PG 40Serapion of Thmuis
St. Serapion, Bishop of Thmuis
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (96% of openings; remainder still OCR), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

NoticeNotitia

col. 895–896page 1 of 24
PG 40:895ἀνὴρ ἐς τὰ μάλιστα τὸν βίον θεσπέσιος καὶ λέγειν
col. 897–898page 2 of 24
PG 40:897Σαραπίων ὁ τῆς τῆς Θμουϊτῶν Ἐκκλησίας ἄγγελος Σαραπίων, ὅτι ὁ νοῦς μὲν πεποκὼς πνευματικὴν γνῶσιν τελείως καθ αίρεται· ἀγάπη δὲ τὰ φλεγμαίνοντα μόρια τοῦ θυ μοῦ θεραπεύει· πονηρὰς δὲ ἐπιθυμίας ἐπιῤῥεούσας

Book Against the ManichaeansLiber adversus Manichaeos

col. 899–900page 3 of 24
Caput PrimumLiber adversus Manichæos
PG 40:899Ἐπιλύει τὴν πλάνην ἡ ἀλήθεια καὶ ἀναιρεῖ τὴν ἀπάτην, καὶ πᾶν ψεῦδος προελθεῖν οὐκ ἐᾷ. ἱκετεύσωμεν τὸν Κύριον Ἰησοῦν, ἀλήθειαν ὄντα, ἐκλάμψαι τὴν διάνοιαν ἡμῶν, ἵνα μήτε τὴν διάνοιαν ἀναιρῆσαι ἀπάτη δυνηθῇ, ἢ κρατῆσαι πλάνη ἰσχύσῃ· μήτε ᾑρηκυῖα καὶ κεκρατηκυῖα ἔμμονον τὴν κράτησιν ἔχῃ. Μόνον γὰρ φανεῖς καὶ τὰς ἀκτίνας τῆς ἀληθείας έαυ τοῦ ἐκλάμψας, ἀποσκεδάσει μὲν τὴν γενομένην ἀπά την, ἀνεξαπάτητον δὲ διατηρήσει τὴν διάνοιαν. Δύο τὸς γὰρ βου· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· αὐτὸς παραγγέλλει Προσέχετε ἑαυτοῖς ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἄρ παγές. Ἐπειδὴ γὰρ ἐκείνων πεφενακισμένος ἦν ὁ τρόπος, καὶ πεπλασμένον τὸ ἦθος, οὐκ ἐσιώπησεν ἡ ᾿Αλήθεια, ἀλλ' ἐγύμνωσε τὸ ἀφανὲς τῆς διανοίας και λύπτεσθαι ὑπὸ τοῦ πεπλασμένου καὶ ἐσχηματισμό
col. 901–902page 4 of 24
PG 40:901νου μὴ ἐπιτρέψασα, ἵνα κατάφωρος γενομένη αὐτῶν ἡ ἡ ἀπάτη ἀσθενὴς γένηται ἐν ταῖς ἐπιχειρήσεσι, μη ξένα συλλαμβάνειν δυναμένη. Ἔστι μὲν οὖν ἡ κακία πολυειδὴς καὶ πολυσχιδής κατά διαφόρους ἡπλωμένη τὰς ἐπιχειρήσεις, ἔνια τῶν ἑαυτῆς μερῶν βλαπτικώτερα καὶ ἀναιρετικώτε τα ἔχουσα. Διὰ τοῦτο οὐδὲ τὰ ἥττονα σιωπητέον, οὐδὲ τῶν μειζόνων ἀφεκτέον, εἰδότας τοῦτο, ὅτι τὰ μὲν ἐλάττονα μόρια τῆς κακίας βραχυτέρας ποιεῖται τὰς βλάβας, τὰ δὲ μείζονα μεγάλας· ὁ γὰρ μείζοσι σφα λεὶς μείζον καὶ τιμωρεῖται· καὶ ὁ ὑπὸ μείζονος ἀπα τηθεὶς μείζονα καὶ κολάζεται... ται γὰρ αἱ ἀπάται.. δὲ καὶ τὰ πλη... καὶ σταθμίζω.. δικά... τίμα... εἰ... ἀστάθμητον ἐᾷ, ἀλλὰ καὶ τὴν ἑκάστου τοῦ ἡπατηκό τος ἀπάτην, καὶ τοῦ ἠπατημένου τὴν εὐκολίαν με τρήσας ὁρίζει τὴν τιμωρίαν. Σπουδαστέον οὖν, μήτε τῷ βραχυτάτῳ αἱρεῖσθαι· καὶ γὰρ ἡ βραχυτάτη ἀπά τη σπινθῆρος δίκην ύλην παραλαβοῦσα τὴν συγκατάθεσιν τῆς ψυχῆς ἐξάπτει, καὶ μεγάλην φλόγα κατασκευάζει· πολλοὶ γὰρ ἐξ ἐλίγης ἀπάτης ἀρξάμενοι εἰς πέλαγος ἀπάτης ἐξεχύθησαν. Διὰ τοῦτο φροντιστέον, μήτε τῇ βραχυτάτῃ ἀπάτῃ αἱρεῖσθαι, τειχίον τῇ ψυχῇ κάλλιστον οἰκοδομοῦντας ἵνα μήτε τῷ μείζονι αἱρεθῶμεν· ὁ γὰρ περὶ τὰ βραχύτατα σφαλείς πταίσει ποτὲ καὶ περὶ τὰ μείζονα, καὶ ὁ μηδὲν τῶν μικρῶν αἱρεθείς... αναν... τὸν τὴν ἀσφάλειαν και... μείζονα σχήσει· ἐπεί... λύκοι πολλοὶ κώδια... ἠμφιεσμένο.... οὖσα... ημη· μή σι... υ ταῖς... μάχαιραν σειέτω, ἀσφάλειαν μνωμένη τῇ ποίμνῃ, γυμνοῦσα δὲ καὶ τὴν ἐπιχείρησιν τῶν θηρίων· ἰδοὺ γὰρ πολλοὶ μέν εἰσιν οἱ προελθόντες, καὶ ὧδε κἀκεῖ πλάξονται, ἀντὶ κωδίων τὸ ὄνομα τοῦ Χριστοῦ περι βεβλημένοι, καὶ λεγόμενοι μὲν ὁ μὴ εἰσὶν, ὄντες δὲ δ λέγεσθαι οὐκ ἀνέχονται· ἀλλὰ τὴν οἰκείαν πονηρίαν καλύπτοντες τῷ σχήματι τοῦ ὀνόματος, καὶ κοινωνοῦντες μὲν τῷ ὀνόματι, ἄρδην δὲ διαφθεῖραι τὸ ὄνο μα τοῦ Χριστοῦ ἐσπουδακότες, κατὰ μὲν τοῦ Ἰησοῦ στρατευόμενοι, Ἰησοῦν δὲ ἐπικεκλημένοι· αὕτη γάρ ἐστιν ἡ χαλεπωτάτη πονηρία, ὅτι λέγονται τὸ ὄνομα τοῦ Χριστοῦ, Χριστῷ πολεμοῦντες· ἐπεὶ γὰρ ἠτόνησεν ή πονηρία πολεμεῖν πρὸς Θεὸν, κέχρηται τῷ ὀνό ματι, ἵνα τῇ χρήσει τοῦ ὀνόματος οἴησιν εμποιήσασα τοῖς ἄφροσιν, ὡς οἰκεία τοῦ Χριστοῦ, ὧδε κἀκεῖ, ὡς βούλεται, λυμάνηται τοὺς τῷ Σωτῆρι πεπιστευκότας ὧδε μὲν Οὐαλεντίνος προῆλθεν ὧδε δὲ Μαρκίων· ὧδε

Chapter VCaput V

col. 903–904page 5 of 24
Caput IICaput IIICaput IV
PG 40:903δὲ Σιτιανός ἄλλοθεν δὲ καὶ ὁ Φάνιος τελευταῖον δὲ ἔκτρωμα τῆς πονηρίας, πάσας τὰς ἄλλας που νηρίας ελαττώσασα, καὶ μείζονι πονηρίᾳ τὰς τῶν ἄλλων πονηρίας δευτέρας ἀποδείξασα, ἡ τοῦ Μανι. χαίου προῆλθε μανία· καὶ ἐν μὲν τοῖς προφητικοῖς γέγραπται· Διὰ τὸ πάνυ ἠμεληκέναι την Ἱερουσαλὴμ, εδικαιώθη Σόδομα ἐκ σοῦ. ῎Αρτι δὲ πολλαὶ καὶ ἄτοποι δόξαι πεπλανημέναι οὖσαι τῷ μεγέθει τῆς τῶν Μανιχαίων κακοδοξίας, συμμεμέτρηνται πελάγει κακίας κατακεκλυσμέναι. απόδειξις, Καὶ ἵνα μὴ ὡς ἔτυχεν ἐπιχειρῶμεν τοῖς ἀτόποις, μήτε μόνα τὰ ὀνόματα αὐτῶν λέγοντες δόξωμεν δί χα ἀποδείξεως ἐπὶ τὰς αἰτίας αὐτῶν χωρεῖν, φέρε ἐπὶ τὸν ἀποδεικτικὸν χωρήσωμεν λόγον, ἵνα καὶ τὰς ἐκείνων πλάνας λύσωμεν, καὶ τὴν ἀλήθειαν εἰς μέσ τον προαγάγωμεν. Ἔστι μὲν οὖν ἡ κακία ανούσιας καὶ ἀνυπόστατος· πρᾶξις μᾶλλον ἢ οὐσία οὖσα, καὶ πρᾶξις ἐκ προαιρέσεως συμβαίνουσα περὶ τοὺς νενο σηκότας την προαίρεσιν· καὶ πρᾶξις συμβεβηκυία μὲν, ῥᾳδίως δὲ χωριζομένη ἀπὸ τῶν νενοσηκότων. Εἰ δὲ συμβεβήκει μὲν, οὐκ ἔτι δ' ἐχωρίζετο, ἦν εἰδ πεῖν, ὅτι καθ᾿ ἑαυτὴν μὲν οὐκ ἔστι κακία, οὐδέποτε δὲ δύναται οὐσία ἄνευ κακίας εἶναι. Εἰ δὲ ἐκ συμβεβηκότος τὴν προαίρεσιν ἔσχε, ῥᾳδίως χωρίζεται, ὡς πάλιν τὸ ὑποκείμενον καθαρὸν ἀποδοθῆναι, καὶ μήτε σημεία κακίας ἔχειν, ἔσται ἡ κακία, οὔτε καθ' ἑαυ τὴν οὐδὲν, οὔτε εἶναι δυναμένη, οὔτε ἀεὶ οὖσα ἀλλ' ἀφανιζομένη καὶ ἐλεγχομένη τῷ ἀφανισμῷ, καὶ μὴ εἶναι δυναμένη· οὐκ οὖσα δήποτε, ἀλλ' ἔναγχος ἐκ προαιρέσεως νοσησάσης προελθοῦσα. Σιτιανός. Τατιανός, Ο Φάνιος. υφιανοί ὁ Φάνιος Ὅτι δὲ οὐκ ἔστι καθ᾿ ἑαυτὴν ἰδεῖν ψυχὴν οὐσιώδη κακὴν, οὕτω πεφυκυίαν καὶ οὖσαν, οὔτε σῶμα καθ' ἑαυτὸ οὐσιῶδες κακὸν, μαρτυροῦσιν οἱ λόγοι καὶ αἱ πράξεις. Εἰ γὰρ ἡ σωφροσύνη μὲν ἀρετή ἐστι, τὸ δὲ σῶ μα οὐσιῶδες κακὸν, οὐκ ἂν οἴόντε ἦν σῶμα σώφρον εὐ ρεθῆναι· ἵνα μὴ σῶμα, οὐσίᾳ ὂν αἰσχρὸν, σῶμα ἀρετῆς γένηται· ὅταν γὰρ σωφρονῇ τὸ σῶμα, σῶμα γέγονεν ἀρε τῆς καὶ σῶμά ἐστιν ἀρετῆς δύναται εἶναι καὶ ναός. Εἰ μὲν οὖν ἅπαν σῶμα πορνικὸν ἦν, καὶ ἀμήχανον ἦν ἐν σώμασιν εὑρεθῆναι σωφροσύνην, τῇ οὐσίᾳ τῶν σω μάτων τὸ οὐσιῶδες κακὸν ἀποδοῦναι ἂν ἡδυνάμεθα. Εἰ δὲ ἐπὶ τοσοῦτον προῆλθε τὰ σώματα, καὶ οὕτως τετίμηται, καὶ τοσαύτην ἡμφίεσται σωφροσύνην, ὡς οἰκίαν εἶναι τοῦ πεποιηκότος, ὡς ταμεῖον εἶναι τοῦ Κυρίου, ὡς ἐνδημεῖν Πατέρα καὶ Υἱὸν, καὶ τὴν οἰκη. ὁ Ἐπιφάνης καὶ ὅτι σῶμά ἐστιν ἀρετῆς
col. 905–906page 6 of 24
PG 40:905σιν τῶν σωμάτων ἀποδέχεσθαι· πῶς οὐκ ἄτοπος και γελοῖος ἐκείνων ὁ λόγος; Ἰδοὺ γὰρ ὅταν μὲν Παῦλος πῆ μὲν λέγει· Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν; ὁ δὲ Θεὸς διὰ τοῦ προφή του ἐπαγγέλληται· Ενοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός· καὶ πείθει την διάνοιαν, καὶ τοῖς σώμασι μαρτυρεῖ· καὶ τὸ μὲν οὐ σιῶδες ἐξωθεῖ, τῇ δὲ μελέτῃ τὸ πρᾶγμα ἀποδίδωσιν ὅταν γὰρ ἡ μελέτη τὸ ἐπιτήδειον τῆς πολιτείας ἀπο δῷ, τότε ἡ τοιαύτη κατασκευὴ ἐν τοῖς σώμασιν ἀπο δέδοται, ὡς δύνασθαι καὶ τὰ σώματα ὑπηρετεῖν τῷ Πνεύματι, ὑπηρετεῖν δὲ καὶ τῷ λόγῳ. Πῶς οὖν δύνα ται ἡ γλῶσσα ὑπηρετεῖν τοῖς νενοημένοις; Εἰ γὰρ τῇ οὐσίᾳ ἡ γλῶσσα κακὴ, ἀγαθὸς δὲ ὁ νοῦς, πῶς δύο ναται κοινωνεῖν τοῖς ἄκροωμένοις εἰς φῶς τὰ νοήμα τα διὰ τῆς ἑρμηνείας προεξάγουσα; ὡς γὰρ ἐκ πορ νείας οὐ γεννᾶται σωφροσύνη, οὕτως οὐχ οἷόν τέ ἐστιν ἀπὸ τοῦ οὐσιώδους κακοῦ γνήσιόν τι προελθεῖν· ὅταν οὖν ἔκαστον τῶν μελῶν ἐπισκέπτῃ, τὴν ἀκοὴν, τὰς ὄψεις, τὴν γλῶτταν, τὰ ἄλλα μέλη, καὶ ἴδῃς αὐτὰ όργανα τῶν μαθημάτων γιγνόμενα, τότε τὸ μὲν σῶμα ἀποδέξῃ, καὶ οὐ μέμψῃ, καὶ ὄψει αὐτὰ ποιήματα και θαρά· βδελύξῃ δὲ τὸν ἀπατεῶνα τῆς ἀληθείας ἐχθρόν. Εἰ δὲ ἔνια μὲν τῶν σωμάτων ἀεὶ ἐσωφρόνει, οὐδέ ποτε ἐῤῥαθυμηκότα, ἔνια δὲ ἀεὶ ἐῤῥᾳθύμει, οὐδὲν μόριον σωφροσύνης ἀσπασάμενα· ἦν εἰπεῖν, ὅτι ἐν τοῖς σώμασι γεγένηται μερισμὸς, καὶ ἔνια μὲν οὕ πω ἔνια δὲ οὕτω πέφυκε· καὶ ἠσθένει μὲν ἐν τούτῳ ὁ λόγος αὐτῶν· οὐκέτι γὰρ καθ᾿ ὅλων σωμά των ἐγίγνετο αὐτοῖς ὁ λόγος, εἴγε τοιαύτῃ ὑποθέσει ἐχρῶντο. 'Αλλ' ἐγίνετο πάλιν εὔκολος ὁ ἔλεγχος, ὅτι Πῶς οἷόν τε ἦν τῶν σωμάτων τὴν αὐτὴν ἐχόντων οὐ σίαν, δύο φύσεις ἐναντίας ἀπὸ τῆς αὐτῆς οὐσίας ὑπο στῆναι, καὶ τὴν αὐτὴν οὐσίαν διαιρεθῆναι εἰς φύσεις δύο, ἵνα τὸ μὲν ἐν μέρος ἀεὶ κακόν, τὸ δὲ ἕτερον ἀεὶ καλὸν, καὶ ἵνα ἑαυτῶν ἀνεπίδεκτα ᾗ ἑαυτοῖς μαχό μενα, ἑαυτὰ ἀναιροῦντα, ἐν ταῖς γυμνασίαις ἑαυτὰ ἐνδιαφθείροντα, τῆς αὐτῆς οὐσίας οὐδέποτε ἑαυτῇ μαχομένης καὶ ἑαυτὴν ἀναιρούσης; Καὶ τῶν τοιού των ζητήσεων γινομένων, ύθλος καὶ μωρία πάλιν φα νήσεται αὐτῶν ἡ πρότασις. Εἰ δὲ τὰ μὲν σώματα οὐχ οὕτως ἐστὶν, οὐδὲ τὰ μὲν ἀεὶ ἐστι σώφρονα, τὰ δὲ ἀεὶ ῥᾴθυμα· ἀλλὰ δέος μὲν ἔστι περὶ τῶν σωφρόνων, μήποτε ῥαθυμήσωσι... ἡρέ θη, καὶ πάθει ἐπιθυμίας συμπέποται. Ελπὶς δὲ καὶ περὶ τῶν λάγνων καὶ ἀκολάστων σωμάτων, ἐπεὶ πολ λὰ τῶν ἤδη ῥαθυμησάντων σωμάτων, τοσοῦτον εἰς σωφροσύνην ἐπιδέδωκεν, ὡς μηδὲ σημεῖα τῆς παλαιᾶς ἀκολασίας ἔχειν, ὡς διὰ βελτίωσιν καὶ ἐπίδοσιν πλείονα, πάσης ῥυτίδος καὶ σπίλου τοῦ παλαιοῦ ἀπολελύ Σιν, Τῇ οὐσίᾳ. καὶ ἔνια μὲν οὕτω, ἔνια δὲ οὕτω πέφυκε.

