PG 4Dionysius the Areopagite, pt. 2
Commentaries on the Ecclesiastical Hierarchy
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Chapter ICaput I

col. 115–116page 1 of 35
PG 4:115ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟ ΠΕΡΙ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΕΡΑΡΧΙΑΣ. ἀφομοιοί, ΕΙΣ ΤΟ ΚΕΦΑΛ. Δ'. § 1. [α] Θεουργικής. Θεουργικής φησι τῆς ἐκ Θεοῦ ενεργουμένης, ήγουν δοθείσης ἀνθρώποις, καὶ ὅτι θεοὺς ἀπεργάζεται καὶ ἀποτελεῖ ἡ ἐν Χριστιανοῖς Ιεραρχία. Παραδόσεων. Οτι τὴν ἱεραρχικὴν ἐπιστήμην ἐκ παραδόσεως παρέλαβεν. [β] Οὐκ ἐξορχήσῃ. Τουτέστιν οὐ παιγνιωδῶς καὶ ἀνευλαβῶς ποιήσεις πᾶσι τοῖς ἀνιέροις κατα φανῆ, γέλωτος ἀφορμὴν ποιούμενος, τὰ θεῖα καὶ μυστικά. [γ] Ιεροῖς δὲ μόνοις. Ὅτι οὐ δεῖ τὰ ἅγια τοῖς βεβήλοις ἐκφαίνειν, οὐδὲ τοὺς μαργαρίτας τοῖς χοίροις ρίπτειν. [δ] Ο θεαρχικώτατος νοῦς. Σημειωτέον κατὰ Νεστοριανῶν, ὅτι νοῦς καὶ ἐπὶ Θεοῦ λέγεται· ἅγια στείας δὲ, ἤτοι καθαρότητος εἰς ἀγιωσύνην. [ε] Κατὰ δύναμιν. Τῶν νοερῶν αὐτῶν οὐσιῶν καὶ νοητῶν κατὰ τὴν δύναμιν· οὐ γὰρ κατὰ τὴν αὐτοῦ 19 δύναμιν Ἰησοῦς· ἀπειροδύναμος γάρ, ἅτε καὶ Θεός. [ς] Συμπτύσσει. Ἡ ἑρμηνεία τούτων ἐστὶν ἐν τῷ Περὶ θείων ὀνομάτων πέμπτῳ κεφαλαίῳ. [] Πολλὰς ἑτερότητας. Πολλὰς ἑτερότητας οἶμαι λέγεσθαι τὰς πολυειδεῖς τῶν σαρκικῶν ἐπιθυμιών μερίμνας, ἂς ἀπαγορεύει ὁ Κύριος· ἐνοειδῆ δὲ καὶ θείαν ζωὴν τὸ ζητεῖν ἐν πρώτοις τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, ὅπερ ὁ Κύριος ἐσή μανεν, εἰπὼν ἐν τῇ εὐχῇ, ἵνα ὦσιν ἔν· τὸ δὲ οὕτω Φ· ἑαυτοῦ.
col. 117–118page 2 of 35
PG 4:117πεποιῶσθαι τὴν ψυχὴν, ἕξιν ἱερὰν ἀπεκάλεσεν, ἥτις 4; καὶ μάλιστα τοῖς ἱερωμένοις πρεπώδης. Καὶ τῆς τῶν θεαμάτων γνώσεως. Τουτέστι τῶν περὶ Θεοῦ λόγων καὶ διδαγμάτων τὴν ἐπιστημονικὴν κατανόησιν· οὐ γὰρ ἄχρι ψιλῆς τῆς τῶν λογίων ἀκοῆς ἢ ἐκφωνήσεως τὰ τῶν ἱερῶν μυήσεων, ἀλλὰ τῇ παρακολουθήσει τῆς διανοίας καὶ τῇ συνέσει τῶν ὑμνουμένων· οὕτω γὰρ καὶ οἱ κατὰ Θεὸν πρῶτον ἀφιε ροῦνται αὐτῷ, καὶ εἶθ᾽ οὕτως ἑτέροις τὸ τοιοῦτον προξενοῦσι· τελειοῦνται, καὶ πάλιν τελειοῦσιν. § Π. Αγγέλων ἐστί. Ὅτι τὰς ἐννέα τάξεις καὶ νῦν λέγει, ἃς προωνόμασεν ἐν τῷ Περὶ τῆς θείας Ιεραρχίας λόγῳ. Καὶ πᾶσα ἡ νῦν ὑμνουμένη. Τίς ἡ δύναμις πά σης ιεραρχίας. Αὐτόν τε τὸν ἱεράρχην. Τουτέστι τὸν ἐπίσκοπον. Καὶ τοῖς ὑποβεβηκόσι. Περὶ προκοπῶν. Υποβεβηκότας ἔπεσθαι. Πρεσβυτέρους. Αλλ' αἱ μέν. Σύγκρισις τῆς οὐρανίας καὶ τῆς αἰσθητῆς ἱεραρχίας. Αἰσθητῶν συμβόλων. Αἰσθητὰ σύμβολά εἰσι τὰ ἑξῆς δηλούμενα μυστήρια· τουτέστι τὸ βάπτισμα, ἤτοι φώτισμα· ἡ σύναξις, ήγουν τὸ τῆς κοινωνίας μυστήριον, καὶ τὰ λοιπά. Ἐν μὲν ἔστιν. Ο Θεός δηλονότι. Οὐχ ἐνιαίως. Ἀντὶ τοῦ ἐνοειδῶς, καὶ καθ' ένα καὶ τὸν αὐτὸν τρόπον. Νοητῶν τε. Σημειωτέον δε, ὅτι τὸ σύνταγμα ὅ αὐτῷ ἐποιήθη 50 περὶ νοητῶν καὶ αἰσθητῶν, παρ' ἡμῖν οὐχ εὕρηται. Διεξοδικώτερον. Ἀντὶ τοῦ πλατύτερον. § 111. [α] Ἔστι μὲν ἱεραρχία. Ἱεραρχία ἐστί, φησί, καθὼς ἡ σεπτὴ ἡμῶν παράδοσις παρίστησι, τὰ καθολικῶς θεωρούμενα ή λεγόμενα περὶ τῶν προκειμένων, ήγουν ὑποκειμένων ἱερῶν πραγμάτων· ήτοι δὲ καὶ πραττόμενα. Συγκεφαλαίωσιν γὰρ τὴν τοῦ ὅλου περίληψιν λέγει, ὥσπερ καὶ ἀνακεφαλαίωσιν λέγομεν τὸ ἐπαναλαβεῖν ἐν ὀλίγοις τὰ προλεχθέντα. [β] Καθολικωτάτη. Καθολικά ἐστι τὰ περιεκτικώτερά. Φησὶν οὖν, ὅτι, τυχὸν ἁπάσης τάξεως Ιεραρχίας λεγομένης, ἱεραρχία ἐστὶν ἁπάσης ἱεραρχίας ἡ ἀρχικωτέρα και γενικωτέρα συγκεφαλαίωσις οἷον τῆς πρεσβυτέρων ιεραρχίας, τουτέστι τάξεως, ἱεραρχία ὁ ἐπίσκοπος, ὀφείλων γινώσκειν, καθαίρειν, φωτίζειν, τελειοῦν· τῆς διακόνων ιεραρχίας ἱεραρχία ὁ ἀρχιδιάκονος, ὃς ὀφείλει γινώσκειν τὰς λειτουργικὰς ἐνεργείας· καὶ οὕτω καθεξῆς τὰ λοιπὰ συντά ἵματα του. [γ] Συγκεφαλαίωσις. Ἱερῶν συγκεφαλαίωσις ἡ γνῶσις παντὸς ἱερατικοῦ τάγματος. Συγκεφαλαίωσιν ανακεφα λαίωσιν που σημείωσαι, οὐ ἐπονήθη. και τάγματα.
col. 119–120page 3 of 35
PG 4:119[δ] Ταύτης ἀρχή. Τίς ἡ ἀρχὴ τῆς ἱεραρχίας, καὶ περὶ Τριάδος. [ε] Επιστητόν. Σημείωσαι, ὅτι ἡ ἁγία Τριάς επιστητὸν ἔχει τὸ τῆς οἰκείας ὑπάρξεως γνώριμον, ὡς τὴν νῦν φαμεν τὴν ἰδίαν οὐσίαν, μόνη αὕτη ἐπί σταται. Η λογική. Σημείωσαι, ὅτι ἄγγελοι καὶ ἄνθρωποι λογικαί εἰσιν οὐσίαι. Ἡ δὲ οὐχ ἑτέρως. Σωτηρία δηλονότι. Ἡ δὲ θέωσις. Τί ἐστιν ἡ θέωσις. Ἱεραρχίας. Τί τὸ πέρας πάσης ιεραρχίας, καὶ ὁποῖα δεῖ μετιέναι τὸν ἱεράρχην. Σημείωσαι δὲ, ὅτι τὸ τέλος, ἤγουν τὸν σκοπὸν ἁπάσης ἱεραρχίας εἶναι λέγει τῆς ἀγγελικῆς καὶ τῆς ἐν ἀνθρώποις τὴν πρὸς Θεὸν καὶ τὰ θεῖα ἀγάπησιν, καὶ τὰ ἑξῆς κατειλεγμένα. Τὸ δὲ ἑνιαίως ἱερουργουμένη δηλοῖ τὸ ὁλοσχερῶς οι εκάλεσε. καὶ μονοτρόπως πρὸς τὴν τοιαύτην λατρείαν ὁρᾷν. § 1. Υπερκοσμίοις. Σημείωσαι, πῶς κινεῖ ὁ Θεὸς τὰς νοητὰς δυνάμεις, καὶ πῶς ἡμεῖς ἐλλαμπόμεθα. Οὐ γὰρ ἔξωθεν. "Ανθρωποι μὲν ἔξωθεν, τουτέστιν ἀπὸ τῆς κατὰ τὴν κτίσιν θεωρίας καὶ λόγων διδασκαλικῶν καὶ ἑτέρων τοιούτων τὴν ἀληθῆ γνῶσιν λαμ βάνουσιν· ἄγγελοι δὲ αὐτὴν ἔνδοθεν τὴν νοερὰν αὐτῶν ἐλλάμπονται δύναμιν, καὶ τὴν θείαν ἐνσημαίνονται βούλησιν, ήγουν τυποῦνται πρὸς τὸ θεομίμητον τε καὶ τῶν ὄντων, ᾗ ὄντα ἐστί, γνωστικόν. Νοητῶς δέ. Κατανοητέον, πῶς ἔσωθεν, ἀλλ᾽ οὐ θύραθεν, αἱ ἐλλάμψεις τοῦ Θεοῦ τοὺς θείους νόας κι νοῦσιν· ἔφη γὰρ τὸν Θεὸν νοητῶς αὐτοὺς ἐλλάμπειν ἐπειδὴ γὰρ νοερὸν μὲν ἔστι τὸ νοοῦν, νοητὸν δὲ τὸ νοούμενον· τροφὴ δὲ [καὶ] οἷον σύστασις τοῦ νοοῦντος τὸ νοούμενον, εἰκότως ὁ Θεὸς, ἅτε νοῶν ὄντων τῶν ἀσωμάτων, αὐτὸς νοητὸς καὶ νοούμενος αὐτοῖς, καθ' ὅσον ἐφικνοῦνται, γενόμενος ἔσωθεν, αὐτοὺς ἐλλάμπει, τοῦ νοῦ νοοῦντος καὶ τρεφομένου. Διαιρετών συμβόλων. Σύμβολα διαιρετὰ ἐνταῦθα τὰς τῆς Γραφῆς πολυειδεῖς διδασκαλίας φησί, μά λιστα μὲν διὰ συμβολικῶν λόγων τὴν περὶ τῆς θείας φύσεως καὶ τῶν νοερῶν οὐσιῶν θεωρίαν εἰσηγουμέ νας· ἔσθ' ὅτε δὲ καὶ τῆς πράξεως ούσας διορθωτικάς, ὡς τὰ νομικά παραγγέλματα, εἰς ἠθικὴν ἀλληγορίαν ἀναγόμενα· πολλῷ δὲ πλέον αἱ τῶν μυστηρίων τελε ταὶ ἐν συμβόλοις θεωροῦνται καὶ τύποις. Ουσία γάρ. Σημείωσαι, τίς ἡ οὐσία τῆς καθ' ἡμᾶς ἱεραρχίας, καὶ τίνα τὰ θεῖα λόγια. Ἱεροτελεστών. Ἱεροτελεστὰς μὲν τοὺς ἀποστόλους λέγει, οὓς καὶ καθηγεμόνας εἴρηκε· θεολογικὰς δὲ δέλτους τὰ βιβλία τῆς Παλαιᾶς καὶ τῆς Νέας αυλοτέραν δὲ μύησιν τὴν ἐκ Πνεύματος γενομένην τοῖς ἀποστόλοις γνῶσιν τῶν τῆς Γραφῆς νοημάτων, & καὶ σωματικὴν ἀπεκάλεσε οι λόγον, ἐξ ἧς μυήσεως
col. 121–122page 4 of 35
PG 4:121καὶ τὰ τῆς Καινῆς συνέστη διδάγματα· γείτονα δὲ & τῆς οὐρανίας Ιεραρχίας τὴν τῷ ἡγεμονικῷ ἐγγινομένην τοῦ Πνεύματος ἔλλαμψιν ἔφη. Ἐπ νοὸς εἰς νοῦν. Ορα τὰ διὰ μέσου λόγου, καὶ ὅτι διὰ λόγου ἀγράφου τὰ μυστικά παρεδόθη. Κατά κοινοῦ δὲ ληπτέον τὸ παραδεδωκότων· ἱεροῖς δὲ ἔφη συμβόλοις διὰ τὰ ἑξῆς τεθειμένα ο μυστήρια, ἅτινα καὶ θεωρίας ἀναγωγικῆς ἀξιοῖ. Αἰσθηταῖς εἰκόσι. Περὶ εἰκόνων. Το συνεπτυγμένον. Ἰδοὺ σαφῶς τί ἐπτυγμένον. Αγράφοις μυήσεσι. Σημείωσαι, ὅτι καὶ ἀγράφοις μνήσεσι τὰ θεῖα ἡμῖν παραδέδονται. Συμβολική τις. Ὅτι συμβολικὴ καὶ ἐξ αἰσθητῶν ἢ κατὰ ἀνθρώπους ἱεραρχία· τουτέστιν οὐ γυμνῶς κα αὐτοῖς τοῖς θείοις ἐντυγχάνομεν πράγμασιν, ἀλλὰ διὰ συμβόλων τελούμενα ", οἷον τοῦ ποτηρίου τῆς εὐλογίας, ὥς φησιν ὁ ᾿Απόστολος, καὶ τοῦ ἄρτου δη κλῶμεν, καὶ τῶν λοιπῶν. Ανακεκαλυμμένοι. Τουτέστι γνώριμοι, καὶ ὧν τινων πραγμάτων καὶ μυστηρίων εἰσὶν ἐνδεικτικοί. Οὐ μεταδώσεις ἑτέρῳ. Ὅτι ἀσφαλῶς δεῖ λαλεῖν τὰ μυστικά. ΕΙΣ ΤΟ ΚΕΦΑΛ. Β'. § 1. [α] Ταύτης δέ. Τῆς πρὸς Θεὸν ἀφομοιώσεώς τε καὶ ἑνώσεως δηλονότι. [β] Τίς οὖν ἐστιν ἀρχή 8. Αρχή, φησί, καὶ ὁδοποίησις τῆς πρὸς Θεὸν οἰκειώσεως καὶ τῆς ἐπου ρανίου κληρονομίας τὸ θεῖον ὑπάρχει βάπτισμα· καὶ γὰρ ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ ἴδῃ τὴν βασιλείαν τοῦ Θεοῦ. Ὅθεν μορφονται δ ἔσω ἄνθρωπος πρὸς κρείττονα ἕξιν καὶ σωτήριον, καὶ τῶν κατὰ Θεὸν λόγων τε καὶ πραγμάτων τὴν ἐπιτήδευσιν. [γ] Ἡ πρὸς τὴν τῶν ἄλλων. Τρία τινά φησι δεῖσθαι πρὸς τὴν ἀρχὴν τῶν ἐντολῶν· τὴν ὑποδοχὴν τῶν θείων λογίων, τὴν κατήχησιν τῆς θείας πίστεως, καὶ τὴν ἀναγέννησιν τὴν διὰ τοῦ θείου βαπτίσματος. Καλῶς οὖν ἀπέδειξεν, ὅτι ἡ προτιμοτάτη καὶ ἐξαι ρετος κίνησις τοῦ νοῦ ἡ περὶ Θεὸν ἀγάπη ἐστί· καὶ ὅτι ἀρχή τίς ἐστι τῆς πρὸς Θεὸν ἀγάπης ἡ θεία ἡμῶν δημιουργία, τουτέστιν ἡ διὰ τοῦ βαπτίσματος ἀνα γέννησις, καθ᾿ ἣν θείως εἶναι ἀρχόμεθα· ἡ μὲν γὰρ ἐκ σπέρματος ἡμῶν δημιουργία, κἂν ἐκ Θεοῦ δη μιουργοῦντος ᾖ, ἀλλ᾽ οὖν φυσική ἐστιν· ἡ δὲ ἐκ βα πτίσματος θεία· οὐ γὰρ ἐξ αἱμάτων ἐστὶν, οὐδὲ ἐκ θελήματος ἀνδρός. Ωσπερ οὖν ἐν τῇ φυσικῇ γεννήσει δεῖ πρῶτον ὑπάρξαι εἰς τὸ εἶναι, καὶ τότε ενεργῆσαι τὰ κατάλληλα, καὶ παθεῖν, οἷον ἀνθρώπους μὲν τὰ οἰκεῖα, ἄλογα δὲ νὰ ὁμοίως τὰ πρόσφορα· οὕτω καὶ ἐν τῇ θείᾳ τοῦ βαπτίσματος ἀναγεννήσει δεῖ πρῶτον ἐπτυγμένον. οι παραδεδομένα. 83 τοῦτό φησιν ὅτι οὐ γυμνῶς. * τελούμεθα. ο οἱονεὶ τῆς πρὸς Θεὸν ἀναβάσεω καὶ ἀγύπης. κι ἀλλὰ δέ.

