatur et non dimidiata ex parte;
ut solent quidam, qui aliqua desumunt, alia, ut
placet, omittunt: ita ut extra tres gradus qui in
divina scala ostensi sunt, vitam hanc legitime ducere non liceat: non servum possidere, non jumentum sexus feminei quorum utrumque ab instituto alienum est, et animæ periculosum. Atque
hæc ego cursim paucis perstrinxi, neque enim tempus patitur, ut pluribus exponam, ne quis forte
mihi pravam opinionem attribuat, contra quam
recte sentio et doceo.
τα. Τοῦτο δὲ ἐρῶ διὰ τὸν φρενοβλαβή Πάμφιλον τὸν
ἀπὸ ᾿Ανατολῆς φοιτήσαντα, καὶ τούσδε τοὺς ὁσίους
διαβάλλοντα, λέγω δὴ Μάρκον, Ησαίαν, Βαρσανού
φιον, Δωρόθεον, καὶ Ησύχιον. Οὐ μὴν Βαρσανού
φιον, καὶ Ἡσαίαν, καὶ Δωρόθεον, τοὺς τῶν ᾿Ακα
φάλων συνακεφάλους, καὶ τοῦ λεγομένου Δεκακεράτου συνομοκερώτους· καὶ ὑπὸ τοῦ ἐν ἁγίοις Σωφρο
νίου ἐν τῷ λιβέλλῳ αὐτοῦ ἀναθεματιζομένους· ἐτέ
ρων δηλονότι παρὰ τούσδε ὄντων τῶν προειρημένων,
οὓς ἐγὼ πατροπαραδότως ἀποδέχομαι· δι' ἐρωτήσεως
τοῦ ἤδη ἀρχιερατεύσαντος Ταρασίου τοῦ ἁγιωτάτου
πατριάρχου, ἑτέρων τε ἀξιοπίστων ανθρώπων απ
τοχθόνων τε καὶ ἀνατολικῶν· κατὰ τὸ καὶ τὴν εἰκόνα
Βαρσανουρίου ἐν τῇ θείᾳ ἐνδυτῇ τῆς μεγάλης Βα
Εκ
κλησίας ἐνίστασθαι ἁγίοις Πατράσιν, ᾿Αντωνίῳ, Εφραίμ, καὶ ἑτέροις· καὶ ὡς μή τι ἐν ταῖς διδασκαλίαις αὐτῶν εὐρηκὼς ἀσέβημα· τοὐναντίον δὲ καὶ
πολλὴν ψυχικὴν λυσιτέλειαν· μέχρις ἂν καὶ ἐπὶ τού
των διὰ συνοδικῆς ἐπιζητήσεως αποδειχθείη τι έγω
κλημα. Εἰ γὰρ αὐτοὶ ἐκεῖνοι φανείησαν οἱ ἀναθεματιζόμενοι, ἡ ἕτεροι παρ' αὐτοὺς αἱρέσει ὑποβληθέν
τες, ἀνάθεμα αὐτοῖς, καὶ κατάθεμα, καὶ παντανάθε
μα ἀπὸ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος.
Συνομολογῶ δὲ πρὸς τούτοις καὶ τὸ μοναδικόν σχήμα ύψηλόν τε εἶναι καὶ ἐπηρμένον, καὶ ἀγγελικόν,
καθαρτικόν τε πάσης ἁμαρτίας διὰ τελείας ἐπιβιώ
σεως· εὔδηλον κατὰ τὴν νομοθεσίαν τῶν ἀσκητικών
τοῦ θείου καὶ μεγάλου Βασιλείου διεξαγόμενον, καὶ
οὐκ ἐξ ἡμισείας· ὡς πή τινες τὰ μὲν αἱρούμενοι, τὰ
δε ἐπαφιέντες· ὥστε μὴ εἶναι ἄνευ τῶν ἐν τῇ θείᾳ
κλίμακι ἀποδεδειγμένων τριών καταστάσεων, αέρι
τὸν άλλως πως νομίμως επιβιώναι· οὐ μὴν οὔτε
δοῦλον κεκτῆσθαι, οὔτε κτήνος τῶν ἐκ τοῦ θήλεως
γένους, διὰ τὸ ἀνοίκειον τοῦ ἐπαγγέλματος· καὶ ἐπι·
κίνδυνον ταῖς ψυχαῖς. Καὶ ταῦτα διῆλθον ἐν ἐπιδρο
μῇ· οὐ γὰρ καιρὸς τῆς τῶν τοιούτων ἐξαπλώσεως·
ἀλλὰ διὰ τὸ μή τινας εἰς ἐμὲ τὴν χείρονα δόξαν υπο
λαμβάνειν, παρ' ὁ φρονῶ ὀρθῶς καὶ δοξάζω.
• Sine capite. • Decem cornuum hæresis principes. * In concilio vi, art. 11, pag. 990.
NOTÆ.
Hic Theodori locus recitatur in Præfatione ad Doctrinas B. Dorothei, Bibliotheca Patrum GræcoLatinæ, tom. 1, pag. 744. b.
col. 1817–1818page 3 of 6
PG 99:1817Περὶ τοῦ καθηγουμένου.
Τούτων μὲν οὕτως ἐχόντων, δεύτερόν ἐστιν εἰπεῖν καὶ περὶ τοῦ καθηγουμένου. Ἀφίημι τοίνυν πρῶτον μὲν τὸν κύριον καὶ Πατέρα μου καὶ Πατέρα ὑμῶν τὸν ὁσιώτατον Ἔγκλειστον, καὶ Πατέρα, καὶ φωστῆρα, καὶ διδάσκαλον. Αὐτὸς κἀμοῦ καὶ ὑμῶν προκαθέστηκεν ἐν Κυρίῳ, καὶ καθίσταται κεφαλή, εἰ καὶ ὑπεξήγαγεν ἑαυτόν, διὰ Χριστομίμητον ταπείνωσιν τελῶν ἐν ἡσυχίᾳ· οὗ ταῖς ὁδηγίαις τε καὶ προσευχαῖς πιστεύω ὑμᾶς σωθήσεσθαι· εἴπερ καὶ τὴν δέουσαν πρὸς αὐτὸν ἀντεισφέροιτε εὐπείθειάν τε καὶ ὑπακοήν. Ἔπειτα ὃν ἐκ κοινοῦ ψήφου θεοπρεπῶς, προηγουμένης τῆς πατρικῆς βουλῆς, προστήσεσθε. Ἐφ᾽ ᾧ γὰρ εὐδοκεῖ πᾶσα ἡ ἀδελφότης, ἑπόμενόν ἐστι καὶ τὸ ἐμὸν θέλημα. Ἀλλὰ δεῦρο, ὦ Πάτερ καὶ ἀδελφέ, ὅστις ἂν εἴης· ἰδοὺ παρατίθημί σοι ἐνώπιον τοῦ Θεοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων αὐτοῦ πᾶσαν τὴν ἐν Χριστῷ ἀδελφότητα· ὅπως αὐτὴν εἰσδέξῃ. Πῶς δὲ προσλάβῃς; ἡλίκως δὲ ὁδηγήσεις; ποδαπῶς δὲ διαφυλάξεις; Ὡς ἄρνας Χριστοῦ· ὡς μέλη σου φίλτατα· θάλπων καὶ περιέπων, καὶ ἱμειρόμενος ἑνὸς ἑκάστου, κατὰ τὸ ἴσον τῆς ἀγάπης μέτρον· ὅτι ἐπίσης ἡ στοργὴ τῶν μελῶν τοῦ σώματός ἐστιν ἐν ἑκάστῳ ἀνθρώπῳ. Διάνοιξον σου τὰ σπλάγχνα ἐν συμπαθείᾳ· εἰσοίκισαι τοὺς πάντας ἐν ἐλεημοσύνῃ· τιθήνησαι αὐτούς· ἀναμόρφωσον αὐτούς· τελείωσον αὐτοὺς ἐν Κυρίῳ. Ὀξυνόν σου τὴν διάνοιαν φρονήσει· διέγειρον σου τὸ πρόθυμον ἐν ἀνδρείᾳ· στερέωσόν σου τὴν καρδίαν ἐν πίστει καὶ ἐλπίδι· προπόρευσαι αὐτῶν ἐν πάσῃ ἀγαθοεργίᾳ· προπολέμησον κατὰ τῶν νοητῶς μαχομένων· ὑπεράσπισαι· διεύθυνον· εἰσάγαγε αὐτοὺς εἰς τὸν τῆς ἀρετῆς τόπον· κληροδότησαι τὴν γῆν τῆς ἀπαθείας. Διὸ καὶ ἐντέλλομαί σοι τὰς ἐντολὰς ταύτας, ἅσπερ διακρατῆσαι ὀφείλεις κατὰ τὸ ἀναγκαῖον.
