PG 4Dionysius the Areopagite, pt. 2
Scholia of Saint Maximus on the Works of the Blessed Dionysius
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 13–14page 1 of 8
PG 4:13Ἐστὶ δὲ τὴν φράσιν σχοινοτενής τε ταῖς περιόδοις, καὶ χαίρων ὑπερβάτοις, ἐνακμάζων τε ταῖς περιβολαῖς, καὶ κυριολογεῖν οὐκ ἔσπουδασμένος. Ἐξ ὧν αὐτοῦ τῇ συγγραφῇ καὶ τὸ ἀσαφὲς καὶ δυσεπίκτητον διατρέχει· τῷ τραχεῖ δὲ τοῦ ὄγκου, ὅσα περὶ συνθήκην καὶ ἀνα παύσεις, τὸν λόγον ὑποβάλλων, οὐδ᾽ ἡδὺς εἶναι σπουδάζει τῇ ἀκοῇ, Φιλοσοφίᾳ οὐ διενεκτέον ὑπὲρ τῶν ὀνομάτων, υπηρεσίαν τῇ διανοίᾳ ζητούσῃ,κἂν χαμόθεν αὐτὴν ἐς τὰ πράγματα συμπορίζηται τρανήν τε καὶ
col. 15–16page 2 of 8
PG 4:15ΤΟΥ ΑΓΙΟΥ ΜΑΞΙΜΟΥ ΠΡΟΛΟΓΟΣ ΕΙΣ ΤΑ ΤΟΥ ΑΓΙΟΥ ΔΙΟΝΥΣΙΟΥ. Τὴν μὲν εὐγένειαν, τό τε περιφανὲς ἐν πλούτῳ με γάλου Διονυσίου καὶ μόνον αὐτὸ τὸ κατὰ ᾿Αθηναίους βουλευτήριον, καθ' ὅ βουλεύειν ᾑρέθη, παρίστησι. Τῶν γὰρ Αρεοπαγιτῶν εἰς ἐτύγχανεν οὗτος, ὡς ὁ θεῖος ἐδήλωσε Λουκᾶς, ἱστορῶν τὰς τῶν ἱερῶν ἀπο στόλων ἱερὰς πράξεις· εἰπὼν γὰρ τὴν ἁγιώτατον ἀπόστολον Παῦλον γενόμενον εν Αθήναις, συμβαλόντα τέ τισιν εἰς λόγους τῶν ἐξ Επικούρου φιλοσόφων, καὶ τῶν γε μὴν ἀπὸ τῆς στοᾶς· καὶ κηρύξαντα τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πίστιν, τήν τε τῶν νεκρῶν ἀνάστασιν, καὶ τὴν καθολικὴν κρίσιν, συλληφθῆναι παρὰ τῶν ἀφιλοσόφων (οὐ γὰρ ἀληθῶς φιλοσόφων) ἀχθῆναί τε κατὰ τὸν "Αρειον πάγον, καὶ δημηγορήσαντα, παραχρῆμά τινας ἑλεῖν, καὶ πρὸς τὸ τῆς ἀληθείας μεταθείναι φῶς, ἐπάγει· Καὶ οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν· τινὲς δὲ ἄνδρες, κολληθέντες αὐτῷ, ἐπίστευσαν· ἐν οἷς καὶ Διο νύσιος ὁ ᾿Αρεοπαγίτης, καὶ γυνὴ ὀνόματι Δάμα ρις, καὶ ἕτεροι σὺν αὐτοῖς. Ἐγὼ μὲν οὖν οὐ μάτην ἀκούω τοῦ παρὰ πάντας τοὺς πεπιστευκότας τότε διὰ τοῦ θείου Παύλου, μό νον τὸν ἄριστον Διονύσιον ἐξονομασθῆναι παρὰ τοῦ θεοφόρου συγγραφέως, προστεθείσης αὐτοῦ καὶ τῆς ἀξίας· φασὶ γὰρ Αρεοπαγίτης, ἐπιβάλλω δὲ μᾶλ λον, ὅτι διά τε τὸ κατὰ σοφίαν περιττὸν, καὶ διὰ τὸ ἐν ᾿Αθηναίοις ἀνεπιλήπτου πολιτείας ἔκκριτον, μνημονευθῆναι μετὰ τῆς οἰκίας αὐτοῦ. Χρὴ δὲ εἰδέναι, καθὰ προέφην, ὡς οὐ παντὸς ἀνδρὸς ἦν, εἰς τὴν ἐξ Αρείου πάγου βουλὴν τελεῖν· ἀλλ᾽ οἱ παρ' Αθηναίοις πρωτεύοντες ἔν τε γένει καὶ πλούτῳ καὶ βίῳ χρηστῷ καὶ κατὰ τοῦθ᾽ οἱ ἐπίσημοι καθεστῶτες ἐβούλευον εἰς τὴν ἐξ ᾿Αρείου πάγου βουλήν· ἐκ γὰρ τῶν ἐννέα καθισταμένων ἀρχόντων ᾿Αθήνησιν, τοὺς ᾿Αρεοπαγί
