PG 4Dionysius the Areopagite, pt. 2
Scholia of St. Maximus on the Treatise on the Divine Names
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Chapter ICaput I

col. 185–186page 1 of 115
PG 4:185ΤΟΥ ΑΥΤΟΥ ΜΑΞΙΜΟΥ ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ ΠΕΡΙ ΘΕΙΩΝ ΟΝΟΜΑΤΩΝ. §1. Αρεοπαγίτου. Ὅτι τὰ γνωρίσματα ἅπερ εἶχον Έλληνες ἔτι ὄντες οἱ πάλαι ἅγιοι, καὶ μετὰ τὸ ἐπι στρέψαι πρὸς Χριστὸν ἀνερυθριάστως ἐπέγραφον ἑαυ τοῖς· ἰδοὺ γὰρ Αρεοπαγίτην ἐπωνόμασεν ἑαυτὸν, ὡς καὶ ὁ θεῖος Ἰουστῖνος ἐν τῷ Πρὸς Ἕλληνας λόγῳ, Ιουστίνου φιλοσόφου. Συμπρεσβυτέρω. Ὅτι τὸ τοῦ πρεσβυτέρου όνομα καὶ τὸν ἐπίσκοπον δηλοῖ· ἐπίσκοπος δὲ καὶ ὁ πρεσβύτερος· καὶ τοῦτο δηλοῦται ἐν ταῖς Πράξεσι τῶν ἁγίων ἀποστόλων, ἔνθα ἐν Ἀσίᾳ συντάσσεται ταῖς ἐκκλησίαις αὐτῆς ὁ Παῦλος. ΕΙΣ ΤΟ ΚΕΦΑΛ. Α'. Θεολογικάς. Σημείωσαι ὅτι ἑτέρα πραγματεία πεπόνηται τῷ Πατρὶ οἱονεὶ προεισαγωγή τις καὶ προ θεωρία 50 στοιχειώδης τῶν περὶ Θεοῦ ἐν ταῖς γραφαῖς σποράδην εἰρημένων· ἤτοι ἐπίμνησις ἦν ἧστινος κατὰ ἀκολουθίαν ἡ παροῦσα αὐτῷ πεπραγμάτευται ". Οὐκ ἐν πειθοῖς. Ἡ ἀνθρωπίνη σοφία ἐκ τῶν αἰ σθητῶν τὰς πιθανότητας τῶν ἀποδείξεων ερανίζεται ἡ γὰρ μεγάλη τῶν συλλογισμῶν ἀνάγκη τῆς γεωμετρίας τὰς ἀφορμὰς παραλαμβάνει· ἐπὶ δὲ τῶν ἀσω μάτων, μᾶλλον δὲ καὶ ὑπερασωμάτων, καὶ ὑπὲρ πᾶ σαν οὐσίαν, πῶς ἄν τις λογικῶς ἐπιστήσειεν ἀνερμηνεύτως, εἰ μὴ μόλις τῷ ἀκροτάτῳ ἄνθει τοῦ νοῦ τὴν περὶ Θεοῦ ἁγνωσίαν, ὅ τι ποτέ ἐστι διὰ τῆς εἰλικρινοῦς εὐσεβείας, ἀλαλήτως συννοείν δυνάμενος. Ἐννοῆσαι τι περὶ τῆς ὑπερουσίου. Ὑπερούσιος ( ὁ Θεὸς, ὡς ὑπὲρ πᾶσαν οὐσίαν θεωρούμενος, είτε νοητήν, είτε νοεράν, πολλῷ δὲ μᾶλλον αἰσθητήν. Υπερουσιότητος. Εἰ οὐσία λέγεται παρὰ τὸ εἶ 50 θεωρία, οι ἐπραγματεύθη. οὐσία,
col. 187–188page 2 of 115
PG 4:187οὐκ ἂν λέγοιτο κυρίως οὐσία ἐπὶ Θεοῦ. Πάσης γὰρ οὐσίας ὑπέρκειται· ὁ Θεὸς, οὐδέν τι τῶν ὄντων ῶν, ἀλλ᾽ ὑπὲρ τὰ ὄντα, καὶ ἐξ οὗ τὰ ὄντα· ἡ γὰρ τοῦ μόνου Θεοῦ πᾶσιν ἀπόκρυφος θεότης θεαρχικὴ δύναμίς ἐστιν, ἄρχουσα τῶν λεγομένων θεῶν, εἴτε ἀγγέλων, εἴτε ἁγίων ἀνθρώπων, καθὰ δε καὶ δημιουργός ἐστι τῶν ἐκ μεθέξεων γινομένων θεῶν ἡ τῷ ὄντι ἐξ ἑαυτῆς καὶ αναιτίως αὐτοθεότης σε οὖσα. εἶναι, εἶναι ναι· τὸ δὲ εἶναι παραγωγής τινος ἔννοιαν ὑπογράφει ουσία, Αὐτῇ τὴν ὑπερούσιον. Μόνῃ γὰρ αὐτῇ τῇ θεό τητι τὰ καθ' ἑαυτήν, ώς έχει φύσεως, επιστητά Λογίων ἀκτίς. Καλῶς εἶπεν ἀκτὶς, καὶ οὐχ ἥλιος ὥσπερ γὰρ τῷ ἡλίῳ ἑνατενίσαι οὐ δυνάμεθα, ἀλλ' ἴσως ταῖς περὶ αὐτὸν ἀκτῖσιν, οὕτω Θεὸν αὐτὸν νοῆσαι οὐ χωροῦμεν. Τῇ περὶ τὰ θεῖα σωφροσύνῃ. Οὐ γὰρ κατατολμητέον τα θεολογίας, ἀλλὰ σωφρονοῦντι λογισμῷ με τι τέον τὴν περὶ τὸ θεῖον σέβας ὁσιότητα ", μόνα φθεγ γομένους καὶ πρὸς ἑρμηνείαν ἄγοντας ἐκεῖνα τὰ περὶ τοῦ Θεοῦ κατὰ τὴν Γραφήν χρησμῳδηθέντα, ὡς πρὸ μικροῦ εἶπεν στ Αληθεστάτη θεολογίᾳ. Ορα πῶς ἀληθῆ θεολογίαν καλεῖ τὴν τοῦ θείου Παύλου Γραφήν αὐτὸς γὰρ ἐστιν ὁ λέγων, ὅτι κατὰ τὸ μέτρον τῆς ἑκάστου δυνά μεως ή παρά Θεοῦ χορηγείται σαφῶς ἔλλαμψις ὥσπερ δε καὶ ὁ Κύριος δηλοί λέγων τοῖς τελειοτέροις μαθηταῖς· ὑμῖν δέδοται γνῶναι τα μυστήρια τῆς βασιλείας, ἅτε καὶ νουνεχέστερον προσέχουσι τοῖς θεσπιζομένοις. Οὐ μόνον δὲ τοῦτο περὶ ἀνθρώπων φησὶ διαλέγεσθαι εν ὁ μέγας Διονύσιος, ἀλλὰ καὶ περὶ τῶν ἀγγέλων, οὓς εἴωθεν ὀνομάζειν κατά τινας τῶν τῆς Έξω φιλοσοφίας νέας οἵτινες τῶν ἄνω ταγμάτων νέες εἴρηνται, ὡς τὸ πᾶν νοῦς οὐσιωμένως όντες, [καὶ] πάντα νοοῦντες, ἑνιαίως τὰ ἐκ Θεοῦ ῥέοντα προσεχώς εἰς αὐτούς· ὅθεν καὶ ὅλοι ὅλως κατομματοῦσθαι λέ γονται ἐν τοῖς ἁγιωτάτοις χερουβίμ. Ανακαλύπτεται τὰ θεῖα. Σημείωσαι ὅτι καὶ οἱ ἄγγελοι κατὰ τὴν οἰκείαν ἀναλογίαν τῆς θεογνωσίας ἀξιοῦνται. δ Ἐν σωστικῇ δικαιοσύνῃ. Διὰ τοῦτο, φησὶν, ἐκά στῳ κατὰ τὴν αὐτοῦ δύναμιν ὁ Θεὸς ἀποκαλύπτει, οὐχ ὅτι φθονεῖ τοῦ πλείονος, ἀλλὰ διὰ τὸ σῶσαι τὴν ἐν τῇ μετρήσει τῆς θεογνωσίας δικαιοσύνην· δικαιοσύνης γὰρ ἴδιον τὸ κατ' ἀξίαν ἐπιμετρεῖν ἑκάστῳ· τοι γαροῦν ἀμέτρητος μὲν ἡ περὶ Θεοῦ γνῶσις· ἡμεῖς δὲ μέτρων δεόμεθα· εἰ γὰρ ἀμέτρως ἡμῖν ἀπεκαλύπτετο, οὐκ ἂν ἐσώθημεν, ὡς οὐδὲ σωματικὸς ὀφθαλμὸς ὅλον ήλιον δεχόμενος. 30 τολμητέον. το θειότητα, εν χρησμοδοτηθέντα ὡς πρὸ βραχέος. σε καθό. β το όθεν. δ θεότης. λέγεσθαι. Η γνωστά. πρός.
col. 189–190page 3 of 115
PG 4:189Τὴν ἀμετρίαν θεοπρεπώς. Αμετρίαν νῦν [λέγει] αὐτὸ τὸ θεῖον, καὶ τὴν αὐτοῦ κατὰ τὸ δυνατὸν ἔλ λαμψιν. Ὥσπερ γὰρ ἄληπτα. Τὸ ἀκατάληπτον τῆς περὶ Θεόν οι γνώσεως ἐντεῦθεν παρίσταται· εἰ γὰρ οὐδὲ τὰ ἁπλᾶ καὶ ἀσχημάτιστα, κἂν οὐσίαι τινὲς ὦσι, ταῖς αἰσθήσεσιν ὑποπίπτουσιν, ὡς ἄγγελοι καὶ ψυχαὶ τοῖς σωματικοῖς· πόσῳ μᾶλλον ὑπερέχει ὁ Θεὸς, ὁ μήτε οὐσία, ἀλλ' ὑπὲρ οὐσίαν· μήτε ἁπλοῦς, ἀλλ᾽ ὑπὲρ ἁπλότητα· μήτε νοῦς, ἀλλὰ καὶ ὑπὲρ νοῦν· μήτε ἑνὰς, ἀλλὰ καὶ ὑπὲρ ἐνάδα· καὶ οὔτε ὅρῳ τινὶ περι γραφόμενος, ἀλλ᾽ ἀοριστίᾳ τῶν ὄντων ἀφειμένος; Ακούων οὖν ἐν τῇ Γραφῇ μορφὴν Θεοῦ, καὶ εἶδος, καὶ πρόσωπον, δι' ἀναγωγῆς καὶ ὑπὲρ τὰ σώματα ἀξίως Θεοῦ νόει· ἑνότητα δὲ ἀκούων, μὴ διαφόρων τινῶν πρὸς ἕνωσιν συνδρομήν νοήσῃς· οὐ γὰρ περὶ τοιούτων ὁ λόγος νῦν, ἀλλὰ περὶ Θεοῦ, τοῦ μήτε άρ χῆς ἀριθμῶν ὄντος καὶ ἀσυνθέτου, ἀλλὰ καὶ ὑπὲρ τὰ μονοούσια ήνωμένου. Ενοποιός. Εντεῦθεν μετὰ τὸ ἐξελθεῖν πάντων τῶν ἐν τοῖς οὖσι τὰ περὶ Θεοῦ, λοιπὸν τῷ μέτρῳ τῆς ἡμετέρας γλώσσης ἀκολουθῶν, (οὐ γὰρ ὑπερβῆναι ταύτην δυνατὸν ἡμῖν· ἐξ αὐτῶν δοξάζει τὸν Θεὸν, ἐξ ὧν αὐτὸν ἐξεῖλε· καὶ ἑνάδα φησὶν, ἀλλ' ἐνοποιὸν τῶν ἐνάδων, τουτέστι, δημιουργὸν τῶν ἁπλῶν οὐ σιῶν, οἷον ἀγγέλων καὶ ψυχῶν· καὶ νοῦν ἀνόητον ἀντὶ τοῦ μὴ νοούμενον ὑπό τινος νοῦ· εἰ τε γὰρ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου γινώσκεται, ἐχρῆν [οὖν] εἰ νοῦς ἦν, ὑπὸ τῶν ναῶν νοεῖσθαι. ᾿Αλλὰ τὶς ἔγνω νοῦν Κυ ρίου; οὐκοῦν νοῦς ἐστιν ὑπὲρ νοῦν, καὶ ὄνομά ἐστι τὸ ὑπὲρ πᾶν ὄνομα· καὶ τὸ ὄνομα γάρ μου, φησίν, οὐκ εἶπον αὐτοῖς· διὸ καὶ ἀνώνυμος πᾶσιν. ᾿Αλλὰ καὶ οὐδὲ ὧν ἐστιν· εἰ γὰρ αὐτὸς τὰ ὄντα ἐκ τῶν μὴ ὄντων δημιουργεί, οὐκ ἄρα τῶν ὄντων ἐστὶν, ἀλλ᾽ ὑπὲρ τὰ ὄντα. Ἐὰν δὲ λέγῃ· Ἐγώ εἰμι ὁ ῶν, ἀξίως νόει ἄναρχον καὶ ἀτελεύτητον, ἀλλὰ καὶ ἀνεξερεύνη του. § Π. Ο τι ποτέ ἐστιν ἐπιστήμη. Μόνος γὰρ ὁ θεὸς αὐτὸς τὰ περὶ ἑαυτοῦ ἐπίσταται, ἐπιστητῶς καὶ κυρίως εἰδὼς ἑαυτὸν ὡς ἔστι· τοῖς δὲ ἑξῆς ἅπασιν ἀνεπίγνωστος ὢν κατ' αὐτό, τὸ τί ἐστι καὶ καθ᾽ δ ἐστιν. Οὐδεὶς γὰρ γιγνώσκει τον Πατέρα, εἰ μὴ ὁ Υἱός· καὶ τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ γιγνώσκων γὰρ ὁ Πατὴρ τὴν ἑαυτοῦ προσκυνητὴν εἰκόνα, τουτέστι τὸν Υἱόν, γιγνώσκει [καὶ] ἑαυτόν. Τὸ αὐτὸ καὶ περὶ τοῦ ἁγίου Πνεύματος· Οὐδεὶς γὰρ οἶδε τὰ τοῦ Θεοῦ, εἰ μὴ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ. Πάντα τοίνυν, ὅσα περὶ Θεοῦ θεωρεῖ ὁ μακάριος οὗτος ἀνὴρ, περὶ τῆς σεβασμίας " Τριάδος νοεί. Ἀπειρίαν. Τὸ πεπερασμένον καὶ περιληπτόν ἐστιν εἰκότως, ὑφ' οὗ καὶ πεπέρασται· εἰ δὲ ὁ Θεὸς τῶν ἁπάντων ἐστὶ τόπος, οὐ σωματικῶς, ἀλλὰ δημιουρ ἀνόητον, οι Θεοῦ. σε καί. 8 οὐδέν ἐστιν. σε οὗτος καὶ νοεῖ παρὰ τῆς σεβασμίας.
col. 191–192page 4 of 115
PG 4:191γικῶς· τὸν γὰρ οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὰ πάντα τὸ ἀδυνάτως, αὐτὸς πληροῖ, καὶ ἔξω τούτων ἐστι· δῆλον ὅτι ἀπει ρία ἐστὶ, τουτέστι πέρας οὐκ ἔχουσα δύναμις 6. Οὐ μὴν ἀκοινώνητον. Τουτέστι τὰ πάντα τῆς αὐτοῦ μετέχουσι κοινωνίας καὶ σωτηρίου προνοίας. Τὴν ὑπερούσιον. Πῶς ποτὲ μὲν οὐσίαν τὸ θεῖον καλεῖ, ποτὲ δὲ ὑπερούσιον, ὥσπερ νοῦν ἀνόητον, καὶ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, οὕτω καὶ οὐσίαν ὑπερού στον. Επιβάλλοντας. "Ον γὰρ τὴν κατάληψιν δέδωκεν ἡμῖν ὁ Θεὸς, τούτοις ἐπιβάλλειν προσήκει τὸν ἡμέτερον νοῦν, καὶ μηδὲν πέρα τῆς ἡμετέρας ασθενείας ζητεῖν οἷον, ὅτι ἀγαθός, ὅτι δημιουργός, ὅτι φιλάνθρωπος, καὶ τὰ ἑξῆς· τὸ δέ, τίς ἡ οὐσία τοῦ Θεοῦ, μὴ πολυ πραγμόνει. Αδυνάτως ἀπανθαδιζομένους. Καλῶς τὸ ἀδυνάτως· κἂν γὰρ ἐπιχειρήσειέ τις, οὐκ ἐφικνεῖται μὲν, μόνον δὲ, τὰς νοεράς ὄψεις ἀμαυρούμενος, καὶ τοῦ ὄντος ἐκπίπτει φωτὸς, ὡς ὁ φιλονεικήσας ὅλον ήλιον τῷ σωματικῷ δέξασθαι ὀφθαλμῷ, ὅπερ αἱ θεῖαι καὶ νοηταὶ δυνάμεις αινιττόμεναι, χερουβὶμ καὶ σεραφίμ τὰ πρόσωπα καλύπτουσι, δηλοῦντα μὴ προσερίζειν τῇ ὑπὲρ αὐτοὺς θεωρίᾳ μὴ δεδομένῃ αὐτοῖς. Καὶ τοῦτό ἐστι τό· Θεὸν οὐδεὶς ἑώρακε πώποτε. "Οθεν ο θεό σοφοι δόξαν Θεοῦ, ἀλλ᾽ οὐ Θεὸν ἑωρακέναι φασί. § ΙΙΙ. Τὸ μὲν ὑπὲρ νοῦν. Σαφῶς ἐκ τούτων ἔστι λαβεῖν τὴν ᾿Αρείου καὶ Εὐνομίου μανίαν, οἳ καὶ τεχνο λυγεῖν τὴν ἄῤῥητον καὶ ὑπερούσιον οὐσίαν τοῦ Μονο γενοῦς ἐθάῤῥησαν. [Ὑπὲρ νοῦν γάρ ἐστι τὸ τῆς θεαρχίας, ήγουν τῆς παμβασιλίδος καὶ ἀκατονομάστου οὐσίας τὸ ἀκατάληπτον.] Τῆς θεαρχίας. Θεαρχίαν καλεῖ πανταχοῦ τὴν παμ βασιλίδα Τριάδα διὰ τὸ καὶ τῶν λεγομένων θεῶν ἄρ χειν, ἀγγέλων φημὶ καὶ ἁγίων, ὡς προειρήκαμεν.. Κρύφιον δὲ τὸ περὶ τῆς ἀκατονομάστου ἐκείνης οὐσίας ἀκατάληπτον· ὅπερ μετά μικρόν φησι σώφρονι σιγή, τῆς θεαρχίας. Θεαρ καὶ ἀνωτέρω, ὡς θεμιτὸν αὐτῷ, καὶ ἱεροπρεπώς. Καὶ τὴν ἀγαθοδότιν ἀρχήν. Κατὰ τί ἐστιν ὁ Θεὸς ἀρχὴ πάσης φωτοφανείας, καὶ τίνες αἱ φωτοφάνεια:, καὶ ἀναμορφώσεις. Ανάστασις. Τοῦτό ἐστιν ὁ λέγει Συμεών, ὅτε τὸν Χριστὸν εἶδεν· Οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνά στασιν πολλῶν ἐν τῷ Ἰσραήλ· πτῶσιν μὲν τοῦ ἐν ἡμῖν χείρονος, ἀνάστασιν δὲ τοῦ βελτίονος. οι ἐχούσης δυνάμεως.
col. 193–194page 5 of 115
PG 4:193Των φωτιζομένων Ελλαμψις. Βαθμηδόν, ὥσπερ ἐπὶ τὰ μείζονα προϊών, φησί, πρώτον φωτιζομένους, εἶτα τελουμένους. Τελεῖσθαι δέ ἐστι, τὸ εἰς τελειότητα ἄγεσθαι διὰ τῆς μετὰ τὸ βάπτισμα δι' ευζωΐας προκοπῆς, ἵνα δύνηταί τις εἰπεῖν· Τὸν δρόμον τετέ λεκα, τὴν πίστιν τετήρηκα. Η οὖν προσκυνητή Τριάς, τῆς τοιαύτης τελετῆς ἄρχουσα, ἅτε καὶ πάσης τελειώσεως ποιητική τελετάρχις, εικότως νοεῖται. Οἱ γοῦν τῇ προκοπῇ τελειούμενοι θεοῦνται πάντως, θείας κοινωνοὶ φύσεως γινόμενοι, ὧν 46 ἀναλόγως ή θεαρχία ὁ Θεὸς, θεῶν γεγενημένων ἀρχή τις ὤν. Μετὰ γοῦν τὴν ἀνάβασιν ταύτην εἰς ἁπλότητα προκόπτουσιν, ἰσάγγελοι διὰ τῆς ἀναστάσεως γινόμενοι, καὶ οὐκ ότι ψυχικὸν ἔχοντες σῶμα, κατὰ τὸν ᾿Απόστολον, τουτέστι διὰ ψυχῆς συνεστός τε καὶ κινούμενον, ἀλλὰ πνευματικὸν, ἀντὶ τοῦ διὰ τοῦ παναγίου Πνεύματος ἐπὶ μέγα χυθέντος ἐπ' αὐτοὺς τῆς πολυσυνθέτου τῶν λογισμῶν ποικιλίας, καὶ τῶν αἰσθήσεων ἀπηλλαγμένοι· ὅθεν καὶ ἐνίζονται εἰς ἑνάδα ἁπλότητος ἀγόμενοι, καθὰ προέφημεν· λέγει γὰρ καὶ ἀλλαχοῦ· "Ην γάρ, φησί, τῶν πιστευσάντων καρδία και ψυχὴ μία. Η τῶν ζώντων ζωή. Καθ' ἑαυτὸν ὁ Θεὸς οὐ νοεῖ ται· ἐπεὶ δὲ τῶν ὄντων πάντων ἐστὶν αἰτία καὶ ἀρχὴ, τῶν ἁπλῶν ἁπλότης ἐστί, τῶν ζώντων ζωή, τῶν οὐ σιῶν ὑπερούσιος, καὶ ἁπλῶς πάντων ἀγαθῶν μεταδό τις ἐστίν. Εκφαντορικῶς. Ἐκφάντορες κυρίως ἐλέγοντο οἱ τῶν μυστηρίων τὰ ἄῤῥητα συμβολικῶς ἐκφαίνοντες. Ως μονάδα μέν. Ενταῦθα τρανοί τί μάλιστα θέλει δηλοῦν ἐνὰς καὶ μονὰς ἐπὶ Θεοῦ λεγομένη, και φησιν, ὅτι περ, ἵνα παραστήσῃ τὴν ἀμέρειαν τοῦ Θεοῦ, τοῦτο λέγεται παρὰ τῶν θεολόγων· τὸ γὰρ ὄγκοις καὶ πηλικότησε διειλημμένον, τοῦτο ἄτε καὶ σῶμα μερί ζεται· τὸ δὲ ἀμερὲς καὶ ἀνέμφατον ἐστι τα σώματος, ἀλλὰ καὶ ὑπὲρ πᾶσαν ἐστιν ἀσωματίαν· ἄλλως τε ἐπειδὴ διανοηθεὶς ὁ Θεὸς βουλητικῶς τὰ πάντα ὑπε έστησεν, οὐχ οἷά τις νοῦς εἰς νοήσεις μερισθεὶς ἐπολλαπλασιάσθη· ἀλλὰ μείνας καὶ μένων, φησὶν, ἐν τῇ ἐνάδι ἡμερῶς καὶ ἀσκεδάσεως καὶ ὑπέστησε καὶ ὑφίστησι τὰ ἐν τῇ κτίσει· ἕως γὰρ ἄρτι ἐργάζεται ὁ Θεὸς, ὡς ἐν Εὐαγγελίοις είρηται· ὑπερήπλωται οὖν πᾶσαν ἁπλότητα ἀμερῶς ὑπεραίρων. Καὶ τῶν μεριστῶν. Ἐπὶ τῶν ὑπερουρανίων κό σμων καὶ τοῦδε τοῦ ὁρατοῦ τὰ κατώτερα έστραπται ἐπὶ τὰ ὑπερκείμενα, καὶ τὸ σωματικὸν ἥδρασται ἐν τῷ ζῶντι· ἐν γὰρ τῇ χειρὶ αὐτοῦ πάντα τὰ πέρα τα τῆς γῆς· ἀλλὰ γὰρ καὶ οἱ οὐρανοί· ἐν ᾧ γάρ, φησί, τὰ πάντα· ἐπὶ δὲ [τοῦ] καθ' ἡμᾶς θνητοῦ τὸ ἀνάπαλίν ἐστι τῶν εἰρημένων· ἡ γὰρ ψυχὴ ἔστραπται Εκφάντορες, οι ὡς, σε μάλλον. 6 οὐ. το ἔμπαλιν. ώς.
col. 195–196page 6 of 115
PG 4:195καὶ οἱ λογισμοί, δι' ὧν τὰ ἐν τῇ σκέψει λογιζόμεθα, ὅπερ πνεῦμα οἶδε τὰ ἐν τῷ ἀνθρώπῳ, κατὰ τὸν ᾿Από στολον· ἐπεστραμμένη οὖν πρὸς τοῦτο τὸ πνεῦμα ή ψυχή, ἐπέστραπται καὶ πρὸς τὰς ἐν αὐτῷ αἰσθήσεις, καὶ δι' αὐτῶν πρὸς τὸ σῶμα· καὶ ἐν τῷ νῷ αἱ νοή σεις οιονεί μερίζονται, καὶ εἰς ἑτερότητας σκεδαστών προΐασιν ἀπὸ πρώτης νοήσεως εἰς δευτέρας, εἰς κρε ί τονας, ἢ εἰς φαύλους. Φησὶν οὖν ὅτι, ἀνατεινόμενο πρὸς Θεὸν, γινόμεθα ὑπὸ τῆς ἐνάδος ἐκείνης ἐν ἀμε ρές, τῶν πολυμερῶν ἡμῶν ἑτεροτήτων ἐκ τοῦ σκευ δασμοῦ εἰς σύμπτυξιν ἀθροιζομένων, καὶ ἑνοποιουμένων ὑπερκοσμίως, τουτέστιν οὐκ αἰσθητῶς, ἀλλὰ νοερῶς, οὐκ ἔτι ἀσυμβάτων ὄντων ἡμῶν πρὸς ἑαυ τοὺς, ἀλλὰ γινομένων ἐν ἑνοειδές, ὡς καὶ αὐτὸς ἐν 98 πρὸς τὸ πνεῦμα ἐν ᾧ εἰσιν ἐστηριγμέναι αἱ αἰσθήσεις έστιν, ώς φησιν ἐν Εὐαγγελίοις. Ὡς Τριάδα. Σημείωσαι Τριάδα τρισυπόστατον καὶ γονιμότητά φησι τὴν πατρικὴν ὑπὲρ ἔννοιαν πρόοδον εἰς ἔκφανσιν τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύ ματος· καλῶς δὲ τὸ ὡς Τριάδα, ἐπειδὴ οὐκ ἀριθμὸς, ἀλλὰ δόξα εἴρηται Κύριος ὁ Θεὸς Κύριος εἰς ἐστιν. Ἐξ ἧς πᾶσα πατριά. Πατριάς νοητέον τὰς τάξεις τὰς ἐκ τῆς ὁμοταγίας, οἱονεὶ συνημμένας ἀλλήλαις, χερουβίμ, σεραφὶμ, ἀρχὰς, ἐξουσίας· ἐφ' ἡμῶν δὲ καὶ τὰς πνευματικὰς, ὡς συγγενείς· καὶ ἀλληλουχίας, ὡς δηλοῖ καὶ Μωϋσῆς τὰς συγγενείας. Ὅτι τὰ ὄντα πάντα. Πάντα τὰ τοῦ Θεοῦ δημιουργήματα καλά, καὶ καλὰ λίαν γεγόνασι, καί εἰσιν, ἐφ᾿ ὅσον ἐν τῇ κατὰ φύσιν ὡς γεγόνασι, μένουσι τάξει ἡ δὲ τοῦ κατὰ φύσιν παρατροπή, εἴτε ἐν ἀγγέλοις, εἴτε ἐν ψυχαῖς, εἴτε ἐν ὁποιοισοῦν σώμασι γινομένη, τὸ κάλλος ἀπόλλυσι, καὶ τῇ τούτου διαμαρτία το αἴσχος δημιουργεί. Πρὸς ἀλήθειαν ὁλικῶς. Τὴν οἰκονομίαν ἐνταῦθα φράζει καλῶς, ὅτι εἰς τῆς Τριάδος ἔπαθε. Σημείωσαι δὲ ὅτι μία τῶν ὑποστάσεων ἡμῖν ἐκοινώνησεν ὁλικῶς καὶ ὅτι αὐτὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἁπλοῦν εἶπεν, εἶτα σύνθετον ἀνακαλούμενον πρὸς ἑαυ τὸν τὴν ἀνθρωπίνην ἐσχατιάν· καλῶς οὖν λέγομεν, ὅτι εἰς τῆς ἁγίας Τριάδος ἦν ἐν τῷ σταυρῷ. Τοῦτο κατὰ Νεστοριανῶν καὶ ᾿Ακεφάλων· ἰδοὺ γὰρ, φησί, μία τῶν Ὑποστάσεων ὁλικῶς ἡμῖν ἐκοινώνησεν, ὡς φησιν ὁ ᾿Απόστολος, ἐν ᾧ κατοικεῖ πᾶν τὸ πλή ρωμα τῆς θεότητος σωματικῶς. Τοῦτο δὲ τὸ ὁλικῶς καὶ κατὰ ᾿Απολλιναρίου ἐστί· δηλοῖ γὰρ τέλειον ἄν θρωπον ανειληφέναι αὐτόν. Καὶ παράτασιν εἴληφε. Τὸ παράτασιν εἰρηκέναι τὸν Πατέρα, ὑπολαμβάνω τὸ χρονικὸν μέτρον εξ ναι τῆς ἐν σαρκὶ τοῦ Κυρίου διαγωγής. Καὶ ἀσυγχύτου. Έμεινε γὰρ αὐτὸς Θεὸς Λόγος γενόμενος, ὅπερ οὐκ ἦν ἀσυγχύτως· καὶ σημείωσαι ὅτι τὸ ἀσύγχυτον ἐκ τῶν ἀποστολικῶν κεκήρυκτας καιρῶν.
col. 197–198page 7 of 115
PG 4:197Καὶ ὅσα ἄλλα θεουργικά. Θεουργικά φωτά φησι τὰς διδασκαλίας τῶν ἁγίων, ὡς φῶς γνώσεως ἐμ ποιούσας καὶ θεοὺς τοὺς πειθομένους. Καθηγεμόνων κρυφία. Σημείωσαι, ὅτι τὰ περὶ τῶν ἀνηγμένων καὶ ὑπὲρ τὴν τῶν πολλῶν ἀκοὴν ὄντα, εἴτε περὶ θεολογίας εἴτε καὶ περὶ τῆς τοῦ ζωο ποιοῦ Θεοῦ οἰκονομίας κρυφίως παρεδίδοσαν οἱ θεῖοι ἀπόστολοι, μυστηριωδῶς ἀποκαλύπτοντες τοῖς τε λείοις· καὶ ὅτι ἐκ τῶν ἀποστόλων ἐστὶ τὸ ἀσυγχύτως καὶ ἀμεταβλήτως, 8 εἶπε, καὶ τὸ τοῦ ὅλου αν θρώπου· διὸ καὶ ὁ ᾿Απόστολος, γράφων Θεσσαλονικεῦσι, φησί, χρῆναι φυλάττειν αὐτοὺς, ὅσα τι ἤκου ταν, είτε διὰ λόγου, είτε δι' ἐπιστολῆς· καὶ Τιμο θέῳ πάλιν παραθήκην λέγων δεδωκέναι εν μυστη ρίφ, ὅπερ ἐνταῦθα ἐκφαντορικῶς εἴρηται. Διὰ τῶν ἱερῶν παραπετασμάτων. Σημείωσαι, ὅτι ἐν μιᾷ τάξει θετέον τήν τε ἁγίαν Γραφὴν καὶ τὰς τῶν ἐπισκόπων παραδόσεις, (οὺς ἱεράρχας είωθε και λεῖν, ὡς ἄρχοντας τῶν ἱερέων, τουτέστι πρεσβυτέρων καὶ διακόνων, καὶ πυλωρῶν, ὥς φησιν ἐν τῇ καθ' ἡμᾶς ἱεραρχίᾳ· ὅθεν καὶ ταῖς αὐτῶν χρήσεσι περὶ τὰ δόγματα πειθόμεθα·) ἐξ ὧν, φησί, λογίων τὰ παχύ τερα τοῖς ὑπερουσίοις περιτίθεται διὰ νόησιν καὶ μυ σταγωγίαν ἡμετέραν· ὡς ἐπὶ μὲν Θεοῦ, ὅταν φαίνηται ὡς πῦρ, καὶ ὡς γέρων ἐν Δανιήλ, καὶ ὡς ἀνὴρ παλαίων τῷ Ἰακώβ, καὶ ὅσα τοιαῦτα· ἐπὶ δὲ ἀγγέ λων, ὡς τὰ χερουβίμ, ἅτε καὶ θηριόμορφα, καὶ ἄλ λοι ἐν τάξει ἀνδρῶν καὶ νεανίσκων. Τῶν μεριστῶν συμβόλων. Ὅτι ἀνθρωπολογεῖ τὸ Θεῖον ἡ Γραφὴ ἐκ τῶν ἀνθρωπίνων αὐτὸ ὀνομάζουσα, πόδας, καὶ χεῖρας, καὶ πρόσωπα αὐτῷ περιτιθεῖσα. Οταν ἄφθαρτοι. Ὅτι ἐν τῇ ἀναστάσει οἱ ἅγιοι μετὰ ἀφθαρσίας καὶ ἀθανασίας τῆς χριστοειδούς τεύ ξονται καταστάσεως, λάμποντες ὑπὲρ τὸν ἥλιον, ὡς καὶ ὁ Κύριος, ὅτε ἐν τῷ ὄρει μετεμορφώθη, καθά φησιν ὁ ᾿Απόστολος περὶ τῶν ἁγίων, ὅτι τότε ἔσον ται ὡς καὶ αὐτός ἐστι, καὶ πάντοτε σὺν Κυρίῳ ἔσονται. Ορατῆς αὐτοῦ θεοφανείας. Σημείωσαι ὅτι καὶ τὸ θεῖον αὐτοῦ σῶμα ὁρατὴν θεοφάνειαν φησιν, ὡς κατὰ ταὐτὸν ἁρμόττειν τὸ ῥητὸν καὶ κατὰ Νεστοριανῶν καὶ ᾿Ακεφάλων, καὶ τῶν ὑπολαμβανόντων μὴ εἶναι καὶ νῦν καὶ ἔσεσθαι μετὰ σαρκὸς τὸν Κύριον καὶ ὅτι ἡ μέν τίς ἐστιν ὁρατὴ αὐτοῦ θεοφάνεια, ἐστιν ἡ ἐμψυχωμένη σάρξ· ἡ δὲ νοητή, ἥτις κατὰ νοῦν ἔσται ἡμῖν μεθεκτή τότε τελειοτέρως. "Οθεν Επιστραφέντες πρὸς Θεὸν, ἐκεῖθεν τελείως ἐλλαμπόμενοι, ἐνοειδῶς ἐν γενώμεθα, ἐλευθερωθέντες τῶν κατὰ σύνθεσιν ἑτεροτήτων ἡμῶν, ὅπερ δηλοῖ τὰς κοσμικὰς αἰσθήσεις καὶ ἐπιθυμίας. Ἐν θειοτέρα μιμήσει. Θειοτέραν μίμησιν είρηκε τὴν ἀκριβεστέραν καὶ τελεωτέραν σημαίνων, ὡς καὶ νῦν ἀγγελοπρεπής ὁ τῶν ἁγίων βίος ἐν τῇ τοῦ Θεοῦ το θεούσας. τ.
col. 199–200page 8 of 115
PG 4:199αινέσει καὶ ὑπεροψίᾳ τῶν σαρκικῶν, κἂν οὗ παντε τι έτερα λεῖ· διὸ καὶ τὰ τῆς μιμήσεως μετριώτερα· τότε δὲ τὸ τέλειον ἐν τούτοις φανήσεται. Των νοητών θεαμάτων. Ὅτι ἐκ τῶν συμβόλων τὰ περὶ ἀγγέλων νοητὰ ἐποπτεύομεν· περὶ γὰρ ἀγ γέλων φησίν, ὡς δηλοῖ καὶ τὸ λέγειν αὐτοὺς θεοειδεῖς. Ανω δὲ καὶ τὰ περὶ αὐτῶν σύμβολα δηλοῖ ἐν τῷ Περὶ τῆς οὐρανίας ιεραρχίας· συνάπτει δὲ νῦν καὶ περὶ Θεοῦ. Αποπαύοντες. Απόπαυσιν τῆς νοερᾶς ἐνερ γείας εἶπε, σημαίνων τὸ τῆς θείας φύσεως ἀκατάληπ τον· οὐδὲν γὰρ τῶν ταύτης τῇ κινήσει τοῦ νοῦ καταλαμβάνεται, ἢ πρός τινα ὁμολογουμένην καὶ τρανὴν πλη ροφορίαν ἡ νόησις φέρεται, παρὰ τὸ ἀκατάληπτον, όπερ τῇ οἰκείᾳ ἀνενεργησίᾳ καταλαμβάνεται. Ὑπεραῤῥήτως προϋφέστηκε. Το προϋφέστηκε σπουδαστέον νοῆσαι· τὰ γὰρ ἔργα 18 πάντα διατρανοί ἐφεξῆς· ἐκ τούτου τοίνυν νοηθήσεται, πως φησιν ὁ Απόστολος, ἐν τῷ Θεῷ εἶναι ἡμᾶς πρὸ καταβολῆς κόσμου. Ιστέον οὖν, ὡς τῆς ἁπάντων παραγωγής κατὰ τὸ αἴτιον καὶ τὴν ἀρχὴν αὐτοῦ ἀπηρτημένης, ἐπειδὴ τὰ ὄντα πάντα ἐξ αὐτοῦ ἐστιν· εἰκότως, ἅτε καὶ μέλλοντα ἔσεσθαι διὰ τὸ αὐτοῦ ἀνεπινόητον θέ λημα, ἐν αὐτῷ καὶ προϋφέστηκε, τῷ εἰδότι, καὶ ὅτι παράξει καὶ ὁπότε παράξει. Προαιωνίως οὖν ἐν αὐ τῷ προεγνωσμένα, προϋφέστηκε· πρὶν γὰρ τὰ νοητὰ παραχθῆναι, ἅτινά εἰσιν αἰῶνες, καὶ πρὸ πάσης ἐτέ ρας κτίσεως ἔγνωστο αὐτῷ τὰ ἐσόμενα, ὡς εἴρηται Ο εἰδὼς πάντα πρὶν γενέσεως αὐτῶν· καὶ πάλιν Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, Εγνωκά σε. Ον τ οὔτε ἐννοήσαι δυνατόν. Ούτω γάρ φησι καὶ ὁ θεολόγος Γρηγόριος, μεταφράζων τὸ εἰρημένον [τοῖς Ἕλλησι]· Θεὸν νῆσαι μὲν ἀδύνατον· φράσαι δὲ ἀδυνατώτερον. Καὶ πασῶν. Εἰπὼν ἀποπερατώσεις τῶν οὐσιωδῶν γνώσεων καὶ δυνάμεων τὸν αὐτὸν ἐπανελάβετο λόγον, δν καὶ πρὸ μικροῦ εἶπε· Πάντα τὰ πέρατα πασῶν τῶν γνώσεων ἢ οὖν τοῦτο δι᾽ ἑκατέρας φωνῆς ὑποτίθεται, ὅπερ καὶ προπαρετέθη, ὅτι ἐν τῷ Θεῷ πᾶσα γνῶσις ἀργεῖ, καὶ τέλος ἔχει πάσης κινήσεως, διὰ τὸ τῆς θείας φύσεως ἀκατάληπτον, ὅπερ ἀϊδίως, καὶ οὐκ ἐν χρόνῳ περὶ αὐτὴν θεωρεῖται· ἢ μᾶλλον πέρας καὶ ἀποπεράτωσις, ἤτοι τὸ τέλος ἑκάστης ουσιώδους γνώσεως. Αὗταί εἰσιν αἱ οὐσίαι καὶ δυνά μεις, περὶ ἂς αἱ γνώσεις, ἄστινας ουσίας καὶ δυνά μεις πάσας ἅμα καὶ οὐκ ἀνὰ μέρος, ἀλλὰ ἀθρόως ἐν τῷ Θεῷ προϋφεστάναι φησί κατὰ τὸν ἄῤῥητος τῆς προγνώσεως * αὐτοῦ λόγον, εἰδότι ἕκαστο τῶν πρὸς γένεσιν παραγομένων, ὅπως ἔξει φύσεω καὶ δυνάμεως· οὗ ἡ ουσία ὑπερούσιός τε καὶ ὑπερ άγνωστος. Ιστέον δὲ, ὅτι ἕτερον οὐσία καὶ ἕτερον δύο το και. * 10 γρ. γνώσεως
col. 201–202page 9 of 115
PG 4:201αμις· ἡ μὲν γὰρ τῶν καθ' ἑαυτὰ ὑφεστώτων· ἡ δέ, τῶν ἐν ἑτέρῳ τὸ εἶναι ἐχόντων. Εἰ γὰρ αἱ γνώσεις. Επεξήγησις τῶν εἰρημένων. Καλῶς δὲ εἶπεν· εἰ γὰρ αἱ γνώσεις περὶ τὰς οὐσίας καὶ τὰ ὄντα εἰσὶν, ὁ Θεὸς δὲ οὔτε ἐν οὐσίᾳ οὔτε τι τῶν ὄντων ἐστὶν, εἰκότως καὶ γνώσεως ἐπέκεινά ἐστιν. § Τ. Ούτε φαντασία. Ετερόν ἐστι φαντασία, καὶ ἕτερον νόησις, ἤτοι νόημα· ἀπό τε γὰρ διαφόρων δυ νάμεων γίνονται, καὶ ἰδιότητι κινήσεως· ἡ μὲν γὰρ νόησις ενέργειά ἐστι καὶ ποίησις· ἡ δὲ φαντασία πάθος καὶ τύπωσις ἀναγγελτική αἰσθητοῦ τινος, ἢ ὡς αἰσθητοῦ τινος· καὶ ἡ μὲν αἴσθησις ἀντιλαμβάνεται τῶν ὄντων κατὰ ἀθρόαν μόρφωσιν· ὁ δὲ νοῦς ἐφάπτεται, τουτέστιν ἀντιλαμβάνεται τῶν ὄντων ἑτέρῳ τρόπῳ, καὶ οὐχ οἴῳ ἡ αἴσθησις. Περὶ μὲν οὖν τὸ σωματικὸν ἢ τὸ πνευματικὸν, ἢ ἐν τῷ τὰς αἰσθήσεις εἶναι καὶ πρώην ἔφημεν, τὸ παθητικόν καὶ μορφωτικόν ἐστι κίνημα, τὸ δὲ κριτικὸν καὶ ἀντιληπτικὸν, τῇ ψυχῇ καὶ τῷ νῷ δοτέον. Τοῦτο οὖν τῷ τῆς ψυχῆς ἀντιληπτικῷ καὶ τὸ φανταστικόν ὑποστεῖλαι δεῖ· διαιρείται γὰρ τὸ ἡ φανταστικὴ εἰς τρεῖς μοίρας· πρώτην μὲν εἰς τὴν τῶν ἀντιλήψεων εἰκονιστικὴν πρὸς τὰ ποιοῦντα αἰσθητὴν τὴν ἀντί ληψιν· δευτέραν δὲ τὴν ἐκ τῶν μενόντων ἐγκαταλειμμάτων ἀπὸ τούτων ἀνατυπωτικὴν, μὴ ἔχουσαν ἐρηρεισμένας ἐπί τι τὰς εἰκόνας, ἣν καὶ ἰδίως φανταστικήν καλοῦσι· τρίτην ἐν ᾗ πᾶσα ἡδονὴ τοῦ κατὰ φαντασίαν δοκοῦντος ἀγαθοῦ, ἢ δοκοῦντος και κοῦ, κατὰ λύπην συνίσταται. Οὐδεμία τοίνυν, καθὰ εἴρηται, φαντασία χώραν ἔχει ἐπὶ Θεοῦ· πάντων γὰρ ἀπαξαπλῶς ὑπὲρ ἔννοιάν ἐστι καὶ ὑπέρκειται δόξα δέ ἐστιν ἡ ἐκ τοῦ φαινομένου κατὰ τὸ δοκοῦν τοιάδε τις υπόληψις. Οὔτε ἐπαφή. Ἐπαφὴν νῦν φησι τὴν νοεράν και τάληψιν· καὶ γὰρ τοῖς νοητοῖς καὶ ἀΰλοις τῷ νῷ ἐπιστητῶς ἐπιβάλλοντες, δοκοῦμεν ὥσπερ ἅπτεσθαι αὐτῶν, καὶ διὰ τοῦ νοῦ αἰσθάνεσθαι ὁποῖα εἰσιν, ὡς καὶ διὰ τῆς ἀφῆς τῶν αἰσθητῶν· ἐπὶ δὲ Θεοῦ οὐδὲ νοερῶς ἐφαπτόμεθα. Ἀκλήτου καὶ ὑπερωνύμου. Ακλήτου, φησί. ἀντὶ τοῦ, μὴ καλουμένου τινι γνωρίσματι· Αὐτὸς γὰρ καλεῖ τὰ μὴ ὄντα, ὡς ὄντα, ὡς τὸν Κῦρον πρὸ τοσούτων ἐτῶν, καὶ τὸν Ἰωσίαν. Αλλ' όπερ. Ζητεῖται ὁ Περὶ θεολογικῆς ὑπο τυπώσεως λόγος. Τὴν ὁμόθεον. Ομόθεον πῶς λέγει τὴν παναγίαν Τριάδα. Αγγελοπρεπές ενώσεις. Εἰπὼν περὶ τοῦ Θεοῦ, ὅτι ἀνεννόητος ἡμῖν ἐστι καὶ ἄφθεγκτος, ἐκ τοῦ ἐλάττονος λοιπὸν τὸ περὶ Θεοῦ συνίστησιν· εἰ γὰρ 16 δέ.
col. 203–204page 10 of 115
PG 4:203τὰ περὶ τῶν ἀγγέλων ἡμῖν ἄγνωστά ἐστι, τί περὶ τοῦ Θεοῦ λογιστέον; φησὶν οὖν, ὅτι αἱ ἀγγελικαὶ δημιουργίαι, οἷά τινές εἰσιν ἐπιβολαὶ τῆς τοῦ Θεοῦ ἀγαθότητος· ἐπιβολὴν δὲ νοητέον, τὴν εἰς τὸ καθ' ἕν τῶν παραγομένων μεριζομένην ἀμερῶς κίνησιν ", τουτέστιν εἰς τὴν ἑκάστου τῶν νοητών παραγωγήν. Δυνατὸν δὲ καὶ οὕτω νοῆσαι, ὅτι οἱ τρόποι τῶν πρὸς Θεὸν ἑνώσεων, καθόσον πρέπει ἀγγέλους ἐνοῦσθαι Θεῷ, καθ' ἣν πρὸς Θεὸν ἕνωσιν, ἢ ἐπιβάλλουσι κατὰ τὴν οἰκείαν ἀξίαν τῇ ἀγαθότητι τοῦ Θεοῦ, ἡ πα ραδέχονται παρ' αὐτοῦ τῆς ἀγαθότητος αὐτοῦ τὴν ἀποκάλυψιν· καὶ οὕτως ἀκατάληπτοί εἰσιν οὐ μόν νον ἡμῖν, ἀλλὰ καὶ τοῖς κατωτέροις ἀγγέλοις· μό νοις δὲ τοῖς ἀνωτάτω ἀγγέλοις γινώσκονται, ἅτε ἠξιωμένοις τὸν εἰρημένον τρόπον τῶν ἑνώσεων. Ἐν έπιβο λήν δὲ τῷ Περὶ τῆς οὐρανίας ιεραρχίας λόγῳ φησὶ καὶ άγγελομιμήτως τὰς τάξεις τὰς ἀγγελικάς. Ταύταις οἱ θεοειδεῖς. Τοὺς θεοειδεῖς νέας, οὓς ἀγγελομιμήτως φησί, καθ' ὅσον ἐφικνοῦνται εἰς ἕνωσιν ἄγεσθαι τῶν ἁγίων δυνάμεων, ἃς δυνάμεις ἀγγέλους προείπε· τοὺς καθ᾿ ἡμᾶς θεολόγους να τέον τ, προφήτας τέ φημι καὶ ἀποστόλους· οὐ γὰρ δὴ ὑποληπτέον ἀγγέλους, μάλιστα ἐκ τοῦ ἀγγελομιμήτως, εἰπεῖν· ἄγγελος γὰρ ἄγγελον οὐ μιμεῖται, ἀλλ' ὁ ἐλάττων· νέας δὲ καλῶν τοὺς θεολόγους, τῆς ἀγγελομιμήτου ἑνώσεως πρὸς Θεὸν αὐτοὺς ἔφη ἐφικνεῖσθαι, ὡς δυνατὸν, κατὰ ἀπόπαυσιν πάσης ενερ γείας κοσμικῆς ἐκθεουμένους· ἐπὶ γὰρ τῶν νοερών πᾶν κίνημα καὶ πᾶσα ενέργεια, καὶ πᾶσα ἡρεμία ενεργῶς ἐστι, καὶ πρὸς τελειότητα ἐνοποιόν χειραγωγοῦσα, εἶχε ἐν τοῖς αἰωνίοις καὶ ἀσωμάτοις αἱ οὖσαι ἠρεμίαι καὶ ἡσυχίαι, καὶ τῶν ἐνεργειῶν αἱ αποπαύσεις, τὸ κατὰ φύσιν πράττειν ποιοῦσιν, ὅπερ ἐστὶ τῆς ἀοχλησίας " καὶ τελειότητος εἰς ἑνάδα προ ξενον. Απόπαυσιν. Αδύνατον γὰρ ἐνωθῆναι Θεῷ, καὶ Θεὸν τρόπον τινὰ γενέσθαι, εἰ μὴ παύσεται τις τῶν ὑλικῶν ἐνεργειῶν κατά τε αἴσθησιν καὶ κατὰ διά νοιαν. Τῶν ὄντων ἀφαιρέσεως. Αφαίρεσιν πάντων τῶν ὄντων καλεῖ τὸ πρὸς μηδὲν τῶν ὄντων παρα βάλλειν τὸ θεῖον, ἀλλὰ λέγει, ὅτι οὐ σῶμα, οὐχ ἕξις, οὐ δύναμις, καὶ τὰ λοιπὰ πάντα, καθώς διὰ τῶν ἑξῆς ἐσήμανεν. Αὐτὸ δὲ οὐδέν. Τὸ οὐδὲν εἶναι τὸν Θεὸν οὕτω νοητέον, ὡς τῶν ὄντων μηδὲν ὄντα· ὑπὲρ γὰρ τὰ ὄντα ὁ αἴτιος τῶν ὄντων· ὅθεν ὁ Θεὸς καὶ πανταχοῦ καὶ οὐδαμοῦ θεολογεῖται· ἐπεὶ γοῦν οὐδαμοῦ ἐστι, πάντα μὲν δι' αὐτοῦ 8, καὶ ἐν αὐτῷ, ὡς μὴ ὄντι μηδὲν τῶν πάντων· καὶ ἐν αὐτῷ πάλιν, ὡς πανταχοῦ ὄντι, ἕτερα δὲ δι' αὐτοῦ τὰ πάντα, ὅτι αὐτὸς οὐ δαμοῦ· καὶ πληροί μὲν τὰ πάντα, ὡς πανταχοῦ ὢν, κατὰ τὸν προφήτην· οὐδαμοῦ δέ ἐστι καθ' ἕτερον λέο 19 θέλησιν, το γρ. υποληπτέον. το γρ. ἀνενοχλησίας. γρ. αὐτόν.
col. 205–206page 11 of 115
PG 4:205γοντα· Η ποῖος τόπος τῆς καταπαύσεώς μου εἰ γὰρ μόνον ἦν πανταχοῦ, αὐτὸς ἂν ἦν τὰ πάντα καὶ ἐν πᾶσι τοπικῶς· οὕτως οὖν καὶ οὐδὲν, ὡς ὑπὲρ τὰ ὄντα. Αλλ' ὡς πάσης ἕξεως. Έξις μέν ἐστι διάθεσις ἔμμονος· κίνησις δέ ἐστι τὸ ἀντιδιαστελλόμενον τῇ ἠρεμία, μετὰ πολλῶν τιθέμενον· ζωὴ δὲ τὸ ταῦτα δεικνύον ἐνεργά· φαντασία δὲ τὸ ἐν διανοίᾳ ἀνατυ πωτικόν· δόξα δὲ πεπληροφορημένη υπόληψις· δια φέρει δὲ νόησις διανοίας, ὅτι τὸ μὲν ἔστιν ἐπὶ τοῦ διανοητικοῦ τῆς ψυχῆς, τὸ δὲ τὴν τοῦ διανοητικοῦ κίνησιν δηλοί. Ταῦτα δὲ πάντα καὶ τὰ ἄλλα ὅσα του. τοις συγκατείλεκται οὐκ οὐσία ἐστὶν, ἀλλὰ περὶ οὐ σίαν ὁρᾶται· ὅθεν καὶ διεῖλεν αὐτὴν ἀπὸ τού των. Τῆς θεαρχίας πρόνοιαν. Ἐκ τούτων αἱ ἀνόητοι δόξαι ἐκλύονται τῶν τολμησάντων λέγειν τὸ δημιουργικὸν φύσει τινὶ ἐνεῖναι τῷ Θεῷ, ὡς καὶ τοῖς ἀραχνίοις τὸ ὑφαίνειν· φησὶ γὰρ διὰ μόνην ἀγαθότητα τὸ πᾶν παραγαγεῖν τὸν Θεόν· διὸ καὶ πάντες οἱ θεο λόγοι ἐκ μὲν τῶν αὐτοῦ τοῦ Θεοῦ, τουτέστιν ἐκ τῆς οὐσίας αὐτοῦ οὐ τολμῶσιν ὑμνεῖν αὐτόν· ἀνεπίγνωστα γάρ· ἀλλ᾽ ἐκ τῆς εἰς τὰ ἔξω προόδου, ἥτις ἐστὶ πρόνοια, τὰ αἰτιατὰ, τουτέστι τὰ ἐξ αἰτίου αὐτοῦ συστάντα, τὴν περὶ τὰ πάντα πρόνοιαν τοῦ Θεοῦ ὑμνολογοῦσι· τὰ γὰρ πάντα τῆς θείας προνοίας ἐφίεται, δι' ἧς καὶ ὑπάρχει και συνίσταται, ἀλλὰ τὰ μὲν νοερὰ καὶ λογικὰ γνωστικῶς· νοερὰ δὲ λέγεται, ὅσα διὰ τὸ νοῦς εἶναι, νοεῖ τὰ ὑπερκείμενα νοητά νοητὸν γάρ ἐστι τὸ νοούμενον, ὅπερ καὶ τροφή ἐστι τοῦ νοεροῦ ἀντὶ τούτου νοοῦντος. Οσα οὖν κατὰ τὸ νοερὰ εἶναι ἅτε νοῦς νοεῖ, ταῦτα λογικὰ ὄντα, γνω στικῶς ἐπιβάλλοντα τῇ τοῦ Θεοῦ προνοίᾳ, ἀναλόγως ἐφίεται τοῦ Θεοῦ· ὅσα δὲ ὑποβέβηκε τὰ νοερά, και εἰσι ψυχὴ αἰσθητική, θηρίων λέγω καὶ πάντων, ἐμ ψύχων μὲν σωμάτων, ἀλόγων δὲ, ὧν ἡ ψυχὴ ἐκ τῶν στοιχείων καὶ τοῦ ἐνύλου πυρὸς συνεστῶσα, ἐν πνεύ ματι ἐνύλῳ ἔχει τὸ εἶναι· ταῦτα, μόνον ἐκ τῆς αἰσθήσεως συνελαυνόμενα εἰς τὸ πεινὴν καὶ διψήν, ἐφίεται εἰκότως αἰσθητῶς τοῦ χορηγούντος, ὡς τό· Πάντα πρὸς σὲ προσδοκῶσι τοῦ δοῦναι τὴν τροφὴν αὐ τῶν εἰς εὔκαιρον· καὶ τοιαῦτα πολλὰ καὶ παρὰ τῷ Ἰὼβ καὶ τῷ Δαυὶδ εὑρήσεις. Καὶ τὰ ἄλλα μέντοι ὅσα τὴν φυτικὴν ἤτοι ζωτικὴν μόνην ἀναισθήτως τε καὶ ἀψύχως ἔχει κίνησιν, ὡς τὰ φυτὰ πάντα καὶ βοτάναι πᾶσαι, ἅτινα καὶ ζωτικὸν πνεῦμα μόνον συνιστῶν ἔχουσι, τὴν ἑαυτῶν οὐσίαν ἄνευ αἰσθήσεως, ὡς τὰ δένδρα πάντα, ὡς εἴρηται, καὶ τὰ τοιαῦτα κατὰ τὸ αποξηραίνεσθαι τοῦ φυτικοῦ πνεύματος στερούμενα, δι' οὗ κινοῦνται πρὸς αὐξην καὶ εὐθάλειαν· διὰ τοῦτο δοκεῖ καὶ ταῦτα ἐφίεσθαι τῆς θείας προνοίας, ἐφ᾽ ᾧ καὶ συνεστάναι καὶ ἀνθεῖν· ὅθεν καὶ ταῦτα παραλαμβάνεται ἐν τῷ ρμη' ψαλμῷ, αἰνεῖν τὸν Θεὸν, διὰ τῆς αὐτοῦ συστάσεως. Μετέχει οὖν καὶ ταῦτα τῆς νοεροῦ τοῦ νοοῦντος.
col. 207–208page 12 of 115
PG 4:207ἀψύχως καὶ ἀναισθήτως, καὶ κατὰ τὴν ἐκτικὴν ἐπι τηδειότητα, ἥτις ἐστὶν ἰδιότης τῆς δυνάμεως· ἕξις γὰρ λέγεται ἡ ἔμμονος ποιότης, καθ᾽ ἣν διάθεσιν καὶ δύναμιν ποιόν τι λέγεται· κατὰ ταύτην οὖν τὴν ἕξιν τῆς φυτικῆς ζωῆς εἰς αὔξησιν καὶ κίνησιν μόνον μετέχοντα οὐσιοειδῶς τε καὶ ἑκτικῶς, ἀψύχως δὲ καὶ ἀναισθήτως, λέγεται ἐφίεσθαι τῆς ἀγαθότητος τοῦ Θεοῦ. ἀφάτου προνοίας, ἀλλὰ κατὰ μόνον τὸ ζῆν, εἰ καὶ αἰσθητῶς τατε κ. Τὰ μὲν νοερά. Νοερὰ μὲν τὴν ἀγγελικὴν φύσιν λογικὰ δὲ τὴν ἀνθρωπίνην φησί· τὰ δὲ τούτων ὑφεί μένα, τὴν ἄλογον, τινι μόνον τὸ αἰσθητικὸν πρόσο εστι, διὸ καὶ αἰσθητῶς εἶπε, τουτέστιν αἰσθητικῶς τὰ δὲ ἄλλα, ήγουν τὰ φυτα, καὶ ὅσα πάντη ἄψυχα καὶ ἀκίνητα, τὰ μέν φησι κατὰ τὴν ζωτικὴν κίνησιν, τουτέστι τὴν θρεπτικήν τε καὶ αὐξητικήν· ταῦτα γὰρ δὴ ἐν τοῖς φυτοῖς πρόσεισι· τὰ δὲ ἄψυχα ἐν τῷ ἔχειν ἐν ἑαυτοῖς τὸ ὅλως εἶναι· τοῦτο γὰρ εἶπεν οὐσιώδη καὶ ἐκτικὴν ἐπιτηδειότητα. ὺς αἰώνιον. "Ορα πως σαφῶς ἐκ τῶν αἰτιατῶν καὶ κτιστῶν τὸν ἁπάντων ἀνώτατον ὑμνολογοῦσιν αιώνιον μέν οι φασι τὸν τῶν αἰώνων ποιητὴν, καὶ τῷ ὄντι αἰῶνα, είγε ὁ ἀεὶ ὢν αὐτός ἐστιν, ὅθεν καὶ αἰὼν λέγεται, αἰώνιον δέ ἐστιν οὐκ αὐτὸς ὁ αἰῶν, ἀλ λὰ τὸ αἰῶνος μετέχον· καὶ γοῦν φησιν ὁ Ησαΐας· Ο Θεὸς ὁ αἰώνιος ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς ὁ δὲ Θεὸς οὐ δεύτερός ἐστι τοῦ αἰῶνος, ἵνα καὶ μετ έχῃ αὐτοῦ, ἀλλ᾽ αἰώνων ποιητής. ὺς ἀγήρω. Κατὰ τό· Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σοῦ οὐκ ἐκλείψουσιν. Ὡς ἐν αὔρα. Τοῦτό ἐστι τὸ εἰρημένον ἐν Βασι λείαις, ὅτι οὔτε ἐν τῷ συσσεισμῷ, οὔτε ἐν τῇ νεφέ λῃ παρεγένετο ὁ Κύριος λαλῆσαι τῷ Ηλίᾳ· ἀλλὰ φω τῇ αὔρας λεπτῇ καλεῖ ὁ Κύριος· τοῦτο δὲ δηλοῖ, ὅτι καὶ ἐν σώματί φησιν εἶναι τὸν Θεὸν, τὸν ἐν τοῖς πᾶσ σιν ἀπερίληπτον· ἡ γὰρ πνοὴ καὶ παρὰ πάντων μετ έχεται, καὶ ἐν πᾶσιν ἐστι, καὶ παρ' οὐδενὸς ἐμπεριλαμβάνεται, ὡς καὶ ἐν Εὐαγγελίοις φησὶν ὁ Κύριος Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Καὶ τὸ ἀνώνυμον. ᾿Ανώνυμον διὰ τὸ πάντα εἶναι καὶ μηδὲν τῶν ὄντων εἶναι, ἀλλὰ πάντα ἐξ αὐτοῦ εἶ ναι, ὡς αὐτὸς ἑαυτὸν ἐξηγεῖται. συν Ως ἀρχῆς. Αρχῆς μὲν, ὡς τὸ εἶναι παρα σχομένης· πέρατος δὲ, ὡς ἐν τῷ εἶναι εχούσης. Τὰ πάντα ἐν πᾶσι. Πάντα δὲ τὰ ὄντα, διὰ τὸ ἐξ αὐτοῦ εἶναι τὰ πάντα. οι γρ. γάρ.
col. 209–210page 13 of 115
PG 4:209Καὶ ἐστία. Ἑστίαν αὐτὸν πάντων ἔφη, ὡς οίκησιν ὄντα πάντων τῶν ἁγίων, ὡς αὐτὸς ὁ Κύριός φησιν Μείνατε ἐν ἐμοί· ὥσπερ γὰρ ναὸς αὐτοῦ ἐσμεν, κατὰ τό· Ενοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω· οὔ τω καὶ αὐτὸς οἶκος ἡμῶν ἐστι· καλῶς δὲ εὐθὺς ἐπ ήγαγε τὸ ἡνωμένως· ἐπειδὴ γὰρ εἶπεν, αὐτὸν εἶναι πάντα, καὶ ἐν αὐτῷ τὰ πάντα, ἵνα μή τις, εἰς σύνθεσιν τὸν νοῦν καταγαγών, ἐκπέσοι τῆς ἀληθείας, ὑπο νοῶν ἅπαντα συμφορεῖσθαι σωρηδὸν ἐν τῷ Θεῷ, ἢ κατὰ τὴν σύνθεσιν τὸν Θεὸν εἶναι τὰ πάντα, ταχέως ἐθεράπευσε τὸ ἀπεμφαίνον, εἰπὼν ἡνωμένα, τουτέστιν ἐν τῇ οἰκείᾳ ἐνάδι, μᾶλλον δὲ ὑπὲρ ἑνάδα μείναντα ὑπερηπλωμένον ἀμερῶς καὶ ἀμιγῶς τοῖς οὖσιν εἶναι τὰ πάντα καὶ ἐν πᾶσιν· ἀλλὰ καὶ ἀσχέτως ἐστὶν ἐν πᾶσιν, ἀντὶ τοῦ, ὑπ᾽ οὐδενὸς κατεχόμενος, ή περιγραφόμενος σωματικῶς, ἐξῃρημένως δὲ μᾶλλον· ἔξω γάρ ἐστι τῶν ἁπάντων, οὐδαμοῦ ὤν, ἐξ αὐτοῦ πάντων ὄν των, καὶ αὐτὸς ἐν πᾶσιν· ἐξ αὐτοῦ γὰρ τὰ πάντα συνέστηκε. Πάντα δὲ ἁπλῶς. Τουτέστιν ἀσυνθέτως· ἐν οὐδενὶ γὰρ τῶν ὄντων συνετέθη ἡ σωματικῶς ἡνώθη, εἰ μὴ ἐν τῷ καιρῷ τῆς οἰκονομίας. Θείων φασμάτων. "Οτι φάσματα καλεῖ τὰς ἐν συμβόλοις ἀποκαλύψεις τοῦ Θεοῦ, καὶ τὸ πῶς αὐτὸ λέ γει, σημείωσαι. Ανακτόροις. Ἕλληνες ἀνάκτορα εκάλουν τῶν παρ' αὐτοῖς θεῶν τὰ τεμένη· ἐμφαίνει οὖν ὁ ἅγιος ἐν τούτοις τὸ παρὰ τῷ Ἡσαΐς· δοκεῖ γὰρ ἐν τῷ ναῷ ὑπαγορεύειν αὐτὸν ἑωρακέναι τὴν θείαν ἐκείνην δό ξαν καὶ] ὄψιν, τὴν τοῦ σεραφίμ· τὰ δὲ ἑξῆς εἴρηται διὰ τὴν τοῦ Ἰεζεκιήλ ὅρασιν, τὴν ἐν Βαβυλῶνι, καὶ ἑτέρας τινὰς θεωρίας. Καὶ θώκους. Θρόνους. Συμβολικῇ θεολογίᾳ. "Αλλο σύνταγμα ὑπισχνεί και γράφειν, ὅπερ καλεῖ Συμβολικὴν θεολογίαν. Ο ιεραρχικός. Σημείωσαι ὅτι μάλιστα ἱερεῦσι πρέπει θεωρεῖν τὴν θείαν Γραφήν. Θεοειδεῖς. ᾿Αντὶ τοῦ θεοφανεῖς. Καὶ ὦτα ιερά. Οτα διεντέλλεται ἱερὰ τοῖς ἁγίοις παρατίθεσθαι, τουτέστιν ἀκοὴν εὐσεβῆ καὶ ἀξίαν τῶν ἁγίων. Αμύστων. Τουτέστι τῶν ἀμυήτων· ὅτι ὁ μετὰ γέλωτος καὶ ἐμπαιγμῶν τῶν θείων ἀκούων λογίων, τῶν περὶ αὐτὰ ἑρμηνειῶν, ὡς θεομάχος κρίνεται. Τι μοθέῳ δὲ γράφει καὶ ὁ ᾿Απόστολος, ὅτι οὐ δεῖ τοῖς μὴ δεχομένοις τὸν λόγον ἐν ἀληθείᾳ λαλεῖν περὶ τοιούτων. ΕΙΣ ΤΟ ΚΕΦΑΛ. Β'. § 1. Τὴν θεαρχικήν. Ἐκ τοῦ κεφαλαίου τούτου μάλιστα καὶ 'Αρειανοὶ καὶ Εὐνομιανοὶ τὸ ἀνόμοιον πρεσβεύοντες πολεμοῦνται, καὶ Νεστοριανοὶ δὲ καὶ Ακέφαλοι. Θεαρχικὴν δὲ " όλην ύπαρξίν φησι τῆς η ἀνακτόροις. ανάκτορα καὶ θώκους. 107 θεοειδείς. θεοφανείς, ἀμύστων. θεομάχος 5 γρ. Εἰς τὸ κεφάλαιον τοῦτο τὸ δεύτερον μάχεται μάλιστα πᾶσι τοῖς τὸ ἀνόμοιον πρεσβεύουσιν, Αρεια τοῖς φημι, καὶ Εὐνομιανοῖς καὶ Μακεδονισταῖς, μεταξὺ δὲ Νεστοριανοῖς καὶ ᾿Ακεφάλοις. Θεαρχ.