Chapter IICaput II

col. 123–124page 5 of 35
PG 4:123Θεῷ ὑπάρξαι, καὶ τότε ἐνεργῆσαι τὴν ἀγάπην αὐτοῦ, [Vοπ ἐσέφθη εσεβάσθη, καὶ τὰ λοιπὰ πρὸς εὐζωΐαν. ὡς γὰρ ὁ κλεινός. Τὸν μακάριον Ἱερόθεον λέ γει, ὡς πολλάκις εδήλωσεν ἐν τοῖς πρόσθεν λόγοις. Πρωτίστη κίνησις. Τίς ἡ ἐξαίρετος ἐστι κίνησις τοῦ νοῦ. Ἡ τοῦ εἶναι θείως. Τουτέστιν ἢ διὰ τοῦ βαπτίσματος ἀναγέννησις. Αῤῥητοτάτη. Τουτέστι τὸ διὰ βαπτίσματος ἀνα πλασθῆναι καὶ ἀναγεννηθῆναι, ώς δηλοῖ ἐφεξῆς. Υπάρξαι δεῖ. Ὅτι ἀκολουθεῖ τῇ κατὰ φύσιν ὑπάρξει, τὸ κατ' αὐτὴν ἐνεργεῖν. Θεογενεσίας. Τουτέστι τοῦ βαπτίσματος. Ἡλιοτεύκτοις. Ταῖς αὐγαῖς ἂς ὁ ἥλιος ο τεύχει δηλοῖ δὲ τὰς ἀκτῖνας. § ΙΙ. Τὸν μὲν Οζίαν. Σημείωσαι τὰ κατὰ τὸν Οζίαν, καὶ τὸν Κορέ, καὶ τὸν Ναδάβ. Εὐαγγέλια. Τίνα εὐαγγέλια ἀληθῶς. Φιλανθρωπίαν. Σημείωσαι περὶ τῆς οἰκονομίας. Αφομοιώσαι. Διὰ τῆς πίστεως δηλονότι, ως έφε ξῆς [δηλοῖ]. [α] Ὁ τούτων ἀγαπήσας. Τὸν νεωστί πιστεύσαντα καὶ θέλοντα φωτισθῆναι φησι· μεμνημένον δὲ, τουτέστι Χριστιανὸν, καὶ τελείως πιστόν. [β] Αὐτὸς δὲ ὁλικῶς. Περὶ τοῦ νυνὶ λεγομένου ἀναδόχου τῶν νεοφωτίστων. [γ] Επακολουθήσειν. Κατὰ τὸ εἰρημένον ἐν τις νόμῳ· Κατὰ πάντα ἀκουσόμεθα τῆς φωνῆς Κυρίου. [] Αναδέξασθαι. Τὸν αἰτηθέντα ἀναδέξασθαι ὅθεν καὶ ἀνάδοχος λέγεται. Ἱεραρχίας ἐπώνυμον. Ἱεράρχην δηλαδή. § ΙΙΙ. [ε] Τοῖν ἀνδροῖν. Ὅτι οὕτω δεῖ συνθεῖναι τὴν ῥῆσιν· Τοῖν ἀνδροῖν, ὡς ἐπ᾽ ὤμων τὸ πρόβατον εἰσδεξάμενος, ἵνα ᾗ ἐκ τῶν δύο ἀνδρῶν, τοῦ τε ἀναδόχου φημὶ καὶ τοῦ προσελθόντος, εἴσω τῆς ἐκκλησίας, δεξάμενος αὐτὴν οἱ ὡς πρόβατον ἀπολωλός αὐτοῦ τοῦτον ἐκ πλάνης επιστρέφοντος. ὁ γὰρ ἀνάδοχος πιστὸς ἦν, καὶ οὐκ ἐδεῖτο εἰσδεχθῆναι· νῦν εὐχαριστεῖ τῷ Θεῷ ὁ ἱερεύς. Εἰ γὰρ οὕτω συντεθείη, τοῖν ἀνδροῖν εἰσδεξάμενος, σολοιχὸν ἔσται πάνυ. [ Εσέφθη, ἀντὶ τοῦ ἐσεβάσθη.] Διὰ νοερᾶς. Νοερὰν εὐχαριστίαν φησὶ τὴν σιωπηλήν καὶ ἐν τῷ νῷ γινομένην· σωματοειδῆ δὲ, κλίνων τὴν 100 κεφαλὴν καὶ προσκυνῶν τὸν Θεόν. § Πᾶσαν ἱερὰν διακόσμησιν. Τουτέστιν ὅλον τὸν κλῆρον. [] Ὕμνον τινά. Σημείωσαι, ὅτι ἐκ πάσης τῆς Γραφῆς δυνατὸν ὕμνον προσφέρειν τῷ Θεῷ, οὐ μὴν ἐκ μόνου τοῦ Δαυίδ. "Αλλως ὕμνον τινὰ, ἢ τὴν ᾠδὴν Μαρίας τῆς ἀδελφῆς Μωσέως, Ασωμεν τῷ Κυρίῳ, ἢ τὸν τριακοστόν τρίτον τοῦ Δαυὶδ ψαλμόν, ἢ μέρος τούτου, Προσέλθετε πρὸς αὐτὸν, καὶ φωτίσθητε, Οἱ τὰς αὐγὰς ἃς ὁ ἥλιος. * αὐτόν. * ἐπιστρέψοντος. 100 προσκύνησιν, ἐπειδὴ κλίνει τήν.
col. 125–126page 6 of 35
PG 4:125Ολικὴν γενέσθαι. Ολικὴν προσέλευσιν τὴν ἐξ όλης ψυχής φησι. Κελεύει τοῖς ἱερεῦσι. Σημείωσαι, ὅτι ἱερεῖς κα λεῖ τοὺς ὑποβεβηκότας τῶν ἐπισκόπων, τουτέστι τοὺς πρεσβυτέρους, καὶ διακόνους αὐτοὺς οὕτως όνο μάζων· αὐτοὶ γὰρ ονοματογραφοῦσι τοὺς νεοφωτίστους. § Τὸν ἄνδρα. Σημείωσαι καὶ περὶ τῆς ἀπο γραφῆς τοῦ βαπτιζομένου καὶ τοῦ ἀναδόχου. Εκκλησίας συμπληρωσάσης. Τουτέστιν ἐπὶ 1 τῇ τοῦ Ἀμὴν ἐκφωνήσει. Ὑπολύει μὲν αὐτόν. Περὶ τῶν ἐν τῷ θείῳ βα πτίσματι τελειουμένων. Καὶ ἀπαμφιέννυσι. Ἐνταῦθα οὐ πᾶσαν τὴν ἐσθῆτα ἀπαμφιέννυσιν, ἀλλ' ἀφίησιν ἐν ἱμάτιον, ὡς δηλοῖ ἐφεξῆς· διὰ τῶν λειτουργῶν δὲ, τουτέστι τῶν δια κόνων. Μετάγει πρὸς ἔω. Ο δε ὡς εὐχόμενον καὶ αἰ τοῦντα ποιεῖ· ἐν δὲ τῷ πρὸς δυσμάς σχήματι ὡς ἀπωθοῦντα τὰ ἔργα τοῦ σκότους. Σημείωσαι, ὅτι τότε οἱ διάκονοι μόνοι ἐξέδυον τοὺς ἐπὶ τὸ βάπτισμα οἱ δὲ πρεσβύτεροι τὰ λοιπὰ ἐποίουν, ἃ νῦν οἱ διά κονοι ποιοῦσιν ', ὡς ἔγνως πρὸ μικροῦ· καὶ ἐν τοῖς ἑξῆς δὲ εὑρήσεις, ὅτι λειτουργούς τοὺς διακόνους και λεῖ· τοὺς δὲ πρεσβυτέρους, ἱερεῖς. § Τῶν λειτουργών. Λειτουργούς λέγει τοὺς διακόνους. Μητέρα τῆς υἱοθεσίας. Μητέρα τῆς υἱοθεσίας τὴν κολυμβήθραν καλεῖ. Τὸ ἱερὸν τῆς τῶν θεολήπτων. Οὕτω τὴν λέξιν συντακτέον· τὸ ἱερὸν μελώδημα τῆς ἐπιπνοίας τῶν θεολήπτων προφητῶν, ἵνα ᾖ· καὶ τολοιπὸν ὁ ἐπίσκοπος, εἰπὼν τὸ ἱερὸν μελώδημα τοῦ ἁγίου Πνεύματος, ὅπερ ἅγιον Πνεῦμα ἡ ἐπίπνοιά ἐστι τῶν θείων προ φητῶν, δέχεται τὸν ἄνδρα· οὐ γὰρ τὸ ἱερὸν μελών δημα τῶν προφητῶν φησιν· οὐ πάντες γὰρ οἱ προ φῆται εἶπον τὸ αὐτὸ ἐν ᾆσμα· ἔστι δὲ ὁ εἰκοστὸς όγδοος ψαλμός· Φωνή Κυρίου ἐπὶ τῶν ὑδάτων, καὶ το 'Αλληλούια. Κατάλληλον. Τουτέστι λευκήν. Τῷ θεουργικωτάτῳ. Γρ. ἐν ἄλλῳ, θεολογικωτάτῳ. Οὐ χρὴ, φησί, τὸν ἐντυγχάνοντα τοῖς περὶ τῆς ἐκ κλησιαστικῆς ἱεραρχίας λόγοις τοῦ Πατρὸς ξενίζεσθαι, εἰ παρὰ τὴν νυνὶ κρατοῦσαν ἐν ταῖς ἐκκλησίαις τάξιν ἐν ταῖς τῶν μυστηρίων τελεταίς παρηλλαγμένα λέγει τινά· ὥσπερ καὶ ἐνταῦθα μετὰ τὴν χρίσιν τοῦ μύρου τὴν τῆς ἁγίας κοινωνίας μετάληψιν εἰσάγει γίνεσθαι. Εἰκὸς γὰρ ἦν ταῦτα, τῇ τῶν χρόνων μὲν καταστάσει ἁρμόζειν,' νῦν δὲ ἀκριβέστερον γίνεσθαι ἐν τῇ τῶν θείων μυστηρίων τελείᾳ λειτουργίᾳ· ἐν ᾗ καὶ τοὺς νεοφωτίστους δεῖ μεταλαμβάνειν. (§ Τῷ δὲ εἰπεῖν πάλιν ἐπὶ τὴν τῶν πρώτων ἀνατείνεσθαι θεωρίαν, ἢ εὐχὴν μετὰ τοῦτο γίνεσθαι ηνίξατο, ἢ ὅτι θεολογικωτάτῳ, ἐν. * ἐπιτελοῦσιν. ' ἐν τῷ προτέρῳ καταβατῷ· καὶ ἐν. * τὸ ῥητόν.
col. 127–128page 7 of 35
PG 4:127τουργίαν. (§ μετὰ τοῦτο ὁ ἱεράρχης πρὸς τὴν θείαν ἄπεισι λει Ἐπὶ τὴν τῶν πρώτων ανατείνεται. Ο λέγειτοιοῦτόν ἐστιν· ὁ ἐπίσκοπος, τὴν εἰκόνα ἐπέχων τοῦ πάντων Θεοῦ, ὥσπερ ὁ Θεὸς ἐπὶ τῆς οἰκείας ἑνότητος ἀεὶ μένων καὶ ταυτότητος, καὶ ἀνεκφοιτήτως εἰς ἑαυτὸν ἱδρυμένος, σωτηρίας ένεκα πάντων ταῖς προ νοητικαῖς προόδοις ἐπὶ πάντα τὰς τῆς ἀγαθότητος ελλάμψεις ἐκτείνει, καὶ πᾶσι πάρεστι τῆς ἰδίας ιδρύ σεως οὐκ ἀποστάς· οὕτω καὶ ὁ ἐπίσκοπος, κατὰ μία μησιν ὡς δυνατόν συμβολικῶς τοῦ Θεοῦ, ἐπὶ τῆς ἰδίας στάσεως μένων, τουτέστι τῆς ἐκκλησιαστικῆς ἀρχῆς, πρόεισι προνοίᾳ φιλανθρωπίας ἐπὶ τὰ δεύ τέρα, τουτέστιν εἰς τὸ κατιέναι πρὸς τὸν ἐπιστρέφοντα, καὶ διδάσκει αὐτὸν, καὶ χρίει, καὶ σφραγίζει, καὶ μεταδίδωσι τοῦ δώρου βαπτίσας. Ταῦτα δὲ πάντα ὡς λειτουργικὰ δεύτερά εἰσι τῆς ἀρχῆς αὐτοῦ. Πλη ρώσας οὖν τὰ δεύτερα πάντα, πάλιν ἐπάνεισιν ἐπὶ τὸ θυσιαστήριον, παριστῶν συμβολικῶς ἐπὶ τοῦ Θεοῦ, ὅτι, καίτοι προελθὼν προνοητικῶς εἰς τὰ δεύτερα τῆς τοῦ προσελθόντος ἕνεκα σωτηρίας, ὅμως οὐκ ἀπέστη τοῦ τὰ οἰκεῖα πράττειν, καὶ ἐν τοῖς αὐτοῦ εἶναι, τουτέστιν ἐν τοῖς τῆς περὶ Θεὸν θεωρίας ὑψώμασιν ἀλλ᾽ ἀπὸ θείων, ἀντὶ τοῦ ἐκ τῆς τῶν περὶ νεοφωτίστων ἁγίας λειτουργίας, εἰς θεῖα, οἱονεὶ πρὸς τὸ τῆς θεολογικῆς θεωρίας ὕψος πάλιν ἐπιστρέφει, πρὸς τὸ τῷ ἁγίῳ Πνεύματι δοκοῦν ἀγόμενος καὶ μεταγόμενος. Ταῦτα καὶ μετὰ βραχέα φησὶν ἐν τῇ θεωρία τοῦ μυστηρίου τῆς κοινωνίας. Τῇ δι' ύδατος. Τῷ γὰρ ὕδατι τὰ ἀκάθαρτα και θαίρονται. 11. § 1. Αἰνισσομένη. Οτι πρὸς τοὺς ἀκούοντας δεῖ καὶ τὰς ἑρμηνείας ποιεῖσθαι· καὶ ὅτι οἱ πολλοὶ ἀνήκοοί εἰσι τῶν τοιούτων μυστηρίων, ὅπερ λέγει πληθύν. § ΙΙ. Ενοειδῆ τῆς πληθύος. Ενοειδή φησι τὴν θεοειδήπληθύος δὲ, τῶν πολλῶν καὶ ἀνιέρων. Ἐν τῇ Περὶ νοητῶν. Ὅτι περὶ νοητῶν καὶ αἰ σθητῶν σύγγραμμα αὐτῷ πεπόνηται, καὶ τί περι έχει. 8 ΙΙΙ. Λέγωμεν τοίνυν. Θεωρίαι. Των νοερών. Δύο κακίας λέγει τῶν νοερῶν· ἡ γὰρ τελείως ἀφίστανται τοῦ θείου φωτός, ἐρῶσαι τῆς κακίας· ἢ τὸ δοθὲν αὐταῖς τῆς ἐλλάμψεως μέτρον περιφρονήσασαι, καὶ ὑπερβῆναι τοῦτο τολμηρῶς ἐπιχειρήσασαι, καὶ τὸ ὑπερβαῖνον τὴν δύναμιν αὐτῶν καταλαβεῖν ἀτονήσασαι, ἀποτεύξονται πάντως καὶ τοῦ δοθέντος αὐταῖς μέτρου, τοῦ θείου φωτὸς ἀναλο λοιώτου μένοντος πανταχοῦ. Αυθαίρετος. Σημείωσαι, ὅτι πᾶσα νοερὰ ὄψις καὶ δύναμις εἴτε ἀγγέλων εἴτε καὶ ἀνθρώπων αυθαίρετός Ο μέρος.
col. 129–130page 8 of 35
PG 4:129ἐστι καὶ αὐτεξούσιος· καὶ πῶς ἐν κακίᾳ γίνεται. Ἀπήρτηται. Ωσπερ τὸ συνηρτῆσθαι δηλοῖ τὸ συναρμόσθαι, οὕτω καὶ τὸ ἀπηρτῆσθαι τὸ ἐκπεπτωκέναι τῆς ἁρμογῆς καὶ τῆς συμφυΐας· ἔσθ' ὅτε δὲ καὶ τὸ ἐκκρεμᾶσθαι ἡ λέξις δηλοῖ. Ἐνταῦθα μέντοι κατὰ τὸ πρότερον σημαινόμενον είληπται. Εἴτε τοῦ μετρίως. Εξ εἰκόνος τοῦ αἰσθητοῦ φω τὸς ἐπὶ τὸ τῶν θείων νοήσεων σύμμετρον ἁρμόσεις τὸ εἰρημένον· ἐπεὶ καὶ γέγραπται· Υψηλότερα σου μὴ ζήτει· & προσετάγη σοι, ταῦτα διανοοῦ· μέτρον γὰρ ἐν τούτοις τὸ σύμμετρον λέγει. Τῶν μὲν ἀνοικείων. Τῶν μὴ ἐναρμοζόντων ὁ αὐτῇ, ὡς ὑπερεχόντων. Πρὸς ταύτην ὁ θεῖος. Τίνος τύπος ὁ ἐπίσκοπος. Προσιούσιν ταῖς. Ο δε σαφῶς, ὅτι πρὸς τοὺς ἀκούοντας διδάσκει. § Ἐπιγνώμονες. Σημείωσαι, ὅτι πρῶτον δῶ ρον ἐκ τῆς ἀκριβούς διδασκαλίας κτάται τις τὸ ἐπι γνῶναι ἑαυτὸν, ἵνα τὸ ἐν τῷ νόμῳ φυλάξῃ, Πρόσεχε σεαυτῷ, ὡς καὶ ὁ θεῖος ἔφη Βασίλειος· οὕτω γὰρ τέως μιμεῖται ἀγγέλους τους γινώσκοντας ἑαυτούς. Ορατὸν ἀνατρέχων. Ορατὸν ἐνταῦθα τὸ θεω ρητόν, ἤγουν ἐπιστητὸν λέγει· ἀνατρέχων δὲ, τουτέστιν ὅλος κινούμενος ἐπὶ τὸ ὁρᾷν· ἱερὸν δὲ δῶρόν φησι τὸ εἶναι ἑαυτοῦ ἐπιγνώμονα. Ταύτης ἐστὶ τῆς. Ἐξήγησις, τί τὸ δι᾿ ἀναδόχου πρὸς τὸν ἱεράρχην ἐλθεῖν. Σφραγίς. Τις ή σφραγὶς, καὶ τίς ἡ ἀπογραφή. Πρὸς αὐτῷ. Ἀντὶ τοῦ, μετ' αὐτοῦ. Συνοπαδόν. Συνακόλουθον. § ν. Αλλ' άσχετον εἶναι. Οἱονεὶ μηδεμίαν σχέ σιν ἔχοντα πρὸς τὴν προτέραν ζωὴν, μηδὲ καταταττόμενον ταῖς διαιρέσεσι τοῦ ἐνοειδούς· τὸ γὰρ ἂν ἐν πᾶσιν ἑαυτῷ ὅμοιον, καθ᾽ ὅ ἕν· τὸ δὲ πλῆθος, ὡς ἐν διαιρέσει ἁμαρτιῶν τυγχάνον, ἀνόμοιον. Απεκδύσασα. Διὰ τί ἀποδύεται. Ὥσπερ ἐκπνέοντα. Σημείωσαι τί σημαίνει τὸ τοὺς κατηχουμένους ἐμφυσᾶν τῷ διαβόλῳ. Διαγγέλλουσα. Η τῶν συμβόλων δηλαδή παρά δοσις. Πρὸς τὸ ἐν ὀλικῆς συννεύσεως. Τὴν πρὸς τὸ ἓν ὁλικὴν σύννευσιν λαβὲ κατὰ τὸ τοῦ Κυρίου ῥητὸν εἰ πόντος, ἵνα ὦσιν έν, τουτέστι πρὸς τὸ ἐν ὁρῶντες, ὅπερ ἐστὶ ' τὸ ἀρέσκον Θεῷ· ἀνάτασιν δὲ, τὴν πρὸς τὸ θεῖον ὕψωσιν τοῦ λογισμοῦ, καὶ τῶν χαμαιζήλων ἀναχώρησιν. Τὸ ἀναλλοίωτον ἴσχει. Πῶς καὶ πόθεν ἀναλλοίωτοι γίνονται αἱ νοεραὶ ἕξεις. Αμάλθακτον εἶναι. "Αθελκτον, ἀθήλυντον, ἀπήρτηται. Οι συνηρτῆσθαι απηρτῆσθαι Ορατόν τὸ θεωρητὸν ἤγουν ἐπιστητόν, 'Ανατρέχων Πρὸς αὐτῷ. συνοπαδόν. ἁρμοζόντων. τοῦτό ἐστι.
col. 131–132page 9 of 35
PG 4:131ἀνδρεῖον, ἀνένδοτον, ἀπαρέγκλιτον υφέσει πάσῃ. Ιστέον δὲ ὡς ἐπὶ γυναικῶν ἀνδριζομένων ἢ ἀῤῥενοφανῶν εἴρηται. Θρᾷς δὲ τάς. Περὶ τοῦ ἀλείμματος. Καθ' ούς ὑπ' ἀθλοθέτη. Ἐν ὑπερβατῷ ἡ σύνταξις τοῦ παρόντος χωρίου μεταξυλογίας συντεθείσης μα κρᾶς. Οὕτως οὖν συντακτέον· καθ' οὓς ὑπ' ἀθλοθέτῃ Χριστῷ γινόμενος, τοῖς μὲν ἀγῶσιν, ὡς θείοις ὁ τε λούμενος ἐπιβήσεται χαίρων, καὶ τὰ ἑξῆς. Ὁ ΧΡΙΣΤΟΣ ὺς μὲν Θεὸς Ὡς δὲ σοφὸς Ὡς δὲ καὶ λὸς καλ ὡς δὲ ἀγα θὸς συναγω άθλου νομοθε λύνει τὰ γίζεται. θετεῖ. ἆθλα. ἀλλοίωσιν, τει. Ἐπειδὴ ὡς Θεός. Ὅτι ὁ Χριστὸς Θεός ἐστι, κατὰ Νεστοριανών. Επιβάς. Περὶ τοῦ βαπτίσματος λέγει. Τοῦ ἀθλητῶν πρώτου. Αθλητῶν πρῶτον τὸν Κύ ριον λέγει, ὃς διὰ μόνην ἀγαθότητα ἰδίαν, πρὸς τὸ τοῦ θανάτου ἡγωνίσατο κράτος. Αθλήσεσι. Διὰ τῆς ἀλοφῆς δηλονότι τοῦ θείου μύρου. Ενεργείας τε καί. Ενεργείας μὲν τὰς ἁμαρτίας καὶ τὰς ἐμπαθεῖς ἐπιθυμίας καὶ κινήσεις φησίνο ὑπάρξεις δὲ τὰς ἐνεργητικὰς τῶν δαιμόνων φύσεις αἱ γὰρ πονηραὶ πράξεις οὐκ ἐν ἰδίᾳ ὑπάρξει θεω ροῦνται. § Επειδὴ θάνατός ἐστιν. Τί ἐστι θάνατος, καὶ ὅτι ἔνωσίς ἐστιν ἡ σύνθεσις ἡμῶν. Αφανὲς ἄγουσα. Τοῦτο τὸ ἀφανές τινες ἔφησαν εἶναι τὸν ᾄδην, τουτέστι τὸν ἀειδῆ καὶ ἀφανῆ γενό μενον τῆς ψυχῆς χωρισμὸν, εἰς τόπους ἀοράτους τοῖς αἰσθητοῖς. Σωματοειδών αλλοιώσεων. Πολλάκις γὰρ ἀναστοιχειοῦται οὐ μόνον εἰς σκώληκας, ἀλλὰ καὶ εἰς ἄλλα ζῶα τὸ σῶμα. Ορα δὲ, ὅτι καὶ τὴν τοιαύτην μεταβολὴν ἀλλοίωσιν καλεῖ, καὶ ὅτι ὁ θάνατος οὐ τῆς οὐσίας ἡμῶν ἐστιν ἀνυπαρξία, καὶ ὅτι ἡ ψυχή ἐξιοῦσα τοῦ σώματος ἀφανής γίνεται, καὶ οὐκ εἰλεῖται περὶ τὸ σῶμα, ὥς τινες εἶπον, καὶ ὅτι ἡ κατά δυσις τοῦ ὕδατος ἀντὶ θανάτου καλῶς παρείληπται. Τὸν θεαρχικόν. Ὅτι θεαρχικὸν θάνατον καλεῖ τὴν τριήμερον τοῦ Κυρίου ταφήν· καὶ ὅτι τὸ ῥῆμα δ εἶπεν ὁ Κύριος· Έρχεται ὁ ἄρχων τοῦ κόσμου τού του, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδὲν τοῦ λόγου φησινεἶναι. "Αρχοντα δὲ τοῦ κόσμου καὶ τῶν ἐν ἀνθρώποις διαβολικῶν προαιρέσεων, τὸν Σατανᾶν λέγει, τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, κατὰ τὸν ᾿Απόστολον ὡς ἐν Χριστῷ οὐδὲν τῆς οἰκείας παραβάσεως εὗρεν ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ δόλον, ὡς Ἡσαΐας φησί. Διὸ καὶ ἀδύνατον ἦν αὐτὸν ὑπὸ τοῦ θανάτου κρατεῖσθαι, ὥς φησι Πέτρος· ἀλλ' ἀφείθη μόνος ἐν νεκροῖς ἐλεύθερος, κατὰ τὸν Δαυίδ. ν.
col. 133–134page 10 of 35
PG 4:133§ 1.1. Τὸ ἄκοσμον κοσμεῖται. Ἐπειδὴ τὸ σκότος 4 ἐστὶν ὁ ῥυπαρὸς βίος, κατὰ τὸν ᾿Απόστολον, ἀκοσμότατόν τι ὑπάρχει καὶ ἀνείδεόν ἐστιν, οὐκ ἔχον τὸ εἶδος τοῦ θείου φρονήματος· ἀποσκίασμα γὰρ καὶ ἀντίφραγμα τῆς ἀρετῆς ἐστιν· εἰκότως τῷ φωτίσματι κου σμεῖται, καὶ εἶδος δέχεται φωτὸς ὁ προσιών, τέκνον φωτός γινόμενος, καὶ σπέρμα τοῦ Θεοῦ, ὅ ἐστι φῶς δεχόμενος, κατὰ τὸν θεῖον Ἰωάννην. ᾿Ανείδεον δὲ ἐν τοῖς ᾽ οὖσι τὸ δυσειδὲς ἀπεκάλεσεν οὐχὶ τὸ είδους πάντη ἀμέτοχον, ὥσπερ καὶ τὸ δύσμορφον πολλάκις ἄμορφόν φαμεν. Επιγνώναι νοερώς. Ἐγὼ μὲν ὑπολαμβάνω σκοπῷ μετριοφροσύνης, ὡς ἀγνοοῦντα δῆθεν σιωπῆσαι τὸν μέγαν Διονύσιον. Ὅτι μὲν γὰρ πνεύματος προγνώσεως ἠξίωτο, δῆλον ἐν τῇ πρὸς τὸν εὐαγγελιστὴν Ἰωάννην ἐπιστολῇ πεποίηκεν· ὅμως τοῦτό μοι δοκεῖ σημαίνειν, ὅτι Χριστοῦ εὐωδία ὄντες πανταχῆ οἱ τοῦ θείου Πνεύματος ἠξιωμένοι, καὶ ἑνωθέντες αὐτῷ τῇ καθαρότητι κατὰ τὸν ᾿Απόστολον, αἰσθάνονται τῆς αὐτοῦ παρουσίας, τῷ γλώσσαις λαλεῖν, ἢ προφητικὸν ἔχειν χάρισμα, ἢ ἰάσεις ἐνεργεῖν, καὶ ὅσα ἐν ταῖς Πράξεσι δηλοῦται, καὶ παρὰ τῷ θειοτάτῳ Παύλῳ. *Αλλως· Οἱ ὡς πνευματικοὶ τὰ πνευματικὰ νοοῦντες καὶ τοῖς πνευματικοῖς συγκρίνοντες, καὶ τὴν ἔνθεον καὶ πνευματικὴν εὐωδίαν οὕτω νοήσουσι. Χριστοῦ μὲν γὰρ εὐωδίαν φησὶν εἶναι Παῦλος, τοὺς τὰ εὐαγ γελικὰ κηρύττοντας, ὡς ἐκ ζωῆς τῆς πίστεως ἡγου μένους ἐπὶ ζωὴν τὴν διὰ βαπτίσματος ἄφεσιν, καὶ τοῦ ἁγίου Πνεύματος δόσιν, καὶ βασιλείαν οὐρανῶν δι' ἔργων θεοπρεπῶν, τῶν καὶ εὐωδίας νοητῆς ὄντων δηλοῦντας· ὅθεν φιάλας θυμιαμάτων μεστὰς τὰς εὐ χὰς τῶν δικαίων Ἰωάννης ὁ θεῖος ἐν Ἀποκαλύψει θεωρεί ". Δυσωδία δὲ τοῦ διαβόλου τὰ τῆς ἁμαρτίας εἰσὶν ἔργα, ὡς καὶ ἐν Ψαλμοῖς εἴρηται· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσ ώπου τῆς ἀφροσύνης μου, τουτέστι τῆς ἁμαρτίας μου. Διὸ καὶ ὁ Χριστὸς μύρον εκκενωθεν κεχρησμῴδηται· καὶ ὀσφραίνεται ὀσμὴν εὐωδίας Κύριος ἐν τῇ προσφορᾷ τοῦ δικαίου Νῶς. Ἐντεῦθεν καὶ τὸ Εὐαγγέλιον τοῖς μὲν ὀσμὴ [ζωῆς, τοῖς πιστοῖς δηλον ότι· τοῖς δὲ ἀπίστοις] θανάτου, ἀντὶ τοῦ τοῖς ἀπίστοις καὶ ἀσεβέτιν, ὀσμὴ πάλιν εἰς θάνατον γίνεται, ἐλέγχον τὰ ἔργα, καὶ κατακρῖνον εἰς γέενναν, ὃν τρό πον καὶ τὸ ἐξαίρετον πάνυ μύρον κατὰ ταὐτὸν καὶ ἀνθρώπους ἡδύνει καὶ χοίρους ἀναιρεῖ, οὐ φέροντας τὴν ἄκραν εὐωδίαν. Ταῦτα πλατέως λέγει κάτω ἐν κεφαλαίω τετάρτῳ εἰς τὸ μύρον. Ἐκ τῶν ἀποστολικών διατάξεων. Ἔστι τοίνυν τὸ μὲν βάπτισμα εἰς τὸν θάνατον τοῦ Κυρίου διδόμενον· τὸ δὲ ὕδωρ ἀντὶ τῆς ταφῆς· τὸ Ελαιον ἀντὶ τοῦ Πνεύματος τοῦ ἁγίου· ἡ σφραγὶς ἀντὶ τοῦ σταυροῦ· τὸ μύρον βεβαίωσις τῆς ὁμολογίας. δύσμορφον, άμορφον, τούτοις. " δρα.