col. 17–18page 3 of 8
PG 4:17τας ἔδει συνεστάναι δικαστάς, ὥς φησιν Ανδροτίων τῶν 'Ατθίδων ἐν δευτέρᾳ τῶν ᾿Ατθίδων· ὕστερον δὲ πλειόνων γέγο νεν ἡ ἐξ ᾿Αρείου πάγου βουλή, τουτέστιν ἡ ἐξ ἀνδρῶν περιφανεστέρων πεντήκοντα καὶ ἑνὸς, πλὴν ἐξ εὐπα τριδῶν, ὡς ἔφημεν, καὶ πλούτῳ καὶ βίῳ σώφρονι δια φερόντων, ὡς ἱστορεῖ Φιλόχορος διὰ τῆς τρίτης τῶν αὐτῶν ᾿Ατθίδων. Ἔξω δὲ τῆς πόλεως ἦν τὸ κατὰ Αρειον πάγον δικαστήριον, κληθὲν οὕτω, (καθ' & μυ θολογοῦσιν ᾿Αθηναῖοι ἐκ τοῦ κατ' αὐτὴν τὴν ἐξοχὴν τοῦ κατὰ τὴν πόλιν ὄρους συστάντος δικαστηρίου με ταξὺ Ποσειδῶνος καὶ "Αρεως· ὁ γὰρ Ποσειδῶν δίκην εἶπε πρὸς "Αρεα κατὰ τοὺς ἀρχαίους μύθους παρ' Αθηναίοις ἐν τῷ τόπῳ τούτῳ, φάσκων ἀναιρεθῆναι τὸν ἴδιον υἱὸν ᾿Αλιρρόθιον ὑπ' Αρεως· κἀκεῖθεν ἐξ Αρεως ὁ πάγος ἐκεῖνος "Αρειος ἐκλήθη. Ἐδίκαζον οὖν ᾿Αρεοπαγίται περὶ πάντων σχεδὸν τῶν σφαλμάτων καὶ παρανομιῶν, ὡς ἅπαντά φησιν Ανδροτίων ἐν πρώτῃ, καὶ Φιλόχορος ἐν δευτέρᾳ καὶ τρίτῃ τῶν Ατθίδων. Διὰ δὲ τοῦτο ἄτε καινῶν δαιμονίων καταγγελέα τὸν θειότατον Παῦλον, ὡς ἱστόρησεν ὁ φιλαλήθης Λουκᾶς,οἱ τῆς ὑπὸ Θεοῦ μωρανθείσης σοφίας ἐρασταὶ πρὸς τὴν ἐξ ᾿Αρείου πάγου βουλὴν ἕλκουσιν. Αλλ' ἐν τοῖς Ἀρεοπαγίταις τηνικαῦτα χρόνου βουλεύων, ἅτε δικαστὴς ἀκλινέστατος, ὁ πάμμεγας Διονύσιος, ἀδέκαστον ἀπένειμε τῇ κατὰ τὸν πνευματοφόρον Παῦ λον ἀληθείᾳ τὴν ψῆφον, ἐῤῥῶσθαί τε πολλὰ φράσας τῇ τῶν ᾿Αρεοπαγιτῶν ἀνοήτῳ 3 σεμνότητι, τὸν ἀληθῆ καὶ πανεπίσκοπον κριτὴν ἐννοίας Χριστὸν Ἰησοῦν, τὸν τοῦ Θεοῦ καὶ Πατρὸς Υἱὸν μονογενή και Λόγον, ἂν ὁ Παῦλος ἐκήρυξεν, εὐθὺς εἴχετο τοῦ φωτός κἂν γὰρ οἱ Ρωμαῖοι τότε έκράτουν, ἀλλ᾽ οὖν αὐτο νόμους ἀφῆκαν ᾿Αθήνας καὶ Λακεδαιμονίαν· ὅθεν ἔτι παρὰ ᾿Αθηναίοις καὶ τὰ κατὰ τοὺς ᾿Αρεοπαγίτας ἐπολιτεύετο. Καὶ τελεῖται μὲν ἅπαντα τῆς σωτηρίας τὰ δόγματα διὰ Παύλου τοῦ κρατίστου, παιδαγωγείται δὲ διδασκαλικῶς ὁ Διονύσιος ὑπὸ Ἱεροθέῳ τῷ μεγί στῳ, καθά φησιν ὁ αὐτός· εἶτα καθίσταται κατὰ τὸ φερόμενον ἐν ἑβδόμῳ βιβλίῳ τῶν ᾿Αποστολικῶν διαταγμάτων ὁ Διονύσιος ἐπίσκοπος ὑπὸ Παύ λου τοῦ χριστοφόρου τῶν ἐν ᾿Αθήνῃσι πιστευσάντων. Μνημονεύει δὲ τοῦ ᾿Αρειοπαγίτου καὶ Διονύσιος ἀρχαῖος Κορινθίων ἐπίσκοπος, καὶ Πολύκαρπος ἐν τῇ πρὸς 'Αθηναίους ἐπιστολῇ αὐτοῦ. Ἔστι δὲ τὴν ὀρο θότητα καὶ πολυμάθειαν ἀποθαυμάσαι τοῦ ἁγίου τούτου Διονυσίου, τὸν ἀληθῶς διὰ πολλῆς ἡγμένον ἐπι στήμης τῶν ἀνεπιλήπτων τῆς Ἐκκλησίας παραδόσεων, θεάσασθαί τε τὰ παρὰ τοῖς τῶν Ἑλλήνων φιλοσόφοις νόθα δόγματα πρὸς τὴν ἀλήθειαν μετενηνεγμένα. Ἐλεῆσαι γὰρ ἔστι μᾶλλον καὶ συναλγῆσαι τῆς ἀπροσεξίας τοὺς ὀλιγώρους τῆς εὐπαιδευσίας ἐξεταστὰς, ὅτι τῇ σφῶν ἀμαθίᾳ συμμετροῦσι καὶ τὰς τῶν ἑξῆς ἀνθρώπων φιλομαθεῖς εὐθημοσύνας. Εν ΙΙΙ, ἀνονήτῳ.· ἀπαιδευσίας. τῶν 'Ατθίδων "Αρειος τῶν Ατθίδων
col. 19–20page 4 of 8
PG 4:19τυγχάνοντες οἱ τοιοῦτοι συγγράμμασιν ἐνίων, καὶ τυ χὸν οὐ παρακολουθοῦντες τῇ τῶν λεγομένων διανοίᾳ, πρὸς ἀδιάκριτον εὐθὺς ἐκφέρονται τοῦ συγγραφέως διαβολήν· καίτοι παντελῶς οὐ δυνάμενοι τὰ σκώμματα διευθύνειν τε καὶ διελέγχειν ἅ φασιν αὐτοὶ, δέον ἐπὶ σφᾶς αὐτοὺς τρέπειν τὴν ὀργὴν, καὶ μᾶλλον ἀσχάλλειν, ὅτι μὴ σπουδάσαντες ἔγνωσαν καὶ αὐτοὶ τὰ περὶ ' γνῶσιν ἀνηγμένα· ἢ τἀληθὲς, ὅτι μὴ πρὸς τοὺς ἱκανοὺς περὶ τὰ τοιαῦτα φιλομαθώς γεγονότες, τῶν ἀπορημάτων ἀπελύθησαν. ᾿Αλλὰ τολμῶσί τινες λοιδορεῖν εἰς αἱρέσεις τὸν θεῖον Διονύσιον, καθάπαξ καὶ τὰ τῶν αἱρετικῶν ἀγνοοῦντες· ἡ γὰρ ἂν, ἐξ ἑκά στου τῶν κατακεκριμένων ἐν τοῖς αἱρετίζουσι συγ κρίνοντες, τὰ παρὰ τούτων δόγματα πολλῷ τῶν φλαύρων ἀφεστηκότα διεγίνωσκον, καθόσον φῶς ἀληθὲς καὶ σκότος, Τί γὰρ εἴποιεν ἐν τοῖς περὶ τῆς μόνης προσκυνητῆς Τριάδος θεολογουμένοις παρ' αὐτῷ; τί δ' ἂν περὶ τοῦ τῆς παμμακαρίας ταύτης Τριάδος ἑνὸς Ἰησοῦ Χριστοῦ, τοῦ μονογενούς Θεοῦ Λόγου τε λείως ἐνανθρωπήσαι θελήσαντος; οὐχὶ ψυχὴν ἔννουν, καὶ σῶμα τὸ καθ' ἡμᾶς γήϊνον διεξῆλθε, καὶ τὰ λοι πὰν τὰ ὅσα τοῖς ὀρθοῖς ἐντέτακται διδασκάλοις; Τί δὲ περὶ γοητῶν καὶ νοερῶν καὶ τῶν αἰσθητῶν μέμψαιτ' ἄν τις εἰκότως· ἢ περὶ τῆς καθολικῆς ἡμῶν ἀναστάσεως τῆς μετὰ σώματος τοῦ καθ᾿ ἡμᾶς καὶ τῆς ἡμῶν ψυχῆς γενησομένης· καὶ περὶ τῶν τότε δικαιωτηρίων, δικαίων τε καὶ τῶν μὴ τοιούτων; εἰς τὰ ο γάρ, συλλήβδην εἰπεῖν, ἡ καθ' ἡμᾶς ἀφορᾷ σω τηρία, ἅτινα πλατέως διεξελθεῖν οὐ δίκαιον, τῆς ἐπὶ Ο σχολίων ἐξηγήσεως ἅπαντα κατὰ καιρὸν ἐπισημαινομένης. Ναί, φασίν 6. ἀλλ' οὐκ ἔγραψεν αὐτοῦ τὰς συντάξεις Εὐσέβιος ὁ Παμφίλου καὶ μὴν οὐδ' αρι γένης. Πρὸς οὓς λεκτέον, ὡς πάμπολλα παρῆκεν Ευσέβιος οὐκ ; ἐλθόντα περὶ χεῖρας οἰκείας· καὶ γὰρ οὔτε φησὶν ἅπαντα καθάπαξ συναγηοχέναι· μᾶλλον γε μὴν ὁμολογεῖ καὶ ἀριθμοῦ κρείττονα βιβλία καθεστάναι μηδαμῶς εἰς αὐτὸν ἐληλυθότα· καὶ πολλῶν ἐδυνάμην μνημονεῦσαι μὴ κτηθέντων αὐτῷ, καὶ ταῦτα τῆς αὐτοῦ χώρας, ὡς Υμεναίου καὶ Ναρκίσσου τῶν ἱερασαμένων ἐν Ίε ροσολύμοις. Ἐγὼ γοῦν ἐνέτυχόν τισι τῶν Υμεναίου. Καὶ μὴν οὔτε Πανταίνου τοὺς πόνους ἀνέγραψεν, οὔτε τοῦ Ῥωμαίου Κλήμεντος, πλὴν δύο καὶ μόνων ἐπιστολῶν· ἀλλ᾽ οὔτε πλείστων ἑτέρων. Ὁ γὰρ ο πρός. ριγένης, οὐκ οἶδα εἰ πάντων, μόλις δὲ τεττάρων ἐ μνήσθη. Διάκονος δέ τις Ῥωμαῖος, Πέτρος ὄνομα, διηγήσατό μοι, πάντα τὰ τοῦ θείου Διονυσίου σώζε σθαι κατὰ τὴν ἐν Ῥώμῃ τῶν ἱερῶν βιβλιοθήκην ἀνα τεθειμένα. Γράφει δὲ τὰ πλεῖστα πρὸς τὸν τρισμακάριον Τι μόθεον, τὸν τοῦ ἁγίου ἀποστόλου Παύλου φοιτητήν, Εφεσίων ἐπίσκοπον, ὑπὸ τῶν κατὰ τὴν Ἔφεσον τῆς Ιωνικῆς φιλοσοφίας προεστώτων, ὡς εἰκὸς, πάσχοντα πράγματα, καὶ πυνθανόμενον, ὡς εἰδήμονος τῆς ἐξωτερικῆς φιλοσοφίας, ἵνα καὶ μᾶλλον ἀγωνίζοιτο· καὶ * πάντα $ ταῦτα. • φησί,
col. 21–22page 5 of 8
PG 4:21οὐδὲν ἀπεικός· ἐπεὶ καὶ ὁ θεοφιλὴς ἀπόστολος Παῦ λος ταῖς Ἑλλήνων ἐχρήσατο ρήσεσι, ταύτας ἀκούων τυχὸν παρὰ τῶν συνόντων αὐτῷ, τῆς ἑλληνικῆς φιλο σοφίας ἐμπείρων. Συνίστησι δὲ καὶ τοῦτο, Διονυσίου ταῦτα φιλαλήθως τὰ συγγράμματα καθεστάναι· τὸ γὰρ ἀνεπιτηδεύτως μνημονεύειν αὐτὸν ῥήσεων τῶν συνακμασάντων αὐτῷ ἀνδρῶν, ὧν αἴ τε θείαι τῶν ἀπο στόλων μνημονεύουσι Πράξεις, καὶ Παύλου τοῦ θεο φιλοῦς αἱ πολυωφελεῖς ἐπιστολαί, τὸ τῶν συγγραμμάτων ἀσκευώρητον ἀποφαίνουσι· μάλιστα δὲ πάντων τὸ τῶν δογμάτων ἀσφαλέστατον. Ἐπειδὴ δέ τινές φασι, μὴ εἶναι τοῦ ἁγίου τὸ σύγ γραμμα', ἀλλά τινος τῶν μεταγενεστέρων, ἀνάγκη αὐτοὺς καὶ τῶν ἀπηγορευμένων τινὰ καὶ ἀτόπων αὐτὸν τιθέναι, καταψευδόμενον τοιαῦτα ἑαυτοῦ, ὡς συνῆν τοῖς ἀποστόλοις, καὶ ἐπέστελλεν οἷς οὐδὲ συνεγένετό ποτε κατ' αὐτούς, οὐδὲ ἐπέστειλε. Τὸ δὲ καὶ πλάσασθαι προφητείαν πρὸς τὸν ἀπό στολον Ἰωάννην ἐν ἐξορίᾳ ὄντα, ὡς ἐπανήξει πάλιν εἰς τὴν ᾿Ασιάτιδα γῆν, καὶ τὰ συνήθη διδάξει, τοῦτο τερατολόγου ἀνδρὸς καὶ προφήτου δόξαν έκμανῶς θηρωμένου. Τὸ δὲ καὶ λέγειν αὐτὸν ἐν αὐτῷ τῷ καιρῷ τοῦ σωτηρίου πάθους ἐν Ηλιουπόλει συνόντα Ἀπολλοφάνει, θεωρεῖν καὶ συμφιλοσοφείν περὶ τῆς ἡλιακής ἐκλείψεως, ὡς οὐ κατὰ φύσιν οὐδὲ κατὰ τὸ ἔθος τότε γεγενημένης· λέγειν δὲ αὐτὸν καὶ παρεῖναι σὺν τοῖς ἀποστόλοις τῇ προκομιδῇ τοῦ λειψάνου τοῦ θείου τῆς ἁγίας