PG 33Timothy I of Alexandria
Timothy, Bishop of Alexandria
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

NoticeNotitia

col. 1293–1294page 1 of 8
PG 33:1293καταλιπών Τιμόθεον ἀδελφὸν ἑαυτοῦ. νετο κατὰ τὴν τελευτὴν τοῦ ἀσεβεστάτου.

Canonical ResponsesResponsa Canonica

col. 1295–1296page 2 of 8
PG 33:1295(α): Οὗτος ὁ νόμος παρὰ Ἰουδαίοις πολιτευέσθω· ἐμοὶ δὲ καὶ ῥινότμητον ἐὰν ἐνέγκητε, μόνον ἄξιον τοῖς τρόποις ὄντα, χειροτονῶ. (α) ακτήμονος, ΑΠΟΚΡΙΣΕΙΣ ΚΑΝΟΝΙΚΑΙ ΤΙΜΟΘΕΟΥ ΤΟΥ ΑΓΙΩΤΑΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, Ἑνὸς τῶν ον' Πατέρων τῶν ἐν Κωνσταντινουπόλει συναθροισθέντων, πρὸς τὰς προσενεχθείσας αὐτῷ ἐρωτήσεις περὶ ἐπισκόπων καὶ κληρικῶν. Αποκρίσεις κανονικαὶ Τιμοθέου. Ιστέον, ὅτι μετὰ Διονύσιον τὸν μέγαν τεσσαρεσκαιδέκατον Αλεξανδρείας γενόμενον ἐπίσκος πον, οἶδε ἐπισκόπησαν· Θεωνᾶς, Μάξιμος, Πέτρος Ιερομάρτυς, Αχιλλᾶς, Αλέξανδρος, ᾿Αθανάσιος, Γρη γόριος Αρειανὸς ὁ Καππαδόκης, Αθανάσιος πάλιν, Πέτρος ὁ παρὰ Ουάλεντος περιορισθείς, Λούκιος Αρειανός, Πέτρος πάλιν· εἶτα Τιμόθεος οὗτος ὁ μέ γας, ἀναχθεὶς μὲν ἐπὶ τὸν θρόνον κατὰ τὸ δ' ἔτος τῆς βασιλείας Θεοδοσίου τοῦ Μεγάλου, παρὼν δὲ ἐν τῇ κατὰ Μακεδονίου τοῦ Πνευματομάχου συνόδῳ τῶν ρι ἁγίων Πατέρων. Μετὰ δὲ ἑπταετίαν ἐξεδήμησε πρὸς Ερώτησις. Ἐὰν παιδίον κατηχούμενον, ως ἐτῶν ἑπτὰ, η ἄνθρωπος τέλειος εὐκαιρήσῃ που προσφοράς γινομένης, καὶ ἀγνοῶν μεταλάβη, τί ὀφείλει γίνεσθαι περὶ αὐτοῦ;» Απόκρισις. Φωτισθῆναι ὀφείλει παρὰ Θεοῦ γὰρ κέκληται. ν ΒΑΛΣ. Ηρωτήθη ὁ Πατὴρ οὗτος, ὅτι ἐὰν παιδίον ἢ καὶ ἀνὴρ τέλειος ἐν κατηχουμένοις τεταγμένος, καὶ μήπω τοῦ ἁγίου τυχών βαπτίσματος, προσφοράς για νομένης, ἤτοι θυσίας μυστικῆς προσαγομένης, εὐκαιρήσῃ, ἀντὶ τοῦ, καιροῦ τύχῃ ἐπιτηδείου, καὶ μεταλάς «ῃ τῶν ἁγιασμάτων, ἀγνοῶν, ὅτι οὐ δεῖ αὐτὸν μετα λαβεῖν πρὸ τοῦ βαπτίσματος, ἀλλ᾽ οὐχὶ καταφροντ τικῶς διατιθέμενος· τί ὀφείλει γενέσθαι; Καὶ ἀπ εκρίθη, ὅτι βαπτισθῆναι ὀφείλει. Ἐπεὶ γὰρ ἀπονήρως Κύριον, διάδοχον ἐσχηκώς Θεόφιλον