Ἐντολαὶ τῷ καθηγουμένῳ.
αʹ. Οὐ διαλλάξεις οὖν ὃν προσέλαβες τύπον καὶ κανόνα παρὰ τῆς ταπεινώσεώς μου ἐν ἅπασιν, ἄνευ κατεπειγούσης ἀνάγκης.
βʹ. Οὐ κτήσῃ τοῦ κόσμου τούτου τι, οὐδὲ ἀποθησαυρίσεις ἰδιορίστως εἰς ἑαυτὸν μέχρι καὶ ἑνὸς ἀργυρίου.
γʹ. Οὐ διαμερίσεις τὴν ψυχὴν καὶ τὴν καρδίαν σου ἐν σχέσει καὶ φροντίδι, παρὰ τοὺς ὑπὸ Θεοῦ πεπιστευμένους καὶ ὑπ᾽ ἐμοῦ παραδεδομένους, καὶ γενομένους σου πνευματικοὺς υἱοὺς καὶ ἀδελφούς. Οὔτε εἰς τούς ποτε κατὰ σάρκα ἰδίους, ἢ συγγενεῖς, ἢ φίλους, ἢ συνεταίρους, χρήσῃ τοῖς τῆς οἰκείας μονῆς, οὔτε ζῶν, οὔτε μετὰ θάνατον, ἐλεημονητικῶς ἢ κληρονομικῶς, εἰς τοὺς ἤδη προειρημένους. Οὐ γὰρ ἐκ τῶν τοῦ κόσμου εἶ, ἵνα μετέχῃς τῶν ἐκ τοῦ κόσμου. Πλὴν εἰ μήπου μεταβαῖέν τινες ἐκ τοῦ κοινωνικοῦ βίου πρὸς τὸ καθ᾽ ἡμᾶς τάγμα· καὶ οὕτω φροντίσεις κατὰ μίμησιν τῶν ἁγίων Πατέρων.
δʹ. Οὐ κτήσῃ δοῦλον, οὔτε εἰς τὴν οἰκείαν χρείαν, οὔτε εἰς τὴν οἰκείαν μονὴν, οὔτε εἰς ἀγρούς, τὸν κατ᾽ εἰκόνα Θεοῦ γεγονότα ἄνθρωπον· τοῦτο γὰρ μόνοις τοῖς ἐν τῷ βίῳ συγκεχώρηται, ὡς ὁ γάμος· σοὶ δὲ χρεὼν παρασχεῖν σεαυτὸν δοῦλον τοῖς ὁμοψύχοις σου ἀδελ
TESTAMENTUM. *
De praposito.
His autem ita constitutis, proximum est, ut di
cam de præposito. Primum igitur dominum et
patrem meum ac patrem vestrum relinquo sanctissimum Reclusum, eumdem et patrem, et lumen,
et magistrum. Ille mihi et vobis præfuit in Domino,
caputque nostrum est, quamvis seipsum subduxerit, ob Christi æmulam humilitatem degens in silentio cujus ductu ac precibus confido-vos salvos
fore, si modo congruentem erga illum fidem obedientiamque præbeatis. Deinde quem ipsi communi
calculo divinitus, paterno consilio præeunte, preficietis. In quo enim consenserit fraternitas universa,
et huic ego libens volensque suffragor. Verum ades,
pater ac frater, quicunque futurus es: en fidei
tuæ trado in oculis Dei, electorumque angelorum
ejus, totam in Christo fraternitatem, ut eam suscipias. At quomodo accipies? quo pacto reges? qua
ratione custodies?Tanquam agnos Christi, tanquam
membra tua charissima, fovens, procurans, et diligens unumquemque, juxta æquam charitatis mensuram; quoniam ex æquo membra corporis diligit
unusquisque. Aperi viscera tua in commiseratione:
introduc omnes in misericordia: lacta illos: reforma illos: perfice illos in Domino. Acue mentem
tuam prudentia,excita diligentiam fortitudine: confirma pectus fide ac spe: præcurre illis ad omne
opus bouum; propugna adversus spiritales inimicos: defende, dirige; perduc illos ad virtutis sedem:
divide illis terram tranquillæ affectuum vacuitatis.
Propterea mandata hæc tibi do, quæ observare
necessario debes.
Περὶ τοῦ καθηγουμένου.
Τούτων μὲν οὕτως ἐχόντων, δεύτερόν ἐστιν εἰπεῖν
καὶ περὶ τοῦ καθηγουμένου. ᾿Αφίημι τοίνυν πρῶτον
μὲν τὸν κύριον καὶ Πατέρα μου καὶ Πατέρα ὑμῶν
τὸν ὁσιώτατον Ἔγκλειστον, καὶ Πατέρα, καὶ φω
στῆρα, καὶ διδάσκαλον. Αὐτὸς κἀμοῦ καὶ ὑμῶν προκαθέστηκεν ἐν Κυρίῳ, καὶ καθίσταται κεφαλὴ, εἰ
καὶ ὑπεξήγαγεν ἑαυτόν, διὰ Χριστομίμητον ταπείνω
σιν τελῶν ἐν ἡσυχίᾳ· οὗ ταῖς ὁδηγίαις τε καὶ προσευχαῖς πιστεύω ὑμᾶς σωθήσεσθαι· εἴπερ καὶ τὴν
δέουσαν πρὸς αὐτὸν ἀντεισφέροιτε εὐπείθειάν τε καὶ
ὑπακοήν. Επειτα ὃν ἐκ κοινού ψήφου θεοπρεπῶς,
προηγουμένης τῆς πατρικῆς βουλῆς, προστήσεσθε.
Εφ᾽ ᾧ γὰρ εὐδοκεῖ πᾶσα ἡ ἀδελφότης, επόμενόν
ἐστι καὶ τὸ ἐμὸν θέλημα. ᾿Αλλὰ δεύρο, ὦ Πάτερ και
ἀδελφὲ, ὅστις ἂν εἴης· ἰδοὺ παρατίθημί σοι ἐνώπιον
τοῦ Θεοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων αὐτοῦ πᾶσαν
τὴν ἐν Χριστῷ ἀδελφότητα· ὅπως αὐτὴν εἰσδέξη.
Πῶς δὲ προσλάβης; ἡλίκως δὲ ὁδηγήσεις; ποδαπῶς
δε διαφυλάξεις; Ὡς ἄρνας Χριστοῦ· ὡς μέλη σου
φίλτατα· θάλπων καὶ περιέπων, καὶ ἱμειρόμενος
ἑνὸς ἑκάστου, κατὰ τὸ ἴσον τῆς ἀγάπης μέτρον· ὅτι
ἐπίσης ἡ στοργὴ τῶν μελῶν τοῦ σώματός ἐστιν ἐν
ἑκάστῳ ἀνθρώπῳ. Διάνοιξον σου τὰ σπλάγχνα ἐν
συμπαθείᾳ· εἰσοίκισαι τοὺς πάντας ἐν ἐλεημοσύνη -
τιθήνησαι αὐτούς· ἀναμόρφωσον αὐτούς· τελείωσον
αὐτοὺς ἐν Κυρίῳ. Οξυνόν σου τὴν διάνοιαν φρονήσει· διέγειρον σου τὸ πρόθυμον ἐν ἀνδρείᾳ· στερέωσόν σου τὴν καρδίαν ἐν πίστει καὶ ἐλπίδι· προπό
ρουσαι αὐτῶν ἐν πάσῃ ἀγαθοεργίᾳ· προπολέμησον
κατὰ τῶν νοητῶς μαχομένων· ὑπεράσπισαι· διευθέ
τησον· εἰσάγαγε αὐτοὺς εἰς τὸν τῆς ἀρετῆς τόπον·
κληροδότησαι τὴν γῆν τῆς ἀπαθείας. Διὸ καὶ ἐντελλομαί σοι τὰς ἐντολὰς ταύτας, άσπερ διακρατήσαι
ὀφείλεις κατὰ τὸ ἀναγκαῖον.
