Second witness · khazarzar edition
Capitula xxxiii (definitiones passionum animae rationalis) ΕΥΑΓΡΙΟΥ ΜΟΝΑΧΟΥ ΚΕΦΑΛΑΙΑ ΛΓʹ ΚΑΤ' ΑΚΟΛΟΥΘΙΑΝ. Αʹ. Ἴκτερος, ἔστιν ἕξις χειρίστη ψυχῆς λογικῆς, καθ' ἣν ἐσφαλμένως Θεόν τε καὶ τὴν τῶν γεγονότων θεωρίαν ὁρᾷ. 40.1265 Βʹ. Ὀπισθότονος, ἔστι κακία φύσεως λογικῆς, καθ' ἣν δυσκαμπὴς γίνεται πρὸς ἀρετὴν καὶ γνῶσιν τὴν τοῦ Θεοῦ. Γʹ. Σφακελλισμὸς, ἔστι ζέσις καὶ κίνησις θυμοῦ τὸ λογιστικὸν μέρος τῆς ψυχῆς ἐκταράττουσα. Δʹ. Τυφλότης, ἔστιν ἄγνοια τοῦ νοῦ, ταῖς πρακτικαῖς ἀρεταῖς καὶ τῇ τῶν γεγονότων θεωρίᾳ μὴ ἐπιβάλλουσα. Εʹ. Παράλυσις, ἔστι δυσκινησία λογιστικῆς ψυχῆς πρὸς τὰς πρακτικὰς ἀρετάς. ϛʹ. Γονόῤῥοια, ἔστι ῥᾳθυμία λογικῆς ψυχῆς, καθ' ἣν ἀποβάλλειν τοὺς τῆς πνευματικῆς διδασκαλίας εἴωθε λόγους. Ζʹ. Ἀποκάθισις, ἔστιν ἀδυναμία λογικῆς ψυχῆς, καθ' ἣν τὰς συντελούσας ἀρετὰς πρὸς τὴν μόρφωσιν τοῦ Χριστοῦ εἴωθεν ἀποβάλλειν. Ηʹ. Λέπρα ἀπιστία ἐστὶν λογικῆς ψυχῆς, καθ' ἣν οὐ πληροφορεῖται ψηλαφῶσα τοὺς λόγους. Θʹ. Ἔκστασις, ἔστι νεῦσις πάλιν πρὸς κακίαν λογικῆς ψυχῆς μετὰ τὴν ἀρετὴν καὶ γνῶσιν τὴν τοῦ Θεοῦ. Ιʹ. Θλάσις, ἔστιν ἕξις χειρίστη λογικῆς ψυχῆς, καθ' ἢν μετέρχεται τὰς ἀρετὰς οὐ δι' αὐτὸ τὸ καλόν. ΙΑʹ.
Κολόβωσις ῥινὸς, ἔστι στέρησις ἀρετῆς ἀντιλαμβανομένης εὐωδίας τῆς τοῦ Χριστοῦ. ΙΒʹ. Ὠτότμησις. ἔστι σκληρία λογικῆς ψυχῆς πρὸς τὴν πνευματικὴν διδασκαλίαν ἀνθέλκουσα. ΙΓʹ. Ἐφηλὶς, ἔστι πνευματικῆς θεωρίας ἔκπτωσις, ἢ τῆς τῶν γεγονότων θεωρίας οὐκ ἀληθὴς κατανόησις. ΙΔʹ. Μογιλαλία, ἔστι πάθος τοῦ λογιστικοῦ μέρους τῆς ψυχῆς, καθ' ὃ σκανδαλιζόμενος ἐπὶ τοῖς γινομένοις ἐν παντὶ εὐχαριστεῖν ἀδυνατεῖ τῷ Θεῷ. ΙΕʹ. Χωλότης, ἔστιν ἀδυναμία φύσεως λογικῆς πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν. Ιϛʹ. Ὕδρωψ, ἔστιν ἔκκλισις ἄλογος ψυχῆς, καθ' ἣν σβεσθεισῶν τῶν ἀρετῶν ἐπικρατεῖ κακία καὶ ἀγνωσία. ΙΖʹ. Μύρμηξ, ἔστιν ἄνθρωπος πρακτικὸς τὴν ἑαυτοῦ τροφὴν ἐν τῷ αἰῶνι τούτῳ παρασκευάζων. ΙΗʹ. Χοιρογρύλλιοι, εἰσὶν ἔθνη ἀκάθαρτα τὰς ἐντολὰς δεξάμενα τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ. ΙΘʹ. Ἀβασίλευτοι ἀκρίδες, ψυχαὶ λογικαὶ μὴ σαλευόμεναι ὑπὸ τοῦ θανάτου καὶ ὑπὸ τῶν σπερμάτων διατρεφόμεναι. Κʹ. Ἀσκαλαβότης, ἔστι νοῦς πρακτικὸς, ἐπερειδόμενος ἀρεταῖς καὶ κατοικῶν ἐν ταῖς γνώσεσι τῶν οὐρανίων δυνάμεων. ΚΑʹ. Σκύμνος λέοντος, ἔστιν ἄνθρωπος ἀπαθὴς τῶν ἐν αὐτῷ γενομένων βασιλεύσας θηρίων. 40.1268 ΚΒʹ.
Ἀλεκτρυὼν, ἔστιν ἄνθρωπος πνευματικὸς πληρούμενος γνώσεως καὶ ἑτέραις εὐαγγελιζόμενος ψυχαῖς τὴν παρὰ τοῦ νοητοῦ ἡλίου γενομένην ἡμέραν. ΚΓʹ. Τράγος, ἔστιν ἀνὴρ πρακτικὸς τῶν ἐν αὐτῷ ἀτάκτων λογισμῶν ὀρθῶς καθηγούμενος. ΚΔʹ. Βδέλλα, ἔστι φύσις ἀκάθαρτος τὸ δίκαιον αἶμα ἐκ τῶν λογικῶν ψυχῶν ἐκμυζῶσα. ΚΕʹ. Ἅδης, ἔστιν ἄγνοια φύσεως λογικῆς κατὰ στέρησιν τοῦ Θεοῦ θεωρίας ἐπισυμβαίνουσα. Κϛʹ. Γυνὴ, ἔστιν ἀφροσύνη λογικὰς ψυχὰς ἐπὶ ἀκαθαρσίαν προσκαλουμένη. ΚΖʹ. Γῆ, ἔστιν ἕξις χειρίστη ἐξ ἀσεβείας καὶ παρανομίας συλλεγομένη. ΚΗʹ. Πῦρ, ἔστι κακία φύσεως λογικῆς φθαρτικὴ τῶν τοῦ Θεοῦ ἀρετῶν. ΚΘʹ. Ὕδωρ, ἔστι γνῶσις ψευδὴς σβεστικὴ γνώσεως ἀληθοῦς. Λʹ. Ὀφθαλμὸς καταγελῶν, ἔστι φύσις ἀκάθαρτος τῆς τοῦ Θεοῦ καταγελῶσα γνώσεως καὶ ἀτιμάζουσα τὴν ἐν τοῖς γεγονόσι σοφίαν. ΛΑʹ. Κόρακες, εἰσὶ δυνάμεις ἅγιαι, φθαρτικαὶ τῶν κακιῶν. ΛΒʹ. Φάραγγες, εἰσὶ ψυχαὶ λογικαὶ κοιλανθεῖσαι ἀπὸ κακίας καὶ ἀγνωσίας. ΛΓʹ. Νεοσσοὶ ἀετῶν, εἰσὶ δυνάμεις ἅγιαι τοὺς ἀκαθάρτους καταβάλλειν πεπιστευμέναι.