col. 1297–1298page 3 of 8
PG 33:1297προσῆλθε τῇ κοινωνίᾳ τῶν ἁγίων δώρων, καὶ εὐχαι ρίας ἔτυχε μὴ κωλυθεὶς ὑπό τινος, ἀγνοησάντων ἴσως τῶν παρόντων πιστῶν, καὶ αὐτοῦ τοῦ μεταδιδόντος, ὅτι κατηχούμενος ἐστι, δοκεῖ παρὰ τοῦ Θεοῦ προσ κληθῆναι. Καὶ ὅπερ ὁ ἅγιος ἀπόστολος Πέτρος ἔφη περὶ τοῦ Κορνηλίου καὶ τῶν περὶ αὐτὸν, ὅτε κατηχουμένων ἐκείνων ἔπεσεν αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἐλάλουν γλώτταις, καὶ ἐμεγάλυνον τὸν Θεὸν, ὡς ἐν τῇ βίβλῳ τῶν Πράξεων γέγραπται, Μήτι το ὕδωρ κωλῦσαι δύναταί τις, τοῦ μὴ βαπτισθῆναι τούτοις, οἳ τὸ Πνεῦμα τὸ ἅγιον ἔλαβον ὡς καὶ ἡμεῖς; τοῦτο μονονουχὶ καὶ ὁ Τιμόθεος εἶπεν, ὅτι παρὰ Θεοῦ κληθεὶς, καὶ ἄξιος νομισθεὶς τῶν ἁγιασμά των, φωτισθῆναι ὀφείλει. Ερώτησις. Ἐὰν δαιμονιζόμενος κατηχούμενος ᾖ, καὶ θελήσῃ αὐτὸς, ἢ οἱ ἴδιοι αὐτοῦ, ἵνα λάβῃ τὸ ἅγιον βάπτισμα· ὀφείλει λαβεῖν ἢ οὐ, καὶ μάλιστα ἐὰν περὶ τὸν θάνατόν ἐστιν; ο Απόκρισις. Ἐὰν ὁ δαιμονιζόμενος μὴ καθαρισθῇ ἀπὸ τοῦ ἀκαθάρτου πνεύματος, οὐ δύναται λαβεῖν τὸ ἅγιον βάπτισμα· περὶ δὲ τὴν ἔξοδον βαπτίζεται. ΒΑΛΣ. Ο δαιμονιζόμενος είναι δοκεῖ οἰκητήριον δαίμονος. Κρίνεται τοίνυν, ὡς εἰ μὴ ἄξιον αὐτοῦ τὸν ἄνθρωπον εὗρε τὸ ἀκάθαρτον πνεῦμα κατοικητήριον, οὐκ ἂν ᾤκησεν ἐν αὐτῷ. Ὁ δὲ βαπτιζόμενος, διὰ τοῦ βαπτίσματος, τὴν χάριν τοῦ ἁγίου Πνεύματος δέχε ται ἐνοικοῦσαν αὐτῷ. Πῶς οὖν ἐν ταὐτῷ δυνατόν ἐστι τὸν αὐτὸν δύο ἐναντίων δεκτικόν γενέσθαι; διὰ τοῦτο τὸν κατηχούμενον καὶ μὴ ἀπαλλαγέντα τοῦ ἐν οχλοῦντος αὐτὸν δαίμονος, οὐκ ἔκρινεν ὁ Πατὴρ τοῦ θείου βαπτίσματος ἄξιον. Εἰ δὲ καὶ τελευτᾷ, φησί, βαπτισθήσεται, ἵνα μὴ ἀμέτοχος τῆς χάριτος τοῦ βα πτίσματος, τοῦ βίου ἐξελθών, στερηθῇ τοιούτου ἐφ οδίου, καὶ ἀσήμαντος ἀπέλθῃ. Ερώτησις. Ἐὰν πιστός τις ὢν δαιμονίζεται, ἐφείλει μεταλα δεῖν τῶν ἁγίων μυστηρίων, ἢ οὐ;» Απόκρισις. Ἐὰν μὴ ἐξαγορεύῃ τὸ μυστήριον, μήτε ἄλλωςπως βλασφημή, μεταλαμβανέτω· μὴ μέντοι καθ' ἑκάστην. ἀρκεῖ γὰρ αὐτῷ κατὰ καιροὺς μόνον. ΒΑΛΣ. Ὁ Ἰούδας ἐξαγορεῦσαι λέγεται τὸ μυστήριον, ὡς ὁ ἐδιδάχθη παρὰ Κυρίου