PG 38Cosmas Hierosolymitanus
Cosmas of Jerusalem
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 567–568page 114 of 170
PG 38:567Βούλεται τὸν Φαβωρίνον καὶ αὖθις τὸν τῶν 'Ρω μαίων στρατηγὸν ἐκ ταύτης ὑπεξᾶραι τῆς ἀρετῆς. Καὶ γάρ φησι Πύρρου (τύραννος δὲ οὗτος κατακρατήσας ἐκείνου) χρυσοῦ ταλάντοις αὐτὸν οἰηθέντος ἀπατῆσαι, οὔτε τὸ χρυσίον προσήκατο, καὶ πρὸς φιλ ανθρωπίαν ἐπένευσεν. Καὶ δὴ τῶν ἐνόπλων θηρίων ἐλέφαντα προσχαρῶς τῷ Φαβωρίνῳ αἰφνίδιον παραστήσας, οὐκ ἐξεδειμάτωσεν, ὡς ἄξιον εἶναι μνή μης τὸ παρὰ τοῦ Φαβωρίνου λεχθέν, ὡς οὔτε χρυσός με, βέλτιστε, οὔτε θηρίον εἷλεν. 374 Πένητος ἀνδρὸς οὐδὲν ἀθλιώτερον, 375 "Ανευ δὲ χαλκοῦ Φοῖβος οὐ μαντεύεται. Πολλοὺς μὲν τῶν χρημάτων υπερφρονήσαντας ἐπαί νων ἀξιώσας ὁ θεῖος Γρηγόριος, ὡσαύτως καὶ τῶν ἡττηθέντων ἅτε δουλοτρόπων καταπτύσας, συμβουλίαν τινὰ πρὸς τὸ κοινῇ συμφέρον προβαλλόμενος, πείθειν δοκεῖ τὸ φιλοσοφοῦντας μὴ χρημάτων ἡττᾶ σθαι· πρὸς δὲ τὰς πολλῶν ἀφορῶν προαιρέσεις, ήθι κεύεται, τινὸς ἐξ αὐτῶν εἰσάγων ἀπολογίαν, ὡσεὶ καὶ πλείονα τούτων διεξέλθοι, τῶν χρημάτων αὐτοῖς οὐκ ἂν γένοιτό τι προτιμώτερον· οὐ γὰρ γένος ἐστὶν γενί ζειν· ἡ γὰρ τροφὴ καὶ τοῦ πλούτου τὸ λήϊον, τοῦτο δὴ γένος· ἀλλ' οὐδὲ πένητος ἀνδρὸς ἀθλιώτερόν τι τῶν ὄντων εἴη, καὶ Φοῖβος αὐτὸς, καίπερ εἶναι θεὸς νομιζόμενος, ἄνευ χαλκοῦ οὐ μαντεύεται. Οὐ γὰρ τῷ Αλκμαίωνι τὰς ᾿Αθήνας ἐλευθεροῦν ὑπήρχθη, μὴ τὸ ἐν Δελφοῖς Ἀπολλώνειον μισθοφορία κρατήσαντι καὶ διὰ τῆς δόσεως τὴν Πυθίαν τὰ φίλα τούτῳ λέγειν, ὡς πάλιν θεοῦ χρησμῳδουμένην πεπεικότι. Ταῦτα μὲν πρὸς τὸ τῆς ἀνθρωπίνης μοχθηρίας δυσκάθεκτον, καὶ τὸ πρὸς τὴν ἡδονὴν ἐπιῤῥεπὲς προῆκται τῷ Θεολόγῳ. Τὸ γὰρ πενιχρώς ζῇν μετ' ἐλευθερίας ἄμει νον εἶναι τοῦ πλούτῳ κακῶς διαχεῖσθαι βουλομένου τοῦ τῆς ἀληθείας λόγου· τούμπαλιν τὸ πλουτεῖν ἀλό γως ἐν ἀφροσύνῃ προκριτέον τοῖς πλείοσι τοῦ φιλοσόφως βιοῦν, καὶ αὐτάρκινκς, καὶ τῆς μετὰ πτωχείας ἀρε τῆς τε καὶ δικαιοσύνης τὴν ἐν πολυτελείς βλάβην τε καὶ ἁμαρτίαν ἐπ' ὀλέθρῳ τῆς οἰκείας αἱροῦνται ψυχῆς. Κεῖται δὲ ἡ κατὰ τὸν ᾿Αλκμαίωνα ἱστορία προ βραχέος τὸ δὲ λεγόμενον, "Ανευ χαλκοῦ Φοῖος οὐ μαντεύεται, δημῶδές ἐστι καὶ ἀρχαῖον· Φοῖβον δὲ καλοῦσιν Ελλη νες τὸν Ἀπόλλωνα, οὗ καὶ τὰ μαντεία. 392 Συφὸν πένητα μᾶλλον ἢ Μίδαν κακόν. Ο Μίδας οὗτος Φρυγίας ἦν βασιλεύς· ἦν δὲ καὶ φιλάργυρος και χρυσομανής τις, ὡς τὸ ἔργον ἐδήλωσεν. Ηὔξατο οὖν ἵνα, οὗ ἐὰν ἄψηται, χρυσός γένηται. Εἰσηκούσθη οὗτος, καὶ οὗ ἐὰν ἥψατο ή χειρι ή στόματι, χρυσὸς ἐγένετο, καὶ οὕτως πάντα μὲν ἦν αὐτῷ χρυ σός· μὴ δυνάμενος δὲ φαγεῖν, ἀπώλετο. Καὶ γὰρ ἡ τροφὴ ἡ διδομένη αὐτῷ διὰ τοῦ στόματος ἀπεχρυσοῦτο· ἐφθάρη οὖν τῷ λιμῷ. Αλλοι δὲ ἱστοροῦσιν, ὅτι χρησμόν λαβὼν ἔζησεν· ἦν δὲ ὁ χρησμὸς διελάσαι ἄρ ματι, καὶ ὅπου ἂν ἐπιστῇ τὸ ἅρμα στῆναι, καὶ κτι σαι πόλιν· καὶ ἐποίησεν οὕτως, καὶ κτίζει τὴν ἄγκυραν τῆς Γαλατίας· ἔστι δὲ ἄγκυρα σιδήριον πλοίου ποταμίου, ὅπερ επισχών ἔστιξε τὸν Μίδαν, καὶ οὐ τως ἐκτίσθη ἡ πόλις καὶ ἐκλήθη Αγκυρα. 3.3 Δηρεῖ δέ μοι Θέογνις ὡς λήρον πλατύν. 394 Κρημνούς προτιμῶν τῆς ἀπορίας καὶ βυθούς, 395 Κακῶς δὲ Κύρνῳ νομοθετῶν εἰς χρήματα. Οὗτος Θέογνις φιλόσοφος ων, ἤνθει κατὰ τοὺς και ροὺς Κύρου τοῦ Περσῶν βασιλέως. Κῦρος δὲ φιλό χρυσος ὢν καὶ τάφον ἐπὶ χρήμασιν ἀνοίξας, ἐντὸς οὐδὲν εὑρηκὼς πλέον στηλιτεύεται. Ο δὲ βέογνις κακὸς αὐτῷ νομοθέτης ἦν εἰς χρήματα, ταύτην ἀν θρώποις μόνην εὐδαιμονίαν ἰσχυριζόμενος, πλέον αὐτῷ τὸ πάθος ἀναφλέγων· ὅρον δὲ τίθησι τῆς πενίας κρη μνοὺς καὶ βυθοὺς καὶ ἀγχόνην προκρίνειν ὡς τὰ μάτ λίστα. Φαβορίῳ. Φαβρικές, Φαβωρίου.
col. 569–570page 115 of 170
PG 38:569καὶ ἐξῆλθεν μὴ ἐπιστάμενος τοῦ ἀπέρχεται, καὶ κατ εσκήνωσεν τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν ποταμία Συρίας· πιστεύσας δὲ τῷ Θεῷ, καὶ ταῖς με ᾿Αβραὰμ δὲ ἐκ Χαβρὰν ὑπῆρχεν, τῆς πρὸς τῇ Μεσο γάλαις ἐλπίσι τρεφόμενός τε καὶ στηριζόμενος, τῶν γάλαις ελπίσι τρεφόμενός τε καὶ στηριζόμενος, τῶν ἐπαγγελιῶν ἐπιτυχών, κληρονόμος Θεοῦ ἀνεδείχθη. 496 "Αρτον δ' Ἰακὼβ καὶ σκέπην ᾔτει μόνον, 497 Ορμῶν ποταμῶν ποτ' εἰς μέσην, ὥσπερ λόγος, 498 Εἰ καὶ πολυθρέμμων ἐπάνεισιν ὕστερον. 596 Ομηρε, καὶ σὺ πῶς τοσοῦτον ἀστάτῳ 397 Πράγματι νέμεις, ὥστε φράσαι που τῶν ἐπῶν 398 ὑπηδὸν εἶναι τὴν ἀρετὴν τῶν χρημάτων; Ομηρος ὁ ποιητὴς, τῶν χρημάτων εἰπὼν τὴν ἀρε τὴν ἀκόλουθον εἶναι, αὐτὸς αὖθις ἀπολογεῖται, ὡς οὐχ οὕτως ἔχων εἴρηκε, ἀλλ' ὡς τοὺς ἔχοντας οὕτως ἀθλίως. Αρκετὸν γὰρ πρὸς ἀπόδειξιν τὰ κατὰ τὸν Οδυσσέα· δς γυμνός, ναυηγὸς καὶ ἀλήτης ἐσχάτως ἐκ θαλάσσης ῥιφείς, τοῖς συνετοίς λόγοις κατηδεσεν τὴν βασίλειαν, καὶ τοῖς Φαίαξιν καὶ τῷ ᾿Αλκινό τι μιώτερος ἦν τῶν ἄλλων ἁπάντων. Ἐκ προσώπου Ησαῦ τοῦ ἀδελφοῦ αὐτοῦ ἀποδιδράσκων Ἰακώβ, ὡς ἤδη λέλεκται, τῆς κατὰ τὴν κλί μακα θεοπτίας δι᾽ ὕπνου πρότερον ἀξιωθείς, ἀνα στὰς ηύξατο λέγων· Ἐὰν ᾗ Κύριος ὁ Θεὸς πατέρων μου ἐν τῇ ὁδῷ ταύτῃ ἡ πορεύομαι, καὶ δῷ μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι, καὶ ἀπο στρέψει με μετὰ σωτηρίας εἰς τὸν οἶκον τοῦ πα τρός μου, καὶ ἔσται Κύριός μοι εἰς Θεὶν, καὶ ἡ στήλη ἣν ἔστησα, ἔσται μοι οἶκος Θεοῦ· καὶ πάντων ὧν μοι δῴης, δεκάτην ἀποδεκατώσω αὐτὰ σοι. Ταῦτα μὲν εὐξάμενος ᾤχετο· γενόμενος δὲ ἐν 409 Πλήρη γενέσθαι τῆς ἀμετρίας δίκην 410 Θεὸς τίθησιν ὧνπερ ἠξίου τυχεῖν, 411 ὗ χρυσὸς ἦν ἄβρωτος, ὃς δ' εἶχε νέκυς. Κεῖται ἡ παρούσα ιστορία προ βραχέος. 425 Αὕτη γε μήτηρ καὶ τάφος γεννημάτων, 426 Κόπτουσα τοὺς κόπτοντας, ὡς δίκη δίκην 427 Τοῦ πρωτοπλάστου γεύσεώς τε καὶ πλάνης. Μεταγαγὼν τὴν ἀπὸ τῶν ἔξωθεν διάλεξιν ἐπὶ τὴν ὄντως φιλοσοφίαν περὶ τῆς γῆς διαλέγεται, καὶ τῶν κατὰ τὸν βίον ἀρχόμενος ὡς ἡμῖν τοῖς τὰ θεῖα φιλοσοφοῦσιν γῆ τε καὶ τὰ ἐν αὐτῇ περιττά, μόνη δὲ τῶν ἐλπιζομένων ὑπόστασις. Αὕτη γάρ, φησὶν, ἡ γῆ καὶ Χαῤῥὸν πρὸς Λάβαν τὸν ἀδελφὸν τῆς μητρὸς αὐτοῦ, μήτηρ καὶ τάφος ἐπὶ τῶν τέκνων, κόπτουσα τοὺς κόπτοντας αὐτὴν, ἀφ' οὗ τῆς ἐντολῆς ὁ Ἀδὰμ ἐπελάθετο καὶ τῆς πικράς ηττήθη βρώσεως. 168 Εδέμ τε καὶ παράδεισος εὐθαλὴς φυτοῖς 469 Πηγή τ' ἐς ἀρχὰς τέσσαρας τετμημένη. Ἡ Ἐδὲμ γῆ πυῤῥὰ λέγεται· ὁ δὲ παράδεισός ἐστιν ῖν ὁ Θεὸς ἐφύτευσεν ἐν Ἐδὲμ, ἐν ᾧ καὶ τὸν Ἀδὰμ ἔθετο, ὃν καὶ πηγὴ ἀναβαίνουσα επότιζεν, ἥτις εἰς τέσσαρας ἀφορίζεται. 490 Τον πατριάρχην τὸν θεόπτην τὸν μέγαν 491 Οίκου γένους τε πατρίδος ἐξελκύσας 192 'Ο τῶν μεγίστων οικονόμος μυστηρίων, 493 Εἰς τὴν μετήγαγ' εὐκόλως ἀλλοτρίαν 104 Ξένον, πάροικον, ἄστεγον, πλανώμενον 495 Πίστις γὰρ ἦγεν ἐλπίδων τῶν μειζόνων. Φησὶν ὁ Θεὸς τῷ ᾿Αβραάμ· Εξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς γῆν, ἣν ἂν σοι εἴπω καὶ παρ' αὐτῷ κατοικήσας εἴκοσι χρόνους, τήν τε Αίαν καὶ τὴν Ραχήλ τας θυγατέρας Λάβαν ἀγόμενος ἑαυτῷ γυναίκας, πολύπαις καὶ πολυκτήμων τῆς Μεσοποταμίας ἐπάνεισιν, ὡς ἀλλαχοῦ πλατύτερον δηλωθήσεται. 500 Μωσής ότ' εἴσω τοῦ γνόφον μόνος μόνο 301 Θεῷ προσωμίλησε, καὶ πλαξι νόμον 502 Διπλοῦν ἐδέξαθ', ᾧ λεων ήγεν μέγαν. 505 Τότ' οὖν μερίζων ἦν κατέσχεν ἐκ Θεοῦ, 50% Αλλοις μὲν ἄλλην γῆν ἐμέτρησε ξένην, 505 Υἱοῖς δὲ Λευῒ κλῆρον οὐ νέμει μόνοις 500 Κλήρος γὰρ αὐτοῖς ὁ κράτιστος ἦν Θεός. Μωϋσῆς εἴσω τῆς νεφέλης χωρήσας, καὶ τὸν νόμον δεξάμενος, πάσαις μὲν ταῖς φυλαῖς διὰ θείου προσ τάγματος ἔνειμεν κληρονομίαν, τὴν δὲ φυλὴν Λευτ οὐ συνηρίθμησεν· ὁ γὰρ Κύριος μερὶς καὶ κλῆρος τοῖς Λευίταις· οὗτοι δὲ τὰς ἀπαρχὰς καὶ δεκάτας τοῦ λαοῦ ἡγιάζοντο. Κεῖται ἐν τῷ ι' λόγῳ περὶ Μωϋσέως.
col. 571–572page 116 of 170
PG 38:571507 Ιωναδὰν δὲ παισὶν εἰσάγων ποτὲ 508 'Ακτησίαν τε καὶ τὸν ὑψηλὸν βίον. Κεῖται ἐν τῷ γ' λόγῳ. 32. Οὗτος μὲν οὖν τοιοῦτος· Ἠλίαν δὲ ποῦ 123 θήσομεν, ὃν Κάρμηλος ἔτρεφε μέγας; Ηλίας ὁ Θεσβίτης εἰς τὸ Καρμήλιον ὄρος ἡσυχάζων, τῷ Θεῷ προσωμίλει, καὶ τῶν μεγίστων θαυμά των ὧν ἐπεδείξατο Θεὸν ἔχων ἀμύντορα καὶ συνήγορον, ὑπερβὰς τὰ ἀνθρώπινα, ζῶν μετετέθη πυρὸς ἅρματι ὡς πρὸς οὐρανὸν ἀναδάς. Κεῖται ἐν τῷ γ' λόγῳ ἡ ἐξήγησις. 552 Ελισσαίου τε κλῆρος ὃς παρ' Ηλίου 533 Χάρις τε καὶ τὸ κλεινὸν ἐξ ὕψους δέρος. Μέλλοντος ἀναλαμβάνεσθαι τοῦ προφήτου Ηλίου, συνόντος αὐτῷ τοῦ γνησίου μαθητοῦ Ελισσαίου, φησὶν Ηλίας· Αἴτησαι τί ποιήσω σοι πριν με ἀναληφθῆναι ἀπὸ σοῦ. Καὶ εἶπεν Ελισσαίος Γενηθήτω δὴ τὸ πνεῦμα τὸ ἐπὶ σὲ δισσῶς ἐπ' ἐμέ. Καὶ εἶπεν Ηλίας· Ἐσκλήρυνας τοῦ αἰτήσασθαι. Καὶ εἶπεν· Ἐὰν ἴδῃς με ἀναλαμβανόμενον, καὶ ἔσται σοι οὕτως· ἐὰν δὲ μὴ, οὐ μὴ γένηται καὶ ἐγένετο πορευομένων αὐτῶν ἐπορεύοντο καὶ ὡμίλουν, καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵπποι πυρὸς, καὶ διεχώρησαν ἀνὰ μέσον ἀμφοτέρων, καὶ ἀν ελήφθη Ηλιοὺ ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανὸν, καὶ 'Ελισσαιὲ ἑώρα καὶ ἐβόα· Πάτερ, πάτερ, ἅρμα Ἰσραὴλ, καὶ ἱππεὺς αὐτοῦ· καὶ οὐκ ἴδεν αὐτὸν οὐκ ἔτι· καὶ ἐπελάβετο τῶν ἱματίων Ἐλισσαιὲ, καὶ διέρρηξεν αὐτὰ εἰς δύο ῥήγματα, καὶ ὕψωσεν Ἠλιοὺ τὴν μηλωτὴν, ἡ ἔπεσεν ἐπάνωθεν Ελισσαιέ, καὶ ἐπέστρεψεν Ελισσαιέ. 531 'Ο δὲ πρὸ γαστρὸς ἱερὸς ὢ τοῦ θαύματος!) 535 Πάντως ἀκούεις τὸν Σαμουὴλ τὸν μέγαν. Κεῖται ἡ ἐξήγησις ἐν τῷ α' λόγῳ. Αλλ' ἐπεὶ τῷ Θεολόγῳ σκοπός εστιν τὴν ἀρετὴν τῶν ἁγίων ἀνδρῶν καὶ τὸν ἀπέριττον ἀποδεῖξαι βίον, προσθήσομεν καὶ τοῦτο· Σαμουὴλ ὁ τοῦ Θεοῦ Ναζιραῖος ἐν ἔτεσι πλείστοις κρίνας τὸν Ἰσραήλ, γενόμενος κατὰ τὴν ἐκκλησίαν, ἐγκαινιζομένης τῆς Σαούλ βασιλείας, λυπηθέντος αὐτοῦ εἶπεν ὁ Θεός· Μὴ σκληρόν σοι φανήτω· οὐ γὰρ σὲ ἐξουδενώκασιν, ἀλλ' ἐμέ· μαρτυροῦντος δὲ τοῦ Θεοῦ τῷ προφήτῃ παρὰ καιρὸν ὥρας ἐν ἡμέραις θερισμοῦ πυρῶν, ὑετὸς ἦν πολὺς καὶ βρονταὶ καὶ ἀστραπαὶ τὸν λαὸν ἐκδειματοῦσαι, ὃς ἦν αὐτίκα τοῦ προφήτου ἱκέτης δς τοῦ [τὸν] ἔλεω τὸν Θεὸν καταστῆσαι. Σαμουήλ τοίνυν τὴν τούτων μοχθηρίαν διελέγξας, ὡς οὐκ ἀργυρίου, ἢ χρυσίου, ή τινος τῶν αὐτῶν ἐπεθύμησεν, οὐδὲ δῶ ρον μέχρις ὑποδήματος ειλήφει παρά τινος· καὶ γάρ φησιν· Ἰδοὺ συνήθροισται πᾶς Ἰσραὴλ ἀπὸ Δὲν καὶ ἕως Βηρσαβεέ· εἰπάτω δὴ, φησίν, ἄνθρωπος καὶ διελεγξάτω με εἰ μέχρις ὑποδήματος παρά τινος εἴληφα· τοῦ δὲ λαοῦ καταιδεσθέντος ἅμα καὶ πτοηθέντος, καὶ πρὸς ἱκεσίαν ἀφορῶντος, αὐτός φησι· Μηδαμῶς μοι γένοιτο ἀμαρτεῖν ἐνώπιον Κυρίου, τοῦ παρασιωπῆσαι βοᾷν ὑπὲρ ὑμῶν πρὸς Κύριον. Τοσοῦτον ἡ τοῦ Σαμουὴλ ἀρετή, του σούτου πλήθους παρόντος θαῤῥῆσαι λέγειν, ὅτι μέχρι ὑποδήματος οὐκ εἴληφε παρά τινος, κριτής υπάρ χων καὶ πάντων καθηγούμενος· ὃς δι᾿ εὐχῆς τὰς βροντὰς καὶ ἀστραπὰς καὶ τοὺς ἀπείρους ὑετοὺς θᾶττον ἐπισχών, ἔδειξεν τὴν ἐπ' αὐτῷ τοῦ Θεοῦ εὐ δοκίαν τε καὶ ἐπίπνοιαν. 139 Τις ἦν Παλαιᾶς καὶ Νέας μεταίχμιον 540 Θεοῦ Διαθηκών; Ως σκιᾶς καὶ σώματος. 541 Τὴν μὲν κατείργων τῆς δ᾽ ἀνοίγων εἰσόδους 542 Τις φωτὸς ἄκρου προτρέχων λύχνος μέγας; 543 Τίς ἐν γεννητοῖς πρώτος (εὖ μάρτυς θεὺς) 544 "Ερημον έχει, καὶ ξένην εἶχε τροφήν. 545 Καμήλιον δ' ἔσθημα δέρματος στροφή 546 Εσφίγγετ'; ἔγραψε τὸν Ἰωάννην λόγος. Ἰωάννης ὁ θεῖος προάγγελος, ἔρημον οἰκήσας, ἀκρίδας εἶχε τὴν τροφὴν καὶ μέλι ἄγριον, τὸ δὲ ἔν
col. 573–574page 117 of 170
PG 38:573δυμα αὐτοῦ τρίχες καμήλων, καὶ ζώνην δερματίνην εἶχεν περὶ τὴν ὀσφὺν αὐτοῦ. Τούτῳ προσῆλθον τε λῶ αι καὶ στρατευόμενο:, τὰ πρὸς σωτηρίαν αὐτοῖς ἐπειπεῖν καὶ ὑποθέσθαι ἀντιβολοῦντες· ὁ δὲ τοῖς μὲν τελώναις μηδὲν ποιεῖν παρὰ τὸ διατεταγμένον αὐτοῖς διετάξατο, τοῖς δὲ στρατευομένοις μηδένα ἀδικεῖν καὶ τοῖς ἐψωνίοις ἀρκεῖσθαι. Προσελθόντων δὲ καὶ ἑτέ ρων, κἀκείνοις φησίν· 'Ο ἔχων δύο χιτώνας μετα δότω τῷ μὴ ἔχοντι, καὶ ὁ ἔχων ἄρτους οὕτως ποιείτω· καὶ χρυσίου ἀκτησίαν λόγῳ κηρύττων καὶ ἔργῳ βεβαιῶν, καὶ βίον νομοθετῶν τὸν κοινωνικόν. 548 Τί δ' ἄν τις εἴποι πρὸς τὸν ἐκ τέχνης τροφὴν 149 Παῦλον πορίζοντ', ἢ τὸν ἐκ θέρμων μόνων 550 Τρυφώντα Πέτρον τους μεγάλους ἀποστόλων; Παῦλος μὲν ὁ θεῖος ἀπόστολος σκηνοποιὸς ἦν τὴν τέχνην. Φησὶ γὰρ, ὅτι παρὰ τῷ ᾿Ακύλα κατέμεινεν, καὶ εἰργάζοντο ἀμφότεροι. Ήσαν γὰρ σκηνοποιοί τὴν τέχνην. Οὗτος δὲ εὐαγγελιζόμενος ἀδάπανον ἐτίθη τὸ Εὐαγγέλιον, καθώς πού φησιν αὐτός· Τίς οὖν μου ἐστιν ὁ μισθὸς, ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ Εὐαγγέλιον, εἰς τὸ μὴ κατα χρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ Εὐαγγελίῳ; καὶ πάλιν· Αὐτοὶ γὰρ οἴδατε, ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ αἱ χεῖρες αὗται ὑπηρέτησαν· καὶ αὖθις· Νυκτὸς καὶ ἡμέρας ἐργαζόμεναι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα, εὐδοκοῦμεν μετ ταδοῦναι ὑμῖν, οὐ μόνον τὸ Εὐαγγέλιον, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχὰς, διότι ἀγαπητοὶ ἡμῖν ἐγε. νήθητε. Πέτρος δὲ τῶν ἀποστόλων ἡ ἀκρότης, ἐκ θέρμων ετρέφετο. Καὶ γὰρ προσενεχθέντων.. χρυ στου παρὰ τῆς.. ἅπαντα διαδούς, οὐδὲν ὑπελίπετο. Καὶ δὴ καταλαβούσης ἑσπέρας, μὴ ἐχόντων αὐτῶν ὅθεν τὰς σωματικάς πορίσονται χρείας, ἀσσαρίου κειμένου θέρμους ὠνησάμενοι, τὴν φυσικὴν ἀνάγκην παρηγορήσαντο. 554 Άλλοι παρῆκαν συγγενεΰσιν ἁλιάδας 555 Καλούμενοι θεῷ πρὸς ἁλίαν κρείττονα. Ἰάκωβος ἦν καὶ Ἰωάννης οἱ τῆς βροντῆς. Τούτους γὰρ εὑρων Ἰησοῦς δίκτυα καταρτίζοντας, ἤδη Πέν τρον καὶ ᾿Ανδρέαν σαγηνεύσας (φησί γάρ· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων), τῶν δὲ ἀπελθόντων, αὖθις τὸν Ἰωάννην καὶ Ἰάκωβον εὑρὼν καὶ προσφωνήσας αὐτοῖς ἀκολουθεῖν, αὐτοὺς μὲν λέγεται τὸ πλοῖον ἀφέντας καὶ τὸν πατέρα λε βεδαῖον, ἀκολουθῆσαι καλοῦντι Χριστῷ, πάντας τε κατὰ τὸν Ἰησοῦ λόγον ἀνθρώπων ἁλιεῖς χρηματίσαι. 566 Ορα τὸ μεῖζον· οὐδὲ τῷ νέῳ μαθεῖν 567 Χρήζοντι, πῶς ἂν τοῦ τελείου κατατύχοι 568 'Αλλῳ τὸ ἄκρον ἢ μόνῳ περιγράφει 569 Τὸ δεῖν ἅπαντα τοῖς πένησι σκορπίσαι. Προσῆλθέν τις νεανίσκος τῷ Ἰησοῦ, καί φησι Διδάσκαλε αγαθέ, τί ποιήσας ζωήν αιώνιον κληρονομήσω; Αποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ Τὰς ἐντολὰς οἶδας· καὶ ἁπλῶς διασαφήσας τοὺς τ λόγους τοῦ νόμου, καὶ τοῦ νεανίσκου ταῦτα πάντα φυλάξαι μεγαλαυχοῦντος, φησὶν ὁ Χριστός· Εἰ θέ λεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὺς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι· τοῦ δὲ νεανίσκου λυπη θέντος (περὶ κτημάτων γὰρ μάλιστα ἦν), Ἰησοῦς, ὡς δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν διαπρυσίως ἀπεφήνατο, μᾶλλον δὲ καὶ τῷ τῆς τρυμαλιᾶς βελώνης ὑποδείγματι, ὡς θάττον ταύτης διελεύσεται κάμηλος, ἢ πλούσιος τὴν βασι λείαν κτήσεται τοῦ Θεοῦ, βεβαιώτερον διεσάφησεν. 573 Οὕτω τελειοῖ καὶ τελώνας εισόδῳ 574 Πάντα προθύμως τῷ Θεῷ δωρουμένους 575 Καὶ πειθέτω σε Ζακχαῖος, ὃς πλουτῶν κακῶς 576 Οἴκτῳ πενήτων τῇδε ἠδικημένων 577 Πλουτεῖ τὸ πένεσθαι καὶ ῥύπου καθαίρεται. Ο μὲν Ματθαῖος τελώνης ὑπάρχων, φωνήσαντος αὐτῷ τοῦ Σωτῆρος, 'Ακολούθει μοι, καταλιπών τὸ τελωνείον ἠκολούθησεν αὐτῷ. Ζακχαῖος δὲ, τελώνης καὶ αὐτὸς ὑπάρχων, καὶ παράγοντι Χριστῷ, διὰ τὸν
col. 575–576page 118 of 170
PG 38:575περὶ αὐτὸν ὄχλον οὐκ ἔχων ὅπως τῆς θέας μετάσχοι (μικροφυής γὰρ τὴν ἡλικίαν ἦν, ἄνεισιν ἐπὶ συχο μορέας· οὗ τὴν πίστιν Ἰησοῦς θεασάμενος, καὶ τὸν πόθον κατανοήσας, προσεφώνησεν, καὶ παρ' αυτ τῷ ξενισθεὶς εἰς μαθητείαν ἐφελκύσατο. Ζακχαίος γὰρ, οὗ ἕνεκεν Ἰησοῦς παρ' αὐτῷ ξενισθεὶς τὴν σωτηρίαν τῷ οἴκῳ παρέσχεν αὐτοῦ, πάντα τὰ ὑπάρ χοντα πτωχοίς καθυπέσχετο δώσειν· καὶ εἴ τινός τι ἀφείλατο, ἢ ἡδίκησεν, ἢ ἐπλεονέκτησεν, πενταπλάσιον ὡμολόγησεν ἀποτίσειν. 587 Εν πλησμονῇ τὸ, Κύπρις, ἐν πεινῶσι δ' ού. Λέγεται Κύπρις ή Αφροδίτη, ἡ αὐτὴ καὶ Παρεία. Κρόνος δέ, φησί, τοῦ πατρὸς αὐτοῦ τὰ αἰδοῖα, τοῦτ' ἔστι τοῦ Οὐρανοῦ, ὡς Ἕλληνες παραληροῦσιν, ἀπέρ βιψεν· τὰ δὲ κατὰ θαλάσσης πεσόντα συνήγαγον ἀφρὸν πολὺν, ἐξ οὗ γέγονεν ἡ ᾿Αφροδίτη, καὶ ἐν Κύπρῳ ἐξεβράσθη. Λέγεται δὲ τῆς ἡδονῆς ἔφορος εἶναι καὶ τῶν κατὰ τοὺς σωματικοὺς ἔρωτας μανιῶν Παφεία δὲ λέγεται, ὅτι ἐν Πάρῳ τέθαπται μετὰ Κιννύρου. Παντὸς οὖν αἰσχροῦ τὴν ᾿Αφροδίτην έφορον εἶναί φασιν. Ο τοίνυν θεῖος Γρηγόριος φησιν, ὅτι ἐν τοῖς τρυφῶσι τὸ, Κύπρις, τοῦτ' ἔστιν τὰ τῆς ᾿Αφροδίτης ἔργα, πορνείαι, καὶ ἡδοναὶ, καὶ αἰσχρότης ἐν δὲ τοῖς ἐγκρατευομένοις καὶ πεινῶσιν, οὐδαμῶς. 197 Ορθῶς λέγει ποῦ Κερκιδᾶς ὁ φίλτατος 598 Τέλος τρυφώντων αὐτὸς ἐσθίων ἅλας, 599 Αὐτῆς τρυφῆς τε θ' αλμυρόν καταπτύων; 600 Τις δ᾽ οὐκ ἐπαινεῖ τὸν τρυφῶντι τῷ νέφ 601 Φήσαντα, Παῦσαι προτιθείς σου τὰς πέδας, 602 Εξαγριών τε τὸ σπαράσσον θηρίον; 605 Κακείνο δ' οἷον Στωϊκῶν τῶν φιλτάτων, 60% Ως άλλος ἄλλῳ σαρκίῳ τις προσλαλών. Τὴν Στωϊκὴν διατριβὴν Ξενοκράτης ὁ Πλάτωνος μαθητής συνεστήσατο. Οὗτοι δὲ τοὺς ἐκ περιπάτου ἁμιλλώμενοι καὶ γαστρός κατεῖχον καὶ ἡδονῆς, καὶ τὴν εἰς ἄκρον ἀκτησίαν ἡσπάζοντο. Τούτων τις ὡς ἄλλῳ τῷ ἰδίῳ προσδιαλεγόμενος σώματι, τὰς μὲν τρυφὰς προτιθεὶς εὐστόχως τῷ λόγῳ κατέπτυεν, ὅτι χρὴ τὴν φιλοσοφεῖν βουλόμενον δι. βεβαιούμενος τοῖς ἀναγκαίοις πρὸς χρείαν ἀρκεῖσθαι, δι' ὧν δυνατὸν τὸ ζῶον διακρατηθὲν μὴ λιμῷ διαφθαρῆναι καὶ θανάτῳ, τὸ δὲ περιττὸν τῆς χρείας οὐ φιλοσόφοις, ἀλλὰ τοῖς κτηνώδεσιν ἀνθρώποις παριτέον. 611 Ταῦτ' οὐκ ἀμείνω τῶν πάλαι βλακευμάτων 612 Σαρδαναπάλλου τοῦ Νίνου, ὃς ἂν ποτε 613 Πλούτῳ τε λαμπρὸς καὶ τρυφή διεφθαρώς, 614 Εβούλετ' αὐτῷ καὶ γεράνου μηκίστερον 615 Λαιμόν γενέσθαι ἡδονῆς μακράς χάριν. Σαρδανάπαλλος οὗτος δὴ τρυφητής ὤν, τοσοῦτον ἄπληστος ἦν, ὥστε βούλεσθαι καὶ πρόθεσιν ἔχειν γεράνου λαιμὸν μηκέστερον κεκτῆσθαι· βλακεύματα δέ φησιν ὁ θεῖος Γρηγόριος τὰς τῶν ἠθῶν καὶ τρό πων ἐκλύσεις· ταύτας εἰκὸς τοῖς τρυφῶσι παρ έπεσθαι. 616 ο θείε Δαβίδ, σοὶ δὲ διψώνει φρέαρ 617 Γῆς ἀλλοφύλων καὶ ποτὲν κρατούμενον, 018 Επεὶ δι' αἱμάτων τε καὶ μάχης τινὲς 619 Υπηρετοῦντο τῷ πόθῳ, χερσὶν λαβὼν (20 Εσπεισας ὕδωρ· οὐ γὰρ ἐξ ἀλλοτρίων 621 Κακῶν ἐδέξω τὸν σὸν ἐκπλῆσαι πόθον. Ο μακάριος Δαβὶδ τοῖς ἀλλοφύλοις παρατασσόμενος, ἐν ἀγρῷ αὐλιζόμενος, δι' ἐπιθυμίας γέγονε τοῦ ἐκ φρέατος Βηθλεὲμ ὕδατος. Τούτῳ μὲν οὖν κατά τινα θειοτέραν ἔννοιαν τὴν ἔφεσιν γεγενῆσθαί φασιν οἱ τῆς Ἐκκλησίας διδάσκαλοι. Χριστὸν γὰρ τὸν ἐν σπηλαίῳ Βηθλεὲμ διψῆσαί φασιν τὸν Δαβίδ, καὶ τῷ περὶ τούτου φλέγεσθαι πόθῳ· ἡ δὲ ἱστορία ἐστὶν αὕτη· Δαβὶδ ηὐλίζετο, τοῖς ἀλλοφύλοις παραταττόμενος· οὗτοι δὲ κύκλωθεν ἀμφὶ τὴν Βηθλεὲμ καθ εζόμενοι, το φρέαρ τοῖς Ἰσραηλίταις ἀνεπίβατον ἐποίουν. Τρεῖς δὲ νεανίαι τῆς ἐπιθυμίας τὸν βασι λέα θεραπεῦσαι τῇ τοῦ ὕδατος ἀρύσει βουλόμενοι, λάθρα της παρεμβολῆς τῶν ἀλλοφύλων μέσης χωρή σαντες, τοῖς ἰδίοις όπλοις ἀπείργοντες τοὺς πολε μίους, κάλπην ὕδατος ἀρυσάμενοι του ποθουμένου φρέατος, αὖθις τὴν παρεμβολὴν διασχίσαντες, τῷ
col. 577–578page 119 of 170
PG 38:577βασιλεῖ Δαβὶδ τὸ νάμα προσφέρουσιν· δεξάμενος δὲ καὶ μὴ βουληθεὶς ἐν αἵματι τῶν ἀνδρῶν ἐκπιεῖν, σπείσας τὸ νάμα καρτερώς είχετο τῆς ἐπιθυμίας ἄνω κείμενος. 652 Πυρὸς δ' ἀπειλὴν καὶ λεόντων χάσματα 633 Ήνεγκαν, ὥστε μὴ βέβηλον ἐν ξένη 634 Τροφήν προέσθαι βαρβάρων προστάγματι. Μέμνηται τοῦ Δανιὴλ καὶ τῶν τριῶν παίδων, ὡς τῆς βασιλικῆς τραπέζης τὴν ἐδωδὴν οὐ προσήκαντο. Κεῖται δὲ ἐν τῷ γ' λόγῳ ἡ ἐξήγησις. 635 'Αφ' οὗ δὲ Χριστῷ συμπλακεὶς ὁ Δυσμενής 656 Απῆλθε σαρκὸς εὐγενοῦς ἡττημένος 637 Εκ τετταράκοντ' ασιτίας νυχθημέρων, 638 Ως μᾶλλον αἰσχύνοιτο τῆς πείρας σφαλείς, 639 Νόμος προῆλθε της φίλης κενώσεως. Χριστοῦ τεσσαράκοντα νηστεύσαντος ἡμέρας καὶ πεινάσαντος, προσελθὼν ὁ διάβολος ἐπείρασεν αὐτὸν καταβαλεῖν· ἀπωσθεὶς δὲ καὶ καταισχυνθείς, ἀπῆλ θεν ἀπ' αὐτοῦ μέχρις καιροῦ, καθώς γέγραπται. Κεῖται δὲ περὶ τοῦ πειρασμοῦ ἐν τῷ γ' λόγῳ. 675 Τί ταῦτα; τὰς λεω θαυμάζεις κόρας 676 Τὰς τῶν ᾿Αθηνῶν προσφαγείσας ἀσμένως. Λεὼς ἀνὴρ οὕτω καλούμενος ἐν ᾿Αθήναις, τριῶν θυγατέρων ὑπῆρχε πατήρ· λιμοῦ δὲ γενομένου έχρη ματίσθησαν, ὡς εἰ ταύτας σφάζοιεν, τῆς φθορᾶς ἀπαλλαγήσονται· τὰς δὲ μαθούσας, ἑαυταῖς χρήσ σασθαί φασιν ὑπὲρ τῆς πατρίδος καὶ τῶν πολιτῶν, αἷς ἑορτὴν ἐπετέλουν καὶ ὡς ἡρωΐδας ἐσέβοντο. Καὶ περὶ θεανοῦς δὲ τῆς Πυθαγορείας φασὶν, ὡς ὑπὸ τυ ράννου συσχεθεῖσα, τῆς πατρίδος ὡς εἰπεῖν τὰ ἀπόρ ρητα, τὴν γλῶσσαν ἀποδακοῦσα ἐνέπτυσε τῷ τυ ράννῳ, μὴ θέλουσα καὶ ἀναγκαζομένη ἐξειπεῖν, ἀφαιρεθέντος τοῦ τῆς φωνῆς ὀργάνου. Χρὴ δὲ εἰδέ ναι, ὅτι πόρνας τὰς Πυθαγορείας κόρας ἐν τῷ πρὸς τὰς παρθένους λόγῳ ὁ ἅγιος Αθανάσιος ἀπο εφήνατο. 677 Μενοικέως τε την πρόθυμον εἰσφορὰν 678 Θηβῶν ὑπερθανόντος ὡς σώσῃ πόλιν; Μενοικεὺς Κρέοντός ἐστιν υἱὸς βασιλέως Θηβών. Πολεμουμένης οὖν τῆς ἰδίας πατρίδος τῶν Θηβῶν ὑπὸ τῶν ἑπτὰ στρατηγῶν, ἐχρησμώδησεν Τειρεσίας, μάντης ὢν παρ' αὐτὰς, παύσειν τὸν πόλεμον καὶ ἔσεσθαι αὐτοῖς νίκην, εἰ τοῦ βασιλικοῦ γένους τῶν αὐτοχθόνων ἀναδοθέντων ἐκ τῶν ὀδόντων τοῦ δρά κοντός τις ἑαυτὸν δῷ πρὸς ἀναίρεσιν· δίχα δὲ τοῦ πατρὸς Κρέοντος τοῦτο μαθὼν ὁ Μενοικεὺς, ἑαυτὸν δίδωσι πρὸς ἀναίρεσιν. 679 Κλεομβρότου τε τοῦ σοφοῦ τὸ τίμιον 680 Πήδημ' ἀπ' ὕψους ὡς ἀπέλθοι σώματος, 681 Επεὶ Πλάτωνος τῷ περὶ ψυχῆς λόγῳ 682 Πεισθεὶς ἔρωτι λύσεως κατεσχέθη; Κλεόμβροτος Αμβρακιώτης τὸ γένος· πόλεως δὲ αὐτῷ τῆς παλαιᾶς Ἠπείρου· ἐντυχών οὗτος τῷ Φαί δωνι τῷ περὶ ψυχῆς διαλόγῳ Πλάτωνος, καὶ μαθὼν ὡς ἄμεινόν ἐστιν τῆς ψυχῆς ὁ χωρισμός του σώμα τος, ἔρριψεν ἑαυτὸν ἀπὸ τοῦ τείχους καὶ τέθνηκεν, ἵνα δῆθεν ἡ ψυχὴ αὐτοῦ ἐξελθοῦσα χωρισθῇ τοῦ σώ ματος. 683 Λέγεις Επικτήτου τε τὸ κλασθεν σκέλος, 684 Πρὶν ἢ τι ῥῆξαι ῥῆμα δοῦλον τῆς βίας; 687 Πτισμόν τ' ἐν δίμῳ τῶν Ἀναξάρχου χερῶν; Κεῖνται ἐν τῷ οθ' λόγῳ αἱ ἱστορίαι. 691 Καὶ Σωκράτους τὸ κώνειον φιλοτησίαν 692 Ξένην τοσοῦτον ἡδέως σοι σπωμένην; Κεῖται πρὸ βραχέων. 757 Πίσαν δέ μοι σὺ καὶ κόνιν τὴν Δελφικὴν 78 Αύχει, Νεμέαν τε, καὶ πίτυν τὴν Ισθμίαν, 759. Δι' ὧν ἔφηβοι δυστυχεῖς ἔσχον κλέος, 760 Αθλων τιθέντες μικρὰ καὶ μικρῶν πέρα 762 μήτε νικᾷν μήτε νικᾶσθαι μέγα 761 Πυγμῆς πάλης τε καὶ δρόμου καὶ ἁλμάτων, 763 Οὐ γὰρ Θεὸς τὸ ἆθλον ἡ σωτηρία. Ἐν Πίσᾳ καὶ Δελφοῖς καὶ Νεμέοις καὶ ἐν τῷ Ἰσθμῷ ἑορταὶ τοῖς θεοῖς ἤγοντο καὶ ἀγῶνες· πανταχόθεν δὲ πάντες ἐφοίτων ἀγωνίσασθαι, καθ' δ πείρας ἔχα στος εἶχεν. Παντοίων τοίνυν ἀγώνων ἀγομένων, οι νικῶντες μεγάλως ἐδοξάζοντο. ᾿Αθλον δὲ ἐτίθετο καθ' ἕκαστον τῶν ἀγώνων, ὡς ἐπὶ Πατρόκλου γέγονεν, πρῶτον ἱπποδρομίας, εἶτα πεζοδρομίας, πυγμῆς, πάλης, ἁλμάτων, ὁπλομαχίας, τοξευμάτων, ἀκον τίων, ἔστιν ὅτε καὶ ναυμαχίας, ἄρσεως, καὶ ὅσοις
col. 579–580page 120 of 170
PG 38:579ἐπιδεικτιᾷν ἔστιν τοὺς ἐντρεχεῖς τὰ τοιαῦτα. Κατὰ τοὺς εἰρημένους δὲ τόπους τὰ τοιαῦτα ἐπιτελεῖτο διὸ πανταχόθεν ἐφοίτων, οἱ μὲν ἀγωνισόμενοι, οἱ δὲ θεασόμενοι. 777 Ξενοκράτης λέγουσιν, ὡς πόρνης τινὸς 778 οἱ προσριφείσης ἔκ τινων πειρωμένων 779 (Καὶ γὰρ καθεύδων νυκτὸς ἡνικ ᾔσθετο), 780 οὔτ᾽ ἐπτοήθη τῷ ξένῳ τῆς ὕβρεως, 781 Οὔτ᾽ ἐξανέστη καὶ ςυγεῖν ἀνέσχετο. Η παρούσα ἱστορία τὴν ἰδίαν ἐξήγησιν ἔχει περὶ Ξενοκράτους καὶ τῆς αὐτῷ προσριφείσης πόρνης. Τούτῳ γάρ τινες ὕβριν βουλόμενοι προσπορίσαι, ταύτην αὐτῷ προσέῤῥιψαν· αὐτὸς δὲ αἰσθόμενος ούτε ἀνέστη, οὔτε ταύτην ἀπεδίωξεν, ἀλλ᾽ ἀκίνητος μεί νας, ἔργῳ τὴν ἀπάθειαν ὑπέδειξεν, ὥστε την πόρνην εἰπεῖν, ὅτι «Τί μοι πεποιήκατε, νεκρῷ προσρίψανο τες ἀνδρί; › Όμως δὲ λαίμαργος ἦν· καὶ γὰρ ἀλλα χοῦ ὡς λαιμάργου καθάπτεται ὁ θεῖος Γρηγόριος. 780 Επίκουρος ἡδονὴν μὲν ἠγωνίζετο 787 Εἶναι τὸ ἄθλον τῶν ἐμοὶ πονουμένων. Επίκουρος φιλόσοφος γέγονεν· ὅστις μὴ προ νοεῖσθαι τὸν θεὸν τῶν τῇδε πραγμάτων ἐδόξαζεν οὗτος δὲ τέλος παντὸς ἀγαθοῦ τὴν ἡδονὴν ἐτίθετο καὶ οἱ μὲν νέο: ἐξηγηταί φασιν, οὐ τὴν ἀκάθαρτον ἡδονὴν, ἀλλὰ τὴν φυσικωτάτην κατάστασιν· καὶ τοῦτον δὲ οἱ φιλόσοφοι ἀποσκορακίζουσιν, καὶ ὡς μὴ λέγοντα πρόνοιαν, καὶ ὅτι τὴν ἡδονὴν τέλος τίτ θεται, καὶ οὐ τὸ πρώτιστον καὶ μόνον ἀγαθὸν, ὅπερ ἐστὶν ὁ Θεός. 792 Οὐδ' ὁ Πολέμων ἔμοιγε σιγηθήσεται 735 Καὶ γὰρ τὸ θαῦμα τῶν ἄγαν λαλουμένων. Οὗτος ὁ Πολέμων τὰ μὲν πρῶτα λάγνος γέγονεν καὶ φιλήδονος· οὐ γὰρ ἐν ἀνθρώποις αἰσχρότερον οἷόν τε ἦν ἢ λαγνότερον εὑρεῖν· τοσοῦτον δὲ ἤλασεν σωφροσύνης, ὥστε τινὸς ἑταιριζομένης νεανίσκω, παρ ρεπομένης κατά τινα πυλεῶνα ἐφ᾽ ἂν εἰκὼν ἀνέκειτο τοῦ Πολέμωνος, μελλούσης εἰσίεναι, τόν Πολέμωνα γεγραμμένον θεασαμένην, δρόμω φυγεῖν λέγεται τὴν ἑταίραν, πτοήσασαν τοῦ Πολέμωνος την θεωρίαν ἐκ μόνης τῆς γραφίδας- Πολέμων δὲ ἱστορεί τα καθ' Ελληνας, ὡς Ἰώσηππος καὶ Φίλων τὰ καθ' Εβραίους. 808 Δι' ὧν ἀνέπνει φασὶν οὐ μάλ' ἡδύ τι 809 Τοῦτον λέγω Δίωνα, οὗ πολὺς λόγος. Καὶ οὗτης Δίων σωφροσύνην ἀσκήσας, εἰς γάμους ἐλθὼν καὶ λέκτρα, ἀφροδισίων ἄπειρος ὤν, μετα μεληθεὶς τῇ γυναικί φησιν·. "Ω γύναι, οὐ γάρ μας τὴν νόσον ἔφρασας· ἡ δὲ διεβεβαιοῦτο πάντων λογίζεσθαι τῶν ἀῤῥένων τὸ σύμπτωμα τοῦτο, ὅπερ ἦν τοῦ σεμνοῦ δήλωμα τρόπου. 816 Τίς οὐκ ἐπαινεῖ τὸν ᾿Αλέξανδρον τότε, 817 "Ος τὰς Δαρείου παῖδας ὡς ἡττημένου 818 Εἰς χεῖρας εἷλεν, εὐπρεπεῖς εἶναι μαθών, 819 Εἰς ὄψιν οὐκ ἐδέξατ'; εἶναι γὰρ κακὸν, 820 Ανδρών κρατήσανθ', ἥσσον εἶναι παρθένων. Αλέξανδρος ὁ Μακεδὼν τὰς Δαρείου θυγατέρας αἰχμαλωτίδας λαβών, μαθὼν αὐτὰς εὐπρεπεῖς ὑπάρ χειν, οὐδὲ θεάσασθαι κατηξίωσεν, ἐπειπών σχρόν τοὺς ἄνδρας ἐλόντας, ὑπὸ γυναικών ήττη θῆναι. 831 Τίνων Ερωτες, είπέ μοι, καὶ ἀρρένων; 852 Δεῖ γὰρ πλέον τι τοὺς θεοὺς ὑμῶν ἔχειν 833 Τίνων Φρυγίσκοι μείρακες καὶ συμπόται 834 Ἥδιστον νέκταρ οἰνυχροῦντες εἰσαύτως υπερ λέγει τοιοῦτόν ἐστιν, ὅτι Τίς οινοχοείν βού λεται τὸν Γανυμήδην; Φρυγίσκος δὲ νεανίας ὁ Γανυμήδης, ἂν ἤρπασεν ὁ Ζεὺς εἰς ἀετὸν μεταβληθείς. Κεῖται δὲ ἡ παροῦσα ἐξήγησις ἐν τῷ γ' λόγῳ. Νέκταρ δὲ πόμα τῶν κατ' Ολυμπον ὑπάρχει θεῶν, ἡδύ τι καὶ ἐξαίρετον, ὡς Ομηρός φησιν. 836 Τίνων γάμων κλοπαί τε καὶ δεσμῶν ὕβρεις 837 Θέατρον αἰσχρὸν καὶ γέλως κεκλημένος 838 Πως πάντα ποιοῦσ' αἱ γυναῖκες τὸν Δία, 839 Ταῦρον, κεραυνών, κύκνον, ἄνδρα, θηρίον, 840 Χρυσόν, δράκοντα, τὰς ἔρωτος εκτάσεις 841 Τὸν ὕπατόν τε καὶ κάκιστον μνήστορα;
col. 581–582page 121 of 170
PG 38:581Ταῦρος ὁ Ζεὺς διὰ τὴν Εὐρώπην, κεραυνὸς διὰ τὴν Ηραν, κύκνος διὰ τὴν Λήδαν, ἀνὴρ διὰ τὴν Σεμέλην, θηρίον καὶ δράκων διὰ τὴν Ὀλυμπιάδα, χρυσός διὰ τὴν Δανάην. Κεῖνται δὲ πᾶσαι αἱ ἱστορίαι ἐν τῷ γ' λόγῳ. 842 Τίς ἡδονῶν δέσποιναν ἡγεῖται θεόν; 813 Βωμούς τ' ἐγείρει καὶ ναούς παθήμασιν; Τὴν ᾿Αφροδίτην φασὶ τῶν ἡδονῶν ἔφορον, καὶ θεὸν αὐτὴν προσαγορεύουσιν Έλληνες, καὶ προσκυνοῦσιν ὡς ἡδονῆς δέσποιναν, κεστὸν αὐτῇ τινα τῆς τοιαύτης ενεργείας χαριζόμενοι, ἐν ᾧ τὰ τῶν ἐρώτων ἀποκεῖσθαι σεμνύνονται. Διὸ καὶ παντοίοις αὐτὴν ἐνόμασιν τιμῶσιν ἡδονῆς, οἷον ἀφροδίσια καλοῦσε τὴν συνουσίαν, ὡς ἐκ τῆς Αφροδίτης· κύπρος λέγουσι πάλιν, ὡς ἐκ τοῦ Κύπρις· καὶ γὰρ Κύπρις λέγεται καὶ Πα φεία, ὡς περὶ τούτων ήδη πολλαχοῦ λέλεκται. 844 Τίνων δὲ νύκτες νυκτὸς ὄντως ἄξιαι 845 Σεμνώς ατίμων συμβόλοις τιμώμεναι; Τὸν Κελεόν φασιν καὶ τὸν Τριπτόλεμον παρὰ τῆς Δήμητρος νυκτός τινας μαθεῖν τελετὰς αἰσχρὰς καὶ ἀσελγεῖς. Κεῖται ἡ ἱστορία ἐν τῷ ξδ' λόγῳ. 846 Ιθύςαλοί τε καὶ φαλός γέλως μέσος, 847 Θεὸν νέον μιγνύντες ἐν τοῖς πλάσμασιν, 848 καὶ λεγόντων εγκαλύπτεσθαι πρέπον. Τῷ Διονύσῳ ἑορτὴν ἄγοντες οἱ Ἕλληνες, φαλλοῖς ἐτίμων αὐτόν· φαλλὸς δὲ ἐκ δέρματος ῥουσίου σχῆμα αιδοίου ἀνδρός. Τοῦτο περιετίθουν ἐν τοῖς τραχήλοι; καὶ ἐν τοῖς μέσοις μηροῖς, καὶ ἐξωριοῦντο, τιμώντες ἐκ τούτου τὸν Διόνυσον· τὴν δὲ τιμὴν ταύτην ἡγον τῷ Διονύσῳ διὰ τοιαύτην αἰτίαν· Ἐκ Σεμέλης τῆς Κάδμου θυγατρὸς γεννᾶται ὁ Διόνυσος. Αὕτη κεραι νωθεῖσα ἐζητεῖτο ὑπὸ Διονύσου· περιπλανωμένῳ δὲ καὶ ζητοῦντι, Πολύυμνος παῖς οὕτω λεγόμενος περιέτυχεν τῷ Διονύσῳ, καὶ ὑπέσχετο δείξειν αὐτῷ τὴν μητέρα, εἰ παιδεραστήσει αὐτόν· ὁ δὲ Διόνυσος ὑπέσχετο τοῦτο. Λέγει αὐτῷ ὁ Πολύυμνος, ὅτι ἐν Λέρνῃ ἐστὶν ἡ Σεμέλη· εἶτα εἰσελθὼν ὁ Διόνυσος ἐν τῇ θαλάσσῃ ἵνα περάσῃ ἐν τῇ Λέρνη, συνηκολούθησεν αὐτῷ καὶ ὁ Πολύυμνος· καὶ ὁ μὲν, φασίν, ὡς θεὸς ἐσώθη, ὁ δὲ Πολύυμνος τέθνηκεν· λυπηθεὶς δὲ Ο Διόνυσος, ὅτι τέθνηκεν ὁ ἐραστὴς αὐτοῦ, πρὸς τιμὴν αὐτοῦ αἰδοῖον ξύλινον συκίνου ξύλου πελεκίσας κατεῖχεν ἀεὶ εἰς μνήμην, ὡς εἶπον, τοῦ Πολυύμνου. Δι' αἰτίαν οὖν τοιαύτην τοῖς φαλλοῖς τιμῶσι τὸν Διό νυσον. Φαλλοὶ οὖν εἰσι πάντες· ἰθύφαλλοι δὲ οἱ ἐπὶ τῶν μηρῶν ἐπ᾿ εὐθείας δεσμούμενος. 819 Ερμαφρόδιτοι Πάνες ἄσχημον γένος. Οὗτοι διφυεῖς ἐλέγοντο, ἀνδρῶν καὶ γυναικῶν φύσιν ἔχοντες· μυθίζονται δὲ ὡς ἀπὸ Ἑρμοῦ καὶ Αφρο δίτης τὴν ἀρχὴν ἐσχηκότες. 850 Θεῖοι τραγοσκελείς τε καὶ τράγοι τρόπον, 8:1 Παρ' οἷς γάμων χορεύτριαι καὶ παρθένοι 852 Συνεισφέρουσαι προῖκα πορνείας πόρον. Τον Πᾶνα Μενδῆτα καλοῦσιν Αἰγύπτιοι· ἔστι δὲ τραγόπους, ἢ τραγοπρόσωπος. Σέβονται δὲ τὸν Μεν δῆτα, ήγουν τὸν Πᾶνα, ὥστε μὴ γεύεσθαι αἰγῶν, ενώ τὸ εἶδος ἔχειν αἰγῶν τὸν θεόν. Ποιοῦσι δέ τινας τε λετὰς αἰσχρὰς, ἐν αἷς τὸν Πᾶνα ἱστοροῦσιν αὐλοῦντα, καὶ παρθένους δῆθεν αἰσχρῶς γυμνουμένας και χο ρευούσας, καί τινα αἰσχρὰ ταῦτα παρέπεται· διό φησι· Συνεισφέρονται προίκα πορνείας πόρον. 855 Ταῖς τῶν δ᾽ ἑταίραις τὴν Αφροδίτην σοφοὶ 800 Μορφοῦσιν, ὡς θεοῖντο τῷ σοφίσματι 861 Καὶ Φειδίᾳ τὰ παιδικὰ ἐν τῷ δακτύλῳ 861 Τῆς παρθένου γραφέντα πάντ' ἀρκεῖ καλά. Φειδίας τὸ μὲν γένος λέγεται Συρακούσιος, ἄρι στοῦ ἀστρολόγος τὴν τέχνην, Αρχιμήδους πατήρ. Οὗτος ἀγαλματοποιός ῶν, καὶ Διὸς ξόανον κατα σκευάσας ἐπὶ θρόνου καθήμενον, ὅπερ λέγουσιν Διός Φειδιακού. 866 Πύρνας γαοῖς τε καὶ θεοῖς τιμωμένας 867 Εὐφροσύνην μέλαιναν ἐν τῷ θηρίῳ 868 Σεμνὸν γὰρ ἦν καὶ τοὔνομ᾽ ἐν ναοῖς μέσοις 809 Τὴν ῾Ελλάδος δέσποιναν, ἧς λόγος πολὺς, 870 Ἐξ Υκκάρων φθαρεῖσαν αἰσχρὰν Λαΐδα. Εὐφρω, Φρύνην, λέαιναν αἰγός θηρίαν.