De magistris et discipulis sub nomine Nili Ancyrani fragmenta e codd. Paris. gr. 1188 + 1066 43 Ἄτεχνος κυβερνήτης ἕτοιμος ναυαγία καὶ ἀνεπιστήμων ἡγούμενος ἀπώλεια μαθητῶν. Ἄπειρος ποιμὴν ἐξέστρεψεν ἀστραγάλους προβάτων καὶ ἡγούμενος ὁδοὺς μαθητῶν. Οὐ διαγνώσεται ἐν ὁμίχλῃ ἀνὰ μέσον προβάτων ἀνεπιστήμων ποιμὴν οὐδ' ἐν καιρῷ πειρασμῶν ἐρεῖ τι συμφέρον διδάσκαλος ἄπειρος. Στρατηγὸς πολέμου καὶ παθῶν ἰατρός ἐστιν ἐπιστήμων ἡγούμενος· ἢ γὰρ τρωθῆναι οὐκ ἐάσει ἢ τρωθέντα ταχέως ἰάσεται. Ἀνήκοος μαθητὴς διεστραμμένον ξύλον καὶ οὐ μὴ ὀρθωθῇ ἐλεγχόμενος συνεχῶς. Ἀσύμφωνος ἀδελφὸς ἀπηχούσης λύρας νευρὰ καὶ τῇ κοινωνίᾳ λυομένη τοῦ κοινοῦ μέλους. Κηφὴν ἐσθίει μελισσῶν πόνους καὶ ῥᾴθυμος ἀδελφὸς ἐλαττοῖ συνοδίας ἐνάρετον πρᾶξιν. Δειλὸς στρατιώτης ἐκλύει πολεμιστῶν χεῖρας καὶ ἀμελὴς μοναχὸς χαυνοῖ προθυμίαν ἀδελφῶν. Σμῆνος μελισσῶν ἐργάζεται κηρίον καὶ σύστημα ἀδελφῶν βασιλείαν οὐρανῶν. Σάλπιγξ διεγείρει προθυμίαν πολεμιστῶν καὶ μαθητῶν σπουδὴν διδασκαλία πρακτικῆς ἀρετῆς.
Ὅπλισον †δακτύλων λόγοις, ἡγούμενε, σοὺς ἀδελφοὺς καὶ θωράκισον ἐπαγγελίαις τῶν μελλόντων ἀγαθῶν· φράξον θυρεῷ πίστεως ἄθλοις καὶ περικνήμισον ἐλπίδι τῇ εἰς τὸν θεόν· †κήνησον τοὺς πόδας ἐν εὐαγγελικοῖς μαθήμασι καὶ ζῶσον τὴν ὀσφὺν σωφροσύνης λόγοις· δὸς μάχαιραν εἰς τὴν χεῖρα κατὰ τῶν παθῶν ὀξύτατον θυμὸν καὶ ἀντίταξον φάλαγγα παθῶν ἡδονῇ. Γύμνασον ἐν λογισμοῖς τοὺς ὁπλίτας, οἳ ἐμπείρως ἔχουσι πρὸς τὴν μάχην· καὶ δεῖξον φοβερὸν τὴν ἧτταν τῇ ἀπειλῇ τῆς αἰωνίου κολάσεως. Τὸν νικητὴν ἀνακήρυττε λαμπροῖς ἐπαίνοις, οἶδε γὰρ καὶ ἡ εὐφημία σπουδαιοτέρους ποιεῖν· καὶ τὸν ἐπηρεασθέντα θεράπευσον συμπαθῶς, οὐχ ἧττον γὰρ ἀπειλῆς ἐντρέπει συγγνώμη τὸν συνετόν. Μὴ κινήσῃ θυμῷ ἐφ' ἁμαρτήσαντι μαθητῇ, οὐ γὰρ ὅσιον ἑαυτὸν τιτρώσκειν πρὸ τῆς θεραπείας ἑτέρου· ἀλλὰ ἀνεξικάκως διόρθωσαι πρὸς τὸ ἀγαθόν· καὶ γὰρ ἰατρὸς θεραπεύει μὲν τὸ πάθος, οὐκ ἀγανακτεῖ δὲ πρὸς τὸν ἀκουσίως νοσήσαντα. Τέμνων ἰατρός, χωρὶς ὀργῆς τοῦτο ποιεῖ· καὶ ἐλέγχων διδάσκαλος μὴ μιγνύτω τῷ ἐλέγχῳ θυμόν. Τοὺς γῆν Αἴγυπτον φεύγοντας δι' ἐρήμου ὁδηγεῖ ὁδόν· οἶδε γὰρ ἡ σπάνις παιδαγωγεῖν πρὸς ἐγκράτειαν καὶ ἀρχομένους τῆς ἀρετῆς.
Προσσκήνωσον τῇ Αἰλείμ πυλῶνες δὲ αὐτοὶ ἑρμηνεύονται, τῆς ἐπὶ τὴν ἀρετὴν εἰσόδου φερούσης σύμβολον καὶ δεῖξον τοὺς ἑβδομήκοντα φοίνικας. Σκήνωσον δὲ κατὰ τὰς δώδεκα πήγας–δεῖ γὰρ καὶ τὰ τῆς νίκης σε ὑποφωνεῖν φοίνικες σύμβολον καὶ τὴν τῶν παθῶν παραμυθεῖσθαι φλόγα παρέχοντα νάματα δαψιλῶς– ἕως ἂν πάντα καθελόντες τὰ ἀλλότρια ἔθνη φθάσωσιν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ἐν ᾗ τὸν μακάριον τῆς ἀπαθείας βιώσονται βίον μισθὸν τῶν πόνων τὴν ἀληθινὴν κομιζόμενοι εὐφροσύνην.