Chapter IIICaput III

col. 135–136page 11 of 35
PG 4:135τὸ κεφάλαιον, χειν ΕΙΣ ΤΟ ΚΕΦΑΛ. Γ. 1. Καθηγεμόνα τελετών. Τὸν ἅγιον Ιερόθεον λέγει. [α]Ιερογραφικῶς ἐκθέμενον. Τουτέστι κατὰ τὴν ἱερὰν διαγραφὴν τῶν ἐμφανώς τελουμένων. Το κοινόν. Κατά παράλειψιν τοῦ ὑπάρχοντός ἐστι. [β] Κοινωνία τε. Περὶ κοινωνίας. Η τελείωσις ἐκ τῶν. Ὅτι ἀδύνατον τελεθῆναι δίχα τῆς μεταλήψεως. Εν κεφαλαίῳ. Τουτέστιν ἀναγκαιοτάτῳ λόγῳ. Ατελὴς μέν. Οτι οὐδεμία σύναξις τελεσιουργεί δίχα τῆς μεταλήψεως. Καὶ τὸ κεφάλαιον. Καὶ ἐνταῦθα τὸ κεφάλαιον ἐπὶ τοῦ ἀναγκαίου καὶ καιρίου είληπται. Επωνυμίαν αὐτῇ. Διὰ τί λέγεται φώτισμα, καὶ ὅτι δικαίως. Ἐκ τοῦ τελουμένου. Καὶ ἐνταῦθα κατὰ παρά λειψιν τοῦ ὑπάρχειν λαμβάνεται. ΙΙ. Ο μεν ἱεράρχης. Η τάξις αὕτη ἐν τοῖς χρόνοις τοῦ Πατρὸς ἐπολιτεύετο ἴσως ἐν ταῖς κατὰ τόπον ἐχει κλησίαις. τόπον 10 τελεσθῆναι. Αγιογράφων δέλτων. 'Αγιογράφους δέλτους και λεῖ τὴν Παλαιὰν καὶ τὴν Νέαν Διαθήκην. Καὶ πρὸς αὐτοῖς ἐνεργούμενοι. Τουτέστιν ὑπὸ πνευμάτων ἀκαθάρτων. Τῶν λειτουργών δέ. Λειτουργούς φησι τους δια κόνους, καὶ τοὺς νῦν ὑποδιακόνους λεγομένους. Εκκριτοι. Εκκριτοι οἱ πρῶτοι διάκονοι, ἱερεῖς δὲ οἱ πρεσβύτεροι. Προτιθέασι. Τοῦτο κατὰ τὴν ἐν Ῥώμῃ κρατοῦσαν συνήθειαν. Ἐκεῖ γὰρ ἑπτὰ μόνοι διάκονοι τῷ θυσιαστηρίῳ λειτουργοῦσιν, οὓς ἐκκρίτους, οἶμαι, και λεῖ· τοὺς δὲ ἄλλους ἄλλην τινὰ ἐκτελεῖν λειτουργίαν καὶ σημείωσαι κάντεῦθεν τὸν ἀρχαϊσμὸν τοῦ Πατρός καὶ ὅτι σὺν τοῖς διακόνοις τὸν ἄρτον οἱ πρεσβύτερος προτιθέασι. Τοῦτο δὲ καὶ πανταχοῦ γίνεται, ὀλίγων ὄντων διακόνων· ἐν Ῥώμῃ δὲ, οἶμαι, πάντοτε εἰκό τως, διὰ τὸ μόνους ἑπτὰ τοὺς ἐκκρίτους τῷ θυσιαστηρίῳ λειτουργεῖν· τυχὸν δὲ καὶ βίῳ τῶν ἄλλων οἱ ἑπτὰ τυγχάνουσιν ἔκκριτοι. Τῆς καθολικῆς. Ὅτι καὶ τότε πίστεώς τι σύμ βολον προελέγετο· ἢ μᾶλλον ὅπερ τότε παρελάμβανον μάθημα καὶ συμμάθημα τῆς πίστεως. Τῶν ἱερῶν πτυχῶν. Ωδε οὐ πρῶτα τὰ δίπτυχα παρ' ἡμῖν, ἐπὶ δὲ τοῦ Πατρὸς τούτου μετὰ τὸν ἀσπασμὸν τὰ δίπτυχα ἐλέγετο, ὥσπερ καὶ ἐν ᾿Ανα τολή. Οἱ τῶν λειτουργῶν ἔκκριτοι. Ὅτι οἱ πρῶτοι τῶν διακόνων μόνοι παρίστανται τῷ θυσιαστηρίῳ· τάχα δὲ καὶ οἱ ἐν βίῳ τούτων Εκκριτοι, Καὶ ὑπ' ὄψιν ἄγει. Τουτέστι σαφηνίζει τὰ ὑμνού
col. 137–138page 12 of 35
PG 4:137μενα· όξον, ὅτι τόδε καὶ τόδε Χριστοῦ· καὶ τόδε Χρι στοῦ. Ὑποδείκνυσι δὲ καὶ τὰς ἐπὶ τούτοις θείας δωρεάς, οἷον, ὅτι εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον, καὶ ὅσα τοιαῦτα μυστικά. Τάχα δὲ τὸ ὑπ' ὄψιν τοῦτο σημαίνει, ὡς τότε ἀποκαλυπτομένων τῶν ἁγίων δώρων, μετὰ τὰς εὐχὰς, μενόντων δὲ κεκαλυμμένων, έως καιροῦ μεταλήψεως· ἡ τάχα τὸν κουφισμὸν καὶ τὴν ὕψωσιν τῆς μιᾶς εὐλογίας τοῦ θείου ἄρτου φησὶν, ἐν ὑψοῖ ὁ ἱερεὺς, λέγων, τὰ ἅγια τοῖς ἁγίοις· ὅπερ καὶ μᾶλλον ἐστιν ἀληθὲς, ὡς περί τὸ τέλος τοῦ κεφαλαίου εὑρήσεις εἰρημένον. ΙΙΙ. § 1. Τὰς εἰκόνας ἐν τάξει. Εἰκόνας ἐκάλεσε τῶν ἀληθῶν τὰ νῦν τελούμενα ἐν τῇ συνάξει. ὡς οὐδὲ τῶν συμβόλων. Οτι σύμβολα ταῦτα, καὶ οὐκ ἀλήθεια. Αἱ μὲν γὰρ ἱερώταται. Τί οἱ ψαλμοί, καὶ τὰ ἀναγνώσματα. Εἰς μνήμην. Ὅτι μετὰ τὸ δεῖπνον λαβὼν ἄρτον, καὶ τὰ ἑξῆς· καὶ ὅτι ὁ θάνατος αὐτοῦ καταγγέλλεται, ἄχρις οὗ ἔλθῃ, κατὰ τὸν ᾿Απόστολον καὶ αὐτὸν τὸν Κύριον φάσκοντα· Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν, καὶ τὰ ἑξῆς. Καὶ σημείωσαι ὅτι ἀρχι σύμβολον ἔφη τὸ μυστικὸν τοῦ Κυρίου δεῖπνον, τῶν νῦν θείων μυστηρίων· και ὅτι τὸν ἀναξίως μεταλαμβάνοντα τοῦ ἄρτου καὶ τοῦ ποτηρίου, οὐδὲν ἡ μετά ληψις ὠφελεῖ, μάλλον μὲν οὖν καὶ εἰς κρῖμα αὐτοῦ 11 λήψεται, κατὰ τὸν ᾿Απόστολον. Ἐκ δὲ τῶν ἑξῆς εὐ λόγως ἄν τις φαίη, ὅτι μετὰ τὸ ἐξελθεῖν τὸν Ἰούδαν ἐκ τοῦ δείπνου παρέδωκεν ὁ Χριστὸς τοῖς μαθηταῖς τὸ μυστήριον. Ομοτρόπως τά ἱερά. Τὸν Ἰούδαν φησί. Καὶ ση μείωσαι, ὅτι καὶ αὐτῷ μετέδωκε τοῦ μυστικοῦ ἄρτου καὶ τοῦ ποτηρίου· τὰ δὲ μυστήρια τοῖς μαθηταῖς μετὰ τὸ ἐξελθεῖν τοῦ δείπνου τὸν Ἰούδαν, ὡς ἀν αξίου τούτων όντος αὐτοῦ. Ως ἡ καθ' ἔξιν. Καθ᾽ ἕξιν ἐν τούτοις τὸ κατ' ἐπίγνωσιν δηλοί, τουτέστι τὸ ἐνδιαθέτως οὕτως ἔχειν, καὶ οὐ κατὰ μόνην τὴν σωματικὴν προσέλευσιν, ἀλλὰ κατὰ τὴν τῆς διανοίας διὰ πίστεως καὶ αἰσθήσεως πνευματικῆς. § ΙΙ. ᾿Απὸ τῶν αἰτιατῶν. Τουτέστι τὸ ἀπὸ τῶν ὁρατῶν τελουμένων, ἐπὶ τὰ ἀόρατα καὶ μυστικὰ, ἅπερ τῶν ἐν αἰσθήσει αἴτιά εἰσι καὶ ἀρχέτυπα. Αἴτια δὲ λέγονται τὰ ἑτέρωθεν τὸ ὁπωσοῦν εἶναι τὴν αἰτίαν ἔχοντα· ἡ ἀπὸ τῶν αἰτιατῶν εἰς τὰ αἴτια, τουτέστιν ἀπὸ τῶν αἰσθητῶν συμβόλων ἐπὶ τὰ νοητὰ καὶ νοερά ἤγουν, ἀπὸ τῶν ἀτελεστέρων εἰς τὰ τελειότερα· οἷον, ἀπὸ τῶν τύπων ἐπὶ τὴν εἰκόνα· καὶ ἀπὸ ταύτης ἐπὶ τὴν ἀλήθειαν. Σκιὰ γὰρ τὰ τῆς Παλαιᾶς· εἰκὼν δὲ τὰ τῆς Νέας Διαθήκης· ἀλήθεια δὲ ἡ τῶν μελλόντων κατάστασις. Κατα τὴν ἱεράν. Κατα παροξυτόνως· δηλοῖ δὲ τὸ, καὶ τότε ". Καθ' έξιν, Κατα Η ἑαυτῷ. καὶ τότε, καὶ εἶτα,
col. 139–140page 13 of 35
PG 4:139Τῶν ἀγαλμάτων. Αγάλματα μέν φησι τὰς συνουσιωμένη, τὸ σχεδόν, συνουσιωμένη τῶν ἀνιώντων. συνεῤῥίζωσε. εἰκόνας τῶν ἀοράτων καὶ μυστικών, ήγουν τὰ συμβολικῶς τελούμενα· πρῶτον δὲ τούτων τὸ τῆς συνά ξεως μυστήριον ἀπεκάλεσεν· οὗτινος τὸ νοητόν, ήγουν τὸ κατὰ θεωρίαν δηλούμενον, ἀπογυμνοῦν ἐπαγγέλλεται. "Ητε γὰρ ὑπὲρ πάντα. Ἰδοὺ εἷς τρόπος τῆς θεω ρίας τοῦ προκειμένου 18 κεφαλαίου. Οὐκ ἔξω τῆς. Σημείωσαι τὴν κατ' οὐσίαν ἀκίνη τον στάσιν, καὶ ὅτι Θεοῦ τύπος ὁ ἐπίσκοπος. Σημείωσαι, ὅτι κατὰ τρεῖς τρόπους ἀνάγεται τὰ περὶ τοῦ θυμιᾷν· ἀπὸ τοῦ θυσιαστηρίου ἀρχόμενον τὸν ἱεράρχην, καὶ πάντα τὸν ναὸν περιελθόντα εἰς αὐτὸ πάλιν ἀποκαθίστασθαι. Ωσαύτως. Τρόπος ἕτερος. Τρόπον, ὁ θεῖος. Τρόπος τρίτος τῆς προκειμένης θεωρίας, πῶς καὶ ἐπὶ τοῦ ἐπισκόπου ἀπὸ 18 τοῦ ἑνὸς πληθύνεται, τοῖς δὲ ἥττοσιν ἀκατάσχετος ἐστι, τουτέστι μὴ ἐπικοινῶν 14 τοῖς χείροσιν. § ν. Ἡ δὲ τῶν ψαλμῶν. Τί οἱ ψαλμοί. Καὶ ση μείωσαι τὸ συνουσιωμένη· ἀλλὰ τὸ 18 σχεδόν προσέθηκεν· οὐ γὰρ ἀλλήλοις ἤνωται ταῦτα κατ᾽ οὐσίαν, ἀλλὰ τῷ πρὸς ἕνα σκοπὸν τὰ πάντα συντελείν, τουτο ἐστιν εἰς τὴν τῶν ἀνθρώπων σωτηρίαν, ἔφη τὸ συνουσιωμένη· ὅθεν εὐθὺς ἀπήγαγε τὸ σχεδόν, κολάζων τὴν ἀπὸ τῆς λέξεως ἐναντίωσιν. Κατωτέρω δὲ μίαν Εμπνευσίν φησι, τουτέστι μίαν σύμπνοιαν, ο δηλοί τὸ, ἕνα πάντων εἶναι σκοπόν. Πᾶσα μὲν γὰρ Ιερά. Τῶν τῆς Παλαιᾶς βιβλίων κατ' ἐπιδρομὴν ἐπίμνησις. Τῶν ἀνιώντων. Λυπούντων, ὡς ἐπὶ τοῦ Ἰώβ. Ερώτων ᾄσματα. Περὶ τοῦ ἔρωτος τῶν ᾀσμά των 10. Η τὰς ἀνδρικάς. Εντεῦθεν ὁμοίως τὰ Νέας 17 εἰσάγει. Αγαπητοῦ καί. Νομίζω ὡς τὴν ᾿Αποκάλυψιν τοῦ θείου Ἰωάννου δηλοί, ἢ τὸ Εὐαγγέλιον αὐτοῦ, δ καὶ μᾶλλον. § Ν. Συνεῤῥίζωσε. Συνείλκυσεν. Ἡ δὲ τῶν θείων. Ο σκοπὸς τῶν ψαλμῶν ἐστι, " φησί, τὸ ὑμνῆσαι Θεόν τε καὶ τοὺς αὐτοῦ γνησίους θεουργίας. θεράποντας, υπαγορευτικὴν τῶν τοιούτων καὶ περι εκτικὴν ἐχόντων δύναμιν ήτις, φησιν, ἀναγκαίως ἐν πᾶσι τοῖς ἱερατικῶς τελουμένοις παραλαμβάνεται, εμ μονον τὴν τῶν ψαλμῶν μνήμην εμποιοῦσα τοῖς ψάλ λουσι. Θεουργίας. Μεγαλειότητας. Καὶ τῇ τῶν θείων ᾠδῶν. Σημείωσαι, ὅτι τὸ τῆς 18 προειρημένου. 18 πῶς καὶ ὁ ἐπίσκοπος ἀπό. 14 ἐπὶ κοινωνῶν. 15 καὶ ὅτι, 1 ᾄσματος τῶν ᾀσμάτων. τὰ τῆς Νέας, Διαθήκης.
col. 141–142page 14 of 35
PG 4:141ψαλμωδίας σύμφωνον όμοφροσύνης τῆς πρὸς Θεὸν καὶ ἑαυτοὺς ὑπάρχει διδασκαλία. Συντετμημένα. Ὅτι τὰ συντετμημένα, τους ἐστι τὰ ἀσαφῆ, διὰ τῶν ἐπιτελουμένων συμβόλων σαφηνίζεται· τοῦτο γὰρ δηλοῖ τὸ εὐρύνεται. Σημείωσαι δὲ, ὅτι τὰ συνεσκιασμένως ἐν τοῖς ψαλμοῖς λεγό μενα, διὰ τῆς τῶν Γραφῶν ἀναγνώσεως, σαφηνίζεσθαι λέγει ὁ Πατήρ. Εν ταύταις. Εν ταύταις γὰρ, ταῖς Γραφαῖς δη λονότι, ὁ ἀκριβῶς ἐνορῶν, γινώσκει, ὅτι ἐν καὶ τὸ αὐτὸ Πνεῦμα πάσας ἐλάλησε. Κηρύσσεται. Ὡς σαφηνίζουσα δι' ἑαυτῆς τὴν Πα λαιάν. Η μὲν ἔφη τάς. Ὡς ἡ μὲν, ἡ Παλαιά Διαθήκη, ἔφη· ἡ δὲ Νέα ἐτέλεσε. Τῆς θεολογίας. Σημείωσαι, ὅτι τὴν Παλαιὰν Γρα τὴν θεολογίαν καλεῖ· τὴν δὲ Καινὴν θεουργίαν. § Καθόλου τῶν. Οἱ καθόλου ἀκατήχητοι καὶ ἀνήκοοι τούτων μεἶναι ἑλόμενοι εκουσίως. Τῆς θεογενεσίας. Τουτέστι τοῦ ἁγίου βαπτίσματος. Τοὺς δὲ κατηχουμένους. Περὶ τῶν κατηχουμέν νων, καὶ ἐνεργουμένων, καὶ ἐν μετανοίᾳ ὄντων, καὶ τίνων μετέχουσιν. Ἡ μὲν οὖν ἐσχάτη. Ὅτι οἱ κατηχούμενοι, ἔσχα τοί εἰσιν. Αμέθεκτοι. Αμέτοχοι. Μαιευόμενοι. ᾿Αναγεννώμενοι. Αμβλωθρίδια. Νεκροτόκια. Ανίερος μὲν καὶ αὐτή. Ατελείωτος. Σημείωσαι, ὅτι τοῖς ἐνεργουμένοις κατατάττει καὶ τοὺς τοῖς σωματικοῖς θελκτηρίοις ἀμετανοήτως ἐπιμένοντας, οἷον τοὺς πόρνους, τοὺς φιλοθεάμονας, καὶ τοὺς τὰ παραπλήσια μετιόντας, οὓς ἐξονομάζων ὁ θεῖος Από στολος ἐπιφέρει, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. Ταῦτα καὶ ἐν τοῖς ἑξῆς μᾶλλον τρανοί. Ιστέον δὲ, ὅτι ἡ ἀκρίβεια αὕτη νῦν τῆς τῶν τοιούτων διαστολῆς τε καὶ διαστάσεως οὐ γίνεται. ἡ δέ, θεουργίαν, ἀμέθεκτοι. μαιευόμενοι. ἀμβλωθρίδια. ἀνίερος μὲν καὶ αὐτή. Ο τον υτός ποτε. Σημείωσαι, ὅτι ὁ Θεῷ ἡνω μένος οὐκ ἐνεργηθήσεται ὑπὸ ἀκαθάρτου πνεύμαη τις 18 Εναγεστάτην ενέργειαν. Ὅτι ὑπὲρ τοὺς κατα πίπτοντας δαιμονῶσιν οἱ ἀσελγείς. Τὰ μὲν ὄντως. Οτι τὰ ὄντως ὄντα τὰς ἀρετὰς λέγει. Τὴν πρόσυλον. Ἐπειδὴ καὶ ἡ ὕλη πολυπαθῶς ἀλ λοιοῦται. Ἐν τοῖς ἀλλοτρίοις. Σημείωσαι, ὅτι ἀλλότρια ἡμῶν ἐστι τὰ πρὸς ἁμαρτίαν· οὐ γὰρ φυσικὴ ἡμῶν ἐστιν ἡ ἁμαρτία, ἀλλ' ἡ εἰς πᾶν ἔργον ἀγαθὸν ἐπιτη Η δαίμονος.
col. 143–144page 15 of 35