Chapter IICaput II

col. 211–212page 14 of 115
PG 4:211ὑποστάσεσι γνωριζομένην θεότητα· ἔθος γὰρ αὐτῷ ὅλην θεότητα καλεῖν τὴν σεβασμίαν Τριάδα· αὕτη γὰρ καὶ τί ἐστιν ὅλη θεότης ἑαυτὴν ἀποκαλύπτουσα μετ' ἀφορισμοῦ τῶν προσώπων, τουτέστι μετά διαιρέσεως τοῖς ἁγίοις εφανέρωσε, τῶν τριῶν ὑπου στάσεων τὰς ιδιότητας ἐκφαίνουσα, ὅτι Πατὴρ, καὶ Υἱός, καὶ ἅγιον Πνεῦμα· οἱ γὰρ τρεῖς, μία καὶ ὅλη καὶ μόνη θεότης. Ιστέον δὲ ὅτι ὑπαρξις μὲν κυρίως ἐπὶ Θεοῦ οὐ λέγεται· καὶ γάρ ἐστι προϋπαρξις, τους ἐστι καὶ πρὸ αὐτῆς τῆς ὑπάρξεως· ἐπειδὴ δὲ πᾶσα ὕπαρξις ἐξ αὐτοῦ, ἐκ τῶν δι' αὐτοῦ φανέντων ὀνομάζεται ", ἵνα νοηθῇ καὶ ὑπὲρ ταῦτα. Αγίας καὶ μόνης προσκυνητῆς Τριάδος τὴν ἐν τρισὶν ύπαρξιν προ ύπαρξις τὴν θεαρχίαν. τὴν θεαρχίαν. θεαρχικήν ζωήν. διεξοδικώς. πλατυτέρως, Αφορίζουσα. Τουτέστι γνωρίζουσα καὶ δεικνύουσα, Την θεαρχίαν. Σημείωσαι ὅτι, καὶ ἀνθρωπίνως λεχθείσης τῆς φωνῆς, τῇ θεότητι ταύτην ἀνατίθησι διὰ τὴν τοῦ προσώπου 8 ἑνότητα. Οὐ μερικῶς. Καλῶς τὸ οὐ μερικῶς· αἱ γὰρ ἐνέρ γειαι καὶ πᾶσαι τῆς θεολογίας αἱ ὑμνολογίαι οὐχ ἑνὶ καὶ μόνῳ τῶν τῆς θείας Τριάδος προσώπων ἀποκληρωτικῶς ἀπονενέμηνται, ἀλλ' αὐταὶ μὲν κοιναί εἰσι τῆς Τριάδος, δίχα μόνης τῆς ἐνανθρωπήσεως· μόνη γάρ ἐστι τοῦ Υἱοῦ, ὡς ἐφεξῆς λέγει· μόναι δὲ αἱ χαρακτηριστικαὶ τῶν τριῶν ὑποστάσεων ιδιότητες με ρικῶς καὶ ἰδίως ἑκάστῃ ὑποστάσει πρόσεισιν, οἷον τῷ Πατρὶ τὸ Πατὴρ, καὶ οὐκ ἄλλῳ τινί· οὕτω καὶ ἐπὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος 4. Καὶ ὁλοκλήρου. Σημείωσαι ὅλης θεότητος να την Τριάδα σημαίνεσθαι. Εἰ μὴ περὶ τῆς ὅλης. Σημείωσαι ὅτι ὁ μὴ κοινὰς εἶναι λέγων τὰς θεωνυμίας, ἀποσχίζει ἀσεβῶς τὴν ενότητα τῆς προσκυνητῆς Τριάδος. Τάδε λέγει ὁ ὤν. Σημειωτέον, ὅτι δέχεται τὴν ᾿Αποκάλυψιν τοῦ ἐν ἁγίοις Ιωάννου τοῦ εὐαγγελιστοῦ ὁ ἅγιος οὗτος Διονύσιος· ἐκεῖ γάρ ἐστι τὸ ῥητὸν τοῦτο. Ὅτι δὲ, ὅτε ἦν ἐν Πάτμῳ ὁ θεῖος εὐαγγελιστής, ὅπου καὶ τὴν ᾿Αποκάλυψιν εἶδεν, ἐγίνωσκεν ὁ ἅγιος Διονύσιος, καὶ τοῦτο μαθήσῃ κάτω ἐκ τῆς ι' ἐπιστολῆς, ἧς ἔγραψε οι πρὸς αὐτὸν τὸν ἅγιον εὐαγγελιστὴν καὶ Θεολόγον Ιωάννην. Προφητών. Ο Δαυὶδ τοῦτο λέγει. Τὸ ὂν, δ παρὰ τοῦ Πατρός. Επίσκεψαι 10, πῶς φησι τὴν χρῆσιν ταύτην· οὐ γὰρ φέρεται νῦν οὕτως. Τὴν θεαρχίαν. Εν ἄλλοις θεαρχικήν ζωήν. Θεογόνου θεότητος. Σημείωσαι ότι θεογόνον θεότητα φησὶ τὸν Πατέρα, καὶ υἱικὴν θεότητα των Μονογενή. Διεξοδικώς. Αντί τοῦ πλατυτέρως. Τὰ πάντα δι' αὐτοῦ. Σημείωσαι, ὅταν λέγῃ ὅτι τὰ πάντα ἐκ τοῦ Θεοῦ ἐστι, περιληπτικῶς τὴν ὅλην γρ. ονομάτων, χρῆται τῇ λέξει, ἵνα τα γρ. τῶν προσώπων, οι γρ. οὕτω καὶ τῷ Υἱῷ, τὸ γιὸς, καὶ τῷ ἁγίῳ Πνεύματι, τὸ Πνεῦμα. γρ. ὅλην θεότητα. γρ. μέγας Διονύσιος οὗτος, μαθήσῃ ἐν ταῖς 88 γρ. Σημείωσαι. Επιστολαῖς, τὴν δεκάτην ἀναγινώσκων, ἣν ἔγραψε.
col. 213–214page 15 of 115
PG 4:213θεότητα σημαίνει, τουτέστι τὴν ἁγίαν Τριάδα· ὅταν δὲ φῇ 80, τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτι σται, διεξοδικῶς περὶ τῶν ὑποστάσεων σημαίνει τοῦτο γὰρ εἰς τὸν δημιουργικὸν λόγον ἐδέξαντο πάντες. Καὶ αὐτοῦ. Τοῦ Λόγου δηλονότι. Κοινωνικῶς καὶ ἡνωμένως. Σημείωσαι ὅτι κοινωνικῶς ἤνωται τὰ τῆς ἁγίας Τριάδος. Τὰς θεουργίας. Οἷον τὸν Ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια· τὸ σέβας, ὡς τό· Εἰς τὸ ἅγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται τὸ δὲ τῶν δωρεῶν, ἤτοι τῶν χαρισμάτων, ἐν τῷ λέ γειν· Λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς. Την πηγαίαν. Εἴρηται ἐν [τοῖς] Ψαλμοῖς· "Οτι παρὰ σοὶ πηγὴ ζωῆς, καὶ ἐν Ἱερεμίᾳ· Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος. Ο οὖν Θεὸς λέγε ται πηγή, οἷά τις μήτρα καὶ ἀρχὴ καὶ αἰτία τῶν φα νέντων καὶ προελθόντων εἰς οὐσίαν ἁπάντων· & γὰρ καλείν ειώθασι τινες καθολικά, ἤτοι γένη, ἢ ὅλα, ἢ περιέχοντα; ἅτε περιληπτικὰ τῶν μερικῶν ἐξ αὐτῶν προόδων, ταῦτα αἱ θεῖαι Γραφαί πηγαίαν αἰτίαν φα σί· διὰ τὸ δημιουργικὸν τοίνυν καὶ ἀνέκλειπτον τῶν διὰ τοῦ Πνεύματος υφισταμένων, καὶ ὅτι τὸ Πνεῦμα τὸ ἅγιον καὶ αὐτὸ [πάντων] τῶν ὄντων αἴτιον, ὡς καὶ ἐν τῇ Σοφίᾳ εἴρηται, εικότως καὶ πηγαίαν αὐτὸ αἰτίαν θεολογεῖ· τὸ δὲ ἀνέκλειπτον τοῦ δημιουργεῖν ἐκεῖθεν νόησον εἰς τό ῾Ο Πατήρ μου ἕως ἄρτι εργά ζεται, κἀγὼ ἐργάζομαι· ὡσαύτως καὶ τὸ Πνεῦμα τὸ ἅγιον, σὺν τῷ Πατρὶ καὶ τῷ Υἱῷ ἀεὶ ἐργάζεται ἀνεκ λείπτως· εἴρηται γάρ· Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται. § Π. 'Αδιαστρόφοις εννοίαις. Καλῶς εἶπε τὸ ἀδιαστρόφοις· ἐπειδὴ καὶ οἱ αἱρετικοὶ ἀναγινώσκουσι τὰς Γραφὰς, καὶ ἐντρέφονται ἐν αὐταῖς, καὶ ὅμως διαστρέφουσιν ἑαυτούς. Θεοπρεπούς διαιρέσεως. Θεοπρεπή διαίρεσιν ἐπὶ τῆς ἁγίας Τριάδος τὴν περὶ τῶν ὑποστάσεων ἀσύγ χυτον ἔφη γνῶσιν· καὶ ὅτι οὐ χρὴ φροντίζειν πείθειν τοὺς μὴ δεχομένους τὴν θείαν Γραφήν. Τὸ γὰρ κοινῶς ἐπὶ τῆς ἁγίας Τριάδος θεολογεῖν οὐκ ἔστι σύγχυσιν εἰσάγειν τῶν ὑποστάσεων. τὸ δὲ τῶν δωρεῶν, Επὶ τὴν θεολογικήν. Θεολογικὴν ἐπιστήμην άνω τέρω περὶ Θεοῦ διηγούμενος, οὐκ ἔφη αὐτὴν οι επι στήμην εἶναι· ἐνταῦθα δὲ τὰ περὶ θεολογίας ἐπι στήμην φησίν. Επιστήμη δέ ἐστι δόξα ὀρθὴ λογισμῷ δεθεῖσα ", ἢ λόγος ἀληθὴς ἐπὶ διάνοιαν ἀμετάπτωτος, καὶ ἡ ἀκριβὴς εἴδησις τοῦ πράγματος καὶ ἀπόφανσις, οὗ καὶ λέγεται ἐπιστήμη, ἀληθείας λόγον καὶ δόξαν ὀρθὴν προβαλλομένη, μὴ δεομένη τῆς ἐκ παραθέσεως τοῦ ὁμοίου βεβαιώσεως. Τὰς θείας ἐκφαντορίας. Εκφαντορίας φησὶ τὰς τὰ μυστήρια ἐκφαινούσας διδασκαλίας. Εν ἑαυτοῖς ἁπλήθυντα. "Οτι οὐ δεῖ παρεξιέναι τὴν θείαν Γραφὴν ἐν τῷ θεολογεῖν. Εκφαντορίας 80 γρ. φησί. 00 γρ. διαλεγόμενος. οι γρ. αὐτόν. γρ. δοθεῖσα. γρ. ἀληθῆ.
col. 215–216page 16 of 115
PG 4:215καθ' ἡμᾶς, ἱερομύσται. Ἱερο μύσται 8 ΙΙΙ. Καὶ ὅσα τῆς ὑπεροχικῆς. Κατὰ ἀφαίρεσιν ὑπὲρ ἔννοιαν δοξολογεῖται· ἐκ γὰρ τῶν μὴ θεωρουμένων περὶ αὐτὸν ὑπεραναβεβηκότως προσκυνεῖται, οἷον ὡς ἀθάνατος, ὡς ἀτελεύτητος καὶ ἀόρατος, καὶ ἀνενδεής, καὶ ὅσα τοιαῦτα· κοινὰ γὰρ τῆς Τριάδος καὶ ταῦτα· αἰτιολογικὰ δέ εἰσιν ὅσα ἐπὶ τὴν κτίσιν " Ερω ρευσε παρ' αὐτοῦ, ἅτε αἰτίου παντὸς καλοῦ, ὡς γέ γραπται, ὅτι πᾶν ἐστι καλὸν αὐτοῦ. . Τὸ τοῦ Πατρός. Κατὰ κοινοῦ [δὲ] τὸ ὑπερούσιον, ὡς ἐπὶ τοῦ Πατρὸς, οὕτω καὶ [ἐπὶ τοῦ] Υἱοῦ καὶ [ἐπὶ τοῦ] ἁγίου Πνεύματος. Ἐπὶ δὲ τῶν διακεκριμένων τῆς ἁγίας Τριάδος, οἷον ονομάτων, οὐδεμίαν φησὶν [ὅλως] εἶναι ἀντιστροφὴν ἢ κοινωνίαν· ὁ γὰρ Πατὴρ οὐκ ἂν εὐσεβῶς κληθείη Υιός· οὐδὲ ὁ Υἱὸς Πατήρ· τὸ αὐτὸ καὶ ἐπὶ δ τοῦ ἁγίου Πνεύματος. Η καθ' ἡμᾶς Ἰησοῦ. Σημείωσαι ὅτι μόνου τοῦ Θεοῦ Λόγου ἐστὶν ἡ ἐνανθρώπησις. Παντελῆ δὲ αὐτήν φησι κατὰ Ἀπολλναρίου, ὡς ἐκ ψυχῆς νοερᾶς καὶ ἡμετέρου σώματος· τοῦτο γὰρ δηλοῖ τὸ εἰπεῖν αὐτὸν καθ' ἡμᾶς· ὅπερ ἐστὶ καὶ κατὰ Εὐτυχοῦς· κατὰ Νεστορίου δὲ, ὅτι φησὶ, τοῦ Ἰησοῦ τὴν ἀναλλοίω τον ὡς Θεοῦ καθ' ἡμᾶς ὕπαρξιν καὶ ὅτι οὐσιώδη φησὶ τὰ ἐν τῇ ἀνθρωπότητι μυστήρια, τὴν πείναν, τὸν κόπον, καὶ τὸ ἐπὶ ὕδατος βαδίσαι, καὶ τὸ εἰσελθεῖν τῶν θυρῶν κεκλεισμένων πρὸς τοὺς μαθητάς, καὶ τὸ ἐγεῖραι τοὺς νεκροὺς, καὶ αὐτὸ τὸ πάθος, καὶ ὅσα τοιαῦτα. Ουσιώδη μυστήρια. Σημείωσαι τὸ οὐσιώδη ἐπὶ τῆς σαρκώσεως· τοῦτο γὰρ ἔφη, ἐκβάλλων τὴν κατὰ φαντασίαν δόξαν. Παραδόσεως ἱερομύσται. Ἱερομύσται λέγονται οἱ τὰ ἱερὰ μεμυημένοι. Κρυφίας καὶ ἀνεκφοιτήτους. Κρυφίας Ενώσεις φησὶ τὰς περὶ τῆς θείας οὐσίας ἀκαταλήπτους γνώ σεις· τὴν οὐσίαν αὐτὴν τῆς ἁγίας Τριάδος, τί ἐστιν, οὐδεὶς γνώσεταί ποτε. Τὰς διακρίσεις. Διακρίσεις φησὶ τὰς ἐνυποστάτους προσκυνητὰς ὑπάρξεις, τουτέστι, τοῦ μὲν Υἱοῦ τὸν ἐκ Πατρὸς ἀνέκφραστον ἀπαυγασμόν· τοῦ δὲ ἁγίου Πνεύματος τὴν ἐκ Πατρὸς ἀνεννόητον ἐκπό ρευσιν. Ἡ ὑπὲρ ἐναρχίαν. Ἡ ὑπὲρ ἐναρχίαν ἑνότης τὸ ὑπὲρ πᾶσαν ἑνότητα καὶ ἁπλότητα ἐν τοῖς οὖσι τῆς τὸ ἄφθεγκτον. Τὸ ἄφθεγκτον, γρ. ὅτι τὴν κτίσιν. θείας φύσεως ἀμερές τε καὶ ἁπλοῦν σημαίνει. Τὸ ἄφθεγκτον. "Αφθεγκτον διὰ τὸ ἀκατονόμαστον τῆς οὐσίας· πολύφωνον δὲ, ὅτι τῇ ποικιλίᾳ τῶν εὐερ ετουμένων τὸ πολύφωνον ἔχει. Το παννόητον. Πῶς ἄγνωστος καὶ παννόητος ο δ Θεὸς, καὶ πῶς ἐν ἀγνωσίᾳ τὴν περὶ αὐτοῦ κτώμεθα γνῶσιν, ῥητέον· ἀγνοίς γὰρ γίνεται γνωστὸς ὁ Θεός ἄγνοιαν δὲ, μὴ τὴν διὰ τῆς ἀμαθίας λάβῃς· αὕτω 98 γρ. περί. 80 γρ. πάλιν νοητός
col. 217–218page 17 of 115
PG 4:217γὰρ σκότος ἐστὶ ψυχῆς· μήτε τὴν γινώσκουσαν, ότι ἀγνοεῖται ὁ ἄγνωστος· εἶδος γὰρ καὶ αὐτὴ γνωριστικόν· ἀλλὰ κατ' ἐκείνην τὴν ἄγνοιαν γινώσκεται γνω τὸς, καθ᾿ ἣν ἀπλωθέντες ὑπὲρ τὰς νοήσεις, αἵτινες πληθυνόμεναι σκεδάννυνται, καὶ αὖθις συμπτύσσονται, οὐκ οὖσαι ἑνάς. Ὅθεν οὖν πᾶσαν νόησιν περὶ Θεὸν ὑπερβάντες, ἁπλοῖ γινόμεθα, ἀγνοοῦντες λοι πὸν καὶ ἀδιάκριτοι" μένοντες διὰ τὴν πρὸς τὴν ἑνό τητα στάσιν, καὶ βεβαίως ἑστῶτες ἐν τῇ ἑνώσει, ἀγνοοῦμεν ὅτι ἀγνοοῦμεν ", τουτέστιν οὐχ ἑτέρουτινὸς εἰδότες ", ἡμεῖς ὡς ἀμαθεῖς ἀγνοοῦμεν, δυνά μενοι μαθεῖν & τέως ἀγνοοῦμεν· ἀλλὰ τὰ παρὰ πάσης λογικῆς κτίσεως εὐσεβῶς ἀγνοούμενα ἀγνοοῦντες· ἐν ταύτῃ γὰρ στάντες τῇ ἀγνοίᾳ, εἶδος γινόμεθα τοῦ πρὸ πάντων ὄντος· ἐάσαντες μὲν πάντα τὰ εἴδη καὶ τὰς νοήσεις, ἐν ἀφασίᾳ δὲ κρείττονι πάσης φθέγξεως Ιδρυμένοι, τῷ μηδὲ τοῦτο γινώσκειν, ὅτι ἀγνοοῦμεν εἶτα πάλιν ὑποστρέψαντες ἐκ τῆς ἐν ἀφασίᾳ 100 στο πῆς, καὶ ἀπὸ τῆς σιγῆς εἰς φθέγξιν καταβαίνοντες, συνιέντες ὅτι ἡγνοοῦμεν, ἀφιστάμεθα λοιπὸν τοῦ περὶ ἀγνώστου ζητεῖν. Πανόητος δὲ πάλιν ὁ Θεὸς, ἐκ τῶν φιλοδώρων προνοιῶν νοούμενος, ὅ τι ἐστί, καὶ ἐκ τῶν δημιουργημάτων· ἐκ τῶν μὲν, ὅτι σωτήρ ἐστιν· ἐκ τῶν δὲ, ὅτι δημιουργός. Καὶ θέσιν μὲν τὴν υπαρξίν φησιν, ὡς ἐξ αὐτῆς τῆς πάντων οὔσης υπάρ ξεως. Λέγουσι δὲ καὶ οἱ φιλόσοφοι θέσιν τὰ ἐπιτιθέμενα είδη τῇ ὕλῃ· ἀφαίρεσιν δὲ, ὅταν αἱ ποιότητες ἀφαιρεθῶσι τῶν εἰδῶν· οἷον γῆς τὸ βαρύ, ὕδατος τὸ ὑγρόν. Ο οὖν Θεὸς, ὁ καὶ ταῦτα μετασχηματίζων, ἡ πάντων θέσις καὶ ἀφαίρεσίς ἐστι· θέσις μὲν πάν των, ὡς τὰ πάντα θεὶς καὶ ποιήσας, καὶ ἱδρῦσθαι παρασκευάζων· ἐν αὐτῷ γὰρ τὰ ἅπαντα συνέστηκεν ἀφαίρεσις δὲ πάντων ἐστὶν, ὡς καὶ τὴν θέσιν αὐτὴν [τῶν ὄντων] καὶ τὴν ποίησιν μεταῤῥυθμίζων καὶ με τασκευάζων, καὶ ἀφαιρῶν ἐκ τῶν τεθειμένων τὰ κατὰ φύσιν· εἰ γὰρ ὁμολογεῖται τὰ ἐν γενέσει πάνω τως καὶ φθείρεσθαις· αὐτὸς δὲ πλούτῳ ἀγαθότητος τῶν μὲν ἀνεῖλε καὶ τὸ φθαρτόν, ὡς ἀγγέλων καὶ ψυ χῶν· τῶν δὲ τὸ φθαρτόν εἰς ἀφθαρσίαν, καὶ τὸ θνη τὸν εἰς ἀθανασίαν μετάγει, ὡς τὰ σώματα ἡμῶν ἐν τῇ ἀναστάσει· δῆλον ὡς αὐτὸς ταῦτα ἡμῖν ὑπάρχων, αὐτὸς καὶ ὑπὲρ θέσιν ἐστὶ καὶ ἀφαίρεσιν, καὶ θεμέ διος καὶ ῥίζα πάντων ὤν, οὐ τοπικῶς, ἀλλὰ κατὰ τὸ αἴτιον· οὔτε ἀφαίρεσις αὐτὸς ὢν, ὧν αὐτὸς ἔχει αὐτὸ γὰρ ἀθάνατον αὐτὸς ἔχει. Τὸ γὰρ ἀθάνατον, καὶ ἀκατάληπτον, καὶ ἄγνωστον, καὶ ὅσα τοιαῦτα, ἔχει, οὐχ ὡς μὴ ὢν τὸ ἐναντίον· ἀλλὰ κατὰ ἰδιότητά τινα πᾶσιν ἄῤῥητον καὶ ἀνεπινόητον· ἐξῄρηται γὰρ τῶν ἁπάντων, ὡς ἀφηρημένος τῶν ὄντων, καὶ ὑπ᾽ οὐδενὸς νοούμενος τῶν ἐν δημιουργίᾳ ἢ καταλαμβανόμενος, ὡς αὐτὸς ἑαυτὸν ἁρπάσας διὰ τῆς ἀπειρίας· οὐ γάρ ἐστιν αὐτοῦ πέρας. Σημείωσαι δὲ τὸ ἐν ἀλλήλαις εἶναι, κατά τινα μονὴν καὶ ἵδρυσιν τὰς θείας ὑποστάσεις, ὡς τό· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί γρ. νομίζοντες κατειληφέναι, καὶ ἀδι, 8 γρ. κατέλαβε. " γρ. εἰδότος. γρ. ἀφθαρσία. γρ. ὡμολόγηται. γρ. φθείρεται. Ο γρ. ἡμῶν.
col. 219–220page 18 of 115
PG 4:219οὕτω καὶ περὶ τοῦ ἁγίου Πνεύματος ὁ ᾿Απόστολος λέγει [Καθάπερ φῶτα λαμπτήρων. Ὅλος ὁ νοῦς τοῦ Πατρὸς τοῦτον ἔχει τὸν τρόπον. Παράδειγμα εἶπεν ἐπὶ τῆς ἁγίας Τριάδος, ὥσπερ τριών τινων λύχνων, φησίν, ἢ κηρῶν ἡμμένων ἔν τινι ναῷ ἢ οἴκῳ, ταῖς μὲν ὑποστάσεσι διακεκριμένων, ήγουν κεχωρισμένων ἀλλήλων· ἄλλος γὰρ καὶ ἄλλος λύχνος ἐστὶν ἰδικῶς ὁ καθείς· τῷ δὲ φωτὶ ἡνωμένην ἔχουσι καὶ ἀχώριστον τὴν κοινωνίαν τῆς φύσεως καὶ τῆς ἐνεργείας· καὶ οὐδεὶς δύναται ἐν τῷ οἴκῳ ἐν τῷ ἀέρι αὐτοῦ διακρῖναι καὶ εἰπεῖν, ποῖον μέν ἐστι φῶς τοῦδε τοῦ λύχνου, ποῖον δὲ τοῦ ἑτέρου. Ταῦτα εἰπὼν, μετέρχεται λοιπὸν ἐκ τοῦ τριαδικοῦ εἰς τὸν τῆς οἰκονομίας λόγον, καὶ τὴν ἔνδοξον ἔξοδον τοῦ Θεοῦ Λόγου τὴν ἐκ Πατρὸς κατὰ τὴν αὐτοῦ φωνὴν τὴν φάσκουσαν, ὅτι, Εκ τοῦ Πατρός μου ἐγὼ ἐξῆλθον, καὶ πρὸς τὸν Πατέρα μου υπάγω, σαφηνίζει καθά φησιν· Αλλ' εἰ καὶ τὸν ἕνα τις τῶν πυρσῶν ὑπεξάγοι του δωματίου, συνεξελεύσεται καὶ τὸ οἰκεῖον ἅπαν φῶς, οὐδὲν τῆς τῶν ἑτέρων φώτων ἐν ἑαυτῷ συνεπισπώμε τον λαμπηδόνος, ἢ τὸ ἑαυτοῦ τοῖς ἑτέροις και ταλεῖπον. Ελθών γὰρ ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς καὶ ἐπιδημήσας ἐν τῷ κόσμῳ οὐδὲ τὸν Πατέρα καὶ τὸ Πνεῦμα συνήγαγεν ἐν ἑαυτῷ, οὐδὲ μὴν τῶν οἰκείων τι ἐξελθὼν ἐκείνοις κατέλιπεν, ἀλλ' ἀδιαίρετον τῆς ἑαυτοῦ μονῆς ἐποιήσατο τὴν ἔξοδον.] "Οπου γε καὶ τὴν ὑπερούσιον. Αἱ τῶν σωμάτων ενώσεις, τῶν τε στοιχειωδῶς θεωρουμένων, καὶ τῶν ἄλλως πως μιγνυμένων, δυνάμεσι καὶ ποιότησι τὸ παρηλλαγμένον ἔχουσι, καὶ ἕτερόν τι παρὰ τὴν τῶν ἁπλῶν φύσιν ἡ τούτων ἔνωσις ἀποτελεῖ· ὡσαύτως καὶ ψυχικαὶ δυνάμεις τὸ ἑτεροειδές κατὰ τὴν κίνησιν διάφορον ἔχουσι· καὶ μὴν καὶ αἱ τῶν ἀγγέλων πρὸς τὰς θείας ἐλλάμψεις ἑνότητες τὸ ἀνὰ μέρος καὶ ἀνά λογον ταῖς οἰκείαις τάξεσιν ἔχουσιν· ἡ δὲ ἐν τῇ ἁγίᾳ Τριάδι θεότης, καὶ ὅσα ταύτης, οὐδενὶ τῶν εἰρημένων διακοπτομένη ἢ ἑαυτῆς διαφέρουσα, εἰκότως ὑπὲρ ταύτας τὰς ἑνώσεις εἶναι δοξάζεται ". Καὶ ὑπερουράνια φώτα. Σημείωσαι ὅτι καὶ τὰς ψυχὰς καὶ τοὺς νέας άπαντας υπερουράνια φώτα και λεῖ· καί φησιν ἐνοῦσθαι τὰς ζωούσας • οὐσίας ταύ τας ἁπάσας, ὡς εἴρηται ἐν τῷ παραδείγματι τῶν ἐν οἴκῳ τινὶ πολλῶν λαμπτήρων ἀλλήλοις ἀμιγῶς τε καὶ ἀσυγχύτως ἑνουμένων, θεοειδεῖς τε οὖσας καὶ μετεχούσας ἀναλόγως ἑαυταῖς τῆς τοῦ Θεοῦ ὑπερηνωμένης ἑνώσεως· ἄστινας, ἑνώσεις δηλονότι, ἐπὶ τὰ ἀσώματα, ἃ καὶ δι᾿ ἀλλήλων ἀσυγχύτως χωρεί. Υπερουσίου θεογονίας. Σημείωσαι ὅτι ὑπερού στον θεογονίαν καὶ πηγὴν τὸν Πατέρα καλεῖ· καὶ ὅτι οὐκ ἀντιστρέφει τὰ ὀνόματα. * γρ. φησίν. γρ. νομίζεται. * γρ. ζώσας.
col. 221–222page 19 of 115
PG 4:221Ενώσεις τε καὶ διακρίσεις. Τὰ περὶ τῆς ἀφράστου Τριάδος μέχρι τριῶν ὑποστάσεων προόδου νῦν θεολογεῖ, ὅτιπερ ὁ Θεὸς καὶ Πατὴρ, κινηθεὶς ἀχρόνως καὶ ἀγαπητικῶς, προῆλθεν εἰς διάκρισιν ὑποστάσεων, ἀμερῶς τε καὶ ἀμειώτως μείνας ἐν τῇ οἰκείᾳ ὁλότητα ὑπερηνωμένος καὶ ὑπερηπλωμένος, τοῦ οἰκείου ἀπαν γάσματος εἰς ὑπαρξιν προελθόντος, ὡς εἰκόνος ζώσης, καὶ τοῦ παναγίου Πνεύματος προσκυνητῶς καὶ ὑπεραεννάως ἐκπορευομένου ἐκ τοῦ Πατρὸς, ὡς μυσταγωγεῖ ὁ Κύριος· ἀγαθότητι δὲ ἐπληθύνθη ἐπὶ τρισυπόστατον θεαρχίαν ἡ αἰτία πάντων καὶ πηγή. Ταῦτα καὶ ὁ Θεολόγος Γρηγόριος ἐν τοῖς Κατὰ Εὐνομίου λόγοις φησίν. Εστι δὲ καὶ κατὰ ἄλλον λόγον θεία διάκρισις, ἡ διὰ πλῆθος ἀγαθότητος πρόοδος τοῦ Θεοῦ εἰς τὴν πολυείδειαν τῆς δημιουργίας ' τῆς ἀοράτου καὶ ὁρα τῆς. Κοιναὶ δέ εἰσι τῆς τρισυποστάτου καὶ διακεκριμένης ἐνάδος αἱ δημιουργικαί πρόνοιαί τε καὶ ἀγαθότητες· ἡ γὰρ παμβασιλίς Τριὰς ἐν μεθέξει τῶν δυναμένων ο μετέχειν γίνεται ἀσχέτως τε καὶ ἀμεθέκτως· ταὐτὸν γὰρ δηλοῖ ἑκάτερον· μετέχεται γὰρ ὁ Θεὸς ἀσχέτως οὐ κατεχόμενος ἐν τόπῳ τῷ μετέ χοντι, οὐδὲ αἰσθητῶς μετεχόμενος, ἀλλ' ὅλος ἐν μετα οχῇ ἑκάστου ὢν καὶ ἐξῃρημένος τῶν ἁπάντων· ὥσπερ φωνῆς μεγάλης γενομένης ἅπαντες μετέχουσιν α παρόντες κατὰ τὴν οἰκείαν δύναμιν, καὶ ἀνὴρ, καὶ νήπιον, καὶ ἄλογα· ἀλλ᾽ οἱ μὲν ἐῤῥωμενέστερον, οι δὲ ἀμυδρότερον, πρὸς τὴν τῆς ἀκουστικής ενέργειαν, καὶ ἔστι μεθεκτὴ ἡ φωνὴ, καὶ ἐφ' ἑαυτῆς ἀμέθεκτος μείνασα. Ἐκ τῶν μετοχῶν καὶ τῶν μετεχόντων. Τὸ κατ' οὐσίαν μὲν ἡ Θεότης οὐ μετέχεται, οὔτε νοεῖται· μεθ εκτὴ δέ ἐστιν ἐν τῷ ἐξ αὐτῆς εἶναι τὰ πάντα, καὶ ὑπ' αὐτῆς συνέχεσθαι εἰς τὸ εἶναι. Ἐν ἑκάστῳ τῶν ἐκτυπωμάτων. παραδειγματικῶς φησι πῶς ἀμεθέκτως μετέχεται ὁ Θεός. § Οὐκ ἔστιν ἡ σφραγίς. Αντίθεσις καὶ λύσις ἐκ τοῦ παραδείγματος τῆς σφραγίδος. Απομόργματα. Απομόργματα ἐνταῦθα τὰ ἐκτυ τώματα λέγει. Καὶ μήτε ἀντίτυπα. Ὡς λίθοι καὶ ξύλα, ἢ πάλιν τὰ τῆς ὑγρᾶς οὐσίας, ὧν οὐδὲν ἐπιδέχεται τὴν ἐκ δακτυλίου σφραγίδα. Διακέκριται δέ. Σημείωσαι ὅτι διακέκριται τῆς ἁγίας Τριάδος ἡ ἐνανθρώπησις τοῦ Λόγου ὁλικῶς καὶ ἀληθῶς. Το καθ' ἡμᾶς. Ἐνταῦθα περὶ τῆς οἰκονομίας πάν λιν διαλαβών, τῷ Θεῷ λόγῳ ταύτην προσάπτει, μήτε Πατρὸς μήτε τοῦ ἁγίου Πνεύματος ἐπικοινωνησάντων, πλὴν κατὰ βουλὴν μόνην. Σημείωσαι δὲ τὴν ἀκριβῆ τῆς οἰκονομίας διήγησιν, [ὅτι] ουσιώθη δ ὑπερούσιος Θεὸς Λόγος ἀναλλοιώτως, ἐπεὶ μεμένηκε Θεὸς, καὶ οὐσιώθη καθ᾿ ἡμᾶς ἐξ ἡμῶν ὁλικῶς, τουτ ἐστι, σῶμα καὶ ψυχὴν λογικὴν κατὰ ἀλήθειαν ἐσχη χώς· καὶ ὅτι ὁ Θεὸς Λόγος ἐστὶν [κατ᾽ ἀλήθειαν] ὁ ἀπομόργματα. Απομόργματα * γρ. πολυειδίαν τῶν δημιουργημάτων. Ο γρ. δυνάμεων.
col. 223–224page 20 of 115
PG 4:223παθών, δηλονότι σαρκί· καὶ ὅτι ἀνθρωπικὴ αὐτοῦ ἐστι θεουργία πάντα τὰ ἐν τῇ οἰκονομίᾳ· καὶ ὅτι οὐκ ἐκοινώνησεν εἰς ταῦτα ὁ Πατήρ, οὔτε τὸ Πνεῦμα τὸ ἅγιον, εἰ μὴ τῇ εὐδοκίᾳ καὶ βουλήσει" τῆς σαρ χώσεως, καὶ εἰς τὸ συνεργάζεσθαι τῷ Υἱῷ Θεῷ τὰς θεοσημείας. Σημείωσαι δὲ ταῦτα μάλιστα κατὰ Νεστοριανῶν καὶ ᾿Ακεφάλων καὶ Φαντασιαστών. Διακέκριται. Τοῦτ' ἔστι κεχωρῆσθαι τοῦ τριαδικοῦ καὶ θεολογικοῦ λόγου τὸ καθ' ἡμᾶς ἐξ ἡμῶν ὁλι κῶς καὶ ἀληθῶς σαρκωθῆναι, τοῦτ' ἔστιν ὁ τῆς ἐναν θρωπήσεως καὶ σαρκώσεως τοῦ Χριστοῦ λόγος, καὶ δρᾶσαι καὶ παθεῖν ὅσα τῆς ἀνθρωπικῆς αὐτοῦ θεω ρίας ἐστὶν ἔκκριτα. Αδιατήρητά φησι καὶ ἐξαίρετα, τοῦτ' ἔστι καθαρὰ καὶ ἀδιάβλητα τῆς ἀνθρωπίνης αὐτοῦ φύσεως· ἅτινά ἐστι τόκος, νηπιότης, αύξησις, δίψα, κάτος, λύπη, δάκρυον, πτύελος, αἷμα, τρῆσις, φθορά, φύσις, ἑκούσιος νέκρωσις, ἀφθεγξία, ἀκινησία, καὶ τὰ ὅμοια. Τούτοις γὰρ ὁ Πατήρ καὶ τὸ Πνεῦμα κατ' οὐδένα τρόπον ἢ λόγον κεκοινώνηκεν εἰ μή τις φαίη κατ' εὐδοκίαν τε καὶ βούλησιν. Γεγονὼς ὁ ἀναλλοίωτος. Πῶς λέγει τὸν Λόγον πα θεῖν, ὡς καὶ τὸ, Αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς, ἐξεθέμεθα. § Τοῖς δὲ ὡς μυστικοῖς. Κατὰ τὴν δύναμιν τὴν ἐνυπάρχουσαν ἐν τῷ ἄρτῳ καὶ τῷ ποτηρίῳ. Ὑπὲρ νοερὰν ἐνέργειαν. Τῶν περὶ Θεοῦ λεγο μένων τὴν διάνοιαν μὲν ἀναπτύσσει ὁ ἱερὸς νοῦς, ήγουν ἑρμηνεύει ὁ τοῖς θείοις διόλου ενασχολούμενος, καὶ τοῖς γηίνοις καὶ ἐμπαθέσιν ἀνεπιθολώτως μένων αὐτοῖς δὲ τοῖς θείοις οὐκ ἄλλως ἐπιβάλλει ἢ κατὰ ἀπόπαυσιν πάσης κινήσεως νοητικῆς τῶν ὄντων τοῦτο γὰρ δηλοῖ τὸ ὑπὲρ νοερὰν ἐνέργειαν εἰπεῖν, τουτέστιν ὅταν τῷ ἀκαταλήπτῳ τοῦ Θεοῦ πάντοθεν περισχεθῇ, τότε καταλαμβάνει τὸ ζητούμενον. Ταῖς μετοχαῖς μόναις. Προσυπακουστέον ὀνόματα. Μετοχὰς δέ φησιν, ὧν μετέχομεν τὴν ἐξ αὐτοῦ τοῦ Θεοῦ παροχήν. Κρυφιότητα. Ότι καὶ τὸ Θεὸς ὄνομα οὐ δηλοῖ οὐ σίαν, οὐδὲ τί ἐστιν ὁ Θεὸς, ἀλλ᾽ εὐεργεσίαν τινὰ εἰς ἡμᾶς· καὶ ὅτι ἐκ τῶν μετοχῶν τῶν ὑπὸ τοῦ Θεοῦ δωρουμένων ἡμῖν, καὶ τὰς περὶ Θεοῦ ὀνομασίας ποιούμεθα· τὸ δὲ τί ἐστιν ὁ Θεὸς, πᾶσίν ἐστιν ἀνεπινόητον· καὶ γὰρ ἡ θεία ὕπαρξις, οὕτως ἀξίως που σῶς ὑμνηθήσεται, ὅτε πάσης ενεργείας, καὶ τῆς δραστικωτάτης, νοερᾶς δὲ, πάντως ὑφ᾽ ἡμῶν ἀπολυθεῖσα, δέξεται ἡμᾶς διὰ σιγῆς ἁγίας, ἐπιβάλλοντας ταῖς ἐκεῖθεν ἐκφοιτώσαις δωρεαῖς· θελήματι γὰρ τὰ ὄντα παράγει, στάντων ἡμῶν βεβαίως ἐν τῇ τοῦ ἡμε τέρου νοῦ ἀδιακρισίᾳ, ἣν ἐκάλεσε πρό μικροῦ γνώ σιν ἐν ἀγνωσία. Πάλιν, ὅτι μέν έστι πηγαία. Σημείωσαι τὰ σε Ο γρ. εἰς τὴν εὐδοκίαν καὶ βούλησιν.
col. 225–226page 21 of 115
PG 4:225βάσμια καὶ φρικτὰ ἐπὶ τῆς ἀχράντου Τριάδος όνο ματα, ὅτι πηγαία θεότης ὁ Πατήρ· ὁ δὲ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον βλαστοί εἰσι τῆς θεογόνου Θεότητος, τουτέστι τοῦ Πατρὸς, θεόφυτοι, καὶ ἄνθη, καὶ φῶτα ὑπερούσια. Μᾶλλον δὲ βλαστούς φησὶν εἰρῆσθαι ἐν τῇ Γραφῇ ἀπὸ τῆς τῶν ἐλαιῶν ὀπτασίας Ζαχαρίου τοῦ ἐνδεκάτου τῶν προφητῶν· δύο γὰρ κλάδους τῆς ἐλαίας φασὶν οἱ Εβδομήκοντα· οἱ δὲ ἄλλοι ἑρμηνευταί στάχυας καὶ βλαστούς· φῶτα δὲ, ἐν οἷς εἴρηται, Πατρὸς τῶν φώτων καὶ φῶς ἐκ φωτός. Πατριὰν δὲ λέγει τὴν οἱονεὶ πατρότητα. Επιφέρει γοῦν υἱότης καὶ γοῦν φησιν ὁ ᾿Απόστολος· Ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται· τὸ γὰρ εἶναι τε πατέρας καὶ υἱοὺς ὀνομάζεσθαι ἄνωθεν ἔῤῥευσεν, ἐκ τοῦ Πατρὸς μὲν φύσει τοῦ Υἱοῦ ὄντος· Πατρὸς δὲ πάντων δημιουργικῶς καὶ διδασκαλικῶς· ὅθεν καὶ ἀσώματοι καὶ νοητοὶ θεῶν πατέρες καὶ υἱοὶ διδασκαλικῶς καὶ ὑπερκειμένως ἐν ἀγγέλοις καὶ δικαίοις, ὡς καὶ ὁ ᾿Απόστολος δηλοί, πάντων τῶν πατέρων ἄρ χοντος τοῦ κυρίως Πατρός, ἅτε καὶ τὴν τοιαύτην μέθεξιν δόντος, καὶ πάντων τῶν υἱῶν ἄρχοντος τοῦ Υἱοῦ, ἅτε καὶ αὐτοῦ μεθεκτοῦ ἐν τούτῳ γινομένου 10, ὡς αὐτός φησιν· Εφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις· ὅτι καλεῖται Πατὴρ ὁ αὐτὸν ἔχων Υἱὸν τὸν ταῦτα εἰπόντα. Τοῖς αἰτιατοῖς. Αιτιατά ἐστι πάντα τὰ παραχθέντα εἰς κτίσιν, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς· αἴτια δὲ τὰ ὑπερόντα, τουτέστιν αἱ τρεῖς ὑποστάσεις τῆς ἁγίας Τριάδος. Πρόδηλον οὖν ὅτι οὐδεμία εμφέρεια τούτων πρὸς ἄλληλα, αἰτίων φησὶ καὶ αἰτιατῶν. Καλῶς δὲ προσέθηκε τὸ ἐνδεχομένας· οὐ γὰρ ἁπάσας. Καὶ ζῆν εἴ τις φαίη. "Οτι περισσῶς καὶ οὐσιωδῶς προσένεστι τὰ τῶν αἰτιατῶν τοῖς αἰτίοις. Ὥστε οὐ καλῶς λέγομεν ζῆν καὶ φωτίζεσθαι τὸ θεῖον· τοῦτο γὰρ τοῦ ζῆν ἡμᾶς καὶ φωτίζεσθαι αἴτιον· οὐσιωδῶς οὖν προσ ἔνεστι τῷ θείῳ, ἅπερ ἡμῖν κατὰ χάριν· τοῦτο γὰρ σημαίνει τὸ κατὰ μέθεξιν λέγει γὰρ ὁ ᾿Απόστολος Χάριτι ἐστὲ σεσωσμένοι, καὶ ἡμεῖς μὲν σεσωσμένοι λεγόμεθα· αὐτὸς δὲ ἡμῶν Σωτήρ ἐστι. Καὶ πάλιν ᾿Απὸ γὰρ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν. § ΙΧ. ᾿Αλλὰ καὶ τὸ πάσης θεολογίας. "Οτι θεο λογίαν καλεῖ τὰ [περὶ] τῆς ἐνανθρωπήσεως· καὶ ὅτι καθ' ἡμᾶς θεοπλαστίαν φησὶ τὴν τοῦ Κυρίου Ἰησοῦ σάρκωσιν. Ταῦτα κατὰ Νεστοριανῶν μάλιστα, τὸ ἀν δρικῶς αὐτὸν οὐσιωθῆναι λέγειν· ὅρα δὲ ὅτι ἐκ τῶν παρθενικῶν αἱμάτων φησὶ τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ διαπλασθῆναι· Σημείωσαι δε, πῶς φησι, πρεσβυτά. τους ἀγγέλους εἶναί τινας, καὶ πρῶτον αὐτῶν τινα εἶναι. Λέγει δὲ πρεσβυτέρους ἀγγέλους ὁ θεῖος Ἰωάν νης ἐν τῇ ᾿Αποκαλύψει· καὶ ἑπτὰ εἶναι τοὺς πρώτους βλαστούς, δύο κλάδους, στάχυας καὶ βλαστούς, Πατριάν τὴν πατρότητα, υἱότης, ένδεχομένας, pυς ΙΧ. 10 γρ. αὐτοὶ μεθεκτοὶ ἐκ τούτου γενόμενοι.
col. 227–228page 22 of 115
PG 4:227ἐν τῷ Τωβίᾳ ἀνέγνωμεν, καὶ παρὰ Κλήμεντι βιβλίψ καὶ τῷ κλεινῷ. ε' τῶν Ὑποτυπώσεων. Πρεσβυτάτους δὲ ἀγγέλους εἴωθε καλεῖν, τὰς ἀνωτάτω τρεῖς τάξεις, θρόνους, σεραφίμ, χερουβίμ, ὡς δηλοῖ ἐν τῷ Περὶ τῆς οὐρω, νίας ιεραρχίας λόγῳ πολλάκις· φησὶ δὲ ἐνταῦθα. μήτε τῷ πρωτίστῳ τῶν ἀγγέλων ἐφικτὸν εἶναι τὸν τρόπον τῆς ἐνανθρωπήσεως, Καὶ τῷ κλεινῷ. Ἐνδόξῳ. Καθηγεμόνι. Καθηγεμόνα οἰκεῖον, τὸν ἅγιον 11 τ ρόθεον αἰνίττεται, ὡς εὐθὺς δηλοῖ· μετὰ γὰρ τὸν Παῦλον ἐκ τούτου ὠφελήθη· λέγει δὲ ὅτι ἴσως πα θὼν τὰ θεῖα ἐκεῖνος, οὕτως ἐνεπνεύσθη· τί δέ ἔστινοὗ μόνον μαθὼν, ἀλλὰ καὶ παθών, εἴρηται μὲν οὖν καὶ ἐν τῇ πρὸς Ἑβραίους· Εμαθε γὰρ ἀφ᾽ ὧν ἔπαθε τὴν ὑπακοήν. Ὁ γὰρ παθὼν πείρᾳ λαμβάνει τὸ διδασκόμενον 14, οἷον ὁ τυπτόμενος μᾶλλον τοῦ μόνον ἀκού σαντος· οὐ μὴν καὶ τυπτηθέντος 18 ποτέ, τίς ὁ τοιοῦτος πόνος γινώσκει, καὶ μᾶλλον ἂν παραστήσειεν, ὁποῖόν ἐστι τὸ ἄλγος· οὕτω καὶ ὁ δι' ἀποκαλύψεως μυούμενος, θειότερον ἑρμηνεύσει τὰ θεῖα. Τὸ δὲ παρ θεῖν τὰ θεῖα τοιοῦτόν ἐστιν· εἴρηται τῷ Ἀποστόλο Συνταφῶμεν τῷ Χριστῷ, ἵνα καὶ συναναστῶμεν αὐτῷ καὶ συμβασιλεύσωμεν· ὁ δὲ σταυρῶν ἑαυτὸν καὶ τὴν ἑαυτοῦ σάρκα, αὐτὸς τὰ στίγματα τοῦ Χριστοῦ ἐν τῷ οἰκείῳ σώματι περιφέρει· εἰκότως οὖν καὶ συμβασιλεύει τῷ Χριστῷ, καὶ τὰ θεῖα αὐτοῦ θαῤῥεῖται μυστήρια, ὅταν καὶ ὁ ἅγιος Ἱερόθεος λέγεται μὴ μόνον μαθεῖν, ἀλλὰ καὶ παθεῖν τὰ θεῖα· καὶ ὁ δι᾽ ἀποκαλύψεως τὰ θεῖα μυούμενος, ἐξίσταται ἑαυτοῦ, καὶ καλῶς λέγεται παθεῖν τὸ ἐπωφελὲς τοῦτο πάθος, ἵνα Θεοῦ γένηται καταγώγιον. "Αλλως. Παθεῖν αὐτὸν ἔφη τὰ θεῖα, ὡς οὐ διδα κτῶς διὰ λόγου τὴν περὶ τούτων δέξασθαι μύησιν λέγων, ἀλλὰ τῇ θείᾳ ἐκλάμψει ἐντυπωθῆναι, καὶ οἷον ἐνσημανθῆναι τῇ διανοίᾳ τὴν γνῶσιν τῶν ὑπὲρ φύσιν, καὶ τὴν 16 τοιαύτην τῶν θειοτέρων μύησιν συμπάθειαν εκάλεσεν, ήγουν συνδιάθεσιν. § Χ. Ἡ πάντων αἰτία. Τὰ θεῖα ταῦτα παρίστησι βή ματα, πῶς καὶ ὁ Υἱὸς τὰ πάντα ἐν πᾶσι, καὶ κεφαλὴ πάντων κατὰ τὸν ᾿Απόστολον· καί φησιν, ὅτι πάντων ἐστὶ πλήρωμα καὶ συνοχεύς, τὴν ἀλληλουχίαν τῶν δημιουργημάτων συσφίγγων, τουτέστι τὰ μέρη τῷ παντί, ὡς τὸ πᾶν ἄν· ὡς τοῦ παντὸς οὖν συναγωγούς, καὶ μέρος εἰκότως, ἐπειδὴ καὶ πᾶν μέρος τοῦ παντός ἐστι μέρος, καὶ οὔτε πᾶν, οὔτε μέρος, ώς μηδὲν ὢν ἐξ αὐτῶν, ἀλλὰ καὶ ὑπὲρ πᾶσαν οὐσίαν· μέρη δὲ ὅλου τοῦ κόσμου εἰσὶ τὰ κατ' εἶδος δρώμενα, αήρ, γῆ, φυτὰ, καὶ τὰ λοιπά· καὶ ἔστι μὲν οἷά τις τελεία λε γομένη ἡ αὐτοῦ θεότης, ὡς πρὸς ἡμᾶς τοὺς ἀτελεῖς ὡς παρὰ Ματθαίῳ· Τέλειοι γίνεσθε, ὅτι ἐγὼ τέ λειός εἰμι· πρὸς δὲ ἀγγέλους τους τελείους οὐ τέλειος γρ. θεῖον. "' τί δέ ἐστι παθεῖν τὰ θεῖα, εἰσόμεθα ἐκ τοῦ εἰρημένου· ἔμαθε γὰρ ἀφ᾽ ὧν ἔπαθεν ὁ γὰρ παθὼν πείρᾳ διδάσκεται τὸ προβαλλόμενον. γρ. τυπης θέντος. γρ. ταύτην.
col. 229–230page 23 of 115
PG 4:229ἀλλ' ὑπερτέλειός ἐστι· καὶ τελετάρχης ὁ Υἱὸς, ὡς ἄρχων πάσης τελειότητος, ἐπειδὴ καὶ προτέλειος οὕτω καὶ εἶδος λέγεται ἐν τοῖς ἀνειδέοις, καὶ ἀσω μάτοις, ὡς ἁπάσης τῆς εἰδοποιίας δημιουργὸς, καὶ ἀρχὴ παντὸς είδους· πρὸς δὲ ταῦτα τὰ εἴδη ἀνείδεος καὶ ὑπὲρ εἶδος, ἐπειδὴ δεύτερα αὐτοῦ καὶ τὰ εἴδη καὶ αἱ ἰδέαι. Αφορίζουσα. ᾿Αντὶ τοῦ διακρίνουσα, καὶ πρὸς τὸ ἀσύγχυτον διασώζουσα. Καὶ μέτρον ἐστί. Μέτρον ἐστὶ τῶν ὄντων, ἐπειδὴ ἐν αὐτῷ τὰ πάντα πεπέρασται, καὶ αἰὼν μάλιστα δι καίως ἂν λέγοιτο· εἰ γὰρ αἰὼν λέγεται, οἱονεὶ ἀεὶ ὤν, αὐτός ἐστιν ὁ ἀεὶ ὤν· εἴρηται γάρ, Σὺ δὲ ὁ αὐτ τὸς εἶ, καὶ τὰ ἔτη σοῦ οὐκ ἐκλείψουσι· καὶ πάλιν ῾Ο ἀριθμῶν πλήθη ἄστρων, καὶ τὸν οὐρανὸν μετ τρῶν σπιθαμῇ καὶ τὴν γῆν δρακί. Ποιητής αἰώνων, ἅτε τῶν ἀγγέλων ποιητὴς ὢν [ἀθάνατοι γὰρ οὗτοι, καὶ ἡ] ἀθανασία, παράτασις, ἀειζωία, αἰων, ἀλλ᾽ οὐ χρόνος, ἀτελεύτητος 18 καὶ ἀεὶ ἐσόμενος, λέγεται· οὐ κατὰ τοῦτο οὖν λέγεται αἰών, κατὰ τὸν χρόνον τὸν τέλος ἔχοντα, ἀλλὰ κατὰ τὸ ἀεὶ ὢν, εἰς αἰῶνας τέλος οὐκ ἔχοντας. Πλήρης ἐν τοῖς ἐνδεέσιν. Ὅπερ εἶπεν ἄνω, άτε λὴς δὲ ἐν τοῖς τελείοις, ὧδέ φησιν ὑπερπλήρης ἐν τοῖς πλήρεσι· καὶ τὸ ἀτελὴς οὖν οὕτως ὀφείλεις νοεῖν, ὑπερτέλεια ἐν τοῖς τελείοις. Καὶ ἕως φύσεως. Ορᾶς πῶς φησιν, ἐπειδὴ καὶ ἕως φύσεως ἐλήλυθε· φύσεως μὲν τῆς ἡμετέρας “ νόησον· καὶ ὅτι τὸ φύσεως οὐ καλῶς λέγομεν ἐπὶ Θεοῦ· ἰδοὺ γὰρ πῶς φησιν, ἕως φύσεως κατῆλθε, τουτέστιν, ἕως ἐκείνου ἔφθασε τοῦ ἀτιμοτέρου, καὶ οὔπερ αὐτὸς οὐκ ἐκέκτητο. Σημείωσαι τὰς ἐμφάσεις τῶν λέξεων. Αναλλοιώτως. Σημείωσαι ὅτι ἀναλλοιώτως καὶ ἀσυγχύτως ἐκοινώνησεν ἡμῖν καὶ ἀπαθῶς· καὶ ὅτι ἐν τοῖς φυσικοῖς ἡμῶν ἔμεινεν ὑπερφυής, καὶ ἐν τοῖς κατ' οὐσίαν ὑπερούσιος, καὶ εἶχε τὰ ἡμῶν ὑπὲρ ἡμᾶς, οἷον τὸ ἐκ παρθένου, τὸ ἀναμάρτητον, τὸ ἐν ἐξουσίᾳ Θεοῦ λαλεῖν τὰ καὶ πάντα πράττειν, τὸ περιπατεῖν ἐπάνω τοῦ ὕδατος, καὶ ὅσα τοιαῦτα. Σημείωσαι οὖν ὅτι οὐδεὶς οὕτω θεολογεῖ περὶ τῆς οἰκονομίας κατὰ Νεστοριανῶν καὶ ᾿Ακεφάλων καὶ Φαντασιαστῶν. § ΧΙ. Τὰ κοινὰ καί. Κοινὰ καὶ ἡνωμένα τὰ τῆς ἁγίας Τριάδος ὀνόματα, ὅσα ἐκ τῶν αὐτῆς δωρεῶν τῶν εἰς τὰ μετ' αὐτὴν ὀνομάζεται· ἄς τινας δωρεάς διακρίσεις φησί, καὶ οἱονεὶ πληθυσμούς. Πληθύεται δὲ ἐνικῶς. Τοῦτο κατὰ Φαντασιαστῶν, πολλαπλασιάζεσθαι λέγεται τὸ ἔν 17· ἐπειδὴ γὰρ ἐξ αὐτοῦ ἅπαντα, καὶ δι' αὐτοῦ, καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι κεφαλή πάντων τῶν ὄντων, καὶ αὐ τελετάρχης, προτέλειος, αιών ἀεὶ ὤν, Τα γρ. ὁδὲ αἰὼν χρόνος ἀτελεύτητος. 10 γρ. ὡς Θεὸς λαλεῖν, γρ. ἄν.
col. 231–232page 24 of 115
PG 4:231τὸς τὰς ὅλας ουσίας παρήγαγεν, εικότως πολλαπλασιάζεσθαι λέγεται διὰ τῶν παρ' αὐτοῦ γενομένων, ὅταν καὶ πάντων ὑποταττομένων τῷ Πατρὶ, αὐτὸς λέ γεται διὰ τῶν παρ' αὐτοῦ γενομένων, τῷ Πατρὶ ὑπη τάττεσθαι, ὡς φησὶν ὁ ᾿Απόστολος, Τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται· καὶ ὁ τοιοῦτος ἐν τῷ πληθυσμῷ τῆς πάντων παραγωγῆς ἔμεινεν εἷς καὶ ὁ αὐτὸς ἐν τῇ ἀνελαττώτῳ χύσει τῶν αὐτοῦ μεταδόσεων, ἐν τῷ παντὶ μέρος ὤν, καὶ μηδὲν ὢν τοῦ παντός· ἔστι γὰρ ὑπερούσιος· καὶ ἡμῖν ἀνέφικτος· ἑρμηνεύει δὲ αὐτὸ ὑποκατιών. Καὶ τῇ ἑνιαίᾳ. Ενιαίαν ἔφη τῶν ὅλων παραγωγὴν, δηλῶν ἅμα τῷ βούλεσθαι, καὶ οὐ κατὰ μικρόν τι καὶ μερικῶς κτισθῆναι, ἤτοι πρὸς τὸ εἶναι ἐλθεῖν τὰ γεγονότα. Ανελάττωτον δὲ μετάδοσιν, ἤτοι ὅτι 18 κτίζων τὰ ὄντα ὁ Θεὸς, οὐδὲν τῶν οἰκείων μειοῖ ἀγα θῶν. Ἐννοήσας ὁ κοινὸς ἡμῶν. Κοινός καθηγεμών καὶ χειραγωγὸς ὁ ἀπόστολος Παῦλος δηλονότι· δι' αὐτ τοῦ γὰρ ἐπίστευσεν, ὡς ἔγνωμεν ἐν ταῖς Πράξεσι. Και σημειωτέον, ὅτι καὶ ὁ ἅγιος Ἱερόθεος τῷ ἁγίῳ Παύλῳ ἐμαθητεύθη. Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι. Τό, κἂν θεοὶ πολ λοὶ καὶ κύριοι ὦσι, πλὴν ἕνα εἶναι τὸν ἀληθῶς Θεὸν, καὶ Πατέρα 18, καὶ ἕνα τὸν ἀληθῶς Κύριον Ἰησοῦν, τοῦτο δηλοῖ ὅτι ἡ πάντων αἰτία, καὶ δημιουργὸς θεό της κατὰ μετάδοσιν ἀμέριστον καὶ ἀσκέδαστον τῆς ἐπωνυμίας τῆς οἰκείας θεότητος καὶ κυριότητος τοὺς λεγομένους θεούς και κυρίους προήγαγεν, οὐ κατακερματισθείσης τῆς θεότητος εἰς μέρη θεοτήτων, ώς χρυ σὰς εἰς νομίσματα πολλά· οὔτε τῶν πολλῶν θεῶν συμπληρούντων τὴν αὐτοῦ θεότητα, όν τρόπον τὰ πολλὰ εἴδη, τὸν ἕνα κόσμον· ἀλλὰ πληθύνεσθαι λέγε ται ὁ Θεὸς, τῷ καθ᾿ ἕκαστον εἰς παραγωγὴν τῶν ὄν των βουλήματι, προνοητικαῖς προόδοις, πολλαπλασιαζόμενος μὲν, μένων δὲ ἀμερὲς ἐν 10 ὥσπερ ήλιος ἀκτι νας πολλὰς ἐκπέμπων, καὶ μένων ἐν τῇ ἑνότητι· εἴ ρηται γὰρ καὶ περὶ τοῦ ἡλίου τῆς δικαιοσύνης, ὁ καθ' ἡμέραν μεριζόμενος, καὶ μὴ δαπανώμενος· καλῶς δὲ καὶ ἐπὶ τῶν θείων εἴρηται, τὰς ἑνώσεις τῶν διακρίσεων ἐπικρατεστέρας εἶναι· καὶ γὰρ οὐ δεῖ τὸν νουνεχῶς ἀκροώμενον περὶ Θεοῦ, ἐνάδα περὶ αὐτοῦ ἀκού οντα, ὑπονοεῖν ἀσθένειαν, οὔτε ἁπλοῦν ὡς ἀδύνατον οὐδὲν γὰρ ἐπὶ Θεοῦ οἰκείως παρ' ἡμῶν λέγεται τῆς ἰδιότητος ἐκείνης ἐφικνούμενον, οὔτε κατὰ στέρησιν, ὡς ἀθάνατος, καὶ τὰ ὅμοια· οὔτε κατὰ θέσιν, ὡς ζωή τυχὸν καὶ τὸ ἔν, ἀλλὰ τὸ ἔν, ὡς πᾶσιν ἀσύμβλητον ῥη τέον, ὅπερ ὡσαύτως ἔχει καὶ ἐν ταῖς ἀνεκφοιτήτοις τῆς οἰκείας ἐνάδος τῶν λοιπῶν ὑποστάσεσι· μένει γὰρ ὁ αὐτ τὸς, κἂν τὸ βούλημα δοκῇ διακρίνεσθαι εἰς τὴν τῶν λοι τῶν παραγωγήν. Πάσης οὖν διακρίσεως, τουτέστιν εἰς τὸ εἶναι τὰ πάντα παρόδου. Προαιτία δὲ καὶ ἐπικρατέστερα ἡ τοῦ Θεοῦ ἀμέριστος ἑνάς. Ἐπὶ δὲ τῶν αἰσθη 18 γο. ἔφη ὅτι. 10 γρ. ἀληθῆ Θεὸν, Πατέος καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, το γρ. μένειν δὲ ἀμερίστως ἐν.

Chapter IIICaput III

col. 233–234page 25 of 115
PG 4:233τῶν τὸ ἐναντίον· οὐδὲ γὰρ αὐτῶν ἐστιν ἑνὰς, ἀλλ᾽ αἱ διακρίσεις τῶν στοιχείων, προϋποῦσαι, σύνδρομοι για νόμεναι καὶ ἐνύμεναι, δευτέρας τὰς ἐκ τῆς συνθέσεως ἑνώσεις ἐργάζονται· ἐπὶ δὲ τῶν θείων οὐχ οὕτως ἐπὶ αὐτῶν γὰρ προϋποῦσα ἡ ἕνωσις τὰς διακρίσεις βουλήματι δευτέρας ποιεί. Καὶ μετὰ τὴν τοῦ ἑνός. Ενώσεις μὲν ἐπὶ τῶν θείων ει φησίν, ἤτοι τὰ ἑνιαίως τε καὶ μοναδικῶς ἐπὶ τῆς θεότητος θεωρούμενα, άνευ γε δηλαδή ὧν προϋπεστείλατο ἰδιοτήτων, τουτέστι πατρότητος, υἱότητος, καὶ τῆς ἐκ τοῦ Πατρὸς Πνεύματος ἐκπορεύσεως· δια κρίσεις δὲ, τὸ πολλὰ εἶναι τὰ τῶν θείων μετέχοντα δωρεῶν· προκατάρχουσι τοίνυν καὶ ἐπικρατοῦσι τὰ τῶν ἐνώσεων· οὐ γὰρ ἐκ τῶν πολλῶν συνήχθη τὰ τῆς μιας θεότητος καὶ κυριότητος, ἀλλὰ ἐκ τοῦ ταύτης μοναδικοῦ, ὁ ἐν ἐκείνοις πληθυσμός θεωρεῖται. ΕΙΣ ΤΟ ΚΕΦΑΛ. Γ'. § 1. Τὴν ἀγαθαρχικήν. Τὴν ἀρχηγὸν πάσης ἀγα θότητος. Οὐ πάντα δέ. Πῶς οὐ πάντα πάρεστι τῷ θεῷ, φησὶ μὲν καὶ αὐτὸς, νοήσεις δὲ αὐτὸ καὶ ἐκ θείου χρησμοῦ· Ἐγγίσατε πρὸς μέ, καὶ ἐγὼ ἐγγιῶ πρὸς ὑμᾶς, λέγει Κύριος. Ημᾶς οὖν αὐτούς. Σημείωσαι ὅτι ἡ εὐχὴ ἡμᾶς ἀνάγει πρὸς τὸν Θεὸν, οὐκ αὐτὸν πρὸς ἡμᾶς κατά γει· σημείωσαι δὲ καὶ τὰ παραδείγματα ὡραῖα όντα. Πολυφώτου σειρᾶς. Καλῶς ἀπείκασεν οὐρανία σειρά τὴν καθ' ἡμᾶς προσευχήν. Ωσπερ γὰρ ὁ εἰς ύψος οὐρανοῦ ἀνιέναι θέλων ἐπιδράττεται ταῖς χερσὶν ἰσχυρῶς τῆς σχοίνου ταύτης. Πεισμάτων. Σχοινίων. Τὴν ἀπανταχή. Πῶς πανταχοῦ πάρεστι, καὶ οὐδα μοῦ ὁ Θεὸς, εἴρηται ἡμῖν ἀνωτέρω ἐν τῇ ἐξηγήσει ἧς ἡ ἀρχή, θέσιν φασὶν οἱ φιλόσοφοι. Ὥσπερ οὖν ὁ κατὰ μικρὸν ἑαυτὸν τῆς γῆς κουφίζων ταῖς χερσὶ δο κεῖ μὲν καθέλκειν τὴν σειράν, αὐτὸς δὲ [κουφίζεται καὶ] πρὸς ὕψος αἴρεται τῇ κατὰ μικρὸν ἀναβάσει, οὕτω καὶ ὁ ἐκτενῶς προσευχόμενος διὰ τῶν πράξεων, ᾶς ὁ λόγος χεῖρας καλεῖ, τῇ κατὰ μικρὸν ἐργασίᾳ καὶ προσευχῇ τὸν νοῦν αὐτοῦ πρὸς Θεὸν ἀνυψοί· ἐὰν δὲ ἐκ τοῦ Πατρός, πεισμάτων. τὰς χεῖρας ἀπολύσωμεν τῆς σειρᾶς, καὶ μὴ φροντίσωμεν τῆς ἐπὶ τὰ ἄνω φορᾶς, πίπτομεν ἐξ ὕψους. Τὸ αὐτὸ καὶ περὶ τῆς νηός, ἵνα νοήσωμεν ναῦν τὴν ἡμῖν διάνοιαν ῥιπιζομένην ταῖς τοῦ βίου ἀνέμοις θάλασσαν δὲ τὸν βίον τὸν γέμοντα πολλῶν χειμώνων· πέτραν δὲ τὸν Χριστὸν, ὃν κρατοῦντες ἀσάλευτοι διαμένομεν πρὸς αὐτὸν, τὸν βίον ἡμῶν ἔλ χοντες. Τοῦ κλεινοῦ. Ἐνδόξου. οι τῆς θεότητος. Ως ἀναλέγεται πρὸς Θεόν· ἐάν.
col. 235–236page 26 of 115
PG 4:235ματαιολογήσαι. Στοιχειωθέντας Υφαρπάζοντας Πρεσβυτικῶς συνοπτικούς ὅρους ἑνιαίας, συνελίξεις πρεσβυτική, ν. Εἰκαιολογῆσαι. Ματαιολογῆσαι. Στοιχειωθέντας. Στοιχειωθέντας λέγει ἀντὶ τοῦ ὠφεληθέντας. Ιστέον δὲ, ὅτι μετὰ Παῦλον ἐμαθητεύθη τῷ ἁγίῳ Ἱεροθέῳ· ὑφαρπάζοντας· δὲ λέγει ἀντὶ τοῦ κρυφίως ιδιοποιουμένους καὶ σφετεριζομένους 38. Πρεσβυτικῶς. Τὸ πρεσβυτικῶς μὲν ἴσως ἔλαβεν ἀντὶ τοῦ ἐμπείρως καὶ ἐπιστημονικῶς· συνοπτικούς δὲ ὄρους φησὶ τοὺς σύντομον ἔχοντας την θεωρίαν τοῦτο γὰρ ἐδήλωσε καὶ ἐνιαίας εἰπών συνελίξεις δέ φησι τὰς δι' ὀλίγων εκφράσεις. Ὡς οἷον ἡμῖν. Τουτέστιν ὡς δυνατὸν ἐμοὶ καὶ αὐτὸς προέτρεψας ἑρμηνεῦσαι, καὶ ὅσοι καθ' ἡμᾶς διδάσκαλοι οὕτως ήρμήνευσαν· αὕτη ἡ σύνθεσις τοῦ ὑπερβατοῦ. Δεύτερα λόγια. Σημείωσαι ὅτι τὰ τοῦ ἁγίου Ἱεροθέου Συγγράμματα ὡς δευτέραν ἁγίαν Γραφὴν νομιστέον. Αὐτοπτικήν. Τὴν ἀνεπικάλυπτον καὶ ἐμφανεστέραν κατανόησιν λέγει. Πρεσβυτικῆς. Ὅτι ἡ πρεσβυτικὴ ἀξία τελειότερα καὶ διδασκαλικωτέρα, πάντων ἱερέων ἐστί. Τί δέ ἐστι πρεσβυτική, νοήσεις ἐξ Ησαΐου λέγοντος· Οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἥξει. καὶ σώσει ἡμᾶς· καὶ ἐκ τῆς τοῦ ἁγίου Ἰωάννου Αποκαλύψεως, ὃς εἴκοσι τέσσαρας πρεσβυτέρους εξ πεν ἑωρακέναι ἐν οὐρανοῖς περὶ τὸν τοῦ Θεοῦ ἀνεκλάλητον θρόνον. Τοῦ ζωαρχικού. Ζωαρχικὸν καὶ θεοδόχον σῶμα τά χα τὸ τῆς ἁγίας Θεοτόκου λέγει, τότε κοιμηθείσης. Σημείωσαι δὲ καὶ τὸ, ὁ ἀδελφόθεος Ιάκωβος· καὶ ὅτι συμπαρῆν Πέτρῳ καὶ Ἰακώβῳ τοῖς ἀποστόλοις ὁ θεῖος οὗτος ἀνήρ. Τῶν θεολόγων. Περὶ τῶν ἁγίων ἀποστόλων λέγει. Τῆς θεαρχικῆς ἀσθενείας. Θεαρχικὴν ἀσθένειαν ἐνταῦθά φησι, τὴν ἑκούσιον τοῦ Υἱοῦ ἄχρι σαρκός, ἁμαρτίας δίχα, συγκατάβασιν· ἁμαρτίαν γὰρ πάντη ἀγνοήσας, κατηξίωσεν ὑπὲρ ἡμῶν, μὴ ἐκστὰς τῶν οἰκείων, ἀναμαρτήτως ἁμαρτία γενέσθαι, ἵν᾿ ἡμᾶς τοὺς δουλωθέντας τῇ ἁμαρτία διὰ τῆς δι᾿ ἑαυτοῦ ἡμῶν υἱοθεσίας εἰς τὴν ἀρχαίαν ἐπαναγάγῃ ἐλευθερίαν· πλούσιος γὰρ ἂν θεότητι, πτωχεύει τὴν πλουτοποιὸν πτωχείαν, ἀναλαβὼν ὑπερφυῶς τὴν ἡμῶν σάρκα, ἵνα ἡμεῖς τὴν ἐκείνου πλουτήσωμεν θεότητα, καὶ ἐν μορφῇ Θεοῦ καὶ Θεὸς κατ' ουσίαν ὑπάρχων, τὴν τοῦ δούλου δι᾽ ὑπερέκχυσιν ἀγαθότητος " ὑπέδε μορφὴν, Λόγος ἁπλοῦς ῶν, ἐνυπόστατος, καὶ γεγονώς ἀτρέπτως σάρξ· ἔτι πρὸς τούτοις καὶ πᾶσαν τὴν ἔνσαρκον αὐτοῦ πενιχρὰν πολιτείαν, τὴν φάτνην, τὴν εἰς Αἴγυπτον φυγήν, τὴν μετὰ πορνῶν καὶ τελωνών ἀδιάφορον συνδιαγωγήν, τὴν ἐκλογὴν τῶν πτωχοτά των αλιέων, τὸ ἄοικον αὐτοῦ, τὸ αὐτοσχέδιον, καὶ 10 μετεγγράφοντας. * δι᾿ ὑπὲρ φύσιν ἀγαθότητα.
col. 237–238page 27 of 115
PG 4:237ἀπροπαράσκευον πάντη τῆς ὅλης αὐτοῦ ἐνσάρχου ζωῆς, τὸν ἄτιμον ἐπὶ σταυροῦ θάνατον (Ἐπικατάρατος γὰρ πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου), τὴν μετὰ τῶν κακούργων λῃστῶν συναρίθμησιν, τὰς διαπερονήσεις τῶν ἤλων, τὴν διὰ τῆς λόγχης νύξιν τῆς πλευρᾶς, τὰ ραπίσματα, τὰ ἐμπτύσματα, τὸ ὄξος, τὴν χολὴν, τὸν ἀκάνθινον στέφανον, τοὺς διαπαιγμούς καὶ διαγελασμούς, τὰς γονυπετήσεις, τὴν εὐτελεστά την κηδείαν τε καὶ ταφήν. Τοῦτο τὸ ὡσανεὶ μωρόν καὶ ἀσθενὲς τοῦ Θεοῦ, τῷ λόγῳ τῆς οἰκονομίας σοφώ τερον καὶ ἰσχυρότερον ἀσυγκρίτως τῶν ἀνθρώπων, τῇ ὑπερδυνάμῳ καὶ ὑπερσόφῳ ἐκνικήσει τοῦ κρείττονος διαπρυσίως ἀπεδείχθη, ἀφθέγκτῳ σιγῇ δι' ἔργων ἐκβοώμενον πάσῃ τῇ κτίσει ἀκαταλήπτως· εἰ γὰρ καὶ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως κατὰ Παῦλον τὸν θεσπέσιον. Εἰς τὸ αὐτὸ καλῶς τὸ τῆς ἀσθενείας τῆς θεαρχικῆς εἴρηκε· διὰ γὰρ τὴν πρὸς ἡμᾶς ἑκούσιον συγκατάβασιν, πάντα ὑπομείνας ἄχρι θανάτου, θανάτου δὲ σταυροῦ, καὶ τὰς ἀσθε νείας ἡμῶν αὐτὸς αίρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς πάντες ἰάθημεν, καὶ τὸ πάθος αὐτοῦ ἴδιον λέγεται κατὰ τὴν τοῦ Πέτρου φωνὴν τὴν λέ γουσαν· Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί καὶ, Εἰἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύ ρωσιν· ὅθεν καὶ κυριοκτόνοι οἱ Ἰουδαῖοι λέγονται. Υμνολόγος κρινόμενος. Ότι καὶ ψαλμοὺς ἔλε γον τότε ἐμμελεῖς οἱ περὶ τὸν ἅγιον Ἱερόθεον καὶ ᾠδας, ὡς δηλοῖ καὶ τὸ ὑμνολογεῖν καὶ τὸ ὑμνῳδεῖν καὶ ὅτι τὰ μὲν ὑψηλὰ καὶ μυστικὰ ἄῤῥητα τοῖς πολ λοῖς δεῖ φυλάττειν· ὁμιλεῖν δὲ καὶ διδάσκειν δεῖ τοὺς πολλοὺς τὰ δυνατὰ καὶ εὐαπόδεικτα. Τῶν θείων. Γραφών δηλονότι καὶ θεωρημάτων. Διὰ περισσὴν εὐλάβειαν. Ὅτι εὐλαβὲς τὸ μὴ ζη τεῖν τὰ θειότερα. Ειλήφαμεν. Σημείωσαι ὅτι οὐ δεῖ τῆς ἐνδεχομένης τῶν θείων γνώσεως ἀμελεῖν, ἀλλὰ καὶ ἑτέροις μεταδιδόναι· καὶ ὅτι κατὰ φύσιν οἱ νόες Εφεσιν ἔχουσι πρὸς τὴν ἔγχωροῦσαν τῶν ὑπερφυῶν θεω ρίαν. Τὰ μὲν ὑπὲρ ἡμᾶς. Ὅτι οὐ δεῖ τὰ ὑπὲρ ἡμᾶς που λυπραγμονεῖν, οὐδὲ ἀμελεῖν τῆς θείας γνώσεως, ἀλλὰ καὶ ἑτέροις μεταδιδόναι τῶν ἐνδεχομένων· εἴρηται γὰρ, Υψηλότερα σου μὴ ζήτει, καὶ βαθύτερα σου] μὴ ερεύνα· ἀπροσετάγη σοι, ταῦτα διανοοῦ. Εγκελευομένη. Κατὰ τὸν ᾿Απόστολον [εἰπόντα] Ταῦτα παράθου πιστοῖς ἀνθρώποις. Τούτοις οὖν καὶ ἡμεῖς. Σημείωσαι, πόθεν ἐπὶ τὸ συγγράφειν ἦλθεν. Ἱεροθέῳ. Ὅτι ἐν τοῖς λεχθησομένοις τὰ Ἱεροθέου ἑρμηνεύει. ΕΙΣ ΤΟ ΚΕΦΑΛ. Δ. § 1. Είεν δὴ οὖν. "Αγε δὴ οὖν. Αφορίζουσι. Τὸ μὲν ἀφορίζουσι ἀντὶ τοῦ ἄνατι ὑμνολογεῖν εἰ ὑμνῳ δείν. Εἶεν δὴ οὖν. ἀφορίζουσι. ἀφορίζουσι