De octo spiritibus malitiae (sub nomine Nili Ancyrani) ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΤΩΝ ΟΚΤΩ ΠΝΕΥΜΑΤΩΝ ΤΗΣ ΠΟΝΗΡΙΑΣ. ΚΕΦΑΛ. Λʹ. Περὶ γαστριμαργίας. Ἀρχὴ καρποφορίας, ἄνθος, καὶ ἀρχὴ πρακτικῆς, ἐγκράτεια· ὁ κρατῶν γαστρὸς, ἐλαττοῖ πάθη, ἡττώμενος δὲ βρώμασιν αὔξει τὰς ἡδονάς. Ἀρχὴ ἐθνῶν Ἀμαλὴκ, καὶ ἀρχὴ παθῶν γαστριμαργία. Ὕλη πυρὸς ξύλα, ὕλη δὲ γαστρὸς βρώματα. Ξύλα πολλὰ μεγάλην ἐγείρει φλόγα, πλῆθος δὲ βρωμάτων τρέφει ἐπιθυμίαν. Φλὸξ ἀμαυροῦται ἐπιλειπούσης ὕλης, καὶ βρωμάτων ἔνδεια μαραίνει ἐπιθυμίαν. Ὁ κρατήσας σιαγόνος, ἀνεῖλεν ἀλλοφύλους, καὶ δεσμὰ χειρῶν αὐτοῦ διέσπασεν εὐχερῶς. Ἀναίρεσις σιαγόνος πηγὴν ἐγέννησεν ὕδατος, καὶ γαστριμαργία καταργηθεῖσα, θεωρίαν ἔτεκε πρακτικήν. Πάσσαλος σκηνῆς παρελθὼν, σιαγόνα ἀνεῖλε πολέμιον, καὶ λόγος ἐγκρατείας ἐνέκρωσε πάθος. Ἐπιθυμία βρώσεως ἔτεκε παρακοὴν, καὶ γεῦσις ἡδεῖα ἐξέβαλε παραδείσου. Πολυτέλεια βρωμάτων τέρπει λαιμὸν, τρέφει δὲ σκώληκα ἀκολασίας ἀκοίμητον. Ἐνδεὴς γαστὴρ ἐν προσευχῇ ἀγρυπνεῖν παρασκευάζει, ἡ δὲ πεπληρωμένη ὕπνον ἐπάγει πολύν. Νηφάλιον φρόνημα ἐν ξηροτάτῃ διαίτῃ, ὑγρὸς δὲ βίος βαπτίζει νοῦν εἰς βυθόν. Νηστεύοντος προσευχὴ, νεοσσὸς ἀετοῦ ἀνιπτάμενος, ἡ δὲ τοῦ κραιπαλοῦντος βαρυνομένη τῷ κόρῳ, καθέλκεται· νηστεύοντος νοῦς, ἀστὴρ ἐν αἰθρίᾳ λαμπρὸς, ὁ δὲ τοῦ κραιπαλοῦντος ἐν σκοτομήνῃ καλύπτεται· ὀμίχλη καλύπτει ἡλιακὰς ἀκτῖνας, καὶ νοῦν σκοτίζει παχεῖα βρωμάτων ἀνάδοσις. ΚΕΦΑΛ. Βʹ. Ἔσοπτρον ῥυπωθὲν οὐ διαρθροῖ τὴν προσπεσοῦσαν μορφὴν, καὶ διανοητικὸν ἀμβλυνθὲν κόρῳ, οὐ δέχεται γνῶσιν Θεοῦ. Χερσωθεῖσα γῆ ἀκάνθας τίκτει, καὶ νοῦς γαστριμάργου βλαστάνει λογισμοὺς αἰσχρούς. Οὐκ ἔστιν ἐν βορβόρῳ εὑρεῖν ἀρώματα, οὐδὲ ἐν γαστριμάργῳ θεωρίας εὐωδίαν. Ὀφθαλμὸς γαστριμάργου περιεργάζεται συμπόσια· ὀφθαλμὸς δὲ ἐγκρατοῦς συνέδρια σοφῶν. Μνήμας μαρτύρων ἀριθμεῖ ψυχὴ γαστριμάργου, ἡ δὲ τοῦ ἐγκρατοῦς μιμεῖται βίους αὐτῶν. Δειλὸς στρατιώτης φρίσσει σάλπιγγα σημαίνουσαν πόλεμον, καὶ γαστρίμαργος κηρυσσομένην ἐγκράτειαν. Γαστρίμαργος μοναχὸς, κοιλίας ὑπόφορος, καὶ μαστιζόμενος ἀπαιτεῖται δα.1148 σμὸν ἡμερούσιον. Ὁδοιπόρος ὀξὺς ταχέως καταλήψεται πόλιν, καὶ μοναχὸς ἐγκρατὴς εἰρηνικὴν κατάστασιν· ὁδοιπόρος βραδὺς ἐν ἐρημίᾳ αὐλισθήσεται ὕπαιθρος, καὶ μοναχὸς γαστρίμαργος οὐ φθάσει εἰς οἶκον ἀπαθείας. Ἀτμὶς θυμιάματος εὐωδιάζει ἀέρα, καὶ προσευχὴ ἐγκρατοῦς ὄσφρησιν Θεοῦ. Ἐὰν δῷς σεαυτὸν ἐπιθυμίᾳ βρωμάτων, οὐδὲν ἀρκέσει πρὸς τὸ πληρῶσαι τὴν ἡδονήν· πῦρ γάρ ἐστιν ἐπιθυμία βρωμάτων, ἀεὶ δεχομένη, καὶ ἀεὶ φλεγομένη. Μέτρον αὔταρκες ἐπλήρωσεν ἀγγεῖον, γαστὴρ δὲ ῥηγνυμένη, οὐ λέγει, Ἀρκεῖ. Χειρῶν ἔκτασις ἐτροπώσατο τὸν Ἀμαλὴκ, καὶ πράξεις ἐπηρμέναι χειροῦνται πάθη σαρκός. ΚΕΦΑΛ. Γʹ. Ἐξολόθρευσον ἐκ σοῦ πᾶν ἔμπνεον κακίας, καὶ μέλη σαρκός σου νέκρωσον ἰσχυρῶς. Ὃν τρόπον γὰρ ἀνῃρημένος πολέμιος, οὐ παρέξει σοι φόβον, οὕτω νεκρωθὲν σῶμα οὐ ταράξει σου τὴν ψυχήν. Οὐκ οἶδε πυρὸς ὀδύνην σῶμα νεκρὸν, οὐδὲ ἐγκρατὴς ἡδονὴν ἐπιθυμίας νεκρᾶς. Ἐὰν πατάξῃς Αἰγύπτιον, ἐν ἄμμῳ κρύψον αὐτὸν, καὶ μὴ πιάνῃς σῶμα ἐπὶ ἡττωμένῳ πάθει· ὡς γὰρ ἐν λιπώσῃ γῇ φύει