col. 583–584page 122 of 170
PG 38:583Λαῖς πόρνη ἦν ἐξ Υκκάρων· φθαρείσα κατήντησεν εἰς Κόρινθον, κἀκεῖσε δημοσίως εταιριζομένη, τῇ τῆς ὄψεως ὥρᾳ πάντας τοὺς τῆς Ἑλλάδος εὐ πάτριδας ἐφείλκετο, χρήματα πολλὰ παρεχομένους ἧς καὶ εἰκόνας καὶ ἐπιγράμματα πολλοὶ ἀνετίθεσαν, ναοῖς τιμῶντες καὶ δημοσίοις τόποις. 911 Των Ναζιραίων τῶν νέων συστήματα 912 Πλήθοντα καὶ στίλβοντα τοῖς ἔνδον καλοῖς, 913 "Α παρθένοι τιμῶσιν μέχρις αίματος. Ναζιραῖός ἐστιν ὁ τῷ Θεῷ ἀφιερωμένος, οἷος ἦν ὁ Σαμουὴλ καὶ ὁ Σαμψών· νέους δέ φησι Ναζιραίους τὰ πλήθη τῶν παρθενευόντων καὶ ἀσκουμένων, ὧν ἄπειρὺς ἐστιν ἀριθμὸς ἐν ἀνδράσι καὶ γυναιξὶ θεω ρούμενος. 914 Τί σοι λέγοιμ' ἂν Θέκλαν, ἢ εἶν' ᾖ τίνας, 915 "Οσαι θεῷ τὸ κάλλος ἐσφραγισμένον 916 Τηρεῖν θέλουσαι, κινδύνοις προσέδραμον; Κεῖται ἡ περὶ Θέκλης ἐξήγησις ἐν τῷ γ' λόγῳ. ΛΟΓΟΣ ΓΚ'. Γνῶμαι τετράστιχοι 3 Κλέπτεις τὰ σαυτοῦ μὴ διδούς· καινοῦ χρέους 4 Ανανίας πειθέτω σε Σάπφειρά τε. Ανανίας καὶ Σάπφειρα κλέπται τυγχάνοντες, ὑπὸ Πέτρου τοῦ ἀποστόλου κατακριθέντες διεφθάρησαν. Κεῖται ἐν τῷ γ' λόγω. ΛΟΓΟΣ ΚΑ'. Περὶ Παρθενίας 20 Τί μοι τὰ πόῤῥω; κειμένῳ δ᾽ ἑωσφόρο 21 Μὴ συγκατηνέχθησαν ἀγγέλων χοροί; Εωσφόρος πεσὼν καὶ ἀστραπὴ λέγεται ὁ διάβολος. Ο μὲν γὰρ Ησαΐας περὶ αὐτοῦ· Πῶς ἔπεσεν ὁ Φωσφόρος ὁ πρωί ἀνατέλλων; ὁ δὲ Κύριός φησιν Εθεώρουν τὸν Σατανᾶν, ὡς ἀστραπὴν ἐκ τοῦ οὐ. ρανοῦ πεσόντα. Κεῖται δὲ ἡ ἐξήγησις ἐν τῷ β' λόγῳ. 3. Τί δ' οὐκ Ιούδας ἦν φονεὺς τοῦ Δεσπότου; 25 'Αλλ' οἱ μαθηταὶ δόξα· τοῦτο δ' οὐ σκοπεῖς; Κεῖται ἐν τῷ β' λόγῳ. 44 Αλλοι δὲ φευγέτωσαν, ὡς θῆρές ποτε, 45 Το Σινὰ πλαξὶν ἐντυπουμένου νόμου. Κεῖται ἡ παροῦσα ἐξήγησις ἐν τῷ ιβ' καὶ ἐν τῷ μα λόγῳ. 49 Ἂν δὲ προσδέῃ κιμψάκης σοι πηγαίνει 50 'Υδρεία τε δώσει πυθμένος γεωργίαν. Κεῖται ἡ κατὰ τὸν Ηλίαν καὶ τὴν Σεραφθίαν χή ραν ἱστορία ἐν τῷ β' καὶ γ' λόγῳ. 51 "Αρτοις τρέφονται πέντε μύριος λεώς, 52 Πόσφ σὺ μᾶλλον ἡ Θεοῦ παραστάτες; Κεῖται ἐν τῷ α' και β' λόγῳ. 57 Ἡ καὶ κανοῦν προθεῖσα τῷ Θεῷ σύ γε 58 ᾿Αποστερήσεις, καὶ Σοδόμων ἡ φυγούσα πιρ 59 Παλινδρομήσεις; Μὴ λίθος παγῆς ἀλός. Κεῖται ἐν τῷ β' και γ' λόγῳ. 62 Χρυσῆς τί γλώσσης ἐστὶν εὐτελέστερον, 65 Ψιλῆς τε διδράγμου τε τῶν ἀναστάτων 64 Ἀλλὰ κλαπέντα καὶ στρατὸν διώλεσεν. Κεῖται ἡ κατὰ τὸν ᾿Αχαρ ἐξήγησις ἐν τῷ ιβ' λόγῳ. ΛΟΓΟΣ ΡΚΕ. Κατὰ θυμοῦ. 61 Εὐθὺς βόησον τῶν μαθητῶν ῥήματα 6. Επιστάτα, κλύδων με δεινώς αμφέπει, 63 Τίναξον ύπνον καὶ σὺν ἐκσώσεις στόλον. Κεῖται ἐν τῷ ιθ' λόγῳ. 186 Τίνες μάλιστα προσφιλέστατοι Θεῷ; 187 Τί πρῶτον ἢ μέγιστον ἐξησκηκότες; 188 Μωϋσῆς ἐκεῖνος, Ααρών, οι φίλτατοι, 189 Δαβίδ, Σαμουήλ, εἶτα Πέτρος ὕστερον 190 Οι μέν γε μαστιχθεῖσαν Αἴγυπτον τόσαις 191 Πληγαῖς ἀσωφρονιστον εἶχον· ἀλλ' ὅμως 192 Φειδοῖ προσήγονθ' ὡς τῷ Φαραῷ θράσος, 193 "Εως ἐπεκλύσθησαν ἐκ τῆς ὕβρεως, 194 Οἷς μὴ τὸ μακρόθυμον ήνεγκεν σέβας 195 Ὡς ἂν μάθωσι πάντες αἰδεῖσθαι τόδε. Μωϋσῆς καὶ Ααρών προφῆται ὑπάρχοντες τοῦ λαοῦ Ἰσραὴλ, καθηγούμενοι τοῖς υἱοῖς Ἰσραὴλ της Αἰγυπτίων κακώσεως ἐξελκῦσαι παρὰ τοῦ θεοῦ στα λέντες, ὡς ἐν τῷ δευτέρῳ διεξήλθομεν λόγῳ, πολλαῖς μάστιξι τους Αιγυπτίους εκάκωσαν, τοῦ Θεοῦ ση μείοις καὶ τέρασι συνεπισχύοντος αὐτούς. Πρῶτον μὲν οὖν τὴν ράβδον ἀπέναντι Φαραώ ρίψας Ααρών εἰς δράκοντα μετέβαλεν· ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ τῶν Αἰγυπτίων ἐπαοιδοὶ ταῖς φαρμακείαις αὐτῶν, καὶ τὰς ἰδίας ρίψαντες ράβδους εἰς ὄφεις μετεποίησαν· ἀλλ᾽ ἡ ῥάβδος ἡ τοῦ Δαρὼν τὰς ἐκείνων κατο ἐπιεν ῥάβδους, ὅθεν τὸ μὲν τέρας ἀνόνητον ἦν· τοῦ Σιν, 12, Ρ. 597.
col. 585–586page 123 of 170
PG 38:585Φαραώ σκληρυνθέντος.... τάξαντος, πλήξας τῇ ῥάβδων τὸ ὕδωρ τοῦ ποταμοῦ Μωϋσῆς εἰς αἷμα μετέβαλεν εἶτα βατράχους ἡ γῆ ἀνέδωκεν ὀλεθρίους, καὶ σκνῖπες τὴν γῆν ἀμφεκάλυψαν καὶ τὸν ἀέρα· τῆς δὲ κυνομυίας αὖθις ἡ τῶν Αἰγυπτίων γῆ πλήρης γέγο νεν καὶ τοῖς τετράποσιν· εἶτα θάνατος ἐπῆλθεν, καὶ φλυκτίδες πρὸς τούτοις ἀναζέουσαι τοῖς σώμασιν τῶν ἀνθρώπων· ἔβρεξε δὲ χάλαζα πυρὶ σύμμικτος αὖθις· ἐπὶ δὲ τούτοις ἀκρὶς ἐπελθοῦσα, πᾶσαν βου τάνην ἀπώλεσεν ἐν Αἰγύπτῳ· σκότος έπειτα ψηλαφητὸν τὴν Αἴγυπτον κατεκάλυψεν· ὕστερον δὲ πᾶν πρωτότοκον ἀπὸ ἀνθρώπου ἕως κτήνους ἀπώλετο τῶν Αἰγυπτίων. Ἐπὶ μὲν οὖν ταῖς εἰρημέναις πληγαίς ἀσωφρόνιστος ἦν ὁ τῶν Αἰγυπτίων κρατῶν, φιλανθρώπως δὲ Μωϋσῆς καὶ ᾿Ααρών καθ' ἑκάστην βά σανον τοῖς Αἰγυπτίοις προσηγάγοντο, τὸν Θεὸν αὐτ τοῖς ἵλεω προκαθιστώντες. Τοῖς δὲ τὸ φιλάνθρωπον ἀνοίας περισσοτέρας εγίνετο ἀφορμή. Τῆς γὰρ μάστιγος λωφούσης, αὐτίκα τῆς συμφορᾶς ἐπιλανθανόμενοι, περισσοτέρως ἐμαίνοντο. Τέλος δὲ τοῦ λαοῦ τῆς αὐτῶν ἐκδημήσαντος χώρας, κατὰ τὴν ἔρημον οδηγούμενοι, θράσει πολλῷ κρατούμενοι καὶ ἀνοίᾳ, κατεδίωκον ὀπίσω αὐτῶν, οὔτε τῶν πληγῶν ὧν πεπείραντο μνημονεύοντες, οὔτε τὸν φαινόμενον εὐλα βηθέντες καθηγεμόνα Πῦρ γὰρ αὐτῶν νύκτωρ προ ηγεῖτο κίονος σχήματι κατὰ τὸν ἀέρα διατεινόμενον, καὶ νεφέλη συσκιάζουσα μεθ᾿ ἡμέραν. Αμφὶ δὲ τὴν Ἐρυθράν στρατοπεδεύσαντες θάλασσαν δι' ὅλης ηυλίσθησαν τῆς νυκτός, ἧστινος διαιρεθείσης ἐκ θείας προστάξεως, ὁ μὲν λαὸς μέσην διελάσας πεζεύων τὴν θάλασσαν διαπορθμεύει, τεῖχος ἐνταῦθα κἀκεῖθεν ὁμοίως ἀποπαγέντων ἑκατέρωθεν τῶν ὑδάτων. Οἱ δὲ δὴ κακοδαίμονες ἀμφὶ τὸν Φαραώ θρασύτητε τοῦ διατετμημένου καθορμήσαντες πόντου, θάττον υποβρύχιοι γεγονότες, παντελῶς κατεποντίσθησαν, τοῦτο τέλος οἰκτρὸν τῆς ἀβουλίας ευράμενοι. Δι φησιν ὁ θεῖος Γρηγόριος ἐπάγων, ὡς κρείσσον και ταφρονεῖν θρασύτητος ἢ φιλανθρωπίας ὧδέ πως Κρείσσον θρασὺν γὰρ ἢ πρᾶον περιφρονεῖν· καὶ γὰρ ἄμεινον χείρονος ἢ τοῦ φιλανθρώπου καταφρονεῖν. 197 Αἰνῶ Σαμουὴλ ὅς ποθ᾽ ὕβριν δυσφορῶν 198 'Ρήξαντος αὐτῷ τὴν διπλοίδα τοῦ Σαούλ, 199 Εἶτ᾽ ἀξιωθεὶς ὥστε συγγνώμην ἔχειν 200 Αφῆκεν εὐθὺς τῷ λόγῳ τὴν αἰτίαν. Σαούλ δ τοῦ Ἰσραὴλ βασιλεύς, ἦν μὲν υἱὸς Κὶς, ἐκ φυλῆς Βενιαμίν, ὃς ἐχρίσθη βασιλεὺς ὑπὸ Σαν μουὴλ τοῦ προφήτου. Τούτῳ θρασὺς ἦν πόλεμος πρὸς τοὺς ᾿Αμαληκίτας· ἀπιόντι δὲ, διὰ Σαμουήλ προσ έταξεν ὁ Θεὸς μὴ φείσασθαι τοῦ ᾿Αμαλήκ, μηδὲ κατοικτεῖραι πρεσβύτερον ἢ νεανίσκον αὐτοῦ, μήτε μὴν γυναῖκα καὶ παιδίον ὑπομάζιον· ἀλλ᾽ ἄρδην ἅπαντας ἀπολέσαι, καὶ μὴν τούτοις καὶ τὴν ὕπαρξιν συναπολέσαι, μήτε δὲ ζωγρῆσαι τῶν κτηνῶν αὐτῶν τι, μηδὲ βοῦς ἱερεῦσαι καὶ θρέμματα τῆς αὐτῶν προνομῆς, ἢ τῷ Θεῷ προσεῖσαι παντελῶς ἐνετείλατο. Ταῦτα μὲν οὖν ὁ Σαούλ ἀκηκοώς, τοὐναντίον ἅπαν διεπράξατο. Καὶ γὰρ αὐτῶν τοὺς νεανίσκους ηλέη σεν, καὶ καλλιστεύοντα τῶν κτηνῶν ἐζώγρησεν, καὶ τὴν ὕπαρξιν προενόμευσεν· ἐλθόντι δὲ τῷ Σαμουήλ εἰς συνάντησιν, ἐπειρᾶτο λαθεῖν. Ὁ δὲ Σαμουήλ, ἅτε προφήτης τὸ πᾶν ἐγνωκώς, «Τίς ἡ φωνή, εἶπε τῷ Σαούλ, τῶν ποιμνίων ἡ ἐν τοῖς ὠσίν μου έρχο μένη; • Καὶ Σκούλ· Ἐξ Αμαλήκ, ἅπερ ἐνήνοχα Οὗται τῷ Θεῷ σου, ο φησίν. Ο δὲ Σαμουὴλ ἀπεκρίνατο· ο Μεματαίωσαι σφόδρα καὶ ἠγνόηκας· ἀγαθὸν γὰρ ὑπακοὴ ὑπὲρ θυσίαν, καὶ νῦν μεματαίωσαι σύ, ο Ταῦτα εἰπὼν ἐξανέστη· Σαούλ δὲ τῆς διπλοῖδος Σα μουὴλ ἐπελάβετο, ἡ δὲ διερράγη· στραφεὶς δὲ πρὸς αὐτὸν ἀπεκρίνατο·. Διέρρηξεν Κύριος τὴν βασι λείαν ἐκ χειρός σου. ο Καὶ ἦν Σαμουὴλ πενθῶν ἐπ' αὐτῷ πάσας τὰς ἡμέρας· ὁ δὲ Σαούλ τὸν προφήτην
col. 587–588page 124 of 170
PG 38:587ἐπὶ τῶν πρεσβυτέρων τοῦ λαοῦ δοξάσαι αὐτὸν ἐξελιπάρει. Καὶ δὴ συγκαταβάσει χρησάμενος ὁ προφή της, υπό τε συμπαθείας κατακαμφθείς, αὖθις ὑπο στρέψας τῷ λαῷ τὸν βασιλέα περίδοξον καταστήσας, ἐπειρᾶτο δι' οἴκτου τὸν Θεὸν αὐτῷ καὶ πάλιν εὐμενη καταστῆσαι. Ταῦτα μὲν ἡ τοῦ προφήτου συμπάθεια καὶ πραότης· ἀλλ᾽ ὁ Θεὸς ἀδέκαστος ὢν δικαστὴς καὶ προβλέπων, μὴ πενθεῖν ἐπὶ Σαούλ τῷ Σαμουὴλ διετάξατο, τοῦ βασιλεύειν αὐτὸν ἐπὶ τὸν Ἰσραήλ, ἅτε δὴ παρωσάμενος· ἀλλ᾽ εἰς Βηθλεὲμ ἐξ αὐτῆς ἀπάραντα, τὸν υἱὸν Ἰεσσαὶ Δαβὶδ εἰς βασιλέα χρίσαι τὸν ἐν τῷ ποιμνίῳ προσέταξεν· καὶ γὰρ ἀγαθὸς τῷ Κυρίῳ. 202 Δαβίδ ὑπομνήσθητι καὶ τῶν κρουμάτων, 03 Εξ ὧν πονηροῦ πνεύματος Σαούλ ποτε 204 Ηλευθέρωσεν· εἶτ' ἀγνώμενος τυχών 405 Φεύγων, ἀλύων τὴν περὶ ψυχῆς τρέχων 206 Δοθέντος αὐτῷ τοῦ Σαούλ ἐφείσατο 507 Καὶ τοῦτο δίς τε καὶ μόγις σεσωσμένος 208 'Η διπλοῖς γνώρισμα τῆς ἐξουσίας 209 Κεκαρμένη, φακός τε τοῦ κράνους κλαπείς. Πολλῶν ὁ Σαούλ εὐεργεσιῶν διὰ Δαβὶδ ἀπολαύσας, πολυτρόπως αὐτὸν ἐπεβούλευεν· ὁ δὲ τόπον ἀμείβων ἐκ τόπου, τοῦ μάτην ἐχθραίνοντος αὐτῷ τὴν κακίαν” ἐξέκλινεν. Ποτὲ γοῦν οἱ Ζηφαῖοι (πόλις δὲ τῆς Χαναναίας Ζῆφαι), πρὸς Σαούλ παραγενόμενοι, τὸν Δα Εἰδ κρυπτόμενον παρ' αὐτοῖς κατεμήνυαν ἐν Ἐγο γαδδί. Καὶ δὴ Σαούλ ἐξ Ἰσραὴλ τρισχιλίους ἐπιλεξάμενος ἄνδρας ἐκπορεύεται συλλαβεῖν αὐτὸν, καὶ γε νόμενος ἐν σπηλαίῳ Σαούλ εἰσῆλθεν παρασκευάσασθαι· καί γε Δαβὶδ ἐνδότερον ἅμα τοῖς αὐτοῦ χρυ πτόμενος ἦν· ὡς δὲ Σαούλ καὶ πάντες ὕπνωσαν οἱ περὶ αὐτὸν, παρώτρυνον τὸν Δαβὶδ οἱ περὶ αὐτὸν ἀναστάντα πατάξαι τὸν Σαούλ, ταύτην είναι φάσκοντες τὴν ἡμέραν, ᾗ τὸν ἐχθρὸν εἰς χεῖρας ἀποκλείσειν αὐτῷ τὸν Θεὸν προηγόρευται, ὡς ἂν αὐτῷ χρήσαι το κατ' ἀρέσκειαν· Δαβὶδ δὲ μηδαμῶς τοῦτο πράττειν ἐπωμόσατο τὸν Θεὸν, εἰ τὴν χεῖρα τοῦ διαφθεῖραι τὸν χριστὸν ἐπείσει Κυρίου· πλὴν ὅτι τῆς διπλοίδος Σαούλ λαθραίως ἀποκείρας τὸν εὐχείρωτον εφείσατο διαφθείραι, πλείοσι λόγοις πεπεικώς τοὺς συνώντας αὐτῷ μὴ δεῖν ὁπωσοῦν μηδ' ὅσιον τῷ Χριστῷ Κυρίῳ τῷ βασιλεῖ λοιμῶς ἐπιέναι, μηδὲ χεῖρας αὐτῷ φονίους ἐπανατείνειν. Οὗτος εἶπεν· οἱ δὲ τοῖς λόγοις ὑπήκουον, οὐδ᾽ ἐπείθησαν, ἀλλ' ἡσύχασαν. Αναστὰς δὲ Σαούλ τον Δαβὶδ προθυμούμενος συλλαβεῖν, εἴχετο της ὁδοῦ· βραχὺ δὲ προῄει, καὶ Δαβὶδ κατὰ πόδα τοῦ σπηλαίου προπηδήσας, καθάπερ ύψιπέτης ἀετὸς ποι ρυδῶν ὑπεριπτάμενος χαμαιπετῶν ἔστη, καὶ λόγοις προσεφώνει ταχυτάτοις τὸν βασιλέα, καὶ δή φησι «Κύριε βασιλεῦ., Σαούλ δὲ τὴν φωνὴν ἐπεγνωκώς εἶναι τοῦ Δαβὶδ ἀπεστράφη· καί φησιν ὁ λαλῶν Τί τὸ ἀδίκημά μου, καὶ τί τὸ ἁμάρτημά μου ἐναντίον σου, ὅτι καταδιώκεις ὀπίσω μου, ὡς κα-1 διώκει ὁ νυκτικόραξ, καὶ δεσμεύεις τὴν ψυχήν μου λαβεῖν αὐτήν; Ἰδοὺ οἱ ὀφθαλμοί σου, καὶ οἱ ὀφθαλμοὶ βλέπουσι τῶν μετὰ σοῦ, ὡς ἀπέκλεισεν σε Κύ ριος εἰς τὰς χεῖρας μου ἐν τῷ σπηλαίῳ, καὶ οὐκ ἠβουλήθην ἀποκτεῖναί σε· καὶ τὸ πτερύγιον ἰδοὺ τῆς διπλοῖδος σου ἐν τῇ χειρί μου, καὶ οὐκ ἀπέκταγκά σε· καὶ νῦν ἐπίσω τίνος καταδιώκεις σὺ βασιλεῦ Ἰσραήλ; ἐπίσω κυνός τεθνηκότος ἢ ψύλλου ἑνός. Γένοιτο Κύριος εἰς κριτὴν ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ, ἡ δὲ χείρ μου οὐκ ἔσται ἐπὶ σὲ, καθὼς λέγει ἡ παραβολὴ ἡ ἀρχαία, Ἐξ ἀνόμων ἐξελεύσεται πλημμέλεια, ἡ δὲ χείρ μου οὐκ ἔσται ἐπὶ σέ. ο Ταῦτα μὲν ὁ Δαβίδ· Σαούλ δὲ κατανυγείς ἔκλαυσεν, καί φησι· ι Φωνή σου αὕτη, τέκνον Δαβίδ· ι καὶ ἔκλαυσεν, καὶ εἶπεν Σαούλ· ο Δίκαιος σὺ ὑπὲρ ἐμὲ, ὅτι ἀνταπέδωκάς μοι ἀγαθὰ, ἐγὼ δὲ ἀνταπέδωκά σοι που
col. 589–590page 125 of 170
PG 38:589νηρά· καὶ νῦν ἀπηγγελκάς μοι, ὡς ἀπέκλεισεν με Κύριος εἰς τὰς χεῖρας σου, καὶ οὐκ ἀπέκταγκάς με καὶ εἰ εὕροι τις τὸν ἐχθρὸν αὐτοῦ καὶ προπέμψοι αὐτὸν ἐν εἰρήνῃ, καὶ Κύριος ἀνταποδώσει αὐτῷ ἀγαθὰ ὂν τρόπον πεποίηκάς μοι· καὶ νῦν οἶδα ὅτι βα σιλεύων βασιλεύσεις ἐν Ἰσραὴλ, καὶ στήσεται ἡ βασι λεία Ἰσραὴλ ἐν χειρί σου, καὶ νῦν ὅμοσόν μοι, ὅτι οὐκ ἀφανίσεις τὸ ὄνομά μου μετ' ἐμὲ ἐκ τοῦ οἴκου τοῦ πατρός μου.» Καὶ ὤμοσεν αὐτῷ· καὶ ἀπῆλθεν ἕκαστος τὴν ὁδὸν αὐτοῦ· ταυτὸ μὲν ἐποίησεν, καίτοι τὰ χείριστα πεπονθώς· ἀλλ' οὐκ ἀνῆκεν τὴν ἀπειλὴν ὁ μὴ βουληθεὶς συνιέναι τοῦ ἀγαθῆναι Σαούλ, ἐπεὶ μηδαμῶς ἤρεμον ή μοχθηρία. Πάλιν δὲ στρατοπεδεύσας, ἐπ' αὐτὸν ἐκπορεύεται· καὶ δὴ λαμπηδόσι τυπείς κατὰ κράνους ἡλιακαῖς ὑπὸ λαμπήνῃ ἐν ἀγρῷ, καθ᾿ ἣν δὲ καὶ σκιάδιον· τῷ δὲ πρὸς κεφα τῆς ψυχροῦ πλήρης φακὸς ὕδατος ἦν καὶ δόρυ. Ως δὲ γλυκὺς τοὺς ἀμφ' αὐτὸν σὺν αὐτῷ κατείχεν ὕπνος, τὸν φακὸν ὁ Δαβὶδ ἀφελόμενος ᾤχετο· καὶ τὸ δόρυ μικρὸν ἐν μέσῳ· καὶ τῶν βλεφάρων αὐτοῖς τὸν ὕπνον ἐξετίναξεν εὐκραῶν ἀνέμων συρίγματα ήρε μαῖα, σὺν τέττιγες ἠχοῦντ' ἐξ ἀκρεμόνων· περὶ δὲ τὸν Σαούλ ἄλλοθεν ἄλλος περισταδόν τεύχεσιν ἀστράπτοντες περιειστήκεισαν. Ως δ' ὁ πάνυ μάλιστα τῆς δυνάμεως καθηγούμενος Αβεννήρ, ἔστη δὲ μάλα πλησιέστερον ὁ Δαβίδ, ὀνειδείοις τὸν ᾿Αβεννήρ κατα κερτομῶν ὁ γλυκύτατος· «Υιοί, φησί, θανάτου πάν τες ὑμεῖς, οἱ φυλάσσοντες τὸν κύριον ὑμῶν τὸν βα σιλέα, ὅτι εἰσῆλθεν εἰς διαφθείραι τὸν βασιλέα, καὶ οὐκ ἦν ὁ αἰσθανόμενος· καὶ νῦν τῶν παιδαρίων ἐν διελθέτω, καὶ τὸν φακὸν τοῦ ὕδατος ἀνελέτω καὶ τὸ δόρυ, καὶ γίνεσθε εἰς υἱοὺς δυνάμεως, καὶ φυλάτ σετε τον κύριον ὑμῶν τὸν βασιλέα.» Καὶ ταῦτα εἰπὼν, καὶ τὸ σκεῦος ἐπιδοὺς, καὶ πιστωσάμενος ἔργῳ τὸν βασιλέα, καὶ αὖθις εὐχείρωτον αὐτὸν και ταστῆναι, πρὸς ἑαυτὸν ἐπορεύθη. Τρίτον ἄλλοτε πά λιν ὁ Σαούλ αὐτοῦ καταστρατοπεδεύσας, καὶ γενό μενος σχεδὸν ἐπ' αὐτῷ, φήμης ἐπικαταλαβούσης, ὡς ἐπέθεντο ἀλλόφυλοι τῇ γῇ του Ισραήλ, υποστρά ψας, οὐ προσέθετο τὸν Δαβὶδ ἔτι πολεμεῖν. Τὸν μὲν γὰρ αὐτίκα πόλεμος ὁ τῶν ἀλλοφύλων ἁλωτὸν ἀπειργάσατο· τὸν δὲ Δαβὶδ εἶχε μὲν ἡ Σικελὰκ οὐ μακρὸν ἐπὶ χρόνον, εἶχε δὲ μετέπειτα Χεβρὼν τοῦ Ἰούδα σκήπτρου βασιλεύοντα, εἶχε δὲ τοῦτον πάνω τως ἡ θεία μετέπειτα πόλις Ἱερουσαλήμ Ισραήλ βασιλεύοντα. 210 Τι δεῖ λέγειν τὸν υἱὸν ὡς ἠνέσχετο 211 Τὸν πατροφόντην καὶ τυραννον ἀπρεπῆ; 21. Οπου γ᾽ ἐκεῖνον καὶ κλάει τεθνηκότα, 215 Θρήνοις τε πολλοῖς ἀνακαλεῖ καὶ λόγοις, 214 Τον μηνυτήν τε του πάθους ἀμύνεται 2.5 "Ωσπερ λαθών τιν ἐχθρὸν οὐκ εὐάγγελον. Κεῖται ἡ ἱστορία ἐν τῷ ἔγ' λόγῳ 218 Ως καὶ προσάντης τῷ στρατῷ κατασταθείς, 219 Μικροῦ γενέσθαι τοῦ κράτους αλλότριος. Ὡς πενθῶν ἦν Δαβὶδ τὸν ᾿Αβεσσαλώμ, μαθὼν ὁ στρατὸς εὐλαβεῖτο τὴν πύλην εἰσιέναι τῆς πόλεως, εἰ μὴ παραστὰς Ἰωάβ ἡ τῆς δυνάμεως ἄρχων ἐπισ πληκτικοῖς βήμασι τὸν Δαβὶδ ἔπεισεν ἀναστάντα, τὸν στρατὸν τῆς ἀγαθῆς προθέσεως ἀποδέξασθαι καὶ συμμαχίας, ἢ κατ' αὐτὴν αὐτοῦ τὴν Ἰσραὴλ τὴν ἡμέραν ἀποστήσεσθαι, καὶ τοῦ κράτους ἀλλότριον αὐτὸν καταστῆναι ταύτῃ δὲ τὸν Δαβὶδ είξαντα, τους πολεμιστὰς ἀποδέξασθαι λέγεται. Τοῦ δὲ τοσούτου πράγματος τῆς νίκης, τὴν Δαβὶδ συμπάθειαν, καὶ τῆς βασιλείας οἰκειοτέραν αὐτῷ τὴν φιλανθρωπίαν ἀποδείξαι, σκοπὸς τῷ θείῳ Γρηγορίῳ. 220 Τί δ' οὐ τὴν ὑβριστὴν Σεμεεὶ ἐγκαρτερεῖ 221 Δύσχημον· ἔντα τῷ κλέει τῆς εἰσόδου; Ο Δαβὶδ ἀπὸ προσώπου ᾿Αβεσσαλώμ ἀποδιδράσκων, λίθοις βάλλοντα τὸν Σεμεῖ πρὸς τῇ καταβάσει τοῦ ὄρους Ἐλαιῶνος, καὶ πολλαῖς ὕβρεσι δυσφημοῦντα, φέρων ἐπίως, οὐ προσέσχεν (ὁ δὲ Σεμεῖ τῶν οἰκείων ὑπῆρχε Σαούλ)· βουληθέντι δὲ τῶν παιδαρίων ἑνὶ διελθεῖν, καὶ ξίφει τοῦ ζῆν τὸν ὑβριστὴν ἀπαλλάξαι, (τῶν δὲ Σαρουίας υἱῶν ταχύπους ἦν Ασαήλ), οὐ μόνον ἀπείργεται τῆς ὁρμῆς, ἀλλ᾽ ἔίη
col. 591–592page 126 of 170
PG 38:591Θεοῦ τὸ ἀνέγκλητον), τῆς δὲ παρρησίας τὸν Παῦλον ἐπαινέσας, φίλον εἶχεν ἐλέγχοντα, της κενοδόξου προσλήψεως τὸ καλῶς ἔχον προτιμήσας. Οὐ γὰρ τὸ πρῶτος εἶναι καὶ τῶν ἄλλιον θεολόγων ἀκρότατος καίπερ τοσαύτην δόξαν κεκτημένος, ἀντα εμέτρησεν τῇ τοῦ Παύλου παραινέσει. καὶ λόγοις ἀνιάζουσιν βάλλεται· «Τί μοι καὶ ὑμῖν, ο λέγοντος του Δαβίδ, ο υἱοὶ Σαρουίας; Αφετε τὸν Σεμεί καταράσασθαι τὸν Δαβίδ, ότι Κύριος εἶπεν αὐτῷ, εἴ πως ἴδοι Κύριος την ταπείνωσίν μου καὶ ἀποστρέψει μοι τὴν βασιλείαν, ἀντὶ τῆς κατάρας. Οὐκ εἰς μακρὰν δὲ τοῦ Θεοῦ συνήθως εὐεργετήσαντος τὸν Δαβίδ, ἐπανιόντι καὶ πορθμεύοντι τὴν Ἰορδάνην, ἱκέτης οἰκτρὸς ὁ Σεμεί παραστάς, τὴν ἁμαρτίαν ἀναμιμνήσκων, τῆς φιλανθρωπίας ἀντιτυχεῖν ἐλι τάξετο· καὶ τῆς μὲν αὐτίκα παραπολαύσας, ὅτι μή χρηστὸν εἶχε φρόνημα, μετὰ τὴν Δαβίδ ἀποβίωσιν κακῶς τοῦ ζῆν τῷ Σολομῶντι περιτυχὼν ἀπηλλάγη. 222 Πέτρου δὲ δῆτα τοῦ σοφοῦ τεθαύμακα, 223 'Ως μακροθύμως καὶ λίαν νεανικώς 224 "Ηνεγκε Παύλου τὴν καλὴν παρρησίαν, 215 Καὶ ταῦτ' ἐν ἄστει τηλικούτῳ καὶ τόσοις 226 Επαινέταις τε καὶ μαθηταῖς τοῦ λόγου. 227 Ο συντράπεζος οὐ καλῶς ἦν ἔθνεσιν, 228 Εἰ καὶ τόδ' μετ᾽ ὠφελήσειν τον λόγον. Παῦλος ὁ θεσπέσιος Γαλάταις ἐπιστέλλων τάδε φησίν· "Οτε ἦλθον εἰς ᾿Αντιόχειαν κατὰ προσ ωπον ἀντέστην τῷ Κηφᾷ, ὅτι κατεγνωσμένος ἦν. Πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου, μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ἦλθον, ὑπέστελλεν καὶ ἀφώριζεν ἑαυτὸν, φοβούμενος τοὺς ἐκ περι τομῆς, καὶ συνυπεκρίθησαν αὐτῷ καὶ οἱ λοιποί Ἰουδαῖοι· ὥστε καὶ Βαρνάβας συνυπήχθη τῇ ὑποκρίσει αὐτῶν. 'Αλλ' ὅτε ἴδον, ὅτι οὐκ ὀρθοποδοῦσι πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου, εἶ πον τῷ Κηφᾷ ἔμπροσθεν πάντων· Εἰ σὺ Ιου Βαῖος ὑπάρχων, ἐθνικῶς, καὶ οὐκ Ἰουδαϊκῶς ζῇς, πῶς τὰ ἔθνη ἀναγκάζεις Ἰουδαΐζειν; Ταῦτα Παύ του φήσαντος, Πέτρος ὁ θαυμάσιος μάλα χαίρων ἀποδεξάμενος, τὸ μὲν σφάλμα διωρθώσατο (καὶ γὰρ ἄπτεται μῶμος καὶ τῶν ἀρίστων, ὡς εἶναι μόνου 231 Οὐκ ἂν παρέλθοιμ' οὐδὲ τὸ Στεφάνου καλόν, 232 "Ον οἶδ' ἀπαρχὴν μαρτύρων καὶ θυμάτων, 233 Λίθοις ἐχώννυτ', ἀλλ' ὅμως τοῦ θαύματος 234 Μέσος Σιβασμοῦ φθόγγος εξηκούετο 235 Αὐτός τε συγχώρησιν ὡς εὐεργέταις 256 Διδούς λιθασταῖς, τὸν Θεόν τ' αιτούμενος. Στέφανος γέγραπται πλήρης χάριτος καὶ δυνά μεως. Οὗτος πρῶτος διάκονος ἐπὶ τῆς χρείας ὑπὸ τῶν ἀποστόλων καταστάς, συνέχυνεν τοὺς Ἰουδαίους, ἀποδεικνὺς τὸν Χριστὸν Υἱὸν εἶναι τοῦ Θεοῦ τὸν ἐκλε κτόν. Τῶν δὲ τῷ Στεφάνῳ συμβαλλόντων (Λιβερτινοί δὲ, καὶ Κυρηναῖοι, καὶ 'Αλεξανδρεῖ; οὗτοι, καὶ Κίλικες, καὶ ᾿Ασιανοί), μὴ δυναμένων αὐτῶν ἀντιστῆνας τῇ σοφίᾳ καὶ τῷ πνεύματι ὁ ἐλάλει, μάρτυρας κατ' αὐτοῦ ψευδεῖς ἐπὶ βλασφημία συστησαμένων, ἀνάρ παντος ὁ Στέφανος μέσος ἦν ἐν τῷ συνεδρίῳ τῶν παρανόμων· ὅς πυνθανομένῳ ἀρχιερεῖ περὶ τῶν λε γομένων, τῆς δημηγορίας ἀπαρξάμενος, καὶ τοῦ λέ γειν καιρὸν λαβόμενος ἐπιτήδειον, τῶν μὲν κατηγορούντων ἐνέφραξε τὰ στόματα, τῇ δὲ μυστικῇ θεο λογίᾳ τῆς εὐωδίας ὅλον ἐπλήρωσεν τὴν ἀέρα. Τούτῳ δὲ τῶν οὐρανίων πυλῶν ἀναπετασθεισῶν, αὐτὸς ὁ Θεός, ὡς ἐφικτόν, ἦν ὁρατός· οἱ δὲ παρόντες κοινω καὶ τῆς εὐφροσύνης, κατά γε Στεφάνου την πρό θεσιν, ὑφ' ἡδονῆς τινος θειοτέρας τὴν θεωρίαν παρα δηλοῦντες, ἢ μᾶλλον ἀποπλαγέντες, τὸν θεόπτην ὡς βλάσφημον κατεδίκαζον. ὡς δὲ τῆς πόλεως είχε μενον (οἷα πάσχειν εἰκὸς τοὺς τὴν ἐπὶ θανάτῳ ἀπη γμένους), πρὸ πυλῶν ὡς ἄρνα μεθ' ὅπους τους σπα
col. 593–594page 127 of 170
PG 38:593ραγμούς, μέσον εἶχον τὸν Στέφανον, οἴαις ἀπειλαῖς βρυχωμένους καὶ τῶν χειλέων συωδῶς ἀπαφρίζοντας Βλοσυρόν, ὑπόδρα ἀτενίζοντας ὑπ' ἐμπύρῳ τῷ βλέμματι καμήλειον τετρυγότας, πυκναῖς τε λίθων νιφάσι καταχωννύντας, καὶ καθόλου τοῦ σώματος πάντοσε τοξεύοντας ἀπρεπώς, αὐτὸς ὁρῶν ὡς εὐο εργέτας, οὐ μόνον κακοῖς οὐχ ἡμείψατο λόγοις τοὺς φονευτάς, ἀλλὰ γὰρ τῆς θείας ψυχῆς ὡς εὐῶδες θυ μίαμα τὴν ὑπὲρ τῶν φονευτῶν ἀμνησίκακον προσ ευχήν προπέμψας, οὕτω ταύτην παρεπομένην εἰς χεῖρας Θεοῦ παραδέδωκεν. Οὐκ ἂν δὲ παρέλθοιμι τὴν Λουκᾶ τοῦ θεσπεσίου γραφήν, ή φησι, Καὶ οἱ μάρτ τυρες ἀπέθεντο τὰ ἱμάτια παρὰ τοὺς πόδας νεα νίου καλουμένου Σαύλου, καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα· Κύριε Ἰησοῦ Χριστέ, δέξαι τὸ πνεῦμά μου· καὶ τοῦτο εἰπὼν ἐκοιμήθη. 257 Ταῦτ᾽ οὐ προδήλως τῆς Θεοῦ τυπώσεως, 938 Καὶ τῶν ἐκείνου καὶ παθῶν καὶ δογμάτων; 239 "Ος ὢν Θεός τε καὶ κεραυνῶν Δεσπότης, 210 ἂς ἀμνὸς ἤγετ' εἰς σφαγὴν ἀφωνία. Λέγεται θεομίμητος ὁ Στέφανος ταύτῃ. Καὶ γὰρ Ἰησοῦς τοῖς σταυροῦσι τὸν Πατέρα προκαθιστάς, λεω, φησί, Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οίδασιν τί ποιοῦσιν. ὡς δὲ πρόβατον ἐπὶ σφαγὴν ἤχθη κατὰ τὴν Ἡσαΐου πρόῤῥησιν, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἠνέμιξε τὸ στόμα αὐτοῦ. 200 Μεμνήσομαι δὲ καὶ τινων καὶ συντόμως 261 Παίειν ἔμελλεν ὁ Σταγειρίτης τινὰ 26. Λαβὼν ἐπ' αἰσχροῖς καὶ κακοῖς ἐγκλήμασιν 205 θυμοῦ δ' υπεισελθόντος ἡνίκ᾽ ᾔσθετο, 261 'Εστη παλαίων τῷ πάθει ὡς δυσμενεί, 165 Μικρὸν δ' ἐπισχὼν εἶπεν ὡς σοφοῦ λόγον 266 Καινὸν πέπονθας, προστάτην έσχες χόλον. Μεταγαγὼν ὁ Θεολόγος πάλιν ἐπὶ τοὺς τῶν ἔξω δεν δοκοῦντας τὸν λόγον, τὴν Σταγειρίτην παρεισε ἄγει· οὗτος δὲ ὡς ἐπὶ κακαῖς πράξεσιν ἀλέντα τινὰ μέλλων ἀνετάζειν, ὑπεισελθόντος θυμοῦ, μικρὸν ἐπισχών ὡς ᾔσθετο, λόγον ἔφη σοφόν, Καινὸν πέτ πονθας, ὦ οὗτος, ἐπιλέγων ἑαυτῷ, θυμὸν προστάτην ἐσχηκώς· αἰσχρὸν φήσας κακῷ τὸ κακὸν πλήττειν, κρατεῖν τε δούλου τοῦ πάθους ἡττώμενον. 270 Οὕτως ἐκεῖνος· τὸν δ' Αλέξανδρον λόγος, 271 Ειπόντος αὐτῷ Παρμενίωνός ποτε 272 Πόλιν τιν' ἐξελόντι τῶν ῾Ελληνίδων, 273 Είθ' 8 δρᾶσαι τι πολλάκις σκοπουμένῳ, 474 Ως είπερ ἦν ἐκεῖνος οὐκ ἐφείσατο, 275 Αλλ' οὐδ' ἔγωγ' ἂν, εἴπερ ἦν, φάναι, σύ γε 276 Σοὶ μὲν γὰρ ὠμότης, τὸ δὲ πρᾶον 277 Εμόν φεύγειν τε τὴν πόλιν τοὺς κινδύνους. Τοῦ Μακεδόνος Αλεξάνδρου, ποτὲ μὲν ὡς σώ φρονος ὁ θεῖος Γρηγόριος μέμνηται, ποτὲ δὲ καὶ ὡς πράου. Τούτῳ γὰρ τῶν Ἑλληνίδων πόλεων ἄστυ πορθοῦντι, καὶ τρόποις μηχανωμένῳ λαβεῖν, τῷ Παρμενίωνι τινὰ τρόπον διαδρᾶσαι σκοπουμένῳ, χεν ὁ πολιορκῶν, ἀντεπάγει, μὴ δ' ἂν αὐτὸν, ἐκεῖνος μηδαμῶς φείδεσθαι φήσαντος, ὡς εἴπερ αὐτὸς ὑπῆρ εἴπερ ἦν, φάναι. Τοῦ μὲν γὰρ Παρμενίωνος τὴν ὠμότητα, τοῦ δὲ ᾿Αλεξάνδρου τὸ πρᾶον, καὶ ταύτῃ τήν πόλιν τους κινδύνους μάλιστα διαδρᾶναι, πρέπον οἴεσθαι δεῖν· "Αλλος δὲ περὶ αὐτοῦ φησιν, ὅτι Θηβαίους νεωτερίζοντας, ἐπιστήσας τὸ στράτευμα κατὰ κράτ τος αἱρεῖ, ὅτι δὲ καὶ τὴν Πινδάρου οἰκίαν μόνην ἐκέ λευσεν ἀπαθῆ διαφυλαχθῆναι, καὶ ὅστις δὲ ἦν αὐτῷ προσήκων αἰδοῖ τοῦ ποιητοῦ διεσώζετο. 278 Κἀκεῖνο δ' ουν, ὡς ἐπαίνων ἄξιον 979 Ελοιδόρει τις τὸν μέγαν Περικλέα, 280 Πολλοῖς ἐλαύνων καὶ κακοῖς ὀνείδεσιν, 281 Τῶν δ' οὐδὲ τιμίων τις ἄχρις ἑσπέρας 482 'Ο δ' ἡσυχῇ τὴν ὕβριν ὡς τιμὴν φέρειν 283 Τέλος καμόντα καὶ βαδίζοντ' οἴκαδε 18. Προϋπεμψε λύχνῳ, τὸν χόλον δ' ἀπέσβεσεν. Εξηγηματικῶς ὁ θεῖος Γρηγόριος τὰς ἱστορίας αὐτὰς ἐνταῦθα παρεισάγει. Τὸν μὲν γὰρ Περικλέα (φιλόσοφος δέ) πολλοῖς ὀνείδεσι καὶ κακοῖς ἐλοιδόρει
col. 595–596page 128 of 170
PG 38:595τι; τῶν μάλιστα εὐτελῶν ἕως ἑσπέρας, ή μάλιστα προπέμπει τὴν ὑβριστήν κεκμηκότα λαμπάδι πυρ σούμενον, τὴν μῆνιν ὧδε τοῦ δυσφημοῦντος ὁ φιλό σοφος ἀποσβέσας. 285 "Αλλος δ' ὑβριστὴν πλουσίαις ἐφ᾽ ὕβρεσιν 286 Προσθέντ' ἀπειλὴν, ὡς Ολοίμην παγκάκως, 287 Εἰ μὴ κακόν κακῶς σε κτείναιμι σθένων, 288 Τούτοις αμείβεθ' ὡς φιλανθρώποις λόγοις. 289 Καγώ γι' όλοίμην, εἴ σε μὴ θείην φίλον. "Αλλος τις φιλόσοφον πολλαῖς ὕβρεσι περιβεβλημένον, ὕστερον ἀπειλούμενος τάδε φησί· Γένοιτό μοι καὶ τάδε προστεθείη, εἰ μὴ κακῶς σε, ὅση μοι δύναμις, κατακτείναι μι· τούτοις δὲ τὸν φιλόσοφον ἀποκριθήσεσθαι λέγεται τοῖς φιλικοῖς βήμασιν, Κἀγώ, φησὶν, ἀπολοίμην, εἰ μή σε φίλον ποιήσαιμι. 290 Κωνστάντιον δὲ καὶ γὰρ εἰπεῖν ἄξιον) 298 Πολλοῖς δ' ἐπειπὼν καὶ τινα τοῖον λόγον 999 Τι τῆς μελίττης ἐστὶν ἡμερώτερον; 300 'Αλ' οὐδ᾽ ἐκείνη τῶν τρυγώντων φείδεται 301 Ἤκουσε· Πῶς οὐκ οἶδας, ὦ βέλτιστε σὺ, 303 ὡς οὐδ' ἐκείνῃ κέντρον ἐστὶν ἀσφαλές; 503 Παίει μεν, αὐτὴ δ' εὐθέως ἀπόλλυται. Κωνστάντιος υἱὸς γέγονε Κωνσταντίνου του Με γάλου βασιλέως Ρωμαίων, ὃς ἦν τῶν πώποτε βασι λευσάντων πραότατος. Τοῦτον παρώξυνε τῶν ἐπι δόξων τις μεγίσταις τιμαῖς ἐξαιρόμενος· προσθεὶς δὲ πολλοῖς λόγοις, ὡς οὐδὲν εἴη της μελίσσης πραό τερον, ἀλλ' οὐδὲ τῶν τρυγώντων αὐτὴ φείδεται, πιθανώτερον ήκουσεν, ὡς οὐδὲ αὐτῇ τῇ μελίσσῃ τὸ κέντρον ἐστὶν ἀσφαλὲς, παίει μὲν γὰρ, αὐτὴ δὲ τῷ κέντρῳ διόλλυται θάττον. 494 Ο δ' ἐκ Σινώπης προσιών ταῖς στέγας 495 Υβριζε ταύτας, ὡς λόγος· τί μνώμενος; 496 Φέρειν τὰς ὕβρεις εὐκόλως ταῖς ὕβρεσιν. Λέγουσι τὸν Διογένην εἶναι τοῦτον, ὃς ταῖς ἑταιριζομέναις προσφέρων ὕβρεις, ὑπ' αὐτῶν ἀνθυβρίζετο. καὶ γὰρ οὐδὲν ἐκείναις τοῦ μηδὲν αἰσχύνεσθαι απα δαστότερον. Τοῦτο δὲ τὸν φιλόσοφον ποιεῖν λέγεται, διὰ τὸ ἐθίζειν ἕνεκεν ἑαυτὸν γενναίως τις βρεις ὑποφέρειν. ΛΟΓΟΣ ΡΚΓ'. Κατὰ πλεονεκτούντων πλουσίων 155 Ξέειν, δ δὴ λέγουσι, καὶ νεκρῶν τρίχας. Χριστῷ συνεισελθόντα λῃστὴν ἐκ | ξύλου. Ὁ μὲν ὄφις τὴν Εὔαν ἀπατήσας τοῦ ξύλου μετα σχεῖν, οὗ ὁ Θεὸς μὴ φαγεῖν ἐνετείλατο, ἐλπίδι του θεοί χρηματίσαι δελεασθεῖσαν, καὶ δι' αὐτῆς τὸν Ἀδὰμ ἐξορίστους τοῦ παραδείσου πεποίηκεν, τάξας τὴν φλογίνην ρομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου. Χριστοῦ οὖν σαρκὶ παθόντος ὑπὲρ τῆς ἀνθρώπων σωτηρίας, τῶν συσταυρωθέντων αὐτῷ δύο κακούργων πιστεύσας ὁ εἷς· Μνήσθητί μου, Κύριε, φησίν, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου· Χριστὸς δὲ πρὸς αὐτόν Αμήν λέγω σοι, φησί, σήμερον μετ᾿ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ταύτῃ του πρώτος τὸν παράδεισαν οἰκῆσαι μετὰ τῶν πρωτοπλάστων ἐκβολὴν ὁ λῃστὴς λέγεται καὶ πεπίστευται. Κρεμώ σε χαλκοῦν ὡς βλάβην ἀγῶν [ φύγω. Τοῖς Ἰσραηλίταις πολυτρόπως τὸν Θεὸν παροργίζουσι, πολλαῖς μὲν πληγαῖς παιδεύσας ὁ Θεὸς, πρὸς δὲ καὶ ὄφεις αὐτοῖς ἐπαφήσας ἐμάστιζεν· ἀνῃρεῖτο δὲ παραχρῆμα πᾶς δακνόμενος ὑπὸ όφεως, ἀνθρωπίνης βοηθείας τὸν ἔλεθρον ὀξύτερον ἐπισπώμενος. Φεισαμένου δὲ τοῦ φιλανθρώπου. Θεοῦ, τὸν Μωϋσές λέγεται προστάξαι χαλκοῦν ὄφιν ἐγκάρσιον ἐκρές κρεμάσαντα, τοῖς ἐγχριπτομένοις παρεγγυῆσαι τού τῳ προσέχειν, θᾶττόν τε τὸν ὄλεθρον διαδιδράσκειν,
col. 597–598page 129 of 170
PG 38:597Τῶν σῶν συῶν πλήρωσον εἰσελθὼν [βάθη. Κεῖται ἡ κατὰ τὸν λεγεῶνα καὶ τοὺς χοίρους ἐξ ἡγησις ἐν τῷ α' λόγῳο Επιστάτα κλύδων με δεινὸς ἀμφέπει, Τὸν σὺν μαθητὴν ἐξέγειρον πρὶν θάνω Μόνον κέλευσον, καὶ ζάλη τεθνήξεται. Χριστοῦ καθεύδοντος ἐν τῷ πλοίῳ καὶ τῆς θαλάσω σης ἀγριουμένης, ταύτην οἱ μαθηταὶ τὴν φωνὴν τῷ Δεσπότῃ προήγαγον· Επιστάτα, σῶσον, ἀπολ Αύμεθα. Χριστὸς δὲ ἀναστὰς καὶ τοῖς ἀνέμοις ἐπι τιμήσας, γαλήνην ἐν τῇ θαλάσσῃ πεποίηκεν. ΛΟΓΟΣ ΡΑΓ. Εἰς τὴν νόσον Καλεῖς, καλεῖς με, προστρέχω, δέδοικα δὲ Τὸ πῦρ, τὸ χάσμα τὴν ξέσιν τοῦ πλουσίου Τις Αβραάμ δύσει με τοῖς κόλποις φέρων; Κεῖται περὶ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου ἐν τῷ α' λόγῳ. Οὐχὶ πάτησιν σκορπίων ἐλπίζομεν; Χριστός φησι τοῖς ἑαυτοῦ μαθηταῖς· Ἰδοὺ δέδω κα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄψεων καὶ σκορ πίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Ἰδοὺ τὰ θέρμα την κολυμβήθραν ἔχω Ποῦ δ' άγγελός μοι; δεῦρο, φαρμάσσεις ὕδωρ Εἰ μὴ, σύ, Σῶτερ, εἰπὲ, καὶ παγήσομαι. Κεῖται περὶ τῷ παραλύτῳ ἐν τῷ α' λόγῳ. Ηλίου θαύματα Ηλίου θαύματα καθ' εἱρμὸν ἐξηγεῖται Γρηγόριος ὁ Θεολόγος· ἔστι δὲ τὸ σχῆμα οὐχ ἱστορίας, ἀλλ᾽ ἐξηγήσεως ἐν τάξει μεταφράσεως συντόμῳ λόγῳ καὶ ἐμμέτρῳ· εἰσὶν δὲ τὰ θαύματα ὧδε· Ετράφη κόραξιν, καὶ τὴν χήραν ἔθρεψεν τὴν Σιδωνίαν μικροῖς ὑπο λείμμασιν ἀλεύρου καὶ ἐλαίου, καὶ τὸν υἱὸν αὐτῆς ἑπτὰ φυσήμασιν νεκρὸν ἀνεζωπύρισεν, τὸν ὄμβρον δὲ καὶ δρόσον ἀνέσχεν, τριῶν ἥμισυ χρόνων τὸν οὐρανὸν ἀποκλείσας, τῇ θυσίᾳ δὲ ξένον πῦρ ἐπαφῆκεν, και τοὺς προφήτας ἀπέκτεινεν τῆς αἰσχύνης, τεσσαράκοντα δὲ ἡμέρας άγευστος διέμεινεν, τροφῆς τε καὶ ὕδατος ὑπὸ ἀγγέλου μετέσχεν, δύο δὲ πεντηκοντάρχους ἔφλεξε πανστρατιᾷ θελήσαντας αὐτὸν ἑλκῦσαι, διῆλθεν τὸν Ἰορδάνην τεμὼν αὐτὸν τῇ μηλωτῇ, καὶ πρὸς οὐρανὸν ἀνέπτη πυρὸς ἐπιβὰς ἁρματι καὶ ἱπ ποις, ὁμοῦ δὲ τῇ μηλωτῇ καὶ τὴν χάριν Ελισσαίῳ κατέλειπεν. ΛΟΓΟΣ ΕΜ. Ελισσαίου θαύματα. Ομοίως ὁ θεῖος Γρηγόριος Ελισσαίου διέξεισιν ὧδε τὰ θαύματα· Διῆλθεν τὸν Ἰορδάνην τῇ μηλωτῇ τεμών, τὰς πηγὰς τοῖς ἁλσὶν ἔθηκεν εὐτέκνους Ιεριχοῦντος, τοὺς δὲ προπετεῖς παῖδας ὡς ὑβριστὰς θη μίοις ἀπώλεσεν, τῷ στρατῷ δὲ διψῶντι ἐξ Εδώμ ὕδωρ ἐπήγατε πότιμον, ἐκ δὲ χρέους εῤῥύσατο γυα ναῖκα, δαψιλῶς ἐλαίου πηγάζοντος ἀφθονίαν παρασχόμενος, οὐκ ὄντα δὲ τῇ Σουναμίτιδι παῖδα χαρίζεται, καὶ θανόντα πάλιν ἐξανέστησεν, θάνατον ἐν τοῖς λέ σησιν ἐκ βοτάνης ἐπέσχεν, φθείρειν μελλούσης τοὺς ἐσθίοντας, τοῖς δὲ μέλλουσιν εβοήθησεν ἐνδεεστέρα τροφῇ, Ναιμὰν δὲ τὸν Σύρον τῆς λέπρας αποκαθάρας, πέμπει τῷ Γιεζεῖ τὴν νόσον ὡς φιλαργύρω, τοῖς νώ τοῖς τὴν ἀξίνην πεσοῦσαν Ἰορδάνου τῶν βυθῶν ἀνελ κύσας παρεσκεύασεν ἐπιπολάζειν, τοὺς δὲ σύροντας αὐτὸν ἐχθροὺς ἔλκων ἀβλεψία παρεπομένους ἔδωκεν τοῖς Εβραίοις καὶ τούτους ἀπέλυσεν ἀβλαβεῖς· προ εἶπεν εἶτα τῷ λαῷ τὴν εὐθηνίαν, καὶ τῶν λεπρῶν τὴν εργασίαν, καὶ θανών ήγειρεν νεκρὸν τῶν ὀστέων απ τοῦ καὶ μόνον ἀψάμενον.