Chapter XCaput X

col. 907–908page 7 of 24
Caput VICaput VIICaput VIIICaput IX
PG 40:907καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασι λείαν τῶν οὐρανῶν· ὅταν λέγῃ Παῦλος· Πίστει Ραάβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι· ποίας οὐσίας ἦν τὰ σώματα, ἢ φύσεως; Εἰ μὲν γὰρ τῆς ἀγαθῆς, πῶς ἐῤῥαθυμει; Εἰ δὲ τῆς φαύλης, πῶς ἐσωφρόνησεν; Εἰ δὲ ἐκ ῥᾳθυμίας ἐπὶ σωφροσύνην μετα έστη, καὶ ποτὲ μὲν ἦν ῥᾴθυμα, ποτὲ δὲ ἐσωφρόνησε, καὶ ἠδυνήθη ῥᾳθυμεῖν, καὶ ἠδυνήθη σωφρονεῖν, καὶ μαρτυροῦσιν αἱ μεταβολαί· λέλυται ἡ φύσις· ὤφθη ή προαίρεσις· καὶ οὐκ ἔστι τὸ σῶμα οὐσιῶδες κακὸν, μᾶλλον δὲ ὑπηρετοῦν τῇ προαιρέσει, καὶ δοῦλον προ αιρέσεως, οὐ φύσεως ὑπάρχον, καὶ τοῦτο ἐσόμενον, ὅπερ ἡ προαίρεσις ἀποδίδωσιν. σθαι· ὅταν οὖν λέγῃ τὸ Εὐαγγέλιον, ὅτι οἱ τελῶναι Οταν γὰρ γνώμη μαθήματα παραλαβοῦσα, εἰς Έρωτα τῶν μαθημάτων ἔλθῃ, τότε καὶ τὸ σῶμα τῶν ερεθιστικῶν κινημάτων ἀπολελυμένον εὐστάθειαν τιμᾷ, καὶ τῇ τῶν πράξεων ὑπηρεσίᾳ οὐ μάχεται ὅταν δὲ ἀμελετησίας καὶ χαυνότητος ἐρεθιζούσης τὴν διάνοιαν, οἷον ἔκλυσις καὶ χαυνότης γένηται τῆς γνώμης, τότε τῷ σώματι τὸ πάθος ἐπιγράφεται, καὶ φαίνεται μεθόδιον ἑκατέρου, οὐδὲν ἕτερον ἄν· καὶ ἀληθές ἐστι τὸ γεγραμμένον· Ἰδοὺ ἔθηκα ἐνώπιόν σου τὸν θάνατον καὶ τὴν ζωήν· ἔκλεξαι 8 θέλεις ἵνα τὴν αἵρεσιν λαβὼν ὁ πράττων δικαίαν, καὶ τὴν κρίσιν ἀπαιτῆται, καὶ μὴ πρός τι βεβιασμένος, ἀπο λογίαν τὴν βίαν καὶ τὴν ἀνάγκην τῶν πραγμάτων ἔχῃ, μηδὲ οὕτω πεφυκώς ἄμεμπτος τῇ φύσει μάχε σθαι μὴ δυνάμενος· καὶ τὴν αἵρεσιν ἑκατέρου ἔχων, κύριος ὢν ἐν ταῖς ἐπικρίσεσι, τῆς οἰκείας κρίσεως τὰς εὐθύνας καὶ τὰς ἀπολογίας ἀπαιτῆται· ὁ γὰρ εἴ λετο, ἑκὼν εἵλετο· καὶ διὰ τοῦτο ὑπέρ τε τῶν ἔχου σίων κρίνεται, αἱρέσει ἰδίᾳ τοῖς πράγμασιν ἐπιβαλλόμενος· εἰ δὲ μή γε, μάτην καὶ οἱ ἅγιοι ἐστεφανοῦν το μάτην καὶ οἱ κακοὶ ἐστρεβλοῦντο, εἰ μὴ τοῖς πράττουσιν ἡ τῆς πράξεως αἰτία επεγράφετο. Πόθεν οὖν κεκινημένοι Μανιχαίοι διαβολὰς κατὰ τῶν σωμάτων ἐπηνέγκαντο, ἐκ τῶν γεγραμμένων καὶ ἐκ τῶν παλαιῶν λογίων κατηγορούμενοι; Ἡ γὰρ σωφροσύνη πράξις οὖσα, μαρτυρεῖ περὶ τοῦ σώφρονος σώματος. Τὰ δὲ λόγια βοῶντα καὶ λέγοντα, παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, δύο ἀρεστον τῷ Θεῷ, ἱκανὴν τὴν ἀπόδειξιν ποιεῖται· οὐδὲ γὰρ τὸ μὴ ἑαυτοῦ δέχεται ὁ Θεὸς, οὐδὲ τὸ ὑπ᾽ ἄλλου πεπλασμένον ἀπαιτεῖ, ἵνα μὴ βίαν ἄλλοις ἐγκαλῶν, αὐτὸς βίαιος γένηται· καὶ ἵνα μὴ ἕτερον ἐπιθυμῇ, ὡς αὐτὸς ποιῆσαι μὴ δυνάμενος· εἰ γὰρ τίμιόν ἐστι καὶ βούλεται σωφρονεῖν τὰ σώματα, πῶς οὐκ ἐποίει δ ἠβούλετο; εἰ δὲ πεποίηκε μὲν οὐκ αὐτὸς, οὕτω δὲ πέτ φυκεν, ἵνα πονηρὰ ᾖ, πῶς τὴν φύσιν ήμειψεν, ὥστε μηκέτι τὴν ἰδίαν ἔχειν, μήτε εἶναι πονηρὰ, εἶναι δὲ σεμνά; Εἰ δὲ δύναται φύσις αμειφθῆναι, πῶς ἔτι φύσις ἐστὶν ἀλλαττομένη, καὶ τὸ ἐναντίον ἑαυτῇ για
col. 909–910page 8 of 24
PG 40:909γνομένη; Τὸ γὰρ δεχόμενον ἀλλαγὰς καὶ μεταβολὰς? οὐκέτι τοὺς ὄρους τῆς φύσεως δέχεται· ἀμείβεται δὲ τὸ σῶμα καὶ μεταλλάττεται, καὶ ῥαθυμῆσαν σωφρονεῖ· καὶ βοῶσιν οἱ λόγοι, τὸ, Οὐ πορνεύσεις· βοῶσι τὸ, Οὐ μοιχεύσεις· τὸ ἐγχωροῦν διὰ τῆς παραγγελίας ἀναιροῦντες· καὶ τὸ δυνάμενον τελειωθῆναι, διὰ τῆς παραινέσεως ἀναστέλλοντες· καὶ σύμμαχον τὸν λόγον τῇ γνώμῃ διδόντες· ἵνα ἡ διάνοια ρέπουσα καὶ τὸ σῶμα πρὸς ἀρετὴν ἐφέλκη. Αμέλει ἐπὶ τοσοῦτον προῆλθε τὰ σώματα των ἁγίων, ὡς τιμηθῆναι, καὶ μήτε κενὰ γενέσθαι ενερ γείας, μήτε δυνάμεως θείας. Νεκρὸν ἔκειτο τὸ σῶμα τοῦ Ελισσαίου, καὶ κείμενον νεκρόν, ἤγειρε νεκρόν ἐσόβει τὸν θάνατον, ἐλεύθερον (β) τὸν ἀποθανόντα, εἰς ζῶντας ἔπεμψε τὸν τεθνεῶτα, προεξένει τῷ πεποιημένῳ τὴν ἔγερσιν. Εἰ δὲ Μανιχαῖοι πρὸς αὐτὸν μετ μηνέτες, καὶ τὸ λόγιον διαβάλλουσι, μήτε τὸν νόμον τιμῶντες· κἂν ἐκ τοῦ παραλλήλου δυσωπείσθωσαν, κἂν ἡ σκιὰ Πέτρου την γνώμην ἐκείνων αἰσχυνέτω σώματος γὰρ ἦν ἡ σκιά, καὶ ἐφαπτωμένη κατὰ τῶν νενοσηκότων σωμάτων, ἀπόλυτα τὰ σώματα τῶν νοσημάτων κατεσκεύαζε. Τοιούτων οὖν ὄντων τῶν ἀποδεικτικών λόγων καὶ τοιαύτης οὔσης ἀποδεικτικῆς πράξεως, πῶς οὐκ ἄτο ποι ἂν εἶεν, φράσει λόγων ἁρμόσαι τὰ ἀνάρμοστα ἐσπουδακότες; Φασὶ γὰρ Μανιχαίοι· — Τὸ σῶμα ἐφορέσαμεν τοῦ Σατανᾶ, ἡ δὲ ψυχὴ τοῦ Θεοῦ· καὶ τὸ μὲν σῶμα οὕτω πέφυκε κακὸν, ἐκ κακοῦ προελθόν· ἡ δὲ ψυχὴ πέφυκε καλή, ἐκ καλοῦ ἔχουσα τὴν ἀρχὴν οὐκοῦν δύο ἀρχαὶ καὶ δύο οὐσίαι· καὶ ἀρχαὶ δύο γε γόνασιν αἰτίαι, καὶ ἡ μὲν σώματος κακοῦ, ἡ δὲ ψυ χῆς ἀγαθῆς. ᾿Αγαθὴ οὖν ἡ ψυχὴ, πονηρὸν δὲ τὸ σῶμα. – Καὶ πῶς σῶμα μὲν σωφρονεῖ, πολλάκις δὲ ψυχή βαθυμεῖ; Καὶ πῶς ἑκάτερον ἐν τῇ ἰδίᾳ τάξει οὐ μέ νει; καὶ γέγονε τὸ ἀνάπαλιν, τὸ μὲν τοῦ διαβόλου τοῦ Θεοῦ, τὸ δὲ τοῦ Θεοῦ τοῦ διαβόλου· καὶ λέλυται ἡ θρυλλουμένη ἔχθρα· καὶ φιλία γέγονε καὶ σπονδή, τοῦ μὲν Θεοῦ τὴν ψυχὴν ἀποπέμποντος τῷ διαβόλῳ, τοῦ δὲ διαβόλου τὸ σῶμα ἀντιπαραπέμποντος τῷ Θεῷ ὑπηρετεῖν; ὑπηρετεῖ γὰρ σωφρονοῦν· τὸ δὲ τοῦ Θεοῦ τῷ διαβόλῳ διακονεῖν· διακονεῖ γὰρ ἀπιστοῦσα, καὶ βλάσφημα φθεγγομένη. Πῶς οὖν οὐ μέγα καγχάζειν καὶ γελαν κατ' ἐκεί των τοὺς φρονίμους προσήκει, οὕτως ἄτοπον καὶ γε λοῖον δόγμα εἰσηγεῖσθαι ἐσπουδακότων; Οτι δὲ και αὐτὸ τὸ λογικὸν ᾑρέθη μὲν ἀφροσύνῃ, δεδύνηται δὲ πάλιν ἀπολιπεῖν τὴν αἱρήσασαν ἀφροσύνην, καὶ δύο ναται ἀπολιπεῖν, αὐτάρκης ἀπόδειξις ἡ τοῦ πε ρι νεωτέρου υἱοῦ, ἡ παρὰ πατρὶ ῥαθυμήσασα. Πατέ Ελεύθερον. λευ θέρου. Επιτ. Εφαπτωμένη. Δη εφαπλωμένη, έφαπ λουμένη?

Chapter XVCaput XV

col. 911–912page 9 of 24
Caput XICaput XIICaput XIIICaput XIV
PG 40:911ΘΗ μίαν, ενεβράδυνε τῇ ἀσωτία· οψέ ποτε ἀντελάβετο ἑαυτοῦ, παλινοστεῖ πρὸς τὸν πατέρα καὶ παλινδρομεῖ ἀφίησι τὰ αἰσχρά· πρὸς ἱκεσίαν χωρεῖ τυγχάνει συγχωρήσεως· εὔστασις γὰρ μαθημάτων πολυτελής γενομένη, τὸν μὲν ὀδυρμὸν τῆς ἁμαρτίας ἀπήλειψε, πανήγυριν δὲ λογικὴν καὶ θείαν ἀποδέδω ρα ἀπολέλοιπεν, εστείλατο τὴν πρὸς τὰ πάθη ἀποδη χεν. Οὐκ οἶδα δὲ εἰ καὶ τὸν ᾿Απόστολον διαβάλλουσιν, ἐν τοῖς ἀποστόλοις αὐτὸν ἐγκρίνουσι διὰ τὰ νέα. Ει μὲν γὰρ διὰ τὰ παλαιὰ διαβάλλουσι, τί ἐροῦσι διὰ τὰ νέα; Εἰ δὲ τὰ νέα ἐπαινοῦσι, τί φασι διὰ τὰ παλαιά; οὐ γὰρ συνῳδὰ τὰ πρῶτα τοῖς δευτέρας· λύκος ἦν, καὶ ποιμὴν εὑρέθη· ἀναιρῶν ἦν, καὶ σήμερον ὅπλον ὡς ὑπερασπιστής, τὰ αἵματα τῆς ἀγέλης εκχέειν προῄρηται, καὶ τὸ τελευταῖον κινδυνεύει, καὶ τὸ αἷμα τὸ ἴδιον ἐκχέειν ἐσπούδασεν. Οὐ γὰρ ἄρτι τεχθεὶς, καὶ τὴν ὠδῖνα τῆς μήτρας παρελθὼν μέχρις ώρας τοῦ μνήματος ὁ αὐτὸς διετέλει· ἀλλὰ κέχρηται πα κίλαις διαλλαγαῖς καὶ μεταβολαῖς· αἴσιον μὲν τὸ τέ λας εὑράμενος, παλιμφήμῳ δὲ χρησάμενος τῇ νέα διαγωγῇ· ἀμέλει, οὐκ ἐρυθριᾷ, οὐ σιωπῇ τὰ παλαιά ἐγκώμιον τοῦ νέου βίου νενόμικεν, ὅτι ἐκ τοσαύτης φαυλότητος παρελθὼν, ἐπὶ τηλικαύτην ἀκρώρειαν τῆς ἀρετῆς ἀνελήλυθε, καὶ βοᾷ· Διὰ τοῦτο Ἰησοῦς Χριστὸς ἦλθεν εἰς τὸν κόσμον, αμαρτωλούς σε σαι, ὧν πρῶτός εἰμι ἐγώ· ἀλλὰ διὰ τοῦτο ἡλεή θην, ἵνα ἐνδείξηται ᾿Ιησοῦς ἐν ἐμοὶ τὴν ἅπασαν αὐτοῦ μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελ Ο λόντων πιστεύειν. ἑαυτοῦ, κανόνα τῶν πραγμάτων ἑαυτοῦ ποιούμενος Καὶ παλινδρομεί Σφαλούτων. σφαλέντων, σφα Ὅταν δὲ καὶ τὴν χορείαν τῶν ἀποστόλων ίδωμεν, ἐξ ἁμαρτωλῶν αὐτὴν εἰσόμεθα καὶ βεβήλων ἀνθρώπων, καὶ πολλὰ τὸ παλαιὸν ἑπταικότων, καὶ μηκέτι σφαλεύτων καὶ τὰ δύο ἐσχηκότων, καὶ τὰ πολλὰ ἐσφάλθαι. Εἰ μὲν οὖν φύσεως ἦσαν κακῆς, ἀεὶ ἔπταιον· εἰ δὲ φύσεως καλῆς, οὐδέποτε ἔπταιον· εἰ δὲ πολλὰ σφαλέντες, καὶ μεγάλα ἁμαρτήσαντες, ἐπὶ τὸ μὴ ἁμαρτάνειν ἐληλύθασι, καὶ ἐπὶ τὸ ἀσφαλὲς βεβιωκέναι ἦλθον, δείκνυται ὁ τῆς ψυχῆς ὄρος αὐτεξούσιος ὢν καὶ αὐτοπροαίρετος, μὴ πρός τι πεφυχώς, προαιρέσει δὲ τὴν μεταβολὴν ποιούμενος, καὶ τρεπόμενος ὅπου καὶ βούλεται, καὶ παλινδρομῶν, ὅπου καὶ προαιρεῖται· καὶ πῆ μὲν, οὕτω διάγων, πῆ δὲ, οὕτω καὶ οὕτω διάγων ὡς βούλεται· καὶ τὴν βούλησιν κανὼν γὰρ πράξεως ἡ βούλησις τοῦ ἐργαζομένου τυγ χάνει. Εἰ δὲ & μεμισήκασι, πεφιλήκασι, καὶ ἃ περι λήκασι, μεμισήκασι, καὶ οὐ πέπηγεν ἡ γνώμη ἐν τῷ μίσει, ἀλλὰ πτηνοῦ δίκην κούφως μεθίσταται, όπου καὶ ποθεῖ· ποῦ ἡ φύσις; Δεῖ γὰρ τὴν φύσιν μισοῦσαν, ἀεὶ μισεῖν τὸ μισηθέν, καὶ φιλοῦσαν, ἀεὶ φιλεῖν τὸ φιληθέν· μηκέτι τὰ μεμισημένα φιλεῖν, μηδὲ τὰ πεφιλημένα μισεῖν· ὅπου γὰρ ἀλλάττονται αἱ γνώ λέντες, στο σφαλεύτες,
col. 913–914page 10 of 24
PG 40:913μαι, καὶ τηλικαύται φιλίαι τοιαύτας λαμβάνουσι τὰς μεταβολάς, πῶς οὐκ ἂν εἴη ἅμιλλα τὸ πρᾶγμα; Εμισεῖτό ποτε ὁ Ἰησοῦς ὑπὸ τοῦ Παύλου, καὶ πάνυ πεφίληται ὑπὸ τοῦ μεμισηκότος· ἐφιλεῖτο ἡ ληστεία ὑπὸ τοῦ λῃστοῦ, καὶ ἐμισεῖτο ἡ ἀρετή· καὶ τοσοῦτον μετετέθη ή διάνοια, ὡς ὑπερφιλῆσαι τὸ πάνυ μεμισημένον· τοῦτο γὰρ ἰδιόν ἐστι τοῦ εὐαρέ του, φιλῆσαι μὲν τὸ μισηθέν, μισῆσαι δὲ τὸ φιληθέν. Πολλοί νέοι όντες πεφιλήκασι τὰ αἰσχρά, καὶ μεμισήκασι τὰ σεμνά· καὶ σήμερον ἐν γνώσει γεγονότες διακέκριται· διὰ τοῦτο οὐδὲ ἐπιγινώσκονται· διὰ τοῦτο ἡγωνίσαντο ἑαυτοῖς· διὰ τοῦτο οὐδὲ εἰκόνα τὴν παλαιὰν λαμβάνουσι· καίτοι ἄνθρωποι καὶ αὐτοί εἰσιν. Οὐ τοῦ εἶναι ἄνθρωποι ἐπαύσαντο· μενούσης τῆς οὐσίας, οὐ μένουσιν οι τρόποι. Αἱ οὐσίαι οὐ λέ λυνται, οἱ δὲ τρόποι καταλέλυνται· ἔστη μὲν ἡ ἑκά στου οὐσία, ἡ τοῦ ἀνθρώπου οὐσία· ἀλλ᾽ οὐκέτι γνω ρίζω τὸν ἄνθρωπον πόρνος ἦν, καὶ σώφρων γέγο νεν άρπαξ ήν, καὶ τὸν εὐεργετικόν μεμίμηται βίον οὐ τὸν χαρακτῆρα τοῦ προσώπου λέλυκε, μένει ὁ τῆς Όψεως χαρακτήρα οὐ τὴν ὄψιν τῆς φύσεως ἀν ῄρηκεν. Ὅταν μὲν τὸν ἄνθρωπον ἴδω, ἐπιγινώσκω οἷός ἐστιν· ὅταν δὲ τὸν τρόπον θεωρήσω, ξενίζομαι· οὐκ ἔτι γνωρίζω· ἡ μεταλλαγὴ τὸν ξενισμὸν δεδώρηται. Καὶ αἱ μὲν οὐσίαι οὐκ ἠλλάγησαν· μένει γὰρ τὸ σῶμα, οὐχ ἕτερον γεγονός· οὔτε γὰρ τὸ σῶμα εἰς τὸ ἀσώματον μετετέθη· οὔτε ἡ ψυχὴ ἑτέρα τῇ οὐσία ὑπῆρξεν· ἀλλὰ μενουσῶν τῶν οὐσιῶν, τὰ ἐπιτηδεύματα οὐκ ἔμεινε. Τί οὖν ἐροῦμεν; εἰ μενουσῶν τῶν οὐσιῶν τὰ ἐπι τηδεύματα οὐκ ἔμεινεν, οὐκέτι ουσιώδη τὰ ἐπιτηδεύματα· ἡ γὰρ ἂν καὶ συνέμεινε ταῖς οὐσίαις, καὶ οὐκ ἂν ἀπηλλάττοντο· εἰ δὲ μεμενήκασι μὲν αἱ οὐσίαι, οὐ μεμενήκασι δὲ τὰ ἐπιτηδεύματα, ἀλλ᾿ ὀφθαλμὸς ὁ πάλαι αἱρούμενος τῇ ἡδονῇ ἀντικλεῖδα τὴν σωφροσύνην ἔσχεν· ἡ δὲ γλῶσσα ἡ πάλαι πρό χειρος καὶ πρόβουλος, καὶ τῶν βουλῶν προεπαγομένη, ἄρτι χαλινῷ πείθεται, καὶ ὁμολογεῖ, καὶ τὰ ἀσφαλῆ φθέγγεται· τὸ δὲ σῶμα ἐκδεδιαιτημένον ἄρτι Αρεμεῖ καὶ συνεστάλη, καὶ λοιπὸν σωφρονεῖ· οὐκ ἦν φύσις τοῦ ὀφθαλμοῦ ὄρεξις, οὔτε γλώττης προπετείᾳ, ούτε σώματος ἡ ῥαθυμία· οὐ δὲ τοῖς φυσι κοῖς ἐπιστῆναι δεῖ, καὶ ταῦτα μὴ σιωπῆσαι· ὀφθαλμοῦ ἦν τὸ βλέπειν, οὐ τὸ πῶς βλέπειν· καὶ γλώττης ἦν λαλεῖν ἡ γὰρ ποιότης τῶν κινημάτων ἐν τῇ προαιρέσει κεῖται· ἡ δὲ ἁπλὴ καὶ ἀκίνδυνος τῶν πραγμάτων κίνησις τοῖς μέλεσιν ἀποδέδοται· ἀκίνδυνος οὖν ἡ ἁπλῆ κίνησις· ἄδηλος δὲ ἡ μεταβολή· καὶ γνώμης μὲν καὶ μαθημάτων, ἡγουμένων τῶν ὀμμάτ Τὸ δὲ σῶμα έκδεδ. ἐκδεδιητημένον: έδεδίει, τήμερον. Ού. Εἰ Λαλείν. οὐ τὸ πῶς λαλεῖν.

