PG 95John of Damascus
Doubtful Fragments
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek, TLG2934.039); OCR kept as Page view — PG column chips mark the printed columns.

Of John the monk and presbyter of Damascus, surnamed MansourἸωάννου μοναχοῦ πρεσβυτέρου Δαμασκηνοῦ, ἐπίκλην Μανσοὺρ, π

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 95:227Ἰωάννου μοναχοῦ πρεσβυτέρου Δαμασκηνοῦ, ἐπίκλην Μανσοὺρ, περὶ θεολογίας· πῶς εἰκο- νίζει τὸ Θεῖον ἄνθρωπος. Τὸ κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ εἶναι τὸν ἄνθρω- πον, τοῦτο δηλοῖ, τὸ ἐν τρισὶν ἰδιώμασιν εἶναι τὴν τούτου νοερὰν καὶ λογικὴν ψυχήν· τουτέστι νοῦς καὶ λόγος καὶ πνεῦμα, οἷον ἐπὶ τῆς θείας οὐσίας, Πατὴρ καὶ Υἱὸς καὶ Πνεῦμα ἅγιον. Ὥσπερ γὰρ ὁ Πατὴρ, Πατὴρ, καὶ οὐχ Υἱός· καὶ ὁ Υἱὸς, Υἱὸς, καὶ οὐ Πα- τήρ· καὶ τὸ Πνεῦμα, Πνεῦμα ἅγιον, καὶ οὐχ Υἱὸς, ἢ Πατήρ· τὸν αὐτὸν τρόπον, ὅ τε νοῦς, νοῦς καὶ οὐ λό- γος· ὁ λόγος, λόγος καὶ οὐ πνεῦμα· καὶ τὸ πνεῦμα, πνεῦμα καὶ οὐ λόγος, ἢ νοῦς. Ταῦτα οὖν οὔτε συγ- χέεται τῇ ἑνότητι, οὔτε διαιρεῖται τῷ ἀριθμῷ·
τὰ γὰρ τρία ἓν, καὶ τὸ ἓν εἰς τρία, ὁμοφυᾶ τε καὶ ὁμοού- σια συνυπάρχοντα ἀλλήλων ἀεί.

Of the sameΤοῦ αὐτοῦ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 95:228Τοῦ αὐτοῦ. Οὐ τοσοῦτον ἐκ τῆς θείας Γραφῆς τὸν περὶ τῆς Τριάδος διδασκόμεθα λόγον, ὅσον ἐκ τῆς φυσικῆς ἀκολουθίας. Τοῦ αὐτοῦ, περὶ τῆς θεολογίας. Ἐπὶ μὲν τῆς θεολογίας εἷς Θεὸς δοξάζεται καὶ προσκυνεῖται ἐν τρισὶν ὑποστάσεσι· μία θεότης, μία φύσις, μία οὐσία, μία δύναμις καὶ ἐξουσία, ἓν θέλη- μα· τρία δὲ πρόσωπα, καὶ τρεῖς ὑποστάσεις, ἑκάστη μετὰ τῆς ἰδιότητος. Ἴδιον γὰρ τοῦ Πατρὸς τὸ ἀγέν- νητον· ἴδιον δὲ τοῦ Υἱοῦ τὸ γεννητόν· καὶ ἴδιον τοῦ Πνεύματος τὸ ἐκπορευτόν. Θεὸς ὁ Πατὴρ ἄναρχος· Θεὸς ὁ Υἱὸς συνάναρχος, εἰ καὶ ἐκ τοῦ Πατρός· Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον, συναί̈διον καὶ συνάναρχον, ἐκ τοῦ Πατρὸς προϊὸν, οὐχ υἱϊκῶς γεννώμενον ὡς Υἱὸς, ἀλλ’ ἐκπορευτῶς.
PG 95:229Ἓν τὰ τρία τῇ Θεότητι, κἀν τρι- σὶν ὑποστάσεσιν. Ἐπὶ δὲ τῆς οἰκονομίας τοῦ Θεοῦ καὶ Λόγου τοῦ Θεοῦ, τοῦ εὐδοκίᾳ τοῦ Πατρὸς, καὶ συνεργίᾳ τοῦ ἁγίου Πνεύματος σαρκωθέντος, δύο φύσεις ὁμολογοῦ- μεν, καὶ μίαν ὑπόστασιν· ἕνα τε Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, Θεὸν ὁμοῦ καὶ ἄνθρωπον, καὶ ἓν πρόσωπον· δύο δὲ θελήσεις καὶ δύο ἐνεργείας· ἑκάστην φύσιν μετὰ τῆς ἰδιότητος, ἀδιαιρέτως καὶ ἀσυγχύτως. Ἴδιον μὲν γὰρ τῆς θεότητος, τὸ νεκροὺς ἀνιστᾷν, καὶ τὰς θεοσημείας ἐπιτελεῖν· ἴδιον δὲ τῆς ἀνθρωπότητος, τὸ πεινῇν καὶ διψῇν καὶ κοπιᾷν, καὶ τὰ πάθη ὑπομένειν. Ἀσυγχύτως γὰρ ἡνώθη τῇ σαρκὶ καὶ ἀδιαιρέτως, μεθ’ ἧς σαρκὸς ἀνελήφθη, καὶ ἐκάθ- ισεν ἐν δεξιᾷ τοῦ Πατρὸς, καὶ ἥξει μετὰ δόξης ἐν τῇ συντελείᾳ τῶν αἰώνων κρῖναι ζῶντας καὶ νεκροὺς, Θεὸς σεσαρκωμένος