Ἐντολαὶ τῷ καθηγουμένῳ.
α΄. Οὐ διαλλάξεις οὖν ὅν προσέλαβες τύπον καὶ
κανόνα παρὰ τῆς ταπεινώσεώς μου ἐν ἅπασιν, άνευ
κατεπειγούσης ἀνάγκης.
β΄. Οὐ κτήσῃ τοῦ κόσμου τούτου τι, οὐδὲ ἀποθη
σαυρίσεις ἰδιορίστως εἰς ἑαυτὸν μέχρι καὶ ἑνὸς ἀρο
Η γυρίου.
γ. Οὐ διαμερίσεις τὴν ψυχὴν καὶ τὴν καρδίαν σου
ἐν σχέσει καὶ φροντίδι, παρὰ τοὺς ὑπὸ Θεοῦ πεπιστευμένους καὶ ὑπ᾿ ἐμοῦ παραδεδομένους, καὶ γενομένους σου πνευματικοὺς υἱοὺς καὶ ἀδελφούς. Οὔτε
εἰς τούς ποτε κατὰ σάρκα ἰδίους, ἡ συγγενεῖς, ἢ
φίλους, ἢ συνεταίρους, χρήσῃ τοῖς τῆς οἰκείας μου
τῆς, οὔτε ζῶν, οὔτε μετά θάνατον, ἐλεημονητικώς
Η κληρονομικῶς, εἰς τοὺς ἤδη προειρημένους. Οὐ
γὰρ ἐκ τῶν τοῦ κόσμου εἶ, ἵνα μετέχῃς τῶν ἐκ τοῦ
κόσμου. Πλὴν εἰ μήπου μεταβαῖέν τινες ἐκ τοῦ κοι
τωνικού βίου πρὸς τὸ καθ᾿ ἡμᾶς τάγμα· καὶ οὕτω
φροντίσεις κατὰ μίμησιν τῶν ἁγίων Πατέρων.
δ'. Οὐ κτήσῃ δοῦλον, οὔτε εἰς τὴν οἰκείαν χρείαν, οὔτε
εἰς τὴν οἰκείαν μονὴν, οὔτε εἰς ἀγροὺς, τὸν κατ᾽ εἰ·
κάνα Θεοῦ γεγονότα ἄνθρωπον· τοῦτο γὰρ μόνοις τοῖς
ἐν τῷ βίῳ συγκεχώρηται, ὡς ὁ γάμος· σοὶ δὲ χρεών
παρασχεῖν σεαυτὸν δοῦλον τοῖς ὁμοψύχοις σου ἀδελ
Mandata præposito tradita.
1. Non igitur immutabis, absque urgente necessitate, formam et regulam, quam ab humilitate mea
in omnibus accepisti.
2. Non possidebis ex mundo hoc quidquam: nec
tibi ipsi proprie repones vel unicum argenteum.
3. Non divides animum et cor tuum aliis curis
et sollicitudinibus, propter eos qui tibi a Deo commissi, et a me traditi sunt, spiritales filios et fratres
tuos. Non erogabis in tuos olim secundum carnem
aut propinquos, aut amicos, aut sodales ex proprii
monasterii rebus quidquam, nec vivens, nec post
mortem, eleemosynæ vel hæreditatis nomine: neque enim ex sæculo es, ut consortium habeas cum
'sæcularibus; nisi qui forte ex cœnobio in ordinem
nostrum transierint, atque ita eorum curam geras ad exemplum sanctorum Patrum.
4. Non possidebis servum, nec tuos in usus, nec
proprii monasterii, nec denique ad agros. hominem qui ad Dei imaginem factus est: hoc enim
solis sæcularibus concessum est, sicut nuptiæ. Tu
vero fratribus tuis unanimis seipsum famulum ani-·
col. 1819–1820page 4 of 6
PG 99:1819ε'. Οὐ σχοίης ζῶον τῶν ἐκ τοῦ θήλεως γένους εἰς χρείαν ὑπουργικήν, ὁ τῷ θήλει παντάπασιν ἀποταξάμενος· οὔτε ἐν τῇ μονῇ, οὔτε ἐν τοῖς ἀγροῖς. Καθῶς οὐδεὶς τῶν ὁσίων καὶ ἁγίων Πατέρων ἡμῶν ἐχρήσατο, οὔτε ἡ φύσις αὐτὴ ἐπιτρέπει.
ς'. Οὐκ ἐποχούμενος ἔσῃ ἐπὶ ἵπποις καὶ ἡμιόνοις δίχα ἀνάγκης· ἀλλὰ Χριστομιμήτως πεζοπορήσεις. Εἰ δ' οὖν, πῶλός σοι τὸ ὑποζύγιον ἔστω.
ζ'. Παραφυλάξεις πάντως τὸ πάντα ἐν τῇ ἀδελφότητι κοινὰ εἶναι, καὶ ἀμέριστα, καὶ μηδὲν κατὰ μέρος τοῦ καθ᾿ ἕκαστον εἰς ἐξαυθέντησιν μέχρι καὶ ῥαφίδος. Σοῦ δὲ καὶ τὸ σῶμα καὶ ἡ ψυχή, μήτε μὲ ἄλλο, ἔστωσαν διαμεμερισμένα ἐν ἰσότητι ἀγάπης πᾶσι τοῖς πνευματικοῖς σου τέκνοις καὶ ἀδελφοῖς.
η'. Οὐ σχοίης μετὰ κοσμικῶν ἀδελφοποιίας ἢ συντεκνίας, ὁ φυγὰς τοῦ κόσμου καὶ τοῦ γάμου· οὐ γὰρ εὕρηται ἐν τοῖς Πατράσιν· εἰ δὲ καὶ εὕρηται, σπανιάκις, καὶ τοῦτο οὐ νόμος.
θ'. Οὐ συνεστιαθήσῃ μετὰ γυναικῶν, πλὴν τῆς κατὰ σάρκα μητρός σου καὶ ἀδελφῆς, κάν τε κανονικῆς, κάν τε κοσμικῆς· οὐκ οἶδα, εἰ μή τις βία καὶ ἀνάγκη καλοίη, καθώς παρακελεύονται οἱ ἅγιοι Πατέρες.
ι'. Οὐ σχοίης τὸ πολυπρόοδον καὶ πολυγύρευτον, ἄνευ ἀνάγκης ἐγκαταλιμπάνων τὸ οἰκεῖον ποίμνιον. Ἀγαπητὸν γὰρ καὶ σχολάζοντα ἐν τῇ ποίμνῃ δυνηθῆναι σε διασώσαι τὰ πολυτροπώτατα καὶ πολυεξόδευτα λογικὰ πρόβατα.
ια'. Παραφυλάξεις πάντως τοῦ ποιεῖσθαι τρισάκις τὴν κατήχησιν τῇ ἑβδομάδι, καὶ καθ᾿ ἑσπέραν ἢ διὰ σαυτοῦ, ἢ δι᾿ ἄλλου τῶν τέκνων. Ἐπειδὴ πατροπαράδοτον τοῦτο καὶ σωτήριον.
ιβ'. Οὐ δοίης ὅπερ λέγουσι μικρὸν σχῆμα, ἔπειτα ὡς μέγα· ἓν γὰρ τὸ σχῆμα, ὥσπερ καὶ τὸ βάπτισμα, καθώς οἱ ἅγιοι Πατέρες ἐχρήσαντο.