Chapter XXCaput XX

col. 915–916page 11 of 24
Caput XVICaput XVIICaput XVIIICaput XIX
PG 40:915έκτεινομένη· ῥᾳθυμίας δὲ κρατούσης, αἰσχρὰ καὶ κίβδηλα τὰ πράγματα· οὕτω καὶ σῶμα, οὕτω καὶ πᾶν μέλος τὴν πράξιν τιμᾷ, τὴν πρόθεσιν μιμεῖται. Καλὸν τὸ πεπλασμένον· δύναται γὰρ ὑπηρετῆσαι ἀρετῇ· ἱεροὶ οἱ νόμοι· ἐπιμέλονται γὰρ τῆς μελείας τοῦ πεπλασμένου. Μίξον τῇ πλάσει τὸν νόμον, καὶ ὄψει τὸ πεπλασμένον, ἐοικὸς τῷ πεπλακότι, καὶ με μήσεται τὸν πεπλακότα· εἰ δὲ τὴν πλάσιν ἔχεις, τοὺς δὲ νόμους χαρακτῆρας ὄντας τῆς πλάσεως, οὐκ ἀποδίδως τῷ πεποιημένῳ, κινδυνεύεις κατηγορεῖν διαβολῇ, ὑβρίζειν δοκῶν τὸ πεποιημένον· ὕβριν τῷ πεποιηκότι ἐργάζῃ. των, δεξιὰ καὶ θεία βλέψις, μέχρι τῶν ἀξιωθέντων Ἐπειδὴ δὲ καὶ τῇ ψυχῇ ἔστι τις ὑπόστασις, καὶ οὐ λέλυται αὐτῆς ἡ ὑπόστασις, οὐδὲ λυθήσεται· πολ λάκις δὲ λύονται οι τρόποι, καὶ δύνανται λυθῆναι τί ὡς μὴ δυνάμενον λυθῆναι τὸ δυνάμενον λυθῆναι, οὐσιῶδες ὁμολογεῖς; Εἰσὶ ψυχαὶ πολλάκις μὲν ἀφρο σύνῃ αἱρεθεῖσαι, ὕστερον δὲ φρονήσεως ήψαντο· καὶ πολλάκις διαπρέπουσαι ἐν φρονήσει· ὕστερόν ποτε εἰς ἀφροσύνην πεπτώκασι. Πολλάκις ήκουσας· Αν θρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, και ώμοιώθη αὐτοῖς. Εβόησε δὲ καὶ Παῦλος· Τὰ μωρὰ τοῦ κόσμου ἐξ ελέξατο ὁ Θεός, ἵνα καταισχύνῃ τοὺς σοφούς. Οὐκοῦν, οἱ ἐκ μωρίας ἐπὶ τὴν φρόνησιν ἐληλύθασι, καὶ ἐκ φρονήσεως ἐπὶ τὴν μωρίαν, καὶ ῥαθυμία μὲν την γνώμην εἷλε, νόσῳ φρονήσεως αἱρεθεῖσαν, μέ θησις δὲ γνώμην ἀφραίνουσαν παραλαβοῦσα ἀνεκτήσατο, τὴν νόσον τῆς ἀφροσύνης ἐξώσασα, καὶ τὴν ὑγείαν ἀποδέδωκε κυρίαν. Μεταβέβληνται οὖν αἱ και κίαι καὶ αἱ ἀρεταί· καὶ κτηται, καὶ ἀπόκτητος. Εχεις, οὐκ ἔχεις· εὗρες, καὶ ἀπολώλεκας· ἔχεις, εὗρες· οὐκ ἔχεις, δ ἀπολώλεκας· ἐν τοῖς εὑρίσκουσιν, ἢ ἀπολωλεκόσι κρίνῃ. Ετερον δὲ τὸ εὑρισκόμενον καὶ τὸ ἀπολλύμενον· καὶ τὸ μὲν, ἡ ἀρετὴ, τὸ δὲ, ὁ ποιῶν· καὶ τὸ μὲν, ἡ κακία, τὸ δὲ, ὁ πράττων καὶ τὸ μὲν, ἡ κακία, οὐδέν· ἰδίως γὰρ οὐδέν· ὑπό στασιν γὰρ κακίας εὑρεῖν ἀμήχανον· πρᾶξιν δὲ χαι νότητι φρονήσεως υφιστανομένην, καὶ μελέτῃ προαιρέσεως ἀναιρουμένην, ἀμέλει ἐκ τῶν μαθημάτων λάμβανε, καὶ ἐκ τῶν κινημάτων· ἐπίσκεψαι τὰ ἔξω θεώρει τὰ ἔσω· κατανόησον τὰς διανοίας· ὅταν ὑπο μείνῃς τάραχον, ὅταν θόρυβόν τινα, όταν γαργαλίζη ἡδονῇ, ὅταν ἔτι οὕτω κινδυνεύων ὀλίγου μαθήματος ἐπιστάντος, γαλήνην ἴδῃς ἐν τῇ ψυχῇ καὶ εὐστάθειαν πολλὴν, καὶ ταῦτα ἐν ταυτῷ· μήτε πολλοῦ χρόνου παρεληλυθότος, ἀλλὰ πολλάκις ἐν τῷ ἀκαριαίῳ τοῦ τοιούτου πραττομένου. Τοὺς δὲ νόμους. Καὶ πολλάκις όρμώσης τῆς ψυχῆς ἐπὶ πάθος αι σχρόν παραχρήμα δὲ συστελλούσης καὶ καθησυχα ζούσης, καὶ εὐθὺς τὰ σώφρονα ἀναγινωσκούσης, καὶ τοὺς 'δὲ νόμους,
col. 917–918page 12 of 24
PG 40:917τοῦ τοιούτου πραττομένου, πῶς οὐκ ἔστι θαῦμα λα † Φεῖν; πῶς οὐκ ἔστιν εἰπεῖν, ὅτι οὐδὲν ἴδιον αὐτῆς, ἀλλ᾿ ἰδιοποιεῖται ἡ ψυχὴ πρὸς 8 βούλεται ιδιοποιη θεῖσα; καὶ οὐδὲν τῶν αἰσχρῶν καθ' ἑαυτό έστιν, ἀλλ' εἶναι δοκεῖ, ὅτε τῇ ἐννοίᾳ φαντάζεται· οὐκ ἔστιν οὖν καθ᾿ ἑαυτὰ τὰ αἰσχρὰ, ἀλλὰ ταῖς ἀποκλινούσαις καὶ ἀποῤῥετούσαις διανοίαις τὰς συστάσεις δέχεται· ὅθεν καὶ παιδευτηρίων ἐδεήθη, ἀκόνην καὶ λαμπρότητα πρὸς παιδευτηρίων λαμβάνουσα· ὅθεν πολλάκις ἡ αὐτὴ ἑαυτῇ φθέγγεται, ἑαυτὴν διεγείρουσα, ή δι' ἑτέρου διανεσταμένη ἀκούει· Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ· καὶ, Αἴνει ἡ ψυχή μου τον Κύ ριον. "Η γὰρ οἱ διεγείροντες καὶ διανιστῶντες λόγοι ἔτι ἀνδρειοτέραν αὐτὴν κατεσκεύασαν, ἢ ἐκ τοῦ παρ αινοῦντος γινόμενοι τὴν στάσιν τὴν τελείαν αὐτῇ χαρίζονται· πολλάκις δὲ καὶ διεγείρει ἑαυτὴν ἐπὶ τὸ αἰσχρὸν, καὶ πρὸς παραίνεσιν ἑαυτῆς χωρεῖ· καὶ ἄλλως τὰ ἄτοπα ἑαυτῇ χαριζομένη, καὶ βοῶσα· Ψυχὴ, ἔχεις ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· φάγε, πίε, εὐφραίνου. Καὶ εἰ μὲν αἱ τὰ ἄτοπα ἑαυταῖς παρέχουσαι ψυ χαὶ, ἕτεραι ἦσαν, καὶ καθ᾿ ἑαυτὰς ἦσαν, ἄλλων δὲ τὰ σώφρονα, ἦν εἰπεῖν δύο γένη ψυχῶν· καὶ λέγοντας τοῦτο, πάλιν γελᾷν· καὶ δυσωπεῖν ἔδει τὴν ἄτοπον τῶν Μανιχαίων δόξαν, ὅτι τὴν μανίαν εἰς δύο τέ μνουσι καὶ διαιροῦσι, καὶ τὰ ἑαυτοῖς μαχόμενα φθεγ γόμενοι, καὶ μηδὲ τῆς ἀτόπου αὐτῶν δόξης τὴν συμ φωνίαν τιμῶντες. Εἰ δὲ αἱ αὐταί εἰσι, καὶ ἄρτι ἡ τὰ ἄτοπα ἑαυτῇ παραινέσασα παραινέσειέ ποτε ἑαυτῇ τὰ τίμια, καὶ ἡ ἄρτι πρὸς τὰ σεμνὰ ἑαυτὴν διεγείρουσα, ποτὲ πρὸς τὰ αἰσχρὰ ἑαυτὴν ἐκπέμψει· καὶ ἡ ποτὲ σεμνῶν ἀντιποιηθεῖσα, καὶ τιμήσασα τὰ σεμνά, ποτὲ αὐτὰ ἀπολέλοιπεν· αὐθαίρετος ἐκ τῆς μεταβολῆς ἐλεγχθήσεται. Δημᾶς ἦν μετὰ Παύλου, τιμῶν τὴν Παύλου συνουσίαν. Ἡρέθη τῇ τοῦ διαβόλου ἐπιθυμίᾳ· ἡφίει τὴν ἀποστολικὴν συνουσίαν· καὶ φυγάς γενόμενος πρὸς τὴν τοῦ κόσμου δόξαν ἠπείγετο· Δημᾶς γάρ με ἐγκατέλιπον, ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπο ρεύθη εἰς Θεσσαλονίκην. Ἠκολούθει ποτὲ καὶ Γιεζῆ τῷ Ελισσαίῳ, καὶ εἰς ὑπηρεσίαν ἐμετρεῖτο· καὶ φανείσης εὐκαιρίας χρημάτων ἠφίει μὲν τὰ θεῖα χρήματα δὲ λαβὼν ἀντεπώλει τὴν οἰκείαν γνώμην τῇ εὑρέσει τῶν χρημάτων. Ἰούδας ἐν ἀποστόλοις ὢν ἐφόβησέ ποτε πυρετούς, ἐστρατηλάτησε κατὰ δαιμόνων, εἷς ἦν τῶν λεγόντων, Κύριε, ἰδοὺ καὶ τὰ δαι μόνια ἡμῖν ὑποτάσσεται· καὶ ὁ μάστιγα κατὰ δαιμόνων κινήσας, μικρῷ τροφίῳ αἱρεθείς ήγκι στρεύετο ὑπὸ τῆς ἐπιθυμίας. Καὶ οὗτοι μὲν τοιοῦτοι, οὐκ ἐκ τῆς τοιαύτης μετουσίας, εἰς τὴν τῶν αἰσχρῶν οὐσίαν μεταβεβηκότες. Τί δέ φησι περὶ τοῦ Πέτρου ἢ Θωμᾶ; ὅστις ποτὲ