On the AnimateΠερὶ ἐμψύχου

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Περὶ ἐμψύχου.
Ἔμψυχον λέγεται τὸ τρεφόμενον, καὶ αὖξον, καὶ τίκτον ὅμοιον ἑαυτῷ. Τοῦτο δὲ διαιρεῖται εἰς τρία· εἰς ζῶον· τὸ δὲ ζῶον οὐκ ἔχει μόνον τὰς τρεῖς φυσι- κὰς ταύτας κινήσεις, ἀλλὰ καὶ τὸ ἐκ τόπου εἰς τόπον μεθίστασθαι· εἰς φυτόν· τοῦτο τὰς τρεῖς μόνας ἔχει· εἰς ζωόφυτον· τὸ ζωόφυτον μέσον ἐστὶ τοῦ ζώου καὶ τοῦ φυτοῦ. Τοῦ γὰρ φυτοῦ τὰς τρεῖς ἔχοντος, τοῦ δὲ ζώου πρὸς ταῖς τρισὶν καὶ τὴν ἐκ τόπου κίνησιν, τοῦτο μέσον ὑπάρχει. Ἔχει γὰρ καὶ αὐτὸ κίνησιν, καὶ οὐ τὴν ἀπὸ τόπου εἰς τόπον, ἀλλὰ τὴν τῆς συστο- λῆς, εἴ τις αὐτοῦ ἐφάψαιτο. Τὸ σῶμα διαιρεῖται εἰς ἔμψυχον καὶ ἄψυχον· τὸ ἔμψυχον εἰς αἰσθητικὸν ζῶον καὶ ἀναίσθητον· τὸ ἄψυχον εἰς ζωόφυτον καὶ φυτόν·
τὸ ζωόφυτον εἰς συκῆν· τὸ φυτὸν εἰς πόαν, θάμνον, δένδρον· τὸ ζῶον εἰς λογικὸν καὶ ἄλογον· τὸ λογικὸν εἰς θνητὸν καὶ ἀθάνατον· τὸ ἀθάνατον εἰς ἄγγελον, δαίμονα· τὸ θνητὸν εἰς ἄνθρωπον, βοῦν, κύνα, καὶ τὰ τοιαῦτα. Καινοτομία ἐστὶ πρᾶγμα παρὰ τοὺς τῆς φύσεως ὅρους καὶ νόμους παρηλλαγμένον. Οἰκονομία ἐστὶ πρᾶγμα μὴ ὀφεῖλον γενέσθαι· γί- νεται καὶ κατὰ συγκατάβασιν καὶ ὠφέλειάν τινων. Τῶν ὄντων τὰ μέν ἐστιν οὐσία· τὰ δὲ ἐπιτηδειό- της· τὰ δὲ ἐνέργεια. Τῆς δὲ ψυχῆς μέρη γ. Ἐπιθυμητικὸν, θυμικὸν, λογιστικόν. Ἀρεταῖς δὲ τέσσαρσι τεθρόνισται ὁ ἱερώτατος νοῦς· φρονήσεως, ἀνδρείας, δικαιοσύνης, σωφροσύ- νης. Τρισσὸς ὁ νόμος. Φυσικὸς, γραπτὸς, καὶ ὁ ἐν χάριτι πνευματικός.
PG 95:231Τετραμερές ἐστι τὸ σῶμα, ὥσπερ τις κόσμος συν- ιστάμενον· τριμερὴς δὲ ἐν αὐτῷ ἡ ψυχὴ, προτυποῦσα τὴν ἁγίαν Τριάδα, καὶ τοῦτο ταῖς ἐνεργείαις ζωο- ποιοῦσα. Τριμερῆ δὲ λέγομεν τὴν ψυχὴν, ἔχουσαν λογικὸν, θυμικὸν, καὶ ἐπιθυμητικόν· ἵνα διὰ μὲν τοῦ λογικοῦ λογίζηται· διὰ δὲ τοῦ θυμικοῦ ὀργίζηται τοῖς δαίμοσιν, ἀνδριζομένη κατ’ αὐτῶν· διὰ δὲ τοῦ ἐπιθυμητικοῦ ἀγαπᾷ τὸν Θεόν. Τοῦτο δὲ τὸ ἐπιθυμη- τικὸν διαιρεῖται εἰς τρία· εἰς θεϊκὸν, φυσικὸν, καὶ μέσον τὸ σαρκικὸν, ὅπερ ἐστὶ τὸ διαβολικόν. Θεϊκὸν μὲν, τὸ ἀγαπᾷν τὸν Θεόν· φυσικὸν δὲ, τὸ ἀγαπᾷν τὰ κατὰ φύσιν· σαρκικὸν δὲ τὸ ἀγαπᾷν τὰ παρὰ φύ- σιν· οἷον, κατὰ φύσιν μὲν ὁ γάμος· παρὰ φύσιν δὲ, ἡ πορνεία, καὶ τὰ τοιαῦτα.
Ἐν ἄλλῳ εὗρον. Τῆς ψυχῆς εἰσι δυνάμεις πέντε· νοῦς, διάνοια, δόξα, φαντασία, αἴσθησις. Νοῦς ἐστι νοερὰ αἴσθησις τῆς ψυχῆς, καθ’ ἣν δύναται αὐτοπτι- κῶς ὁρᾷν τὰ πράγματα, καὶ δίχα ζητήσεων. Διάνοιά ἐστι δύναμις τῆς ψυχῆς, καθ’ ἣν μετὰ συλλογισμοῦ δύναται γινώσκειν τὰ πράγματα· διὸ καὶ λέγεται διάνοια, παρὰ τὸ ὁδόν τινα διανοίγειν. Δόξα ἐστὶ δύ- ναμις τῆς ψυχῆς, καθ’ ἣν ἄνευ αἰτίας γινώσκει τὸ πράγματα. Φαντασία δύναμίς ἐστι τῆς ἀλόγου ψυ- χῆς. Αἴσθησίς ἐστι δύναμις τῆς ψυχῆς, ἀντιληπτικὴ τῶν ὑλῶν.