PG 4:143». δειότης, κατὰ τὸν ᾿Απόστολον, καὶ τὸ ἐν Ψαλμοῖς Καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου. Εν θεν νοεῖς καὶ τὸ εἰρημένον παρὰ Κυρίου· Εἰ δὲ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐχ εὑρέθητε, τὸ ὑμῶν τίς ὑμῖν δώσει; Διὰ τοῦτο καὶ τὰ ἀλλότρια ταῦτα οὐκ ὄντα λέγεται· οὐ γὰρ τῆς φύσεως εἰσιν, ἀλλὰ νόθα τὸ δὲ κατὰ φύσιν πράττειν ὅν ἐστι καὶ ἡμέτερον. "Αλ λως· Αλλότρια ἔφη τὰ κατὰ κόσμον, ὡς οὐ τινὸς ἰδι κῶς [ίδια], ἀλλ' ἐξ ἄλλων εἰς ἄλλους μεταπίπτοντα ή καὶ ὡς οὐκ οὔσης ἐν τούτοις διὰ παντὸς τῆς ἡμετέρας διαγωγῆς, ἀλλὰ πρὸς ἕτερον βίον δρώσης, ἐφ᾽ ᾧ καὶ γεγόναμεν. Τοῦ λειτουργοῦ. Τουτέστι, μή τινες τῶν ἐνεργουμένων ἐμπαθῶσιν 19, ὡς ἑξῆς φησιν. Ἡ τῶν ἐμπαθῶς. Απόδειξις ἐναργής. Ἐπειδὴ δὲ τοῦ θείου. Περὶ τῆς τάξεως τῶν ἀπο λυομένων. Αμύητοι. Οἱ κατηχούμενοι, οἱ ἀσελγείς. Δείματά τε. Εκτυπώσεών τε χλευάσματα. Δι' ἀνανδρίαν. Σημείωσαι, πόθεν φησίν, ὑπὸ δαιμόνων ἐνοχλεῖσθαί τινας τῶν πιστῶν. Εξει καὶ ἔρωτι. Οἱονεὶ τῇ μετανοία. Οἱ πανίεροι. Οἱ πιστοὶ, καὶ πρὸς Θεὸν καὶ πρὸς ἀλλήλους ἡνωμένοι. [α] Καθολική. Καθολικὴν ἔφη τὴν ὑμνολογίαν, ἢ ὡς ὑπὸ πάντων ἀδομένην, ἢ ὡς ὑπὲρ καθολικῆς χά ριτος γινομένην. [β] Τὸν ὕμνον δὲ τοῦτον. Σημείωσαι, ὅτι τὸν ὕμνον, σύμβολον καὶ ὁμολογίαν, καὶ εὐχαριστίαν εκά λεσε. Δοκεῖ γάρ μοι. Πρὸς τί πέρας ὁρᾷ τὸ σύμ βολον. [γ] Τὴν μὲν οὐσίαν. Τουτέστι κατὰ τὸν τοῦ ᾿Απο στόλου λόγον εἰπόντος. Πάντα γὰρ ἡμῶν ἐστιν. ἀρχέτυπα δὲ κάλλη φησὶ τὰ τῇ θείᾳ φύσει ἐπιθεωρούμενα, ὧν τὴν κατὰ τὸ ἐνδεχόμενον μετουσίαν τοῖς ἀν θρώποις ἐδωρήσατο· ἢ τὸ κατ' εἰκόνα λέγει καὶ καθ' ὁμοίωσιν. [δ] Επισκευαστοῖς. Τουτέστι τοῖς ἐξ αὐτοῦ και τασκευαζομένοις ἀγαθοῖς εἰς ἡμᾶς. [ε] Παντελεῖ τῶν. Σημείωσαι, τί φησι περὶ Χρι στοῦ, ἤγουν τῆς τελείας αὐτοῦ ἐνανθρωπήσεως, καὶ κατὰ 'Απολλιναρίου. Ο θεῖος ἄρτος. Σημείωσαι, ὅτι οὐ μόνον ὁ ἅγιος ἄρτος κεκαλυμμένος προετίθετο, ἀλλὰ καὶ τὸ θεῖον ποτήριον· ὅπερ νῦν οὐ γίνεται. § Θειότατος ἀσπασμός. Σημείωσαι, διὰ τί ὁ ἀσπασμὸς δίδοται. Επιθυμίας, ἐξ. Σημείωσαι, ὅτι αἱ ἐμπαθεῖς ἐπι το ἐμπαθῶς.
col. 145–146page 16 of 35
PG 4:145θυμίαι μερισταί εἰσι, μερίζουσαι ἡμᾶς καὶ τοῦ Θεοῦ καὶ ἀλλήλων· τάχα δὲ καὶ ἑαυτῶν. Ομοειδεῖς ἀπέχθειαι. Τουτέστι πρὸς τοὺς ὁμοίους ἀνθρώπους. § ΙΧ. Πτυχῶν. Διὰ τί μετὰ τὸν ἀσπασμὸν δίπτυχα ἀναγινώσκεται. Τοὺς ὁσίως. Σημείωσαι, ὅτι τὰ δίπτυχα τῶν ἀπο θανόντων ἐπὶ αὐτοῦ μόνον ἀνεγινώσκετο [οὐχ, ὡς νῦν, καὶ τῶν ζώντων]. Η θεολογία φησί. Ταῦτα ἐκ τῆς λεγομένης Σου φίας Σολομῶντος· καὶ σημείωσαι, ὅτι καὶ οὗτος ὁ ἅγιος πατὴρ ταύτῃ ἐχρήσατο. Σκόπει δέ. Τοῦτό φησιν, ὅτι τὸ λεγόμενον ἐν προ φήταις ἀναμνῆσαι ἐνώπιον Κυρίου, οὐχ οὕτω δεῖ νο εἶν, ὡς τῆς μνήμης. τοῦ Θεοῦ ἀνανεουμένης ἐν τῇ φαντασίᾳ τοῦ μνημονικοῦ· ὅπερ ἐπὶ τῶν ἐν σαρκὶ προσδεδεμένων νοερών, τουτέστιν ἡμῶν, συμβαίνει, ἀλλὰ μνήμη Θεοῦ εἰκότως λέγοιτ' ἂν ἡ γνώσις τοῦ Θεοῦ, καθ᾽ ἣν γινώσκει τους τελείους, θεοειδεῖς ἐν αὐτῷ γενομένους δι' ἐναρέτου βίου, καὶ ἀξιωθέντας τῆς ἀνεπιλήστου περὶ αὐτὸν γνώσεως. [Σημείωσαι πῶς λαμ βάνει τὸ ῥητὸν τοῦ ψαλμοῦ]. Συμβόλων. Τοῦ σώματος καὶ αἷματος. § Χ. "Υδατι τάς. Τί τὸ νίψασθαι τὰς χεῖρας, καὶ πότε. υπαινίσσεται Φησίν, ὁ λελουμένος. Σημείωσαι, πῶς λαμβάνει ὁ πατὴρ τὸ τοῦ Κυρίου ῥητὸν, τὸ λέγον· 'Ο λελουμέ τος οὐ χρείαν ἔχει ἢ τοὺς πόδας νίψασθαι. Ή δὲ σύνταξις τῶν προκειμένων πρὸς τὸ ὑπαινίσσεται τὴν ἀπόδοσιν ἔχει, ἵν᾽ ᾖ τὸ λεγόμενον οὕτως· Ο τι μὲν τόδε ἐστὶν, ὑπαινίσσεται, ὁ λουτὴρ μὲν ἐν τῇ νομικῇ λατρείᾳ, ἐν δὲ τῇ καθ᾿ ἡμᾶς ἡ τῶν χειρῶν ἀπόνιψις. Τὸ δὲ ἄσχετος καὶ ἀπόλυτος δηλοί, ὡς τῇ ήττον οὐκ ἐνεχθήσεται ἀγωγῇ καὶ διαθέσει. Αλλως· Η καθ' ὑπέρβασιν τῆς συντάξεως ταύτης ανάγνωσις οὔτ τως ἀρμοσθήσεται· ὅτι μὲν οὖν, ὡς τὰ λόγιά φησιν, ὁ λελουμένος οὐ δεῖταί τινος [ἑτέρας] καθάρσεως, εἰ μὴ τῆς τῶν ἄκρων, εἴτ' οὖν ἐσχάτων, ἑαυτοῦ νίψεως, δι' ἧς ἀκροτάτης καθάρσεως ἐν πανάγνῳ τοῦ θεοειδοῦς ἕξει ἄχραντον ποιήσεται καὶ ἀκηλίδωτον τὴν ἐπι στροφὴν, καὶ πρὸς τὰ δεύτερα προϊὼν ἀγαθοειδῶς ὡς τοῦ θεοειδοῦς ἀποσώζων τὸ πλῆρες καὶ ὁλό κληρον, άσχετος ἔσται καὶ ἀπόλυτος, ὡς καθάπαξ ἑνοειδὴς καὶ πρὸς τὸ ἓν αὖθις ἑνιαίως ἐπιστρεφόμενος. Εἰ μὴ τῆς τῶν ἄκρων. Τί ἐστι τὸ μὴ δεῖσθαι τὸν λουσάμενον ἑτέρας νίψεως, εἰ μὴ τὰ ἄκρα νίψασθαι δεύτερα δέ φησι τὰ αἰσθητά, εἰς ἃ διὰ φαντασίας προσπάσχει ἡ ψυχή. Ο μὲν ἱερός. Σημείωσαι, ὅτι οὐ λουτὴρ ἦν ἐν τῷ νόμῳ, καὶ ὅτι σύνταγμα ἔχει ἄλλο περὶ τῆς κατὰ νό τον ἱεραρχίας, ὅπερ οὐ φέρεται. Του Ιεράρχου. Σημείωσαι τὸ ἔνθεον τοῦ ἱερέως [τὸ ἀληθῶς τελειότατον].
col. 147–148page 17 of 35
PG 4:147ἐφιέντων διδέναι. Τῶν μαρμαρυγῶν ἐφιέντων ἐφιεισῶν. ἀρωγόν. ὑπερβασία. ἀκολούθως γάρ, ἔνθεν έλε εινώς. ἀναγώγου ζωῆς. Ανάγωγον ἀλλοίωσις δυσμενείς. 80 γρ. αὐθαιρέτοις. Ἱερουργίαν ἀποκεκαθάρθαι. Τῇ θείᾳ ιερουργία δηλονότι. Εσόπτρων ἀγλαΐαν. Έσοπτρά φησι τὰς τῶν ἁγίων ψυχὰς, ὡς τοῦ θείου φωτός δεκτικὰς, καὶ τῆς κρείττονος λήξεως αφομοιωτικάς. Εφιέντων διιέναι. Καὶ νῦν Αττικίζων, ώς 'Αθη ναῖος, συνέταξε τὸ ῥητὸν φάσκων, τῶν μαρμαρυγών ἐφιέντων τὴν οἰκείαν αἴγλην· δέον πρὸς θηλυκὸν τῶν μαρμαρυγῶν ἐφιεισῶν εἰπεῖν, δ δὴ καὶ ἄνω ἐν κει φαλαίῳ ζ' τοῦ Περὶ οὐρανίας Ιεραρχίας βιβλίου πλατύτερον ἐδείξαμεν, ὡς Αττικὸν τὸ σχῆμα. Ἐκεῖ οὖν ἀνάγνωθι. Ἡ δὲ τοῦ ἱεράρχου. Σημείωσαι, διὰ τί ἐπὶ τοῦ θυσιαστηρίου νίπτεται ὁ ἱεράρχης, ἤτοι ἐπὶ τῶν ἁγίων, τουτέστιν ἔμπροσθεν αὐτῶν. Καὶ τῆς ἀκροτάτης. Τῆς ἄκρας καθάρσεως δη λαδή. Καὶ ὑπ' ὄψιν. Μᾶλλον τότε ἔμενον κεκαλυμμένα τὰ θεῖα δῶρα, ἕως καιροῦ τῆς ἁγίας μεταλήψεως καὶ τοῦτο δηλοῖ μετ' ὀλίγα. Η τόγε ἀκριβές, ὅτι κουφίζων ὁ ἱεράρχης τὸν ἅγιον ἄρτον, ἐδείκνυ τὴν εὐλογίαν, λέγων· τὰ Ἅγια τοῖς ἁγίοις. Τινὰς μὲν οὖν. Τὰς εἰς ἡμᾶς προνοίας πάσας ὀλίγοι ἴσασι, τάχα δὲ οὐδὲ ὀλίγοι ἴσασι· καὶ περὶ τίνος ἡ προσκομιδή. Αρωγόν. Βοηθόν. Τὴν ἀνθρωπείαν. Περὶ τῆς τῶν ἀνθρώπων ἀπο Ο πτώσεως. Υπερβασία. Παραβασία. Οἰκείαις ῥυπαῖς. Ο ἐστιν αὐθαιρέτως *. Η δὲ σύνταξις πρὸς τὰ ἄνω εἰρημένα ἐστίν· εἶπε γάρ, ὅτι τὴν ἀνθρωπείαν φύσιν ἡ πολυπαθεστάτη ζωή διαδέχεται. Τὰ δὲ ἄλλα διὰ μέσου, ἀπὸ τοῦ ἀκολούθως γὰρ ἕως τοῦ ἔνθεν ἐλεεινῶς. Θελκτικαῖς. Θεραπευτικαῖς. Τὸ τῆς ἀρχῆς. Ἐπειδὴ καὶ ἀρχὴν τῆς συστάσεως ἐκ γῆς ἔχομεν· τὸ γὰρ σωματικὸν ἡμῶν ἐξ αὐτῆς εἰκότως μετὰ τὴν παράβασιν καὶ τὸ τέλος πρόσφορον ἔχομεν τῇ ἀρχῇ· εἰς γῆν γὰρ ἀναλύοντες ἐπεὶ ἐῤῥήθη, ὅτι Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Πέρας. Τουτέστι τὸν θάνατον. Αναγώγου ζωῆς. Ἀναγωγὸν [δὲ] ζωὴν τὴν τὰ ἄνω ζητοῦσαν, καὶ πρὸς Θεὸν ἐπεστραμμένην φησί. Πολυπαθεστάτην ἀλλοίωσιν. Τί ἐστιν ἀλλοίωσις ἐπὶ σωμάτων, ἐν τῷ Περὶ τῶν θείων ὀνομάτων διεξήλθομεν. Δυσμενείς. Ταλαιπώρους. Εἰς ἀνυπαρξίας οικτρώς. Εἰς ἀνυπαρξία, δὲ κα
col. 149–150page 18 of 35
PG 4:149τὴν ἁμαρτίαν· ὁ γὰρ ἁμαρτωλός τρόπον τινὰ οὐχ ὑπάρχει· τὸ γὰρ κακὸν ἀνύπαρκτον. [Απειροτάτη φιλανθρωπία. Περὶ τῆς ἐνανθρωπήσεως, ὅτι ταύτην φιλανθρώπως ενήργησεν.] Αὐτουργὸν ἡμῶν. Σημείωσαι τὴν ἀκρίβειαν τῶν δογμάτων, ἐν πολυπληθείᾳ λέξεων φραζομένην, καὶ πολεμοῦσαν πάντας αἱρετικούς· τὸ μὲν γὰρ αὐτουργόν γενέσθαι τὴν εἰς ἡμᾶς πρόνοιαν τοῦ Θεοῦ δη λοῖ, ὅτι αὐτὸς ἦν ὁ Θεὸς Λόγος· οὐ μὴν ἄλλος ἐν ἄλλῳ, ώς τινες μαίνονται σὺν Νεστορίῳ. Τὸ δὲ ἐν ἀληθεῖ μεθέξει πάντων τῶν ἡμετέρων ἀναμαρτήτως καὶ Μανιχαίους, καὶ Εὐτυχιανιστας ", καὶ ᾿Απολλινα ριστὰς, καὶ ᾿Ακεφάλους, καὶ πάντας ἀπαξαπλῶς τοὺς αἱρετίζοντας καταβάλλει. Εξεως. Τὸ ἔξεως ἐνταῦθα οὐ ποιότητός τινος ἐμμόνου νοητέον, ἀλλὰ καθέξεως καὶ διαμονῆς, ἤτοι κατασχέσεως. Οὐ κατὰ δύναμιν. Σημείωσαι, ὅτι οὐκ ἐν ἰσχύϊ ἐνίκησεν ὁ Χριστὸς τὸν Σατανᾶν, ἀλλὰ κρίσει καὶ δικαιοσύνῃ. Τοῦτο καὶ Γρηγόριος ὁ Νύσσης ἐν τῷ Κατηχητικό φησιν. Ολβίου. Πλουσίου. Ανείδεον κάλλεσι. Καὶ ἀνωτέρω οὕτως ἔφημεν, ὅτι ἀνείδεον τὸ τῆς ἀγνοίας σκότος φησί. Σημαίνει δὲ εε τὴν ἐλευθερίαν ἡμῶν. Εναγεστάτων. Μεμιασμένων. § ΧΙΙ. Αεὶ ταῖς ἱεραρχικαῖς. Τῆς θεαρχικῆς ἀγαθότητος, ὡς ἔφη ἐν ἀρχῇ τοῦ κεφαλαίου. Υμνήσας δὲ καί. Τουτέστι τὸν ἄρτον καὶ τὸ ποτήριον εὐλογῶν τῶν ἁγίων δώρων. Σημείωσαι δὲ ὅτι πανταχοῦ συμβολικὴν λέγει τὴν θείαν ἱερουργίαν, καὶ τὰ ἅγια δώρα σύμβολα τῶν ἄνω καὶ ἀληθινωτέρων. Τὸν γὰρ ἐγκεκαλυμμένον. Οὕτω καὶ πρὸ ὀλίγου εἴρηται, ὅτι κεκαλυμμένον ἔμενε τὸ θεῖον δῶρον ἕως καιροῦ μεταλήψεως, εἰ μὴ ἄρα κεκαλυμμένον λέγε ται τὸ ἀπὸ τῶν πολλῶν καὶ ἔξω ἐστώτων, καὶ ἁπλῶς λαϊκῶν ἀποκεκρυμμένον. Τὸ γὰρ ἐν καὶ ἁπλοῦν. Ἐπειδὴ καὶ ψυχήν νοεράν καὶ σῶμα γήϊνον ἔλαβε. [ Ἐξ ἡμῶν εἰδοποιούμενον, τοῦτ' ἔστι τὸ καθ᾿ ἡμᾶς εἶδος, ήγουν τὴν φύ σιν λαβών.] Σημείωσαι δὲ πῶς κοινωνοί θείας φύ σεως γινόμεθα Χριστῷ ἐνούμενοι. Σημείωσαι καὶ τὰ περὶ τῆς οἰκονομίας, καὶ τίς ὁ φανεὶς, καὶ τίς ἡ κλάσις τοῦ ἄρτου, καὶ διανομή. Κατ' ἄκρον. Τουτέστι κατ' ἄκραν ἔνωσιν καὶ τε λείαν, καὶ οὐσιώδη καθ᾽ ὑπόστασιν ἀληθῆ. Αλωβήτου. 'Αβλαβούς. Χρὴ γὰρ ἡμᾶς. Σημείωσαι τίς ὁ σκοπός τοῦ Χρι στιανισμού ". Υπ' όψιν ἄγων. Περὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐνταῦθά φησιν οὐ συμβολικῶς, ἂν καὶ νοη τὴν ἡμῶν ἔφη ζωήν. Τὸ δὲ παντελεῖ, ἐπειδὴ καὶ ψυχὴν νοεράν, καὶ σῶμα γήϊνον ἀνέλαβε. Καὶ καλῶς ἕξεως. Εξεως Ολβίου. ἀνείδεον κατ' ἄκρον. ἁλωσή του. παντελεῖ * Ευτυχιανιτάς. * σημείωσαι δέ. " Χριστιανών.