τὸ κρυφθὲν, οὕτως ἐν σώματι πιμελώδει ἀναθάλλει τὸ πάθος. Μαρανθεῖσα φλὸξ ἀναλάμπει ἐπιλαβομένη φρυγάνων, καὶ ἡδονὴ σβεσθεῖσα ἀναζωπυροῦται ἐν κόρῳ βρωμάτων. Μὴ ἐλεήσῃς σῶμα ἀτονίαν ἀποδυρόμενον, μηδὲ πιάνῃς αὐτὸ πολυτελείᾳ βρωμάτων· ἐὰν γὰρ ἰσχύσῃ, ἐπαναστήσεταί σοι, καὶ πόλεμον ἄσπονδον κινήσει κατὰ σοῦ, ἕως ἂν αἰχμαλωτεύσῃ σὴν ψυχὴν, καὶ δοῦλον παραδώσει σε τῷ τῆς πορνείας πάθει. Ἵππος εὐήνιος, ἐνδεὲς σῶμα, καὶ οὐ μὴ καταβαλεῖ τὸν ἀναβάτην ποτὲ, ὁ μὲν γὰρ εἴκει ἀγχόμενος χαλινῷ, καὶ τῇ χειρὶ πείθεται τοῦ ἡνιόχου, σῶμα δὲ δαμάζεται ἐν λιμῷ, καὶ ἀγρυπνίᾳ, καὶ οὐκ ἀποσκιρτᾷ τοῦ ἐπιβατοῦντος λογισμοῦ, οὐδὲ χρεμετίσει κινούμενον ὑπὸ ὁρμῆς ἐμπαθοῦς. ΚΕΦΑΛ. Δʹ. Περὶ πορνείας. Σωφροσύνην τίκτει ἐγκράτεια, γαστριμαργία δὲ, μήτηρ ἀκολασίας· ἔλαιον τρέφει λαμπάδα λύχνου, καὶ πυρσὸν ἡδονῆς ἐξάπτει συντυχία γυναικῶν. Κυμάτων βία χειμάζει πλοῖον ἀνερμάτιστον, καὶ λογισμὸς πορνείας, νοῦν ἀκρατῆ. Πορνεία συμπαραλήψεται κόρον εἰς συμμαχίαν, ἀφήσει γὰρ αὐτὸν, καὶ μετὰ τῶν ἐναντίων στήσεται, καὶ ἐπ' ἐσχάτων συμπολεμήσει τοῖς ἐχθροῖς. Ἄτρωτος διαμένει ἀπὸ τῶν βελῶν τοῦ ἐχθροῦ ὁ ἀγαπῶν ἡσυχίαν, συναναμιγνύμενος δὲ πλήθει συνεχεῖς δέχεται πληγάς. Ὄψις γυναικὸς βέλος ἐστὶ πεφαρμακευμένον, ἔτρωσε τὴν ψυχὴν, καὶ τὸν ἰὸν ἐναπέθετο, καὶ ὅσον χρονίζει, πλείονα τὴν σῆψιν ἐργάζεται. Ὁ φυλασσόμενος 79.1149 ταῦτα τὰ βέλη, οὐ παραβάλλει πανηγύρεσι πανδήμοις, οὐδὲ ἐν ταῖς ἑορταῖς περιάξει κεχηνώς· βέλτιον γὰρ οἴκοι μένοντα σχολάζειν προσευχαῖς, ἢ τιμᾷν νομίζοντα τὰς ἑορτὰς, γίνεσθαι πάρεργον ἐχθρῶν. Φεῦγε συντυχίαν γυναικῶν, ἐὰν θέλῃς σωφρονεῖν, καὶ μὴ δῷς παῤῥησίαν αὐταῖς θαῤῥῆσαί σοί ποτε. Εὐλάβειαν γὰρ ἐν ἀρχαῖς ἢ ἔχουσιν ἢ ὑποκρίνονται· ὕστερον δὲ πάντα τολμῶσιν ἀναιδῶς· πρώτῃ συντυχίᾳ τὸ βλέμμα ἔχουσι κάτω, λαλοῦσι πράως, καὶ δακρύουσι συμπαθῶς, σχηματίζονται σεμνῶς, καὶ στενάζουσι πικρὰ, ἐρωτῶσι περὶ ἁγνείας, καὶ ἀκούουσι σπουδαίως· δεύτερον εἶδες, καὶ μικρὸν ἀνένευσαν ἄνω· τρίτον, καὶ προσέχουσιν ἀναιδῶς, ἐμειδιάσας, κἀκεῖναι κεχυμένως ἐγέλασαν· κοσμοῦνται λοιπὸν, καὶ ἐνδείκνυνταί σοι σαφῶς, βλέμμα μορφοῦσιν εὐαγγελιζόμεναι τὸ πάθος, ὀφρῦς ἀνατείνουσι, καὶ περιστρέφουσι βλέφαρα, γυμνοῦσι τὸν τράχηλον, καὶ ὅλῳ τῷ σώματι θρύπτονται, λόγους λαλοῦσι μαλάσσοντας τὸ πάθος, καὶ φθέγμα ἐπιτηδεύουσι θέλγηστρον ἀκοῆς, ἕως ἂν διὰ πάντων πολιορκήσωσι τὴν ψυχήν. Ταῦτα γίνεταί σοι ἄγκιστρα δελεάζοντα εἰς θάνατον, καὶ θήρατρα πολύπλοκα ἕλκοντα εἰς ἀπώλειαν, μή σε πλανήσωσι λόγοις ἐπιεικῶς κεχρημέναι· ἐγκέκρυπται γὰρ αὐταῖς ἰὸς πονηρὸς θηρίων. ΚΕΦΑΛ. Εʹ. Μᾶλλον προσέγγισον πυρὶ καιομένῳ, ἢ γυναικὶ νέᾳ, νέος ὢν καὶ αὐτός· πυρὶ μὲν γὰρ προσελθὼν, καὶ ὀδυνηθεὶς, ταχέως