On Union (by Damascene)Περὶ ἑνώσεως, τοῦ Δαμασκηνοῦ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Περὶ ἑνώσεως, τοῦ Δαμασκηνοῦ. Ἕνωσίς ἐστι διεστώτων πραγμάτων κοινωνικὴ συνδρομή. Γίνεται δὲ κατὰ ιβ τρόπους· κατὰ κρᾶσιν κατὰ σωρείαν, κατὰ φύσιν, κατὰ ἀνάμιξιν, κατὰ σύγχυσιν, κατὰ ἁρμονίαν, κατὰ παράθεσιν, κατὰ συναλοιφὴν, κατὰ οὐσίαν, κατὰ σχέσιν, κατὰ σύνθεσιν, καθ’ ὑπό- στασιν μόνως.
Καὶ ἔστι κατὰ κρᾶσιν, ὡς ἐπὶ τῶν ὑγρῶν· οἴνου καὶ ὑδάτων. Κατὰ σωρείαν, ὡς ἐπὶ ξηρῶν· σίτου καὶ κριθῆς. Κατὰ φύρσιν, ὡς ἐπὶ ξηροῦ καὶ ὑγροῦ· γῆς καὶ ὕδατος. Κατὰ ἀνάμιξιν, ὡς ἐπὶ διαφόρων ἀλεύρων. Κατὰ σύγχυσιν, ὡς ἐπὶ τηκτῶν· χρυσοῦ καὶ ἀργύ- ρου, κηροῦ καὶ πίσσης. Κατὰ ἁρμονίαν, ὡς ἐπὶ λίθων. Κατὰ παράθεσιν, ὡς ἐπὶ σανίδων. Κατὰ συναλοιφὴν, ὡς ἐπὶ λαμπάδος ἐκ πυρὸς προερχομένης καὶ αὖθις ἑνουμένης. Κατὰ οὐσίαν, ὡς ἐπὶ ἀτόμων, Πέτρου καὶ Παύλου, ἤ τινων ἵππων, ἢ βοῶν, ἢ ἑτέρων ζώων. Κατὰ σχέσιν, ὡς ἐπὶ φίλων καὶ γνωμῶν εἰς ἓν θέ- λημα συνερχομένων. Κατὰ σύνθεσιν, ὡς ἐπὶ ψυχῆς καὶ σώματος. Καθ’ ὑπόστασιν δὲ ἐπὶ μόνης λέγεται τῆς ἐν Χρι- στῷ θεότητος καὶ ἀνθρωπότητος.
Ἓν γὰρ πρόσωπον ἔσχον αἱ δύο φύσεις, καὶ οὐ δύο, κατὰ τὸν λῆρον Νεστόριον. Λέγεται δὲ καὶ οὐσιώδης ἡ τοιαύτη ἕνωσις, καὶ ἀληθὴς, καὶ οὐ κατὰ φαντασίαν. Καὶ ἄλλως δὲ, καθ’ ὑπόστασιν ἕνωσίς ἐστιν ἡ τῶν ἑτεροουσίων εἰς μίαν ὑπόστασιν σύνοδος, σωζομένης ἑκάστῳ μετὰ τὴν ἕνωσιν τῆς φυσικῆς ἰδιότητος.