ιγ'. Οὐ παραβαίης τοὺς νόμους καὶ κανόνας τῶν ἁγίων Πατέρων. Πρό γε πάντων τοῦ θείου καὶ μεγάλου Βασιλείου. Ἀλλὰ πᾶν ὅ τι ἂν ποιῇς ἢ λέγῃς, ὡς μαρτυρίαν ἔχων ἐκ τῶν Γραφῶν πράξεις, ἢ ἐκ πατρικῆς συνηθείας, ἄνευ παραβάσεως ἐντολῆς Θεοῦ.
ιδ'. Οὐ καταλείψεις τὸ ποίμνιον σου καὶ πρὸς ἕτερον μεταβήσῃ, ἢ πρὸς ἀξίαν ἐπαναδράμῃς, ἄνευ συγκαταθέσεως τῆς οἰκείας σου ἀδελφότητος.
ιε'. Οὐ φιλιάσεις μετὰ κανονικῆς· οὐδὲ παραβαλεῖς ἐν γυναικείῳ σεμνείῳ· οὐδὲ καταμόνας ὁμιλήσεις μοναζούσῃ ἢ κοσμικῇ· εἰ μή που ἀνάγκη ἕλκει, καὶ τότε δύο παρόντων ἐξ ἑκατέρου μέρους προσώπων· τὸ γὰρ ἕν, ὡς φασιν, εὐεπηρέαστον.
ις'. Οὐκ ἀνοίξεις τὴν θύραν τῆς μονῆς ἐπὶ εἰσόδῳ παντοίας γυναικὸς ἄνευ μεγάλης ἀνάγκης· εἰ δὲ δυνατὸς εἶ ἀσυμφανῶς δέχεσθαι, οὐδὲ τοῦτο ἀπόβλητον.
ιζ'. Οὐ ποιήσεις σεαυτῷ καταγώγιον, ἢ τοῖς πνευματικοῖς σου τέκνοις οἶκον κοσμικόν, ἐν ᾧ εἰσι γυναί-
mo praestare debes, licet externa specie tanquam φοῖς τῇ προθέσει, κἂν τῇ ἔξω ἐπιφανείᾳ, ὡς Δεσπό
Dominus et magister reputere.
της λογίζῃ καὶ διδάσκαλος.
5. Nec habeas jumentum feminei sexus ad ministeria necessaria, tu qui feminis omnino renunfiasti: neque in monasterio, neque in agris: cum
nec quisquam sanctorum patrum nostrorum usus
sit, nec natura ipsa permittat.
6. Non superveheris equis aut mulis absque necessitate; sed Christi exemplo, pedibus iter facies.
Sin minus, pullus asini erit jumentum tuum.
7. Curabis omnino, ut inter fratres communia et
indivisa sint omnia, et nihil cujusquam proprii jure
dominii, usque ad acum. Tibi vero et anima et corpus, nec praeterea quidquam, aqua lance charitatis
divisa sunto in omnes tuos spiritales filios ac fratres.
8. Non habeas cum sæcularibus adoptiones aut
consiliationes, tu qui mundum fugis ac nuptias.
Non enim reperitur in patribus; et, si reperitur,
raro: neque id lex est.
9. Non epulare cum mulieribus, excepta matre
tua secundum carnem, et sorore tua, sive canonice fuerint, sive sæculares: nisi vis aliqua et nem
cessitas impellat, sicut admonent sancti Patres.
10. Ne frequens sis in egressibus et circumcursationibus,proprium ovile deserens sine necessitate:
melius enim est et optabilius, ut vel odiosus in
caula degens, servare possis variabiles ellateerrantes rationales oves.
11. Observabis prorsus, ut catechesin ter qualibet hebdomada facias vesperi, vel per temetipsum,
vel per alium quempiam e filiis; quoniam a Patribus traditum est, et salutare.
12. Non dabis parvum habitum, quem vocant,
postea veluti magnum: unus enim est habitus,
sicuti et baptismna, quemadmodum in more fuit
sanctorum Patrum.
13. Non transilies leges et regulas sanctorum
Patrum, præcipue ante omnes divini magnique
Basilii: sed quidquid facies aut dices, tanquam
testimonium habens ex Scripturis facies, aut ex
palerna consuetudine absque mandati divini prevaricatione.
14. Non derelinques gregem tuam, ut ad alium
transeas; aut ad dignitatem non revertere, nisi ex
consensu et approbatione fraternitatis.
15. Non ineas amicitiam cum canonica; neque ingrediare monasterium feminarum, nec solus colloquare cum monacha vel seculari, nisi necessitas trahat; idque cum duabus ab utraque parte personis
astantibus: unius enim, ut aiunt, facilis est calumnia.
16. Non aperies ostium monasterii ad intromittendam feminam ullam sine magna necessitate. Si
vero potes citra mutuum aspectum excipere, id
quoque minime negligendum.
17. Non statues tibi diversorium, aut spiritualibus
filiis, secularem domum, in qua sint etiam muε'. Οὐ σχοίης ζῶον τῶν ἐκ τοῦ θήλεως γένους εἰς
χρείαν υπουργικὴν, ὁ τῷ θήλει παντάπασιν ἀποτα
ξάμενος· οὔτε ἐν τῇ μονῇ, οὔτε ἐν τοῖς ἀγροῖς. Και
θῶς οὐδεὶς τῶν ὁσίων καὶ ἁγίων Πατέρων ἡμῶν
ἐχρήσατο, οὔτε ἡ φύσις αὐτὴ ἐπιτρέπει.
ς'. Οὐκ ἐποχούμενος ἔσῃ ἐπὶ ἵπποις καὶ ἡμιόνοις
δίχα ἀνάγκης· ἀλλὰ Χριστομιμήτως πεζοπορήσεις.
Εἰ δ' οὖν, πῶλός σοι τὸ ὑποζύγιον ἔστω.
ζ'. Παραφυλάξεις πάντως τὸ πάντα ἐν τῇ ἀδελφο
τητε κοινὰ εἶναι, καὶ ἀμέριστα, καὶ μηδὲν κατὰ μέσ
ρος τοῦ καθ᾿ ἕκαστον εἰς ἐξαυθέντησιν μέχρι καὶ ῥα
φίδος. Σοῦ δὲ καὶ τὸ σῶμα καὶ ἡ ψυχή, μήτε με άλλο,
ἔστωσαν διαμεμερισμένα ἐν ἰσότητι ἀγάπης πᾶσι
τοῖς πνευματικοῖς σου τέκνοις καὶ ἀδελφοῖς.
η
η. Οὐ σχοίης μετά κοσμικῶν ἀδελφοποιίας ἡ συν
τεκνίας, ὁ φυγὰς τοῦ κόσμου καὶ τοῦ γάμου· οὐ γὰρ
εὕρηται ἐν τοῖς Πατράσιν· εἰ δὲ καὶ εύρηται, σπα
νιάκις, καὶ τοῦτο οὐ νόμος.
θ'. Οὐ συνεστιαθήση μετά γυναικῶν, πλὴν τῆς
κατὰ σάρκα μητρός σου καὶ ἀδελφῆς, κάν τε κανονικῆς, κάν τε κοσμικῆς· οὐκ οἶδα, εἰ μή τις βία και
ἀνάγκη καλοίη, καθώς παρακελεύονται οἱ ἅγιοι Πατ
τέρες.
ι. Οὐ σχοίης τὸ πολυπρόοδον καὶ πολυγύρευτον,
ἄνευ ἀνάγκης εγκαταλιμπάνων τὸ οἰκεῖον ποίμνιον.
Αγαπητὸν γὰρ καὶ σχολάζοντα ἐν τῇ ποίμνῃ δυνη
θῆναι σε διασώσαι τὰ πολυτροπώτατα καὶ πολυδε
εξόδευτα λογικά πρόβατα.
ια. Παραφυλάξεις πάντως τοῦ ποιεῖσθαι τρισάκις
τὴν κατήχησιν τῇ ἑβδομάδι, καὶ καθ᾿ ἑσπέραν ἢ διὰ
σαυτοῦ, ἡ δι' ἀλλου τῶν τέκνων. Επειδή πατροπαράδοτον τοῦτο καὶ σωτήριον.