Θεοτόκου Μαρίας· καὶ χρήσεις προφέρειν ροθέου τοῦ ἰδίου διδασκάλου ἐκ τῶν εἰς αὐτὴν ἐπι ταφίων λόγων· πλάττεσθαι δὲ καὶ ἐπιστολὰς καὶ λό γους ὡς πρὸς τοὺς μαθητὰς τῶν ἀποστόλων ἐκφωνηθέντας, πόσης ἀτοπίας καὶ καταγνώσεως, καὶ τῷ τυχόντι ἀνθρώπῳ, μήτι γε δὴ ἀνδρὶ τοσοῦτον ἀνηγμένῳ κατά τε ἦθος καὶ γνῶσιν, καὶ τὸ ὑπεραίρειν τὰ αἰσθητά πάντα, καὶ τοῖς νοεροῖς συνάπτεσθαι κάλλεσι, καὶ δι᾽ αὐτῶν ὡς ἐφικτὸν Θεῷ! Εξηγητικῶν μὲν οὖν ὑπομνημάτων ὡς ὅτι μάλιστα διεξοδικωτάτων ἐδεῖτο πρὸς ἑρμηνείαν τῆς αὐτοῦ πολυμαθείας· πλὴν κεφαλαιωδέστερον, ὡς ἡ βίβλος ἐχώρησε, διὰ σχολίων, τὰ φανέντα μοι, θεῷ πεποιθὼς, παρατέθεικα κατὰ τοὺς ἑξῆς παρακειμένους λόγους, οὓς τέως εἰς τὰς ἐμὰς ἐλθεῖν συμβέβηκε χεῖρας ". Ιστέον ως τινες τῶν ἔξω φιλοσόφων, καὶ μάλιστα Πρόκλος, θεωρήμασι πολλάκις τοῦ μακαρίου Διονυσίου κέχρηται, καὶ αὐταῖς δὲ ξηραῖς ταῖς λέξεσι καὶ ἔστιν ὑπόνοιαν ἐκ τούτου λαβεῖν ὡς οἱ ἐν ᾿Αθήναις παλαιότεροι τῶν φιλοσόφων, σφετερισάμενοι τὰς αὐτοῦ πραγματείας, ὡς ἐν τῇ παρούσῃ ἀπομνημονεύει βίβλῳ, ἀπέκρυψαν, ἵνα πατέρες αὐτοὶ ὀφθῶσι τῶν θείων αὐτοῦ λογίων· καὶ κατ' οἰκονομίαν Θεοῦ νῦν ἀνεφάνη ἡ παροῦσα πραγματεία πρὸς ἔλεγχον τῆς αὐτῶν κενοδοξίας καὶ ῥᾳδιουργίας. Καὶ ὅτι σύνη * σύνταγμα. ἐπειδὴ δέ τινες,
col. 23–24page 6 of 8
PG 4:23θες αὐτοῖς τὰ ἡμέτερα σφετερίζεσθαι, διδάσκει ὁ θεῖος Βασίλειος εἰς τό· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, ἐπ' αὐτῆς τῆς λέξεως ούτωσι λέγων· Ταῦτα οἶδα πολλοὺς τῶν ἔξω τοῦ λόγου τῆς ἀληθείας μεγάλα φρονούντων ἐπὶ σοφίᾳ κοσμικῇ, καὶ θαυμάσαντας, καὶ τοῖς ἑαυτῶν συντάγμασιν ἐγκαταλέξαι τολμήσαντας· κλέπτης γὰρ ὁ διάβολος, καὶ τὰ ἡμέ τερα ἐκφερομυθῶν πρὸς τοὺς ἑαυτοῦ ὑποφήτας.» Καὶ οὗτος μὲν οὕτως. Τὰ δὲ Νουμενίου τοῦ Πυθαγορικοῦ ?» προφανῶς λέγοντος· «Τί γάρ ἐστι Πλάτων, ἢ Μωσής ἀττικίζων; ο οὐδεὶς ἀρνήσασθαι δύναται, οὐχ ἡμε τέρου, ἀλλὰ τῶν ἐναντίων ὄντος, ὡς μαρτυρεί καὶ Εὐσέβιος ὁ τῶν Παλαιστίνων Καισαρείας καθη γησάμενος, ὅτι οὐ νῦν μόνον, ἀλλὰ καὶ πρὸ τῆς Χριστοῦ παρουσίας σύνηθες τοῖς ἔξω σοφίας, τὰ ἡμέτερα κλέπτειν. ΕΡΜΗΝΕΙΑ ΛΕΞΕΩΝ ΚΑΤΑ ΣΤΟΙΧΕΙΟΝ ΕΜΦΕΡΟΜΕΝΩΝ ΤΗΔΕ ΤΗ ΒΙΒΛΩ. 