Of DamascenusΤοῦ Δαμασκηνοῦ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 95:233Τοῦ Δαμασκηνοῦ. Ὁ τῶν ὅλων Θεὸς καὶ Πατὴρ, καθὸ Πατὴρ θέλει, ἢ καθὸ Θεός; Ἀλλ’ εἰ μὲν καθὸ Πατὴρ, ἄλλο τὸ αὐ- τοῦ ἔσται παρὰ τὸ τοῦ Υἱοῦ θέλημα· οὐ γὰρ Πατὴρ ὁ Υἱός. Εἰ δὲ καθὸ Θεὸς, Θεὸς δὲ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον· ἄρα τὸ θέλημα φύσεως, ἤγουν φυ- σικόν· καὶ σὺ γοῦν κατὰ τοῦτο συλλογισάμενος, ἐρώ- τησον· Ὁ τῶν ὅλων Θεὸς, καθὸ Πατὴρ προσεδέξατο τὸ τοῦ Μονογενοῦς αἷμα, ἢ καθὸ Θεός;
Ἀλλ’ εἰ μὲν καθὸ Πατὴρ, ἄλλη αὐτοῦ ἔσται παρὰ τὴν τοῦ Υἱοῦ δύναμίς τε καὶ ἐνέργεια· οὐ γὰρ Πατὴρ ὁ Υἱός. Εἰ δὲ καθὸ Θεὸς, Θεὸς δὲ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον· ἄρα τὸ τοῦ Μονογενοῦς αἷμα, τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος, ἡ αὐτὴ ἁγία Τριὰς καθὸ Θεὸς προς- εδέξατο.

Of Damascenus 2Τοῦ Δαμασκηνοῦ 2

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τοῦ Δαμασκηνοῦ. Καὶ ἐπὶ τοὺς ἀποστόλους τὸ Πνεῦμα κάτεισι. Θεὸς γάρ ἐστιν· ὁ δὲ Θεὸς πῦρ καταναλίσκον ἐστί. Διὰ τοῦτο πυρὶ λέγεται βαπτίζειν ὁ Χριστὸς, ἐπειδὴ ἐν εἴδει πυρίνων γλωττῶν ἐπὶ τοὺς ἁγίους αὐτοῦ μαθη- τὰς τὴν τοῦ Χριστοῦ χάριν ἐξέχεεν, ἢ διὰ τὸ τοῦ μέλλοντος πυρὸς κολαστικόν. Βάπτισμα γὰρ κἀκεῖνο τελευταῖον, οὐ σωτήριον, ἀλλὰ τῆς μὲν κακίας ἀναι- ρετικόν· οὐκέτι γὰρ κακία καὶ ἁμαρτία πολιτεύε- ται·
κολάζον δὲ ἀτελεύτητα.