col. 599–600page 130 of 170
PG 38:599ΛΟΓΟΣ ΕΜΑ'. Ακροστιχὶς εἰς ἐμαυτὸν καὶ τοὺς φθονοῦντας Επαλείφων ἑαυτὸν πρὸς τοὺς ἀγῶνας καὶ παρα μυθούμενος ὁ θεῖος Γρηγόριος φησιν, ὡς ὁ μὲν Ησαΐας κατεπείσθη, τοὺς δὲ τρεῖς παῖδας ἐν ξένῃ τὸ πῦρ ὑπεδέξατο, τοῖς δὲ θηρίοις ὁ Δανιὴλ ἔῤῥιπτο, Παῦλος δὲ καὶ Πέτρος ἐν Ῥώμῃ διήθλησαν, ὁ δὲ πρόδρομος Ἰωάννης τῆς παρρησίας ἕνεκεν κεφαλικὴν ὑπέστη τιμωρίαν. Κεῖνται δὲ τούτων αἱ ἐξηγήσεις ἐν τοῖς προκειμένοις. ΛΟΓΟΣ ΡΜΒ'. Εἰς ἐμαυτόν Σιὼν ὁδοὶ πενθοῦσι τὸν νόμον λάτρην, Λαὺν ποθοῦσαι ἡμέραις εορτίοις. σης Ἱερεμίας ὁ προφήτης τῆς Ἱερουσαλὴμ ἀποικισθεί ὑπὸ τῶν ᾿Ασσυρίων ἐθρήνησεν, τὸν δὲ θρῆνον τοῦ τον Σιὼν ὁδοὶ πενθοῦσι παρὰ τὸ μὴ βλέπειν λαὸν ἐρχόμενον ἡμέραις ἑορτίοις· Γρηγόριος δὲ ὁ θεῖος πενθεῖν φησι τὸν λαὸν ἂν αὐτὸς ἐγέννησε τῇ Τριάδι καταρτίσας, παρὰ τὸ μὴ τῆς αὐτοῦ διδασκαλίας ἀπο λαύειν. Βροντᾶτε βύρσαις, ἀστραπὴς ἐλλυχνίους Πέμποιτ', ἐγὼ δ' ἔδησα καὶ πάντη λόγον. Σαλμωνεύς Αιόλου μὲν ἦν υἱὸς, βασιλεὺς δὲ Θετταλῶν. Οὗτος ἀσεβῆς εἰς θεοὺς γενόμενος, ὡς ὁ μῦθος φησι, προσάπτων ἅρμασι βύρσας ξηράς τε καὶ σκλη ρὰς καὶ λέβητάς τινας μετὰ βυρσῶν, ἤχους ἀπετέλει κτύπων· μετὰ χεῖρας δὲ βαστάζων καιομένας λαμ πάδας, ἐμεγαλαύχει καθάπερ Ζεὺς βροντᾷν τε καὶ ἀστράπτειν· ὅ; ὑπὸ Διὸς κεραυνωθεὶς ἀνῃρέθη, και κατέλιπεν θυγατέρα ἀφήλικα ονόματι Τυρώ. Αὕτη τραφεῖσα ὑπὸ τοῦ ἰδίου πρὸς πατρὸς θείου Κηφέως ἠράσθη τοῦ ἐγχωρίου ποταμού Ενιπέως· τούτῳ δὲ ο τῷ ποταμῷ ὁμοιωθεὶς Ποσειδών συνεγένετο ἀντί Ενιπέως τῇ Τύρῳ, καὶ συνέλαβεν Πελίαν καὶ Νηλέα, καὶ εἶχεν τούτους ἐγκύους· ἐγαμήθη δὲ αὕτη ὑπὸ Κρηθέως, τῇ δὲ ἀληθείᾳ ἐκ Ποσειδῶνος· ὕστερον δὲ καὶ ἐξ αὐτοῦ Κρηθέως ἔσχεν παῖδας ἡ Τυρώ. Τον μὲν οὖν Σαλμωνέα κατὰ μίμησιν τοῦ Διὸς ταῖς βύρο σαις βροντἂν καὶ ἀστράπτειν ἐν λυχνίᾳ, ὁ μύθος δια γορεύει. Ταύτην δὲ τὴν ἱστορίαν ὁ θεῖος παρήγαγε Γρηγόριος, ἐπείπερ κατὰ μίμησιν αὐτοῦ πρὸς λόγους ἀπογινόμενοι, καὶ πρὸς ἀντίθεσιν ὁρῶντες, ἐβράντων μὲν ὅσον βύρσαις ἔστι συγκρίναι πρὸς τὴν ἀληθῆ βροντὴν τὸν κτύπον, καὶ ὅσον ἐλλύχνιον φῶς πρὸς ἀστραπὴν ἐξαστράπτοντες, κατὰ σύγκρισιν τοῦ θείου Γρηγορίου. ΛΟΓΟΣ ΡΜΓ'. Εἰς ἐμαυτόν 64 'Οὐκ ἠγνόουν Ἰωνᾶν, ὃς Θεοῦ λόγον Ἔφυγεν, ἀλλ' ἐλήφθη Κλύδωνι, κλήρῳ, θηρίῳ, γαστρί, βράσει. Κεῖται ἡ κατὰ τὸν Ἰωνᾶν ἐξήγησις ἐν τῷ α' λόγῳ 77 Ως Λαζαρόν με τετραήμερον τάφων Εξήγαγες βοήσας. Κεῖται ὁμοίως ἐν τῷ α' λόγῳ. ΛΟΓΟΣ ΡΜΔ'. Εἰς πολυόρκους διαλογιστικός Πολλὰ περὶ τοῦ μὴ δεῖν ὁμοῦναι διαλεχθεὶς ὁ θεῖος Γρηγόριος ἐπάγει τὸ γεγραμμένον ὡς ἐπαπόρημα τὸ δέ ἐστιν· Καθ' ἑαυτοῦ ὤμοσεν Κύριος· καὶ τὸ, Ωμοσεν Κύριος τῷ Δαβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτόν· καὶ ὅτι Παυλός φησι, Μάρτυς μου ἐστὶν ὁ Θεὸς ᾧ λατρεύω ἐν τῷ πνεύματί μου ἐν τῷ Εὐαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ· καὶ ἀλλαχοῦ· Οὔτε προφάσει πλεονεξίας Θεὸς μάρτυς. Ταῦτα μὲν οὐχ ὅρκου σχῆμα κεκτῆσθαι Γρηγόριος φησιν ὁ Θεολόγος, ἀλλὰ τρόπον πίστεως τὸ βεβαίαν εἶναι τὴν ἐπαγγε
col. 601–602page 131 of 170
PG 38:601λίαν· λέγει δὲ ὅτι καὶ Πλάτων κέχρηταί τισιν ὀνόμασιν, ἐφ᾽ οἷς ὀμνύειν ἐδόκει, καὶ μάλιστα τῇ πλατάνῳ τοὺς δὲ ἄλλους σοφούς, Μὰ τὸ δαιμόνιον, ὀμνύειν ἔφησεν. ΛΟΓΟΣ ΡΜΕ. Εἰς ἐμαυτὸν καὶ περὶ ἐπισκόπων(4). 503 Μή μοι τὰ Σέκστον, μηδὲ Πύρρωνος πλέκε, 304 Χρύσιππος ξέρει, μακρὰν ὁ Σταγειρίτης, 305 Μηδὲ Πλάτωνος στέργε τὴν εὐγλωττίαν. Τῶν ἀπαιδεύτων ὁ Θεολόγος καθαπτόμενος, κατ' ἀντίφρασιν ταῦτά φησιν. Ἐπειδὴ γὰρ τοῦ μὲν ἄρχειν καὶ καθηγεῖσθαι λαοῦ περὶ πολλοῦ ποιοῦνται, καὶ τῆς ἀπαιδεύτου καὶ γλώσσης καὶ γνώμης ὑπεραπολογούμενοι, τοὺς μακαρίους ἀποστόλους, ὡς ἁλιεῖς εἶεν, εἰς μέσον προφέρουσιν, ἱκανῶς ἀποδείξας ὁ Θεολόγος Γρηγόριος αὐτὸ τοῦτο τὴν χάριν τοῦ Πνεύματος μη ἄλλως εἰ μὴ τῷ διὰ γλώσσης τοῖς ἀποστόλοις ἐν εἴδει πυρὸς ἐπιφοιτῆσαι δεδείχθαι, τελευταῖον αὐτῶν κατα μυκώμενος, Μὴ τὰ Σέκστου, φησί, πλέκε, μηδὲ τὰ Πύρρωνος, φθειρέσθω δὲ Χρύσιππος, Πλάτωνος δὲ μηδὲν ἡ στωμυλία, σὺ δέ μοι, φησίν, οἷς δοκεῖς προ καθέζεσθαι φιλοσόφει, καὶ τὴν λέξιν πεζεύων ἀγρο κοστόμει· μόνον δὲ δίδασκε περὶ τῆς Τριάδος όπως ἐνιζόμενη τέμνεται, καὶ τεμνομένη συνάπτεται, καὶ ἑξῆς περὶ Χριστοῦ παθημάτων, καὶ κόσμου τοῦ τε μένοντος, τοῦ τε παριπταμένου, καὶ οἷς τὸν πρόεδρον φιλοσοφεῖν ἔδει, δι' ὧν τε γνωρίζεσθαι μάλιστα. 430 Σίμων Μάγος χθες, σήμερον Πέτρος Σίμων. Σίμων ὁ Μάγος ἀπὸ Γητθῶ τῆς κώμης ὑπῆρχεν. Οὗτος δὲ ἐν ἀρχῇ τοῦ κηρύγματος τὸν λόγον ἐν Σαμαρει, καταγγελλόμενον ἀκούσας ὑπὸ Φιλίππου του ἀποστόλου καὶ πιστεύσας ἐβαπτίσθη· Πέτρῳ δὲ τοῖς πιστοῖς ἐπιτιθοῦντι τὰς χεῖρας καὶ τῷ Πνεύματι τε λειοῦντι, προσελθὼν ὁ Σίμων μετ' ἐπιδόσεως χρημά των ήτει τὴν χάριν λαβεῖν, ὡς ἂν ᾧ ἐπιθῇ τὰς χεῖρας ἐπέλθοι τὸ Πνεῦμα τὸ ἅγιον. Πέτρος δὲ προσαπεκρί νατο· Τὸ ἀργύριόν σου σὺν σοὶ εἰς ἀπώλειαν, ὅτι τὴν χάριν τοῦ Θεοῦ διὰ χρημάτων ενόμισας κτή σασθαι· οὐκ ἔστιν οὖν σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ. Πολλοῖς δὲ τοῖς πρὸς αὐτὸν ἀγῶσιν ἐναθλήσας ὁ θεῖος Απόστολος, τέλος ἐν Ῥώμῃ τέχνη μαγικῇ μεγαλαυχούμενον τὸν Σίμωνα μετεωρίζεσθαι, δι' ἐντεύξεως κοινῆς Πέτρος καὶ Παῦλος, παρόντος Νέρωνος τοῦ βασιλέως, ἐξ ὕψους κατέρριψαν, ἄθλιον ἀποδείξαντες μάγον τὸν ὡς Παράκλητον ἑαυτὸν μεγαλαυχοῦντα. Τούτου παρομοίους τοὺς διὰ χρημάτων ἐπι σκοπῆς ή τινος προστασίας κρατοῦντας ὁ θαυμάσιος κρίνας Θεολόγος, φησὶν, ὅτι χθὲς ὑπάρχων Σίμων Μάγος, σήμερον ὥς τις Σίμων Πέτρος του δόγματος δοκεῖ προκαθέζεσθαι. 434 Πόθεν πένης ὤν, εἶθ' ὑπερβάλλων Κύρον 435 Τὸν Μῆδον, ἢ τὸν Κροῖσον, ἢ Μίδαν, πόροις 436 Μετῆλθες εἰς τὸ βῆμα καὶ κρατεῖς θρόνου; Κύρος Μήδων βασιλεὺς ὑπῆρχεν πλούσιος σφόδρα Κροῖσος δὲ Λύδιος ἦν πολύχρυσος ἄγαν. Ο δὲ Μίδας Φρύξ· ἀλλ' ὅμως αὐτῷ πάντα χρυσὸς γέγονε δι᾽ εὐτ χῆς, δίκην αὐτῷ τῆς ἀμετρίας παρέχων. Κεῖνται δὲ αἱ κατ' αὐτοῦ ἐξηγήσεις ἐν τοῖς ἤδη λεχθεῖσιν. Φησὶν οὖν ὁ θεῖος Γρηγόριος - Πόθεν, ὦ οὗτος, πένης ὑπάρ χων τοὺς τοιούτους ὑπερβάλλων τῷ πλούτῳ μετῆλθες εἰς τὸ βῆμα καὶ κρατεῖς θρόνου, βίᾳ τὸ περισσὸν χει ρωσάμενος, ἵνα μὴ λέγω τὸ πᾶν; 457 Γενοῦ Ζακχαῖος, τοῖς μὲν ἠδικημένοις 458 Μὴ πλεῖον, αὐτὸ τὸ κεφάλαιον, εἰ δοκεῖ 459 Μόνον κατάθες· οὐ γὰρ φέρεις τὸ τοῦ νόμου.
col. 603–604page 132 of 170
PG 38:603Φησὶ Ζακχαίος· Καὶ εἴ τινός τι εἴληφα, ἢ ἀπεστέρησα, ἀποδώσω τετραπλάσιον. Σὺ δὲ, φησὶν ὁ Θεολόγος, κἂν τὸ κεφάλαιον ἀπόδος, ὦ πλεονέκτα. 653. Ἐφούδ τε σεμνὸν ἡ Σαμουήλ διπλοῖς. Γέγραπται, ὅτι τῷ Σαμουὴλ ἡ μήτηρ ἀνέφερεν διπλοΐδα μικρὰν ἐν Σιλωάμ ἔνθα ἦν λειτουργῶν τῷ Κυ ρίῳ, καὶ ὅτι ἐφοὺς περιεβέβλητο· ἐφοὺδ δέ ἐστιν ἐφι στρίς, ὡς Ακύλας· ὡς δὲ Θεοδοτίων, ἐπωμὶς ἢ ἐξωμίς. 662 Χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα. καρτερικαῖς φυλακαῖς. μνίου καὶ 701 Γαλῆν καθίζει μῦθος εἴσω παστάδας 702 Νύμφην γὰρ εἶχεν νυμφικῶς ἐσταλμένην 706 Επιδραμοῦσα δεῖπνον εἶχεν οὐ γάμον. 707 Τοιοῦτός ἐστι πᾶς νόθος διδάσκαλος. 721 Εἰ δ' οὕτως ἡμῖν καὶ πρόεδρος ὢν τύχοις, 722 Εἰ μὲν κάκιστος καὶ πονηρίας πλέως, 723 Τοῦτ' ἔστι καὶ νῦν ῥάμνον ἄρχειν τῶν ξύλων. Γεδαιὼν ὁ κριτὴς ἑβδομήκοντα τίκτει παῖδας, ἐξ ὧν ᾿Αβιμέλεχ ἦν υἱὸς παλλακῆς Σικιμίτιδος. Οὗτος πείσας τοὺς Σικιμίτας αὐτῷ συμμαχῆσαι, τοὺς ἀδελ φοὺς ἅπαντας ἐπὶ λίθον ἀπέκτεινεν ἕνα• Ιωνάθαν δὲ τῶν παίδων Γεδαιών, ὁ νεώτερος ἐπὶ τὸ ὄρος άνα δραμὼν διεσώθη· ἔστη δὲ, καὶ ταύτην τοῖς Σικιμίταις τὴν παραβολὴν εἶπεν· Πορευόμενα, φησίν, ἐπορεύθη τὰ ξύλα τοῦ δρυμοῦ χρίσαι βασιλέα ἐφ' ἑαυτά καὶ εἶπον τῇ ἐλαίᾳ· Δεῦρο βασίλευε ἐφ' ἡμῶν τῆς δὲ τῇ ποιότητι τοῦ ἰδίου καρποῦ τὴν βασι λεαν οὐκ ἀντεξαγούσης, καὶ διὰ τοῦτο βασι λεύειν παραιτησαμένης, εἶπον τῇ ἀμπέλῳ· Δεῦρο βασίλευε ἐφ' ἡμῶν· ὡς δὲ καὶ ταύτης παρωσαμέν της οὐκ ἀξίαν κρινάσης τῆς οἰκείας εὐφροσύνης τὴν τῶν ἀκάρπων ξύλων βασιλείαν, εἶπον τῇ συκῇ· Δεῦρο βασίλευσεν ἐφ' ἡμᾶς. Αλλ' οὐδὲ ταύτης τῷ τῆς ἰδίας γλυκύτητος καρπῷ τὴν ἐκεί των αντιμετρούσης βασιλείαν, τῇ ῥάμνῳ προσει θόντα βασιλεύειν αὐτῶν ἐξῃτήσαντο. Ράμνος οὖν ἐστιν ἀκανθῶδες φυτὸν καὶ ἄκαρπον, ᾧ τὴν ἰδίαν ἐπέ τρεπον ἀρχὴν τὰ τοῦ δρυμοῦ ξύλα· παρεικάζει δὲ τῇ ῥάμνῳ τὸν ᾿Αβιμέλεχ, τοὺς δὲ Σικιμίτας τοῖς τοῦ δρυ μου ξύλοις καὶ εἰ μὴ, φησὶν ἡ παραβολή, ἐξέλθει πῦρ ἐκ τῆς ῥάμνου καὶ καταφάγεται τὰ ξύλα του δρυμοῦ· ἢ ἐκ τῶν ξύλων, καὶ κατέδεται τὴν ῥάμνον· ὁ καὶ γέγονεν. Τῶν γὰρ Σικιμιτῶν νεωτερισάντων κατὰ τοῦ ᾿Αβιμέλεχ, ἐπ' αὐτοὺς στρατοπεδεύσας, φορτία ξύλων ἄρασθαι ἕκαστον προστάς. σει ὡς ἂν ἐμπρήσει τὰ Σίκιμα· οἱ δὲ Σικιμῖται ύπολ τὸν ἐν Σικίμοις ἔφυγον πύργον, ὑφ᾽ ἂν γεγονώς δ Αει μέλεχ, αὐτὸς μὲν ὑφῆψεν τὸ πῦρ, πᾶσαν τὴν πόλιν κατεδαφίσας, ἐκ δὲ τοῦ τείχους πλάσμα μύλου γυνὴ ρίψασα, κατὰ τῆς κεφαλῆς ᾿Αβιμέλεχ ήνεγκεν, καὶ ταύτην διαθλάσασα, αθλίως αὐτὸν τοῦ ζῆν ἀπήλλαξεν, κατὰ τὴν Ιωνάθαν παραβολήν· καὶ γάρ φησιν, ὡς 'Ο πατὴρ αὐτοῦ Γεδαιὼν τὴν ψυχὴν ἔθηκεν ὑπὲρ Ἰσραὴλ ἐν χειρὶ αὐτοῦ, τοὺς δὲ υἱοὺς Γεδα:ών ἀπέκτειναν ἑβδομήκοντα ἐφ' ἕνα λίθον· διό φησιν αὐτῶν κατευχόμενος· ὡσεὶ πεποίηκασιν ἐν ἀλη θείᾳ καὶ δικαιοσύνῃ, Κύριος οσφρανθείη ταύτην αὐτῶν τὴν θυσίαν, καὶ χαρίεσσαν ἐπὶ τῷ ᾿Αβιμέ λεχ, κἀκεῖνος ἐπ᾿ αὐτοῖς· εἰ δὲ μὴ, ἐξέλθει πύρ ἐξ Ἀβιμέλεχ, καὶ καταφάγεται Σίκιμα· καὶ ἐκ Σικίμων, καὶ καταφάγεται τὸν ᾿Αβιμέλεχ. Ταῦτα μὲν ἡ τοῦ Ἰωνάθαν παραβολή· Γρηγόριος δὲ ὁ θαυ μάσιος τὸ μηδένα καρπὸν ἀρετῆς κεκτῆσθαι τοὺς τηνικαῦτα τῶν Ἐκκλησιῶν προεδρεύειν ἀμελιωμέν νους, ράμνον προσαγορεύει· τὸ δὲ χαλεπώτερον, ὅτι καὶ τοὺς εὐθηνουμένους τῷ τῆς διδασκαλίας καρπ
col. 605–606page 133 of 170
PG 38:605καὶ πλουτούντας τῷ λόγῳ τῆς χάριτος ἀπωθούμενοι πολυτρόπως κακίζειν ἀγωνίζονται, τὴν ἐκείνων εὐλά βειαν τῆς οἰκείας ἀλαζονείας περισσοτέραν ύλην κατασκευάζοντες οἱ ἀπαίδευτοι. Τῶν γὰρ ὄντως ὁσίων εὐλαβεία συζῇν προαιρουμένων, καὶ τοῦ μᾶλλον ἄρ χεσθαι προτιμώντων, καὶ τῷ τῆς ἰδίας ἀρετῆς εὐφραινομένων καρπῷ, προπηδῶσιν οἱ ἀμαθεῖς, οἷα μὲν λέ γοντες, οἷα δὲ πράττοντες, οἱ τῶν ἐπιδόξων κόλακες, ὥστε δόξης ἀντιτυχεῖν ἧς ἀνάξιοι καθεστήκασιν. 72. Εἰ δε κράτιστος, αὖθις ἐν στύλῳ πυρὸς 725 Ηγουμένῳ πορεύετ᾽ Ἰσραὴλ μέγας. Στύλῳ πρὸς τὸν Ἰσραὴλ καθοδήγει προπορευόμενος αὐτοῦ· Στύλος δὲ πυρός ἐστιν, φησί, τοῖς ὁδη γουμένοις πρόεδρος εὐσεβής, θείαις ἀρεταῖς λόγῳ καὶ σοφία κεκοσμημένος. 728 Πρωτεύς σοφιστὴς εἰς κλοπας μορφωμάτων, 719 Η καὶ Μελάμπους, ή τις ἄλλος άστατος, 730 Πᾶσιν τὰ πάντα ῥᾳδίως τυπούμενος. Κεῖται ἡ κατὰ τὸν Πρωτέα καὶ Μελάμποδα Ιστορία ἐν τῷ με' λόγῳ· οὗτοι δὲ μάντεις ὑπῆρχαν μετα μορφούμενοι προς τους παρατυγχάνοντας. Φησὶν οὖν ὁ θεῖος Γρηγόριος, ὡς εἰ μή τις εὐσεβὴς τῶν προετ στώτων εἴη, τούτοις ἔοικε τοῖς ἄλλως ἄλλοτε πρὸς τὸν παρατυγχάνοντα πλαττομένοις. 741 Ζευξίς τις, ἢ Πολύκλητος, ἤ τις Ευφράνωρ, 742 'Αλλ' ὃς μὲν ἀνθηραῖς τε καὶ παντασκίοις 743 Βαφαῖς ἄμορφα σώματ' ἐξεργάζεται 74. "Ων Καλλίμαχος, Καλαῖς τ' ήστην, ὡς δοκῶ, ων 745 Μόγις γράφοντες εἰκόνας τῶν εἰκόνων 746 Τοιουτός έστι πᾶς ἀνὴρ πολύτροπος. Ζεύξις ἐκεῖνος ἄριστος γραφέων γενόμενος, τὰ μὲν δημώδη καὶ κοινὰ οὐκ ἔγραφεν, ἢ ὅσα πάνυ ὀλίγα, ήρωας, ἢ θεοὺς, ἡ πολέμους, ἀεὶ δὲ καινοποιεῖν ἐπειρᾶτο, καί τι ἀλλόκοτον ἐπινοήσας, ἐπ' ἐκείνῳ τὴν τῆς τέχνης ἀκρίβειαν ἐπεδείκνυτο· ἐν δὲ τοῖς ἄλλοις τολμήμασιν, καὶ θήλειαν ἱπποκένταυρον ὁ Ζεύξις οὗτος ἐποίησεν, ἀνατρέφουσαν προσέτι παιδίω ἱπποκενταύρω διδύμω κομιδή νηπίω. Τῆς εἰκόνος ταύτης ἀντίγραφος νῦν ἐστι Αθήνησι, πρὸς αὐτὴν ἐκείνην ἀκριβεῖ τῇ στάθμῃ μετενηνεγμένη· τὸ ἀρχέτυπον δὲ αὐτὸ Σύλλας ὁ Ρωμαίων στρατηγὸς ἐλέγετο μετὰ τῶν ἄλλων ἐς Ιταλίαν πεπομφέναι εἶτα περὶ Μαλέαν, οἶμαι, καταδύσης τῆς ὁλκάδος ἀπολέσθαι ἅπαντα, καὶ τὴν γραφήν· πλὴν ἀλλὰ καὶ τήν γε εἰκόνα τῆς εἰκόνος, ὡς οἷόν τε, δείξω τῷ λόγῳ· Ἐπὶ χλόης εὐθαλοῦς ἡ κένταυρος αὕτη περ ποίηται, ὅλῃ μὲν τῇ ἵππῳ χαμαὶ κειμένη, καὶ ἀπο τέτανται εἰς τοὺπίσω οἱ πόδες· τὸ δὲ γυναικεῖον ὅσον αὐτῆς, ἡρέμα ἐπήγερται καὶ ἐπ' ἀγκῶνός ἐστιν· οἱ δὲ πόδες οἱ ἔμπροσθεν οὐκ ἔτι καὶ αὐτοὶ ἀποτάδην οἷον ἐπὶ πλευράν κειμένης· ἀλλ᾽ ὁ μὲν ἐκλάζοντι ἔοικε καμπύλος ὑπεσταλμένῃ τῇ ὁπλῇ, ὁ δ᾽ ἔμπαλιν ἐπανίσταται καὶ τοῦ ἐδάφους ἀντιλαμβάνεται οἷόν εἰσιν ἵπποι πειρώμενοι ἀναπηδαν· τοῖν νεογνοῖν δὲ, τὸ μὲν ἄνω ἔχει αὐτὴ ἐν ταῖς ἀγκάλαις καὶ στρέφει ἀνθρωπικῶς ἐπέχουσα τὸν γυναικεῖον μαστόν, τὸ δὲ ἕτερον ἐκ τῆς ἵππου θηλάζει, εἰς τὸν πωλικὸν τρόπον ἄνω δὲ τῆς εἰκόνος οἷον ἀπό τινος σκοπῆς ἱπποκένταυρος τις ἀνὴρ ἐκείνης δηλαδὴ τῆς τὰ βρέφη ἀμφο τέρωθεν τιθηνουμένης, ἐπικύπτει γελῶν, οὐχ ὅλως φαινόμενος, ἀλλ᾽ εἰς μέσον, τὸν ἱππολέοντος σκύμνου ἔχων τῇ δεξιᾷ, καὶ ὑπὲρ αὐτὸν αἰωρῶν ὡς δεδεί ξαιτο τὰ βρέφη· τὸ δὲ θαυμαστὸν τοῦ Ζεύξιδος, ὅτι ἐν μιᾷ ὑποθέσει τὸ ποικίλον τῆς τέχνης ὑπεδείξατο, τὸν μὲν ἵππον ἄγριον ὄμμα θηριῶδες· τὴν δὲ ἵππον ἡμίτομον ύπερθεν γυναικός· ὅσα δὲ τῶν νώτων ἔξω, σατυρώδη· Ζεύξιδος δὲ εἰκόνι ἀπεικάζει Γρηγόρι τῶν ἐπισκόπων περὶ τὴν γνώμην τὸ πολύτροπον καὶ ἀσύνθετον.