Chapter IVCaput IV

col. 151–152page 19 of 35
PG 4:151εἶπεν ἀσυγχύτῳ ἐνανθρωπήσει· ἔμεινε γὰρ Θεὸς Εἰς εὐχαριστίαν. ἡγεῖται προηγεῖται ἁρμοστήν. 'ἁρμοστὴν άρμόζειν, ἁρμοστῆς ἁρμοστήν "Άγιος, άγαλμα. εἰ θέμις. ἄνθρωπος ὀφθεὶς, καὶ ἑκατέρας φύσεως σώζων τὰ ἰδιώματα· καὶ σημείωσαι κατὰ ᾿Απολλιναριστῶν. Εξ ἡμῶν εἰδοποιούμενον. Τουτέστι τὸ καθ' ἡμᾶς εἶδος, ήγουν τὴν φύσιν λαβόντα. Κοινωνοὶ Θεοῦ. Σημείωσαι πῶς κοινωνοὶ θείας φύσεως γινόμεθα, Χριστῷ ἑνούμενοι. 8 Χιν. Εἰς εὐχαριστίαν. Περὶ εὐχαριστίας. Μεταδόσεως ἡγεῖται. Κατὰ κοινοῦ τὸ ἡγεῖται, ήγουν προηγείται· ὅτι πρῶτον δεῖ τὸν ἱερέα μετα λαμβάνειν, καὶ οὕτω μεταδιδόναι. Οὐκοῦν ἡ μετοχή ἡγεῖται, καὶ ἡ μετάληψις τοῦ προσκομίσαντος τῆς μυστικῆς διανεμήσεως τῶν λοιπῶν. ταῖς ἐνθέοις διδασκαλίαις. Ὁποῖον δεῖ τὸν ἱερέα εἶναι. Οἱ τολμηρῶς ἀποκεχρημένοι. Ο λέγει τοῦτό ἐστιν· ὥσπερ ὁ ἱερεὺς μὴ πρῶτος μεταλαμβάνων τῶν ὑπ' αὐτοῦ προσκομισθέντων, ἀνἱερός ἐστιν· οὕτω καὶ οἱ τολμῶντες διδάσκειν ἄλλους, μὴ πράττοντες & δι δάσκουσιν, ἀνίεροί εἰσι· δεῖ γὰρ ποιεῖν, καὶ οὕτω διδάσκειν, κατὰ τὸ εἰρημένον ὑπὸ εἰ τοῦ Κυρίου Ο ποιήσας καὶ διδάξας, οὗτος μέγας κληθήσεται. Θεσμοθεσίας. Τοῦ θείου νόμου. Οὐ τολμητέον. Φοβήθητι πάνυ. Αρμοστήν. Τουτέστιν ἁρμόδιον. Αρμοστήν Ελε γον οἱ Λακεδαιμόνιοι, τὸν καθιστάμενον ὑπ' αὐτῶν άρχοντα τῶν ὑποκειμένων αὐτοῖς πόλεων, παρὰ τὸ ἁρμόζειν τοὺς ἀρχομένους ζῇν κατὰ τοὺς νόμους, ὅθεν καὶ ἁρμοστῆρας πάλιν ἐκάλουν Αθηναίοι τοὺς εἰς τὸ εὖ ζῆν διατάττοντας, ὡς σαφῶς Πλάτων ὁ κωμικὸς δηλοῖ ἐν Πρέσβεσι τῷ δράματι. Καὶ ἐν ταῦθα τοίνυν ἁρμοστήν, τὸν ἄρχοντα τῆς Ἐκκλησίας ἐπίσκοπον οἰκείως ὠνόμασε. Τῇ γὰρ ἱερᾷ. Σημείωσαι τί ἐστι τό· Γεύσασθε καὶ ίδετε. ΕΙΣ ΤΟ ΚΕΦΑΛ. Δ'. § 1. Οὕτω πρὸς τὸ ἔν. Τουτέστι πρὸς τὸ νοητὸν καὶ πνευματικόν. Ευόσμου περιαγωγῆς. Ἀντὶ τοῦ θυμιάσαντος τοῦ ἐπισκόπου πᾶσαν τὴν ἐκκλησίαν. Μελώδημα. Τὸ ῞Αγιος 'δηλονότι, ἢ καὶ τὸ ᾿Αλλη λούϊα. Καὶ τὴν ἐπ' αὐτῷ. Δι' αὐτοῦ γὰρ ἅπαν ἅγιον τε λειοῦται. ΙΙΙ. § 1. Τοῖς ἱεροῖς. Σημείωσαι ἀληθῶς θεῖον λόγον, ὅτι δεῖ τοὺς θείους ἄνδρας κεκαλυμμένας ἔχειν ἀπὸ δόξης κενῆς τὰς τῆς ἀρετῆς πράξεις. Αγαλμα. Εικών. Εἰ θέμις. Εἰ δίκαιον. Ἐν τῇ εἰκόνι. Εἰ καὶ τὸ ἀπαράλλακτον και πάντη το παρά.
col. 153–154page 20 of 35
PG 4:153ὅμοιον ἔχει ἡ εἰκὼν πρὸς τὸ ἀρχέτυπον, ἀλλ' ἡ οὐ σία, φησί, διάφορος· ἡ μὲν γὰρ ἄψυχος· τὸ δὲ ἔμψυ χον· καὶ τὸ μὲν ἀληθινὸν ζῶον ἔμπνουν· τὸ δὲ τοῦ ζωγράφου ἔργον ἐκ κηροῦ καὶ χρωμάτων 18 - ἐν τούτῳ τοίνυν τῆς διαφοράς θεωρουμένης, ή ταυτότης ἐν ἀμφοτέροις τῇ ὁμοιότητι διάφορος. Ινδαλμα. Ομοίωμα. Εἰκότως. Πρὸς τὸ θεῖον κάλλος δηλονότι. Δρώσι. Πράττουσιν. Εἰς τὸ θεαθῆναι. Σημείωσαι, πῶς ἐκλαμβάνει τὸ μὴ δεῖν ἡμῶν τὰς εὐποιίας ἐκπομπεύειν. Εἰσὶν εὐωδίας. Τουτέστιν· ὁ Θεός (τοῦτο γὰρ ἡ εὐωδία), τὸ ἀληθῶς καλὸν ἀφ᾽ ἑαυτοῦ ποιῶν, εἰς ἅπαντας οὐκ ἐπιστρέφεται, τουτέστιν οὐ φροντίζει κενοδόξως τῶν μὴ ἀποδεχομένων ἔσθ' ὅτε τὰς παρ' αὐτοῦ κρίσεις, οὐδὲ ἐπιτηδεύει δόξαν ἔχειν παρὰ ἀν θρώποις. §11. Ως κρυφίων. Πολλάκις ἐν τῷ Περὶ θείων όνο μάτων ἐδηλώσαμεν, τί νοητὸν καὶ τί νοερόν. Τοῦτο οὖν καὶ ἐνταῦθά φησιν· ὅτι τῷ ἐπισκόπῳ, ἁγίῳ ὄντι, ὡς συγγενεῖ τοῦ θείου φωτὸς ἀποκαλύπτει ὁ Θεὸς, οὐ δι' ἑτέρου διδασκάλου, ἀλλ' αὐτὸς αὐτὸν φωτίζων, τὸ μυ στήριον τῆς θεωρίας καὶ τοῦ μύρου· διὸ αὐτῷ τῷ ἐπισκόπῳ οὐ περίκειται κάλυμμα κατὰ τοῦ θείου μύρου 20, ἀλλ᾽ ἀνακεκαλυμμένῳ προσώπῳ κατὰ τὸν Απόστολον θεωρεῖ τὰ μυστήρια· τοῖς δὲ μὴ τελείοις, χρεία συμβόλων· διὸ ταῖς πτέρυξι κεκαλυμμένον για νεται τὸ ἅγιον μύρον τοῦ Θεοῦ διὰ τοῦ ἱεράρχου με σοῦντος εἰς τὰ πρὸς Θεὸν καὶ τὸν λαὸν, καὶ διὰ τῆς ἑρμηνείας ἀνακαλύπτοντος τὰ σύμβολα. Θεωροὺς δὲ καλεῖ τοὺς ἐπισκόπους, ἐπειδὴ καὶ παρ' Ἕλλησι θεω ροὶ ἐκαλοῦντο οἱ προβαλλόμενοι παρὰ πάντων επερω τὴν τὸν Θεὸν περὶ μελλόντων, καὶ θυσίας ὑπὲρ αὐτῶν προσφέρειν, καὶ ἐξιλεοῦσθαι ὑπὲρ αὐτῶν. ᾿Ανομοίους δὲ καλεῖ τοὺς ἀτελεῖς τοῦ λαοῦ· τοῦτο γὰρ αὐτῷ ἔθος. [Οὐδὲ γὰρ ἀποκρύπτεται τοὺς νοερούς, ἀλλ ἀφανής ἐστι τοῖς βιβλίοις.] Αἰνιγμάτων. Δι' αινιγμάτων γὰρ καὶ συμβόλων πρὸς τὴν ἑαυτῶν ἀσθένειαν αὗται αἱ τάξεις φωτίζονται. § ΙΙΙ. Τῆς τῶν ἱεραρχικών. Τελειοῖ γὰρ πάντα τὸ θεῖον μύρον ἐπιχριόμενον, ὥσπερ ἡ μετάληψις τοῦ ἁγίου σώματος καὶ αἵματος. Τῶν θείων. Πάντες γὰρ οἱ εὐωδιαζόμενοι τῆς θείας μυστικῆς εὐωδίας μεταλαμβάνουσιν ἀναλόγως. Ενεργουμένων. Τῶν δαιμονώντων καὶ εἰς ἀσέλ γειαν τετραμμένων, περὶ ὧν καὶ ἐν τῷ πρὸ τούτου κεφαλαίῳ φησί. Πτοίαν δὲ λέγει, οἱονεὶ θόρυβον, φό τον, πτόησιν, ἀπάτην. Τοῖς δὲ εἰς νοῦν. Διὰ τοὺς ἐν μετανοίᾳ φησίν. "Αγουσιν. Εὐτακτος ἀκολουθία, καὶ ἀνάβασις τοῖς ἁγίοις κατάλληλος. ίνδαλμα. ὁρῶσι. νοητόν, ρόν, Θεωρούς θεωρο! 'ἀνομοίους αἰνιγμάτων. Πτοίαν 16 γραφόμενον ἔργον ἐκ χρωμάτων. το τὸ θεῖον μύρον.
col. 155–156page 21 of 35
PG 4:155ἐνοειδές. Ενοειδές τί δέ. κριτικού. Κριτικόν όλβον. ἡδόμενοι. Τὸ ἐνοειδές. Τὸ ἐνοειδές φησι τὸ πρὸς τὸ ἐν, ἤγουν τὸν [τὸ] Θεῖον ὁρῶντα αὐτὸν νοῦν, δν καὶ ἐνοῦ σθαι λέγει πρὸς αὐτὸ τὸ ἕν, καὶ τῆς τούτου ἀποπληροῦσθαι ενώσεως. § Τι δέ. Κατ' ερώτησιν ἀνάγνωθι τὸ χωρίον. Εἰ γὰρ ἡ τῶν. Ὅτι ἡ αἰσθητὴ εὐωδία τρέφει τὴν αἴσθησιν, καὶ εὐεκτεῖν ποιεῖ. Κριτικού. Κριτικόν φησι τὸ τῆς ψυχῆς διακριτικὸν, ἤτοι τὸ νοερόν, ὅπερ εἰ μὴ τῆς ἐπὶ τὸ χεῖρον μου πῆς καθαρεύοι, οὐκ ἂν ἐν αἰσθήσει τῆς θείας εὐωδίας γενήσεσθαι λέγει. Ολβον. Πλοῦτον. Ἡδόμενοι. ᾿Αντὶ τοῦ εὐωδιαζόμενοι. Τῆς κατὰ νοῦν. Τὸ κατὰ νοῦν, ἐπὶ ἀγγέλων. Τὸ μὲν οὖν. ἐξαπλῆν θέσιν. Εξα πλῆν θέσιν, Δυοκαιδεκάδι σημαίνεται. Τίνος τύπος αἱ ι πτέρυγες. Σημείωσαι δὲ τὸ μέγεθος τῶν σεραφίμ. Θεολογίαν. "Αγιος, ἅγιος, ἅγιος. Κακίας τε ἅμα. Σημείωσαι ὅτι οὐ μόνον κακίας, ἀλλὰ καὶ λήθης ἀμετόχους τὰς ἄνω δυνάμεις φησὶν ὁ Πατήρ. Επιστήμην. Καλῶς συνήψε τῇ ἐπιστήμῃ τὴν νόησιν· ἡ γὰρ ἀκριβὴς περὶ ὁτουοῦν κατανόησις ἐπι στήμην τούτου εργάζεται. § Τὰς μὲν οὖν. Τίς ἡ ἰδιότης τῶν σεραφίμη καὶ ὅτι ταύτην προείπε. Τῶν ὑπερουρανίων. Ἐν τῇ Περὶ τῆς οὐρανίας Ιεραρχίας πραγματεία φησί. § Τὸ μὲν οὖν. Θεωρία τῶν ἁγίων σεραφίμ. Σημείωσαι ὅλον τὸ χωρίον, ὅπως ἐκδίδωσιν ἐν αὐτῷ νοεῖν ἡμᾶς τὰ περὶ τῶν ἄνω δυνάμεων γεγραμμένα ἐν τοῖς προφήταις. Εξαπλῆν θέσιν. Εξαπλῆν θέσιν τὸ ἐξ εἶναι ποτέ ρυγάς φησι. Πρῶτα καὶ μέσα. Εἴρηται ἐν τοῖς πρὸ τούτου, πῶς χρὴ ἐκδέχεσθαι τὰς πρώτας, καὶ μέσας, καὶ τελευταίας δυνάμεις τῶν νοερῶν. Διάπλασιν. Οὐ γὰρ ἀληθῆ πτερὰ ἔχουσι. Τῶν πτερῶν. Σημείωσαι δὲ, πῶς ἔλαβε τὰ περὶ τῶν πτερύγων τῶν σεραφίμ, καὶ ὅτι καθ᾽ ὅλον αὐτὰ ἵπταντο μηδὲν ἔχοντα ύφειμένον καὶ ταπεινόν. § Εἰ δὲ τὰ πρόσωπα. Σημείωσαι ωραιοτά την θεωρίαν καὶ ξένην, διὰ τί οἱ σεραφίμ τὰ πρόσω τα καὶ τοὺς πόδας καλύπτουσι τοῖς πτεροῖς, τοῖς δὲ μέσοις πέτανται. § ΙΧ. Καὶ τοῦτο δέ. Ἑρμηνεία τῶν σεραφίμ. § Χ. Τῆς οὐσιώδους. Ἐν τῷ Περὶ τῆς οὐρα νίας ιεραρχίας λόγῳ ἐσαφηνίσθη, τί ἐστιν ἐπὶ ἀγγέ λων οὐσιώδης ἕξις, ἐν ἑβδόμῳ κεφαλαίῳ. [α] οὐκ ἠγνόησεν. Οτι καὶ οἱ ἅγιοι ἄγγελοι ἴσα σιν, ὅτι ὁ ἁγιάζων Ἰησοῦς καὶ ἡγιάσθη, καὶ πότε, καὶ πως. Κατεληλυθότα. Τουτέστιν ἄνθρωπον γενόμενον. γρ. εὐκτεῖν. γρ. τύποι. γρ. ἔχοντες.
col. 157–158page 22 of 35
PG 4:157[β] Πρὸς τοῦ Πατρός. Τοῦτό φησι διὰ τὸ μίαν εἶναι τῆς ἁγίας Τριάδος τὴν ἐνέργειαν. Σημείωσαι δὲ τὴν ἀπαράβλητον ὀρθοδοξίαν τοῦ μεγάλου Διονυσίου, καὶ πῶς ἐφύλαξε τῆς θεότητος τοῦ Κυρίου Ἰησοῦ, καὶ τῆς σαρκὸς τὴν διαφοράν· ὁ γὰρ ἁγιάζων Ἰησοῦς, ὡς Θεός, πάντα, καὶ αὐτὸς ὡς ἄνθρωπος ἡγιάσθη ὑπό τε τοῦ Πατρὸς, καὶ ὑφ᾽ ἑαυτοῦ, ἐπεὶ καὶ Θεὸς, καὶ ὑπὸ τοῦ ἁγίου Πνεύματος, εἰδυιῶν καὶ τῶν οὐρανίων τάξεων τὴν ἰδίαν ἀρχὴν, τουτέστι, τὸν αἴτιον αὐτῶν καὶ τὸν δημιουργὸν τὸν Ἰησοῦν, ὅτι κἂν ἁγιάζηται, ἀλλ᾽ οὖν καὶ οὕτως ἔχει τὸ κατ᾽ οὐσίαν ἀναλλοίωτον Θεὸς γάρ. Σημείωσαι δὲ ὅτι τὴν οἰκείαν οἶδεν ἀρχὴν ἐκ τῆς θεουργίας αὐτοῦ. [] Σεραφίμ περιίστησι. Σημείωσαι, διὰ τί τῷ θείῳ μύρῳ περιίστανται τὰ ἐξαπτέρυγα. ἀπαράλλακτον δὲ εἶπεν ἢ ὡς πρὸς τὸ κατὰ πάντα τῆς καθ' ἡμᾶς φύσεως ὁμοιωθῆναι ἡμῖν χωρὶς ἁμαρτίας· ἡ ὡς μὴ ὑπομείναντα παραλλαγήν, ἢ τροπῆς ἀποσκίασμα κατά τὴν θεότητα, ἐν τῷ προσλαβεῖν τὸ ἀνθρώπινον. Ση μείωσαι δὲ τὴν ὁλικὴν ἐνανθρώπησιν, διὰ τοὺς ἄνουν αὐτὸν λέγοντας. [ε] Τὸν ἁγιαζόμενον. Μᾶλλον τότε οὕτως ἐφέρετο ἐν τῇ πρὸς Ἑβραίους· Ο τε γὰρ ἁγιάζων καὶ ὁ ἁγιαζόμενος. Τὸ μύρον. Διὰ τί σταυροειδῶς τὸ μύρον ἐν τῷ βαπτιστηρίῳ ἐκχεῖται. Υπ' όψιν ἄγει. Αντὶ τοῦ φανερῶς κηρύττει. Θεογενεσίας καταδεόμενον. Ανέστη γὰρ τριή μέρος, μὴ κρατηθεὶς ὑπὸ τοῦ θανάτου. Ακρατήτῳ. ᾿Ανέστη γὰρ τριήμερος μή κρατηθείς. Τοὺς εἰς τὸν θάνατον. "Εστι γὰρ ἀπόκρυφος ἡ αἰτιολογία τοῖς πολλοῖς τοῦ μυστηρίου, διὰ τί τὸ εἰς Χριστὸν βάπτισμα, ότιπερ εἰς τὸν θάνατον αὐτοῦ βα πτιζόμεθα. § ΧΙ. Ανθρωποπρεπώς. Σημείωσαι καὶ ἐντεῦθεν, ὁ Χριστὸς, καὶ ὡς ἄνθρωπος, δέχεται τὸ Πνεῦμα τὸ ἅγιον ἁγιαζόμενος· καὶ ὡς Θεὸς, δίδωσιν αὐτό. Ση μείωσαι καὶ τὸ τῆς οὐσιώδους θεότητος, καὶ ὅτι ἀναλλοίωτος ἔμεινεν. "Απαράλ Βλακτον, Εξει τὸ θειότατον. Εἰ, ἐπὶ τῶν ἀγγέλων οὐσιώδεις ἕξεις ἀκούοντες, οὐ ποιότητας ἔξωθεν κατὰ συμ βεβηκὸς ἐπιγινομένας νοοῦμεν, ὡς καὶ πρὸ ὀλίγου εί ρηται, καὶ ἐν τῷ Περὶ τῆς οὐρανίας ιεραρχίας λόγῳ κεφαλαίῳ ἑβδόμῳ διεσαφήσαμεν πολλῷ μᾶλ λον ἐπὶ τοῦ καὶ ὑπὲρ οὐσίαν κυρίως ὄντος Θεοῦ τὴν ἕξιν οὐ ποιότητα δεξόμεθα, τὴν ἐπὶ τοῖς συνθέτοις συμβαίνουσαν, ἀλλ᾽ ἕξιν οὐσιώδους θεότητος, την φυ σικῶς ἔχουσαν ἐξ αὐτῆς τὰ τῆς ἀγαθότητος ἅπαντα. Τέως δὲ σημαίνει, ὅτι καὶ ἡ θεότης οὐκ αὐτοουσία ἐστὶ τοῦ Θεοῦ, ἀλλὰ τῆς οὐσίας· δόξα. § ΧΙΙ. Θυσιαστηρίου. Ότι καὶ τὸ θυσιαστήριον μύρῳ τελειοῦται, καὶ διὰ τί ν 20 γρ. καταδυόμενον.