Of Damascenus 3Τοῦ Δαμασκηνοῦ 3

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τοῦ Δαμασκηνοῦ. Ἐπειδὴ πολλαχῶς τὸ πνεῦμα νοεῖται, λεκτέον τὰ σημαινόμενα. Πνεῦμα τοίνυν εἴρηται τὸ ἅγιον Πνεῦ- μα· λέγονται δὲ καὶ αἱ δυνάμεις τοῦ ἁγίου Πνεύμα- τος, πνεῦμα· ὡς τὸ, Ἐπαναπαύσεται ἐπ’ αὐτὸν ἑπτὰ πνεύματα. Αἱ γὰρ ἐνέργειαι τοῦ Πνεύματος, πνεύματα οἶμαι φίλον τῷ Ἡσαί̈ᾳ καλεῖν. Πνεῦμα καὶ ὁ ἄγγελος ὁ ἀγαθὸς, ὡς τὸ, Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα. Πνεῦμα καὶ ὁ δαίμων, ὡς τὸ, Τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφόν. Πνεῦμα καὶ ἡ ψυχὴ, ὡς τὸ, Εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου. Ἔστι δὲ ὅτε καὶ ὁ νοῦς πνεῦμα λέγεται. Πνεῦμα καὶ ὁ ἄνεμος, ὡς τὸ, Τὸ Πνεῦμα, ὅπου θέ- λει, πνεῖ. Πνεῦμα καὶ ὁ ἀήρ.

Of John of Damascus, on the Macedonian months, from...Ἰωάννου τοῦ Δαμασκηνοῦ, περὶ τῶν Μακεδόνων μηνῶν, ἐκ…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 95:235Ἰωάννου τοῦ Δαμασκηνοῦ, περὶ τῶν Μακεδόνων μηνῶν, ἐκ τῆς ἐκκλησιαστικῆς παραδόσεως.
Φασὶ γὰρ οἱ Ἕλληνες εἶναι δώδεκα ζώδια ἐξ ἀστέ- ρων ἐν τῷ οὐρανῷ, ἐναντίαν κίνησιν ἔχοντα τῷ τε ἡλίῳ, καὶ τῇ σελήνῃ, καὶ τοῖς ἄλλοις πέντε πλανήταις, καὶ διὰ δώδεκα ζωδίων παρέρχεσθαι τοὺς ἑπτά. Τῶν δὲ ἑπτὰ πλανητῶν τὰ ὀνόματα εἰσὶ ταῦτα· Ἥλιος, Σελήνη, Ζεὺς, Ἑρμῆς, Ἄρης, Ἀφροδίτη, Κρόνος. Πλανήτας δὲ καλοῦσιν αὐτοὺς διὰ τὸ ἐναν- τίαν αὐτοὺς τοῦ οὐρανοῦ κινεῖσθαι κίνησιν. Εἶναι δὲ καθ’ ἑκάστην ζώνην τοῦ οὐρανοῦ ἕνα τῶν ἑπτὰ πλανη- τῶν· ἕνα μὲν ἐν τῇ πρώτῃ καὶ ἀνωτέρᾳ τὸν Κρόνον· ἐν δὲ τῇ δευτέρᾳ τὸν Δία· ἐν τῇ τρίτῃ τὸν Ἄρεα· ἐν δὲ τῇ τετάρτῃ τὸν Ἥλιον· ἐν δὲ τῇ πέμπτῃ τὴν Ἀφροδίτην· ἐν δὲ τῇ ἕκτῃ τὸν Ἑρμῆν· ἐν δὲ τῇ ἑβδόμῃ καὶ κατωτέρᾳ τὴν Σελήνην.
Ὁ μὲν οὖν Ἥλιος καθ’ ἕκαστον ζώδιον ἀποτελεῖ μῆνα ἕνα, καὶ διὰ τῶν δώδεκα μηνῶν τὰ δώδεκα ζώδια διέρχεται. Τῶν δὲ δώδεκα ζωδίων τὰ ὀνόματα εἰσὶ ταῦτα, καὶ οἱ τούτων μῆνες· α, Κριός· μηνὶ Μαρτίῳ κα δέχεται τὸν ἥλιον· β, Ταῦρος· μηνὶ Ἀπριλλίῳ κγ· γ, Δίδυμος Μαί̈ῳ κδ· δ, Καρκίνος Ἰουνίῳ κδ· ε, Λέων Ἰουλίῳ κε· , Παρθένος, Αὐγούστῳ κε. ζ, Ζυγὸς Σεπτεμβρίῳ κε· η, Σκορπίος, Ὀκτωβρίῳ. κε· θ, Τοξότης, Νοεμβρίῳ κε· ι, Αἰγόκερως, Δεκεμβρίῳ κε· ια, Ὑδροχόος, Ἰαννουαρίῳ κ· ιβ, Ἰχθῦς, Φευ- βρουαρίῳ κ. Ἡ δὲ Σελήνη καθ’ ἕκαστον μῆνα τὰ ιβ ζώδια διέρχεται, καὶ κατωτέρα παροῦσα, καὶ ταχύ- τερον ταῦτα διοδεύουσα· ὡς ἐὰν ποιήσῃς πόλον ἔν- δον ἄλλου πόλου, ὁ ἔνδον πόλος μικρότερος εὑρεθή- σεται.
Οὕτω καὶ ὁ δρόμος τῆς Σελήνης κατωτέρας οὔσης ὀλιγότερός ἐστιν, καὶ ἀνύεται τάχιον.