col. 607–608page 134 of 170
PG 38:607ΛΟΓΟΣ ΡΜ'. Εἰς ἐμαυτὸν διὰ τὸ ἐμμέτρως λέ γειν 486 Πάντων δ' ὑπομνήσας σε τῶν πρὶν θαυμάτ [των, 487 Οἰς τὴν μεγίστην χεῖρά σου γνωρίζομεν, 188 Πόντου ραγέντος Ἰσραὴλ ἀδευκότος 489 Χειρῶν ἐπάρσει δυσμενών ηττημένων. Κεῖται ἡ παροῦσα ἱστορία ἐν τοῖς ἤδη λεχθείσιν. 192 Σάλπιγξι τειχῶν καὶ δρόμῳ πορθουμένων. Ἰησοῦς ὁ τοῦ Ναυῆ τὴν Ἱεριχώ πόλιν πορθήσας, ἑπτὰ ἱερεῖς καὶ σάλπιγγας τὰς αὐτὰς ἔστησεν, ἐπὶ ἡμέρας ἑπτὰ σαλπίζοντας κύκλῳ τῆς πόλεως· ἑπτά κις δὲ τὴν πόλιν περιδραμόντων τῶν σαλπιζόντων, αυτομάτως τὰ τείχη τῆς πόλεως κατεστράφη, καὶ παντελῶς ἀνεθεματίσθη. 200 Καὶ νῦν μαθητὴς ἐν σάλῳ τείνασσέ μοι 201 Τὸν ὕπνον, ἢ πέζευε, καὶ στήτω φόβος. Κεῖνται ἐν διαφόροις λόγοις. 217 Πηγή τις, οίμαι, πόντιος καθ᾽ ὑδάτων 218 Γλυκεῖα πικρῶν, ὥσπερ οὖν πιστεύεται. Κεῖται περὶ τοῦ ᾿Αλφειού ποταμοῦ καὶ τῆς ᾿Αρεθούσης πηγῆς ἐν τῷ ξη' λόγῳ. 267 Οὐ γὰρ κρότων ἔμοιγε καὶ ψόφων λόγος, 268 οὐδὲ βλακευμάτων τε καὶ λυγισμάτων, 269 Οἷς οἱ σοφοὶ χαίρουσιν ἐν πλήθει νέων 270 Πρῶτον δὲ τοῦτο φιλοσοφῆσαι προθέμην, 271 'Ρίψαι Θεῷ καὶ τἄλλα καὶ πόνους λέγων, 292 "Οσοι παρέντες μηλοβότους τὰς οὐσίας 273 Η χρυσὶν ἀθροίσαντες εἰς ἄλμης βυθούς. Μέμνηται Κράτητος τοῦ Θηβαίου, καὶ Διογένους, καὶ ᾿Αντισθένους. Κεῖται δὲ ἡ ἱστορία ἐν τῷ ριθ' λόγῳ. 292 Ηλίαν εἶχον ἐν λόγῳ τὸν Θεσβίτην, 293 Καὶ τὸν μέγαν Κάρμηλον, καὶ ξένην τροφὴν 294 Τοῦ Προδρόμου τὸ κτῆμα τὴν ἐρημίαν, 295 Παίδων Ἰωναδὰν δὲ ἄσκευον βίον. Κείνται αἱ παροῦσαι ἱστορίαι ἐν τῷ α' λόγῳ. 710 οὐχ αἷμά μ', οὐδὲ βάτραχος, οὐ σκνιπῶν [νέφος 743 Οὐ πρωτοτόκων Όλεθρος,ἔσχατον κακόν, 746 Καὶ πρός γ' Ερυθρᾶς κλύσμα συγκλείσαν λεών 744 "Εκαμψαν ἡμᾶς· ταῦτα γὰρ τῶν ἀγρίων 715 Αιγυπτίων μάστιγες ἐκβοώμεναι. Κεῖνται αἱ παροῦσαι πᾶσαι ἐξηγήσεις ἐν τοῖς προειρημένοις. 753 "Αρης, ἄφωνον πῆμα, κοντώδες κακόν. Τὸν ᾿Αρεά φασιν Ἕλληνες ἔφορον εἶναι τοῦ πολέ μου καὶ ὀργὴν πνέοντα. ῎Αφωνον δὲ βλάβην φησὶ καὶ κοντῶδες κακὸν, τὸ μὲν σχῆμα παραδηλῶν τὸ πολε μικὸν, καὶ τὸ βλάπτειν μὴ βλεπόμενον· ὧδε γὰρ τὸν "Αρεα σχηματίζει καὶ Ὅμηρος δι' ἐπῶν. Ήρχε δ' ἄρα σφιν "Αρης καὶ πότνι Ενυώ, Η μὲν ἔχουσα κυδοιμὸν ἀναιδέα δηϊοτήτος, "Αρης δ' ἐν παλάμησιν πελώριον ἔγχος ἐνώμα 758 Χρυσοῦν ελίσσειν τὴν φιλόσοφον σισύην. 808 Αἰγύπτιον τιν ἄλλον ὄψει Πρωτέα. Τὴν κατὰ τὸν Πρωτέα και Μελάμποδα ἐξήγησι ἐν τῷ με λόγῳ παρεθέμεθα λέγει δὲ αὐτὸν Αἰγύ πτιον, ἐπειδὴ τὴν Φαρίαν ᾤκησε νῆσον· ἀλλὰ μὴν καὶ τὸν Μάξιμον αινιττόμενος δι᾿ ὄν ταῦτά φησι. Καὶ γὰρ Αἰγύπτιος ἦν καὶ τὸν τρόπον Πρωτεύς· ἀλλές τροπος γὰρ καὶ τὸ εἶδος γέλωτες ἀνάπλεον κεκτημένος. 834 Κατάσκοποι μὲν πρῶτον οὓς τῆς ἐγκρίτου 835 Γῆς Ἰσραήλ τε ἐξέπεμψεν ὁ γεννάδας, 856 Πλὴν οὐκ Ἰησοῦς οὐδὲ Χαλής οι σοφοί, 837 Αλλ' εἴ τις ὕβρις ἐν νέοις καὶ πρεσβύταις, 838 'Αμμων, Απάμμων, "Αρποκρας, Στίππας, 839 ᾿Ανούβις, Ερμανούβις, Αἰγύπτου θεοὶ 840 Πιθηκόμορφοι καὶ κυνώδεις δαίμονες. Κατασκόπους δώδεκα Μωϋσῆς ἀπέστειλεν ἐκ Κά δης τὴν τῶν Χαναναίων διελθεῖν καὶ κατασκοπεῦσαι γῆν· ὧν ὑπῆρχαν Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ Χαλές, οι τῶν ἄλλων ἀνδρῶν δέκα τὴν καρδίαν τοῦ λαοῦ βαρι νόντων, ὡς δυσάλωτος ἡ τῆς ὑποσχέσεως γῆ, μόνος Ἰησοῦς καὶ Χαλέβ διαρρήξαντες τὰ ἱμάτια διεβεβαιοῦντο ταύτην ευχείρωτον αὐτοῖς ἔσεσθαι, ἔνθα τάξαντες ἀρχὰς οἱ Ἰσραηλῖται εἰς Αἴγυπτον ἀποστρέψαι κατηπείγοντο· τότε δὴ καθ' ἑαυτοῦ τὸν Θεὸν ὁμῶσαι λέγεται μηδένα τῶν ἐξ Αἰγύπτου ἐξεληλυθότων τὴν ἀγαθὴν ὄψεσθαι γῆν, πλὴν Ἰησοῦ καὶ Χαλὲς καὶ τῶν νηπίων, οἳ δεξιὰν αὐτῶν ἢ ἀριστερὰν οὐ γινώσκουσιν, τοῦτ᾽ ἔστιν ἢ καλὸν ἢ κακόν. Φησὶν οὖν ὁ θεῖος Γρηγόριος, ὅτι κατάσκοποι τῆς ἡμῶν ἤκασιν έλευ
col. 609–610page 135 of 170
PG 38:609Θερίας, οὐ κατὰ τὸν Χαλὲς καὶ Ἰησοῦν τὴν ἀρετὴν, ἀλλὰ κατὰ τοὺς εἰρημένους Αιγυπτίους μάγους καὶ τυράννους, τοῦτ' ἔστιν Αμμωνα καὶ ᾿Απάμμωνα καὶ Αρποκραν καὶ Στίππαν καὶ 'Ρόδωνα, Ανούσιν τε καὶ Ἑρμανούδιν τοὺς πιθηκομόρφους καὶ κυνώδεις Θεοὺς τῶν Αἰγυπτίων. Ανούσιν μὲν οὖν τὸν Ἡρακλέα καλοῦσιν Αἰγύπτιοι, ἀθλήσεως καὶ στεφάνων καὶ τῆς περὶ τὰ τοιαῦτα ἀσκήσεως ἔφορον ὄντα λέγοντες. 863 Νῦν δ' ήκεν ἡμῖν ἔλαφος ἀντὶ παρθένου. Ὅτε ἀπὸ τῆς Ἑλλάδος ἀπόπλους τῶν Ἑλλήνων ἐπὶ Τροίαν ἐγίνετο, ἐν τῇ Αὐλίδι τῆς Βοιωτίας γινο μένης καὶ τῆς θυγατρός Αγαμέμνονος τῆς Ἰφιγενείας τῇ ᾿Αρτέμιδι ἐπιδοθείσης τυθῆναι, ἡ "Αρτεμις ἐλεήσασα τὴν παρθένον, ἁρπάζει μὲν ταύτην καὶ ἀποφέρει παρὰ Ταύροις ἐν Σκυθίᾳ, ἔλαφον δὲ ἀντὶ τῆς παρθένου φανῆναι ἐποίησεν, ἥντινα λαβόντες εὐθὺς οἱ Ἕλληνες ἔθυσαν· ἡ δὲ Ἰφιγένεια ἐν Σκυθία Ιέρεια ἦν τῆς ᾿Αρτέμιδος. Κεῖται δὲ ἐν τῷ ξδ λόγῳ ἡ ἱστορία. 868 Οινόν τις είπε συμπότης πάντων κρατεῖν, 869 "Αλλος γυναῖκα, τὴν δ' ἀλήθειαν σοφός 870 Ἐγὼ δ' ἂν εἶπον χρυσὸν ὡς ἔχει κράτος. Εσδρας ὁ συγγραφεύς φησιν, ὅτι τρεῖς νεανίσκοι τῆς τῶν υἱῶν Ἰσραὴλ αἰχμαλωσίας τῷ βασιλεῖ Κύρω σπάδοντες πρὸς ἀλλήλους διαλεγόμενοι, ῥῆμα σοφὸν προβάλλεσθαι τυποῦσιν ἕκαστον δι' οὗ δύναιτ' ἂν ἐπαινεθήσεσθαι. Ὁ μὲν οὖν πρῶτος Υπερισχύει, φη σὶν, ὁ οἶνος, καὶ τοῦτον ἱκανῶς ἀποδείξας ἰσχυρότερον ἁπάντων, ἐσίγησεν· ὁ δὲ δεύτερος ἔφη· Υπερ ισχύει γυνή· καὶ δὴ πολλὰ περὶ τοῦ μηδὲν γυναικὸς Ισχυρότερον εἶναι προβαλλόμενος, ἔληξε τοῦ δημη γερεῖν· ὁ δὲ τρίτος, ὃς καὶ σοφώτερος πέφηνε, την ἀλήθειαν πάντων υπερισχύειν ἀπεφήνατο, πολυτρόπως πάντων τῶν ἐν βίῳ κρατεῖν παραστήσας. Τούτῳ δὲ νενικηκότι χάριν ὁ βασιλεὺς κατέθετο τὸ παρ' αὐτ τοῦ αἰτηθὲν ἔργῳ πληρώσας· τὸ δὲ ἦν τὸν λαὸν τῆς αἰχμαλωσίας ἀφῆναι, καὶ τὸν ἐν Ἱεροσολύμοις ναν σὺν τῇ πόλει ἀνοικοδομῆσαι. Φησὶν οὖν ὁ θεῖος Γρη γόριος, ὅτι τὴν ἀλήθειαν υπερισχύειν ὁ εἰπών, πειο θανὸς ἀποδέδεικται καὶ σοφός· ἐγὼ δ' ἂν τὸν χρυσὸν εἴποιμι πάντων ὑπερισχύειν, ὃς καὶ τῆς ἀληθείας προτιμώμενος τὸ κράτος ἔχειν πειρᾶται. 919 Τριχῶν ἐν αἷς ἔκειτο τὸ σθένειν ἅπαν, 920 Ὥσπερ λέγουσι, τῷ κριτῇ Σαμψών ποτε, 921 Ον ἡ κόμη προὔδωκεν ἐξυρημένη. Το Καθαπτόμενος ὁ θεῖος Γρηγόριος τοῦ κυνικοῦ Μα ξίμου, ἐν οἰκίσκῳ τινὸς χοραύλου ἀποκαρέντος (εἰς φησίν, ὅτι τοὺς εὐπρεπεῖς βοστρύχους ἀπέκειρεν, ἐν γὰρ πατριάρχας ἑαυτὸν ψηφισάμενος προεβάλλετο), οἷς εἶχεν τὸ τυφοῦσθαι· ὧν ἐκκοπέντων οὔτε πα τριάρχης ἦν, καὶ τῆς κόμης εστέρητο, δι' ἧς εἶχεν τὸ δύνασθαι πρὸς αἰσχρὰς ὑποθέσεις, χορευτρίαις συγγενόμενος, καὶ γάμων κόρδαξ χρηματίζων. Τὸ δὲ λέγειν, ὡς τὸν Σαμψών λόγος ἔχει, κατ' ἀντίφρασιν κεῖται. Οὐ γὰρ ὡς τοῦ θείου καθαπτόμενος Σαμ ψών, ἐκείνῳ παρεικάζει τον Μάξιμον, ἀλλ' ὅτι τὰς τρίχας πρὸς ὅπερ ἔφαμεν ἔχων, ἀποστερεῖτο τούτων, καὶ τῶν ἐλπισθέντων διήμαρτεν· ἡ δὲ κατὰ τὸν ἱερὸν Σαμψών Ιστορία κεῖται ἐν τῷ ξ' καὶ οε' λόγῳ. 1032 Τι Διογένης τοιοῦτον, ἡ ᾿Αντισθένης; 1033 Τί δὲ πρὸς ἡμᾶς ὁ Κράτης; διάπτυε 1034 Τούς περιπάτους Πλάτωνος· οὐδὲν ἡ στοά 1035 "Ω Σώκρατες, τὰ πρῶτα μέχρι τοῦ φέροις 1036 Φθέγξομ᾽ ἐγώ τι πιστότερον τῆς Πυθίας. Κεῖται ἡ περὶ τούτων ἐξήγησις ἐν τῷ ριθ' λόγῳ δὲ τῆς Πυθίας εἴρηται μὲν ἐν τῷ ξδ' λόγῳ, λελέξεται δὲ καὶ νῦν πλατυτέρως· Φωκὶς χώρα ἐστὶν ἐν Ἑλ λάδι· ἐν ταύτῃ ἐστὶν πόλις καλουμένη Δελφοί· ἐν τῇ πόλει ταύτῃ ἐστὶν ἱερὸν τοῦ ᾿Απόλλωνος, δ καλεῖται Πυθώ· ἐν τούτῳ τῷ ἱερῷ ἦν ὁ τρίπους καὶ αἱ μαντι καὶ ψῆφοι ἐν τῇ φιάλῃ τοῦ τρίποδος. Ηνίκα οὖν ὁ
col. 611–612page 136 of 170
PG 38:611μαντευόμενος ἠρώτα περὶ τῆς μαντείας, αἱ ψῆφος ἥλλοντο καὶ ἐκινοῦντο ἐν αὐτῇ. Τότε οὖν ἡ μάντις ἑνεφορεῖτο, καὶ ἔλεγεν ἃ ἤθελεν ὁ ᾿Απόλλων· έκα λεῖτο δὲ προφῆτις Πυθία. 1237 Καιρὸς γὰρ παντός, ὡς ἀκούεις, πράγματος, 1938 Μέτρον τ' ἄριστον τῶν σοφῶν ἑνὸς λόγου 1239 Χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὀρίσματα, 1240 Χωρὶς τὰ τῶν ἔξωθεν τῶν τ' ἐμῶν λόγων 1241 Τῶν μὲν γὰρ εἰσὶ πρὸς ἐπίδειξιν οἱ λόγοι 1942 'Εν μειρακίσκων συλλόγοις καὶ πράγμασιν, 1245 Εν οἷς μέγ' οὐδὲν ἀτυχεῖν, ἢ τυγχάνειν. Τὸ, Καιρὸς τῷ παντὶ πράγματι, καὶ μέτρον ἄρις στον, Σολομῶντός ἐστι τοῦ σοφωτάτου. Τὰ δὲ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα, αἰσχρὰ τυγχάνει. Μυσία γὰρ χώρα ἐστὶν ἐν τῇ Ἀσίᾳ· καὶ γὰρ ἐνταῦθα κατὰ τῆς Καρίας δρη κατέτεμνον ἑαυτοὺς, τελούμενοι τῇ Ῥέα. Κεῖται δὲ ἐν τῷ ξδ' λόγῳ ἡ ἐξήγησις. Χωρὶς τὰ τῶν ἔξωθεν δὲ, φησὶ, καὶ τῶν ἐμῶν λόγων. Τὰ μὲν γὰρ τῶν ἔξωθεν ἐν πλάσμασι κεῖται καὶ ψεύδει, ἐν οἷς τοῦ ἀποτυχεῖν, ἢ τυχεῖν οὐδὲν μέτεστιν· οἱ δὲ ἡμέ τεροι, φησί, λόγοι μετὰ τοῦ τυχεῖν καὶ τῆς ἀληθείας πολλὴν ποιοῦνται τὴν φροντίδα. 1560 'Επεὶ δ᾽ ἐγώ τε καὶ τὸ πορφύρας κράτος 1361 Κιγκλίδος ἦμεν της σεβασμίας ἔσω, 1302 Πάντων ἐπήρθη συμμιγεῖς αἶνος Θεοῦ. Εξήγησιν ὁ θεῖος Γρηγόριος ποιούμενος, πορφύρας κράτος τὴν βασιλείαν ὀνομάζει· τοῦτο δὲ οὐκ ἔστιν μὲν ἱστορία, ἀλλ' ἐξήγησις· ὅπως δὲ πορφύρας κράτος λέγεται, πρέπον εἰπεῖν· Ἐν Τύρῳ παρὰ τὸν αἰγιαλὸν κύων ποιμενική πορευομένη, εὑροῦσα πογ χύλην ἔφαγεν· εἶτα τὸ αἷμα τῆς κογχύλης έβαψεν τῆς κυνὸς τὸ στόμα. Ὁ ποιμὴν νομίζων πεπλῆχθαι τὴν κύνα, λαβὼν ἔριον ἀπέμαξεν τὸ αἷμα τοῦ στόματος, καὶ εὕρηται μὲν ἡ κύων μηδὲν ἔχουσα, τὸ δὲ ἔριον τῆς πορφύρας ἀναδεδεγμένον τὴν βαφήν· εἶτα έγνω κώς, ὅτι τὸ κογχύλιον τοιαύτην ἔχει δύναμιν βαπτικήν, ἐδημοσίευσεν αὐτὸ τοῦτο καὶ οὕτως συνέλεγον ἐν τῇ θαλάσσῃ τὰ κογχύλια, καὶ κατεσκεύασαν τάς πορφύρας. 1404 Όμως δ' ὑπεστέναζεν, ὡς φασι, γίγας 1405 Βληθεὶς κεραυνῷ πρόσθεν Ακναίῳ πάγω, 1406 Καπνόν τε καὶ πῦρ ἐκ βάθους ἠρεύγετο. Τυφωεὺς ἑκατὸν κεφαλὰς δρακόντων ἔχειν ἱστορεῖται, ὃς κατὰ τοῦ Διὸς ἐφθέγγετο, ἂν καὶ νεωτερίζειν κατ' αὐτοῦ μέλλοντα κεραυνοίς πλείστοις μόλις κατα βαλών, δι' ὑπερβολὴν ἰσχύος ἧς ἐκέκτητο, οὐκ ἀρκεσθεὶς τούτοις τῷ Αἰτναίῳ ὑποτίθησιν ὄρει, ὅθεν τὴν μέχρι δεῦρο βοὴν ἐκεῖσε γινομένην στεναγμὸν εἶναι μυθεύονται τούτου τοῦ γίγαντος. Τῷ τοῦ γίγαντος ὑποδείγματι δὲ χρησάμενος ὁ θεῖος Γρηγόριος τῷ λό γῳ, ὅσον ἔστενεν δέδειχεν ἡ βασιλεία πόλις τούτου στερισκομένη· καὶ γὰρ βοή τις τῶν ἀπὸ τοῦ δήμου λέγεται γεγονέναι, ὥσπερ συνεκβάλλεις ἑαυτῷ τὴν Τριάδα. 1733 Ἐξ οὗ τί γίνεθ'; Ἡ πολύπλοκος πάλαι 1734 Εἰκὼν ἐν ὕπνοις· χρυσὸς, ἐξῆς ἄργυρος, 1735 Χαλκός, σίδηρος, όστρακον τὰ πρὸς πόδας 1756 Δέδοικα μὴ τὰ πάντα λικμήσει λίθος. Ναβουχοδονόσορ ὁ βασιλεὺς ἐνύπνιον ἐθεάσατο, καὶ τοῦτο ἐπιλαθόμενος, τους μάγους καὶ τοὺς σοφούς καλέσας Βαβυλώνος, ἐζήτει παρ' αὐτῶν μαθεῖν τὸ ἐνύπνιον αὐτοῦ καὶ τὴν σύγκρισιν αὐτοῦ· τῶν δὲ απορούντων εἰπεῖν, προστάσσει τῷ ᾿Αριώχ ἄρχοντε τῶν αὐτοῦ πάντας ἀπολέσαι τους σοφούς καὶ τοὺς μάγους Βαβυλώνος. ᾿Αναιρουμένων δὲ αὐτῶν, παρ έστη Δανιὴλ τῆς ἀναιδοῦς αὐτὸν γνώμης ἀπείργων, ὑπισχνούμενος τῷ βασιλεῖ τὸ ἐνύπνιον διὰ Πνεύματος θείου μετὰ τῆς συγκρίσεως διασαφήσαι· καὶ στὰς ἐπὶ τοῦ βασιλέως τὸ ἐνύπνιον διεσάφησεν· ἔφη δέ Ἴδες, βασιλεῦ, καὶ ἰδοὺ εἰκὼν κατὰ πρόσωπόν σου, ἧς ἡ κεφαλὴ χρυσῆ, ἀργυροῖ δὲ οἱ ώμοι, οἱ χεῖρες καὶ ἡ κοιλία χαλκοί, οἱ δὲ πόδες καὶ οἱ κνῆμαι σίδηρος, οἱ δὲ δάκτυλοι ἔστρακον ἀναμεμιγμένον. Εθεώρεις, φησίν, ἕως οὗ λίθος τμή
col. 613–614page 137 of 170
PG 38:613η άνευ χειρός, καὶ ἕως τῆς εἰκόνος ἦλθεν, καὶ συνέτριψεν τὴν εἰκόνα, καὶ ἐπλήρωσε τὴν γῆν. Φησὶν οὖν ὁ θεῖος Γρηγόριος, ὅτι τοσοῦτον συνήχθη τότε τὰ πράγματα, δημηγορήσαντος αὐτοῦ πρὸς τοὺς φθονοῦντας αὐτῷ τῆς προεδρίας, ὡς δοκεῖν τὴν εἰ κόνα... συμμεμιγμένην δέδοικα μὴ πατάξει λικμήσας ὁ λίθος. 1757 Μοαβίταις καὶ ᾿Αμμανίταις, οἷς οὐ πάλαι 1738 Νῦν εἰσίτη; όν ἐστιν εἰς ἐκκλησίαν. Κεῖται ἐν τῷ ιβ' λόγῳ. 1763 'Ο Λὼτ ἐκεῖνος, πατριάρχης ᾿Αβραάμ, 1764 Ο μὲν βαδίζει, τὴν ἐναντίαν δ' ὅδε, 1765 Ως μὴ σθενοῦσθαι τῷ πλάτει τῆς κτήσεως. Κεῖται ἐν τῷ α' λόγῳ. 4802 Φυσῶντες ἡμῖν ἑσπέριόν τι καὶ τραχύ, 1803 Τοῖς δ' αντεπῄει δῆμος Ιλιοφρόνων, 1804 Κάπροι δ' ὅπως θήγοντες ἀγρίαν γένυν 4805 ('ὡς ἂν μιμήσομαί τι τῆς τραγωδίας,) 1803 λοξόν βλέποντες ἐμπύροις τοῖς ὄμμασιν. Όμηρος ὁ ποιητὴς Αίαντα τὸν Τελαμώνιον καὶ τὸν Πριαμίδην Εκτορα διαγωνιουμένους παρεισάγων, ἑκάστου τε αὐτῶν τὴν θρασύτητα παραστῆσαι βουλόμενος, κάπροις μαινομένοις ἀπεικάζει. Τοῦ μὲν γὰρ Εκτορος εἰς ἀγῶνα τοὺς Ελλήνων ἀριστέας προκαλουμένου, διά τινος θειοτέρας τὸ δοκεῖν ψήφου τοῦ Τελαμώνος Αίαντα συνδιαγωνιούμενον Εκτορι λόγος Έχει. Πρῶτα μὲν οὖν τοῖς ἀκοντίοις ἀλλήλους λέγονται βαλεῖν, εἶτα λίθεις, μετέπειτα πάλιν τοῖς ξίφεσιν. Ὡς οὖν ἔφαμεν, λέουσιν ἢ κάπροις τῶν ἡρώων τὸ θράσος ἀπεικάζει δι' ἐπῶν ὧδε λέγων Το δ᾽ ἐκπασαμένω δολίχ. ἔγχει χερσὶν ἄμ' ἄμψω, Σύν ῥ᾽ ἔπεσον λείουσιν εοικότες ὠμοφάγοισιν, Η συσὶ κάπροισιν Εσπέριον δὲ φυσῶντας, τοὺς ἐκ τῆς δύσεώς φησιν παρόντας ἐπισκόπους, Ιλιόφρονας δὲ λέγει κατά μία μησιν τῆς τραγῳδίας· ὑπὲρ τῆς Ἰλίου γὰρ Εκτωρ μέγα φυσῶν τοῖς Δαναοῖς συνεπλέκετο. 4318 Ἐγὼ τέως μὲν ὥσπερ ἵππος δέσμιος, 1819 Καίπερ κακοῖς τε καὶ νόσῳ τετρυμμένος, 1820 *Ενδον κροαίνων οὐκ ἐπαυσάμην πόδας, 1821 "Ερρηξα δεσμὰ τήν τ' ἀφορμὴν ἀσμένως. Δείκνυσι μὲν τὸ θερμὸν τῆς προθυμίας ἐκ τοῦ φυσικοῦ ὁρμήματος τοῦ ἵππου· μέμνηται δὲ καὶ ἀλ λαχοῦ τοιούτου τινὸς ἐν τῷ εἰς Βασίλειον τὸν θεῖον επιταμίῳ. Φησὶ γὰρ, ὅτι καὶ ποιεῖ τὸν Ομηρικὸν ἵππον ὁ πόθος· καὶ ὧδε μὲν ἐποχὴν σημαίνει, ἐκεῖσε δὲ μᾶλλον ἄφεσιν· ἔστι δὲ Ομηρικός ἵππος καθ' ὑπόδειγμα τοῦ Διομήδους ή προθυμία. Τοῦ γὰρ ήρωες τὴν ὀξύτητα καὶ τὴν περὶ τὸν πόλεμον θερμότητα βουλόμενος παραστῆσαι διὰ ὑποδείγματος Ομηρο; ἵππῳ ἀπεικάζει ἐπειπών τόδε τὸ ἔπος 'Ως δ' ότε τις στατὸςἵππος ακοστήσας ἐπὶ φάτνην Δεσμὶν ἀποῤῥήξας θείει πεδίοιο Καὶ τοῦτο μὲν τὸ ἔπος "Ομηρος περὶ ᾿Αλεξάνδρου φησὶν τοῦ καὶ Πάριδος· οὐκ οἶδα δὲ τῶν ἀρχαίων ἱστορικῶν δι' ἤν τις αἰτίαν εἰς Διομήδην μετέφρασεν ὧδε γὰρ ἔχει τὸ ἔπος Ως υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης καγχαλόων Τεύχεσι παμφαίνων ὣς τ' ἠλέκτωρ, ἐβεβήκει 1858 'Εγώ δ' Ἰωνᾶς ὁ προφήτης γίγνομαι, 1839 Δίδωμ' ἐμαυτὸν τῇ νεῷ σωτηρίαν, 1840 Καίπερ κλύδωνος τυγχάνων ἀναίτιος 1841 "Αραντες ἡμᾶς ῥήξατε κλήρου φορᾷ 1842 Κῆτός με δέξετ᾽ ἐκ βυθοῦ φιλόξενον. Κεῖται ἡ ἱστορία ἐν τῷ α' λόγῳ. ΛΟΓΟΣ ΡΜΖ'. Πρὸς Μάξιμον 45 Μὴ καὶ σὺ μουσόπνευστος ἡμῖν ἀθρόως, 16 "Ωσπερ λέγονται τῶν πάλαι σοφῶν τινες; 17 Μὴ καὶ σὲ δάφνης ἐξέμηνέ τις κλάδος; 18 "Η μαντικών πέπωκας ὑδάτων άφνω, 19 Επειτα μέτρον ἐβίνσας ἅμετρος ὤν. Τὸ μὲν τοῦ στίχου μέτρον λέγουσί τινες τοῦτον ηὑρῆσθαι τὸν τρόπον· Γυνή τις καλουμένη, ὡς μέν τινες Σιβύλλα, ὡς δὲ ἄλλοι Φιμονόη, ὡς δὲ ἕτερα Φιλύρα, επείσθη παρά τινος νεανίσκου· ἡ δὲ γυνή ὑβριστικώτερον ἠνέχθη πρὸς τὸν νεανίσκον, καὶ ὕβρισεν αὐτόν· ἦν δὲ ἡ λεχθεῖσα ὕβρις έμμετρος στί χος, καὶ τῆς ἁρμονίας τοῦ λόγου τῆς γραὸς ἀρεσάσης Ιλιόφρων
col. 615–616page 138 of 170
PG 38:615τοῖς παρισταμένοις, τὸ μέτρον τοῦ στίχου ἔλαβον, καὶ οὕτως ἐτεχνώθη τὰ περὶ τοῦ στίχου. μουσόπνευστος μὲν οὖν ἐστιν Ομηρος, ὡς τινες. Τὸν γὰρ αὐ τὸν ἀναγορεύουσι τῆς Καλλιόπης, ἥτις τῶν λοιπῶν προέχει Μουσῶν· ὑφ' ἧς ἐμπνευσθῆναι λέγεται, τῇ τε καλλιεπεία πάντας τοὺς Ελλήνων σοφούς ύπερ βάλλειν, οἱ δὲ τὸν Ἡσίοδόν φασιν. Οὗτος γὰρ, φασί, ποιμὴν ὢν ἐν Ασκρῃ τῇ κώμῃ τῷ 'Ελικώνι παρα κειμένῃ τὰς Μούσας ἐθεάσατο· αἱ δὲ τοῦτον φιλοτιμούμεναι δάφνης αὐτῷ χαρίζονται κλάδον, δι' οὗ τὴν σοφίαν ἐπλούτησεν· Ασκραῖος δὲ διὰ τοῦτο Ἡσίοδος κέκληται, ἐπειδὴ φυγόπατρις διὰ πτωχείαν ὁ τούτου πατὴς γενόμενος, "Ασκρη ᾤκησε την κώμην, μαντικῶν δὲ πέπωκεν ὑδάτων. Σαούλ προφήτης, Μάξιμος λογογράφος. Τὸν Σαούλ ἐν προφήταις ἡ παραβολὴ ποιεῖ, καθὼς ἐν τῷ ιβ' λόγῳ διεξήλθομεν· τὸν δὲ Μάξιμον ἐν 20 γογράφοις ἀπαριθμεῖται Γρηγόριος διασύρων αὐτόν. Τοῦ γὰρ Μαξίμου, φησί, λοφογράφου γεγονότος, τίς οὐκ ἂν εἴη λογογράφος; Τίς δὲ καθέξει τὴν χεῖρα, επεί περ πολλοί εἰσιν Μάξιμοι καὶ παράφοροι; Νῦν δ' αρμεὺς ἡμῖν πάντα κινῶν· δακτύλοις, Η τειχοποιός Αμφίων ἐκ κρονμάτων. Πολλαχοῦ περὶ τοῦ Ορφέως εἴρηται, ὅτι Θράξ ἦν τὸ γένος· οὗτος δὲ κρούμασι τῆς κιθάρας ἕλκειν λέγεται πάντα. Ο Αμφίων καὶ Ζῆθος διὰ κιθάρας λέγονται τὰς Επταπύλους τῆς Ἑλλάδος οικοδομήσαι. ΛΟΓΟΣ ΡΜΗ'. Εἰς εὐγενῆ δύστροπον Δύω δὲ ταῦτα τῆς βίου κωμῳδίας, Κατηστέρισται ζωον ἐν γῇ κείμενον, Καὶ γράμμα ποιεῖ τὸν κάκιστον εὐγενῆ. ΛΟΓΟΣ ΡΜΘ'. Κατὰ τυμβωρύχων Φρύξ ἦν ὁ Μίδας· ὡς δὲ πάντα χρυσίον Ήτει γενέσθαι, τυγχάνει, λιμῷ δέ γε Θνήσκει μὲν, εὐχῇ πλούσιος θνήσκει δ' ὅμως. Ο Μίδας οὗτος Φρυγίας ἦν βασιλεύς· ἦν δὲ φιλάργυρος καὶ χρυσομανής τις, ὡς τὸ ἔργον ἐδήλωσεν. Αύξατο οὖν ἵνα οὗ ἐὰν ἅψηται, χρυσός γένηται. Εἰσηκούσθη οὗτος· καὶ οὗ ἐὰν ἥψατο, ἢ χειρί, ή στο ματι, χρυσὸς ἐγίνετο· καὶ οὕτως πάντα μὲν ἦν αὐτῷ χρυσός· φαγεῖν δὲ μὴ δυνάμενος ἀπώλετο. Καὶ γάρ ή τροφή ἡ διδομένη αὐτῷ, διὰ τοῦ στόματος ἀπεχρυσοῦτο· ἐφθάρη οὖν τῷ λιμῷ. Κεῖται ἀλλαχοῦ ἡ ἱστορία. Σκείρων τις οὗτος, ἢ Τυφωεύς, ή γίγες Ἥκει τυραννῶν νερτέρους, τύμβον τ' ἐμόν; Τυφωεύς ἐστιν δαίμων πυρώδης καὶ καυστικός τύφοι γὰρ αἱ καύσεις εἰσὶν καὶ οἱ καπνοί. Τύφος δὲ δράκων ἐστὶν ἐνάλιος· λέγουσι δὲ καὶ Οσιριν ὑπὸ τοῦ Τύφωνος διεσπαράχθαι, καθάπερ τὸν Διόνυσον ὑπὸ τῶν Τιτάνων, καθὼς ἐν τῷ ξδ' λόγῳ κεῖται περὶ τούτων. Γίγας δὲ πάντως ὁ Ἡρακλῆς λέγεται· τοὺς γὰρ μεγάλους ἄθλους αὐτὸν ἀνῦσαί φασιν· ἡ ατος καὶ Ὀφιάλτης οἱ τὸν "Αρεα τυραννήσαντες καὶ τρισ καίδεκα μησὶν ἐν κεράμῳ χαλκῷ καθείρξαντες δέ σμιον· ἡ πάντως Πάσσαλος καὶ Ἀκλήμων· ἔστι δὲ Τυφωεὺς ὁ ἐν τῇ Αίτνη γίγας. Κεῖται ἐν τῷ ρμε' λόγῳ ἡ ἱστορία. ΛΟΓΟΣ ΡΝ'. Ενόδια "Ος με στύλῳ πυρός τε καὶ νέμους ἄγοι, Τέμνοι δὲ πόντῳ, ῥεῖθρα δ' ἱστών λόγω, Τρέχοι δ' ἄνωθεν καὶ κάτωθεν πλουσίως, Σταυρὸς δὲ χερσὶν ἐκτυπούμενος θράσος. Πᾶσαι αἱ παροῦσαι ἱστορίαι κείνται ἐν τοῖς ἤδη προλεχθεῖσιν, μάλιστα δὲ ἐν αὐτοῖς τοῖς ἐνοδίοις τοῖς δι' ἐπῶν εἰρημένοις. ΛΟΓΟΣ ΕΝΑ'. Εἰς ἐμαυτὸν Βεελφεγώρ σέβοντος, οὐ Τὸν ὄντα δεσπότην. Βεελφεγώρ θεός ἐστιν Μωαβιτῶν καὶ Ἀμμανιτών, ᾧ ὁ λαὸς Ἰσραὴλ πορνεύσας ἐτελέσθη. Κεῖται ἐν τῷ ιβ' λόγῳ. (μουσόπνευστος) τύφοι Τύφος
col. 617–618page 139 of 170
PG 38:617ΛΟΓΟΣ ΡΝΒ'. Πρὸς τὴν ψυχήν Θέλεις τὰ Γύγεώ σοι Τοῦ Λυδίου γενέσθαι; Καὶ δακτύλῳ τυραννεῖν Τὴν σφενδόνην ελίσσων, Κρύπτουσαν εἰ κρύπτοιτο. Φαίνουσαν εἰ φαίνοιτο; Πλάτων ὁ φιλόσοφος ἐν ταῖς Πολιτείαις (ἔστι δὲ οὕτως αὐτοῦ πραγματεία λεγομένη) εἰσφέρει τινὰ μῦθον· λέγει δὲ, ὅτι Γύγης τις ἦν ποιμὴν περὶ τὴν Λυδίαν. Οὗτος ποιμαίνων ἐν ὄρει τὰ πρόβατα, περι έτυχε σπηλαίῳ τινὶ, καὶ εἰσελθὼν ἐν αὐτῷ εὗρεν ἵπ πον χαλκοῦν, ἐν αὐτῷ δὲ τῷ ἵππῳ ἦν ἄνθρωπος γε κρὸς δακτύλιον χρυσοῦν περικείμενος, οὗ δακτυλίου ἡ κεφαλὴ στρεπτὴ ἦν καὶ ἐστρέφετο, ἥντινα κεφα λὴν καλεῖ σφενδόνην ὁ θεῖος Γρηγόριος. Ἔλαβεν οὖν, φησὶν, ὁ Γύγης τὸν δακτύλιον καὶ ἐξῆλθεν· καὶ ἡνί και μὲν ἐν τάξει ὁ δακτύλιος, ἑωρᾶτο ὑπὸ πάντων ἡνίκα δὲ τὴν σφενδόνην ἔστρεφεν τοῦ δακτυλίου, ἀφα νὴς ἐγένετο πᾶσιν. Ὁ μὲν οὖν Πλάτων τοῦτον εἰσε φέρει τὸν μῦθον αινιττόμενος, ὡς ὁ δίκαιος ἀνὴρ, κἂν τοῦ Γύγου λάβῃ τὸν δακτύλιον, ἵνα μὴ ὁρᾶται ὑπό τινος, οὐδὲ οὕτως ὤφελεν ἀδικεῖν. Δεῖ γὰρ τὸ καὶ δὲν δι' αὐτὸ τὸ ἀγαθὸν ἐπιτηδεύεσθαι, καὶ μὴ δι' άλ λους τινάς. Εχων οὖν τοῦτον τὸν δακτύλιον ὁ Γύγης ἐλθὼν ἐπὶ τὰ βασίλεια τῶν Λυδῶν, καὶ ἀντιστρέψας τὴν σφενδόνην, ἐγένετο ἀφανὴς καὶ εἰσελθὼν ἀπ έκτεινε τὸν βασιλέα. Ο δὲ Ἡρόδοτος ἄλλως ἱστορεῖ τὰ κατὰ τὸν Γύγην, ὅτι κατ' ἐπιτροπὴν τῆς δεσποί της ἀπέκτεινε τὸν Κανδαύλην, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ. Θέλεις τὰ Μίδεώ σοι, Τοῦ πλουσίως θανόντος, Ο χρυσὸς ἦν τὰ πάντα, Χρυσοῦν φέροντα λιμόν Εὐχῆς δίκην ἀμέτρου; Κεῖται ἐν τῷ ριθ' λόγῳ. Δἰχμὴν θέλεις τινάσσειν Πνέων Αρήτόν τι; Καὶ στέμματ' ἐξ ἀγώνων, 50 Θηροκτόνον τε κάρτος; Λέγουσι τὸν "Αρεα τῶν πολέμων ἔφορον εἶναι, καὶ ὀργὴν πνέοντα. Οὕτως γάρ φησι περὶ αὐτοῦ Ομη ρος· "Αρες, "Αρες βροτολοιγε. Θηροκτόνον δὲ τὸν Ηρακλέα φησίν· οὗτος γὰρ διαφόρους λέγεται θη ρας ὀλέσαι. Κεῖται ἐν τῷ β' λόγῳ. Τὸ δ' ἔσθος ἢ καμήλων Τρίχες νόμῳ δικαίων, Η καὶ δέρος, παλαιᾶς Γυμνώσεως κάλυμμα. Τὸν Ἰωάννην περιβεβλῆσθαι τὸ ἔνδυμα λέγουσιν οἱ θεολόγοι ἀπὸ τριχῶν καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ ἔχειν· ἡ παλαιὰ δὲ γύμνωσίς ἐστιν ἡ κατὰ τὸν ᾿Αδάμ. ΛΟΓΟΣ ΡΝΓ. Περὶ Παρθενίας 23 'Αδὰμ ἐν παραδείσῳ, Μωσῆς ἐν ὄρει Σινᾷ, 24 Λειτουργών Ζαχαρίας ὁ πατὴρ τοῦ Προδρόμου. Την παρθενίαν, φησίν, ἐν εὐθέτοις ἐτίμων καιροῖς, ὁ μὲν Ἀδὰμ ἐν παραδείσῳ πρὸ τοῦ κτισθῆναι τὴν Εύαν, μᾶλλον δὲ πρὸ τοῦ μετασχεῖν τοῦ ξύλου τῆς γνώσεως· Μωϋσῆς δὲ ἐν ὄρει Σινᾷ τὸν λαὸν καθαγνί ζων καὶ συνουσίας ἀπείργων, καὶ Ζαχαρίας ἐν τῷ ναῷ λειτουργῶν. 33 Καλῶς ὀδεύεις, παρθένε, εἰς ὄρος αποσώζου, 34 Μὴ πρὸς Σόδομα βλέψης, μὴ στήλη παγῆς [αλός. Κεῖται ἡ παροῦσα ἱστορία ἐν τῷ. α' και β' λόγῳ. 47 Επεσεν έωσφόρος, ἀλλ' οὐρανοὺς ἀγγέλλων 48 Ἰούδας ἦν προδότης, οἱ δ' ἔνδεκα λαμπτῆρες. Κεῖνται ἐν τῷ β' και γ' λόγῳ αἱ ἱστορίαι. 81 'Αφ' ἧς πεῖραν καὶ Χριστῷ προσήγαγεν ὁ πειράζων, 82 Λίθους αἰτῶν εἰς ἄρτους πεινώντα μετατρέψαι. Κεῖται ἡ κατὰ τὸν πειρασμὸν ἱστορία ἐν τῷ β' καὶ γ' λόγῳ. 85 Οὐκ ἐκλείψει σοι καμψάκης ἐλαίου πιστευ [ούσῃ,

Histories Related in Rhetorical WorksHistoriae relatae in operibus rhetoricis

col. 619–620page 140 of 170
Historiæ relatæ in operibus rhetoricis
PG 38:619[θύμως. 86 Κόραξ σε θρέψει, καθάπερ Ηλίαν ἐν ἐρήμῳ. 88 Παύλον μέγαν πεινῶντα, καὶ ῥιγοῦντα προ Κεῖται ὁμοίως ἡ ἱστορία ἐν τῷ β' και γ' λόγῳ. 87 'Ορᾷς Θέκλαν ἐκ πυρὸς καὶ θηρίων φυγούσαν. Κεῖται ὁμοίως ἐν τῷ β' καὶ γ' λόγῳ Κεῖται ὁμοίως ἐν τῷ β' καὶ γ' λόγῳ. ΑΛΛΑΙ ΙΣΤΟΡΙΑΙ. Πασῶν μὲν τῶν ἔξωθεν ἱστοριῶν, ὧν ἐν τοῖς ῥητορικοῖς αὐτοῦ λόγοις ὁ θεῖος ἐμνημόνευσε Γρηγόριος, τούτων αὖθις ἐν τοῖς ἐμμέτρως εἰρημένοις αὐτῷ μνείαν ἐποιήσατο, καὶ πλειόνων ἀσυγκρίτως· ὅμως τινές εἰσιν ὀλίγαι ἱστορίαι ἐν τοῖς ῥητορικοῖς ἐμφε ρόμεναι, ὧν οὐκ ἐμνημόνευσεν ἐν τῇ βίβλῳ τῶν ἐπῶν· καλὸν δὲ καὶ ταύτας ἐλογισάμεθα παραθέσθαι, ὅπως ἂν μηδὲν τῶν παντελῶς αὐτῷ λελεγμένων ἄδη λον εἴη τοῖς τῇδε τῇ βίβλω φιλοπόνως ἐντυγχάνουσιν. ΙΣΤΟΡΙΑΙ ΕΜΦΕΡΟΜΕΝΑΙ ΕΝ ΤΟΙΣ ΡΗΤΟΡΙΚΟΙΣ ΛΟΓΟΙΣ ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΩΝ ΕΝ ΤΟΙΣ ΕΜΜΕΤΡΟΙΣ ΟΥ̓ ΜΕΜΝΗΤΑΙ. α'. Περὶ τῆς τῶν μάγων θυτικῆς προγνώσεως. Μάγοι διὰ τῶν θυσιῶν ἔλεγον τὰς προγνώσεις, διὰ τῆς ἡπατοσκοπίας. Θύοντες γὰρ καὶ ἀνατέμνοντες, τινὰ σημεῖα ἐθεώρουν ἐν τοῖς τομίοις καὶ ἐν τοῖς ἤπασιν καὶ ἐν τοῖς ἄλλοις, δι' ὧν ἔλεγον τὰ συμβησόμενα· γένος δὲ Μήδων οἱ μάγοι, ἐξ ὧν οἱ ἡπατοσκόποι ἐξῆλθον. β. Περὶ τῆς τῶν Χαλδαίων ἀστρολογίας. Οἱ Χαλδαίοι, ὧν ἐστιν πρῶτος ὁ Ζαρούτρης, καὶ μετ' αὐτὸν Οστάνης, ἐπέστησαν τῇ οὐρανίᾳ κινή σει, καὶ εἶπον ὡς τῇ τοιᾷδε κινήσει τῶν οὐρανίων τὰ περὶ τοὺς τικτομένους συμβαίνει· ἀφ᾽ ὧν Χαλδαίων ἔμαθον Ἕλληνες τὴν ἀστρολογίαν, καὶ τοὺς γεννωμένους ήρξαντο ὑπὸ τὴν τῶν ἄστρων κίνησιν ἀναφέρειν. γ'. Περὶ τῶν Θρᾳκῶν καὶ Ὀρφέως. Πρῶτοι πάντων ἀνθρώπων Θρᾷκες ήρξαντο θρη σκεύειν καὶ θεραπεύειν Θεὸν, καὶ τελετὰς τελεῖν, καὶ μυστήρια συγκροτείν,, ἐξ ὧν θρακῶν ἤκουσε τὸ θρη σκεύειν ἡ περὶ τὸ θεῖον εὐσέβεια. Πρότερος δὲ πάνω των Θρακών Ορφεύς λέγεται εισηγήσασθαι τὰς τε λετὰς κατὰ τὸν τρόπον τῶν τελετῶν· οὗτος δέ ἐστιν ὁ Ὀρφεὺς ὁ λεγόμενος διὰ τῆς λύρας θέλγειν καὶ τὰ ἄψυχα, καὶ ἐξημεροῦν τὰ ἄγρια διὰ τῶν κρουμάτων τῆς λύρας. δ'. Περὶ τοῦ Λυδίου ἅρματος. Εστιν αὕτη παροιμία ἐπὶ τῶν ἐρίζειν ἐθελόντων καὶ μὴ δυναμένων ἐφικέσθαι· ἔστι δὲ ἡ παροιμία Παρὰ Λύδιον ἅρμα θέει· παρήκται δὲ ἡ παροιμία ἀπὸ τῶν Λυδίων ἁρμάτων ὡς ταχυτάτων ὄντων καὶ
col. 621–622page 141 of 170
PG 38:621μὴ δυναμένων φθασθῆναι· ἄλλοι δὲ ὅτι ἀπὸ τοῦ Πέ λοπος ἅρματος ήκουσεν ἡ παροιμία. Τινὲς γὰρ λέ ή γουσιν, ὅτι Πέλοψ Λύδιος ἦν, καὶ οὐχὶ Φρύξ. Τῷ οὖν ἰδίῳ ἁρματι ἐνίκησεν τὸν Οἰνόμαον, καὶ ἔκτοτε ἡ παροιμία παρῆλθεν, Παρὰ Λύδιον ἅρμα θέει. ε'. Περί Ορέστου καὶ Πυλάδου. Ορέστης οὗτός ἐστιν υἱὸς Ἀγαμέμνονος, φιλίαν δὲ τοσαύτην ἔσχεν πρὸς τὸν Πυλάδην, καὶ Πυλάδης πρὸς τὸν Ὀρέστην, ὥστε καὶ ἀποθανόντος Πυλάδου συγκατελθεῖν τὸν Ορέστην μέχρις ᾅδου. ς'. Περὶ τῆς λαβυρίνθου. Ἐν Κρήτῃ τῇ νήσῳ ἔστιν ὅρος, ἐν ᾧ σπήλαιον ἀντρῶδες καὶ δύσκολον περὶ τὴν κάθοδον, καὶ δυσχερὲς περὶ τὴν ἄνοδον, ἐν ᾧ λέγεται ὁ Μινώταυρος ἐμ βληθῆναι. Ἐπεὶ οὖν δυσχερὲς τὸ ἐκβῆναι τοῦ λαβυρίνθου, νῦν ὁ θεῖος Γρηγόριος ἔλαβεν αὐτὸ ἐπὶ τῶν ἀρύπτων λόγων, ὧν οὐδεὶς ἐδύνατο ἐκφυγεῖν, ἀλλὰ πάντως ἠλίσκετο. Ἐπιφέρει γὰρ καὶ τὰς ἄρχυς· εἶ τος δέ ἐστιν δικτύου παχυσχοίνου, ὁ ἱστᾶσι πρὸς Πήραν ἄρχων ἢ ἐλάφων ἢ κατὰ τῶν ἰσχυροτέρων ζώων. ζ'. Περὶ τῶν Σκεδάσου θυγατέρων. Οἱ Λακεδαιμόνιοι ἐν τῷ Πελοποννησιακῷ πολέμῳ μετὰ τὸ κατὰ κράτος νικῆσαι τοὺς ᾿Αθηναίους, η βουλήθησαν καὶ τοὺς ἰδίους συμμάχους πολεμῆσαι, καὶ ὁρμήσαντες κατὰ Θηβαίων, πρὶν προσεγγίσαι πολεμῆσαι τῇ πόλει, γενόμενοι ἐν Λεύκτροις (πόλις δε Θηβαίων αὕτη, συμβαλόντες ηττήθησαν, Επαμι νιώνδου στρατηγού Θηβῶν εὐδοκιμήσαντος. Τὸ δὲ πάθος τοῖς Λακεδαιμονίοις γέγονεν ἐν Λεύκτροις ἑξαετίας τοιαύτης· Σκέδασος ἐν Λεύκτροις ἂν εἶχε τρεῖς θυγατέρας· τινὲς δὲ τῶν Λακεδαιμονίων πάλαι παρ' αὐταῖς ἐπιξενωθέντες, μίξει τὰς κόρας ἐνύβρισαν. Φοβηθέντες οὖν οἱ Λακεδαιμόνιοι μήπως δη μοσιεύσωσι τῷ ἰδίῳ πατρὶ τὴν ἀσέλγειαν, ἀναιροῦσιν αὐτάς. Ἐπανελθὼν οὖν ἐν τῇ οἰκείᾳ πόλει τοῖς Λεύκτροις ὁ Σκέδασος, καὶ μαθὼν τὸ γεγονὸς κατ ηράσατο πᾶσι τοῖς Λακεδαιμονίοις παρ' αὐτὸν τὸν ἀτυχία ἔφθασεν ἐν Λεύκτροις τοὺς Λακεδαιμονίους. τάφον τῶν θυγατέρων αὐτοῦ ἀτυχῆσαι· διὸ καὶ ἡ τ'. Περὶ τῶν Πυθαγορικῶν κυάμων. Πυθαγόρειοι γένος φιλοσόφων ἐκ Πυθαγόρου τοῦ Σαμίου. Οὗτοι δι' αἰνίγματος τὰ τῆς φιλοσοφίας ἐμάνθανον δόγματα. Παρεδίδοτο δὲ πρὸς τοῖς ἄλλοις καὶ τοῦτο τὸ αἴνιγμα· Κυάμους μὴ ἐσθίειν, τοῦτ' ἔστι μὴ προδιδόντας τὸ δίκαιον δωροδοκεῖσθαι χρή μασιν. Οἱ γὰρ Αθήνῃσι πάλαι δικασταὶ ἀντὶ ψήφων κυάμοις ἐχρῶντο πρὸς κατάκρισιν ἐν τοῖς δικαστηρίοις. Φησὶν οὖν ἐκ τῶν κυάμων τῶν ἐκ τοῦ δικαστηρίου μηδὲν ἐσθίειν. θ'. Περὶ Σκηπίωνος καὶ Επαμινώνδου. Ο Επαμινώνδας Θηβαῖος ἦν τὸ γένος, μέγιστος στρατηγός, στρατηγήσας ἐν τῷ Λευκτρικῷ πολέμῳ, μαθητής γενόμενος Φιλολάου τοῦ Πυθαγορείου. Οὗτος πολεμῶν ἐνεκρατεύετο πάνυ καὶ ἀπὸ βρωμάτων καὶ ἀπὸ ἀφροδισίων καὶ πάσης ἡδυπαθείας· διὸ καὶ μέ γιστα κατὰ Λακεδαιμονίων έστησε τρόπαια. Ὁ δὲ Σκηπίων καὶ αὐτὸς στρατηγὸς Ῥωμαίων, ὅμοιος κατὰ τὴν δίαιταν τὸ ἦθος τῷ Επαμινώνδα· ἡρί στευσε δὲ καὶ αὐτὸς ἐν τοῖς πρὸς Καρχηδονίους που λέμοις, ὃς ἐκ τῆς νίκης τοῦ ἔθνους τὴν ἐπωνυμίαν ἔλαβεν, καὶ ἐκλήθη Σκηπίων Αφρικανός· Αφροὶ δὲ οι Καρχηδόνιοι λέγονται.
col. 623–624page 142 of 170
PG 38:623ι. Περὶ ᾿Αντισθένους. Οὗτος ᾿Αντισθένης κυνικὸς ἦν φιλόσοφος, ὃς τυ φθεὶς καὶ πληγεὶς τὸ πρόσωπον, λαβὼν χαρτίον καὶ ἐγγράψας εἰς τὸν τύψαντα, ἐκόλλησεν εἰς τὸ μέτ ωπον αὐτοῦ, καὶ οὕτως περιεπάτει. ια'. Περὶ τοῦ ἐν Ρώμῃ φιλοσόφου. Πολεμουμένης τῆς Ῥώμης ὑπὸ βαρβάρων, ἐπί... τοῦ βασιλέως, φιλόσοφος τις στὰς ὅλην τὴν ἡμέ ραν ὑπὸ τὸν ἥλιον προσηύξατο, καὶ ἔπεσεν πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφλεξεν τους βαρβάρους καὶ αὐτὸν τὸν φιλόσοφον. ιβ'. Περὶ τοῦ Ποτιδαιάτου. Ποτίδαια πόλις ἐστὶν ἐν τῇ Θρᾴκῃ κειμένη· ἐν ταύτῃ φιλόσοφος ἦν· οὗτος ἐν χειμερινῷ καιρῷ παν νύχιος, τοῦτ' ἔστιν ὅλην τὴν νύκτα, ευχόμενος, το σοῦτον, φησί, μετάρσιος γέγονε τὴν ψυχὴν, ὥστε μὴ αἰσθάνεσθαι τοῦ κρύους τοῦ χειμῶνος· ἔκστασιν δὲ λέγει τὸ ἐκστῆναι τὸν φιλόσοφον ἑαυτοῦ, καὶ ὡς εἶπον μετάρσιον γενέσθαι τὴν ψυχήν. ιγ. Περὶ τοῦ τριεσπέρου. Λέγεται ὁ Ἡρακλῆς διὰ τριῶν ἑσπερῶν κυηθῆναι δ καὶ τεχθῆναι· τοιαῦτα γάρ τινα μυθεύουσιν περὶ αὐτ τοῦ. Ομοίως δέ φασιν τοῦτον αὐτὸν Ηρακλέα ἐν μια νυκτὶ πάσαις ταῖς Θεστίου θυγατράσι μιγῆναι, καὶ παιδοποιῆσαι πάσας ἐξ αὐτοῦ· ὥστε διὰ ταῦτα καὶ θεοποιῆσαι αὐτὸν, καὶ τοῦτο τρισκαιδέκατον άθλον ὀνομάσαι· αἱ δὲ Θεστίου θυγατέρες πεντήκοντα ὑπῆρχον. ιδ. Περὶ τοῦ ἱμάντος 'Αναξαγόρου. ιε. Περὶ τῆς Ἐχέτου καὶ Φαλάριδος ἀπανθρωπίας. Εχετος τῆς Ἠπείρου τύραννος ὑπῆρχεν. Οὗτος ὠμότατος ὤν, ἐπενόει παντοίας τιμωρίας καὶ κολα στήρια. Πρὸς τοῦτον οἱ θέλοντες ἀφειδώς κολάσαι διέπεμπον, ὡς Ὅμηρος περὶ αὐτοῦ δι᾿ ἐπῶν φη σιν Εἰς Εχετον βασιλῆα βροτῶν δηλήμονα πάντων. Ὁ δὲ Φάλαρις τοιοῦτός τίς ἐστιν, καὶ οὗτος καινοτέρων κολαστηρίων γέγονεν εὑρέτης· ἦν δὲ τὸ γένος Σιν κελιώτης. Οὗτος Διονυσίῳ τῷ τυράννω χαριζόμενος ὄντι ὠμοτάτῳ καὶ τιμωρητικῷ, ἐπενόησεν βοῦν χαλ κοῦν, ἐν ᾧ ἔδει βάλλειν τοὺς κολαζομένους καὶ πυρ ἀνακαίεσθαι, ἵνα, φησιν, ἔνδον όντες καὶ καιόμενοι καὶ βοῶντες διατρεχούσης τῆς φωνῆς διὰ τοῦ στόματος τοῦ ταύρου, δόξῃ ὁ ταῦρος μυκηθμὸν ἀποτελεῖν καιό μενος. Τούτου δὲ τοῦ Φαλάριδος τὸ ἀπάνθρωπον θεα δ σάμενος ὁ Διονύσιος, αὐτὸν τοῦτον ἐνέβαλεν εἰς τὸν βοῦν, καὶ καύσας ἀπέκτεινεν. ις'. Περὶ τῆς "Αίδος κυνέης. Όμηρος ὁ ποιητὴς εἰσφέρει τὸν Δία ἀορασίαν τινὰ καὶ ἀφάνειαν ἐμποιήσαντα περὶ τοὺς Ἕλληνας, ὥστε μὴ ὁρᾶσθαι. Λέγει μυθικώτερον, ὅτι τὴν κυνέαν τοῦ "Αδου περιέβαλεν αὐτοῖς ὥστε μὴ ὁρᾶσθαι· ἡ δὲ κυνέα περικεφαλαία ἐστὶ τοῦ "Αδου, τοῦτ᾽ ἔστιν τοῦ Πλούτωνος· λέγει δὲ καὶ κυνέαν νέφος εἶναί τι, ἐν ᾧ κρύπτονται οἱ θεοὶ, φησίν, ἀπ' ἀλλήλων. ιζ'. Περὶ Ξάνθου καὶ Χαλκίδος. Σ,
col. 625–626page 143 of 170
PG 38:625κ'. Περὶ τῆς ὀνειρομαντείας. Τελμισσὸς πόλις ἐστὶν Λυκίας, αὕτη δὲ παλαιοτάτη πόλις· ἦν δὲ καὶ ἐπὶ τῶν χρόνων τοῦ Κροίσου. Οὗτος λέγονται πρῶτοι τοὺς ὀνείρους εὑρεῖν καὶ διακρίνειν καὶ τὰ τέρατα. Ελεγον γὰρ, εἰ γεγονέν τι παρά δόξον, ὅτι τόδε σημαίνει, καὶ πάντως ὡς ἂν εἶπον συνέβαινεν ἐξέρχεσθαι. κα'. Περὶ τῆς οἰωνιστικῆς Ξενοκράτους. τη'. Περί τοῦ Παλαμήδους. Οὗτος ὁ Παλαμήδης Εὐβοεὺς ὢν τὸ γένος (Εύβοια δὲ νῆσος ἀπάντικρυ τῆς Ἀττικῆς ἐστιν), λέγεται πρῶτος ἐφευρεῖν τὸ ἀριθμεῖν καὶ ταβλίζει καὶ πολ λαῖς ἄλλαις κεχρῆσθαι μεθοδείαις. Οὗτος δὲ ὁ Παλα μήδης εἷς ἐστιν τῶν στρατευσαμένων κατὰ τὴν Ιλιον· ἀπέθανεν δὲ ἐν Τροίᾳ κατ' ἐπιβουλὴν Ὀδυσσέως· Οδυσσέα γὰρ ἔσχεν ἐχθρὸν διὰ τοιαύτην αι τίαν· Τοῦ ᾿Αγαμέμνονος προτρεψαμένου τὸν Ὀδυσσέα ἐπὶ τὴν Τροίας ἔξοδον, μὴ θέλων ἀπελθεῖν ὁ Οδυσσεύς, καὶ μανίαν προσποιησάμενος, καὶ βαλὼν ὄνον, καὶ δῆθεν ἀροτριῶν ἐμμανίας προσποιήσει, δ Παλαμήδης ήλεγξεν δὲ οὕτως· Τὸν Τηλέμαχον τὸν υἱὸν αὐτοῦ προθεὶς πρὸ τοῦ ἀρότρου, εἶτα φθάσας ὁ Οδυσσεὺς περὶ τὸ παιδίον ἐπῆρε τὸ ἄροτρον, ἵνα μὴ πλήξῃ τὸ παιδίον, καὶ ἐγνώσθη ὅτι νηφάλιος ἐστιν. Ταύτην οὖν τὴν μήνιν μηνιῶν ὁ Ὀδυσσεὺς ἐν τῇ Τροία, ποιεῖ πλαστὴν ἐπιστολὴν ὡς ἀπὸ Πριάμου πρὸς Παλαμήδην περὶ προδοσίας τῶν Ἑλλήνων, καὶ ὑποτίθησιν ἐν τῇ τοῦ Παλαμήδους σκηνῇ· ὕστερον κατηγορίας γενομένης κατά Παλαμήδους ως προδό του, ηὑρέθη ἡ ἐπιστολὴ, καὶ τέθνηκεν ὑπὸ ᾿Αγα μέμνονος καὶ πάντων τῶν Ἑλλήνων. ιθ'. Περὶ τοῦ θρησκεύειν. Ορφεύς λέγεται Θραξ ἀπὸ γένους. Οὗτος θεολογήσας τὰ Ἑλλήνων μυστήρια, εδίδαξεν πῶς τε καὶ δεῖ τιμὴν τοὺς θεούς. Τοῦτο οὖν τὸ τιμᾶν θεοὺς, ἐκά λεσε θρησκεύειν· παρῆκται δὲ ἀπὸ τοῦ οἱονεὶ θεοδερκεύειν, τοῦτ' ἔστιν θεὸν ὁρᾷν. Τὸ δὲ μυεῖσθαι εἴρη ται, ἢ παρὰ τὸ μυστήρια καὶ ἀποῤῥητα τελεῖσθαι, ἢ διὰ τὸ μυοῦντα τὰς αἰσθήσεις καὶ ἐπέκεινα γινομένους πάσης σωματικῆς φαντασίας, καὶ οὕτως εἰσδεχομένους τὰς θείας ἐλλάμψεις. Λέγονται πᾶσαν τὴν οἰωνιστικὴν οἱ Φρύγες εὑρεῖν τῆς δὲ οἰωνιστικῆς τὸ μὲν ἔστιν ὀρνεοσκοπικὸν, ὅπερ ἐξηῦρον Φρύγες, τὸ δὲ οἰκοσκοπικὸν, τὸ δὲ ἐνόδιον, τὸ δὲ χειροσκόπιον, τὸ δὲ παλματικόν. Ορνεοσκοπικών οὖν ἐστιν, ὅτ' ἂν πετομένου τοῦδε ἢ τοῦδε τοῦ ὄρνι θος, ἢ ἐμπρὸς, ἢ ὀπίσω, ἢ δεξιᾷ, ἢ ἀριστερᾷ, εἴπω μεν ὅτι τόδε σημαίνει· λέγεται δὲ πρῶτος αὐτὴν ἐξευρηκέναι Τηλέγονος. Οἰκοσκοπικὸν δέ ἐστιν ὅτ' ἂν τὰ ἐν τῷ οἴκῳ συμβαίνοντα ἐξηγήσηται καὶ εἴπῃ, ὅτι τόδε σημαίνει, ἐπειδὴ ἐν τῇ στέγῃ ἐφάνη γαλῆ, ἢ ὄφις, ἢ μῦς, ἢ ἐκαινώθη ἔλαιον, ἢ μέλι, ἢ οἶνος, ἢ ἄλλο τι, τόδε σημαίνει· ταῦτα δὲ συνεγράψατο Ξενοκράτ της. Ενόδιον δέ ἐστιν, ὅτ' ἂν ἐξηγήσηται τὰ ἐν τῇ ὁδῷ ὑπαντῶντα, ὅτι Ἐάν σοι ὑπαντήσῃ τις τόδε βα στάζων, τόδε συμβήσεται· ἐὰν ὁ δεῖνα, τόδε· ἐὰν ἀλώπεκι συναντήσῃς, ἢ δορκάδι, ἢ κόρακι ἢ ἑτέρῳ ζώφ, τάδε συμβαίνει· ὅπερ ὁ Πόλλης συνεγράψατο. Χειροσκόπιον δέ ἐστιν ὅτ' ἂν διὰ τῆς ἐκτάσεως τῶν χειρῶν καὶ τῶν ῥυτίδων εἴπωμεν, ὅτι τόδε αὐτῷ ση μαίνει, ἢ ὅτι γαμεῖ, ἢ παιδοποιεί, ή τι τοιοῦτον ὅπερ Ελενος συνεγράψατο. Παλματικὸν δὲ ἐστιν τὸ διὰ τῆς πάλσεως τοῦ σώματος γνωριζόμενον· οἷον ἐπάλθη ὁ δεξιὸς ὀφθαλμός, τόδε σημαίνει, ή ώμος, ἢ μηρός· ὁ συνεγράψατο Ποσειδώνιος καὶ ἄλλοι πολλοί, θρησκεία. Θεοδερκεύειν, Μυεῖσθαι
col. 627–628page 144 of 170
PG 38:627κβ'. Περὶ δουλοσπόρων Σκυθῶν καὶ μαστιγιῶν. Τῶν νομάδων Σκυθῶν μέρος τι ἐξῆλθεν ἐκ τῆς Σκυθίας πλανώμενον ἐπὶ λῃστείᾳ· εἴασαν δὲ τοὺς οἰκέτας οὗτοι μετὰ τῶν γυναικῶν τυρεύειν τὸ γάλα, τοὺς δὲ οἰκέτας αὐτῶν ἐξετύφλουν οἱ Σκύθαι, καὶ οὕτως παρεῖχον αὐτοῖς τυρεύειν. Χρόνου οὖν ἐγγε νομένου, καὶ τῶν Σκυθῶν τῶν ἐξελθόντων μὴ ὑπο στρεφόντων, αἱ γυναῖκες φοιτώσι παρὰ τοῖς ἐκτυφλωθεῖσι δούλοις, καὶ συγγίνονται παῖδες ἀντὶ τῶν ἐξελθόντων Σκυθῶν· ἦσαν δὲ δοῦλοι κατὰ τὸ σπέρμα. Οἱ οὖν πάλαι ἐξελθόντες Σκύθαι ὑποστρέψαντες εὖ ρον τοὺς ἐκ τῶν δούλων γεννηθέντας ἡβήσαντας καὶ ἐναντιουμένους αὐτοὺς αὐτοῖς· καὶ γενομένου πολέ μου μεταξὺ τῶν δουλοσπόρων καὶ τῶν ἐπανελθόντων Σκυθῶν, ἡττῶνται πάνυ οἱ ἐπανελθόντες. Τούτοις οὖν ἡττηθεῖσιν εἷς τις συνεβούλευσεν μὴ ὅπλοις αὐτ τοῖς πολεμῆσαι, ἀλλὰ διὰ μάστιγος. Τὸ γὰρ δι' ὅπλων, φησί, πολεμῆσαί τινας ὡς ἀπὸ ἴσων πρὸς ἴσους ἐστὶν ὁ πόλεμος, τὸ δὲ διὰ μαστίγων αὐτοῖς ἐπελθεῖν ὡς ἀπὸ δεσποτῶν εἰς δούλους ἐστίν. Οἱ οὖν δουλόσποροι θεασάμενοι τους Σκύθας μετὰ τῶν μαστίγων ὑπέκυψαν ὡς ἰδίοις δεσπόταις, καὶ οὕτως κατελύθη ὁ πόλεμος. κγ'. Περὶ τῶν Θετταλικῶν ἵππων. Πάσα πόλις κατ' εξαίρετόν τι ἔσχεν ἰδίωμα, οἷον ἡ Θετταλῶν χώρα ἔσχεν τοὺς ἵππους, ἡ τῶν Ἀθηναίων τὰ μέταλλα τοῦ ἀργυρίου, ἡ Ἰνδία τὴν χρυσίτιδα ψάμμον, ὡς καὶ ἡ Λακεδαιμονίων κύνας θηρευτικοὺς, ἔνθεν καὶ οἱ Λακωνικοί κύνες, καὶ γυναῖκας ἀνδρείους καὶ ἀπτοήτους· ἔσχεν δὲ καὶ ἡ Σικελία τὴν ᾿Αρέθουσαν πηγήν, ἧς ἐρασθεὶς ὁ ᾿Αλφειός που ταμής, διαδὺς τὴν θάλασσαν παρὰ τὴν ᾿Αρέθουσαν πηγὴν ἀνεδόθη. κδ'. Περὶ Πλάτωνος ἐν λόγοις πόλεως. Πλάτων ὁ φιλόσοφος συνεγράψατο σύνταγμα, όπερ Πολιτείαν ἐπέγραψεν. Ἐν τούτῳ τῷ συντάγματι λέγει ὁποίαν δεῖ γενέσθαι πόλιν, καὶ ἐκ πόσων ἀν δρῶν συγκειμένην, καὶ ποίοις ἔθεσι καὶ τρόποις που λιτευομένην· αὕτη δὲ αὐτῷ ἡ πόλις λόγῳ μόνον συνέστη, ἔργῳ δὲ οὔτε συνέστη, οὔτε ἐπολιτεύσατο. Ἐν ἐκείνῳ οὖν τῷ συντάγματι λέγει τοῦτο τὸ ῥησίδιον, ὅτι Ὑποκείσθωσαν ἡμῖν οἱ πολῖται ἵν᾽ ἴδωμεν αὐτῶν κινουμένην τὴν ἐπίνοιαν. κε'. Περὶ τοῦ ὁ Φάνης καὶ ὁ ῞Ηρι καὶ ὁ Παῖος. Ἐν τοῖς Ὀρφικοῖς ποιήμασιν εἰσηνέχθη τὰ δύο ταῦτα ποιήματα μετὰ καὶ ἄλλων πολλῶν, ὧν τὸν μὲν Φάνητα εἰσφέρει αἰδοῖον ἔχοντα ὀπίσω περὶ τὴν πυγήν. Λέγουσι δὲ αὐτὸν ἔφορον εἶναι τῆς ζωογόνου δυνάμεως. Ομοίως δὲ καὶ τὸν Ἥρι καὶ Παῖον λέ γουσιν ἑτέρας ἐφόρους δυνάμεως εἶναι. Περὶ δὲ τοῦ, ὁ πάντας καταπίνων θεούς, οὐ λέγει περὶ Πρι καὶ Παίου, ἀλλὰ περὶ τοῦ Κρόνου. Λέγεται γὰρ οὓς ἔτε κεν υἱοὺς, πάλιν καταπιεῖν, καὶ ἐμῆσαι οὓς ήδη κατέπιεν. Λέγεται γὰρ λίθον καταπιεῖν ἀντὶ τοῦ Διὸς, καὶ τοῦ λίθου κατελθόντος, ἐμῆσαι πάντας. κς'. Περὶ Ὠκεανοῦ καὶ Τέθνος. Τοῦτον εἰσφέρουσι τὸν μῦθον οἱ ποιηταί, ὅτι Ὠκεανὸς πατήρ ἐστι πάντων τῶν θεῶν, ἡ δὲ Θέτυ;
col. 629–630page 145 of 170
PG 38:629Σ μήτηρ. Ανδρόγυνον δὲ ὁ Ὠκεανὸς καὶ ἡ Τέθυς, καὶ ὅτι πάλαι διέστησαν ἀπ' ἀλλήλων, διὰ δὲ δυσωπήσεως τῆς Ηρας γίνεται πάλιν συνάφεια αὐτῶν καὶ φιλία. Ὁ δὲ μῦθος, φησὶν, αἰνίττεται, ὅτι ὁ Ὠκεα νὸς μὲν ἔστιν ἡ ὑγρὰ φύσις· ἡ δὲ Τέθυς ἡ ξηρά, τουτέστιν ἡ γῆ καὶ ὅτι πάλαι τῆς ὑγρᾶς φύσεως μὴ συγγινομένης τῇ γῇ, οὐδὲν ἐζωογονεῖτο, καὶ ἀπώλλυτο πάντα· εἶτα ἡ Ηρα ὡς ἔφορος οὖσα τῆς συζεύξεως, καταλλάττει τὰ δύο στοιχεῖα, καὶ γίνεται λοιπὸν ζωογονία. κζ'. Περὶ τοῦ πολέμου τῶν θεῶν. 'Αθηνᾶ μὲν καὶ Ἥρα φροντίζουσαι τῶν Ἑλλήνων ἐπολέμουν πρὸς Αφροδίτην καὶ "Αρεα φροντίζοντας τῶν Τρώων· εἴποις δὲ πολέμους καὶ τοὺς ἀπὸ τῶν γιγάντων πρὸς τοὺς θεοὺς, καὶ τοὺς ἀπὸ τῶν Τιτάνων πρὸς Διόνυσον. χη'. Περὶ τοῦ τῶν Αιθιόπων αρίστου. Ομηρός φησιν, ὅτι ὁ Ζεὺς ἀπῆλθεν ἐν τῇ Αἰθιοπία ἐπ' ἄριστον. Οἱ γὰρ Αιθίοπες αριστοποιήσαντες ἐκάλεσαν αὐτόν τε καὶ τοὺς ἄλλους θεοὺς σὺν αὐτῷ. Τὸ δὲ ἄριστον τῶν Αἰθιόπων καὶ ἡ δίαιτα αὕτη Θυσία ἦν γινομένη τῷ Διῖ· τὰ δὲ ἔπη εἰσὶν ταῦ τα Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετ' ἀμύμονας Αιθιοπῆας Χθιζὺς ἔδη μετὰ δαῖτα, θεοὶ δ' ἅμα πάντες έποντο. κθ'. Περὶ Ζωπύρου. Δαρεῖος ὁ Περσῶν βασιλεὺς πολιορκῶν τὴν Βαβυ λῶνα ἐπὶ χρόνον πολύν, καὶ δυσπορθήτου οὔσης αὐτ τῆς, καὶ ἀσχάλλοντος ἐπὶ πολὺν καιρόν, Ζώπυρός τις ἀνδρεῖος τὴν ψυχήν, ὡς ἔδειξεν τὸ πρᾶγμα, καὶ οὐκ ἄδοξος παρὰ τῷ Δαρείῳ, μηχανάται τοιόνδε Κά ψας ἑαυτοῦ τὴν ῥῖνα καὶ τὰ ὦτα, καὶ μάστιξιν ἑαυτὸν ξάνας δεινῶς, αὐτομολεί δῆθεν πρὸς τοὺς Βαβυλωνίους, ὡς δεινὰ πεπονθὼς παρὰ τοῦ Δαρείου· εἶτα ἀπελθὼν, προσποιεῖται εὔνοιαν τοῖς Βαβυλωνίοις στρατηγῆσαι ὑπὲρ Βαβυλωνίων καὶ ἀνελεῖν πολλοὺς τοῦ Δαρείου· συνθεὶς δὲ σύνθημα μετὰ τοῦ Δαρείου. ἡμέραν ὡρισμένην, ἐν ᾗ δεῖ αὐτὸν προσβαλεῖν τῇ Βαβυλῶνι, ἐν ταύτῃ πείθει τοὺς Βαβυλωνίους λαβεῖν τὰς κλεῖς τῶν πυλῶν· εἶτα λαβὼν ήνοιξεν καὶ εἰσ ήγαγεν τοὺς Πέρσας, καὶ οὕτως εχειρώθη ἡ Βαβυλών ταῦτα δὲ Ἡρόδοτος ἐν τῇ γ' τῶν ἱστοριῶν φησι. λ'. Περὶ τοῦ, Εταῖρε, καὶ τοῦ προπίνειν. Ο Πλάτων καὶ πάντες οἱ φιλόσοφοι τοὺς γνησίους ἐραστὰς τῶν λόγων, ἑταίρους καλοῦσιν, οἷον φίλους. Ο οὖν Ἰουλιανὸς, ὡς δῆθεν φιλοσοφήσας, οὐκ ἀπαυ θαδιάζετο τῇ βασιλείᾳ, ἀλλ' ἐμιμεῖτο δῆθεν Πλάτωνα καὶ τοὺς ἄλλους, ἑταίρους πάντας καλῶν, καὶ πολύ τοῦτο τὸ ὄνομα αὐτοῦ ἐν ταῖς συνουσίαις ἦν. Τὸ δὲ προπίνειν τοῦτό ἐστιν· Πάντες οἱ ἀρχαῖοι βασιλεῖς ἐπιτελοῦντες ἑορτὴν πάνδημον, ἐν φιάλαις ή χρυ σαῖς, ἢ ἀργυραῖς κιρνώντες, ἐδέχοντο μὲν παρὰ τοῦ οινοχόου αὐτοῦ, ἀπέπινον δὲ μικρὸν ἐκ τῆς κύλικος, ὡς συμβόλου ὄντος τούτου φιλίας πολλῆς, καὶ τότε παρεῖχεν ᾧ ἂν ἐβούλετο χαριζόμενος καὶ τὴν κύλικα, καὶ ἐκαλεῖτο μὲν αὐτὸ τοῦτο προπίνειν· ἡ δὲ ἡμέρα, φιλοτήσια. Τὸ δὲ λαρυγγίζειν μίμησίς ἐστιν φωνῆς, ὅτ' ἄν τις ἐπιτερπόμενος οἷς λέγει ἐπιβήσει τῇ φωνῇ καὶ στενοῖ αὐτὴν, ὥστε δοκεῖν ἐν τῷ λαρυγγιάν παρακατέχεσθαι. φιλοτησία λαρυγγίζειν λαρυγγιά

On Physical MattersDe rebus physicis

col. 631–632page 146 of 170
PG 38:631λα. Περί, Ηρακλῆς μαίνεται καὶ Μεγάρη. Μεγάρη οὕτω καλουμένη Κρέοντος τοῦ Θηβῶν βασιλέως θυγάτηρ ἐγαμήθη τῷ 'Ηρακλεῖ, καὶ ἐπαιδοποίησεν ἐξ αὐτῆς. Ἡ δὲ Πρα ἀπεχθῶς ἔχουσα πρὸς τὸν Ἡρακλέα διὰ πολλὰ, ενέβαλεν αὐτῷ ματ νίαν, καὶ μανεὶς ἀπέκτεινεν τὰ τέκνα αὐτοῦ τὰ ἐκ τῆς Μεγάρης. λβ'. Περὶ τῶν κεκομμένων καὶ διεσπασμένων θεών. Αὕτη δοκεῖ εἶναι περὶ τῶν Τιτάνων καὶ Διονύσου ἡ ἱστορία· ἔστι δὲ τοιαύτη· Περσεφόνη γεννᾷ τὸν Ζαγραῖον Διόνυσον, ἐκ τοῦ Διὸς συλλαβοῦσα αὐτόν. Τοῦτον γεννηθέντα οι Τιτάνες (δαιμονίων δὲ τάξις) φθονήσαντες τῷ Διονύσῳ, ὡς ἐκ Διός ἔχοντα τὴν γέν νησιν, διασπαράσσουσιν αὐτόν. "Αλλοι δέ φασιν, ὅτι καθ' ὑπόθεσιν τῆς Ηρας διεσπάσθη ὑπὸ τῶν Τετά νων ὁ Διόνυσος. Καὶ περὶ μὲν τῶν διεσπασμένων θεῶν αὕτη καὶ περὶ τοῦ Διονύσου· περὶ δὲ τῶν κεκομμένων οὐδεμία τις φαίνεται ἡμῖν ἱστορία, ἢ περὶ τῶν γιγάντων. Αὐτοὶ γὰρ πολεμεῖν θέλοντες τοῖς θεοῖς, οἱ θεοὶ ἀντιστρατευσάμενοι ἐπολέμησαν καὶ ἔκοψαν αὐτοὺς, ὕστερον τοῦ Διὸς καὶ τὸν κεραυνὸν αὐτοῖς ἐκπέμψαντος. ΕΞΗΓΗΣΙΣ ΩΝ Ο ΘΕΙΟΣ ΓΡΗΓΟΡΙΟΣ ΕΦΥΣΙΟΛΟΓΗΣΕΝ ΕΝ ΤΟΙΣ ΕΜΜΕΤΡΟΣ ΑΥΤΟ ΕΙΡΗΜΕΝΟΙΣ ΠΡΟΣΤΑΣΣΟΜΕΝΟΥ ΣΤΙΧΟΥ. Πλαινά 496 Αὐτὰρ ἐγὼ εἰ καί με κακή κάλυψε μέ 497 Καὶ δνοφερὸν προπάροιθεν τὸν χέεν ἐχθρὸς 498 Σηπίη ὡς ἐμόωσα καθ' ὕδατος, ἀλλὰ καὶ έμεῖο, [έμπης, 439 Τόσσον ἔτ᾽ εἰσορόω καὶ δέρκομαι όσσον [άριστα. Σηπία γένος ἐστὶν τῶν ἐναλίων· ἔχει δὲ φυσικὴν μελανίαν, ὥσπερ οὖν καὶ οἱ ὄφεις· ἀλλ᾽ ἡ μὲν τῶν ὄφεὼν ἐστιν ἀναιρετική, τῆς δὲ σηπίας οὐκ ἔστι μόνον δὲ καθ' ὕδατος χεομένη, τὸ περὶ αὐτὴν ὕδωρ θολοῖ. Ταύτην μὲν οὖν ἐπίκουρον φυσικήν κέκτηται τὴν μελανίαν, ὡς οἱ τὴν ἀσπίδα τῶν ἀμυντηρίων βε λῶν ἀποτρεπτικὴν ἐν πολέμῳ. Καὶ γὰρ αὐτὴ τοῖς ἁλιευτικοῖς ἀγκίστροις ἐνοχλουμένη, καὶ τῶν θαλάμων ὥσπερ βιαίως ἀφελκομένη, τὴν μελανίαν ἐμεῖ τοσαύτην ἔχουσα τὴν ἐνέργειαν, ὡς τὸ περὶ αὐτὴν ἅπαν ὕδωρ διαχλῦσαι· τῶν δὲ θηρευτῶν ἐκ τοῦ συγκεχύσθαι τὸ δι' αὐτῆς ὕδωρ, ὅποι τὸ θήρατρον εμβάλοιεν απορούντων, αὕτη διὰ τῆς μελανίας τῶν ἀγρευόντων ἀποδιδράσκει. 558 Οἰσιν άδην ἐδάμασσας ἐμὸν κέαρ, εἴτε με πικρής 559 Τινύμενος κακίης, είτ' ἄλγεσιν, ὡς ὅτε πώλον 560 Παντοίοισι δρόμοισι καὶ ἡλιβάτοισι δαμάζων. Πώλους ἔθος ἐστὶν τοῖς σοφοῖς τὰ πολλὰ, ἀλλὰ μὴν καὶ τῇ θεοπνεύστῳ Γραφῇ, τὰς ἡμιόνους και λεῖν· οὗτοι δὲ φυσικὸν ἔχουσι στρῆνος. Ὁ μὲν γὰρ ἵππος, ὥσπερ δύναμιν ἔχει φυσικὴν, οὕτω καὶ πρα τητα, τῆς εὐγενείας ὑπογράφων εἰκόνα· τὸ γὰρ εὐγενὲς εύτροπον δηλονότι. Πῶλοι δὲ, τοῦτ' ἔστιν ημίονοι, συγκεχυμένην έχουσι τὴν γέννησιν· ἵππων γὰρ καὶ ὄνων ἐξεγένοντο· πᾶν οὖν δυσγενές, δηλονότι καὶ δύστροπον. Φυσικὴν οὖν ἔχοντες, ὡς ἔφημεν, τῆς ἀθεμίτου, μᾶλλον δὲ παραφυούς γεννήσεως τὴν ἀταξίαν, λακτίζουσι καὶ σπαράσσουσι τὸν ἐπιβάτην ὑποπτύοντες, καὶ τὸν ἐπιβάτην ἀπωθούμενοι, τὰ πολλὰ προσκαταῤῥήσσοντες. Πολλῇ δὲ βίᾳ κρατούμε
col. 633–634page 147 of 170
PG 38:633ναι, παντοίοις δρόμοις καὶ ἡλιβάτοις ἀνοδίαις δαμά ζονται, ροπάλοις μαστιζόμενοι, καὶ πικροτέροις ἀγών μενοι τρόποις. Τοιοῦτόν ἐστιν ὅ φησιν ὁ θεῖος Γρη γόριος· οἱ πειρασμοὶ τοῖς μὲν διὰ κακίαν, τοῖς δὲ δοκιμῇ τῆς ἀρετῆς ἐπαγόμενοι, πολυτρόπως Θεοῦ συγχωρήσει ἢ καὶ παροράσει. 608 Ξείνην τερπωλὴν οτην ἔχον, ὡς ὅτε πηγὴν 611 Διψαλέη ψυχρὴν ἔλαφος σχεδὸν ἄνδρας [ἀρίστους. Τὴν ἔλαφον ἐπὶ τὰς πηγὰς ὑδάτων ἐπιποθεῖν ὁ θεῖος ἔφη Δαβίδ· αὕτη δὲ φυσικὸν οὐκ ἔχει τὸ πρὸς τὰς πηγὰς ἐπείγεσθαι, τοῦ δὲ σβέσαι τὴν δίψαν χά ριν ἐπιτρέχει. Καὶ γὰρ ἐν ταῖς ἐρήμοις διαιτωμένη, τῶν ἰσβόλων ἑρπετῶν τὴν γαστέρα πληροῖ, καὶ τῇ δίψῃ συγκαίεται· ψυχρὰν δὲ πηγὴν καταλαβοῦσα, τῆς ἐνδομύχου καύσεως παρηγορείται. Φησὶν οὖν ὁ θεῖος Γρηγόριος, ὅτι ποικίλων πειρασμῶν καὶ παθῶν ὑπεκκαύμασιν τοῖς ἀναπεπλησμένοις, ὡς ταῖς ἐλάφοις τὸ ψυχρόν, οὕτω δὴ καὶ τούτοις ἀνδρῶν ἀγαθῶν ὁ συν δυασμὸς γένοιτ' ἂν παρηγόρησις. 104 Τὸν βροτόν όνπερ ἔτευξεν ἑοῦ θηήτορα [κόσμου, 105 'Ρίζαν ἐμὴν, καὶ σπέρμα πολυσχιδέας βιό τοιο 106 "Ανδιχα μοιρήσας μεγάλη ζωαρκέτ χειρί 407 Πλευρὴν ἐκ λαγόνων μούνην έλε την ρα γυ 108 Δειμάμενος, καὶ φίλτρον ἐνὶ πραπίδεσσι λε Γράσσας 109 Αμφοτέροις, ἐξέηκεν ἐπ' ἀλλήλοισι φέρε [σθαι, 110 Οὐ πᾶσ' οὐδ' ἐπὶ πάντας, ὅρον δ' επέθηκε [πόθοισι, 111 Τόν ρα γάμον καλέουσιν, ύλης ἀμέτροιο χα λινόν. Τὸν ἐπ' ἀλλήλοις πόθον, τοῦ τε ανδρός φημι καὶ τῆς γυναικός, φυσικῶς ἐντεθεῖσθαί φησιν ὁ θεολόγος ἀρχῆθεν ὑπὸ τοῦ δημιουργοῦ τοιοῦτον, ὥστε καὶ μὴ βουλομένοις αὐτοῖς, ὅμως ἐξ ἐμφύτου κινήσεως ἀλλεπαλλήλοις ἐπείγεσθαι· οὐκ ἐπὶ πᾶσι δὲ, φησὶ, τοῦτ' ἔστιν, οὔτε πρὸς ἑκάστην τῶν θηλυτέρων τοῦ ἀνδρὸς εἶναι τὴν ἔφεσιν, οὐδὲ πάλιν τῆς γυναικός ἐπὶ πᾶσι τοῖς ἄῤῥεσιν, οροθέσιον δὲ θέμενος ὅπερ ἐστὶν κατὰ συζυγίαν, τὸν κτηνώδη κατ' ἀγέλης ὧδε τρόπον ἀποτρέπει. Καὶ τοῖς μὲν ἄλλοις κτήνεσιν ἀφραδέουσιν ἐπαλλήλοις τὸ μαίνεσθαι παρέσχεν ἡ φύσις ἀγεληδόν· ἀνθρώποις δὲ κατὰ συζυγίαν· καίτοι φυσικῶς ὁ πόθος ἐγκείμενος ὁροθετεῖται· καὶ τὸ μὲν φέρεσθαι πρὸς συνουσίαν φυσικῶς ἔγκειται πᾶσι, τὸ δὲ μὴ κεχρῆσθαι ταῖς ὁρμαῖς, ἀλλ' ἐγκρατεῖν φύσεως καὶ βιάζεσθαι, μόνης ἐστὶν ἀρετῆς καὶ τῶν ὑπὲρ φύσιν πολιτευομένων. 241 Εἰ δ᾽ ἐτεὸν φοίνιξι πόθου νόμος υψικόμοισι 242 Πηγνυμένους θῆλύν τε καὶ ἄῤῥενα εξαρος χώρη 245 Ερνοκόμων παλάμησι βρύειν βοτρυώδεα [καρπόν. Τὸ μὲν ἐμφυλλίζεσθαι φυσικὸν οὐκ ἔστιν ἐπὶ τῶν ἄλλων φυτῶν· καὶ γὰρ παρ' ἑτέρων ἐμφυλλιζόμενα καὶ τὸν οἰκεῖον ἀποσώζει βλαστὸν, καὶ τὸν παρ' ἑτέ ρου δείκνυσιν ἐν ἑαυτῷ μεμερισμένως· ὁ δὲ φοίνιξ οὐχ οὕτως, ἀλλ' ἐκ τοῦ συγγενοῦς ἐμφυλλίζεσθαι φυ σικὸν ἔχων τὸ μὴ δίχα τοῦ ἄῤῥενος τὸν καρπὸν ἀπο τίκτειν. Οἱ γὰρ φυτοκόμοι ταῖς ἰδίαις χερσὶν κατά τινα τόπον τῆς τοῦ φυτοῦ κορωνίδος διανοίγοντες ἀπόμοιραν εἰσβάλλουσιν ἄῤῥενος, ὥσπερ δὲ τὸ φυτὸν καταγάστριον ὑποδεχόμενον σπέρμα, κάντεῦθεν ἐγκυμονοῦν τὸν ἔγκαρπον τοκετόν, ὥριον εὐκαίρως ἀπο δίδωσι. 24 Εἰ δὲ καὶ ἐκ δυάδων λιθήκων λίθος εἰς ἐν Γιούσης 243 Τίκτεται, ὡς ἐνέπουσι λίθων ἐπιστηρες ἄν δρες, 246 "Εστι καὶ ἀψύχοισι γάμος καὶ δεσμὸς ἔρωτος. Ὁ μὲν λίθος ἄψυχός ἐστι δηλαδή, καὶ ἀναίσθητος, οὔτε μίαν πρὸς τὰ ψυχικά τε καὶ αἰσθητὰ κοινωνίαν κεκτημένος· πολλὴ δέ τις ἐν τοῖς λίθοις διαφορά, κατ' εἶδός φημι καὶ ἀφήν. Οἱ μὲν γὰρ ἄλλων εἰσὶν εὐχροώτεροι καὶ σκληρότεροι, καὶ μείζους ἢ ἐλάττονες, πάντες ὅμως δὲ λίθοι. Τούτων γένος ἐστὶν φυσ
col. 635–636page 148 of 170
PG 38:635σικὸν ἢ κατ' αἴσθησιν, ἢ οὐκ οἶδ' ὅ τι καὶ λέγειν ἐχρῆν, κινούμενον ὅμως. Καὶ γὰρ σὺν ἀλλήλοις ἀπο τιθέμενοι λίθακες δύο, τρίτον ἀπογεννῶσιν, ὥσπερ τὴν ζωτικὴν ἐκμιμούμενοι φύσιν. 535 Οὐχ ὡς δὴ φερέοικον ὑπ᾽ ἄχθεῖ ὀστρακόεντι 536 "Είκουσαν μυγερῶς ὑγρόν δέμας ίχνεσι νω [θροῖς. Φερέοικός ἐστιν ἡ χελώνη, τὸ μὲν σῶμα δίυγρον ἔχουσα καὶ ἀπαλώτερον, όστρακῶδές γε μὴν τὸ σκη τικοὶ βάτραχοι καὶ παγοῦροι λοξοδρομούντες, δια τε βιοῖ τοῖς μαλακοῖς ὕδασιν καὶ τῇ ξηρᾷ διαιτώμενα. Καὶ γὰρ ὥσπερ εἰσὶν ἃ μὴ χωρὶς οἷόν τε ζῇν ὕδατος, αὖθις δ' ἅπερ ἐν ὕδασι ζῇν τῶν ἀμηχάνων οὕτω δὴ κατ' ἄμφω ζῇν ἔθηκε νόμος εἰσὶν ἅπερ, να μος δὲ γενικῶς διατρέχων, φύσις ἐστὶν δηλονότι καὶ τούτους δὲ τοὺς γεγαμηκότας ἀπεικάζει Γρηγόριος ὁ πανάριστος, πὴ μὲν τοῖς μαλακωτέροις τοῦ γάμου τρόποις ἐντετηκότας· πὴ δὲ τοὺς κατ' ἀρετὴν νάδιον. Εχει μὲν οὖν ἐπικείμενον βάρος τῷ τρυφερών τραχυτάτου βίου τῇ στερρότητι προσανέχοντας, τῷ σώματι, καὶ φυσικῶς συνεζευγμένον· ὅθεν καὶ νο θρώτερον βαδίζει, φυσικῶς ἐμποδιζομένη· ὅπερ οὖν ἐπὶ τῆς ψυχῆς καὶ τοῦ σώματος τούμπαλιν ἐπὶ τῆς χελώνης ἔστιν ἰδεῖν. Ἡ μὲν γὰρ ἐλαφρὰ λέγεται ψυχή, τὸ δὲ σῶμα μόλιβδος καταβαροῦσα. Πειρᾶται γοῦν φυσικῶς καθέλκειν τὴν ἐλαφρὰν τὸ βαρύτερον ἔχει δὲ δύναμιν ἡ ψυχή κατά φύσιν ἀντεφέλκειν τὸ σῶμα. Τὸ μὲν γὰρ ἀναίσθητον καθ' ἑαυτὸ θεω ρούμενον, ἡ δὲ λογική τε καὶ νοερὰ τινὰ τρόπον καὶ τοῦ σώματος δέσποινα· διὸ καί ποτε καθελκομένη πάσχει τὸ παρὰ φύσιν. Ἡ δὲ χελώνη φυσικὸν ἔχει τὸ κρατεῖσθαι, ὥσπερ ἐποχήν τινα τὸ περικείμενον ἐνδεδυμένη σκηνάδιον· καὶ βαδίζει μὲν τὸ ζῆν καὶ κινεῖσθαι, νωθρὰ δὲ τῇ φυσικῇ τοῦ βάρους ἀνάγκῃ ὅπερ οὖν, φησὶν ὁ θεῖος Γρηγόριος, πάσχουσιν οἱ γάμῳ προσομιλοῦντες, βαδίζουσιν μὲν ἐθέλοντες πρὸς Θεὸν, νωθρότερον δὲ τῷ περικείσθαι τὴν γαμή λιον ἀχθηδόνα· τοῦτο γὰρ ἀποδεῖξαι σκοπὸς τῷ Θεο λόγῳ, τῷ κατὰ τὴν χελώνην ὑποδείγματι. 538 Οὐδ᾽ ὡς ἀμφιβίοισι νόμος καὶ χέρσον ἔχουσιν 539 Καὶ μαλακοῖς τα ουσιν ἐν ὕδασι νυκτὶ καὶ [ἡοῖ. Αμφίβιόν ἐστιν ἅπαν ἐνυδρόχερσον, ὡς οἱ πηδη πρὸς ἀρετὴν ἐπιπλάστῳ σχήματι μορφουμένους. 291 Ασπίδος οὐ μέγα τύμμα, δίδωσι δέ γ' απ [τίκα πότμω 292 Υπναλέῳ, καὶ τερπνὸς ἀναπνείουσιν όλεθρος. Τῶν ἐχιδναίων γενῶν ἰοβόλων ἀσπὶς μικρὸν μὲν καθάπτεται τύπτουσα, τοσαύτην δὲ τὴν ἐνέργειαν ἔχει, ὡς ἡδονὴν ἡγεῖσθαι τὸν ὄλεθρον. Ωσπερ οὖν οἱ ψωριῶντες ἡδονὴν ἐκ τοῦ πάθους κνιζόμενοι περι ποιοῦνται, τοῦ χυμοῦ κατὰ τὴν τοῦ σώματος ἐπιφάνειαν καὶ τοῦ αἵματος ἐπιτρέχοντος, οὕτω δὴ καὶ τοῖς ὑπὸ τῆς ἀσπίδος τυπτομένοις αἷμα κατακάρδιον ἐπιτρέ έχει σὺν μελανίᾳ· τῇ μὲν οὖν ξέσει τοῦ σώματος, καὶ τῇ τῶν φυσικῶν πόρων κινήσει, τὴν ἡδονὴν προσγίνεσθαι, ἀναμφίβολον· ἐφέλκεται δὲ τὸν ὕπνον θαλπόμενον καὶ τὸ σῶμα· καὶ γὰρ οἱ μεθύοντες, ὕπνῳ βαθεῖ καταφέρονται ὑπὸ τῆς τοῦ οἴνου θερμότητος συγκαιόμενοι, καὶ μικρὸν ἀνανήφοντες ἀμέλει τῷ ψυχρῷ προσανέχουσιν ὕδατι τὴν προσγινομένην παραμυθούμενοι δίψαν, οὐκ οινοποσίᾳ τὸ λοιπὸν, ἀλλ' ὑδροποσίᾳ· τοσαύτη μὲν ἐκ φύσεως τῷ θηρίῳ καυ στική πρόσεστι δύναμις, ὡς ἅμα τῷ τυπτῆσαι τὸ κατακάρδιον αἷμα διαθερμάναι, καὶ πρὸς ὕπνον ἐφελκύσασθαι, καὶ τερπνὸν τοῖς ἀποφυγοῦσιν ἀπο
col. 637–638page 149 of 170
PG 38:637ποιῆσαι τὸν ὄλεθρον· οὕτω μὲν οὖν, φησὶν ὁ θεῖος Γρηγόριος, μικρὰν ἡδονὴν τῇ ψυχῇ τὸ δοκεῖν ἐνθέμενος ὁ δαίμων, ἤ τινα τῶν εὐτελῶν φροντίδα βιω τικήν, τερπνῶς ἐν ὕπνῳ τῇ ῥᾳθυμία καταφονεύει. 526 Ὡς δ' όρνιν φοίνικα φάτις θνήσκοντα νεάζειν 527 Εν πυρὶ τικτόμενον πολλῶν ἑτέων μετά [κύκλα, 528 Γηραλέης κονίης ξεῖνον γόνον αὐτογένεθλον, 529 'Ως οι γε θνήσκοντες αείζωοι τελέθουσιν. Φήμη τίς ἐστιν περὶ φοίνικος ορνέου ὡς μόνον ἐστὶν, ζεῦγος μὴ κεκτημένον· τοῦτο δὲ κατὰ χρόνον τινὰ, (σχεδόν λέγουσι δὲ πεντακοσίων ἐτῶν, ἀποθνήσκειν τοῦτον τὸν τρόπον· Συλλέγει ξύλα θησαυρίζον εἰς ἕνα τόπον, ἐφ' ὅν ἀφ᾽ ὕψους βοιζηδόν καταφερόμενον ἀναδίδωσι πῦρ, ὅθεν ἀναφλέγεται πυρκαϊά θνήσκει δὲ, φησί, συγκαιόμενον, ἐκ τῆς κονίης δὲ πάλιν ἀναφύεται· τοῦτο δὲ μυθός ἐστιν γραώδης, Ελληνικῆς ἀπήχημα τερατολογίας· οὐδὲ γὰρ τοῖς κατὰ τὸν Νεε πτηνοῖς ἢ κτήνεσι καὶ θηρίοις ἀπὸ ηρίθμηταί τι· δύο δύο γὰρ ἡ ἑπτὰ ἑπτὰ πρὸς αὐτὸν εἰς τὴν κιβωτὸν ἀπετέθη τῶν πάντων, ἄρσεν καὶ θηλυ· πᾶσα σὰρξ διεφώνησεν ἀπὸ τοῦ γενομένου κατακλυσμοῦ, πλὴν τῶν ἐν τῇ κιβωτῷ· ὡς μῦθον εἶναι φάσμα τὸν περὶ τοῦ φοίνικος ὀρνέου λόγον οὐ γὰρ ὡς ἀληθὲς ὁ Θεολόγος τοῦτο παρεισάγει βέ Ἔσιον ἀποδεικνύς, ἀλλ᾽ εἶναι, φησί, κατονομάζει ταύτῃ δὲ τὸν κατὰ τοὺς παρθενεύοντας βίον ἐξεικονίζει· καὶ γὰρ ὥσπερ, φησὶν, ἔστι φήμη τὸν φοίνικα νεάζειν τικτόμενον ἐν πυρὶ πολλῶν μετὰ κύκλους ἐνιαυτών, οὕτω δὴ καὶ οἱ βιοῦντες κατ' ἀρετὴν ἅπαν τες ἀποθνήσκοντες τοῖς ἐν κόσμῳ βιωτικοῖς, ἀθάνατοι γίνονται, τῷ πόθῳ τοῦ δεσπότου Χριστοῦ πυρπολούμενοι. Μηδὲ τεῇ ζωῇ βαλέην έχενηίδα σάρκα "Η τε καὶ ἱεμένην περ, όμως κατὰ νῆα πέδησεν. Φησὶν ὁ πάνσοφος τὰ θεῖα Γρηγόριος ὅτι δεσμός ἐστιν ἡ σὰρξ ἤτοι τὸ φρόνημα τῆς σαρκὸς τοῖς κατὰ Θεὸν πολιτευομένοις· ἐκ παραγώγου δὲ τοῦτό φησι καὶ... ἐν θαλάσσῃ ὅν καλοῦσιν ἐχενηίδα, μικρὸς μὲν καὶ λίαν εὐτελέστατος, ᾧ κατὰ τῆς μάχης ὀστέον προσίδρυται, καὶ μάλα βραχύ· φορτίδι δὲ περιτυγχάνων οὗτος μυριαγωγῳ σκληροῖς ἀνέμοις ἐλαυνομένη τῇ σκάφῃ προσπήγνυσι τὸ κατὰ τῆς ῥάχης ὀστέον· ταύτην δὲ διεμποδίζει καίπερ φορῶς ἑλκομένην, μὴ συγχωρῶν προβαίνειν περαιτέρω, καὶ τοῖς ἀσχέτοις περ ὕδασιν ἐπιπλέουσαν· τοσαύτην δύνα μιν εὐτελέστατος ὢν ἐκ φύσεως ἔλαχεν· οἷόν ἐστιν, ὁ θαυμάσιός φησι Θεολόγος, τὸ τῆς σαρκὸς φρόνημα, καν μικρὰ φροντὶς εἶναι δοκεῖ καὶ τῶν εὐτελῶν, ὅμως ἐπέχει τὸν ἰσχυρὸν καὶ ταχύτατον πλοῦν, καὶ τῆς ψυχῆς τὸν κατὰ Θεὸν δρόμον παρεμποδίζει. 554 Ο φύσι παμμήτειρα, σὰ δ' οὐκ ἐμὰ θαύματα [έξω, [ἔθηκας. 555 Οσσα καὶ ἐν χέρσοισι καὶ ἐν πελάγεσσιν Τὴν φύσιν ὁ θεολόγος Γρηγόριος πάντων μητέρα φησί, καὶ γάρ ἐστιν πάντων γενέτις· πᾶν γὰρ δ πέφυκε τῶν ὄντων φύσις ἐστὶν, δ δὲ μὴ φύσις, ἀν ὑπαρκτον δηλονότι· τὰ σὰ δὲ θαύματα, φησὶν, ὦ φύσι μῆτερ ἁπάντων, διηγήσομαι, ὅσα καὶ ἐν θαλάσσῃ ἐποίησας καὶ ἐν τῇ γῇ. 536 Πυνθάνομ' ὡς πτερόεσσα τρυγών τρυγόνος φιλίοιο 537 Χηρωθεῖσ᾽ ὀμόλεκτρον ἐὸν ποθέουσα σαβ [έρων, 538 Οὐ δέχεται πόσιν ἄλλον ἑῆς καθύπερθε και Γλιής
col. 639–640page 150 of 170
PG 38:639Ορνεον ἡ τρυγὼν τῶν καθαρῶν προσαγορευομένη, σωφροσύνην δὲ φυσικὴν ἔχει καὶ πολὺν τὸν εἰς τὸν ὁμόζυγον πόθον· αὕτη μὲν ἐκ παρθενίας αὐτῆς ἄρρενι συνάπτεται καὶ τῷ πρὸς αὐτὸ τέρπεται γάμῳ, τούτῳ μόνῳ προσανεχομένη, δεύτερον οὐκ ἐπιδεχομένη· καὶ ζῶντι μὲν τὴν πρὸς τὸν ἁμίαντον κοίτην διαφυλάττει, θνήσκοντι δὲ καὶ θηρωμένῳ τῆς αὐτῆς ἔχεται φιλίας, οὐκ ἐπιδέχεται γὰρ ἕτερον ὄρνιν ὑπεράνω της καλιᾶς, τὸν ἐκ παρθενίας ὁμόζυγον ἐπιποθοῦσα, μὴ παρόντος δὲ συμπάσχουσα τρό πον, καὶ εἰς αἴσθησιν ἐρχομένη πλανᾶται, στάσιν ἀνὰ τὰς ἐρήμους οὐκ ἔχουσα, μέχρις ἁλῷ καὶ αὐτὴ τῷ πένθει, μακρὰ βοῶσα, σωφρόνως τῷ πόθῳ τοῦ ἀνδρὸς ἡ σοφὴ συνφθειρομένη. 540 Οὐδὲ μὲν οὐ λακέρυζα μελάγχρους, ἀλλὰ [καὶ αὐτὴ 841 Ζώει κουριδίοιο πόθῳ τμηθεῖσα κορώνη, 542 Πάντα πόσιν στυγέουσα, ἐπὴν φίλον όρνιν [ὀλέσσῃ. Ορνεον ἡ κορώνη μέλαν τῶν ἀκαθάρτων προσαγορευομένη, σωφροσύνην δὲ φυσικὴν ὥσπερ οὖν καὶ ἡ τρυγών κεκτημένη αὐτή ἐπειδὰν γὰρ τὸν προσφιλή καὶ παρθενικὸν ὄρνιν ἀπολέσῃ, πάντα μισεῖ ἄῤῥενα ὄρνιν· φλύαρον δὲ ταύτην ὁ θεολόγος φησίν, οὐ τὸ προσφυὲς ἐνταῦθα καὶ φυσικῶς ὑποφαίνων· οἱ μὲν γὰρ κόρακες τὸ πολλὰ κράζειν ἅπαντες ἔχουσι πε φυκός, ὡς αὐτὸς ἀλλαχοῦ τοῦτο δηλῶν ὁ Θεολόγος φησί, Δεῖπνον ἔθηκαν ἀμετροβόαις κοράκεσσιν ἡ δὲ πενθοῦσα κορώνη καὶ ξένον παρὰ τοὺς ὁμογενεῖς ὄρνεις κωλύουσα, τοῦτον σεσημείωται τὸν τρό πον· τῶν μὲν γὰρ ἄλλων εὐτάκτως φωνοβολούντων, ἐξ ὧν τοῖς οἰωνοσκόποις πρόσεστιν οἰωνίζεσθαι, μᾶλο λον ἀνενδότως τῇ αὐτῇ καὶ ὡς ἐκ περιστάσεως λεπτότερα φωνῇ τὸ πένθος κατασημαίνει, μηδεμίαν ἔχουσα στάσιν ἄσχετα περικράζουσα, πενθικὸν ὀλολύζουσα, ταῖς ὑποσυρομέναις φωναῖς καὶ ταῖς ἐκ τό των εἰς τόπους συνεχέσιν ἀμείψεσιν· οὕτω μὲν οὖν ἡ μελάγχρους ἀλλὰ σώφρων, τῷ πρὸς τὸν ὁμόζυγον φίλτρῳ συνδιόλλυται κορώνη. 543 Ιχθύσι δ' ειναλίοισι νόμος, παύροις μέν [άθεσμος μέμηλε. 544 Αμφὶ γάμους, πολλοῖς δὲ σαοφροσύνης το 544 Καὶ θαλάμων, ἀλόχων τε· δίκη δέ τε κάνο [θάδ' ἀνάσσει. Τοὺς θαλασσίους ἰχθύας ὁ θεῖος Γρηγόριος περὶ τὴν γαμικὴν ὄρεξιν φυσιολογῶν, τοὺς μέν φησιν άθε μίτους, τοὺς δὲ σωφροσύνης φροντίζοντας· οἱ μὲν γὰρ αὐτῶν ἀγεληδὸν ἐπέρχονται τὸν οἶστρον φέροντες ἀσημάντοις, οἱ δὲ φροντίζουσι περὶ γυναικῶν, καὶ παστάδας, τοῦτ' ἔστιν θαλάμους, κατασκευάζουσιν ἑαυτοῖς, καὶ ὥσπερ αἰδούμενοι προφανῶς ἀναι δεῖν ἐπιμιχθῆναι, κατὰ τοὺς θαλάμους εἰσιόντες ταῖς ἰδίαις μόνον συγγίνονται γαμεταῖς ἐπ' ἀλλήλοις τερπόμενοι καὶ τοῖς θαλάμοις προσκαρτερούντες καὶ μηδενὶ τῶν ἔξω μιγνύμενοι· δίκη δέ, φησὶν ὁ θεῖος θεολόγος, παρ' αὐτοῖς βασιλεύει, καὶ γὰρ τοῖς πορ νεύουσιν οὐ συμμίγνυνται· μάχονται δὲ καὶ περί θαλάμων εἰκὸς, καὶ τοὺς ἀκρασίᾳ φύρδην ἐπιόντας ἀποτρέπουσιν, φυσικὴν λαχόντες τὴν εἰς τοῦτο κατά στασιν. 546 Αλλοι δ' οὐ πλεόνεσσιν ἑνὸς μογέουσι το [κοισιν, 547 "Αλλοι δ' ειαρινῇ μούνῃ φιλότητι γάνυνται, 548 Καὶ πλέονες, μέτρον δὲ φύσις ἐπέθηκε πά θοισι. Τῶν μὲν οὖν ἰχθύων εἰσὶν οἵτινες ἅπαξ τίχτοντες ἀρκοῦνται, καὶ δευτέραις οὐκ ἐπιτρέχουσι συνουσίαις· ὥσπερ τῇ φύσει δουλεύοντες, καὶ τὸ πλέον παρὰ φύσιν ἡγούμενοι· μέτρον δὲ τούτοις τῶν τά θων ἡ φύσις ἐπέθηκεν· οἱ δὲ πλείους τῶν ἰχθύων, κατὰ τὸν τοῦ ἔαρος καιρὸν ἐπιμαίνονται τοῖς γάμοις, τότε πρὸς συνουσίαν ὥσπερ ἐκ τῆς τῶν καιρῶν εἰ κρασίας κινούμενοι, μένουσι δὲ τὸν ἐπίλοιπον χρόνον ἀφροδισίων άτερ, ὡς οὐκ ὄντος παρ' αὐτοῖς ἄῤῥενος Η θηλείας διατελοῦντες. 559 Καιρὸς δ' αὖ φιλότητος ἐνήεθός ἐστιν ἅπασιν 560 Περίοις άλλοις τε, καὶ ὅσα ἐπὶ γαῖαν ὀδεύει. 561 Οὐδ᾽ ἐκτὸς προχέουσιν δρου φύσιν, ἀλλὰ [δέονται 562 Ώρια μαργαίνοντες ἐπὴν σφέας εξαρ ἐγείρη. όρνη. ούτω. ἀναΐδην.