Chapter VCaput V

col. 159–160page 23 of 35
PG 4:159Θυσιαστήριον Ἰησοῦς. Οτι Ἰησοῦς ἐστι το θυ σιαστήριον· καὶ σημείωσαι τὸ μέγεθος καὶ τὸ ὕψος τοῦ τοιούτου θυσιαστηρίου, ὅπερ ἐστὶν ὁ Χριστός. Μυστικῶς ὁλοκαντούμενοι. Το τέλος αινίττεται τοῦ πεντηκοστοῦ ψαλμοῦ. Μύρου τελετήν. "Οτι μύρου τελετὴ ἐκλήθη. καὶ διὰ τι. Θεουργικῶς ἅπαντα. Ο φησι τοῦτό ἐστι· Πά σης θείας θεοφανείας οι καὶ ἐργασίας διὰ συμβόλων δεικνυμένης, ἀκόλουθον τοῦ ἀλληλούϊα τοῦ τῶν προ φητῶν μέλους τὸ σύμβολον, θεωρῆσαι τί δηλοί. Φασὶν οἱ τὰ ῾Εβραίων. Σημείωσαι κατά κεφά λων. Θεοφανείας. Ποιος λέγεται ψαλμὸς, καὶ δῆλον ὅτι εἷς τῶν ἐπιγεγραμμένων 'Αλληλούια. ΕΙΣ ΤΟ ΚΕΦΑΛ. Ε'. § 1. Αποκληρώσεις. Αποκληρώσεις ταύτας και λεῖ διὰ τὸ ἑκάστην τάξιν ἱερατικὴν ἀφωρισμένως ἔχειν ἱερατείας υπηρεσίας, οἷον ἀποκεκληρωμένας αὐτῇ, ἃς ὑπερβῆναι οὐ δύναται· δῆλον γάρ ἐστι τὸ ἔργον τοῦ διακόνου, καὶ τῶν ἄλλων ὁμοίως. Δυνάμεις δὲ καὶ ἐνεργείας ἐν τούτοις, ἔστι μὲν λαβεῖν ἐπ᾽ ἑνὸς νοήματος, τὸ αὐτὸ δηλούντων· τὴν γὰρ τοῦ καθαίρειν καὶ φωτίζειν διδασκαλικῶς δύναμιν ἔχειν λέγονται οἱ ταῦτα ἐνεργεῖν ἀφιέμενοι· ἔστι δὲ καὶ ἑτέρως διαστείλασθαι, ὡς δυνάμεις μὲν λαβεῖν τὰς πνευματικὰς δωρεὰς καὶ ἀξίας· ἐνεργείας δὲ τὰς λειτουργίας· τὰς γὰρ τελειώσεις, πρόδηλον, ὡς ἐπὶ τῶν και ταστάσεων, ήγουν χειροτονιῶν ἐκληψόμεθα. Καὶ τὴν μέν. Ἐξῆς σαφηνίζει, τίς τε ἡ τριαδική διαίρεσις, καὶ τίς ἡ τριὰς τῶν ὑπερβεβηκυιῶν τάξεων, περὶ ὧν καὶ προεξέθετο ἐν τῷ πρώτῳ κεφαλαίῳ τοῦ παρόντος λόγου. Καὶ σημείωσαι ὅτι ἐπὶ τῆς ἐκκλησιαστικῆς ἱεραρχίας τριαδική διαίρεσίς ἐστι, καὶ ὁποία. Ἡ καθ' ἡμᾶς ἱερὰ εἰς μυστήριον· τοῦτο γὰρ ἡ τελετή παράδοσις διαιρείται εἰς μύ στην, εἰς μυουμέ. τους. § ΙΙ. Ἡ μὲν ἁγιωτάτη. Τίς ἡ ἐν οὐρανοῖς ἱεραρχία καὶ ὅτι τελετή έστι τῆς οὐρανίας ἱεραρχίας, ἡ τοῦ Θεοῦ κατὰ δύναμιν γνῶσις καὶ ἕξις. Μῦσται δὲ ταύ της αἱ περὶ Θεὸν πρῶται τάξεις· τελούμεναι δὲ αἱ μετ᾿ αὐτὰς παρ' αὐτῶν μυούμεναι καὶ διδασκόμεναι τάξεις. Μετ' ἐκείνην. Τίς ἡ κατὰ τοὺς δύο λαούς ἱεραρχία. Τὴν κατὰ νόμον. Περὶ τῆς κατὰ νόμον ἱεραρχίας. Οὐκ εὐδιάκριτον. Σημείωσαι, ὅτι οὐκ εὔληπτον λέγει καὶ εὐδιάκριτον τὴν τῶν νομικών διατάξεων θεωρίαν καὶ ἀλληγορίαν. Ταύτῃ δὲ τῇ κατὰ νόμον. Τίς ἡ τελετή 8 τῶν ἐ νόμῳ. Μύστου καὶ ἡγεμόνος. Μωσέως δηλαδή. οι ἐπιφανείας, 21 ή κατά νόμον τελετή.
col. 161–162page 24 of 35
PG 4:161Ἱερογραφῶν τήν. Κατὰ τὸ εἰρημένον· Ορα, ποτήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. Τὴν τελειοτέραν. Περὶ τῆς νέας ιεραρχίας τῆς ἐν Ἐκκλησίᾳ λέγει, ότι κλήρωσίς 88 ἐστι τῶν κατὰ νόμον. Ταῦτα δὲ ὁ ᾿Απόστολος ἐν τῇ πρὸς Ἑβραίους φησὶ, καὶ ὁ Κύριος· Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι. Τῇ μεσότητι. Σημείωσαι, πῶς μέση ἐστὶν οὐρα νίας ἱεραρχίας, καὶ τῆς νομικῆς ἡ ἐκκλησιαστική με ραρχία, καὶ πῶς ταῖς δύο κοινωνεῖ, τῇ μὲν τῷ πνεύ ματι· τῇ δὲ τῷ γράμματι, τουτέστι, τοῖς συμβά λοις. Τὸ τρισσόν. Πῶς ἡ εἰς τρία διαίρεσις τῶν τά ξεων. Θεοειδεῖς τῶν ἱερῶν. Τουτέστιν, εἰς ἱερὰν γνῶ σιν, καὶ διδασκάλους, καὶ διδασκομένους. Τῶν καθ' ἡμᾶς. Τῶν ἀγγέλων. Διαιρεῖται ἡ τῶν τελετῶν ἱερουργία εἰς κάμύησιν, θαρσιν, τελείωσιν. θεοειδεῖς τῶν ἱερῶν. εἰς τελείωσιν Ἡ τῶν ἱερουργών διακόσμησις εἰς φωταγωγίαν τῶν και των φωτισθέν θαρθέντων, των. εἰς κάθαρσιν τῶν ἀτελέστων, Ἡ τῶν τελουμένων δύναμις εἰς καθαιρομένους, εἰς φωτιζοεἰς τελειουμένους, μένους. § ΙΙΙ. Δύναμιν τὴν ἱεράν. Ἐν τούτοις σκόπησον εὐκρινῶς δεικνυμένην τὴν τριαδικήν τῆς ἱεραρχίας διαίρεσιν. Ἡ δὲ τῶν ἱερουργών. Περὶ τῶν τελούντων. Αποκαθαίρει. Τί ἐστιν ἀποκαθαίρειν ", καὶ τί τὸ φωτίζειν, καὶ τί τὸ τελειοῦν, εἶπεν ἐν τῷ Περὶ τῆς ἐν οὐρανοῖς 3 ιεραρχίας κεφαλαίω γ' περὶ τὸ τέλος, καὶ ὧδε προϊών [ἐρεῖ· αὕτη δὲ ἡ τριάς]. Τελειώσεσιν. Πρώτην τὸ καθαίρειν τοὺς ἀτελέστους· μέσην καθ᾽ ἣν ἄλλους μυοῦσιν· ἐσχάτην δὲ τὸ τελειωθῆναι μόνον. Η πρώτη μέν. Ἀντὶ τοῦ ἡ τριὰς τῶν ὑποβεβηκυιῶν τάξεων. Η τρισσή. Τίς ἡ τρισσή δύναμις τῶν ἱερέων. Συνάξεως. ᾿Απὸ κοινοῦ τὸ, ἀποδειχθείσης. Νῦν δὲ τήν. Ἐκ γὰρ τῶν θείων Γραφών καθαιρόμεθα καὶ ἐλλαμπόμεθα πρὸς τὴν ἱερὰν θεογενεσίαν ἐκ τῆς συνάξεως δὲ καὶ τῆς τοῦ μύρου τελετῆς ἐπι στημόνως τελειούμεθα. Σημείωσαι καὶ ἐνταῦθα ὁμοίως δηλουμένην τὴν τριαδικὴν διαίρεσιν. [Περὶ τάξεων, ἤτοι περὶ τῶν ἱερατικῶν τελειώσεων.] Διαιρεῖται ἡ ἱερατική διακόσμησις εἰς καθαρτικήν, φωτιστικὴν, τελειωτικήν. ἀποδειχθείσης, Η πλήρωσης Οι καθαίρειν. 10 οὐρανίας.
col. 163–164page 25 of 35
PG 4:163"Η οὐχὶ καὶ τὰς αἰσθητάς. Ὡς ἐπὶ τῆς ἐστί τὸ τοῖς. θέλου δεχομένης τὸν ἥλιον, ὅπερ καὶ ἀνωτέρω εἶπε καὶ οἷον ἐπὶ τοῦ πυρὸς ἢ τοῦ φωτὸς ἔστιν ἰδεῖν, τοῦ μὲν διὰ τῶν ἀραιῶν καὶ διαφανῶν σωμάτων κατα λάμποντος καὶ τὰ παχύτερα καὶ ἀλαμπῆ· τοῦ δὲ πυρὸς διὰ τῆς εὐκαταπρήστου ὕλης, καὶ τὰς ἀνεπιτηδείους πρὸς μετουσίαν αὐτοῦ ἐκπυροῦντος φύσεις. Ελλάμπει. Ἡ ἐνέργεια τοῦ ἱεράρχου δηλονότι. Τούτων οὖν ἐστι. Κατὰ κοινοῦ ληπτέον τὸ ἐστί προσυπακούεται γὰρ ἐπὶ ὅλων τῶν ἐν τῷ τόπῳ. Θεοπτικῶν, τὸ τοῖς. Σημείωσαι, ὅτι θεοπτικῶς ὁ ἱεράρχης πρῶτον ἐλλάμπεται· εἶτα μεταδίδωσι τοῖς ὑπ' αὐτόν· εἶτα τελειοί τούτους, οἷς μεταδίδωσι τῆς ἐλλάμψεως. Πρώτη μέν ἐστι. Σημειωτέον, πῶς ἡ αὐτὴ Ολότητα ἁγιστείαν. ἑνιαίως. πρώτη καὶ ἐσχάτη τάξις. Ἡ δὲ τῆς ἱεραρχικῆς. Περὶ τῆς τῶν τάξεων δυ νάμεως. Οὕτω δὲ χρὴ νοῆσαι τὰ προκείμενα, ὅτι πάντα μὲν τὰ ἱερατικῶς τελούμενα, εἰς τὸν ἱεράρχην τὴν ἀναφορὰν ἔχει, ὡς αὐτοῦ διὰ τῶν [ὑπ'] αὐτ τοῦ ταγμάτων ταῦτα ἐνεργοῦντος, οἷς καὶ παρέσχε τὴν δύναμιν τοῦ ταῦτα ἐνεργεῖν· ὅμως ἐν ἐξαιρέτῳ τῷ ἱεράρχῃ πρὸς αὐτουργίαν, καὶ οὐ διὰ τῆς ἑτέρων ὑπουργίας ἀποκεκλήρωται ὁ τοῦ μύρου ἁγιασμός, καὶ ἡ τοῦ θυσιαστηρίου καθιέρωσις, καὶ ἡ τῶν ἱερα τικών χειροτονία· ἅτινα καὶ τελεσιουργούς εἰκόνας τῆς θείας δυνάμεως ἀπεκάλεσεν· ὁλότητα δέ φησι πάσας τὰς τάξεις, ὡς εὐθὺς ἐπεξηγεῖται. Αὗται δέ εἰσι. Τουτέστιν αἱ τελειοῦσαι τὸν ἅγιον ἄρτον εἰς σῶμα Χριστοῦ, καὶ τὸ ποτήριον εἰς ἅγιον αἷμα, καὶ τὸ ὕδωρ εἰς ἁγίαν κάθαρσιν, καὶ τὸν ἀφώ τιστον εἰς υἱοθεσίαν· [καὶ] πάντα τὰ λοιπὰ ὁμοίως. Εἰ γὰρ καὶ πρὸς τῶν ἱερῶν. Σημείωσαι, ὅτι καὶ ἁγιάται, καὶ τελειῶσαι τὸ μύρον, οὐκ ἔστι πρεσβυτέρων, οὓς καὶ ἱερεῖς καλεῖ· ἀλλ᾽ οὔτε θυσιαστήριον τελειῶσαι, ἵνα καὶ προσενέγκῃ ἐπ' αὐτοῦ· οὔτε μὲν χειροτονῆσαι. Ταῦτα γὰρ μόνος ὁ ἱεράρχης ποιεῖ 8, ὧν ἐκτὸς ὁ πρεσβύτερος, οὔτε βαπτίσει, ούτε προσο οἴσει, ἀλλ᾽ εἰς τὰ προτελεσθέντα ὑπὸ τοῦ ἐπισκόπου ἱερουργήσει. Αγιστείαν. Ητοι χειροτονίαν. Ενιαίως. Μονομερώς. Τὰς ἐπιστήμας. Ὅτι ἡ διδασκαλικὴ τῶν μυστηρίων δύναμις τοῖς ἱεράρχαις ἁρμόζει. § Ἡ δὲ τῶν ἱερέων. Τίς ἡ τῶν ἱερέων τάξις, ἤγουν τῶν πρεσβυτέρων. Αὐτὴ δρᾷ. Ἡ τῶν ἱερέων τάξις δηλονότι. Ἡ δὲ τῶν λειτουργών. Τίς ἡ τῶν λειτουργῶν τάξις, τουτέστι τῶν διακόνων. Αποκαθαίρει. Πῶς ἀποκαθαίρουσιν οἱ διάκονοι. "Οθεν ἐπὶ τῆς ἱερᾶς. Θεωρία τῆς καθάρσεως. Σημείωσαι δὲ, ὅτι τῶν διακόνων ἐστὶ τὸ ἀποδύειν καὶ 36 ποιήσει.
col. 165–166page 26 of 35
PG 4:165ὑπολύειν τοὺς βαπτιζομένους, καὶ πρὸς δυσμὰς ἱστᾷν, καὶ αὖθις πρὸς ἀνατολὴν μετάγειν. Διὸ καὶ ταῖς ἱεραῖς. Σημείωσαι, ὅτι οἱ διάκονοι τότε τὰς θύρας εἶχον· νῦν δὲ οἱ ὑποδιάκονοι. $ Δέδεικται τοίνυν. Ανακεφαλαίωσις. Δηλαδὴ τῆς ἱεραρχικῆς. Ὅτι ὁ ἐπίσκοπος καὶ τὰ τῶν ὑφειμένων ποιεῖ, καὶ οἱ πρῶτοι τὰ τῶν δευτέρων καὶ τῶν μετ᾿ αὐτοὺς ποιοῦσιν· οὐκ ἀνάπαλιν δὲ, οἱ δεύτεροι τὰ τῶν πρώτων. Εγχειρεῖν ἀλαζονείαν. Ὅτι ἕκαστον χρὴ μὴ και τα τολμῶν τῶν μειζόνων. Εικόνες αἱ ἱερατικαί. Τίνος τύποι αἱ ἱερατικαὶ τάξεις, τὰ παρὰ τοῦ Θεοῦ περὶ τοὺς ἀνθρώπους ενερ γοῦσαι. Επειδή γάρ. Περὶ τῶν οὐρανίων ε' τάξεων, πῶς ὑπὸ Θεοῦ ἱερουργοῦνται 10. ΙΙ. Ο μὲν ἱεράρχης. Χειροτονία ἐπισκόπου, πρεσβυτέρου καὶ διακόνου. ᾿Αμφω τώ πόδε. Νῦν ἑτέρως ἐπιτελεῖται. Ενα τῶν ποδῶν. "Αδηλον δὲ ποῖον πόδα φησί. Καθ' ἕκαστον. Σημείωσαι, ὅτι χρὴ πάντας τοὺς ἐν τῷ ἱερατείῳ τὸν χειροτονούμενον ἀσπάζεσθαι. ΠΙ. § 1. Ανάρρησις Ιερά. Ανάρρησις οιονεί κή ρυξις ἐξ ὀνόματος· σφραγίζων γὰρ αὐτὸν ὁ χειρο τινῶν ἀρχιερεὺς, ἐξ ὀνόματος φάσκει· Σφραγίζεται ὁ δεῖνα ἀπὸ πρεσβυτέρου εἰς ἐπίσκοπον ἐν ὀνόματι Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος ομοίως καὶ ἐπὶ πρεσβυτέρου καὶ διακόνου. Υπόπτωσις. Ὑπόπτωσις ή γονυκλισία· ἀνάῤῥη Ανάρρησις. ὑπόπτωσις. ἀνάρ σις δὲ, ὅπερ νῦν καλοῦσιν ἐπικήρυξιν ἢ ἀνακήρυξιν. Ο ῥησις Ἡ ἀνάρρησις. Ἡ ἐπὶ τῶν χειροτονιῶν ἀνακήρυξις, οἷον ἐπὶ τῆς τοῦ ἐπισκόπου· Ὑπὲρ τοῦ ἁγίου πατρὸς ἐπισκόπου τοῦδε. Ἐπὶ δὲ πρεσβυτέρου Ὑπὲρ τοῦδε πρεσβυτέρου. Ἐπὶ δὲ διακόνου· Ὑπὲρ τοῦ ἀδελφοῦ ἡμῶν τοῦδε διακόνου. Τόδε ἀναρξη σίν φησιν ὅταν ἐν αὐτῷ τῷ χειροτονεῖν κηρύττῃ Τον χειροτονούμενον ἡ θεία χάρις προχειρίζεται τόνδε εἰς τόνδε. Η μὲν οὖν. Θεωρία. Εἰς τὴν ἀνδρικήν. Σημείωσαι τὴν ἀνδρικὴν ζωὴν τοῦ Ἰησοῦ, καὶ θεαρχικὴν ἀναμαρτησίαν. Ανάρρησιν. Τις ἡ ἀνάρρησις. Οὐδὲ ἀδελφόν. Ὡραῖον, καὶ πάνυ ἀναγκαῖον, καὶ σφαλές, ὅτι οὐδὲ ἀδελφὸν χωρὶς Θεοῦ ἐποίει τις. Ἱεροτελεστής. Ὡς ἄνθρωπος, καὶ ἀρχιερεὺς γέ γονεν ὁ Χριστός. Σημείωσαι τοῦτο κατὰ ᾿Ακεφάλων καὶ Νεστοριανῶν. Διὸ καὶ αὐτός. Σημείωσαι πότε ἐχειροτονήθησαν ἱερεῖς οἱ μαθηταὶ, καὶ ὅτι Ἰησοῦς, καίτοι Θεὸς ὢν, αὐτὸς οὐκ ἐχειροτόνησεν, ἀλλ' ἐπηγγείλατο πέμπειν ἀπὸ τοῦ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον, ὅτε ὡς πύριναι γλῶσσαι ἐφάνησαν αὐτοῖς. * καὶ ἀνθρωπίνων. 8 ἱεραρχοῦνται.