ἀποπηδήσεις, γυναικείοις δὲ ῥήμασι χαυνωθεὶς, οὐκ εὐχερῶς ἀναχωρήσεις. Θάλλει βοτάνη ἑστῶσα παρ' ὕδατι, καὶ πάθος ἀκολασίας ἐν συντυχίᾳ γυναικῶν. Ὁ πληρῶν γαστέρα, καὶ ἐπαγγελλόμενος σωφρονεῖν, ὅμοιός ἐστι τῷ λέγοντι, χαλινοῦν πυρὸς ἐνέργειαν ἐν καλάμῃ. Ὃν τρόπον γὰρ πυρὸς ῥοπὴν ἐν καλάμῃ τρέχουσαν ἀδύνατον ἐπισχεῖν, οὕτως ὁρμὴν ἀκόλαστον φλεγομένην ἐν κόρῳ παῦσαι ἀδύνατον. Στύλος ἐπερείδεται βάσει, καὶ πορνείας πάθος ἐπαναπαύεται κόρῳ. Εἰς λιμένα ἐπείγεται χειμαζομένη ναῦς, καὶ ψυχὴ σώφρονος ἐπιζητεῖ ἐρημίαν· φεύγει ἡ μὲν κύματα θαλάσσης ἀπειλοῦντα κίνδυνον, ἡ δὲ μορφὰς γυναικῶν ὀδυνούσας ὄλεθρον. Μορφὴ κεκαλλωπισμένη κύματος χεῖρον βυθίζει· τοῦ μὲν γὰρ ἕστι καὶ διανήξασθαι, πόθῳ ζωῆς, μορφὴ δὲ γυναικὸς ἀπατήσασα, καταφρονεῖν πείθει καὶ αὐτῆς τῆς ζωῆς. Βάτος ἐρημικὴ διαφεύγει φλόγα πυρὸς ἀβλαβῶς, καὶ σώφρων κεχωρισμένος γυναικῶν οὐκ
ἐφλογίσθη ἀκολασίας πάθει· ὥσπερ γὰρ μνήμη πυρὸς οὐ καίει διάνοιαν, οὕτω οὐδὲ πάθος ἰσχύει, μὴ παρούσης ὕλης. ΚΕΦΑΛ. ϛʹ. Ἐὰν ἐλεήσῃς πολέμιον, ἕσται σοι ἐχθρὸς, καὶ ἐὰν φείσῃ πάθους, ἐπαναστήσεταί σοι. Ἀκόλαστον ἐρεθίζει πρὸς ἠδονὴν ὅψις γυναικὸς, τὸν δὲ σώφρονα κανεῖ 79.1152 πρὸς δοξολογίαν Θεοῦ· ἐὰν ἠρεμήσῃ τὸ πάθος ἐν συντυχίαις γυναικῶν, μὴ πιστεύσῃς αὐτῷ ἀπάθειαν ἐπαγγελλομένῳ. Καὶ γὰρ κύων σαίνει μὲν ἀπολειφθεὶς ὄχλῳ, ἔξω δὲ προελθὼν, τὴν οἰκείαν ἐπιδείκνυται πονηρίαν. Ὅταν γυναικὸς μνήμη γένηται ἀπαθῶς, τότε νόμιζε τῶν ὅρων ἐπιβεβηκέναι τῆς σωφροσύνης. Ὅτε δέ σε τὸ εἴδωλον αὐτῆς ἐπὶ θεωρίαν διεγείρει, καὶ τὰ βέλη αὐτῆς τὴν ψυχήν σου περιλαμβάνουσι, τότε νόμιζε ἔξω εἶναι τῆς ἀρετῆς. Ἀλλὰ μηδὲ οὕτως ἐγχρονίσῃς τοῖς τοιούτοις λογισμοῖς, μηδὲ ἐπὶ πολὺ κατὰ διάνοιαν προσομιλήσῃς μορφῇ γυναικὸς, ἔστι γὰρ φιλυπόστροφον τὸ πάθος, καὶ τὸν κίνδυνον ἔχει ἐγγύς. Ὥσπερ γὰρ ἡ σύμμετρος χωνεία καθαίρει τὸν ἄργυρον, ἡ δὲ ἐπὶ πολὺ καὶ ἀπόλλυσιν εὐχερῶς, οὕτως ἕξιν σωφρονικὴν διαφθείρει ἐγχρονίζουσα φαντασία γυναικός· μηδὲ ἐπὶ πολὺ προσομιλήσῃς τῷ φανέντι προσώπῳ, ἵνα μὴ ἀνάψῃ ἐν σοὶ ἡδονῆς φλόγα, καὶ ἐμπρήσῃ ἅλωνα σῆς ψυχῆς· ὥσπερ γὰρ σπινθὴρ ἐν ἀχύροις χρονίσας ἐγείρει φλόγα, οὕτω μνήμη γυναικὸς παραμένουσα ἐξάπτει ἐπιθυμίαν. ΚΕΦΑΛ. Ζʹ. Περὶ φιλαργυρίας. Φιλαργυρία πάντων ἐστὶ ῥίζα τῶν κακῶν, καὶ τρέφει ὡς κλάδους πονηροὺς τὰ λοιπὰ πάθη, καὶ οὐκ ἀφήσει ξηρανθῆναι τὰ ἐξ αὐτῆς ἀνθήσαντα. Ὁ βουλόμενος κόπτειν πάθη, τὴν ῥίζαν ἐκκοπτέτω· μενούσης γὰρ φιλαργυρίας ἐπιτέμνων τοὺς κλάδους οὐδὲν ὠφελεῖ, κἂν γὰρ ἐκκοπῶσιν, εὐθὺς ἐπανθήσουσι. Πολυκτήμων μοναχὸς, πεφορτισμένον πλοῖον, καὶ ἐν ζάλῃ κυμάτων εὐχερῶς καταδυόμενον· ὥσπερ γὰρ ὑπέραντλος ναῦς ὑφ' ἑκάστου κύματος βασανίζεται, οὕτω πολυκτήμων ταῖς φροντίσι ὑποβρύχιος γίνεται. Ἀκτήμων μοναχὸς, ὁδοιπόρος εὐσταλὴς, καὶ ἐν παντὶ τόπῳ εὑρίσκων κατάλυμα. Ἀκτήμων μοναχὸς ἀετὸς ὑψιπέτης, τότε καθιπτάμενος ἐπὶ τροφὴν, ὅταν ἡ χρεία βιάσῃ. Παντὸς πειρασμοῦ ὁ τοιοῦτός