ιβ'. Οὐ δοίης ὅπερ λέγουσι μικρόν σχῆμα, ἔπειτα
ὡς μέγα· ἐν γὰρ τὸ σχῆμα, ὥσπερ καὶ τὸ βάπτισμα,
καθώς οἱ ἅγιοι Πατέρες ἐχρήσαντο.
ιγ. Οὐ παραβαίης τοὺς νόμους καὶ κανόνας τῶν
ἁγίων Πατέρων. Πρό γε πάντων τοῦ θείου καὶ με
γάλου Βασιλείου. ᾿Αλλὰ πᾶν ὅ τι ἂν ποιῆς ἢ λέγης,
ὡς μαρτυρίαν ἔχων ἐκ τῶν Γραφῶν πράξεις, ἢ ἐκ
πατρικῆς συνηθείας, ἄνευ παραβάσεως ἐντολῆς
Θεοῦ.
ιδ'. Οι καταλείψεις τὸ ποίμνιον σου καὶ πρὸς ἕτερον
μεταβήση, ἢ πρὸς ἀξίαν ἐπαναδράμης, ἄνευ συγκρ
ταθέσεως τῆς οἰκείας σου ἀδελφότητος.
ιέ'. Οὐ φιλιάσεις μετὰ κανονικῆς· οὐδὲ παραβαλεῖς
ἐν γυναικείῳ σεμνείῳ οὐδὲ καταμόνας ὁμιλήσεις
μοναζούση ἢ κοσμικῇ· εἰ μή που ἀνάγκη ἕλκει, καὶ
τότε δύο παρόντων ἐξ ἑκατέρου μέρους προσώπων
τὸ γὰρ ἔν, ὡς φασιν, εὐεπηρέαστον,
ις. Οὐκ ἀνοίξεις τὴν θύραν τῆς μονῆς ἐπὶ εἰσόδῳ
παντοίας γυναικὸς ἄνευ μεγάλης ἀνάγκης· εἰ δὲ δυ
νατὸς εἶ ἀσυμφανῶς δέχεσθαι, οὐδὲ τοῦτο ἀπόβλη
του.
ιζ. Οὐ ποιήσεις σεαυτῷ καταγώγιον, ἡ τοῖς πνευματ
τικοῖς σου τέκνοις οἶκον κοσμικόν, ἐν ᾧ εἰσι γυναί
col. 1821–1822page 5 of 6
PG 99:1821κες, ἐπὶ συχνῷ παραβάλλων· ἀλλ᾽ ἐκλέξῃ εἰς ἀνδρῶν εὐλαβῶν τὰς παροδικὰς καὶ ἀναγκαίας χρείας ποιεῖσθαι.
ιη. Οὐ κτήσῃ μαθητὴν εἰς τὸ κελλίον σου μειράκιον προσπαθῶς· ἀλλ᾽ ἐκ προσώπου ἀνυπόπτου, καὶ ἐκ διαφόρων ἀδελφῶν τὴν ὑπηρεσίαν σου ποιήσεις.
ιθ'. Οὐ κτήσῃ ἱματισμὸν ἐξηλλαγμένον καὶ πολύτιμον, ἄνευ τοῦ ἱερατικοῦ. Ἀλλὰ τοῖς ταπεινοῖς πατρομιμήτως καὶ ἐνδύσει καὶ ὑποδύσει.
κ'. Οὐκ ἔσῃ ἁβροδίαιτος, οὔτε ἐν τῇ ἰδίᾳ σου δαπάνῃ, οὔτε ἐν ταῖς ὑποδοχαῖς τῶν ξένων· ὡς κατὰ τοῦτο περισπώμενος· ἔστι γὰρ τοῦτο τῆς μερίδος τοῦ ἀπολαυστικοῦ βίου.
κα'. Οὐ θησαυρίσεις χρυσίον ἐν τῇ μονῇ σου· ἀλλὰ τὸ κατὰ περισσείαν ἐπὶ παντὸς εἴδους, μεταδοίης τοῖς δεομένοις· ἐν ἀνοίξει τῆς αὐλῆς σου, καθὼς οἱ ἅγιοι Πατέρες.
κβ'. Οὐ κρατήσεις τόπον ἠσφαλισμένον καὶ τὴν οἰκονομικὴν φροντίδα· ἀλλ᾽ ἔστω σοι κλεὶς, ἡ μεγίστη τῶν ψυχῶν φροντὶς, τοῦ λύειν καὶ δεσμεῖν, κατὰ τὰ Λόγια. Τὸ χρυσίον δὲ καὶ τὰ κατὰ χρείαν, ἐγχειρίσεις τοῖς οἰκονόμοις, τοῖς κελλαρίταις, καὶ ὡς ἐπιβάλλει καθ᾽ ἑκάστην διακονίαν σου· πρόδηλον πάντων τὴν ἐξουσίαν ἔχοντος· καὶ μεταφέροντος ὡς ἂν βουλεύῃ μετὰ τῶν προεχόντων ἐν τῷ τυχόντι προσώπῳ, ἀπολαμβάνων τὸν λόγον ἑκάστης διοικήσεως.
κγ'. Οὐ προτιμήσεις τοῦ συμφέροντος τῇ ἀδελφότητι πρόσωπον παντὸς ἑτέρου ἀνθρώπου, ὑπερέχοντος καὶ ἐξουσιάζοντος κατὰ τὸν παρόντα αἰῶνα· οὔτε ὑποσταλεῖς μέχρις αἵματος ἐπὶ φυλακῇ τῶν θείων νόμων, καὶ ἐντολῶν, προθεῖναι τὴν ψυχήν σου.
κδ'. Οὐ ποιήσεις τι ἢ πράξεις κατ᾽ οἰκείαν γνώμην, τῷ πράγματι παντὶ τῶν τε ψυχικῶν καὶ τῶν σωματικῶν· πρῶτον μὲν ἄνευ βουλῆς καὶ εὐχῆς τοῦ Κυρίου καὶ Πατρός σου, ἔπειτα τῶν προσχόντων ἐν γνώσει καὶ εὐλαβείᾳ κατὰ τὴν ὑποκειμένην ὑπόθεσιν· ἑνὸς γὰρ χρεία τυχὸν ἢ δύο, ἢ τριῶν, ἢ καὶ πλειόνων ὥσπερ ἐντεταλμέθα πατρικῶς, καὶ διήξαμεν.
Ταῦτα πάντα καὶ ὅσα ἕτερα ἐξελάβου, παραφυλάξεις, καὶ φρουρήσεις· ἵνα σοι γένηται. Καὶ ἔσῃ κατευοδούμενος ἐν Κυρίῳ· τὸ γὰρ ἐναντίον ἀπείη τι λέγειν καὶ ἐννοεῖν.
Ἐντολαὶ τοῖς ἀδελφοῖς.
Δεῦρο καὶ ὑμεῖς, ὦ τέκνα μου καὶ ἀδελφοί, ἀκούσατέ μου τῆς οἰκτροτάτης φωνῆς. Δέξασθε τὸν κύριον τὸν ἡγούμενον, καθὼς ἐξελέξασθε αὐτὸν οἱ πάντες· οὐδενὶ γὰρ ἔξεστι κατ᾽ οὐδένα τρόπον αἱρήσασθαι ἄλλον τινὰ βίον παρ᾽ ὃ ὑπάρχει· καὶ οὗτος ὁ δεσμὸς ὑπὸ Κυρίου. Ἀσπάσασθε αὐτὸν ὡς διάδοχόν μου, δι᾽ αἰδοῦς καὶ τιμῆς προσβλέποντες αὐτόν· καὶ τὸν τῆς ὑποταγῆς κανόνα νόμιμον ὡς ἐν ἐμοὶ καὶ ἐν αὐτῷ διαφυλάξατε, μὴ καταφρονοῦντες τῆς ἐν Κυρίῳ νεαρᾶς προβολῆς αὐτοῦ· μηδὲ ἐκζητοῦντες πλειόν τι παρὰ τῶν δωρηθέντων αὐτῷ ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου χαρισμάτων. Ἀρκετὸν αὐτῷ διαρατῆσαι, ἅπερ παρὰ τῆς ταπεινώσεώς μου ἐντέταλται. Καὶ ἀγαπᾶτέ με, τέκνα μου, τὰς ἐντολάς μου φυλάξατε. Καὶ τὴν εἰρήνην ἐν ἑαυτοῖς ἔχετε
TESTAMENTUM.