col. 641–642page 151 of 170
PG 38:641563 Και δ' οἱ μὲν μιγάδεσσιν ἐπαΐσσουσι γάμοισι, 561 τοῖς δ' άλοχοί τε μέλουσι φίλαι, καὶ θεσμὸς έρωτος Ενδ Οἰοτόκος δ' ἄλλοισιν ἐπάρκιος ἔπλετο μίξις. Φησὶν ὁ θεῖος Γρηγόριος ότι καιρός ἐστιν ἐπιτήδειος πᾶσι τοῖς ἀερίοις καὶ ἐναλίοις καὶ ἐπιγείοις τοῦ γάμου καὶ τῆς πρὸς ἀλλήλους μίξεως· οὐδὲν δὲ τῶν ὅρων τῆς φύσεως ἔξωθεν διεκχέει, οὐδὲ παρὰ τὸ συγγενὲς ἀλλογενεῖ μίγνυται· ὅρος δὲ φύσεως ἐστιν Η σπερματική καταβολή τε καὶ δύναμις· οὐδὲν οὖν τῶν ἁπάντων παρὰ τὸν συγγενέστερον ὅρον τῆς φύσεως καταβάλλεται, δεσμοῦνται τρόπον τινά πάντα, μαινόμενα μὲν εὐκαίρως, ἐπειδ᾽ ἂν ὁ τοῦ Βαρος καιρός διεγείρει, μετὰ τὸ τὴν φύσιν ἐξυπηρετήσασθαι δὲ ἐπεχόμενα· τὸ μὲν οὖν θῆλυ τῶν ἀῤῥέ των ἐγκυμονῆσαν ἀποτρέχει· τοῦ δὲ θήλεως κατὰ γαστρὸς ἔχοντος, διὰ τῶν αἰσθητηρίων ἀντιλαβόμε τον, ἀποπηδᾷ τὸν ἄῤῥενα· διὸ καὶ τὴν γυναῖκα θη Αυτέραν οἱ σοφοί προσηγόρευσαν· πασῶν γὰρ ἐν πάσῃ τῇ κτίσει θηλειῶν μετὰ τὴν σπερματικὴν σύλληψιν οὐκ Επιδεχομένων τὸ ἄρσεν, ἡ γυνὴ τοῦτο ποιεῖν οὐ παραιτεῖται, καὶ μετὰ τὸ συλλαβεῖν ἐπιδεχομένη τὸν σπερματιστὴν ἄρσενα· καὶ πᾶν μὲν ἄλλο τι τῶν γεν τῶν θῆλυ προσαγορεύεται, θηλυτέρα δὲ ἡ γυνὴ τοῦ τον ὡς ἔφημεν τὸν τρόπον, τοῦτ᾽ ἔστιν θηλείας θη λυκωτέρα· καὶ μέντοι τῶν ἀερίων καὶ χθονίων καὶ θαλαττίων εἰσὶν & ταῖς θηλείαις ἀκρατῶς μίγδην ἐπιπηδῶσιν, οἷς δὲ φροντίς ἐστι καὶ γαμικῶν θαλάμων καὶ προσφιλῶν γαμετῶν· ἄλλοι δὲ πλὴν ἑνὸς οὐ μοχθοῦσι τοκετοῦ, τῇ φύσει τὸ πρόσφορον χαριζόμενοι, καὶ αὐτῷ τοῦ δημιουργοῦ λόγου προσ τάγματι πειθαρχοῦντες, ὡς ἐντεῦθεν τὴν ἀκράτειαν παρὰ φύσιν εὔδηλον εἰσενηνέχθαι· καὶ γὰρ αὐτὸς ἐπάγει Γρηγόριος ὁ Θεολόγος ὧδε φάσκων· Εἰ δὲ καὶ τοῖς ἀνοήτοις περὶ σωφροσύνης λόγος ἐστὶν, καὶ ταύτης μέλει τούτοις, ὦ ἄνθρωπε, τὸ πλάσμα τοῦ Θεοῦ κατ᾿ εἰκόνα τιμηθεὶς οὐ σωφρόνως ζήσαιο, καὶ τῶν ἀνοήτων ὑπερέκεινα θελήσας; παντί που δῆλον. 568 "Αλλοις αὐτομάτη σαρκὸς δέσις οὐχ ὑπ' Γέρωτος 569 Θειοτέρου τὴν οὔτι σωφροσύνην καλέουσιν. 570 Εμπαγε μὴν γέρας ἐστὶ θεόσδοτον ὕβριος [ἐκτὸς 571 Ζώειν, εὐδιόωντά τ' ἔχειν νόον, ἠδ᾽ ἀτίνακτον. Τοῖς μὲν, φησὶν ὁ θεολόγος Γρηγόριος, ἀφ' ἑαυτῆς ἡ σὰρξ δέδεται, τῶν πρὸς συνουσίαν μηδενὸς λόγον ποιουμένη· ταύτην δὲ σωφροσύνην οὐ λέγουσιν οἱ σοφοί· τὸ γὰρ παρὰ γνώμην ὥσπερ ἐξ ἀδυναμίας ἐγκρατεῖν ἡδονῆς, οὐκ ἂν κληθείη σωφροσύνη· τιμὴν δὲ καὶ δῶρον θεῖον ὁ Θεολόγος καλεῖ τὸ ζῆν ὁπωσούν χωρὶς ὕβρεως, καὶ τοῦ πάθους ἠρεμεῖν ἐν τούτῳ τῷ μέρει, καὶ τὸν νοῦν ἀσάλευτον ἔχειν· τὸ γὰρ μὴ πρὸς ἡδονῆς παρενοχλεῖσθαι, τὸν νοῦν ἀκλόνητον δια φυλάττει· σώφρονες μὲν οὐκ εἰσί τινες οἱ φυσικῶς ἢ κατ' αἰτίαν τινὰ τῆς ἡδονῆς ἐστερημένοι· ζῶντες δὲ καθ᾿ ὃν ἔφημεν τρόπον ἀτάραχοι, θεόθεν γέρας ἔχουσι τοῦτο. 579 Οὐδὲ πυρὸς μαλεροῖο διατρέχει ήΰτε γαίης 580 Σκαίρουσα χθαμαλοῖσι ποσὶν τυτθὴ σαλα [μάνδρη. Τῶν ἑρπιστικῶν γενῶν εὐτελέστατον ή σαλαμάνδρα· τοσαύτην δὲ δύναμιν ἔχει φυσικήν, ὡς πυρ καϊὰν κατασβεννύειν· καὶ γὰρ φλογὸς ἰσχυρᾶς ἀνα ριπιζομένης, μέση διαλλομένη, τοῖς εὐτελεστάτοις ποσὶν ὥσπερ σκιρτῶσα, τὴν τοσαύτην σβέννυσι φλόγα, φυσικὴν πρὸς τοῦτο δύναμιν κεκτημένη. 581 Ἰχοὺς δ' ἔμπυρος ἐστὶ, καὶ οὐ πυρὶ δάμνατ' [ἀπίστῳ 582 Έμπυρος, αιθόμενος δὲ μέσης διαλάμπεται [άλμης. Εστιν ἐν θαλάσσῃ τις ἰχθὺς ἔμπυρος· οὗτος γὰρ μέσην διατρέχει τὴν θάλασσαν ἐπιπολάζων τοῖς ὕδασι ῥοιζηδόν· ὑφάπτεται δὲ ῥοιζούμενος, καὶ φλόγα πολύ λὴν ἀναριπίζει μέσος τῶν ὑδάτων· οὗτος μὲν οὖν
col. 643–644page 152 of 170
PG 38:643ἐμπυριζόμενος (οίκοθεν γὰρ ἀναριπίζει την φλόγα), οὔτε τῷ πυρὶ δαμάζεται συμφλεγόμενος, οὐδ' όπωσεί λωδᾶται· μένει δὲ ζῶν καὶ τοῖς ἄλλοις ἰχθύσιν ὑφέρο πων, καὶ τὸν βυθόν διανηχόμενος συνδιαιτᾶται, φυσ σικὴν ἔχων τὸ πυρὰν οἴκοθεν ἀναφλέγειν, ὑπὸ δὲ τοῦ πανδαμάτορος πυρὸς μὴ διόλλυσθαι· μέσην δὲ τὴν θάλασσαν διατρέχων, τὰ μὲν παρατυγχάνοντα κύ ματα διασχίζει, μένει δὲ λαμπόμενος καὶ τοῖς πολλοῖς ὕδασι μὴ σβεννύμενος, τῇ καυστικῇ τῆς φύσεως ἐπιδόσει τῶν θαλαττίων κυμάτων ἐπικρατῶν. 583 Οὐδὲ λίθος μάγνησσα σιδήρεον ὅλμον ἀνέλκει. Λίθος ἐστὶν ὁ μαγνήτης· οὗτος φυσικὴν ἔχει δύο ναμιν ὥστε τὸν σίδηρον ἀνιμᾶσθαι· καὶ γὰρ ὑπερ άνω τιθέμενος σιδήρου, τοῦτον ἀνέλκει, κἂν ὄλμος τε ᾖ, κἂν ὅτι τῶν βαρυτάτων καὶ μήκοθεν τιθέμενος ὁμοίως ἐφέλκεται τοῦτον, φυσικὴν εἰς τοῦτο δύναμιν κεκτημένος. 584 Οὐδ᾽ ἀδάμας ἀδάμαστος ὅδ' οὐ σέλας ἧκε στο [δήρῳ. ῾Ο μὲν ἀδάμας λίθος ἐστὶν ἐξ αὐτῆς δηλῶν τῆς προσωνυμίας τὸ τῆς φύσεως ἀνυπότακτον καὶ στερ ῥόν· οὗτος δὲ σιδήρῳ τῷ πανδαμάτορι τυπτόμενος μᾶλλον αὐτὸν ἀντιτύπτει· καὶ γὰρ ὡς κηρὸς ὁ ἀδά μας ἐπεισέρχεται· μολίβδῳ δὲ τοὐναντίον δαμάζεται, θλᾶται γὰρ, ἐπειδὰν αὐτῷ προσραγῇ. 585 Θεινόμενος, ἄλλος δὲ σελάσσεται ύδατι βαιῷ. 588 Υδατι μὲν σέλας ἧκεν, ἀπηγάσθη δ' ἄρ' [ἐλαίῳ. Ενταῦθα τυπτόμενος εἰς μέρος λόγου κεῖται τῷ περὶ τοῦ ἀδάμαντος στίχῳ προσκείμενον· ἡ δὲ ἄλλος... συντάξεως ἄρχων ὑποφαίνει· ἄλλος δή, φησί, σελάσσεται ύδατι μικρῷ λίθος, τοῦτ' ἔστιν ἄλλος· καὶ γὰρ ἐν τοῖς λίθοις γένος ἐστὶν ὅπερ ἀνα άπτει ῥαντιζόμενον ὕδατι· ὁπόσον γὰρ προσεγγίζει τῷ ῥείθρῳ νοτιζόμενον, τοσοῦτον καιόμενον ἀποβάλο λει τὴν λαμπηδόνα, προσψαύων δὲ τῷ ἐλαίῳ σβέννυται· τὸ μὲν λίθον ὄντα σελαγίζοντα παρὰ φύσιν κεκτημένος, τὸ δὲ τρέφειν τὸ πῦρ τῇ τοῦ ὕδατος φύσει καὶ τῷ ἐλαίῳ κατακοιμίζειν, ὑπὲρ φύσιν ἐπι δεικνύμενος. ασσιν 587 "Οσσα δ' αὖ καὶ τῶνδε παμίτερα θαύματ 588 Τίς κεν ἀριθμήσειεν, ἐπεὶ παρὰ πόλλ' ἀγο [ρεύειν. 589 Παίζει γὰρ λόγος αἰπὺς ἐν είδεσι παντοδα [ποῖσι 590 Κιρνὰς ὡς ἐθέλει κόσμον ἐὰν ἔνθα καὶ ἔνθα. 594 Παῦρα δ' ἀπὸ πλεόνων μυθήσομαι, ὧν τὰ μὲν αὐτὸς 592 Εδρακον, ὧν δὲ βίβλοι, ὧν δ' οὔατα πίστιν [ἔδωκαν. Πολλῶν ὁ θεῖος Γρηγόριος φύσεις σκεψάμενος, καὶ τῷ λόγῳ προσθέμενος τοῦ δημιουργοῦ λόγου είν παμποίκιλον θαυμάζει τέχνην, ὧδε λέγων "Οσα πά λιν καὶ τούτων πρότερα θαύματά εἰσιν, τίς ἂν δε ηγήσεται; ἢ τίς ἐξαριθμήσεται; ἐπειδὴ πάρεστε πολλὰ βουλομένοις ἡμῖν διηγήσασθαι· παίζει γάρ, τοῦτ' ἔστιν εὐδρομεῖ καὶ τέρπεται τοῖς ἑαυτοῦ κτίσμασιν ὁ ὑψηλὸς λόγος τοῦ Θεοῦ, ἐν ταῖς παντοδαπας μορφαῖς καὶ φύσεσιν διαχωρίσας τὸν κόσμον τὸν ἴδιον, ὡς ἠθέλησεν· πολλὰ δὲ, φησί, δυνάμενος δι ηγήσασθαι, ἐκ πολλῶν ὀλίγα διαγορεύω, ὧν αὐτὸς μὲν αυτόπτης ἐγενόμην τὰ πολλὰ, καὶ ὧν πίστωσιν έλα σου βεβαίαν βίβλοις ἐντυχών, καὶ δι' ἀκοῆς πληροφορηθεὶς ἀληθέστατα. 593 Οὐχ εἰς μὲν ποταμοίσι κάτω ῥόος ἐστὶν ἄπα σιν, 594 Εἰς δὲ νόμος πελάγεσσιν ἐπ' ἠτόνεσσι φέ 595 Εἰς δὲ πυρὸς φλογόεντος ἄνω δρόμος ἅλμασι [ρεσθαι, [κούφοις; 596 'Αλλ' ἔμπης ποταμὸς πικρὴν διανήχεται ἄλ [μην. 597 Καὶ ποταμός περ εών, οὐδ᾽ ὕδατι μίσγεται ύδωρ. 598 Ναῦται δ' ἐκ πελάγους γλυκερόν ποτόν [ὑδρεύονται, 599 Νῆς ῥόφ πελάοντες επειγομένῳ ποτὶ γαῖαν. Ορα μοι, φησὶν ὁ Θεολόγος Γρηγόριος, ὅσον ή φύ σις καὶ ἐν αὐτῷ βιάζεται τοῖς στοιχείοις τοὺς ἰδίους ὅρους ἀμείβουσα· τοῖς μὲν γὰρ ποταμοῖς εἰς τὸ πρανὲς ὁ δρόμος ἐστίν· ῥεῖ γὰρ ἐπὶ τὸ κατωφερὲς ἡ τοῦ ὕδατος φύσις· ἀλλὰ καὶ ρείθρων συνερχόμενον μίσγεται ῥεῖθρον ἀκρατὲς ὂν τῇ φύσει καὶ ἄστατον
col. 645–646page 153 of 170
PG 38:645Τ ἡ δὲ θάλασσα τοῖς αἰγιαλοῖς ἀναβράζουσα τὸν σάλον ἐπιρρίπτει, ὥσπερ ἐξ ὕψους κατὰ πρανοῦς ἐπὶ τοῖς αἰγιαλοῖς... σα· ὡς δὲ καὶ τοῦ πυρὸς ἡ φύσις ἀνα τρέχει τοῖς κούφοις πηδήμασιν· ὅσον γὰρ αἰθίζεται, τοσοῦτο τὴν φλόγα ἀναριπίζει· καὶ τὸ μὲν πῦρ πηδᾷ τοῖς δὲ κάτω προσέρπει τὸ ὕδωρ κιρνώμενον εὐδιαχύ τοις· ἀλλ' ὅμως ὁ ᾿Αλφειός τῆς ᾿Αρκαδικῆς ἀπερευγόμενος ποταμὸς πρὸς τὴν ἐν Σικελίᾳ πηγήν, λέγω δὴ τὴν ᾿Αρέθουσαν, διὰ μέσης χωρεί τῆς θαλάσσης· τὸ δὲ ποτάμιον ὕδωρ οὐ συγκιρνᾶται τῷ θαλαττίῳ· ναῦται δὲ γλυκὺν πότον υδρεύονται τῆς θαλάσσης, ἐν μέσῳ τοῖς ἐπειγομένοις ἐπὶ τὴν γῆν ρεύμασιν τοῦ ᾿Αλφειού τὴν ναῦν προσεγγίζοντες, καὶ γλυκὺν ἀρυόμενοι νάμα, 600 Εὐδοίης δ' ἄρ' όπωπα θρασὺν πόρον οὐδ' ἱἐπίφραστον 601 Πορθμὸν ἀλὸς κληΐδα παλιοσύτοισι ρεέθροις 602 Μαινόμενον, πύντος δὲ ῥέει καὶ ῥεῖθρον ἀνει [σιν. Πῶς, φησὶν ὁ θεῖος Γρηγόριος, νόμος ἐστὶν ὥσπερ οὖν καὶ ἔστιν ἐπὶ τῇ στενῇ τὸ θαλάττιον ἐπείγεσθαι κύμα; τῆς γε μὴν Εὐβοίας ὁ θρασὺς πόρος καὶ ἄγνωστος ἄνεισι μᾶλλον· αὐτόθι μὲν οὖν ἐστι πέραμα στενὴ θάλασσα, δ καὶ κληΐδα καλοῦσι θαλάσσης· οὖ τος δὲ τοῖς ὀπισθορμήτοις δεύμασιν ἀγριούμενος ἀνατρέχει· καὶ ἡ μὲν θάλασσα ῥέει, τὸ δὲ ῥεῖθρον ἀναποδιζόμενον, ὀπισθόρμητον ἀνατρέχει, τὴν φύσιν βιαζόμενον τὴν κατωφερῆ· τοῦτο δέ τινες προσαγορεύουσιν Χάρυβδιν ἢ ἄμπωτιν. Αριστοτέλης μὲν οὖν ἀπὸ τοῦ ἡλίου τὰ πλεῖστα τῶν πνευμάτων φησὶ κινεῖσθαι καὶ περιφέρεσθαι, ὑφ' ὧν ἐμβαλλόντων ἀνοιδεῖν τὴν ᾿Ατλαντικὴν θάλασσαν, καὶ τὰς πλημ μύρας κατασκευάζειν· ληγόντων δὲ ἀντιπερισπωμέ νων ὑποβαίνειν, ὅπερ εἶναι τὴν ἄμπωτιν· οὕτω μὲν οὖν ὁ ᾿Αριστοτέλης φυσιολογεῖν ἔδοξεν· Συνθέας δὲ ὁ Μασσαλιώτης τῇ πληρώσει τῆς σελήνης τὰς πλημ μύρας, τῇ δὲ ἐκλείψει τὰς ἀμπώτιδας Ατλαντικὴν ἀντίθεσιν· Τιμόθεος δὲ τοὺς ἐμβάλλοντας ποταμούς εἰς τὴν Ατλαντικὴν διὰ τῆς Κελτικῆς αἰτιᾶται, προχω θοῦντας μὲν ταῖς ἐφόδοις καὶ πλημμυρεῖν ποιοῦντας, ὑφέλκοντας δὲ ταῖς ἀνατομίαις καὶ ἀμπώτιδας ἐργα ζομένους· ὁ δὲ θεῖος Γρηγόριος ἀνεπινοητόν φησι τὸν πόρον ἀνθρώποις, τοῖς ἐν τῇ κτίσει θαύμασε συναριθμῶν καὶ αὐτὸ, ὅτι πάντως ῥέει μὲν ὁ πόνο τος, τὸ δὲ ῥεῖθρον ἄνεισιν ὀπισθορμήτοις ῥοθίοις ἐπειγόμενον. 503 Ὠκεανὸς δ' οὖν ἔλκετ' ἀπὸ χθονός, εἴτ' ἐπὶ [χέρσον 604 ῎Ερχετ' ἐπειγομένοισι μεταΐσσων ῥοθίοισι, 605 Καὶ πεδίον καὶ πόντος ἐπ' ᾐόσι Κιμμερίοισιν. Ωκεανός ἐστιν ὁ περικυκλῶν πᾶσαν τὴν ὑπ᾽ οὔτ ρανόν· οὗτος μὲν ἀπὸ τῆς γῆς ἐπὶ τὴν γῆν ἔρχεται μεθορμῶν τοῖς κύμασι τοῖς ἐπειγομένοις, ἐπείγεται μὲν ἐπὶ τὸ πεδίον, καὶ θάλασσαν τοῖς Κιμμερίοις αι γιαλοῖς· Κιμμέριοι δέ εἰσιν ἔθνος πρὸς τοῖς πέρασι τῆς γῆς· ἀπὸ μὲν οὖν τῆς γῆς ὠκεανὸς ἔξεισιν πα σαν τὴν γῆν συμπεριέχων, εἰς δὲ τὴν θάλασσαν ἐπει γόμενος τοῖς ῥεύμασιν μεθορμᾷ πάλιν κατὰ τοὺς αιγιαλούς φερόμενος, καὶ πρὸς ἑαυτὸν ἐπιστρεφόμεν νος, τήν τε θάλασσαν καὶ τὴν πεδιάδα διατρέχων, οὔτε τῇ θαλάσσῃ συγκέχυται, καὶ πρὸς ἑαυτὸν ἐπαν έρχεται 606 "Αλλος δ' αὖ ῥόος εἶσι πυρὸς φλόγες, εἰ ετεόν γε 607 Αίτναίων σκοπέλων ἀπερεύγεται ὁλκὸς ἄπι (στος, 608 Πῦρ ποταμὸς, τὰ δ' ἄμικτα, μίγη Χριστοίο θέλοντες. Ὅρος ἐστὶν ἐν Σικελίᾳ, ὅπερ Αίτνην καλοῦσιν, Ἕλληνες δὲ κρατῆρας Ηφαίστου· ἐντεῦθεν πῦρ ἀνα δίδοται, ποταμὸς δὲ κατὰ τὴν ὑπώρειαν ἐστι διατρέχων, ἔνθεν μὲν οὖν πολλάκις ἀναδιδόμενον τὸ πῦρ τῷ ποταμῷ συγκιρνάται, καὶ τὰ ἄμικτα μίγνυται· τὸ μὲν γὰρ πῦρ ἀκοινώνητόν ἐστι τῷ ὕδατι, μίγνυται δὲ καὶ συμφύρεται καὶ διατρέχει, συμμεμιγμένον ὕδωρ καὶ πῦρ ποταμηδόν φερόμενα, θαῦμα μέγα, μέχρις αὐτῆς διατρέχοντα τῆς θαλάσσης.
col. 647–648page 154 of 170
PG 38:647600 Οιδα καὶ ἐν βαιοῖσιν ὁμοῖτα θαύματ' ἀεῖσαι 610 Εστι τις ἐν καρποῖσι κερασβόλος, ὡς ἐνέ [πουσιν, 611 Ὣς μοῦνος τῶν ὅσσα φύει ζείδωρος άρουρα, 612 Εσκληκὸς καὶ άτεγκτον ἔχων δέμας, οὐδ' [ἐνὶ γαία 613 Λύεται, οὐδ' ὄμβροισι διαίνεται, ἀλλὰ πέπηγεν 614 Αναλέος, κεράων στερεώτερος ήματα πάντα. 615 Οὗ τὸ κέρας βέβληκε βοὺς κέρας, εὖτ᾽ ἀρο [τῆρος 616 Δεξιτερὴ προχέῃσιν τὴν ἐς καρπὸν ἄρουραν. 617 Ενθεν ὅ γ' ἐκ κεράων καὶ οὔνομα καὶ φύσιν [ἔσχεν. Ο κερασβόλος καρπός ἐστιν κατάξηρος ἐν τῇ γῇ μηδαμῶς τοῖς ὄμβροις απαλυνόμενος· οὗτος δὲ το σαύτην ἐκ φύσεως ενέργειαν ἔχει, ὡς τὸ κέρας τοῦ βοὸς ἐπιῤῥίπτειν, ἐπειδ᾽ ἂν ἀροτριῶν τούτῳ περιτύχοιεν· διὸ καὶ κερασβόλος καλεῖται, τὴν φύσιν ἔχων ὡς ἀπὸ τῶν κεράτων ἀντίτυπον· τὴν ἐνέργειαν δὲ τοσαύτην, ὡς ἀποσπᾷν τοῦ περιτυγχάνοντος αὐτῷ βοὸς τὸ δεξιὸν κέρας αὐτομάτως ἐν τῷ ἀροτριᾷν. 619 Ταῦτα φύσις· σύ δ' ἄκουε καὶ ὅσσ᾽ ἐβιήσατο τέχνη. 620 Ψήρες μὲν λαλέουσιν ὁμοίτον ἀνθρώποισιν, 621 Φωνῆς ἀλλοτρίης ζηλήμονες, ἣν ἐδίδαξεν 622 Είδωλον ξεστοῖο κατ' ἐσόπτροιο φαακθὲν 623 Ψηρός, κρυπταδίην τε ἰεὶς ὅπα κερδαλέος [φώς. Ἡ μὲν φύσις (προείρηται) διεκόσμησεν, ἀλλὰ καὶ ἡ τέχνη τοσαῦτα κατορθῶσαι δεδύνηται. Τοὺς γὰρ ψῆρας λαλεῖν ἐξεδίδαξεν· οἱ ψῆρες οὗτοι δὲ γένος εἰσὶν ὀρνέων, φυσικὴν ἔχοντες ζηλοτυπίαν· λαλοῦσι δὲ ζηλοῦντες τοῦτον τὸν τρόπον· Οἱ γὰρ πανοῦργοι τῶν ἀνθρώπων καὶ σοφισταὶ ζωγραφοῦσι τὸ ὄρνεον αὐτὸ κατ' ἐσόπτρου φαινόμενον, ὡς δι' ἐξεσμένου κλωβοῦ, καὶ τῷ εἰδώλῳ τὸ ζῶν παριστῶσι· λαθραίως δὲ πανοῦργος ἀνὴρ πέμπει φωνήν. Οιόμενον προ ἤχθαι, φωνεῖ καὶ αὐτὸ, τὴν τοιαύτην τῷ δοκοῦντι φωνὴν ἀπηχοῦν, ὡς ἐνεχθεῖσαν ἀκήκοεν· οὕτω τε τῇ συνηθεία τρανῶς λαλεῖν ἐκδιδάσκεται. 02. Καὶ κόρακες κλέπτουσιν όμως όπα. Κλέπτουσι, φησί, φωνὴν καὶ οἱ κόρακες, τοῦτ' ἔστι αιμοῦνται. Περὶ μὲν οὖν τοῦ λαλεῖν, οὐκ ἔστιν ἡμῖν ἀπόδειξις ἐναργής, τῶν κοράκων φωνῆς δὲ μάλιστα μέν. Εἰσὶν γὰρ οἱ παρεστήκασιν τοῖς κόραξιν κράζουσιν· οὗτοι δὲ τὴν φωνὴν εἰς λεπτότερον ἢ δασύτερον μεταβάλλουσιν, οἱ δὲ ζηλοῦσι τούτους, ὡσαύτως αυτ τοῖς κατὰ τὴν φωνὴν ἀλλοιούμενοί τε καὶ παρεικα. ζόμενοι. Μῦθος δὲ περὶ τοῦ ἱκτίνος τοῦ ὀρνέου τοιού τὰς ἐστιν· Οἱ γὰρ ἐκτίνες, τοῦτο τὸ ὄρνεον, οὐκ ἦσαν, φησίν, ἄνωθεν ἄμουσοι, μέλος δὲ εἶχον ἴδιον· ἵππων δὲ χρεμετιζόντων ἀκούσαντες, εἰς ἔρωτα ἦλθον τῆς ἐκείνων φωνῆς, καὶ μιμεῖσθαι πειρώμενος, συναπο βάλλουσινοῖς εἶχον, & μαθεῖν ἐπετήδευον. χρεμετίζειν μὲν γὰρ οὐκ ἔμαθον, ᾄδειν δὲ ἐπελάθοντο. Τοῦτο δὲ τοῖς τὰ μὴ προσήκοντα ζητοῦσι τοῦ μύθου τὸ αἴ νιγμα· καὶ γὰρ ἐπάγει τὸ ἐπιμύθιον ὧδε· Αγει τῶν ὄντων τὴν στέρησιν ἡ τοῦ μὴ προσήκοντος ζή τησις. ὺς δ' ἐρατόρως 625 Ψιττακὺς ἀγκυλόχειλος ἔσω πλεκτοῖο δόμοιο 626 Ανδρόμεον φώνησε, καὶ ἤπαρεν ἀνδρὸς [ἀκουήν. Ο ψιττακὸς ὄρνεόν ἐστιν εὐειδές, ὑπερήφανον μάθ λιστα, ὥσπερ οὖν ὁ ταὸς τῷ κάλλει σεμνυνόμενος. Αλλ' ὁ μὲν ταὼς τὸ κάλλος ἐν τοῖς ὀρνέοις κέκτηται μόνον, ὁ δὲ ψιττακός και τινα πρὸς τούτοις αίσθησιν, ὡς ἔστιν εἰπεῖν, φυσικήν. Οὗτος ἀνθρωπίνην φωνήν διδασκόμενος· μανθάνει γὰρ τοὺς δεσπότας προσ αγορεύειν, καί τινας ἄλλους προφέρειν λόγους· ἐν πλεκτοῖς δὲ κλωβοῖς καθειργόμενος ἀνθρωπείαν φως νὴν αἰφνίδιον προϊέμενος, τῶν ἀκουσάντων τὴν ἀκοὴν ἐξηπάτησεν. 627 Ἐν ποσσίν δὲ κάλωες ἐπήοροι, ὧν καθύ [περθεν. Εἰσὶν ἐν ἀνθρώποις οι λεπτοὺς ἐφ᾽ ὕψους κάλους διατείνοντες, καὶ δι' αὐτῶν βαδίζοντες ἀδεῶς, οὓς καὶ νευροβάτας καλοῦσι, τῇ τῆς νάύλης πρὸς τὸ σπαρτίον
col. 649–650page 155 of 170
PG 38:649ὁμοιότητα. Πολλὰ δὲ τῇ τέχνῃ παίζουσι κατ' ἀέρος ἐπὶ σπάρτης· ἐκδιδύσκονται τοὺς χιτῶνας, εἶτα π ριβάλλονται, καθέζονται, διανίστανται, ὀρχοῦνται, κινοῦνται, πηδῶσι, καὶ πολλὰ τοῖς ὁρῶσι διὰ τῆς τέχνης ὑπογράφουσιν εὐκατάπληκτα. Στυγερὴ δὲ δι' ἡέρος ἄρκος οδεύει. 629 Ἐν δὲ δίκης θώκοισι δικασπόλος ως τις [ἐχέφρων 630 Εζομένη νώμησε δίκης ιθεῖα τάλαντα, 651 'Ως δοκέει παλάμησι, νόον δ' ἐψεύσατο καὶ [θήρ. Πολλὰ μέν φασιν περὶ τῆς ἄρχτου γέλωτος άξια, κἂν ὅτι τῶν ἀγρίων ἐστὶν θηρίων ἐπιτηδειότερον αὐτὸ πρὸς μάθησιν τῶν ἄλλων, οἱ τῶν ζώων τὴν φύσιν σκεψάμενοι διαγράφοντες, ὡς μὲν ὀρχεῖται, καὶ πα λαίει, καὶ γελωτοποιούς μετέρχεται τρόπους· οὔπω δὲ διὰ τοῦ ἀέρος ὁδεύειν αὐτὴν ἀκηκόαμεν, ὅμοια τοῖς νευροβάταις ἐκ τέχνης ἐπιδεικνυμένην. Γρηγόριος δὲ ὁ πανάριστος ὡς καὶ δι' ἀέρος οδεύει διηγόρευσεν τοσοῦτον ἡ τῶν ἀνθρώπων ἐπιστήμη καὶ τέχνη κατα ώρθωσεν, ὡς καὶ θῆρας παρασκευάσαι τῶν ἀνεφίκτων κατατολμῶν· αὕτη δὲ καὶ τοῖς δικαστικοῖς θρό νοις ἐγκαθημένη, κινεῖ τῆς δίκης τὰ ζυγὰ τὸ δοκεῖν ἐμφρόνως ταῖς χερσὶ σχεδιάζουσα, καὶ πάντα πλὴν τοῦ λαλεῖν ἐπιδείκνυσιν, ὅσα τοὺς δικαστὰς εἰκὸς ἐπι δείκνυσθαι, καὶ τὸν νοῦν ἀνόητος θὴρ τὸν ἀνθρώπι τον διαψεύδεται. 632 Καὶ βροτὸς ἐξεδίδαξεν ἃ μὴ φύσις· ὡς δὲ [ λέοντος 633 Εἶδον ὑπὲρ νώτοιο λεοντοκόμον βριαροῖο 634 Εζόμενον, θηρὸς δὲ μένος ὑπεδάμνατο χειρὶ, 655 Καί ῥ' ὁ μὲν ηνιόχευεν, ὁ δ' ἤγετο βρυχαλέος θηρ 636 Ρίψας λοίγιον ἆσθμα, καὶ ἂν σαίνεσκεν [άνακτα. Τοσαῦτα μὲν ἄνθρωπος ἐδίδαξεν, ὅσα φύσις οὐκ ἐδί δαξεν· ὁμοίως ὑπεράνω του λέοντος τοῦ βριαρωτάτου τὸν λεοντοκόμον ἔστιν ἰδεῖν καθεζόμενον. Ο μὲν οὖν λέων, φύσιν κέκτηται βριαρότητα, τὴν δὲ δύναμιν πολύ ἐστι καὶ τὴν καρδίαν ἀδάμαστος. 'Αλλ' ὁ τοσοῦτος ὡς πρόβατον ἄγεται τῇ τέχνῃ δαμαζόμενος τῶν ἀνθρώπων· οὐ τοῦτο δὲ μόνον, ἀλλ᾽ ὅτι καὶ τὸν δε σπότην σαίνων κολακεύει. Τοῦτο γὰρ αὐταῖς ὄψεσι παραλαβεῖν ὁ θεῖος ἔφη Γρηγόριος, καὶ τὸ φθαρτικὴν φύσιν αὐτὸν θυμὸν ὁ βρυχητὴς ἀποβαλλόμενος λέων, τὸν ἴδιον ἐκολάκευε δεσπότην, ὡς πῶλος εὐήνιος κατά νώτου τὸν οἰκεῖον ἐπιφέρων παιδαγωγόν.. 637 Ὡς δὲ καὶ ἀργιόδοντα βαρύν μεγακήτεα θηρα 658 Ινδὺς ἄγει καθύπερθε παῖς ὀλίγῳ ὑπὸ κέντρῳ 639 Νωμών οιάτε νῆα δέμας κρατερὸν ἐλέφαντος, 640 Τολμήεις ὃς πρῶτος ἐμήσατο θῆρα δαμάσσαι, 641 Καὶ ζυγὸν αὐχένι θῆκεν καὶ ἤγαγεν ἅρμα [πέλωρον. Τοῖς μὲν φυσιολόγοις πολὺς ἐστιν ὁ περὶ τοῦ ἑλέ φαντος λόγος· οὗτοι δὲ τὰ πολλὰ διημαρτήκασιν, ἀδή λου τῆς φύσεως τῶν πλειόνων καθεστώσης. Ο δὲ θεῖος Γρηγόριος αὐτοῖς ἐγκαλλωπίζεται τοῖς φαινομένοις, δι' ὧν τῆς ἀνθρωπίνης τέχνης το μέγιστον σεμνύνει καὶ προσφυές. Φησὶν οὖν, ὅτι τὸν ἐλέφαντα θῆρα παῖς Ἰνδὸς ἄγει ὑπὸ μικρῷ κέντρῳ κινῶν, ὥσπερ ναῦν, τὸν ἰσχυρὸν τουτονὶ θῆρα καὶ πανάγριον. Ορα δέ, φησίν, ὅτι καὶ τολμηρὸς ἦν ἐκεῖνος ὁ ἄν θρωπος, ὅστις πρῶτος ἐβουλεύσατο δαμάσαι τὸν ἐλε φαντα· καὶ γὰρ ἔδει μόνον θεασάμενον θάττον άπο πηδῆσαι, καὶ μὴ τοῖς ἀνθρώποις ἀγαγεῖν τεράστιον ὄχημα· ὁ δ᾽ οὐ μόνον οὐκ ἀπεπήδησεν ἄνθρωπος, ἀλλὰ καὶ ἤγαγεν, καὶ κυβερνᾷ, καθάπερ ναῦν, οἰακίζων οἱ θέλει τὸν θηρατὸν τεράστιον, ὑπὲρ νῶτον αὐτοῦ καθεζόμενος καὶ κεντρίζων. Τοσαῦτα μὲν ἡ τέχνη τῶν ἀνθρώπων· σὺ δὲ, φησὶν, ὦ ἄνθρωπε, τοὺς θῆρας δαμαζομένους τῇ τέχνῃ βλέπων τῶν ἀνθρώπων, ἄπισ στον ἔχεις νοῦν, τῇ παρθενίᾳ μὴ κατορθοῦσθαι ῥᾷον τοῖς ἐθέλουσι ταύτην διαγορεύων; Απαγε τῆς ἀτο πίας! ὅτι λόγον ἔχων ἐγγὺς βοηθὸν, φησὶν ὁ θεῖος Γρηγόριος, καὶ νοῦν κεκτημένος θεοειδή, τοῖς θηρίοις τὸ πλέον διανέμεις· εἰ θηρῶν μὲν τὴν δύναμιν ἔκαμψε
col. 651–652page 156 of 170
PG 38:651βία, σὺ δὲ νοῦν ἀδίδακτον κέκτησαι, καὶ τὸν λόγον ἐγγὺς ἐπίκουρον, τῇ τε τῶν ἀγαθῶν ἐλπίδι τρεφόμεν νος, βᾷον ταύτην βουλόμενος κατορθώσειας, ταύτην δὴ τῶν ὑπὲρ φύσιν οιόμενος· καὶ γὰρ ἔστιν. Σκόπει τὰ προρηθέντα, ὡς ἡ τρυγών σωφρονεί, τῶν κατὰ φύσιν ἐπιλανθανομένη· κορώνη δὲ τὸν ἀνύβριστον ἀσπάζετ ται βίον, τὸν ὄρνιν αὐτῆς ἀπωλέσασα· ἰχθύες δὲ σεμνῷ τῷ γάμῳ προσομιλοῦσιν, ἅπαξ τοῦ χρόνου μαινόμενοι, καὶ μοχθοῦσιν οὐ πλέον ἑνὸς τοκετοῦ. Φυσικῶς τὰ πολλὰ τῶν ὑπὲρ φύσιν εκράτησεν, ὡς ἡ μικρὰ σαλαμάνδρα εὐτελεστάτοις ποσὶν ἀποσβέννυσι φλόγα πυρὸς, τῶν φθοροποιῶν οὐδὲν ὑπομένουσα· καὶ τὴν θάλασσαν ἔμπυρος ἰχθὺς διανήχεται, μὴ τῷ πυρὶ δα μαζόμενος· καὶ λίθος μαγνήτης, βραχύτατος ὢν, σιδήρεον ὅλμον ἀνέλκει· καὶ τύπτοντι σιδήρῳ βραχύτατος ὧν ὁ ἀδάμας εἰσελαύνει· καὶ λίθος ὕδατι και ταλάμπεται, ἐλαίῳ δὲ σβέννυται· καὶ τὴν πικρὰν θάλασσαν ποταμὸς γλυκὺς διανήχεται μή μισγόμενος καὶ τῆς Εὐβοίας ὁ πόντος ῥεῖ, καὶ τὸ ῥεῖθρον ὑπὲρ φύσιν ἀνατρέχει, τοῖς ὀπισθίοις ἀναποδιζόμενον ὠκεανὸς δὲ ἀπὸ τῆς γῆς ἐπὶ τὴν θάλασσαν φερόμενος, εἰς τὴν γῆν πάλιν ἀνατρέχει· καὶ ποταμὸς καὶ πῦρ τῆς Αἴτνης ἀπερευγόμενον μίγνυται· καὶ καρ πὸς ὁ κερασβόλος ἐν γῇ κείμενος τοῖς ὄμβροις οὐ λύε ται, καρπὸς καίπερ ὑπάρχων, οὐδ᾽ ὅλως ἁπαλύνεται· καὶ ψᾶρες φωνὴν πέμπουσιν· καὶ ψιττακὸς διδασκόμενος ἀνθρώπινον ἀποφθέγγεται· νευροβατοῦσι δὲ τέχνῃ μὲν ἄνθρωποι, κατ' ἀέρος φερόμενοι, τοῦτο δὲ ποιεῖν καὶ τοὺς θῆρας διδάσκουσιν, αὐτοὺς δὲ νοῦν διαψεύδεσθαι, καὶ δικαστικὸν προκαθέζεσθαι τοῖς σχήμασιν ἐκπαιδεύουσιν· λέοντας παιδαγωγοῦσι, τῶν τεραστίων ἐλεφάντων εποχούμενοι. Ταῦτα τοίνυν ὁρῶν, ὦ ἄνθρωπε, μὴ τὸν ἐνάρετον δύσκολον ὑπο πτεύσειας βίον. Θεοῦ γὰρ συνεργείᾳ τῶν ὑπὲρ φύσιν εὐκόλως ἐπιβήσῃ, σὺν ἐλπίσι χρησταῖς κουφιζόμενος. Ἐκ τοῦ ιβ' λόγου 18 Αλλ' έμπης τά με θυμός εποτρύνει καὶ ἀνώγει, 19 Φθέγξομαι, οὐκ ἐθέλων μὲν, ἀτὰρ λόγον ἔκε [τοθι ρήξω 20 Ψυχῆς, ὡς ὅτε ῥεῦμα βιώμενον ἔνδοθι λάβρα 21 Πνεύματι καὶ σήραγγας ἐπιτρέχων οὐκ ἐπίοπτα 22 Καγχλάζει, και πού τι διεκπίπτει δαπέδοιο, 23 'Ρηγνυμένης ὠδῖνος ἀνὰ στόμα· τοῖα πέπονθα. Τὰ θερμὰ λουτρὰ τοῦτον εἶναι τὸν τρόπον φησὶν ὁ Θεολόγος Γρηγόριος· ὡς ὑπόκειται πλῆθος ὑποχθόνιον· τοῦτο δὲ βιαζόμενον τὸ ὕδωρ στενωπὸν ὑποτρέχει, καὶ τῇ βίᾳ στενοχωρούμενον καχλάζει (πᾶν γὰρ βιαζόμενον πῦρ ἀποβάλλει), διεκπίπτει δὲ τῶν στενωπῶν ἀναβράζον καὶ πῦρ ἐρευγόμενον· εἰ δέ τις ἄλλος περὶ τῶν θερμῶν λόγο; ἐστὶν, πλάσμα τοῦτον υποληπτέον. 83 Πουλίποδες πέτρησιν ἐειδόμενοι χρόα μύθω. Πρὸς τοὺς ἀλλοτρόπους και σχηματιζομένους εὐσέ βειαν τοῦτό φησιν ὁ θεῖος Γρηγόριος, καὶ τοὺς ἐξ ομοιουμένους τοῖς πράγμασιν. Οἱ γὰρ ἐκτάποδες πάγουροι τὸ σῶμα ταῖς πέτραις ἐξομοιοῦσιν, ὡς δοκεῖν τοὺς θηράτορας τῆς πέτρας ἐξοχὴν εἶναι τὸ φαινόμενον. Ἐκ τοῦ μ' λόγου * Πόρτις μὲν διάλυξεν ἐὸν κευθμώνα τεκούσης, Καὶ σκαίρει, γλυκερόν τ' ουθαρ ἀνακραδάει. Καὶ τριετὴς ζυγὸν ἦρε, καὶ εἴρυσεν ἄχθος [ἀπήνης, 10 Αυχένα δ' αὐχενίῳ κάρτεῖ μίξε μέγαν. Πόρτις τὸ νεογνόν λέγεται τῶν βοῶν, ἡνίκα τὸν κρυπτῆρα τῆς τεκούσης διολισθήσει, σκαίρει καὶ τὸν γλυκερὸν ἀνακρούει μαζόν· τριετὴς δὲ τὸν ζυγὸν ἕλκει τῆς ἀμάξης· διὸ καὶ δάμαλις τότε καλείται τῷ κράτει δὲ τῷ αὐγενίῳ τὸν μέγαν υποτίθησιν αὐχένα. 14 Νεβρός δ' αιολόδερμος ἐπὴν διὰ γαστρὸς ὀλισθῇ, Αὐτίκα μητρὸς τῆς πὰρ ποδὶ θῆκε πόδα. 13 Φεύγει δ' ὠμοβόρους τε κύνας καὶ ἵππου ἐλαφρόν, κερασβόλος Πόρτις Ρ. 477.
col. 653–654page 157 of 170
PG 38:653Καὶ λόχμης πυκινῆς κεύθεται ἐν λαγόσιν. Η ποικιλόδερμος ἔλαφος ἐπειδὴ ἂν τῆς τεκούσης διολισθήσῃ, αὐτίκα παρὰ τὸν πόδα τῆς μητρὸς τὸν ίδιον τίθησι πόδα· φεύγει δὲ καὶ τοὺς κύνας τοὺς ἀγρευτὰς, καὶ τοὺς κυνηγέτας, καὶ τὸν ἐλαφρὸν καὶ δρομαῖον ἵππον, τοῖς ἄλσεσι κρυπτομένη, καὶ παρα χρῆμα τοῦ τεχθῆναι τοσοῦτον ἰσχύει δραμεῖν, φύσιν λαχοῦσα πρὸς δρόμον ἐπιτηδείαν. 15 Αρκτοι δ', ουλομένων τε συῶν γένος, ἠδὲ [ Λέοντες 16 Τίγρις τ' ηνεμόεις παρδάλεών τε γένος, 17 Αὐτίκα φρίξει ἔθειραν, ἐπήν κε σίδηρον ἴδηται, Φρίξεν, καὶ κρατεροὺς ἀλτ' ἐπὶ θηρολέτας. Οι προλελεγμένοι θῆρες ἀγριώτατοι, καὶ πρινὴ πεῖ ραν πολλάκις λαβεῖν τὸν θυμὸν ἔμφυτον κεκτημένοι, πρὸς μὲν τὸ καλὸν εἰσὶν ἀνεπιτήδειοι, πρὸς δὲ τὸ κακὸν ἕτοιμοι καὶ προχειρότατοι. Καὶ γὰρ λέοντες, καὶ παρδάλεις, καὶ τίγρεις, ἄρκτοι, καὶ σὺες ἀγριώτεροι, τὸν σίδηρον ἐπειδὰν ἴδοιεν ἀνορθοῦσι τὴν τρίχα, καὶ τοῖς ἰσχυροῖς ἐπιπηδῶσι θηρολέταις, ἑτοίμην ἔχοντες τὴν ὁρμὴν εἰς τὸ κακοποιῆσαι. 19 Αρτι δ' άπτερος όρνις, εύπτερος οὐ μετὰ δηρόν, Ἠέρεα δινεύει πολλὸν ὕπερθε δόμον. Ὁ μὲν ὄρνις ἅπτερος τῶν ἐῶν ἕξεισιν, ταχέως δὲ πτεροῦται καὶ περὶ τὸν ἀέρα ἀναστρέφεται, μηδένα μόχθον ὑπομένων, ἀλλ' ἅμα τῷ γενέσθαι τὴν πρὸς τὸ την κομιζόμενος ἐπιτηδειότητα. 21 Ξουθὴ δ' αὖ τε μέλισσα λίπε σπέος, οἶκον [ έτευξεν Αντίθετον, γλυκεροῦ πλῆσε γόνοιο δόμον. Η Ἡ μέλισσα καὶ αὐτὴ τὸν ἴδιον οἶκον παραχρῆμα τοῦ γλυκυτάτου μέλιτος έπλησεν, μηδὲν τὸ παράπαν μοχθήσασα· πάντα δὲ ταῦτα τοῦ ἑνὸς ἔαρος ἔργον, τῆς γῆς αὐτοῖς πλουσίως την τροφήν χαριζομένης. Ὥσπερ δὲ χωρὶς πόνου παρήχθησαν, καὶ ζῶσιν ἀμο γητί, τὰς πρὸς τὸ ζῆν ἀφορμὰς ἐξ αὐτῆς γεννήσεως εἰληφότες· οὕτω δὴ καὶ θνήσκουσιν ἀπόνως, μηδὲν λυπηρὸν ὑπομένοντες. 27 Καὶ πτερὸν ὄρνιν ἔθρεψεταχὺν, καὶ ἄγκεσθῆρα, Βαια ποιησαμένους, φροντὶς ἐπηματίη. 29 Αὶς δὲ μέγας καὶ θῆρα τὸν ἔκτανεν, ὥσπερ [ άκουσα, Λάψας, δαιτὸς τῆς λείψαν' ἀποστυγέει. 5! Αλλοτε μὲν δαίσαθ' ἑτερήμερος, ἄλλοτε δ' [ αύτε Λάψε ποτὸν βριαρώς, γαστέρι μέτρα φέρων. 35 Τοσσάτιον κείνοισιν ἀμοχθότερος βίος ἐστὶν, 34 Πέτρη καὶ κλαδεὼν, οἶκος ἀεὶ σχέδιος 5. Αρτεμεὲς κρατεροὶ περικαλλέες ἦν δὲ δαμάσσῃ Νούσος, νηπενθεῖς ἄλκιμον άσθμα λίπον. Συγκρίνων ὁ θεῖος Γρηγόριος τῆς εὐτελείας τὸν ἐπίμοχθον βίον, παρεισάγει τοὺς ὄρνεις καὶ θῆρας, δεικνύς, ὡς ἄπονος αὐτοῖς τὸ πλεῖστον καθέστηκεν ὁ βίος. Οἱ μὲν γὰρ ὄρνεις μόχθως γεννῶνται, τὸ δὲ πτερὸν αὐτοὺς τάχιον τρέφει· τοὺς δὲ θῆρας τὸ τῆς ζωῆς αὐτοσχέδιον, αί τε πέτραι καὶ οἱ σύνδενδροι το ποι καὶ κλαδεῶνες, οὐ μόνον ἀπόνως φυλάττουσιν, ἀλλὰ καὶ ὑγιεῖς καὶ περικαλλεῖς ἀπεργάζονται· λέων δὲ τῶν θηρίων ὁ βασιλικώτατος, τῆς ἰδίας θήρας τὸ δ λείψανον ἀπεχθάνεται, τῇ γαστρὶ μέτρα φέρων, καὶ τοῦ φονευθέντος ὑπ' αὐτοῦ θηρὸς ὅσον ἐπαρχὲς ἀπο αντλῶν τοῦ αἵματος βριαρῶς. Οὕτω μὲν οὖν καὶ ζῶ σιν ὑγιεῖς καὶ θνήσκουσιν ἀπενθείς, μηδὲν ὑπομέν νοντες λυπηρόν, ὧν ἄνθρωποι πάσχουσιν. Οὐ γὰρ γονεῖς αὐτοῖς καὶ φίλοι παρακάθηνται, ἢ προσγενεῖς τῶν ἐσχάτων ῥημάτων, ἢ διαταγμάτων ἐπιθυμοῦντες, οὐδ᾿ ἰατροὶ τὸν καιρὸν τῆς ζωῆς κατασοφιζόμενοι, οὐδὲ τὴν κόμην αὐτοῖς ἀποκείρονται, καὶ θρηνοῦσιν ἀνύποιστα, ταύτην μόνην τιμήν τοῖς θνήσκουσιν ἐπι στάμενοι, καὶ τοῦτο γέρας αὐτοῖς χαριζόμενοι. θῆρες μὲν οὖν εἰς τὸν βίον ἀμόχθως παρήχθησαν, τοῦτον δὲ πάλιν ἀπόνως παρατρέχουσιν, οὐ πυρετῷ δαμαζόμενοι καὶ νόσοις παμποικίλοις, ἀλλ' ἀδεῶς φθειρός μενος, καὶ θαρσαλέως ἐκπνέοντες, ἀνδρείως το διαλλύμενοι. 44 Αθρει καὶ μερόπων δειλόν γένος, ως κε τόδ' [ είπης 42 Η δ' ἐτεὸν μερόπων οὐδὲν ἀκιδνότερον.