Chapter IVCaput IV

col. 239–240page 28 of 115
PG 4:239θέασιν ἐκληπτέον· τὸ δὲ ἀπὸ πάντων δηλοῦσθαι τὴν νοητόν νοερόν. νοητόν, νοερόν. νοητά; νοερά θείαν ἀγαθότητα, τὸ πάντα ἐξ αὐτῆς " παρήχθαι πρὸς ὕπαρξιν δηλοί. Ὡς οὐσιῶδες. Ὅτι οὐσιῶδες ἀγαθὸν αὐτὸ τὸ θεῖον καὶ ὅτι τοῦ ἀγαθοῦ πάντα τὰ ὄντα μετέχει, ὡς τοῦ ἡλίου τὰ ποιητά. "Ωσπερ ὁ καθ' ἡμᾶς ἥλιος. Μηδεὶς ὑπολαβέτω πρὸς τὸ τοῦ ἡλίου παράδειγμα ολοκλήρως τὰ περὶ Θεοῦ κρίνειν τὸν μέγαν Διονύσιον· ἀλλ᾽ οὕτω νοεί σθω, ὥσπερ ὁ ἥλιος, οὐκ ἄλλο τι ὢν παρὰ τὸ φῶς, οὐ συμβατὸν ἔχει τὸ φῶς καὶ ὡς ἄλλο τι ὧν ἡ ψυχικῶς προαιρέσει τοῦ εὐεργετεῖν ἔσωθεν λαμβάνει τὸ φῶς, καὶ διαδίδωσιν εἰς πάντα· τοὐναντίον γάρ οὔτε ψυ χικὸς ὤν, οὔτε προαίρεσιν ἔχων εὐεργετεί, ἄλογος γάρ· καὶ οὐδε ἑτέρωθεν τὸ φῶς λαμβάνων· αὐτὸ γὰρ τοῦτο φῶς ἐστι καὶ φωτίζει· οὕτω χρὴ τοῦτο μόνον καὶ ἐπὶ Θεοῦ νοεῖν, ὅτι ὁ Θεὸς τὸ ἀγαθὸν οὐ συμβεβηκότως ἔχει, καθάπερ τινὰ ποιότητα, ὡς ἡμεῖς τὰς ἀρετάς· ἀλλ' οὐσία τοῦ ἀγαθοῦ αὐτὸς ὁ Θεὸς ὑπάρ χων, ὥσπερ καὶ τὸ φῶς, οὐσία ἡλίου, καὶ ὡς αὐτὸ τὸ ἀγαθὸν ἂν ὁ Θεὸς ἐκτείνει περὶ πάντας τὴν τῆς ἀγα θότητος αἴγλην διὰ τοῦ εὐεργετῆσαι τοὺς φωτιζομένους· ὅθεν φησὶ τὸ τοῦ ἡλίου παράδειγμα, ὡς στου τεινὴν καὶ σχεδὸν ἀφανῆ εἰκόνα τοῦ παντελῶς ἀκοι νωνήτου αρχετύπου ἔχει· εἰ γὰρ αἱ εἰκόνες ἀλήθειαν εἶχον, οὐκέτι ἦσαν παραδείγματα, ἀλλ' ἀρχέτυπα. Αἰ νοηταὶ καὶ νοεραί. Κατὰ κυριότητα Ετερόν έστι νοητόν, καὶ ἕτερον νοερόν. Τὸ γὰρ νοητόν τροφή οἷά τις τοῦ νοεροῦ ἐστιν, εἴπερ τὸ νοούμενον, ὅ ἐστι νοητόν, μεῖζόν ἐστι καὶ προεπινοούμενον τοῦ νοοῦντος, ὅ ἐστι νοερόν. Τὰ μὲν οὖν ὑπερκείμενα καὶ προσεχῆ τῷ Θεῷ τάγματα νοητά κυρίως λεκτέον· τα δὲ ὑποβεβηκότα νοερά, ἅτε νοοῦντα τὰ ὑπερκείμενα οὐχ ὅτι δὲ νοητά ἐστι τὰ νοούμενα, νομιστέον αὐτὰ μὴ νοεῖν· νοεῖ γὰρ καὶ αὐτὰ, ἐπειδὴ νόες εἰσὶ καὶ οὐσίαι ζωῆς καὶ νοῦ ἀνωτάτου δημιουργηθεῖσα:· ἀλλὰ καὶ ἐνέργειαι ἐκεῖ ἐνυπόστατοί εἰσι καὶ οὐσίαι· πάσι γὰρ κίνησις καὶ ἠρεμία ἐκεῖ μέντοι ἐνυπόστατοι εἰσι, καὶ δυνάμεις ζῶσαι, καὶ τῶν ρευστῶν καὶ σω ματικῶν ἀλλοιώσεων ὑπέρτεραι· διὸ νοοῦνται μὲν, ὡς ἄῦλοι· νοοῦσι δὲ τὰ ὄντα, ὡς νόες ασώματοι καὶ ὑπερκόσμιοι ἄνωθεν ἐλλαμπόμενοι τοὺς περὶ τῶν ὄν των λόγους, καὶ διαβιβάζοντες αὐτοὺς μυστικῶς εἰς τοὺς ὑποβεβηκότας ἀγγέλους νοητῶς καὶ ἀποκαλυπτικῶς. Δύνῃ δὲ καὶ ἄλλως νοῆσαι τὸ δυνάμεις καὶ ἐνέργειαι· δυνάμεις μὲν γὰρ, ὅτι καὶ, μήπω τῶν ἐν τῇ κτίσει φανέντων, δυνάμει πάντα ἐν τῷ Θεῷ προβο φεστήκει, μέλλοντα παράγεσθαι δι' αὐτοῦ εἰς τὸ εἶναι ἐνέργειαι δὲ, ὅτι καὶ πρὸς ἔργον ή δημιουργία παρ ήχθη. Σημείωσαι δὲ καὶ τὸ τῆς ρευστῆς ἀλλοιώσεως ὡς ἡρμήνευσα, ἐπειδὴ τρεπτοὶ καὶ οἱ ἄγγελοι, κατὰ γνώμην δηλονότι, καὶ οὐκ οὐσίαν, ὡς μαρτυρεί ὁ διάβολος, καὶ τὸ τάγμα αὐτοῦ, πεσὼν ἐκ τοῦ οὐρα νοῦ, ὡς καὶ ἐν τῷ Ἰὼβ ἔχ μεν. 18 πάντα δι' αὐτῆς.
col. 241–242page 29 of 115
PG 4:241Φθορᾶς καὶ θανάτου. Ταῦτα γὰρ σωμάτων ἴδια. Οἰκείως ἐλλάμπονται. Ὅτι τὰ ἀσώματα καὶ οὐράνια νοοῦνται καὶ νοοῦσι. Καὶ φρουρὰ καὶ ἐστία. Μον ἡ καὶ ἐστία ἐκ παραλλήλου ταὐτὸν σημαίνουσι. Φίλων ὁ Ἰουδαῖος ἐν τῷ Περὶ τῆς φλογίνης ῥομφαίας καὶ τῶν χερουβίμ λόγῳ φησὶν οὕτως. Ἡ δὲ μονή, τῶν τοῦ κόσμου μερῶν ἑστῶσα παγίως, ἐστία πρὸς τῶν παλαιῶν εὐθυβόλως ὠνόμασται. Τοῦτο δὲ καὶ ἄνω φησί, περὶ τὸ τέλος τοῦ πρώτου κεφαλαίου, ἐν τῇ ἕκτῃ παραγραφή. §1. Ἐκεῖθεν αὐταῖς. Σημείωσαι τὰ περὶ τῶν ἀγγέ λων, καὶ ὅτι τὰ ἄῦλα, καὶ ἐν ἀλλήλοις χωρεῖ ἀσυγχύτως καὶ ἀποχωρεῖ, καὶ οἱονεὶ βαθμὸς καὶ τάξεις εἰσὶν πρῶται [καὶ] δεύτεραι· καὶ ὅτι οἱ θεῖοι νόες ἐκεῖ περὶ ἑαυτοὺς ἑλίσσονται, οὐχ ἔλιξίν τινα σωματικήν, ἀλλ' ὑπερκόσμιον καὶ νοεράν, καὶ οἷαν πέφυκε νοῦς ἐλίττεσθαι, ἐξ ἑαυτοῦ προϊὼν εἰς ἐπινοήσεις, καὶ εἰς ἑαυτὸν ἀναστρέφων, οὐ μὴν ἔξω ἑαυτοῦ χωρῶν σκεδαστῶς καὶ μεριστῶς· τοῦτο αἰνίττονται καὶ οἱ παρὰ τοῦ θεσπεσίου Ἰεζεκιήλ τροχοί πολυόμματοι καὶ ὅτι περὶ τὸν θεῖον ἔρωτα ἐν ταυτότητί εἰσι καὶ ἀκρότητι· ταυτότητα δὲ νοητέον τὴν ἀναπόστατον τ πρὸς Θεὸν προσοχήν· ἀκρότητα δὲ, τὴν τῆς νοήσεως αὐτῶν καὶ οὐσίας ἤδη πως εἰς θέωσιν πρόοδον νόη σον· καὶ τὰς ἑνώσεις δὲ, τὰς πρὸς ἀλλήλας τῶν τῶν, τὸν πρὸς ἀλλήλους θεοπρεπή νόησον έρωτα, ὅς, θεῖος ὧν καὶ ἐνοποιός, συνάπτει αὐτοὺς, οὐ σωρηδόν συγκομίζων, ἀλλ' ἀγαπητῶς συνδεσμῶν. Τῶν δὲ ὄν των καὶ τῶν νοητῶν, ὡς καὶ τῶν νοητῶν, ὡς καὶ τῶν αἰσθητῶν ὁμωνύμως λεγομένων, τὰ μὲν ἔστιν ἡνωμένα καὶ ἀλληλουχούμενα· τὰ δὲ διῃρημένα καὶ ἐν παραθέσει, οἷον σωρηδόν· καὶ νοητῶν μὲν ἡνω μένα, οἷον ζώον, καὶ φῶς, καὶ νοητός κόσμος, καὶ ὅσα τοιαῦτα· διηρημένα δὲ καὶ ἐν παραθέσει, οἷον στρατιά, τάξις, πατριά, χορός· ἐπὶ δὲ αἰσθητῶν ἔνω σις, ζῶον, δένδρον, κόσμος· διαίρεσις δὲ, κατὰ σω ρείαν, ποίμνη, δῆμος, σωρός, χορός. Μονή εστία 'Η δὲ μονή ἑστία Οντων δέ, νοητῶν αἰσθητῶν νοητῶν Ἐν τῷ Περὶ τῶν ἀγγελικῶν. Ιδού άλλο πόνημα Διονυσίου ζητεῖται, Περὶ τῶν ἀγγελικῶν ἰδιοτήτων καὶ τάξεων. Αἱ ἀγγελοπρεπείς. Αγγελοπρεπείς καθάρσεις φησίν, οἷον τὴν Ἡσαΐου καὶ τὴν εζεκιήλ φαγόντος ἐν ἐκστάσει τὴν κεφαλίδα του βιβλίου. Τελεσιουργίαν δὲ ἀγγέλων λέγει, ὡς ἐπὶ τοῦ Δανιήλ, καὶ τοῦ ἀγγέλου τοῦ ἑρμηνεύσαντος αὐτό, καὶ περὶ τοῦ ποιμένος τὸν Ἑρμᾶν τελειώσαντος, ὡς ἐκεῖ ἀνέγνωμεν ἐν τῷ Ποι μένι· ἀλλὰ καὶ αὐτοὶ οἱ ἄγγελοι πῶς καθαίρονται καὶ τελεσιουργοῦνταί φησιν ἐν τῷ Περὶ οὐρανίας Ιεραρχίας λόγῳ. Καὶ εἶναι ἀγγέλους. Διὰ τί ἄγγελοι λέγονται καὶ ὅτι καὶ αὐτοὶ φῶτα, ἀγγελοπρεπείς. Αγγελοπρεπείς, 20 επαναστρέφων. Η υποχωρών. 18 τὴν οὐκ ἀπόστατον,
col. 243–244page 30 of 115
PG 4:243Αἱ ψυχαί. Συμείωσαι, ὅτι αι ψυχαί ἄλλαι μετά τοὺς ἀγγέλους εἰσὶν ὑποβεβηκυίαι αὐτῶν· καὶ ὅτι ἀθάνατοί εἰσιν, ἅτε κτισθεῖσαι οὐσιώδεις ζωαί· καὶ ὅτι διὰ τῶν ἀγγέλων αἱ ψυχαί χειραγωγούνται, αλ ζωὴν ἀγγελικὴν ἐπιτηδεύουσαι· οὕτω καὶ ἐν τῷ Που μένι ἀνέγνωμεν. Αγαθαρχίαν. Σημείωσαι ὅτι ἐπὶ τὴν πάντων των ἀγαθῶν ἀγαθαρχίαν ἀνάγονται αἱ τῶν δικαίων ψυ χαί, ἤγουν ἐπὶ τὸν Θεόν· καὶ ἐν μετουσίᾳ τῶν ἐλλάμψεων αὐτοῦ γινόμεναι, παρρησιασμένως πρε σβεύουσι. Ἐν τοῖς Περὶ ψυχῆς. Ζητεῖται τὸ Περὶ ψυχῆς Αλόγων ψυχών. Αλόγων ψυχῶν καὶ αἰσθητικῶν 10 φησι· καὶ σημείωσαι ὅτι ἄλλο ψυχὴ, καὶ ἄλλο, ζωή. Αμφιδίως λαχόντα. Τὰ ἑρπετὰ λέγει ἀμφιβίως λαχόντα· ὡς βάτραχοι, ὀχτάποδες· ἐγκεχωσμένα δὲ, ὡς ἀσπάλακες καὶ ὅσα τοιαῦτα· σημείωσαι δὲ, ὅτι αἱ ψυχαὶ ἄλλαι εἰσὶ μετὰ τοὺς ἀγγέλους ὑποδε βηκυίαι αὐτῶν· καὶ ὅτι ἀθάνατοί εἰσιν, ἅτε κτισθεία σαι οὐσιώδεις ζωαί· καὶ ὅτι διὰ τῶν ἀγγέλων αἱ ψυχαί χειραγωγούνται, αἱ ζωὴν ἀγγελικὴν ἐπιτηδεύουσαι, καθὰ καὶ ἀνωτέρω λέλεκται. Δι' αὐτὸ τῆς οὐσιώδους ἕξεως. Καὶ ἤδη ει ἄνω εξ πομεν, ὅτι ἕξις ἐστὶ ποιότης εμμονος· ὅσα οὖν ἐστιν ἄζωα καὶ ἄψυχα, διὰ τὴν ἀγαθότητα τοῦ Θεοῦ οὕτω παρήχθη, πεποιωμένα ἐκτικῶς, οἷον λίθοι διάφοροι, [ἀλλὰ καὶ βοτάναι καὶ ῥίζαι,] καὶ γῆ, καὶ τὰ μεταλλικά περί τι χρήσιμον ποιωθέντα, καὶ ὅσα περὶ τὴν ἰατρικὴν καὶ τὴν ἡμῶν χρῆσιν· ταῦτα οὖν οὐκ ἔξωθεν τὴν ἕξιν κτῶνται, ἀλλ' ἐν τῇ οὐσίᾳ καὶ τὴν τῆς ἕξεως ποιότητα θεόθεν ἔλαχον 89. § ΙΙΙ. Εἰ δὲ καὶ ὑπὲρ πάντα. Ορα πῶς αἱ στε ρήσεις ἐπὶ Θεοῦ ὑπερβολαί εἰσι θέσεων δραστήριοι, καὶ ὡς ἀνείδεος, ἀνούσιος, ἄζωος, ἄνους· ταῦτα γὰρ ἔννοιαν ἔχοντα τοῦ μὴ ὄντος, ὅμως ἐν τῷ Θεῷ τῷ ὑπερουσίως ὄντι κατὰ τὴν ἀφαίρεσιν ἁπάντων οὐδὲν. γάρ ἐστι τῶν ὄντων) υπεροχικῶς νοοῦνται· ἐν δὲ τοῖς ἑξῆς τελειότερον αὐτὸ σαφηνίζει. Καὶ αὐτὸ τὸ μὴ ὅν. Πῶς τὸ μὴ δν εφίεται τοῦ ἀγαθοῦ; εἰ γὰρ μὴ ἔστιν αὐτὸ, πῶς ἐφίεται; Λέγο μεν, ὅτι τὸ μὴ δν ἐνόησεν εἶναι τὸ κακὸν, ὡς κάτω ἀποδεικνύει· ὅτι καὶ αὐτὸ τὸ λεγόμενον κακὸν τοῦ ἀγαθοῦ ἕνεκα γίνεται. § Καὶ τῶν οὐρανίων. Τὸ αἴτιον τῶν οὐρανίων ἀρχῶν καὶ ὑποπερατώσεών φησιν εἶναι τὴν ἀγαθότητα τοῦ Θεοῦ· καὶ ταῦτα γὰρ δι' ἀγαθότητος ὑπερ βολὴν παρήγαγεν ὁ Θεός· ἀρχὰς δὲ οὐρανίας καὶ * 20 αλόγων ψυχῶν ἢ ζώων αλόγων ψυχῶν αἰσθητικῶν. 10 ὀχτάποδες, ι Επὶ γῆν δὲ εκτεταμένα τοὺς ὄφεις λέγει καὶ σκώληκας καὶ ὅσα, ἄποδα ὄντα, εἰλυσπῶνται. Σημείωσαι δὲ ὅτι διαφορὰν ποιεῖται ψυχῆς καὶ ζωῆς, καὶ ὅτι τὴν ἄλογον ψυχὴν καὶ αἰσθητικὴν ὀνομάζει. Σημείωσαι δὲ, ὅτι καὶ ἄλλο σύνταγμα Περὶ ψυχῆς ἁγίῳ τούτῳ τῷ Διονυσίῳ πεπόνηται. Καὶ ἤδη άνω, θεόθεν ταύτην λαβόντα.
col. 245–246page 31 of 115
PG 4:245ὑποπερατώσεις αποπερατώσεις ὑποπερατώσεις νοητέον τὴν ὡς ἐκ σημείου ἤτοι κέντρου τοῦ θελήματος τοῦ Θεοῦ, κυκλικῶς ὑποστᾶσαν 3 τῶν οὐρανῶν σφαιροειδή δημιουργίαν· τὸ γὰρ κυκλικὸν σχῆμα ἀρχόμενον ἐξ ἑαυτοῦ, εἰς ἑαυτὸ περα τοῦται· τὴν δὲ οὐρανίαν οὐσίαν ἀναυξῆ καὶ ἀμείωτόν φησιν, ὡς τελείως ἔχουσαν καὶ αὐτάρκως 80 πρὸς 8 γέ γονε· διὸ καὶ ἀναλλοίωτον αὐτὴν λέγει, ἐξ οὗ γέγονεν, οὐ παρατραπεῖσαν· τέλειον δέ ἐστιν, ὃ μήτε αὔξει, μήτε μειοῦται. Υποπερατώσεις δὲ αὐτὰ κέκληκε, καὶ οὐκ ἀποπερατώσεις, διὰ τὸ σφαιρικὴν μὲν εἶναι τὴν κίνησιν· οὐ κυρίως δὲ πέρας ἔχειν, ἀλλ᾽ οἱονεὶ πέ ρας τὴν ἐπὶ τὸ αὐτὸ ὥσπερ ἀπό τινος ἀρχῆς ἐπί τι, οἷον πέρας φέρεσθαι τυχὸν ἀνατολήν. Σημείωσαι δὲ ὅτι καὶ κινεῖσθαι ἀψόφως φησὶ καὶ ἀνεπαισθήτως τὸν οὐρανόν· τὸ δ' ἐνίων ἀστέρων μεταβατικῆς πολυ κινησίας περὶ τῶν πλανήτων φησί. Σημείωσαι δὲ καὶ τοῦτο, ὅτι αὐτοὺς μόνους ἐδέξατο κινεῖσθαι. Ση μείωσαι δὲ καὶ πόθεν αἱ χρονικαὶ ἀριθμήσεις. [Καὶ τῆς τῶν δύο φωστήρων, οὓς τὰ λόγια και λεῖ μεγάλους. Δύο φωστῆρας τὸν ἥλιον καὶ τὴν σελήνην φησί· μεγάλους δὲ εἶπεν ἑπόμενος τῷ Δα υίδ· Λόγια δὲ τοὺς ἐκείνου Ψαλμοὺς ὀνομάζει. περιοδικὴν δὲ ἀποκατάστασιν τὴν ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ φορὰν λέγει, ἣν ὁ ἥλιος μὲν κατ' ἐνιαυτὸν ποιεῖται τὸν ζωδιακὸν κύκλον περιϊών· ἡ δὲ σελήνη δι' ἡμερῶν τίνων τὸν ἀπὸ συνόδου μέχρι τῆς παντελούς ταύτης μειώσεως. Σημείωσαι δὲ, ὡς καὶ αἱ χρονικαὶ ἀριθμήσεις ἐκ τούτων εἰσὶ, καὶ ἔτι ἐκ τῶν μηνῶν.] Αφορίζουσι. Τελέως ὁρίζουσιν. Επέκεινα θεότητος. Τοῦτο καὶ ἐν τοῖς ἄνω παρ έγραψα 8, ὅτι καὶ ἐν τοῖς πᾶσιν ὁ Θεὸς, καὶ οὐδὲν τῶν ἁπάντων. Ἐνταῦθα δὲ τὸ πλέον φησὶν, ὅτι καὶ ὅτι ὑπὲρ πάσας τὰς οὐσίας ἐστὶν, ὅπερ λέγει κατω τέρω, ὅτι καὶ τῶν μὴ ὄντων ἐστὶ πληρωτικός. Ορα δὲ πῶς λέγει μήτε τῶν ἄνω φθανουσῶν αὐτῆς τὴν ὑπεροχὴν, μήτε τῶν κάτω, ταύτην διαβαινουσῶν· τουτέστιν, οὔτε ἀρχὴν, οὔτε πέρας ἔχει τὸ θεῖον, τῶν οὐρανίων καὶ ὑπερτέρων δυνάμεων ταύ την μὴ καταλαβουσῶν, οὐχ ὅτι ἐστὶ μὲν, οὐ κατε λήφθη δέ· μὴ οὕτω νοήσεις· ἀλλ᾽ ὅτι αὐτὸ οὔτε ἐστί τοῦτο γάρ ἐστιν ἡ ἐν ἀγνωσίᾳ γνώσις. Υπέρτεροι γὰρ γενόμενοι, καὶ διὰ φιλοθεΐας ἑνωθέντες ταῖς ἄνω δυνάμεσι, γινώσκομεν ὅτι μετὰ πάντων τὴν θείαν ἀγνοοῦμεν φύσιν. Καὶ φωτίζει. Τουτέστι τὰ χωροῦντα τὴν ὁλότητα αὐτοῦ πρὸς τὸ μέτρον 8 χωροῦσι· διὸ καὶ μέτρον εἶναι λέγεται τῶν ὄντων· ἢ ὅτι τὴν ἀρχὴν καὶ τὸ πέ ρας ἁπάντων ἐπίσταται, ὡς μόνος δημιουργός· ἑαυ τὸν γὰρ παρακατιών ἑρμηνεύει. Καὶ τάξις. Τάξις διὰ τοῦτο λέγεται ὁ Θεός, ἢ ἐπειδὴ μετ' εὐταξίας " τὰ πάντα ἐδημιούργησεν· ἡ ὅτι πίστει παρὰ τῶν εἰς αὐτὸν φοιτώντων χωρεῖται 8, μήτε τῷ πληθυσμῷ τοὺς ἀσθενεστέρους κατα βαπτίζων, μήτε τῇ συγκαταβάσει ἐπ᾽ ἔλαττον παρὰ ἀφορίζουσι. 38 ἀποπερατώσεις. ἰ ὑποστάντων. 10 ἢ αὐτάρκως. και τάξει παρὰ τῶν παρ' αὐτοῦ φωτιζομένων χωρεῖται. 86 ἐν τοῖς ἀνωτέρω προέγραψα. αν εξουσίας.
col. 247–248page 32 of 115
PG 4:247τῶν ἁγιωτέρων χωρούμενος, ἀλλὰ πρὸς τὸ ἐμὸν ἀγ πολλοστὸν ἀπήχημα τε νο Ο γεῖον οὕτως ἐν ἐμοὶ πηγάζων τὴν ἀγαθότητα. Κατὰ πολλοστὸν ἀπήχημα. Ὥσπερ ὁ αἰσθητὸς ἥλιος πάντα τὰ ὁρατὰ φωτίζει, καὶ τὰ μὴ μετέχοντα τοῦ φωτὸς αὐτοῦ δι' οἰκείαν αδράνειαν οὐ μετέχει οὕτω καὶ ἐπὶ τοῦ Θεοῦ, πάντες παρ' αὐτοῦ ἁγιάζονται ὅσοι βούλονται. Καλῶς δὲ τὸ ἀπεμφαῖνον τῶν ἐπὶ τῷ ἡλίῳ λεγομένων εὐθὺς ἐθεράπευσεν ὁ θεῖος Διονύσιος ἐπειδὴ γὰρ ἐμφανῆ εἰκόνα τῆς ἀγαθότητος τοῦ Θεοῦ τὸν ἥλιον εἶπε τὸν ἄψυχον, τὸ δημιούργημα τοῦ δη μιουργοῦ καλέσας εἰκόνα, πρῶτον μὲν παραχρῆμα ἐπήγαγε κατὰ πολλοστὸν ἀπήχημα, ἐν δὲ τῷ ἑξῆς κεφαλαίῳ, τελεώτερον [αὐτὸ] σαφηνίζει. Τί δέ ἐστι πολλοστὸν ἀπήχημα, λεκτέον· ὥσπερ γὰρ εἴ τις μέγα βοήσας καὶ ἀνακράξας εἴποι τι, καὶ οἱ μὲν παρ εστῶτες, [ἐὰν] ἐῤῥωμένοι τὰς ἀκοὰς [ὦσι], καὶ τῆς βοῆς καὶ τοῦ λεχθέντος ἀκούουσιν· οἱ δὲ βραχύ ἀφεστῶτες, ὅσον ἀπέχουσι, [τοσοῦτον] ἀδρανέστερον τοῦ φθέγματος ἀκροῶνται· οἱ δὲ ἐπὶ μεῖζον διάστημα κεχωρισμένοι πολλοστόν τι μέρος καὶ ἀμυδρότατον τοῦ ἀπηχήματος λαμβάνουσιν, ὡς φωνῆς μὲν ἀσή μου τινὸς ἀκοῦσαι, μὴ νοῆσαι τὸ δὲ ἐκφωνηθέν τοσοῦτον ἔστιν ὑπολαβεῖν τὸ ἡλιακὸν φῶς τῷ ἀλη θινῷ, ὡς καὶ ἀσύμβλητον εἶναι τὸ μέσον. ᾿Αλλὰ καὶ πρὸς τὴν γένεσιν. Μὴ νομίσῃς τὸν ἥλιον γενέσεως, ἡ ζωῆς, ἢ αὐξήσεως, ἢ τελειότητος αἴτιον εἶναι τῶν ὄντων τινός· ὥσπερ οὐδὲ ἄλλο τι στοιχεῖον, εἰ καὶ σφόδρα τύχοι τῶν ἀναγκαίων, οἷον τὸ ὕδωρ δυνατὸν γὰρ ἡμᾶς διαγενέσθαι καὶ ηλίου χωρὶς, καὶ ὕδατος, εἰ καὶ μὴ τελείως, ἀλλ' οὖν ἱκανὸν χρόνον· ἀλλ᾽ εἰδὼς ὁ Θεὸς, ὅτι τὸ μὲν ψυ χρὸν [ἅπαν] ἄγονον παντελῶς· τὸ δὲ μεμετρημένως θερμὸν γενεσιουργεῖ, καὶ ὅτι τὰ φυτὰ καὶ τὰ σπέρ ματα θερμότητος δεῖται, ὡς καὶ τὰ σώματα πάντα τὰ ζωὴν ἔχοντα εἴτε αἰσθητικὴν εἴτε φυτικήν καθαίρονται δὲ πολλὰ, ὡς καὶ εἰς λευκότητα φέρεσθαι, ὡς ἐσθῆτες καὶ ἄλλα· ἀνανεοῖ δὲ καὶ τὰ ψυγέντα σπέρ ματα· τούτου χάριν τὸν ἥλιον οὕτως ἔχειν φύσεως εποίησεν, ἵνα τὰ εἰρημένα πάντα ποιῇ ἐκ τοῦ δη μιουργοῦ, τὸ δύνασθαι λαβὼν οὐκ ἐκ προαιρέσεως Ιδίας ἢ δυνάμεως. Τοῦτο τελείως φησὶν ὁ ἅγιος 4 Διονύσιος, ἑαυτὸν ὥσπερ ἐπεξηγούμενος κατωτέρω ἐν τῷ τέλει τοῦ πέμπτου κεφαλαίου, καὶ ἐν τῷ τέλει τοῦ ἔκτου. Νόει [οὖν ] ἀσφαλῶς, καὶ μὴ δια στρέφου. Μέτρον ἐστί. Μέτρον διὰ τοῦτο λέγεται ο ήλιος καὶ ἀριθμὸς ὡρῶν, ἐπειδὴ τῆς ἡμέρας ἄρχει· ἡ δὲ ἡμέρα ἀνακυκλουμένη τον χρόνον ποιεῖ· διὰ τοῦτο μέτρον ἐκλήθη, οἷα τὴν ἡμετέραν μετρῶν ζωήν· λέ γει γὰρ παντὸς τοῦ καθ' ἡμᾶς χρόνου. Αὐτὸ γάρ ἐστι τὸ φῶς. Σημείωσαι ὅτι ὁ ἥλιος καὶ τὰς τρεῖς ἡμέρας τὰς πρὸ τῆς αὐτοῦ ποιήσεως ἐφώτιζεν ἀσχημάτιστος ὤν· καὶ ὅτι τὸ πρωτόκτιστον φῶς τῇ τετάρτῃ ἡμέρᾳ μετεσχηματίσθη εἰς ἥλιον οι θεῖος. το νοῆσαι δὲ τό. 10 τῶν στοιχείων.
col. 249–250page 33 of 115
PG 4:249καὶ ὅτι ἡμερῶν τριάδα φησὶν, ὡς καὶ ὁ μέγας Βασί λειος ἐν τῇ Ἑξαημέρῳ σαφώς φησιν· ἐκεῖνο δὲ μὴ παραδράμῃς, ὅτι τὰ προειρημένα οὐ περὶ τοῦ ἡλίου, ἀλλὰ περὶ τοῦ σχηματισθέντος εἰς ἥλιον πρωτοχτί στου φωτός ἐῤῥήθη. Ὡς ἐναρχική. Τουτέστιν ἀρχὴ καὶ αἰτία τῆς πρὸς τὸ ὄντως ἐνώσεως ἢ ὁμοιώσεως. Καὶ οὗ ἐφίεται πάντα. Ὅρα πως διαιρεῖ τὰ ὄντα πάντα, καὶ περὶ τὸν πάντων ὄντα βασιλέα, οὗ καὶ τὰ ὄντα ἐφίεται πάντα. Φησὶν οὖν πρῶτον νοερά, εἶτα λογικά. Νοερὰ οὖν εἰσι τὰ μὴ μεμιγμένα σώμασιν, οἷον αἱ ὑπερκόσμιοι δυνάμεις πᾶσαι· λογικὰ δὲ αἱ ἀνθρώπιναι ψυχαί, αἱ τὴν σχέσιν ἔχουσαι πρὸς τὸ σώμα, καθώς ἐστιν ὁ αἰσθητὸς ἄνθρωπος· εἰ γὰρ ὁ ἔσω άνθρωπος μόνον ἐνεργεῖ, κατὰ τὸν ᾿Απόστολον, τουτέστιν ἡ ψυχή, μὴ τὴν πᾶσαν ἔχουσα σχέσιν πρὸς σώμα, τότε νοερὸς ὁ ἄνθρωπος, οὐ μὴν λογικώς και λοῖτο ἂν, κατὰ τὸ πᾶν ζῶον τὸ ἐκ σώματος καὶ λογικῆς ψυχῆς συνεστώς. Γνωστικώς δέ φησι τὰ νοερά καὶ λογικὰ ἐφίεσθαι τοῦ Θεοῦ, ὡς φύσει προσούσης αυ τοῖς τῆς ὀρέξεως ταύτης, τοῦ γνώναι τὸν τῶν πάντων βασιλέα, καὶ μετέχειν τῆς ἀγαθότητος αὐτοῦ, διὰ τὸ εἶναι τὴν ψυχὴν γνωστικὴν καὶ λογικήν, καλώς λέγε ται καὶ ἡ ἔφεσις τοῦ ἀγαθοῦ. Τὰ δὲ ἄλογα ζῶα κατ' αὐτὴν τὴν αἰσθητικὴν δύναμιν ζωῆς ἐφίεται· διὸ καὶ τοῦ ἀγαθοῦ· τὰ δὲ ἀναίσθητα, οἷον τὰ φυτὰ καὶ τὰ ἄψυχα καὶ ἄζωα, εφίεται μὲν φυσικῶς τοῦ ἀγαθοῦ, οὐ μὴν ἵνα καὶ γνῷ αὐτό, ἀλλ᾽ ἵνα μείνῃ, ὅπερ ἐστὶ μόνον τῇ φυσικῇ ἐφέσει συνεχόμενα παρὰ τοῦ ἀγαθοῦ εἰς τὸ εἶναι αὐτά, Πάντα αολλῆ ποιεῖ. Αολλή, συνηθροισμένα. "Οτι ὁ ἥλιος λέγεται παρὰ τὸ ἀολλῆ ποιεῖν καὶ συνάγειν τὰ διεσκεδασμένα, καὶ ὅτι ἀναιρεῖ τὸ εἶναι Θεὸν τὸν ἥλιον, εἰ καὶ πολλὰ εἴπομεν τῆς εὐχερῶς διαστρεφομένης δοκοῦντα ἐναντία εἶναι. Κατὰ τὸν τῆς παλαιότητος. Κατὰ τὸν τῆς παλαιότητος λόγον, ἢ ὅτι Ἕλληνες ὑπῆρχον, θεῖος Διο νύσιος καὶ ὁ θεῖος Τιμόθεος “, ὡς ἐν ταῖς Πράξεσι τῶν ἁγίων ἀποστόλων δηλοῦται· ἢ τὸν μωρὸν [τὸν] τῶν Ἑλλήνων λόγον φησί· παλαιὸν γὰρ καὶ ἀρχαῖον * τὸν ἥλιον ἔλεγον, ὡς ἐν τῇ κωμωδία είρηται. Ανακαθαίρειν. Είρηται γάρ - Προσέλθετε πρὸς αὐτὸν, καὶ φωτίσθητε· καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ, Οτι ἠγάπησαν πολύ. Τῷ γὰρ ἀγαπῶντι πολύ καὶ [πολὺ] δοθήσεται· τῷ δὲ ἔλαττον, πρὸς τὸ μέσ τρον τῆς ἀγάπης· ὅπερ λέγει ἄνω, ὅτι τάξις καὶ μέτρον ἡμῶν ἐστιν ὁ Θεός. § Καὶ ὑπερκόσμιον. Τὸ ὑπερκόσμιον εἰρῆσθαι νοῦν, ὥς τινων μὲν ὑπὲρ τοὺς πάντας κόσμους ὄντων γοῶν ἁγίων ἀνωτάτω, τάξεων ἀγγελικῶν, τινῶν δὲ ὡς ἐναρχική, νοερά λογικά Νοερά λογικά νοερός λογικῶς, νοερά λογικά ἀολλῆ 'Αολλή ήλιον ἀολλῆ ποιεῖ, Παλαιόν ἀρχαῖον καὶ ὑπερκόσμιον. ύπερκόσμιον να ψυχικώς. 48 εἶπε. “ἀμφότεροι ὅ τε θεῖος Διον., καὶ ὁ ἅγιος Τιμόθεος. * τὸν μωρὸν ἔλεγον, ἢ ὅτι καὶ αὐτὸν τὸν ἥλιον ἀρχαῖον ἐκάλουν, ὡς ἐν τῇ κωμῳδία. 46 Ο δὲ ἔλαττον.
col. 251–252page 34 of 115
PG 4:251κόσμων, εἰς διοίκησιν αὐτῶν τεταγμένων, τῶν παρά τισι καὶ κοσμαγωγών λεγομένων. Τινῶν δὲ ἐγκοσμίων νοῶν ὄντων, ἀνθρώπων τε καὶ ἀγγέλων, ἐθναρχῶν τε καὶ πολιούχων· καὶ ἐπὶ τῶν ἐκκλησιῶν καὶ τῶν ἁγίων, ὡς ἐν τῇ Ἀποκαλύψει φησὶν ὁ θεῖος Ιωάννης, καὶ ἐπὶ τῶν ἑτέρων κοσμικών διατάξεων καὶ ὁ ψαλμῳδὸς δέ φησι· Παρεμβαλεῖ ἄγγελος Κυρίου υπερκόσμιος ἐστιν ὁ πνευματικός περικόσμιος ὁ ψυχικός· ἐγκόσμιος ὁ σαρκικός 47. "Αλλως ύπερ κόσμιος ἐστιν ὁ καὶ τὴν θεολογίαν κατορθώσας περι κόσμιος ὁ τὴν φυσικὴν θεωρίαν· ἐγκόσμιος ὁ τὴν πρακτικὴν ἀρετήν. Επικοσμίων, τουτέστι τῶν ἐπὶ τῇ λειτουργία τῶν φαντασίας. Φαντασίας Ο φυσικός. Πάντα συνάγουσα. Ομοῦ πάντα ποιοῦτα, καὶ θάλπουσα, καὶ αύξουσα, καὶ μεταποιοῦσα. Διαιρετική. Διαιρεῖ γὰρ ἀπὸ τοῦ Θεοῦ ἡ ἄγνοια, ὡς μᾶλλον τὸ φῶς συνάγει, καὶ ἀολλῆ ποιεῖ, ὡς ἔφη ἄνω. Δοξασμάτων. Τῶν εἰδώλων, καὶ τῆς αὐτῶν πολυ θείας. Φαντασίας. Φαντασίας φησὶ τὰς πλασματώδεις ἐννοίας περὶ αἰσθητά, ἢ ὡς αἰσθητά. § Καὶ ὡς καλόν. Καλὸς μὲν εἴρηται ὁ Θεὸς καὶ ἐν τῷ Ασματι τῶν ᾀσμάτων, ὥσπερ οὖν καὶ κάλλος λέγεται· καὶ ὁ Δαυίδ· Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Λέγεται δὲ καλὸν καὶ τὸ κάλλους μετέχον. Καὶ σημείωσαι, πῶς διαιρείται τὸ καλὸν καὶ τὸ κάλλος ἐπὶ τῶν ὄντων, εἰς μετέχοντα καὶ εἰς μετεχόμενα· ἐπὶ δὲ τοῦ Θεοῦ, οὐχ οὕτω 48. κάλλος μὲν γὰρ λέγεται διὰ τὴν ἐξ αὐτοῦ διαδεδομένην πᾶσι καλλονὴν, καὶ ὅτι πάντα πρὸς ἑαυτὸ καλεῖ· και λὸν δέ, ὡς ἀεὶ ἂν καὶ μηδέποτε μειούμενον ἢ αὖξον. Μεθ' ἑαυτοῦ μονοειδές. Μονοειδὲς καλόν ἐστιν ὁ Θεός, ἐπεὶ μήτε σκεδάννυται εἰς ἕξεις καὶ διαφορά, καλλοποιούς, μήτε πρὸς ενίους μὲν τὸ καλὸν κέκτηται, πρὸς ἐνίους δὲ οὗ· ἀλλ᾽ ἀτρέπτως αὐτὸ τὸ καλόν ανάρχως καὶ ἀπολύτως, ἀνεπιτηδεύτως καὶ ὡσαύτως ἀεὶ ἐστι· καὶ διὰ τοῦτο προέχειν ἐν ἑαυτῷ λέγεται τὴν καλλονήν, ὡς καὶ πρὸ τῶν δημιουργημάτων πηγή, καὶ ἀρχὴ, καὶ αἴτιον ὢν τοῦ καλοῦ· ὅθεν καὶ ὑπεροχικῶς ἔχει τὸ καλόν· κἂν γὰρ πολλὰ καλὰ, ἀλλ' ἐξ αὐτοῦ εἰσι καλὰ, καὶ οὐδὲ κατ' αὐτὸν καλά πόθεν 8 γε ἀναιτίως καλόν, αὐτὰ δὲ αἰτιατῶς καὶ κατὰ μετοχήν· ἐνοειδώς γάρ ἐστι καλὸν ὁ Θεὸς, ἐπεὶ ἐξ αὐτοῦ τὰ μετ' αὐτὸν καλά, καὶ ὡς ἐν ποιότητι κεκτημένα τὸ καλόν. Ἐκ τοῦ καλοῦ τούτου. Τό, Ἰδοὺ πάντα καλὰ 68 ἐπὶ δὲ Θεοῦ διαίρεσιν οὐκ ἐπιδέχεται κάλλος.
col. 253–254page 35 of 115
PG 4:253λίαν, καὶ τὸ κατὰ τὸν Ζαχαρίαν, πᾶν εἴ τι καλὸν αὐτοῦ ἐκεῖθεν ἐκ τοῦ ἀναιτίου καλού γέγονε· διὰ γὰρ τὸ καλὸν αἱ τῶν στοιχείων γεγόνασιν ἀλληλουχίαι, ἃς ἐφαρμογάς φησι· καὶ αἱ τῶν ὄντων εἴτακτοι συνδέσεις διαρκοῦσι, λεγόμεναι φιλίας καὶ κοινωνίαι πάντων ἐναρέτων λογικῶν, αἱ πρὸς Θεόν που διανοήσεις, ὡς ἡ τῶν πρωτοτόκων Ἐκκλησία ἐν οὐ ρανῷ καὶ ἐπὶ γῆς· ἐπὶ δὲ τῶν ἀλόγων αἱ ἀγελαίαι συνδιαγωγαί· ἐπὶ δὲ τῶν ἀψύχων αἱ πρὸς ἄλληλα ἐκτικαὶ 60-80 συμπάθειαι. Πάντα οὖν σε γνωται τῷ καλῷ τῇ μεθέξει πρὸς τὸν " αἴτιον ἐπεστραμμένα. Καὶ πέρας πάντων. Πέρας πάντων λέγεται ὁ Θεός, καὶ ὡς συνέχων πάντα, καὶ ὡς πάντων εἰς ἀσφά λειαν περιδεδραγμένος, καὶ ὡς αὐτοῦ γε ἕνεκα πάν των εἰς τὸ εἶναι παραχθέντων, καὶ ἑτέρου τινὸς εἰς τὸ τετελέσθαι δὲ οὐ δεομένων· ὅθεν ὡς ἀρχὴ πάντων, ἅτε αἴτιος, λέγεται, οὕτω καὶ μέσον, ὡς τὴν εἰς τὸ συνεστάναι παράτασιν διδοὺς, καὶ τελευτή, ὡς ἐν τῷ θελήματι αὐτοῦ περατουμένων τῶν ὄντων, ἐφ᾽ ἂν καὶ ἐπέστραπται, καθὸ καὶ τελικὸν αὐτόν φησιν, ὡς ἄρ τὴν ὄντα καὶ τέλος, κατὰ τὸν θεῖον Ιωάννην ἐν Απο καλύψει, καὶ παραδειγματικόν, ὡς πάντων τῶν ἐσο μένων τοὺς προορισμοὺς ἐν ἑαυτῷ προειληφότα, καὶ πρὶν ἢ προαγαγεῖν, ὥς φησιν ὁ ᾿Απόστολος, οὓς καὶ προώρισε, καὶ τὰ ἑξῆς· ταῦτα γὰρ ὁ ἅγιος Διονύσιος παραδείγματα ενόησε, τὸ προωρίσθαι ἐν ἑαυτῷ προ γνωστικῶς τὰ ἐσόμενα, καὶ πρὶν παραχθῇ, τουτέστι πρὶν ἀφορισθῇ καὶ διακριθῇ διὰ τῆς περιεχούσης τὰ πάντα ἑνιαίας προγνώσεως τοῦ Θεοῦ. Ταῦτα εὑρήσεις καὶ ἐν τῷ ἑξῆς πέμπτω κεφαλαίῳ. Σημείωσαι δὲ ὅτι ταὐτὸν εἶναί φησι τῷ ἀγαθῷ τὸ καλόν. Ὅτι καὶ τὸ μὴ δν. Πῶς δύναται τὸ μὴ ὂν μετέ χειν τοῦ ἀγαθοῦ; εἰ γὰρ μὴ ὑπεσιτν αὐτὸ, οὔτε ἔφεσιν ἔχει, ούτε μετοχὴν πρός τι τῶν ὄντων. Λεκτέον οὖν ὅτι τὸ μὴ δν διαφόρως τα νοεῖ ὁ θεῖος οὗτος ἀνήρ ποτὲ μὲν γὰρ αὐτὸ τὸ θεῖον οὕτω καλεῖ, ὡς μηδὲν ὂν τῶν ὄντων· ποτὲ δὲ τὴν ὕλην· ἔστι δὲ ὅτε καὶ τὸ καὶ τὸν οὕτω καλεῖ κατὰ διαφόρους εννοίας. Ἔστιν οὖν εἰπεῖν ὅτι ἡ ὕλη μετέχει τοῦ ἀγαθοῦ, καθό μετεβλήθη εἰς εἶδος, καὶ ἀπηλλάγη τῆς πρώην αμορφίας· ἢ ὅτι τὸ κακὸν μετέχει τοῦ ἀγαθοῦ, καθὸ προαιρέσει καλῇ καὶ αὐτὸ τὸ δοκοῦν θέλει κακὸν εἶναι, καὶ ὅτι ἀεὶ βούλεται εἶναι τὸ κακόν· πᾶν δὲ τοῦ εἶναι ἐφιέμενον, τοῦ ἀγαθοῦ ἐφίεται. 'Ανω δὲ πρὸ σε δύο φύλλων, τὸν Θεόν φησι καὶ ὑπὲρ τὰ ὄντα εἶναι· οὐκοῦν καλῶς ἂν εἴποι τις τὸν Θεὸν ὑπὲρ τὰ ὄντα εἶναι, καὶ τὸ μὴ ὂν μετέχειν τοῦ ἀγαθοῦ, ὡς καὶ ὑπὲρ τὰ ὄντα ὄντος, καὶ μηδὲν ὄντος τῶν ὄντων. Σημείωσαι ἀναγκαῖον, πῶς φησι, τὸ μὴ ὃν εὑρίσκεται καλὸν καὶ ἀγαθὸν, ὅτε περὶ Θεοῦ λέγεται· ὁ γὰρ Θεὸς καὶ δν λέγεται, καὶ μὴ δν, νιu, 10.30 δεκτικαί. οι ταῦτα οὖν. αὐτὸ τὸ κακὸν δοκοῦμεν εἶναι. εφαρμογάς τελικόν κα τό. 3 τελεῖσθαι. σε ὀλίγον δὲ ἄνω πρό. σε οι αδιαφόρως. οι καθό προαιρέσει τοῦ καλοῦ καὶ
col. 255–256page 36 of 115
PG 4:255ὡς οὐδὲν ὢν τῶν ὄντων, ἀλλ' ὑπερηρμένος ἀγνώστως τῶν ἁπάντων· οὐ γάρ ἐστί τι τὸ γινώσκον κατὰ τί οὐδέν ἐστιν ὁ Θεός. Αἱ οὐσιώδεις ὑπάρξεις. Καλῶς τὸ οὐσιώδεις ὑπάρξεις καθ' ἑαυτὰς ἀνώτεραι τῶν οὐσιῶν εἰσι· νῦν δὲ ἐπειδὴ περὶ τῶν κτιστῶν φησιν, εἰκότως τῷ ὑπάρ ξεις προσέθηκε τὸ οὐσιώδεις. Ενώσεις δὲ λέγονται, οὐχ ὅτι συνέκειντο σωρηδὸν ἔν τι ἀποτελοῦντα, ἀλλ᾽ ὅτι πηγὴ αὐτῶν καὶ ἀρχὴ ἦν ὁ Θεὸς, καὶ ἐξ αὐτοῦ παρ ήχθησαν ἐλλάμψαντα καὶ ὑποστάντα καθ' ὑπόβασινες ἅπαντα τὰ ὄντα, ὡς καὶ εἰς διακρίσεις ὑποστάσεων φανῆναι. Ταυτότητες δέ εἰσιν αἱ ἀναγωγοὶ καὶ ἐνωτικαὶ πρὸς Θεὸν δυνάμεις τῶν νοητῶν, ὡς καὶ ὁμοιότητες ἐπειδὴ καὶ ἐξ αὐτοῦ εἰσι καὶ προσεχεῖς αὐτῷ. ἑτερότητες δὲ καθὸ καταγωγὸς οὖσα ἡ ἑτερότης, καὶ μετ ριστὴ, ἐν ταῖς ὑποβεβηκυίαις καὶ ἐσχάταις προόδοις τοῦ θείου θελήματος εἰς ὁρατὰ ἐπληθύνθη. ἀνομοιότητες δὲ πάλιν, ἐπειδὴ τὸ γινόμενον ἕτερον ἂν εἴη του δημιουργήσαντος κατὰ πάντα, καὶ οὐκ ἐμφερές. κοινωνίαι δὲ τῶν ἐναντίων αἱ τῶν στοιχείων εἰσὶ κράσεις ἐκ γὰρ τῶν τεσσάρων στοιχείων εἰσὶ τὰ σώματα πάνε τα. ᾿Αλληλουχίαι δὲ τῶν ὁμοστοίχων εἰσὶν αἱ τῶν κόσμων, τοῦ τε ὁρατοῦ καὶ τοῦ νοητοῦ, καθ' ὑπόβασιν κατατάξεις, ἐκ μιᾶς οὐσίας τῆς ὕλης εἰς σώματα πληθυνθεῖσαι στερεωμάτων, καὶ οἱονεὶ σειρά, ἀλλή λων ἐχόμεναι· ἐκ τούτων νοήσεις καὶ τὰ ἑξῆς. Ἀσυμμιξίαι δὲ τῶν ἡνωμένων εἰσὶν, ὡς ἐπὶ τῆς τοῦ ἀνθρώπου 58 γένους κοινότητος, καὶ τῆς καθ᾿ ἕκαστον ἄνθρωπον ιδιότητος· τῷ μὲν γὰρ κοινῷ τῆς οὐσίας λόγῳ πάντες ἡνώμεθα, τῇ δὲ καθ᾽ ἕκαστον ιδιότητι, τὸ ἀσύμ μικτον ἔχομεν. υπάρξεις οὐσιώδεις. Αἱ στάσεις πᾶσαι. Στάσεις και κινήσεις λέγει τρεῖς, ἃς καὶ καταλέγει, νοῶν καὶ ψυχῶν, καὶ σωμάτ των δεῖ τοίνυν προσφόρως νοεῖν. Οἱ μὲν οὖν νόες ίστανται καὶ κινοῦνται, ὡς Ἡσαΐας φησὶ, καὶ Ἰεζεκιήλ περὶ τῶν σεραφὶμ καὶ χερουβίμ· ἐπειδὴ αὐτοί εἰσιν οἱ ἀναβαίνοντες καὶ καταβαίνοντες, ὥς φησι Μωϋσῆς τὸ μὲν γὰρ ἐπεστράφθαι ἀλήκτως ἐπὶ τε τὸν Θεὸν, καὶ ἱδρῦσθαι ἐν τῇ πρὸς αὐτὸν ἀνατάσει, κἂν ἀποστέλλοιντο καὶ καταβαίνοιεν ἐπὶ τὰ ὑποβεβηκότα, προ νοίας χάριν τῶν ὠφεληθησομένων, τοῦτό ἐστι τὸ ἑστά και βεβαίως ἐν τῇ πρὸς Θεὸν ἐγγίσει, καὶ κινεῖσθαι εἰς τὰς περὶ τοὺς εὐεργετουμένους διακονίας· κινοῦνται δὲ ἐν τῷ νοεῖν τὰ ὑπερβεβηκότα, καὶ ἑστᾶσιν ἐν τῷ νοεῖσθαι παρὰ τῶν καταδεεστέρων, ὡς νοητά, μέσ νοντα ἐν τῇ οἰκεία ταυτότητι· φρουραὶ γάρ εἰσιν ἐαυ τῶν καὶ μοναί· καὶ εἰς ἑαυτὰ οἰκειοῦνται, καὶ ἐφ' ἑαυτὰ συνεστραμμένα, καὶ ἀσκέδαστα ἐπὶ τὰ ἀλλά τρια τῆς θεοσεβείας. Καὶ γοῦν πάντα τὰ καταδεέστερα ἐπέστραπται ἐπὶ τὰ ὑπερβεβηκότα. Αἱ δὲ κινήσεις τῶν ναῶν καὶ ψυχῶν τροχοειδεῖς εἰσι καὶ κυκλικαί, ὡς καὶ Ἰεζεκιήλ φησιν, ἐπείπερ ἐξ ἑαυτῶν προΐασι, καὶ 10 πρός. το ἀποστέλλωνται καὶ καταβαίνωσιν. σε ὑπόστασιν. 88 ἀνθρωπείου.
col. 257–258page 37 of 115
PG 4:257εἰς ἑαυτὰ ἐπαναστρέφουσιν ἀνεξόδευτα ἑαυτῶν. Καὶ; ταῦτα μὲν ἐπὶ τῶν ἀσωμάτων· στάσις δὲ καὶ κίνησις ἐπὶ τῶν σωμάτων νοηθήσεται, μενούσης μὲν τῆς ὅλης ἐν ὑποκειμένῳ· κινουμένης δὲ εἰς τὰς τῶν γινομένων οι ἐξ αὐτῆς τροπὰς καὶ μεταλλαγάς σω μάτων εμψύχων τε καὶ ἀψύχων. Κυκλικώς μέν. Σημείωσαι πῶς κινοῦνται τὰ οὐ ράνια κυκλικῶς, καὶ κατ᾽ εὐθεῖαν καὶ ἑλικοειδῶς· καὶ πῶς νοείται ψυχῆς ελικοειδής κίνησις. Οἱ θεῖοι νόες κινούνται σε νοερά νοητά Η κυκλικώς, ἢ κατ' εὐθεῖαν, ἢ ελικοειδώς. Ψυχῆς δὲ κίνησις. Ἐπειδὴ καὶ, ὡς ἄνω προ εγράψαμεν, νοερὰ μὲν εἰσι τὰ νοοῦντα· νοητὰ δὲ τὰ νοούμενα· τροφὴ δὲ τῶν νοερῶν τὰ νοητά· εἰκότως οὖν ἐπὶ ψυχῆς νοερᾶς φησι δυνάμεις αὐτῆς, ὡς μό νον νοούσης τὰ ὑπερβεβηκότα· αὕτη γὰρ ὑπ᾽ οὐδενὸς νοεῖται· καὶ πάντων τῶν νοητῶν ἐσχάτη ἐστί. Δυνά μεις δέ εἰσι ψυχῆς αἱ πρὸς τὰς αἰσθήσεις ἐπιτηδειότητες. Ελικοειδώς. Ορᾷς ἐντεῦθεν, πόση διαφορά ψυ χῆς πρὸς τὰ νοητά· τὰ μὲν γὰρ νοερῶς καὶ ἐνιαίως, τουτέστι κατὰ ἀθρίαν ἐπιβολὴν, νοεῖ τὰς ὑπερκειμένας θείας ἐλλάμψεις, κατὰ τὸ αὐτῶν μέτρον ἀπο καλυπτομένας· ἡ δὲ ψυχὴ λογικῶς καὶ διεξοδικῶς, τουτέστιν εἰς μερικά μεριζομένη, καὶ ἐκ μετοχῆς διδασκομένη· ὁ γὰρ νοῦς, εἰς λογισμούς κατιών, οἱονεὶ μερίζεται καὶ δέεται τοῦ διὰ πλειόνων παρα δειγμάτων διεξοδεύοντος λόγου πρὸς παράστασιν τοῦ νοουμένου, τὸ ὑπεραναβεβηκός. Συμμίκτως οὖν ἐνεργεῖ ἡ ψυχὴ καὶ μεταβατικῶς, ὅτε καὶ νοεῖ· τοῦτο γὰρ οἰκεῖον ψυχῆς, καὶ ὅτε ἔξωθεν ἐπὶ τὰ ὑψηλότερα χειραγωγείται· ἐκ γὰρ τῶν ἀλλοτρίων ἀναβαίνει. Α' ψυχαὶ αἱ λογικαὶ κινοῦνται Η κυκλικώς, ἢ ὁλικοειδώς, ἡ κατ' εὐθεῖαν. Τούτων οὖν, καὶ τῶν αἰσθητῶν. Ὅρα, ὅτι καὶ τῶν αἰσθητῶν τρεῖς φησιν εἶναι τὰς κινήσεις· τὴν κυκλοειδῆ, καὶ τὴν ἐλικοειδῆ, καὶ τὴν κατ᾽ εὐθεῖαν προαγόμεθα δὲ ταύτας νοεῖν ἐκ τῶν περὶ ψυχῆς εἰρη μένων· κυκλικὴν μὲν αὐτὴν, ὅταν τὰ αἰσθητὰ αὐτὰ κατὰ τὰς οἰκείας δυνάμεις καὶ ποιότητας ενεργῇ οἷον πῦρ θερμαίνον, καὶ ὕδωρ ψύχον, καὶ τὰ ἑξῆς ὁμοίως· Ελικοειδῶς δὲ, ὅταν μεταβατικῶς ἐνεργῇ, οἷον ἐξ ὑδάτων ἰχθύες, καὶ πετεινά, καὶ ἡ ῥάβδος Μωϋσέως εἰς ὄφιν, καὶ τὰ τοιαῦτα· κατ᾽ εὐθεῖαν δὲ, όταν αὖθις εἰς τὰς οἰκείας ἀρχὰς ἀνατρέχῃ, οἷον ὅταν μετὰ διάλυσιν τῶν γινομένων πάλιν εἰς τὰ στοιχεῖα τὰ φθειρόμενα ἀναλύηται. Καὶ κίνησιν. Κίνησιν ἄν τις προαχθείη νοῆσαι τῶν αἰσθητῶν τὴν ἀλλοίωσιν καὶ τὴν φθοράν· ἐξ οὗ γὰρ ἡ στάσις, τούτων σημαίνει την γένεσιν, πρόδη η Οι γινομένας, σε Ἡ τῶν θείων νοῶν κίνησις. σε ὑποδεβηκός. " Ελικοειδή.
col. 259–260page 38 of 115
PG 4:259λον ὡς ἡ κίνησίς τὸ ἐναντίον ἐμφαίνει· σημείωσαι οἱ ὅροι. "Οροι οὖν, ὅτι καὶ σὲ τὰ ἀλλοιούμενα, καὶ τὰ φθειρόμενα. ἐξ αὐτοῦ, καὶ δι' αὐτοῦ, καὶ εἰς αὐτὸν ὁρᾷ. Δι' δ πᾶσα στάσις. Δι' ὃ ἀγαθὸν καὶ καλὸν δη λονότι. Πᾶν ἐν καὶ πλῆθος. Πῶς νοηθήσεται τὸ πᾶν ἐν καὶ πλῆθος; ὑπόθου τὸν πάντα κόσμον φυτόν μέγα, καθ' ὅλα τὰ μέρη αὐτοῦ τὰ ἔμψυχα τῶν τρόπον τινά, οἷον πρέμνα καὶ στελέχη, καὶ τῶν μερῶν τὰ μέρη, οἷον κλάδους, ἀκρέμονάς τε καὶ φύλλα (εἰ γάρ μοι τούτων ἕκαστον οἷον αὐτοτελές ζῶον ὑπολάβοις, τηρούν δὲ τὴν ἐν τῷ ὅλῳ ἔνωσίν τε καὶ τάξιν, καθ᾽ ἦν αὐτό τε τὸ δένδρον ζῇ καθ᾿ ἑαυτὸ, καὶ μετὰ τῶν αὐτοῦ μερῶν· ὡς ἔστι ζῇν, τὰ μὲν νοερά νοερώς τε καὶ λογικῶς, τὰ δὲ ἄλογα αἰσθητικῶς, τὰ δὲ ἄψυχα καὶ ἄπνοα φυτικῶς τε καὶ ἐκτικῶς), καὶ ζῶν καθ' ἑαυτὸ, ὡς ἔφην ἕκαστον ζῆν καὶ μετὰ τοῦ ὅλου κινητικώς τὰ μέρη μετὰ τῶν καθολικῶν, γνώσῃ τοῦ παντὸς τὴν εἰς τὸ ἓν συμφυΐαν τε καὶ σύζησιν, καὶ τὴν εἰς τὸ πλῆθος, ὡς ἑκάστου προσφόρως τε καὶ ἰδίως ζῶντος. ὡς ἔφημεν. Καὶ πάλιν εἰ ἐξ ἑνὸς καὶ μόνου Θεοῦ τὰ πάντα, εἰκότως καὶ ἓν λέγονται διὰ τὴν σύνδεσιν καὶ ἁρμονίαν, καὶ πλῆθος διὰ τὴν πολυείδειαν τῶν καθ' ἕκαστον. Οἱ ὅροι. Όροι εἰσὶν οἱ ἑρμηνευτικοί λόγοι τῆς οὐ σίας ἑκάστου τῶν πραγμάτων, καὶ τοῦ γένους, καὶ τῆς διαφορᾶς, καὶ τὸ τί ἐστι δηλοῦντες. ᾿Αρχὴ παραδειγματική. Παραδειγματικὸν αἴτιον, ἤτοι ἀρχή ἐστι τοῦ πρὸς ὅ γίνεται τὸ γινόμενον τοῦτο δέ ἐστιν ἡ ἰδέα, ἥτις ἐστὶ νόησις αὐτοτελής, ἀΐδιος τοῦ ἀϊδίου Θεοῦ· ἢ παράδειγμα αἰώνιον ένεστώς τῇ φύσει, πρὸς 8 γίνεται τὰ γινόμενα· ἀσώματος γὰρ αἱ ἰδέαι καὶ τὰ παραδείγματα· τελικὸν δὲ αἱ τιον, ἤτοι ἀρχή ἐστιν, τὸ οὗ ἕνεκα τὸ γινόμενον τε λειοῦται· ἢ τελικὸν αἴτιόν ἐστιν, ὁ ἀχώριστόν ἐστι τοῦ ἀποτελέσματος· ἢ ἐξ οὗ ἐνυπάρχοντος γίνεται τὸ γινόμενον, ὡς ἡ τῶν ὅλων ὕλη· ὁ δὲ Θεὸς καὶ ταύτην παρήγαγε ποιητικὸν δὲ αἴτιόν ἐστι τὸ κεχωρισμένον τοῦ ἀποτελέσματος, ὡς ὁ Θεὸς, καὶ πᾶς ὑφ' οὗ γίνεται τὸ γινόμενον. Καὶ πάντα τὰ οὐκ ὄντα. Πῶς τὰ μὴ ὄντα ἐν τῷ ἀγαθῷ, οὕτω νόησον· ἐπειδὴ αἱ στερήσεις ἐν αὐτῷ εἰσιν ὑπερουσίως· οὔτε γὰρ ἂν εἴποιμι οὐσίαν τὴν στέρησιν, οἷον άναρχος, ἄφθαρτος, ἀθάνατος, καὶ ὅσο τοιαῦτά ἐστι· καὶ γὰρ οὐκ ἔστι ταῦτα ὁ Θεὸς, ἐπεὶ καὶ πρὸ τούτων ἐστίν· ἐξ αὐτοῦ γὰρ ἐγνώσθη, τί ἐστι ταῦτα· καὶ γοῦν οὐδὲ τί οὐκ ἔστιν ὁ Θεὸς γινώσκο μεν· ἡ πῶς ἄῤῥητος καὶ ἀκατάληπτος· οὐ γὰρ ταῦτα ἀρχὴ αὐτοῦ, ἀλλ' ἐξ αὐτοῦ· αὐτὸς οὖν καὶ τοῦ μηδε νας αἴτιος πάντων αὐτοῦ ὑστέρων ὄντων, κατὰ τὴν τοῦ εἶναι καὶ μὴ εἶναι αἰτίαν· καὶ γὰρ αὐτὸ τὸ μηδὲν στέρησίς ἐστιν· ἔχει γὰρ τὸ εἶναι διὰ τὸ μηδὲν εἶναι τῶν ὄντων· καὶ μὴ ὢν ἐστι διὰ τὸ εἶναι καὶ ὑπερ σε ὡς καί.
col. 261–262page 39 of 115
PG 4:261εἶναι, πάντα ῶν, ὡς ποιητὴς, καὶ μηδὲν ὤν, ὡς ὑπερ βεβηκώς· μᾶλλον δὲ καὶ ὑπεραναβεβηκὼς καὶ ὑπερ ούσιος ὤν. Ανάγνωθι καὶ ἐν τῷ προτέρῳ φύλλῳ τὴν ἐμὴν παραγραφὴν περὶ τοῦ μὴ ὄντος. Καὶ τὰ ἤττω τῶν κρειττόνων. Παρέγραψα καὶ ἄνω τὸ ὅμοιον ἐν τῷ πρώτῳ κεφαλαίῳ, ὅτι ἀεὶ τὰ ὑποβεβηκότα επέστραπται πρὸς τὰ ὑπερκείμενα, ὡς ὑπ' ἐκείνων περιεχόμενα καὶ προνοούμενα· κοινωνικῶς δὲ τὰ ὁμέστοιχα τῶν ὁμοταγῶν, καὶ ἁπλῶς πάντα ἀλλήλων καὶ αὐτῶν ἐρᾷ. [ ᾿Αλλὰ] καὶ ὁ Θεὸς πάνω των ἐρᾷ, ἵνα τὰ πάντα ἀγαθὰ ποιήσῃ. Αὐτὸς γὰρ ὁ ἀγαθοεργός. Θαυμαστῶς λέγει, ὅτι ἀγαθὸς ἔρως, ἐν τῷ ἀγαθῷ προϋπάρχων, οὐκ ἔμεινεν ἄγονος, ἀλλ᾽ ἔτεκεν ἡμῖν τὸν ἀγαθὸν ἔρωτα, δι᾿ ἂν τοῦ καλοῦ καὶ ἀγαθοῦ ἐφιέμεθα· πρακτικὸν γὰρ καὶ γεν νητικὸν τὸ θεῖον κατὰ τὸ εἰρημένον· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Σημείωσαι δὲ ἐντεῦθεν κίνησιν θείαν· ὁ γὰρ ἀγαθοεργὸς ἔρως ἐκίνησε τὸ θεῖον εἰς πρόνοιαν, εἰς σύστασιν ἡμῶν, ἵνα καὶ πρακτικὸν ᾗ κινούμενον, καὶ μὴ μείνῃ ἄγονον ἐκ τούτου νοήσεις καὶ τὸ, μονάδος μὲν κινηθείσης, καὶ τὰ ἑξῆς εἰρημένα τῷ θεολόγῳ Γρηγορίῳ ἐν τῷ πρώτω περὶ Υἱοῦ. Γεννητικὴν ὑπερβολήν. Τουτέστι τὴν κτίσιν παρ ήγαγεν, ὥστε περὶ αὐτὴν τὰ τῆς ἀγαπητῆς ἐπι δείκνυσθαι κινήσεως. § Χ. Καὶ μή τις ἡμᾶς οἰέσθω. Σημείωσαι ὅτι οὐ δεῖ τὰ ἀπεμφαίνοντα ὀνόματα λέγειν [περὶ Θεοῦ], εἰ μή γε καὶ ἐν θείᾳ ἐμφέροιντο Γραφῇ, ὡς καὶ νῦν πε. ρὶ ἔρωτός φησι· καὶ ὅτι οὐ χρὴ προσέχειν λέξεσιν, ἀλλὰ τῇ δυνάμει τοῦ σκοποῦ· θείως γὰρ αὐτὰ διέξ εισι. Δι' ἑτέρων ὁμοδυνάμων. Ὅτι καὶ διὰ τῶν ἰσοδυνάμων οὐ κωλυόμεθα ἐκφωνεῖν τὰς λέξεις. [ Σημείω και ὡς μητρίδα καὶ πατρίδα ταὐτό φησι.] Δέον εἰδέναι. Διὰ τί συλλαβαῖς καὶ λέξεσι χρώμεθα· σκόπει τὴν ἀνάγνωσιν· ὅ θέλει εἰπεῖν, τοῦτό ἐστιν· ἡνίκα τὸν προφορικὸν λόγον κινοῦμεν, τοῦτον περί τινος τῶν αἰσθητῶν, τότε λέξεων, καὶ συλλαβῶν, καὶ στοιχείων καὶ γραφῶν δεόμεθα πρὸς δήλωσιν τοῦ λαλουμένου· εἰ δὲ ἀφ' ἑαυτῆς ἡ ψυχὴ πρὸς τὰ νοητὰ κινεῖται διὰ τῶν ὀρθῶν ἐνεργειῶν, περιτταὶ μετὰ τῶν αἰσθητῶν αἱ αἰσθήσεις· ὑψηλὰ γὰρ φαντάζεται· ὅταν δὲ θεοειδής γένηται, προκόπτουσα ταῖς κατὰ μικρὸν ἀνατάσεσι, καὶ δι' ἑνώσεως ἀγνώστου πρὸς τὸ ἀπρόσ στον φῶς τὰς ἐπιβολὰς ἔχῃ, τότε καὶ αἱ νοηται σε Ενέργειαι περιτταί εἰσιν, ὡς καὶ αἱ αἰσθήσεις, ἐπειδὴ τὰ ὑψηλότερα τούτων ή ψυχή διανοεῖται, λοιπὸν ἡνω μένη θεῷ· ὅταν δὲ ὁμοῦ χαμαίζηλα φαντασθῇ, καὶ περί τινος τῶν αἰσθητῶν σπεύσῃ κινηθῆναι, τότε τοὺς σαφεστέρους λόγους καὶ τὰ τρανότερα τῶν ὁρατῶν κα χρὴ ἐπιζητεῖν. «ἑαυτῶν. στ υπεραί. μητρίδα πατρίδα σε νοητῶν.
col. 263–264page 40 of 115
PG 4:263Ὥσπερ καὶ αἱ νοεραὶ δυνάμεις. Σημείωσαι ότι ἕτερον νοῦς καὶ ἕτερον ψυχήν Νοερὰς [ἐνεργείας καὶ] δυνάμεις φησὶ τὰς νοήσεις, αἵτινες κατώτεραί εἰσι, καὶ σκεδασμὸς τοῦ νοῦ. Ὅταν οὖν ἡ ψυχὴ βούληται πρὸς Θεὸν ἀνανεῦσαι, καὶ κατὰ τὸ δυνατὸν ἐνωθῆναι αὐτῷ, τὸ μὲν ὄμμα αὐτῆς, τουτέστι τὸν νοῦν αὐτὸν αποστρέψαι ὀφείλει τῶν μερικῶν, καὶ ἐπὶ τὰ καθολικώτερα ἀναπηδῆσαι· μερικὰ δέ εἰσιν αἱ νοήσεις, ὡς ἔφημεν· τότε γὰρ νοῦς ὅλη γενομένη, καὶ εἰς τὸ ἔσω στραφεῖσα, ἑνὸς λοιπὸν καὶ ἁπλότης γενομένη, ἐπι λαβεῖν δυνήσεται ταῖς θείαις ἀκτῖσι· διὰ τῆς ἐπαινε τῆς ἀγνωσίας, οὐ τῆς ἐξ ἀμαθείας ἀγνοίας, ἀλλὰ τῆς γινωσκούσης ὅτι ἀγνοεῖ τὰ περὶ Θεοῦ ἀκατάληπτα γνώσεται δὲ ἀπολαύουσα τῶν θείων μαρμαρυγῶν οὐ διὰ τῶν αἰσθητῶν ὀμμάτων· οὐ γὰρ καταλαμβάνεται τούτοις· ἀλλὰ ταῖς ἀνομμάτοις τοῦ νοῦ καταστάσεσιν 69 Επιδηλότεραι τῶν αἰσθήσεων. Εξηγεῖται, τί εἰσιν αἱ ἐπιδηλότεραι τῶν αἰσθήσεων διαπορθμεύσεις καί φησιν αὐτὰς τοὺς σαφεστέρους λόγους καὶ τὰ τρα νέστερα τῶν ὁρατῶν. Καλῶς δυνήσονται. Αἱ αἰσθήσεις δηλονότι. 8 ΧΙΙ. Καίτοι ἔδοξέτισιν. Ὅτι καὶ ἡ ἀγάπη έρωτα δηλοῖ· καὶ ὅτι θειότερον ὄνομα τοῦ ἔρωτος. Ακουέτωσαν. Σημείωσαι ὅτι καὶ τότε ἦσαν τινες ἐπιλαμβανόμενοι ὀνομάτων, οὓς ἐπιστομίζει ἐκ τῆς θείας Γραφῆς. Ὁ θεῖος Ἰγνάτιος. Καὶ ἐκ τούτου τινὲς οἴονται διαβάλλειν εὐκαίρως τὸ παρὸν σύνταγμα, ὡς μὴ ἐν τοῦ θείου Διονυσίου, ἐπειδὴ Ἰγνάτιον λέγουσι μετα γενέστερον αὐτοῦ εἶναι· πῶς δὲ δύναταί τις τῶν μετ ταγενεστέρων μεμνήσθαι; Πλάσμα δὲ καὶ τοῦτο δοκούν αὐτοῖς· ὁ γὰρ ἅγιος Παῦλος, ὁ φωτίσας Διονύσιον, μεταγενέστερος ἦν τῷ χρόνῳ τοῦ ἁγίου Πέτρου, μεθ' ἂν ὁ Ἰγνάτιος ἐπίσκοπος γίνεται Αντιοχείας, μετα τεθέντος Πέτρου ἐν Ρώμῃ· ἐπέζησε δὲ ὁ ἅγιος Παῦ λος χρόνον πολύν, [] φωτίσας Διονύσιον, καὶ διονύσιος μετ' αὐτὸν ἔζησεν· ὁ δὲ εὐαγγελιστής Ιωάννης ἐπὶ Δομετιανοῦ ἐξορίζεται εἰς Πάτμον· ᾧ ἀντιγράφει Διονύσιος Ιγνάτιος δὲ πρὸ Δομετιανοῦ μαρτυρεῖ ὥστε προγενέστερος Διονυσίου. Ὁ ἐμὸς ἔρως. Ζητητέον πῶς ἐπὶ Ὀνησίμου τοῦ μετὰ Τιμόθεον Ἰγνατίου διαλεγομένου, καὶ γράφοντος Ῥωμαίοις τὸ, ἐμὸς ἔρως ἐσταύρωται, Διονύσιος νῦν Τιμοθέῳ γράφων τούτου μέμνηται, ὡς Ἰγνατίου ήδη γράψαντος· καὶ μήποτε παρά τινος τῶν φιλολόγων ἔξω παρατεθέν, πρὸς πλείονα σύστασιν τῶν περὶ θείου ἔρωτος τῷ ἁγίῳ Διονυσίῳ εἰρημένων, ὕστερον κατὰ ἄγνοιαν ἔσω παρενετέθη, ὅπερ ἐν πολλοῖς πολ λάκις γενόμενον ἔγνωμεν· καὶ γὰρ δίχα τούτου στα καὶ ἀπαραλείπτως τὸ σῶμα τοῦ λόγου· ἢ τάχα σύνο ηθες αὐτῷ εἶναι ἀπόφθεγμα, ὡς καὶ τὸ θεοφόρος πολλάκις αὐτῷ λεγόμενόν τε καὶ γραφόμενον· τεκμήριον δὲ τὸ μὴ προσκεῖσθαι, Γράφει δέ τισι, τουτέστι το καθαρότησιν.
col. 265–266page 41 of 115
PG 4:265Ρωμαίος· ἀλλ' ἀπλῶς, Γράφει δὲ καὶ ὁ θεῖος " φόρος Ιγνάτιος. Καὶ ἐν ταῖς προεισαγωγαῖς. Επιστητέον ", ὅτι προεισαγωγὰς καλεί τῆς θείας Γραφῆς τὰ Σολομῶντος '', ἀφ' οὗ καὶ τὰ ῥητά. [α] Ότι ἡ ἀγάπη ἔρωτα δηλοί, καὶ ὅτι θείοτερον ὄνομα τοῦ ἔρωτος. [β] Τοῖς θείοις μᾶλλον. Διὰ τί τοῖς θείοις μᾶλ λον ἀνατιθέασι τὸν ὄντως ἔρωτα· οἱ θεολόγοι. [γ] Τὰ πλήθη. Σημείωσαι, ὅτι πρὸς ὁ χωροῦσι τὰ πλήθη, δεῖ καὶ ταῖς λέξεσι χρῆσθαι· λέγει δὲ τί ποιεῖ ὁ ἔρως, καὶ περὶ δύο ερώτων, θείου καὶ μεριστοῦ, ήτοι σωματοπρεπούς. [δ] Ως δυσχερέστερον. Ὡς διαβεβλημένον δηλονότι. [ε] Ἐπέπεσε, τίς φησιν. Ο Δαυίδ λέγει περὶ τοῦ Ιωνάθαν ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν. [ς] Τάττεται πρὸς τῶν ἱερῶν. Ὅτι τὸ αὐτὸ δύ ναται ἀγάπη καὶ ἔρως, καὶ τίς ἡ τοῦ ἔρωτος ἐνέργεια. [] Συγκρατικῆς. Τουτέστι συγκιρνώσης τὰ ἐρῶν τα τ πρὸς ἄλληλα. [η] Διὰ τὸ καλόν. Ὅπερ εἶπεν ἄνω, ὅτι ὁ θεῖος Έρως, προϋπάρχων ἐν τῷ ἀγαθῷ, ἔτεκε τὸν ἐν ἡμῖν Ερωτα, δι' οὗ τοῦ ἀγαθοῦ ἐφιέμεθα. § ΧΙΙΙ. [] Εκστατικός. Περὶ ἐκστάσεως ἐρωτικῆς καὶ ὁ Δαυίδ· Ἐγὼ εἶπον ἐν τῇ ἐκστάσει μου. Εξεστηκώς. Σημείωσαι, πῶς νοεῖται " τό· Ἐξε στηκώς θεῷ. Τολμητέον. Ὅτι καὶ ὁ Θεὸς πάντων ἐρᾷ. Διὸ καὶ ζηλωτήν. Κατὰ τί λέγεται ζηλωτὴς ὁ Θεός, ὡς ἐραστὴς τῆς πάντων σωτηρίας. § Χιν. Τι δὲ ὅλως. Τῆς μὲν ἀγάπης καὶ τοῦ ἔρωτος αὐτὸν δηλαδὴ τὸν Θεὸν προβολέα φησὶ καὶ γεννήτορα αὐτὸς γὰρ ταῦτα ἐν ἑαυτῷ ὄντα προήγαγεν εἰς τὰ ἐκτὸς, τουτέστι τὰ περὶ τὰ κτίσματα· καὶ κατὰ τοῦτο εἴρηται· Ὁ Θεὸς ἀγάπη ἐστὶ, καὶ ἐν τῷ ᾄσματι ὁμοίως ἀγάπη εἴρηται· καὶ πάλιν γλυκασμὸς καὶ ἐπιθυμία, ὅ ἐστιν ἔρως· τὸ δὲ ἀγαπητὸν καὶ ὄντως ἐραστὸν αὐτός ἐστι. Τῷ μὲν οὖν τὸν ἀγαπητικὸν ἔρωτα ἐξ αὐτοῦ προχεῖσθαι, αὐτὸς κινεῖσθαι λέγεται ὁ τούτου γεννήτωρ· τῷ δὲ αὐτὸν εἶναι τὸ ἀληθῶς ἐραστὸν καὶ ἀγαπητόν, κινεῖ τὰ πρὸς τοῦτο ὁρῶντα ", καὶ οἷς ἡ τοῦ ἐφίεσθαι δύναμις αναλόγως αὐτοῖς. Ἐραστὸν καὶ ἀγαπητόν. Προσαγωγικὸν καὶ κι νητικὸν πρὸς ἐρωτικήν συνάφειαν τὴν ἐν πνεύματι τὸν Θεὸν εἶναί μοι νόει, τουτέστι μεσίτην ταύτης, καὶ πρὸς ἑαυτὸν συναρμοστὴν τοῦ ἐρᾶσθαι αὐτὸν ὑπὸ τῶν αὐτοῦ το ποιημάτων καὶ ἀγαπᾶσθαι· κινητικὸν δέ φησιν, ὡς κινοῦντα ἕκαστα ", κατὰ τὸν οἰκεῖον λόγον το θεοφόρος. ἡ ἕκαστον. * ἐπιστατέον. 18 τὰς τοῦ Σολ. γραφάς. τὰ ἐνοῦντα. τι εἴρηται. ἐρῶντα. ἑαυτοῦ.
col. 267–268page 42 of 115
PG 4:267προαγωπρὸς αὐτὸν 78 ἐπιστρέφεσθαι. Τὸ δὲ τῆς προαγωγίας γία, ἐξῃρημένην η ὄνομα, εἰ καὶ παρὰ τοῖς τῶν ἔξωθεν πράγμα σημαίνει οὐκ εὐαγές, ἀλλ' ἐνταῦθα τὴν πρόξενον τῆς ἐν Θεῷ ἑνώσεως μεσιτείαν φησί. Καὶ τὸ μὲν κινεῖται. Σημείωσαι κίνησιν θείαν, ἐν ᾗ κινεῖται καὶ αὑτοῦ ἐστι προαγωγεύς καὶ κινητικὸς ὁ Θεός. Καὶ τῆς ἐξηρημένης. Η πρὸς Θεὸν ἀγαπητική ἕνωσις πάσης ἐξῄρηται καὶ ὑπέρκειται ενώσεως ἐξῃρημένην οὖν τὴν ἀνωτέραν φησίν· ἄναρχον δὲ καὶ ἀτελεύτητον τὸν θεῖον ἔρωτα λέγει, ὡς ἐκ τοῦ ἀγαθοῦ προϊόντα, καὶ πρὸς τὸ ἀγαθὸν ἐπαναστρέφοντα κατὰ σχῆμα κυκλικόν· ἐπεὶ καὶ ἡ τοῦ κύκλου γραμ μὴ οὐ γνώριμον ἔχει ὅθεν ἤρξατο, καὶ οὗ κατέληξε καὶ γὰρ ἐξ αὐτοῦ ἡ τοῦ ἀγαθοῦ ἔφεσις, καὶ εἰς αὐτὸν πάλιν ὁρᾷ· ἐν ἑαυτῷ δὲ καὶ ἔστι καὶ μένει τὸ ἐρᾷν τῆς συμφυοῦς ἀγαθότητος, καὶ τῶν πρὸς τὸ ἀγαθὸν ἀνατεινομένων. Ερωτικὴν κίνησιν. "Οτι ἡ ἐρωτική κίνησις, τοῦ ἀγαθοῦ προϋπάρχουσα, ἐν τῷ ἀγαθῷ ἁπλῆ καὶ αὐτ τοκίνητος οὖσα, καὶ ἐκ τοῦ ἀγαθοῦ προϊοῦσα, αὖθις ἐπὶ τὸ αὐτὸ ἐπιστρέφει, ἀτελεύτητος καὶ ἄναρχος οὖσα, ὅπερ δηλοῖ τὴν ἡμῶν ἔφεσιν πρὸς τὸ θεῖον. Σημείωσαι δὲ, ὅτι ἀΐδιον κύκλον προϊών φησιν εἶναι ἐν τῷ ἀγαθῷ, προϊόντος μὲν αὐτοῦ ἐπὶ τὰ νοητὰ καὶ αἰσθητά, πάλιν δὲ πρὸς ἑαυτὸν ὑποστρέφοντος καὶ μήτε ἱσταμένου, μήτε λήγοντος. Ἐκ τοῦ ἁγίου Ιεροθέου. § [α] Τὸν ἔρωτα. Ἐπίστησον, ὅπως μέγας το Ἱερόθεος τὰ περὶ τοῦ ἐπαινετοῦ ἔρωτος ἄριστα φιλοσοφεῖ· πρῶτον μὲν, θεῖον αὐτὸν λέγων, ἐπειδὴ καὶ πρῶτον αἴτιον τοῦ οὐρανίου ἔρωτος ὁ Θεός ἐστιν ἐξῃ ρημένως καὶ ἀναιτίως· εἰ γὰρ ὁ ἔρως αὐτός ἐστιν ἡ ἀγάπη, ὡς προείρηται, γέγραπται δὲ, ὅτι Θεὸς ἀγά πη ἐστὶ, δῆλον ὅτι πάντων ένοποιός ἔρως ήτοι ἀγά πη ὁ Θεός ἐστιν. Ἐκεῖθεν οὖν μεταβατικῶς πρόεισιν ἐπ' ἀγγέλους· ὅθεν καὶ ἀγγελικὸν αὐτόν φησιν, ἔνθα μάλιστα καὶ τὸν τῆς ἐνότητος εύροι τις ἂν ἔρωτα θεῖον· οὐδὲν γὰρ ἀσύμφωνον ἢ στασιάζον παρ' αὐτοῖς· εἶτα μετ' ἀγγέλους, καὶ νοερόν φησιν έρωτα, τουτέστι παρὰ θεοσόφοις ἀνδράσιν, οἱ εἰσι τῆς Ἐχε κλησίας· πρὸς οὓς ὁ Παῦλός φησιν, ἵνα τὸ αὐτὸ λέο γηται, καὶ τὰ ἑξῆς· καὶ ὁ Κύριος, Ινα ώσιν ἐν, καθὼς καὶ ἡμεῖς ἔν ἐσμεν. Καὶ ταῦτα μὲν περί τῶν ἐξ ἀληθείας Χριστιανῶν· λοιπὸν δὲ καὶ περὶ πάντων ἀνθρώπων, ἐν οἷς ὁ περί φιλίας νόμος του. τὰς δὲ λογικὰς ψυχὰς νοεράς προσεἶπεν ἐκ τοῦ θείου νοῦ προσειπὼν αὐτάς· ψυχικὸν δὲ ἐκάλεσεν ἔρωτα τὸν τῶν ἀλόγων, τὴν αἰσθητικὴν φιλίαν, ἄνουν μέντοι δηλονότι· ἐκ γὰρ τῆς ἐρωτικῆς ταύτης δυνάμεως καὶ πτηνὰ ἀγεληδὸν ἵπτανται, ὡς κύκνοι, καὶ χῆνες, καὶ γέρανοι, καὶ κόρακες, καὶ ὅσα τοιαῦτα· καὶ πεζὰ μέντοι εἰσὶ τοιαῦτα, ἔλαφοι, βόες, καὶ τὰ παραπλήσια· καὶ νηκτὰ δέ εἰσιν, ὡς θύννοι, καὶ κέφαλοι, καὶ ὅσα 78 ἑαυτόν. το ὁ μέγας, του λόγος.
col. 269–270page 43 of 115
PG 4:269ὁμοιότροπα. Καὶ τὰ μὴ ἀγελαῖα δὲ πρὸς τὴν τῶν ὁμοστοίχων σύνοδον ἔνθεν κινοῦνται. Φυσικὸν δὲ ἔρωτά φησι τὸν τῶν ἀψύχων καὶ ἀναισθήτων κατὰ τὴν ἐκτικὴν ἐπιτηδειότητα, ἤτοι τῆς ποιότητος, ἐρώντων τοῦ δη μιουργοῦ διὰ τὸ ὑπ' αὐτοῦ συνεστάναι· κατὰ οὖν τὴν ζωτικήν, ἤτοι την φυσικήν κίνησιν, καὶ αὐτὰ ἐπέ. στραπται πρὸς τὸν Θεόν. § 'Επειδὴ τοὺς ἐκ τοῦ ἑνός. Καὶ ἄνω είν πομεν, νοερὰ μὲν εἶναι τὰ νοοῦντα, νοητὰ δὲ τὰ νοού μενα, καὶ ἀζητήτως τὰ νοερὰ ὑπερβαίνεσθαι ὑπὸ τῶν νοητῶν· ὅθεν καὶ τροφὴν εἶναι τῶν νοούντων τὰ νοούμενα τῶν οὖν νοητῶν τὰ νοερὰ ἐρᾷ, ὡς ἐπε στραμμένα πρὸς αὐτὰ, καὶ ὥσπερ ἀναβεβηκότα· ἐρᾷ δὲ καὶ τὰ νοητὰ τῶν νοερῶν προνοητικῶς τῷ μεταδιδόναι τῆς ἴσης ὠφελείας· ὡμολόγηται οὖν, ὅτι οἱ τῶν τοιούτων ἔρωτες ὑπερεστᾶσι τῶν αἰσθητῶν. Ἀλλὰ ταῦτα, οἶμαι, νοητὰ καὶ νοερὰ εἴρηται ἐκ μετοχῆς τοῦ ὄντος ἀγαθοῦ, τοιαῦτα γενόμενα. Οἱ δὲ αὐτονόητοι Έρωτες οἱ θεῖοί εἰσιν ἀντὶ τοῦ οἱ τοῦ Θεοῦ· ὥσπερ γὰρ ἐστιν ἀγαθὸν τινί ἐστιν ἀγαθὸν, καὶ ἄλλο τὸ ἁπλῶς ἀγαθὸν καὶ αὐτὸ τὸ ἀγαθόν· οὕτως ἐστὶ καὶ νοητόν τό τινι νοητόν, ἅτε νοούμενον ὑπ' αὐτοῦ, καὶ ἁπλῶς νοητόν, οὐχ ὡς ὁ χρόνος ἢ ὁ τόπος· νοητὰ γὰρ καὶ ταῦτα, ἐπεὶ μὴ αἰσθητά, ἀλλὰ νοῦς νοητῶν, ἐνέργεια ῶν, καὶ ζῶν, καὶ ζωή· τὰ γὰρ μετὰ τοῦτο νοητὰ ἐκ ζητήσεως καὶ τῆς περὶ τὰ προβλήματα ἀκολουθίας εὑρίσκουσιν, ἢ ἐξ ἀποκαλύψεως ἔχουσιν. Ασχετος αἰτία. Ασχετόν φησι τὸ ἀπόλυτον, οὗ πρὸς τὸ πᾶν οὐδεμία σχέσις, ἤτοι οἰκειότης φυσ σική. νοερά τὰ νοοῦντα νοητά τὰ νοούμενα νοερά τὰ νοούμενα, τὰ νοερά τὰ νοητά νοητά νοερά νοητόν ἄσχετος. ἄ σχετον § 'Απάντων ὁλικὸς ἔρως. Εἰπὼν ὑλικὸν Ερωτα, δηλοῖ καὶ μερικούς, λέγων τὸν Θεὸν εἶναι τὸν ὁλικὸν καὶ τὸν μερικὸν, ὡς αἴτιον καὶ πᾶσι χορη γοῦντα κατὰ τὴν ἑκάστου δύναμιν, ερωτικήν οιονεί ἀποῤῥοήν. Πῶς οὖν ὁ Θεὸς τὸ ὅλον καὶ τὸ μέρος ἀνεκφοιτήτως ἑαυτῷ συνών, εἶναι δύναται, ἐκ τοῦ σπερματικού λόγου σαφὲς ἔσται· ὅταν μὲν γὰρ τὸ σπέρμα αδιακόπως ὁμοῦ εἰς τὴν μήτραν καταβληθῇ, ἐν ἀποτελεῖται τὸ ἔμβρυον· ἐὰν δὲ μερισθῇ τὸ σπέρ μα εἰς διαφόρους κυστιδας τῆς μήτρας, ἕκαστον μέ ρος ὁλόκληρον ἔμβρυον ἀποτελεῖ· ἔσται δὲ τοῦ σπέρ ματος τὸ μὲν δις, τὸ δὲ ὀφθαλμοὶ, καὶ τὰ ἑξῆς, καὶ πάντα τέλεια. Ομοιον οὖν τι καὶ περὶ τὸν παν τέλειον νοῦν κατὰ ἀναλογίαν θεωρητέον· ὅλη γὰρ ἡ Ενέργεια περιέχει καὶ τὰ μέρη τῶν δὲ μερῶν ἕκαστον ἀπήρτισται· καὶ τὸ μὲν αὐτοδικαιοσύνη, τὸ δὲ αὐτοανδρία, καὶ τὰ ἑξῆς· οὕτω καὶ οὔτε συγκέχυται εἰς ἀλλήλας, ἀλλὰ καὶ ἑκάστη διακέκριται, καὶ οὔτε μετ τὰ ἀταξίας τὸ ἀδιαίρετον ἔχουσιν ἐν τῷ μεταλαμβά 80 αὐτῶν ἕκαστον ὡς δύναται. Τῶν γὰρ εἰδῶν με ταλαμβάνει ἕκαστος πρὸς τὴν οἰκείαν ἐπιτηδειότητα οὕτω καὶ ὁ Θεὸς καὶ ὅλον ο· καὶ μέρη τοῦ ἔρωτος. γειν το διαλαμβάνειν. που όλος.
col. 271–272page 44 of 115
PG 4:271& Εφίεται γὰρ αὐτοῦ. Ἐπειδὴ εἶπε, καὶ τὸ μὴ ὂν ἐφίεσθαί πως τοῦ ἀγαθοῦ, καὶ ἐν αὐτῷ βού λεσθαι εἶναι, ὅπερ καὶ ἄνω πρὸ ὀλίγων φύλλων εύ ρήσεις αὐτὸν λέγοντα, εἰ καὶ ἐξ Ἑλληνικῶν σαφη νίζεται δογμάτων· πρὸς γὰρ Ἕλληνας μάχεται μά λιστα, καὶ Μανιχαίους τοὺς τοῦ κακοῦ δόγματος προε στῶτας· δεῖ πλατύτερον παραστῆσαι, τί ὀνομάζεται μὴ ὂν, καὶ διὰ τί μίαν ἀρχὴν τῶν ὄντων εὐσεβές καὶ ἐπάναγκες εἶναι. Τοῦτο γὰρ ὑγιές ἐστι φρονεῖν ἔστι γὰρ αὕτη ὁ Θεός· εἰ γὰρ εἶεν ἀρχαί διάφοροι, πάντως ἀπειροπληθεῖς φανήσονται. Εἰ οὖν ἀρχὴ μία ὁ Θεὸς, οὕτω καὶ τὸ ὄντως ὄν, καὶ αὐτὸ τὸ ἀγαθόν. Εὑρήσει δὲ ὁ λόγος καὶ τὰ ἐναντία τῶν εἰρημένων ἀναγκαίως· ἔνθα γὰρ ἀρχὴ, ἔσται πάντως καὶ ἔσχα τον· καὶ εἰ ἔστιν δν, ἔσται καὶ μὴ ὅν· καὶ εἰ ἔστιν ἀγαθὸν, ἔσται καὶ κακόν. Αλλ' ἐπειδὴ τὰ ὄντα οὐσίας εἰσὶ καὶ εἴδη, τὸ μὴ ὂν ἀνείδεον ἂν εἴη καὶ ἀνούσιον, λόγῳ μόνῳ θεωρητόν. Τὸ μὴ ὂν οὖν τοῦτο καὶ ἀνεί δεν ὕλην ἐκάλεσαν οἱ παλαιοὶ, ἦν καὶ ἔσχατον αίσχος ὀνομάζουσι. Λέγεται δὲ μὴ ὂν ἡ ὕλη, οὐχ ὅτι παντελῶς οὐδέν ἐστιν, ἀλλ' ὅτι μή ἐστι· τὸ γὰρ ὄντως ἐν ὁ Θεὸς, καὶ αὐτὸ τὸ ἀγαθόν· παρῆκται γὰρ ἐκ μὴ ὄντων ὑπὸ τοῦ Θεοῦ καὶ ἡ ὕλη· ἀλλ᾽ οὐχ ώς τινες ὑπέλαβον ἀνείδεος καὶ ἀσχημάτιστος· ὅθεν οὐδὲ ἀρχὴ τῶν αἰσθητῶν ἡ ὕλη, ἀλλὰ μᾶλλον συμπληρωτική τούτων, καὶ ἔσχατόν τι καὶ ὑποστάθμη τῶν ὄντων. Διὸ οὔτε εἰκὼν Θεοῦ, ὡς τὰ λογικά, οὔτε είδωλον τοῦ ὄντως ὄντος. Καὶ τὸ αἰσθητὸν δὲ εἴδωλον τοῦ ὄντως νοητοῦ κόσμου, ὅπερ αἰσθητόν, οὐκ ἄνευ μὲν ὕλης ἐστὶ, κρεῖττον δὲ τῆς ὕλης, εἴδους όπωσούν μετέχον. Οὐδέποτε οὖν δειχθήσεται ἡ ὕλη δίχα τοῦ εἴδους καὶ τῶν ποιοτήτων, αἵτινές εἰσιν ἕξεις πότε γὰρ γέγονε τὸ πῦρ ἄνευ θερμότητος, ἢ φωτός, ἢ τοῦ λευκο τῆς χροιᾶς, ἢ τὸ ὕδωρ ἄνευ ψυχρότητος, ἢ ὑγρότητος, ἢ τοῦ κυανίζοντος [χρώματος]; ἡ γῆ καὶ ὁ ἀὴρ ὁμοίως. Διὰ τοῦτο καὶ λόγῳ θεωρητὴν εἶπον τὴν ὕλην ἀνείδεον, καὶ ἄποιον, καὶ ἀσχημάτιστον· ἐξ οὗ γὰρ τὰ ὁρατὰ καὶ τὰ ἀόρατα γέγονεν, ἐκ μὴ ὄντων δηλονότι ὑπὸ Θεοῦ παρήχθη, οὐ πρότερον ὕλης ἀμόρφου ὑποκειμένης, εἶτα κοσμηθείσης, ὡς διδάσκει Μωσῆς ὁ θεῖος. Ἐν μὲν οὖν τῷ Θεῷ ἐστιν, ἅτε καὶ ὑπ' αὐτοῦ παραχθεῖσα ἡ ὕλη· ὑπερούσιος δὲ, τὰ πάντα ἐκείνου ὡς ἀγαθοῦ συνέχοντος, νοεῖται ἐν αὐτ τῷ. Ταῦτα εὑρήσεις ἐν τοῖς λεχθησομένοις σποράδην η εγκείμενα. τὸ ἀγαθοειδές; ἀγαθοειδή Πῶς ἡ δαιμονία πληθύς. Λοιπόν προβλήματα διαγυμνάζει λέγων, ὅτι, εἰ πάντα ἐκ τοῦ ἀγαθοῦ, πό θεν τὰ κακὰ, καὶ πόθεν ἄγγελοι ἐγένοντο δαίμονες; Πάντα κατὰ Μανιχαίων. [β]. Οὐκ ἔστιν ἀγαθοειδές. Καλῶς καὶ ἀκριβῶς ἐπὶ τῶν ἀγγέλων τέθεικε τὸ ἀγαθοειδές· ὁ μὲν γὰρ Θεὸς οὐσιωδῶς αὐτὸ τὸ ἀγαθὸν ὤν, τὰ δὲ μετ' αὐτὸν, ὡς ἐκ μετοχῆς καὶ ἔξωθεν ἀγαθυνόμενα τῇ περὶ αὐτ τὸν ἐφέσει, εἰκότως ἀγαθοειδῆ λέγονται, οὐκ αὐτό χρημα ἀγαθά. [γ]. Καὶ πῶς ὁ ἀγαθός. Ὅρα ὅπως προβλήματα ὡς ἐν ζητήσει παράγει, ἔχοντα μὲν καὶ αὐτὰς τὰς τῶν ἐχθρῶν ἀντιθέσεις, οἷον Μανιχαίων δηλούσας δὲ