Chapter XXIVCaput XXIV

col. 919–920page 13 of 24
Caput XXICaput XXIICaput XXIII
PG 40:919Ἡ ἁλιεὺς ἦν, καὶ κακὸς ἦν· οὔτε γὰρ ἀναμάρτητος ἦν, ἄνθρωπος γὰρ ἦν· καὶ κληθεὶς ἡφίει τὰς σαγήνας καὶ τοὺς ἰχθύας, ἠκολούθει δὲ πάντα ἀφεὶς, ἵνα μόνον ἔχῃ τὸν Ἰησοῦν· καὶ τὰ πρῶτα ἀπολιπών, οὐκ ἐστε ρήθη του ποθουμένου· εὗρε γὰρ τὸ ζητηθέν, καὶ ἐπὶ τοσαύτην ἕξιν προελήλυθεν, ὡς ἀκοῦσαι· Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ· σὺ κληθήσῃ Κηφᾶς, ὁ ἑρμηνεύεται Πέτρος· ὡς ἀκοῦσαι, Δώσω σοι, Πέτρε, τὰς κλεί δας τῆς βασιλείας τῶν οὐρανῶν· ὡς μαρτυρηθῆναι, Σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου ὁ οὐράνιος. Ύστερον προπετείας βρέθη βήματι· καὶ πρὸς τῇ ἐπιτιμίᾳ γενόμενος, καὶ τὴν ἐπιτιμίαν μὴ φεύγων, ἤκουσεν· Υπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων· καὶ ἄρτι μὲν κλεί δας οὐρανῶν ἐδέχετο· Πατὴρ ἐν αὐτῷ ἐφθέγγετο Πέτρος, ἀντὶ Σίμωνος· ἀντὶ δὲ πράγματος, ρήματος έπιτιμίας ᾑρεῖτο· ἀλλ᾽ ἐθεραπεύθη τὸ πταίσμα τῇ βελτιώσει· καὶ ἡ ἐπιτιμία φάρμακον ἐγίνετο· καὶ ἡ γνώμη τῆς θεραπείας είχετο· καὶ μέγας ἦν καὶ θεῖος, θεραπεύσας μὲν τὸ πταίσμα, μηδὲν δὲ ζημιωθεὶς ἀπὸ τοῦ προῃρημένου· ὡς δὲ ὁ Κύριος παρεδόθη, καὶ ήγετο ἐπὶ τὴν αὐλὴν τοῦ ἀρχιερέως, ἠλέγχθη, έδωσε πήθη ὁ εὔτονος Πέτρος· σέσεισται ὁ τὰς κλεῖδας ἔχων ἐκινδύνευσεν ἔξω τῶν θυρῶν τῆς ἀληθείας ἀληθεύειν ἐκένωσε τὴν γνώμην ὁ πεπληρωμένος· ὑπὸ κόρης μιᾶς νενίκηται· παιδίσκην πεφόβηται· ἀντωπῆσαι πρὸς δούλην οὐ δεδύνηται· πέπτωκε τῇ δειλίᾳ ὁ θεο σεβής, ὁ θεοφιλής, ὁ τὰ ἐπιφανῆ γινώσκων, ὁ αὐτὸ όπτης τοῦ Κυρίου. Καὶ ταῦτα λέγω, οὐχ ἵνα κατα ηγορῶ· πείθεται γὰρ ὅτι ταῦτα λαλῶ, ἵνα μὴ συκοφαντηθῇ ἡ ἀλήθεια· ὑπὲρ ἀληθείας φθέγγομαι· καὶ τὸν δοῦλον τῆς ἀληθείας παραφέρω, ἵνα τὸ ψεῦδος μὴ νικήσῃ· τὸν ὑπηρέτην τῆς ἀληθείας προσκομίζω ἐπειδὴ γὰρ βούλονται φύσεις εἶναι, καὶ μαίνονται εἰς τὸν περὶ φύσεως λόγον, τὸν Πέτρον προσκεκόμε κα, ἵνα φύσις ἐλεγχθῇ· δεικνύουσι γὰρ αἱ πολλαὶ μεταβολαὶ τὸ ἐκ προαιρέσεως αποτελεσμένον· καὶ ἀργήσει ὁ θρύλλος τῆς προαιρέσεως, τὰ βραβεία τῆς κρίσεως τελούσης· προαιρέσει γὰρ ζῶμεν, προαιρέσει τὸ κατόρθωμα ταμιευόμεθα. Διὸ δειλιῶ, μὴ αἱρεθῶμεν· ἀμέλει ἀεί τι πονοῦ μεν, ἵνα μὴ δοκοῦντες Ασφαλίσθαι, αἰφνιδίως δι' ἀμέσ λειαν εἰς ὄλεθρον πέσωμεν. Δι' ἡμᾶς λέγει, Υπο πιάζω μου τὸ σῶμα καὶ δουλαγωγώ, μήποτε ἄλ λοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι· τὸν περί ἀδικίμου φοβοῦμαι λόγον, τὸ ὀλισθηρὸν τῆς προα ρέσεως γινώσκων· ἀσφαλίζομαι τῇ ἐπιμελείᾳ τὸ εξ κολον· τειχίζω τὸ τῆς προαιρέσεως εὐμαρὲς τῷ πόνῳ τῆς μελέτης. Καὶ ταῦτα μὲν ὁ Πέτρος, καὶ λαλεί, καὶ γράφει, καὶ χαίρει· ἵνα καὶ τὰ πταίσματα απ τοῦ, καὶ τὰ κατορθώματα αὐτοῦ εἰσήγησις τῶν δο γμάτων τυγχάνῃ. Διὰ τοῦτο καὶ τὰ τῶν ἁγίων ἀμαρ
col. 921–922page 14 of 24
PG 40:921σήματα λελάληται· τί γὰρ ἐλύπει σιωπηθῆναι τὸ πταίσμα; τίς ὁ γράφων; οὐ γὰρ οἱ φαῦλοι κατηγό βησαν τῶν καλῶν; οὐ καλοὶ δὲ τὰ τῶν καλῶν πταί σματα ἐξηγήσαντο; ἕτεροι δὲ καὶ τὰ ἑαυτῶν; Παῦ λος τὰ ἑαυτοῦ· Ἰωάννης τὰ Πέτρου· εἶτα Θωμα ἕτερος τὰ ἑτέρου. Εἰ μὲν γὰρ φαῦλοι οἱ κατηγοροῦντες ἦσαν, τῷ μίσει ἐπεκαλοῦμεν· καὶ τὸν φθόνον καὶ τὴν βασκανίαν ἐμεμφόμεθα, ὅτι ἐκ μισούντων τὰ τοιαῦτα προεφέρετο ρήματα. Εἰ δὲ αὐτοὶ τὰ ἑαυτῶν, ἢ καλοὶ τῶν καλῶν εἰρήκασι κατηγορήματα, μᾶλλον δὲ τὸ Πνεῦμα τὸ ἅγιον τὸ ἐν τοῖς ἁγίοις λελαληκός καὶ ὁ Κύριος αὐτὸς τὰ τῶν δούλων ἑαυτοῦ ἐξηγήσατο πταίσματα, καὶ οὐ σεσιώπηκε· τὸ αἴτιον ζητουμένου γὰρ ἵνα διαβληθῶσι λελάληνται· ἐκβεβλήκασι γὰρ διαβολήν· ἀλλ᾽ ἵνα μὴ τῶν ἁμαρτημάτων σιωπηθέν των ἀναμάρτητοι τὴν φύσιν ὑπονοηθῶσιν. Ὑπὲρ ἀλη θείας τοίνυν ὁ λόγος· καὶ πταισμάτων διήγησις ἀλή θειαν εἰσηγείται. Ὢ τοῦ καινοῦ θαύματος! ἐγράφησαν αἱ ἁμαρτίαι τῶν ἁγίων, ἵνα ἡ ἀλήθεια γνωσθῇ· ὅτι ἐκ τῶν ὁμοίων φύντες, καὶ ὁμοίως φύντες, ἀρετῇ τὸ μεῖζον εἰλήφασιν, οὐ φύσει νικήσαντες, ἀλλ' ἀρετῇ διαπρέψαντες. Εἰ δὲ παρὰ τῷ Πέτρῳ καὶ τοῖς ἄλλοις ἀποστόλοις, οὐχ ἡ φύσις, ἀλλ' ἡ προαίρεσις τὸ ὁριστικὸν ἔχει, παρὰ τίσιν εὕρομεν ἀναμάρτητον τὴν φύσιν, ὅπου παρὰ τοῖς ἀποστόλοις οὐχ εὕρομεν; Ποῦ ἰχνεύειν δυνησόμεθα; Μάτην τὰ μὴ ὄντα περιεργαζόμεθα. Ἰδοὺ τὸν Πέτρον ἐρωτῶ· ἰδοὺ τὸν Θωμᾶν ἐξετάζω οὐ τὰ παλαιὰ λαλῶ, οὐ μνημονεύω τοῦ Δαβίδ· καί τοιγε μνημονεύειν ὤφειλον· ἵνα ἀφ᾽ ὧν ἀγνοοῦντες εὔχονται τὰς κατηγορίας λάβωσιν· ἵνα ἀφ᾽ ὧν φιλολογοῦσί, τὸν ἔλεγχον σχῶσιν. Ἐπειδὴ γὰρ τὰ Εὐαγγέλια μεμελέτηται αὐτοῖς, ἐκ τῶν Εὐαγγελίων προηνέχθη ὁ ἔλεγχος. Διὰ τοῦτο γὰρ καὶ ἄνομον λαλοῦσι τὸν νόμον, μὴ φιλολογοῦντες· διὰ τοῦτο οὔτε ἐπιστήμην τοῦ Εὐα αγγελίου ἔχουσι, τὴν τῶν Εὐαγγελίων ἀρχὴν μὴ παρα λαβόντες· Ἀρχὴ τοῦ Εὐαγγελίου Ἰησοῦ Χριστοῦ καθώς γέγραπται ἐν Ἰεσαῖς τῷ προφήτῃ· Τὴν ἀρχὴν τῶν μαθημάτων εκβεβλήκασι τῇ ἀρχῇ τῶν τῆς πονηρίας ἱστῶν. μὴ φιλολογοῦντες Ο τὴν εὐεργεσίαν αὑτοῦ ἀποκρύπτων ἐν τῇ ψυχῇ, οὗτος ἐὰν εἰσβάλῃ καὶ γένηται ἔνδον, πανηγύρεις θεῖαι καὶ ἱεροπρεπεῖς ἀποτελοῦνται, χωροί λαληθῆναι μὴ δυνάμενοι, θυμηδία σιωπῇ τετιμημένη· εὐθὺς γὰρ ἀνέλκει τὴν διάνοιαν, καὶ πτεροί τὴν ψυχὴν, καὶ μετάρσιον αὐτὴν πρὸς τὰ κρείττονα κατασκευάζει. Αμέλει, ἐάν τις ἐκεῖνον ἴδῃ, οὐκέτι πρὸς ἑαυτὸν βλέ ψει, ἀλλὰ τῷ θεωρηθέντι κάλλει καταπλήττεται πάντα ἀκαλλῆ ἡγεῖται. Διὰ τὴν ἐκείνου εὐπρέπειαν βοᾷ. Ματαιότης ματαιότητος, τὰ πάντα ματαιότης βολ· Πάντα ἡγοῦμαι σκύβαλα, ἵνα Χριστὸν κερ δήσω. Ἐὰν δ' ἄρα οὗτος κρούῃ, καὶ βραδύνῃ ἡ διά νοια καὶ ὕπνῳ χρήσηται, καὶ τοῦ βράδους αἰτία γέν νηται, ἀφίησι φωνήν, "Ανοιξόν μοι, ἀδελφή μου, Τὴν ἀρχ.

Notice on the letter to EudoxiusMonitum in epistolam ad Eudoxium

col. 923–924page 15 of 24
Caput XXVCaput XXVICaput XXVII
PG 40:923νύμφη, ὅτι ἡ κεφαλή μου ἐνεπλήσθη δρόσου, καὶ οἱ βόστρυχοι μου ψεκάδων νυκτός· ἵνα τὴν φιλίαν δείξῃ, καὶ τὴν κηδεμονίαν σημάνῃ· ὅτι καὶ ἀποκλειόμενος ὁ λόγος ἀνέχεται, καὶ ἔξω ὢν φέρει καὶ οὐκ ἀφίσταται ἕως ἂν τῇ συνεχείᾳ τῆς αἰτήσεως καὶ τῆς κρούσεως ὑπανοίξει ἑαυτὴν ἡ διάνοια, τόπον τῷ κρούοντι παρέχουσα. Περιέρχονται δὲ καὶ οἱ γίητες· καὶ οἱ ψευδοπροφῆται, καὶ οἱ ψευδόχριστοι, πῆ μὲν κρούοντες, πῇ δὲ ὀρύττοντες· καὶ τῷ μὲν κρούσματι απαλωτέρω χρώ μενοι, καὶ μιμούμενοι τὴν ἀληθῆ κροῦσιν, ὡς τάχα τῇ ὁμοιότητι τῆς κρούσεως απατηθεῖσα ἡ διάνοια, ὡς οἰκείῳ καὶ γνωρίμῳ ὑπανοίγῃ· οὐ παραιτούμενοι δὲ οὐδὲ τὸ τοιχωρυχεῖν, ἀλλὰ καὶ διορύττειν ἐσπουδακότες, ἵνα ἢ ἀπάτῃ ἢ βίᾳ δελεάσωσι τὰς διανοίας ἀμέλει τοὺς μὲν βία εἷλον, τοὺς δὲ ἀπάτῃ γεγοητεύ κασι. Διὰ τοῦτο οἱ σοφοὶ καὶ σεμνοί κλειδοφύλακες ὄντες, ἐπιστήμην μετὰ τοῦ γρηγόρου κερασάμενοι διὰ τὸ ἐγρηγορεῖν οὐδέποτε διορύττονται· διὰ δὲ τὴν ἐπιστήμην, οὐδέποτε ἀπατῶνται· ἐπιστήμη μὲν γὰρ τῇ γοητεία, γρηγόρησις δὲ τόπον τοῖς διορύττουσιν οὐ δίδωσι. Τούτου χάριν οἱ σεμνοὶ καὶ σεμναὶ κλειδο φυλακήσωμεν ἑαυτῶν τὰς διανοίας, ἐπιστήμῃ μὲν τὴν ἀπάτην νικώντες, τῇ δὲ γρηγορήσει τὸ ἄσυλον ἑαυ τοῖς μνηστευόμενοι. ς τοῦ ἁγίου Σεραπίωνος ἐπισκόπου Θμούεως ἐπι στολὴ πρὸς Εὐδόξιον ἐπίσκοπον. Μὴ ἀθύμει πάσχων, ἀλλ᾽ εὐθύμει πιστεύων καὶ μὴ κατάπιπτε νοσῶν, ἀλλ᾽ εὐτόνει μὴ ἁμαρτάνων· καὶ μὴ νόμιζε χαλεπὴν τὴν νόσον, μόνη γὰρ χαλεπὴ ἡ ἁμαρτία· τὸ μὲν γὰρ ἀσθενῆσαι, κοινὸν καὶ καλῶν καὶ κακῶν ἀνδρῶν, τὸ δὲ ἁμαρτῆσαι ἴδιον τῶν φαύλων ὁρῶμεν· καὶ ὁ μὲν νοσῶν, ἅμα τῷ θα νάτῳ καὶ τὴν νόσον συναποθνήσκουσαν ἔχει, ὁ δὲ ἁμαρτήσας καὶ μετὰ τὸ μνῆμα εὑρήσει ἐκεῖ τὴν ἁμαρτίαν· μέχρι γε τοῦ μνήματος ἵσταται ἡ νόσος,

Letter of St. Serapion to Bishop EudoxiusEpistola S. Serapionis ad Eudoxium episcopum

col. 925–926page 16 of 24
PG 40:925μετὰ δὲ τὸ μνῆμα ἐπιβῆναι τῷ τεθνηκότι οὐ δύνα ται· ἡ δ᾽ ἁμαρτία τοῖς μὲν ζῶσιν ἐμφωλεύει καὶ ἐγ κρύπτει, ἐν δὲ τοῖς τεθνηκόσι πλέον ἐξάπτεται, καὶ τὴν ἑαυτῆς φλόγα ἐνδείκνυται, καὶ τὸν ἁμαρτήσαντα τιμωρεῖται. Ταῦτά σοι γεγράφηκα, ποθεινότατε ἀδελφὲ, ἵνα μὴ πάνυ ἀθυμῇς, ἐν Χριστῷ σεαυ τὸν διατηρῶν· τοῦ βίου τὰς συγχύσεις φέρειν δεῖ, καὶ τοὺς θορύβους βαστάζειν προσήκει, καὶ πρὸς τὸ τέλος βλέπειν, καὶ εἰδέναι, ὅτι ὁ Θεὸς ἐπιστατεῖ, καὶ ὀλίγον ἐπανεὶς, πάλιν ἡγεμονεύει· καὶ ὀλίγον συγχωρῶν, πάλιν προΐσταται, καὶ οὐδέποτε ἡ ἐκκλησίᾳ καταλιμπάνεται· οὐδὲ γὰρ πύλαι ᾅδου κατ ισχύσουσιν αὐτῆς. Τῆς σῆς οὖν ἀρετῆς τὴν διάθεσιν δείκνυε τῷ παντεπόπτῃ Θεῷ, ἵνα δυνηθῇ ἐν πᾶσιν εὐδοκιμεῖν· ἡμεῖς δὲ καλέσαι σε οὐκ ἂν ἐπασχόμεθα, ἵνα μὴ δόξωμεν τῆς πόλεως ἀφ ιστάν. αὐτοῦ. βίον κόσμου. καλέσεσαι. ΤΟΥ ΜΑΚΑΡΙΩΤΑΤΟΥ ΚΑΙ ΟΣΙΩΤΑΤΟΥ ΣΕΡΑΠΙΩΝΟΣ ΕΠΙΣΚΟΠΟΥ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΜΟΝΑΖΟΝΤΑΣ. Α΄. Ἀγαπητοὶ, ἐπαινῶ ὑμῶν τὸν πόθον, καὶ μακαρίζω τὸν βίον, ὦ μακάριοι Θεῷ μονάζοντες, ὅτι