On Various MonthsΠερὶ διαφόρων μηνῶν

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Περὶ διαφόρων μηνῶν. Μῆνες κατὰ Ῥωμαίους. α. Μάρτιος λα· Γλυκοφάγει, γλυκοπότει. β. Ἀπρίλλιος λ· Ῥαφάνης μὴ φάγῃς. γ. Μάϊος λα· Ποδοκέφαλα μὴ φάγῃς. δ. Ἰούνιος λα· Πίνε ὕδωρ ὀλίγον. ε. Ἰούλιος λα· Ἀπέχου ἀφροδισίων. . Αὔ- γουστος λα· Ὠμὰ λάχανα μὴ φάγῃς. ζ. Σεπτέμ- βριος λ· Γάλα μὴ φάγῃς. η. Ὀκτώβριος λα· Ἀπ- έχου ὀξυφαγίας. θ. Νοέμβριος λ· Ἀπέχου πολυλου- σίας. ι. Δεκέμβριος λα· Κράμβην μὴ φάγῃς. ια. Ἰαννουάριος λα· Ὥρᾳ ιβ πίνε ἄκρατον ὀλίγον. ιβ. Φευβρουάριος κη· Σεύτλου μὴ φάγῃς.

Months according to the JewsΜῆνες κατὰ Ἰουδαίους

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Μῆνες κατὰ Ἰουδαίους. α. Νισάν. β. Ἰάρ· γ. Σιουάν. δ. Θαμούζ. ε. Ἄβ. . Ἀλούλ. ζ.
Θεσρή. η. Μαρσουάν. θ. Χασλεύ. ι. Τιβήθ. ια. Σαβάτ. ιβ. Ἀδάρ.

Months according to the MacedoniansΜῆνες κατὰ Μακεδόνας

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Μῆνες κατὰ Μακεδόνας. α. Ταῦρος. β. Δίδυμος· γ. Καρκῖνος. δ. Λέων. ε. Παρθένος. Ζυγός. ζ. Σκορπίος. η. Τοξότης. θ. Αἰγόκερως. ι. Ὑδροχόος. ια. Ἰχθῦς. ιβ. Κριός.

Months according to the GreeksΜῆνες κατὰ Ἕλληνας

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Μῆνες κατὰ Ἕλληνας. α. Ξανθικός. β. Ἀρτεμίσιος. γ. Δαίσιος. δ. Πάνε- μος. ε. Λῷος. . Γορπιαῖος. ζ. Ὑπερβερεταῖος. η. Δῖος. θ. Ἀπηλλαῖος. ι. Αὐδυναῖος. ια. Περίτιος. ιβ. Δύστρος.

Months according to the EgyptiansΜῆνες κατὰ Αἰγυπτίους

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Μῆνες κατὰ Αἰγυπτίους. α. Φαρμουθί. β. Παχών. γ. Παυνί. δ. Ἐπιφί. ε. Μεσωρί. . Θώθ. ζ. Φαωφί. η. Ἀθύρ. θ. Χοιάκ. ι. Τυβί. ια. Μεχείρ. ιβ. Φαμενώθ.
Page scan enlarged

Notebook

Full View