Chapter VICaput VI

col. 167–168page 27 of 35
PG 4:167υπάρχοντα, Ἱερολογιών. Τῶν ἱεροτελεστῶν. Τελετάρχην. Τὸν Κύριον κατὰ τὴν θεότητα καλεῖ. Ὁ τῶν μαθητῶν. Ὁ ἅγιος Πέτρος δηλονότι μετὰ τῶν λοιπῶν, ὅτε τὸν Ματθίαν προχειρίσατο εἰς ἀπό στόλον. Περὶ δὲ τοῦ θείου. Σημείωσαι τί φησι περὶ τοῦ κλήρου τοῦ πεσόντος ἐπὶ Ματθίαν, καὶ τί νοεῖ τοῦ του. Δοκεῖ γάρ μοι τὰ λόγια. Τὸ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων λόγιον περὶ τούτων ἐν μὲν ἐνίοις βιβλίοις εὗρον οὕτως ἔχον· Καὶ ἔδωκαν κλήρους αὐτοῖς· ἐν δέ τισι· Καὶ ἔδωκαν κλήρους αὐτῶν. Τὸ μὲν οὖν αὐτοῖς συναγωνίζεται τῷ νῦν εἰρημένῳ ὑπὸ τοῦ θείου Διονυσίου, ὡς τοῦ κλήρου σύμβολόν τι δηλοῦντος, ἐξ ἀποκαλύψεως ἴσως ἢ ἐνεργήματος τοῦ ἁγίου Πνεύ ματος, πίπτοντος ἐπὶ τὸν κληρούμενον· ὅθεν καὶ πε ρὶ τοῦ Ἰσχαριώτου φησὶν ὁ μέγιστος Πέτρος, ὅτι Ελαχε σὺν ἡμῖν τὸν κλῆρον τῆς διακονίας ταύ της καίτοι συνήθης ἡμῖν κλῆρος οὐκ ἦν ἐπὶ τῶν ἀποστόλων γεγονώς ὑπὲρ Κυρίου τοῦ ἐκλεξαμένου αὐτούς. Ὁ δὲ ἱεράρχης. Περὶ τοῦ ἐπισκόπου, διὰ τί ἐπι τίθεται μόνῳ αὐτῷ τὰ ἅγια Εὐαγγέλια. Θεουργίας, θεοφανείας. Προσυπακουστέον τὸ ὑπάρχοντα· κατὰ παράλειψιν γὰρ τοῦ ῥήματος πολ λάκις ἡ σύνταξις. Σημείωσαι δὲ πόσων μεταλαμβάνει ὁ ἐπίσκοπος θείων πλεονεκτημάτων. Ἱερολογιῶν. Τουτέστιν ερμηνειών. Τοῖς δὲ ἱερεῦσι. Περὶ πρεσβυτέρων. Ἡ μὲν οὖν κλίσις. Τί ἡ κλίσις δηλοί. § Ι. Αἱ τρεῖς τῶν ἱεροτελεστών. Τουτέστιν ἱεραρχῶν, ἱερέων, καὶ λειτουργῶν. Ταῖς τρισὶ τῶν τελουμένων. Τουτέστι τῶν και θαιρομένων, τῶν φωτιζομένων, καὶ τῶν θεωρητικῶς τελουμένων. Η λειτουργική τάξις. Περὶ διακόνου ένα πόδα κλίνοντος. Οἱ δὲ ἱερεῖς. Τί τὸ τοὺς δύο πόδας κλίνειν τοὺς πρεσβυτέρους. Αμφω τώ πόδε. Τί τὸ τοὺς δύο πόδας κλίνειν τὸν ἱεράρχην, καὶ διὰ τί αἱ Γραφαὶ ἐπιτίθενται τῇ κεφαλῇ αὐτοῦ 30. ΕΙΣ ΤΟ ΚΕΦΑΛ. Γ'. 1. Τριάδα των τελουμένων. "Οτι τρεῖς αἱ τελούμεναι τάξεις. § 1. Λέγομεν τοίνυν. Τίνες οι καθαιρόμενοι, καὶ πῶς. Αποδιαστελλόμεναι πληθύες. Τουτέστιν οἱ κατηχούμενοι, οἱ ἐν μετανοίᾳ, καὶ ἐνοχλούμενοι. Δια φορὰν δὲ εἰσηγεῖται τῶν ἐν μετανοίᾳ ἐν τοῖς ἑξῆς. * ἐπάνω τῆς κεφαλῆς αὐτοῦ.
col. 169–170page 28 of 35
PG 4:169Τῆς δὲ, ὡς. Τῶν ἐν μετανοίᾳ μετὰ τὸ βάπτισμα ἁμαρτανόντων. Τῆς δὲ, ὡς ἔτι. Τῶν χειμαζομένων καὶ ἐνεργουμένων. Τῆς δὲ, ὡς ἔτι πρός. Τῶν ἀπὸ αἱρέσεων, ἢ ἀσελ γειῶν. Τῆς δὲ, ὡς μεταχθείσης. Τῶν μὴ τελείως ἐξ ἀσελγείας επιστρεψάντων εἰς ἁγιασμὸν, ἢ τῶν κατηχουμένων. § ΙΙ. Μέση δὲ τάξις. Ὁ πιστὸς λαός. Η καθαρθείσα πάσης. Την πᾶσαν κάθαρσιν τοῦ λαοῦ. Αἱ καθαιρόμεναι τάξεις διαιροῦνται Εἰς τοὺς ἐκβαλλομένους τῶν ἱερῶν, Εἰς τὸν πιστὸν λαὸν, Εἰς μοναχούς, ἤτοι θεραπευτάς. Τὴν τοῦ ἱεροῦ λαοῦ. Σημείωσαι ὅτι μέσην τά ξιν τὸν ἱερὸν λαὸν ἀποκαλεῖ, ήγουν τοὺς ἐν λαϊκῷ τάγματι τὸ ὁλόκληρον ἤτοι τὸ ἀνεπιτίμητον ἔχοντας τοὺς δὲ μοναχούς, ἤτοι τοὺς θεραπευτάς, τὴν πασῶν υψηλοτέραν. § ΙΙΙ. Ἡ τῶν μοναχῶν. Μέτρα μοναχικῆς κατα στάσεως. Οἱ μὲν, θεραπευτάς. Διὰ τί οἱ μοναχοί, θεραπευταὶ ἐκλήθησαν. Καὶ ἐνιαίας. Τί [ μονας ] ἀμέριστος καὶ ἑνιαία ζωή. Τῶν διαρετῶν ἱεραῖς. Διαιρετά φησι τὰ βι τικά. Θεσειδή μονάδα. Πῶς τελειοῦται “ο ὁ μονάζων, καὶ διὰ τί ἰδικὴν τελείωσιν καὶ ἐπίκλησιν καὶ κατάστασιν ἔχει ὁ μοναχός. ΙΙ. Ὁ μὲν ἱερεύς. Σημείωσαι ὅτι, ὁ μὲν ἱερεύς φησι, καὶ οὐχ ὁ ἱεράρχης, καὶ ὅτι κατὰ τοῦτον τοῦ Πατρὸς τὸν λόγον, οὐ δεῖ σχῆμα μοναχοῦ ἐπίσκοπον διδόναι, ἀλλὰ μόνον πρεσδύτερον. Ταῖς διαιρεταῖς. Ταῖς βιωτικαῖς καὶ πολυσχιδέσιν, οἷον ἐμπορίαις φημὶ, καὶ τοῖς ἄλλοις συναλλάγμασι. Φαντασίαις δὲ, τουτέστι ταῖς κατὰ διάνοιαν. ἐπιθυμίαις καὶ τῶν παθῶν ἀνατυπώσεσιν. Αποκείρει. Πῶς κείρεται ὁ μοναχός. Τὴν τρισσήν. Σημείωσαι δὲ τὴν τρισσὴν ὑπό στασιν. 111. § 1. [α] Μοναχικὴν τάξιν. Δια τί λέγεται μου ναχὸς, καὶ τίς ή μοναχική κατάστασις καὶ ἐπιτήδευσις. § ΙΙ. Αποταγή. Τίς ἡ ἀποταγή. [β] Διὸ καὶ πολλά. Σημείωσαι κατὰ Λαμπετιανῶν, ἤτοι Μεσσαλιανῶν ἢ Αδελφιανῶν, ταὐτὸν δὲ εἰπεῖν Μαρκιανιστῶν· οἵτινες, τριετίαν μόνον ἄκρως ἀσκή σαντες, μετὰ ταῦτα ἐπὶ τοσοῦτον ἀδιαφοροῦσι τὸν λοι πὸν τῆς ἑαυτῶν ζωῆς χρόνον, ὡς πᾶσαν ἀτοπίαν πράττειν ἀδεῶς· μοιχείαις γὰρ, καὶ ἀσελγείαις, γαστριμαργίαις, καὶ ἀλληλογαμίαις, καὶ ἀπαξαπλῶς ἐν και τελεῖται. ραπευταί, ἀποταγή.
col. 171–172page 29 of 35
PG 4:171πάσαις ἀσωτίαις ἐγκαλινδούμενοι, τὰ τοιαῦτα πράτ τειν ἀπαθῶς τερατεύονται· καὶ ἀναισθήτως νοσούν. τες τὴν ἐμπάθειαν, καὶ ἀναλγήτως ὑφ' ἑαυτῶν πά σχοντες, καὶ τῶν ἐν αὐτοῖς οἰκούντων δαιμόνων, ὥσ περ οἱ φρενίτιδι κατεχόμενοι νόσῳ, ἀγάλλονται μάλ λον καὶ οὐκ ἀνιῶνται. [γ] Απείρηται. Σημείωσαι ὅτι πολλὰ κωλύεται δ μοναχὸς ποιεῖν, ὧν οἱ λαϊκοὶ τὴν ἐπιτροπὴν καὶ ἐξου σίαν ἔχουσιν· οἷον ὁ γάμος, καὶ τὸ στρατείαι; ἢ ἐμπορίαις ὁμιλεῖν, καὶ ἑτέροις, ἐν οἷς ὁ λαϊκὸς οὐ και τακρίνεται. § ΙΙΙ. Τριχῶν ἀπόκαρσις. Τίς ἡ ἀπόκαρσις. § ιγ. Ἡ δὲ τῆς προτέρας. Τί τὸ μεταλλάσσειν 660 τὴν ἐσθῆτα αὐτοῦ. 8 Ν. Καὶ πάντες. Τί ὁ ἀσπασμός. “Ἐπὶ τὴν θεαρχικήν. Τί τὸ εὐθὺς κοινωνεῖν. Ἐπὶ τὴν μετάληψιν. Διὰ τί οι χειροτονούμενοι εὐθέως κοινωνοῦσι. Μεταδίδοται πρός. Πάντες γὰρ ὁμοίως μετὰ τὴν χειροτονίαν τῶν θείων ἀξιοῦνται μυστηρίων, ὅπερ ἐμφαίνει τὴν πρὸς Θεὸν οἰκειότητά τε καὶ ἔνωσιν. Τελεται, κάθαρσις. Τί αἱ τελεταί δηλοῦσε. Τάξις. Ἰδοὺ καὶ ἐνταῦθα σαφέστερον ἐδίδαξεν ὁ Πατὴρ, τίνες αἱ ὑπερβεβηκυῖαι τάξεις, ὧν ἀνωτέρω ἐμνήσθη. § Αλλ' ἐρεῖς ὅτι. [καὶ] ὅτι οὐκ ἔστιν ἐν οὐ ρανῷ καθαιρόμενος· καὶ περὶ ἀγγέλων. Ἔστι τις οὐρανία. Σημείωσαι ὅτι οὐδεμία λώβη τυγχάνει ἔν τινι τῶν οὐρανίων δυνάμεων, ὦ δοξάζει Ωριγένης, καὶ οἱ τὰ τούτου φρονοῦντες, φάσκοντες, ὅτι κατὰ τὴν ἀναλογίαν τῆς παρατροπῆς ἕκαστον τῶν οὐρανίων ταγμάτων τὴν τοιάνδε καὶ ὀνομασίαν καὶ τάξιν ἐκληρώσατο, καὶ σώμασιν ἐνεδέθησαν λεπτοτέ. ροις, εἰς παιδείαν τῆς ἑαυτῶν ἐπὶ τὸ χεῖρον παρατροπῆς· ἀλλὰ πάναγνοί εἰσι δηλονότι καὶ ἀσώματος νόες, ὡς ἐξ ἀρχῆς ἐκτίσθησαν· ὅτι δὲ ἀσώματοί εἰσιν αἱ οὐράνιας δυνάμεις, διαφόρως ἔγνως ἐν τοῖς ἔμπροσθεν. "Αλλως. Αλλ' οὐδεὶς αὐτῶν τῶν οὐρανίων νοῶν μετὰ τὴν τῶν δαιμόνων ἀπόπτωσιν ἑάλω ποτέ· τοῦτο γὰρ οὐδὲ παρὰ τῆς θείας Γραφῆς ἔγνωμεν, οὐδέ τις τῶν Θεοσόφων είρηκε Πατέρων. Οὗτος δὲ ὁ ἅγιος κατὰ συγχώρησιν αὐτό φησιν, ὡς ἂν εἴποι τις, ὅτι πάναγνοι μέν εἰσι καὶ ἀλώβητοι, καὶ οὐ δέονται καθάρσεως· πλὴν, εἰ καὶ δοίημεν ἔν τιν λώσῃ σε γενέσθαι αὐτῶν τινα, πάντως εἰς τὰς έναν τίας εχώρει δυνάμεις· ὥστε τὰς λοιπὰς τὸ ἀλώβητον ὡσαύτως ἔχειν, καὶ ὁμοίως μὴ δεῖσθα: καθάρσεως. Καὶ ὅτι τοῦτό ἐστι, σαφῶς ἔδειξεν· εἰπὼν γὰρ πρὸς τὴν ἀντίθεσιν τὴν ἰδίαν γνώμην καὶ ἀληθῆ, ἐπήγαγε τὸ, Εἰ γάρ τις, ἀντὶ τοῦ, εἰ δὲ καί τις δοίη τινὰ παρατραπῆναι, τοῦ χοροῦ τούτων ἐξέπεσεν 48, ὅπερ ἐγὼ μεταβάλλειν καὶ μεταλλάσσειν. ο σε λώβην. “ἐκπέπτωκεν.