Notice on the letter to the monksMonitum in epistolam ad monachos

col. 927–928page 17 of 24
Epistola ad monachos Alexandrinos
PG 40:927κοινὴν ἔχοντες τὴν φύσιν πᾶσιν ἀνθρώποις, οἱ και οι ο νὴν πρόθεσιν, ἀλλὰ γὰρ καὶ μέγα τι φρονήσαντες, πρὸς αὐτὰς οὐρανίους μονὰς τὸν νοῦν ἑαυτῶν ἐπτερώσατε, ἵνα τῶν ἐκεῖσε θείων παιδευμάτων πολυ πραγμονήσαντες τὴν ὠφέλειαν, ὁμότροποι τῶν μα καρίων ἀγγέλων εὑρεθῆτε, ὧν ἡ δόξα ὑμᾶς ἐκδέχεται καὶ μακαριότης περιμένει· ἄνθρωποι γὰρ ὄντες καὶ ἐξ ἀνθρώπων προελθόντες, οὐ τοῖς ἀνθρωπίνοις συγκατηνέχθητε λογισμοίς, οὐδὲ τὰ δοκοῦντα τοῦ βίου ποθεινὰ πράγματα, τοῦ εἰς Θεὸν ὑμῶν πόθου ἐλαττών σαι τὸν τόνον δεδύνηνται· πᾶσι δὲ ἅπαξ ἁπλῶς ἀπο ταξάμενοι, ένα σκοπὸν ἔχετε τὸ ἀρέσαι Θεῷ. Καὶ τῆς ὑμετέρας εὐδοκιμήσεως ὁ ἀγὼν πᾶσι λελάληται οὐ χρημάτων ὑμᾶς περιουσία, οὐδὲ προκειμένων δώ ρων ἐπαγγελίαι τὸν ἀγαθὸν ὑμῖν τοῦτον πόθον προεξένησαν, ἀλλὰ πίστις εὐσεβὴς καὶ διάνοια ερωμένη, Θεοῦ Σωτῆρος μεσιτεύσαντος καὶ εὐδοκήσαντος· τῆς ἀποδεκταίας ταύτης καὶ ἀγαθῆς προαιρέσεως ὁ χορη γὸς γενόμενος καὶ ἀρχηγὸς καὶ τελειωτὴς, ἔστιν Ἰη σοὺς ὁ Χριστὸς, ὁ καὶ ὑμῖν τοῖς μονάζουσιν ὑπομονὴν καὶ χρηστὸν τέλος διδοὺς, καὶ πᾶσι τοῖς ἐθέλουσι σώ ζεσθαι ἑτοίμη ὁδὸς εὑρισκόμενος· ἥντινα παρὰ τὴν ἀρχὴν προθυμηθέντες ὁδεῦσαι, συνοδοιπόρον έχετε τὸν Σωτήρα Κύριον λέγοντα, Οὐ μή σε ἀνῶ οὐδὲ μή σε εγκαταλείπω. Β΄. Διὰ γὰρ αὐτὸν, ἐμπόδιον οὐδὲν τὴν οὐράνιον ὑμῶν ἐκκόψαι πρόθεσιν δεδύνηται, οὐ χρημάτων πο θος, οὐ μνήμη γονέων, οὐδὲ πρὸς γένους κληρονομίας, οὐδὲ ἀδελφῶν συνουσίαι, οὐ συγγενῶν διαθέσεις, οὐ τρυφαῖ, καὶ λουτρά, καὶ πότοι, οὐ φίλων συντυχίαι, οὐ κοσμικαὶ δόξαι, ἀλλὰ πάντα μὲν ὑπερφρονήσαντες, αὐτοῖς ἔργοις βοᾶτε ἀποστολικῷ κεχρημένοι λά Υψ· Πάντα ἡγοῦμαι σκύβαλα, ἵνα Χριστὸν κερδήσω· διὸ καὶ τὴν ἔρημον αὐλίζεσθε, νηστείαις, ἀγνείαις, ἀσκήσεσιν, εὐχαῖς καθαραῖς τὸν Θεὸν λα σχόμενοι· οὐθὲν ὑμῖν οὐδὲ πώποτε βασιλεὺς ἐπίγειος φοβερός, οὐκ ἄρχων καὶ δικαστὴς καὶ ἡγούμενος, οὐ δέ τις ἑτέρα ἐξουσία· Δικαίῳ γὰρ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρ τωλοῖς, πατρολψαις καὶ μητρολῴαις, ἀνδροφόνοις, πόρνοις καὶ ἀρσενοκοίταις, επιόρκοις, καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται· οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶ φόβος τῶν ἀγαθῶν ἔρ γων, ἀλλὰ τῶν κακῶν· καὶ πάλιν· Θέλεις δὲ μὴ βεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὰν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς· ὑμῖν οὖν οἱ ἔπαινοι δικαίως, ὡς καὶ τῶν ἐναντιουμένων ἡ τῶν ἀπειλουμένων τιμωρία πικρά. Γ. Θεὸς ὑμᾶς ἐξελέξατο ἑαυτῷ λαὸν περιούσιον, ζηλωτήν καλῶν ἔργων· Ὑμεῖς ἐστε φῶς τοῦ κό σμου, ὁ Σωτὴρ εἴρηκεν· καὶ ὧν ὁ ζῆλος ὁ αὐτὸς, καὶ τὸ ἔργον τὸ αὐτὴ, καὶ ὁ ἔπαινος ὁ αὐτὸς, καὶ ὁ μι σθὸς ὁ αὐτός· μακάριοι τοίνυν ἐστὲ καὶ τρισμακάριοι, ὦ τιμιώτατοι θεῷ μονάζοντες· τίς ὑμῶν ἐπαξίως ἐπαινέσεις τὴν διαγωγήν; ἔργα γὰρ ὑμῖν ἡμέρας καὶ νυκτὸς ψαλμοὶ καὶ ὕμνοι καὶ ᾠδαὶ πνευματικαὶ καὶ πράξεις Θεῷ πρέπουσαι· ἀνάπη γὰρ ὑμῖν πολιτεύε
col. 929–930page 18 of 24
PG 40:929ται, τὸ τῶν ἀγγέλων χρῆμα· εἰρήνη παρ' ὑμῖν ἐστή ριχται, τῶν οὐρανῶν περίβολος· ἀφιλάργυρος ὑμῖν ὁ τρόπος, ἀεὶ τῇ χρεία φιλούμενοι, ἐν νηστείαις εντο μι, ἐν εὐχαῖς εὐτονώτεροι, ἐν ἀγρυπνίαις ὑμῖν τὸ καθ' ἡμέραν τῇ ἐγρηγορήσει διανύεται· Λαμψάτω το φῶς ὑμῶν, εἶπεν Κύριος· καὶ ὁ εἴρηκε, φαίνεται· μὴ ἀγαπητὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ τούτῳ ὑμεῖς τετηρήκατε μακάριοι τοίνυν ὑμεῖς τῷ Θεῷ, μακά ριος δὲ καὶ ὁ κόσμος δι' ὑμᾶς· αἱ ἐρημίας σεμνύνονται δι' ὑμᾶς, καὶ ἡ οἰκουμένη σώζεται ταῖς ὑμετέραις προσευχαῖς· νετὸς τῇ γῇ καταπέμπεται ταῖς ὑμετέραις ικεσίαις, ἡ γῆ χλοη φορεῖ, καὶ δένδρα καρ τοῖς βριθόμενα ἀβλαβῆ τὸν καρπὸν ἀποδίδωσιν· του ταμός (21-99) δὲ ετησίως αὐξανόμενος καὶ ὅλην τὴν Αἴγυπτο, ἀρδεύων, λίμναις τε φιλιούμενος καὶ θαλάτ ταις πολὺ πλῆθος μεταδιδούς, τῶν ὑμετέρων ἱκεσιῶν γνωρίζει τὴν δύναμιν. Εἰ γὰρ Ηλίας ἄνθρωπος ἦν ὁμοιοπαθής, ὡς γέγραπται, καὶ προσευχῇ τὸν ὑετὸν συνέστειλεν, καὶ πάλιν προσήνεγκεν, καὶ ὁ οὐρανὸς Έβρεξεν, καὶ ἡ γῆ ἐβλάστησε τὸν καρπὸν αὐτῆς, πό σῳ μᾶλλον αἱ ὑμέτεραι πρεσβεῖαι τὰ κατ' εὐχὴν ἡμῖν ἀνοίσει χρήσιμα; Δ'. Μακαρία τοίνυν ἡ ᾿Αλεξανδρέων πόλις ὑμᾶς ἔχουσα πρεσβευτάς· οὐκ ἂν αἱ Σοδόμων πόλεις τε φρωθεῖσαι κατέπεσον, εἰ δέκα δίκαιοι ἐκεῖσε διέτρι βιν· οὐδ᾽ αὖ πάλιν ἕτεραι πόλεις διεστράφησαν εύ μοιροῦσαι τῆς ὑμῶν ἁγιότητος· οἱ φίλοι τοῦ θεοσεβοῦς Ἰὼβ χαλεποὶ ὄντες ἐσώθησαν δι' αὐτὸν, ὡς γέ γραπται· Ιωβ δὲ ὁ θεράπων μοι εὔξεται περί ὑμῶν, ὅτι εἰ μὴ πρόσωπον αὐτοῦ λήψομαι, εἰ μὴ γὰρ δι' αὐτὸν, ἀπώλεσα ἂν πάντας ὑμᾶς ἦμαρ τεν πάλιν ποτὲ ὁ τῶν Ἰουδαίων λαὸς, ὅτε ὁ τοῦ Θεοῦ θεράπων τὸν νόμον ἐδέξατο ὀλιγωρήσας τοῦ πρέποντος ὁ ἀεὶ ἀσύνετος καὶ ἀπαίδευτος λαὸς παρηνόχλει τῷ ᾿Ααρών λέγων· Ποίησον ἡμῖν θεούς, οι προπορεύσονται ἡμῶν· παραβάντων δὲ αὐτῶν, ὠργίσθη Κύριος αὐτοῖς καί φησιν· Μωυσή, Μωυσῆ, σπεύ σον, κατάβηθι, ὁ γὰρ λαὸς ἡνόμησεν ὁ δὲ κατα βὰς καὶ θεασάμενος τὴν παρανομίαν, ἀπεκρίνατο τῷ Θεῷ λέγων· Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μή γε, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου ῆς ἔγραψας. "Ω πόση τοῖς ἁγίοις διάθεσις! ὢ πόσον αἱ ὑμέτεραι εὐχαὶ τὰ κατ᾽ εὐχὴν ἡμῖν ἀνοίσει χρήσιμα, τοῦ Θεοῦ ἐπισπῶσαι τὴν εὐμένειαν! ὦ πόση ἀποκείσεται ὑμῖν ἡ ἀνάπαυσις Θεῷ συναφθῆναι σπουδάζουσιν! ὦ πόσων ἀγαθῶν ἐμπλησθήσεσθε, πα τέρα, καὶ μητέρα, καὶ ἀδελφοὺς καταλείψαντες! Ε. Τῷ ᾽Αβραὰμ πάλαι ὁ Θεὸς ἔλεγεν Εξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν ἣν ἂν σοι δείξω· καὶ ὁ μὲν ᾿Αβραὰμ ὑπακούσας ἐξῆλθεν· ὁρῶ δὲ καὶ ὑμᾶς ἁρπάσαντας τὸν τοῦ Θεοῦ λόγον, ἵνα τῷ ᾽Αβραὰμ ἐξακολουθήσητε, καὶ τῆς εὐλογίας συναπολουθήσητε Ἀγαθὸν ἀνδρι, δι' ἂν ἄρῃ ζυγὸν ἐκ νεότητος αὐτοῦ, καθιεῖται δὲ καταμόνας καὶ σιωπήσεται· τοῦτο ἡ ὑμετέρα ἀνα Ο
PG 40:931χώρησις ερμηνεύει· πλοῦτος ὑμᾶς οὐκ ἐδελέασεν, οὐδὲ κάλλη γυναικῶν ἐξηπατήθη, ἀλλ' ὥσπερ ἀσώ ματοι ὄντες τῷ θείῳ φόβῳ τὰς ἐναντίας ἡδονὰς ἐπα τήσατε· οὐ προσηλώθητε ταῖς τοῦ κόσμου φροντίσιν, ἀλλ' ὑπεφύγετε τούτων τὸ μάταιον· ἡδὺς ὑμῖν ἐν ἐρτ μία λιτὸς ἄρτος καὶ ἅλας καὶ πότιμον ὕδωρ, ἢ αἱ ἐν πόλει τρυφαὶ καὶ εὐφρασίαι μετὰ μόχθου· Κρείσσον γάρ, φησί, ψωμὸς μεθ᾿ ἡδονῆς ἐν εἰρήνῃ, ἢ οἶκος πολλῶν ἀγαθῶν καὶ ἀδίκων θυμάτων μετὰ μάχης, ἐκ πάλαι ὁ Παροιμιαστής συμβουλεύει· ἐλεύθεροί έστε κατὰ πάντα, ὦ θεοφιλέστατοι Θεῷ μονάζοντες· γυνή ὑμᾶς οὐκ ἐνοχλεῖ περὶ γυναικείου σκεύους· υἱοὶ ἡ θυγατέρες ὑμᾶς οὐ συμπνίγουσι, διαφόρους αιτήσεις ὑμῖν προσφέροντες· οὐ θεράπων ἀποσυλήσας τὸν πλοῦτον φεύγει· οὐ χρημάτων μέριμνα κλέπτει ὑμῶν τὸν ὕπνον. Τῷ γὰρ ἐμπλησθέντι τοῦ πλουτήσαι, φη σὶν ὁ Ἐκκλησιαστής, οὐκ ἔστιν ὁ ἀφίων αὐτὸν τοῦ ὑπνῶσαι. Γ'. Ταῦτα τοῦ βίου τὰ ἡδέα, ταῦτα τοῦ βίου τὰ περισπούδαστα· ὅτ' ἂν γήμῃ τις ἐν πόλει, ἀρχὴ περι στάσεως, ἀναλωμάτων χρεία· ἔγκυος ἡ γυνή; γεγέννηκεν; ἀπετέχθη τὸ βρέφος; φροντὶς τῷ ἀνδρὶ πῶς τῆς γυναικὸς τελέσει τὰ καταθύμια· θῆλυ τέτοκεν; ὁ ἀνὴρ ἀηδίζεται