ἐκκαλύψας τοῖς Ἰουδαίοις, οἷα διαπιστῶν αὐτοῖς, καὶ μηδὲ τῷ ταῦτα διδάσκοντι ὡς θεῷ προσέχων, ἀλλ' ὡς ἀνθρώπων ψιο λῷ. Ὁ δὲ δαιμονιζόμενος, εἰ μὲν διόλου μαίνεται, οὔτε τῶν ἁγιασμάτων ἀξιωθήσεται, οὔτε τὸ μυστήριον ἐξ αγορεύων καὶ βλασφημῶν κατακριθήσεται, ὡς μὴ εἰδὼς ὁ ποιεῖ. Εἰ δὲ διαλείμματα ἔχει, καὶ ἐν τῷ και μεν, ᾧ σωφρονεῖ, διασύρει τὸ μυστήριον καὶ βλασφημεῖ· οὐ μόνον τῶν ἁγιασμάτων οὐ μεθέξει, ἀλλ' οὐδὲ πιστοῖς συνεύξεται ή συναριθμήσεται. Ὥστε ὁ θεῖος οὗτος Πατήρ περὶ δαιμονιζομένου καὶ διαλείμματα

Letter to Diodorus of TyreEpistola ad Diodorum Tyrensem

col. 1299–1300page 4 of 8
PG 33:1299ἔχοντος λέγει. Ἐὰν ουν, ὅτε οὐκ ἐνεργεῖται ὑπὸ τοῦ δαίμονος, οὐδὲν κατὰ τῆς πίστεως λέγῃ, μεταλήψεται τῶν ἁγιασμάτων. Ερώτησις. Εάν τις κατηχούμενος, ὢν ἀσθενὴς, γένηται ἐκ φρενὸς, καὶ μὴ δύνηται ἑαυτὸς ὁμολογῆσαι τὴν πίστιν, καὶ παρακαλῶσιν οἱ ἴδιοι αὐτοῦ, ἵνα λάβῃ τὸ ἅγιον βάπτισμα, ἕως ζῇ· ὀφείλει λαβεῖν, ἢ οὔ;» Απόκρισις. Οφείλει λαβεῖν, ἐὰν μὴ ὑπὸ πνεύματος ἀκαθάρ του πειράζηται.» ΒΑΛΣ. Η ερώτησις ἦν περὶ κατηχουμένου καὶ ἐκ νόσου ἔξω φρενῶν γενομένου, ὥστε μὴ δύνασθαι αὐ τὸν ἐρωτώμενον τὰς ἐν τῷ βαπτίσματι ἀποκρίσεις ἀποκρίνεσθαι, εἰ δεῖ τοῦτον βαπτίζεσθαι; Ἡ δὲ ἀπό κρισις, ὅτι δεῖ βαπτίζεσθαι αὐτὸν καὶ οὕτως ἔχοντα, καὶ εἰκότως. Ἐπεὶ γὰρ κατηχούμενος ἦν, έδειξε προς αίρεσιν, ὅτι ἀσπάζεται τὴν πίστιν, καὶ κἂν μὴ ἐν τῷ βαπτίσματι ἀποκρίνηται, ἔφθασε δεῖξαι τὴν οἰκείαν προαίρεσιν. Εἰ δὲ ὑπὸ πνεύματος ἀκαθάρτου πειράζεται, οὐ βαπτισθήσεται, φησὶν, ἀλλὰ γενήσεται αὐτ τῷ, καθὼς ἄνωθεν εἴρηται. Ερώτησις. Ἐὰν γυνὴ συγγένηται μετὰ ἀνδρὸς αὐτῆς τὴν νύκτα, ἢ ἀνὴρ μετά γυναικὸς, καὶ γένηται μίξις ὀφείλουσι μεταλαβεῖν, ἢ οὗ;» Απόκρισις. Οὐκ ὀφείλουσι, τοῦ ᾿Αποστόλου βοώντας· Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώ του πρὸς καιρὸν, ἵνα σχολάσητε τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχεσθε, ἵνα μὴ πει ράσῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν.» ΒΑΛΣ. Περὶ τῶν ἐννόμως