Chapter VIICaput VII

col. 173–174page 30 of 35
PG 4:173οὐ λέγω, φησὶν, ἀλλὰ τοὐναντίον, ὅτι πάναγνο: δια μένουσιν εἰσαεὶ, ἐπεὶ ἐκπέσοιμι τοῦ καθεστῶτος. Μὴ οὖν τις τῶν Ὀριγένους μυστῶν οἰέσθω τὸ παρὸν ῥητὸν συνηγορεῖν τῇ κακοπίστῳ αὐτοῦ δόξῃ, φάσκων, ὅτι ἀεὶ πτῶσις καὶ ἀνάκλισις, καὶ μετάπτωσις τῶν οὐρανίων γίνεται νοῶν, ὥς φησιν Ωριγένης μὲν ἐν τῷ Περὶ ἀρχῶν πρώτῳ λόγῳ, οὕτως· «Ο τοίνυν λό γος, οἶμαι, δείκνυσι πᾶς, πᾶν ὅ τι ποτὲ λογικὸν, ἀπὸ παντὸς οὗτινοσοῦν λογικοῦ δύνασθαι γενέσθαι·, καὶ μετὰ βραχέα ἐπάγει λέγων· «Μετὰ τὸ ἐπὶ πᾶσι τέλος, πάλιν ἀπόῤῥευσις καὶ κατάπτωσις γίνεται.» Εὐάγριος δὲ ἐν τῷ ἑβδομηκοστῷ ὀγδόῳ τῆς δευτέρας ἑκατοντάδος κεφαλαίῳ οὕτω φησίν· «Εκαστον τάγμα τῶν οὐρανίων δυνάμεων, ἢ ὅλον ἐκ τῶν κάτω, ἢ ὅλον ἐκ τῶν ἄνω, ἢ ἐκ τῶν ἄνω καὶ ἐκ τῶν κάτω συνέστηκε. › Καὶ ἐν τῷ ιθ' τῆς ε' ἑκατοντάδος λέγε: οὕτως Ἐξ ἀγγελικῆς καταστάσεως καὶ ἀρχαγγελικῆς, ψυ χικὴ κατάστασις γίνεται· ἐκ δὲ τῆς ψυχικῆς, δαιμονιώδης καὶ ἀνθρωπίνη· ἐκ δὲ τῆς ἀνθρωπίνης, ἄγγε λοι πάλιν καὶ δαίμονες γίνονται.» Ταῖς ὑφειμέναις. Ποία ἐστὶν ἡ τῶν οὐρανίων κάτ θαρσις καὶ διακόσμησις. Αλλως. Ὅτι κάθαρσις τῶν οὐρανίων δυνάμεων ἐστιν ἡ ἐπὶ τελεωτέραν γνῶσιν ἔλλαμψις· καὶ σημείωσαι ὅτι προκόπτουσιν ἐπὶ γνώ σιν, καὶ ὅτι δαίμονας οὐ λέγουσι καθαίρεσθαι, διὰ τοὺς φάσκοντας καὶ αὐτοὺς ἐν τῇ παρ' αὐτῶν μυθευα μένῃ ἀποκαταστάσει, σώζεσθαι μετὰ τῶν ἁγίων. Οὕτω καὶ φωτιζόμεναι. Σημείωσαι τὰ περὶ τῶν ἀγγέλων, πῶς φωτίζονται, καὶ τελειοῦνται. ΕΙΣ ΤΟ ΚΕΦΑΛ. Ζ'. 1. § 1. Οὕτω καὶ πρός. Ὅτι οὐκ ἐν τοῖς αὐτοῖς τό τοις ἀπάγονται οι τελευτῶντες πάντες· καὶ περὶ ἀνα στάσεως. 'Ολικῆς ἀναστάσεως. Τῆς μετὰ τοῦ σώματος δη λονότι. Αἱ μὲν γάρ. Περὶ δικαίων λέγει. Τὰ δὲ καθαρὰ τῶν. Περὶ ἀναστάσεως σωμάτων. Τῶν δοξαζόντων ἀνάστασιν καὶ κρίσιν, οἱ μὲν μετὰ τῶν αὐτ τῶν σωμάτων ἐγεί ρεσθαι τὴν ψυχήν φασιν, ὡς Χριστιανοί οἱ δὲ δίχα σώμα τος Τῶν κεκοιμημένων, οἱ δὲ μετ' ἄλ λων σωμάτων ξένων, καὶ βίον ἔχειν, οἷον νῦν. οἱ δὲ ἀνίεροι. οἱ μέν εἰσιν ἱεροί Ἐνωθέντα γάρ. Ὅτι ἐνοῦται ταῖς ψυχαῖς τὰ σώ ματα. [ Σημείωσαι δὲ καὶ τὴν ὁλικὴν ἀνάστασιν.] § ΙΙ. Τῶν δὲ ἀνιέρων. Περὶ θανάτου ἁμαρτωλῶν, καὶ τί νομίζουσι μετά θάνατον γίνεσθαι οἱ Ἕλληνες, ὧν τὰς δόξας ἐκτίθεται. Τούτων γὰρ οἱ μὲν ἀλογιστέ τεροι, οὔτε ἀθάνατον τὴν ψυχὴν ὁμολογοῦσιν, ὧν ἐστι καὶ Βίας, οὐχ ὁ Πριηνεύς, ἀλλ᾽ ἕτερός τις· ἀλλὰ θνη τὴν, καὶ λύεσθαι αὐτὴν, ἂν τρόπον καὶ τὸ σῶμα, καὶ εἰς τὸ μὴ εἶναι χωρεῖν· οἱ δὲ δῆθεν αὐτῶν λογικώτεροι, καὶ περὶ ἀθανασίας ψυχῆς φιλοσοφήσαντες, ὡς Πλάτων, καὶ οἱ τοιούτοι, μετὰ θάνατον τὸ μὲν σῶμα
col. 175–176page 31 of 35
PG 4:175οὐκ ἔτι συστήσεσθαί φασιν· ἀλλ' εἰς αἰῶνας οὐχ ὑπου εἰσάπαξ, στρέφειν ἔτι, πρὸς ἦν ἔσχε σύστασιν. Τοῦτο γὰρ ἐστιν ὅ φησιν εἰσάπαξ, ἀντὶ τοῦ· μηκέτι συστησόμενον, ἐπειδὴ ἀνάξιον εἶναί φασι τὸ ὑλικὸν συνδιαιωνίζειν ψυχῇ, τὴν δὲ ψυχὴν μόνον ἀθανάτως ὑπάρχειν. Ταῦτα καὶ αἱρετικοὶ λέγουσι διαφόρως, ὡς οἱ ἀπὸ Σίμωνος τοῦ μάγου, καὶ Μενάνδρου, καὶ Οὐαλεντίνου, καὶ Μαρ κίωνος, καὶ Μάνεντος· καὶ νῦν δὲ οἱ ἀπὸ τῶν αρι γένους προερχόμενοι μύθων, οὐ γὰρ δογμάτων. Καὶ ὁρᾶτε τίσι θέλουσι συναριθμεῖσθαι, καὶ ποίας ἀτόπους δόξας τῇ ἀμωμήτῳ τῶν Χριστιανῶν πίστει προσάπο τουσιν οἱ στυγητοὶ παρὰ Θεῷ καὶ ἀνθρώποις εὖ φρο νοῦσιν ὑπάρχοντες. Οἱ δὲ τὴν σωματικήν. Τουτέστι ψυχῶν μόνων για νεσθαι ἀνάστασιν, σωμάτων χωρίς. Αρθεῖσαν ήδη. “Ο λέγει ὁ ᾿Απόστολος ἀῤῥαβῶνα καὶ ἀπόδειξιν τῆς μετὰ σώματος καθολικῆς ἀναστάσεως τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν γεγενῆσθαι καὶ ὅτι ἐν αὐτῷ νῦν κέκρυπται ἡ ζωὴ ἡμῶν, ἐν τῷ Θεῷ φανερωθησομένη ἐν τῇ παλιγγενεσία. Ψυχαῖς συζυγίας. Αἱρετικοί τινες τότε γεγόνασιν, ὡς οἱ περὶ Σίμωνα τον μάγον καὶ τοὺς σὺν αὐτῷ, οι τινες αιθέριον ἔφασκον, εἴγε καὶ ἄρα ἔσεσθαι σῶμα ταῖς ψυχαῖς. Ιστέον δὲ ὅτι καὶ Ὠριγένης τὸ αὐτό φησιν ἔν τινι τῶν αὐτοῦ συγγραμμάτων· ἐν ἄλλοις δὲ καὶ αὐτὸ παντελῶς ἀπαρνεῖται, πᾶσαν σωματικὴν φύσιν εἰς ἀνυπαρξίαν χωρεῖν δογματίζων. 'Ανάγνωθι Μεθοδίου τοῦ ἁγίου μάρτυρος καὶ Ὀλυμπίου Ἀδριανουπόλεως ἐπισκόπου τῆς Λυκίας τὰ κατ' αὐτοῦ ὑπ' αὐτῶν περὶ ἀναστάσεως γραφέντα, καὶ ᾿Αντιπάτρου τοῦ Βόστρων ἐπισκόπου· καὶ μαθήσῃ τὴν μυθώδη αυ τοῦ καὶ ἀλλόκοτον ληρωδίαν. Καὶ μακαριωτάτην. Ταῦτά φησιν αινιττόμενος, οἶμαι, Παπίαν τὸν Ἱεραπόλεως τῆς κατ' Ασίαν τότε γενόμενον ἐπίσκοπον, καὶ συνακμάσαντα τῷ θείῳ εὐαγγελιστῇ Ἰωάννη. Οὗτος γὰρ ὁ Παπίας ἐν τῷ τετάρτῳ αὐτοῦ βιβλίῳ τῶν Κυριακῶν ἐξηγήσεων τὰς διὰ βρωμάτων εἶπεν ἐν τῇ ἀναστάσει ἀπολαύσεις· εἰς ὅπερ δόγμα μετὰ ταῦτα ἐπίστευσεν 'Απολλινάριος, [καθὼς ἐμφαίνεται ἐν τῷ συγγράμματι αὐτοῦ,] 8 καλοῦσί τινες χιλιονταετηρίδα. Πῶς οὖν Ἀπολλιναρίου τὰ τοῦ ἁγίου Διονυσίου συγγράμματα, κατὰ τούς τινων λήρους, τὰ ἀναιροῦντα Απολλινάριον; Καὶ Εἰρηναῖος δὲ ὁ Λουγδούνου ἐν τῷ Κατὰ αἱρέσεων πέμπτῳ λόγῳ, τὸ αὐτό φησι, καὶ παράγει μάρτυρα τῶν ὑπ' αὐτοῦ εἰρημένων τὸν λεχθέντα Παπίαν. Ὅταν ἐπὶ τὸ τέλος. Φρικτὰ καὶ λίαν φοβερὰ τὰ τῶν ἁμαρτωλῶν τέλη. Ἑτέροις ὀφθαλμοῖς. Ετέρους ὀφθαλμούς φησι τοὺς τοῦ νοῦ, λοιπόν καθαρωτέρου ὄντος, καὶ τὰ εἰς ᾅδου σκοποῦντος, καὶ στρεφομένου εἰς τὴν προσδοκίαν τῆς γεέννης, ἣν οὐ πρότερον πεπιστεύκει· διὸ καὶ δυσανασχετεῖ καὶ ὀδύρεται τὸν θάνατον. ἐννοῶν μή ποτε ἀληθεῖς ὦσιν αἱ κάτω τιμωρίαι· ὥστε καὶ οἱ ἁμαρτωλοὶ ἐν τῷ σώματι ἐγείρονται. 11. Συναγαγών. Περὶ ἱερατικῶν τελευτώντων.
col. 177–178page 32 of 35
PG 4:177Εἰ δὲ τοῖς εὐαγεσι. Περὶ μοναχῶν, δικαίων καὶ λαϊκῶν. Ἐν τοῖς θείοις. Σημείωσαι τί ἀναγινώσκεται καὶ τί ψάλλεται ἐπὶ τῶν κεκοιμημένων μοναχῶν καὶ λαῖ κῶν· ὁμολόγους δὲ καὶ ταὐτοδυνάμους ᾠδας λέγει ταῖς προαναγνωσθείσαις περὶ ἀναστάσεως ἀψευδέσιν ἐπαγγελίαις ᾄδειν τοὺς λειτουργούς. ΙΙΙ. § 1. Ἰησοῦ φωταγωγοῦντος. Ὅτι πρὸς τὸν βίον καὶ οἱ τόποι τῶν κεκοιμημένων. Ὑπὲρ ταύτης τῆς θείας. Ὅτι δικαιοσύνης ἐστὶ τὸ πρὸς τὸν βίον δοῦναι καὶ τὸν τόπον. Εὐχὴν ἱεράν. Διὰ τί ἡ εὐχή. § ΙΙ. Αἱ δὲ τῶν θεαρχικῶν. Διὰ τί ᾠδαὶ καὶ ἀναγνώσματα. Σημείωσαι δὲ ὁποία ἦν ἡ ἐπὶ τοῖς κεκοιμημένοις παλαιὰ ἀκολουθία καὶ τάξις. Σκόπει δὲ, ὅτι νῦν. Ὅτι ἐπὶ τοῖς τελευτῶσιν, οὔτε οἱ ἐνεργούμενοι, οὔτε οἱ ἐν μετανοίᾳ ἐξίασιν, ἀλλὰ μόνοι οἱ κατηχούμενοι· καὶ διὰ τί. Οι κατηχούμενοι. Οὐδὲν μὲν μικρὸν ἐν τοῖς καθ' ἡμᾶς μυστηρίοις, ἀλλὰ πάντα μεγάλα· αὐτὰ μέντοι, πρὸς ἄλληλα συγκρινόμενα, διαφορὰν ἕξουσι πρὸς μετ γαλειότητα. Τῶν γὰρ δρωμένων ἐπὶ “τοῖς τελευτῶσι μέγιστα καὶ ἀπαράβλητα τὰ τῶν θείων λουτρῶν καὶ φωτισμάτων καὶ μεταλήψεων μυστήρια· διὸ καὶ μι κρὰ τὰ ἐπὶ τοῖς κεκοιμημένοις ὠνόμασε· πλὴν οὐδὲ τούτων ἄξιοι οἱ ἔτι κατηχούμενοι. Βλαβήσονται γάρ. Ταῦτα ἀκολουθεῖ τοῖς ἐν τῇ πρὸς Κορινθίους πρώτῃ ειρημένοις παρὰ τοῦ ᾿Απο στόλου περὶ τῶν ἀναξίως κοινωνούντων· ὧδε δὲ καὶ περιφρονεῖν αὐτοὺς λέγει τῶν θείων μυστηρίων. § 17. Ἡ μὲν οὖν εὐχή. Σημείωσαι τί εὔχεται. Ανθρωπίνην ἀσθένειαν. Τουτέστι τὰ ψιλὰ τῶν ἁμαρτημάτων. 5 ν. Αναλόγοις σημασίαις. "Αναλόγοις σημα σιαις ἔφη, τουτέστι ταῖς ἡμῖν γνωρίμοις τε καὶ συνή θεσι, καὶ οὐχ ὑπὲρ τὴν ἡμετέραν νόησιν, λέξεσί τε καὶ ὀνομασίαις σημαινόμενα. Τῆς πραγματικῆς αὐτῶν. Τουτέστι καθ' 8 δυνάμεθα νοεῖν, καὶ ἐκ τῶν ἡμῖν γνωρίμων λέξεών τε καὶ ὀνομάτων τὰς ἐκεῖ ἀπολαύσεις ὁ Θεὸς ὠνόμασεν, εἰπὼν, μὴ εἶναι ἐκεῖ λύπην, ἢ νόσον, ἢ πόνον, ἢ στεναγμὸν, ἀλλὰ φῶς εἶναι· πλὴν οὐ τοῦτο τὰ ἐκεῖ ἀγαθὰ, ἀλλ᾽ ὡς ἀληθῶς ἄγνωστα τέως ἡμῖν καὶ ἀκατάληπτα & γὰρ ὀφθαλμὸς οὐκ εἶδε, καὶ τὰ ἑξῆς· ἀλλ' ἐξ ὧν οἴδαμεν, ὑποδείγματα δίδωσι μακαριότητος. Σημείωσαι δὲ, πῶς λαμβάνει τὸ, Εἰς κόλπους ᾽Αβραὰμ καὶ Ισαάκ και Ιακώβ. *Οτου ένεκα. ᾿Απορεῖ περὶ τῆς γινομένης εὐχῆς παρὰ τοῦ ἱεράρχου ἐπὶ τοῖς ἐν ἁμαρτίαις κεκοιμημένοις. Τῶν δικαίων αἱ προσευχαί. Σημείωσαι ὅτι μό τους τοὺς ἀξίους τῶν οἰκτιρμῶν τοῦ Θεοῦ ὠφελοῦσι. ἀναλόγοις σημασίαις. ἀναλόγοις σημα σίαις, Η έν.
col. 179–180page 33 of 35
PG 4:179αἱ τῶν δικαίων προσευχοὶ, εἴτε ζῶντας, εἴτε τελευτήσαντας, οὐ μὴν ἁμαρτωλοὺς καὶ ἀξιοκατακρίτους, καὶ ὧδε καὶ μετὰ θάνατον. ἕξιν ἱεράν. Συλλήπτορα Ἢ τί πρὸς τοῦ Σαμουήλ. Οὔτε γὰρ τὸν Σαούλ κάκιστον ὄντα ὠφέλησεν ὁ Σαμουήλ ευξάμενος, οὔτε τοὺς Ἑβραίους ἁμαρτωλοὺς ὄντας ὁ Μωϋσῆς· εἶπε γὰρ ὁ Κύριος πρὸς αὐτόν· Μὴ προσεύχον περὶ τοῦ λαοῦ τούτου. Ἡλίου τὰ οἰκεῖα. "Ορα μή πού γε νομίσῃς, ὅτι τὸν ἥλιόν φησι δωρεῖσθαι τὰ ἑαυτοῦ φῶτα· πῶς γὰρ ἂν ἄψυχος δωρήσαιτο; προαιρέσεως γὰρ ἡ δωρεά ἀλλὰ κατὰ ἠθοποιίαν οἰονεί τινα τὸ προκείμενον λέ γει. Ωσπερ γὰρ εἴτις ὑπόθοιτο τὸν ἥλιον λέγειν Ἐγὼ τοῖς ἐῤῥωμένοις ὀφθαλμοῖς δίδωμι φῶς· εἶτα ἀσθενῶν τις τὰ ὄμματα εἴποι· Δὸς καμοί· ἔῤῥωμαι γάρ· ἔπειτα δεξάμενος τὴν ἀκτῖνα, καὶ ὁ ἑώρα ἀπ ολέσει· τὸν αὐτὸν τρόπον καὶ ὁ ἁμαρτωλός, αἰτῶν δί καιον εὔξασθαι ὑπὲρ αὐτοῦ, πάσχει· ἀμβλυώττων γὰρ ὁ ἁμαρτωλὸς, καὶ δεχόμενος τῆς τοῦ δικαίου εὐχῆς τὴν ἀκτῖνα, οὐ συγχωρεῖ αὐτὴν τὰ κατὰ φύσιν ἐνερ γεῖν καὶ φωτίζειν· ἀλλὰ σκότος ἑαυτῷ προξενεῖ, τῷ μήτε προσέχειν διὰ καθαροῦ βίου ταῖς τοῦ Θεοῦ δω ρεαῖς, καὶ τῇ ἀποφοιτήσει μέντοι, ήγουν ἀναχωρήσει τῶν φωτιζουσῶν ἐντολῶν τοῦ Θεοῦ· ὁ γὰρ ἁμαρτάνων καταφρονεῖ τοῦ νόμου τοῦ Θεοῦ, καὶ οὐδὲν ὑπὸ δι καίου εὐχῆς ὠφεληθήσεται. "Οτι δὲ τὰ περὶ τοῦ ἡλίου οὕτω νοεῖ, καὶ ἐν τῷ Περὶ θείων ὀνομάτων κεφαλαίῳ δ' σημαίνει. ὠφέλιμοι. Πῶς καὶ πότε ὠφελεῖ δικαίου εὐχὴ ζῶντα μόνον· καί φησιν, ὅτε μετανοοῦντα κατὰ τὸν Απόστολον, Κλαίειν μετὰ κλαιόντων, ὅτε καὶ τὸ λόγιον ἐκεῖνο πληροῦται, Μέγα ισχύει εὐχὴ δικαίου, ενεργουμένη διὰ τῆς μετανοίας τοῦ δεομένου, τῆς εὐχῆς δηλονότι. Ἐὰν γὰρ εἷς οἰκοδομῇ, τουτέστιν ή δίκαιος, καὶ 60 εἷς, οἷον ὁ ἁμαρτάνων, καταστρέφῃ, ἀτέλεστον μένει τὸ ἔργον, ὡς ἔγνωμεν ἐπὶ τοῦ κατὰ τὸν Σαούλ καὶ τὸν Σαμουὴλ ὑποδείγματος. Ἔξιν ἱερὰν ἔχων. Ἔξιν δὲ ἱερὰν ἐνταῦθα τὴν τοῦ οἰκείου βίου πρὸς ἀρετὴν διάθεσιν εἴρηκε. Συλλήπτορα δὲ, ἀντὶ τοῦ βοηθόν. Ὁμιλίαν. Οὐχ ἁπλῶς τοῦ πρὸς θείαν ἡμᾶς ὁμιλίαν χωρεῖν, καὶ δι' ἑαυτῶν αἰτεῖσθαι παρὰ Θεοῦ τὰ κρείττονα καὶ σωτήρια, ἀπείργει ὁ Πατὴρ, εἰδὼς τὸν Από στολον προστάσσοντα αδιαλείπτως προσεύχεσθαι, ἀλλὰ τοῦ, οιήσει τινὰ κρατούμενον ὑπερφρονεῖν τῶν ἁγίων, καὶ ἀντ᾽ οὐδενὸς τίθεσθαι τὰς τούτων εὐχάς. Περὶ δὲ τῆς. Ἔνθεν ἄρχεται λέγειν, ὡς ὠφελεῖ τὸν νεκρὸν ἡ εὐχή. Καὶ σημείωσαι ὅτι καὶ πρὸ αὐτ τοῦ ἐζητήθη τὸ ἄπορον τοῦτο. § Παρορώσης. Ποίας ἡμῶν ἁμαρτίας ὁ Θεὸς παρορᾷ διὰ τῆς τοῦ ἱερέως προσευχῆς καὶ δεή σεως. Αἰτεῖ δὲ αὐτά. Τί αἰτεῖ ὁ ἱερεύς. Τοῖς παροῦσι. Τουτέστι τοῖς δικαίοις καὶ εὐσε Θέσι. οὐ καὶ κλαίοντα, κι ἕτερος δέ
col. 181–182page 34 of 35
PG 4:181Κατὰ θείαν ζωήν. Τουτέστιν ὅσα νομίμως καὶ ἀκολούθως ὁ δίκαιος ἐπίσκοπος αἰτήσει, λήψεται, ἀλλ' ἐπὶ δικαίων· εἴρηται γὰρ τῷ ἁγίῳ Πέτρῳ· Οσα ἂν δήσῃς ἐπὶ τῆς γῆς, καὶ τὰ ἑξῆς· κατὰ μίμησιν δὲ τοῦ ἁγίου Πέτρου εἰσὶν οἱ ἐπίσκοποι, ὡς μετὰ μικρὸν λέγει. Σημείωσαι δὲ μέγεθος ἱεραρχίας καὶ ὕψος καὶ καθαρότητα. Διὸ τοῖς ἀνιέροις. Σημείωσαι ότι ταῦτα τοῖς ἁμαρ τωλοῖς οὐκ ἐπεύχεται. Τελετάρχου. Τουτέστι τοῦ θείου Πνεύματος. Αἰτεῖτε καί. Ἐκ τῆς Ἰακώβου Επιστολῆς τὸ ῥητὸν, διδάσκον ἡμᾶς, ὡς οὐ δεῖ προσεύχεσθαι περὶ κακοῦ τινος προσώπου ἢ πράγματος. Τὰς ἀφοριστικὰς ἔχουσι. Περὶ τῶν ἀκοινωνησιῶν καὶ ἀφορισμῶν τῶν παρὰ τοῦ ἱεράρχου • δυνάμεις γάρ φησι τὰς ἐκ Θεοῦ δεδομένας αὐτοῖς γνωστικὰς δοκι μασίας καὶ κρίσεις, δι' ὧν ἐν ἀφορίζουσι τοὺς ἁμαρ τωλοὺς ἐκ τῶν δικαίων, ἢ τὸ ἔμπαλιν. Αλόγοις ὁρμαῖς. Σημείωσαι ὅτι, ἐὰν παρὰ τὸν σκοπὸν τοῦ Θεοῦ ἀφορίσῃ ὁ ἱεράρχης, οὐχ έπεται αὐτῷ τὸ θεῖον κρῖμα· κατὰ γὰρ θείαν κρίσιν καὶ οὐ διὰ θέλημα ἴδιον ταῦτα ὀφείλει επιφέρειν. Τὸ Πνεῦμα. Σημείωσαι τί παρέσχε τοῖς Αποστολεῖσ τὸ μετὰ τὴν ἀνάστασιν αὐτοῖς δοθὲν ἅγιον Πνεῦμα διὰ τοῦ ἐμφυσήματος τοῦ Κυρίου. Ἑλλαμπομένῳ. Τῷ ἁγίῳ Πέτρῳ. ὓς ἐκείνου καὶ παντός. Πῶς χρὴ λαμβάνειν τὸ τοῦ Εὐαγγελίου ρητόν· Ο ἐὰν δήσῃς, καὶ τὰ ἑξῆς. Καὶ τοῦ ἱεράν. Ἱερὰν θεολογίαν φησὶ τό Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· ἦ σημειωτέον κατά τε Βασιλειανῶν, καὶ Νεστοριανῶν, καὶ Παυλιανιστῶν, καὶ τῶν ὁμοίων. Ὅπως ἄν. Καθώς. Ἱεραρχικώς. Ασφαλέστατα ἐπὶ τούτων εἶπε τὸ Ιεραρχικώς. § Θεογενεσίαν, πρὸ τοῦ. Ὅτι ἐπὶ μὲν τῶν βαπτιζομένων πρῶτον ἐστι τὸ ἅγιον ἔλαιον· ἐπὶ δὲ τῶν κεκοιμημένων τελευταῖον. Καὶ τότε μέν. Διὰ τί ἡ τοῦ ἐλαίου χρίσις ἐπὶ τῶν βαπτιζομένων, καὶ διὰ τί ἐπὶ τῶν κεκοιμημένων. § ΙΧ. Μετὰ τοῦ σφετέρου. "Οτι ἑκάστης ψυχῆς ἴδιον σῶμα ὑπάρχει, μεθ᾽ οὗ καὶ τὰς ἀνταποδόσεις κομίζεται· διὸ καὶ ἑκάτερα μετέχει τῶν ἁγιασμάτων κατὰ κοινοῦ δὲ τὸ ἀμφοῖν δωρεῖται. ότι. Θεαρχικὰς κοινωνίας. Θεία θεσμοθεσία δηλον. Τὸν ὅλον ἄνθρωπον. Σημείωσαι ὅτι ὅλον ἄνθρω τον καλεῖ τὸν ἐκ τῆς νοερᾶς ψυχῆς καὶ σώματος, ὡς δηλοῖ τὸ ἐν καθαρᾷ θεωρίᾳ καὶ ἐπιστήμῃ· καὶ ὅτι ολικήν φησι σωτηρίαν τῆς ψυχῆς καὶ τοῦ σώματος διὰ τοῦτο δὲ ταῦτα δεῖ σημειώσασθαι, ἵνα, ὅταν εἴπῃ ἐν ἑτέροις λόγοις, ὁλικῶς οὐσιωθῆναι τὸν ὑπερού Οπως ἄν. ιεραρχικώς. ω ἀφ' ὧν.
col. 183–184page 35 of 35
PG 4:183στον Ἰησοῦν καθ' ἡμᾶς, νοήσῃς ἐκ ψυχῆς νοεράς καὶ σώματος τὴν ἐνανθρώπησιν. τελεστικὰς ἐπικλήσεις. τελεστικὰς ἐπικλήσεις Εξάγειν. § Χ. Τελεστικὰς ἐπικλήσεις. Τελεστικές επι κλήσεις φησὶ τὰς ἐπὶ τῆς χειροτονίας ευχάς. Ση μείωσαι δὲ διὰ τί ταύτας, ἤτοι τὰς ἁγίας ἐπικλήσεις καὶ τὰς ἐνεργείας εσιώπησεν. Εξάγειν. Δημοσιεύειν. δ § ΧΙ. Παῖδας οὔπω. Σημείωσαι τί φησιν ὁ Πατὴρ περὶ τοῦ τὰ βρέφη βαπτίζεσθαι. Ταῦτα δὲ ὡς ἐρωτήσαντι τῷ ἁγίῳ Τιμοθέω ἔγραψεν, ὡς εἶναι δῆλον, ἔτι καὶ τὰ πρότερα καὶ τοὺς ἄλλους λόγους πρὸς ἐρωτῶντας έγραφε. Τὰς ἱερὰς παραδόσεις. Ὅτι καὶ τότε ἦσαν οἱ σκώπτοντες τὰ μυστικὰ ἡμῶν, ὡς καὶ τὰ περὶ τῶν βαπτιζομένων παίδων, ὧν μὴ δυναμένων λαλῆσαι, οἱ ἐπιστητάς. καθηγεμόσιν. Ο προσφέροντες αὐτοὺς τὰ ἀποτάσσονται ὑπὲρ αὐτῶν, καὶ συντάσσονται [τὰ σύμβολα]· περὶ τοῦ σκώμματος ἀπολογεῖται, προστιθείς, ὅτι οὐ πάντα πᾶσι γνωστά. Σημείωσαι δὲ ὡς καὶ οἱ ἄγγελοι πολλὰ ἀγνοοῦσιν 40. Επιστητάς. Επιστητάς, ήτοι γινωσκομένας. Φασὶ γὰρ ὅπερ. Σημείωσαι πως παρέλαβεν ἐκ τῶν πρὸ αὐτοῦ περὶ τῶν παίδων. Καθηγεμόσιν. Καθηγεμόνας τοὺς ἀποστόλους φη σίν. Ἀγαθῷ τὰ θεῖα. Σημείωσαι τίνι παραδίδοται δ παῖς ὑπὸ τῶν γονέων, ὅταν βαπτισθῇ, ὅτι ἀναδόχῳ μεμυημένῳ τὰ θεῖα πρὸς ἀναγωγὴν ἱεράν. Καθηγεμόνα. Σημείωσαι ὅτι καὶ τὸν ἀνάδοχον καθηγεμόνα καλεί. Γιγνομένην. Τὴν ζωὴν δηλονότι. Η αὐτά. 40 ὅτι ἡμῖν πάντως οὐ πάντα γνωστά.
Page scan enlarged

Notebook

Full View