περὶ προικῶν περισπώμενος· ἄρσεν ἐτέχθη; φαιδρὸν αὐτοῦ πρὸς ὀλίγον τὸ πρόσωπον μετ' οὐ πολὺ τὸ παιδίον νόσῳ συνεσχέθη συμφορά τῷ ἀνδρὶ, οὐ διαλιμπάνει Ιατρούς προσκαλούμενος πολλὰ δίδωσιν, εἰ τὸ παιδίον σωθήσεται κατηφής προϊὼν τοῖς φίλοις συντυγχάνει, Εὔξασθε, λέγων, ὅτι τὸ παιδίον νοσεῖ· ἐάν τι πάθῃ, ἀγχόνῃ ἐμαυτὸν ἀπολο λύω. Οἱ φίλοι συνέχονται· ὁ δὲ Θεὸς οἰκείᾳ εὐμενείᾳ ζωὴν παρέχει· ὑγίανεν τὸ παιδίον, προέβη, ἐμηκύνθη, ἐγένετο παῖς· διδάσκαλοι τοῦτον διάφοροι παρα λαμβάνουσιν, καὶ ὅσον προβαίνει παιδεύεται κατὰ τὸν κόσμον· νέος λοιπὸν ἐγένετο, ἁρμόδιος πρὸς γάμου συνουσίαν· ὁ πατὴρ αὐτοῦ πάλιν περὶ γάμων ἀσχο λεῖται· ἕτοιμα πάντα, ο θάλαμος ἕτοιμος, καὶ ὁ θά νατος ἄφνω τὸν νέον ἀφήρπασεν· συμφορὰ αἰφνίδιος τῷ πατρὶ ἀνηκέστως· ὁ νέος ἐκκομίζεται, στεναγμοί λοιπὸν καὶ ὀλοφυρμοί, περὶ τὸ μνῆμα απερχόμενος οιμωγὰς πέμπων, καὶ ταῖς χερσὶν ψοφῶν τὴν κεφα λὴν, δονούμενος καὶ τύπτων τὸ πρόσωπον, Οίμοι, οι μοι, συνεχῶς ἐπιλέγων· καὶ μάλα δακνόμενος ὑπὲρ τῆς συμφορᾶς, πολλάκις δυσιάτῳ περιπίπτει νόσῳ, καὶ κατὰ βραχὺ δαπανώμενος θάνατον λοιπὸν ἐπικαλεῖται. Ζ'. Μάθετε, ὦ τιμιώτατοι Θεῷ μονάζοντες, πόσων ὑμᾶς περιστάσεων Χριστὸς ἠλευθέρωσεν· μάθετε πό σας συμφορὰς ἐκερδάνατε· γνῶτε οἷον μετέρχεσθε βίον· ἰσάγγελοι ἐστε τῇ πολιτείᾳ· ὥσπερ γὰρ ἐν τῇ ἀναστάσει τῶν νεκρῶν οὔτε γαμούσιν οὔτε γαμίσκον. ται, ἀλλ' ὡς ἄγγελοί εἰσιν ἐν οὐρανῷ οἱ δίκαιοι· τὸν αὐτὸν τρόπον καὶ ὑμεῖς οὕτω συμβιοτεύοντες, προελά δετε τῷ πόθῳ τὸ ἐσόμενον· τίς τοίνυν οὐκ ἂν ὑμᾶς μακαρίσειεν απερίσπαστον ἑλομένους βίον; τίς οὐκ ἂν ἀποδέξοιτο ὑμῶν τὴν ἐν ἐρήμοις δίαιταν; τίς οὐκ ἂν ὑμῶν ποθήσειε τὴν ἡσυχίαν; βουλευτήρια ἐν πό ν,
col. 933–934page 20 of 24
PG 40:933λεσιν συγκροτείται, καὶ ζητήσεις περὶ πολιτείας· τις? ὀρχηστῶν καὶ μιμολόγων καὶ αὐλητῶν ἐμπλήσει γα στέρας; τίς ἀθέσμοις θεωρίαις καὶ ματαίαις κενώσει τὸν πλοῦτον; καὶ τῆς τούτων ερεύνης ὑμεῖς ἐκτός έστε διὰ τὸν Κύριον· δημοσίαις λειτουργίαις ή πολιτικαῖς οὐχ ὑπόκεισθε, οὐδὲ χεὶρ φορολόγου θύραν τινός ὑμῶν κρούει ἵνα τέλος καταδράσητε· οὐδεὶς ὑμᾶς ἐν πραιτωρίῳ ἔλκει, οἷα συμβαίνει, ἀλλ' οὐδὲ δεσμωτήριον οἰκήσετε συκοφαντούμενοι, ἀλλ' οὐδὲ κλοιοὺς οἱ πόδες ὑμῶν δέξονται, συκοφαντούμενοι μεγάλα ἵνα δημόσια χρήματα καταβάλητε· οὐδὲ καλωδίοις αἱ χεῖρες ὑμῶν δεθήσονται δι᾿ ἑτέραν τινὰ περίστασιν στρατιωτῶν διασεισμούς οὐκ οἴδατε, ἀλλ' οὐδὲ ταξεω τῶν ἀπάνθρωπα κωμῴδια· οὐκ ἐμπορίαις μετέρχεσθε, ἵνα ταῖς ἐπιορκίαις πλοῦτον συνάξητε, ἐπιστάμενοι κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν· καθεύδοντας ὑμᾶς δανειστὴς οὐκ ἐξυπνίσειεν, γραμμάτιον ἐπιφέρων, οὐδὲ λιβέλλους καθ᾽ ὑμῶν γράψας ἄρχοντι παρέστησεν· οὐδὲ πλῆθος τόκων ἀπαιτούμενοι ἐστενάξατε· ἀλλ' οὐδὲ θάλατταν δεδοίκα τε, μὴ ἀθρόον χειμάσασα ἀπολέσει τὸν φόρτον, καὶ πένης παραχρῆμα ὁ πλούσιος εὑρεθῇ. Η'. Ταῦτα τοῦ βίου τὰ ἐπιτηδεύματα, ταῦτα τοῦ βίου τὰ πράγματα, ταῦτα οἱ γάμῳ συναφθέντες ὑπο μένουσιν· ὑμεῖς δὲ ἐν ἐρήμῳ ἀπερίσπαστοι διατελεῖτε, μόνου λαμπρού βίου ἐπιμελούμενοι· ὢ πόσης τιμῆς ὑπεροχὴν ἔχει τὸ ἅγιον καὶ ἱερὸν ὑμῶν σχῆμα! ὢ πόσης εὐωδίας πνευματικῆς πνέει! ὢ πηλίκου τοῦ επαγγέλματος έψηφίσασθε! λόγος οὐδεὶς ἀνυμνῆσαι δύναται! ὦ ἐπάγγελμα οὐρανοῦ ἀπτόμενον! ᾧ ἐπάγ γελμα Θεῷ συναπτόμενον! ᾧ ἐπάγγελμα ἀγγέλοις ἐξεικονιζόμενον! ὦ ἐπάγγελμα τὸ κατ' εἰκόνα Θεοῦ σώζον! ᾧ ἐπάγγελμα Θεῷ παρεστηκός! & Επάγγελμα Θεῷ τιμιώτατον! ᾧ ἐπάγγελμα δι' οὗ σώζεται ὁ κόσμος! Ὑμᾶς τις μακαρίζων, δικαίως ἂν λέξειεν, Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου· τοῦτον γὰρ τὸν νόμον μελετῶντες ἡμέ ρας καὶ νυκτός, ὡς τὸ ξύλον τὸ πεφυτευμένον πα ρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὁ τὸν καρπὸν αὐτ τοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται, καὶ πάντα ὅσα ἂν ποιεῖ κατ ευοδωθήσεται· οὕτω τοίνυν καρποφοροῦντες λόγῳ καὶ ἔργῳ παῤῥησιαστικώτερον δύνασθε λέγειν Θεῷ Καταβήτω ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ· ἕκαστος γὰρ ὑμῶν, ὦ ἀξιοπόθητοι Θεῷ μονάζοντες, κῆπος ἐστε Χριστοῦ παντοδαπών δένδρων εἴδη περιέχων, ταῖς τοῦ νόμου φυλακαῖς καὶ ἐντολαῖς γεωργούμενος· οὐκ ἐστὲ δρυμός ξύλων ἵνα ἄγρια θηρία ἐν ὑμῖν ἐνοικήσῃ, τῶν ἐναντίων δυνάμεων τὸ αἱμοβόρον σύστημα ἀλλὰ γὰρ κῆπος κεκλεισμένος λίθοις τιμίοις τὴν ἐκ τοῦ νόμου φυλακὴν καὶ ἀσφάλειαν· διὸ οὐκ ἐγένεσθε ζωγρήματα τοῦ διαβόλου, ἀλλ' ἐσαγηνεύθητε τῇ σαγήνῃ τοῦ Χριστοῦ ἐκ τῆς ἁλμυρᾶς τοῦ κόσμου ἀκα ταστασίας. Ο γάμῳ κοινω.ῶν περὶ πολλὰ μερίζεται τὴν Ο
col. 935–936page 21 of 24
PG 40:935διάνοιαν, ὡς λέγει Παῦλος· Ὁ δὲ γήμας μεριμνή ο τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῇ γυναικὶ, καὶ με μέρισται· αὐτοὶ δὲ, ὦ θαυμάσιοι Θεῷ γλιχόμενοι, ἀχώριστοι αὐτοῦ διατελεῖτε, ἀεὶ λέγοντες τὸ παρά τοῦ Δαβὶδ πόθῳ εἰρημένον· Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου· οὐ γὰρ ὀπίσω ἀγρῶν ἡ οἰκιῶν ἢ ἑτέρας τινός οὐσίας ἐπορεύθητε, ἵνα ταῦτα καταλαβόντες κτή σησθε· ἀλλ' οὐδὲ ὀπίσω ἀλόγου ἐπιθυμίας ή κατα λαλιᾶς ἡ φιλαργυρίας ἢ ἑτέρας τινὸς ἀπάτης, ἀλλ' ὡς γέγραπται· Οπίσω Κυρίου τοῦ Θεοῦ σου πορεύσῃ, καὶ πρὸς αὐτὸν προσκολληθήσῃ· τοῦτα ἀληθείᾳ ὑμεῖς πεποιήκατε· Υπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὺς πτωχοῖς, καὶ ἕξεις θα σαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι καὶ τοῦ ῥήματος ἡ δύναμις ἐν ὑμῖν φαίνεται, δ οὐ παραδραμόντες παγίως ἀπετάξασθε τῷ κόσμῳ καὶ ταῖς τοῦ κόσμου φροντίσιν, λίαν θαρρήσαντες τῷ εἰπόντι Θεῷ· Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Ι'. Διὸ ἐπαίνων καὶ μακαρισμῶν ἐστε ἄξιοι, οὗ τως Χριστῷ τὴν ἀπαίδευτον ἀκοὴν ὑποτάξαντες, ἵνα μὴ ματαίαις αὐτὴν καταλαλιαῖς καταδουλώσητε ἵνα δὲ καὶ τοὺς βλέποντας ὑμῶν ὀφθαλμοὺς ὀρθὰ παιδεύσητε μὴ ἐρᾶν ἀλλοτρίων κτημάτων, πρὸς Θεὸν αὐτοὺς ἀνατείνειν ἐμελετήσατε μετὰ τοῦ ὑμνογράφου Δαβιδ λέγοντες· Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ· ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οικτειρήσῃ ἡμᾶς· ἐπαί ροντες ὁσίας χεῖρας ἀκαταπαύστως πάλιν πρὸς Θεὸν εἰώθατε ενατενίζειν διὰ καθαρῶν προσευχῶν, ἵνα μὴ ἁρπαγῶν καὶ κλοπῶν καὶ πολέμων αἴτιοι γένωνται τοὺς δὲ πόδας ὑμῶν ἢ εἰς οἶκον Θεοῦ ἢ εἰς μονὰς ἁγίων Πατέρων τροχίαις ὀρθαῖς βαδίζειν ειώθατε, ἵνα μὴ εἰς κακίαν δραμόντες βόθροις ὑποπεσοῦνται περὶ γὰρ τῆς ἐλευθέρας ὑμῶν ὀσφρήσεως σύνηθες ὑμῖν λέγειν Θεῷ· Εἰς ὀσμὴν μύρου σου δραμούμεθα· μεμαθήκατε γὰρ καὶ τὴν γεῦσιν εὐτελέσι τροφαῖς καὶ ποτῶν ὕδατι ἐθίζειν· ἵνα γὰρ μὴ γα στρὸς χάριν ὑποκρίνησθε πρόσωπα, καὶ ὅτι μάλιστα τῷ ᾿Αδάμ ή παράβασις διὰ γεύσεως γέγονεν· πρὸς δὲ τούτοις ἅπασιν καὶ ἄμφια κέκτησθε ταπεινὰ καὶ τραχέα, τῆς ἀληθείας ἅμα καὶ ἀσκήσεως ἐπιδεικνύντες τὸν τρόπον· ἡδὺς ὑμῖν ψίαθος καὶ σεμνὸν περιβόλαιον δίχα παραπτώματος, ή στρωμναί μαλα καὶ μετὰ ἁμαρτίας· ἡδὺ ὑμῖν τὸ ἀκροᾶσθαι περὶ ἀναστάσεως καὶ φοβερᾶς κρίσεως, ἡ ἀκοῦσαι αὐλῶν καὶ κιθάρας καὶ ᾀσμάτων ματαίων· αἱρετὸς ὑμῖν θάνατος εὐκλεὴς, ἢ ζην τρυφερώς πολύν χρόνον ἀσέμνως. ΙΑ'. Μακάριοι τοίνυν ἐστὲ, τιμιώτατοι· τοῦτο γὰρ συνεχῶς ὑμῖν λέγειν ἄξιον· μακάριοι ἐστε τῇ ὁμοου