κες, ἐπὶ συχνῷ παραβάλλων· ἀλλ᾽ ἐκλέξῃ εἰς ἀν- lieres, crebro accedens; sed apud religiosos viros
δρῶν εὐλαβῶν τὰς παροδικὰς καὶ ἀναγκαίας χρείας potius diversare, et transitoria viæ subsidia capere
studebis.
ποιεῖσθαι.
ιη. Οὐ κτήση, μαθητὴν εἰς τὸ κελλίον σου μειράκιον
προσπαθῶς· ἀλλ' ἐκ προσώπου ἀνυπόπτου, καὶ ἐκ δια
φόρων ἀδελφῶν τὴν ὑπηρεσίαν σου ποιήσεις.
εθ'. Οὐ κτήση ἱματισμὸν ἐξηλλαγμένον καὶ πολύ.
τιμον, ἄνευ τοῦ ἱερατικοῦ. ᾿Αλλὰ τοῖς ταπεινοῖς
πατρομιμήτως καὶ ἐνδύσει καὶ ὑποδύσει.
κ'. Οὐκ ἔση ἁβροδίαιτος, οὔτε ἐν τῇ ἰδίᾳ σου δαπάνη,
οὔτε ἐν ταῖς ὑποδοχαῖς τῶν ξένων· ὡς κατὰ τοῦτο
περισπώμενος· ἔστι γὰρ τοῦτο τῆς μερίδος τοῦ ἀπολαυστικοῦ βίου.
κα'. Οὐ θησαυρίσεις χρυσίον ἐν τῇ μονῇ σου· ἀλλὰ
τὸ κατὰ περισσείαν ἐπὶ παντὸς εἶδους, μεταδοίης τοῖς
δεομένοις· ἐν ἀνοίξει τῆς αὐλῆς σου, καθὼς οἱ ἅγιοι
Πατέρες.
κβ. Οὐ κρατήσεις τόπον ἠσφαλισμένον καὶ τὴν οἰ
κονομικὴν φροντίδα· ἀλλ' ἔστω σοι κλείς, ἡ μεγίστη
τῶν ψυχῶν φροντὶς, τοῦ λύειν καὶ δεσμεῖν, κατὰ τὰ
Λόγια. Τὸ χρυσίον δὲ καὶ τὰ κατὰ χρείαν, ἐγχειρί
σεις τοῖς οἰκονόμοις, τοῖς κελλαρίταις, καὶ ὡς ἐπισ
βάλλει καθ᾿ ἑκάστην διακονίαν σου πρόδηλον πάντων
τὴν ἐξουσίαν ἔχοντος· καὶ μεταφέροντος ὡς ἂν βου
λεύη μετὰ τῶν προεχόντων ἐν τῷ τυχόντι προσώπῳ,
ἀπολαμβάνων τὸν λόγον ἑκάστης διοικήσεως.
κγ'. Οὐ προτιμήσεις τοῦ συμμφέροντος τῇ ἀδελφο
τοτε πρόσωπον παντὸς ἑτέρου ἀνθρώπου, ὑπερέχοντος
καὶ ἐξουσιάζοντος κατὰ τὸν παρόντα αἰῶνα· οὔτε
ὑποσταλεῖς μέχρις αἵματος ἐπὶ φυλακῇ τῶν θείων
νόμων, καὶ ἐντολῶν, προθεῖναι τὴν ψυχήν σου.
κδ'. Οὐ ποιήσεις τι ἡ πράξεις κατ' οἰκείαν γνώμην,
τα πράγματι παντὶ τῶν τε ψυχικῶν καὶ τῶν σωμα
τικῶν· πρῶτον μὲν ἄνευ βουλῆς καὶ εὐχῆς τοῦ Κυρίου καὶ Πατρός σου, ἔπειτα τῶν προσχόντων ἐν γνώ
στι καὶ εὐλαβείᾳ κατὰ τὴν ὑποκειμένην ὑπόθεσιν·
ἑνὸς γὰρ χρεία τυχὸν ἢ δύο, ἢ τριῶν, ἢ καὶ πλειό
των ὥσπερ ἐντεταλμεθα πατρικῶς, καὶ διήξα
μου.
Ταῦτα πάντα καὶ ὅσα ἕτερα ἐξελάδου, παραφυλάξεις, καὶ φρουρήσεις· ἵνα σοι γένηται. Καὶ ἔσῃ
κατευοδούμενος ἐν Κυρίῳ· τὸ γὰρ ἐναντίον ἀπείη
τὶ λέγειν καὶ ἐννοεῖν.
Ἐντολαὶ τοῖς ἀδελφοῖς.
Δεῦρο καὶ ὑμεῖς, ὦ τέκνα μου καὶ ἀδελφοί, ἀκού
σατέ μου τῆς οἰκτροτάτης φωνῆς. Δέξασθε τὸν κύ
ριον τὸν ἡγούμενον, καθὼς ἐξελέξασθε αὐτὸν οἱ
πάντες· οὐδενὶ γὰρ ἔξεστι κατ' οὐδένα τρόπον αἱρήσασθαι άλλον τινὰ βίον παρ᾽ ὁ ὑπάρχει· καὶ οὗτος
ὁ δεσμὸς ὑπὸ Κυρίου. 'Ασπάσασθε αὐτὸν ὡς διάδο
χόν μου, δι' αἰδοῦς καὶ τιμῆς προσβλέποντες αὐτόν·
καὶ τὸν τῆς ὑποταγῆς κανόνα νόμιμον ὡς ἐν ἐμοὶ
καὶ ἐν αὐτῷ διαφυλάξατε, μὴ καταφρονοῦντες τῆς ἐν
Κυρίως νεαράς προβολῆς αὐτοῦ· μηδὲ ἐκζητοῦντες
πλειόν τι παρὰ τῶν δωρηθέντων αὐτῷ ὑπὸ τοῦ
Πνεύματος τοῦ ἁγίου χαρισμάτων. Αρκετὸν αὐτῷ
διαρατῆσαι, ἅπερ παρὰ τῆς ταπεινώσεώς μου ἐν.
ιταλται. Καὶ ἀγαπᾶτέ με, τέκνα μου, τὰς ἐντος
άς μου φυλάξατε. Καὶ τὴν εἰρήνην ἐν ἑαυτοῖς ἔχετε
18.Non habebisin cella tua discipulum adolescentem, quo afficiare: sed ministeria tua obeant diversi fratres,et minime suspecti.
19. Non uteris vestimento elaborato et pretioso,
præterquam sacerdotali; sed humilibus, Patrum
exemplo, induere, et calceabere.
20.Non eris delicatus ac lautus, neque in privato
sumptu tuo, neque in hospitum receptione: tanquam ea cura distraharis: hoc enim proprium est
vitæ voluptaris.
21. Non recondas aurum in monasterio tuo, sed
quidquid in unoquoque genere redundabit, indigenti
bus largire, adaperto atrio tuo, sicut sancti Patres.
22.Non servabis locum munitum,nec curam geras
œconomicam: sed clavis esto tibi summa cura
animarum, ad solvendum et ligandum,juxta Scripturam. Aurum autem et res usui necessarias committes economis, cellariis et cæteris, ut cuique
convenit ex officio: ita nimirum utomnium habeas
potestatem; et transferas prout præceperis, in
hunc vel illum, rationem exigens uniuscujusque
administrationis.
23. Non anteponas fratrum utilitati personam cujusque alterius hominis eminentis ac potentis secundum sæculum. Nec refugies pro divinarum legum
ac præceptorum observatione, animam tuam usque
ad sanguinem apponere.