col. 273–274page 45 of 115
PG 4:273ὅμως τὸν σκοπὸν τοῦ θείου τούτου ἀνδρὸς τὸν ὀρθόν. Λέγει γάρ, ἐκ τίνος ἀρχῆς παρήχθη τὸ κακόν· καὶ εἰ ἐξ ἄλλης αἰτίας, καὶ ὅσα τοιαῦτα τῶν ἀντιδίκων είν τίν· εἶτα λοιπόν, πῶς ὁ ἀγαθὸς αὐτὸ παραγαγεῖν ἠβουλήθη· πῶς δὲ καὶ προνοίᾳ οἱ ἐστὶ τὸ κακόν· ἐκ τούτων δεικνύς, ὅτι, εἰ καὶ ὅλως παραγωγὴν ἔσχε τὸ κακὸν, ἐκ τοῦ ἀγαθοῦ ταύτην ἔσχε· καὶ ὅτι μόνη ἡ πρόνοια διοικεῖ τὸ ὅλον, ὡς ἐκ τούτου μίαν ἀγαθὴν ἀρχὴν εἶναι τοῖς οὖσι. Ταῦτα καὶ ἐν τοῖς προβλήμασιν ἐξήτασεν ὁ θεῖος οὗτος ἀνήρ· παρακατιών γὰρ ἀναλύει σαφῶς τὰ προβλήματα, δεικνὺς ὡς οὔτε ἐνυ πόστατον τὸ κακὸν, οὔτε ἐν φύσει· ἀλλὰ κατὰ στέ ρησιν τοῦ ἀγαθοῦ γινόμενον, οὔτε ὄν, οὔτε ὡς μὴ ὂν λογιζόμενον. Καὶ τοῦτο αινίττεσθαι δὲ τὸ ἐν ψαλμῷ τριακοστῷ ἔκτῳ εἰρημένον· Εἶδον τὸν ἀσεβῆ ὑπερ υψούμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου, καὶ παρ ῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτὸν, τουτ ἐστι τὸν τόπον αὐτοῦ, καὶ οὐχ ευρέθη· τοῦτο γὰρ δηλοῖ, ὅτι τὸ κακὸν, ἢ καὶ σφόδρα επαίρεται, ἀλλ' οὖν οὐκ ἔστιν, οὔτε καταλείψει τόπον ἑαυτοῦ, τουτ ἐστιν ίχνος· ἅμα γὰρ τῷ φανῆναι διαλέλυται, μή ἔχον ὑπόστασιν· μὴ οὖν ὑπολάβοις αὐτὸν ἐναντίον λέγειν τι. § ΧΙΧ. Τὸ κακὸν οὐκ ἔστιν ἐκ τἀγαθοῦ. Ση μείωσαι, πῶς θαυμασίως πλέκει τὴν λύσιν ἐκ δια φόρων επιχειρημάτων. Ο τῶν ὄντων σκοπός. Καὶ γὰρ ὁ ὀργιζόμενος, ήτοι θυμούμενος, ὡς ἐν ὑποδείγματι δὲ ὁ λόγος, ὡς δοκεῖ,) κακόν τι ποιοῦντος τοῦ πρὸς ὂν θυμοῦται, πρὸς τὸ ἐναντίον τοῦτον μεταγαγεῖν βουλόμενος, τουτ ἐστι τὸ ἀγαθὸν, τῇ τοιαύτῃ κινήσει χρῆται. Καὶ εἰ τὰ ὄντα πάντα. Εφημεν ἀνωτέρω, εἰ ὁ Θεὸς ὑπερουσίως ὢν λέγεται ὡς ἄναρχος καὶ πάντων αἴτιος, τὸ ἀντίθετον, ὡς ἔσχατον τῶν ὄντων, καὶ ἀνούσιον, ὡς ὑπερουσίου τοῦ Θεοῦ, τουτέστιν ἡ ὕλη, καὶ μὴ ὂν λέγεται, καὶ ἐν Θεῷ λέγεται, δι' ἀγαθότητα αὐτοῦ γενομένη, εἰ καὶ διὰ τοῦ μεμίχθαι τοῖς αἰσθητοῖς οὐ πάντη κακόν, οὔτε πάντη ἀγαθὸν, ὡς δηλοῖ διὰ τὸ ἄστατον· ἔχει μὲν γὰρ τὸ κακὸν ἐν τῷ ἀστάτῳ, μερίδα δὲ τοῦ ἀγαθοῦ, ἐπειδὴ καὶ ὑπὸ Θεοῦ παρήχθη, καὶ ἐν Θεῷ ἐστι· αὐτόκακον (οὐ λέγω ή κακία, ἥτις ὡς εἶδος καὶ ποιότης συμβαίνει τῷ λογικῷ καὶ ἀποσυμβαίνει, ἀλλ᾽ αὐτὸ τὸ ἁπλῶς κακόν), οὔτε ἐν τοῖς οὖσίν ἐστι, τοῖς ὁπωσοῦν ἐφιεμένοις τοῦ ἀγαθοῦ, οὔτε ἐν τοῖς μὴ οὖσιν, ἀντὶ τοῦ ἐν τοῖς ὑλικοῖς ὡς νοου μένοις ἐν τῷ ὑπερουσίῳ· ἀλλὰ καὶ τοῦ μὴ ὄντος, ὅ ἐστι τῆς ὕλης, τὸ κακὸν πλέον ἀφέστηκε τοῦ ἀγαθοῦ, καὶ ἔστιν ἐντεῦθεν εἰκότως ἀνουσιώτερον τῆς ὕλης, τὸ αὐτὸ κακὸν ὡς πάντη οὐδὲν ὄν. Τὸ οὖν ἁπλῶς αὐτό κακον οὐδαμὴ οὐδαμῶς· τὸ δὲ τῆς ὕλης κατ' ἔλλειψιν τῆς ἀγαθότητος, καθὸ καὶ ἀναίσθητος καὶ ἀνείδεος ὁρᾶται 88· ὅθεν νοήσεις καὶ τὸ παρὰ ᾿Αβδίου τῷ προσ φήτῃ εἰρημένον· Καὶ ἔσονται ὡς μὴ ὄντες, πρὸς τοὺς ἁμαρτωλοὺς δηλονότι. ΧΙΧ. ὁ ὀργιζόμενος τὸ ἄστα τον; ανουσιώτερον, οι προνοίας ούσης. 88 αινίττεται. σε θεωρείται
col. 275–276page 46 of 115
PG 4:275Πόθεν οὖν ἐστι τὸ κακόν. Εντεῦθεν ἀντίθεσιν προτιθεὶς, πλατέως γυμνάζει τὴν ὑπόκρουσιν, ὡς ἐξ εὐλογοφανοῦς ἀντιθέσεως· εἰ γὰρ μὴ δοίημεν εἶναί τι τῷ καλῷ ἐναντίον, τουτέστι τὸ κακὸν, οὐκ ὀφθή σεται ἀγαθὸν ἡ ἀρετὴ, ἀλλ' ἀναμίξ ἀδιάκριτα ἔσται πάντα, οὔτε ἀρετῇ οι επαινουμένης, οὔτε τοῦ ἐναν τίου ψεκτοῦ ὄντος· ὥσπερ μὴ ὄντος νόμου, οὔτε ἀμαρ τία ἔσται. Νῦν δέ φησιν ὁ ἀντιθεὶς, εἰ μὴ δοίημεν κακὸν ἐναντίον τῷ ἀγαθῷ, ἔσται αὐτὸ τὸ ἀγαθὸν ἐναντίον ἑαυτῷ ἐν τοῖς κατ᾽ ἔλλειψιν τοῦ ἀγαθοῦ ἁμαρτάνουσιν· ἀλλὰ καὶ πρὸ τῆς ἐνεργείας τῆς ἀρε τῆς τοῦ ἐναρέτου ἀνθρώπου ὁρῶμεν ἐν τῇ ψυχῇ αὐ τοῦ διακεκριμένας τῆς ἀρετῆς τὰς κακίας· ὅταν μὲν γὰρ τὸ λογικὸν μέρος τῆς ψυχῆς τὰ οἰκεῖα ἐνεργῇ, εἰς οὐδὲν τῶν ἀγαθῶν ἐμποδίζεται· ὅταν δὲ τὸ ἄλογον μέρος τῆς ψυχῆς, ὅπερ μέμικται ὕλῃ καὶ σώματι, ἐπικρατῇ, τότε ἐμποδίζεται τὸ λογικὸν οἰκείως ενερ γεῖν. Καχύνεται οὖν τὸ ἄλογον ἐκ τῆς πρὸς τὴν ὕλην επιμιξίας· τὸ δὲ λογικὸν οὐ τῷ μεμίχθαι τῇ ὕλῃ, ἀλ λὰ τῷ νεύειν εἰς ὕλην, τουτέστι τῷ ἐνδιδόναι τῷ ἀλόγῳ, καὶ μὴ κρατεῖν αὐτοῦ, καχύνεται, ὡς ὄμμα σκότους ὄντος, κωλύεται ὁρᾷν· οὐ δείκνυσιν οὖν τοῦ το, εἰ ὑφέστηκε τὸ αὐτόκακον· οὐ γὰρ τό τινι κακόν, τοῦτ' ἔστι τὸ αὐτόκακον, ἀλλὰ καὶ κακία ἐστὶν εἶδος οὖσα καὶ συμβεβηκὸς τοῦ κακοῦ· ταῖς γὰρ προσθήκαις καθίσταται εἰς τὸ τόδε τι εἶναι, οἷον ἀδικία μὲν ψυχῆς ἐστι πονηρία· καὶ πάλιν, τῆς ἀδικίας εἴδη πρὸς τὴν τῆς ὀρέξεως ὕλην· ἡ μὲν γὰρ, περὶ χρήματα, ἡ δὲ περὶ τιμὰς συμβαίνει. Γίνεται δὲ καὶ κατά προσθήκας είδη κακῶν καὶ ἀπὸ τῶν μερῶν τῆς ψυχῆς· δειλία μὲν γὰρ, ἢ θρασύτης ἀπὸ τοῦ θυμικοῦ, ἀκολασία δὲ ἡ ἠλιθιότης ἀπὸ τοῦ ἐπιθυμητικοῦ. Γίνεται δὲ καὶ ἀπὸ τῶν ἐνεργειῶν εἴδη κακῶν· ἡ μὲν γὰρ δειλία οἷον περὶ τὸ ὁρμᾶν ἐστιν ἔλλειψις 18. ἡ δὲ θρασύτης περὶ τὸ ὁρμᾶν ὑπερβολή· ἡ δὲ ἀκο λασία, περὶ τὸ πάσχειν. Σαφὲς οὖν γέγονε, πῶς ἐν ψυχῇ καὶ πρὸ ἐνεργείας διακέκριται τὰ κακὰ ἐκ τῶν ἀρετῶν, διὰ τοῦ ἀλόγου καὶ τοῦ λογικοῦ μερῶν ὄν των τῆς ψυχῆς. Ταῦτα δὲ τὰ τοῦ ἀλόγου ἕτερον νό μον δείκνυσιν ἡμῖν ἀντιστρατευόμενον τῷ νῷ, ὡς φησιν ὁ ᾿Απόστολος, καὶ ἐν τῷ μὴ κρατεῖσθαι αίχε μαλωτεύοντα τὸ λογικόν, ὡς ἀπεδείξαμεν. Πρὸς τὸν λόγον. Ἀντὶ τοῦ, πρὸς τὸ λογικὸν τῆς Ο ψυχῆς μέρος, Καὶ εἰ φθορά ἐστι τῶν ἔντων. Ἀντὶ τοῦ, εἰ ἐν τοῖς οὖσι τὸ φθείρεσθαι ὁρᾶται, ήγουν εἴ τινα τῶν ὄν των υπόκειται φθορᾷ, ἐκ τούτου δείκνυται τὸ εἶναι τὸ κακόν· τὸ γὰρ οὐκ ἐκβάλλει τοῦτο δηλοί, Η οὐχὶ πολλάκις. Ετι τῆς ἀντιθέσεώς εἰσι καὶ ταῦτα, ὅτι μᾶλλον καὶ ἐν τοῖς οὐσίν ἐστι, καὶ ἂν τὸ κακόν· κἂν γὰρ τὸ κακὸν φθορά ἐστι τῶν ὄντων, ἀλλ᾽ οὖν ἡ φθορὰ αὕτη, ἕτερον ἔσθ' ὅτε εἰς γένεσιν ἄγει, οἷον τὸ ὡὸν φθείρεται μὲν, μεταστοιχειοῦται δὲ εἰς πτηνόν· καὶ ὁ κύαμος δὲ, καταμασσόμενος, καὶ ἐν τῇ Η αρετής, 10 4 μὲν γὰρ ἀφροσύνη, οἷον περὶ τὸ ὁρᾶν γίνεται Ελλ. ἀρετῆς
col. 277–278page 47 of 115
PG 4:277γῇ κρυπτόμενος, μετασχηματίζεται εἰς ἐμβρύου εἶ δος· καὶ τὰ σώματα δὲ ἡμῶν εἰς σκώληκας· καὶ ἔτε ρα ζώα, καὶ ἄλλα μυρία τοιαῦτα, ὡς ἵπποι μὲν σφη κῶν γένεσις, ταῦροι δὲ μελισσῶν. Καὶ ἔσται τὸ κακόν. Λύσις τῶν προβληθεισῶν ἀντιθέσεων, εἰ ἡ φθορὰ κακόν, φθείρει δὲ ἡ φθορά καὶ τὸ κακὸν, πῶς ἔσται τὸ κακὸν αὐτὸ ἑαυτὸ φθεῖ ρον; εἰ γὰρ ἐν τῇ ὕλῃ τὸ κακὸν, εύδηλον, ὡς τὸ εὐ φθαρτότερον· ὕλη δέ ἐστι· καὶ τοῦτο ἑαυτὸ φθείρει διὰ τοῦτο γὰρ ἡ ὕλη καὶ ἀνούσιος λέγεται κατὰ ἀν τιπαράθεσιν τῆς ὑπερουσίου τοῦ Θεοῦ οὐσίας, ὡς αὐ τὴ φθαρτή και οὖσα, καὶ οὐκ ἀεὶ οὖσα, καὶ ἀνείδεος κατὰ ἀντιπαράθεσιν τοῦ εἴδους τοῦ Θεοῦ, ὡς ἐκάλεσε Μωϋσῆς τὸν δημιουργόν Λόγον. Καὶ μὴ ὂν δὲ λέγεται ἡ ὕλη κατὰ ἀντιπαράθεσιν τῆς θείας κατὰ οὐσίαν ὑπάρξεως. § ΧΧ. Η κακόν. Τὸ ᾗ κακὸν ἀντὶ τοῦ καθ᾽ ὅ κακόν. Μάλλον δέ. Σημείωσαι, ὅτι καὶ ἐν τοῖς θείοις λό γοις 67. 10 ἀκώλυτος ἡ ἐξ ἐπιλογισμοῦ τῶν ἀκριβεστέρων παράδοσις· ἰδοὺ γὰρ, ὡς ὁρᾷς, μετὰ τὴν ἔκθεσιν τῆς προτέρας γνώμης ἐξ ἐπιλογισμοῦ τὰ ἀκριβέστερα παραδίδωσιν. ᾗ κακόν. ή κακόν, Καὶ ἀμιγῆ, καὶ ὁλόκληρα. Τὰ μὲν ἀμιγῇ ἀγα θὰ καὶ ὁλοτελῆ ἐκ τοῦ ἀγαθοῦ ἐγγίνεται τοῖς ὑπερ κοσμίοις νοητοῖς, ἅτε καὶ ἀσωμάτοις· τὰ δὲ μεμιγμένα ἀγαθὰ περὶ τὰ λογικὰ σώματα θεωρεῖται, τουτέστιν ἐν ἡμῖν, τοῦ μὲν ἀλόγου τῆς ψυχῆς μέρους, ὡς εἴρηται, μετέχοντος ὕλης διὰ τοῦ σώματος τοῦ είδους μετέχοντος, τοῦ δὲ λογικοῦ μέρους, ῥέποντος πρὸς τὸ ἄλογον, καὶ ἐνδιδόντος ἔσθ' ὅτε αὐτῷ, καὶ διὰ τοῦτο πρὸς ὕλην νεύοντος· τὸ μὲν γὰρ αὐτόκακον δεῖ θεωρεῖν αὐτοάπειρον, αὐτοάμετρον, αὐτοανείδεον, ἑαυ τῷ κακὸν οὐσιῶδες, οὐ μὴν ἑτέρῳ κακόν· τοῦτο γὰρ εἶδος ἐστι καὶ συμβεβηκός κακίας. Δεῖ οὖν τὸ κακὸν τοιοῦτόν τι εἶναι, οἷον ἔφην, ὥσπερ ὁ Θεὸς πάντων αὐτοπέρας καὶ αὐτόμετρον, καὶ αὐτοειδοποιὸν, καὶ αὐτοάγαθον οὐσιῶδες· οὐ γὰρ λέγω νῦν τῷ ἑτέρῳ ἀγαθόν· συμβεβηκὸς γὰρ τοῦτο· πῶς οὖν ἔσται τὸ κακὸν οὐσιῶδες, καὶ ἑτέροις, πάντων καθάπαξ τῶν όντων μεμιγμένως καχυνομένων καὶ ἐχόντων τὸ εἶναι ἐν τῷ ἀγαθῷ, οὐδενὸς κατὰ τὸ παντελὲς ἀμετόχου ὄντος τοῦ ἀγαθοῦ, ἀλλὰ πάντων πρὸς τὴν ἰδίαν ἐπι τηδειότητα μετεχόντων τοῦ ἀγαθοῦ; Τὸ οὖν κακὸν οὐκ ἐν ὑπάρξει, ἀλλ' ἐν παρεισδύσει, ἐν τῇ τοῦ ἀγα θοῦ στερήσει φαινόμενον.. Εκτείνεται δὲ ἄχρι τῶν ἐσχάτων. Ἔσχατον νοητέον τὰ ὑλικὰ σώματα καὶ γήϊνα· ὥσπερ γὰρ πάντων ἀρχὴ ὁ Θεὸς, ὡς καὶ ἤδη ἔφημεν, οὕτω πάν των ἔσχατον τὸ σκυβαλῶδες τοῦτο τὸ παχὺ τῆς ὕλης μέρος καὶ γεῶδες· ὅθεν καὶ ὑποπόδιον λέγεται τοῦ Θεοῦ, ὡς καὶ ἔσχατον, καὶ ὅμως μετέχον ἀγαθότητος αὐτοῦ, ὡς καὶ φέρον αὐτὸν ἐσχάτως· λέγει γὰρ καὶ ἡ Σοφία· Βρίθει γὰρ τὸ γεώδες τοῦτο σκήνος νοῦν που σε εύφθαρτος. στ. αν λογίοις.
col. 279–280page 48 of 115
PG 4:279γμένου τῷ ὑλικῷ σώματι, καὶ κατακρατοῦντος ἔσθ' ὅτε τοῦ λογικοῦ τῆς ψυχῆς. λυφρόντιδα, ὡς τοῦ ἀλόγου τῆς ψυχῆς μέρους με μι Πάρεστι τἀγαθόν. Οσον γὰρ ἐπὶ τὸ παχύτερον καὶ ὑλικώτερον ὑποβαίνει τὰ ἐν δημιουργία, τοσού τον κατὰ στέρησιν καὶ ἔλλειψιν τοῦ ἀγαθοῦ ἧττον μετέχει, ὡς ἐξ ἀμυδροῦ καὶ ἐσχάτου ἀπηχήματος ὡς γὰρ ἔφημεν, ἤδη ὑπόθου τινὰ βοῆσαι μέγα· καὶ τοὺς μὲν πλησίον ὄντας καὶ ἐῤῥωμένους» τὸ ἀκου στικὸν ὅλην δέξασθαι τὴν βοὴν, καὶ γνῶναι καὶ τὸ λαληθὲν, τοὺς δὲ ἀφεστηκότας ἀναλόγως τῇ διαστάσει ἧττον ἀκοῦσαι τοῦ φθέγματος· τοὺς δὲ πάνυ πόρ ρω διεστηκότας ἀμυδρότατα ὡς ἀπηχήματος υστάτου ποσῶς αἰσθέσθαι. Καὶ τὴν ἑαυτοῦ στέρησιν. Τὸ μὴ ὅλως ἐστερημένον τοῦ καλοῦ, ἀλλὰ μερικῶς, καὶ αὐτὸ τὸ ἐστερημένον τοῦ ἀγαθοῦ, συνεστάναι ποιεῖ, τῷ ὅλως κατά τι μετέ χειν τοῦ ἀγαθοῦ· οὐ γὰρ ἡ μερική, ἀλλ' ἡ παντελής ἔλλειψις τοῦ ἀγαθοῦ ἐστι τὸ κακόν. Καὶ τὰ μαχόμενα αὐτῷ. "Ορα πως φησιν, ὅτι καὶ τὰ μαχόμενα τῇ δυνάμει τοῦ ἀγαθοῦ δι' αὐτοῦ ὑπέ στη καὶ σώζεται. Οὐκοῦν αἴτιος τῶν κακῶν ὁ Θεός; μὴ γένοιτο! ὁ μὲν γὰρ Θεός, ὡς πάντων ἀρχὴ καὶ δημιουργός, δι᾿ ὑπερβολὴν ἀγαθότητος καὶ δι' ἀγάπην ἄφατον, καὶ ἁμαρτωλῶν ἀνέχεται, ἵνα καὶ τὴν ἰδίαν δείξῃ φιλανθρωπίαν, καὶ τὸ τοῦ πλάσματος αὐτεξούσ στον· εἴρηται γάρ' 'Η ἀγάπη πάντα στέγει· καὶ τά λιγ· Ο ανατέλλων τὸν ἥλιον αὐτοῦ ἐπὶ δικαίους καὶ ἀδίκους. Τὸ δὲ κατὰ πάντα τρόπον. Τὸ προκείμενον αὐτῷ ἐστιν ἀποδεῖξαι, ὅτι οὐκ ἔστιν οὐσία τὸ ἁπλῶς αὐτόκακον· καί φησιν, ὅτι οὐδὲν τῶν ἐν τοῖς οὖσι καὶ ἐν δημιουργίᾳ ἀμέτοχόν ἐστι παντελῶς τοῦ ἀγαθοῦ τὰ γὰρ πάντη ἄμοιρα τοῦ ἀγαθοῦ, ὡς μηδὲ παρα χθέντα ὑπὸ τοῦ ἀγαθοῦ, οὔτε εἰσί· τίς ἄλλος δημιουργὸς; ἀλλ᾽ οὔτε δύναταί τι ὑφεστάναι, μὴ τῆς ἔξεως ἤτοι ποιότητος τοῦ ἀγαθοῦ μετέχον κατὰ συμβεβηκὸς· πολλὰ μὲν γὰρ καὶ καταλειφθέντα ὑπὸ τῆς προς γενομένης ἕξεως ἤτοι ποιότητος μένει συνεστῶτα οἷον ὁ σίδηρος πυρωθείς, καὶ θερμότητος ἄκρας μετ ταλαβών, σβεσθέντος τοῦ πυρὸς, μένει ὅπερ ἦν· καὶ τὸ ὕδωρ καθ᾿ ἑαυτὸ μὲν τὸ στοιχεῖον ἄποιον λέγεται εἶναι, διὰ δὲ γῆς παριόν, ἐκεῖθεν ποιοῦται· καὶ ὅμως μετοχετευθεν, παύεται τῆς ποιότητος, καὶ ἔτι συνέ στηκεν· οὕτω καὶ τὰ χιονιζόμενα καὶ ψυχόμενα, παυσαμένης τῆς ψυχρότητος, ἔτι συνέστηκεν. ᾿Αλλὰ καὶ τὰ ζωῆς ἄμοιρα, ώς δένδρα, καὶ λίθοι, καὶ ἄστρα, καὶ τὰ νοῦ, ὡς τὰ κτήνη, ὅμως ὑφίσταται. Καὶ οὐ σίας δὲ ὁ Θεὸς ἐξῄρηται ὑπερούσιος ὤν· καὶ ὅμως ἐστὶ καὶ πρόεστιν· οὕτω δὲ καὶ οὐκ ἔστιν εἰπεῖν ἐπὶ τοῦ ἀγαθοῦ· εἰ μὴ γὰρ μετέχοι ποιότητος τοῦ ἀγα θοῦ, ἐν ᾧ συνίστασθαι χρή, οὐ δύναται ὑφεστάναι Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ ἐσμεν, ὥς φησιν ὁ ᾿Από στολος. Τί οὖν; ὁ ἀκόλαστος ἐν τῷ ἀκολασταίνε ν οὐκ να έβρωμενεστέρους.
col. 281–282page 49 of 115
PG 4:281ἑστέρηται τοῦ ἀγαθοῦ; καὶ ὅμως ὑφέστηκε· καί φη σι μὲν κατ' αὐτὸ τὸ ἀκολασταίνειν, ὡς ἐν στερήσει ῶν τοῦ ἀγαθοῦ κυρίως οὐκ ἔστιν, ἀλλ᾽ οὔτε ὄντων ἐχθυμεῖ οι. τί γάρ ἐστιν αὐτοακολασία δίχα τοῦ εἰ δους τοῦ ἀκολασταίνειν ὅμως ἐπειδὴ κατὰ ψευδοδοξίαν δοκεῖ αὐτὸς ἀγαθοῦ τινος ἔχεσθαι, καὶ ἡνῶσθαι κατὰ φιλίαν τῷ συμφθειρομένῳ αὐτῷ, κἂν διεφθαρμένη δοκῇ ἡ φιλία εἶναι, ὅμως τοῦ θείου έρωτος ἀμυ δρόν ἐστιν ἀπήχημα, καὶ διὰ τοῦ ἀγαθοῦ φαντασίαν ἔχει· οὐ γὰρ δεῖ ἀγνοεῖν, ὅτι, ὅταν κρατηθῇ ὑπὸ τοῦ ἀλόγου μέρους τὸ λογικὸν τῆς ψυχῆς, ἐμποδίζεται μὲν τὰ οἰκεῖα ἐνεργεῖν, συνδοξάζει δὲ οὕτω λοιπόν τῷ ἀλόγῳ, ὡς μήτε κρατεῖν αὐτοῦ τῶν ὁρμῶν, μήτε συμψηφίζεσθαι ταῖς πράξεσιν· αἱ γὰρ ψευδοδοξίαι οὐκ εἰσὶ τοῦ λογικοῦ δόξαι, οὔτε αἱ ψευδεῖς διάνοιαι τῶν διανοιῶν τοῦ λογικοῦ μέρους· οὔτε γὰρ διάνοιαι κυρίως αἱ ψευδείς. Ενθεν καὶ ὁ θυμικὸς ἔσθ' ὅτε ἐσφαλμένως ἐπέξεισιν· ὅμως οὐκ ἄμοιρος ἀγαθοῦ, δοκῶν ἐπὶ διορθώσει τοῦ κολαζομένου τῷ θυμῷ χρῆ σθαι, καὶ ὁ αἰσχρὸς οὕτως ὑπονοῶν ἀγαθὸν τέλος τὴν ἡδονήν. Εκ τούτου οὖν καὶ οἱ θεομαχοῦντες, διὰ τὸ ὅλως εἶναι ὑπὸ τοῦ ἀγαθοῦ, συγχωροῦνται· τὸ γὰρ μὴ ἐστερημένον τοῦ καλοῦ, ἀλλὰ μερικῶς αὐτὸ τὸ ἐστε ρημένον τοῦ ἀγαθοῦ συνεστάναι, ποιεῖ τὸ ὅλως μετέ χειν τι τοῦ ἀγαθοῦ. Οὐ γὰρ ἡ μερική, ἀλλ' ἡ παντελὴς ἔλλειψις τοῦ ἀγαθοῦ ἐστι τὸ κακόν· καὶ οὐ τὸ μερικῶς, ἀλλὰ τὸ παντελῶς τοῦ ἀγαθοῦ ἑστερημένον, τοῦτο οὔτε ἦν, οὔτε ἐστὶν, οὔτε ἔσται, οὔτε εἶναι δύ γαται. Οὔτε ὄντων ἐπιθυμεῖ. Ὅτι ὁ ἀκόλαστος, εἰ καὶ κατὰ τὸ αὐτὸ τὸ ἀκολασταίνειν οὔτε ἐστὶν οὔτε ὄντων ἐπιθυμεῖ, ὅμως κατ' αὐτὸ τὸ τῆς ἑνώσεως καὶ φιλίας σχήμα ἀμυδρῶς μετέχει τοῦ ἀγαθοῦ. Πρὸς τὸ δοκοῦν καλόν. Σημείωσαι, ὅτι καὶ ὁ τῷ θυμῷ ἀποχρώμενος μετέχειν λέγεται τοῦ ἀγαθοῦ ἐν τῷ πρὸς διόρθωσιν κινεῖσθαι τῶν δοκούντων κακῶν οὕτω καὶ ὁ χειρίστης, ήγουν κακίστης ζωῆς ἐφιέ μενος μετέχει τοῦ ἀγαθοῦ ἐν τῷ τῆς ἀρίστης ζωής αὐτῷ δοκούσης ἐφίεσθαι· καὶ ὁ τὸ κακὸν δὲ μετιών, ἐν τῷ δοκεῖν καλὸν ποιεῖν, μετέχει τοῦ ἀγαθοῦ. Καθ' ὅσον καὶ νόσος. Η νόσος, εύδηλον, ὡς ἔλλειψις ἐστιν ὑγιείας, καὶ ὑπερβολὴ σωμάτων ἐνύλων, οὔτε μέσ τρον, οὔτε τάξιν ἐχομένη, ἀλλὰ δι' ἀκρασίας τῶν ὑλῶν μιᾶς ὑπὲρ τὴν εὔτακτον κρᾶσιν στασιαζούσης ποιούν των τὴν νόσον. Ἐπὶ τοσοῦτον μὲν οὖν ἡ νόσος ἐστὶν ἐν τῷ σώματι, ἐφ' ὅσον όπωσοῦν ἡ τάξις ἐλλείποι, καὶ τὸ σῶμα συνίσταται· εἰ γὰρ παντελὴς ἀμετρία, λύσει τὸ σῶμα, τουτέστι τῶν ὑλῶν τὴν τάξιν, καὶ ἡ νόσος ἀφανίζεται, τοῦ σώματος λυομένου ἐν ᾧ συνεστήκει ἡ νόσος· οὕτω καὶ ἐπὶ τοῦ ἀγαθοῦ ἐν ὅσῳ σώζεται ἐν ἡμῖν, ἔχομεν ἐξουσίαν πράττειν καὶ τὸ κακόν· ἀφι σταμένου γὰρ τοῦ ἀγαθοῦ, οὔτε κακὸν ἔστιν εὑρεῖν ἐν ἡμῖν. Τὸ γὰρ πάντη. ἄμοιρον. Ο σκοπός τοῦ θείου Διο νυσίου ἐκ πολλῶν σαφής· μαχόμενος ταῖς τινων Ελ οι ἐπιθυμεῖ.
col. 283–284page 50 of 115
PG 4:283λήνων δόξαις περὶ τοῦ κακοῦ, λέγει " γὰρ μὴ εἶναι οι λέγεται. σε καλῷ. ἦν τὸ κακόν. Κακὸν γὰρ αὐτὸ καθάπαξ οὐσιῶδες οὐκ ἂν εἴη, εἰ μὴ τὸ κατὰ παντελῆ ἔλλειψιν τοῦ ἀγαθοῦ ὁλοσχερῶς ἄμοιρον ἂν τούτου· τοῦτο γὰρ οὐκ ἔστιν οὐδαμοῦ εὑρεῖν, οὐδὲ ἐν τῇ ὕλῃ αὐτῇ τῇ ἀνειδίῳ, κἂν τοῦτό τισι τῶν Ἑλλήνων δοκῇ· ὃ γὰρ ὅλως ὑπὸ Θεοῦ παρῆκται, κἂν ἀμυδρῶς καὶ ἐσχάτως, μετέσχε δ' οὖν ὅμως τοῦ ἀγαθοῦ. Τοῦτο δὲ προϊὼν ἐν τῷ δε κάτῳ κεφαλαίῳ τούτου τοῦ προβλήματος τελείως ἀποδείκνυσιν· εἰ γὰρ μικτὸν εἴη τῷ ἀγαθῷ τὸ κακὸν, τουτέστι, πῆ μὲν μὴ ὂν διὰ τῆς ἐπ' ὀλίγον ἐλλείψεως τοῦ ἀγαθοῦ, τῆ δὲ μὴ ὂν διὰ τὸ εἶναι ὅλως τὸν ποιοῦντα, οὐ κακὸν τοῦτο· οὐ γὰρ ἐν τῇ ὁπωσοῦν ἐλλείψει, ἀλλ' ἐν τῇ παντελεῖ ἐλλείψει τοῦ ἀγαθοῦ τὸ κακόν. Τὸ γοῦν ἐλλείπον ὀλίγον τοῦ ἀγαθοῦ οὐ κακόν δύναται γὰρ καὶ τέλειον εἶναι ὡς πρὸς τὴν ἑαυτοῦ φύσιν· ἔστι μὲν γάρ τι ὡς πρὸς μὲν τὸ ἀγαθὸν ἐλ λιπές, ὡς δὲ πρὸς τὴν ἑαυτοῦ φύσιν τέλειον, ὃ δὲ ἀγαθὸν μὲν ἔστι, κακὸν δὲ οὐδαμῶς· καίτοι τε ἐλλείψεως μετέχον ὡς πρὸς τὸ πρῶτον ἀγαθόν. Τὸ δὲ μὴ παντελῶς ἄμοιρον τοῦ ἀγαθοῦ, ἀλλὰ κατὰ τὸ πλέον ἐγγίζον τῷ κακῷ ", οὐ πάντη κακόν· ὥσπερ καὶ τὸ ἔλαττον ἐγγίζον τῷ ἀγαθῷ, ἔχει τι τοῦ ἀγαθοῦ, καὶ οὐσιοῦται ἐξ αὐτοῦ, καὶ τὴν” ἑαυτοῦ στέρησιν ού σιοῖ ἐν τῷ ὅλως μάχεσθαι οι ἐκ τοῦ ἀγαθοῦ· εἰ γὰρ ἀκράτως καὶ παντελῶς ἀπουσία εἴη τοῦ ἀγαθοῦ, δῆ λον ὡς οὔτε καθ᾽ ὅλου ἀγαθὸν, οὔτε μικτὸν ἀγαθὸν, οὔτε αὐτόκακον· ἔνθα γὰρ οὐκ ἔστι τὸ ἀγαθὸν, οὐδ᾽ ἐστί τι ἐν τῇ φύσει. Πῶς οὖν να ἔσται τὸ κακὸν μὴ ὑπό τινος οὐσιούμενον; ἄνελε γὰρ τὰ σώματα καὶ τὸ φῶς, καὶ οὐκ ἔσται σκιά. Οὐκοῦν οὐκ ἂν τὸ κακὸν ἁπλῶς, ἀλλ' ὡς ἐν ὑποκειμένῳ· τὸ δὲ ἀγαθὸν καὶ δίχα τοῦ ὑποκειμένου καὶ φύσιν ἔχει καὶ σώζεται, καὶ αὐτὸ καθ᾿ ἑαυτὸ ἀγαθόν· τὸ δὲ κακὸν δίχα τοῦ ὑποκειμένου τοῦ ὑπὸ τοῦ ἀγαθοῦ φυλαττομένου πάντα γὰρ ἐξ αὐτοῦ οὔτε ἐστὶν, οὔτε φαίνεται, οὔτε φθείρεται· πῶς γὰρ, μὴ ὄντος ὑποκειμένου τινός; ἀλλὰ παντελῶς ἀνύπαρκτον, καὶ οὐδαμὴ οὐδα μῶς ἄν. Καὶ οὐσιοῖ. Τουτέστιν οὐσιοῖ τὸ κακόν· εἰ γὰρ τὸ κακὸν στέρησίς ἐστι τοῦ ἀγαθοῦ, τὸ δὲ ἀγαθὸν αὐ σιοῖ τὴν ἑαυτοῦ στέρησιν, οὐσιοῖ ἄρα τὸ κακὸν, ὅπερ στέρησίς ἐστι τοῦ ἀγαθοῦ. Τῇ ὅλως αὐτοῦ μεθέξει. Ὅτι τῇ μερικῇ τοῦ ἀγα θοῦ μεθέξει, καὶ ἡ στέρησις αὐτοῦ οὐσίωται. Ηνίκα τοῖς μὲν ἔστι κακόν. Ταῦτα εἴδη εἰσὶ τοῦ κακοῦ, ὡς προείπομεν· οὐ γὰρ τὸ οὐσιῶδες αὐτόκακον, 8 μηδέ ἐστι. Τὸ γὰρ τόδε εἶναι κακόν, ἡδονῆς δὲ αἰσχρᾶς ὡς ἀγαθοῦ τινος ἀντέχεσθαι, οὐκ αὐτόκακον, ἀλλ᾽ εἶδος κακοῦ· τὸ γὰρ πάντη κακὸν αὐτὸ οὔτε ἐστὶν, ἐπειδὴ μετέχει, κἂν κατ' ἔσχατον ἀπήχημα, τοῦ ἀγαθοῦ· ὅρα γὰρ, τί φησι παρακατιών· εἰ γὰρ πάντα μετέχει τοῦ ἀγαθοῦ, καὶ ἐν πᾶσι τοῖς οὐσίν ἐστι τὸ ἀγαθὸν, τὸ κακὸν, προδήλως, ἢ οὐκ ἔστιν, ἢ οι κατά. Οι μετέχεσθαι. οι που οὖν.
col. 285–286page 51 of 115
PG 4:285ἐν τῷ ἀγαθῷ ἐστιν· οὐδὲ γὰρ φύσις πυρὸς τὸ ψύχειν εἰ δὲ ἄρξεται ψύχειν, οὐκ ἔσται πῦρ. Οὐκοῦν καὶ τὸ κακὸν, ἐὰν μὲν ὑπεστι, μετέχει ἀμυδρῶς τοῦ ἀγα θοῦ· πάντα γὰρ τὰ ὄντα ἐν τῷ ἀγαθῷ εἰσι καὶ μένουσιν· εἰ δὲ οὐδὲν ἔχει ἀγαθοῦ, οὔτε ὕπεστιν· αὐτὸ γὰρ τὸ θέλειν ὑπεἶναι ἀγαθῆς ἐστι μεταλήψεως, ὡς ἀνω ξέρω πολλάκις είρηται. § ΧΧΙ. Ατοπον καὶ ἀδύνατον. Σημείωσαι, ὅτι καὶ ἐπὶ τοῦ Θεοῦ καλῶς λέγεται ἔν τισι τὸ οὐ δύ ναται, ὡς καὶ ὁ ᾿Απόστολός φησιν· Εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει, καὶ ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται. Πᾶσα γὰρ δυάς. Ὅτι πᾶσα δυὰς οὐκ ἀρχή· μου νὰς δὲ πάσης δυάδος ἀρχή. Σημείωσαι κατὰ Μανι χαίων. Παντελῶς ἐναντία. Σημείωσαι ταῦτα· πάνυ γὰρ κατὰ Μανιχαίων ἀγωνίζεται, τῶν δυάδα ἀρχὴν έναν τίων δογματιζόντων ἀνοήτως· ἡ μὲν γὰρ ἀριθμητικὴ τὸ ἐν ἀριθμοῖς διαίρεσιν ἔχον πλήθους εἰς πέρας ἀνάγει, τὴν μὲν μονάδα τοῦ παντὸς ἀριθμοῦ ἀρχὴν τιθεμένη, τὴν δὲ δυάδα τῶν ἀρτίων. Η τοίνυν ἀρχὴ τὸ ἁπλούστατον ἐν ἑκάστῳ γένει δηλοῖ. Πῶς οὖν ἡ δυὰς ἀρχὴ πάντων ἔσται; οὐ γάρ ἐστιν ἁπλῆ ἀρχὴ ἡ δυὰς, ἀλλὰ σύνθετος. Οὐκοῦν οὐχ ἁπλοῦν ἡ ἐκ συν θέσεως ἀρχή· καὶ πῶς ἂν κληθείη αρχή; πρὸ γὰρ τῆς συνθέτου ταύτης ἀρχῆς ἔσται ἡ κυρίως ἀρχή, τὸ ἐν, ἀφ' οὗ μονάδων συντεθεισῶν, δυὰς ἀπετελέσθη. Δῆλον οὖν ἀπανταχόθεν, ὡς ἀσύστατον τῶν δύο ἀρχῶν τὸ δόγμα. Καὶ μὴν οὔτε δύο. Ὅτι οὐ δυνατὸν δύο ἐναντίας ἀρχὰς ἐναντίων εἶναι. Οὐδ᾽ ἐκτὸς δυσχερείας. Οὐκ ἀβλαβής. Διὸ καὶ φίλα τὰ ἀγαθά. Ἐπειδὴ τοῦ ἀγαθοῦ πάντα μετέχει, καὶ αὐτῷ τῷ εἶναι εἰς τὸ ἀγαθὸν ἀνάγονται, τὸ ἀγαθὸν καὶ τὸ καλὸν τῶν πάντων οὐκ ἂν εἴη τὸ πρῶτον καλόν, οὗ πάντα μετέχοντα, καλὰ γίνονται, ὁμοιωθέντα πως τῇ μεταλήψει τῷ καλῷ, πλὴν πολλῷ ἀμυδρότατα ὁμοιοῦται τοῦ ἑνὸς ἀγαθοῦ καὶ καλοῦ, καθάπερ αὐξομένου καὶ εἰς τὴν τῶν καλῶν φύσιν ἐκφαινομένου· ὅθεν, καὶ πάντα καλὰ λίαν. Ἡ δὲ τῶν καλῶν φύσις, προϊούσα κατὰ πλῆ θος, ἤδη πως καὶ εἰς τὰ σύνθετα, ἃ δὴ καὶ μάλιστα καλὰ εἰώθασι καλεῖν οἱ ἄνθρωποι, ἀποδείκνυται πολύ λαχῶς τοῦ κακοῦ " συντιθεμένου καὶ κατὰ πολλούς τρόπους λεγομένου· τὸ δὲ ἐν τοῖς οὖσι καλὸν οὔτε οὐσία ἐστὶν, οὔτε γένος, ἀλλὰ συμβεβηκός ὁμοιότητά τινα κεκτημένον, κατὰ μικρὸν συναπτομένην· οὐ γὰρ καθ' ἂν εἶδος λέγεται τὰ καλὰ, ἀλλὰ πολλαχώς προσέοικε δὲ μόνον ἀλλήλοις ὡς ὅμοια, κἂν πολυειδῶς περὶ τὸ καὶ αὐτὰ καλὰ εἶναι κατὰ τὰ οἰκεῖα είδη Ο χαλού.
col. 287–288page 52 of 115
PG 4:287ἕκαστα, καὶ κατὰ τοῦτο ἅτε ὁμοιούμενα και προσήγορα ὄντα ἀλλήλοις. Εἰ δὲ ἐν Θεῷ τἀγαθόν. Ὅτι τὸ ἀγαθὸν ἐν Θεῷ ὕπαρξίς ἐστιν Οὔτε ἁπλῶς. Ἀντὶ τοῦ, ἀἰδίως. Κατὰ χρόνον. Ἀντὶ τοῦ, μεθεκτῶς. 8 ΧΧΙΙ. Ἀλλ' οὔτε ἐν ἀγγέλοις. Περὶ ἀγγέλων, ὅτι οὔτε ἐν αὐτοῖς τὸ κακὸν, καὶ διὰ τί ἄγγελοι λέ γονται. Τὴν ἀγαθότητα τὴν θείαν. θεῖα λέγει τὰ περὶ φύσεως ἀγγέλων τῶν μεινάντων θεοειδῶν. Είπομεν δὲ ἀνωτέρω, διὰ τί ἀγαθοειδεῖς καὶ οὐκ αὐτοαγάθους τοὺς ἀγγέλους φησί· κατὰ τὰς αἰτίας τοίνυν ταύτας οὔτε ἐν ἀγγέλοις τὸ κακόν. Ετυμολογεῖ δὲ, διὰ τί ἐκλήθησαν ἄγγελοι. με Εἰκών ἐστι τοῦ Θεοῦ. Σημείωσαι, ὅτι τοὺς ἀγ γέλους εἰκόνας φησὶ τοῦ ἀγαθοῦ ν· καὶ σημείωσαι πῶς λέγει. 'Αλλὰ τῷ κολάζειν. Ὡς ἐξ ὑποκρούσεως προλαμβάνει τήν τινων αἱρέσεων ἀντίθεσιν, τῶν τοὺς κολα στὰς κελεύσει Θεοῦ ἀγγέλους, καὶ αὐτὴν δὲ τὴν κα λασιν τοῦ κακοῦ τιθεμένων· καὶ εὐθὺς ἐκλύει ταῦτα φιλοσοφώτατα και προσφυῶς, καὶ ἐκ τῶν ἱερέων τοὺς ἐναγεῖς καὶ βεβήλους τῆς Ἐκκλησίας εἰργόν των 100 καὶ ἐξωθούντων ἐπὶ βεβήλοις καὶ ἐναγέσι πράξεσι, δηλῶν ὡς οὐδὲ αὐτοὶ, τιμωρούμενοι ταῖς ἐναγεῖς, ἐκ τοῦ κακοῦ εἰσι· μὴ γένοιτο! εἴρηται γάρ· Οὐ γὰρ εἰκῇ τὴν μάχαιραν φορεῖ· διάκονος γὰρ ἐστι Θεοῦ εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσον τι. Σημείωσαι οὖν τὰς λύσεις· πολλὰς γὰρ ζητήσεις διαλύει τῶν λεγόντων, Εἰ ἐκ Θεοῦ οἱ δήμιοι καὶ οἱ ἄρχοντες; Οἱ τὸν βέβηλον τῶν θείων μυστηρίων ἀπείργοντες. Σημείωσαι, ὅτι δεῖ τοὺς βεβήλους ἀπείργεσθαι τῶν θείων μυστηρίων διὰ τῶν ἱερέων. Οὐδὲ τὸ κολάζεσθαι. Ὅτι οὐ τὸ κολάζεσθαι και κὴν, ἀλλὰ τὸ κολάσεως ἄξιον γενέσθαι. [Σημείωσαι περὶ ἱερέων καὶ ἀρχόντων, τῶν βεβήλους κολαζόν των.] Αλλ' οὔτε οἱ δαίμονες. Ότι οὔτε οἱ δαίμονες φύσει κακοί. *Επειτα οὐδὲ τοῦτο παντί. Σημείωσαι, ὅτι οὐ παντὶ καὶ ἀεὶ κακὸν ἡ φθορά, ὡς ἐπὶ θηρίων, καὶ ἑρπετῶν, καὶ βοτανῶν ὀλεθρίων. Αλλ' οὐδὲ φθείρεται. Οτι οὐδὲ φθείρεται τι τῶν ὄντων, καθ᾽ ὅ οὐσία. ᾿Αλλὰ τῇ ἐλλείψει. Σημείωσαι, ὅτι φθοράν και λεῖ καὶ τὴν πλημμελῆ καὶ ἀναρμόνιον παρὰ τὴν τάξιν κίνησιν τῆς φύσεως. Ἔχεις δὲ καὶ τοῦτο παρά τῷ Ἰεζεκιήλ περὶ τοῦ διαβόλου· Εφθάρη ἡ ἐπιστήμη σου σὺν τῷ κάλλει σου· φησὶ δὲ τὸ παρ' ** Εἰ τὸ ἀγαθὸν ἐν θεῷ ὕπαρξὶς ἐστιν. Εἰ ἕτερον ὕπαρξις ἀγαθοῦ, φησί, καὶ ἕτερον Θεός· ὡς συμβεβηκός ἔσται αὐτῷ τὸ ἀγαθὸν, καὶ εἰ τοῦτο, μεταβλητής έσται. Θεού. του Ιεραύς παραπλησίως τὴν ἀτοπίαν λύων, τῶν καὶ εἰργ.
col. 289–290page 53 of 115
PG 4:289Ελλησι καὶ Μανιχαίοις λεγόμενον διαλύων, ὅτι οὔτε οἱ δαίμονες φύσει κακοί· εἶτα τὰ καθ᾽ ὑπόθεσιν παρ' αὐτῶν ἀντιτιθέμενα προτίθησι καὶ διαλύει, λέγων· Πρῶτον μὲν οὐ φθείρουσιν οἱ δαίμονες οὐσίας αἱ γὰρ οὐσίαι καθ᾽ ὅ οὐσίαι οὐ χωροῦσιν εἰς ἀνυπαρξίαν· ἔπειτα, καὶ εἰ τοῦτο ἦν, οὐ πᾶσιν οὐδὲ πάν των ή φθορὰ κακὴ, ὡς ἐν τοῖς θηρίοις, καὶ τοῖς ἕρπουσιν, καὶ πόαις ὀλεθρίαις, καὶ τοῖς ἄλλοις τοῖς ὁμοίοις. Ζητητέον οὖν, μὴ δύναμιν ἢ ἐνέργειαν φθεί ρουσιν οἱ δαίμονες, καὶ τέως ἐν συντόμῳ χρὴ εἰπεῖν, τί δύναμις ' καὶ τί ἐνέργεια· ἰστέον οὖν, ὅτι ἡ δια φθορὰ τῆς δυνάμεως πρὸς τὴν ἐνέργειαν τοιαύτη ἐστὶν, ὡς ἡ ἕξις πρὸς τὴν ἐνέργειαν τὴν κατὰ τὴν ἕξιν· ἡ μὲν οὖν ἕξις ποιότης ἐστὶν ἔμμονος. Σαφές δὲ ἔσται οὕτω· τὸ πῦρ δύναμιν ἔχει θερμαντικὴν, καί ἐστιν αὐτοῦ ἕξις ἤτοι ποιότης τὸ θερμαντικόν. Εστιν οὖν ἐνέργεια ἡ κατὰ τὴν ἕξιν ἤτοι ποιότητα, ὅτε καί τι σῶμα θερμαίνεται· ἰδοὺ γὰρ ἀποτελεῖται ἡ ἐνέργεια τῆς ἕξεως τοῦ πυρός· ἡ οὖν δύναμις παρ' ἑαυτῆς ἔχει τὴν ἐνέργειαν· αὐτῆς γάρ ἐστι τῆς δυνάμεως ἡ ἐνέργεια τὸ ἐξ αὐτῆς ἀποτελούμενον ἡ γὰρ δύναμις κατὰ τὸ ποιεῖν λαμβάνεται. Φθορά οὖν δυνάμεως ἡ ἐνέργεια. Ωσπερ οὖν καὶ οὐσίας ἡ δύ ναμις, ταὐτὸν δὲ καὶ περὶ τῆς ἐνεργείας ἡ παρὰ τὴν τάξιν, καὶ τὴν συμμετρίαν, καὶ ἁρμονίαν ἀσθενὴς πρόοδος, καθ᾿ ἣν προϊοῦσαν πλημμελῶς οὐ δύνανται μένειν ὡς εἶχον ἡ δύναμις, καὶ ἡ ἐνέργεια, καὶ ἡ οὐσία· εἰ γὰρ παντελής, ὡς ἔφημεν, ἔσται ἀσθένεια, οὐ μὴν ἡ μερικὴ τῶν εἰρημένων· καὶ τὸ ὑποκείμενον φθείρει ἐν ᾧ ἡ δύναμις, καὶ ἡ ἐνέργεια, καὶ οὔτε ἡ δύναμις, καὶ ἡ ἐνέργεια, ὡς οὔτε ἡ οὐσία, ἀλλ᾽ οὔτε αὐτὴ ἡ φθορὰ παραλειφθήσονται, ἀπολομένων ἐκεί των περὶ ἃ ἡ φθορά. Ενέργεια μὲν οὖν νοητῶν καὶ νοερῶν ναῶν τὸ κατὰ φύσιν πράττειν, τουτέστι τὸ εἰς Θεὸν ἀνατετάσθαι· δύναμις δὲ νοῦ τὸ εἰς νοήσεις κατιέναι, περὶ οὗ τὰ εἰρημένα, πλημμελῶς κινούμενα, ἐλλείπουσι τοῦ ἀγαθοῦ. Φύσει οὖν κακὸν οὐ δέν. Αλλ' ἐλλιπὲς ἀγαθόν. Ὡς μὴ τὴν τελείαν φθο ρὰν τῆς φθορᾶς εἰσάγον. Εἶτα, πῶς οἱ ἐκ Θεοῦ. Πρὸς τοὺς λέγοντας· Εἰ ἐκ Θεοῦ ἐγένοντο οἱ δαίμονες, πῶς εἰσι κακοί; Ἔστι δὲ λύσις τῆς πεύσεως εἰ κακοί εἰσιν οἱ δαίμονες καί φησιν, ὅτι οὐ καθὲ ἀγαθοί εἰσι κατὰ τὴν παρα γωγὴν τῆς οὐσίας αὐτῶν· ἐκ τοῦ ἀγαθοῦ γὰρ παρ ήχθησαν ἀγαθοί· ἀλλὰ καθὸ ἠσθένησαν τῆς φυσικῆς αὐτῶν ἐνεργείας. Καὶ ἀγαθὴν ἔλαχον οὐσίαν. Ὅτι ἀγαθὴ τῶν δαιμόνων ἡ οὐσία. Ὡς τὰ λόγιὰ φησι. Σημείωσαι πῶς νοεῖ τὸ, ἀγω γέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν ἀρχὴν γὰρ αὐτῶν φησι τὴν εἰς τὸ εἶναι παραγωγήν παρήχθησαν γὰρ καὶ αὐτοὶ εἰς πᾶν ἔργον ἀγαθὸν, ὥσπερ καὶ ἡμεῖς. Ἐκ τούτων οὖν εἰσιν οἱ δαίμονες, ἐν τούτῳ μόνῳ καχυνόμενοι, ἐν τῇ παύσει τῆς ἕξεως τῶν ἀγαθῶν, καὶ ἐν τῷ μὴ ἐνεργεῖν τὸ ἀγαθόν· ὥστε πάθος.
col. 291–292page 54 of 115
PG 4:291κατὰ προαίρεσίν εἰσι κακοὶ, ἀλλ᾽ οὐ κατὰ φύσιν· τὸ δὲ ἀγαθὸν πρόσεστι τοῖς οὖσι κατα φύσιν· πολλὴ τοίνυν διαφορά. ἔκβασις. Εκβασιν ἀτέλειαν φαντασία, ἡ σχέσις. Σχέσιν κατὰ φύ σιν, Τῶν θείων ἀγαθῶν ἔξεως. Σημείωσαι τὸ ἔξεως καὶ ἐνεργείας· ἰδοὺ γὰρ ἦν προεἶπε δύναμιν, ταύτην νῦν ἕξιν φησὶν, ὡς ἡρμηνεύσαμεν ' ἐν τοῖς ἀνωτέρω ἐν τῇ μεγάλῃ παραγραφή. Οὐκοῦν, εἰ ἀεί. Ὅτι οὐ πάντη άμοιροι οἱ δαίμονες τοῦ ἀγαθοῦ. Τὸ γὰρ ἀεὶ ταὐτόν. Ὅτι τὸ ἀεὶ ταὐτὸν ἴδιον τοῦ ἀγαθοῦ. Κακοὶ δὲ εἶναι. Διὰ τί κακοὶ λέγονται οἱ δαίμονες; Αὐτοῖς ἔκβασις. Ἔκβασιν τὴν ἀναχώρησιν τοῦ ἁρμόζοντος λέγει· ἀτέλειαν δὲ τὴν τοῦ τελείου, ἔτος η τῆς τελειότητος τὴν ἔλλειψιν. Φαντασία προπετής. Τί ἐστι φαντασία, ἐν πρώτο κεφαλαίῳ είπομεν. ᾿Αλλὰ ταῦτα. Ἰδοὺ καὶ ἑτέρα λύσις τοῦ μὴ εἶναι τὸ κακὸν, φύσει κακόν, ἀλλὰ κατὰ ἔκπτωσιν τοῦ ἀγαθοῦ· τὸ γὰρ ἐν φύσει ὃν ἀεὶ ὡσαύτως ἔχει, καὶ οὐ καταβάλλεται, ὥσπερ αὐτὸ τὸ ἀγαθόν· τὸ δὲ κακὸν ἄστατόν ἐστιν, ἐπειδὴ φθείρει καὶ ἀλλοιοῖ τὸ προς τυχόν, ὡς εἴπομεν ἄνω. Οὐκοῦν οὐκ ἐν φύσει τὸ κακὸν, ὥσπερ ἐπὶ τῶν δαιμόνων φησὶν ὁ θεῖος οὗτος ἀνήρ' εἰ γὰρ οὐκ ἀεὶ κακοὶ οἱ δαίμονες, οὐ φύσει κακοί τὸ γὰρ ἐν φύσει ἂν ἀεὶ ὡσαύτως ἔχει. Απέδειξεν οὖν, ὅτι καὶ δαίμονες καθὸ εἰσὶ, καὶ νοοῦσι, καὶ ζῶσι, καὶ ἔφεσιν ἔχουσι τοῦ ἀγαθοῦ, οὐκ εἰσὶ φύσει κακοί, ἀλλὰ κατὰ παρατροπὴν τοῦ ἀγαθοῦ, ἐν ᾧ καὶ ἐγένοντο. [α ] Οὐδὲ αὐτὰ καθ᾽ αὑτὰ κακά. Ὁ θυμὸς ὁ ἄλογος καθ' ἑαυτὸν, καὶ ἡ ἄνους ἐπιθυμία καθ' έαυ τὴν, καὶ ἡ προπετής φαντασία, οὐ πάντως καὶ ἐπὶ πάντων κακὸν, καθ' ἑαυτὰ σκοπούμενα, ἀλλ' ἔσθ' ὅτε καὶ ἡ ἀναίρεσις αὐτῶν λυμαίνεται τῷ ταῦτα ἔχοντι ζώῳ, ὥς φησι τελείως ἐν τῷ ζ' κεφαλαίῳ τούτου τοῦ λόγου. Καλῶς δὲ ἐν ταῖς σχέσεσι ταύταις τὰ δια βάλλοντα τέθεικεν, ἐπεὶ ἐστι καὶ θυμὸς μετὰ λόγου, ὡς ὁ κατὰ τῆς ἁμαρτίας, καὶ κατὰ τῶν ἐχθρῶν τοῦ Θεοῦ· καὶ ἐπιθυμία ἔννους, ὡς τὸ ἐπιθυμεῖν τοῦ βελτίονος· καὶ τό· Επιθυμίᾳ ἐπεθύμησα φαγείν τὸ πάσχα τοῦτο μεθ' ὑμῶν. Οὕτως ἐστὶ καὶ φαν τασία οὐ προπετής, καθ᾽ ἣν ἐφαπτόμεθα τῶν νοητῶν, τῷ νῷ ἡμῶν τοῦτο ποιοῦντες. Οὐχ ἡ σχέσις. Σχέσιν μέν φησιν αὐτὸ τὸ ἔχειν ἁπλῶς· τὰ δὲ προειρημένα, λέγω δὴ θυμὸς καὶ τὰ συνημμένα, τῆς ἔν τισι ζώοις ιδιότητος συστατικαὶ δυνάμεις εἰσὶ, καὶ κατὰ τοῦτο οὐ κακὸν τὰ τοιαῦτα. Αλλ' ᾗ οὐκ ἔστι. Κατὰ κοινοῦ τὸ κατὰ φύσιν. [] οὐ μήποτε αὐτάς. Ἰδοὺ ἐνταῦθα σαφῶς πρὸ μικροῦ. ' τοῦ προβλήματος τούτου.
col. 293–294page 55 of 115
PG 4:293φησιν, ὅτι ἐξ ἀγγέλων οἱ δαίμονες· τὰς γὰρ δοθείσας; αὐτοῖς ἀγγελικὰς δωρεάς οὐκ ἀποβάλλουσι, τουτέστιν ὅπερ ἐκ φύσεως ἔχουσιν ἀγαθὸν, οὐ μετατρέ τουσιν, εἰ καὶ αὐτοὶ μὴ βούλονται ὁρᾶν τὸ ἐν αὐτοῖς φῶς, μύσαντες αὐτῶν τὰς ἀγαθοπτικὰς δυνάμεις, ὡς τὸ εἰρημένον περὶ τῶν Ἰσραηλιτῶν· Τοὺς ὀφθαλμοὺς αὐτῶν ἑκάμμυσαν, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ήκουσαν, μήποτε ἐπιστρέψωσι, καὶ ιάσωμαι αὐτούς. Σημείωσαι δὲ, ὅτι φωτοειδεῖς καὶ οἱ δαίμονες, μᾶλλον δὲ φῶτα κατ' ουσίαν, ὡς καὶ οἱ λοιποὶ ἄγγελοι· οὕτω καὶ ἐν Εὐαγγελίοις· Εθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπήν. [] Λέγονται κακοί. Οὐχ ἁπλῶς τὸ λέγεσθαι, ἀλλὰ τὸ ὂν τῇ φύσει ζητητέον. Τὸ δὲ, καθὸ οὐκ εἰσὶν, οὕτω νοητέον· Οὐ γεγόνασιν ἐπὶ παρατροπῇ τῶν θεόθεν αὐτοῖς δεδομένων ἀγαθῶν, ἕξεών τε καὶ ἐνερ γειῶν, ἥντινα ἀποθέμενοι, γεγόνασι κακοί, καθ᾽ ἦν οὐκ εἰσὶ τὸ εἶναι λαχόντες. [α] Καὶ τοῦ μὴ ὄντος. Πῶς οἱ τοῦ μὴ ὄντος ἐφιέμενοι τοῦ κακοῦ ἐφίενται, λεκτέον [οὕτως]. Ο Θεὸς ὃν ἐστιν ὑπὲρ τὰ ὄντα· καὶ ἡ ἀλήθεια οὖν τὸ ἄν ἐστιν, ἐπειδὴ καὶ ἡ ἀλήθεια ὁ Θεός ἐστιν· εἰκότως οὖν τὸ ἀντικείμενον τῇ ἀληθείᾳ ψεῦδός ἐστι, μήτε ἄν· ἔξω γάρ ἐστι τοῦ Θεοῦ παντελῶς· μήτε εἰκὼν ἀληθείας δν· οὐδὲν γὰρ ἀγαθὸν ἐκ τοῦ Θεοῦ ἔχει. Ἐπειδὴ δὲ πείθει τινὰς ὅλως εἶναί τι, ἔσται σκοτεινὸν καὶ ἁμυδρὸν τῶν ὁπωσοῦν ὄντων εἴδωλον. Διὸ καὶ Ενεργείᾳ εἴδωλον, καὶ ἐνεργείᾳ ψεῦδος, τουτέστιν ἀληθινῶς· καὶ ὄντως ψεῦδος· ὅθεν καὶ ἐνεργείᾳ μὴ ῖν, οὐκ ὅν ἐστι, καὶ ὄντως μὴ ὄν. Τοιγαροῦν ὥσπερ καὶ ἐπὶ τῶν ψευδῶς ὄντων, καὶ τὸ ὅλον τοῦτο ψεῦδος ὄντων, τὸ ψεῦδος, ἀναιρεθέν, πᾶσαν τὴν οὐσίαν τοῦ πράγματος ἀναιρεῖ· οὕτω καὶ ὁ τοῦ ψεύδους ἐρῶν, ὥσπερ οἱ δαίμονες, τοῦ μὴ ὄντος ἐρᾷ, καὶ ἐν τῷ ὄντι, τουτέστιν ἐν τῇ ἀληθείᾳ οὐχ ἔστηκεν, ὡς αὐτὴ ἡ Ἀλήθειά φησιν. Οἱ οὖν δαίμονες, καθώς φησιν δ Ἰησοῦς, ψεῦσται ὄντες, καὶ πατέρες τοῦ ψεύδους, οὔτε εἰσὶ, καὶ τοῦ μὴ ὄντος ἐφίενται, ὅταν καὶ κακοῦ ἐφίενται τοῦ ψεύδους. [β] § ΧΧΙV. Εἰ δὲ τὸ κακύνεσθαι. Σημείωσαι, ὅτι τὸ συγγίνεσθαι κακοῖς ἐπὶ προνοίᾳ τοῦ καὶ αὐτὰ ἀγαθύνεσθαι " οὐ κακόν, κατὰ τὸ εἰρημένον Εγενόμην τοῖς ἀνόμοις, ὡς ἄνομος, ἵνα καὶ ἀνόμους κερδήσω. Ἔφημεν δὲ καὶ ἀνωτέρω ἐν τῷ ε' κεφαλαίῳ, μὴ παντελῆ στέρησιν γενέσθαι τοῦ " ἀγαθοῦ ἐν τοῖς οὖσιν, ἐπεὶ καὶ παντελὴς ἐγένετο ἂν φθορὰ καὶ αὐτῆς τῆς φθορᾶς, ἀλλὰ κατ' ἔλλειψιν τοῦ ἀγαθοῦ μερικήν. Οὐκοῦν κατὰ τοῦτο οὔτε ἡ ψυχὴ παντελὲς ἔχει τὸ κακὸν, ἀλλὰ τὸ μὲν ἕξει, τὸ δὲ οὐχ ἕξει· καὶ τὸ μὲν ἀγαθὸν οὐσιῶδες, τὸ δὲ κακὸν ἔξω θεν. ᾿Αλλὰ καὶ οὕτως ἐρεῖ τις κακὸν εἶναι τῇ ψυχῇ τὸν ἐμποδισμὸν τῆς οἰκείας κατὰ φύσιν ἐνεργείας. Εἰ καὶ ἔξωθεν τοίνυν ἦν ὁ ἐμποδισμός, ἀλλ᾽ οὖν ὡς ἀληθινόν. Ὁ ἀγαθῦναι.
col. 295–296page 56 of 115
PG 4:295Πρὸς ὁ λεκτέον, ὅτι ἐκ τῶν εἰρημένων εὑρίσκετα: ὁ ἐμποδισμός ποιητικόν κακοῦ, οὐ μὴν αὐτόκακον· αὐ γὰρ ἡ κακία πρῶτον κακόν, ἀλλ' εἶδος κακοῦ, ὥσπερ ἡ ἀρετὴ συνεργόν τί ἐστι πρὸς ἀγαθὸν, οὗτοι πρῶτον ἀγαθόν. ; Δ΄ ἐν σκότῳ βλέπειν κωλυομένη ψυχή, ποιήσει κακά. * τῶν καλῶν. [γ] Τὸ κακὸν, ὡς ἂν κακόν. Τουτέστιν οὐκ οὐσία τις τὸ κακὸν, ἀλλ᾽ οὐδὲ ἐν τοῖς κατ' ουσίαν οὖσι ὡς συμπληρωτικὸν ταύτης ὁρᾶται, ὥσπερ δύναμις καὶ ἐνέργεια τὸ κακόν· καὶ πρὸς τὴν τοιαύτην τῆς ἐνα νοίας ἀπόδοσιν ὁ πᾶς περὶ τούτου σκοπὸς ὁρᾶται τοῦ Πατρός. Αλλ' ὡς ἔλλειψις. Πῶς νοεῖται τὸ κακόν. [] 8 Αλλ' οὐδ᾽ ἐν ζώοις. Οτι οὔτε ἐν ζώοις ἀλόγοις ἐστὶ τὸ κακὸν, ἐπεὶ μήτε φύσει κακά εἰσιν, ἀλλ᾽ οὔτε αἱ σχέσεις αὐτῶν κακαὶ, οἷον θυμός, ἐπιθυμία, φαντασία προπετής. [ε] Εἰ γὰρ ἀνέλοις. Ὅτι φυσικαί εἰσιν αἱ σχέ σεις τῶν ἀλόγων, ὥσπερ λέοντι καὶ ἑρπετοῖς ὁ θυ μὸς, καὶ κυσὶ τὸ ὑλακτικόν· ὅθεν ὡς φυσικαί, ούτε κακαί. [ς] 8 'Αλλ' οὐδ' ἐν τῇ ὅλῃ. Φύσις ἐστὶ καθ᾽ ἕξιν θείᾳ τέχνῃ εἰς γένεσιν προϊοῦσα, ἧς θείας τέχνης τὰ ἀποτελέσματα φυτά τε καὶ ζῶα καὶ καρ ποὶ καὶ τῶν στοιχείων εἰς ἄλληλα μεταβολαί, καὶ ὅλως καθ᾿ ἑαυτὴν ἡ οὐσία τῶν φυομένων, ἀρχὴ κινήσεως οὖσα καὶ στάσεως. Ὥσπερ οὖν ἐπὶ τῶν κηροπλάστων καὶ τῶν τὰς πλαστικές μετιόντων τέχνας δεῖ εἶναί τι ἐν αὐτοῖς μένον, τουτέστι λόγον καὶ νοῦν, οἱ διὰ χειρῶν ποιοῦσι τὰ ἑαυτῶν ἔργα οὕτω καὶ ἐπὶ τῆς φύσεως τῶν ὅλων, ἔστι τι ἐν αὐτοῖς μένον, τουτέστι ἡ δύναμις, οὐ διὰ χειρῶν ἐργαζομένη, ἀλλὰ βούλησις καὶ διανόησις οὖσα Θεοῦ, προϊοῦσα οἷον τέχνη εἰς γένεσιν τῶν φυομένων· οὐ γὰρ δεῖται ἡ φύσις τινῶν μενόντων, ἑτέρων δὲ ὡς κινουμένων· ἡ γὰρ ὕλη ἐστὶν ἡ εἰς γένεσιν κινουμένη· τὸ δὲ κινοῦν αὐτὴν ὁ ἀκίνητός ἐστι λόγος ὁ ἐν τῷ ὅλῳ, ὅς ἐστιν ἡ θεία τέχνη, ἣν ἔφημεν φύσιν, εἶδος οὖσα, οὐ μὴν ἐξ ὕλης καὶ εἴδους· τί γὰρ αὐτὴ ὕλης δεῖ, θερμῆς ἢ ψυχρᾶς, ἡ γὰρ δεδημιουργημένη ὕλη τοῦτο φέρει ἐν ἑαυτῇ· οὐ γὰρ δεῖ πῦρ προσελθεῖν, ἵνα πῦρ ἡ ὕλη γένηται, ἀλλὰ λόγον· ὅ καὶ στην μεῖόν ἐστιν οὐ μικρὸν τοῦ καὶ ἐν τοῖς ζώοις καὶ τοῖς φυτοῖς, τοὺς λόγους εἶναι τοὺς ποιητικοὺς κατὰ τὴν φύσιν εἶναι λόγον τὸν μένοντα· λόγους δὲ τοὺς κατὰ τὰς μορφὰς τῶν ὁρωμένων τῆς φύσεως εἶναι γεννήματα, ἤτοι τοῦ κατ' αὐτὴν ἀκινήτου καὶ μένοντος λόγου. Πῶς οὖν ἐν τῇ καθόλου φύσει τὸ κακὸν, τῶν ἐν τοῖς δημιουργήμασι λόγων φυσικῶν ὄντων, καὶ ἐν οὐδενὶ ἐναντιουμένων τῇ ὅλῃ φύσει ἐξ ἀγαθοῦ οὔσῃ; Εἰ τοίνυν ἀποδέδεικται τὴν καθόλου φύσιν ἐκ τἀγαθοῦ εἶναι· τοὺς δὲ καθ᾽ ἕκαστον ἐν τοῖς δημιουργήμασι λόγους μὴ ἐναντιοῦσθαι τῇ καθόλου φύσει, πρόδηλον ὡς οὐδὲ ἐν φύσει τὸ κακόν· τοῦτο δὲ τῷ καλῷ • έναν
col. 297–298page 57 of 115
PG 4:297τίον· οὐκοῦν οὐκ ἔστι τὸ κακὸν, οὐδὲ ἐν τῷ καθόλου. Τὰ δὲ ἐν τοῖς κατ' εἶδος τῆς δημιουργίας εναντία, εἴτε ἐν κράσεσιν, εἴτε ἐν ζώοις, καὶ λοιποῖς, οὐχ ἑαυτοῖς εἰσι παρὰ φύσιν, ἀλλὰ τοῖς ἄλλοις *· ἐν οἷς δὲ παρὰ φύσιν πλημμελῶς φέρονται, τοῦ κατὰ φύσιν ἐστὶν ἀσθένεια, οὐ μὴν τοῦτο κακόν· κακία δὲ τάξεως μᾶλλον ἐστι. Τῆς καθόλου φύσεως. Καθόλου φύσιν τὴν θείαν φύσιν καλεῖ. [] Εἰ γὰρ οἱ πάντες. Πάντες, φησίν, οἱ τῆς φύσ σεως λόγοι, ήγουν αἱ αἰτίαι καθ' ἂς γεγόνασι καὶ εἰσὶ, παρὰ τῆς θείας φύσεως ὑπάρχουσιν, ἦν, ὡς εἴ ρηται, καθόλου καλεῖ, ἐπειδὴ ἐξ αὐτῆς ἔφυ τὰ ὅλα ὅλην δὲ φύσιν πάντα τὰ ὑπὸ τοῦ Θεοῦ κτισθέντα ἐκάλεσεν. θὐδὲν οὖν ἐστιν ἐν τῇ φύσει, ὅπερ ὅλον ὅλοις ἀντίκειται· τὸ γάρ τινι τῶν ὄντων παρὰ τὴν αὐτοῦ φύσιν ἑτέρῳ φύσις ἐστί· τοῦτο δὲ ἀγαθόν. Πάσῃ οὖν φύσει τὸ μὴ μένειν ἐφ' οἷς γέγονε, κακόν τοῦτο γὰρ ἔφη στέρησιν τῶν τῆς φύσεως, τὸ μὴ ἐκτε λεῖν καθ᾽ ὁποιανοῦν αἰτίαν τὰ ἐφ᾽ οἷς παρήχθη προς γέννησιν. [η] 8 ΧΧVΙΙ. 'Αλλ' οὐδ᾽ ἐν σώματι. Ωσπερ τὸ κάλλος συμμετρία ἐστὶ μελῶν καὶ μερῶν μετὰ εὐχροίας, οὕτως αίσχος ασυμμετρία ἐστὶ τῶν αὐτ των. [] Αἴτιον τῇ ψυχῇ. Επειδή τινες τῶν φιλοσόφων φασὶν, ἐκ τοῦ ἀλόγου τῆς ψυχῆς μέρους, ὕλῃ καὶ σώματι μεμιγμένου, ρεπούσης ἐπ' αὐτὸ τῆς ψυχῆς, τὰ κακὰ πράττειν, ὡς ἀνωτέρω διῆλθεν, παγ κάλως ὁ θεῖος Διονύσιος λύει τὸ ἐπαπόρημα ἐκ τῶν ἄλλων ἀσωμάτων καὶ ἀμιγῶν σώματος πάντη, και δίχα σώματος, ἐλλείψει τοῦ ἀγαθοῦ πλημμελοῦσι. Παρυφίστασθαι κακίας. Ότι δυνατὸν καὶ ἄνευ σώματος παρυφίστασθαι κακίαν, ὡς ἐν τοῖς δαί μοσι. Καὶ σώμασι κακόν. Τί έστι κακόν. 5 ΧΧVΙΙ. "Η μηδὲ τὸ πάσχειν δύνασθαι καθ' έν αυτήν. Εύλογον ἐπιδρομάδην ἐκθέσθαι τὰς δόξας τῶν λεγόντων τὴν ὕλην μὴ ὂν, καὶ πῶς καλοῦσιν αὐτὴν μὴ εν, ἵνα καὶ οἱ συλλογισμοί τοῦ θείου Διονυσίου νοη θῶσι. Καλοῦσιν οὖν τὴν ὕλην μὴ ὂν ἐκ τοῦ τοιού του φασὶ γὰρ, ὅτι τὸ ὂν, ὅ ἐστιν ἐν τοῖς νοητοῖς δια κόσμοις, ἐκ τοῦ πρώτου τοῦ ὑπὸ τὸ ὂν ὄντος ἐγένετο. Ἐπεὶ οὖν ἐκεῖνος ὑπὲρ τὸ ὅν ἐστι, τὸ ἐξ αὐτοῦ ἐν ἐκλήθη ἕτερον ἐν τοῦ ὄντος καθ᾽ ὑπόβασιν· τὸ γὰρ δν, δ λέγουσι, τὴν τῶν νοητῶν ὕλην ὀνομάζουσι, λόγῳ μόνῳ θεωρητὴν, ἣν καὶ αὐτὴν εἶδος καὶ ζωήν φασιν, οἱονεὶ τὸ ὑποκείμενον ταῖς νοηταῖς οὐσίαις· τὴν δὲ ἐν τοῖς αἰσθητοῖς ὕλην, ὡς ἐνδεῆ πάντων τῶν ἐν τοῖς νοητοῖς· οὔτε γὰρ εἶδος, οὔτε ζωή αυτή. Εγέ νετο δὲ αὕτη, ὥς φασιν, ὑπὸ τοῦ ὄντος, ὃν ἔφησαν γενέσθαι ἀπὸ τοῦ πρώτου καὶ ὑπερόντος· ὥστε ἕτερον αὐτὴν οὖσαν τοῦ ὄντος οὐ λέγουσιν αὐτὴν εἶ η αλόγοις. ἀγγέλων.
col. 299–300page 58 of 115
PG 4:299καὶ μέχρι τῶν ἐσχάτων ἰέναι, καὶ διὰ τοῦτο ἑτερόν φασι τὴν ὕλην τοῦ ὄντος, καὶ τοῦ καλοῦ, ὡς μηδὲ καλὸν εἶναι. Οὐδὲν οὖν φασιν αὐτὴν ἐνεργεία εἶναι, ἀλλὰ πάντων ἐστερῆσθαι τῶν ἐπ' αὐτῆς συμβαινόν των, οἷον είδους καὶ ποιότητος· οὔτε γὰρ ἑαυτὴν μορφοί εἰς εἶδος, οἷον οὐρανοῦ, γῆς, ἀέρος, ὕδατος, ζώων, ἀστέρων, οὔτε ποιοῖ, ἀλλ' ἐξ ἑτέρου κοσμεῖται εἰς ταῦτα. Ὡς οὖν οὐδὲν οὖσα τῶν ὄντων ἐπ' αὐτῇ, εἴδους φασὶ καὶ ποιότητος, μόνον δὲ δυνάμει οὖσα ταῦτα, τουτέστιν εἰς εἶδος καὶ ποιότητα ένε χθῆναι δυναμένη, οὐ μὴν ἐνεργεία τι οὖσα τούτων, εἰκότως μὴ ὅν ἐστι, καθ᾿ ἑαυτὴν ἐνεργείᾳ μὴ οὖσα διὸ καὶ ὡς ἀνείδεος καὶ ὡς ἄποιος, καὶ μὴ ῶν, καὶ ὡς πάντων ἐνδεής, ἐκλήθη κακὸν παρ' αὐτῶν. Ταῦτα οὖν λύων ὁ θεῖος Διονύσιός φησι· Πῶς ποιήσει και κὸν ἡ ὕλη, ἡ παντελῶς μὴ οὖσα τῇ ἐνεργείᾳ, τὸ γὰρ ποιεῖν ἐνεργείας ἐστίν· ἀλλὰ μηδὲ πάσχειν τι δυνα μένη, καθ᾿ ἑαυτὴν μόνον οὖσα· ἐξ ἑτέρου γὰρ καθ' ἡμᾶς κοσμεῖται εἰς εἶδος καὶ ποιότητα· οὐ πάσχει οὖν καθ' ἑαυτὴν οὗτα. Εἰ δὲ μὴ ὂν αὐτὴν λέγετε, ὡς παντελῶς οὐδὲν οὖσαν, οὔτε κακὸν ἔσται οὔτε ἀγα θόν· εἰ δέ ἐστί τι ὂν, ἢ ἐκ Θεοῦ ἐστιν ἢ ἐξ ἑαυτῆς, ἢ ἐξ ἑτέρας ἀρχῆς, καὶ αὐτὴ καὶ ὁ Θεός· εἰ δὲ ἀναγ καῖον ἡ ὕλη, ὡς συμπληρωτικὸν • κόσμου, πως και κὸν ἡ ὕλη; Ὅρος γὰρ ἀναγκαίου, ἀΐδιον, ἀληθὲς, ὡς ὠφέλιμον, οἷα ἐστὶν ἡ ἀρετὴ ὠφελοῦσα. Αλλο οὖν τὸ κακὸν, καὶ ἄλλο τὸ ἀναγκαῖον. ναι δν, ἀλλὰ μὴ δύ· φασὶ γὰρ χρῆναι τὴν ὑπόβασιν Τὸ γὰρ κακόν ή κακόν. Ανατρέπων τὰς δόξας τῶν λεγόντων κακὸν εἶναι τὴν ὕλην, φησί· Πῶς οὖν ἐξ ὕλης γεννᾶται καὶ τρέφεται ἡ ἔκφυσις τῶν ἀπὸ γῆς, φυτὰ καὶ ζῶα; καὶ ταῦτα γὰρ ἐξ εἴδους καὶ ὕλης εἰσί. Τὸ οὖν αὐτόκακον πῶς γεννᾷ καὶ τρέφει, καὶ οὐκ εὐθὺς φθείρει καὶ φθείρεται; αὕτη γὰρ ἕξις τοῦ κακοῦ· ἀλλ᾽ οὔτε, ὡς ἔφημεν ἄνω λέγειν τινάς, ἐφέλκεται εἰς κακίαν τὰς ψυχὰς ἡ ὕλη διὰ τοῦ ἀλόγου μέρους τῆς ψυχῆς, διὰ τοῦ σώματος μεμιγμένη τῷ ἀλόγῳ τῆς ψυχῆς· πολλοὶ γὰρ ἐκράτησαν τοῦ τοιού του μέρους, ὡς οἱ ἅγιοι τοῦ Θεοῦ. Ἐπειδὴ δὲ ἔνιοι τῶν Ἑλλήνων φασί, διὰ τοῦτο τὸν οὐρανὸν καὶ τὰ ἄστρα μὴ φθείρεσθαι, διὰ τὸ ἐκ τοῦ καθαρωτέρου τῆς ὕλης γενέσθαι· τὰ δὲ προσεχῆ τοῖς φθαρτοῖς σώμασιν ἐκ τῆς ὑποστάθμης καὶ παχυτέρας ὕλης λέγουσι γενέσθαι· ἀναγκαίως καθ' ὑπόβασιν τῶν κτισθέντων ἐσχάτην οὖσαν, ἀποδῆναι τοιαύτην· διὸ καὶ φθείρονται τα κατώτερα, καὶ ἀστατοῦσι, μὴ δυνάμενα ἱδρῦσθαι καὶ βεβαίως ἔχειν ἐφ᾽ ἑαυτοῖς, ὡς ὁ οὐρανὸς καὶ τὰ ἄστρα. Εἰ οὖν ἀναγκαίως οὕτω γέγονε, πῶς ἡ ὕλη κακόν, ἔχουσα καθ' ἡμᾶς ἐν ἑαυτῇ τὸ ἀναγκαῖον; Οὐκ οὖν [οὐδαμῶς ] ἡ ὕλη κακόν. Η συμπληρωτική.
col. 301–302page 59 of 115
PG 4:301§ ΧΧΙΧ. Ἡ στέρησις κατὰ δύναμιν. Η στέρησις οὐκ ἔστιν ὑπόστασίς τις, ἀλλὰ περὶ τὸ ἐστερημένον τοῦ παρεῖναι πεφυκότος καὶ ἐπιβάλλοντος είδους γίνεται, ὡς καὶ ἐνταῦθα· μερικῶς γὰρ τῆς στερήσεως οὔσης ἐν τῇ ὕλῃ τοῦ εἴδους, ἔσται τοῦ ἀγαθοῦ τι ἐν αὐτῇ, καθὸ καὶ εἴδους καὶ κόσμου ἐρᾷ, καὶ δέ χεται ταῦτα ὡς ἀγαθά. Τὸ δὲ αὐτόκακον οὔτε ἀγαθοῦ μετουσίαν δέχεται, διὸ οὔτε ἐστίν· ἡ γὰρ παντελής στέρησις καὶ αὐτὸ τὸ ὑποκείμενον σῶμα φθείρει, ὡς μηδὲ νόσον 10 ἔτι ὑπομεῖναι· ὅθεν καὶ ἀδύναμον αὐ τὴν εἶπεν· ἡ δὲ μερική, ὡς ἔχουσά τι τοῦ ἀγαθοῦ, δύναμιν λέγεται ἔχειν. § ΧΧΧ. Ἀλλὰ καθὸ οὐ παντελής. Ὅρος σύντομος τοῦ κακοῦ, ὅτι οὐ κατὰ φύσιν, ἀλλὰ κατὰ μερι κὴν ἔλλειψιν τοῦ ἀγαθοῦ ἐστι. [α] Καὶ τῆς ὅλης αἰτίας. Ὅλην αἰτίαν τὴν τῶν ὅλων φησί. Τὸ δὲ μερικὸν εἴρηκεν, ἵνα τὸ καθόλου ἀνέλῃ· παντελής γὰρ ἔλλειψις τὸ μὴ εἶναι συνίστησιν. Οἶδεν ὁ Θεὸς τὸ κακόν. Καὶ τὰ λεγόμενα κακὰ οἶδεν ὁ Θεὸς ἔσθ' ὅτε ὡς ἀγαθά. Κακὰ δὲ νῦν φησιν, οἷον πολέμους, νόσους παιδευτικὰς, θανάτους καὶ τὰ τοιαῦτα· νομίζονται γὰρ ἡμῖν κακά· εἰσὶ δὲ δυνάμεις ἀγαθοποιοῦ αἰτίας· καὶ γὰρ διὰ τῶν εἰρημένων μετά νοια καὶ ἐπίγνωσις Θεοῦ, καὶ εὐσεβείας τοῖς πλείοσιν ἐγένετο πρόφασις, καὶ ἐν τοῖς προφήταις ἡ κακία παιδεία λέγεται. Ανάγνωθι τὸ κι' κεφάλαιον. [β] Παρ' αὐτῷ αἱ αἰτίαι. Αἰτία τοῦ ἐν τῷ ἀσελ γαίνειν κακοῦ ἡ ἐπιθυμία παρὰ λόγον κινηθείσα. Αλλ' αὐτὴ ἡ ἐπιθυμία δύναμις ἀγαθοποιὸς λογικοῖς μὲν πρὸς τὸ δι' αὐτῆς πρὸς τὸ ὄντως ἀνατείνεσθαι άγα θόν· ἀλόγοις δὲ πρὸς ὄρεξιν τῶν ἐπιτηδείων τῆς οἰ κείας διαμονής. [γ] Εἰ δὲ τὸ κακὸν ἀἴδιον. Ταῦτα κατὰ Μανι χείων ἔλεγχος, καὶ τῆς δόξης αὐτῶν ἀνατροπή. Εἰ γὰρ καὶ μήπω ἡ αἵρεσις, ἀλλὰ προφυλακτικῶς ἐνεπνεύσθη τὰ τὴν πλάνην αὐτῶν ἀνατρέποντα. Ἴσως δὲ καὶ πρός τινας τῶν ἔξωθεν δόξας τὰ τοιαῦτα. [δ] Πᾶν τὸ κατὰ φύσιν. Τουτέστιν οὐκ ἄτακτοι τῶν φύσεων οἱ λόγοι· ἕπεται δὲ τῷ κατὰ φύσιν τὸ ὡρισμένον· ὅρος γάρ ἐστι καὶ ὁ ἑρμηνευτικός λόγος τῆς ουσίας τῶν πραγμάτων, καὶ τὸ τί ἦν εἶναι δηλῶν, τοῦ τί ἦν εἶναι τῷ τί ἐστιν ἴσα δυναμένου. Πᾶν οὖν τὸ κατὰ φύσιν ἐξ αἰτίας ὡρισμένης ἐστὶ, δι᾿ ἣν αἰτίαν γίνεται τὸ γενόμενον. Εἰ οὖν τὸ κακὸν, ἀναίτιόν ἐστιν, οὐ γὰρ διά τι γέγονεν, εἰκότως καὶ ἐν ἀοριστία· οὐ γάρ ἐστι αὐτοῦ λόγος, τὸ τί ἦν εἶναι ἑρμηνεύων, ἐξ ἀνάγκης, οὐδὲ κατὰ φύσιν. Εἰ οὖν παρὰ φύσιν, ούχ ἕξει ἐν τῇ φύσει λόγος '', ὡς οὔτε ἐν τῇ τέχνῃ ἡ ἀτεχνία. [ε] Εἰ μὲν φύσει. Εἰ μὴ κατὰ στέρησιν μερική, ΧΧΙΧ. τί ἦν εἶναι τί ἐστιν. τι λόγον.
col. 303–304page 60 of 115
PG 4:303τοῦ ἀγαθοῦ καχύνεται ψυχή, Εξωθεν τῆς οὐσίας αὐ Ἔκγονα τῆς, ἀλλ᾽ ἀλλοτρίου τινὸς ἐπισυμβαίνοντος, ἔσται τῆς οὐσίας αὐτῆς ἡ στέρησις τοῦ ἀγαθοῦ, καὶ ἔσται οὐσιῶδες αὐτῇ τὸ κακόν· καὶ πῶς ἔσται ψυχή; οὔτε γὰρ ἔσται ζῶσα· οὐ γὰρ ἕξει ζωήν· ἀγαθὸν δὲ ζωή. Εξ δὲ ψυχή ἐστι, μετέχει τοῦ ἀγαθοῦ, τουτέστι ζωῆς· οὐ σιῶδες οὖν ἕξει τὸ ἀγαθὸν, καὶ οὐ τὸ κακόν· διὸ καὶ ἀγαθοειδής λέγεται. Ασθενείᾳ δὲ τῇ περὶ τὰ οἰκεῖα, κατὰ φύσιν ἐνεργεῖν καχύνεται, ὡς ἀσθενὴς καὶ εὐχί νητος οὖσα πρὸς τὰ πάθη. Ασθένεια δὲ ψυχῆς οὐχ ὡς ἐπὶ σωμάτων παχύτης ή ισχνότης εἰς τὴν οὐσίαν αὐτῆς, ἀλλ᾽ ἐπὶ τὰ ὑλικὰ καὶ πρόσκαιρα ἔκδοσις ὅθεν καὶ πλημμελῶς λοιπὸν κινεῖται. Εκγονα δὲ ταύ της ἐνταῦθα τὰ ποιήματα λέγει. Σημείωσαι δὲ ὅτι ἡ ἐνέργεια τῆς ψυχῆς οὐκ ἔχει τὸ ἀμετάβλητον, ὡς συμ βαίνουσα καὶ ἀποσυμβαίνουσα. Εἰ δὲ ταῖς ἐνεργείαις. "Ινα ᾗ ὁ νοῦς ἐν συντόμῳ οὕτως· ὅτι ἡ φύσις τῆς ψυχῆς ἀγαθὴ, ἐπειδὴ ἐκ τοῦ ἀγαθοῦ παρήχθη, καὶ αἱ ἐνέργειαι αὐτῆς ἀγαθαι· ὁρῶ μεν γὰρ τοὺς ἀγαθοὺς ἄνδρας ἐνεργοῦντας τὰ οἰκεῖα ἐκ παρατροπῆς δὲ καὶ ἐλλείψεως τοῦ ἀγαθοῦ παρεισδύνει τὸ κακόν. Οὐκοῦν οὐκ ἐν φύσει, οὐδὲ ἐνούστον τὸ κακόν. 8 ΧΧΧΙΙ. [] Βὶ τῷ ἀγαθῷ τὸ κακόν. Τῷ ἑνὶ εναντία τὰ πολλά· οὐκοῦν εἰ τῷ ἑνὶ καὶ ἀγαθῷ αἰτί, ἐναντίον τὰ πολλὰ, αἴτια πολλὰ τῷ κακῷ· καὶ, εἰ τῶν κατὰ φύσιν, ὡς ἄνω ἔφην, λόγοι καὶ δυνάμεις εἰσὶ τὰ ποιητικά, τῶν παρὰ φύσιν ποιητικὰ αἱ πλημμελεῖς τῶν κατὰ φύσιν κινήσεις ἐξ ἀσθενείας καὶ ἀδυναμίας συμβαίνουσαι· δι' ὧν καὶ παρυφίσταται τὸ και χόν. Ποιεῖ δὲ κακὰ ἔσθ' ὅτε καὶ μίξις τῶν ἀνομοίων ασύμμετρος, ὅταν ἢ τὸ θερμὸν ἢ τὸ ψυχρόν, ἢ τὸ ξη ρόν, ἢ τὸ ὑγρὸν πλέον τῶν ἄλλων κρατήσῃ· ὅθεν καὶ νόσοι πολλάκις. Πῶς δὲ συσταίη κακόν, τῶν γενομένων ἁπάντων, ὡς ἐποιήθησαν, μενόντων; ταῦτα μὲν γὰρ ἐκ κινήσεως βουλήματι Θεοῦ παρήχθη, καὶ ἀκίνητα ἐν τοῖς ἰδίοις όροις μένει ἑστῶτα καὶ πεπερασμένα ἐν τῷ Θεῷ· τὸ δὲ τούτων ἐναντίον, τὸ αὐτόκακον, ἄστατον, καὶ πέρας οὐκ ἔχον οὔτε ώρισμένον, ὧν οὐδὲν ἐν τῇ δημιουργίᾳ ὁρῶμεν. Πῶς οὖν ἐνυπόστατον τὸ κακόν; [] Λόγοι καὶ δυνάμεις. Τουτέστιν οὐ κατὰ λό γον ἀναγκαῖον τῇ φύσει, ἢ τινὰ οὐσιώδη ιδιότητα ταῦτα λογίζεσθαι χρή. Μίξιν δὲ τῶν ἀνομοίων οἶμαι νοῆσαι τὴν τῶν φυσικῶν δυνάμεων ἐπὶ τὰ μὴ προσήκοντα κίνησιν, ὅπερ ἡ ἀμετρία ποιεῖ, μὴ λόγῳ κρα τουμένων τῶν κινήσεων εἴσω μένειν τῶν ὅρων, ἐφ' οἷς καὶ γεγόνασι. Πάντων καὶ τῶν κακῶν. Ὅτι πάντων καὶ τῶν κακῶν ἀρχὴ καὶ τέλος ἐστὶ τὸ ἀγαθὸν, ἐπειδὴ καὶ πᾶν ποιοῦντες “', ἀγαθὸν ποιεῖν νομίζομεν· καὶ ὅτι ὑπόστασιν οὐκ ἔχει τὸ κακὸν, ἀλλὰ παρυπόστασιν, 14 κακὸν ποιοῦντες.
col. 305–306page 61 of 115
PG 4:305τοῦ ἀγαθοῦ ἔνεκα, καὶ οὐχ ἑαυτοῦ γινόμενον. Τοῦτο; δὲ καὶ ἀνωτέρω εἰρήκαμεν, ὅτι οὐ πρὸς τὸ κακὸν ὁρῶντες τοῦτο πράττομεν, ἀλλὰ δοκοῦντες ἀγαθὸν ποιεῖν, εἰ καὶ ἡ ἔκβασις τοὐναντίον δείκνυσιν. *Οτι τοῦ ἀγαθοῦ ἕνεκα. Ο εἶπε καὶ ἐν τῷ πρὸ τούτου κεφαλαίῳ διὰ τὸ ἀγαθὸν, ἐπειδὴ νομίζομεν δ ποιοῦμεν ἀγαθόν. Τῷ ὄντι δὲ οὐκ ὀρθόν. Εφιέμενοι γὰρ κατὰ φύ σιν καὶ δύναμιν τοῦ ἀγαθοῦ ἐκτικὴν, πράττομεν ἔσθε ὅτε ἀγνοοῦντες τὸ κακὸν, ὁ ἡμῖν μὲν νομίζεται και λόν, τῇ δὲ ἀληθείᾳ ἐστὶ κακόν· τί γάρ; ὅτι, τιμω ροῦντες τῷ ἠδικημένῳ, φονεύομεν ἔσθ' ὅτε τὸν ἀδι κήσαντα μὴ ἄξιον ὄντα θανάτου. Οὕτω νόει, καὶ οὐ σφάλλη. Στέρησις ἄρα ἐστί, θαυμασίως ἔδειξεν ἀνυπόστα τον τὸ κακὸν, στέρησιν ἀποδείξας τῶν ἐν τάξει καὶ ἡ φύσει. Ἡ δὲ στέρησις οὐκ αὐτοῦπόστασις, ὡς προέ φημεν, ἀλλὰ τὸ πεφυκὸς καὶ ἐπιβάλλον παρεῖναι μὴ παρόν· ὅθεν καὶ ἁμαρτίαν, τουτέστιν ἀτευξίαν καὶ ἀπόπτωσίν τινα τοῦ προσήκοντος, αὐτὸ τὸ τῆς στε ρήσεως καλεῖ, καὶ ἄσκοπον, ἀντὶ τοῦ, παρὰ τὸν σκου πὸν βάλλον, ἐκ μεταφορᾶς τῶν τοξευόντων· ὥσπερ γὰρ ἐκεῖνοι, ἐπιτυγχάνοντες τοῦ σκοπού, τουτέστι τοῦ σημείου ἐφ' ὅ τοξεύουσιν, δ δὴ καὶ σκοπὸς λέγε ται, καλῶς προΐασιν· οὕτως οἱ ἔξω τοῦ σκοποῦ του ξεύοντες ἁμαρτάνουσι 18 τοῦ προσήκοντος. Καὶ ἁμαρτία. Τὸ ἁμαρτία μὴ νήσῃς τὴν γενομέ τὴν ἐν ἡμῖν, οἷον μοιχείαν, ἢ ἀδικίαν, ἢ ἄλλο τι τοιοῦτον· ἀλλ' ὅ λέγει, τοιοῦτόν ἐστι· Τοῦ ἀγαθοῦ καὶ τῆς κατὰ φύσιν κινήσεως ήτοι τάξεως ἀποτυγχάνοντες, φερόμεθα εἰς τὴν παρὰ φύσιν ἄλογον, καὶ παντελῆ, καὶ ἀνούσιον ἀνυπαρξίαν· ὅθεν καὶ μηδαμῆ μηδὲν ἐν λέγει τὸ κακόν. οὐ πάντα πᾶσι. Θείως τὰς ὑποβάσεις τῶν ἐν τῇ δημιουργία διέσωσεν· ὁ μὲν γὰρ νοῦς, καθ᾽ ὅν οὐσίωνται οἱ θεῖοι νόες καὶ πάντη ἄϋλοι, ανώτερος ψυ χῆς ἐστιν. Ὁ οὖν ἄγγελος, ὁ παρὰ τὸν ἀγαθοειδή νοῦν κινηθείς, δαίμων ἀπέβη· ἡ δὲ ψυχή, καθὸ νοερά καὶ λογική, οὐ κατὰ λόγον ἐνεργοῦσα τὸν ὑποδε βηκότα νοῦν τὸν νοητόν, οὐκ ἐνεργεῖ τὰ οἰκεῖα· τὰ δὲ σώματα τὰ ὑποβεβηκότα τὸν νοερόν λόγον παρὰ φύσιν εὑρεθέντα, οὐκ ἔῤῥωνται εἰς τὰ ἑαυτῶν. Πῶς ὅλως τὰ κακά. Εἰ πρόνοια ἐν πᾶσι, οὐδαμοῦ φύσει τὸ κακόν. 8 ΧΧΧΙΙΙ. Ἀλλὰ καὶ τοῖς γινομένοις. Ότι καὶ τοῖς γινομένοις καὶ νομιζομένοις κακοῖς ἀγαθοπρεπῶς κέχρηται ὁ Θεὸς πρὸς διόρθωσιν ἢ ὠφέλειαν ἡμῶν ἢ ἑτέρων. Η ἄλλων ἢ ἰδικήν. Προς τοὺς λέγοντας, ὅτι ἐχρῆν ἡμᾶς καὶ ἄχοντας εἶναι ἀγαθούς. Οἱ χρῆναι φασι τὴν πρόνοιαν. Σημείωσαι πως ἐπιπλήττει τοῖς λέγουσι· Διὰ τί γὰρ μὴ ἐποίησεν ἡμᾶς ὁ Θεὸς οὕτως, ἵνα, κἂν θέλωμεν, μὴ ἁμαρτάνωμεν; τοῦτο γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ λέγειν· Διὰ διὰ τὸ ἀγαθόν, τίαν, σκοπός 1 οὕτως οἱ ἔξω τῆς ἀληθείας βάλλοντες, ἁμαρτάνουσι. λογικὴ κατὰ λόγων.