'Αγάμενος, θαυμάσας, ἐκπλαγείς. Αγαν, πάνυ. Ἀγεννῶς, ἀσθενῶς, ἀνάνδρως. Αγιστεία, ἁγιασμός, κάθαρσις. Αγκύλον, σκολιόν, δυσχερές, ποικίλον. Αγκυλόχειλον, σκολιόχειλον. Αγλαΐα, λαμπρότης. Αγνώτες, ἄγνωστοι, ἀνεπιστήμονες, ἀμαθεῖς, ἀγνώριμοι. Αδέκαστος, δίκαιος, ἀδωροδόκητος, ἀπροσωπόληπτος, ὀρθός. Αυτα, τὰ ἐνδότατα ἅγια, τὰ ἀποκρυφώ τερα. Αδρανῶς, ἀσθενῶς. Αθυρόντων, παιζόντων. Αθύρματα, παίγνια. Αίγλη, λαμπηδών. Αίσχος, ῥύπος, μίασμα, Ακραιφνές, καθαρόν, διαυγές, τέλειον, ἄθι Στον. Ακηλίδωτον, καθαρόν, ἄῤῥυπον. Ακμή, νεότης. "Αλις, ἀρκούντως, ἱκανῶς. Αλῶναι, ληφθῆναι. ᾿Αμάλθακτον, ἀνένδοτον, ἑδραίαν, ἰσχυράν, πα γίαν, βεβηκυίαν. ᾿Αμείλικτον, ἀκολάκευτον, ἀπαρέγκλιτον. Αμβλωθρίδια, τὰ ἐξημβλωμένα Εμβρυα. Αμοιβαίαις, ἀνταλλαττομέναις. Αμυδρῶς, ἀσθενῶς, λεπτῶς, οὐ σαφῶς, ἀλαμ πῶς, σκοτεινώς. Αμυήτους, ἀκατηχήτους, ἀμαθεῖς, ἀνεπιστήμονας. ᾿Αμφοῖν, τοῖν δύο ἢ ἀμφοτέροις. Αναντες, πρόσω, άνω, ἐπὶ τὸ προκείμενον. Αντερεῖ, ἀντιλέξει. ᾿Αντωπεῖν, ἀντιβλέπειν, αντοφθαλμεῖν. ᾿Αντιπεπονθότως, ἀντικειμένως, ἐναντίως. Αολλῆ ποιεῖ, συνηθροισμένα, ήνωμένα. Οὐκ ἀπαδούσας, οὐκ ἀπρεπεῖς, οὐκ ἀλλοτρίας, οὐκ ἐναντιουμένας. Απαναίνεσθαι, ἀπαρνεῖσθαι. Οὐκ ἀπεικότως, οὐ παρὰ τὸ πρέπον. Απερῥάπισεν, ἀπεφίμωσεν, ἀπεστόμισενἀπεῤῥίπισεν, ἀπήλασεν, ἀπεδίωξεν. Απερισάλπιγκτοι, ἀπεριήχητοι, του. Απεστομάτισαν, ἀπεφθέγξαντο. ᾿Απεμφαίνει, ἀπέοικεν. Απήμονα, ἀβλαβή. Απόχρη, ἐξαρκεί. Απόφασις, λόγος ἀποφατικός. ᾿Απόφασις, ἀπόφανσις τινος από τινος. ἀκατήχη Αποφάσκει, ἀπαγορεύει, ἢ ἀποφατικῶς ἀπαγορεύει, ἤτοι διαγορεύει. Αποδεόντων, ἀπολειπομένων. Αποπερατοῦσαν, συμπληρούσαν, συμπεραίνουσαν. ᾿Αραρότως, ἁρμοζόντως, η παγίως, ἑδραίως. Αρρενωπόν, άθελκτον, ἀθήλωτον, ἀνδρεῖον, ἀνένδοτον, ἀπαρέγκλιτον υφέσει πάσῃ. Ιστέον δὲ ὡς ἐπὶ γυναικῶν ἀνδριζομένων ἢ ἀῤῥενοφανῶν εἰ ρηται. Αρωγός, βοηθός. Ασμένως, περιχαρῶς, ἡδέως. Αττα, τίνα, ἢ ἅτινα, ἢ παραπλήσια. Ατιθάσσων, ἀνημέρων. Αὖ, δὴ ἢ πάλιν. Αὖθις, παρ' αὐτά, ἢ εὐθέως, ἢ πάλιν. Βάναυσος, πᾶς τεχνίτης διὰ πυρὸς ἐργαζό Γανυμένη, εὐφραινομένη, ἢ χαίρουσα. Αμφω, ἑκατέρωθεν, ἢ ἀμφοτέρους. ᾿Αμαυρά, ἀσθενής, ἀλαμπής, ἀτράνωτος, σκο μενος. κεινή. Ανακτόροις, βασιλείοις. Ανάπαυλαν, ἀνάπαυσιν. Ανάπτυξις, διασάφησις. ᾿Ανακάθαρσις, διάνοιξις, διασάφησις, ἐπίλυσις, διευκρίνησις. Ανίερος, βέβηλος, αἰσχρός. Ανιώντων, οδυνώντων, λυπούντων. Γαργαλίζοντας, ἐπὶ τὸ ἡδέως καταπεσείν προ τρεπομένως. Γενικώς, γενναίως. Γέρα, τιμαί, ἀμοιβαί, ἀνταποδόσεις. Δαῖτας, ευωχίας, ἀρίστας τροφάς.