ἐστιν ὑψηλότερος, καταγελᾷ τῶν παρόντων, καὶ μετέωρος ἐξαίρεται, ἀναχωρεῖ τῶν γηΐνων, καὶ συμπεριπολεῖ τοῖς ἄνω· πτερὸν γὰρ ἔχει κοῦφον, φροντίσι μὴ βαρυνόμενον· θλίψις ἐπῆλθε, καὶ ἀλύπως τὸν τόπον ἀπέλιπε· θάνατος ἐπέστη, καὶ εὐθύμως ἀπέρχεται· οὐδενὶ γὰρ γηΐνῳ δεσμῷ προσέδησε τὴν ψυχήν. Ὁ δὲ πολυκτήμων πεπέδηται μερίμναις, καὶ καθάπερ κύων ἁλύσει προσδέδεται, κἂν μεταναστῆναι βιασθῇ, τὰς μνήμας τῶν κτημάτων περιφέρει βαρὺ φορτίον, καὶ ἀχθηδόνα ἀνωφελῆ, κεντεῖται λύπῃ, καὶ πρὸς, τὴν ἔννοιαν ὀδυνᾶται σφοδρῶς, ἀφῆκε τὰ κτήματα, καὶ τῇ λύπῃ μαστίζεται. Κἂν θάνατος ἐπέλθοι, ἐλεεινῶς ἀφίησι τὰ παρόντα, ἀποδίδωσι τὴν ψυχὴν, καὶ τὸν ὀφθαλμὸν οὐκ ἀφίστησι τῶν πραγμάτων· ἄκων ἕλκεται καθάπερ ἀνδράποδον δραπετεῦον, μερίζεται τοῦ σώματος, καὶ οὐ μερίζεται τῶν πραγμάτων· μᾶλλον τῶν ἑλκόντων αὐτὸν τοῦ πάθους κατέχοντος. 79.1153 ΚΕΦΑΛ. Ηʹ. Θάλασσα οὐκ ἐμπίπλαται, ποταμῶν δεχομένη πλῆθος, καὶ ἐπιθυμία φιλαργύρου οὐ πληροῦται χρημάτων, ἐδιπλασίασε τὰ χρήματα, καὶ ταῦτα διπλᾶ ποιῆσαι ἐπιθυμεῖ, καὶ τοῦ διπλασιάζειν οὐδέποτε παύεται, ἕως ἂν θάνατος τὴν ἀνήνυτον ταύτην παύσῃ σπουδήν. Συνετὸς μοναχὸς τῇ χρείᾳ προσέξει τοῦ σώματος, καὶ τὴν ἔνδειαν τῆς γαστρὸς ἄρτῳ πληρώσει, καὶ ὕδατι, οὐ κολακεύσει πλουτοῦντας δι' ἡδονὴν γαστρὸς, οὐδὲ δουλώσει νοῦν ἐλεύθερον δεσπόταις πολλοῖς· ἱκαναὶ γὰρ αἱ χεῖρες ὑπηρετῆσαι τῷ σώματι, καὶ τὴν φυσικὴν ἀνάγκην πληρῶσαι διὰ παντός.
Ἀκτήμων μοναχὸς, ἀθλητὴς ἀμεσολάβητος, καὶ δρομεὺς κοῦφος, ταχέως φθάνων ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως. Πολυκτήμων μοναχὸς χαίρει προσόδοις πολλαῖς, ὁ δὲ ἀκτήμων στεφάνοις κατορθωμάτων. Φιλάργυρος μοναχὸς ἐργάζεται σφοδρῶς, ὁ δὲ ἀκτήμων προσευχαῖς σχολάζει, καὶ ἀναγνώσμασι. Φιλάργυρος μοναχὸς πληροῖ ταμεῖα χρυσοῦ, ὁ δὲ ἀκτήμων θησαυρίζει ἐν οὐρανῷ. "Ἐπικατάρατος ὁ ποιῶν εἴδωλον, καὶ τιθεὶς ἐν ἀποκρύφῳ,"6 ὡσαύτως καὶ ὁ ἔχων φιλαργυρίας πάθος· ὁ μὲν γὰρ προσκυνεῖ κίβδηλον ἀνωφελὲς, ὁ δὲ ἀγαλματοφορεῖ φαντασίαν πλούτου. ΚΕΦΑΛ. Θʹ. Περὶ ὀργῆς. Ὀργὴ πάθος ἐστὶ μανιῶδες, καὶ τοὺς ἔχοντας γνῶσιν ἐξίστησιν εὐχερῶς, θηριοῖ τὴν ψυχὴν, καὶ πᾶσαν συντυχίαν ἐκκλίνειν ποιεῖ. Ἄνεμος σφοδρὸς οὐ κινήσει πύργον, καὶ ψυχὴν ἀόργητον οὐ συναρπάζει θυμός. Ὕδωρ κινεῖται ὑπὸ βίας ἀνέμων, καὶ θυμώδης ταράσσεται ὑπὸ λογισμῶν ἀσυνέτων. Μοναχὸς ὀργίλος εἶδέ τινα, καὶ τοὺς ὀδόντας παρέθηξεν. Ὀμίχλης ἀνάδοσις παχύνει ἀέρα, καὶ θυμοῦ κίνησις διάνοιαν ὀργίλου. Ἐσκότισεν ἥλιον ὑποδραμὼν νέφος, καὶ νοῦν λογισμὸς μνησικακίας. Λέων ἐν ζωγρείῳ ὢν κινεῖ τοὺς στρόφιγγας συνεχῶς, καὶ θυμώδης ἐν κέλλῃ λογισμοὺς ὀργῆς. Τερπνὴ θεωρία, γαληνῶσα θάλασσα, ἀλλ' οὐκ ἔστι τερπνοτέρα εἰρηνικῆς καταστάσεως· γαληνώσῃ γὰρ θαλάσσῃ ἐγκολυμβῶσι δελφῖνες, εἰρηνικῇ δὲ καταστάσει ἐννήχεται νοήματα θεοπρεπῆ. Μακρόθυμος μοναχὸς, ἡσυχάζουσα πηγὴ, καὶ πᾶσι παρέχουσα προσηνὲς ποτὸν, διάνοια δὲ ὀργίλου διὰ παντὸς τετάρακται καὶ οὐκ ἐπιδώσει τῷ διψῶντι ὕδωρ, κἂν ἐπιδώσῃ, τεθολωμένον, καὶ ἄχρηστον, καὶ ὀφθαλμοὶ θυμώδους, τεταραγμένοι, καὶ ὕφαιμοι καὶ τῆς ταρασσομένης καρδίας ἄγγελοι. Πρόσωπον δὲ μακροθύμου ὀρθὰ κατεσταλμένον, καὶ ὀφθαλμοὶ προσηνεῖς κάτω βλέποντες. ΚΕΦΑΛ. Ιʹ. Πραΰτης ἀνδρὸς μνημονεύεται παρὰ Θεῷ, καὶ ἀόργητος ψυχὴ ναὸς γίνεται τοῦ ἁγίου Πνεύματος. 