Chapter VCaput V

col. 307–308page 62 of 115
PG 4:307τί μὴ ἀνόητα καὶ ἄλογα ἡμᾶς ἐποίησε; τὸ γὰρ ἐξ τοὺς αὐτοκινήτους, τῶν αὐτοκινήτων. τῶν αὐτεξουσίων, ἢ τῆς γνώσεως. γνῶσιν νο θεαρχικῆς οὐσιαρχίας. Ουσιαρχίαν και 11, 47. ἀνάγκης ἡμᾶς ἄγεσθαι ἐπ' ἀρετὴν οὔτε αὐτοκράτορας τινας ἡμᾶς ἐδείκνυ τῶν καθ᾿ ἑαυτούς, οὔτε τὴν νοερὰν ἡμῶν φύσιν εἶναι συνεχώρει, τουτέστι τὴν νοεράν ψυχήν· ἄνελε γὰρ ἡμῶν τὸ αὐτεξούσιον, καὶ οὔτε εἰκὼν Θεοῦ ἐσόμεθα, οὔτε ψυχή λογική καὶ νοερά, καὶ τῷ ὄντι φθαρήσεται ἡ φύσις, οὐκ οὖσα ὅπερ ἔδει αὐτὴν εἶναι. Ὅπερ δέ φησιν,αυτοκινήτων, ἀντὶ τοῦ αὐτεξουσίων, καὶ αὐτοκρατόρων εἰρῆσθαι νοητέον· οὐ γὰρ τῶν ἑαυτοὺς κινούντων, οἷον ἐμψύ χων, πρὸς ἀντιδιαστολὴν τῶν ἀκινήτων, ὡς οίκων καὶ ὁρῶν· ἢ ἑτεροκινήτων, ὡς λίθων καὶ ξύλων. Περὶ γὰρ ἀρετῆς διαλεγόμενος τοὺς αὐτοκινήτους παρέλαβεν, ὧν φησι πρόσφορον τὴν πρόνοιαν, οἷον τὴν διὰ νόμου καὶ προφητῶν, τὴν διὰ τῶν εὐεργεσιῶν, ὡς καὶ ὁ Ἀπόστολος δηλοί, δημηγορῶν παρ' Αθηναίοις. Ακοντας ἡμᾶς. Καλῶς ἀνέτρεψε τον λόγον τῶν λεγόντων, ὅτι ἐχρῆν ἡμᾶς καὶ ἄκοντας καὶ ἐξ ἀνάγ κης είναι καλούς· τοῦτο γὰρ φθορὰ ἦν ἡμῶν τῆς οὐσίας· ἀνῄρητο γὰρ ἂν τὸ αὐτεξούσιον. Των αυτοκινήτων. Αντὶ τοῦ τῶν αὐτεξουσίων, ὡς ἡ παρακειμένη δηλοί παραγραφή. § Καὶ ἀλλοίωσις. Σημείωσαι ὅτι καὶ τὰ ἀσώματα καὶ τὰ ἄϋλα ἀλλοιοῦται, μὴ μένοντα ἐν τῇ τοῦ ἀγαθοῦ ὁλοτελῶς ταυτότητι· τὸ μὲν γὰρ ἀγα θὸν ταὐτὸν, ὡς ἀεὶ ἑστὼς καὶ βέβαιον· τὸ δὲ τρεπ μενον οὐ ταὐτόν. Ἐν γνώσει δὲ ἁμαρτάνοντας. "Ορα πῶς ἐρ μηνεύει τό· Οὐαὶ τοῖς ἐν γνώσει ἁμαρτάνουσι, καὶ τό Ο δοῦλος ὁ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ποιῶν αὐτό, δαρήσεται πολλάς. Η τῆς γνώσεως. Γνωσίν φησιν ἴσω; τὴν ἐν δι δασκαλίας προσγινομένην, ἦν καὶ λήθη πολλάκις δύ ναται ἀμαυρῶσαι, ἦν καὶ ἀνωτέρω φησὶν ἐξ ἀκοῆς ἐγγίνεσθαι· ἄληστον δὲ τὴν γνῶσιν οἰητέον τὴν ἐκ φυσικῆς θεωρίας ἢ ἐλλάμψεως ἀδιδάκτως προσγινομένην. ᾿Αλλὰ ταῦτα μὲν ἡμῖν. Σημείωσαι, ὅτι καὶ ἄλλο ἐστὶν αὐτοῦ σύνταγμα περὶ δικαίου καὶ θείου δικαιωτηρίου σημείωσαι δὲ, καὶ ὅτι εἴκοσι καὶ τρεῖς συλ λογισμοὺς ἔχει τὸ κεφάλαιον τοῦτο, ἀποδεικνύντας, ὅτι οὐκ ἔστιν ἂν τὸ κακόν. ΕΙΣ ΤΟ ΚΕΦΑΑ. Ε'. § 1. Οὐ τὴν ὑπερούσιον. Εν ὠνόμασαν τὸν Θεὸν οἱ πάλαι οὐχ ὡς ἀριθμῶν ἀρχὴν, ἀλλὰ διὰ τὸ πάντων ἐξῃρῆσθαι, καὶ μηδὲν ἔχειν συναριθμούμενον τῶν μετ' αὐτὸν, ἀλλὰ καὶ διὰ τὸ ἀσύνθετον καὶ ἁπλοῦν οὐ τοῦτο δὲ παρίστησι, τίς ἡ οὐσία τοῦ Θεοῦ· κυρίως γὰρ οὐσία ἐπὶ Θεοῦ οὐκ ἂν λέγοιτο· ἔστι γὰρ ὑπερ ούσιος. Θεαρχικῆς ουσιαρχίας. Ουσιαρχίαν φησὶ τὴν πάσης ἀρχὴν οὐσίας καὶ αἰτίαν· αὐτὴ γὰρ ἡ Θεότης
col. 309–310page 63 of 115
PG 4:309ὑπὲρ πᾶσαν οὐσίαν. Πρόοδον δὲ τὴν θείαν ἐνέργειαν λέγει, ἥτις πᾶσαν οὐσίαν παρήγαγε. Καὶ γὰρ ἡ τἀγαθοῦ θεωνυμία. Πῶς ἀγαθὸς λέ γεται ὁ Θεός. Ορα δὲ πῶς φησι τὸ ἀγαθὸν, ἤτοι τὴν αὐτοῦ θεωνυμίαν, ἐκτείνεσθαι εἰς τὰ ὄντα πάντα, καὶ εἰς τὰ οὐκ ὄντα εἶναι· τὸ δὲ ἐν ὑπὲρ τὰ ὄντα εἶναι, καὶ ὑπερεκτείνεσθαι αὐτό· τὴν δὲ ζωὴν ὑπὲρ τὰ ζῶντα εἶναι· καὶ τὴν σοφίαν ὑπὲρ τὰ νοερὰ καὶ λογικὰ καὶ αἰσθητικὰ ἐκτείνεσθαι, ὡς εἶναι δῆλον, ὅτι τὸ ἀγαθὸν, τουτέστιν ὁ Θεὸς, καὶ τοῦ ὄντος, καὶ ζωῆς, καὶ σοφίας αἴτιον· τὸ δὲ ὄν, ζωῆς καὶ σοφίας αἴτιον, τοῖς οὖσι νόει ἀκολούθως [τοῖς λοιποῖς]. Καὶ εἰς τὰ οὐκ ὄντα ἐκτείνεται. Καὶ εἰς τὰ οὐκ ὄντα ἐκτείνεται τὸ ἀγαθόν, ὡς εἰς τὸ εἶναι καλοῦν αὐτά· ἢ καὶ κατὰ τὸ εἰρημένον αὐτῷ τῷ Πατρὶ, ὅτι καὶ αὐτὸ τὸ μὴ ὂν καλὸν, ὅταν ἐν Θεῷ διὰ τὸ ὑπερ ούσιον θεωρῆται. Οντα δὲ τὰ οὐκ ὄντα υλικά φησιν, ὡς πολλάκις ἐδηλώσαμεν ἄνω· ἢ οὕτως, ἐπειδὴ οὐ περιγράφεται τόπῳ ὁ Θεὸς, εἰκότως φησὶ καὶ ὑπὲρ τὰ οὐκ ὄντα αὐτὸν εἶναι, ἵνα δείξῃ τὸ ἀπερίγραπτον αὐτοῦ. Πρόοδον Καὶ ὑπὲρ τὰ ζῶντα. Επισημήνασθαι χρὴ, πῶς, ὅταν μὲν περὶ ἀγγέλων φησὶ καὶ ἀνθρώπων, τοὺς ἀγγέλους νοητά φησι· τὰς δὲ ἡμετέρας ψυχάς νοεράς, ὡς πολλάκις ἀνωτέρω παρεστήσαμεν, καὶ τὰς ἑρμη νείας ἐκθέμενοι τοῦ νοητοῦ καὶ νοεροῦ. Νῦν δ' ἐπειδὴ – περὶ τοῦ Θεοῦ πρῶτόν φησιν, εἰκότως καὶ τοὺς ἀγ γέλους μεθ᾿ ἡμῶν νοερούς φησιν, ἅτε καὶ αὐτοὺς διὰ τοῦ νοεῖν τὸν Θεὸν, ὅσον οἷόν τε, τρεφομένους τῇ νοήσει, τῷ ἐπεστράφθαι ἐπὶ τὴν θείαν σοφίαν, ὡς καὶ αἱ ἀνθρώπιναι ψυχαί· καὶ τὰ αἰσθητικὰ δὲ, τουτέστι τὰ ἄλογα. Εμψυχα δὲ ὅμως πάντα σοφίας μετέχουσι θείας, καὶ ἐν ταῖς φυσικαῖς αὐτῶν ὁρμαῖς, ὡς καὶ ὁ θεῖος Βασίλειος ἐν τῇ Εξαημέρῳ δείκνυσι, καὶ αὐτὸ δὲ τὸ ἐν σοφίᾳ γενέσθαι πάντα κατὰ τὸ εἰρη μένον· Πάντα ἐν σοφίᾳ ἐποίησας. Ἡ δὲ σοφία ἐστ τὶν ὁ Υἱὸς ὁ ὤν· πάντα οὖν ἐν τῷ Υἱῷ τῷ ὄντι ἐγένοντο, φησίν. § ΙΙ. Εκφαντορικάς. Εκφαντορικάς φησι τὰς ἐκφαινούσας ήτοι περιστάσας. Τῆς ὑπὲρ πᾶσαν ἀγαθότητα. Σημείωσαν ότι καλῶς λέγομεν, ὅτι ἐστὶν ὑπὲρ πᾶσαν ἀγαθότητα καὶ θεότητα· ὑποβεβηκυίας οὖν θεότητας νόησον ἀγγέ λων καὶ ἀνθρώπων δικαίων. Ἐν ἀποκρύφοις. Ὡς τό· Εθετο σκότος ἀπο κρυφὴν αὐτοῦ· καὶ πάλιν· Ἐν ἀποκρύφῳ καται είδος. "Οντα νοεράς του νοητοῦ εἰ νοερού νοερούς, τὰ αἰσθητικὰ, ἐκφαντορικάς. Ἐκφαντορικάς 10 τὰ αὐτά.
col. 311–312page 64 of 115
PG 4:311Ὁλικωτέρας τοῦ ὄντος ν' ἀμοούσιον. Καὶ αἰσθήσεως μετειληφότων. Ἐπειδὴ πρὸ μι κροῦ ἔδοξέ πως ὑπόβασιν λέγειν τὸ ἀγαθὸν, εἰπὼν τοῦ ὄντος αἴτιον, καὶ οὕτω καθεξῆς, ἵνα μὴ οἱ ᾽ ἀσυνέτως ἀναγινώσκοντες εύρωσι μέμψεως αφορμήν, φησίν· Οὐκ ἄλλο δὲ εἶναι τὸ ἀγαθὸν, καὶ ἄλλο τὸ δν· καὶ αὖ πάλιν, ἄλλο τὴν ζωήν, ἢ τὴν σοφίαν· ἐν γὰρ εἶναι τῶν ἁπάντων αἴτιον, καὶ οὐ πολλὰ, καὶ μίαν εἰκότως θεότητα πάντα παράγουσαν, τὴν ἁγίαν καὶ μακαρίαν " Τριάδα, καὶ μὴ πολλές θεότητας δημιουργούς· τοῦτο δὲ οὐ περιττῶς εἶπεν, ἀλλὰ καθ απτόμενος τῶν παρ' Ἕλλησι σοφῶν, καὶ τῶν ἀπὸ Σίμωνος αἱρετικῶν, οἳ κοσμοποιούς φασι θεούς, καθόσον ὑποβεβήκασι, τοσοῦτον καὶ τὰ ἀσθενέστερα τῶν κτισμάτων παράγοντας, έως καὶ τῆς τῶν ἁπάν των ὑποστάθμης, ώς φασι, τουτέστι τῆς ὕλης. Καὶ τὴν μὲν εἶναι. Τὴν τοῦ ἀγαθοῦ ἐπωνυμίαν παντελούς προνοίας δεκτικὴν εἶναί φησι· τὰς δὲ λοι πάς, μερικάς, οἷον ζωὴν καὶ σοφίαν, καὶ λόγον· καὶ πάντα μὲν γὰρ τὰ ὄντα δι' ἀγαθότητα Θεοῦ παρήχθη πρὸς ὕπαρξιν, καὶ εἰσιν ἀγαθὰ, ἤτοι καλὰ λίαν· οὐ πάντα δὲ ζωῆς ἢ λόγου ή σοφίας μετέχουσι· διὸ τὰς τοιαύτας ἐπωνυμίας κατὰ ἀντιδιαστολὴν τῆς παντελοῦς τέθεικεν. Ολικωτέρας δέ φησι τὰς ἐπὶ πλειόνων θεωρουμένας, οἷον ζωήν· φθάνει γὰρ ἐπὶ φυτών καὶ ζώων, λογικῶν τε καὶ ἀλόγων· σοφία δὲ καὶ λό γος μερικώτεραι· ἐπὶ μόνων γὰρ λογικῶν ὁρῶνται ταῦτα. Στε 8 ΙΙΙ. Καὶ τῆς ζωῆς τὴν σοφίαν. Ασαφέστερόν πως έγκειμένης τῆς ῥήσεως, οἶμαι τὸ λεγόμενον τοιοῦτόν τινα νοῦν ὑποφαίνειν· ὡς τινος ἐπαπορούντος καὶ λέγοντος· Διὰ τί, τοῦ ὀνόματος αὐτοῦ τοῦ ὄντος ὑπερέχοντος τῆς ζωῆς τὴν προσηγορίαν, καὶ πάλιν τοῦ ὀνόματος τῆς ζωῆς ὑπεραίροντος τὴν σοφίαν, καὶ τῆς τάξεως τοῦτο ἀπαιτούσης, ὡς καὶ αὐτὸς πρὸ βραχέως ἐδήλωσεν εἰπὼν, καὶ ὅν, καὶ ζωὴν, καὶ σο φίαν τὴν οὐσιοποιὸν, καὶ ζωοποιόν, καὶ σοφοδότιν αιτ τίαν τῶν οὐσίας, καὶ ζωῆς, καὶ νοῦ, καὶ λόγου μετα ειληφότων, καὶ αἰσθήσεως, οὐκέτι τὴν τάξιν ταύτην ὁρῶμεν ἐν τοῖς οὖσι; δέον γὰρ κατὰ τοὺς εἰρημένους ὑπὸ σοῦ βαθμούς, τὰ ὄντα πλέον τῶν ζώντων, καὶ τῶν αἰσθανομένων, καὶ τῶν νοερῶν, καὶ λογικῶν, τουτέστι τοῦ νοῦ καὶ λόγου μετειληφότων, πλησιάζειν Θεῷ· οὐκέτι μὲν οὕτως, ἐξ ἐναντίον δέ ἐστιν, οἷον οὐρανοῦ, καὶ ἄστρων, καὶ γῆς, καὶ ὕδατος, καὶ ἀέρος, καὶ τῶν ἐξ αὐτῶν πλησιαίτερα περὶ τὴν πρόνοιαν τοῦ Θεοῦ τὰ ζῶντα, εἰ καὶ τὴν φυτικὴν ζῶσι ζωήν, οἷα τὰ φυτὰ καὶ τὰ τοιαῦτα, καὶ τῶν ζώντων πλησιαίτερα τὰ αἰσθητικά, τουτέστι τὰ ἄλογα· τῶν γὰρ φυτῶν καὶ βοτανῶν τιμιώτερα ἐν ζωῇ τὰ ἄλογα, καθ' δ κἂν μόνον αἰσθάνωνται, τῶν φυτῶν μὴ αἰσθανομένων· τῶν δὲ αἰσθητικῶν ἐγγύτερα τῷ Θεῷ τὰ λογικά· τῶν δὲ λογικῶν οἱ νόες, τουτέστιν αἱ ὑπερ κόσμιοι δυνάμεις, ὡς ἡμῶν τῶν λογικῶν ἀνώτεραι, κατὰ τὸ ἄλλον καὶ νοερὸν ἐγγίζουσαι μᾶλλον ἡμῶν
col. 313–314page 65 of 115
PG 4:313τῷ Θεῷ· καίτοι ἔδει τὸ ἐναντίον τὰ ὄντα καὶ μειζόνων; δωρεῶν ἀπολαύοντα τοῦ Θεοῦ ὑπὲρ τὰ ἄλλα εἶναι, οἷον τὸν οὐρανὸν, τὰ ἄστρα καὶ τὰ τοιαῦτα. Καὶ αὕτη μὲν ἡ ἐπαπόρησις· λοιπὸν οὖν ἀποκρίνεται ὁ θεῖος Διονύσιος ἐκ τοῦ νοῦ, καὶ τοῦ λόγου, καὶ τῆς αἰσθήσεως καθ᾽ ὑπόβασιν καὶ τὰς προτιμήσεις τάττων οὕτως εὑρήσεις μετὰ μίαν σελίδα. Καίτοι ἔδει τὰ τῶν μειζόνων. Μείζονας δωρεάς φησι τὰς ἐπὶ πλεόνων θεωρουμένας, οἷον τὸ ὂν καὶ τὴν ζωήν· ἀλλὰ τὰ τούτων μόνον μετέχοντα οὐκ ἐν πρώτοις καὶ κρείττοσιν, ἀλλ' ἐν τοῖς ἥττοσιν ὁρῶν ται, ἐπειδὴ τὰ μὲν ὑπερέχοντα, καὶ τὰς τῶν ὑφει μένων ἔχουσιν ἰδιότητας τοῦ εἶναι, τοῦ ζῇν, καὶ κατὰ τοῦτο κρείττονα, εἰ καὶ διὰ μερικωτέρων ἐπωνυμιών σημαίνοντα· τὰ δὲ τῶν ὁλικωτέρων οὐ μετέχουσι τῆς τῶν κρειττόνων ἰδιότητος, τουτέστι σοφίας, καὶ λό του καὶ νοερότητος· καὶ κατὰ τοῦτο ἥττονα, ὡς ἡττόνων, ήγουν ολιγωτέρων δωρεῶν μετέχοντα, ὥστ περ οὖν τὰ ἕτερα, ὡς πλειόνων, καὶ κρείττονα καὶ Θεῷ πλησιαίτερα. Καὶ ζῶσιν ὑπὲρ τὰ ἄλλα. Ὅτι τὰ ὑπερκείμενα καὶ μᾶλλον Θεῷ πλησιάζοντα λέγεται πλέον ζῆν τῶν ὑποβεβηκότων, οἷον οἱ θεῖοι νόες ὑπὲρ ἡμᾶς ζῶσιν, ὡς μᾶλλον Θεῷ πλησιάζοντες. Πάλιν ἡμεῖς ὡς λογι κοὶ, τῶν ἀλόγων πλέον λεγόμεθα ζῇν· πάλιν τὰ ἄλογα, ὡς αἴσθησιν ἔχοντα, πλέον ζῇ τῶν φυτῶν, ὡς αἴσθησιν μὴ ἐχόντων, ἀλλὰ μόνην τὴν φυτικὴν ζωήν. § Ο ὢν ὅλου τοῦ εἶναι. Τὸ ὄν, ἐπὶ τοῦ Θεοῦ λεγόμενον, ὅλου συλλήβδην τοῦ εἶναι ὑπέρεστι· τοῦτο γάρ φησιν ὑπερούσιον, ἀντὶ τοῦ ὑπὲρ τὸ ἐν γενέσει ἄν· τὸ γὰρ ἂν οὐσία· ἀπὸ γὰρ τοῦ εἶναι τὸ όνομα παρήκται τῆς οὐσίας. Ὁ οὖν Θεός, ὡς καὶ τοῦ εἶναι ὑπερκείμενος (τὸ γὰρ εἶναι ἐξ αἰτίας τινὸς δηλοῖ εἰς τὸ εἶναι ἀχθῆναι), ἂν ὑπερουσίως νοείται· διὸ καὶ αἰὼν λέγεται εἶναι τῶν παρηγμένων ὑπ' αὐτοῦ αἰώνων· ὅπερ γὰρ μήτε ἦν, μήτε ἔσται, ἀλλ᾽ ἔστι μόνον, τοῦτο ἑστὼς ἔχον τὸ εἶναι, τὸ μὴ μεταβάλλειν εἰς τὸ ἔσται, μήτ' αὖ μεταβεβηκέναι ἀπὸ τοῦ [ἦν εἰς τὸ] ἔστι, τοῦτό ἐστιν αἰών· οὐ γὰρ μόνον τὰ ὄντα πάντα δεῖ παρεῖναι τῷ παντὶ καὶ ὅλῳ, ἀλλὰ καὶ τὸ μηδὲν τοῦ ποτὲ μὴ ὄντος· οὐδὲ γάρ τι προσ γέγονεν αὐτῷ, μὴ ὂν πρότερον. Αὕτη οὖν ἡ διάθεσις καὶ φύσις καλεῖτο ἂν, καὶ εἴη αιών· αἰών γὰρ ἀπὸ τοῦ ἀεὶ ὄντος εἴρηται. Εἴ τις οὖν οὕτω τὸν αἰῶνα λέ γον ζωὴν ἄπειρον, τῷ πᾶσαν ἤδη εἶναι, καὶ μηδὲν ἀναλίσκειν αὐτῆς τῷ παρεληλυθέναι, μηδ' αὖ μένειν, οὐκ ἂν εἴη πᾶσα· ἐγγὺς δὲ ἂν εἴη τοῦ ὁρίζεσθαι τί αἰών. Ἐκεῖνο γοῦν ἐστιν ἄπειρον, τὸ μὴ ἐπιλεἶπον καὶ τοῦτο κυρίως, ὅτι μηδὲν ἑαυτοῦ ἀναλίσκει· οὕτως οὖν ὁ Θεὸς καὶ αἰῶν, καὶ αἰῶνας ποιῶν. Αἰὼν τοίνυν ἐστὶν οὐ τὸ ὑποκείμενον, ἀλλὰ τὸ ἐξ αὐτοῦ τοῦ ὑπο κειμένου ἐκλάμπον· τὰ οὖν νοητὰ καὶ τὰ μὴ ὁρώμενα κατὰ τὸν ᾿Απόστολον αἰώνια· αἰώνιον δὲ οὐκ αὐ τός ἐστιν ὁ αἰῶν, ἀλλὰ τὸ αἰῶνος μετέχον, τουτέστι τῆς ἀδιαστάτου καὶ ἀπείρου ζωῆς. Ὡς οὖν καὶ τῶν αἰῶνος, τουτέστι τοῦ ἀεὶ ὄντος· μετεχόντων, καθ' ομοιότητα αἰώνων λεγομένων ποιητής ὁ Θεὸς, πεποιη αιών ἀεὶ ὄν τος
col. 315–316page 66 of 115
PG 4:315κέναι τοὺς αἰῶνας λέγεται ἀντὶ τοῦ τὰ νοητά, αἰών αὐτῶν ὤν, καὶ συνοχεύς· οὕτω καὶ χρόνος ὁ ἄχρονος λέγεται, ἅτε καὶ χρόνων αἴτιος· ὅπερ γὰρ ἐν τοῖς νοη τοῖς αἰῶν, τοῦτό ἐστιν ἐν τοῖς αἰσθητοῖς χρόνος. Ὥσπερ οὖν τὰ ὁρώμενα εἰκόνες εἰσὶ τῶν ἀοράτων και νοητῶν, καὶ αἰῶνα λέγομεν τὴν ἀτρεμῆ ἐκείνην καὶ ὁμοῦ πᾶσαν ζωὴν, καὶ ἄπειρον ἤδη καὶ ἀκλινῆ πάν τη, καὶ ἐν ἑνὶ, καὶ προεστῶσαν· οὕτω καὶ τὸν χρό νον, τότε μὲν ἐν τῷ ἀεὶ ὄντι ἀναπαύεσθαι, ἐκφανῆναι δὲ καθ' ὑπόβασιν, ὅτε καὶ ὕστερον φύσιν ὁρατὴν ἐχρῆν προελθεῖν. Τὴν οὖν εἰς τὰ αἰσθητὰ πρόοδον τῆς εἰς τὸ ταῦτα δημιουργεῖν ἀγαθότητος τοῦ Θεοῦ καλοῦ μεν χρόνον· οὐ γὰρ ἡ κίνησις τῶν εἰς μοίρας καὶ ὥρας καὶ νύχτας καὶ ἡμέρας διαστάσεων τοῦτο χρό νος, ἀλλ' ὁμώνυμον τῷ χρόνῳ· ὥσπερ γὰρ τὸ μετρούν και μετρούμενον ειώθαμεν ὁμωνύμως καλεῖν, οὕτω καὶ ἐνταῦθα· οἷον, ἐὰν τὸ ὑπὸ πήχεως μετρούμενον, εἴτε ἔδαφος, εἴτε τεῖχος, ἢ ἕτερον, πῆχυν λέγομεν. Δὲ γοῦν τῶν ἀστέρων φοραί, κατὰ τὸ εἰρημένον, Ἔστω σαν εἰς σημεῖα καὶ εἰς καιροὺς, καὶ εἰς ἐνιαυτούς, πρὸς διορισμὸν καὶ δήλωσιν ἡμῖν ἐναργή παρά Θεοῦ ἐγένοντο. Ὁ οὖν καὶ ταῦτα διατάξας, αὐτὸς ἂν εἴη υπεραιωνίως καὶ ἀχρόνως ταῦτα ὡς αἴτιος. τὰ ὄντα, 10 κατὰ ταῦτα. Καὶ οὔτε ἦν. Ὅτι οὔτε τὸ ἦν, οὔτε τὸ ἔστιν, οὔτε τὸ ἔσται κυρίως λέγεται ἐπὶ Θεοῦ· ὑπὲρ γάρ. ταῦτα ὁ Θεός. Λέγεται δὲ καὶ ταῦτα διὰ τὸ κατὰ πα σαν ἐπίνοιαν ὑπερουσίως αὐτὸν εἶναι. Οὔτε ἦν. Καλῶς εἶπεν, οὔτε ἦν· τὸ γὰρ ἦν δη λωτικόν ἐστι χρόνου. Εστι δὲ ὁ Θεὸς καὶ ὑπὲρ τὸ ἦν, τουτέστιν ὑπὲρ χρόνον. Ἐρεῖς οὖν· Καὶ πῶς κεῖται περὶ τοῦ Θεοῦ Λόγου· Ἐν ἀρχῇ ἦν ὁ Λόγος; Ιδού γὰρ ἐνταῦθα κεῖται τὸ ἦν· πολλάκις λέγομεν, ὅτι ἀρ χὴ καὶ αἰτία πάντων ὁ Πατήρ· διὰ τοῦτο οὖν, Ἐν ἀρ χῇ ἦν, φησὶν, ὁ Λόγος, ἐπειδὴ ὁ Υἱὸς ἐν τῷ Πατρί ἐστι. Καλῶς οὖν εἶπεν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος· τὸ δὲ ἔσται σαφές ἐστι. Τοῦτο γὰρ δηλοῖ, ὅτι νῦν οὐκ ἔστιν, ἀλλ᾽ ἔσται ποτὲ, ὅπερ ἐπὶ Θεοῦ λέγειν ἀνόσιον καὶ ἀπρόσφορον. Μᾶλλον δὲ, οὔτε ἐστί. Προσυπακουστέον καὶ ταῦτα 18 οἷς ἐπιλέγεται κυρίως τὸ ἐγένετο, καὶ τὰ σὺν αὐτῷ κείμενα· ἢ καὶ ἑτέρως νοητέον, ὡς ὑπερ πᾶσαν τοῦ εἶναι ἔννοιάν τε καὶ φαντασίαν ὑπάρχων. Διὰ δὲ τοῦ εἰπεῖν τὰ ὄντα τὸ ὅλως αὐτὰ πρὸς ὕπαρ ξιν ἀχθῆναι δηλοῖ. Τὸ δὲ καὶ αὐτὸ τὸ εἶναι τῶν ὄν των προσθείς, τὴν διαμονὴν αὐτῶν ἐσήμανε. § καὶ ἔστιν αὐτὸ καθ' αυτό. Ταῦτα οὐ δεῖ νο μίζειν περὶ τοῦ τῶν ἁπάντων αἰτίου λέγεσθαι, ἀλλὰ περὶ τῶν ἐξ αὐτοῦ δημιουργικῶς ὑποστάντων νοητῶν τε καὶ νοερῶν, καὶ αἰσθητῶν, καὶ λοιπῶν· καθὰ γὰρ προειρήκαμεν, ὁ Θεὸς πρὸ τοῦ εἶναι· καὶ γάρ ἐστε
col. 317–318page 67 of 115
PG 4:317προών· τὸ δὲ εἶναι οἷον ἔμφασιν ἔχει τινὰ προϋππροών όντος αἰτίου. Προὼν μὲν οὖν λέγεται ὁ Θεὸς, καὶ λοιπὸν λέγεται καὶ ὡν, ὡς ἀπάντων αἴτιος· εἶτα τὸ εἶναι τὰ πάντα ἐξ αὐτοῦ. Τὸ οὖν εἶναι κατ' επίνοιαν ἐκ μετοχῆς ὑπέστη τοῦ προεἶναι αὐτοῦ, οὐχ ὡς μετ ρισθέντος τοῦ Θεοῦ εἰς τὸ εἶναι καὶ προεἶναι, ἀλλὰ τὸ θέλημα αὐτοῦ τὸ παραγαγὸν εἰς τὸ εἶναι τὰ ὄντα, τοῦτο λέγεται εἶναι προϋποστὰν ἐν τῷ Θεῷ, καὶ τού του τοῦ θείου θελήματος εἰς τὸ εἶναι κτίσιν προορισθέντος, εἰκότως πρὸ τῶν ἄλλων, ὧν μετέχει τὰ ὄντα τοῦ Θεοῦ, πρεσβυτέρα τις ἀρχὴ ἡ τοῦ εἶναι, ἐπινοεῖται αὐτὸς ὁ Θεός· πρῶτον γάρ ἐστί τι, καὶ τότε ἐστι καὶ ζωή, καὶ σοφία. Οι γοῦν ἀόρατοι καὶ ἀνώτατοι νόες πρῶτον τοῦ εἶναι μετέσχον, καὶ οὕτω ζωῆς καὶ σοφίας. Ωσπερ γὰρ ἐφ' ἡμῶν πρώτη τις ὑπέστη ύλη, ἀφ᾿ ἧς ἐσμέν· οὕτω καὶ ἐπὶ τῶν ἀσωμάτων νοῶν, οἷονεὶ ὕλη, νοεῖται αὐτὸ τὸ ὂν ἑκάστου διὰ ζωῆς εἶδος, καὶ καθ᾽ ὅ οὐσίωται εἰς ζωὴν καὶ σοφίαν καὶ ὁμοιότητα. Ομοιότητα δὲ καὶ ἄνω διεξήλθομεν καὶ ταῦτα τητα, τὰς ἀναγωγούς ἐπὶ Θεὸν δυνάμεις, καθ᾽ ἂς ὁμοιοῦνται αὐτῷ προσεχεῖς αὐτῷ οὖσαι, καὶ τούτων καθ᾽ ὑπόβασιν μετέχουσι τὰ μετὰ ταῦτα πρῶτον καὶ αὐτὰ τοῦ εἶναι μετέχοντα. Αρχὰς δὲ τῶν ὄντων τὰς πρώτας ὑποστάσας ἐν τῇ κτίσει οὐσίας νόησον, ἀρ χὰς λεγομένας, οὐχ᾽ ὅτι ἐξ αὐτῶν τὰ ὄντα, ὡς ἀπὸ στοιχείων, ἀλλ' ὅτι, καθὰ εἴρηται, πρὸ τῶν μετ' αὐτ τὰς ἐδημιουργήθησαν· οἷον ἐπὶ μὲν τῶν νοητῶν ἀρχὴ κτίσεως θρόνοι, καὶ οὕτω τὰ ἑξῆς· ἐπὶ δὲ τῶν αἰσθη τῶν ἀρχὴ κτίσεως οὐρανὸς καὶ γῆ· Ἐν ἀρχῇ γὰρ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· τῶν γὰρ αἰσθητῶν πρωτόκτιστα ταῦτα. Εἶτα καὶ ἄλλως αἱ ἰδέαι καὶ τὰ παραδείγματα, ἅπερ εἰσὶ νοήσεις αὐτ τοτελεῖς ἀἴδιοι τοῦ ἀϊδίου Θεοῦ, καθὰ προέφημεν, ἐπινοοῦνται οἱονεὶ στοιχεῖα, καὶ ἀρχαί, καὶ ὕλη ἄϋλος καὶ ἀσώματος τῶν μετεχόντων καὶ αὐτῶν τῶν ἰδεῶν, οἷον τῶν παραχθεισῶν ἀσωμάτων τάξεων· ἡ γὰρ αὐτοζωὴ, καὶ αὐτοσοφία, καὶ αὐτάταξις, καὶ τἆλλα τὰ ἐν Θεῷ παραδείγματά εἰσιν, ὧν μετέχουσιν αἱ δη μιουργίας, ώς σημείου ήτοι κέντρου αἱ κατ᾽ εὐθεῖαν γραμμαὶ ἐπὶ τὸν κύκλον φερόμεναι. προών, Πάντων οὖν εἰκότως. Ἑαυτῷ ταύτην τὴν προσηγορίαν ἔθετο ὁ Θεὸς, εἰπών· Ἐγώ εἰμι ὁ ὤν· διὸ πρὸ τῶν ἄλλων, ὅσα περὶ αὐτοῦ λέγεται, οἷον ζωῆς, καὶ σοφίας, καὶ τῶν τοιούτων, εἰκότως ἀναγορεύεται. Τῷ δὲ εἰπεῖν προεῖναι καὶ ὑπερεῖναι, τὸ ἄναρχον καὶ πάντη ἀκατανόητον τοῦ εἶναι τὸν Θεὸν ὑφηγήσατο, ὃς καὶ τῷ προορισμῷ τῆς οἰκείας ἀῤῥήτου γνώσεως προϋπεστήσατο τὸ ὅλως εἶναι τὰ πάντα· τούτῳ γὰρ ἀθρόῳ 10 κατά πρώτην προσβολήν ἐπιβάλλει ὁ νοῦς τῷ εἶναι· εἶθ' οὕτω τὸ ὁπωσοῦν εἶναι αὐτὰ θεωρεῖ. Τὸ οὖν ἁπλῶς εἶναι, οὐ τὸ πῶς εἶναι ἐδήλωσεν, εἰπὼν καθ' αὐτὸ τὸ εἶναι, ὥσπερ ἑξῆς τὴν αὐτοζωὴν, τὴν αὐτοομοιότητα, καὶ τὰ σὺν αὐτοῖς εἰπὼν, τὸ ὅλως εξ τὸ τοῦτο γὰρ ἀθρόω προεἶναι καὶ ὑπερεῖναι,
col. 319–320page 68 of 115
PG 4:319ναι ζωὴν, καὶ ἁπλῶς τὸ ζῆν, οὐχὶ δὲ τὴν τοιάνδε ζωὴν εἰσηγήσατο, καὶ τὰ ἄλλα δὲ ὁμοίως, τοῦτο πρῶτον κατηγοροῦνται τὸ εἶναι. Καὶ εἰ βούλει τῶν ζώντων. "Ωσπερ λόγῳ τινὶ ἐπὶ τῶν ποιοτήτων οἱονεὶ προϋπεισιν αἱ αὐτοποιότητες εἶτα συμβαίνουσαι ποιοῦσιν οὕτω· καὶ ταῦτα νόει, οἷον ἡ αὐτοσώματος λευκότης, ἐπιγενομένη σώματι, λευκαίνει τοῦτο· οὕτω καὶ͵ τὰ εἰρημένα ὧδε νόησον ἀναλόγως, ὅτι προϋπὼν ὁ Θεὸς, ἤτοι ἡ ζωή, ζωή πάντα τὰ αὐτοῦ μετέχοντα. Τὰς αὐτομετοχάς. Μετοχάς φησιν, ὧν τὰ ὄντα μετ έχουσιν, οἷον αὐτὸ τὸ εἶναι ἢ ζωή, ή σοφία, ἢ τάξις, καὶ τὰ λοιπὰ, αἵτινες μετοχαὶ θεῖαι τυγχάνουσι δωρεαὶ, ὃς καὶ ἀρχὰς τῶν ὄντων ἐκάλεσε. § Καὶ ἔστιν ἐξ αὐτῆς καὶ ἐν αὐτῇ. Οὕτω νοητέον· ἡ αὐτοῦπεραγαθότης, νοῦς οὖσα, καὶ ὅλη ενέργεια, εἰς ἑαυτὴν ἑστραμμένη, ἐνεργείᾳ ἐστὶν, οὐ δυνάμει, πρότερον οὖσα ἀφροσύνη, εἶτα νοῦς ἐνεργεία γινομένη· ὅθεν καί ἐστι νοῦς μόνον καθαρός, οὐκ ἐπείσακτον ἔχων τὸ φρονεῖν, ἀλλὰ παρ' ἑαυτοῦ πάνω τως νοεῖ. Εἰ γὰρ ἡ μὲν οὐσία αὐτοῦ ἄλλη ἐστὶν, ἃ δὲ νοεῖ ἕτερα αὐτοῦ, αὐτὸς ἀνόητος ἔσται, ήγουν ἡ ούτ σία αὐτοῦ· εἴ τι δὲ ἔχει, παρ' ἑαυτοῦ ἔχει, οὐ παρ ἄλλου· εἰ δὲ παρ᾽ ἑαυτοῦ, καὶ ἐξ αὐτοῦ νοεῖ, αὐτός ἐστιν ἡ νοεῖ. Οὐκοῦν τοὺς ὤν, ὄντως νοεῖ τὰ ὄντα ὡς ὤν. Εἰ οὖν νοῶν ἑαυτὸν τὰ ὄντα νοεῖ, αὐτός ἐστι τὰ ὄντα· ἡ γὰρ ἐτέρωθι ὄντα αὐτὰ νοήσει, ἢ ἐν ἑαυτῷ, ὡς αὐτοῦ ὄντα· ἀλλαχοῦ μὲν ὄντα οὖν οὐ δυνατόν νοῆσαι· ποῦ γὰρ ὄντα ἐν αἰσθητοῖς; τὰ γὰρ αἰσθητὰ οὐκ εἰσὶν ὄντα, ἅτε τρεπτὰ ὄντα, καὶ γινόμενα, καὶ ἀπολλύμενα. Ἑαυτὸν οὖν ἄρα καὶ ἐν ἑαυτῷ νοεί. Ἐπειδὴ δὲ καὶ ποιητὴς τῶν ὄντων ἐστὶν ὁ Θεὸς, ἐν τῷ μήπω ὄντι νοήσει αὐτά· ἀλλ' αὐτὸς ἀρχέτυπος ἐστι τούτου τοῦ παντός· καὶ ἃ νοεῖ, οὐ τύπους λαμβάνων ἀφ' ἑτέρων, αὐτὸς ὢν τῶν ὄντων παράδειγμα· ὥστε οὔτε αὐτὸς ἐν τόπῳ, οὔτε τὰ ἐν αὐτῷ ὡς ἐν τόπῳ ἀλλ' ἔχει αὐτὰ ὡς ἑαυτὸν ἔχων, καὶ ἐνὼν αὐτοῖς, πάντων μὲν ὁμοῦ ὄντων, καὶ ἐν ἀμερεῖ ὄντων ἐν αὐ τῷ· διακεκριμένων δὲ, ἐν τῷ ἀμερεῖν ἀμερῶς. Αἱ τοίνυν νοήσεις αὐτοῦ εἰσι τὰ ὄντα· τὰ δὲ ὄντα εἰσὶ τὰ είδη. Νοήσεις δὲ οὐχ οὕτως ἀκουστέον, ὅτι, ἐπειδὴ τόδε ἐνόησεν, ἐγένετο τόδε, ἢ ἐστὶ τόδε· ταύτης γάρ τῆς νοήσεως προηγεῖσθαι δεῖ νοούμενόν τι, ἵνα αὐτὸ νοήσας ποιήσῃ· ἀλλὰ νοεῖ τὰ ὄντα, ἅτε ἑαυτὸν νοῦν, καὶ τοῖς ἐνοῦσι συναπτόμενος· αὐτὴ γὰρ αὐτῷ ἡ νόη σις γένεσις ἐστι τοῖς οὖσι. Τὸ οὖν ἐνὸν ἐν αὐτοῖς, τοῦτό ἐστι τὸ εἶδος, καὶ τοῦτό ἐστιν ἡ ἰδέα· αὐτὸς δὲ, νοῦς ὢν ὅλως, ὅλος ἐστὶν ἐπιστήμη· τὰ δὲ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ νόες εοικότες θεωρήμασι τῆς ἐπιστήμης. Εἰσὶ δὲ ὁμοῦ καὶ διακεκριμένα ἐν αὐτῷ, ὡς καὶ ἐν ψυχῇ ὁμοῦ πολλαὶ ἐπιστῆμα: οὖσαι, ἀσύγχυτοι μέσ νουσι, καὶ ἐνεργοῦσι ἔξω κατὰ μίαν, ὅταν δέῃ· καὶ πά σας ὁμοῦ τὰς δυνάμεις ἡ ψυχὴ ἐν ἑαυτῇ ἔχει, καθ' ἂς προνοεῖ τοῦ σώματος, καὶ ὅμως ἀσυγχύτως αὐτὰ; εν μέρει
col. 321–322page 69 of 115
PG 4:321κατά καιρὸν προβάλλει, τὴν μὲν φυσικὴν ἐνεργοῦσα περὶ τὸ σῶμα δύναμιν, καθ᾽ ἣν τρέφει τοῦτο, καὶ αὐτ ξει, καὶ πρὸς γένναν ἐπιτήδειον ποιεῖ· τὴν δὲ αἰσθητικὴν ἐνεργεῖ δύναμιν περὶ φλέβας καὶ ἀρτηρίας, καὶ τὴν σάρκα, καὶ τὰ νεῦρα· καθ᾽ ἣν δύναμιν τῶν αἰσθητῶν ἀντιλαμβανόμεθα· τὴν δὲ δοξαστικήν, καθ' ἣν κρίνει τὰ αἰσθητά· καὶ τὴν φανταστικὴν, καθ᾿ ἣν φαντάζεται τὰ αἰσθητά· ἀναζωγραφικὴν δὲ, καθ' ην ἀναπλάττει· καὶ μνημονευτικήν, καθ᾽ ἣν μέμνηται ὀρεκτικὴν δὲ, καθ᾽ ἣν ὀρέγεται, καὶ κινεῖ τὸ ζῶον κατὰ τόπον· καὶ εἰκαστικὴν, καὶ θυμοειδῆ, καὶ ἐπιθυμητικὴν. Ταύτας γὰρ ἔχει δυνάμεις σώματι χρω μένη ἐν τῷ ἀλόγῳ αὐτῆς μέρει. Μετὰ δὲ θάνατον δ νοῦς μόνος ἔσται ἐνεργῶν, τούτων ἀργουσῶν. Καὶ τὰ ὁπωσοῦν τῷ εἶναι. Ἐκ τῆς τοῦ Θεοῦ ὑπεραγαθότητός φησιν, ἥτις ἐστὶν αὐτὸ τὸ εἶναι αὐτ τοῦ τοῦ Θεοῦ, ἡ ὕπαρξις τῶν ὄντων, καὶ ἡ τούτων διαμονή. Ενιαίως φησίν, ήγουν κατὰ ἁπλῆν τινα καὶ περιεκτικὴν τῶν ὅλων αἰτίαν, καὶ ἄσχετον· οὐδενὶ γὰρ λόγῳ, ἢ νοήματι, καὶ πράγματι ἔχει τὸ θεῖον τὴν πρὸς τὰ ὄντα σχέσιν τε καὶ κοινωνίαν· ἀλλ᾽ ἔστι πάντη καὶ κατὰ πάντα υπερηρμένον, μόνῳ τῷ συνέ χειν καὶ προνοεῖσθαι τούτων ἐφαπτόμενον, ὡς ἄν τις εἴποι. Τὰ δὲ ἑξῆς ὑποδείγματα πιστωτικὰ τοῦ λόγου τοῦ εἶναι πάντα ἐκ Θεοῦ, ὡς αἰτίου τῆς τούτων ὑπάρ ξεως, ἄλλο παρὰ ταῦτα ὑπάρχοντος, καὶ ἐν ἑαυτῷ συνεστάναι ἄλλῳ παρὰ ταῦτα ὑπάρχοντι. Καὶ ἔχει πάντα ἀριθμόν. Ὁ γὰρ ἀριθμὸς ἐκ πολ λῶν μονάδων συντιθεμένων εἰς μέγεθος παραύξει· ἡ οὖν μονάς, ὡς αἰτία ἀριθμῶν, ἐνοειδώς τοὺς πάντας περιείληφεν ἀριθμούς· οὕτω καὶ τὸ κέντρον, ἤτοι σημεῖον, τὰς ἐπὶ τὸν κύκλον εὐθείας περιέχει. Καὶ ἐν κέντρῳ. Ταῦτα βεβαιωτικὰ τοῦ λόγου ὑποδείγματα. Σημείωσαι ὡς καὶ ἀπὸ τῶν γραμμικῶν τὰ περὶ Θεοῦ σαφηνίζει, κέντρῳ αὐτὸν παρεικάζων. Ενοειδώς ήνωμένας. Τὸ ἐνοειδῶς ἐνταῦθα τέτ Θεικεν ἀντὶ τοῦ ἁπλῶς καὶ ὁμοίως· οὐ γὰρ έτε ρο!ίως. ᾿Αλλὰ καὶ ἐν τῇ ὅλῃ τῶν ὅλων. Πρόδηλον ότι ἐν τῷ ὅλῳ τὰ μέρη· οὐκοῦν οἱ ἐν τοῖς καθ᾽ ἕκαστον τῶν ὄντων φυσικῶς θεωρούμενοι τῶν ἐνυπαρχουσῶν αὐτοῖς δυνάμεων ἢ κινήσεων λόγοι ἐν τῇ καθόλου λαμβανομένῃ φύσει θεωροῦνται, φησίν· οἷον οἱ τῆς Έξω φιλοσοφίας πάντα τὰ καθ' ἑαυτῶν ὑπάρχοντα καὶ ἐν ἄλλοις θεωρούμενα, & ἔμψυχά τε καὶ ἄψυχά φαμεν· ταῦτα πάντα ὑπὸ μίαν κατηγορίαν ήγαγον, εἰπόντες οὐσίαν, ἐν τῇ τοιαύτῃ φωνῇ περιλαμβάνονται καὶ τὰ τῆς καθ᾽ ἕκαστον οὐσίας ἰδιώματα, καὶ οἱ λόγοι ἀσύγχυτοι μένοντες· ἕτερος γὰρ τῶν ἐμψύχων, καὶ ἄλλος τῶν ἀψύχων ὁ λόγος· ὡσαύτως καὶ τῶν αἰ σθητικών, τουτέστι λογικῶν τε καὶ ἀλόγων, καίτοι κατὰ τὸν τῆς οὐσίας, ἤτοι τοῦ ἁπλῶς εἶναι συνηνωμένος λόγον. Τὸ δὲ ἐν ψυχῇ μονοειδώς είρηκε, ση μαίνων μίαν εἶναι τὴν ἐκ ψυχῆς ἐνδιδομένην ὅλῳ τῷ
col. 323–324page 70 of 115
PG 4:323σώματι ζωτικήν δύναμιν, ποικίλως ἐνεργοῦσαν ἐν τοῖς μέλεσιν. § Αρχὴ γάρ ἐστι τῶν ὄντων. Εἰ αἴτιόν ἐστι τὸ δι᾽ ὅ γίνεται τὸ γινόμενον, εἰκότως ἐν τῷ πάντων αἰτίῳ πάντα προϋφέστηκεν, ὡς ἐν ἰδέᾳ καὶ παραδείγματι, καθὰ προέφημεν ὁμοῦ καὶ ἑνοειδῶς, καὶ τὰ ἐναντία, ὡς ἐν τῷ Θεῷ εἴρηται ἐπιθεωρούμενα. Πῶς δὲ καὶ ἡνωμένως, καὶ ἐναντία ", οὕτω νοήσεις· τὸ κοσμηθὲν ἔχει τὸ εἶδος μεμερισμένον, ὡς ἐν τῷ κόσμῳ, ἀλλαχοῦ τὰ ἄστρα, καὶ ἀλλαχοῦ τὸν ἄνθρωπον· καὶ αὖθις ἄλλῃ τὸ πῦρ, καὶ ἄλλῃ τὸ ὕδωρ. Εναντία γὰρ ὄντα, ἐὰν ὁμοῦ γένωνται, συμφθείρονται· ἐν δὲ ταῖς νοήσεσι τοῦ Θεοῦ καὶ πάντα ὁμοῦ ἦσαν ὄντα καὶ ἀσυγχύτως, καὶ οὐκ ἐν τόπῳ· οὐ γὰρ σώματά εἰσιν, οὔτε ἐν σώματι, ἀλλ᾽ ἐν ἀϊδίοις νοήσεσιν, αϊτινές εἰσι παραδείγματα· ὅθεν καὶ πάντων ἀρχὴ ὁ Θεός· ἀρχὴ γάρ ἐστι πᾶν τὸ προϋφεστὼς τοῦ γινομένου· καὶ πρὸς τοῖς ἄλλοις, καὶ τάξις ἐστὶ τῶν ὡς τεταγμένων· τάξις δέ ἐστιν ἐργασία ὁμοιότητος πρὸς ἄλληλα πάντων τῶν ὄντων, καὶ συμμετρία γινο μένη αιτία κοινωνίας τῶν πρὸς ἄλληλα παντὸς τοῦ ὄντος, ἀλλὰ καὶ πᾶσα στάσις, καὶ πᾶσα κίνησίς ἐστι τῶν ὄντων ὁ Θεός. Διαφόρως δὲ ταύτας νοητέον καὶ ἐπὶ μὲν τῶν νοητῶν καὶ τῶν νοερῶν, ἡ φύσις, ἀρχὴ οὖσα κινήσεως καὶ στάσεως, ἤτοι ἠρεμίας, ταὐτὸν γάρ ἐστι, ἐνέργειαν δηλοῖ· ἥ τε γὰρ κίνησις ἡ εἰς διακονίας θείας καὶ διδασκαλίας τῶν ὑποβεβηκότων ενέργειά ἐστι ζωτική, ἥ τε ηρεμία καὶ στά σις αἰώνιος οὖσα καὶ ἄτρεπτος, τὰ οἰκεῖα ἐνεργεῖν δηλοῖ τοὺς νέας, καὶ τῶν θείων ἐμφορεῖσθαι. Ἐπὶ δὲ τῶν αἰσθητῶν ἡ φύσις ἀρχὴ οὖσα κινήσεως καὶ στά σεως, ήτοι ηρεμίας, τὴν μὲν κίνησιν δηλοῖ εἰς τὸ εἶναι παραγωγήν· τὴν δὲ στάσιν, ἤτοι ἠρεμίαν, τὴν διὰ τῆς φθορᾶς τοῦ εἶναι ἢ παῦσιν ἢ μεταβολήν. Λέγεται δὲ ταῦτα εἶναι ὁ Θεὸς, ὡς αἴτιος αὐτὸς ὑπάρχων ύπερ ουσίως. Κίνησις δὲ ἐπὶ Θεοῦ ἡ εἰς τὰ ἐξ αὐτοῦ καὶ δι' αὐτοῦ ἐν ἀγαθότητι προνοητική πρόοδος· στάσις δὲ τὸ ἀεὶ ὡσαύτως ἔχειν, καὶ ἀνεκφοιτήτως ἑαυτοῦ τὴν ἀνεπίγνωστον ἠρεμίαν καὶ ἀτρεμῆ ἀοχλησίαν κεκτῆσθαι. Σημειωτέον δὲ, ὅτι τὰς νοητὰς δυνάμεις αἰωνίας ἐκάλεσεν, ὡς αἰῶνος μετεχούσας. Ἡ δὲ τοῦ το λέγουσα Γραφή ἐστι· Τὰ γὰρ βλεπόμενα πρόσω καιρα· τὰ δὲ μὴ βλεπόμενα αἰώνια. Τὰ δ᾽ ἐν ἑτέροις ὑπάρχοντά εἰσιν οἷον ἁγιασμός, ἀθανασία, εὐζωΐα· ταῦτα γὰρ ἐν νοηταῖς καὶ νοεραῖς οὐσίαις τοιαῦτά εἰσι· κατ᾽ ἐπίνοιαν δὲ λέγονται ἐν τοῖς νοη τοῖς καὶ ἡμῖν, ὡς θεοὶ καὶ κύριοι καὶ δυνατοὶ ἰσχύτ ἄγγελοι κατὰ μέθεξιν καὶ ἄνθρωποι. οι τὸ δὲ ἐναντία. Πᾶς ὄρος, καὶ τὰ ἄλλα. Ὅσα τῷ εἶναι ὄντα εἰσὶ, ταῦτά φησιν ἐν ἑτέροις θεωρούμενα ὑπάρχειν, καὶ οὐ καθ' ἑαυτά· αἱ γὰρ οὐσίαι (ταῦτα γὰρ ἐκάλεσεν όντα), τῶν καθ᾿ ἑαυτά εἰσιν, ἄστινας χαρακτηρίζουσιν, ἀθανασία, σοφία, τάξις, ἁρμονία, καὶ τὰ σύν
col. 325–326page 71 of 115
PG 4:325αὐτοῖς, ἅπερ ἐν ἑτέροις ὑπάρχειν λέγονται· ὥσπερ καὶ τὰ κατ' αἴσθησιν περὶ τὰ σώματα δρώμενα οἷον χρώμα, σχῆμα, πηλικότης, καὶ τὰ ὅμοια, ἅπερ σω κάτων ἐκτὸς συνίστασθαι ἀδύνατον. Διεῖλε δὲ αὐτὰ ὁ Πατὴρ τῶν κατ' ἐπίνοιαν· ταῦτα δὲ εἶναί φαμεν τὰ τῇ νοήσει καταλαμβανόμενα, οἷον νόημα, λόγον, αἴσθησιν, καὶ τὰ τοιαῦτα· ἅτινα τῇ ἐπινοίς μόνη οἱονεὶ τῇ ἐπενθυμήσει γνωρίζομεν· ἢ καὶ κατ' ἐπίσ νοιαν λέγει τὰ νοητά, καὶ αἰσθήσει ὑποπίπτοντα μη δαμώς. § Α' νοηταὶ καὶ νοεραί. Σημείωσαι δὲ, ὅτι τὸ νοηταὶ ὡς πρὸς ἡμᾶς· τὸ δὲ νοεραὶ ὡς πρὸς τὸν Θεὸν νοεῖται. Καὶ τὸ εἶναι. Καὶ τὸ θεοειδῶς εἶναι. Καὶ τὰ ἄλλα πάντα. "Οτι αὐτὸς αἴτιος τοῦ εἶναι τὰ πάντα, καὶ πρὸ τοῦ εἶναι, ἅτε καὶ ἰδέα, ἤτοι παράδειγμα ὢν τοῦ εἶναι, ὡς ἐντεῦθεν δηλοῦται· το γὰρ αὐτὸ εἶναι, οὐκ αὐτό ἐστιν ὁ Θεὸς, διὰ τὸ εἶναι τὸν Θεὸν, ἀλλὰ διὰ τὸν Θεὸν, καὶ τὸ εἶναι ἐστί, καὶ λέγεται· διὸ ἐν τῷ Θεῷ ἐστι τὸ εἶναι, ὡς ἰδέα· οὐ μὴν ὁ Θεὸς, ἐν τῷ εἶναί ἐστι· πρὸ γὰρ τοῦ εἶναι ἦν ὅμως διὰ τὸ πάντων αἴτιος εἶναι, καὶ παραγωγούς δείκνυται, καὶ ἔξω πάντων ἐστὶν, ὡς αἴτιος πάντων, καὶ τοῖς τῶν πάντων γνωρίσμασι προσαγορεύεται, ὡς τὰ πάντα παραγαγών. Καὶ αὐτοῦ ἐστι τὸ εἶναι. Αὐτοῦ μὲν, ὡς ἐξ αὐ τοῦ ἐστι τὸ εἶναι· ἐν αὐτῷ δὲ τῷ συντηρεῖσθαι παρ' αὐτοῦ· οὐκ αὐτὸς δὲ τοῦ εἶναι, οὐδὲ ἐν τῷ εἶναι συν εχόμενος· ὑπὲρ γὰρ τὸ εἶναι ὁ ὑπερούσιος. Καὶ οὐκ αὐτὸς ἐν τῷ εἶναι. Προσυπακουστέον ἐν ἀμφοτέροις τὸ αἴτιον, τουτέστι τὸ εἶναι αὐτὸν ἔχει απ τιον, καὶ οὐχὶ αὐτὸς, ὡς ἐκ προηγουμένης 18 αἰτίας ἔχει τὸ εἶναι. Κατὰ πᾶσαν τῶν ὄντων ἐπίνοιαν. Ἡ τῶν ὄντων θεωρία, ἣν ἐνταῦθα ἐπίνοιαν ἐκάλεσε, πολλή τις οὖσα καὶ ποικίλη πάσῃ ἐπιβολῇ τοῦ νοῦ, προϋπαντῶσαν εὑρίσκει τοῦ αἰτίον τὴν ἔννοιαν, ήγουν τοῦ δημιουργοῦ· τὸ οὖν πολλαπλασιάζεσθαι δηλοῖ, τὸ ἐν τοῖς πολ λοῖς τὸν αὐτὸν αἴτιον θεωρεῖσθαι. ται Καὶ τὸ ἐστὶ, καὶ τὸ ἔσται. "Απερ ἐν τῷ πρὸ αὐ τοῦ ἀπέφησε, νῦν ἐπειπὼν τῷ Θεῷ ἀναγκαίως ἑαυτὸν Ερμηνεύων κατὰ τὴν τοῦ αἰτίου ἔννοιαν ταῦτα νοεῖν ὑποβάλλει. Τὸ μὲν οὖν ἐγένετο, καὶ γίνεται καὶ γε νήσεται, ἐπὶ μὲν τῶν κτισμάτων κυρίως κατηγορεί τὰ μὲν γὰρ ἅπαξ ἐγένετο, οἷον οὐρανὸς, ἄγγε λοι, ἥλιος, καὶ τὰ τοιαῦτα, ἐφ' ὧν χώραν οὐκ ἔχει τὸ γίνεται ", γενήσεται· τὸ δὲ παρὰ τοῦ Δαυίδ λεχθέν, Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, ἢ κατὰ τὸ συντηρεῖσθαι ληπτέον, καθὰ εἴρηται, Ο Πατήρ μου έως ἄρτι έργάζεται· ἢ κατὰ τὴν συνήθειαν τῆς Γραφῆς, ἐνηλλαγμένως την σημασίαν την χρονικών πολλάκις προαγούσης, καὶ ἀντὶ παρωχηκότος μέλλοντι κεχρημένης, καὶ τὸ ἔμπαλιν. Ἐπὶ τούτων μὲν οὖν νοηταί νοερα! ἐπίνοιαν * προβεβλημένης. 28 γίνεσθαι.
col. 327–328page 72 of 115
PG 4:327κυρίως τὸ ἐγένετο· γίνεται δὲ καὶ τὰ ἐν γενέσει καὶ φθορᾷ πάντα καὶ ὅσα κατὰ ἀντιπεριχώρησιν· οἷον ἡ νύξ, ἡ ἡμέρα, θέρος, καὶ ἔαρ, καὶ τὰ τοιαῦτα· γενή σεται δὲ μόνον, ἅτινα οὔπω γεγόνασιν ὅλως, προσδοκῶνται δὲ, οἷον ἡ τοῦ παντὸς μεταστοιχείωσις, καὶ τὰ σὺν αὐτῇ. Ὡς τούτων οὖν ἁπάντων αἴτιος ὁ Θεὸς ὑμνεῖται· οὐ γὰρ εἶπε, Ταῦτα ἐπ' αὐτοῦ κατηγορεῖται, ἀλλὰ κυρίως ὑμνεῖται. Τὸ δὲ ἦν καὶ τὰ σὺν αὐτῷ και τὰ πᾶσαν ἐπίνοιαν οὐκ ἄλλῳ τινὶ ἢ τῷ Θεῷ ἁρμόσει, ; διὰ τὸ πάσης ἀρχῆς ἀνώτερον ἐπ' αὐτοῦ θεωρεῖσθαι τὸ ἦν. Τὸ δὲ ἔστι καὶ τὸ ἔσται ὡς πάντη τὸ ἀναλλοίω τον, καὶ κατὰ πάντα ἀμετάβλητον ἔχοντος· διὸ καὶ ὑπερούσιος λέγεται [Διὸ καὶ πάντα αὐτοῦ καὶ ἅμα κατηγορεῖται. Κατὰ τὴν τοῦ αἰτίου ἔννοιαν πάνω κατηγορείσθαι, τα αὐτοῦ φησι τοῦ Θεοῦ λέγεσθαι, ἢ ἐπ' αὐτοῦ νοεί σθαι. Τὸ γὰρ κατηγορεῖσθαι κατὰ φιλοσόφους τοῦτο δηλοῖ. Αὐτὸς δὲ οὐδὲν τῶν πάντων ἐστὶν, ὧν ἐστιν απ τιος, διὰ τὸ εἶναι καὶ ὑπερεῖναι· διὸ καὶ αἱ ἀποφάσεις τοῦτο δηλοῦσιν, οἷον τὸ ἄμορφος, τὸ ἀκαλλὴς καὶ τὰ ὅμοια· τὸ δὲ πάντχημος καὶ πανείδεος τὸ παν τὸς εἴδους καὶ σχήματος αἴτιον αὐτὸν ὑπάρχειν δηλοί. Καθὸ καὶ τὰ ἑξῆς νοητέον.] Εἰς τὸ αὐτό. Πῶς ἀνω τέρω εἰπών, οὔτε ἦν, οὔτε ἐστὶν, οὔτε ἐγένετο, οὔτε γίνεται, οὔτε γενήσεται, ἐνταῦθά φησιν, ἐπ' αὐτοῦ καὶ τὸ ἐστὶ, καὶ τὸ ἔσται, καὶ τὸ ἐγένετο, καὶ τὸ γίνεται, καὶ γενήσεται, κυρίως ὑμνεῖται ἄρα ἐναντίως ἑαυτῷ λέγει ὁ ἅγιος Διονύσιος; μὴ γένοιτο. *Ανω μὲν γὰρ αὐτὸν δημιουργὸν εἶπε πάσης υπάρ ξεως, ὑποστάσεως, οὐσίας, φύσεως καὶ τοῦ χρόνου εικότως οὖν ἐπὶ αὐτοῦ τὸ ἦν ἔταξε, καὶ τὰ ἕτερα, ἵνα νοήσῃς ὅτι οὔτε ἀπὸ χρόνου, οὔτε ἐν χρόνῳ, ούτε με τὰ χρόνον ἤρξατο ὁ Θεὸς, ἀλλ' ὅτι καὶ αὐτοῦ τοῦ εἶ ; και ανώτερός ἐστι· Εν αὐτῷ, γὰρ εἶπε, τὸ εἶναι· ἐνταῦθα δὲ, ἐπειδὴ κατὰ πᾶσαν ἐπίνοιαν εἶπεν αὐτὸν πολλαπλασιάζεσθαι, δικαίως εἶπεν, ἐπ' αὐτοῦ καὶ τὸ ἦν, καὶ τὸ ἔσται, καὶ τὰ ἑξῆς· ἵνα οἷον καιρὸν, ἢ χρόνον ἐπινοήσῃς, ἐκεῖ τὸν Θεὸν εὑρήσεις καὶ ὑπὲρ τὰ ὄντα, καὶ προόντα, καὶ αὐτῶν τῶν ὄντων αἴτιον καὶ δη μιουργὸν, καὶ οὐδὲν ἐξ αὐτῶν ὄντα, ὥσπερ λέγομεν, ὅτι οὐδὲν τῶν ὄντων ἐστὶ, καὶ ἐν τοῖς πᾶσιν ἐστιν. Καὶ οὐδέν ἐστι τῶν πάντων. Πρὸς τὸ πάνσχημος τὸ ἄμορφος, διὰ τὸ ὑπὲρ ἀσωματίαν, καὶ ὑπὲρ ἀυλίαν [εἶναι], οὐ μεμορφωμένον πρός τι τῶν γνω των 10· πρὸς δὲ τὸ πανείδεος τὸ ἀκαλλής. Ακαλλ δὲ λέγει, ὡς καὶ τοῦ κάλλους ἐξ αὐτοῦ γεγονότος, αὐτοῦ δὲ καὶ ὑπὲρ κάλλος ὄντος. Αἱ δὲ χρήσεις· Κα είδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, καὶ τὰ ἑξῆς. Εἰ γὰρ ὁ καθ' ἡμᾶς ἥλιος. Κάτω ἐν τῷ τέλει τοῦ ἑξῆς λόγου, ἤτοι τοῦ ἔκτου κεφαλαίου, όπου το σημεῖον δείκνυσιν, ὅτι οὐδὲν ἀφ' ἑαυτοῦ ποιεῖ ὁ ἥλιος, ἀλλ᾽ ἐκ τῆς πάντων αἰτίας καὶ ἀρχῆς, ἥτις ἐστὶν ὁ οι εἴρηται. νοητών.
col. 329–330page 73 of 115
PG 4:329Θεός. Καλῶς δὲ ἀπέδειξεν ἐκ τοῦ ἡλίου τὸ περὶ Θεοῦ νοούμενον· ὥσπερ γὰρ αὐτὸς εἷς ἂν ὁ ἥλιος, πάντα τὰ αἰσθητα ζωογονεί, καὶ τρέφει, καὶ αὔξε, καὶ ἐναλλάττει, τουτέστιν ἀπὸ μικρῶν μεγάλα ποιεῖ, καὶ ἀπὸ σπόρου τὸ ἐξ αὐτοῦ φυόμενον βλαστόν ἢ δένδρον, καὶ ἐν πᾶσι τοῖς ὁρωμένοις ἐστὶ, μηδὲν ἐξ αὐτῶν ὑπάρχων· οὕτω καὶ ὁ Θεὸς καὶ αὐτοῦ τοῦ ἡλίου, καὶ πάντων τῶν αἰσθητῶν καὶ τῶν νοητῶν, καὶ τῶν νοερῶν, ὧν αἴτιος, οὐδὲν ἐκ τῶν ὄντων ἐστὶ, καὶ ἐν τοῖς πᾶσιν ἐστίν· αὐτοῦ γὰρ τὰ πάντα μετέ χει· διὸ καὶ ἡ Γραφὴ δικαιοσύνης Ἥλιον αὐτὸν ὄνο μάζει. Παραδείγματα. Τα παραδείγματα, ἅτινα καὶ ἰδέας καλοῦσιν, ἤδη μὲν καὶ ἀνωτέρω ἐδηλώσαμεν, ὅπως ὁρίζονται, ὅτι ποίησιν αὐτοτελῆ ἀΐδιον τοῦ ἀϊδίου Θεοῦ τὴν ἰδέαν, ἤτοι τὸ παράδειγμα φησί· καὶ ἐν ταῦθα μέντοι σαφηνίζει ὁ μέγας Διονύσιος τὴν Γρα φὴν, προορισμούς καλῶν τὰς ἰδέας, αινιττόμενος τὸν θεῖον Παῦλον, ὃς ἐν τῇ πρὸς Ρωμαίους φησίν· Οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε· καὶ ἑτέρωθι Προορίσας ἡμᾶς ἐν τῷ θελήματι αὐτοῦ· θέλημα γὰρ καὶ προορισμὸν τὰ παραδείγματα καὶ τὰς ἰδέας λέγει. Παράγει μέντοι καὶ τὸν μακάριον Κλήμεντα [τὸν Ῥώμης ἐπίσκοπον], οὗ μέμνηται ὁ ᾿Απόστολος, εἰπόντα, ἐν τοῖς οὖσιν εἶναι παραδείγματα ἀρχηγικώτερα ", οἷον τῶν πρός τι. Σαφέστερον δὲ οὕτως ἔσται τὸ λεγόμενον· ἔστι τις δόξα γραμμῇ ἀπεικάζουσα τὰ πάντα· καὶ τῆς γραμμῆς τὸ μὲν ἄνω μέρος τοῖς νοητοῖς ἀποδιδοῦσα· τὸ δὲ κάτω τοῖς αἰσθητοῖς. Καὶ τούτων, τοῖς μὲν ἀρχηγικωτέροις, ἅπερ εἰσὶ τὰ ἰδίως νοητά, τὸ πρῶτον καὶ ἀνώτερον μέρος. Τοῖς δὲ ἐκ τῶν νοητῶν, τὸ μετ' ἐκεῖνο· εἶθ' οὕτω καθ᾽ ὑπόβασιν τῆς γραμμῆς, τὰ ἄλλα· δεῖξαι γὰρ θέλει ἡ τοιαύτη δόξα, μὴ τῆς ἀξίας τῆς αὐτῆς εἶναι τὰ πάντα, ἀλλ' ἐξ ἀλλήλων ἔνια γενόμενα, οἷον τὰ ὑφειμένα εἴδη, τῶν καθολικῶν ἐν δημιουργίᾳ καὶ ἀρχῶν, ἂς καθο λικὰς ἀρχὰς ἀρχηγικώτερα φησί. Τὸν οὖν ἱερὸν Κλήμεντά φησι λέγειν, εἶναι καὶ ἐν τοῖς ποιήμασι παραδείγματα γενικώτερα, ήτοι ἰδέας τῶν πρός τι, ἀντὶ τοῦ τῶν ὑποβεβηκότων εἰδῶν τῶν πρός τι τῶν ὑπερβεβηκότων ὑπόδειγμα ὑποστάντων, οἷον τὸ ἔνυ λον πῦρ πρὸς τὸ αἰθέριον· ἀλλ᾽ οὐ ταῦτα κυρίως ἰδέας φησὶν ὁ μέγας Διονύσιος, ἀλλὰ τὰς νοήσεις τοῦ Θεοῦ· κἂν γὰρ λέγηται παραδείγματα ἐν κτίσει, ἀλλ' οὐ προσκυνητά, ὥς φησι Μωϋσῆς· ποῦ δὲ ταῦτα εἶπεν ὁ ἅγιος Κλήμης, οὐκ ἐδήλωσε. ο Παραδείγματα δέ φαμεν εἶναι. Πλάτων μὲν τὰς ἰδέας καὶ τὰ παραδείγματα ταπεινῶς καὶ ἀναξίως Θεοῦ ἐξείληφεν· ὁ δὲ Πατὴρ τῇ μὲν λέξει ἐχρήσατο, τὴν δὲ ἔννοιαν εὐσεβῶς ἐξηγήσατο. Αφοριστικὰ δὲ ἔφη τὰ θεῖα θελήματα καὶ ποιητικά, τὸ μὲν, ὅτι μόνῳ τῷ βούλεσθαι τὰ πάντα ὑφίστησι καὶ ποιεῖ· τὸ δὲ, καὶ διὰ τὸ ἑτεροειδῆ καὶ διάφορα τὰ ὄντα γε τα αρχικώτερα.
col. 331–332page 74 of 115
PG 4:331νέσθαι. Σημείωσαι οὖν, ὅτι παραδείγματα καλεῖ τοὺς ἐν τῷ Θεῷ τῶν ὄντων οὐσιοποιοὺς καὶ ἑνιαίως προϋ εστῶτας λόγους, ήτοι προορισμούς. Πρόεισι μὲν, οὐ διὰ κυρίων. Μάλλον ὁ μακάριος Κλήμης δόξῃ τινὶ κατηκολούθησε λεγούσῃ, καὶ ἐν τῇ γενέσει τῶν ὄντων αἰσθητῶν εἶναι ἀρχικάς τινας αἰ τίας, οἷον τὰς τῶν νοητῶν, ἤτοι ἀσωμάτων ἀγγέλων ἐνεργείας ἤτοι εἰς οὐσίαν παραγωγὰς, αἰτίας ἀρχι κὰς ἔχειν τὰς ἰδέας ήτοι νοήσεις τοῦ Θεοῦ· περὶ ἃς ἰδέας παραδειγματικὰς οὖσας, τὰ νοητὰ εἶναι ὡς Ενεργείας ἀρχικὰς [καὶ εὐδαιμονικὰς] καὶ ἡγεμονικὰς· ἐπὶ δὲ τῶν αἰσθητῶν, αἴτιον ἀρχικὸν, καὶ εὐ δαιμονικὸν, καὶ δημιουργικὸν, τὸ εἶδος, τὸ ἐπὶ τῇ ὕλῃ ἡ εἰρημένη φησὶ δόξα· τὸν γὰρ λόγον τῆς ἐν γενέσει φύσεως, καθ᾽ ἣν εἰδοποιήθη τὰ αἰσθητά, τοιοῦτον εἶδός φησιν ἀρχτέον. "Εοικεν οὖν τάχα τοῦτο εἰρηκέναι ὁ μακάριος Κλήμης· οὐκ ἔστι δὲ κυρίως ταῦτα εἰπεῖν παραδείγματα, ήτοι ιδέας αρκτικάς, ἤγουν ἀρχικὰ αἴτια· οὐ γὰρ ἐξ αὐτῶν ἐκ ταῦτα, ἀλλ' ἐκ τῶν Θεοῦ νοήσεων, ὃς μόνος προσκυνητός. Προόδου καὶ ἀγαθότητος. Πρόοδόν φησι τὸ μὴ μόνον αὐτὴν περὶ τὴν αὐτῆς ἀσχολεῖσθαι θεωρίαν, ἀλλὰ χυθῆναι, καὶ ὁδεῦσαι, καὶ τὰ ὄντα ὑποστήσασθαι. Πάντα μὲν ἐν ἑαυτῇ. Ὅτι ἐπὶ πᾶσι τοῖς οὖσιν ἀγάλλεσθαί φησι τὸν Θεὸν, κατὰ τὸ ψαλμικόν· Εὐ φρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ· καὶ ἐν Παροιμίαις· Ἐγὼ ἤμην ᾗ προσέχαιρε. Τὸ δὲ προέχει ἐνταῦθα ἀντὶ τοῦ προώρισε καὶ προείληφε κεῖται. Πᾶσαν διπλόην. Επειδή τινες τὰς ἰδέας καὶ τὰ παραδείγματα ἐνυπόστατα ἔφησαν, τούτους επιρ ῥαπίζει νῦν Ελληνας ὄντας, καί φησιν· Εἰ γὰρ μὴ ἁπλῶς καὶ ἐνιαίως εἶεν αἱ ἰδέαι, νοήσεις ὑπερηπλωμέναι οὖσαι τοῦ ὑπερηπλωμένου καὶ ὑπερηνωμένου Θεοῦ, σύνθετος ἂν εἴη ὁ Θεὸς ἐκ παραδείγματος καὶ ἑαυτοῦ, ὅπερ διπλόην ὠνόμασε. Τὸ δὲ ἀγαλλομένη συμφωνεῖ τῷ Δαβίδ· Εὐφρανθήσεται Κύριος, καὶ τὰ ἑξῆς. Καθάπερ καὶ φωνὴ μία. Σημείωσαι τὸ τῆς φω νῆς, ὅτι ἀσώματος καὶ μία οὖσα ὑπὸ πολλῶν ὁμοίως ἀκούεται, καὶ οὔτε δαπανᾶται ἐκ τοῦ πλήθους. Οὕτω καὶ ὁ Θεὸς ὑπὸ πάντων ἐπίσης μετέχεται· τοῦτο γάρ ἐστι τὸ ἐνικώς. Κατὰ ἀναλογίαν δὲ τῆς πίστεως, καὶ οὔτε μεριζόμενος δαπανᾶται. ὺς τοῦ ἕνεκα. ῎Ανω ἐν τῷ πρὸ τούτου κεφα λαίῳ είπομεν, τελείως ὁρίσαντες τελικὸν, αἴτιον εἶναι τὸ οὗ ἕνεκα τὸ γινόμενον. Καὶ πέρας πάντων. Τῷ πέρατι πάντως ἡ ἀπει ρία ἀντεπινοεῖται. Ὁ δὲ Θεὸς πέρας πάντων οὐδὲν γὰρ ἐκβαίνει τὴν αὐτοῦ πρόνοιαν καὶ δυνα εν αρκτικόν. 10 ἑαυτῶν
col. 333–334page 75 of 115
PG 4:333στείαν· καὶ ἀπειρία δὲ, ἐπεὶ κατὰ τὴν θείαν Γρα φήν· Καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός καὶ πάλιν· Καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται πέρας. Ὡς οὖν ἀπερίληπτος καὶ ἄπειρος· ταῦτα γὰρ ὑπερεξόχως ἔχει ὁ Θεὸς καὶ πάντα ὑπερβεβηκὼς καὶ πέρας παντὸς πέρατος ὤν· εἰς αὐτὸν γὰρ τὰ πάντα περατοῦνται, καὶ ἀπειρία ἐστὶ πάσης ἀπειρίας. Κἂν οὖν ἀπειρία λέγηται καὶ ἡ ὕλη, ὡς ἀεὶ μετασχηματιζομένη, καὶ ἄλλοτε εἰς ἄλλα εἴδη μεταβάλλουσα, ἀλλ᾽ οὖν πεπέρασται ἐν τῷ Θεῷ, εἰ καὶ ἄστατός ἐστι καὶ ἀόριστος ὑπὸ Θεοῦ μεταγομένη εἰς εἰδοποιίας. Καὶ εἰκότως ὁ Θεὸς πέρας ἐστὶ τῆς τοιαύτης ἀπειρίας καὶ ἄπειρος τοῖς πέρασι τῶν ὄντων, ὡς καὶ τὴν ὕλην ἐξ οὐκ ὄντων παραγαγών φησὶ γὰρ ἡ Γραφή· Ἐξ αὐτοῦ καὶ δι' αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα. Ἐν ἐνὶ γὰρ, ὡς πολλάκις. ᾿Αντίκειται τὸ πέρας τῇ ἀπειρίᾳ κατὰ ἀπόφασιν καὶ κατάφασιν, ὡς τὸ θνητὸν καὶ τὸ ἀθάνατον. Καλῶς δὲ τὸ ὡς ἀντικειμένων· οὐ γὰρ κυρίως ταῦτα ἀλλήλοις ἀντίκειται, οἱονεὶ κατὰ τὴν ἕξιν ἢ στέρησιν, ἀλλ' ὡς εἴρηται κατὰ ἀπόφασιν καὶ κατάφασιν. Παρὼν τοῖς πᾶσι. Πανταχοῦ γὰρ παρών, καὶ τοῖς καθ' ἓν ἕκαστον 8 καὶ τοῖς πᾶσιν ὁμοῦ πάρο εστι καὶ ὁμοίως. Καὶ ἑστὼς δὲ λέγεται ὁ Θεὸς, τῷ κατὰ μηδὲν ὅλως ἐν αὐτῷ μεταβολὴν θεωρεῖσθαι κινούμενος δὲ, τῷ συνέχειν τὰ ὄντα καὶ συντηρεῖν 30. καὶ ταῦτα δὲ ὑπὲρ πᾶσαν ἐπίνοιαν ει· διὸ καὶ ἐπή γαγε τὸ οὔτε ἐστώς, οὔτε κινούμενος. Καὶ ἑστὼς καὶ κινούμενος. Δοκεῖ πως ἐναντίον εἶναι τὸ εἰρημένον, τὸ ἑστὼς καὶ κινούμενος, και, οὔτε ἑστὼς, οὔτε κινούμενος πῶς γὰρ τὸ αὐτὸ πράγμα καὶ ἵσταται καὶ κινεῖται, ἢ οὔτε ἵσταται οὔτε κινείται; πρῶτον μὲν οὐ δεῖ ἐκ τῶν αἰσθητῶν κατανοεῖν τὰ θεῖα, ἢ τὰς εἰκόνας ἐντεῦθεν λαμβάνειν· ἵνα δὲ μὴ δόξαιμεν λύσεως ἀπορεῖν, στάσιν εἴπομεν ἐν τοῖς ἔμπροσθεν την γένεσιν, κίνησιν δὲ τὴν ἀλλοίωσιν ἤτοι μεταβολήν. Ἔστιν οὖν ὁ Θεὸς πάντων γένεσις· ἀεὶ γὰρ ταῦτα εἰς τὸ εἶναι παρά γει· ὥστε ἔστηκεν ὁ Θεός· κινεῖται δὲ πάλιν, διότι πάντα μετασχηματίζει καὶ ἀλλοιοῖ πρὸς τὸ κρεῖττον· δι' αὐτοῦ γὰρ καλλίους γινόμεθα· ὅθεν καὶ περὶ αὐτοῦ πρὸ μικροῦ φησιν ὁ θεῖος διονύσιος, πάντων ἀρχὴ καὶ τελευτὴ τῶν ὄντων· τὸ γὰρ οὔτε ἑστὼς, οὔτε κινούμενος, τὸ πρὸς αὐτοῦ, ἐξηγεῖται τὸ μένων ἐφ' ἑαυτοῦ, καὶ ἐπὶ πάντα προϊών· μεταδίδωσι γὰρ πᾶσι τοῖς οὖσι τῆς οἰ κείας ολότητος, καὶ ἄτρεπτος καὶ ἀναλλοίωτος αὐτ τός ἐστι κατὰ τὸ εἰρημένον· Σὺ δὲ ὁ αὐτὸς εἶ. Οὐκοῦν καὶ πρόεισι καὶ ἐφ' ἑαυτοῦ μένει ὁ Θεός. Οὔτε ἔν τινι τῶν ὄντων. — Οὐκ ἔν τινι εἶπεν· ἐν πᾶσι γὰρ, καὶ διὰ τὸ ἐν πᾶσιν ἄσχετον· αιωνίως γὰρ δντα, τὰς ὑπερκοσμίους φησὶν οὐσίας, διὰ τὸ πρὸ * φησὶ παρών καθ᾽ ἕκαστον. 30 συγκρατεῖν. Οι ἔγνοιαν.