συνοικιζομένων ἡ ἐρώ τησις, εἰ ὀφείλουσι μεταλαβεῖν, κατὰ τὴν νύκτα ἐκεί την συνελθόντες ἀλλήλοις. Ἡ δὲ ἀπόκρισις, ὅτι οὐκ ὀφείλουσι. Καὶ εἰς σύστασιν τοῦ οἰκείου λόγου τοῖς ῥήμασιν ἐχρήσατο τοῦ μεγάλου Παύλου. Ερώτησις. Εάν γυνὴ κατηχουμένη δέδωκε τὸ ὄνομα αὐτῆς, ἵνα φωτισθῇ, καὶ περὶ τὴν ἡμέραν τοῦ βαπτίσματος γέγονεν αὐτῇ τὸ κατ᾽ ἔθος τῶν γυναικῶν· ὀφεί λει φωτισθῆναι αὐτῇ τῇ ἡμέρᾳ, ἢ ὑπερθέσθαι, καὶ πόσον ὑπερθέσθαι.» Απόκρισις. Υπερθέσθαι ὀφείλει, ἕως οὗ καθαρισθῇ.» Ερώτησις. Ἐὰν γυνὴ ἴδῃ τὸ κατ᾽ ἔθος τῶν γυναικείων αὐ τῆς, ὀφείλει προσέρχεσθαι τοῖς μυστηρίοις αὐτῇ τῇ ἡμέρᾳ, ἢ οὐ;» Απόκρισις. Οὐκ ὀφείλει, ἕως οὗ καθαρισθῇ.» ΒΑΛΣ. Οἱ μέλλοντες καταξιοῦσθαι τοῦ θείου βα πτίσματος, ἀπεγράφοντο παρὰ τῶν ἐν τῇ ἐκκλησία ἐνεργούντων. Ἐὰν οὖν γυνή, φησίν, ἀπογραφείσα, ὡς
col. 1301–1302page 5 of 8
PG 33:1301μέλλουσα βαπτισθῆναι, γένηται ἐν ῥύσει τῶν ἐμμήνων· πότε δεῖ αὐτὴν φωτισθῆναι; Καὶ ἀπεκρίθη πρὸς τοῦτο ὁ θεῖος οὗτος Πατήρ, ὅτι ὅτε καθαρθῇ. Εως γὰρ αἱ νενομισμέναι παρέλθωσιν ἡμέραι, ἐν ἀκαθαρσία κρίνεται εἶναι, καὶ οὔτε βαπτισθήσεται, οὔτε τῶν θείων μυστηρίων ἀξιωθήσεται. Ερώτησις. Γυνὴ ἐὰν γεννήσῃ, τὸ Πάσχα ὀφείλει νηστεῦσαι καὶ μὴ πιεῖν οἶνον, ἢ ἀπολύεται τῆς νηστείας, καὶ τοῦ μὴ πιεῖν οἶνον, διὰ τὸ γεννῆσαι;» Απόκρισις. Η νηστεία επενοήθη διὰ τὸ σῶμα ταπεινῶσαι Εἰ οὖν τὸ σῶμα ἐν ταπεινώσει ἐστὶ καὶ ἀσθενείᾳ, ὀφείλει καταλαβεῖν καθώς βούλεται καὶ δύναται βαστάσαι, τροφῆς καὶ ποτοῦ.» ΒΑΛΣ. Ἠρωτήθη, εἰ ὀφείλει γυνή τεκοῦσα κατὰ τὴν Τεσσαρακοστὴν τοῦ Πάσχα, πιεῖν οἶνον, καὶ τῆς νηστείας λυθῆναι. Καὶ ἀπεκρίθη, ὅτι ἡ νηστεία διὰ ταπείνωσιν τοῦ σώματος ωρίσθη. Ἐὰν δὲ τὸ σῶμα τα ταπεινωμένον καὶ ἀσθενὲς ᾖ, ἄλλοθεν οὐ δεῖται τῆς ἐκ τῆς νηστείας παιδαγωγίας, ἀλλὰ μᾶλλον συστάσεως χρήζει καὶ ἀνακτήσεως. Οφείλει οὖν ἡ τεκοῦσα κατὰ τὸ Πάσχα, ἤγουν ἐν τῇ διὰ τὸ Πάσχα γινομένῃ νηστείᾳ, καὶ οἴνῳ χρήσασθαι καὶ βρώματι. Ερώτησις. Εἰ ὀφείλει κληρικὸς εὔχεσθαι παρόντων Αῤῥεια νῶν, ἢ ἄλλων αἱρετικῶν· εἰ οὐδὲν αὐτὸν