24.Non facie vel ages quidquam ex proprio sensu
in re ulla, sive ad animam spectet, sive ad corpus;
primum sine consilio ac voto domini ac Patris tui:
deinde aliorum judicio et pietate præcellentium,
prout subjecta res postulat: uno enim forsitan
opus est, aut duobus, aut tribus,aut pluribus etiam,
sicut a Patribus nobis præceptum est.
Hæc omnia, et quæcunque alio accepisti, servabis,
et custodies, ut bene tibi, et recte ambules in Domins. Contrarium enim absit vel dicere vel cogitare.
Præcepta fratribus data.
Adeste et vos, filii mei ac fratres, et audite miserrimam vocem meam. Suscipite dominum præpositum, sicut elegisti ipsum omnes; nemini enim fąs
est, ullo modo aliam quampiam vitam eligere,
præter quam sortitus est: et hoc vinculum est a
Domino. Amplectimini illum tanquain successorem
meuni, cum reverentia et honore intuentes in eum,
et legitimam obedientiæ regulam erga illum servate
tanquam erga me ipsum, novam ejus in Domino
promotionem minime spernentes, nec plus quid,
quam in eo requirentes, quam ei a Spiritu sancto
concessum sit: quandoquidem ei sufficit, ut ea observet quæ ab humilitate mea præcepta sunt.Quod
si diligitis me, filii mei, mandata mea servate, et
pacem inter vos habetote. Angelicum promissum
col. 1823–1824page 6 of 6
PG 99:1823τὸ ἀγγελικὸν ὑμῶν ἐπάγγελμα ἀδιάψευστον τηρήσατε, οὐρανίως πορευόμενοι.
Τὸν κόσμον μισήσαντες, μὴ ἐπιστραφῆτε πρὸς τὰ τοῦ κόσμου ἔργα. Λυθέντες τῶν δεσμῶν τῆς προσπαθείας, μὴ ἐνδεθῆτε αὖθις πρὸς τὰς σαρκικάς σχέσεις.
Ἀπαρνησάμενοι πάντα τὰ τερπνὰ καὶ ἐπίκερα τοῦ παρόντος βίου, μὴ δι' ὀλιγωρίαν ἀποπηδήσητε τῆς ἀθλητικῆς ὑμῶν ὑποταγῆς, γενόμενοι ἐπίχαρμα δαιμόνων.
Πρὸς τὸν δρόμον τῆς ὑποταγῆς μέχρι τέλους ἐγκαρτερήσατε· ἵνα τὸν τῆς δικαιοσύνης ἀμαράντινον στέφανον κομίσησθε.
Τῇ ταπεινοφροσύνῃ ἀγόμενοι, ἀρνηταὶ τοῦ οἰκείου θελήματος γένοισθε· πρὸς μόνα διατυπούμενοι τὰ παρὰ τοῦ καθηγουμένου ὑμῶν ἐγκρινόμενα. Καὶ εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε, ἐὰν φυλάξοιτε αὐτὰ ἄχρι τέλους. Ὁ γὰρ χορὸς τῶν μαρτύρων ὑμᾶς εἰσδέξεται. Καὶ στεφανηφοροῦντες ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσοιτε.
Ἐπίλογος.
Καὶ λοιπόν, τέκνα, σώζοισθε· ἀποδημίαν γὰρ στέλλομαι ἀνεπίστροφον· ἣν πάντες οἱ ἀπ' αἰῶνος διώδευσαν· ἐφ' ἣν καὶ αὐτοὶ μικρὸν ὕστερον, λειτουργήσαντες τὰ τοῦ βίου, ἐπιβιώσεσθε. Οὐκ οἶδα δέ, ἀδελφοί μου, ποῦ ἀπέρχομαι· ἢ οἷον ἀπαντήσει μοι τὸ κρίμα· ἢ ὁποῖος ὑποδέξεται με τόπος· ἔργον γὰρ ἀγαθὸν οὐκ εἰργασάμην ἐνώπιον τοῦ Θεοῦ ἓν καὶ μόνον· πάσης δὲ ἁμαρτίας ὑπεύθυνος ὑπάρχω. Πλὴν χαίρω καὶ ἥδομαι ὅτι ἀπὸ κόσμου εἰς οὐρανὸν πορεύομαι· ἀπὸ σκότους εἰς φῶς· ἀπὸ δουλείας εἰς ἐλευθερίαν· ἀπὸ παροικίας εἰς ἀληθινὴν κατοικίαν. Ἀπὸ τῶν ξένων καὶ ἀλλοτρίων (Πάροικος γάρ εἰμι καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου) εἰς τὰ ἐμὰ οἰκεῖα. Ἔτι τολμηρότερον φθέγξομαι, ὅτι πρὸς τὸν Δεσπότην μου ἀπίημι, πρὸς τὸν Κύριον καὶ Θεόν μου, ὃν ἀγάπησεν ἡ ψυχή μου· ὃν ἐγνώρισα Πατέρα, εἰ καὶ οὐκ ἐθεράπευσα ὡς υἱός· ὃν ἐκτησάμην ἀντὶ πάντων, εἰ καὶ οὐκ ἐδούλευσα ὡς δοῦλος γνήσιος· Ταῦτα παραφρονῶν εἴρηκα· δι' ὑμᾶς δὲ ἐλέλεχα· ἵνα προθυμᾶσθε καὶ ὑπερεύχησθέ μου τῆς σωτηρίας· καὶ ἐὰν ἐπιτύχω ταύτης, ἰδοὺ λόγον δίδωμι ἐνώπιον τῆς ἀληθείας, ὅτι οὐ σιγήσω τολμηρῶς δέεσθαι τοῦ Κυρίου καὶ Δεσπότου μου ὑπὲρ πάντων ὑμῶν, ἵνα εὐπραγῆτε, ἵνα σώζοισθε, ἵνα πληθύνησθε· προσδεχόμενος ἕνα καθένα διὰ τῆς ἀπὸ κόσμου ἀποχωρήσεως, θεωρεῖν, καὶ προσλαμβάνειν, καὶ προασπάζεσθαι. Πεποίθησιν γάρ τοιαύτην ἔχω, ὅτι ἡ ἀγαθότης αὐτοῦ ἐπὶ τὸ αὐτό, ὡς ἐνταῦθα διατηρήσει πάντας ὑμᾶς καὶ ἐν τῷ μέλλοντι αἰῶνι, τὰς ἐντολὰς αὐτοῦ τετηρηκότας, πρὸς τὸ ἀνυμνεῖν τὸ πανάγιον αὐτοῦ κράτος. Μέμνησθέ μου τῶν ταπεινῶν λόγων, τεκνία· τὴν παρακαταθήκην φυλάξατε· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἐκοιμήθη ὁ παναγιώτατος Πατὴρ ἡμῶν καὶ μέγας ὁμολογητὴς Θεόδωρος ἐτῶν ὑπάρχων ἑπτὰ καὶ ἑξήκοντα· μηνὶ Νοεμβρίῳ, κα· ἡμέρᾳ Κυριακῇ, ὥρᾳ Γ΄. Ἰνδ. ε΄. ἔτ. στλε΄.
S. THEODORI STUDITE TESTAMENTUM
vestrum incorruptum custodite, in coelis ambu- τὸ ἀγγελικὸν ὑμῶν ἐπάγγελμα ἀδιάψευστον τηρή
lantes.
σατε, οὐρανίως πορευόμενοι.
Mundum odio habentes, ad mundi opera ne convertamini, Solutis vinculis carnalium affectuum,ne
in eosdem iterum impingatis.
Qui omnibus caducis hujus vitæ illecebris renuntiastis, a præposito vestro studio et obedientia certamine ne resiliatis per ignaviam, risum demonibus praebentes.
Ad cursum obedientiæ usque ad finem insistite;
ut immarcescibilem justitiæ coronam reportetis.
Τὸν κόσμον μισήσαντες, μὴ ἐπιστραφῆτε πρὸς τὰ
τοῦ κόσμου ἔργα. Αυθέντες τῶν δεσμῶν τῆς προσπα
θείας, μὴ ἐνδεθῆτε αὖθις πρὸς τὰς σαρκικάς σχέ
σεις.