col. 25–26page 7 of 8
PG 4:25Δεδιττόμενος, ἐκφοβῶν. Δειμάτων, φόβων. Δεινοί, σοφοί, ἔμπειροι. Διευκρινηθείη, εὐδιακριθείη, εὐδιορίστως καὶ σαφῶς διατρανωθείη. Διειδέστατον, διαφανέστατον, καθαρώτατον, διαυγέστατον, λαμπρόν. Διειδεστάτοις, ἤτοι διαφανεστάτοις. Διεῖσα, λάμπουσα, διεισιοῦσα, διεισβαίνουσα. Διαπορθμεύεται, διακομίζεται, διαπερᾷ, διατυποῦται. Διάμετρον, τὸ ἀπὸ πέρατος εἰς πέρας κατὰ πλά της διάστημα. Δέρατα, ξίφη, όπλα. Δράσει, ενεργήσει, πράξει. Δραστηρίως, ἐνεργῶς, ἐργαστικῶς, πρακτι χώς. Δρώμενα, ενεργούμενα, πραττόμενα. Εκφαντορία, ἔκφανσις, φανέρωσις. Ελάτειραν, ἀπελαστικὴν, ἐκδιώκτριαν. Εμφερείας, ὁμοιότητος. Εναπομόργνυνται, ἐναποτυποῦσι. Εναρμόνιον, εμμελὲς, πρόσφορον. Εναγεστάτη, ῥυπαρωτάτη. Ἐνὴν, δυνατὴν, ἐνδεχομένην. Εν κόσμῳ, ἐν εὐκοσμία. Εική, ματαίως. Εἰκός, πρέπον, δέον, ἀκόλουθον. Εἰκαιολογῆσαι, ματαιολογῆσαι. Εἰκαῖον, μάταιον. Εἶναι θεῖος, ὑπάρχειν, γεγενῆσθαι διὰ τοῦ βα πείσματος. Ε' τῳ, εἴ τινι. Εἰ δὲ τῳ, εἰ δέ τινι. Εκτετικότες, ἀποδεδωκότες. Εξιωμένους, Ιωμένους, ἰατρεύοντας. Επιπροσθεν, ἔμπροσθεν, πρὸ τοῦ θυσια Επιφοίτησις, ἐπέλευσις, παρουσία. στηρίου. Ερῶν, ἐφιέμενος, ἐπιθυμῶν. Ερῶν, φήσων, λέξων. Εύρυτον, πλάτυνον. Εὐρώστως, ὑγιῶς. Εὔεικτα, εὐπειθῆ. Εστίασις, εὐωχία, εὐφροσύνη, χαρά. Εσέρθη, ἐνταῦθα ἀντὶ τοῦ ἐσεβάσθη, ἐτίμησεν, ἐθαύμασεν, ἐξεπλάγη· εἴρηται καὶ ἀντὶ τοῦ ἡσύχασεν, ησχύνθη. Εφεσις, ἐπιθυμία. Εφικτόν, καταληπτόν. Εφικτόν, ἐξόν. Εὐθημοσύνας, εὐθέτους καὶ εὐσχήμους δημιουργίας, ἢ τὰς εὖ ἐχούσας τάξεις καὶ θέσεις. Πρὸς ἕω, πρὸς ἀνατολάς. Έφον, πρωϊνόν, ἀνατολικόν. 'Η, ὅτε δασύνεται καὶ περισπᾶται ἀντὶ τοῦ ὡς ἢ καθό. Ηδῶσαν, ἀκμάζουσαν, νεάζουσαν. Ηγήσοιτο, προηγήσοιτο. 'Ηττόνων, ὑποδεεστέρων. Θεοειδές, τὸ κατ' εἰκόνα λέγει. Θεογενεσίαν, τὸ βάπτισμα. Θεοῤῥημοσύνη, τοῖς θείοις ῥήκασι, τῇ θεία δι δασκαλία, τῇ κατηχήσει. θεωρός, θεωρητική. Θεμιτόν, ἔννομον, δίκαιον. Θιασώται, χορευταί, οἱ τὰ θεῖα ᾄδοντες. Ιδιαίτερον, μένον. ἰδικώτερον, ιδίως προσειρή Ιδρυσις, εδραίωσις, ἀσφάλεια. Πλεω, ἱλασμός. Ιλεως, ἱλαρὸς, εὐμενής. "Ινδαλμα, φαντασία, ἀφομοίωμα. Ισχει, ἐνταῦθα κατέχει. Ιτω, ἰέτω, ἐρχέσθω. Ιταμοί, ἀναίσχυντοι, ἀναιδείς. Κακεργέτισιν, κακοέργοις. Κατάφασις, λόγος καταφατικός. Κατάφασις, ἀπόφανσίς τινος κατά τινος. Κατὰ τῆς κόρρης, κατὰ τῆς σιαγόνος, κατὰ τοῦ κροτάφου, κατὰ τῆς κορυφῆς. Κατὰ κάθετον, τὸ ἀπὸ ὕψους εἰς βάθος διά στημα. Καταδεῖται, καταδεσμείται. Κατεδάρθη, κατεκλίθη. Εκαθεύδησεν, ὕπνωσεν. Κηλές, μώμος, μομφή. Κλεινός, ἔνδοξος ἀρετῇ. Κλείθροις, κλειδώμασι. Κραιπάλη, ὁ ἐκ πολλῆς οἰνώσεως ἐπακολουθῶν παλμὸς καὶ κλόνος τῷ κρανίῳ, ήγουν τῇ κάρα. Λ Λῆξιν, συμπλήρωσιν, συμπεραίωσιν. Λοξά, σκολιά, καμπύλα, οὐκ ἐξ εὐθείας γινωσκόμενα. Μαρμαρυγαί, λαμπηδόνες. Μαιευόμενοι, λοχευόμενοι, συναγόμενοι, τρεφόμενοι. Μέθη, ἡ ἐκ πολλῆς οἰνώσεως οἷον μετένεξις τοῦ ἡγεμονικοῦ. Μίθρου, τοῦ ἡλίου. Μυσταγωγία, μηστηρίων ἀγωγή, διδασκαλία καὶ Ο μετουσία· ἡ μυήσεως ἀγωγὴ καὶ μετάληψις δη λαδὴ θεία. Μύησις, μάθησις, κατήχησις, επιστήμη. Μυχῶν, τόπων σκοτεινῶν ἢ κρυπτῶν. Ομόγνια, ὁμογενή, γνήσια, φίλα. Ονίνησιν, ὠφελεῖ. Οἷοι, δυνατοί. Οἶμον, ὁδόν. Οὐκ ἀπαδούσας, οὐκ ἀπρεπεῖς, οὐκ ἀλλοτρίας, οὐκ ἐναντιουμένας. Οὐκ ἀπεικότως, οὐ παρὰ τὸ πρέπον. Οὐκ ἀπὸ, οὐ πόρρω, οὐκ ἔξω. Οὐκ ἐξορχήσῃ, οὐκ ἐπιδεικτικῶς, οὐδὲ θεατρικῶς δημοσιεύσεις. Ολβίου, πλουσίου. Οπαδός, ἀκόλουθος. Οῤῥωδῶ, φοβοῦμαι. Π Πάμπαν, παντελώς. Περιουσία, περισσεία, πλεονασμός, ὑπεροχή, ἀσύγκριτος οὐσία. Περιπεζίας, ἐπιβατῆς, πορευτής, καταληπτῆς. Περαῖνον, ἀποτελοῦν. Περιφύς, περιπλακείς. Προεπηλάκιζες, ὕβριζες. Προϊούσα, προερχομένη. Προνάουσα, προχέουσα. Πρὸς ἕω, πρὸς ἀνατολάς. Προσεχής, ἀκλινῶς καὶ ἀνεπιστρόφως ἑαυτῆς καὶ τῶν ἑαυτῆς θεωρός. Πρωτουργός, πρωτουργός. Πείσεται, πάθη ὑποστήσεται. Πιαλέοις, ὡς διψαλέοις. Είρηται ἐπὶ ποιοῖς τισιν ἰδίως όφεσι, τοῖς κατ' Ιεριχώ μάλιστα ευρισκομέ
col. 27–28page 8 of 8
PG 4:27νοις, ἐξ ὧν ἰατροὶ ὡς τὰ πολλὰ τὴν θηριακὴν σκευάζουσιν· οὕτως ἀντιθέτως τούτοις ἐνταῦθα ἁπλῶς τίθεται αὐτῷ πιαλέοις, τουτέστι πινομένοις, λιπαροῖς, πλουσίοις ἅμα καὶ ὑπερεκχεομένοις καὶ κορεστικοῖς. Πτοίαν, φόβον, πτόησιν, Ῥᾷον, εὐχερές, εύκολον, Ραστώνην, εὐχέρειαν, εὐκολίαν. Σ Σεφθείημεν, σεβασθείημεν, τιμήσοιμεν, ἐκπλα νείημεν, θαυμάζοιμεν. Στέρνα, στήθη. Συμπτύσσει, συγκλείει, συνάγει, ἐνοι. Σύμβολον, αἰσθητόν τι ἀντὶ νοητοῦ παραλαμβανόμενον, οἷον ἀντὶ τῆς ἀΰλου καὶ θείας τρο φῆς καὶ εὐφροσύνης, ἄρτος καὶ οἶνος, καὶ ὅσα τοιαῦτα. Συνελών, συλλαβών, συναγαγών. Συλλήβδην, συνειλημμένως, ὑφ' ἐν, ὁμοῦ. Σχολὴ, τὸ μηδὲν δρᾷν ἢ καὶ τὸ περί τι σχο λάζειν Ταύτῃ, οὕτως. Τ Ταὐτὴν, ὁμοίαν, ἴσην, τὴν αὐτήν. Τελετή, μυστηρίων ἐπιτέλεσις, τελείωσις. Τελεταρχία, τῶν τελετῶν ἢ τῶν τελουμένων ἄρχουσα. Τότε, ἀντὶ τοῦ πότε. Υας, χοίρους. Υπαιθρος, ὑπαέριος. Υποτύπωσις, υπογραμμός, ὑπόδειγμα. Υποτύφοντας, ὑποφλέγοντας, καίοντας. Υποφῆται, διδάσκαλοι, υπουργοί, διάκονει Υφεσις, ὑπόβασις. Υφειμένον, ὑποβεβηκός, δευτερεύον. Φαμέν, λέγομεν. Φασι, λέγουσι. Φάναι, εἰπεῖν. Φανὴν, λαμπράν. Φανοτάτω, λαμπροτάτῳ. Φθίνον, λήγον, ἐλαττούμενον. Φοιτῶσαν, ἀφικνουμένην, παραγινομένην. φρουρητικόν, φυλακτικόν. Ο Αλέναι, χεῖρες, πήχεις, βραχίονε
Continue reading PG 4: Commentaria →≣ entire volume
Page scan enlarged

Notebook

Full View