βλάπτει, ὅταν αὐτὸς ποιῇ τὴν εὐχὴν, ἤγουν την προσφορὰν.» Απόκρισις. Ἐν τῇ θείᾳ ἀναφορᾷ ὁ διάκονος προσφωνεί προ τοῦ ἀσπασμοῦ· Οἱ ἀκοινώνητοι, περιπατήσατε. Οὐκ ὀφείλουσιν οὖν παρεῖναι, εἰ μὴ ἂν ἐπαγγέλω λωνται μετανοεῖν καὶ ἐκφεύγειν τὴν αἵρεσιν. ο ΒΑΛΣ. Η ερώτησις περὶ κληρικοῦ, εἰ ὀφείλει εντ χεσθαι παρόντων αἱρετικῶν, ήγουν προσφέρειν την ἀναίμακτον θυσίαν. Καὶ ἀπεκρίθη, ὅτι μέλλουσι προσάγεσθαι τῇ ἱερᾷ τραπέζῃ τὰ "Αγια, λέγεται τοῖς ἀμυήτοις· Οἱ ἀκοινώνητοι, περιπατήσατε, ήγουν, Οι κατηχούμενοι, προσέλθετε Εἰ οὖν οἱ κατηχούμενα οὐκ ἐῶνται παρείναι τελουμένης τῆς θυσίας, πῶς αἱρετικοὶ ἐαθήσονται; Εἰ μήπου ἐπαγγέλλωνται φησί, μετανοεῖν καὶ ἀφίστασθαι τῆς αἱρέσεως· καὶ τότε δὲ, οἶμαι, οὐκ ἐντὸς τοῦ ναοῦ παραχωρηθήσον ται εἶναι, ἀλλ᾽ ἔξω μετὰ τῶν κατηχουμένων· ὡς εἰ μὴ ἐπαγγέλλονται ἀφίστασθαι τῆς αἱρέσεως, οὐδὲ τοῖς κατηχουμένοις συστήσονται, ἀλλ' ἐκδιωχθήσονται. Ερώτησις. Ἐάν τις ᾗ ἀσθενῶν καὶ ἐκτακεὶς πάνυ ἀπὸ τῆς πολλῆς ἀσθενείας, καὶ ἔλθῃ τὸ ἅγιον Πάσχα· πάνε τως ὀφείλει νηστεῦσαι, ἢ ἀπολύει αὐτὸν ὁ κληρικὸς λαμβάνειν, οὗ δύναται, ἢ καὶ ἔλαιον καὶ οἶνον, διὰ τὴν πολλὴν αὐτοῦ ἀσθένειαν·ν Διὰ τὸ σῶμα ταπεινώσαι. διὰ τὸ τὸ σώμα, Καταλαβεῖν. μεταλαβεῖν. Επιτ. Ότι. ὅτι ὅτε. Επιτ. Προσέλθετε. παρέλθετε, ἐξέλθετε, Επαγγέλλωνται. έπαγγέλλοντα, μι
col. 1303–1304page 6 of 8
PG 33:1303Απόκρισις. Απολύεσθαι ὀφείλει μεταλαμβάνειν καὶ τῆς τρο φῆς καὶ τοῦ ποτοῦ ὁ ἀσθενῶν, πρὸς ὅ δύναται βα στάσαι. Τὸ γὰρ μεταλαμβάνειν ἐλαίου τὸν ἅπαξ ἐκτα κέντα, δίκαιόν ἐστιν.» ΒΑΛΣ. Περὶ νοσοῦντος καὶ ἐκτακέντος ὑπὸ τῆς νόσου ἡ ἐρώτησις· εἰ ὀφείλει ἐν τῇ διὰ τὸ Πάσχα νηστεία πάντως νηστεῦσαι, ἀντὶ τοῦ, ἀπαραιτήτως, ἀσυμπαθῶς, ἡ μετασχεῖν οἴνου καὶ ἐλαίου διὰ τὴν ἀσθένειαν. Ἡ δὲ ἀπόκρισις λέγει, ὅτι τὸν ἐκτακέντα ἐκ νόσου, δίκαιον καὶ οἴνου καὶ ἐλαίου μεταλαμβάνειν, ὡς δύναται ὑπομεῖναι, ήγουν, ἢ διόλου, ἢ ἐν ἡμέραις τισὶ, κατὰ τὴν κρίσιν τοῦ οἰκονομοῦντος αὐτ τόν. Σημειωτέον οὖν ἐκ τούτου τοῦ κανόνος καὶ ἐκ τοῦ η', ὅτι ἡ νηστεία τῆς Τεσσαρακοστῆς τοῦ Πάσχα ξηροφαγία ἐστὶν, ἀλλὰ καὶ οἴνου ἀποχή. Τινὲς δὲ καὶ ἐν ἀμφοῖν τοῖς κανόσι τούτοις, τὴν ἐν τῷ Πάσχα νη στείαν, τὴν τῶν ἁγίων Παθῶν ἑβδομάδα λέγουσιν εξ ναι, καὶ οὐ πᾶσαν τὴν Τεσσαρακοστήν. Ερώτησις. «Εἰς τὸ ζεῦξαι γάμον ἐὰν καλέσῃ τις κληρικόν, ἀκούσῃ δὲ τὸν γάμον παράνομον, ἢ θειογαμίαν, ήγουν ἀδελφὴν τελευτησάσης γυναικὸς τὴν μέλλουσαν ζεύγνυσθαι, εἰ ὀφείλει ἀκολουθῆσαι ὁ κληρικός, ἢ προσφορὰν ποιῆσαι; ο Απόκρισις. Απαξ εἴπατε· Ἐὰν ἀκούσῃ ὁ κληρικὸς τὸν γάμον παράνομον. Εἰ οὖν ὁ γάμος παράνομός ἐστιν, οὐκ ὀφείλει ὁ κληρικὸς κοινωνεῖν ἁμαρτίαις ἀλλοτρίαις. ο ΒΑΛΣ. Τοὺς κληρικούς δεῖ, φησί, καλουμένους εἰς τελετὴν γάμων, ὥστε εὔξασθαι καὶ συζεύξαι τοὺς νυμφευομένους, εἰ ἀκούσουσι παράνομον εἶναι τὸν γάμον, μὴ ἀπέρχεσθαι, μήτε εύχεσθαι, μήτε προσφέρειν, καὶ οὕτω κοινωνεῖν ἁμαρτίαις άλλα τρίαις. Ερώτησις. Ἐὰν ὀνειρασθεὶς ὁ λαϊκὸς ἐρωτήσῃ κληρικόν, εξ ὀφείλει ἐπιτρέψαι αὐτῷ κοινωνῆσαι, ἢ οὗ;» Απόκρισις. «Εἰ μὲν ὑπόκειται ἐπιθυμία γυναικός, οὐκ ὀφε! λει· εἰ δὲ ὁ Σατανᾶς πειράζει αὐτὸν, ἵνα διὰ τῆς προφάσεως ταύτης ἀλλοτριῶται τῆς κοινωνίας τῶν θείων μυστηρίων, ὀφείλει κοινωνῆσαι. Ἐπεὶ οὐ παύ σεται ὁ πειράζων κατ' ἐκεῖνον τὸν καιρὸν, ὅτε ὀφεί λει κοινωνεῖν, ἐπιτιθέμενος αὐτῷ. ΒΑΛΣ. Περὶ τῶν ἐν ὀνείροις φανταζομένων, οἷς καὶ σπέρματος ἴσως γίνεται εκροή, φησὶν ὁ Πατήρ οὗτος, ὅτι εἰ μὲν πρὸ τούτου προσέβαλλε τῷ ὀνειρα σθέντι ἐπιθυμίας γυναικός λογισμὸς, καὶ ἐνέμεινεν ὁ νοῦς ἐπὶ τῇ ἐπιθυμίᾳ, καὶ ἐνεφιλοχώρησε ταύτῃ, κἀντεῦθεν ἡ φαντασία, ἐπῆλθε ἡ φύσις τοῦ σπέρματος· οὐκ ὀφείλει μεταλαβεῖν. Καὶ εἰκότως· ἡ γὰρ συγκατάθεσις ἐμόλυνε τὸν λογισμὸν τοῦ ὀνειρασθέν τος. Καὶ πῶς μετὰ τοιούτου λογισμοῦ προσελεύσεται τοῖς 'Αγίοις; Εἰ δὲ οὐδὲν τοιοῦτον προηγήσατο, τοῦ διαβόλου, φησίν, ἐστὶ πεῖρα, ἵνα οὕτως ἀποξένωται αὐτὸν τῆς θείας κοινωνίας· καὶ δεῖ αὐτὸν χα νωνεῖν. Εἰ γὰρ ἴδῃ ὁ Πονηρὸς οὕτω κατορθούμενον
col. 1305–1306page 7 of 8