Απαρνησάμενοι πάντα τὰ τερπνὰ καὶ ἐπίκερα
τοῦ παρόντος βίου, μὴ δι' ολιγωρίαν ἀποπηδήσητε
τῆς ἀθλητικῆς ὑμῶν ὑποταγῆς, γενόμενοι ἐπίχαρμα
δαιμόνων.
Πρὸς τὸν δρόμον τῆς ὑποταγῆς μέχρι τέλους έγι
καρτερήσατε· ἵνα τὸν τῆς δικαιοσύνης ἁμαράντινον
στέφανον κομίσησθε.
Τῇ ταπεινοφροσύνη ἀγόμενοι, ἀρνηταὶ τοῦ οἰκείου
θελήματος γένοισθε· πρὸς μόνα διατυπούμενοι τὰ
Humilitatem sectantes, voluntatem propriam
abnegate, ad ea solum vos conformantes, quæ a
præposito vestro fuerint approbata. Εt si quidem hæc παρὰ τοῦ καθηγουμένου ὑμῶν ἐγκρινόμενα. Καὶ εἰ
scitis,beaii eretis, si ad finem usque illa servabilis.
Vos enim martyrum choras excipiet, coronisque
in regno calorum redimiti, sempiternis bonis fruemini.
Epilogus.
ταῦτα οἴδατε, μακάριοι ὥστε, ἐὰν φυλάξοιτε αὐτὰ
ἄχρι τέλους. Ο γὰρ χορὸς τῶν μαρτύρων ὑμᾶς εἰσ
δέξεται. Καὶ στεφανηφοροῦντες ἐν τῇ βασιλείᾳ τῶν
οὐρανῶν, τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσοιτε.
Επίλογος.
Καὶ λοιπὸν, τέκνα, σώζοισθε· ἀποδημίαν γὰρ στέλ
λομαι ἀνεπίστροφον· ἦν πάντες οἱ ἀπ' αἰῶνος δι
ώδευσαν· ἐφ᾿ ἂν καὶ αὐτοὶ μικρὸν ὕστερον, λειτουρ
γήσαντες τὰ τοῦ βίου, ἐπιβιώσεσθε. Οὐκ οἶδα δε, ἀδελ
φοί μου, ποὺ ἀπέρχομαι· ἡ οἷον ἀπαντήσει μοι τὸ
κρίμα· ἡ ὁποῖος ὑποδέξεται με τόπος· ἔργον γάρ
ἀγαθὸν οὐκ εἰργασάμην ἐνώπιον τοῦ Θεοῦ ἐν καὶ
μόνον· πάσης δὲ ἁμαρτίας ὑπεύθυνος υπάρχω. Πλην
χαίρω καὶ ἥδομαι ότι από κόσμου εἰς οὐρανὸν πορεύο
μαι· ἀπὸ σκότους εἰς φῶς· ἀπὸ δουλείας εἰς ἔλευ
θερίαν· ἀπὸ παροικίας εἰς ἀληθινὴν κατοικίαν. ᾿Από
τῶν ξένων καὶ ἀλλοτρίων (Παροικος γάρ εἰμι καὶ
παρεπίδημος, καθώς πάντες οἱ πατέρες μου)
εἰς τὰ ἐμὰ οἰκεῖα. ἔτι τολμηρότερον φθέγξομαι, ὅτι
πρὸς τὸν Δεσπότην μου ἀπίημι, πρὸς τὸν Κύριον καὶ
Θεόν μου, ὃν ἀγάπησεν ἡ ψυχή μου· ὃν ἐγνώρισα
Πατέρα, εἰ καὶ οὐκ ἐθεράπευσα ὡς υἱός· ὃν ἐκτη
σάμην ἀντὶ πάντων, εἰ καὶ οὐκ ἐδούλευσα ὡς δοῦλος
γνήσιος· Ταῦτα παραφρονῶν εἴρηκα· δι' ὑμᾶς δὲ
λέλεχα· ἵνα προθυμᾶσθε καὶ ὑπερεύχησθέ μου τῆς
σωτηρίας· καὶ ἐὰν ἐπιτύχω ταύτης, ἰδοὺ λόγον διδωμι ἐνώπιον τῆς ἀληθείας, ὅτι οὐ σιγήσω τολμηρώς
δέεσθαι τοῦ Κυρίου καὶ Δεσπότου μου ὑπὲρ πάντων
ὑμῶν, ἵνα εὐπραγῆτε, ἵνα σώζοισθε, ἵνα πληθύνη.
De caetero, fratres, valete. Iter enim ingredior,
unde reditus non patet: quod omnes ab evo in
gressi sunt: quod et vos postmodum, hac vita
peracta, ingressuri estis. Ignore auttam, fratres
mei, quo pergam, et quale judicium me maneat,
aut quisnam me locus eycipiet; opus enim bonum
in conspectu Dei nullum egi, ne unum quidem; at
contra reus sum omnis peccati. Verumtamen lætor
et gaudeo, quod ex hoc mundo in cœlum abeo. a
tenebris in lucem, a servitute in libertatem, ab in
colatu in veram habitationem et patriam; a pere.
grinis et alienis, Incole enim sum et peregimus
sicut omnes patres mei ', ad mea et propri. Conf.
dentius adhuc dicam, quod ad Dominum meum
abeo, ad Dominum ac Deum meum, quem dilexi
anima mea; quem agnovi Palrem, tametsi non
colui ut filius; quem possedi præ omnibus, tametsi ut germanus servus non servivi. Hæc ut
insipiens dixit,sed propter vos dixi, ut propensiores
situs et oretis pro salute mea: quam ubi odeptus
fuero (ecce ea spondeo in oculis veritis), non desiturum me confidenter orare Deum ac Dominum
meumipro omnibus vobis, ut bene vobis sit, ut salvemini, ut impleamini: exspectans unumquemque
sigillatim, cum ex mundo migrabit, ut videam, et σθε· προσδεχόμενος ένα καθένα διὰ τῆς ἀπὸ κόσμου
excipiam et amplectar. Fiduciam enim hanc habeo,
quod bonitas ejus in idipsum nos omnes hic servabit et in futuro sæculo. ejus mandatis obsecutos.
ad celebrandam ejus summam potentiam. Recordamini humilium sermonum meorum, filii. Depositum custodite: in Christo Jesu Domino nostro,
cui gloria et imperium in sæcula seculorum.
Amen.
Obdormivit sanctisimus Pater noster et magnus
confessor Theodorus,annos natu sexaginta septem,
mense Novembri,undecima die Dominica, hora sexta,
Indicit, quinta, anno 6335.
Psal. xxxvi, 13.
ἀποχωρήσεως, θεωρεῖν, καὶ προσλαμβάνειν, καὶ
προασπάζεσθαι, Πεποίθησιν γάρ τοιαύτην ἔχω, ὅτι
ἡ ἀγαθότης αὐτοῦ ἐπὶ τὸ αὐτὸ, ὡς ἐνταῦθα διατηρήσ
σει πάντας ὑμᾶς καὶ ἐν τῷ μέλλοντι αἰῶνι, τὰς ἐν
τολὰς αὐτοῦ τετηρηκότας, πρὸς τὸ ἀνεμνεῖν τὸ παν
άγιον αὐτοῦ κράτος. Μέμνησθέ μου τῶν ταπεινῶν
λόγων, τεκνία· τὴν παρακαταθήκην φυλάξατε· ἐν
Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ
κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.
Εκοιμήθη ὁ παναγιώτατος Πατὴρ ἡμῶν
καὶ μέγας ὁμολογητής Θεόδωρος ἐτῶν ὑπάρ
χων ἑπτὰ καὶ ἑξήκοντα· μηνὶ Νοεμβρίῳ, κα
ἡμέρα Κυριακή, ώρᾳ Γ'. Ίνδ, ε. ἔτ. στλέ.
Continue reading PG 99: Appendix →≣ entire volume