col. 937–938page 22 of 24
PG 40:937σίῳ Τριάδι στρατευσάμενοι· στρατιώτην ιδιώτης ἄνθρωπος οὐκ ἀπατᾷ, ἀλλ' οὐδὲ τὴν ὑμετέραν εὐλά Γειαν οἱ δραπετεύσαντες δαίμονες· Θεὸς γὰρ ὑμῖν δωρεάς διδοὺς ἔλεγεν· Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορ πίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσει· οὐκ ἐστρατεύ θητε ἀνθρωπίνῳ βασιλεῖ, ἵνα ἐν πολέμῳ θεάσησθε τὰς τῶν ὁμογενῶν ἀνθρώπων σφαγάς, ἀλλ' ἐστρα τεύθητε τῷ Χριστῷ, ἵνα τῶν δαιμόνων θεάσησθε τὰ πτώματα· οὐδ᾽ ἐκέκτησθε ὅπλα ἐκ χαλκοῦ καὶ σιδήρου, ἵνα τοὺς ὁμοδούλους ἀνέλητε· ἀλλ᾽ ἔκτησθε πίστιν ἰσχυρὰν δι' ἧς ὁ διάβολος καταβάλλεται· οὐδὲ πάλιν ἐστρατεύσασθε ἵνα ἐκχέητε αἷμα ἀνθρώπινον, ἀλλ' ἐστρατεύσασθε Θεῷ ἵνα διηνεκῶς ἐκχέητε τὴν δέησιν ὑμῶν ἐνώπιον αὐτοῦ. Ὄφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν· δεή θητε οὖν ὑπὲρ τοῦ κόσμου, εὖ μάλα εἰδότες ὡς ἔτι εὐχαῖς δικαίων ὑπακούει, καὶ ὅτι πολὺ ἰσχύει ἡ δέησις δικαίου ἐνεργουμένη· διηνεκώς μέμνησθε ἡμῶν· ὑφ' ὑμῶν ὁ παράδεισος τῆς τρυφῆς εἰσοικι πθήσεται· καὶ ἂς ἀπέκλεισε τοῦ παραδείσου θύρας ἡ τοῦ Ἀδὰμ παράβασις, ταύτας ὁ ὑμέτερος Έρως δ εἰς Θεὸν ἀνοίξει· ὑφ' ὑμῶν γὰρ ὁ οὐρανὸς οἰκι σθῆτε, ἵνα τοῖς ἀποστόλοις συναντήσητε, ἵνα προ φήτας ἴδητε, ἵνα τοὺς μάρτυρας θεάσησθε, ἵνα πάνε τας τοὺς δικαίους περιπτύξησθε, ἵνα τοῖς ἀγγέλοις συνδιατρίψητε· ὑμεῖς ἐνθάδε μακάριοι, καὶ μετὰ τὴν ἐνθένδε ζωὴν μακαριώτεροι· ἐκεῖ Ἰωάννην τὸν Βα πτιστὴν ὄψεσθε, τὸν τῆς ὑμετέρας ἀσκήσεως εὑρε τὴν, τὸν ἐν ἐρημία τραφέντα καὶ ἐν ἀσκήσει διαπρέψαντα· ἐκεῖ ὄψεσθε τὸν ἀνδρειότατον Ἰὼβ πολλή περιβεβλημένον δόξῃ, τὸν τῶν ὑμετέρων πόνων έρ γάτην, καὶ τῆς ὑπομονῆς φίλον· ἐκεῖ ὄψεσθε τὸν προπάτορα ὑμῶν ᾿Αβραὰμ τὸν τῆς ὑμετέρας φιλο ξενίας ἐραστὴν γνήσιον γενόμενον· ἐκεῖ ὑμῖν ἀπαν τήσει πραότατος Δαβὶδ ὁ ἀσκητικώτατος, οὗ ὁ βίος καθ᾿ ἡμέραν ὑμᾶς ἀλείφει· καὶ ἵνα μὴ ἕκαστον τῶν δικαίων ὀνομάζων μακρύνω τὸν λόγον, αὐτὸν τὸν Χριστὸν ὄψεσθε πάντων τῶν ἀγαθῶν τὸ κεφάλαιον, τὸν εἰπόντα ὅτι Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι ΙΒ΄. Τίς τοίνυν μακαριώτερος ἢ εὐδαιμονικώτερος ὑμῶν, ἵνα Θεὸν αὐταῖς ὄψεσιν ἴδητε; μακάριοι ἐστε ἐν ἡμέρᾳ κρίσεως, ποθεινότατοι, ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων· ὅτι τὰ πάντα γυμνα καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ ἐστιν· ὅτι πάντας ἡμᾶς παραστῆναι δεῖ ἔμπροσθεν τοῦ βή ματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον· τρόμος ὑμᾶς οὐ λήψεται τὸ τηνικαῦτα, ἀλλ' εὐφροσύνη καὶ χαρὰ καὶ στέφανος ἀγαλλιάματος ἐν Πνεύματι ἁγίῳ· ὑμῖν οὐ κρίσις φοβερά, οὐδὲ πῦρ αἰώνιον, οὐδὲ σκώληξ ἀκοίμητος, ἀλλὰ τοῖς ἐναν τίοις καὶ παραβαίνουσι τὴν ἐντολὴν τοῦ Θεοῦ· ὑμεῖς ἀκούσητε τό· Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου, οἱ ἀμέμπτως τὰ Χριστοῦ φρονήσαντες· τῷ δὲ κοινῷ πάντων ἐχθρῷ ν, αὐτοὶ τὸν Θεὸν ὄψονται.
col. 939–940page 23 of 24
PG 40:939καὶ τοῖς τούτῳ ἀκολουθήσασι λέξει τὸ φρικώδες ἐκεῖνο ῥῆμα· Αρθήτω ὁ ἀσεβὴς ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου· ἐκεῖ ὑμεῖς ἀπελεύσεσθε μετ' εὐφροσύνης καὶ χαρᾶς ἔνθα ἀπέδρα οδύνη καὶ λύπη καὶ στεναγμός, ἔνθα τιμὴ καὶ δόξα καὶ χαρίσματα ανα αφαίρεται ΙΓ'. Τὸ γὰρ ἐπιεικὲς ὑμῶν πανταχοῦ τῆς οἰκουμένης όλης διανέμεται· ποία πόλις ἀκούσασα ὑμῶν τὸν ἐνάρετον καὶ ἀποστολικὸν βίον, οὐκ εύχεται ὑμᾶς θεάσασθαι; ποῖος βασιλεὺς τῶν φθασάντων, ἢ καὶ τῶν νυνὶ χρόνων, ἀκούων ὑμῶν τὸν θεοπρεπῆ καὶ ἐνάρετον βίον, οὐκ ηύξατο ὑμᾶς ἱστορῆσαι, καὶ μετὰ πολλοῦ πόθου περιπτύξασθαι; Ἐξ ὑμῶν ἀ Ανα τώνιος δι᾿ ἀκρότατον βίον γενόμενος, οὗ καὶ ὁ βίος ἔγγραπτος παρ' ὑμῖν διασώζεται (1-16)· ἔτι τε καὶ ὁ 2663 Αμοῦν, καὶ ἀ Ἰωάννης, καὶ ἀββᾶ Μακά ριος οι καθ' ὑπερβολὴν ἐναρέτως διέλαμψαν, οι καὶ σημεῖα καὶ ἑτέρας δυνάμεις τοῖς ἀνθρώποις ἐπω εδείξαντο, κατά βούλησιν Θεοῦ δαιμόνια απελάσαντες, καὶ μεγάλας νοσημάτων ἀλγηδόνας ἰασάμενοι, καὶ ἕτερά τινα πάθη, τῶν ἰατρῶν ἔδειξαν τὴν ἀσθένειαν ὰ γὰρ οὐκ ἠδύναντο πάθη οι ιατροι θεραπεύσαι, ταῦτα ταῖς τούτων ἁγίαις εὐχαῖς καὶ ἰσχυρᾷ πίστες παρεχώρουν, τοῦ ἰᾶσθαι τὸν οἰκεῖον τρόπον ἐπιγινώσκοντες τοὺς ὅρους· ταῦτα βασιλεῖς ἀκούοντες, λέει ἐθαυμάζοντο Θεὸν ὑμνοῦντες. ΙΔ'. Ταῦτα μᾶλλον ἴστε ἡμῶν ἀκριβῶς· ὑμεῖς γὰρ αὐτοῖς καὶ συνδιατρίψατε καὶ οἱ πατέρες ὑμῶν τίς τοίνυν ἐπαξίως ἐγκώμια δυνήσεται φράσαι; τίς δὲ οὐκ ἀποδέξεται ἢ ἐπαινέσειεν τὸ φιλόθεον, τὴν ὑπου μονὴν, τὴν σύνεσιν, τὸ ἀκέραιον ὁμοῦ καὶ φρόνιμον; ἀλλὰ τὸ πρᾶον καὶ ἡσύχιον, ἀλλὰ τὸ ἡμερον ἦθος, ἀλλὰ τὸ εἰρηνικόν, ἀλλὰ τὸ ἄπλαστον καὶ ἁπλοῦν, ἀλλὰ τὸ ἀπαθὲς, ἀλλὰ τὸ ἀφυλάργυρον, ἀλλὰ τὸ εὔσπλαχνον, ἀλλὰ τὸ ἐλεημονικὸν, ἀλλὰ τὸ εὐμετάδο τον, ἀλλὰ τὸ συμπαθές, ἀλλὰ τὸ φιλάδελφον καὶ φιλό ξενον, ἀλλὰ τὸ φιλόπτωχον, ἀλλὰ τὸ ὁμιλητὸν, ἀλλὰ τὸ φιλάληθες, ἀλλὰ τὴν εἰς Θεὸν ὁμόνοιαν, ἀλλὰ τὸ μελισταγὲς ὑμῶν ῥῆμα, ἀλλὰ τὸν ἡσύχιον λόγον, ἀλλὰ τὸ εὔτακτον βάδισμα, ἀλλὰ τὴν ἀναχώρησιν, ἀλλὰ τὸ χρηστὸν ὄνομα, ἀλλὰ τὸ ὀρθόδοξον, ἀλλὰ τὴν εἰς Θεὸν πίστιν; Ὢ πόσῃ ἀρετῇ συναναστρέφεσθε! ω πόσαι ἀρεταὶ ὑμᾶς περιστέφουσι, Θεῷ τιμιώτατοι! ἢ ἐκ πόσων ἀρετῶν διάδημα περίκεισθε! ώ πόση παρ' ὑμῖν χρηστῶν ἔργων ευστάθεια! Εἰρήνη παρ' ὑμῖν ἡγεμονεύει τῶν κακῶν ἀποχῇ· ταπεινοφροσύνη παρ' ὑμῖν ἡγεμονεύει, ὁ τοῦ Κυρίου χρηστὸς τύπος, οὗ ἀστοχήσας παρὰ τὴν ἀρχὴν ὁ διάβολος δικαίως καταβέβληται. ΙΕ΄. Ταῦτα δὲ ὑμῖν γράφειν καὶ λέγειν ἀναγκαῖον καὶ πρεπωδέστατον· ἐπειδὴ γέγραπται· Μνήμη δι καίων μετ' ἐγκωμίων· καὶ ὅτι ἐγκωμιαζομένων δια
col. 941–942page 24 of 24
PG 40:941ΝΟΤΙΤΙΑ. καίων εὐφρανθήσονται λαοί· ὅτε τοίνυν τις ὑμῶν μνημονεύει, πάντως καὶ ἐγκωμίων ἐφάπτεται· διὸ ἀνδρειότατοι, σαφῶς ἐπιγινώσκοντες ὑμῶν τὸ ἀξίωμα καὶ τὴν ἑαυτῶν δόξαν, τελειώσαι ὑμῶν τὸν μισθὸν ἐνισχύσατε, νήφοντες ἐπὶ πλεῖον τῇ τῶν μελλόντων ἐλπίδι· καὶ τὸ τοῦ Δαβὶδ ᾄδοντες· Ανδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον· μηδὲ πώποτε κἂν ἔννοιά τις εμφωλεύῃ τὸ σύνολον, μηδὲ τοῦ τοσούτου χρόνου βραχεῖα τις ῥᾳθυ μία τῶν ἀγαθῶν ὑμῶν τῆς ψυχῆς ἐναντίος ἄνεμος πνεύσας σβέσει τὰ λάμποντα φῶτα ὡς φωστῆρες ἐν κόσμῳ φαινόμενοι, ἵνα σὺν τοῖς ἀποστόλοις ἀκούσησθε· Ὑμεῖς ἐστε φῶς τοῦ κόσμου· τοῦ δὲ Ἀπο στόλου λέγοντος· Ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες κοσμήσης σθε τὴν ἐπαγγελίαν· μὴ ἀποκάμητε οὖν, τι μιώτατοι, ἀλλὰ τῇ ἀρχῇ τὸ τέλος συνάψατε, καὶ τῷ τέλει τὴν ἀρχὴν συνάψατε. Ο γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται· γένοιτο δὲ ὑμᾶς καὶ ἡμᾶς μακαρίου καὶ ὁσίου τέλους τυχεῖν ἐντρεφομένους δό γμασι θείοις, ὑπὸ Θεοῦ ἀρχόμενοι καὶ παρ' αὐτοῦ ποιμαινόμενοι· καὶ τὰ εὐκταῖα ἐκεῖνα ῥήματα τῷ Αποστόλῳ κατορθώσαντας μετὰ παρρησίας λέξαι, Τὸν ἀγῶνα τὸν καλὸν ἀγώνισμαι, τὸν δρόμον τε τέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειται μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής ᾧ ἡ δόξα καὶ τὸ κράτος, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Απ κομίσησθε? (α)
Page scan enlarged

Notebook

Full View