col. 655–656page 158 of 170
PG 38:65513 'Ροιῆς ἔκγονός είμι, μόγῳ δέ με γείνατο μήτηρ Εθρέφθην πολλοῖς καὶ στυγεροῖς καμάτοις 45 Αγκὰς ἔχει μήτηρ με γλυκύν πόνον; αὐτὰρ [ἔπειτα Γαῖαν ἐπεξεόμην άλγεα τειρόμενος 47• Ενθεν ἔβην τετράκωλος ἐπ᾽ οὔδεος, ἔνθεν [ ἀέρθην 48 Ιθμασιν ἐν τρομεροῖς κλεπτόμενος παλάμαις, 49 Ενθεν νοῦν ὑπέλαμπον ἀναυδέος ίχνεσι [φωνής, 50 Ενθεν δ' αὖ μύθων δάκρυσ' ὑφ' ἡγεμόσιν. 81 Εικοσέτης συναγειράμενος καὶ πήμασι πολλοῖς 52 Πρόσθεν ύπηντίασα ὥς τις αεθλοφόρος. Ορα, φησὶν ὁ θεῖος Γρηγόριος, τῆς ἀνθρωπίνης φύσεως τὸ ἐπίπονον, ἵνα ἀληθῶς εἴπῃς· Οντως τῶν ἀνθρώπων οὐδέν ἐστιν ἀσθενέστερον. Ἀπ᾿ αγορεύσεως γεγένημαι, πολλῷ δὲ μόχθῳ τέτοκεν ἡ μήτηρ με, πολλοῖς δὲ καὶ μισητοῖς πόνοις ανετράφην, οἷον γαλακτοτροφούμενος, καὶ τὰ νηπιότητος πάσχων, ἀν επιστημόνως κλαυθμυριζόμενος, ἀηδιζόμενος, καὶ ταῖς ἀγκάλαις τῆς μητρὸς γλυκὺς πόνος ἐπικείμενος μετὰ ταῦτα τὴν γῆν ἐπεξεόμην ἐφ᾽ ἕδρης συρόμενος καὶ πολλοῖς πόνοις ἔνθεν καταπονούμενος, καὶ ταῖς ἐκ τῆς ἀνοίας κινδυνεύων σωματικαῖς συμφοραῖς ἐκ τοῦ τὴν γῆν καθ᾿ ἕδρης ἐπιξέεσθαι· τετράκωλος ἐπορεύθην, χερσὶ καὶ ποσὶ κατακαμπτόμενος κεκυφὼς· ἐντεῦθεν ἤρθην ἐπὶ τῆς γῆς, συντρόμοις βήμασι ταῖς χερσὶν ὑποκλεπτόμενος· εἶτα τὸν νοῦν ἀμυδρῶς ὑπέλαμπον, ψελλίσμασιν, ἤ τισιν ἀνοήτοις κινήμασιν σεμνυνόμενος· ἐντεῦθεν ὑπὸ τοῖς ἄρχουσι τῶν λόγων Εκένωσα δάκρυα πολλά, μαστιζόμενος καὶ πολὺν πόνον ἐκ τοῦ μανθάνειν καρπούμενος· πολλοῖς καὶ υπήντησα κακοῖς εἰκοσαετής γενόμενος, ἢ τέχναις δαμαζόμενος, ἢ μόχθοις ὁδοιποριῶν συντριβόμενος, ἢ νόσοις πολυτρόπως μαχόμενος. Ταῦτα μὲν, φησίν, ἤδη πέπονθεν ἀνὴρ εἰκοσαετής· τοῖσδε ἔνεστι, τὰ δὲ πάλιν ἐλπίζει· γαμετῆς καὶ παίδων φροντὶς, καὶ τῶν βιωτικῶν ἀτυχιῶν τε καὶ ἐπιβούλων οὔλη στον δέος, κτῆσις, καὶ δασμογράφοι, καὶ φόρος, καὶ φορολόγος πικρός, δικαστήρια, δικολογίας, μάστιγες, ἀπειλαί, δεσμωτήρια, συκοφαντίαι, δικαστὴς ἀπάνθρωπος, καὶ δήμιος ἀπαραίτητος, πόλεμοι, φυγαί, καὶ θράσος βαρβαρικόν, δούλιος ζυγὸς ἐλευθερικὴν ἡμέραν άτι μάζων, πικροῦ δεσπότου καθημερινή συμφορά, θα λασσοπορίαι, κίνδυνοι, ναυάγια, κλέπται, λῃσταὶ γῆς ἀποστερηταί, καὶ θαλάσσης καταποντισταί, ξένης ὄνειδος χώρας, ἀλλοτρίωσις δὲ πατρίδος. Πάντα ταῦτα τοῦ βίου παίγνιον τοῦ ὀδυνηροῦ· καὶ μέντοι καὶ τὰ δοκοῦντα τερπνὰ τοῖς ἀνθρώποις, οἷα κόρος μὲν ὑβριστής ἐστιν, καὶ βάρος ὁ λαιμὸς ἔχει τι μικρόν τὰ δὲ λοιπὰ πάντα Σμαρα τάφος ή γαστήρ, δυσωδίας ἀεὶ πεπληρωμένος, τοῖς γάμοις αἱ μοιχεῖαι παρέπονται, τοῖς τοκετοῖς ἡλιτόμηνα καὶ παράσημα ἀμβλωθρίδιά τε εκπτώματα, καὶ παῖδες παράφορος καὶ μογιλάλοι τῶν τεκόντων ὄνειδος, καὶ τῆς ἀνθρωπίνης γενεάς παίγνιον ἀειγέλαστον· μέριμνα μὲν ἢ πολυτεχνία, δυστεκνία δὲ λύπη, μόχθης ή πενία· πλού τος δὲ οὐ μόνον ἀβέβαιος, ἀλλὰ καὶ ἐπίβουλος, τὸ κάλ λος εὐδιάλυτον ἔαρος ἄνθος, ἄρτι νέος ροδοειδής σφριγῶν τὸ σῶμα καὶ ἡδάσκων· εἶτα γέρων σκυθρωπος ἐῤῥυτιδωμένος καὶ κεκυφώς. Τίς ἡ δίκη, τί τὸ κέρδος τῆς ἀνθρωπίνης ζωῆς; Εὐθέως ἀρχομένῳ μὲν ὁ τόπος σκοτία τῆς οἰκήσεως· ἐρχομένῳ δὲ πρὸς τὸ φῶς, πρῶτον αὐτῷ τὸ δάκρυον γίνεται· πρὸ γὰρ ἀποδύρεται τοῖς κατὰ τὸν βίον ὅσοις μέλλει κακοῖς συναντήσεσθαι· τῆς μὲν τικτούσης ὡς ἐκ τάφου προέρχεται γαστρὸς, ὁδεύει δὲ τὸν βίον τρέχων ἐπὶ τάφον ἐπὶ τοὺς λαγόνας τῆς προμήτορος γῆς· ἐκ δὲ τοῦ τάφου τῷ πυρὶ πολλάκις θάπτεται ἀποτόμως. Τὸ μὲν οὖν φίλτρον ἐν ἀνθρώποις ἄπιστόν ἐστιν· ἄρτι φίλος, μετ' ὀλίγον ἐπίβουλος, σήμερον ἐπαινέτης, κακήγορος αύριον. Ταῦτα, φησὶν ὁ θεῖος Γρηγόριος, εἴ τις ἐπὶ πλάστιγγος ταλαντεύει, πολλῶν εὑρήσει τὴν τῶν κακῶν πλάστιγγα ἐπιβαροῦσαν, τὴν τῶν ἀγαθῶν ἔμ παλιν κουφιζομένην. Οὕτω μὲν οὖν καὶ θηρίων καὶ πετεινῶν εὐτελέστερος ὁ ἐκτὸς ἡμῶν ἄνθρωπος, καὶ
col. 657–658page 159 of 170
PG 38:657πάντων τῶν ἐν βίῳ μοχθηρότερος ἡμῶν ὁ βίος, ὅσον ἧκεν ἐνταῦθα, πλὴν εἰ μὴ θεὸς γένοιτ' ἂν τὸ προκείμενον, καὶ τῶν ἐν ἐλπίσι κειμένων ἀγαθῶν δι' ἀρετῆς ἡ ἀπόλαυσις, αἷς ἀναπνεῖ καὶ γέγηθεν ὁ ἔσω κατὰ Θεὸν ἡμῶν ἄνθρωπος. 141 Τολμήσω τινὰ μῦθον ἐτήτυμον, ως ῥα Θεολο 112 Παίγνιόν ἐστι βροτός. Φησὶν ὁ θεῖος Γρηγόριος, ότι λόγον ἐρῶ τολμηρόν, ὡς παίγνιόν ἐστιν ὁ ἄνθρωπος τοῦ Θεοῦ· καὶ ἐπάγει τούτοις 144 *Αζομαι ἐξαπίνης ἐξεφάνην ἕτερος. Τοῦτ' ἔστιν ἐντρέπομαι ταῖς μεθηλικιώσεσιν ἐξα πίνης φαινόμενος ἕτερος οἷον νήπιος, παῖς, ἡδάσκων, νεόχνοος, νεανίας, ἀνὴρ, ἡμιγέρων, γέρων, πολλαῖς μεταβολαῖς ἐλαυνόμενος. 155 'Ως πηγῆς ῥόος ἐστὶν ἐπίδρομος, αιθόμενον δὲ Πῦρ ὁδὸν οἶδε μίαν ἄτροπον, ἄλλετ' ἄνω 455 Ως μέγας ἐστὶ βροτὸς, καὶ ἄγγελος, ἢν απαίξας Οσπερ ὄφις στικτοῦ γήραος ἔνθεν ἴει. Φησὶν ὁ θεῖος Γρηγόριος, ὅτι διπλοῦς ἐστιν ὁ ἄν θρωπος, ἐκ ψυχῆς καὶ σώματος συγκείμενος· καὶ τὸ μὲν σῶμα ἐκ γῆς συνέστη, καὶ νεύει πρὸς γῆν· ἡ δὲ ψυχὴ θειοτέρας ἐστὶν ἐπιπνοίας ἀποῤῥοή. Ωσπερ οὖν τῆς πηγῆς τὸ νεῦμα τοῖς ὁμαλωτέροις ἐπίδρομον ἐστιν, οὕτω δὴ καὶ τὸ σῶμα πρὸς τὰ βιωτικὰ καθελκόμενον φέρεται· ὡς δὲ τὸ πῦρ καιόμενον οὐδεμίαν οἶδεν ὁδὸν, ἀλλ᾽ ἄνω πηδᾷ μή προτρεπόμενον· οὕτως ὁ κατὰ Θεὸν ἄνθρωπος τῶν ἐπιγείων ἀφορμᾷ, πρὸς τὸ συγγενὲς ἐπειγόμενος πνεῦμα, τὸν βίον κατὰ τοῦ βίου καταλιμπάνων, ὡς οἱ ὄφεις τὸ κατώδυνον γῆρας τῇ καταστίκτῳ συνεκδύονται δερματίδι· καὶ οἱ ὄφεις ἐπειδὰν γηράσωσι, κατὰ τοὺς στενωποὺς εἰσδύνοντες ἀπεκ δύονται τὴν δορὰν, συνεκδυόμενοι καὶ τὸ γῆρας· δέρ ματι δὲ παρείκασται τοῦ ὄφεως τὸ κατάστικτον τῆς ποικίλης ἁμαρτίας. Ἐκ τοῦ νθ' λόγου 159 Νῦν γε μὲν οἷς τεκέεσσι πατὴρ πτερὸν, οἷα [νεοσσοῖς 160 Αἰετὸς ὠκυπέτης πλησίον Ιπτάμενος 161 Ιθύνει νεόπηκτον, ὅτ᾽ ἡέρος ἐν λαγόνεσσιν 162 Δινεύοντ᾽ οὔπω θαρσαλέη πτέρυγα. Φησὶν ὁ θεολόγος Γρηγόριος, ότι τοῖς προβαίνειν ἀρχομένοις τῆς ἀρετῆς τῇ ὁδῷ, ἐθυντὴρ ὁ πνευματικὸς καθίσταται πατὴρ, καθάπερ τοῖς ἰδίοις νεοσσοῖς ἀετὸς πλησίον ἱπτάμενος καὶ τὸ πτερὸν αὐτοῖς ἰθύ νων, ὅτ᾽ ἂν οἴπω θαρσαλέως ταῖς λαγόσιν ἀναστρέφωνται τοῦ ἀέρος. Καὶ γὰρ ὁ πατὴρ προσιπτάμενος κλίνοντας μὲν ἀνορθοί, θαῤῥεῖν ταύτῃ δὲ παρα σκευάζει. Ἐκ τοῦ ξα λόγου 1 Ο πάτερ, εἴ μ' ἔφυσας, βαιὴ χάρις· ἦ γὰρ ἁπάντων 2 Εἰς νόμος οὗτος, ἄνωθεν ὁμῶς μερόπων αλόγων 3 Κάμπτεσθαι φιλότητι, λόγου δ' ιότητι σοφοῖο, 4 Τικτομένους τίκτοντας ἐφημέριον βίον ἕλκειν, 5 Καὶ ζωὴν φθινύθοντας ἐπ' ἀσταχύεσσιν ἐοῖσιν. Σκοπὸς οὗτος τῷ Θεολόγο Γρηγορίῳ, φυσικόν παραστῆσαι τὸ πρὸς τοὺς παῖδας ὑπὸ τῶν γονέων φίλτρον, καὶ ὡς μέχρι θανάτου και μερισμοῦ ψυχῆς καὶ σώματος δι:κνεῖται· καὶ τοῦτο παρίστησιν ἐξ αὐτῆς τῆς φύσεως ὧν τε πάσχουσιν καὶ ποιοῦσιν ὑπὲρ τῶν ἰδίων τέκνων οἱ γεγεννηκότες· παρεισάγει δὲ τὴν ἄλογον πρῶτον φύσιν ὧδε φάσκων, ὡς παρὰ παίδων πρὸς τοὺς τεκόντας 6 Αλλ' έθρεψας ἔπειτα, βοῶν δέ τε καὶ κρατε [ροῖσιν 7 Οὔθαθ᾽ ὑποσκαίροντες ἀνακρούουσι καρήνοις, 8 Μόσχοι τ' ἠδὲ φέρουσιν πόνον γλυκερῆς ὑπ' [ἀνάγκης. Δ' δαμάλεις ἐπειδὰν γεννήσωσι, τὴν θηλὴν τοῖς νεογνοῖς προβαλλόμεναι δαψιλῶς τοῦ γάλακτος ἐμε φοροῦσιν· οἱ δὲ μόσχοι κορεσθέντες ταῖς ἑαυτῶν κεφαλαῖς ἀνακρούουσιν τὸν μασθὸν ἀτακτοῦντες· οὐδὲ δὲ τῷ γένει τῶν θηλειῶν ἁπαλώτερόν ἐστιν τοῦ μαζού καὶ πολλὴν ὀδύνην ἐμποιοῦν· κἂν γὰρ πάθος κάν πληγή, καν ὅ τι τῶν λυπηρῶν καθάψηται παντοίας
col. 659–660page 160 of 170
PG 38:659θήλης, κίνδυνον εμποιεῖ θανατηφόρον. Οὕτω μὲν οὖν οἱ μόσχοι τῶν μητρικών μασθῶν ἀτάκτως ταῖς κει φαλαῖς καθαπτόμενοι, πολὺν αὐταῖς τὸν πόνον ἐμ ποιοῦσιν· αἱ δὲ καίπερ ἀλγοῦσαι δεινῶς, ὑπομένουσιν [ ὅμως, οὔτε τους νεογνούς αποτρέπουσαι, καὶ τὰς ἐκ τῶν πόνων ἀλγηδόνας γενναίως ὑπομένουσιν, τῷ φίλτρῳ τῶν νεογνών κουφοτέραν τιθέμεναι τὴν ἀχθηδόνα. Ο "Ορνις δ' άπτερα τέκνα φίλης καθύπερθε καλιής 10 Αμφὶ περιτρύζει, καὶ τείρεται ἔνθα καὶ ἔνθα, 11 Μάστακα αλητεύουσα, τροφὸς κενεὴ καὶ ἅπα [στος 12 Φίλτρῳ γὰρ συνέδησε φύσις τοκέας τε γό [νους τε, 13 Μνησαμένη τοκέων τόδε φάρμακον, ως κε βα [ρείας 4 Κουροτάτοισι πόθοισιν ἐλαφρίζωσιν ἀνίας. Αἱ χελιδόνες μάλιστα, καὶ πᾶν ὄρνεον ἄλλο, πλὴν τῶν κοράκων, ὑπεράνω τῆς καλιᾶς τῶν νεοσσῶν περ ριτρύζει καὶ καταπονείται, τῇδε κἀκεῖσε περιπλανώμενον ὡς τροφὴν κομίσαι τοῖς νεοσσοῖς, αὐτὸ μένον ἄγευστον καὶ κενόν· τοῦτο γὰρ βούλεται τὸ, κενεὴ τροφὸς καὶ ἄπαστος, ὅτι πᾶν αἱ μητέρες τοῖς τέκνοις παραχωρούσιν, οὐδὲ τὴν αὐτὴν αὐτοῖς μεριζόμεναι δαῖτα· καὶ τῶν ἐπιβούλων εἴ τι προσερπύζον ἴδοιεν, τῶν νεοσσῶν περιίπτανται καὶ στυγνὸν ὑποτρύζουσι τῷ φίλτρῳ γὰρ ἡ φύσις συνέδησε τοὺς γονεῖς τοῖς τέκνοις, καὶ τὰ τέκνα τοῖς γονεῦσιν, ὑπόμνημα μᾶλ λον δὲ παραμύθιον ἐνθεμένη, τὰς βλαβερὰς ὡς ἂν λύπας τοῖς ἐλαφροῖς κουφίζωσι πόθοις. Οἱ δὲ χόρα κες ἀσπλαγχνίας εἰκονίζουσι χαρακτῆρα· μόνοι γὰρ τῶν ἄλλων ὀρνέων ἀποτίχτοντες τοὺς νεοσσούς, και ταλιμπάνουσιν ἀπρονοήτους, οὐδὲν αὐτοῖς τῶν πρὸς βίον φροντίζοντες· ταύτῃ τοί φησιν ὁ θεῖος Δαβὶδ ἐν ταῖς πρὸς Θεὸν μεγαληγορίαις· Ο διδοὺς τροφὴν πάση σαρκὶ, καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν· ἀποδεικνὺς τὴν θείαν καὶ μέχρις τῶν εὐτελῶν διοικοῦσαν πρόνοιαν· ἀπορηθέντες γὰρ οἱ τῶν κοράκων νεοσσοὶ τῇ καλιᾷ προσκαθήμενοι χαί νουσιν τὸν θάνατον προσδεχόμενοι· καὶ δὴ τούτοις ἡ Θεοῦ πρόνοια κατὰ τοῦ στόματος ἀποδρύφους ἐμ πεσεῖν καὶ κώνωπας παρασκευάζει, μέχρις αὐτοὺς τὸ πτερόν διαθρέψαντας του αέρος λαγάσι παραπέμψη. 15 Τούνεκα καὶ δριμεῖα νέη περὶ πόρτακι μήτηρ. 16 'Ως δὲ κύων σκυλάκεσσιν ἑοῖς, καὶ πτηνὰ νεοσσοῖς 17 Δῆριν ἄγει, στικτὴ δὲ διέσονται ἀγριόθυμος 18 Παρδαλις ἐκ ξυλόχοιο, συῶν δέ τε μαίνεται αλκὴ 19 Χαίτη δενδρήεσσα, κόρης σέλας, ἀτμὸς ὁδόν [των 20 Θηγομένων καναχηδά, γένυς δέ τε βάλλεται [αυρῷ 21 Ιεμένων τεκέεσσιν αμυνέμεν ἠὲ δαμήναι 22 Οίστρος γὰρ τόδ' ἔπεισεν ἀδιδάκτοισι νόμοισι. Τῆς περὶ τὰ τέκνα χάριν φιλίας ή μὲν δάμαλις δρι μεῖα γίνεται περὶ τὸ μοσχάριον αὐτῆς, ἐπειδάν τι τῶν ἐπιβούλων προσεγγίζον κατανοήσῃ· οἱ δὲ κύνες περὶ τῶν νεογνῶν σκυλακίων ἄσχετα μαίνονται καὶ πικρὸν ἀμφυλάσκουσιν, ἴσον ἀνθρώποις καὶ θηρίας ἐφορμῶντες ἰσχυροτέροις· τὰ δὲ πτηνὰ τῶν ἰδίων νεοσσῶν ὑπερμάχεται κατά γε τὸ ἐγχωροῦν, ἅπαν κακὸν ἀποτρέποντα τούτων· ἡ δὲ κατάστικτος πάρδαλις ἀγριόθυμος τοῦ δρυμοῦ διορμᾷ τῶν ἰδίων σχε μνων προπολεμοῦσα· λέαινα δριμυτάτη καὶ τοῖς προσ εγγίζουσι κίνδυνον ἐπάγει θανατηφόρον, βρυχωμένη καὶ τῶν ἰδίων σκύμνων τὴν ἐπιβουλὴν ἀνακόπτουσα τῶν ὀλεθρίων δὲ συάγρων ἡ δύναμις μαίνεται, θρίξ ὑποφράσσουσα καὶ δενδρώδης ἐκείνοις, τῶν ὀφθαλμῶν δὲ καταλάμπεται πῦρ, τρισμὸς ὁδόντων ἐπὶ τούτοις ηχητικῶς ἀκονωμένων, εἶτα τὸ γένειον ἀφρῷ κατα ραινόμενον βάλλεται· πάντων προθυμουμένων τοῖς τέκνοις βοηθῆσαι ἢ ἀποθανεῖν· ὁ γὰρ πόθος ἔπειτε τούτοις ἀδιδάκτοις νόμοις, τοῦτ' ἔστι τοῖς φυσικοῖς. 23 Σφήκες δ᾽ αὖ πέτρησιν ἐνήμενοι, ἤν τιν ἴδων. [ται 24 Πλησίον, οὐδὲ φέροντα κακόν τεκέεσσι (νογοῖς [πρόσωπα [οδίτην. 25 Πετρόθεν εκχυμένοις, στρατὸς ἀθρόος ἀμφὶ 26 Βομβεῦσιν, κέντροις δὲ πικροῖς βάλλουσι Οἱ σφήκες ταῖς τῶν πετρῶν παρακαθεζόμενοι τρώ γλαις (αὐτόσε γὰρ ἐμφωλεύουσιν), ἐπειδὰν ἴδοιεν κενεή τρ. κ. το
col. 661–662page 161 of 170
PG 38:661παροδίτην μηδὲν κακὸν αὐτοῖς ἐπιφερόμενον, τῶν νεόγνων περιμελούμενοι, θάττον τῶν πετρῶν ἀπεκ χυθέντες, στρατὸς ἄσχετος βόμβον καταπληκτικὸν ἀποτελοῦσι, πικροῖς δὲ κέντροις τὸν ἄθλιον βάλλοντες ὁδοιπόρον πολλάκις καὶ τοῦ ζῆν ἀπαλλάσσουσι. 27 Ἔστι καὶ ἐν βυθοῖσι πόθου νόμος, εἰ ετεόν γε. 28 Δελφίς είναλίων βασιλεύτατος, ἤν τιν ίδηται 29 Θῆρ' ἀλὸς ἠπεδανοῖσιν ἐπιπλώοντα τεκέεσσιν, 50 Ην γένυν ἁπλώσας, εἴσω γόνον αὖθι ἔδεκτο, 31 Λάπτων ως τιν' ἐδητύν, όπως μὴ θηρσὶ γένοιτο. 3. Οὐδ' αὖ γε πρὶν κευθμῶνος ἀπέπτυσε φόρτον άπιστον, 33 Πρὶν θηρὸς κρατεροῖο φυγείν στονόεσσαν ἀπειλήν. 34 Τῆμος δ' ἐκ λαγόνων ὠδῖν ἠρεύξατο κούφην. Τῶν ἐναλῶν ὁ βασιλικώτατος δελφίνος εἴ τινα τῶν θαλασσίων θηρῶν τοῖς μικροῖς αὐτοῦ τέκνοις ἐπιπλέον τα ἴδῃ, τὴν ἰδίαν διαπλώσας σιαγόνα, τὰ τέκνα πάλιν ἐντὸς ὑποδέχεται καταπίνων ὥσπερ βρῶσίν τινα, ὅπως ἂν τοῖς θηρίοις μὴ κατάβρωμα γένοιντο· οὗτος δὲ τοῦ κρυπτῆρος, τοῦτ' ἔστιν τῆς κοιλίας, οὐδαμῶς ἀναδίδωσι τὸν βαρὺν ἐκεῖνον φόρτον καὶ παρὰ φύσιν ἐγκύμονα, πρὶν τοῦ κήτους τοῦ κρατεροῦ τὴν στε νακτικὴν ἐκφύγῃ ἀπειλήν· ὡς ἂν δὲ τὸ θηρίον παρ ἐλθοι καὶ τὸν κίνδυνον διαδράσειε, τότε δὴ τῶν πλευρῶν τὸν βαρύν ὡς ἐλαφρὸν ἐξεμεῖ τοκετόν, του σαύτην ἐδύνην πρὸς τὰ τέκνα φυσικῷ ὑφιστάμενος φίλτρῳ. Ταῦτά φησιν ὁ θεῖος Γρηγόριος, ώς παρὰ παίδων πρὸς γονεῖς ἀποδεικνύντα, πᾶν ὅπερ ἐπιμελές ἐστιν περὶ τοὺς παῖδας τοῖς γονεῦσιν, τοῦτο καὶ θη ρίοις προσεῖναι καὶ πετεινοῖς καὶ ἰχθῦσι καὶ πᾶσι τοῖς κατὰ κόσμον περὶ τὸν ἴδιον τοκετόν. Τί οὖν ἐστιν περισσὸν ἐν ἀνθρώποις ὅ τοῖς τέκνοις παρὰ τὴν λοιπὴν κτίσιν καρποῦσθαι τοῖς ἀνθρώποις γέ νοιτ' ἂν περισπούδαστον, αὐτὸς διδάσκει δι' ὧν επάγει, φάσκων ὡς παρὰ τῶν παίδων πρὸς τοὺς γον νεῖς οὐ χρυσὸν ποθῶ, οὐδὲ ἄργυρον, οὐδὲ τὰ σήρων λεπτὰ καὶ παμποίκιλα νήματα, οὐδὲ λίθους διαυγείς, οὐδὲ γῆν πολύμετρον κυμαίνουσαν καρποὺς ὁμοίαν τῆς Αἰγύπτου, οὐδὲ πλῆθος θεραπόντων καὶ τετραπόδων ἀγέλας· γάμος δὲ τοῖς θέλουσι φροντιζέσθω, δέσποιναν ἄγων ὑψηλὴν καὶ τιμωμένην ἀχθηδόνα καὶ θρόνος ἄλλοις ποθείσθω, καιροῦ φρύαγμα πίπτων, ὃς πολλοὺς πατῶν ὑπ᾽ ὀλίγων πατεῖται πολλάκις καὶ χειροτέρων· οὐδὲν γὰρ βέβαιον ἐν ἀνθρώποις 8 παρά τὰ κτήνη τοῖς τέκνοις οἱ ὄντως γονεῖς περιποιήσαιντο· πλὴν εἰ μὴ τῶν λόγων ἡ δύναμις τὸ φυσικὸν κάλλος τῆς εἰκόνος δι' οὗ τῆς κτηνώδους φύσεως καὶ θηριώδους ἡ ἀνθρωπεία μάλιστα διακέκριται· τίνες οἱ λόγοι δὲ, φησὶν ὁ αὐτὸς θεολόγος. Καλὴ μὲν τῆς ῥητορικῆς ἡ θερμὴ δύναμις ἔν τε δημηγορίαις καὶ ψήφοις δικαστικαῖς, καὶ λόγοις ἐγκωμιαστικοῖς· και λὸν δὲ τῆς ἱστορίας ἡ διάνοια πεπληρωμένη σύμ μικτος γὰρ ἡ ἱστορία, σοφία πολλῶν, νοῦς ὑποθέσεων· οὐ μικρὸν δὲ τέχνη γραμματικὴ καὶ μάλα γε μέγιστον, λεπτύνουσα τὸν νοῦν, καὶ τὴν βάρβαρον ἠχὴν ἐξελληνίζουσα, καὶ τῆς εὐγενοῦς γλώσσης καλ λίστη βοηθὸς, καὶ τῆς λογικῆς τέχνης τὰ παλαίσματα, ὑφ᾽ οἷς τὸ ἀληθὲς κρύπτεται, ὁ τετριμμένος δὲ λόγος περιφανέστατον ἔθηκεν. Οσοι τοίνυν μή τούτοις τι μῶσι τοὺς παῖδας τοὺς ἰδίους, οὐδὲν ἄξιον τῆς εἰκό νος ἐπ' αὐτῶν διαπράττονται, καὶ τῆς φυσικῆς αὐτ τοὺς τοῦ λόγου διακοσμήσεως ἀλλοτριοῦσιν, οὐδὲν περισσὸν αὐτῶν νέμοντες τῶν προλεχθέντων θηρῶν, οὔτε τῶν ἐν αἰσθήσει καὶ φθορᾷ περιττὸν ἐννοούμε ναι· τί δὲ τὸ κέρδος τῆς παιδεύσεως, αὐτὸς ὁ θεολόγος φησί. Πρώτον μὲν τὸ τῆς κτηνώδους ἀνοίας φυ σικῶς καὶ ὡς πρέπον ἀνθρώποις ὑπερανέχειν· δεύ τερον τὸ λεπταῖς μερίμναις τὰ βάθη τῆς σοφίας καταμανθάνειν, ὧν οἱ σοφοὶ κατεζήτησαν καὶ ταῖς βίβλοις συνέγραψαν· ὁ μὲν τούτου, τοῦ δὲ τίς, ἄλλος τῶν ἀερίων καὶ θαλασσίων τὴν φυσικὴν κατανοήσαν
col. 663–664page 162 of 170
PG 38:663τες καὶ ἐπιγείων, ἐπὶ τούτοις καὶ διερευνησάμενοι καὶ τῶν οὐρανίων, πρὸς δὲ τὸ ἄφραστον τοῦ μεγάλου Θεοῦ δημιουργοῦ πῶς ἄγει καὶ που φέρει καὶ εἰς δ τι καταπαύει· τὸ δὲ πᾶν ὁ πολὺς ἐν τῇ διακοσμήσει κόσμος ἔχων ἐν ἑαυτῷ πλέον τι κεκρυμμένον, ὡς ἂν δὲ ταύτῃ διαπεράσοιεν τῇ νεότητι τῷ πνεύματι τῷ θειοτέρῳ παρέξοιεν τὴν διάνοιαν, τὸ καλὸν ἀνιχνεύοντες καὶ ἐν φωτὶ τῆς γνώσεως διὰ παντὸς ὁδοιποροῦντες, καὶ τοῦ βίου κανόνα φέροντες ταῖς θείαις ἐπιπνοίαις, καὶ συνέμπορον ὁδηγὸν καὶ καλὸν βοηθὸν εὑράμενοι τὸν Χριστὸν, σὺν ἐλπίσιν ἐλαφραῖς ἐντεῦθεν κουφίζοιντο, τῆς καθαρᾶς δὲ τύχοιεν καὶ ἀτελευτήτου ζωῆς, μηκέτι δι᾿ ἐσόπτρου ἐν αἰγίγματι βλέ ποντες, ἀλλὰ τρανῶς αὐτὴν κατοπτεύοντες τὴν ἀλή θειαν, ἧς ἀρχὴ καὶ τέλος Τριὰς ἡ μονόσεπτος, εἷς Θεός Πατήρ, Υιός, καὶ τὸ ἅγιον Πνεῦμα, ἐν φῶς τριλαμπές θεωρούμενον. Τοσοῦτον δὲ τῶν ἀπαιδεύτων καθάπτεται Γρηγόριος ὁ πανάριστος τῶν πλούτῳ καὶ μάλιστα κομώντων, ὡς πιθήκοις αὐτοὺς καὶ ὄνοις παραβάλλειν· φησί γάρ· Τίς χάρις ἐὰν πίθηκον ἔχεις ἀνθρωπόμορφον ὕβριν, χρυσοῖς σχοινίοις περιγύρω θέντα τὸν τράχηλον; ποία δὲ χάρις ὄνῳ χρυσοῦ τά λαντα βαστάζειν; ὁ γὰρ ὄνος καὶ πολύχρυσος ὢν ὀγκᾶται μόνον· οὐδὲ γὰρ χάρις ἐστὶν ξίφει μολιβδίνῳ κρύπτειν κολεοῖς ἀργυρέοις, ἅτινα μηδὲν ὄφελος τῷ πολέμῳ· πᾶς τοίνυν ὁ πλούτῳ φυσώμενος άνθρωπος ἀπαίδευτος ὢν καὶ ἀνόητος, πίθηκος ἐστιν κεχρυσω μένος· ὄνος δὲ πολύχρυσος ὀγκούμενος, καὶ ξίφος μολίβδινον ἐν ἀργυραῖς φυλαττόμενον θήκαις. Καλόν δὲ καὶ πρὸς τέρψιν, τῶν ἐπῶν ἐπὶ λέξεως μνημονεῦσαι· φησὶν γάρο 473 Τίς χάρις ἣν σὺ πίθηκον ἔχεις βροτοειδές [Ζώδην 114 Χρυσείοισι βρόχοισι δέρην περιγυρωθέντα; 175 Οὐ γὰρ κόσμος άμειψε γελοίον εἶδος ἐλ αφρόν. 476 Τίς δὲ χάρις κανθῶνι φέρειν χρυσοίο τάλαντα; 177 Κανθὼν καὶ πολύχρυσος ἐὼν ὀγκηθμὸν ἀείδει. 178 Οὐδὲ χάρις μολίβιο τετυγμένα κάστανα | κεύθειν 179 Αργυρέοις κολεοῖσι τὰ μὴ πολέμοισιν όνειαρ. Ἡ μὲν οὖν παίδευσις κόσμος ἐστὶ φυσικὸς τοῖς ἀνθρώποις, καὶ ἡ γνῶσις, τιμὴ καὶ δόξα, καὶ τοῦ κατ' εἰκόνα Θεοῦ κάλλος εὐπρεπέστατον, βίος δὲ λαμπρὸς καὶ ἐνάρετος τῆς οὐρανίου πολιτείας και ρακτὴρ ἀψευδέστατος. χα 140 Αὐτὰρ ἐγὼ κέλομαί σε τὰ μὲν κάλλιστα ποθοῦντι 141 Εσπέσθαι καὶ χεῖρα φέρειν, πάτερ· εἰ δε και [κοῖσι 142 Τερποίμην παίδων μετεὼν ἀπὸ τηλόθι ρίψον 143 Ως νόθον, εὐγενέος Ρήνου κριθέντα με [ύροις, 144 Τὸν καθαρῶν ἀετῶν ψευδή γόνον ἀκτίνεσσιν. Εἴρηται μὲν περὶ τοῦ Ρήνου ποταμοῦ καὶ τῶν νόθων ἀετῶν ἐν τῇ βίβλῳ τῶν ἱστοριῶν· εἰρήσεται δὲ κἀνταῦθα· μᾶλλον γὰρ ἁρμόζει τῇ φυσιολογία. Ρήνος μὲν οὖν ποταμός ἐστιν, τοὺς νόθους παῖδας τῶν εὐγενῶν τοῖς ἰδίοις ρεύμασι διακρίνων· ὁ δὲ ἀετὸς τοὺς τικτομένους νεοσσούς ταῖς ἀκτῖσι τοῦ ἡλίου δοκιμάζει, καὶ τοὺς μὲν γνησίους διατρέφει, πατρικῶς αὐτῶν καὶ κηδεμονικῶς προνοούμενος· ἐκρίπτει δὲ τοὺς νόθους καὶ τῆς καλιᾶς ἀποβάλλεται. Τινὲς μὲν οὖν φασιν ὅτι σώφρων ἐστὶν τὸ καθόλον μὴ πορνεύων, μηδὲ πρὸς τὸ συγγενές συναπτόμενος πλην τῆς συζ γου· ποῦ δὲ νόθον, μὴ μοιχείας ὑπούσης τοῖς ἀετοῖ;; ἀλλὰ γὰρ καὶ τοῦτό φασιν (ἔστιν δὲ πειθανὸν τὸ λε γόμενον), ὅτι γύπες ή τινα τῶν ἄλλων ὀρνέων τοῖς ἑαυτῶν τέκνοις τὴν τῶν ἀετῶν εὐγένειαν μνηστευόμεναι, τῶν οἰκείων ἐκῶν λάθρα τῇ καλια προσρίπτουσιν τοῦ ἀετοῦ· συμβαίνει δὲ καὶ ἐπὶ τῶν ὀρνίθων τοῦτο γίνεσθαι· πολλάκις γὰρ χηνῶν καὶ περδίκων καὶ γυπῶν καὶ ἄλλων ὀρνέων ὑποτιθέασιν τῇ ὄρνῃ, τοῖς οἰκείοις δὲ συμβαίνουσα ὠοῖς ἕκαστον ἐοικὸς ἐκβάλλει τῷ συγγενεῖ. Τοῦτο μὲν οὖν ἀετοὶ πάσχουσιν ζηλοτυ πούμενοι· ὅθεν τὸ νόθον ὁ πατὴρ ἀετὸς ταῖς ἀκτίσι δοκιμάζει τοῦ ἡλίου καὶ τῆς ἰδίας ἀποβάλλεται και
col. 665–666page 163 of 170
PG 38:665λιᾶς· πῶς δὲ, φησὶν ἀλλαχοῦ Γρηγόριος ὁ τρισόλβιος, οὐδ᾽ ἀετοὶ τίκτουσι καὶ οὓς είπτουσι νεοσσούς, δη λοῦντος τοῦ λόγου ὡς καὶ τῶν ἰδίων νεοσσῶν ἀπορ ρίπτουσι πολλάκις· καὶ ἀλλαχοῦ φησὶν ὁ αὐτός· τὸ δ' αἴτιον βολαῖς μὲν ἡλίου φασὶν κρίνειν νεοσσῶν ὄψιν ἀετὸς πανσόφως, ἐξ ὧν νόθον μὲν καὶ τὸ μὴ γινώσκεται· καὶ τὸ μὲν ἐξέρριψε, τοῦ δ' ἔστι πατήρ ὁ δ' αὐτὸς ἀετὸς καὶ τὸ γῆρας ἀποτίθεσθαι λέγεται, καὶ ἀνανεάζειν, ὡς ὁ θεῖος Δαβίδ· Ανακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. 212 ὡς γὰρ Εχιδναῖός γε γόνος διά γαστέρα 213 Μητρὸς ἀναβρώσκων, ποινὴν πατρὸς οὐλο ρήξει μένοιο. Πολλὰ μὲν τῶν ἐχιδνῶν εἰσι τὰ γένη καὶ πάνδεινα θανατηφόρου τοῦ μεμεστωμένα· ἔστιν δὲ γένος ἐν αὐτ τοῖς τοῖς ἑρπετοῖς ὅπερ μὴ πλέω τῶν δύο φασὶ για νεσθαι· γίνονται δὲ ἄῤῥεν καὶ θῆλυ. Ἐπειδὰν οὖν ὁ ἄρξην ἔχις συνέλθῃ τῇ θηλείᾳ, παραυτὰ θνήσκει, τὴν οἰκείαν μὲν αὐτὸς ἐν τῇ θηλείᾳ μελανίαν ἐναποτιθέμενος καὶ τῆς ἐν αὐτῆς μελανίας αὐτὸς προσλαβόμενος· οὕτω μὲν οὖν ἐξ αὐτῆς διόλλυται τῆς συνουσίας· ἡ δὲ συλλαβοῦσα δύο κατὰ γαστρὸς ἄρσεν καὶ θῆλυ διατρέφει, τρεφόμενα δὲ καὶ πρὸς τὸ φανερὸν ἐξιέναι μέλλοντα, τοῦ ὀλεθρίου πατρὸς αὐτῶν τιμω ρίαν εἰσπράττουσιν τῇ συλλαβούσῃ, μὴ διὰ τῶν φυ σικῶν ἐξιόντες μορίων, ἀλλὰ τὴν γαστέρα βιβρώσκον τες καὶ τὴν συλλαβοῦσαν διαφθείροντες εἰς τοὐμφανὲς διακύπτουσι. Φησὶν οὖν ὁ θεῖος Γρηγόριος, ὅτι πᾶσα φύσις τοῖς τεκοῦσι χάριν φέρει την πρέπουσαν· ὁ δὲ χάριν τοῖς γονεῦσι μὴ εἰδὼς ὅμοιός εστιν ταῖς μητροκτόνοις ἐχίδναις. 244 Εἰ δὲ σύ γ' ἀκρεμόνεσσιν ὑφήμενος εἴαρος χώρη, 245 Τῆμος ὅτε πνοιαὶ γλυκερώτεραί εἰσι βρο τοῖσιν, 246 Η πυρόεν βάλλοντος ὑπὲρ κρατὸς ἠελίοιο, 247 Μύθοισιν μογέοις πυκινήν φρένα πᾶσαν. [ερείδων. 248 Τέττιγες λαλεγεῦντες ἅμ' ὀρνίθεσσιν ἀοιδοῖς, 249 Σὸν δέμας ἡδυθρόοισιν ἀναψύχοιεν ἀοιδαῖς, 250 Ες δήριν καλέοντες ἀοιδοσύνησιν ἑταίρων. Οι τέττιγες τοῦ ἡλίου μὲν φίλοι εἰσὶν, ἀείλαλοι δὲ μάλιστα θερμαίνοντος τοῦ ἡλίου· καὶ πᾶν ὅρνεον πολύλαλόν ἐστιν ἐν τοῖς πλείοσιν· ἔχουσι μὲν οὖν τέτο τιγες καὶ τὰ ὄρνεα φυσικὸν ζῆλον πρὸς τοὺς μελετητικοὺς· ἐπειδὰν γάρ τις ὑπὸ τὸ ἄλσος τοῖς λόγοις προσομιλοίη, τὰ μὲν ὄρνεα λιγυρὸν κελαδεί, τέττιγες δὲ λαλοῦντες ὅλον καταφωνοῦσι τὸ ἄλσος ταῖς ᾠδαῖς, εἰς ἔριν προσκαλούμενοι τὸν ἑταῖρον, καὶ τὸ μοχθηρὸν σῶμα ταῖς ἡδυθρόοις ᾠδαῖς ἀναψύχοντες. 'Εκ τοῦ ξε' λόγου 79 Φασὶ τα μεγάλαυχον ἐπὴν περικυκλον ἐγείρῃ 80 Αυχένα κυρτώσας χρύσεον ἀστέρσεις. 81 Κλάζειν θηλυτέραις φιλοτήσιον· εἰ δὲ σὺ [μορφὴν 82 Οὐ σφριγόωσι γράφεις όμμασι θαῦμα μ' ἔχει. Πρὸς καλλωπιζομένας γυναῖκας ήτοι ψιμυθιζομέ νας καὶ φυχαριζομένας τὸ τῶν ταῶν παράδειγμα παρεισάγει Γρηγόριος ὁ θαυμάσιος· ὁ γὰρ ταὼς τὸν χρύσεον αυχένα κυρτώσας, καὶ τὸν ἀστερώδη κύκλον ἐγείρας, φιλικὸν κλάζει τὸ θῆλυ πρὸς ἔρωτα προτρεπόμενος, τῷ φυσικῷ σεμνυνόμενος κάλλει· τοὐναντίον ὅπερ ποιοῦσιν αἱ ζωγραφούμεναι γυναῖκες· τοῦ γὰρ φυσικού κάλλους ἀμοιροῦσαι, ψιμυθίοις καὶ φυκαι ρίοις καὶ τρίμμασι ζωγραφούνται χρωννύμεναι, καὶ τοὺς νέους τῇ τοιαύτῃ προκαλούμεναι θεωρίᾳ· τὸ γὰρ ἐπιτήδευμα, τῆς προαιρέσεως αὐτῶν γίνεται και τηγόρημα. Ως θηρ κερδαλέος τις επιχεσιν ίχνια βάλ μων Ως κεν θηρητήρα καλοῦ πλάγξεις δόλοισι. Πένητος ἀνδρὸς οὐδὲν ἀσφαλέστερον. Πρὸς τὸν Θεὸν νένευκε, καὶ μόνον βλέπει. Σὺ δ' ἀγκαλίζου· καὶ γὰρ αἰετὸς ὡς λόγος Πολὺς καλιᾷ λεπτὸν ὄρνιν αμφέπει. Ο τῶν πετεινῶν βασιλεὺς ἀετὸς πάντα μικρὸν ὄρο νιν ὑπὸ τὴν αὐτοῦ καλιὰν οἰκοῦντα περιέπει, πάν βλαπτικὸν ἀποτρέπων, αὐτοῦ τε βασιλικῶς προϊστά
col. 667–668page 164 of 170
PG 38:667μενος καὶ κηδεμονικῶς ἀντεχόμενος, φυσικὴν ἔχων τὴν εἰς τὸ καταδεέστερον ἐπικουρίαν. Φησὶν οὖν ὁ θεῖος Γρηγόριος ὅτι χρὴ τὸν εὐσθενέστερον τῷ ἀδυ νάτῳ, καὶ τῷ πένητι τὸν πλούσιον ὀρέγειν χεῖρα, τὸν ἀετὸν αἰδουμένους φυσικῶς τῶν μετριωτέρων ἀντε χόμενον· εἰ γὰρ ἀνόητον ὄρνεον τοσοῦτον ἐκ φύσεως ἐπιδείκνυται, πόσον ὀφείλει πρὸς τὸ συγγενὲς νοερός ἄνθρωπος ἐπικλίνεσθαι; Ἐκ τοῦ ρκς' λόγου 15. Δίψας τίς ἐστι τῶν ἐχιδναίων γενών, 152 Τοῦτ' ὅσ' ἡ ἔρημος Αἰγύπτου φέρει. 153 Ταύτης τὸ τύμμα οἱονεὶ κλῆσις λέγει. 454 Τὸ θηρίον γὰρ τοῦ πάθους ἐπώνυμον, 455 Πίνων διόλλυθ', ὃς τὸν ἰὸν ἔσπασεν 150 Ευρών τι ῥεῖθρον, χανδὸν ἐμπεσὼν ὅλος. Πολλὰ μὲν καὶ διάφορα τῶν ἐχιδναίων γενῶν τὰ ἰο βόλα θηρία, πάντα δὲ θανατηφόρα. Τούτων κατὰ τὴν ἔρημον Αἰγύπτου γένος ἐστὶν καλούμενον δίψας τῆς γὰρ ἐνεργείας τὴν ἐπωνυμίαν φέρει· καὶ γὰρ ἐγχρίπτουσα τινι, δίψαν εμποιεῖ τοσαύτην ὡς μὴ δύνασθαι τοῦ δίψους κόρον λαβεῖν· ὁ δὲ τὸν τὴν ἐσπασμένος, δει νῶς τὰ ἐντὸς ὑποσμυχόμενος, ἔνθαπερ ὕδωρ εὕροι πίπτει χαίνων, ὅλον προθυμούμενος λαφύξαι τὸ ῥεῖ θρον· τούτου δὲ τοῦ θηρίου καὶ Μωϋσῆς μέμνηται λέγων ἐν τῷ Δευτερονομίῳ· Καὶ μνησθήσῃ Κυρίου τοῦ Θεοῦ σου τοῦ διαγαγόντος σε διὰ τῆς φοβερᾶς ἐρήμου, οὗ ὄφις δάκνων καὶ σκορπίος καὶ δίψα. Ἐκ τοῦ ρκζ' λόγου. 218 Έστιν τις ὄρνις σῆς φρενός σοφώτερος. Πόσον Θεοῦ μὲν εἰς χεῖρας μόνον βλέπειν Τοῦ καὶ διδόντος πατρικῶς αιτουμένου. Αἰσχρὸν δὲ μηδὲν τοῦ λαβεῖν δράσαι χάριν, Τὴν αἱμολάπτην βδέλλαν ἐκμιμουμένους. Τὰ μὲν κρατοῦντα τοῖς δ' ἐρείδοντα φρένα, Τὰ δὲ βλέποντα οὐ καλοῖς ἐν ὄμμασιν, Τὰ δὲ χτυποῦντα ταῖς ὀνείρων ἐλπίσιν, 'Αεὶ πλέον πένητα τῷ ποθουμένῳ. Βδέλλα ἐστὶν ἡ ἐν τοῖς ὕδασι γινομένη· αἱμολά πτης δὲ φύσει ἐστίν· καὶ γὰρ οὖσα βραχυτάτη λίαν, σώματος ἐπιλαβομένη, ροφᾷ τε αἷμα καὶ τὸν θύλακον ἀποτείνεται· τοῦ δὲ σώματος ἀποκρεμαμένη, τὸ μὲν ἀπερρόφησεν αἷμα, τὸ δὲ λάπτει, τὸ δὲ ἐλπίζει, κόρον οὐ λαμβάνουσα πώποτε συγκρίνων δὲ τὸν κοσμικὸν βίον πρὸς τὸν ἐνάρετον, βδέλλῃ τοῦτον ἀπει κάζει· ὥσπερ γὰρ ἡ βδέλλα καθ᾽ ἂν ἔφη μὲν τρόπον τῶν σωμάτων ἐπειλημμένη, δυσαπόσπαστός ἐστιν καὶ ἀκόρεστος· οὕτως ὁ κοσμικὸς βίος πρὸς τὰς τῆς σαρκὸς ἡδονὰς καὶ τὰς ἄλλας πλεονεξίας ἀκορέστως ἔχει, καὶ δυσαπόσπαστος πέφυκεν. Τοιαῦτ' ἐν ἡμῖν ἰσχύειν τὸν βάσκανον; Οὗτος σοφίζετ' ευστόχοις πονηρίαις, Οτ' ἂν δῆμον τιν ἢ πόλιν πλῆξαι θέλῃ, Πρὸς οἷς ἑκάστου πειρᾶται, καὶ σύντομον Νόμον δίδωσι πονηρίας τον προστάτην. Επειτα χαλκὸς χρυσὸν ἠμφιεσμένος, πώγων, κατηφὲς ἦθος, αὐχένος κλάσις, Η καὶ χαμαιλέοντος έκστασις χρόας, φωνὴ βραχεῖα, πιστὸς ἐσκευασμένος, Νωθρόν βάδισμα, πάντα, πλὴν φρενός, σοφός Τὴν ὑπόκρισιν ὁ θεῖος Γρηγόριος χαμαιλέοντι παρ ραβάλλει· καὶ γὰρ ὁ χαμαιλέων (μικρὸν δὲ οὗτος ζῶον τῶν χερσαίων) φύσιν ἔχει τὸ μεταβάλλεσθαι πολυτρόπως. Πολλὰς οὖν χρόας ἐναλλάσσει ὁ χαμαιλέων· ὡσαύτως ὁ ὑποκριτὴς πρὸς τὸ παρατυγχάνον σχηματίζεται· γίνεται δὲ τοιοῦτος προεστὼς ἐξ ἐνερ γείας τοῦ Πονηροῦ· καὶ γὰρ τοιοῦτον εὑρὼν ὁ σατα νᾶς εἰς βλάβην λαοῦ προβάλλεται συγχωροῦντος τοῦ Θεοῦ· λέγει δὲ καὶ τὸ ἦθος ὁ θεολόγος τοῦ τοιούτου ὁποῖον εὑρίσκεται· ὁ μὲν πώγων εὐγένειος, κατηφές δὲ τὸ ἦθος, αὐχὴν ὑποκεκλιμένος, βραχεῖα φωνὴ καὶ λεπτή, νωθρὸν βάδισμα· πρὸς τούτοις οὗτος, φησίν, ἐσκευασμένος πιστὸς καὶ χαλκὸς ἀνδριὰς ἄψυχος, χρυσῷ τὴν ἔξωθεν ἡμφιεσμένος ὄψιν· αὖθις δὲ περὶ τῶν τοιούτων, φησί, χαμαιλεόντων τὸν τρόπον μετ μούμενοι, πολλὰς τιθέντες τοῖς λόγοις ἀεὶ χρόας. μον. Ρ. 779.