Chapter VICaput VI

col. 335–336page 76 of 115
PG 4:335τῆς τοῦ χρόνου φύσεως γενέσθαι αὐτάς· χρόνος γάρ ἀπὸ τῆς τοῦ οὐρανοῦ καὶ γῆς ποιήσεως ἀριθμεῖται. συνοχικήν, "Η τῶν χρονικώς. Είρηται και ως ανωτέρω, αιώ νιον λέγεσθαι κυρίως οὐκ αὐτὸν τὸν αἰῶνα, ἀλλὰ τὸ αἰῶνος μετέχον. Τὸ δὲ προσήκει τι νόησον κατ' οὐ σίαν. Σημείωσαι δὲ, ὅτι εἰσί τινα τῶν ὄντων αἰώνια, οἷον ἄγγελοι· καὶ ὅτι οὐ τὸ αἰώνιον, ἤδη καὶ ἄναρ χον. Ἐν δὲ τῷ ἐφεξῆς κεφαλαίῳ εὐθὺς ἐν ἀρχῇ, τῇ τοῦ αἰωνίου φωνῇ καὶ ἐπὶ τοῦ Θεοῦ κέχρηται. Καὶ τὰ τῶν ὄντων μέτρα. Μέτρα τῶν ὄντων εἰσὶν οἱ αἰῶνες τῶν νοητῶν, καὶ ὁ χρόνος τῶν αἰσθητῶν τὰ γὰρ νοητά, ὡς ὑπὸ μέτρου μετρείται τοῦ αἰῶνος, εἰ καὶ ὁμωνύμως τῷ μετροῦντι αἰῶνι καὶ τὰ μετρούμενα λέγονται· αἰῶνες γὰρ λέγονται καὶ οἱ ἄγγελοι οὕτω καὶ ἐπὶ τῶν αἰσθητῶν· τὰ γὰρ μετρούμενα τῷ χρόνῳ ὁμωνύμως χρόνοι λέγονται, ὡς καὶ ἡ κίνησις τῶν ἄστρων, καὶ τοῦ ἡλίου, καὶ οἱ βίοι· μετρούμενοι γὰρ ὑπὸ χρόνου, χρόνοι λέγονται. ΕΙΣ ΤΟ ΚΕΦΑΛ. Γ'. § 1. Καὶ συνοχικῆς αἰτίας. Συνοχικὴν ὠνόμασεν, ὡς τὴν ζωὴν τῶν ἐν τοῖς οὖσιν οὐ μόνον δημιουργήσασαν, ἀλλὰ καὶ εἰς τὸ διαμένειν συνέχουσαν. Ἐξ αὐτῆς καὶ αἱ ψυχαί. Μετὰ τὴν τῶν ἀγγέλων ζωὴν, ἀκολούθως τάττει τὴν τῶν ἡμετέρων ψυχῶν, ἅτε καὶ λογικῶν οὐσῶν ἀθανασίαν· μετὰ δὲ τὰς λο γικὰς ψυχὰς, ἐπάγει λοιπὸν τὴν ζωὴν τῆς αἰσθητικῆς ψυχῆς, καὶ τῆς θρεπτικῆς, ἤτοι φυτικῆς, ήτοι τῶν ἀλόγων, καὶ τῶν φυτῶν, ὃς καὶ κατ' ἔσχατον ἀπήχημά φησιν, ὅπερ ἄνω πολλάκις ήρμηνεύσαμεν. Αἱ δὲ ζωαὶ τῶν ἀλόγων καὶ τῶν φυτῶν οὐκ εἰσὶ θεῖαι, ἀλλὰ τοῦ ἐνύλου πυρός τε καὶ πνεύματος. Περὶ τού των οὖν μόνων τῶν ἐσχάτων, ὡς εἴρηται, ζωων φησι τὸ τοῦ Δαβίδ εἰρῆσθαι· Ἀντανελεῖς τὸ πνεῦμα σου 88, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν επιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπο τῆς γῆς· ἐπὶ γὰρ αἰσθητικῆς μόνης ψυχῆς καὶ τῆς φυτικῆς ζωῆς ταῦτα δέχεται τὰ θεῖα λόγια ὁ μέγας Διονύσιος· περὶ γὰρ τῆς τῶν νοητῶν ζωῆς ἢ τῆς καθ᾿ ἡμᾶς οὐ νοεῖ ταῦτα· τὴν γὰρ ζωὴν ταύτην ο σιωδῶς δημιουργήσας εἰς ἀθανασίαν ὁ Θεὸς, τοῖς νοητοῖς καὶ ταῖς ψυχαῖς ἡμῶν οὐκ ἂν ἀφέλοι αὐτῶν Ο τὸ ζῆν· ἐπεὶ οὐδὲ οὐσίαι ἔσονται, ἀλλὰ καὶ περὶ ζώων ἀπὸ γῆς ἀνανεουμένων φησὶν ὁ Δαβίδ, οὐ μὴν περὶ τούτων· καὶ περὶ τῆς ζωῆς δὲ τῶν ἑκουσίως ἀποβάντων δαιμόνων, επάγει, ὅτι καὶ αὐτὴ διαμένει ανώλεθρος, τοῦ κτίσαντος αὐτοὺς Θεοῦ τοῦτο βουλομένου, κἂν αὐτοὶ ἀπέστησαν τοῦ Θεοῦ· ἀμεταμέλητα γὰρ χαρίσματα τοῦ Θεοῦ, τοῦ ἐξ ἀρχῆς ποιή σαντος αὐτοὺς ἀθανάτους· ἔσχατον δὲ ἀπήχημα λέγει τὴν ἀμυδροτέραν μετοχὴν τῆς ζωῆς, καὶ οἷον εἰπεῖν, ὀλίγως μετέχουσαν ζωτικῆς δυνάμεως. 3 είπομεν και. 88 αὐτῶν. παρὰ τοῦ κτίσαντος αὐτὴν Θεοῦ. 2 τοῦ ζῆν.
col. 337–338page 77 of 115
PG 4:337Ης ανταναιρουμένης. Τὸ μὲν ψαλμικὸν ῥητὸν περὶ ἀνθρώπων, καὶ τῆς τελευταίας καὶ κοινῆς ἀνα στάσεως λέγει, ἣν μικρῷ πρόσθεν τρανότερον τίθη σιν ὁ Πατήρ· ἐνταῦθα δὲ τὸ ῥητὸν παρήγαγε, τὸν λόγον ποιούμενος περὶ πάντων τῶν ὁπωσοῦν ζῆν ἐχόν των, δεικνὺς μὴ ἄλλως ταῦτα 8 ἢ ἐκ Θεοῦ τὸ ζῆν θεωρεῖσθαι ἐν αὐτοῖς. Τὸ δὲ ἀνταναιρεῖσθαι ἀντὶ τοῦ κεχωρίσθαι τέθεικεν, ὥσπερ καὶ τὸ ἐπιστρεφόμενα ἀντὶ τοῦ μετέχοντα. Ασθενεῖν δὲ ταῦτα πρὸς τὸ μετα έχειν [τῆς ζωῆς ταύτης] φησί, διὰ τὸ μὴ οἴκοθεν καὶ παρ' ἑαυτῶν ἔχειν τὴν ζωὴν, ἀλλ᾽ ἐπακτὴν ἐκ Θεοῦ· τὰ γὰρ ὅσον ἐφ' ἑαυτῶν, οὐκ ἐν τῷ ζῇν θεω ρούμενα, τῇ δὲ πρὸς τὸν Θεὸν ἀναθέσει τοῦτο ἔχοντα, τρόπον τινὰ ἀναζῇ, καὶ ὡς αὐτός φησι, πάλιν ζωα 31 γίνεται. § ΙΙ. Τὴν ὡς συμμίκτοις. θαυμασίως πάντα τὰ δόγματα μετὰ ὀρθότητος διδάσκει. Τὸν γὰρ περὶ τῆς ἀναστάσεως τρόπον 48 νῦν παραδιδούς, θνητούς μὲν ἡμᾶς ἀποφαίνει, ἅτε ἐξ ἀθανάτου ψυχῆς καὶ [θνητού] σώματος ὄντας θνητούς, τὴν δὲ ζωὴν οὐσιώδη τῆς ψυχῆς ἐλάττονα φησι τῶν ἀγγελικῶν οὐσιῶν, παρ' ὅσον αὐτὴν καὶ ἀγγελοειδῆ ζωὴν, οὐ μὴν ἀγγελικήν ὀνομάζει, οὐχ ὡς αὐτοαγγελικήν, ἀλλὰ παρεμφερή καὶ ἡμᾶς μὲν μερικώς φησιν εἶναι τὰς λογικὰς ψυχάς ὅλους δὲ ἡμᾶς τοὺς ἐκ ψυχῆς καὶ σώματος ὄντας ἀπαθανατίζεσθαι δέ φησι τὰ σώματα ἡμῶν ἐν τῇ ἀνα στάσει, φάσκων τὸ περὶ ἀναστάσεως δόγμα ἄπιστον δοκεῖν τῇ παλαιότητι, ἀντὶ τοῦ τῇ ἀνοήτῳ δόξῃ τῶν Ἑλλήνων, διὰ τὸ παρὰ φύσιν εἶναι τῆς ὕλης τὸ ἀπαθανατίζεσθαι. Παλαιότης δὲ λέγεται ἡ ἀνοησία· εἰ δὲ καὶ ὑπὲρ φύσιν τὸ πρᾶγμα τῆς ἀναστάσεως, οἷον πρὸς τὸν παρόντα βίον τὸν διὰ τροφῆς καὶ ἐκκρίσεως καὶ νόσων διεξαγόμενον, ἀλλὰ πρὸς τὸν Θεὸν, οὐδὲν παρὰ φύσιν οὐδὲ ὑπὲρ φύσιν, ἐπειδὴ αὐτός ἐστιν ὁ πάσης ζωής αίτιος 40. Φημὶ καὶ τὰ συζυγή σώματα. "Οτι καὶ τὰ σύ ματα ἡμῶν ἀθανασίας μετέχειν ὁ θεῖος βούλεται λό γος, κατὰ τὸν ᾿Απόστολον Δεῖ γὰρ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. Ὑπὲρ φύσιν. Τοῦτό φησι διὰ τὸ μόνῳ Θεῷ κατὰ φύσιν εἶναι τὸ ζωοῦν. ἀγγελοειδή, Σίμωνος ἀντιῤῥητικοί λόγοι. Σίμωνος φησιν ἀν τιῤῥητικοὺς εἶναι λόγους κατὰ τοῦ δόγματος ἡμῶν τοῦ λέγοντος, τὸ σῶμα ἡμῶν ἀνίστασθαι καὶ ἀθανατίζεσθαι, ὡς παρὰ φύσιν ὄντος τοῦ πράγματος. Οἱ δὲ εἰρηκότες κατὰ Σίμωνος καὶ περὶ τούτων αὐτὸν ἐλέγχουσιν Εἰρηναῖος καὶ Ὠριγένης καὶ Ἱππόλυτος καὶ Ἐπιφάνιος. Ὁ δὲ μέγας Διονύσιος θείως εκλύει τὸ λεγόμενον παρὰ Σίμωνος, παρὰ φύσιν εἶναι τὴν ἀνάστασιν τῶν σωμάτων· τῷ γὰρ Θεῷ οὐδενὸς ὄντος ἐναντίου, πῶς ἔσται τι παρὰ φύσιν; Τὸ δὲ οἴεσθαί τινα ἐκ φανερῶν καὶ αἰσθητῶν τούτων τὰς ἀποδείξεις πορίζεσθαι κατὰ τῆς ἀκαταλήπτου καὶ πᾶσιν ἀφα νοῦς αἰτίας τῶν πάντων, τουτέστι κατὰ τοῦ Θεοῦ, οι τούτοις. Οι παλίνδων. 10 λόγου. "" μικτούς. 10 καὶ ἐξ αὐτοῦ ἐστι πᾶσα ζωή.

Chapter VIICaput VII

col. 339–340page 78 of 115
PG 4:339τοῦτό ἐστι ἀληθῶς παρὰ φύσιν· τὰ γὰρ δοξαστὰ καὶ νοητὰ πῶς ἀνατρέψει τὸ ὑπὲρ πᾶσαν αἴσθησιν καὶ νόησιν; Τῷ προφανεῖ τῆς αἰσθήσεως. Οὐ χρὴ φησὶ, διὰ τὰ τῇ αἰσθήσει ληπτὰ ἀπιστεῖν τοῖς περὶ Θεοῦ λόγοις, ὅς ἐστιν ἡ πάντων ἀφανὴς αἰτία. Κυρίως γὰρ τοῦτό ἐστι παρὰ φύσιν εἰπεῖν, τὸ ἀθετεῖν τὰ ὑπὲρ αἴσθησιν, διὰ τὸ τῶν αἰσθητῶν προφανές. 8 ΙΙΙ. Είτε λογικὴν, είτε αισθητικήν, είτε θρεπτικὴν. Σημείωσαι, πῶς διαιρεῖ τὰ περὶ ζωῆς μεθ εκτῆς ζωῆς γὰρ ἀρχήν φησιν, οἷον τὴν ἡμετέραν ψυχὴν, καὶ τὴν αἰσθητικὴν δέ· αὗται γὰρ ἀρχαί εἰσι ζωῆς τοῖς δι' αὐτῶν ἀρχομένοις εἰς ζωὴν κινεῖσθαι σώμασι· ζωῆς δὲ οὐσίαι αἱ νοηταὶ δυνάμεις καὶ αἱ ἡμέτεραι ψυχαί· τὴν γὰρ οὐσίαν ζωὴν οὖσαν ἔχουσιν, οἷον ὕλην τινὰ καὶ ὑποκείμενον, καὶ αὐτοεῖδος, ὅ ἐστι ζωῆς ὑπάρχουσαν· διὸ καὶ ζωοῦσι τὰ σώματα, ὡς ἔφην, αἱ ψυχαί. Ὁ οὖν Θεός, ὡς αἴτιος καὶ συμπληρωτικός τῆς ζωῆς ἡμῶν, ὡς συνοχεὺς καὶ διαιρετικός, ὡς τὰς διαφορὰς πάσης ζωῆς διατάξας, νοητών, λα γικῶν, αἰσθητικῶν, αὐξητικῶν ἀρχὴ πάντων ἐστίν ὥστε ἐπειδὴ ἄνω εἶπε καὶ τὸν ἥλιον ζωὴν διδόναι, καὶ τρέφειν πάντα, μὴ νοήσῃς, ὅτι ἀφ' ἑαυτοῦ τοῦτο ἔχει, ἀλλ' ἐκ τῆς πάντων ἀρχῆς καὶ αἰτίας. ΕΙΣ ΤΟ ΚΕΦΑΛ. Ζ'. § 1. Υπέρ πᾶσαν σοφίαν. Εἰσί τινες τῶν ἀκαι ρων φιλοσόφων λέγοντες, ὅτι ἐὰν βούλησθε τὸν Θεὸν λέγειν ὑπὲρ πᾶσαν σοφίαν καὶ σύνεσιν, ποιεῖτε αὐτὸν ἄσοφον καὶ ἀσύνετον. Πρὸς οὓς λεκτέον· Ὁ Θεὸς ἡμῶν ὑπὲρ πάντα τὰ νοούμενα καὶ ὄντα ἐστίν. Εἴτε οὖν σοφία, εἴτε σύνεσις, εἴτε ζωή, είτε ὑπόστασις, εἴτε ὕπαρξις, εἴτε οὐσία νοεῖται παρ' ἡμῶν, ὑπὲρ ταῦτα πάντα ἐστὶν, οὐχ ὡς μὴ μετέχων αὐτῶν τοῦτο γὰρ ἀνόητον· ὁ γὰρ αἴτιος τῶν γινομένων πῶς οὐ μετ έχει τῶν ἐξ αὐτοῦ;) ἀλλ' ὡς τῶν πάντων ἐξ αὐτοῦ προελθόντων, καὶ τῆς αὐτοῦ μετεχόντων ὁλότητος πᾶν γὰρ τὸ μετεχόμενον ἀρχαιότερόν ἐστι τῶν ἐξ αὐ τοῦ. Διὸ καὶ ὤν, καὶ αἰών κυρίως, καὶ χρόνος όνο μάζεται, ὡς καὶ τοὺς αἰῶνας καὶ τοὺς χρόνους ποιή σας· οὕτως οὖν καὶ ἐπὶ τῆς σοφίας καὶ τῆς ζωῆς λεκτέον, ὅτι καὶ αὐτῶν ἐστι δημιουργός· εἰ γὰρ ταῦτα ἄλλως ἔχειν εἴπωμεν, εὑρίσκεται ὁ Θεὸς ὕστερον σο φισθεὶς ἢ συνετισθεὶς, ὅπερ τῆς αὐτῶν ἐστι τόλμης, οὐχ ἡμέτερον· μὴ γένοιτο! Καὶ τοῦ καθηγεμόνος ἥλιος. Σημείωσαι ότι ἥλιον ἑαυτοῦ καὶ τοῦ ἁγίου Ἱεροθέου τὸν ἀπόστολον Παυλόν φησι. Σημείωσαι δὲ, πῶς ἔλαβεν ὁ Πατήρ τὸ ῥητὸν τοῦ Ἀποστόλου· ὁ γὰρ Χρυσόστομος καὶ οἱ λοιποὶ τῶν Πατέρων περὶ τοῦ σταυροῦ αὐτὸ ἔλαβον. Καὶ συνηθές ἐστι τοῖς θεολόγοις. Τὸ εἰρημένον ἔθος εἶναι τοῖς θεολόγοις ἀντιπαθῶς ἐπὶ Θεοῦ τὰς κι ἀντὶ πάθους.
col. 341–342page 79 of 115
PG 4:341στερήσεις ἐκφέρειν, οὕτως ἂν νοήσαιμεν· βουλόμενοι γὰρ ἐκεῖνοι τὸ φῶς τὸ θεῖον ὅσον οἷόν τε παριστᾷν, ὅτι ἀπροσπέλαστον καὶ ἀκατόπτευτον, ᾧ μὴ δύναται προσβαλεῖν μηδὲν, μήτε ἄϋλον, μήτε αισθητόν, σκό τος ὠνόμασαν, ὡς τὸ, Εθετο σκότος ἀποκρυφὴν αὐτοῦ, ὅπερ ὁ θεῖος Απόστολός φησι, Φῶς οἰκῶν ἀπρόσιτον· ᾧ γὰρ μηδὲν πρόσεισιν ὅμοιόν ἐστι τῷ μὴ ὁρῶντι ὑπεροχικῶς σκότῳ. Πάλιν εἴρηται· Ἐθαν μαστώθη ἡ γνωσίς σου ἐξ ἐμοῦ, λίαν ἐκραταιώθη, οὐ δύνωμαι πρὸς αὐτήν. Ὥσπερ οὖν ἡ ἀκατάληπτος καὶ ἀπερινόητος ἀκράτως τοῦ Θεοῦ γνώσις ἀγνωσίᾳ παρεικάζεται τῇ ὑπερούσῃ πᾶσαν ἐν κτι στοῖς γνῶσιν· ἡ γὰρ περὶ Θεὸν ἀγνωσία τῶν περὶ τὰ θεῖα σοφῶν οὐκ ἔστιν ἀμαθία, ἀλλὰ γνῶσις, σιγῇ γινώσκουσα, ὅτι ἐστὶν ἄγνωστος ὁ Θεός· οὕτως οὖν καὶ κένωσιν καλοῦσι τοῦ Θεοῦ Λόγου τὴν ἐνανθρώπησιν, καίτοι πλήρη τυγχάνουσαν, μᾶλλον δὲ ὑπερ πλήρη σοφίας καὶ δυνάμεως καὶ σωτηρίας· ἀλλὰ καὶ ἀσθένειαν Θεοῦ τὸ διὰ σταυροῦ τρόπαιον ὀνομάζουσιν, οἷον ἐπειδὴ θανάτῳ αἱ πονηραὶ καὶ ἀόρατοι δυνάμεις τοῦ διαβόλου κατελύθησαν, καὶ ἀντὶ θανάτου ἀνά στασις νεκρῶν καὶ βασιλεία οὐρανῶν ἀντεισήχθη τοῦτον οὖν τὸν τρόπον καὶ μωρία Θεοῦ, ἡ πᾶσαν σου φίαν καὶ ἐπιστήμην υπεραίρουσα τῶν ἀνθρώπων, σύνεσις τοῦ Θεοῦ. Νοήσαι δὲ ἄν τις τὸ λεγόμενον, ἐννοῶν τοὺς ἀπὸ τῶν αἱρέσεων, μεθ' ὧν καὶ τοὺς Έλληνας, οἱ συλλογισμοῖς αἰσθητοῖς ἀποδεικνύναι φαντάζονται Θεοῦ σάρκωσιν ἀδύνατον εἶναι μέχρι θανάτου οἰκονομηθεῖσαν. Πρὸς οὓς ἐννοῶν ὁ θειότατος Παῦλος ἐλιγγιάσας ἀνέκραγεν· "Ο βάθος πλούτου καὶ σοφίας Θεοῦ, ὡς ἀνεξερεύνητα τα κρίματα αὐτοῦ. Τὸ οὖν ὑπεραῖρον πάσης κτιστῆς σοφίας μέθ οδον ἴσον ἂν εἴη τοῖς οὐ θεοδιδάκτοις μωρίας λόγοις; Λόγοις γὰρ οὐκ ἂν ἐξομαλισθείη ἢ δι᾽ αἰσθητῶν ἀπο δείξεων τὸ μυστήριον, πίστεως οὐ προηγουμένης. ᾿Αντιπεπονθότως ἐπὶ Θεοῦ. ᾿Αντιπεπονθότως, τουτέστιν ἀντιπεριτροπὴν τοῦ λόγου πάσχοντος διὰ γὰρ τῶν τὰς στερήσεις δηλουσῶν ἀποφάσεων, ἢ περὶ Θεοῦ ὑπεροχή δηλοῦται, ὅπερ ἐν ἑτέρῳ δύνα μιν ὑπεροχικῆς ἀποφάσεως είρηκε. Το φαινόμενον ἐν αὐτῇ παράλογον. Καὶ γὰρ τὸ κατὰ τὸν σταυρὸν πάθος, καὶ τὸ λέγειν Θεὸν παθόντα σαρκὶ, καὶ παράλογον δοκεῖ, καὶ ἄτοπον, ὅπερ τὴν ὄντως ἐδήλου ἀλήθειαν. [Σημείωσαι πῶς νοεῖ ὁ Πα τὴρ τὸ τοῦ ᾿Αποστόλου ῥητόν· ὁ γὰρ Χρυσόστομος καὶ οἱ λοιποὶ τῶν Πατέρων περὶ τοῦ σταυροῦ τοῦτο ἐξέλαβον.] Ενειλούμενοι. Εν ἄλλοις ἐνιλλόμενοι, τουτέστιν ἐπιστρεφόμενοι 4, ἐγκαλινδούμενοι. Δείκνυσι δὲ διὰ τούτων, ὅτι οὐ δεῖ τὰ θεῖα τοῖς ἀνθρωπίνοις παραβάλλειν. ἀντιπεπονθότως, 'Αν τιπεπονθότως, ἐνειλούμενοι. ενιλλόμενοι, οι ενστρεφόμενοι,
col. 343–344page 80 of 115
PG 4:343τὰ νοερά, τῶν νοητῶν, Τὴν μὲν ἔχειν δύναμιν. Καὶ ἀνωτέρω είπομεν, ὅτι, ὁ νοῦς νοεῖν βουλόμενος, κάτεισιν ἑαυτοῦ εἰς τὰς νοήσεις καταβαίνων· αἱ γὰρ νοήσεις κατώτεραι είσι τοῦ νοοῦντος, ὡς νοούμεναι καὶ καταλαμβανόμεναι, καὶ σκεδασμὸς εἰκότως καὶ μερισμὸς τῆς ἑνότητος τοῦ νοῦ αὐτοῦ· ἡ μὲν γὰρ νοῦς ἁπλοῦς καὶ ἀμερής αἱ δὲ νοήσεις παμπληθεῖς καὶ σκεδασταὶ, καὶ οἷον εἴδη τοῦ νοῦ· διὰ τοῦτο τὰ νοερά, τουτέστι τὰ νοοῦντα, ἐλάττονά εἰσι τῶν νοητῶν, ἀντὶ τοῦ, τῶν νοουμένων. Ενωσιν δέ φησι τοῦ νοῦ, καθὼς ἐν τοῖς ἑξῆς σαφέ στερον λέγει, δι' ἧς πρὸς τὰ ἐπέκεινα ἑαυτοῦ ἀνατείνεται, ήγουν τῇ περὶ Θεοῦ προσβάλλει θεωρία, τῷ πάντων ἐκστῆναι τῶν αἰσθητῶν καὶ τῶν νοητῶν, ἔτι δὲ καὶ τῆς οἰκείας κινήσεως, εἶθ' οὕτω τῆς θείας γνώσεως δέξασθαι τὴν ἀκτῖνα. Ταύτην οὖν τὴν ἄλογον. Ἐνταῦθα μάλιστα τρα νοῖ, πῶς μωρία τοῦ Θεοῦ, τὸ ὑπέρσοφον τῆς περὶ Θεοῦ ἀκαταληψίας μέγεθος· φησὶ γὰρ ὅτι τῷ αἰσθητῷ περικεκλεισμένοι, τὸ περὶ ἀϋλίας καὶ ὑπερουσιότητος φέρε εἰπεῖν τοῦ Θεοῦ κατεξετάζοντες δόγμα, πλανώμεθα, ἐκ τῶν αἰσθητῶν ἐκεῖνα σταθμώμενοι· οἷον τὸ περὶ Τριάδος τῆς μόνης προσκυνητῆς διεξιόντες κήρυγμα, καὶ τρισυπόστατον ἀμέριστον καὶ ἀδιαίρε τον ἀκούοντές τινες θεολογίαν, εὐθὺς ἰλιγγιῶσιν, εἰς τὰ σώματα προσέχοντες,καὶ τόπου δεόμενα, καὶ δια στημάτων, λέγοντες, Πῶς οἷόν τε τρεῖς ὑποστάσεις ὑφ' ἑαυτῶν εἶναι, καὶ ἀδιαιρέτους εἶναι; καὶ γὰρ ἀγνοοῦσι μωραίνειν ἐν τοῖς αἰσθητοῖς, ἵνα τὰ θεῖα σοφισθῶσι, καὶ τοιαῦτα ἕτερα μυρία, πρὸς οὓς ὁ Κύ ριος ἀποτείνεται· Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς, ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσετε; καὶ ὁ θεῖος Παῦλος λέγει, ὅτι ὁ ψυχικός ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν. Ὥστε οὖν ἡ παρὰ ἀνθρώποις μωρία τοῦ Θεοῦ τὰ πνευματικά εἰσιν, ἅτινα μεταδιωκτέον· μω ρὰν γὰρ σοφίαν εἶπε, τῷ μηδεμίαν αὐτῇ δύνασθαι προσβάλλειν σοφίαν· ὥσπερ οὖν καὶ ἄλογον καὶ ἄνουν, ὡς μὴ ἔχουσαν λόγον ἢ νοῦν ἑρμηνευτικόν, ήγουν καταληπτικὸν αὐτῆς. § ΙΙ. Εξ αὐτῆς αἱ νοηταί. Σημείωσαι, ὡς καὶ ἐν ἄλλοις τ νοηταί εἰσι καὶ νοεραὶ δυνάμεις· καὶ εἰκό τως ἐν αὐτοῖς εἰσιν οἱ αὐτοὶ καὶ νοητοὶ καὶ νοεροί, ὥσπερ αἱ ἄνω σε τάξεις· νοηταὶ μὲν καθ' ὁ ἐκ τῶν ὑποβεβηκότων νοοῦνται· νοεραὶ δὲ, καθ᾽ ὁ καὶ ἀνώ ταταί εἰσι, καὶ τὸν ὑπὲρ πάντα Θεὸν νοεῖν, ὅσον ἐφικτόν, ἀνατείνονται, ἄνωθεν μεν τρεφόμεναι τῇ νοήσει, τρέφουσαι δὲ τοὺς ὑφειμένως νοοῦντας. Αἱ γὰρ ἡμέτεραι ψυχαὶ νοεραὶ μόνον· νοοῦσαι γὰρ ἐπιστητῶς, ὅσον οἷόν τε, τὰ ὑπερβεβηκότα, οὐκέτι ἔχουσι νοερόν τι μετὰ ταύτας, ἵνα καὶ νοηθῶσιν· ἡ ἄλογος γὰρ καὶ ἄνους ψυχὴ μεθ᾿ ἡμᾶς· αἱ δὲ νοήσεις τῶν θείων νοῶν οὐκ ἐν διανοήσεσι ταῖς καθ' ἡμᾶς, εἰς Ἡ ἀνωτάτω. κι ὅτι καὶ ἐν ἀγγέλοις.
col. 345–346page 81 of 115
PG 4:345ἃς διανοήσεις κάτεισιν ἡμῶν ὁ νοῦς ἐκ τῶν μερι στῶν, τουτέστι τῶν αἰσθητῶν καὶ διεξοδικῶν λόγων, ἀντὶ τοῦ τῶν εἰδῶν καὶ τοῦ πλήθους, ὅπερ ἐστὶ τῶν ὑλικῶν συλλέγουσαι τὰς νοήσεις ἀΰλως, πάντα ἐν τῷ ἁπλῷ θεωροῦσαι. Νοηταί. Τὸ νοηταὶ νόησον ὡς πρὸς ἡμᾶς· τὸ δὲ νοεραὶ ὡς πρὸς τὸν Θεόν. νοηταί. νοηταί, Η ἀπὸ μεριστῶν. Ἡμεῖς ἐν μεριστοῖς τοῖς αι σθητηρίοις· ἄλλο γὰρ ἀκοὴ, καὶ ἕτερον ὄψις, καὶ τὰ ἄλλα ὁμοίως· καὶ ἀπὸ μεριστῶν τῶν κατὰ ταῦτα αἰσθητῶν τὴν τῶν ὄντων γνῶσιν ἀναλαμβάνομεν, ἢ ἐν μεριστοῖς μὲν τοῖς κατὰ μέρος νοήμασι, ἀπὸ μετ ριστῶν δὲ τῶν μαθήσεων, ἤτοι τῶν νοουμένων· ἔσθ' ὅτε δὲ καὶ διὰ λόγων τῶν διεξοδικῶν, τουτέστι σαφή καὶ διηπλωμένην τὴν ἐξήγησιν ποιουμένων. Αἱ δὲ νοεραὶ φύσεις, ἀκοινωνήτως εἰς τὰ τοιαῦτα τὰ πάντα ἔχουσαι, ἑνιαίᾳ καὶ ἁπλῇ νοήσει τῆς ἀληθείας τὴν γνῶσιν ἐλλάμπονται 46. Καὶ ἔστιν αὐταῖς. Τοῖς ἀγγέλοις 4 νοεράν εἶναί φησι δύναμιν καὶ ἐνέργειαν ἐκ τῆς ὑπερφυοῦς σοφίας τοῦ Θεοῦ γενομένην· ἐξ αὐτοῦ γὰρ οἱ θεῖοι ἄγγελοι κατὰ μετοχὴν τὴν δύναμιν τῆς νοερᾶς ἐνεργείας ἔχουσι, καθ᾽ ἣν νοοῦσιν ἑαυτοὺς καὶ τὰ ὄντα, καὶ τὰς ἰδέας ἐποπτικῶς νοοῦντες, ἃς νοήσεις ὠνόμασε τοῦ Θεοῦ εἶναι. Επείσακτον οὖν ἔχουσιν ἐξ αἰτίου τοῦ Θεοῦ τὴν νοεράν ταύτην ἐνέργειαν, καὶ νοοῦσι τὰ ὄντα λίαν ὑπεραναβεβηκότως τῶν ψυχῶν, είγε αἱ μὲν ψυχαὶ ἐκ τῶν ὄντων αὐτῶν νοοῦσι τὰ ὄντα, καὶ τοῖς εἴδεσιν ἐπιβάλλουσιν, ὅπερ διεξοδικώτερόν ἐστι νοεῖν, καὶ “ κύκλῳ περιεἶναι τὰ πάντα 48. Οἱ γε μὴν ἄγγελοι κατὰ τὴν ἐνοῦσαν αὐτοῖς θεοείδειαν, ενιαίως τὰ πλήθη τῆς κτίσεως νοοῦσι, καὶ οὐ μερίζονται εἰς τὸν σκεδασμὸν τῆς ποικιλίας τῶν ὄντων, ἤτοι εἰς τὰ αἰ σθητά, ὡς [αἱ] λογικαί ψυχαί· ἐκείνου δὲ ποσῶς ἀξιοῦνται αἱ ψυχαί, εἰς μίμησιν ἀγγέλων, ὅτε, την νόησιν τῶν πολλῶν εἰς ἕν συνελίττουσαι, ἔχουσιν ὁμοῦ πάντα ἐν αὐταῖς ἀσυγχύτως διακεκριμένα· καὶ ἔξωθεν μέντοι αἱ ψυχαὶ ἐπείσακτον ἔχουσι τὸ νοεῖν, τῶν ἀγγέλων ἐξ ἑαυτῶν καὶ ἐν ἑαυτοῖς νοούντων, ἅτε καὶ θεοειδῶν ὄντων. Καὶ ταῦτα μὲν περὶ τῶν νοη τῶν· περὶ δὲ Θεοῦ ὅπως νοεῖ, ἔχεις καὶ ὧδε καὶ ἄνω ἐν πέμπτῳ κεφαλαίῳ ἐγγὺς τοῦ τέλους· ὁ δὲ εἶπον μεν περὶ ψυχῶν, ὅτι ἀγγελοειδῶς εἰς ἓν τὰ πολλὰ συνελίξασαι νοοῦσι, μάλιστα ἐν τῇ ἀναστάσει τελείως ἕξουσιν, ὅτε αὖθις ἐν τοῖς ἑαυτῶν σώμασι γενόμεναι, τὴν τῶν ὄντων γνῶσιν τελείαν ἀπολήψονται. Ταῦτα δὲ ἡ τῶν δικαίων ἀνάστασις τελείως ἕξει, κατὰ τὸ εἰρη μένον· Καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα καὶ πάλιν· Νῦν ὡς ἐν κατόπτρῳ καὶ αἰνίγματι βλέπομεν, τότε δὲ πρόσωπον πρὸς πρόσωπον, τὴν τῶν ὄντων γνῶσιν δηλονότι παιδευθησόμεθα. σε πρὸς πάντα τὰ τοιαῦτα. “ἐπιλαμβάνονται. ' οὐ γὰρ πάντα τὰ τοῦ Θεοῦ ἐγκαταλείψει τῆς κτιστῆς υπάρχει φύσεως, ἀλλὰ καὶ ὑπὲρ ταύτην τὴν ἀγγελικὴν ὑπάρχει γνωσίν τε καὶ νόησιν. Τοῖς ἀγγέλοις. οι δήτα.
col. 347–348page 82 of 115
PG 4:347διεξοδικώς Διεξοδικώς κύκλῳ Διεξοδικῶς δὲ καὶ κύκλῳ. Είρηται τί τὸ διεξοδικῶς νοείται. Διεξοδικῶς τοίνυν καὶ κύκλῳ, τουτέστιν οὐκ ἀθρόᾳ τοῦ νοῦ ἐπιβολῇ ἡ ἀνθρωπίνη ψυχή τὴν θείαν κατακαλύπτεται * γνῶσιν, ἀλλὰ τὴν ἀλη θῇ τῶν ὄντων κατανόησιν ἐκ τοῦ κατὰ μέρος δεχο μένη, καθ' δ καὶ τῆς ἀγγελικῆς ἀπολείπεται θεοπτίας, περὶ τὸ ἓν αἴτιον τὴν τῶν ποικίλως θεωρουμένων συνάγει ἔννοιαν, καὶ τῶν ἰσαγγέλων ἀξιοῦται νοή σεων. Τυχεῖν οὐ ἐφίεται. Εφίεται μὲν ἐξ ἀλογίας τὸ Ισόθεον ὁ δαιμόνιος το νοῦς· οὐκ οἶδε δ' ὅπως τούτου τυχεῖν ἔνεστιν, οὐ φύσει παθὼν τὴν ἄγνοιαν, ἀλλ᾽ ἑκουσίως τὸ παρὰ φύσιν αἱρούμενος. Σημείωσαι δὲ ὅτι οἱ δαίμονες καθ᾽ ὅ νοῦν ἔχουσιν, ἐκ τοῦ ἀγαθοῦ τοῦτον κέκτηνται· ἀλογίσαντες δὲ καὶ μὴ βουληθέντες μεἶναι ὅπερ οι ἦσαν, ἔκπτωσιν σοφίας ὑπέμειναν. Καθ' ὑπεροχήν. Περὶ τοῦ, ὅτι τὰ κατὰ στέρησιν λεγόμενα ἐπὶ τοῦ Θεοῦ, καὶ τὰ ἐναντία, ὑπεροχικώς νοοῦνται. Καὶ πάντα τάλλα ἔνδοθεν. Μηδεὶς ἐκ τούτων πρὸς ἀτόπους ἀπαγέσθω εννοίας, ὥστε λέγειν καὶ τῶν κακῶν ἐν ἑαυτῷ κατ' αἰτίαν προέχειν τὸν Θεὸν, ἤγουν αἴτιον αὐτῶν ἐκ τούτου εἶναι συνάγεσθαι· οὐ γὰρ περὶ τούτων ἐστὶν ὁ λόγος τῷ Πατρί· ἤδη γὰρ ἔδειξε μήτε ὄν, μήτε ἐν τοῖς οὖσι τὸ κακὸν, ἀλλὰ περὶ τῶν ἐν οὐσίᾳ ὄντων, οἷον ἀγγέλων καὶ τῶν λοι πῶν κτισμάτων, καθὼς καὶ προείπεν, ὧν τὴν γνῶ σιν οὐκ ἐκ τοῦ μανθάνειν αὐτὰ, ὁποῖα τινά εἰσιν, ἔχει· τοῦτο γὰρ ἐδήλωσεν εἰπών· Οὐκ ἐκ τῶν ὄντων τὰ ὄντα μανθάνων, καὶ τὸ, οὐ κατ' ἰδέαν ἑκάστοις ἐπιβάλλων, ἀλλ' ὡς ποιητής τούτων τὴν εἴδησιν τῶν οἰκείων ἔργων προέχει, εἰδὼς ὅπως αὐτὰ, καὶ ἐφ᾽ οἷς παράξει πρὸς γένεσιν, ὧν ἡ παρατροπὴ καὶ ἐλ λειψις, ήγουν ἡ ἀποτυχία καὶ ἀδυναμία τὸ κακὸν εἰσ ἄγει, τῇ στερήσει τοῦ κατὰ φύσιν τὸ παρὰ φύσιν ποιοῦσα· πρὸς τοῦτο γὰρ τὸ τοῦ φωτὸς παρήγαγεν ὑπόδειγμα και τῇ γὰρ τούτου στερήσει τὸ σκότος παρ υφίσταται, καὶ αἰτίαν ἔχει τὴν ἀπουσίαν τῆς τοῦ φωτὸς φύσεως, ὥσπερ καὶ τῶν στερήσεων αἱ ἔξεις ἀρχηγικώτεραι τυγχάνουσι, καὶ ὡς ἄν τις εἴποι, απ τίαι. Ενταῦθα οὖν ὁ Πατήρ περὶ τῶν ὑπὸ Θεοῦ εἰς γένεσιν ἀχθέντων, καὶ τῆς ἑκάστου τούτων φύσεως τὸν λόγον ποιεῖται, ἃ καὶ προϋφεστάναι ἐν τῷ θεῷ κατὰ πρόγνωσιν καὶ τὸ προωρίσθαι εἴρηκε. Καὶ οὐσίαν προέχει. Ὅτι ἡ γνῶσις τὴν οὐσίαν προέχει καὶ προσυνείληφεν. Ὥσπερ καὶ τὸ φῶς. Απτωτον τὸ τῆς παραβολῆς· ὥσπερ γὰρ εἴ τις ὑπόθοιτο τὸ φῶς τοῦτο τὸ ὁρα τὸν ἔννουν εἶναι καὶ λογικόν· εἶτα πυθοίμεθα σε αυτ τοῦ, εἰ γινώσκει τὸ σκότος, τὸ δὲ εἶποι γινώσκειν, καὶ πρὶν γένηται ἂν τὸ σκότος· γινώσκειν δὲ οὐ κατά τινα πεῖραν, (πῶς γὰρ ἴδοι σκότος τὸ φῶς; εἰ γὰρ φῶς, οὐκ ἔσται σκότος) ἀλλὰ γινώσκειν εἶπα τὸ το καταλάμπεται, να ἐφίεται μὲν ἐξ ἀλογίας γενέσθαι Ισόθεος ὁ δαιμ. ν' ἀλογίσαντες δὲ ἑαυτοὺς καὶ μὴ μείναντες υπερ. σε παράδειγμα, οι πυθώμεθα.
col. 349–350page 83 of 115
PG 4:349φῶς καθ' φῶς ἐστι· διὸ καὶ οἶδεν, ὅτι, ἐὰν συστείλῃ τὸ οἰκεῖον φῶς, οὐδεὶς ὄψεται· οὕτω καὶ ὁ Θεὸς κατ' αἰτίαν ἐν ἑαυτῷ τὴν πάντων εἴδησιν ἔχει, οὐ τῇ πείρα ταύτην ἐπικτησάμενος, ἐπεὶ οὕτως εὑρίσκεται μεταγενέστερος ὁ Θεὸς τῆς γνώσεως, ή κατά τινα χρόνον μὴ γινώσκων. Σημείωσαι δὲ τὸ σκότος εἶναι τὸ αἰτιατὸν, ἐξ ἐλλείψεως τοῦ φωτὸς παρυφιστάμε ὅπερ ἐστὶ κατὰ Μανιχαίων. Τοῦ σκότους. Οτι τὸ σκότος οὐχ ἑτέρωθεν, ἀλλ᾽ ἀπὸ τοῦ φωτὸς γνωρίζεται. Καὶ οὐκ ἐκ τῶν ὄντων. Ὅρα πῶς φησι τὸν Θεὸν εἰδέναι τὰ ὄντα, οὐκ ἐκ τῆς πάντων γνώσεως, ἀλλ' ἐκ τῆς ἰδίας, ὥσπερ τὸ φῶς οἶδε τὰ τοῦ σκότους, οὐδὲν τοῦ σκότους ἔχων ἐν ἑαυτῷ. Ταῦτα δὲ πολλαχῶς ἐν τῷ πέμπτῳ κεφαλαίῳ εἴρηται· πῶς ὁ Θεὸς ἑαυτὸν γινώσκων, ἤτοι νοῶν, νοεῖ καὶ γινώσκει τὰ ὄντα παραδειγματικῶς. Οὐκ ἄρα ὁ Θεός. Ἐν οὐδεμιᾷ γὰρ διπλόῃ τὸ θεῖον, πάντη ἁπλοῦν ὄν, καὶ ὑπὲρ πᾶν ἁπλοῦν. Καὶ γὰρ καὶ τοὺς ἀγγέλους. " Τὸ τοὺς ἀγγέ λους εἰδέναι τὰ ἐπὶ γῆς οὐ δι' αἰσθήσεως προσβάλλοντας τοῖς αἰσθητοῖς, ὡς ἡμεῖς, ἀλλὰ διὰ δυνάμεως Επαναβεβηκυίας ἐπιβάλλω νοεῖσθαι ε, ἐκ διαφόρων λογίων, οἷον ὡς ἐν τῷ Τωβίᾳ, ὅπου εἴρηται, ὅτι ὁ θεῖος Ραφαὴλ ὁ ἄγγελος εἶπε τῷ υἱῷ τοῦ Τωδίου λα δεῖν τὴν χολὴν τοῦ ἀνελθόντος ἰχθύος, ὡς ἀφαιροῦσαν λευκώματα ὀφθαλμῶν γινόμενα ἀπὸ ἀφοδευμάτων προυθίων· οὐ γὰρ ἄν τις ὑπονοήσειεν, ὅτι παθών ἔμαθε τὴν ἰατρείαν· ἀλλὰ καὶ ὁ ἐν τοῖς Κριταῖς ἄγ γελος ἐπὶ τοῦ Γεδεὼν εἰς τὴν θυσίαν ἐκβαλὼν ἐκ τῆς πέτρας πῦρ, οὐκ αἰσθήσει οἶδεν, ὅτι τὸ πῦρ καυστικόν, ὡς ἡμεῖς, ἀλλ᾽ ἀνωτέρω προσφόρῳ·. οὕτω καὶ τὰ λοιπά. Εἰ δέ τις εἴποι, Καὶ πῶς τοῦ αἰωνίου πυρὸς αἰσθήσεται ὁ διάβολος, καὶ οἱ ἄγγελοι αὐτοῦ; ἐν τῷ προσφόρῳ τόπων λεχθήσεται. ᾿Αλλὰ καὶ ἐν τῷ Δα νιὴλ, ἐν τῷ κεφαλαίῳ τοῦ Βαλθάσαρ, οἶδεν ὁ γράφων γράμματα μὴ μαθών. Σημείωσαι δὲ ὅτι οὐ κατ' αἴσθησιν τοῖς ἀγγέλοις ἡ γνῶσις τῶν αἰσθητῶν· οὐδὲ γὰρ τοῖς καθ' ἡμᾶς αἰσθητηρίοις κέχρηνται, ἀλλὰ νοῦ δυνάμει καὶ φύσει. στ.. § ΙΙΙ. Ἐπὶ δὲ τούτοις ζητῆσαι χρή. Συζητεῖ πως Θεὸν γινώσκομεν· καί φησιν ὀρθῶς, ὅτι Θεοῦ μὲν φύσις, δ τί ποτέ ἐστιν, οὔτε τινὶ πώποτε τῶν ἐν δημιουργία ἐγνώσθη, οὔτε ἐπιστητῶς, οὔτε ἐποπτικῶς· τούτοις γὰρ ἐπιβάλλομεν τοῖς ἀσωμάτοις· ἀλλὰ γινώσκεται ὁ Θεὸς ἐκ τῆς τῶν κτισμάτων διατάξεως· εἰ γὰρ, κατὰ τὸν θεῖον ᾿Απόστολον, ἡ τῶν δημιουργημάτων καλλονὴ, [τὸν] γενεσιουργόν, τουτέστι τὸν τῶν ἐν γενέ σει 50.00 ποιητὴν μηνύει, εἰκότως ἡ τῶν ὄντων διάταξις 14 σημείωσαι ὡς αἰτία τοῦ σκότους ἐστὶ τὸ φῶς· ἐξ ἐλλείψεως γὰρ αὐτοῦ φαίνεται· καὶ ὅτι τὸ σκότος οὐχ ἑτέρωθεν. σε ὅτι οἱ ἄγγελοι ἴσασι τὰ ἐπὶ γῆς, οὐ κατ' αἴσθησιν, ἀλλὰ κατὰ τὴν τοῦ θεοειδοῦς αὐτῶν νοῦ δύναμιν, ὅτι οὐ κατ' αἴσθησιν τοῖς ἀγγέλοις ἡ γνώσις τῶν αἰσθητῶν· οὐ γὰρ τοῖς καθ᾿ ἡμᾶς αἰσθητηρίοις κέχρηνται ἀλλὰ δυνάμει νοῦ καὶ φύσει. σε ἐπιβάλλοντας δηλοῦσθαι. δε τρόπῳ. της γενέσεως.
col. 351–352page 84 of 115
PG 4:351τὰ εἴδη, καὶ αἱ καθ᾽ ἕκαστον κτίσεις, οἷον αἱ ἄγγε λικαὶ τάξεις, καὶ τὰ αἰσθητὰ πάντα, εἰκόνες εἰσὶ καὶ ὁμοιώματα τῶν θείων ἰδεῶν, ἤτοι παραδείγματα τῶν ἐν τῷ Θεῷ, ὅτινα παραδείγματα, αἱ ἀίδιοι νοήσεις εἰσὶ τοῦ Θεοῦ, δι᾿ ἂς καὶ καθ᾽ ἂς ἅπαντα ἦν ἐν αὐτ τῷ, οὐχ ἕτερα ὄντα αὐτοῦ, καὶ παραχθέντα γέγονεν, ὡς καὶ ἐν τῇ ᾿Αποκαλύψει ο θειότατος Ιωάννης φησί τινα τῶν πρεσβυτάτων ἀγγέλων εἰπεῖν αὐτῷ, ὅτι τὰ πάντα ἦσαν καὶ γεγόνασι, τὰς ἰδέας λέγων, ὅτι ἦσαν καὶ τὰς εἰκόνας καὶ τὰ ὁμοιώματα τῶν ἰδεῶν ἤτοι παραδειγμάτων, τὰ γεγονότα πάντα. Τῶν γὰρ νοητῶν τὰ νοερὰ εἰκόνες, καὶ τῶν ὑπερβεβηκότων τὰ ὑπο βεβηκότα. Κατὰ ἀφαίρεσιν οὖν τούτων πάντων (ἀφή ρηται γὰρ τῶν ὄντων ὁ Θεὸς, οὐδὲν ὧν τῶν ὑπ' 191 γνωσίς ἐστι τοῦ διατάξαντος· τὰ γὰρ ὄντα, τουτέστι αὐτοῦ κτισθέντων, ἀλλ' ἀφάτως ὑπερέχων πάντων) ὑπεροχικῶς γινώσκεται ὁ Θεός. Ἐκ τῆς αὐτοῦ φύσεως. Σημείωσαι ἀναγκαῖον πρόχειρον εἰς εὐσεβείας ἀπολογίαν. [α] Καὶ εἰκόνας τινάς. Ενταῦθα θεία παραδείγματα τοὺς προορισμούς ἐκληπτέον, ὧν εἰκόνες τὰ τῆς κτίσεως ἀποτελέσματα. Τοὺς δὲ προορισμούς προθέσεις εκάλεσεν ὁ Ἀπόστολος, ὡς ἐν τῇ πρὸς Ἐφεσίους εἰπὼν, Κατὰ πρόθεσιν τῶν αἰώνων. Ἐν πᾶσι δὲ τοῖς κτίσμασι δηλαδὴ [ὁ Θεὸς] γινώσκεται, ὡς ὁ τεχνίτης ἐν τοῖς τεχνητοῖς. Πάντη δὲ κεχώρισται τὸ κατ' οὐσίαν τῶν πάντων· κάντεῦθεν ἄγνωστος ὢν τοῖς τεχνητοίς, ἐκ τῆς [τοιαύτης] ἀγνωσίας γινώσκεται, ὥσπερ οὖν καὶ διὰ τῆς τῶν κτισμάτων ἐπιστημονικής κατανοήσεως τε καὶ γνώσεως. Ταῦτα οὖν ἐπαναλαμβάνων συνήψε τὰ ἑπόμενα εἰς τὸ αὐτό. [β] Ἐπειδὴ καὶ αἱ ἰδέαι τῶν ζώων ἐν τῷ Θεῷ καὶ πάντων τῶν κατὰ φύσιν εἰσὶ καθόλου, ἀλλ᾽ οὐχ ὡς τῶν καθ᾿ ἕκαστα είδωλα καὶ ὁμοιώματά εἰσι τῶν ἐκεῖ τὰ ἐνταῦθα· πάντα γὰρ τὰ ὧδε εἴδωλα τῶν ἐκεῖ· ἡ γὰρ ψυχὴ καὶ αὕτη εἰκὼν καὶ ὁμοίωμα τῆς ἰδέας. [γ] Καὶ διὰ γνώσεως ὁ Θεός. Πῶς διὰ τῶν ἐναντίων γινώσκεται ὁ Θεὸς, καὶ διὰ τῶν θέσεων, καὶ τῶν ἀφαιρέσεων, δηλοῖ ἐπεξιὼν αὐτά· εἰ γὰρ καὶ ἄνω ἐν τῷ πρώτῳ κεφαλαίῳ εἶπε, μηδὲν εἶναι τῆς οὐσίας τοῦ Θεοῦ παραστατικόν, μὴ νόησιν, μὴ ἐπαφὴν, μὴ φαντασίαν, μὴ δόξαν, μηδ' ὅσα ἔφη ἐκεῖ καὶ ἐνταῦθα, ἅτινα καὶ ἡρμηνεύσαμεν ἐν ἐκείνοις· νῦν λέγει καὶ διὰ τῶν ἐκεῖ ἀπηγορευμένων γινώσκεσθαι τὸν Θεόν οὐ μὴν τὴν οὐσίαν αὐτοῦ· καὶ πάλιν μηδὲν αὐτὸν ἔχειν τούτων εἰς κατάληψιν. Ὡς μὲν οὖν αἴτιος ἀπάν των, γινώσκεται ἐκ τῶν ἐξ αὐτοῦ· ὡς δὲ μηδὲν ὧν τῶν ἐξ αὐτοῦ, μένει ἀγνοούμενος ὑπὸ πάντων· πῶς δὲ καὶ διὰ τῆς ἁγνωσίας γινώσκεται, καὶ ἐνταῦθά φησι, καὶ ἀνωτέρω εἴρηται ἐν κεφαλαίῳ δευτέρῳ. Καὶ οὔτε νοεῖται. Διὰ γὰρ τῶν δεδημιουργημένων νοοῦμεν, εφαπτόμεθα τῆς ἐπιστήμης, ἔχομεν ὅτι
col. 353–354page 85 of 115
PG 4:353θεὸς ἔστι. Τίς δὲ, ἢ ποταπός, ἢ πηλίκος αὐτὸς ὁ Θεός, οὔτε νοοῦμεν, οὔτε ὀνομάζομεν, οὔτε νῷ ἡ αἰσθήσει καταλαμβάνομεν. "Ομοιον γὰρ τούτῳ ἐστὶ καὶ τό· Ἐν πᾶσιν ἐστιν ὁ Θεὸς, καὶ ἐν οὐδενὶ τῶν πάντων ἐστί. Κατα τὴν ὑπὲρ νοῦν ἕνωσιν. Σημείωσαι, ὅτι κατὰ τὰ προπαρατεθειμένα τὴν ἕνωσιν ἔλαβε τῆς ὑπὲρ νοῦν τοῦ Θεοῦ θεωρίας. Αὕτη γάρ ἐστι κατὰ τὸ Λόγιον. Τοῦτο καὶ ἐκ τῆς Σοφίας Σολομῶντός ἐστιν, ἔνθα λέγεται τεχνῖτις ἡ σοφία τῶν πάντων· καὶ ἐκ τῶν Παροιμιῶν, ἔνθα εἴρηται ἐκ τῆς Σοφίας. Εγώ ήμην ἁρμόζουσα παρ' αὐτῷ· καὶ ὁ Δαβίδ· Πάντα ἐν σοφίᾳ ἐποίησας. Λόγος δὲ ὁ Θεός. Περὶ τοῦ Θεοῦ Λόγου, καὶ διὰ τί λέγεται λόγος, τί δηλούσης τῆς τοιαύτης ὀνομασίας, καὶ μίαν αἰτίαν ἐνταῦθά φησι, καθ᾿ ἣν ὀνομάζεται λόγος, διὰ τὸ τὰς τῶν ὄντων πάντων αἰτίας ἐν ἑαυτῷ ἔχειν· οἱ γὰρ λόγοι φύσεως ἁπάσης ἐν αὐτῷ εἰσιν, ὡς αἰτίῳ πάσης δημιουργίας· δι' αὐτοῦ γὰρ τὰ πάντα· αἵ τε γὰρ ἰδέαι, καὶ τὰ παραδείγματα ἐν αὐτῷ, οὐχ ἕτερα ἐν ἑτέρῳ, ἀλλὰ νοήσεις ἀΐδιοι οὖσαι, καὶ λόγοι ποιοῦντες τὰ πάντα, τουτέστι φύσις· καὶ ἡ φύσις γὰρ λόγος, αἰτίαν ἔχων καὶ φύσιν 6, ὡς οὐκ εἰκῆ καὶ μάτην αἱ φύσεις τῶν ὄντων εἰσί. Λέγει δὲ αὐτὸν Λόγον, καὶ ὡς διὰ πάντων χωροῦντα ἀκωλύτως, καὶ πάντα περιιόντα, καὶ μέχρι τῶν ἐσχάτων, ὡς ἐν τῇ πρὸς Ἑβραίους· Ζῶν γὰρ ὁ λόγος καὶ ἐνερ γῆς, καὶ τὰ ἑξῆς. Οὗτος ὁ Λόγος ἐστίν. Ὅτι ὁ Θεὸς Λόγος, ἡ αὐτὸ καὶ τῷ ὄντι " οὖσα ἀλήθεια, εἰκότως ἐστὶ καὶ ἁπλῆ σε τῶν ὄντων γνῶσις. Τί δέ ἐστι γνῶσις, εὐθὺς ἐπισυνάπτει διδάσκων. Εἰ γὰρ ἡ γνῶσις ἐνωτική. Τὰ περὶ τῆς ἀληθοῦς γνώσεως σαφηνίζων, αὐτὸς ὁ Θεός Λόγος Χριστός Ἰησοῦς, περὶ οὗ ὁ λόγος· καὶ ὅτι ἡ γνῶσις ἀληθῶς ἐνωτική ἐστι τῶν ἐγνωκότων καὶ τῶν ἐγνωσμένων, φησί· Καγώ γινώσκω τὰ ἐμὰ πρόβατα, καὶ γινώ σκομαι ὑπὸ τῶν ἐμῶν· καθώς γινώσκει με ό Πα τὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα. "Ωσπερ γὰρ ἡ γνώ σις γνοῦσα ἐκεῖνο ὃ γνῶναι ἠθέλησεν, ἐνοῦται τῷ γνωσθέντι, οὐκέτι ἀμφιβολίαν ἔχουσα περὶ αὐτοῦ, οὐδὲ διὰ τὴν ἀμφιβολίαν σχιζομένη εἰς ἑτέρας εννοίας καὶ ἀστατοῦσα, καὶ ἄγνοια διὰ τοῦτο γενομένη, διὰ τὸ μὴ πεισθῆναι ὅτι ἔγνω· οὕτως οἱ πιστοὶ τῇ γνώ σει ἑνωθέντες τῷ γνωσθέντι Χριστῷ, ὅς ἐστιν ὁ Θεὸς Λόγος, καὶ τὴν πίστιν εἰς αὐτὸν ἐρείσαντες, μονιμωτάτην καὶ ἀσάλευτον τῶν ἐγνωσμένων τὴν πίστιν ἔχοντες, ὅτι θεὸν ἔγνωσαν, καὶ ὑπὸ Θεοῦ ἐγνώσθησαν, ἐξεστήκασι μὲν τῆς ἀγνοίας, ἣν εἴπομεν διαι ρεῖν, καὶ σχίζειν καὶ διασαλεύειν εἰς ἄλλοτε ἄλλας ἀμφιβολίας, ὡς μὴ γνοῦσαν δ δεῖ γνῶναι· ἐφεστήκασι δὲ τῇ βεβαιότητι, τῇ πίστει πληροφορηθέντες, ὅτι ἔγνωσαν καὶ ἡνώθησαν διὰ τοῦτο ἐ τῷ γνωσθέντι. Ὁ μὲν οὖν ἐν τῷ σκοπῷ τῆς ἀγνοίας κατὰ τὸν ᾿Από το σοφίαν. Η ἡ τῷ ὄντι. σε ἀπλανής. σε τούτων.