PG 33:1305τὸ μὴ μετέχειν αὐτὸν τῶν ἁγιασματων, οὐ παύσεται ἐπιβουλεύων τῷ ἀνθρώπῳ, οσάκις ἂν γνῶ αὐτὸν θέ λοντα μεταλαβείν. Ερώτησις. Τοῖς ζευγνυμένοις εἰς γάμου κοινωνία», περὶ ποίων ἡμερῶν τῆς ἑβδομάδος παρατίθεσθαι χρή ἀπέχεσθαι τῆς πρὸς ἀλλήλους κοινωνίας, καὶ ποίας ἔχειν ἐπ' ἐξουσίας; Απόκρισις. Προείρηκα καὶ νῦν λέγω· ὁ ᾿Απόστολος λέγει Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμ φώνου πρὸς καιρὸν, ἵνα σχολάσητε τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε, ἵνα μὴ πειράζε ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. Ἐξ ἀνάγκης δὲ τὸ Σάββατον καὶ τὴν Κυριακὴν ἀπέχεσθαι δεῖ, διὰ τὸ ἐν αὐταῖς τὴν πνευματικὴν θυσίαν ἀναφέρεσθαι τῷ Κυρίῳ.» Ερώτησις. Εάν τις μὴ ἔχων ἑαυτὸν, χειρίσηται, ή κρη μνήσῃ ἑαυτὸν, εἰ γίνεται προσφορά, ἢ οὐ.» Απόκρισις. Ὑπὲρ τοῦ αὐτοῦ διακρῖναι ὀφείλει ὁ κληρικός, τὸ ἀληθὲς ἐκφρενής ὤν, πεποίηκε τοῦτο. Πολ λάκις γὰρ οἱ διαφέροντες τῷ πεπονθότι, θέλοντες τυχεῖν τῆς προσφορᾶς καὶ τῆς ὑπὲρ αὐτοῦ εὐχῆς, καταψεύδονται, καὶ λέγουσιν, ὅτι οὐκ εἶχεν ἑαυτόν ἐνίοτε δὲ ἀπὸ ἐπηρείας ἀνθρώπων ἢ ἄλλως πως ἀπὸ ὀλιγωρίας πεποιηκέναι τοῦτο. Οὐ χρὴ προσφορὰν ἐπάνω αὐτῷ γενέσθαι· αὐτοφονευτής γὰρ ἑαυτοῦ ἐστι. Δεῖ οὖν πάντως τὸν κληρικὸν μετὰ ἀκριβείας ἐρευνῆσαι, ἵνα μὴ ὑπὸ κρῖμα πέσῃ.» ΒΑΛΣ. Ερωτηθείς, ὡς εἰ μὴ ἔχων τις ὑγια τον λογισμόν, ἀλλὰ παρατραπεὶς τὰς φρένας, αὐτόχειρ γένηται ἑαυτοῦ, ἢ κατὰ κρημνοῦ ὠθήσει ἑαυτόν· ἐὰν χρὴ ὑπὲρ αὐτοῦ εὐχὴν γενέσθαι, ἢ προσφοράν· εἶτ πεν, ὅτι ἐὰν ἀληθῶς ἔξω φρενών γενόμενος ὁ ἄνθρωπος, καὶ μὴ εἰδὼς 8 ποιεῖ, διεχειρίσατο ἑαυτὸν, ἢ ἐκρήμνισεν, ἢ ἄλλως διέφθειρε· γενήσεται ὑπὲρ αὐ τοῦ δέησις καὶ προσφορά. Δεῖ δὲ τοὺς εἰς εὐχὴν προσκαλουμένους ἀκριβοῦσθαι περὶ τούτου, μήποτε ἢ ἐκ μικροψυχίας, ἢ ἐξ ἐπηρείας ἀνθρώπων, ἢ ἄλ λως πως, ἐκὼν καὶ εἰδὼς ὁ ποιεῖ, διεχειρίσατο ἑαυ τόν. Ὑπὲρ γὰρ τοῦ τοιούτον οὐ δεῖ, οὔτε εὔχεσθαι, οὔτε προσφέρειν, ὅτι αὐτοφονευτής ἐστι. Ερώτησις. Εάν τινος γυνὴ πνευματιᾷ, ὥστε καὶ σίδηρα φορεῖν, ὁ δὲ ἀνὴρ λέγει, ὅτι Οὐ δύναμαι ἐγκρατεύεσθαι, καὶ θέλει λαβεῖν ἄλλην· ὀφείλει