col. 669–670page 165 of 170
PG 38:669Ταῦτ' εἶπον οἱ δ' ἔκρωζον ἄλλος ἄλλοθεν, Δῆμος κολοιῶν εἰς ἓν ἐσκευασμένος, Τύρβη νέων τις, καινὸν ἐργαστήριον, Λαίλαψ κόνιν σύρουσα, πνευμάτων στάσις, Οἷς οὐδ' ἂν ἠξίωσε τῶν τις ἐντελῶν Φόβῳ τε θείῳ καὶ θρόνῳ δοῦναι λόγον, *Ατακτα παφλάζουσιν ἢ σφηκῶν δίκην "Αττουσιν εὐθὺ τῶν προσώπων αθρόως. Οἱ κολοιοὶ γένος ὀρνέων εὐτελέστατον· οὗτοι περὶ τὴν γῆν ἀναστρεφόμενοι (χαμαιπετεῖς γάρ εἰσι), φυ σικὸν ἔχουσι τὸ κράζειν ἀτάκτως ἄλλοθεν ἄλλος· ὡσαύ τως οἱ σφήκες άττουσι θερμαινόμενοι, καὶ περὶ τὰ πρόσ ωπα τῶν ἀνθρώπων ὁρμῶντες τοῖς πικροῖς ἐκθλίβουσι κέντροις· τούτοις δὲ τοῖς κολοιοῖς καὶ τοῖς σφηξὶ τοὺς ἀσυνέτους καὶ ὄντως ἀπαιδεύτους παρεικάζει Γρη γόριος ὁ σοφώτατος· οἱ γὰρ ἀπαίδευτοι τοῖς συνετοῖς ἐπιπηδῶσι, λόγοις ἀνοίας πλήττοντες αὐτοὺς, καὶ ἄλ λοθεν ἄλλος ἀσυνέτως κράζοντες καὶ ἀτάκτως· ὡς τῆς ἐν Ἐφέσῳ καταδρομῆς τῷ Παύλῳ μέμνηται Λου κας ὧδε φάσκων· Αλλος μὲν οὖν ἄλλο τι ἐπεβόα· ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη· ὡσαύτως ἐπὶ τῶν ἀναβαθμῶν τοῦτο πάσχει Παῦλος ὁ πανάγιος· τὴν δὲ τοιαύτην ἄνοιαν κολοιοῖς παραβάλλει Γρηγόριος ὁ θαυ μάσιος, καὶ σφηξὶ τοῖς ἀκρίτως βομβοῦσιν ἀμφὶ τῶν ἀνθρώπων τὰ πρόσωπα θερμαινομένοις. ΤΩΝ ΤΟ ΘΕΟΛΟΓΟ ΓΡΗΓΟΡΙΟ ΠΕΦΥΣΙΟΛΟΓΗΜΕΝΩΝ ΩΔΕ ΤΟ ΠΕΡΑΣ ΚΟΣΜΑ ΑΧΡΕΙΟΥ ΚΑΙ ΤΟΥΤΟ ΠΟΝΗΜΑ ΙΕΡΟΣΟΛΥΜΙΤΟΥ Τριὰς μονὰς τρίφωτε, πανσθενεστάτη, Η τρεῖς φέρουσα τὰς ὑποστάσεις μόνη, Τὴν οὐσίαν μίαν δὲ προσκυνουμένη, Ως ἡλίου φέροντος ἀκτίνα τρίτην Εν καὶ κράτος γὰρ καὶ σθένος θέλημά τε Εν, οἴδαμεν σέβεσθαι σῆς ἐξουσίας, Σὺ τὸν πόθῳ γράψαντα τήνδε την βίβλον Κωνσταντίνον σάωσον ἐκ πάσης βλάβης. ΠΙΝΑΞ ΚΕΦΑΛΑΙΩΔΗΣ ΙΣΤΟΡΙΩΝ ΩΝ ΕΝ ΤΗ ΒΙΒΛΟ ΤΩΝ ΕΠΩΝ Ο ΘΕΙΟΣ ΕΜΝΗΣΘΗ ΓΡΗΓΟΡΙΟΣ Τῶν τε ἐκ τῆς θεοπνεύστου Γραφῆς καὶ τῶν ἔξωθεν ἑκάστῳ λόγῳ (α). Λόγος α'. περὶ Φαραὼ καὶ τῆς Αἰγύπτου καὶ τῶν σκληρῶν ἔρ γων 351. Περὶ τοῦ ᾿Αμαλήκ, ἐν ᾧ περὶ Μωϋσέως, Ααρών, περὶ Βαβυλῶνος καὶ τῆς ἐκεῖ γῆς Πρ, καὶ Ἰησοῦ τοῦ Ναυῆ 547. περὶ Δανιὴλ καὶ τῶν λεόντων 549. περὶ Ἰωνᾶ καὶ τοῦ κήτους περὶ τῶν τριῶν παίδων καὶ τῆς καμίνου περὶ τῶν μαθητῶν, καὶ τῆς ἐν θαλάσσῃ τοῦ Σωτῆρος πεζοπορίας 350. περὶ τῶν ἐν διαφόροις πάθεσιν ὑπὸ Χριστοῦ θεραπευθέντων περὶ 'Αδράστου καὶ Μενελάου 351. περὶ τοῦ ναοῦ τοῦ θείου καὶ τῆς ἀφέσεως τοῦ λαοῦ περὶ τοῦ τοῖς λῃσταῖς περιπεσόντος 555. περὶ φαρισαίου καὶ τοῦ τελώνου περὶ Σαμουὴλ καὶ τῆς μητρὸς αὐτοῦ ᾿Αννας περὶ Ηλεί τοῦ ἱερέως καὶ τῶν υἱῶν αὐτοῦ 354. περὶ τῆς θυσίας Αβραάμ περὶ Λὼτ καὶ Σοδόμων 355. περὶ Λαζάρου καὶ τοῦ πλουσίου 356. (α)
col. 671–672page 166 of 170
PG 38:671περὶ τῆς αἱμορροούσης 538. περὶ τοῦ λεγεῶνος καὶ τῶν χοίρων περὶ τοῦ λεπρού 359. περὶ τοῦ τυφλοῦ Βαρτιμαίου περὶ τοῦ κωφεύοντος περὶ τοῦ ξηρὰν ἔχοντος χεῖρα περὶ τοῦ παραλύτου 360. περὶ τῶν ε' ἄρτων καὶ τῶν β' ἰχθύων περὶ τῆς τοῦ σάλου γαλήνης περὶ τῆς μεταμορφώσεως περὶ τοῦ παραλελυμένου 361. περὶ Λαζάρου τοῦ τετραημέρου περὶ τῆς συκῆς 562. περὶ παραδείγματος Αμώς τοῦ περὶ λέοντος, ἄρκου, όφεως Λόγος β'. Προοίμιον περὶ Τριάδος καὶ ἀγγέλων καὶ τῆς τοῦ κά σμου δημιουργίας 382. περὶ τοῦ κατακλυσμοῦ καὶ τῆς πυργοποιίας καὶ Σου δόμων 363. περὶ ᾿Αδὰμ καὶ Εὔας καὶ παραδείσου καὶ ἀπάτης περὶ ᾿Ενώχ καὶ Νῶς 366. περὶ ᾿Αβραὰμ τοῦ πατριάρχου περὶ τοῦ ζήλου Μωϋσέως καὶ τῆς ἐξ Αἰγύπτου φυγής καὶ ἐπανόδου περὶ 'Ααρὼν τοῦ ἱερέως 369. περὶ Ἰησοῦ τοῦ Ναυῆ περὶ Σαμουὴλ καὶ κριτῶν 370. περὶ Δαβίδ περὶ τῆς φιλοσοφίας Σολομῶντος περὶ Ἠλιοῦ τοῦ Θεσβίτου περὶ Ἰωάννου τοῦ προδρόμου 571. περὶ τῶν ιβ' μαθητών 572. περὶ τοῦ ζήλου Παύλου καὶ τῆς κλήσεως περὶ τῆς θείας ἐμπνεύσεως ἐν τῷ ἀνθρώπῳ καὶ τοῦ κατ' εἰκόνα 373. περὶ τῆς τοῦ Λόγου ἐκ Πατρὸς ἀῤῥήτου καὶ ἀχρόνου γεννήσεως περὶ τῶν ἐν νόμῳ τοκετῶν καὶ καθαρσίων περὶ καθαρῶν σωμάτων τῶν ἱερέων περὶ τῆς Ζαχαρίου τοῦ πατρὸς Ἰωάννου καθάρσεως περὶ ἀχράντου Θεοτόκου καὶ τῆς ἀφθόρου Χριστοῦ κυήσεως περὶ τῶν Ηρακλέους ἀγώνων 575. περὶ τῆς Ἑλλήνων ἀπάτης καὶ ματαίας σοφίας 376. περὶ τῆς ᾿Αδάμ παραβάσεως καὶ τῆς καταδίκης περὶ τῆς πονηρίας Κάϊν καὶ τῶν Σοδομιτῶν, καὶ τῶν ἐπὶ τῆς πυργοποιίας, καὶ ὧν ὁ κατακλυσμὸς ἔοβε σεν 377. περὶ τῆς πονηρίας Φαραώ περὶ τοῦ θράσους Αχα καὶ Ἰεζάβελ καὶ Ασσυ ρίων 378. περὶ Ἡρώδου τοῦ τετράρχου καὶ Ηρωδιάδος καὶ τῆς ἀναιρέσεως Ἰωάννου 379. περί Ηρώδου τοῦ παιδοκτόνου 380. περὶ 'Αννα καὶ Καϊάφα καὶ τῶν φονέων Χριστοῦ περὶ τῶν 'Ρωμαίων καὶ Ἑβραίων διωκτῶν βασιλέων περὶ τοῦ βδελυρωτάτου Ἰουλιανοῦ περὶ τῆς θεολογίας Πέτρου 381. περὶ τῆς δυνάμεως Παύλου 582. περὶ Κάϊν καὶ ᾿Αβελ 383. περὶ Ἡσαῦ καὶ Ἰακώβ περὶ τῆς ἀπάτης Σολομώντος 385. περὶ τῆς πτώσεως τοῦ διαβόλου 586. περὶ τῆς ἀπωλείας Ἰούδα Ισκαριώτου Λόγος γ'. Περὶ Σοδόμων καὶ Σηγώρ καὶ τῆς ἐν τῷ ὄρει τοῦ Λώτ αναβάσεως 387. περὶ τῆς πηγῆς Μεῤῥᾶς 388. περὶ Γλαύκου καὶ Διομήδους περὶ τῆς ᾿Αλκινόου τραπέζης καὶ Ὀδυσσέως 359. περὶ τῶν φύλλων τῆς συχῆς, ὧν οἱ προπάτορες περ ριεβάλοντο 389. περὶ τοῦ παρεῤῥιμμένου τῷ πλουσίῳ Λαζάρου περὶ Ἰωναδάβ ϊδια. περὶ τοῦ λαοῦ Ἰσραήλ, καὶ τῆς οδηγούσης νεφέλης, καὶ τοῦ πυρίνου στύλου 390. περὶ τῆς Ερυθρᾶς θαλάσσης καὶ τῆς οὐρανίου τρο φῆς περὶ τῆς βλυσάσης ὕδωρ πέτρας περὶ τῆς ἀποστροφῆς τοῦ Ἰορδάνου 391. περὶ τῆς στάσεως τοῦ ἡλίου καὶ τῆς σελήνης περὶ τῶν σταυροτύπων χειρῶν Μωϋσέως περὶ τῶν ἐπισχεθέντων λεόντων 592. περὶ τῆς τροφῆς Ἠλιοῦ καὶ κοράκων ὑπηρεσίας, καὶ της Σαραφθίας χήρας περὶ τῆς ἀποχῆς τῶν βασιλικῶν ἐδεσμάτων, καὶ τῆς ἐγκρατείας Δανιὴλ καὶ τῶν γ' παίδων 595. περὶ Δανιὴλ καὶ ᾿Αμβακούμ περὶ Ἰωνᾶ τοῦ προφήτου 594. περὶ τῆς Ἰωάννου τροφῆς περὶ Θέκλης, καὶ τοῦ πυρὸς, καὶ τῶν θηρῶν περὶ Σωσάννης καὶ Δανιὴλ καὶ τῶν ἀδίκων προσόν τέρων. 395. περὶ ἀλλοιώσεως Παύλου 390. περὶ τῆς ἐν τρίτῳ οὐρανῷ ἁρπαγής περὶ τοῦ πειρασμού Ιησού 397. περὶ τῶν ἐν τοῖς θείοις Εὐαγγελίοις παραβολῶν περὶ Ὀφνεὶ καὶ Φινεὲς τῶν υἱῶν Ηλεί 598. περὶ Ἱεροσολύμων καὶ Σαμαρείας περὶ ᾿Ανανίου καὶ Σαπφείρας τῶν κλεπτών 399. περὶ ᾿Αχαρ υἱοῦ Χαρμὶ τοῦ κλέπτου περὶ 'Ηρακλέους καὶ Θειοδάμαντος καὶ τῶν Δρυό πων 400). περὶ τῶν συναφθέντων ἀγγέλων ταῖς γυναιξίν 401. περὶ τῆς Ἑλλήνων πλάνης καὶ τῶν ἐμπαθῶν θεῶν περὶ Ἑρμοῦ τοῦ Κερδῴου καὶ Κλέπτου καὶ Δηλα πρίωνος περί Διονύσου τοῦ ἀνδρογύνου περὶ "Αρεος τοῦ μοιχοῦ καὶ τῶν Ηφαίστου παγίδων περὶ Διὸς τοῦ πατραλῴου 403. περὶ Κρόνου τοῦ μισοτέκνου περὶ Εὐρώπης, καὶ τῆς εἰς ταῦρον τοῦ Διὸς μεταβο τῆς περὶ Δανάης, καὶ τῆς εἰς χρυσὸν τοῦ Διὸς μεταβολῆς περὶ Λήδας, καὶ τῆς εἰς κύκνον τοῦ Διὸς μεταβολῆς περὶ Ολυμπιάδος, καὶ τῆς εἰς ὄφιν τοῦ Διὸς μεταβολῆς περὶ Σεμέλης, καὶ τῆς εἰς ἄνθρωπον τοῦ Διὸς μετα βολῆς καὶ τοῦ κεραυνοῦ περὶ Γανυμήδους, καὶ τῆς εἰς ἀετὸν τοῦ Διὸς μεταβολῆς 405. περὶ τῆς αἱμορροούσης ἐν σχήματι εὐχῆς περὶ τῶν εὐαγγελικών παραβολών, Λόγ. δ,ε. Περὶ τοῦ πένθους Ἰακὼβ εἰς τὸν Ἰωσήφ 400. περὶ τοῦ πένθους Ἰωσὴφ εἰς τὴν πατέρα περὶ τοῦ πένθους ᾿Αβραάμ εἰς Σάρραν 407. περὶ τοῦ πένθους Ιερεμίου τοῦ προφήτου περὶ τῆς νόσου Ἰώβ περὶ τῆς τῶν πρωτοπλάστων ἀπάτης καὶ τοῦ ὄψεως περὶ τοῦ λεγεῶνος περὶ τοῦ φυσικού νόμου περὶ τοῦ γραπτοῦ νόμου καὶ τοῦ πνευματικοῦ Λόγος δ'. Περὶ Ἰὼβ τοῦ δικαίου 408. περὶ τριῶν τελωνῶν 409. περὶ τριῶν παραλύτων περὶ τῶν γ' νεκρῶν ἐν Εὐαγγελίοις 410.
col. 673–674page 167 of 170
PG 38:673Λόγος Γ. Περὶ Ἰωνᾶ καὶ τοῦ κήτους 411. περὶ Πριάμου, 'Αχιλλέως, Έκτορος καὶ τοῦ Τρωϊκοῦ πολέμου περὶ τῶν γενεθλίων καὶ εὐωχιῶν Ἑλλήνων 412. περί συνόδων γεράνων καὶ χηνῶν 413. περὶ κερκώπων τῶν δολίων, καὶ περὶ Πασσάλου καὶ Ακλήμονος τῶν λῃστῶν Λόγος η'. Περ. Αχιλλέως, Αίαντος, Διομήδους, Εκτορος, Ηρα κλέους 413. Λόγος θ'. Περὶ Ἰὼβ καὶ τῶν πειρασμῶν 415. Λόγος ι. Περὶ τῆς μελλούσης ἀνταποδόσεως, καὶ τῶν ἀποκειμένων τοῖς ἁμαρτωλοῖς κολάσεων 416. Περί Βηθλεέμ 416. Λόγος α'. περὶ τῆς ἀποικίας Ιερουσαλήμ, περὶ τῆς αἰχμαλωσίας κιβωτού, περὶ τῆς κλοπῆς τοῦ Ἰωσήφ, Λόγος ιβ'. Περὶ τῆς Ἀδὰμ ἀπάτης, περὶ τῶν τεταγμένων τοῖς ἀκουσίως φονεύουσι φυγαδευτηρίων πόλεων, περὶ τοῦ μάννα, περὶ τοῦ εἰ καὶ Σαούλ ἐν προφήταις, περὶ Μωϋσέως καὶ ἑστηκότων ὑπὸ τὸ ὄρος 417. περὶ τοῦ ἐμπυρισμοῦ τῶν υἱῶν 'Ααρών περὶ τοῦ οἰκτροῦ τέλους Ἠλεὶ καὶ τῶν υἱῶν αὐτοῦ περὶ (ζᾶ καὶ τῆς κιβωτοῦ περὶ τῶν ἐρεισμάτων τοῦ ναοῦ 419. περὶ τῆς κιβωτοῦ καὶ τῆς μωρίας τῶν ἀλλοφύλων ἐν ταῖς ἕδραις, καὶ τῆς τιμῆς τῆς βασάνου περὶ τῶν ἀποστόλων καὶ Ἰούδα 420. περὶ Ἱεροσολύμων καὶ Σαμαρείας περὶ τῶν Μωαβιτῶν, καὶ Ἀμμανιτῶν, καὶ Βαλαὰκ καὶ Βαλαὰμ καὶ τῆς πορνείας τοῦ λαοῦ, καὶ τῶν θυγατέρων Λώτ περὶ τῶν Γαβαωνιτών 425. περὶ τῶν Λευϊτῶν περὶ τῆς Νῶε κιβωτοῦ περὶ τοῦ Σοδομιτικοῦ πυρὸς καὶ τῆς τούτου φυγής Λόγος ιγ'. Περὶ τῆς "Αρεως θρασύτητος καὶ τῆς τούτου τρών στις 424. περὶ Λήθης καὶ τῆς Ἑλλήνων τερατολογίας 425. Λόγος ιδ'. Περὶ τῆς πικρᾶς βρώσεως καὶ τιμωρίας 426. περὶ τοῦ καταψύχοντος πυρός περὶ τῆς θείας εικόνος περὶ τοῦ θείου πλάσματος, καὶ τοῦ παραδείσου, καὶ τῆς ἐντολῆς 427. περὶ τοῦ κατακλυσμοῦ περὶ τοῦ Σοδομιτικού πυρός περὶ τοῦ νόμου περὶ τῆς Χριστοῦ παρουσίας περὶ Ταρτάρου, καὶ Πυριφλεγέθοντος, καὶ Κωκυτοῦ, καὶ 'Αχέροντος Λόγος ιε'. Περὶ Ηρακλείτου καὶ Δημοκρίτου 428. περὶ κλαυθμοῦ καὶ γέλωτος περὶ Τρώων, καὶ Ἑλλήνων, καὶ Ἑλένης, καὶ τοῦ πολέμου περὶ τῆς τοῦ χοίρου κεφαλῆς καὶ τριχῶν, καὶ Κου ρήτων, καὶ Αἰτωλῶν, καὶ Μελεάγρου 499. περὶ ᾿Αχιλλέως καὶ Αίαντος τῶν Αἰακιδῶν καὶ τῆς αὐτῶν ἀναιρέσεως 450. περὶ Ἡρακλέους καὶ Νέσσου καὶ τοῦ σαρκοφάγου ἱματίου, καὶ αὐτοῦ ἀναιρέσεως περὶ Κροίσου τοῦ Λυδίου καὶ τοῦ Λοξία καὶ τοῦ χρη σμοῦ καὶ τοῦ τέλους αὐτοῦ 452. περί Κύρου τοῦ Πέρσου, καὶ Αρταξέρξου, καὶ τῆς ἀναιρέσεως Κύρου 453. περὶ ᾿Αλεξάνδρου τοῦ Μακεδόνος καὶ τοῦ τέλους αὐτ του 434. περὶ ᾿Αγαμέμνονος βασιλέως, καὶ Ἴρου τοῦ πτυ χου 435. περὶ Κωνσταντίνου τοῦ Ῥωμαίων μεγάλου βασιλέως περὶ τῆς μελλούσης ἀνταποδόσεως περὶ τῆς βρώσεως τοῦ ξύλου, καὶ ἀπάτης 'Αδάμ περὶ τῆς Σολομῶντος ἀπάτης περὶ τῆς ἐκπτώσεως Ἰούδα Λόγος ις'. ιζ. Περὶ Ῥαὰς τῆς πόρνης, καὶ τῶν κατασκόπων 437. περὶ τοῦ τελώνου καὶ τοῦ φαρισαίου Λόγος τη. ιθ'. Περὶ Ἀδὰμ καὶ τῆς ἀπάτης 457. περὶ αἱμορροούσης 438. περὶ τῆς μετανοίας 'Αδάμ περὶ τῆς μετανοίας Μανασσῆ περὶ τῆς μετανοίας Δαβίδ, καὶ περὶ Οὐρίου περὶ τῆς μετανοίας τῶν Νινευΐτῶν 440. περὶ τῆς μετανοίας τοῦ ἀσώτου 441. περὶ τῆς μετανοίας τοῦ τελώνου περὶ τοῦ πλανηθέντος προβάτου περὶ τῶν ι' λεπρών 442. περὶ τῶν πολυτρόπως ὑπὸ Χριστοῦ ἰαθέντων περὶ τοῦ κλύδωνος τῆς θαλάσσης καὶ τῆς τῶν μαθη τῶν σωτηρίας Λόγος και Περὶ τῆς ᾿Αδάμ βρώσεως καὶ τῆς ἀπάτης τοῦ όφεως Λόγ, και, κβ' κγ', κδ',κε, κς', κζ'. κη', κθ', δ', λα, Αβ', Αγ', λδ', λέ, λς', Αζ, λη', 40', μ', μα, μβ'. Πάντες οἱ παρόντες λόγοι ἱστορικοὶ μέν εἰσι· τοὺς γὰρ μαθητὰς καὶ πατριάρχας, καὶ μάστιγας Αἰγυπτίων, καὶ τὰς ἐνδιαθέτους βίβλους, καὶ τὸν νόμον, καὶ τὰ θεῖα Εὐαγγέλια, καὶ τὰς παραβολάς περιέχουσιν ἐν τάξει μεταφράσεως, καὶ τὰς ὑπὸ Θεοῦ πρώην καὶ ὕστερον τῷ Ἰσραὴλ ἐπαχθείσας εὐεργεσίας Λόγος μγ'. της Περὶ τῆς Τροίας, καὶ τῆς κατὰ τους Φαίακας μολο πῆς, καὶ Ὀδυσσέως 449. περὶ τῆς τοῦ συὸς κεφαλῆς, καὶ Ηρακλέους 450. περὶ τῶν υἱῶν ᾿Ααρών περὶ Ὀζᾶ καὶ τῆς κιβωτοῦ Λόγος με. Περὶ Πολυκράτους τοῦ Σαμίου καὶ τοῦ δακτυλίου 450. Λόγος με, μς'. Περὶ Πρωτέως καὶ Μελάμποδος 451. περὶ τῶν ὑπὸ Χριστοῦ σωθέντων 452. περὶ τῆς ἀπάτης Αδάμ Λόγος με. Περὶ τῶν θαυμάτων τῶν διὰ Μωϋσέως ἐν σχήματι εὐχῆς 452. Λόγος μη'. Περὶ τῆς ἐν τῇ θείᾳ νομοθεσία παραφυλακής 458. Λόγος μθ'. Οτι Θεὸς καὶ ἄνθρωπος ὁ Χριστὸς, ὅτι Δαβὶδ υἱὸς καὶ πλάστης Αδάμ 454.
col. 675–676page 168 of 170
PG 38:675περὶ τῆς ἀπογραφής Καίσαρος, καὶ τῆς φάτνης περὶ τῶν Μάγων, καὶ τοῦ ἀστέρος περὶ τοῦ πειρασμοῦ τοῦ Ἰησοῦ καὶ τῆς νίκης 456. περὶ τοῦ ἐσθίειν καὶ τρέφειν θαυμαστῶς μυριάδας περὶ τοῦ ἐν Κανα τῆς Γαλιλαίας θαύματος περὶ τοῦ βαπτίσματος περὶ τοῦ ὕπνου Ἰησοῦ ἐν τῷ πλοίῳ, καὶ τοῦ σάλου περὶ τοῦ κεκμηκένα: ἐκ τῆς ὁδοιπορίας καὶ περὶ τῆς Σαμαρείτιδος 457. περὶ τῆς προσευχῆς Ἰησοῦ ὅτι θύμα ὁ Χριστὸς καὶ ἀρχιερεὺς ἄνθρωπός τε καὶ Θεὸς Σωτὴρ ὁ αὐτός Λόγος γ. Περὶ τῶν πυρίνων γλωσσῶν καὶ τοῦ ἁγίου Πνεύματος 457. περὶ τῆς γεννήσεως Εύας και Σηθ ἐξ 'Αδάμ 458. Λόγος να. Περὶ τῆς τοῦ κόσμου δημιουργίας 458. Λόγος κ. β'. Περὶ τῆς Ἑλλήνων δόξης, καὶ περὶ ἄστρων καὶ ἀποτελεσματικῶν 458. περὶ ἀστρῴας κινήσεως, καὶ τῶν ἀνατεθέντων ἄ στρων, καὶ Ὠρίωνος, καὶ τῶν ἄλλων ονομάτων, καὶ τῶν εὑρετῶν τῆς ἀστρολογίας 459. περὶ τοῦ ἀστέρος Χριστοῦ 163. Λόγος τη Περὶ τῶν λογικῶν φύσεων ἐξηγηματικός 464. Λόγος να. Περὶ Ιξίωνος 484. Λόγοι νε, νς', ἐξηγηματικοί 465. Λόγος εζ. Περὶ τῆς χρίσεως τοῦ αἵματος καὶ περὶ βαπτίσματος Λόγος νη'. Περὶ τοῦ μελαίνειν τὸν χάρτην, καὶ περὶ Ιστιαίου καὶ ᾿Αρισταγόρα, καὶ περὶ τῶν ᾿Απολιναρίου ἐπῶν Λόγος να'. Περὶ τῆς θυσίας Αβραάμ 469. περὶ τῆς κλίμακος Ἰακώβ περὶ τῶν μυροφόρων καὶ τῶν παρθένων 470. περὶ εὐλαβῶν καὶ ὁσίων γυναικῶν περὶ τοῖς Λυδίοις ἐπικλύσαντος χρυσὸν ποταμοῦ, καὶ τῶν χρυσοφόρων μυρμήκων 471. περὶ τοῦ φόρου καὶ τοῦ τελέσματος Ἰησοῦ καὶ Πέν τρου 472. Λόγος ξ'. Περὶ Ηλίου τοῦ προφήτου 473. περὶ Νε περὶ Ελισσαίου περὶ Ἰησοῦ, Γεδεών, Σαμψών, Βαράκ, Δεβόρρας, Δαβίδ περὶ Λαζάρου καὶ τοῦ πλουσίου 475. περὶ τοῦ φορολογηθῆναι Χριστόν Λόγος ξα. Περὶ ᾿Αχιλλέως, Αίαντος, Μελεάγρου 476. περὶ τῶν Σπαρτιατῶν καὶ τῆς λόγχης περὶ Πέλοπος καὶ τοῦ ἐλεφαντίνου ώμου περὶ σκήπτρου τοῦ παρὰ πατέρων εἰς παῖδας ὁδεύοντος περὶ Κέκροπος καὶ τῶν ᾿Αθηναίων καὶ τοῦ τέττιγος περὶ τοῦ Ρήνου ποταμοῦ, καὶ Κυνόσαργες καὶ τῶν ἀετῶν Λόγος ξβ'. Περὶ Αἰνείου καὶ ᾿Αγχίσου, καὶ Αίτνης, καὶ πατρός καὶ παιδὸς εὐλαβοῦς 478. περὶ τῆς Ὀρφέως κιθάρας 479. περὶ τῆς ᾿Αμφίωνος λύρες 480. περὶ Ἑρμοῦ τοῦ πομποῦ, καὶ Ὀδυσσέως, καὶ Κύρ κης, καὶ τῶν χοίρων περὶ τοῦ κεράσματος, Πολυδάμνας, καὶ Ἑλένης περὶ Ὀδυσσέως τοῦ ναυαγοῦ καὶ τῆς βασιλίσσης διελέχθη 482. περὶ τοῦ κιθαρωδοῦ ᾿Αρείωνος καὶ δελφίνος περὶ τοῦ Πισαίου ἀγῶνος, περὶ Γαδείρων καὶ τῶν Ἡρακλέους στηλών, Λόγος ξγ'. Περὶ Πολυκράτους τοῦ Σαμίου καὶ τοῦ τέλους αὐτοῦ, περὶ τῆς τῷ εἰδώλῳ ἁλούσης τῷ ἐν τῇ πηγῇ, καὶ περὶ Μαρσύου καὶ τῶν αὐλῶν, περὶ Αγαύης τῆς τεχνοκτόνου, περὶ Μηδείας τῆς πικρᾶς καὶ παιδοφόνου, περὶ ᾿Ακταίωνος τοῦ θηρευτοῦ, περὶ ἀσώτου υἱοῦ, περὶ τοῦ πλανηθέντος προβάτου, περὶ Μανασσῆ τοῦ βασιλέως, περὶ τῆς Νινευή, περὶ τοῦ τελώνου, περὶ Λαζάρου καὶ τοῦ πλουσίου, περὶ Χείρωνος τοῦ ἱπποκενταύρου καὶ ᾿Αχιλλέως, περὶ Πάνοπος καὶ Πριάμου, καὶ τῶν μνηστήρων Πηνελόπης, περὶ τῶν ἐννέα μουσῶν, περὶ τῶν Ὀδρυσίων σκοπέλων, καὶ Ορφέως, περὶ Σοδόμων καὶ Σηγώρ τοῦ ὄρους, περὶ τοῦ Ὀρφέως καὶ τῆς ἀπάτης, περὶ Δαβίδ, καὶ ᾿Αβεσσαλώμ, καὶ Σαούλ, καὶ Ἰωνά θαν, καὶ τῆς ἐγγαστριμύθου, καὶ τοῦ ᾿Αμαληκίτου, καὶ τοῦ Ἰεβοσθέ 484. περὶ Διὸς καὶ Κρόνου 485. περὶ δούλου τῶν υἱῶν Ἰακώβ, καὶ περὶ τοῦ Ἰωσήφ περὶ Ῥουβείμ, καὶ Βάλλας, καὶ ᾿Αβεσσαλώμ περὶ τοῦ ἁμητοῦ Ἰωἂν οὗ ἐνέπρησεν Αβεσσαλώμε Λόγος ξδ'. Περὶ Μωϋσέως καὶ ᾿Αμαλήκ 486. περὶ τῆς Ἑλλήνων ἀπάτης, καὶ τῆς Διὸς δι' ἀσέλγειαν εἰς πάντα μεταβολῆς, καὶ περὶ πάντων ὧν εἰσιν οἱ τῶν Ελλήνων θεαί περὶ φαλλῶν καὶ ἰθυφάλλων, καὶ Διονύσου 487. περὶ τῶν ἀναυχένων περὶ ἡμιδρακόντων, καὶ 'Αθηνᾶς, καὶ Ηφαίστου, καὶ Εριχθονίου 488. περὶ τῶν σπαρέντων καὶ αὐθήμερον ἀναφθέντων γι γάντων καὶ θηρομιγῶν ἀνθρώπων περὶ πολυμόρφων ἀνδρῶν, καὶ Δημήτρας, καὶ Τρι πτολέμου, καὶ δρακόντων περὶ Ἑρμᾶ τοῦ διγλύφου 489. περὶ τῆς Σκύλλης περὶ Χαρύδεως καὶ ἀμπώτιδος 490. περὶ Ορφέως καὶ Θρᾳκῶν καὶ τοῦ θρησκεύειν περὶ 'Ασκραίου, καὶ Χαλδαίων, καὶ θυσίας καὶ μετ γείας καὶ φαρμακείας, καὶ περὶ ἀστρονομίας καὶ γεωμετρίας 491. περὶ τῆς Ἡσιόδου καλουμένης θεογονίας, ἐν ᾧ περὶ θεωνυμιῶν, καὶ τῆς Τιτανομαχίας, καὶ Κόττου καὶ Βριάρεως, καὶ τῶν ἑκατονταχείρων, καὶ περὶ Υδρας καὶ Χιμαίρας, καὶ Γοργόνων, καὶ τοῦ τρι κερβέρου κυνός περὶ τῆς ἀστάτου ποιήσεως Ομήρου, καὶ τραγωδίας καὶ κωμῳδίας, καὶ περὶ τῶν Μολιονιδῶν, καὶ ἄλ λων ἐκ τῆς Ὁμήρου ποιήσεως 493. περὶ Μουσαίου καὶ Λίνου 496. περὶ Ἑρμοῦ τοῦ τρισαρίστου περὶ Σιβύλλης περὶ τοῦ κλέψαι τοὺς Ἕλληνας καὶ ἀποκόψαι τῶν θεοπνεύστων βίβλων τινὰ, καὶ μυθεύσασθαι 497. περὶ Φοίβου Απόλλωνος καὶ μαντείας 498. περὶ τῆς Κασταλίας πηγῆς 499.
col. 677–678page 169 of 170
PG 38:677περὶ Δάφνης 499. περὶ τῆς Δωδωναίας δρυὸς, καὶ τῶν ἀνιππόδων Σελ λῶν, καὶ τῶν μαντοφορουμένων γυναικῶν, καὶ περὶ τοῦ λέβητος 500. περί Αμμωνος τοῦ κενεηγόρου 501. περὶ Βραγχιδῶν καὶ Ἐπιδαύρου περὶ Κελεοῦ καὶ Τριπτολέμου καὶ τῶν κρυπτών τε λετῶν, καὶ Πλούτωνος, καὶ Περσεφόνης, καὶ Ἐλευ σἶνος περὶ αὐλῶν καὶ Φρυγίων 502. περὶ τῶν Κορυβάντων καὶ τῆς Διὸς κλοπῆς, καὶ τῶν ἐν ὅπλοις μαινομένων, καὶ πυῤῥικῆς ὀρχήσεως περὶ Διονύσου καὶ Βακχῶν, καὶ Σειληνῶν καὶ τοῦ μηρὸς ὠδίνων 504. περὶ Εκάτης καὶ τῶν κακῶν αὐτῆς φασμάτων 505. περὶ τοῦ Μιθραίου ναοῦ καὶ τῶν κολάσεων 506. περὶ τῆς γαλλαίας ἀλλαγῆς περὶ Νείλου καὶ τῶν ἀνδρογύνων αἰσχυνῶν 507. περὶ Ίσιδος τῆς καὶ Ἰοῦς περὶ Οσίριδος περὶ Σαράπιδος 508. περὶ τοῦ πολυτάρχου μόσχου, καὶ ᾿Απιδος, καὶ τῆς Μεμφιτῶν ἀνοίας περὶ λακαίνης, καὶ τῶν ἐπιβωμίων μαστίγων περὶ τοῦ Γετικοῦ Ζαλμόξου καὶ ᾿Αβάριδος 509. περὶ τῆς Ταύρων ξενοκτονίας 510. περὶ τοῦ ἐρασθέντος μειρακίου τοῦ Διονύσου περὶ τῆς ᾿Αφροδίτης καὶ τῶν πορνικών μυστηρίων περὶ κερδάλης καὶ Λίνδου 514. περὶ Ἐμπεδοκλέους καὶ τῶν Αἰτναίων κρατήρων περὶ Ἡρακλέους καὶ Νέσσου περὶ Τροφωνίου καὶ Εμπεδοτίμου περὶ ᾿Αρισταίου 513. Λόγος ξε. Περὶ τοῦ ἱστοῦ Πηνελόπης 513. περὶ Εκάβης και Ελένης 514. περὶ 'Αδώνιδος κήπου περὶ τοῦ κολοιοῦ 515. περὶ τῶν ἑταίρων Οδυσσέως, καὶ τῆς Κίρκης καὶ περὶ τῶν χοίρων 516. περὶ Πανδώρας καὶ τοῦ κλαπέντος πυρός. 188. περὶ τῆς ἀπάτης Εύας περὶ Δανάης 517. περὶ τῆς τοῦ Πανὸς κατὰ τὰ ὄρη "Ιδης φωνῆς περὶ τῆς πηγῆς καὶ τοῦ ὀλεθρίου εἰδώλου φωνῆς περὶ τῆς ἐπιμανείσης τοῖς ποταμίοις ρεύμασιν 518. περὶ τῆς ξυλίνης δαμάλεως περὶ Ὀρφέως περὶ τοῦ τῆς Ἀφροδίτης κεστοῦ 519. περὶ Κελτῶν καὶ τοῦ 'Ρήνου ποταμού 521. περὶ τῆς Ἐσθὴρ καὶ τοῦ ἐπαινετέου καλλωπισμού αὐτῆς περὶ τῆς Ἰεζάβελ τῆς πόρνης καὶ τοῦ στιβισμοῦ αὐτ τῆς 522. Λόγος ξς'. Περὶ Χείρωνος καὶ ᾿Αχιλλέως 524. Λόγ. ξζ, ζη'. Περὶ τοῦ ᾿Αλφειοῦ ποταμοῦ καὶ τῆς ᾿Αρεθούσης πη γῆς 525. Λόγ. ξε' καὶ σ. περὶ τοῦ ζήλου Φινεές τοῦ ἱερέως 527. περὶ Μωϋσέως καὶ τοῦ Αἰγυπτίου οὗ ἀνεῖλεν 528. περὶ τοῦ πολυπλανήτου Ευρίπου 529. Λόγος κα'. Περὶ Ἰὼβ τοῦ δικαίου καὶ τῆς νίκης αὐτοῦ 529. περὶ Λαζάρου του τετραημέρου περὶ τοῦ παραλύτου περὶ τῆς Χαναναίας 550. περὶ τῆς ἐν τῷ πλοίῳ καθευδήσεως Ἰησοῦ Λόγ. οβ', γ', εδ', ο', ος'. Περὶ τῆς ἰσχύος Σαμψὼν καὶ τῶν τριχῶν 550. περὶ τῆς φλογίνης ῥομφαίας 531. περὶ Μερρᾶς τῆς πηγής Λόγ. οζ, ση. Περὶ Ἑλικῶνος, δαφνῶν, καὶ τριπόδων 532. Λόγος οθ'. Περὶ Ἐπικτήτου καὶ ᾿Αναξάρχου 532. λόγ. π', πα, πρ. Περὶ τοῦ τείχους Βαβυλῶνος ἐν ᾧ περὶ τῶν Ἑπτα πύλων καὶ Ἑκατονταπύλων 533. περὶ τῶν πυραμίδων περὶ τῶν διὰ γῆς ἐλασθεισῶν νηών Λόγος πγ. Περὶ τῆς βροντῆς καὶ ἀστραπῆς, καὶ τῶν Κυκλώπων, καὶ περὶ Ὀδυσσέως 555. Περὶ Ταντάλου 537. Λόγ. πδ', πε. περὶ τοῦ κειρομένου ήπαρ Προμηθέως, καὶ περὶ Τιτυοῦ περὶ τῶν ἐν ᾅδου κολάσεων περὶ τοῦ λίθου Σισύφου 539. Λόγ. πς', πζ'. Περὶ Χαρίτων καὶ Μουσῶν 559. περὶ τοῦ Ἡλυσίου χώρου, καὶ ἀσφοδελῶν λειμώνων, καὶ περὶ Μίνωος και Ραδαμάνθυος Λόγος επ'. Περὶ τοῦ ἐκ θρήνου δένδρου 540. περὶ τῆς ῥευσάσης πηγῆς τοῖς ὀδυρομένοις Λόγ. κθ', β', ρα. Περὶ Σάρρας καὶ ᾿Αβραάμ 541. περὶ ᾿Αννης καὶ Σαμουήλ 542. περὶ 'Αννης τῆς μητρὸς τῆς Θεοτόκου περὶ Ἐμπεδοκλέους καὶ τῶν κρατήρων περὶ Σωσάννης, καὶ Μαριάμ, καὶ Ἄννης περὶ Ἡρακλέους, Εμπεδοτίμου, Τροφωνίου, Αρι στέως 543. περὶ τῆς σκιώδους θυσίας περὶ Ενώχ περὶ ᾿Αβραάμ περὶ τῆς Ἰεφθάε θυσίας περὶ τῆς στήλης τοῦ Ἐξελίτου καὶ Λεύκωνος 545. περὶ Σάρρας καὶ Ἰσαάκ ριβό, ριγέ, ριδ'. Περὶ τῶν ἑπτὰ θεαμάτων 546. περὶ τοῦ Μαυσώλου τάφου 547. περὶ τῶν στηλῶν Ηρακλέους, καὶ τῶν ἔργων του καὶ Ἐφιάλτου τῶν γιγάντων περὶ Κύρου τοῦ βασιλέως καὶ τοῦ τάφου 548. περὶ τῆς βουκτασίας 549. περὶ τοῦ Πειρίθου, καὶ Περσεφόνης, καὶ ᾿Απύγων, καὶ Μελαμπύγων 550. περὶ τοῦ ἐπικλύσαντος Λυδίοις χρυσοῦ Λόγ. ριε, ρις', ριζ'. Περὶ τοῦ ζήλου Μωϋσέως καὶ τῆς πρὸς Θεὸν τιμῆς περὶ Δαβὶδ καὶ τῆς ἐκ μέρους αὐτοῦ κολάσεως ἐπὶ τοῖς ἑπταισμένοις περὶ Ελισσαίου καὶ τῶν ἀναιρεθέντων παιδίων ὑπὸ θηρίων 554. Λόγ. ριη', ριθ. Περὶ Στωϊκῶν καὶ τῶν Πυῤῥωνείων πλοκῶν 555. περὶ τοῦ Σινωπέως τοῦ κυνός, ἐν ᾧ περὶ Διογένους καὶ Σωτάτους τῶν φιλοσόφων 557.
col. 679–680page 170 of 170
PG 38:679περὶ Κράτητος τοῦ Θηβαίου 358. περὶ τοῦ πλέοντος Αντισθένους φιλοσόφου, καὶ τοῦ εἰς τριβώνιον περιστῆναι αὐτόν περὶ τοῦ τὴν οὐσίαν τοῖς συγγενέσι παραχωρήσαντος περὶ τοῦ τὴν ὕπαρξιν εἰς μίαν βώλον χρυσίου συνα γαγόντος καὶ βεβληκότος εἰς θάλασσαν 559. περὶ τῶν σησαμούντων κριθίνων ἄρτων, καὶ τῆς φυ γούσης σέῤῥης ἐκ μέσου τῶν ἡδυσμάτων περὶ Κλεάνθους του φιλοσόφου 560. περὶ Σωκράτους καὶ τῶν Χαρμίδων περὶ ᾿Αλκμαίωνος 561. περὶ Πλάτωνος τοῦ φιλοσόφου καὶ Διονυσίου τοῦ τυ ράννου 562. περὶ Ξενοκράτους, καὶ τῆς Διογένους στωμυλίας περὶ τῆς γυναικείας στυλῆς, ἧς Αρχέλαος δωρεῖται τῷ Πλάτωνι 565. περὶ τοῦ αὐτοῦ ᾿Αρχελάου, καὶ Σοφοκλέους καὶ Εὐα ριπίδου 566. περὶ Λυσιμάχου περὶ Πύργου καὶ Φαβωρίνου 567. περὶ Φοίβου μαντευομένου 568. περὶ τοῦ Μίδου περὶ Θεόγνιδος καὶ ὧν τῷ Κύρῳ νομοθετεῖ περὶ τῆς εὐχῆς τοῦ Μίδου, καὶ τῆς κακίστης τοῦ ζῆν ἀπαλλαγῆς περὶ τοῦ λέγειν "Ομηρον ὡς ἀρετὴ τοῖς χρήμασιν έπεται 569. περὶ Ἀδὰμ καὶ τῶν ἐλπιζομένων ἡμῖν ἀγαθῶν περὶ Ἐδὲμ καὶ τοῦ εὐθαλούς παραδείσου καὶ τῶν δ' ποταμῶν περὶ τῆς κλήσεως Αβραάμ, καὶ κληρονομίας 247. περὶ τῆς εὐχῆς Ἰακώβ 570. περὶ Μωϋσέως, καὶ τῆς κληρονομίας τῶν υἱῶν Ἰσραὴλ, καὶ περὶ Λευϊτῶν περὶ Ιωναδά 571. περὶ Ἠλιοῦ τοῦ Θεσβίτου περὶ Ελισσαίου καὶ τῆς μηλωτής περὶ Σαμουήλ, καὶ τῆς ἐκκλησίας Ισραήλ, καὶ τῶν θαυμάτων περὶ Ἰωάννου τοῦ Προδρόμου 572. περὶ Παύλου τοῦ ἀποστόλου, καὶ τοῦ διὰ τέχνης που ρισμοῦ αὐτῷ 573. περὶ τοῦ θερμίοις τρέφεσθαι τὸν ἀπόστολον Πέτρον περὶ Πέτρου καὶ ᾿Ανδρέου καὶ Ἰακώβου καὶ Ἰωάν περὶ τοῦ προσελθόντος τῷ Ἰησοῦ νεανίσκου περὶ Ζακχαίου τοῦ τελώνου περὶ τρυφῆς καὶ τῆς Ἀφροδίτης ήτοι τῆς Κύπριδος περὶ τοῦ τὸν νέον τρυφῶντα μεμψαμένου φιλοσόφου περὶ τῆς πρὸς τὴν σάρκα διαλέξεως τῶν Στοἰκῶν περὶ Κερκιδα περὶ Σαρδαναπάλου του Νίνου 176. περὶ τῆς δίψης Δαβὶδ καὶ τῆς ἐγκρατείας περὶ τῆς ἐγκρατείας Δανιὴλ καὶ τῶν τριῶν παίδων περὶ τῆς νηστείας Ἰησοῦ, καὶ τοῦ πειρασμοῦ περὶ τῶν προσφαγεισῶν ᾿Αθηναίων παρθένων, καὶ Θεανούς τῆς Πυθαγορίας περὶ τῆς προθυμίας Μενοικέως τοῦ Θηβαίου περὶ τοῦ πηδήματος Κλεομβρότου 578. περὶ τοῦ σκέλους Επικτήτου περὶ τοῦ πτισμοῦ ᾿Αναξάρχου περὶ τοῦ κωνείου Σωκράτους περὶ Πίσης, καὶ κόνεως Δελφικῆς, Νεμέας, καὶ πιο τυος τῆς ἰσθμίας, καὶ τῶν δυστυχῶν ἐφήβων περὶ Ξενοκράτους, καὶ τῆς προσριφείσης αὐτῷ πόρ νης. τῆς ὀψοφαγίας 579. περὶ Ἐπικούρου καὶ ἡδονῆς περὶ Πολέμωνος περὶ Δίωνος 580. περὶ ᾿Αλεξάνδρου καὶ τῶν θυγατέρων Δαρείου περὶ Γανυμήδους, καὶ τῆς Διὸς εἰς ἀετὸν μεταβολῆς περὶ τῆς εἰς πάντα τοῦ Διὸς μεταβολῆς διὰ γυναίκας περὶ Αφροδίτης καὶ ἡδονῆς, καὶ ὧν αὐτὴν καλοῦσιν περὶ τῶν μυστηρίων Ελευσίνος, ὧν παρὰ τῆς Δημή. τρας ὁ Κελεός μεμάθηκε καὶ Τριπτόλεμος περὶ Διονύσου καὶ Πολυύμνου περὶ Ερμαφροδίτων Πάνων 582. περὶ τραγοσκελῶν θεῶν καὶ παρθένων αἰσχρῶν περὶ Φειδίου, καὶ τῆς ἐν δακτύλῳ γραφῆς περὶ τῆς ἐν τῷ θηρίῳ εὐφροσύνης, καὶ τῆς δεσποί της Ελλάδος τῆς αἰσχρᾶς Λαΐδος 583. περὶ τῶν νέων Ναζιραίων ἦτο ἀσκητῶν περὶ τῆς ὁσίας Θέκλης τῆς μάρτυρος Λόγος ρκ'. Περὶ ᾿Ανανίου καὶ Σαπφείρας 583. Λόγος ρκα, ρκβ'. Περὶ τῆς τοῦ διαβόλου εκπτώσεως 583. περὶ τῆς ἐκπτώσεως Ἰούδα περὶ τῶν θηρίων ών είργει ὁ θεὸς νομοθετῶν περὶ Ἠλιοῦ, καὶ τῆς φιλοξένου χήρας 584. περὶ τῶν ε' ἄρτων περὶ τῆς ἐκ Σοδόμων φυγῆς περὶ ᾿Αχαρ καὶ τῆς χρυσῆς γλώσσης Λόγος εκγ', εκδ', ρκέ. Περὶ τοῦ τῶν μαθητῶν σώματος 584. περὶ Μωϋσέως, "Ααρών, Δαβίδ, Σαμουήλ, Πέτρου τε καὶ Παύλου, ἐν ᾧ καὶ περὶ πραότητος περὶ Σαμουὴλ καὶ Σαούλ 586. περὶ τῆς Παύλου παῤῥησίας, καὶ τῆς Πέτρου ταπεινοφροσύνης 591. περὶ Δαβὶδ καὶ ᾿Αβεσσαλώμ καὶ Ἰωάβ περὶ Δαβὶδ καὶ Σεμμεεί περὶ τῆς ἀκακίας Στεφάνου 592. περὶ τοῦ Σωτῆρος Χριστοῦ καὶ τῆς αὐτοῦ μακρι μίας 593. περὶ τοῦ Σταγειρίτου 594. περὶ ᾿Αλεξάνδρου καὶ Παρμενίωνος
Continue reading PG 38: Nicetae Davidis →≣ entire volume
Page scan enlarged

Notebook

Full View