Chapter VIIICaput VIII

col. 355–356page 86 of 115
PG 4:355στόλον, ῶν, ὑπὸ τῆς πλάνης αὐτῆς σαλευόμενος, διαιρέσεως, Διαίρεσιν Εστίας. τῇ ἑνιαίᾳ, ἑνιαίαν, δυνάμεων ἀφορίζουσα. Αφορίζουσα, κατὰ δύναμιν ἄκλιτον. άκλιτον, ἄκλειτον ἀπεριόριστον, δ', περιφέρεται παντὶ ἀνέμῳ τῆς κυβείας τῶν ἀνθρώπων, ὥσπερ οἱ ἐν πελάγει κλυδωνιζόμενοι καὶ ταῦτα γάρ φησιν ὁ ᾿Απόστολος), καὶ νομίζει τοὺς γνω στικοὺς μαίνεσθαι, ὡς καὶ ὁ Φῆστος ἔφη τῷ Παύλῳ κηρύττοντι τὴν θείαν γνῶσιν· Μαίνῃ, Παῦλε. Ο γνωστικὸς καὶ τῷ ὄντι Χριστιανός, ἅτε τῇ ἀλη θείᾳ γνούς Χριστόν, καὶ δι' αὐτοῦ τὴν θεογνωσίαν κτησάμενος, τὴν ἑνιαίαν λέγω τῆς ἀληθείας γνῶσιν (Ενιαία δέ ἐστιν ἡ ἁπλῆ καὶ ἀσύνθετος γνῶσις), εξέ στηκε μὲν τοῦ κόσμου, μὴ ὢν ἐν τῇ κοσμικῇ τῶν ἀπίστων γνώμῃ καὶ πλάνῃ· ἑαυτὸν δὲ γινώσκει νή φοντα καὶ ἀπηλλαγμένον τῆς πολυπλανούς ἀπιστίας διὸ καὶ καθ' ἑκάστην ἡμέραν ἀποθνήσκουσιν ὑπὲρ τῆς ἀληθείας, οὐ μόνον μέχρι θανάτου κινδυνεύοντες ἑκάστοτε διὰ τὴν ἀλήθειαν, ἀλλὰ καὶ τῇ ἁγνοίᾳ τελευτῶντες πάντοτε, τῇ δὲ γνώσει ζῶντες, καὶ Χρι στιανοὶ μαρτυρούμενοι. Διαιρέσεως αιτία. Διαίρεσιν ἐνταῦθα τὸ τῆς γνώ μης ἀνίδρυτον καὶ εἰς πολλὰ μεριζόμενον ἔφη. Εστίας. Μονῆς, οἰκήσεως. Τῇ ἐνιαίᾳ τῶν Χριστιανῶν. Ενιαίαν τὴν καθ' ἡμᾶς πίστιν ὠνόμασεν, ὡς ἁπλῆν τε καὶ ἀπλανῆ τὴν τοῦ ὄντος ἀληθῶς τὰ ἔχουσαν γνῶσιν, σε ΕΙΣ ΤΟ ΚΕΦΑΛ. Η'. § 1. Καὶ ὡς δύναμιν. Κατὰ τί λέγεται δύναμις ὁ Θεός. Καὶ τὴν κυρείαν. Ὡς τὸ, Κύριος τῶν δυνά μεων αὐτός ἐστιν ὁ Βασιλεὺς τῆς δόξης. [Πάλιν Κύριος τῶν δυνάμεων μεθ' ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ.] Δυνάμεων ἀφορίζουσα. Αφορίζουσα, τουτέστιν ἀποδιαστέλλουσα καὶ χωρίζουσα. §11. Κατὰ δύναμιν ἄκλιτον. "Ακλιτον ἔφη, τουτέστι τῆς οἰκείας ἀκρότητος μὴ ὑποκατιοῦσαν· οὐ γὰρ κλινόμενος εἰς δύναμιν δημιουργεῖ, ἀλλ᾽ ἀκίνητος καὶ ἄκαμπτος ὑπάρχων τῆς ἰδίας ἰσχύος παράγει τὰ ὄντα. Τάχα δὲ λεκτέον ἄκλειτον καὶ τὸ οἷον μὴ κλειόμενον· διὸ ἐπάγει καὶ ἀπεριόριστον· οὐ γὰρ κλείεται, ὡς ἀδυναμοῦσα ἔν τινι· ἀλλ᾽ ἀεὶ ἀνέῳγεν ἐν δυνάμει τοῦ πάντα ποιεῖν ἡ τοῦ Θεοῦ δύναμις. Καὶ τὴν ἀσθένειαν δυναμοῖ. Ασθένειαν καλεῖ τὰ ὑλικὰ ταῦτα καὶ περίγεια σώματα, ἅτινα καὶ ἔσχατα ἀπηχήματά φησι, καθὰ πολλάκις ἀνωτέρω ἔφημεν, διὰ τὸ ἀμυδρῶς καὶ κατὰ τὴν οἰκείαν ἐπιτηδειότητα μετέ χειν τῆς δυνάμεως τοῦ Θεοῦ. Καὶ περὶ μὲν τῶν καθ᾽ ἡμᾶς σωμάτων εἴρηται· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμουντί με Χριστῷ· θεωρητέον δὲ τοῦτο καὶ ἐν τοῖς λοιποῖς ζώοις, ὡς ἐπὶ τῶν ἐμπίδων, καὶ τῶν μυιῶν, καὶ τῶν τοιούτων, ὁπόσον ἰσχύουσιν ἐν τοῖς οἰκείοις κέντροις, τὰ οὕτως ἀσθενῆ καὶ ἐξουθενημένα ζώα, ἐνδυναμ Οι ἀγνωσία. σε ἀληθοῦς κηρύγματος, ε Ο Θεός Λόγος λέγεται, ὅτι νοῦ καὶ σοφίας χορηγός, καὶ ὡς πάντων ἔχων τὰς αἰτίας, καὶ ὡς διὰ πάντων χωρῶν, καὶ ὡς πάσης ἁπλότητος απλούστερος.
col. 357–358page 87 of 115
PG 4:357θέντα παρὰ τοῦ ποιήσαντος Θεοῦ· ὅθεν καὶ ἐν Ἰωήλ τῷ θείῳ προφήτῃ φησὶν ὁ Θεὸς περὶ ἀκρίδος, καὶ βρούχου, καὶ κάμπης· Ἡ δύναμίς μου ἡ μεγάλη καὶ πῶς ἄχρι τούτων τὸ ἀπειροδύναμον τοῦ Θεοῦ φθάνει, φησὶν εἰκόνας θαυμαστὰς καὶ ἀληθεστάτας. ᾿Αλλὰ καὶ ἐν τοῖς ἀψύχοις τὸ αὐτὸ εὑρήσεις, ἐν πόαις καὶ βοτάναις, καὶ μετάλλοις θεωρῶν δυνάμεις βλαπτικάς καὶ ὠφελίμους· καὶ εὔθρυπτα τὰ πλείω, καὶ ἄλλα ἰσχυρά, καὶ ἀνέκδοτα, ὡς τὸν ἀδάμαντα. Αλλως. Ασθένειαν δυναμουμένην ἐν τούτοις τὰ ἀσθενέστατα τῶν ζώων φησί, ταύτην ἔχοντα τοῦ ὄντως εἶναι τὴν δύναμιν, ἢ ἀσθένειαν οιητέον τὴν ἄψυχον καὶ πάντη ἀκίνητον φύσιν, ἥτις τὴν οὐσιώδη, τουτέστι τὴν τοῦ ὅλως εἶναι δύναμιν, εἴληφεν ἐκ Θεοῦ. § ΙΙΙ. Καὶ αὐτὸ δὲ, εἰ θέμις. Τουτέστιν, οὐκ ἦν δυνατὸν εἶναί τι ὅλως, μὴ τοῦτο τῆς θείας δυνάμεως ὑποστησαμένης. Δύναμιν εἰς τὸ εἶναι ἔχει. Τὴν δύναμιν οὐ μόνον τὴν εἰς τὸ συνεστάναι ἰσχὺν νοεῖ, ἀλλὰ καὶ τὴν ἐπι τηδειότητα εἰς τὸ τοιῶσδε εἶναι δύναμιν σημαίνει. Διάδοσιν δὲ καλεῖ δυνάμεως τὴν εἰς τὰ ἔξω περὶ τὰ ὄντα πρόοδον τῆς προνοίας τοῦ Θεοῦ καὶ ἀγαθότητος, εἰς τὸ εἶναι τὰ ὄντα καὶ παραχθῆναι. Καὶ πρώτην μὲν δύναμίν φησι τὴν τῶν ὄντων· ταῦτα δέ εἰσι τὰ νοητά, καὶ ἀσώματα ὄντα λεγόμενα, ὡς ἀθάνατα· τοῖς δέ γε νοητοῖς ο καὶ τὰ νοερά συγκατατακτέον, ὡς ψυχικὰς τὰς καὶ λογικὰς νῦν λεγομένας· ὁ γὰρ λόγος νοῦς ἐστι, καθ᾽ ἂν ἡ ψυχὴ καθ᾽ ὑπόβασιν μετὰ τοὺς ἀγγέλους νερὰ λέγεται. Εἶτα καὶ ταύτης ὑφειμένη δύναμις ἡ αἰσθητική, ἡ τῶν ἐμψύχων ἀλόγων· εἶτα ἡ ζωτική, καὶ ἡ φυτική, ἡ τῶν φυτῶν ἁπάντων καὶ βοτανών, καθ' ήν φυτικὴν ζωὴν ἀνθοῦσι· μετὰ δὲ πάσας ἡ οὐσιώδης δύναμις, τουτέστιν ἡ τῶν ἀψύχων, οἷον τῶν μεταλλικῶν, καὶ γεωδεστέρων, ἥτις δύναμις, ἡ συνιστῶσα, καὶ εἰς τὸ εἶναι διαρκεῖν ποιοῦσα, καὶ τὴν τῶν ποιοτήτων δύναμιν δίδωσι θερμῶν ἢ ψυχρῶν, ἢ τῶν ἑξῆς κράσεων· καὶ ἤτοι ὠφελεῖν, ἢ τοιῶσδε ὠφελεῖν. Καὶ τὰς ὀρεκτικὰς δὲ δυνάμεις, τοῦ θέλειν ἀεὶ [τὰ λογικὰ] δύνασθαι καὶ ἐπιθυμεῖν, ὁ χορηγῶν ἐστι Θεὸς, καὶ δυναμοῖ πρὸς φιλίαν τὰ ἡνωμένα, καὶ πρὸς κοινωνίαν, τουτέστι τὰ σπέρματα πάντων ήτοι τὰ στοιχεῖα συμμέτρως πρὸς σύνοδον ὀδεύοντα, καὶ πρὸς ἄλληλα μιγνύμενα, καὶ πλησιάζοντα πράως, εἰς δύναμιν ἄγει τοῦ τὰ αἰσθητὰ ὅμοια γενναν. Τῆς γοῦν ἐνώσεως ταύτης, καὶ τοῦ μίγματος τῶν ἡνωμένων εἰς φιλίαν, ὡς ἔφημεν, στοιχείων τρεπομένου εἰς δια φορὰν καὶ χωρισμόν, διακρινόμενα τὰ μέρη χωρίζεται εἰς γενέσεις καὶ ζώων, καὶ φυτῶν, καὶ τῶν ἑξῆς καὶ λαμβάνει θεόθεν ή διάκρισις αὕτη, ἤτοι ὁ χω ρισμός δύναμιν εἰς τὸ εἶναι καὶ παραγωγὴν τοῦ εἶναι τὰ κατ' εἶδος γινόμενα. Τὰς οὖν συγκρίσεις καὶ δια κρίσεις ἑνώσεις καὶ φιλίας ἔφη, καὶ ἀσύγχυτα καὶ ἀσύμφυρτα τὰ εἴδη διάκρισιν ὠνόμασε. [Σημείωσαι, ὡς καὶ αὐτὴν τὴν ἔφεσιν ἐκ Θεοῦ ἔχουσιν αἱ ἀγγελι καὶ δυνάμεις.] Καὶ τὸ εἶναι ταῦτα. Η τῶν ὄντων φύσις τὸ εἶναι σε νοεροίς.
col. 359–360page 88 of 115
PG 4:359ἐπιζητεῖ οὐ προαιρετικῶς, ἀλλὰ τῷ ἀναγκαίῳ τε καὶ καὶ εὐθημοσύνας. εὐθημοσύνας ἑνάδας συνελίξεις ἀποκαταστάσεις θέωσιν. θέσις. Θέσιν χρησίμῳ τῆς ὑπάρξεως· καὶ τοῦτο οὖν φησι τὸ οὔ τως εἶναι, καὶ τὴν δύναμιν τοῦ ἐπιζητεῖσθαι, ὡς ἀναγκαῖον τὸ εἶναι παρὰ τῆς θείας καὶ ἀπειροδυνάμου οὐσίας. Καὶ εὐθημοσύνας. Εὐθημοσύνας φησὶ τὰς εὖ ἐχούσας θέσεις καὶ τάξεις εὐθέτους καὶ εὐσχήμους δημιουργίας· ἀγγελικῶν δὲ ἑνάδων τῶν ἁπλοτήτων φησίν· ἢ ἑνάδας καλεῖ τὰς τῶν οὐσιῶν αὐτῶν ἁπλό τητας, καὶ ἀσωματίας καὶ ἀϋλίας. Σημείωσαι δέ, ὅτι τοὺς ἀστέρας διαιωνίζειν λέγει. Καὶ τάξεις αναλλοιώτους. Αναλλοιώτους τὰς οὐρανίας ουσίας, μὴ κατὰ τὸ ἀϊδίως εἶναι νοήσης Μ. αὐτοὶ γὰρ κατὰ τὸ γεγραμμένον λειτουργικά πνεύ ματά εἰσιν· ἀλλὰ περὶ τὴν φυλακὴν τῶν ἐξ ἀρχῆς αὐταῖς ὑπὸ Θεοῦ τεταγμένων ὅρων τὸ ἀναλλοίωτον νόησον. Προόδους δὲ τοῦ χρόνου τὸ μῆκος τούτου, καὶ τὴν ἐπὶ τὸ πρόσω φορὰν λέγει· διάκρισιν δὲ, τὴν διὰ τῆς ἐναλλαγῆς τῶν καιρῶν ἤτοι ὡρῶν σημείωσιν πρὸς τὰ αὐτὰ πάλιν ἀποκαθισταμένην· διὸ καὶ συνελίξεις ἐκάλεσε τοῦ χρόνου τὴν κίνησιν· ἡ προ όδους χρονικάς φησι τὰς τῶν πλανήτων ἄστρων κι νήσεις, ἐπί τινα ἀριθμὸν χρόνου διερπούσας τὰ τῶ τῶν λεγομένων οίκων διαστήματα· ἀποκαταστάσεις δὲ τὰς ἀπὸ σημείου τινὸς ἐπὶ τὸ αὐτὸ σημεῖον ἐπαι ναδρομάς· οἷον ὁ ἥλιος δι' ἐνιαυτοῦ περιπολεῖ τοὺς ιθ οἴκους ἀπὸ τοῦ λεγομένου κριοῦ ἐπὶ τὸν αὐτὸν κριόν διερχόμενος, ἡ σελήνη διὰ μηνός, καὶ οἱ ἑξῆς ε' οὔτ τως· ἐκ γὰρ τούτων οἱ χρόνοι μετροῦνται. Καὶ τὰς τοῦ πυρὸς δυνάμεις. Τοῦ αἰθερίου δη λονότι. Φησὶ δὲ περὶ τῶν τεσσάρων στοιχείων, καὶ ὅτι ἡ γῆ ἐπ' οὐδενὸς τεθεμελίωται· ἡ δὲ Γραφή φησιν, Ἐπὶ ὑδάτων ἐθεμελίωσας. Τὰς οὐσιώδεις. Ίσως ουσιώδη λέγονται καὶ τὰ πάντα ἄψυχα καὶ ἀναίσθητα, δηλονότι ἀπὸ τοῦ εἶναι οὕτω λεγόμενα. Καὶ τὴν θέωσιν. Εκθεοῦνται οἱ δίκαιοι καὶ οἱ ἄγε γελοι, κατὰ τό· Ἐγὼ εἶπα· Θεοί έστε. Παντελῶς θέσις. Θέσιν καλεῖ τὴν εἰς τὸ εἶναι παραγωγὴν, ἀντὶ τοῦ, Ο μὴ μετέχει δυνάμεως, οὐδὲ ἐν δημιουργίᾳ ἐστί. § Καίτοι φησὶν Ελύμας ὁ μάγος. Δείχνυ ται ἐντεῦθεν τοῦ ἁγίου τούτου ἀνδρὸς ἡ ἀρχαιότης γὰρ εἶπεν Ελύμας ὁ μάγος, ὃς καὶ ἀντέστη τῷ ἁγίῳ Παύλῳ ἐν Κύπρῳ, γινώσκει· οὗ αἱ Πράξεις τῶν ἁγίων ἀποστόλων μέμνηνται. Όμως πολλούς ὁμοίους τῷ Ἑλύμῃ ἡ ᾿Αραβία ἔχει, οι φασι πρὸς ἡμᾶς λέγοντας, Ἰησοῦν Χριστὸν τὸν Θεὸν Λόγον σαρκί παθεῖν ὑπὲρ ἡμῶν, ἀλλὰ μὴ θεότητα …, ὅτι· Εἰ μὴ δέχεσθε αὐτὸν θεότητι παθεῖν ὡς ἠθέλησεν, ἀδύναμον ποιεῖτε τὸν Θεὸν, φάσκοντες μή δύνασθαι θεότητι παθεῖν εἰ ἐθέλοι· πρὸς οὓς λεκτέον, ὅτι αὐτὸ οὐκ ἠβουλήθη ὁ Θεὸς, ἔχων εἰς τί πάθοι, τὸ παρὰ φύσιν σε νομίσης. σε τῇ θεότητι.
col. 361–362page 89 of 115
PG 4:361γενέσθαι, ἵνα ἡ θεότης πάθοι ἢ κατὰ φυσιν ἀπαθής. Ὅρα πῶς ἑρμηνεύει τὸ ἀποστολικὸν ῥητὸν, Οὐ δύ ναται ὁ Θεὸς ἑαυτὸν ἀρνήσασθαι. Ἡ γὰρ ἑαυτοῦ ἄρνησις. Οπερ ἔφην, Ελύμας ὁ μάγος σκώψας τὸν θεῖον Παῦλον εἰπόντα, μὴ δύνα σθαι ἀρνήσασθαι ἑαυτὸν τὸν Θεὸν, καὶ τό γε ἐπὶ Παύ λῳ ἀδύνατον δείκνυσθαι τὸν Θεὸν δυνάμενον & βούλεται, τουτέστιν ἀρνήσασθαι ἑαυτὸν, φιλοσοφώτατα λύει ὁ μέγας Διονύσιος. Φησὶ γὰρ, ὅτι ὁ Θεὸς ἀλήθειά ἐστιν· ἡ δὲ ἀλήθεια ὅν ἐστι· τὸ δὲ ψεῦδος, ὡς ἀνυπόστατον, οὐδὲ δνἐστιν· ἐὰν οὖν ἀρνήσηται ἑαυτὸν ὁ Θεὸς, ἡ ἀλήθεια, ψευσαμένη, μὴ ἐν γίνεται· καὶ πῶς οἷόν τε τοῦτο συμβῆναι; τὸ οὖν μὴ δύνασθαι, ἐπὶ Θεοῦ ταττόμενον, ἀφάτου δυνάμεώς ἐστι σημείον. "Ομοιον γάρ ἐστιν εἰπεῖν, ὅτι δύναται ὁ Θεὸς ἑαυτὸν ποιῆσαι μὴ εἶναι Θεόν, ἀλλὰ χωρῆσαι εἰς ἀνυπαρξίαν, 8 μετὰ τοῦ ἀδυνάτου καὶ τὸ βλάσφημον ἔχει· πῶς τοίνυν λεχθήσεται, ὁ ὢν ἔσται μὴ ὤν; Οὐ δύναται τοίνυν ὁ Θεὸς, τουτέστιν ἀναχώρητόν ἐστι μὴ εἶναι αὐτὸν, ήγουν ἀνένδεκτον μὴ εἶναι αὐτόν· οὐκοῦν καὶ τὸ μὴ δύνασθαι τὸν Θεόν, τουτέστι τὸ ἀδύνατον εἶναι τὸν Θεόν, οὐ δυνατόν γενέσθαι· ὥσπερ γὰρ τὸ φῶς, καθ᾽ ὅ φῶς, οὐ δύναται σκότος γενέσθαι, οὕτω καὶ ταῦτα ἀδύνατα τῷ Θεῷ διὰ τὴν ἀνυπέρβλητον ἀλήθειαν. Οὕτως οὖν οὐκ οἶδεν ὁ Θεὸς κατὰ στέρησιν τὸ μὴ εἰδέναι, οἷον εὐ πεπείραται ὁ Θεός· ὅ ἐστιν, οὐκ οἶδε τί ἐστιν αὐτὸ τὸ μὴ εἰδέναι, ἤτοι ἀγνοεῖν τι. Κατὰ στέρησιν δὲ οὐκ οἶδε τὸ ἀγνοεῖν· στέρησις γάρ ἐστιν ἡ ἄγνοια, οὐχ ὑπόστασις, ἀλλ᾽ ἔξωθεν τῆς οὐσίας, περὶ ἦν συμ βαίνει ἡ στέρησις· ἔλλειψις γάρ ἐστι τοῦ ὀφείλοντος παρεῖναι. Οὐκοῦν ἐστέρηται ὁ Θεὸς τοῦ ἀγνοεῖν, καὶ οὐδέποτε οἶδε τὸ μὴ εἰδέναι· εἰ γὰρ μὴ κατὰ στέρησιν εἴποιμεν μὴ εἰδέναι τὸν Θεὸν τὴν ἄγνοιαν, εὑρίσκεται τῆς οὐσίας αὐτοῦ τὸ μὴ εἰδέναι· καὶ ἦν ἂν οὐσιώδης αὐτοῦ ἡ ἄγνοια, καὶ εὑρίσκεται ὁ Θεὸς σκότος ἡ γὰρ ἄγνοια σκότος ἐστίν· οὕτως ὑψηλῶς νοήσεις καὶ τὸν ᾿Αδύνατον ψεύσασθαι Θεόν· καὶ τὸ, Οὐ δύνα ται ποιεῖν ὁ Υἱὸς οὐδὲν ἀφ' ἑαυτοῦ, ἐὰν μή τι βλέ πῃ τὸν Πατέρα ποιοῦντα· ὅπερ ὅμοιόν ἐστι τῷ εἰ πεῖν· Αμήχανόν ἐστιν ἕτερα βουλομένου τοῦ Πα τρὸς, ἕτερα βουληθῆναι τὸν Υἱόν. Εν γὰρ θέλημα τῆς μόνης προσκυνητῆς Τριάδος κατὰ τὴν θεότητα οὐδὲ γὰρ ἀγνοοῦμεν, ὅτι περ ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ Θεὸς, ὁ εἷς τῆς πανυμνήτου και παναχράντου Τριά δος γενόμενος ἄνθρωπος, προσέλαβεν ἀνθρώπινον θέ λημα φυσικὸν καὶ ἀναμάρτητον. Καὶ τὸ μὴ εἶναι οὐκ ἔστιν. Απόφασις κατὰ ἀποφάσεως τιθεμένη κατάφασιν ποιεῖ. Ὁ οὖν λέ γων, ὅτι τὸ μὴ εἶναι οὐκ ἔστιν ἐν Θεῷ, τὸ εἶναι αὐτ τὴν συνάγει. Οὕτως οὖν φησιν, οὐ δύναται μὴ δύνα σθαι, ὡσαύτως καὶ τὸ μὴ εἰδέναι οὐκ οἶδεν, ἐξ ὧν συνάγεται τὸ πάντως αὐτὸν εἰδέναι καὶ δύνασθαι καλῶς δὲ προσέθηκεν ἐνταῦθα τὸ κατὰ στέρησιν· οὐ γὰρ ὑπεροχικῶς ταῦτα λέγονται, ἀλλὰ στερητικώς, τὸ, οὐ δύναται καὶ οὐκ οἶδε. § Δικαιοσύνη δὲ ὑμνεῖται. Κατὰ τί δικαιο
col. 363–364page 90 of 115
PG 4:363σύνη ἐστὶν ὁ Θεός. Ὅρος δὲ δικαιοσύνης ἐστὶν, ἀρεσ τὴ διανεμητικὴ τοῦ κατ᾽ ἀξίαν, ἢ ἰδιοπραγίαν τῶν τῆς ψυχῆς μερῶν· ἢ μεσότης πλεονεξίας καὶ μειονεξίας· ἡ ἕξις ἀπονεμητική ισότητος· ἡ ἕξις τοῦ κοινῇ συμφέροντος εστοχασμένη· ἢ ἐπιστήμη ἀπονεμητέων, καὶ μὴ, καὶ οὐδετέρων. Διαλοιδοροῦνται. Περὶ τῶν λαλούντων κατὰ τοῦ Θεοῦ ἀδικίαν, ὥς φησιν ὁ ψαλμωδός. Ἐνταῦθα εὐ καίρως εἶπεν, ἀλλόκοτα τὰ αὐτῶν δεικνὺς βήματα αυτοκίνητοι γὰρ ὄντες, τουτέστιν αὐτεξούσιοι, καὶ τῶν ἰδίων ἁρμῶν ἄρχοντες, διὰ τί, φασὶν, αὐτεξούσιοι γεγόναμεν· καὶ οὐ μᾶλλον καὶ ἄκοντες κωλυόμεθα ἁμαρτάνειν, ἀγνοοῦντες ὅτι λίθοι ετεροκίνητοι βούλονται εἶναι, καὶ γήινα σώματα ἔχοντες, διὰ τί μὴ ἐν ταυτότητι, φασί, μένομεν, τουτέστιν ἄτρε πτοι, ἀθάνατοι ὄντες, καὶ χρώμενοι τοῖς ὑλικοῖς καὶ προσκαίροις; Οπερ ἀγνοούντων ἐστὶ φύσιν αἰσθη τῶν, καὶ νοητῶν, καὶ πολλὴν ἀλογίαν νοσούντων· τὸ γὰρ σῶμα ἡμῶν ὑλικὸν καὶ πρόσκαιρον καὶ τρεπτὸν ὑπάρχον, εἰκότως ἐδέετο τῶν ὁμοίων, προσκαίρων φημὶ καὶ ὑλικῶν· ἡ δὲ ψυχὴ ἄῦλος καὶ ἀθάνατος κτισθεῖσα, εἰκότως τὸ αὐτεξούσιον ἔχει διὰ τὴν πρὸς τὸν δημιουργὸν ὁμοιότητα· ἅπερ μὴ νοοῦντες ἐν ἑκατέρῳ οἱ λοιδοροι μέμφονται τὴν θείαν πρόνοιαν, τοσαύτην ὁρῶντες εὐταξίαν· τοῦτο γὰρ δηλοῖ τὸ, καὶ ὅλως τὰ ἄλλων ἄλλοις ἀποδιδόασιν. αὐτοκίνητοι. προσύλους, Αὐτοκινήτοις Αὐτεξουσίοις 10. § ΙΧ. Αλλ' είποι ἄν τις. Πρὸς τοὺς λέγοντας πως οὐκ ἄδικος ὁ Θεὸς ὁ συγχωρῶν τοὺς δικαίους ὑπὸ τῶν φαύλων κακοῦσθαι; Άλλως. Ενταῦθα ζητεῖ κεφάλαιον προτεθὲν ἡμῖν ὑπὸ ἑτέρου· φησί γάρ· Εἴποι ἄν τις, καὶ τὰ λοι πὰ, λυόμενος εὐσεβῶς καὶ θεοφιλῶς· λέγει γὰρ δι' ἣν αἰτίαν συγχωρεῖ ὁ Θεὸς δίκαιος ὤν, ἀδικεῖσθαι τοὺς ὁσίους ἄνδρας ὑπὸ ἀδίκων καὶ πλεονεκτῶν (πολλοὺς γὰρ ὁρῶμεν δικαίους ζημίας υπομένοντας, ἢ ἐν χρήμασιν, ἢ ἐν πράγμασι παρὰ τῶν ἀδίκων καὶ πλεονεκτῶν· καὶ ἀπολογεῖται δεξιῶς· λέγει γὰρ, ὅτι οἱ ὅσιοι οὐκ ὀφείλουσι τοῖς γηΐνοις καὶ προσκαίροις προσπάσχειν, ἐπεὶ οὐκ ἔτι ὅσιοι· προ τιμήν γὰρ ὀφείλουσι τὰ ὄντως ἐραστὰ καὶ θεῖα χρημάτων γὰρ ἐφιέμενοι, οὐκ ἔτι ὅσιοι. Καὶ λέλυται ἡ ἐρώτησις· τοῦτο γὰρ ὁ θεῖος Παυλός φησι, Διὰ τί γὰρ μὴ μᾶλλον ἀδικεῖσθε; λέγων μὴ περὶ τὰ και σμικὰ ἐπτοῆσθαι· καὶ πάλιν τὸν θεῖον ἔρωτα εἰση γούμενος, περὶ δν οὔτε ἀδικία, οὔτε πλεονεξία δύνα ται γενέσθαι, φησί· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ, θλίψις ἢ στενοχωρία; καὶ τὰ ἑξῆς. Προσύλους δέ φησι τοὺς ἐμπαθεῖς, καὶ το Ἐν ἑτέρῳ εὗρον· τοῖς ἑτεροκινήτοις τὴν αὐτοκίνητον ἀνάγκην. τοῖς ἑτεροκινή τοις αυτοκίνητον ἀνάγκην,
col. 365–366page 91 of 115
PG 4:365μόνοις τοῖς γηίνοις προκειμένους παρευδοκιμεῖσθαι: παρευ δέ ἐστι τὸ ἡττόνως εὐδόκιμον φαίνεσθαι. Ταῖς ἀγγελικαῖς ἀρεταῖς. Ὅτι καλῶς λέγεται καὶ ἐπ' ἀγγέλων ἀρετὴ, ὥσπερ καὶ ἐπὶ Θεοῦ, κατὰ τὸ, Εκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ· καὶ ὅτι ἀδικεῖσθαι τοὺς περὶ τὰ ὑλικὰ πράγματα τῆς θείας ἐστὶ προνοίας συνεθιζούσης αὐτοὺς τῶν θειοτέρων ἐφίεσθαι. Τῆς τῶν ὑλικῶν προσπαθείας. Ορα πῶς φησιν, ὅτι τὸ μὴ προσπάσχειν τοῖς ὑλικοῖς πράγμασιν ἀρρενότητα δηλοί, τουτέστιν ἀνδρίαν· οἱ γὰρ δουλεύοντες κοσμικοῖς καὶ σωματικοῖς πάθεσι θηλυδρίαι είν κάτως προσαγορεύονται. Καὶ ὅτι ἡ θεία δικαιοσύνη οὐ βούλεται διὰ τούτων ἡμᾶς θέλγειν καὶ ἀπολλύειν, ἀλλὰ συνεθίζει πρὸς τὴν τούτων περιφρόνησιν, κατὰ τὸ εἰρημένον· Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει μαστιγοῖ δὲ πάντα υἱὸν δν παραδέχεται. Τί οὖν; οἱ τὸν πλοῦτον ἔχοντες, οὐκ ἀγαπῶνται ὑπὸ τοῦ Θεοῦ; ἐρεῖς, ὅτι πρῶτον μὲν οὐχ ὁ πλοῦτος καθ' ἑαυτὸν κακὸς, ἀλλ' ἡ περὶ τοῦτον προσπάθεια, καὶ ἡ κακὴ χρῆσις· ἔπειτα οἶδεν ὁ Θεὸς τοὺς ἐν ἡμῖν ἀσθενεῖς, καὶ βουλόμενος αὐτοὺς περισῶσαι εἰς προτροπὴν, καὶ χρήματα ἴσως καὶ βίου περιφάνειαν δίδωσιν αὐτοῖς, οὐκ ἀγνοῶν ὅπερ εἰσί· πῶς γὰρ ὁ γινώσκων πάντα πρὶν γενέσεως αὐτῶν; ἀλλ᾽ ἵνα μη δεμίαν ἔχωμεν ἀπολογίαν κατὰ τὸν ᾿Απόστολον· Διὰ τοῦτο ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε· καὶ πάλιν Έχομεν ᾿Αρχιερέα μέγαν, δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν. Τὸ μὴ θέλγειν. Θέλγειν ἐστὶ τὸ δι' ἡδονῆς ἀπα τἦν· λέγεται δὲ καὶ τὸ ἁπλῶς ἡδύνειν. Τῶν ἀρίστων. Τῶν ἐπιθυμητῶν. Αμειλίχτῳ στάσει. Αμείλικτον στάσιν φησὶ τὴν ἀνένδοτον πρὸς τὸν γαργαλισμὸν τῶν γηΐνων ἔνστασιν, καὶ τὸ μὴ κάμπτεσθαι πρὸς τὰ ὑλικὰ διὰ τῶν πειρασμῶν. § Χ. Τῆς ἐν τοῖς ὅλοις ιδιοπραγίας. Ιδιοπραγίαν ὠνόμασε τὴν ἑκάστου τῶν ὄντων κατὰ φύσιν ἰδιά ζουσαν κίνησιν· οὐδὲ γὰρ τὰ ἀγγέλων ἀνθρώποις πράττειν δυνατόν, ἢ τὰ πυρὸς ὕδατι, καὶ τὸ ἔμπα. λιν. Καὶ ὡς ἐκ τῶν χειρόνων. Τὰ χείρω ἐνταῦθα μὴ νοήσῃς πρὸς τὰ ποιήματα· οὐδὲν γὰρ ἐν αὐτοῖς και κόν· ἀλλὰ πρὸς τὴν ἁμαρτίαν, ἥτις ἐκ τῆς ἡμῶν προαιρέσεως κατὰ στέρησιν ἀγαθοῦ παρυπέστη. Αναρπάζει γὰρ ἡμᾶς ὁ Θεὸς ἐξ αὐτῆς ἑκόντας, εἰ προσδράμοιμεν αὐτῷ. Καὶ ἀῤῥεπῆ πρὸς τὰ χείρω. Ταῦτα περὶ τῶν αἱ σθητῶν καὶ ὑπὸ τὴν κτίσιν ὄντων νόμιζε λέγειν αὐτ τὸν, ὅτι πάντα ἐν τῇ οἰκείᾳ εὐταξίᾳ διαφυλάττει οὐδὲν γὰρ αὐτῶν μετετράπη, ἀλλ' οὕτως ὡς ἐκτί σθησαν, ἔμειναν· τοῦτο δηλοῖ τὸ ἀμετάβλητα. Αρ μεπῆ δὲ πρὸς τὰ χείρω, ἢ ὅτι προαιρετὰς αὐτὰς πεποίηκεν, ἢ ὅτι οὐδὲν ἐξ αὐτῶν τῆς οἰκείας ἐξέστη καταστάσεως, ἢ πρὸς τὰ ὑποδεέστερα μετηνέχθη. Ο δοκιμεῖσθαι τὸ μὴ θέλγειν. Θέλγειν ἀμειλίκτῳ στάσει. ἀμείλικτον στάσιν τῆς ἐν τοῖς ὅλοις ιδιοπραγίας. ἰδιοπραγίαν ἀμετάβλητα,

Chapter IXCaput IX

col. 367–368page 92 of 115
PG 4:367γὰρ οὐρανὸς καὶ ἡ γῆ ἔμειναν, καὶ τὰ ἐν αὐτοῖς καὶ τὰς ἀναλογίας. Ανα λογίας ὑπερείδουσα. 201 τῶν λελωβημένων. Λ ὡσαύτως ἔχοντα. Τὸ δὲ τὴν ἀλλοτριοπραγίαν ἐξη ρίζειν, καὶ ἀμεταπτώτους φυλάττειν τὰς ἑκάστου ιδιότητας, οὕτω νόησον, ὅτι τὰ στοιχεῖα ἐναντία μένουσιν ἀλλήλοις, οἷον τὸ θερμὸν καὶ ψυχρόν, καὶ ὑγρὸν καὶ ξηρὸν, καὶ ἕκαστον αὐτῶν ἐν τῇ ἰδίᾳ ὁλό τητι ἐναπομένει, καὶ οὐ μεθίσταται πρὸς τὸ ἐναντίον οὐδέποτε γὰρ τὸ πῦρ ὕδωρ γίνεται, οὐδὲ τὸ ὕδωρ πῦρ. Εἰ δὲ καὶ συνέλθοιεν κατὰ τὴν τοῦ δημιουργοῦ κέλευσιν, μένει ἕκαστον αὐτῶν, σῶζον τὴν οἰκείαν ιδιότητα. Καὶ τὰς ἀναλογίας. Αναλογίας φησὶ τὰς ἁρμοδιότητας εκάστης φύσεως καὶ συμμετρίας. Οὐκ ἀπὸ σκοποῦ. Τουτέστιν οὐκ ἔξω τοῦ σκοπού τῆς Γραφῆς. Υπερείδουσα. Υποστηρίζουσα. Των λελωβημένων. Βεβλαμμένων, τῶν λώβην καὶ ἀχρείωσιν προξενούντων. Καὶ πᾶσα ἀνισότης. Οὐχ ἁπλῶς φησι τὴν ἀνι σότητα ἐξορίζειν, ἀλλ' ἐν τοῖς καθ᾿ ἕκαστον, τουτέστι τὸ μὴ ἴσως καὶ ὁμοίως ἕκαστον τῶν γεγονότων ἐν ταυτότητι τῇ κατὰ φύσιν διαμένειν· διὸ καὶ τὸ κατὰ στέρησιν προσέθηκεν, ἐπεὶ κατὰ τὸ ἀδιάφορα εἶναι τὰ ὄντα καὶ ἄνισα ἡ ἀνισότης οὐκ ἐκβάλλεται. Τῆς ἐν αὐτοῖς ἑκάστοις ισότητος. Δύο τρόπους καθ' οὓς ἀνισότης λέγεται εἰδὼς, τοὺς δύο τρανοί, καί φησιν, ὅτι δικαιοσύνη κατὰ τοῦτο λέγεται ὁ θεὸς, καθ' 8 καὶ τὴν ἰσότητα πάντων ἐπιμετρεί, καὶ τὴν ανισότητα πάντων ἐξορίζει. ᾿Ανισότητα δὲ νῦν φησι τὴν κατὰ στέρησιν τῆς ἰσότητος συμβαίνουσαν, τους ἐστι τὴν πλεονεξίαν· τὸ γὰρ ἴσως νέμειν ἑκάστοις, τὰ κατ᾿ ἀξίαν, τοῦτο συγκρατεί πάντα καὶ σώζει. Ταῦτα φήσας, επιφέρει καὶ τὴν ἕτερον τρόπον, καθ' ὃν ἀνισότης λέγεται. Καὶ γὰρ οἶδέ τινας, τὰ μὲν νοητὰ καὶ ἀσώματα εἴδη, καὶ τὰς πρώτας τῶν ὄντων ἀρχὰς, φημὶ δὴ τὴν ἀθάνατον δημιουργίαν, τὰς ἑνά δας, τουτέστι τὰς ἁπλᾶς οὐσίας, ἰσότητα καὶ ταυτότητα ὀνομάσαντας· τὰ δὲ αἰσθητά, & καὶ μεριστά εἰσι, καὶ ἐν μεταβολῇ, καὶ διαφορᾷ, καὶ ἄλλοτε ἄλλως ἔχοντα, ἀνισότητα καὶ ἑτερότητα καλέσαντας. Λέγει οὖν, ὅτι, κἂν ταύτην τὴν ἀνισότητα νοήσῃ τις, τὴν τῶν αἰσθητῶν εἰς εἴδη διαφοράν, δι' ἧς αἱ τῶν ζώων, καὶ τῶν φυτῶν, καὶ τῶν ἑξῆς γενέσεις ὑφίστανται, ἀλλὰ καὶ ταύτης τῆς ἀνισότητος ὁ Θεὸς φύλαξ καὶ φρουρός ἐστι, μὴ ἐῶν τὰ ἐναντία εἰς ἓν τι συμμε χθῆναι, καὶ συνδραμόντα διὰ τῆς φυράσεως τε εἰς φθο ρὰν ἐλθεῖν. Ὡς γὰρ παρήγαγε πάντα, οὕτω συντηρεί αὐτὰ, καὶ εἰσὶν ὡς ἐξ ἀρχῆς ἐγένοντο. Τὴν γὰρ ἀνισότητα. Σημείωσαι, ὅτι τὴν ἀνισότητά φησι καὶ τὴν ἐν τῷ ὅλῳ πρὸς ὅλα διαφορὰν τῶν ὅλως, καὶ ὅτι τὴν τοιαύτην ἀνισότητα ἡ τοῦ Θεοῦ δικαιοσύνη φρουρεῖ. Σημείωσαι δὲ, ὅτι ἐστὶ καὶ φυσική ἀνισότης. ΕΙΣ ΤΟ ΚΕΦΑΛ. Θ'. Τούτων τῶν θεωνυμικών. Σοφώτατά φησι θεω τι συναχθέντα. τι φύσεως
col. 369–370page 93 of 115
PG 4:369νυμικῶν ἀγαλμάτων, ἐξ Ἑλλήνων ἐπὶ τὸ ἀληθὲς μετά γων· ἐκεῖνοι γὰρ οἷά τινας ἀνδριάντας ἐποίουν, μήτε χεῖρας μήτε πόδας έχοντας, οὓς Ἑρμᾶς ἐκάλουν· ἐποίουν δὲ αὐτοὺς διακένους θύρας έχοντας, καθάπερ τοιχοπυργίσκους. Ἔσωθεν οὖν αὐτῶν ἐτίθεσαν ἀγάλματα, ὧν ἔσεβον θεῶν, ἔξωθεν δὲ ἀπέκλειον τοὺς Ἑρμᾶς ἐφαίνοντο οὖν οἱ Ἑρμαί εὐτελεῖς, ἔσωθεν δὲ τούτων θεῶν αὐτῶν καλλωπισμοὺς εἶχον. Οὕτως οὖν κἀνταῦθα νοήσεις, τὰ μὲν περὶ τοῦ ὄντος καὶ ἀληθινοῦ Θεοῦ μόνου ἐν τῇ Γραφῇ ὀνόματα ἀνάξια εἶναι περὶ Θεοῦ λεγόμενα, ὡς τὸ μικρὸν, καὶ τὸ καθῆσθαι, καὶ τὰ ἑξῆς· ἀναπτυσσόμενα δὲ τὰ ὀνόματα, καὶ ἀξίως Θεοῦ Ερμηνευόμενα, ἔχουσιν ἔσωθεν τὰ ἀγάλματα καὶ τοὺς θείους τύπους τῆς περὶ Θεοῦ δόξης. Μέγας οὖν ὁ Θεὸς ἐν τοῖς Λογίοις ὑμνεῖται. Οὐ πρὸς ἀντιπαράθεσιν ὁ Θεὸς μέγας φησὶν ἑτέρου, ὥσπερ βοῦς μείζων προβάτου, ή κύαμος κέγχρου ἀλλὰ διὰ τὸ ἀπαράθετον καὶ ὄντως ἀκατάληπτον τῆς θείας μεγαλειότητος· τοῦτο γὰρ ἐσήμανε τὸ ἰδίως, ήγουν ιδιότητα εἰπών. § Ι. Μέγας μὲν οὖν ὁ Θεὸς ὀνομάζεται. καὶ ἑρμηνεύει τῶν ἐπὶ Θεοῦ κατηγορουμένων τὰς προσηγορίας, ἀλλ' ἀνάγκη Γραφικαῖς μαρτυρίαις ταύτας τρανῶσαι. Μέγας μὲν οὖν εἴρηται, ἔνθα γέ γραπται· Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ ὅσα τοιαῦτα ἐν τῇ Γραφῇ· τὸ δὲ εἶναι καὶ μικρός, δηλοῦται ἐν τῇ τρίτῃ τῶν Βασι λειῶν, ἔνθα φησὶ πρὸς Ηλίαν τὸν προφήτην· Ιδού φωνή αύρας λεπτῆς, καὶ ἐκεῖ Κύριος δηλοί γὰρ ὡς περιεχόμενον αὐτὸν ὑπὸ τῆς αὔρας, ὅ ἐστι [λεπτότητος καὶ] σμικρότητος· τὸ δὲ αὐτὸς, ἔχεις ἐνταῦθα, καὶ ἐν τῷ, Εγώ είμι, καὶ οὐκ ἠλλοίωμαι. Το δὲ ἕτερον, ὅτε τῷ Ἰεζεκιήλ ὤφθη ὡς ἄνθρωπος ἐκ πυρὸς καὶ ἠλέκτρου, καὶ ἑτέρωθι· Οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς λαμπάδες, καὶ τὰ λοιπά· ὡς εἶδος χαλκοῦ καὶ κλιβάνου, ὅπερ φησὶν Ἰωάννης ἐν ᾿Αποκαλύψει· καὶ ὅμοιος, ὅτε καθ' ὁμοιότητα αὐτοῦ λέγει δημιουργεῖν τὸν ἄνθρωπον. ᾿Ανόμοιος δὲ, ἐν Ησαΐᾳ, ὅταν λέγῃ Τίνι με ώμοιώσατε, λέγει Κύριος, ἅτε οὐδὲν ἔχων ὅμοιον. Καὶ ἑστὼς καὶ ἀκίνητος, ἐν τῷ λέγειν Μωϋσεῖ περὶ τῆς πέτρας, δε ἐγὼ ἔστηκα πρὸ τοῦ σε εἶναι ἐκεῖ, καὶ τὰ ὅμοια. Καθήμενος δὲ, ἔνθα δ Βαρούχ φησι· Σὺ καθήμενος εἰς τὸν αἰῶνα, καὶ ἡμεῖς ἀπολλύμενοι εἰς τὸν αἰῶνα· καὶ πάλιν· Ο καθήμενος ἐπὶ τῶν χερουβίμ. Κινούμενος δὲ, ὡς ἦταν λέγῃ· Καὶ ἐπέβη ἐπὶ χερουβὶμ, καὶ ἐπετάσθη καὶ πάλιν· Δεῦτε καταβάντες, συγχέωμεν τὰς γλώσσας αὐτῶν· καὶ, Εκλινεν οὐρανοὺς καὶ κατέβη. Καὶ ταῦτα μὲν νῦν· ἐν δὲ ταῖς κατὰ μέρος ἐξηγήσεσι, τὰ δέοντα σαφηνισθήσεται. Τὸ μέγεθος τοῦτο καὶ ἀπειρόν ἐστιν. Ἐπειδὴ παντέλειον πέρας ἔχει ὁ Θεὸς, καὶ ὑπερτέλειος ὢν, καὶ ὑπεράπειρός ἐστιν, ὡς τὸ Καὶ τῆς βασιλείας αυτ τοῦ οὐκ ἔσται πέρας· ἀλλὰ καὶ ὑπὲρ πάντα ἐστὶν ἀριθμόν· εἰ γὰρ καὶ λέγοιτο ὁ Θεὸς εἷς καὶ ἐν, ἀλλ᾽ οὖν Ιδίως Ει ν. 12.
col. 371–372page 94 of 115
PG 4:371πρὸς τοὺς ἐξ αὐτοῦ πολλοὺς ἀριθμούς, καὶ οιονεί ἀρχὴ πλήθους ἀριθμῶν εἶναι δοκεῖ· ὅμως ἠξίωσεν ὁ Θεὸς καὶ τὸ ἐν ἐκ τῶν ἐξ αὐτοῦ δέξασθαι, ἐπειδὴ τὸ ἐν ἁπλοῦν ἐστι καὶ ἀμερὲς καθ' ἑαυτὸ, καὶ ἀσύν θετον· ἀλλὰ καὶ οὕτως ὑπερήνωται, ἀντὶ τοῦ, ὑπὲρ τὸ ἓν ἐστι· διὸ εἴρηται, Καὶ τῆς συνέσεως 18 αὐτοῦ οὐκ ἔστιν ἀριθμός. ὑπὲρ τὸ ἓν ἐστι. Κυρίως μὲν γὰρ τὸ ἔν σχέσιν δηλοί υπερήχωται της κ. 73 συνθέσεως. § 111. Οὕτως οὖν ἐπὶ Θεοῦ τὸ σμικρόν. Πάντα γὰρ τὰ ὄντα, καὶ τὰ λίαν μεγάλα, καὶ τὰ ἄγαν μια κρά, μετέχουσι τῆς τοῦ μικροῦ μετουσίας· οὐδὲν γὰρ τῶν ὄντων διέφυγε τὸ σμικρὸν ἐν πᾶσιν ἀναφαινόμενον· ἢ ὅτι ἐκ μικροῦ πρὸς τὸ μεῖζον πρόεισι τὰ ἐν αὐξήσει, τοῦτό φησιν ὁ Πατήρ ἢ ὅτι ἐν τῷ μείζονι τὸ μικρὸν ἐνθεωρεῖται, καὶ οὐκ ἐν τῷ μικρῷ τὸ μετ ζον κατ' αὐτὸ τὸ μεῖζον εἶναι. Καὶ διικνούμενον. Τὸ ὑπεροξύτερον τῆς τοῦ Θεοῦ καὶ ἐπὶ τὰ ἀσώματα χωρήσεως ἐντεῦθεν δηλούται τὸ γὰρ. διικνεῖσθαι ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύ ματος· οὕτω γὰρ ἔχειν δοκεῖ· τοῦτο ἀποφαίνει, ὅτι καὶ αὐτὸ τὸ ἀσώματον τῆς ψυχῆς ἐνοειδὲς ὑπὸ τοῦ Θεοῦ διαιρεῖσθαι δύναται. Διὸ καὶ τὰς ἐννοίας ὁ Θεὸς νοεί, ἃς ὁ νοῦς κινούμενος καὶ ἐνεργῶν νοεῖ, καὶ τῆς του αύτης ἀσωματίας καὶ ἀδιαιρεσίας· (τί γὰρ μεταξὺ νοῦ καὶ νοήσεως;) ὁ Θεὸς μέσος χωρεί, ὡς καὶ εἴρηται· Σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν· ἀλλὰ καὶ μεταξὺ τῆς ψυχῆς καὶ τοῦ πνεύματος, τουτέστιν ἐν ᾧ τὰς αἰσθήσεις ἐπεστηριγμένας ἔχομεν, δι' οὗ καὶ τοῖς αἰσθητοῖς ἡ ψυχὴ προσβάλλει, καὶ τὸ διανοητικὸν τῶν σκέψεων ἔχομεν, ἀκωλύτως χωρεῖ ὁ Θεός. Τοῦτο δὲ τὸ πνεῦμα δύνα μιν καὶ οἱονεὶ δευτέραν ψυχὴν αἰσθητικὴν τῆς ψυ χῆς οἱ παρ' Έλλησι σοφοὶ καλοῦσιν· ἡ οὖν αἰσθητική αὕτη ψυχή ἐστιν ἡ μέχρι μυελῶν, καὶ φλεβῶν, καὶ ἀρτηριῶν, καὶ ὀστέων, καὶ ὅλου τοῦ σώματος διήκουσα. § 1. Αμείωτον, ἀγέννητον. Σημείωσαι ποσα χῶς λαμβάνεται τοῦ ἀγεννήτου ή σημασία· ἢ τὸ μήπω γενόμενον, γεννησόμενον δὲ τε, ὡς ἡ Σάββα εἶπε τὸ, Οὔπω μὲν ἐμοὶ γέγονεν· ἢ ὡς ἀτελείωτον, ὡς ὁ ἐν Χαλάνῃ πύργος· ἢ ὑπό του, ὡς τὸ, Παῦλος ἀπόστολος οὐκ ἐξ ἀνθρώπων· ἢ τόδε, ὡς Ἰοῦστος εἷς τῶν δώδεκα· ἢ μηδαμή μηδαμῶς ὅν, ὡς ὅσα τερά τεύονται Έλληνες, Σκύλλαν, καὶ Χίμαιραν, καὶ τὰ ὅμοια. Ἰδικῶς οὖν καὶ ἀπολύτως τὸ ἀγέννητον ἐπὶ Θεοῦ τ. Εἰς τὸ αὐτό. Εἰπὼν ἀγέννητον τὸν Θεὸν, τὰς παλιμφήμους ἑρμηνείας τοῦ ὀνόματος αποκαθαίρει, καί φησιν· Ορα μὴ εἰς τὸ γεγεννῆσθαι δέξῃ τὴν λέξιν, ὡς τοῦ Θεοῦ ἔχοντος τὸν ὑπὲρ αὐτὸν, ἵνα ἐκ τοῦ πρὸ αὐτοῦ γέρνηται " τόδε, οἷον δημιουργός, ἢ ἀγαθὸς, ἢ πνεῦμα, ἡ πῦρ, ἤ τι τοιοῦτον· ἀλλὰ μηδὲ *οι μήπω γεννώμενον, γεννηθησόμενον δέ. τι ήγουν κατὰ μηδέν τούτων ἐπὶ Θεοῦ. 75 ἀγέννητον ἀκούων ἐπὶ Θεοῦ βλασφήμως ἐπινοήσῃς, ὡς μήπω γενόμενον, ἢ ὡς οὐ τελειωθέντα εἰς τὸ γεγεν.
col. 373–374page 95 of 115
PG 4:373ἀγέννητον υπολάβῃς τὸν αὐτὸν, μηδὲ ὄντα παντελῶς, μήτε ἐν γενέσει, μήτε ετερόν τι. Πῶς οὖν δεῖ τὸ ἀγέννητον ἀκούειν, φησὶν ἐφεξῆς. Ταῦτα δὲ κατὰ Αρειανῶν καὶ Εὐνομιανῶν ποιεῖ, τῶν ἐκ γεννητοῦ καὶ ἀγεννήτου τὸν Θεὸν βλασφημησάντων. 'Αλλ' ώσπερ παναγέννητον. Επειδή, ὥς φησιν ὑπὲρ τῶν ἁγέννητον ὄντα τὸν Θεὸν, ποιεῖ νομίζεσθαι, καὶ λέγειν αὐτὸν ἐκ τούτου εἶναι τινα μετὰ τὴν ἁγίαν Τριάδα ἀγέννητα ἐν τῇ κτίσει, φέρε σαφές ποιήσωμεν τὸ σημαινόμενον. Καὶ τέως δῆλός ἐστιν ἐξ ἀρχῆς ὁ θεῖος Διονύσιος, ἅτε μάλιστα τότε ἐν Ἐφέσῳ ἀκμαζόντων τῶν φιλοσόφων, ἔνθα καὶ ἡ Ιωνική φιλοσοφία συνειστήκει, τοῦ ἁγίου Τιμοθέου ἐπισκόπου ὄντος, σπουδάζων πάντα τὰ ἐκείνοις ἐσφαλμένως λεγόμενα, ἐπὶ τὴν ἀλήθειαν μεταγαγεῖν. Είδει οὖν εἶναι δόγμα τινῶν αὐτῶν λεγόντων τὰ νοητὰ πάντα καὶ ἀθάνατα, καὶ νοερά γεννητὰ πάντα καὶ ἀγέννητα· γεννητὰ μὲν, ὡς ἐξ αἰτίου τοῦ Θεοῦ ὑποστάντα κατὰ πρόοδον ἐλλάμψεως· ἀγέννητα δὲ, καθ᾽ ὁ μὴ ἐν χρόνῳ, ἀλλ᾽ αἰωνίως, τουτέστιν ἐν τοῖς αἰῶσι προῆλθον. Καὶ γὰρ ἔφημεν ἄνω τὰ αἰσθητά τὸν χρόνον ἔχειν· τὰ δὲ νοητά, τὸν αἰῶνα, ὅθεν καὶ αιώνια λέγονται. Ὡς οὖν ἐκ προόδου λάμψαντα καὶ ἀγέννητα αὐτὰ εἶπον· πάλιν ᾔδει ἑτέρους καὶ τόνδε τοῦ ὁρατοῦ εἰπόντας κόσμον καὶ γεννητὸν καὶ ἀγέν νητον· καὶ γεννητὸν μὲν, καθ᾽ ὅσον εἰς τόνδε τὸ πᾶν 4. ἐξ ἑνὸς ἐπὶ πολλὰ ὁδεύει, ὅπερ ἐστὶ ἐπὶ τὰς γενέ σεις τῶν κατ᾽ εἶδος ζώων, καὶ φυτῶν, καὶ τῶν ἄλλων ἢ ἐκ τῶν πολλῶν ἐπὶ τὸ ἓν, ἀντὶ τοῦ, ὅταν ἐπὶ φθορὰν ὁδεύῃ, εἰς τὴν ἐπὶ τὰ στοιχεῖα ἀνάλυσιν ἀγέννητον δὲ αὖθις τὸν αὐτὸν λέγοντας κόσμον, ήτοι ἀΐδιον, καθ᾽ ὅσον τῶν κινήσεων τῶν ἐπὶ γένεσιν, καὶ τῶν ἀποκαταστάσεων τῶν ἐπὶ φθορὰν, οὐδέποτε κατ' αὐτοὺς ἐφίσταται. Φησὶν οὖν ὁ μέγας Διονύσιος, ὅπως ποτ' ἂν λέγοιτο τὸ ἀγέννητον, εἴτε ὡς ἔφην, εἴτε ὡς οἱ Ἕλληνες, μὴ ἐπὶ τοῦ Θεοῦ τοῦτο δέξῃ, τὰ μὲν ἄλλα αἰτιατῶς λέγεται ἀγέννητα, ὁ Θεὸς δὲ ἀναιτίως καὶ ἀπολύτως· τίς γὰρ αἰτία Θεῷ πάντων ἁπαξαπλῶς ὑπερέχοντι; ὦ Μονοειδῶς καὶ ταὐτοειδῶς. Μονοειδῶς μὲν ἔφη διὰ τὸ παντελῶς ἀπαράβλητον τῆς θείας φύσεως ταὐτοειδῶς δὲ διὰ τὸ ἀναλλοίωτον καὶ ἀμετάβλητον ἀφοριζόμενον δὲ τὸ δεικνύμενον, ἀπὸ τοῦ ὁρίζειν· ἢ τὸ ἐξῃρημένον καὶ κεχωρισμένον. Καὶ τὸ ταὐτόν. Τὸ ἀεὶ ταὐτὸν καὶ ὡσαύτως ἔχον ἐπὶ μόνης τῆς τῶν ὅλων ποιητικῆς ὁρᾶται αἰτίας, ἐξ ἧς καὶ τοῖς κτίσμασι τὸ ἐν ταυτότητι διαμένειν δε δώρηται, καὶ ἡ τῶν ἐναντίων, ήγουν ετεροίως ἐγόν των πρὸς ἄλληλα σύνταξις. Ταὐτῶς οὖν ἅπαν, καὶ τὰ μὴ ἐν ταυτότητι φύσεως, ἐν τῷ Θεῷ θεωρεῖται· πάν των γὰρ τῶν ὄντων ταὐτῶς, ήγουν ὁμοίως, αίτιος ὁ Θεός. Κατὰ τὴν μίαν καὶ ἐνικήν. Τὸ ἀεὶ ὡσαύτως καὶ ἀναλλοιώτως ἔχειν, ὅπερ ἐστὶ ταὐτὸν, ὁ Θεός ἐστι καὶ ὑφ᾽ ἑτέρου μὲν αὐτὸς οὐ περατοῦται, οὐδ' ἐστί τι αὐτοῦ πέρας, εἰς αὐτὸν δὲ τὰ πάντα περατοῦται μονοειδῶς καὶ ταὐτοειδῶς. μονοειδώς ταύ τοειδώς Αφοριζόμενον ὁρίζειν, ταύ τῶς
col. 375–376page 96 of 115
PG 4:375καὶ ἔστιν ὁ αὐτὸς ἀεὶ Θεὸς, ὡς μονὰς ὤν, καὶ τὸ κατὰ τὸ ταὐτόν οίη τέον, ἀναπτύξεσιν. "Ανάπτυξιν ἀνακαθαίρεσθαι ἀληθῶς ταὐτὸν, καὶ ὄρος ἑαυτοῦ, καὶ τῶν ἁπάντω ὄρος ἐκ πάντων ἀφωρισμένος, καὶ ὑπεραναβεβηκώς μονοειδῶς καὶ ταὐτοειδῶς, τουτέστι κατὰ τὸ μονὰς εἶναι ἡ πάντων ἀμιγὴς καὶ ἁπλῆ καὶ κατὰ τὸ ταὐτὸν, ἀντὶ τοῦ κατὰ τὸ ὡσαύτως ἔχειν· οὐδὲν γὰρ διαφέρει μονάδα εἰπεῖν ἢ μονοειδὲς, καὶ ταὐτὸν ἢ ταὐ τοειδές· τὸ γὰρ αὐτὸ σημαίνει. Μεταδίδωσι καὶ τοῖς ἐξ αὐτοῦ κτίσμασι τοῦ ταὐτοῦ ὁ Θεὸς, ὅθεν τὰ πάντα κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως, καθὼς καὶ ἐγένοντο, ἐν τῇ συμπνοίᾳ καὶ σωτηρίᾳ καὶ συμπαθείᾳ μένουσιν, ὡς δύνανται τούτου μετέχοντα. Οὕτω καὶ τὰς ἑτερότητας, τουτέστι τὰς ἐξ αὐτοῦ τῶν δημιουργημάτ των διαφόρους προόδους, ἐν ἑαυτῷ σωζομένας ἔχει καὶ συντεταγμένας, ὅμως τῆς ταυτότητος ἑαυτοῦ ἐχό μενος, καὶ εἰς ἑτερότητα μὴ ἀλλοιούμενος, μήτε εἰς ἐναντιότητα, καίτοι καὶ ἐναντία ἐν τοῖς αἰσθητοῖς συνέχων. § Ἐπειδὴ πᾶσι προνοητικώς. Καθ' ὑπέρβατόν ἐστιν ἡ σύνταξις πρὸς τὸ οἰητέον ἔχουσα τὴν ἀπό δοσιν, ἵνα ᾖ τὸ τέλος οἰητέον, ἐπειδὴ πᾶσι προνοητικῶς πάρεστιν ὁ Θεὸς, καὶ τὰ ἑξῆς. ὡς γὰρ εἰ τὴν ψυχήν. Ορα πῶς ἔνεστι τὴν ψυχὴν σωματικῶς νοῆσαι, καὶ πῶς νοεῖ μέρη ψυχῆς εἶναι σωματικῶς· καλῶς γὰρ αὐτὴν διαπλάττει τῷ λόγῳ. Τῇ ἀμερεῖ. ᾿Αμερής ή ψυχὴ οὐχ ἁπλῶς, ἀλλ' ὡς πρὸς σῶμα ἀμερής· μέρη γὰρ αὐτῆς καὶ τὰς δυνά μεις φησίν, ὧν εἰς εἰκόνα τὰ μέρη τοῦ σώματος ἔσθ' Ο ὅτε παραλαμβάνεται. Αναπτύξεσιν. Ανάπτυξιν δὲ λέγει ἐξάπλωσιν ἤτοι σαφήνειαν τῆς ἐγκεκρυμμένης ἐν τῇ λέξει ἐγ νοίας· τὸ δὲ ἀνακαθαίρεσθαι, τὸ παντοίως τῶν σωμα τικῶν ἀπαλλάξαι τὸ θεωρούμενον. Τὰ τριττὰ τῶν σωμάτων σχήματα. Τριττά σχή ματα τῶν σωμάτων φησὶ τὸ τριχῆ διαστατόν, ὡς εὐθὺς σαφηνίζει· καὶ καλῶς ἐντεῦθεν νοήσεις τὸ εἰρημένον τῷ Ἀποστόλῳ, "Ινα γνῶτε τί τὸ βάθος, καὶ τὶ τὸ ὕψος, καὶ τὰ ἑξῆς, ὅπερ τινὲς εἰς τὸν σω τήριον σταυρὸν ἐδέξαντο. Σημείωσαι δὲ τί μῆκος, καὶ βάθος, καὶ πλάτος ἐπὶ Θεοῦ. Νῦν δὲ αὐτὴν τὴν θείαν. Τὸ ἑνότητα, καὶ ταυτότητα, καὶ ἰσότητα, καὶ ὁμοιότητα, τὸ αἴτιον τῆς τῶν ὅλων συμπαθείας, καὶ προνοίας, καὶ σωτηρίας [αἴτιον] ἐκάλεσαν οἱ παλαιοὶ, ὅπερ καὶ ἐν ἔλεγον ετερότητα δὲ καὶ ἀνομοιότητα τὴν εἰς τὰ μεριστά, καὶ μεταβλητά, καὶ αἰσθητά, καὶ τὴν εἰς τὰ ὄντα δὲ, ἤτοι νοητὰ δημιουργικὴν πρόνοιαν το εκάλουν, ἀναλόγως τοῖς δηλουμένοις νοοῦντες [καὶ τὰ ὀνό ματα], ὡς καὶ ἄνω διαφόρως εἰρήκαμεν ". "Αλλοι δὲ τὴν ταυτότητα καὶ ἑτερότητα, ἤτοι ταὐτὸν καὶ ἕτερον εἶδος καὶ στέρησιν εἶπον. Ετεροι δὲ, πέρα καὶ ἄπειρον 78. [Ότι συντάττειν ἐπαγγέλλεται συμβολικήν θεολογίαν.] Ενιαῖον δὲ πολλαπλασιασμόν τα πρόοδο». Η παρατεθείκαμεν. " ἀπειρίαν.
col. 377–378page 97 of 115
PG 4:377φηκε τὸ ἐν οἰκείᾳ ἀπλότητι μένοντα τὸν Θεόν, τὰ ποι κίλα καὶ παντοδαπή είδη της κτίσεως παραγαγεῖν πρόοδον γὰρ λέγει τὴν πρὸς τὸ κτίσαι τὰ ὄντα, οἷον κίνησιν καὶ ὁρμήν. πρόοδον ὅμοιον; 31. "Ομοιον δὲ τὸν Θεόν. Εφ' ἡμῶν οὐκ ἔστιν εἰ πεῖν ὅμοιον· τὸ γὰρ σῶμα ἡμῶν ἐξόμοιομερῶν καὶ ἀνομοιομερῶν συνέστηκεν, ὡς καὶ Ἀριστοτέλης δείκνυσιν ἐν τῇ ἀρχῇ τῆς Περί ζώων γενέσεως πραγματείας 10. ὁ δὲ θεὸς, ὁ ἐστιν, ὅλως ὁμοίως ἐστὶν, ἐπείτοι γε ἡ θεία Γραφή, ὡς ἐν ἀεὶ τὸν αὐτὸν ἀναλλοιώτως ὄντα ἀνόμοιον πᾶσι φησιν, ὡς τό· Τίς ἐν θεοῖς ὅμοιός σοι, Κύριε; καὶ πάλιν· Τίνι με ώμοιώσατε, λέγει Κύριος· καὶ αὖθις· Ἐγὼ δράσεις επλήθυνα, καὶ χερσὶ τῶν προφητῶν ωμοιώθην, τουτέστιν αὐτὸς ἐγὼ ἐμαυτῷ, ὡς Εἰρηναῖος λέγει ἐν τοῖς καθ' αἱ ρέσεων. Τῇ κατὰ δύναμιν μιμήσει. Ἔστι μὲν τὴν μίμη σιν λαβεῖν ἐν τούτοις ἐπὶ τῆς νοερᾶς καὶ λογικής φύσεως πρὸς τὸν Θεὸν ἐπιστρεφομένης, κατά τό Γίνεσθε τέλειοι, καὶ γίνεσθε οἰκτίρμονες, ὡς ὁ Πα τὴρ ὑμῶν ὁ οὐράνιος· ἅπερ ἐπὶ Θεοῦ μὲν κυρίως καὶ ὑπὲρ πάντα δρον καὶ λόγον· ἐπὶ δὲ τῶν κτισμά των κατὰ τὴν ἑκάστου δύναμιν ἀναλόγως τῇ φύσει. Εστι δὲ μίμησιν ἐν τούτοις νοῆσαι καὶ τὴν μετοχὴν τῶν ἐν Θεῷ θεωρουμένων υπερουσίως, ἂν τὰ πρα χθέντα πρὸς γένεσιν εἴληφε, τοῦ εἶναι καὶ τῶν λοι τῶν μετέχοντα, ὧν διεξῆλθον ἐν τοῖς πρὸ τούτων. Τὸ δὲ εἰπεῖν ὅμοια Θεῷ κατὰ τὴν θείαν εἰκόνα, οὐκ ἀναιροῦντας ἐστι τὸ ἐπὶ τοῦ ἀνθρώπου τοῦτο εἰρή σθαι, ἀλλὰ κατὰ τὸν τῆς μετοχῆς λόγον καὶ ἐπὶ τῶν & λοιπῶν τὴν λέξιν παρώδησε 81. Καὶ κατὰ θείαν εἰκόνα. Πῶς τὸ κατ' εἰκόνα καὶ ὁμοίωσιν νοητέον, ἐνταῦθά φησιν· ὅτι οὐ κατ᾽ εἶδος, ἀλλὰ κατὰ τὸ ἐπεστράφθαι, καὶ τὸν νοῦν ἀνατεταμένον ἔχειν πρὸς τὸν Θεὸν τὸν αἴτιον τοῦ εἶναι καὶ εὖ εἶναι· ὅπερ ἔτεροι τὸ αὐτεξούσιον ἐνόησαν, ἐπεὶ οὐ κατὰ τὴν οὐσίαν ὁ Θεὸς ὅμοιος τοῖς λογικοῖς· οὔτε γὰρ ἡμεῖς ὅμοιοι [εσμέν] ταῖς εἰκόσιν ἡμῶν ταῖς ἐκ κηροῦ τυχὸν ἢ χαλκοῦ, ἅτινα ἑτερούσια ἡμῖν ἐστι καὶ ποσῶς ὅμοια· τὰ μὲν γὰρ ὁμοταγή, τουτέστι τὰ τῆς αὐτῆς τάξεως καὶ οὐσίας, ὡς τὰ χερουβὶμ καὶ σεραφὶμ καὶ λοιπαὶ τάξεις, ὁμοιοῦνται ἀλλήλοις και τὰ τὸ προηγούμενον εἶδος· ὅπερ εἶδος ἐπὶ τῶν νοη τῶν ἐστιν, οἷα τις υποκειμένη ύλη αύλος ζωή οὖσα, καὶ αὐτὸ τὸ εἶδος ὅ ἐστιν ἕκαστον τῶν νοητῶν. Ὁ δὲ Θεὸς οὐχ οὕτω πρὸς τὰ ἐξ αὐτοῦ· οὐ γὰρ ὅμοιον τὸ αἴτιον τοῖς αἰτιατοῖς. Ο δὲ εἶπον ἐπὶ τῶν νοητῶν, νόησον καὶ ἐπὶ τῶν νοερῶν ἡμῶν ψυχῶν. Ἐπὶ μὲν γὰρ τῶν ὁμοταγών. Ὁμοταγών φησι τῶν ὁμοφυῶν, ἐξ ὧν ἡ ὁμοιότης ἀντιστρέφει οἷον ταγών το εὐθὺς τῆς περὶ ζώων ιδιότητος πραγματείας, 60 ὡς δημιουργόν, οι επέθηκε. “ἐπιστραφήναι.
col. 379–380page 98 of 115
PG 4:379στρόφως Παῦλος Πέτρῳ ὅμοιος. Ἐπὶ δὲ τοῦ ἀνθρώπου καὶ τῆς τούτου εἰκόνος οὐχ ὁ αὐτὸς λόγος· οὐ γὰρ ὁ τῆς οὐσίας λόγος ὁ αὐτὸς ἐπ' ἀμφοῖν, ὅπερ ἐκάλεσε προηγούμενον ὁμοιου είδος. Ο δὲ ἄνθρωπος καὶ ἑτέρως λέγεται οὐχ όμοιος τῇ ἰδίᾳ εἰκόνι, ὅτι ἡ εἰκὼν μὲν πρὸς τὴν τοῦ ἀνθρώπου γέγονεν ὁμοιότη τα, καὶ οὐχὶ ὁ ἄνθρωπος πρὸς τὴν ταύτης. Οὕτως οὖν καὶ ἐπὶ τοῦ αἰτίου, καὶ τῶν ἐξ αὐτοῦ, μὴ δεκτὸν εἶναι τὸ ἀντιστρέφειν· ἀντιστρέφειν δέ ἐστιν, ἃ καὶ τοῖς τὸν ἐναντίον χειρίζουσι 38 λόγον ἐπίσης ἔστιν εἰ πεῖν, οἷον εἰ ζῶον τὸ κατὰ γαστρός, καὶ τὸ ἐναντίον, εἰ οὐ ζῶον τὸ κατὰ γαστρός. Ούτω φησὶν ὁ Κλήμης ἐν ἀρχῇ τοῦ πέμπτου Στρωματέων, ὥσπερ οὖν καὶ ἐνταῦθα. Εἰ οὖν ὅμοια τὰ ὁμοταγῆ, καὶ ἐκ τοῦ ἐναν Πέτρος Παύλῳ ὅμοιος κατὰ τὴν φύσιν, καὶ ἀντι ἀντιστρέφειν, τίου, εἰ οὐχ. ὅμοια τὰ ὁμοταγή. Τῆς αὐτοομοιότητος. Εθος ἐστὶ τῷ μεγάλῳ Διο νυσίῳ, τὸν Θεὸν λέγειν ἐπὶ τῶν αἰτιατῶν αὐτὸν εἶναι τὸ αὐτοὸν καὶ τοῦ αὐτοεἶναι ὑποστάτην· καὶ αὐτὸν εἶναι τὴν αὐτοζωὴν, καὶ τῆς αὐτοζωῆς ὑποστάτην ὡς καὶ νῦν αὐτὸν εἶναι τὴν αὐτοομοιότητα, καὶ [της] αὐτοομοιότητος ὑποστάτην. Φησὶ δὲ ταῦτα, οὐχ ὡς ἑτέραν μὲν φάσκων ζωὴν αὐτὸν τὸν Θεὸν, ἑτέραν δὲ παρῆχθαι ζωὴν οὐσιώδη, καὶ οἷον εἴ τινα ἐνυπόστα τον παρὰ τὸν Θεὸν, ἧς μετέχει τὰ τῆς ζωῆς μετέ χοντα, ἀλλ' ὡς αὐτὸς ἑαυτὸν ἑρμηνεύει ἐν τῷ ἑνδε κάτῳ κεφαλαίῳ, αὐτοζωὴ καὶ αὐτοδύναμις, καὶ αὐτοομοιότης, καὶ τὰ τοιαῦτα λέγεται ὁ Θεὸς, ὡς ἀρχικῶς τοῦτο ὢν, καὶ θεϊκῶς, καὶ αἰτιατικῶς· τούτων γὰρ αὐτὸς τῷ ὄντι πηγαῖος ἐστι· τῆς δὲ αὐτοζωῆς ἐστιν ὑποστάτης, καὶ αὐτοομοιότητος, καὶ τῶν τοιού των, ὡς μεθεκτῶς αὐτοῖς τοῖς πρώτως ἐν τοῖς ουσι τῆς δωρεάς ταύτης μετέχουσι χορηγῶν. Πάντα γὰρ οἰκείως ἑαυτοῖς μετέχει τῶν τοιούτων· αἱ μὲν πρῶ ται καὶ ἀνώταται τῶν νοητῶν κτίσεις ἀρχηγικῶς· τὰ δὲ ἑξῆς ὑποβατικῶς. Ομοιότητα δὲ καὶ ἄνω ἔφημεν τὴν τῶν ὅλων ἑνότητα, καθ᾽ ἦν τὰ ὅλα τοῦ κατὰ τὸ ὡσαύτως ἔχοντος καὶ κατὰ τὰ αὐτὰ εἰς σύμπνοιαν μετέχει, κατὰ μετουσίαν τοῦ πρώτου αἰτίου. Ενδε χόμενον δὲ εἶπεν, οὐ γὰρ τελείως, οὐδὲ καθ' όλου ἡ μίμησις. τὸ ἀποδέον. § Τὸ ἀποδέον. Απολείπον. § Τι δὲ καὶ περὶ τῆς θείας στάσεως. Την στάσιν καὶ τὴν καθέδραν τὸ αὐτὸ δέχεται· στάσιν γὰρ οὐ τὴν εἰς τὸ ὀρθὸν γενέσθαι ἀπὸ τοῦ συγκεκάμφθαι ἐν τῇ καθέδρα ὑπόνοιαν φησιν, ἀλλὰ τὸ ἀκλόνητον καὶ ἀμετάτρεπτον τοῦ Θεοῦ βεβαίαν στάσιν ἐκάλεσεν· ὡς καὶ τὸ καθῆσθαι τὸ ἐν ἀνωνομάστῳ βασιλείᾳ, καὶ ἀναπαύσει διαρκῶς καὶ ἀκαταλήπτως ἔχειν. Καὶ μὴν ἐν τῇ Γραφῇ, ὡς ἀπὸ τοῦ καθῆσθαι ἀνιστάμενος εἴρηται, ὡς ἐν τῷ ᾿Ανάστηθι, Κύριε, σε μεταχειρίζουσι. . " τῇ ἀνονομάστῳ.
col. 381–382page 99 of 115
PG 4:381πρόφθασον αὐτούς· καὶ πάλιν ὡς ἀπὸ στάσεως ἐπὶ τῷ καθῆσθαι μεταβαίνων, ἐν τῷ· Οτι ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου, καί· Η ἱππασία σου σωτηρία· καὶ αὑ θις· Επέβη χερουβὶμ καὶ ἐπετάσθη· μάλιστα δὲ τό Εκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην· καί Ο Θεός κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ. Ταῦτα δὲ οὐ σαρκικῶς, ἀλλὰ θεοειδῶς 10, 10 § ΙΧ. Καὶ ἐπὶ πάντα προϊόντα. Επὶ πάντα προϊὼν καὶ κινούμενος λέγεται ὁ Θεὸς, ὡς ἐν τῷ Ἱερεμίᾳ· Εγώ Θεὸς ἐγγίζων, καὶ οὐχὶ πόρρωθεν καὶ πάλιν· Ὁ ἐπὶ πάντων καὶ διὰ πάντων· καὶ μά λιστα· Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ, καὶ τὰ ἑξῆς. Ἐν δὲ ταῖς θεοφανείαις· Κλῖνον οὐρανούς σου, καὶ κατάβηθι· καὶ ᾿Ανέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ. κατὰ φοράν φορά κατὰ ἀλλοίωσιν ἀλλοίωσις γωνοειδής, Οὐ κατὰ φορὰν ἢ ἀλλοίωσιν. Διδάσκων εὐσεβῶς νοεῖν τὰ περὶ Θεοῦ λεγόμενα, φησίν. 'Ακούων κι νεῖσθαι τὸν Θεὸν, μηδέποτε νοήσῃς κίνησιν τὴν ἐπὶ τῶν κτιστῶν ο νοουμένων, καὶ μάλιστα τῶν αἰσθη τῶν· τὰ γὰρ ὑλικὰ κινεῖται μὲν κατὰ φοράν· φορά δέν ἐστιν ἡ καθ᾽ ὅλον με τόπον ἐναλλαγὴ, καὶ μάλιστα ἢ μὴ δυναμένη ἐφ' ἑαυτῆς στῆναι, ὅταν ἐθέλῃ· κίνη σις δὲ ἐστιν ἢ κατὰ ἀλλοίωσιν· ἀλλοίωσις δέ ἐστιν, όταν, μένοντος τοῦ ὑποκειμένου αἰσθητοῦ ὄντος, μεταβάλλῃ ἐν τοῖς αὐτοῦ πάθεσιν ἐναντίοις οὖσιν, ἢ καὶ μεταξὺ ἐναντίων καὶ μή· οἷον τὸ σῶμα ὑγιαίνει, καὶ πάλιν κάμνει· τὸ αὐτὸ καὶ ὁ χαλκός, ποτὲ στρογγύλος, ποτέ γωνοειδής, τουτέστιν εἰς γωνίας μετα σχηματισθείς· ὅταν δὲ ὅλον μεταβάλλῃ, μὴ ὑπομένοντος αἰσθητοῦ τινος, ὡς ὑποκειμένου τοῦ αὐτοῦ, ἀλλ' οἷον ἐκ γῆς πάσης αἷμα, καὶ ἐξ ὕδατος ἀὴρ, ἢ ἐξ @ αέρος παντὸς ὕδωρ, ἢ ὡς ἡ ῥάβδος Μωϋσέως εἰς ὄφιν, ἢ τὸ ὕδωρ εἰς αἷμα, τοῦτο καὶ τροπή, καὶ γένεσις, καὶ φθορά, μετακινηθέντων τῶν προτέρων· ἀλλ᾽ ἔστι καὶ κατὰ ἑτεροίωσιν κίνησις εἰς τὸ ἀνόμοιον, καὶ ἀπὸ χρώματος εἰς χρώμα. Πάλιν τοπικῇ τίς ἐστι κίνησις ἡ ἐκ τόπου εἰς τόπον μετάστασις· ἥτις κίνησις ή κατὰ τὴν εἰς ὀρθὴν πορείαν γίνεται, ἢ κατὰ κυκλοφορίαν ὡς ὁ τροχὸς κινεῖται, κατά τινας δὲ καὶ ὁ οὐρανός· ἢ κατὰ τὴν μικτὴν ἐξ εὐθείας καὶ κυκλικῆς, ὡς ἡ ἐλικοειδής πορεία, οἷα ἐστὶν ἡ τῶν ὄφεων ἔστι καὶ νοητὴ κίνησις, καθ᾽ ἣν ὁ νοῦς ἐνεργῶν, ή καὶ οἱ θεῖοι νόες νοοῦσι τὰ ὄντα. Ἔστι καὶ ψυχική κίνησις, καθ᾽ ἦν εἰς νοήσεις κινεῖται, καὶ εἰς τὸ κιν νεῖν τὰς αἰσθήσεις. Ἔστι καὶ ἄλλη κίνησις φυσική, ἡ εἰς αὔξησιν καὶ τροφὴν κινοῦσα τὰ ἐπιτήδεια. Ο; οὖν Θεὸς οὐ κατὰ μίαν τούτων κινεῖται· ἀλλὰ κίνησις τοῦ ἀκινήτου καὶ ἀεὶ ὡσαύτως ἔχοντος λέγεται ἡ εἰς τὸ γενέσθαι τὰ ὄντα βούλησις αὐτοῦ, καὶ πρόοδος τῆς εἰς πάντα προνοίας αὐτοῦ. ο Οὐ τὴν ἐξ ἀμφοῖν. Κίνησιν τὴν μεταβατικὴν λέ γει, ἣν καὶ ἐλικοειδῆ ὀνομάζει· ἀσχέτῳ δὲ, τουτέστιν ἀπολύτῳ καὶ συναφεί. το θεϊκῶς. ἀσχέτῳ xxΙΙΙ, χνις, Σημείωσαι, ὅτι ταὐτὸν ἐπὶ Θεοῦ φησι στάσιν καὶ καθέδραν, πρὸς τὴν ἀκίνητον ταυτότητα ἑκάτερον δεξάμενος. 88 κατὰ τὸν ὅλον. " * τὴν κυκλοφορικήν πρόοδοι. Β' κτισμάτων.
col. 383–384page 100 of 115
PG 4:383Αλλὰ καὶ κινήσεις Θεού. Απαγορεύσας οι τὰ τῶν σωματικῶν κινήσεων ἐπὶ Θεοῦ, ὅπως χρὴ θεο πρεπῶς νοεῖν κίνησιν ἐπὶ Θεοῦ σαφηνίζει, τὰς αἰσθητὰς ἐν τῷ παντὶ κινήσεις ἀναγωγικῶς ἑρμηνεύων. Καὶ τὸ μὲν εὐθύ. Πῶς ἡ κατὰ κύκλον, καὶ ἡ κατ' εὐθεῖαν, καὶ ἡ ελικοειδής κίνησις ἐπὶ Θεοῦ νοεῖται, ἀνάγνωθι τὸ τέταρτον κεφάλαιον, μετ' ὀλίγα φύλλα τῆς ἀρχῆς τοῦ κεφαλαίου, καὶ μαθήσῃ, πῶς ἐπὶ ἀγ γέλων, καὶ ψυχῶν, καὶ σωμάτων αἱ τοιαῦται νοοῦνται. Τὰ μέσα καὶ ἄκρα. Αεὶ τὰ ὑπερβεβηκότα περ ριέχει τὰ ὑποβεβηκότα. Ακρα μὲν οὖν καλεῖ τὰς ἀνωτάτω δυνάμεις καὶ πελαζούσας Θεῷ· μέσα δὲ τὰς μετ' ἐκείνας μὲν, τῶν δὲ αἰσθητῶν ἁπάντων ὑπερκειμένας. Αἱ μὲν οὖν ἀνώταται περιέχουσι τὰς μέσας· αἱ δὲ μέσαι τὰ αἰσθητά· διὰ τοῦτο γὰρ καὶ τάξεις ἐν τοῖς οὐρανοῖς ἀγγέλων οι εἶπεν ἡ Γραφή. Ὁ μέντοι Θεὸς ἅπαντα περιέχει, ὡς ὁ κύκλος τὰ ἐντὸς αὐτοῦ πάντα, καὶ εἰς ἑαυτὸν ὡς πρὸς αἴτιον ἐπιστρέφει. Σημείωσαι δὲ, τί τὸ ταὐτὸν, καὶ διάπλα σύνη ἐπὶ τοῦ Θεοῦ, καὶ τὸ ἴσον, § Χ. Ομοίαν χώρησιν. Ομοία χώρησις δι' ἀλλή λων καὶ ἐπὶ τῶν στοιχείων· ἡ γὰρ ἐπίσης κράσις τούτων, καὶ τὸ μὴ ὑπερταλαντεύειν ἐν τοῖς συγκρίμασι τὰς γενέσεις τοῦ κόσμου ποιεῖ· εἰ γάρ τι τῶν στοιχείων πλεονάσεις, φθείρεται τὸ γινόμενον. Καὶ κατὰ τὸ πᾶσαν ισότητα νοητήν. Ιστέον ὅτι νοητὸν μὲν ἐστι τὸ τῇ αἰσθήσει οὐχ ὑποπίπτον, οὔτε τὸ νερὸν ἔχον ἐν ἑαυτῷ ", ὡς αἱ δυνάμεις τῆς ψυχῆς καὶ τῶν αἰσθήσεων· νοερὸν δὲ τὸ ἁπλᾶς καὶ ; νοερόν " ἀπολύτους ἔχον τὰς νοήσεις, ὡς ἄγγελοι· λογικὸν δὲ λογικόν τὸ διὰ λόγου καὶ θεωρίας τὰς τῶν ὄντων γνώσεις δεχόμενον, ὡς ὁ ἀνθρώπινος νους· αἰσθητὸν δὲ τὸ τῇ αἰσθήσει ὑποπίπτον, ὡς τὰ μέρη τῆς κτίσεως, ἅπερ διαιροῦνται εἰς οὐσιώδη καὶ φυσικὰ, τουτέστιν εἰς τε τὰ ἀκινήτως καὶ πάντη ἀναισθήτως ὄντα, καὶ εἰς τὰ τὴν ὁποιανοῦν ἔχοντα κίνησιν· τὴν γὰρ φύσιν ἀρχὴν κινήσεως καὶ ἠρεμίας ορίζονται. Θελητὴν δὲ ἰσότητα τὴν προαιρετικήν· οὐκ ἀγνοῶ μέντοι, ὡς καὶ κατα χρηστικῶς καὶ ἐπὶ τῆς τοῦ ἀνθρώπου ψυχῆς 88 νοερά τε καὶ λογική ε Πάσης ισότητος ποιητικὴν δύναμιν. Ἔστιν ἐσό της ἡ ἐν ταῖς φύσεσιν ἐκ Θεοῦ τοῦ πάντων ποιητού διδομένη ε, καὶ ἔστιν ἰσότης θελητή, ἣν ἐθέλοντες καὶ ἐκ προαιρέσεως κατορθοῦσιν 8 οἱ τὸ δίκαιον και τὸ περὶ τὸν βίον ἰσονομικὸν μετίασι. Καὶ αὕτη οὖν ἡ ἰσότης ἐκ Θεοῦ συνέστη. Πᾶσαν γοῦν ἰσονομίαν καὶ δικαιοσύνην ὁ Θεὸς ἐν ἑαυτῷ ἁπλῶς καὶ ἀμερῶς, ὡς ἐν ἰδέαις καὶ παραδείγμασιν ἐν ταῖς ἀϊδίοις αὐτοῦ νοήσεσι προέχει, ήτοι περιέχει κυρίως εἰπεῖν. οι ὑπαγορεύσας. μεθ' ἑαυτοῦ. * οὐρανίοις ἀγγέλοις. τι ἀνθρωπίνης ψυχῆς. οι ὁμοίαν χώρησιν δι' ἀλλήλων τὴν τῶν στοιχείων φησίν. ως λογικά. τι δεδομένη. Οι κατορθοῦμεν.