λαβεῖν ἑτέραν, Απόκρισις. Μοιχεία μεσολαβεῖ τῷ πράγματι· καὶ περὶ τού του τί ἀποκρίνεσθαι οὐκ ἔχω, ἢ ἐφευρίσκω.» ΒΑΛΣ. Περὶ ἀνδρὸς ἡ ἐρώτησις ἔχοντος γυναῖκα πνευματιῶσαν, ήγουν πνεύματι πονηρῷ συνεχομένην, καὶ οὕτως μαινομένην, ὡς καὶ σιδήροις δεσμεῖσθαι, ἵνα μὴ ἑαυτὴν ἀπολέσῃ ἢ ἑτέρους βλάψῃ, ᾗ Τό. εἰ τό. Ερις
col. 1307–1308page 8 of 8
PG 33:1307; συνελθεῖν αὐτὸν ἀδύνατον, καὶ λέγοντος σωφρονεί, θέλοντός τε. θέλοντος δέ. Επιτ. θέλοντός τε λαβεῖν γυναῖκα ἑτέραν νομίμως. Ἡ δὲ ἀπόκρισις, ὅτι οὐ δύναταί τι εἰπεῖν. Μοιχεία γάρ ἐστι, τὸ, ἔτι συνισταμένου τοῦ γάμου, ἑτέραν ἀγαγέσθαι τὸν ἄνδρα γυναῖκα εἰς συμβίωσιν. Ἐκ δὲ τῆς νεαρᾶς τοῦ βασιλέως κυρίου Λέοντος τοῦ φιλοσόφου, δέδοται τῷ ἀνδρὶ, μαινομένης διηνεκή μανίαν τῆς γυναικὸς, λύειν τὸν γάμον· τοῦ γάμου δὲ λυ θέντος, ἔξεστι τῷ ἀνδρὶ ἑτέραν νομίμως εἰσοικίσασθαι. Ερώτησις. Ἐὰν νηστεύων τις ἐπὶ τῷ κοινωνῆσαι, νιπτόμενος τὸ στόμα, ἢ ἐν τῷ βαλανείῳ κατέπιεν ὕδωρ μὴ θέλων· ὀφείλει κοινωνῆσαι;» Απόκρισις. Ἐπεὶ εὗρεν ὁ Σατανᾶς ἀφορμὴν τοῦ κωλύειν αὐτὸν τῆς κοινωνίας, συχνότερον τοῦτο ποιήσει. Ο Ερώτησις. Συχνῶς ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ, καὶ μὴ ποιοῦντες, ἆρα ὑπὸ κατάκρισίν ἐσμεν;» Απόκρισις. Εἰ καὶ μὴ ποιοῦμεν, ἀλλ' οὐκ ἐνδέχεται μὴ μέμ φεσθαι ἑαυτοὺς, ὅτι ἀκούοντες παρακούομεν· μέρος δὲ σωτηρίας ἐστὶ καὶ τὸ μέμφεσθαι ἑαυτούς.» Ερώτησις. Εκ ποίας κείρας κρίνονται παρὰ Θεοῦ τὰ ἁμαρ τήματα; ο Απόκρισις. «Πρὸς τὴν γνῶσιν ἑκάστου καὶ τὴν φρόνησιν. Οι μὲν ἀπὸ δεκαετοῦς κείρας, οἱ δὲ καὶ μείζονος.» ΒΑΛΣ. Πρὸς τὴν γνῶσιν ἑκάστου καὶ τὸ φρόνημα ἔφη κρίνεσθαι τῷ Θεῷ τὰ ἁμαρτήματα. Οἱ μὲν γὰρ ὀξυτέρας φύσεως ὄντες τῶν παίδων καὶ μᾶλλον ἐγρηγορυίας, συντομώτερον διακρίνουσι τὸ καλὸν καὶ τὸ χεῖρον· οἱ δὲ νωθροτέρας τυχόντες καὶ ἀνα πεπτωκυίας ἕξεως, βραδεῖς εἰσι πρὸς τὴν γνῶσιν τοῦ δέοντος. Διὸ τοῖς μὲν ἀπὸ δεκάτου ἐνιαυτοῦ τῆς ἡλι κίας αὐτῶν λογίζεσθαι εἶπε τὰ ἁμαρτήματα, τοῖς δὲ ἐκ μείζονος καὶ τελεωτέρας.
Page scan enlarged

Notebook

Full View