Chapter XCaput X

col. 385–386page 101 of 115
PG 4:385ΕΙΣ ΤΟ ΚΕΦΑΛ. Γ. §1. Ὡς παντοκράτορα καὶ ὡς παλαιόν. Πολιός μὲν ὤφθη ὁ Θεὸς τῷ Δανιὴλ, λευκὴν ἔχων τὴν κει φαλὴν, ὡς ἔριον, καθ' 8 καὶ Παλαιὸς ἡμερῶν ὠνομάσθη· νεώτερος δὲ τοῦ πολιοῦ γέροντος, ὅταν ὡς ἀνὴρ ὤφθη τῷ ᾽Αβραὰμ μετὰ τῶν ἀγγέλων, καὶ νεανίσκος. “Α καὶ θεωρῶν ἀπέλυσεν ὧδε· πρεσβύτην μὲν, ὡς πάντων ἐκ Θεοῦ τε ὄντων καὶ μετ᾿ αὐτόν· διὸ καὶ νεωτέρων αὐτοῦ· νέον δὲ, ὡς ἀεὶ ἐν ἀκμαίᾳ καὶ εὐσταθεί μακαριότητι ἀπαλαίωτον ὄντα. Εἰ δὲ καὶ εἴποις τὸ συναμφότερον, τουτέστι τὸ γηραλέον καὶ νέον ἅμα, ὡς ἀπ' ἀρχῆς αὐτὸν δηλοῦν ἐπὶ πάντα διή κοντα καὶ προϊόντα ἄχρι τέλους διαιωνίζειν, ὅπερ τέ λος να τῆς ἀρχῆς ἐστι νεώτερον, ἕξει, φησί, καὶ τοῦτο λόγον· εἶτα παράγει καὶ γνώμην Ἱεροθέου τοῦ θείου περὶ τούτου γὰρ ἐπιβάλλω λέγειν αὐτὸν οἰκεῖον ἱερο τελεστὴν, ἅτε διδάσκαλον ἑαυτοῦ ἀποκαλοῦντα. § ΙΙ. Καὶ πολιὸς καὶ νέος. Πῶς ποτὲ μὲν πολιὸς, ποτὲ δὲ νέος ὁ Κύριος γράφεται, ὡς τόν Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας· τὸ γοῦν σήμερον τοῦ χθὲς νεώτερον. Επείπερ ἡ μονάς. Επειδήπερ ἡ ἀριθμητικὴ τὸ ἐν ἀριθμοῖς διαίρεσιν ἔχον πλῆθος εἰς πέρας ἀνή γαγε· μονάδα μὲν ἀρχὴν θεμένη τοῦ παντὸς ἀρι θμοῦ. δυάδα δὲ ἀρτίων, καὶ τῶν ἑξῆς εἰς μέγεθος προϊόντων ἀριθμῶν κατὰ παράθεσιν μονάδων, ἐπειδὴ τὸ πλῆθος, τουτέστιν ἡ κτίσις, ἐκ τοῦ Θεοῦ ἐστιν ὁ δὲ ἀριθμὸς ἐπὶ τῷ πλήθει ἐστίν· εἰκότως τὸ κατ' ἀριθμὸν νεώτερον ὀνομάζεται· τὸ γὰρ πλῆθος, τὸ καὶ ἀριθμούμενον, μετὰ τὸν Θεὸν ἀφάτως καὶ ἐκ τοῦ Θεοῦ παρήχθη· ἀλλὰ καὶ τοῦ νεωτέρου τούτου ἀριθμοῦ τῆς κτίσεως ἀρχηγικώτερόν ἐστιν ἡ μονάς, ὡς ἔφην, ἢ καὶ τῶν ἀριθμῶν αἰτία, καὶ ἔχουσα σχέσιν τινὰ πρὸς τὰ ἐξ αὐτῆς πολλά. Οὐκοῦν ὁ Θεὸς, ὡς καὶ τούτων αἴτιος, καὶ μονάδος λόγον ἐπέχων, νεώτερος κατὰ τὴν εἰρημένην θεωρίαν ἐκ τῶν ἐξ αὐτοῦ προσαγορεύεται. Εἰσὶ δὲ οἱ τὰ σώματα 100 ἀριθμὸν ὠνόμαζον. § ΙΙΙ. Καὶ ἀπολύτως ἀγέννητα. Ανω μὲν ἐν τῷ πέμπτῳ κεφαλαίῳ περὶ αἰῶνος καὶ χρόνου πλατέως διελάβομεν 1· νῦν δὲ τὰ ζητούμενα σαφηνιστέον· οὐ μόνον γὰρ ἡ Γραφή, φησίν, αἰώνιον καλεῖ τὸν Θεὸν, ἐν τῷ λέγειν· Ὁ Θεὸς ὁ αἰώνιος, ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς· τὸν γὰρ Θεὸν λέγει ἀπολύτως ἀγέν νητον, ἅτε καὶ ἀναιτίως ὄντα τοῦτο, ἀλλὰ καὶ τὰ μετέχοντα ἀφθαρσίας καὶ ἀναλλοίωτα περὶ αὐτὴν τὴν οὐσίαν αἰώνια λέγει, εἴτε ἀγγέλους, εἴτε ἀνώτερον οὐρανὸν, ὡς τό· Έστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ τό· Τὰ μὴ βλεπόμενα, αιώνια. Αναλλοίωτα δέ φησι μείναντα ὡς ἐγέ νοντο· καὶ πύλας αἰωνίας καλεῖ εἴτε οὐρανούς, εἴτε τοὺς ἐφεστηκότας τούτοις ἀγγέλους, οἷα πυλωρούς ἀναλλοίωτα νυ * ἄχρι τέλους διαιωνίζοντα, καὶ ἐπὶ πάντα διήκειν καὶ προϊέναι, ὅπερ τέλος. έθεμεν. 100 ονόματα. παρα
col. 387–388page 102 of 115
PG 4:387καὶ τὰ ἀρχαῖα δὲ αἰώνια καλεῖ, ὡς καὶ τό· Ετη πάντη εἰ ἀπολύτως, Ρ; αἰώνια ἐμνήσθην· καὶ τὸν καθ᾿ ἡμᾶς χρόνον αἰῶνα φησιν, ὡς τό· Εως τῆς συντελείας τοῦ αἰῶνος· καὶ τό· Ὅπως ἐξέληται ἡμᾶς ἀπὸ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ· καὶ ἀνάπαλιν, τὸν αἰῶνα χρόνον λέγει, ὡς τό· Ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ αἰὼν γὰρ, ἀλλ᾽ οὐχ ἡμέρα, τὰ ἐν τῇ ἀναστάσει· καὶ πάλιν· Ἐν οἷς ὁ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων· καὶ τὸν χρόνον δὲ αἰῶνα φησιν, ὡς τό· Αἱ ἡμέραι τοῦ αἰῶνος, καί· Μωαβί της καὶ Αμανίτης οὐκ εἰσελεύσονται εἰς τὸν οἶκον Κυρίου ἕως δεκάτης γενεᾶς εἰς τὸν αἰῶνα· τὰς γὰρ δέκα γενεὰς αἰῶνά φησιν. "Αλλως· Οὐ χρὴ, φησίν, ἔνθα ἡ Γραφὴ αἰώνιον λέγει, πάντως τὸ θεῖον νοεῖν τοῦτο γὰρ ἐστι τὸ πάντη καὶ ἀπολύτως, τουτέστι κατὰ πᾶσαν ἔννοιαν, ἀγέννητον καὶ ἀΐδιον· ἀλλὰ καὶ ἀγγέλους τῇ τοιαύτῃ λέξει σημαίνεσθαι, ὡς τὸ ἐν ταυτότητι διαμένειν ἔχοντας. Αἰῶνος μεθέξειν. Ὅτι καὶ οὗτος ὁ Πατήρ αἰῶνα λαμβάνει κατὰ τὸν θεολόγον Γρηγόριον, τοῦ διηνεκοῦς, ἤγουν τοῦ ἀεὶ εἶναι τὴν δήλωσιν. Καὶ ἔγχρονος αιων δοξάζεται. Ἔγχρονος αἰὼν τὸ ἐν ψαλμοῖς· Εκοπίασεν εἰς τὸν αἰῶνα καὶ ζήσεται εἰς τέλος. Αιώνιος δὲ χρόνος τὰ παρὰ τῷ ᾿Αποστόλῳ, οἷον τό· Πρὸ χρόνων αιωνίων, και Χρόνοις αιωνίοις σεσιγημένου· καὶ ἐν Μωσεῖ τό· Εσται σοι κατά χιμος εἰς τὸν αἰῶνα. Σημείωσαι δὲ, ὅτι ἄφθαρτος καὶ ἀεὶ ὡσαύτως ἔχων ὁ μέλλων αιών. Η καὶ μᾶλλον ἴσμεν αὐτοῖς. Αὐτοῖς τοῖς ἁγίοις δηλονότι. Σημείωσαι δὲ, ὅτι τὰ νοητά, ὄντα καλεῖ, οἷς καὶ τὸν αἰῶνα συναριθμεῖ· τὰ δὲ αἰσθητά, γένε σιν λέγει, ὧν καὶ τὸν χρόνον εἶναι σημαίνει. Ταῦτα τελείως ἔχεις ἐν κεφαλαίῳ πέμπτῳ. Οὐχ ἁπλῶς συναΐδια Θεῷ. Σοφώτατα κατασφαλίζεται τὸν ἀκροατὴν εἰς εὐσέβειαν, φάσκων μὴ χρήσ ναι ὑπονοεῖν τὰ λεγόμενα αἰώνια, κατὰ τοῦτο καὶ συναΐδια εἶναι Θεῷ τῷ πρὸ αἰώνων. Καὶ ἤδη μὲν γὰρ ἄνω εἰρήκαμεν αἰώνιον λέγεσθαι κυρίως οὐκ αὐτ τὸν τὸν αἰῶνα, ἀλλὰ τὸ αἰῶνος μετέχον· οὐκοῦν τὰ νοητὰ κυρίως καὶ ὄντα ὡς ἀθάνατα γενόμενα, καὶ αἰώνια ὡς ἀτελεύτητα βουλήσει Θεοῦ διαμένοντα χρή λέγειν, ἅτε καὶ παραχθέντα ὑπὸ Θεοῦ, οὐ πρότερον ὄντα· κυριολεκτῶν δὲ μάλιστα, τὰ τῶν παρ' Ἕλλησιφιλοσόφων σεμνὰ μετάγει ἐπὶ τὴν εὐσέβειαν ἀσφα λῶς. Φησὶν οὖν, ὄντα μὲν εἶναι καὶ αἰώνια τὰς ἀσω ματώδεις δυνάμεις ὑπὸ Θεοῦ δημιουργηθείσας, οὐ μὴν συναϊδίους Θεῷ, ὡς Έλληνες ληρῳδούσιν, "Αμα Θεός, ἅμα πάντα, λέγοντες. Εἰσὶ δὲ καὶ τὰ γινόμενα ταῦτα, φησί, τὰ πρόσγεια σώματα, & καὶ γένεσιν καὶ φθορὰν ὀνομάζουσιν, ὡς τῆς ὑποστάθμης ὄντα τῆς ὕλης, καὶ παχύτερα πάντα τὰ μετὰ σελήνην. Εἰσὶ * ἀσωμάτους.

Chapter XICaput XI

col. 389–390page 103 of 115
PG 4:389δὲ μέσα όντα, ἤτοι αιωνίων καὶ γενομένων, ήτοι παχυτέρων καὶ προσγείων σωμάτων, τῶν γινομένων τε καὶ ἀπογινομένων πυκνῶς εἰς γένεσιν καὶ φθοράν, ἅτινα μέσα τούτων σώματα μέν εἰσι καὶ αὐτὰ, πλὴν καὶ αἰῶνος μετέχουσι, καὶ χρόνου ποσῶς· τὰ δὲ μέσα εἰσὶν, οὐρανὸς καὶ ἀστέρες πάντες· σώματα γὰρ καὶ ταῦτα, εἰ καὶ λεπτομερέστερα, καὶ τῆς ὕλης τὸ εἰλικρινέστατον, ὥς φησιν ὁ ᾿Απόστολος, Σώματα που δ ράγια καὶ σώματα ἐπίγεια· εἶτα σαφηνίζων, ποῖά εἰσιν, ἐπάγει· "Αλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σε λήνης, καὶ ἄλλη δόξα ἀστέρων. Ὁ μὲν οὖν ἀνώτερος οὐρανὸς ἐν τοῖς αἰῶσι γέγονε καὶ ἡ γῆ πρὸ γὰρ τοῦ κτισθέντος φωτὸς τοῦ καὶ ἡμέρας κληθέντος, ἐδημιουργήθησαν, ὥς φησι Μωϋσῆς· ἐν τοῖς χρονικοῖς διαστήμασι, τὸ στερέωμα καὶ οἱ ἀστέρες, πλὴν κἂν σώματα καὶ ἔγχρονα· εἰσὶ γὰρ καὶ ἀπτὰ καὶ ὁρατὰ, ὅμως αἰώνια ἔσονται, μεθέξοντα καὶ αὐτὰ τοῦ αἰῶνος, ὡς καὶ τὰ σώματα ἡμῶν μετασχηματιζόμενα εἰς ἀφθαρσίαν· ὡς καὶ ὁ ᾿Απόστολος δηλοῖ, τὸ σχῆ μα λέγων παράγειν τοῦ κόσμου τούτου, οὐ τὸν κό σμον· διὸ καὶ περὶ τῶν μέσων τούτων σωμάτων εξ ρηται ἐν ψαλμοῖς· "Εστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Σημείωσαι οὖν ὅτι οἱ ἀστέ ρες, καὶ ὁ ἥλιος, καὶ ἡ σελήνη, καὶ ὁ οὐρανὸς, σώ ματα μὲν εἰσι λεπτομερέστερα, ἀθάνατα δὲ Θεοῦ βουλήσει ἐγένοντο, ὡς καὶ τὰ σώματα ἡμῶν γίνονται μετὰ τὴν ἀνάστασιν. "Αλλως· Μέσα ὄντων καὶ γινο μένων ἀγγέλου; ἔφη καὶ ψυχὰς, πὴ μὲν, αἰῶνος μετ ἔχοντα, διὰ τὸ ἄφθαρτον καὶ ἀθάνατον, πὴ δὲ χρό νου, διὰ τὸ ἐν γενέσει ὁρᾶσθαι· διὸ ταῦτα ἔγχρονα καὶ αἰώνιά φησι· προείπε γὰρ τὰ μένοντα τῷ αἰῶνι δηλοῦσθαι, τουτέστιν ὅσα περὶ Θεοῦ λέγεται· τὰ δὲ ἐν γενέσει τῷ χρόνῳ· εἰ καὶ ἀκούοντας αἰώνια καὶ ἔγχρονα, οὐχ ἁπλῶς οὕτω ταῦτα λαμβάνειν χρὴ, ἀλ λὰ κατὰ τοὺς συνεγνωσμένους αὐτοῖς τρόπους φησὶν, ήγουν τοὺς σαφῶς πιστευομένους. τὰ μένοντα, τῷ αἰῶνι τῷ χρόνῳ αἰώνια καὶ ἔγχρονα ΕΙΣ ΤΟ ΚΕΦΑΛ. ΙΑ'. § 1. ᾿Αρχισυνάγωγον εἰρήνην. Σημείωσαι ὅτι τὸν Θεὸν ἐκάλεσεν ἀρχισυνάγωγον· τὸ δὲ μεριστὸν πλῆθος νόησον τὸ αἰσθητόν. Εἰς τὴν ὅλην ἐνότητα. Ολην ενότητα οἱ μὲν ἔλα ον τὴν ἁπλῆν καὶ ἀμερῆ τῶν ὄντων αἰτίαν, πρὸς ἦν τὰ πάντα ἐπέστραπται, ὡς ἐν αὐτῇ συνιστάμενα οἱ δὲ τὴν τοῦ παντὸς ἁρμονίαν ἐξ ἑτεροφυῶν τῶν στοιχείων συγκεκραμένην· διὸ καὶ πόλεμον ἐμφύλιον ὠνόμασε τὴν τῶν ἐν αὐτοῖς ποιοτήτων εναντιότητα, θερμοῦ πρὸς ψυχρόν, καὶ ὑγροῦ πρὸς ξηρὸν, καὶ τῶν ἄλλων ὁμοίως, ἅπερ εἰς ἑνὸς κόσμου συμπλήρωσιν ἤνωται. * ἀθανασίαν.· καὶ ταῦτα γὰρ ἡ μετοχὴ τῆς θείας εἰρήνης προς μίαν ἁρμονίαν συνάπτει. "Η πόλεμον νόησης τὸν φυσικῶς τοῖς ἀσωμάτοις πρὸς τὰ ὑλικὰ ἐγκείμενον· Ἡ γὰρ σὰρξ, φησὶν, ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, καὶ τὸ πνεῦμα κατὰ τῆς σαρκός· καὶ τὸν τοιοῦτον γὰρ πόλεμον ἡ θεία εἰρήνη πρὸς ἕνωσιν ἄγει. Πρεσβυτέ
col. 391–392page 104 of 115
PG 4:391ἐμφύλιον, σύμφυλον, Ενούσής εἰς ἐνοειδή συνοικίαν. Μη νοήσης ὡς οἱ ἄθεοι Μανιχαίοι, ὅτι στασιάζουσα πρὸς ἑαυτὴν ἡ ὕλη ἀπεκύησε τὰ δαιμόνια ταῦτα· ἀλλ' ὅτι φύσει τῷ ξηρό τὸ ὑγρὸν πολέμιον, καὶ τὸ ψυχρόν τῷ θερμῷ Θεὸς γὰρ καὶ τὰ οὕτως ἔχοντα συνάπτει πρὸς φιλίαν καὶ σύστασιν τοῦ παντός. Τὸ ἐμφύλιον οὖν ἔμφυτον νόησον. Αν γοῦν πρεσβύτεραι. Πρεσβυτέρας δυνάμεις οὐχ ἁπλῶς τὴν τῶν σεραφὶμ ταξιαρχίαν φησὶν, ἀλλὰ πρὸς τὸ συνάγειν, ήγουν συνάπτειν, ταῖς θείαις ἐλλάμψεσι τὰς ὑφειμένας τὸ πρεσβεῖον ἔχουσαν· τὴν γὰρ πρώ την αὐταὶ δέχονται θεοφάνειαν· ἀμερῶς δὲ, τουτ ἐστιν οὐκ ἐν μέρει τισὶν, ἀλλ᾽ ἀθρόως τοῖς ὅλοις. Χυθῆναι πρὸς τὸ ἄπειρον. Μεγάλας πλάνας φι λοσόφων Ελλήνων διελέγχει νῦν, καὶ πρὸς τὴν εὐ. σέβειαν μετάγει· πολλῶν γὰρ ἐν ἐκείνοις στασιαζόν των, καὶ τῶν μὲν ἐξ ἐναντιώσεως καὶ πολέμου πάντα δι' ἔριδος καὶ μάχης λεγόντων γεννᾶσθαι· τῶν δὲ, ἐκ φιλίας καὶ συμφωνίας μόνον δημιουργεῖσθαι τὰ πάντα, Θεοῦ δὲ μὴ κατ' ἀξίαν δὴ φροντιζόντων, οὗτος, τὰς ἐκείνων ονοματοποιίας εἰς ὀρθότητα μεταφέρων, Θεὸν ἐφίστησι τοῦ παντὸς καὶ ποιητὴν καὶ συναγωγέα, ἐμφύλιον μὲν πόλεμον τοῦ παντὸς νοῶν τῶν ἀσωμάτων καὶ ἀΰλων καὶ νοητῶν πρὸς τὴν τῶν σω μάτων καὶ ὑλικῶν καὶ αἰσθητῶν φυσικὴν ἀσυμφωνίαν· ἀνόμοια γὰρ ταῦτα ταῖς οὐσίαις καὶ ἀσύμφων να· Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, καὶ τὸ πνεῦμα κατὰ τῆς σαρκός. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ τὰ αἰσθητὰ πάντα, ἤτοι σώματα, άπειρα λεγόντων ἐνίων καὶ εἰς ἀπειρίαν φθείρεσθαι, καὶ τὸ μίγμα τῶν ἁπάντων, ὅπερ φησὶν ἀπειρίαν, τρεπόμενον εἰς διαφορὰν, καὶ χωρισμὸν, καὶ μέρη, διακρίνεσθαι καὶ χωρίζεσθαι εἰς γενέσεις, καὶ ἐκ τούτου μᾶλλον αὐξα νομένης τῆς διαστάσεως, καὶ μὴ μόνον τὰ μεμιγμένα τῶν ἀσυμφυῶν καὶ ἀλλοτρίων ἀποκαθαιρούσης, ἀλλὰ καὶ εἰς τομὴν καὶ θραῦσιν ἤδη τῶν συμφυῶν φερομέν νης, καὶ εἰς ἀνομοιότητα πᾶσαν καὶ διαφορὰν τὰ συγκρίματα ἀγούσης, λύεσθαι καὶ φθείρεσθαι πάντα, πλὴν τῶν ἁπλῶν, ἤτοι στοιχείων, καὶ τοῦτο πόλεμον λεγόντων, τὸ μὴ ἐῶν ἡνῶσθαι τὰ ὅλα· ὁ μέγας Διο νύσιος, ἅτε τῆς ἀληθείας φίλος " τυγχάνων, τὸν τοιοῦ τον, ὡς ἔφην, φυσικὸν πόλεμον (τοῦτον γὰρ φυσικών καλεῖ, τὸν ἐμφύλιον, ὡς καὶ σύμφυλον τὸν ὁμοφυᾶ), λύειν φησὶ τὸν Θεὸν, ἀντὶ τοῦ ἐμφυλίου πολέμου, είν ρήνην καὶ ἁρμονίαν καὶ σύμπνοιαν τῷ παντὶ δωρούμενον, καὶ ἐν ἑαυτῷ συνέχοντα πάντα καὶ ἀποκαταλλάττοντα, ὥς φησιν ὁ ᾿Απόστολος, καὶ ἀποκαταλλάξει τὰ ἐπουράνια τοῖς ἐπιγείοις, δι' ὧν τὰς μὲν ἐπιτεταγμένας τοῖς καθ᾽ ἕκαστον δυνάμεις καὶ διακονικῶς διοικούσας τῇ ἀγάπῃ τῶν ὑποτεταγμένων ἐνοῖ τὰ δὲ πάντα πρὸς ἑαυτὸν ἐπιστρέφει, πηδαλιουχῶν καὶ συνέχων τὰ πάντα, Ο φιλόσοφος.
col. 393–394page 105 of 115
PG 4:393Ην ὁ ἱερὸς Ιούστος ἀφθεγξίαν καλεῖ. (Ση μείωσαι] περὶ Ἰούστου, καὶ ὅτι τὴν τοῦ θείου εἰρή νην ἀφθεγξίαν καὶ ἀκινησίαν ὀνομάζει. Τούτου δὲ τοῦ ἁγίου Ἰούστου μέμνηνται αἱ Πράξεις τῶν ἁγίων ἀποστόλων, φάσκουσαι αὐτὸν καὶ Ἰωσὴν καλεῖσθαι. Μᾶλλον οὖν καὶ συνέγραψέ τι, ἢ καὶ ἀγράφοις δια δασκαλίαις ἐχρήσατο. Καὶ τοῦτο οὖν παρατίθεται τοῦ ἁγίου Διονυσίου τὴν ἀρχαιότητα, καὶ ὅτι τοῖς ἀπο στόλοις αὐτοῖς καὶ ἀποστολικοῖς ἀνδράσι συνήκμασε. Σημείωσαι δὲ ὅτι καὶ οἱ θεῖοι ἐκεῖνοι άνδρες φιλοσόφοις λέξεσιν ἐχρῶντο, ἀφθεγξίαν καὶ ἀκινησίαν τὴν τοῦ Θεοῦ εἰρήνην ονομάζοντες. Απολείπει τὴν ἑαυτῆς ἔνωσιν. Ενωσιν ἐνταῦθα τὸ ἁπλοῦν καὶ ἑνιαῖον, ήγουν ἀδιαίρετον, φησίν. *Ενδον ὅλη μένουσα. Τουτέστι τὴν ἑαυτοῦ· χρυ φιότητα παρεξιοῦσα καὶ ἀπολείπουσα. Τὰς νοητὰς αὐτῆς καὶ ῥητής. Νοητὰς καὶ ῥητὰς μετουσίας φησὶν ὅσα διὰ τῶν εἰρημένων τῇ Γραφή ἐφεῖται νοεῖν ἡμᾶς. § Ι. Κατὰ τὴν ἀσύγχυτον αὐτῶν ἔνωσιν. Ὅτι καὶ τὰ εἰς σύνθεσιν ἰόντα Ενωσιν καλεῖ, κἂν ᾖ ἀνό μοια· καὶ ποῖόν φησιν εν προέφη ἐμφύλιον πόλεμον. Όμως ἀκραιφνῆ. Εἰ καὶ τὰ στοιχεῖα, φησί, τὴν πρὸς ἄλληλα καὶ μίξιν καὶ συμπλοκὴν ἀδιαίρετον ἔχουσιν, ἀλλ᾽ ὅμως αἱ τούτων ποιότητες τὴν ἀκρό τητα αὐτῶν οὐ παραπολλύουσιν, οἷον τὸ θερμόν, το ξηρὸν, καὶ τὰ λοιπὰ ἐν τῇ τῶν ἑτεροειδῶν κράσει, τὴν ἐν τῷ παντὶ θεωρουμένην. Πρὸς τὰ ἀντικείμενα κράσεως. Κρᾶσιν ἐνταῦθα νοητέον οὐ τὴν ὡς ἐπὶ τοῦ ὑγροῦ φύρασιν, καὶ τὴν ἀφανίζουσαν τὰ ὑποκείμενα, ἀλλὰ τὴν σύμπνοιαν καὶ ἀλληλουχίαν, τὴν ἐν ἁρμονίᾳ φυλάττουσαν τὰ ἐφε στῶτα ' καὶ τὰ ὑποτεταγμένα· νοητά φημι και αι σθητά, τουτέστι τὰ ἐν γενέσει, καὶ αὐτὰ δὲ τὰ έναν τία, οἷον εἰρηνεύοντα πρὸς ἄλληλα, ὡς τὸ ὕδωρ καὶ τὴν γῆν, ᾧ περιβεβλημένη ἡ γῆ οὐ λύεται, καὶ ὁ οὐ ρανὸς ἐξ ὕδατος ὤν, καὶ ὁ αἰθὴρ οὐ λύων τὸν οὐρα νόν· καὶ οὗτός ἐστιν ὁ ἐμφύλιος πόλεμος, ὃν οὐ μόνον ὁ δημιουργός σοφῶς ἐξεῦρεν, ἀλλὰ καὶ σοφωτέρως εἰς φιλίαν καὶ ἁρμονίαν ἄγει τὰ πάντα δι' αὐτῶν τῶν ἁπλῶν στοιχείων, κατὰ τὸ εἰρημένον, Θέρος καὶ ἔαρ σὺ ἐποίησας. 1805, ἀφθεγξίαν καὶ ἀκινησίαν ἕνωσιν. Ενωσιν Π. ένωσιν νο Καὶ ἀμιγῆ. ᾿Αμιγή και συγκεκραμένα είπε κατὰ τὴν προτεθεῖσαν εκδοχήν. Δι' ήν οἱ θεῖοι νόες ενούμενοι. Εἴπομεν καὶ ἄνω τοὺς θείους νέας καὶ ἑαυτοὺς νοεῖν, καὶ τοὺς ἐπαναβεβηκότας, καὶ τὰ ὑποδεέστερα· καὶ μένειν μὲν ἐν ἑαυτοῖς, ὅταν τὰ ἑαυτῶν ἐνεργῶσι ταῖς ἑαυτῶν ἐνού μενοι νοήσεσιν· εἰς δὲ τὰ ἔξω δοκεῖν προϊέναι, ὅταν δὲ τὰ ὑποβεβηκότα νοῶσι, καὶ τὰ ὑπερκείμενα· καὶ οὕτως ὡς ἐφικτὸν εἰς τὸ νοεῖν, καὶ τῶν πάντων αἴτιον ἐπανίωσιν. Οὕτω δὲ νοοῦντες οἱ θεῖοι νόες, ὁμολο γρ. ἑαυτῆς. * γρ. ὑφεστῶτα.
col. 395–396page 106 of 115
PG 4:395γουμένως ένουνται τοῖς νοουμένοις· τὸ γὰρ νοοῦν τῇ Ομόγνια Ομόγνια ἑνότης ενώσει, ἑνότης Ένωσις ὁμόγνια, ἑνότητι, ταυτότητα γνώσει ἐνοῦται τῷ γνωσθέντι καὶ νοηθέντι, ὡς καὶ ὁ ἀγνοῶν σκεδάννυται, μὴ καταλαβὼν ὁ ἡγνόησε. Νοῶν οὖν ὁ τοιοῦτος νοῦς εἰς ἑαυτὸν ἀνακάμπτει, οὐ σκευ δαζόμενος ἔξω ἑαυτοῦ, ἀλλ᾽ ἑνούμενος ἑαυτῷ, δι' ὧν εἰς ἑαυτὸν ἀνέστρεψεν. "Αλλη δὲ παρὰ τοὺς ἁγίους νέας, ἥτις ψυχῆς ἐστι νοητική Ένωσις· οἱ μὲν γὰρ νοητοί· ἡ δὲ νοερά, πάντων ὑποβεβηκυῖα τῶν ἀγγέ λων. Νοερὰ δὲ μόνον ἐστὶ, δι᾿ ἂς ειρήκαμεν ανωτέριο αἰτίας, ἔνθα καὶ πλατέως διεξήλθομεν περὶ τῶν ἐν ταῦθα λεγομένων ἐν κεφαλαίῳ πρώτῳ. Διὰ τῆς ἀθλου καὶ ἀμεροῦς. Ὅτι καὶ ἐπὶ τῶν ἡμετέρων ψυχῶν ἐνδέχεται ἀμερῆ καὶ αῦλον εὑρεθῆναι νόησιν, ὅταν τοὺς παντοδαπούς αὐτῶν λογισμούς πρὸς μίαν νοεράν καθαρότητα συνάγωσι· τότε γὰρ καὶ ἐπὶ τὴν ὑπερνόησιν ένωσιν οἰκείως ἑαυτοῖς ὁλ τινι καὶ τάξει προβαίνουσι. Συμφωνία παντελεῖ καὶ ὁμονοίᾳ. Παντελή ειρή νην λέγει τὴν πάντων τελείαν τῶν ἀγαθῶν, τουτέστι τὸν Θεόν. Καὶ συνδέουσα τὰ ἄκρα. Ακρα φησὶ τὰς ἄνω δυνάμεις καὶ τὰς κάτω, καὶ μέσα, ὡς προέφημεν, τὰ ἐκ τῆς καθαρωτάτης ὕλης, οἷον οὐρανοὺς, καὶ ἀστέ ρας, καὶ τὰ ἕτερα ἄκρα τὰ ἐπίγεια καὶ γεώδη αὐτά ἄκρα μὲν γὰρ ἀπὸ τῶν ἄνω ἐπὶ τὰ κάτω τὰ νοητά πάλιν δὲ ἄκρα κάτωθεν ἐπὶ τὰ ἄνω τὰ γῆῖνα ταῦτα, ἃ καὶ συνάπτονται τοῖς μέσοις. Ομόγνια δὲ τὰ συγ γενῆ, καὶ ἐκ τοῦ πάντων αἰτίου προελθόντα. Καὶ ταῖς ἐσχάταις. Ἐσχάτας τοῦ παντὸς ἀποπερατώσεις τὰς ἀψύχους οὐσίας φησί, τουτέστιν ἐν αἷς οὐδεμία κίνησις αὐξητική, ἢ θρεπτική, ἢ τῶν ἄλλων τις θεωρεῖται. Ομόγνια δὲ τὰ ἀδελφὰ καὶ ὁμόστοιχα. Διαφέρει δὲ ἑνότης ἑνώσεως· ἡ μὲν γὰρ τὸ ἰδιάζον καὶ ἀμιγὲς τῆς καθ᾽ ἕκαστον δείκνυσι φύσεως· ἡ δὲ ἕνωσις τὴν πρὸς ἕτερα σύγκρασιν, ἢ ἁπλῶς μετουσίαν. Ὅλη πρὸς ὅλην. Καὶ νῦν τὴν οἰκείαν ἀκρίβειαν φυλάττει· εἰπὼν γὰρ ὁμόγνια, τουτέστι συγγενῆ, καὶ τοῦ αὐτοῦ γένους, ἅτε παρὰ τοῦ παντὸς γενάρχου Θεοῦ προεληλυθότα, κατὰ τὸν χρησάμενον τῷ ῥήματι Απόστολον· Τοῦ γὰρ καὶ γένος ἐσμέν· λέγει δὲ καὶ τὴν αἰτίαν, καθ᾽ ἣν ὁμόγνια τὰ πάντα· καί φησιν, ὅτι τέως τὰ νοητὰ ταῖς ἑνότησι, τουτέστι κατὰ τὸ ἁπλοῦν καὶ ἀσύνθετον τῶν οὐσιῶν, καὶ κατὰ τὴν ἀθανασίαν, ἣν ταυτότητα λέγουσιν οἱ περὶ τούτων διαλεχθέντες, συγγενῆ ποιεῖ ὁ Θεὸς, καὶ ὁμόστοιχα. Ὥσπερ οὖν καὶ τὰ αἰσθητὰ ταῖς ἐκ τῶν διαφόρων στοιχείων ἑνώσεσιν, ήτοι συγκρίματι, καὶ ταῖς συνα γωγαῖς τῶν τοιούτων μιγμάτων εἰς γένεσιν ἄγων τὰς ἀλληλουχίας, οἷόν τινας συγγενείας ἀποτελεῖ. Ο γρ. ἐνάρχου.
col. 397–398page 107 of 115
PG 4:397§ ΙΠ. Πῶς δὲ, φαίη τις. Αντίθεσις πρὸς τοὺς λέγοντας μὴ ἐφίεσθαι πάντα εἰρήνης· καὶ τί ἐστιν ἑτερότης. Τῶν ὄντων ἰδιότητα. Σημείωσαι τί φησιν ἰδιό τητα· ὅτι τὸ εἶναι ἕκαστον, ὡς ἔχει φύσεως, καὶ κατὰ τὸ αὐτὸ ὡς γέγονε. Ταῦτα κατὰ ᾿Ακεφάλων, τῶν καὶ ἀγνοούντων, τί ἐστιν ἰδιότης. Ἐπὶ πολὺ δὲ κατεξετάζει τὴν περὶ τῆς ἰδιότητος κυριολεξίαν, σαφηνίζων αὐτήν. ᾿Αλλὰ καὶ ταύτην ειρήνης έφεσιν. Ἐντεῦθεν ἡ λύσις. Τῶν ἑαυτῶν δέ φησιν ἀντὶ τοῦ τῶν ἰδιωμά των. Ακινησίαν. Ακινησίαν φησὶ τὸ μὴ μεταπίπτειν τῆς οἰκείας φύσεως καὶ κινήσεως. ξιν. Καὶ εἰ τὰ κινούμενα πάντα. Καλῶς εἶπε τὰ πάντα κινεῖσθαι οὐ μίαν κίνησιν, ἀλλ᾿ ἰδίαν τινὰ καὶ κατάλληλον κίνησιν· τὰ μὲν γὰρ νοητὰ καὶ νοερὰ " ἄλλως· τὰ δὲ αἰσθητὰ τὴν εἰς γένεσιν, ἢ καὶ ποιάν τινα κίνησιν κινεῖται, περὶ ὧν ἐν τῷ ἐννάτῳ κεφα λαίῳ διεξήλθομεν τελειότερον. Καὶ τὴν πάντων τῶν κινουμένων ιδιότητα. Ότι Ιδιότης ἐστὶ καὶ ἡ κινητικὴ ζωὴ τοῦ καθ᾽ ἕκαστον. § Εἰ δὲ τὴν κατ' Εκπτωσιν. Πρὸς τοὺς λέγοντας ετερότητα εἶναι τὴν κατ᾽ ἔκπτωσιν * τῆς εἰρήνης, καὶ ἐντεῦθεν ἰσχυριζομένους, μὴ πᾶσιν ἐραστὴν εἶναι τὴν εἰρήνην. Σημείωσαι τὰς δύο ἑτερότητας· μίαν μὲν τὴν κατ' ἔκπτωσιν εἰρήνης· καὶ ἑτέραν τὴν τῶν ὄντων ἑκάστου ιδιότητα. Τὸ γὰρ πάντη άστατον. Θαυμασίως ἀθετεῖ τὰς τῶν Ἑλλήνων καὶ τῶν τοιούτων αἱρετικῶν γνώμας, οἷον Ουαλεντινιανῶν καὶ Μανιχαίων, τῶν τὴν ὕλην ὑποθεμένων ἀρχὴν, τὰ ἐναντία φέρουσαν ἐν ἑαυτῇ τοῖς τοῦ Θεοῦ· ἀστασίαν γὰρ καὶ περιφορὰν, καὶ ἀπειρίαν, καὶ ἀοριστίαν, καὶ ταῦτα πάντα διηνεκή τὴν ὅλην Εφη σαν, ὅπερ ἀποδείκνυται ψευδὲς ἀληθῶς παντελῶς 10. οὐδὲν γὰρ ἐστὶν, οὐδὲ γέγονεν, ὁ μὴ ἀφ' οὗ παρήχθη, καὶ διακεκοσμημένον ὑπὸ Θεοῦ παρήχθη εἰς εἶδος, καὶ τοῦ ὄντως ἔχειν ὡς παρήχθη, προνοίας ἔτυχεν ἀπὸ Θεοῦ. Αμαυροῖς εἰδώλοις. ᾿Αντὶ τοῦ ἀμυδροῖς εἰκονίσμασιν· ἐφίενται γὰρ τῆς πρὸς τὰς ῥεούσας καὶ φθειρομένας ἡδυπαθείας, ἀπολαύσεως, καὶ συναφείας, καὶ τὸ πρὸς ταύτας ἀστασιάστως ὁρᾷν αἱρούμενοι, ήγουν τούτων μετέχειν, διὰ τὸ μὴ τοῦτο αὐτοῖς, φησί, κατὰ νοῦν χωρεῖν, ἐκταράσσονται. Καὶ ταῦτα ἱστᾷν. Οὕτω δεῖ τὸ ῥητὸν τοῦτο συν θεῖναι, ὅτι καὶ οἱ φιλέριδες καὶ ἄστατοι ἀμαυροῖς 1 καὶ αὐτοὶ εἰδώλοις τοῦ ἀγαπᾷν εἰρήνην κατέχονται ὑπὸ γὰρ παθῶν ἐνοχλούμενοι, καὶ τὰ πάθη κατὰ ἄγνοιαν, ὡς καλὰ θέλοντες ἱστᾷν, δοκοῦσιν εἰρήνης ὀρέγεσθαι, ἐφιέμενοι ἀδεῶς ἑαυτοὺς ἀπολαύειν 18 τῶν βευστῶν καὶ κακῶν παθῶν, ἐκταραττομένους, ἐὰν ἀποτύχωσι τοῦ ἀπολαύειν τῶν νομιζομένων καλῶν, ὄντων δὲ παθῶν 18. Κατὰ κοινοῦ οὖν τὸ ἑαυτούς τα ἑτερότης Ιδιότης; ιδιότης ἑαυτῶν ιδιωμάτων 219 ἀκινησίαν. Ακινησίαν αυτούς γρ. τὴν ἔκπτωσιν. 10 γρ. ψευδές παντελώς. " γρ. ἀμυδροίς. 18 γρ. ἀπολύειν. 13 γρ. κατιόν.
col. 399–400page 108 of 115
PG 4:399κτέον, ἵνα ᾖ, ἐφιέμενοι ἑαυτοὺς, ἅτε έκταραττομένους, ἐκ τῶν ὄντων, Πρώτως ὄντα τὸ ἀρχηγικῶς τὸ ὑπερ ούσιον ἀγκύλον. ἐὰν ἀποτύχωσι τῶν παθῶν, [ δοκοῦσιν ] εἰρηνεύειν ἑαυτοὺς εἰς τὸ ἀπολαύειν τῶν παθῶν. Οὕτω νόησον καὶ τὸ πάντας ἐφίεσθαι εἰρήνης, τουτέστι τοῦ ἀγαθοῦ. Τι ἄν τις εἴποι περὶ τῆς κατὰ Χριστόν. Πῶς εἰρήνη Ἰησοῦς Χριστὸς ἡμῶν καὶ ἀγγέλων, παύσας τὸν πόλεμον, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λ σας, καὶ εἰρήνην μεταξὺ ἡμῶν βραβεύσας, καὶ ποι ήσας τὰ ἀμφότερα ἓν, ὡς ὁ θεῖος Απόστολος ἐν τῇ πρὸς Ἐφεσίους φησίν. Καθ' ἦν οὐ μὴ μάθωμεν ἔτι πολεμεῖν. Ἐκεῖνος ἐστιν ὁ μὴ ἑαυτῷ πολεμῶν, ὁ θυμὸν καὶ ἐπιθυμίαν καθυποτάξας τῷ λόγῳ. Εἰρηνεύει δὲ καὶ πρὸς ἀνθρώπους ὁ τὴν γνώμην μίαν πρὸς πάντας κτησάμενος. Ὁ δὲ τὸν ἑαυτοῦ νοῦν πρὸς τὰ διὰ τῶν ἀγγέλων κι νούμενα παρασχών πειθήνιον, οὗτος καὶ μετὰ τῶν ἀγγέλων τὴν εἰρήνην ἐκτήσατο. Ἀλλὰ καὶ αὐτοῖς τὰ θεῖα. Τουτέστι τὴν αὐτὴν αὐτοῖς περὶ τὸ θεῖον σέβας λατρείαν καὶ προσκύνησιν ἐπιτελέσωμεν. Ἐν ταῖς θεολογικαῖς. Σημείωσαι, ὅτι ἐστὶν αὐτοῦ καὶ θεολογικῶν ὑποτυπώσεων σύνταγμα· τοῦτο καὶ ἐν ἀρχῇ τοῦ πρώτου κεφαλαίου φησί. § Δι' ἐπιστολῆς ἐπύθου. Πῶς νοεῖ τὸν Θεὸν αὐτοζωὴν εἶναι, καὶ τῆς αὐτοζωῆς ὑποστάτην, καὶ τὰ ὅμοια. Καλῶς δὲ αὐτό φησι καὶ κατὰ τὸ ἐν ταῖς ἐπι στολαῖς, μάλιστα τῇ δευτέρα. [Σημείωσαι, ὅτι καὶ ἐκ τῶν ὄντων καὶ ἐξ αὐτοῦ παραχθέντων ὁ Θεὸς ὀνομάζεται, ὡς αἴτιος αὐτῶν ὑπάρχων.] Ἐκ τῶν πρώτως όντων. Πρώτως ὄντα οἶμαι αὐ τὸν εἰρηκέναι τὰς ὑπερκοσμίους φύσεις, ὡς πρώτως καὶ ἀκραιφνῶς τῶν θείων δωρεῶν μετεχούσας, ζωῆς καὶ τῶν λοιπῶν. Ἐκ τῶν ὄντων τοίνυν, τουτέστι τῶν ἐν τοῖς οὖσι θεωρουμένων, λέγεται ὁ Θεὸς τῆς αὐτο ζωῆς, ήγουν τοῦ αὐτοῦ πράγματος καὶ τοῦ εἴδους αὐτ τῆς ὑποστάτης καὶ παραγωγούς· ἐξ ἑνὸς γὰρ τοῦ τῆς ζωῆς καὶ περὶ τῶν ὁμοίων ἡμᾶς ὁμοίως νοεῖν δεῖ, Ὅταν δὲ ὁ Θεὸς αὐτὸς λέγηται αὐτοζωὴ καὶ τὰ παρα πλήσια, ὡς ταῦτα ὑπάρχων ὑπὲρ φύσιν πᾶσαν λέγε ται, ἤγουν καὶ ὑπὲρ ἀγγέλους, καὶ πᾶσαν νοεράν οὐσίαν. Ἐκ τῶν πρώτως. Πρώτως ὄντα τὰς νοητάς φησι δημιουργίας, τὰς καὶ ἀσωμάτους, τουτέστι τοὺς ἄγο γέλους. " Σημείωσαι τὸ ἀρχηγικῶς, ὅτι πρώτως ὑφέστηκε, φησί, τὸ ὑπερούσιον ἀντὶ τοῦ, ὁ Θεός· μόνος γὰρ ποιητὴς νοητῶν καὶ αἰσθητῶν· οὐ γὰρ δεῖ πεί θεσθαι τοῖς λέγουσι τὰς δημιουργικὰς δυνάμεις του Θεοῦ, θεοὺς εἶναι, ὅπερ οὐκ ἔστι· μόνος γὰρ ὁ Θεὸς δημιουργός. Σημείωσαι, ὅτι μόνος ὁ Θεὸς ποιητής πάντων νοητῶν καὶ αἰσθητῶν. Αγκύλον. Επικαμπές. » σημείωσαι τί ἐστι τὸ ἀρχηγικῶς εἶναι· ἀρχηγικῶς μὲν ὡς πάντων αἴτιος τῶν ἀγαθῶν ὁ Θεὸς, μεθεκτῶς δέ, ὡς αἱ προνοητι καὶ παρ' αὐτοῦ ἐκδιδόμεναι δυνάμεις. αρχηγικῶς μεθεκτῶς
col. 401–402page 109 of 115
PG 4:401Καὶ θεοὺς τῶν ὄντων. Ὅτι οὐκ εἰπι θεοὶ ἢ δη μιουργοὶ ἄγγελοι, οὐδὲ ἄλλο τι παρὰ τὸν Θεόν. Αληθῶς καὶ κυρίως. Σημείωσαι, ὅτι οὐδὲ οὗτος ὁ θεῖος ἀνὴρ διαφορὰν οἶδε τοῦ κυρίως καὶ ἀληθῶς. Τὴν αὐτοουσίωσιν. Εν τούτοις σαφέστερον τὴν λύσιν ἐποιήσατο τοῦ προτεθέντος προβλήματος, ὅπως χρὴ λαβεῖν τὸ, ποτὲ λέγεσθαι μὲν αὐτὸν αὐτοζωὴν καὶ τὰ σὺν αὐτῷ τὸν Θεὸν, ποτὲ δὲ τούτων ὑποστά την, ήγουν ταῦτα ὑποστήσαντα· ὅτι ὁ μὲν, ὡς αἴτιος τούτων καὶ ἀρχὴ ὑπεράρχιος, οὕτω ταῦτα λέγεται τὰ δὲ ὄντα τούτων μετέχοντα, καλοῦνται ἐξ αὐτῶν ζῶντα, καὶ ὄντα καὶ ἔνθεα. Τὴν ζώωσιν γοῦν, την οὐσίωσιν ἀντὶ τοῦ τὰ πράγματα 18, ὑπέστησεν ὁ Θεός. Πρώτως οὖν ἐννοούμεθα αὐτὸ τὸ πρᾶγμα εἴθ' οὕτω τὴν καθολικὴν αὐτοῦ ἔννοιαν· οἷον τὴν παν τοίως θεωρουμένην ζωὴν ἢ οὐσίαν· καὶ τότε τὰ μερι κά, τουτέστι τὴν τοῦ καθ᾿ ἕκαστον εἶδος ἔννοιαν λαμ βάνομεν, οἷον τῆς ἀγγελικῆς ἢ τῆς ἀνθρωπίνης ζωῆς, καὶ τῶν λοιπῶν οἷς συνεισβάλλει, καὶ αὐτῶν τῶν μετεχόντων ἡ μνήμη. Ἐπαγαγὼν δὲ εἶτα τῶν ή ὅλων αὐτῶν μετεχόντων, ἐδήλωσεν ὡς οὐ πάντα πάντων μετέχουσι· τὰ μὲν γὰρ οὐσίας μόνης· τὰ δὲ ζωῆς· τὰ δὲ καὶ νοήσεως, ἢ καὶ νοερότητος· τὰ δὲ πρὸς τούτοις καὶ θεώσεως. ῦν τὰ ὄντα οἰκείως ἑαυτοῖς. Τὸ δοκοῦν ἀσαφέστερον σαφηνιστέον οὕτως· ὁ Θεὸς πάντα εἰς σωτη ρίαν ἐν ἑαυτῷ προέχων υπερηνωμένως καὶ ἀσυνθέτως, καὶ ὡς πηγαία ἀρχὴ δι' ἀγαθότητος ὑπερβολὴν, καὶ τοῖς ἐξ αὐτοῦ δημιουργικῶς ὑποστᾶσι, καθάπερ ἀκτῖνάς τινας ἀφιεὶς, μένων ὅλως ἐν ἑαυτῷ μεταδί. δωσι μεθεκτῶς ἑκάστῳ οἰκείως τῶν μεγάλων αὐτοῦ προτερημάτων· αἱ οὖν ἐκ τῶν ἐνόντων αὐτῷ ἀγα θῶν εἰς μετάδοσιν ἐλλάμψεις πρωτοτύπως λέγονται, καὶ αὐτοεῖναι καὶ αὐτοζωώσεις, καὶ αὐτοθεώσεις καὶ ὅσα τοιαῦτα κατὰ μίμησιν τῶν ἀρχῶν, τουτέστι τῶν αὐτοῦ δὴ τοῦ Θεοῦ ὄντων, φημὶ τῆς αὐτοθεότητος, καὶ αὐτοαγαθότητος, καὶ αὐτοζωῆς· δευτέρως δὲ καὶ ὅλα αὐτὰ ὑποστῆναι λέγεται, διὰ τῶν κατὰ πρόοδον ὑποστασῶν ὑπ' αὐτοῦ οὐσιῶν, ζωῶν οὐσῶν οὐσιωδῶς, καὶ διδομένων μεθεκτῶς τοῖς ἀξίοις 16. τρίτως δὲ τῶν μερικῶν τούτων μεταδόσεων· τινὰ γὰρ μετέχει ζωώσεως μόνης, τινὰ δὲ καὶ θεώσεως, τινὰ δὲ καὶ τῶν ὅλων ὁμοῦ τούτων, ὡς αἱ ἀνώταται νοηταὶ δυ νάμεις. Ο κυρίως εἰ ἀληθῶς. Τῶν μερικῶν. Μερικά φησι τὰς διαδοχὰς τῶν γενών. Καὶ τῆς αὐτοαγαθότητος. "Οτι καὶ τῆς αὐτοαγαθότητος καὶ θεότητος ὑποστάτης ἐστὶν ὁ ὑπεράγαθος καὶ ὑπέρθεος. Σημείωσαι οὖν ὅτι οὐκ ἔστιν οὐσία Θεοῦ τὰ τοιαῦτα. Ανάγνωθι ἐν τῇ β' πρὸς Γάϊον ἐπιστολῇ. Προνοίας καὶ ἀγαθότητας. Προνοίας καὶ ἀγαθό και την θέωσιν, ήγουν αὐτὰ τὰ πράγ. 10 γρ. ἁγίοις.

Chapter XIICaput XII

col. 403–404page 110 of 115
PG 4:403θότητα, θεότητα, κάλλος, καὶ τὰ ὅμοια. προνοίας αγαθότητας τητάς φησιν, ἅπερ προείπεν οὐσίωσιν, ζώωσιν, αγα Ἐκ Θεοῦ τοῦ ἀμεθέκτου. Πρὸ βραχέος εἰπὼν μεθο εκτὸν τὸν Θεὸν, νῦν ἀμέθεκτον αὐτόν φησιν εἶναι μεθεκτὸς μὲν οὖν ὁ Θεὸς κατὰ τὰς φιλοδώρους απ τοῦ μεταδόσεις· ἀμέθεκτος δὲ κατὰ τὸ αὐτὸν αἴτιον ὄντα, καὶ τοῦτο ὑπὲρ πάντα ἔχειν ἰδίως, ὧν πάντα προσφόρως μετέχει· ὅμοιον γάρ ἐστι τοῦτο τῷ εἰρη μένῳ ἄνω ἐν κεφαλαίῳ πέμπτῳ, ὅτι τὸ ὂν καὶ ἐν τοῖς πᾶσιν ἐστι, καὶ οὐδὲν τῶν πάντων ἐστί· διὰ γὰρ τὸ συνέχειν καὶ ζωοῦν καὶ φυλάττειν λέγεται ἐν τοῖς πᾶσιν εἶναι· οὐδὲν δὲ τῶν ὄντων ἐστὶ, καθ᾽ ὁ αἴτιον τῆς πάντων παραγωγῆς, οὐκ ἂν δὲ τὸ αἴτιον ἐκ τῶν αἰτιατῶν εἴη. Οὕτω καὶ ἐνταῦθα, μεθεκτὸς μὲν ὁ Θεὸς καθ' δ πάντα τὰ ὄντα αὐτοῦ μετέχει, καὶ δι' αὐτοῦ συνέστηκε· τὸ γὰρ αὐτοῦ μὴ μετέχον οὔτε ἔστιν, οὔτε ἔσται, οὔτε ἦν. Αμέθεκτος δὲ πάλιν, ἐπειδὴ τῆς αὐτοῦ οὐσίας οὐδὲν τῶν ὄντων μετέχει ὑπὲρ τὰ ὄντα γὰρ ὁ Θεὸς κατὰ τὴν ἰδίαν φύσιν. ΙΙ. Απολύτως γάννυται, ΕΙΣ ΤΟ ΚΕΦΑΛ. ΙΒ'. § 1. Τῷ διπλασιασμῷ τῶν ὀνομάτων. Διπλασιασμόν ὀνομάτων φησὶ τὸ πρὸς τὸ ἁπλοῦν ὑπερθετικόν, οἷον Αγιον ἁγίων, Κύριον κυρίων, Θεὸν θεῶν. [ καὶ Βασιλέα βασιλέων], καὶ τὰ ὅμοια τούτων. § ΙΙ. Διὸ καὶ κυριότης. Ταῦτά φασιν οἱ δύο Γρη γέριοι, δ τε θεολόγος καὶ ὁ Νύσσης. § ΙΙΙ. Απολύτως ὑμνητέον. Απολύτως, τουτέστιν οὐ κατά τι μὲν, κατά τι δὲ οὔ, ἢ ὡς πρός τι έτερον, ἀλλὰ κατὰ ἁπλῆν ἔννοιαν, τουτέστι κυρίως. Καὶ ἀνισότητα. Αὕτη ἐστὶν ἡ ἑνότης, τὸ τῆς ισότητος καὶ ταυτότητος λέγω· τοῦτο γάρ ἐστι τὸ αἴτιον τῆς συμπνοίας, καὶ τῆς συμπαθείας, καὶ τῆς σωτηρίας τῶν ὅλων· ὁ γὰρ τῆς ἑνότητος λόγος, ὁ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχων, ἓν εἰκότως ἂν προσαγορεύοιτο· καὶ γὰρ τὸ ἐν τοῖς κατὰ μέρος ἐν τοιοῦτον ὑπάρχει, ἡνωμένον τοῖς μέρεσι, καὶ σύμ πνουν κατά μετουσίαν τοῦ πρώτου αιτίου. Κατὰ τοῦτον τὸν λόγον καὶ ὁ Κύριος ὑπὸ τῶν μαθητῶν αἰτεῖ, Ινα ὦσι καὶ αὐτοὶ ἔν, ὡς καὶ ἡμεῖς ἔν ἐσ μεν, ἵνα ώσι τετελειωμένοι εἰς τὸ ἔν· [“Ο δηλοῖ τὴν ἁγιότητα, δ δηλοῖ τὴν βασιλείαν,] γάννυται δὲ, ἤτοι " εὐφραίνεται ἐπὶ τοῖς ἰδίοις ποιήμασιν ὁ Θεὸς, κατὰ τὸ ἐν ψαλμοῖς· Εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔρ γοις αὐτοῦ [ δηλοῖ τὴν κυριότητα]. § 17. Ὁ ἀμέθεκτος αἴτιος. Αμέθεκτος ὁ Θεὸς κατὰ τὸν τῆς φύσεως λόγον. Αγιος ἁγίων ὑμνεῖται. Πῶς "Αγιος ἁγίων, καὶ τὰ τοιαῦτα ὑμνεῖται ὁ Θεὸς, θαυμασίως ἐτράνωσε, καί φησι, καθ᾽ ὅσον διαφέρει φύσις ἀκραιφνής καὶ αἰτία ποιότητος καὶ αἰτιατοῦ· τοῦτο γάρ ἐστι τὸ ὄν πρὸς τὸ μὴ κυρίως ὂν, καὶ καθ᾽ ὅσον τούτου μετέ χοντος αὐτὸ τὸ μετεχόμενον, κατὰ τοσοῦτον διαλο λάττει ὁ Θεὸς ταῦτα λεγόμενος τῶν κατὰ μέθεξιν

Chapter XIIICaput XIII

col. 405–406page 111 of 115
PG 4:405τοῦτο ἐσχηκότων· τὰ γὰρ πάντα ἐκ Θεοῦ ἐστι, καὶ λέγεται, καὶ ἔχει· ὁ Θεὸς ἐξ οὐδενός. [Διὰ τί ῞Αγιος ἁγίων, καὶ Βασιλεὺς βασιλευόντων, καὶ Κύριος τῶν κυρίων, καὶ Θεὸς θεῶν λέγεται.] Ἁγίους δὲ καὶ βασιλεῖς. Θείας ἐπινοίας ὁ μακά ριος οὗτος ἠξιωμένος, εὐσεβῶς τὰ παρά τισιν εἰς πολυθεῖαν ἐκπεσόντα φιλοθέως μυσταγωγεῖ, καὶ τὰς ἐφεστηκυίας τῶν ὑποβεβηκότων ἀρχὰς κατὰ ἐξοχὴν ἁγίους, καὶ βασιλεῖς, καὶ κυρίους, καὶ θεοὺς λέγε σθαί φησιν, ὥσπερ καὶ ἐν ἀνθρώποις οἱ ἐξοχώτατοι οὕτω προσαγορεύονται, καὶ ὥσπερ ἐν ἡμῖν οἱ ἐν ἀρετῇ προύχοντες διδάσκαλοι τὴν ἀρετὴν ἐν τῇ ψυχῇ ἑνιαίως συνηθροισμένην έχουσι. Διὰ δὲ τῆς διδα σκαλίας ἑτέροις τὰς ἀρετὰς μεταδιδόντες πρὸς τὴν διαφορὰν τοῦ πλήθους τῶν διδασκομένων πληθύνεται καὶ ἡ μεταδιδομένη παρ' αὐτῶν ἀρετή· οὕτως Ισχνοτέρῳ τινὶ καὶ θειοτέρῳ τρόπῳ ἐστὶ τῶν ἀσω μάτων τάξεων θεωρητόν 47· καὶ διὰ τῶν ἀνωτέρων καὶ πλησιαιτέρων Θεῷ αἱ ὑποβεβηκυῖαι τάξεις μετέ χουσι τῶν δωρεῶν τοῦ Θεοῦ, ὥσπερ ἐκ κρατῆρος ὑπερβλύζοντος καὶ πηγάζοντος, τὰ μὲν πλησιάζοντα σκεύη πρώτα πληροῦνται, δεχόμενα τὸ ἐπὶ τὰ αὐτὰ φερόμενον· εἶτα, καὶ αὐτῶν ὑπερβλυζόντων, δια χεῖται εἰς ἕτερα υποκείμενα σκεύη, καὶ πρὸς τὸ πλῆθος τῶν δεχομένων, καὶ τὴν διαφορὰν εἴτε μια κρῶν εἴτε μεγάλων, οἷον διαῤῥαντίζεται τὸ ἐκ τοῦ κρατῆρος ἀναβλύζον τῶν πρώτων σκευῶν ἐν ἑαυ τοῖς ἐχόντων κατὰ τὴν ἑνότητα τοῦ πληρώματος τὸ πρώτως ἐκ τοῦ κρατῆρος ἐνεχθέν· οὕτω παχυτέρῳ λόγῳ τὴν ἀφθονίαν τῆς μεταδόσεως τῶν θείων δω ρεῶν μεριζομένην εἰς ἅπαντας διὰ τῶν πρώτων δια κόσμων νοητέον. Καὶ ὁ ᾿Απόστολος σκεῦος γὰρ ἐκλογῆς Θεὸν κατὰ τὸν τῆς φύσεως λόγον φησί. Διαφορὰς πληθύουσι. Τουτέστι πλείους δει κνύουσιν· ὅσον γὰρ διάφορα τὰ μετέχοντα, τοσοῦ τον καὶ αἱ δωρεαὶ πολυειδείς διαφαίνονται. ΕΙΣ ΤΟ ΚΕΦΑΛ. ΙΓ. §1. Ὑφ' ἑαυτοῦ μονοειδῶς ἀφοριζόμενον. Ὁ Θεὸς ἑαυτοῦ καὶ ὄρος καὶ τόπος, καὶ οὐδὲν ὑπερεκτείνεται τοῦ Θεοῦ· ἀλλὰ καὶ τὰ ἄπειρα αὐτὸς περατοί τοὺς γὰρ αἰῶνας ἀπείρους ὄντας (οὐδὲ γὰρ ἔχουσι πέρας) αὐτὸς, τῷ ἀπείρῳ μεγέθει υπερέχων τῷ ἑαυτοῦ ἀπειροπλασίῳ περιέχει· καὶ πᾶσαν ἀορι στίαν ζωῆς, ὡς ἐπὶ τῶν νοητῶν· οὐ γὰρ ὥρισται τούτοις ὁ βίος, ὡς ἐπὶ ἀνθρώπων, ἀλλ᾽ ἀθάνατοι κτίσθησαν. Ὁ δὲ Θεὸς ἐν τῷ ὑπεραιωνίῳ ἐντὸς τῆς Ιδίας ἀιδιότητος ὁρίζεται 17. § ΙΙ. "Εν δὲ, ὅτι πάντα. Πολλὰ τῷ ἀριθμῷ, ἐν δὲ τῷ εἴδει, τὰ νομίσματα, καὶ τὰ ἀργύρια, καὶ οἱ ὀβολοί· τὸ γὰρ εἶδος ἐν, ἢ χαλκός, ἢ χρυσός, ἢ ἄρ γυρος· τὸ δὲ πολλὰ ταῖς δυνάμεσιν, ὡς αἱ πόαι, ἓν δὲ τῷ εἴδει· πᾶσαι γὰρ χόρτος· τὸ δὲ πολλὰ τοῖς είδεσιν, οἷον ἵππος, βοῦς, ἄνθρωπος, καὶ τὰ νοητά, ἐν δὲ τῷ γένει, ὅτι ταῦτα ζῶόν εἰσι· τὸ δὲ πολλὰ ὠνομάσθη. Σημείωσαι δὲ ὅτι ἀμέθεκτον νῦν τὸν γρ. θεωρητέον. 170 γρ. ὁρίζει.
col. 407–408page 112 of 115
PG 4:407ταῖς προόδοις, αἱ δημιουργίαι, ἐν δὲ τῇ ἀρχῇ· ὁ Θεὸς γὰρ αἴτιος πάντων. Αλλ' ὥσπερ ἅπας αριθμός. Καλῶς ἀποδείκνυσιν ὅπερ καὶ βούλεται. Σκοπὸς γὰρ τῷ θείῳ τούτῳ ἀν δρὶ καὶ ἀπὸ τῆς ἀριθμητικής συστῆσαι τὰ ἑαυτοῦ. Λέγει γοῦν, ὅτι οὐδέν ἐστι τῶν ὄντων ἀμέτοχον τοῦ ἑνὸς, τουτέστι τοῦ Θεοῦ· διότι καὶ πᾶς ἀριθμὸς με νάδος μετέχει· εἰ γὰρ ἐκ τῶν δύο ἄρξεται τις, μίαν δυάδα πρώτην ἀριθμεῖ, καὶ ἐκ τῶν δέκα ὁμοίως, τὸ πλέον φησίν, ὅτι κἂν ἐκ τῶν λεγομένων πολλοστημορίων ἄρξηταί τις πρῶτον, ἀριθμεῖ ἥμισυ ἓν, καὶ τρίτον ἓν, δέκατον ἓν, καὶ οὕτως ἐφεξῆς, ὥστε μὴ εἶναι ἀριθμὸν μὴ μετέχοντα τοῦ ἑνὸς, ἤτοι τῆς μου νάδος· κἂν γὰρ μορίου ἐπιμνησθῇς, ἐρεῖς ἥμισυ ἕν, καὶ τρίτον ἐν, καὶ δέκατον ἓν, καὶ ἐφεξῆς· καὶ ὅτι μία δυὰς, καὶ μία δεκὰς λέγεται, ὡς καὶ τούτων ἐξ αὐτῆς συμπληρουμένων. Τὸ πάντων αἴτιον ἔν. Ὁ σκοπὸς δῆλος, ὅτι ἐν λεγόμενος ὁ Θεὸς, οὐχ ὁμοίως τοῖς ἀριθμητοῖς ἐν λέ γεται· ὁ μὲν γὰρ Θεὸς ἕν ἐστι, καθὸ ἁπλοῦς τε καὶ ἀμερής, καὶ τῆς κατ᾿ εἶδος διαφορᾶς ἄμοιρος, καὶ πάντων παθημάτων καὶ συμβεβηκότων ἀλλότριος λέγεται καὶ ἓν, ἀρχή τις ὥσπερ καὶ στοιχεῖον τῶν έσομένων νοούμενος. Τὸ δὲ ταὐτὸν, ἡ ἕτερον, ἢ μεῖ ζον, ἢ ἔλαττον, ἔτι δὲ ἄρτιον ἢ περιττόν, ἢ ἴσον ε ἄνισον, ὅπερ ἐν τοῖς ἀριθμοῖς θεωρεῖται, οὐκ ἄν τις εὐλόγως ἐπὶ τὴν ἀρχὴν ἀναφέροι, ἀρχὴν αὐτὰ ποιούμενος· τὰ γὰρ τοιαῦτα πάθη καὶ συμβεβηκότα ἐξ ἀνάγκης εἰσί. Τῶν μὲν οὖν ἐν ἀριθμοῖς διαιρέσεων εἰς πλῆθος τὸ πέρας εἰς μονάδα ἀνάγεται· ἡ δὲ ἀρχὴ ἐν ἑκάστῳ γένει ἁπλούστατόν ἐστι· καὶ ἐν τοῖς οὖσιν οὖν, εἴτε τὸ ἐν πολλά ἐστιν, εἴτε τὰ πολλὰ ἐν, ἀρχὴ τις καὶ στοιχεῖον τὸ ἁπλούστατόν ἐστι, καὶ πάντων ἀμέτοχον ἓν, ἐξ οὗ, ὥσπερ ἐκ παραδείγματος καὶ ἰδέας καὶ τὸ ἐν τοῖς οὖσιν ἕν, οἷον κἂν τὸ αἰσθητὸν φῶς πολλὰ ᾖ τοῖς μέρεσιν, ἀντὶ τοῦ τοῖς ἄστροις πα σιν, ἀλλ᾽ ὅλον συλλεγόμενον, ἐν φῶς ἐστι· καὶ πολλὰ τοῖς συμβεβηκόσιν, οἷον ὁ ταώς· ἔχει γὰρ καὶ χρυσίζοντα, καὶ κυάνεα, καὶ λευκὰ, ἐν τῷ ὑποκειμένῳ σώματί ἐστιν· οὕτω καὶ τὰ ἑξῆς νοητέον. Οὐδὲ γὰρ ἐστι πλῆθος. Ο δε ἐξ ἀριθμητικής περιγίνεται τοῦ λεγομένου. Σημείωσαι δὲ ὅτι καὶ πρὸ τοῦ ἑνὸς λέγει εἶναι τὸν Θεὸν εἰκότως, ἐπειδὴ πάντων ὑπάρχει, ὅθεν καὶ τοῦ ἀριθμοῦ δημιουργός, ἤτοι ἐφευρέτης ἐστίν. Ἀλλὰ τὸ μὲν πολλά. Προσυπακουστέον ἐφ' ἑκάσ στου τούτων τὸ ὑπάρχον, ἵνα ᾖ τὸ λεγόμενον τοιοῦ τον, τὸ ὑπάρχον τοῖς μέρεσι πολλὰ ἐν ἐστι τῷ ὅλῳ, οἷον τὸ σῶμα, οὕτω καὶ τὰ λοιπὰ ἐν τῷ ὑποκειμένῳ ἐστὶν ἤτοι οὐσίᾳ· ἀλλὰ πολλὰ τοῖς συμβεβηκόσιν, οἷον ὁ ἄνθρωπος. Συμβεβηκότα δὲ τὰ μὲν χωριστά, ὡς τὸ καθέζεσθαι, περιπατεῖν, καὶ τὰ ὅμοια 10· τὰ δὲ ἀχώριστα, ὡς τὸ γλαυκόν, ἢ γρυπον, καὶ τὰ ὅμοια 10 γρ. τοιαῦτα.
col. 409–410page 113 of 115
PG 4:409καὶ πάλιν, ἐν μὲν εἶδος, ἵππος, ἢ βοῦς, ἀλλὰ τοῦτο πολλὰ ὑπάρχει τῷ ἀριθμῷ· πολλοὶ γὰρ ἵπποι, καὶ πολλοὶ βέες. ᾿Αλλὰ καὶ ταῖς δυνάμεσι ταῖς φυσικαῖς πολλὰ ὑπάρχει· καὶ αὖθις τὰ πολλὰ εἴδη, οἷον ἄν θρωπος, ἵππος, κύων, καὶ τὰ ἄλλα, ἔν εἰσι τῷ γένει ζῶον γὰρ τούτων ἔκαστον· οὕτω γοῦν καὶ τὸ πολλὰ ὑπάρχον ταῖς περιόδοις, ήγουν τοῖς βουλεύμασιν, ἢ καὶ τοῖς ἔργοις, ἔν εἰσι τῇ ἀρχῇ. § ΙΙ. Πάντα καὶ ὅλα πάντα. Πάντα λέγεται, ὅταν εἴδη, καὶ μέρη, καὶ διαφοραὶ ἐν ταῖς διαιρέσεσιν ὦσιν· ὅλον δὲ, ὅταν τὰ μέρη συλλεγόμενα ἓν ὁλόκληρον ἀποτελῶσιν, ἢ τὰ εἴδη ἓν γένος, ἢ καὶ τὰ ἐναν τία καὶ ἀντικείμενα εἰς σύμπνοιαν καὶ συμπάθειαν ἡσυχάζῃ, ὡς ὕδωρ ὁμοῦ, καὶ γῆ, καὶ ἀὴρ, καὶ τὰ πυρώδη ἄστρα, καὶ οὐρανός· λέγεται γὰρ ὅλα ταῦτα κόσμος. Καὶ ἄνευ μὲν τοῦ ἑνός. Ἐπειδὴ τὸ ἓν δοκεῖ πως ἔχειν σχέσιν πρὸς ἀριθμὸν, ἄνευ ἑνὸς οὐκ ἂν εἴη πλῆ θος· σύνθεσις γὰρ μονάδος εἰσὶν οἱ εἰς πλῆθος ἀρι θμοί, ὅπερ εἶπεν ἄνω, ὅτι πολλαπλασιάζεται ο Θεός, ὡς ἀπὸ ἀριθμητικῆς νοούμενος. Τὸ δὲ ἐν καὶ καθ᾿ ἑαυτὸ ὑφέστηκε καὶ ἔστι. Καὶ εἰ πᾶσι τὰ πάντα. Τὸ ὑποθοῖτό τις, καὶ τὸ καθ' ὑπόθεσιν λαμβάνεται ἐπὶ τῶν πραγματικώς οὐκ ὄντων, ἀλλὰ λόγῳ τυπουμένων· ἐνταῦθα μέντοι οὐχ οὕτω ληπτέον, ἀλλὰ τὸ κατὰ ἐπίνοιαν λόγῳ τοῦτο θετέον, διὰ τὴν τοῦ ἐκτίσθαι ταυτότητα, καὶ τὸ ὅλαν ἐν τοῖς μέρεσι θεωρεῖσθαι, καὶ ἐν τῷ ὅλῳ τὰ μέρη. περιόδοις, Ὅτι κατὰ τὸ ἑνὸς ἑκάστου προεπινοούμενον. Εἰ μὴ προεπινοηθείη, φησί, τὸ τοῦ ἀνθρώπου εἶδος, ήγουν ἡ φύσις, οὐκ ἄν τις εἴποι τοὺς ἀνθρώπους ἡνῶσθαι ἀλλήλους 10. δῆλον δὲ ὅτι κατ' αὐτὸν τὸν τῆς φύσεως λόγον. Καὶ εἰ ἀνέλοις τὸ ἔν. Οὕτω τὸ ῥητὸν συνθετέον, ὅτι ἠνῶσθαι λέγεται τὰ ἡνωμένα κατ' εἶδος προεπινοούμενον ἑνὸς ἑκάστου προείπομεν γὰρ, ὅτι τὰ εἴδη καὶ τὰ πολλὰ στοιχεῖόν τι καὶ ἀρχὴν τὸ ἐν ἐπισ γράφονται, εἰς γένος ἐν ἀναγόμενα, οὗ γένους είδη εἰσί· ταῦτα γὰρ ἡνωμένα αὐτῷ τῷ εἴδει, οἷον ἵπποι, βίες, καὶ τὰ ἑξῆς, ἅπερ εἰς ἐν γένος ἀνάγονται, τὸ καλεῖσθαι ζῶον. Τὴν ὅλην θεαρχίαν. Ὅλη θεαρχία ἡ παναγία καὶ προσκυνητὴ Τριάς· διὰ δὲ τὴν ἀνέκφραστον τῆς φύσεως ἔνωσιν, ὁ εἷς καὶ ἐν χρηματίζει. Ὑφ᾽ ἧς καὶ ἐξ ἧς. Τῷ ὑφ' ἧς σύνταξον τὸ ἐστὶ, καὶ τῷ ἐξ ἧς τὸ συντέτακται, καὶ τῷ δι' ἧς τὸ μέ γει, καὶ τῷ ἐν ᾗ τὸ συνέχεται, ἤγουν φυλάττεται, καὶ τῷ εἰς ἣν 30 τὸ ἐπιστρέφεται, εἰ καὶ ὁ Πατήρ ἰδίως καὶ ὑφ᾽ ἂν τὰ βήματα ἔταξε· καὶ τὸ πάντα δὲ ἀπὸ κοινοῦ. Καλῶς δὲ εἶπεν, ὅτι ἐὰν ἀνέλῃς τὸ ἓν, οὔτε ὁλότης, οὔτε πολλοστημόριον, οὔτε ἄλλο οὐδέν τοῦτο γὰρ προηνίξατο καὶ ἄνω εἰπών, καὶ ἥμισυ ἕν, ὑποθεῖτό τις, τὴν ὅλην θεαρχίαν. Ολη θεαρχία, ύφ' ἧς, ἐστί; ἐξ ἧς, συντέτακται, δι' ἧς, μένει, ἐν ᾖ, συνέχεται είς ἦν, επιστρέφεται, $ 80 γρ. ἀλλήλοις. 30 γρ. συμφυλάττεται, ἐν αὐτῷ γὰρ ζῶμεν· καὶ τῷ εἰς ἦν.
col. 411–412page 114 of 115
PG 4:411ἑνὸς μετέχουσι καὶ τρίτον, καὶ δέκατον, δηλονότι καὶ τὰ μόρια του τὸ ὄν οὐσία, είναι ένικῶς, Τὸ πάντων αἴτιον ἔν. Οὐκ ἀπολύτως ἑνὶ παντὶ τὰ πάντα συνέστηκεν, ἀλλ᾽ ἐκείνῳ μόνῳ τῷ ἑνὶ, καθ᾽ ὁ ἕν, ὁ Θεὸς καὶ εἷς, καὶ ἐν ὀνομάζεται· τούτῳ γὰρ μόνῳ τῷ ἑνὶ τὰ ὄντα ἐστίν· αὐτὸ γὰρ τὸ ὄνομα τὸ ἓν ὁ λέγων κατὰ ἀπόφασιν τοῦ πολλαπλοῦ τοῦτο σημαίνει· τὸ μέντοι ἐν αὐταρχὴ καὶ πρῶτόν ἐστι τῷ πρός τί πως ἔχειν· τῶν γὰρ ἐξ αὐτοῦ πολλῶν ἔννοιαν εἰσάγει. Ταῦτα δὲ οὐκ ἐπιτήδεια ἐπὶ Θεοῦ· τοιοῦτον δὲ ὄν μόνον τὸ ἔν, παντελῶς ἀπαθὲς, καὶ ἀδιαίρετον, καὶ αὐταρκέστατόν ἐστι· κατὰ γὰρ τὴν αὐτοῦ φύσιν ἑτέρῳ συμπλέκεσθαι οὐ πέφυκεν, ὥσπερ τὸ ἐν ἀρι θμοῖς ἕν· ἀπωθεῖται γὰρ τὸ πλῆθος, καὶ πᾶσαν σύνο θεσιν, καὶ διαίρεσιν αὐτὸ τὸ κυρίως ἕν, καὶ πρὸ παντὸς ἑνός. Τοῦτο γὰρ οὔτε μικρόν, οὔτε μέτρων καλεῖται· εἰ δὲ δεῖ καὶ τολμῆσαι, οὔτε καλόν, οὔτε ἀγαθόν· ταῦτα γὰρ πάθη πως, οἷον εἰσι καὶ σχέσεις καὶ συμβεβηκότα. Αὐτὸ δὲ τὸ ἓν καὶ ὑπὲρ πάντα νοεῖται· τὰ δὲ πάθη, ὡς τὸ μικρὸν, καὶ μέτριον, καὶ σὺν ἄλλῳ· νοοῦνταν και οὔτε ἀπλᾶ διὰ τοῦτο, οὔτε στοιχειώδη. Τὸ ἓν οὖν, ὡς εἴρηται, ὅπερ ἁπλοῦν καὶ ἀπαθὲς, μὴ ἔχον τὰ λεχθέντα, οὔτε ὡς γένος θετέον τῶν ὄντων· τὰ δὲ γένη πάντως διαιρεῖται εἰς τὰ εἴδη, ἀλλ᾽ οὔτε στιγμὴν, ἢ μονάδα κυρίως σχέσιν γὰρ ἔχει ταῦτα πρὸς τὰ ἐφεξῆς. Τὸ δέ ἐστιν ἁπλούστα τον, καὶ οὔτε μίαν διαφορὰν ἔχον· οὔτε γὰρ κίνησίν τινα, καὶ στάσιν, οἷον ἠρεμίαν ἔχει· ἀλλ᾽ οὔτε ὅν θετέον αὐτὸ τὸ ἔν, ἀλλὰ ἀρχὴν ὄντος καὶ σπέρμα. Τῷ δὲ ὄντι πλῆθος ἐξ ἀνάγκης παρέπεται, τῷ πλήθει τὸ ὃν προσγίνεται, ὅπερ οὐκ ἔστιν ἐπὶ Θεοῦ. Τὸ γὰρ ἂν οὐσία ἐστὶν, ἀπὸ τοῦ εἶναι. Ὁ δὲ Θεὸς καὶ ὑπερούσιος, καὶ ὑπὲρ τὸ ὄν, καὶ ἐνικῶς ἀντὶ τοῦ ἐξαιρέτως καὶ ἀμιμήτως ὑπὲρ τὸ ἄν· ὁ γὰρ Θεὸς τὰ πάντα ἐστὶ καὶ ὑπὲρ πάντα. Θαυμασίως οὖν τὰ περὶ ἀριθμῶν φυσιολογήσας, Κἂν τριὰς, ἐπάγει, κἂν μονὰς ὑμνεῖται ἡ ὑπὲρ πάντα Θεότης, οὔτε τριὰς οὔτε μου νὰς ἐστιν, ἡ παρ' ἡμῶν δι' ἀριθμῶν γνωριζομένη, ἢ παρ' ἑτέρου· ἀλλ' ὑπὲρ πάντα νοῦν καὶ ἔστι καὶ ὀνομάζεται ὁ Θεός· διὰ γὰρ τοῦ εἰπεῖν ὅπερ οὐκ ἔστι, νοοῦμεν ὅ τί ἐστιν ὁ Θεός. ἐνάριθμόν ἐστι. ἐνά ριθμον διεγνωσμένη Καὶ αὐτὸ τὸ ἓν ὃν ὀρίζον. Ὅτι καὶ ὑπὲρ τὸ ὂν ὁ Θεός, ὡς πάντα ὑπάρχων, καὶ αὐτὸς τοῦ ἀριθμοῦ ποιητὴς καὶ ἐφευρετὴς ὑπάρχων. Ενάριθμόν ἐστι. Σημείωσαι ὅτι τὸ ἐνάριθμον, ἀριθμοῦ δήλωσιν σημαίνει· ἐπὶ τῶν ὄντων τοίνυν, τουτέστι τῶν κτισμάτων, τὸ ἓν ἐντιθέμενον κατά ἀριθμοῦ ἔννοιαν τίθεται. Οὐκ ἔστιν οὐδὲ μονάς. Μὴ ἁπλῶς τὸ οὐκ ἔστι μονάς, οὐδὲ τριὰς ἐξακούσης, ἀλλὰ πρὸς τὸ, διεγε σμένη, σύνταξον τὸ οὐκ ἔστιν· οὐ γὰρ ἀνελεῖν τὰ τῆς τοιαύτης ὁμολογίας, ἀλλὰ τὸ ἀνεξιχνίαστον ὁ λόγος διδάξαι βούλεται.
col. 413–414page 115 of 115
PG 4:413Καὶ τὸ θεογόνον ἀληθῶς. Τὸ θεογόνον φησὶ δη λοῦσθαι ἐκ τῆς ὀνομασίας τῆς Τριάδος· ἵνα γὰρ πα ραστῇ τῶν ἀνεκλαλήτων ὑποστάσεων ἡ προσκυνητὴ ἔκφανσις, ὁ ἀριθμὸς ἐπενοήθη, καθά φησι Βασίλειος, καὶ οἱ θεῖοι Γρηγόριοι. Γόνιμον δὲ τὸν Πατέρα κατα χρηστικῶς ὠνόμασεν, ἅτε καὶ προσκυνητοῦ Υἱοῦ Πατέρα, καὶ τοῦ συμπροσκυνητοῦ αὐτοῖς παναγίου Πνεύματος πηγήν. Γονιμότης οὖν, ἢ ἑτερόν τι όνομα τῶν συνεγνωσμένων ἀνθρώποις, ἢ καὶ αὐταῖς ταῖς νοηταῖς δυνάμεσιν, οὐκ ἂν παραστήσειε τρανῶς τὰ ὡς εἰσιν ἐκ πάντων ἀποκεκρυμμένα τοῦ Θεοῦ· πῶς γὰρ δυνατὸν ὀνομάσαι από τινος τῶν ὄντων τὸν Θεόν, μήτε τι τῶν πάντων ὄντα, ἀλλὰ καὶ ὑπὲρ πάντα τὰ ὄντα; Οὐδὲ ὄνομα αὐτῆς ἐστι. Καλῶς ὁ θεῖος οὗτοςἀνὴρ λέγει, ὅτι οὐδὲ τὰ ὄνομα αὐτῆς ἐστιν, οὐδὲ λό γος, ἀλλὰ ἐν ἀβάτοις ἐξῄρηται, οὐ τόποις, μὴ γέ νοιτο! ἀλλὰ λογισμοῖς καὶ ἐνθυμήσεαιν· ἄβατος γὰρ παντὶ νῷ καὶ ἐνθυμήσει ὁ περὶ Θεοῦ λόγος. Τὸ δὲ μήτε ὄνομα αὐτοῦ εἶναι, καλῶς καὶ εὐαπαλλάκτως νόησον· τὰ γὰρ ὄντα πάντα καὶ δι᾿ ὀνομάτων καὶ διὰ πραγμάτων γνωστικών σημαίνονται. Ποῖον τοίνυν ὄνομα ἢ πρᾶγμα δυνατὸν ἐπιθεῖναι τῷ Θεῷ, τῷ ὑπὲρ πάντα τὰ ὄντα ἐξῃρημένῳ, καὶ πεποιηκότι τὰ πάντα, καὶ αἰτίῳ τῶν πάντων; Διὸ καὶ τὴν ἀγαθότητα αυτ τὴν ἢ τὸ καλόν φησιν ὁ θεῖος οὗτος Διονύσιος μὴ κυρίως ἐφαρμόσαι αὐτῷ τῷ Θεῷ, ἐπειδὴ καὶ ἐν τοῖς οὖσιν εὑρίσκονται ταῦτα. Καὶ ἀνωτέρω οὕτως εὑρή σεις, ὅτι ταῦτα τὰ πάθη καὶ συμβεβηκότα λογίζονται ἐν τοῖς οὖσιν, ὅπερ οὐκ ἔστιν ἐπὶ Θεοῦ τοῦ ὑπεραναβεβηκότος πάντων. Ἀλλὰ πόθῳ τοῦ νοεῖν. Σημείωσαι, ὡραῖόν φη σιν, ὅτι διὰ τὸ ὅλως νοεῖν τι, καὶ λέγειν περὶ Θεοῦ, τῷ περὶ αὐτὸν πόθῳ κατεχόμενοι, τὸ τῆς ἀγαθότητος ὄνομα ἐπέβαλον τῷ Θεῷ οἱ θεολόγοι, ἐπεὶ κυ μίως καὶ ὑπεράγαθος καὶ ὑπερούσιός ἐστιν ὁ Θεός. Ἡ δὲ ἀγαθότης, ὥς φησιν οὗτος, σεμνότατον όνομα τῶν πάντων. Αἱ δὲ ἀποφάσεις, ἤτοι ἀρνήσεις καὶ στερήσεις, ἐπὶ Θεοῦ οὐχ ἁπλῶς εἴρηνται τοῖς θεο λόγοις· οὐ γὰρ, ὡς λέγονται, νοοῦνται, ἀλλὰ ὑπερ αναβεβηκότως θεωροῦνται· τὸ γὰρ ἀθάνατος, καὶ ἀόρατος, καὶ ἄφθαρτος, καὶ ἀνενδεὴς, καὶ ἀναμάρτητος, οὐκ ἄν τις, σοφίας μετέχων, δημωδέστερον ὑπολάβοι· οὔτε ὅσα ἐπὶ Θεοῦ τοιαῦτα λέγεται, ἀλλὰ τῶν δηλουμένων ἐξιστάμενος ἐπὶ τὰς σεσιγημένας καὶ θειοτέρας εννοίας ἀνανεύσει· διὸ καὶ θειοτέρας θεωνυμίας ἐφεξῆς αὐτὰς καλῶς προσαγορεύει. Εξ ισταμένη γὰρ ἡ ψυχὴ τῶν σωματικῶν πασῶν αἰσθήσεων καὶ κοσμικῶν, ταῦτα γὰρ ἑαυτῇ ἐποίησε σύμ φυλα· οὕτω συνάπτεται τῷ ἀκραιφνεί τῆς γνώσεως τοῦ Θεοῦ, καθ᾽ ὅσον δυνατόν ἐστιν ἀνθρωπίνῃ φύσει, ὡς καὶ ὁ ᾿Απόστολος αινίττεται λέγων· Καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα· καὶ πάλιν· Νῦν ὡς ἐν αἰνίγματι καὶ ἐν ἐσόπτρῳ ὁρῶμεν· τότε δὲ τὸ πρόσωπον πρὸς πρόσωπον ὀψόμεθα. Τὸ τῶν ὀνομάτων σεπτότατον. Σημείωσαι ὅτι πάντων ονομάτων σεπτότατον ἡ ἀγαθότης· διὸ καὶ πρώτως τῷ Θεῷ ἀφιέρωται. ἀποφάσεις
Page scan enlarged

Notebook

Full View