79.1156 Κλίνει κεφαλὴν Χριστὸς ἐν μακροθύμῳ πνεύματι, καὶ μονὴ γίνεται τῆς ἀγίας Τριάδος εἰρηνευομένη διάνοια. Ἀλώπεκες κατοικοῦσιν ἐν μνησικάκῳ ψυχῇ, καὶ θηρία ἐμφωλεύουσιν ἐν τεταραγμένῃ καρδίᾳ. Φεύγει ἀνὴρ σεμνὸς αἰσχρὸν καταγώγιον, καὶ Θεὸς μνησίκακον καρδίαν. Ὕδωρ ἐτάραξεν ἐμπεσὼν λίθος, καὶ καρδίαν ἀνδρὸς λόγος κακός. Ἀπόστησον λογισμοὺς ὀργῆς ἀπὸ σῆς ψυχῆς, καὶ θυμὸς μὴ αὐλιζέσθω ἐν σῇ καρδίᾳ, καὶ οὐ μὴ ταραχθῇς ἐν καιρῷ προσευχῆς· ὃν τρόπον γὰρ ἀχύρων καπνὸς ταράσσει ὀφθαλμοὺς, οὕτω μνησικακία νοῦν, ἐν καιρῷ προσευχῆς. Λογισμοὶ θυμώδους ἐχίδνης γεννήματα, καὶ κατεσθίουσι τὴν τεκοῦσαν καρδίαν. Θυμώδους προσευχὴ ἐβδελυγμένον θυμίαμα· καὶ ψαλμῳδία ὀργίλου ἦχος ἀηδής. Δῶρον μνησικάκου μυρμηκιῶσα θυσία, καὶ οὐ μὴ προσεγγίσῃ περιῤῥαντηρίους βωμούς. Ἐνύπνια τεταραγμένα ὁρᾷ θυμώδης, καὶ θηρίων ἐπιδρομὰς φαντάζεται ὀργίλος. Μακρόθυμος ἀνὴρ ὀπτασίας ὁρᾷ, συντυχίας ἁγίων ἀγγέλων, καὶ ἀμνησίκακος γυμνάζει λόγους πνευματικοὺς, καὶ ἐν νυκτὶ δέχεται μυστηρίων λύσεις. ΚΕΦΑΛ. ΙΑʹ. Περὶ λύπης. Οὐκ οἶδε πνευματικὴν ἡδονὴν λυπούμενος μοναχός· λύπη δέ ἐστι κατήφεια ψυχῆς, καὶ συνίσταται ἀπὸ λογισμῶν ὀργῆς. Ἀμύνης γὰρ ὄρεξίς ἐστιν ὁ θυμὸς, ἀποτυχία δὲ ἀμύνης ἐγέννησε λύπην· λύπη στόμα ἐστὶ λέοντος, καὶ τὸν λυπούμενον καταπίνει εὐχερῶς. Σκώληξ ἐστὶ καρδίας λύπη, καὶ κατεσθίει τὴν τεκοῦσαν μητέρα. Ὀδυνᾶται μήτηρ τίκτουσα παιδίον, ἐὰν τέκῃ, τῆς ὀδύνης ἀπήλλακται, λύπη δὲ γεννωμένη, πολὺν κινεῖ τὸν πόνον, καὶ μετὰ τὰς ὠδίνας παραμένουσα, οὐ μικρῶς ὀδυνᾶται. Οὐκ οἶδε χαρὰν πνευματικὴν λυπούμενος μοναχὸς, ὡς οὐδὲ μέλιτος γεῦσιν ὁ πυρέσσων σφοδρῶς. Λυπούμενος μοναχὸς οὐ
κινήσει τὸν νοῦν εἰς θεωρίαν, οὐδὲ προσευχὴν καθαρὰν ἀναπέμπει· παντὸς γὰρ καλοῦ ἐμπόδιόν ἐστι λύπη. Δεσμὸς ποδῶν ἐμπόδιόν ἐστι δρόμου, καὶ λύπη ἐμπόδιον θεωρίας. Αἰχμάλωτος ἀπὸ βαρβάρων δέδεται σιδήρων, καὶ αἰχμάλωτος ἀπὸ παθῶν δέδεται λύπη. Οὐκ ἰσχύει λύπη μὴ παρόντων τῶν ἄλλων παθῶν, ὡς οὔτε δεσμὸς, μὴ παρόντων τῶν δεσμούντων. Ὁ δεδεμένος λύπῃ νενίκηται ὑπὸ παθῶν, καὶ τὸν δεσμὸν ἐπιφέρεται τῆς ἥττης τὸν ἔλεγχον. Λύπη γὰρ συνίσταται ἐπὶ ἀποτυχίᾳ ὀρέξεως σαρκικῆς· ὄρεξις δὲ παντὶ πάθει συνέζευκται. Ὁ νικήσας ὄρεξιν, ἐνίκησε πάθη, ὁ δὲ νικήσας πάθη, οὐ κρατηθήσεται ὑπὸ λύπης. Ἐγκρατὴς οὐ λυπεῖται ἐπὶ ἀποτυχίᾳ βρωμάτων, οὔτε σώφρων διαμαρτὼν ἀφροσύνης ἀκολάστου, οὐδὲ ἀόργητος, ἀποπεσὼν ἀμύνης, οὐδὲ ταπεινόφρων, στερηθεὶς ἀνθρωπίνης τιμῆς, οὐδὲ ἀφιλάργυρος, ζημίᾳ περιπεσὼν, ἐξέκλιναν γὰρ τὴν τούτων ὄρεξιν δυνατῶς· ὥσπερ γὰρ ὁ τεθωρα.1157 κισμένος οὐ δέχεται βέλος, οὕτως ὁ ἀπαθὴς οὐ τιτρώσκεται ἀπὸ λύπης. ΚΕΦΑΛ. ΙΒʹ. Θυρεὸς στρατιώτῃ, καὶ πόλει τεῖχός ἐστιν ἀσφάλεια· ἀπάθεια δὲ μοναχῷ ἀσφαλεστέρα ἀμφοτέρων· θυρεὸν μὲν γὰρ διέδυ βέλος ῥοίζῳ φερόμενον πολλάκις, καὶ τεῖχος κατέσκαψε πλῆθος πολεμιστῶν, ἀπαθείας δὲ οὐ κατισχύσει λύπη. Ὁ κρατῶν παθῶν, ἐκράτησε λύπης, ἡττώμενος δὲ ἡδονῆς, οὐκ ἐκφεύξεται τοὺς ταύτης δεσμούς. Ὁ λυπούμενος συνεχῶς, καὶ προσποιούμενος ἀπάθειαν, ὅμοιός ἐστι νοσοῦντι, καὶ ὑγείαν ὑποκρινομένῳ· ὡς γὰρ ὁ νοσῶν δηλοῦται ἀπὸ τοῦ χρώματος, οὕτως ὁ ἐμπαθὴς ἐλέγχεται ἀπὸ λύπης. Ὁ ἀγαπῶν τὸν κόσμον, λυπηθήσεται πολλὰ, καταφρονῶν δὲ τῶν ἐν αὐτῷ, εὐφρανθήσεται διὰ παντός. Φιλάργυρος ζημιωθεὶς λυπηθήσεται πικρῶς, ὁ δὲ καταφρονῶν χρημάτων, ἄλυπος ἔσται. Φιλόδοξος λυπηθήσεται, ἐπελθούσης ἀτιμίας, ὁ δὲ ταπεινόφρων ταύτην ὡς σύντροφον δέξεται. Χωνευτήριον ἐκάθηρεν ἀργύριον ἀδόκιμον, καὶ λύπη κατὰ Θεὸν καρδίαν ἐν ἁμαρτίαις· χώνευσις συνεχὴς μειοῖ μόλιβδον, καὶ λύπη κοσμικὴ ἐλαττοῖ διάνοιαν. Ὀφθαλμῶν ἐνέργειαν ἀμαυροῖ γνόφος, καὶ νοῦν θεωρητικὸν ἀμβλύνει λύπη· βυθὸν ὕδατος οὐ διαβαίνει ἡλιακὸν φέγγος, καὶ καρδίαν κατάλυπον οὐ καταυγάζει θεωρία φωτός· ἡδὺ πᾶσιν ἀνθρώποις ἀνατολὴ ἠλίου, δυσαρεστεῖται δὲ καὶ τούτῳ λυπουμένη ψυχή. Αἴσθησιν γεύσεως ἀφαιρεῖται ἴκτερος, καὶ ψυχῆς αἴσθησιν ἀφαιρεῖται λύπη. Ὁ δὲ καταφρονῶν τῶν ἡδονῶν τοῦ κόσμου οὐκ ὀχληθήσεται ὑπὸ λογισμῶν λύπης. ΚΕΦΑΛ. ΙΓʹ. Περὶ ἀκηδίας. Ἀκηδία ἐστὶν ἀτονία ψυχῆς, ἀτονία δὲ ψυχῆς οὐκ ἔχουσα τὸ κατὰ φύσιν, οὐδὲ πρὸς πειρασμοὺς ἵσταται γενναίως. Ὅπερ γάρ ἐστι τροφὴ εὐεκτοῦντι σώματι, τοῦτό ἐστι πειρασμὸς γενναίᾳ ψυχῇ. Βορέας ἄνεμος τρέφει γεννήματα, καὶ πειρασμοὶ βεβαιοῦσι καρτερίαν ψυχῆς. Νεφέλη ἄνυδρος διώκεται ὑπὸ ἀνέμου, καὶ νοῦς ὑπομονὴν μὴ ἔχων, ὑπὸ πνεύματος ἀκηδίας. Δρόσος ἐαρινὴ αὔξει καρπὸν ἀγροῦ, καὶ λόγος πνευματικὸς ὑψοῖ κατάστασιν ψυχῆς. Ῥεῦμα ἀκηδίας ἐξελαύνει μοναχὸν ἐκ τῆς οἰκίας αὐτοῦ, ὁ δὲ ἔχων ὑπομονὴν ἡσυχάζει διαπαντός. Ἀσθενούντων ἐπισκέψεις προβάλλεται ὁ ἀκηδιαστὴς, πληροφορεῖ δὲ τὸν ἴδιον σκοπόν. Ἀκηδιαστὴς μοναχὸς, πρὸς διακονίαν ὀξὺς, καὶ ἐντολὴν λογίζεται τὴν ἑαυτοῦ πληροφορίαν· φυτὸν ἀδρανὲς ἔκλινεν αὖρα λεπτὴ, καὶ φαντασία ἀποδημίας εἵλκυσεν ἀκηδιαστήν. Δένδρον καλῶς πεπηγὸς οὐκ ἔσεισε βία πνευμάτων, καὶ ἀκη.1160 δία οὐκ ἔκαμψεν ἐρηρεισμένην ψυχήν. Κυκλευτὴς μοναχὸς, φρύγανον ἐρημίας, ὀλίγον ἡσύχασε, καὶ πάλιν φέρεται μὴ βουλόμενος. Φυτὸν μεταφερόμενον οὐ καρποφορεῖ, καὶ μοναχὸς κυκλευτὴς οὐ ποιήσει καρπὸν ἀρετῆς. Ὁ ἀσθενῶν οὐκ
ἀρκεῖται τροφῇ μιᾷ, καὶ ἀκηδιαστὴς μοναχὸς ἐν ἔργῳ ἑνί. Φιληδόνῳ οὐκ ἀρκέσει μία γυνὴ, καὶ ἀκηδιαστῇ μοναχῷ οὐκ ἀρκέσει μία κέλλα. ΚΕΦΑΛ. ΙΔʹ. Ὀφθαλμὸς ἀκηδιαστοῦ ταῖς θυρίσιν ἐνατενίζει συχνῶς, καὶ ἡ διάνοια αὐτοῦ τοὺς ἐπισκεπτομένους φαντάζεται· ἔτρισεν ἡ θύρα, κἀκεῖνος ἐξήλλατο, φωνῆς ἤκουσε, καὶ διὰ τῆς θυρίδος παρέκυψε, καὶ οὐκ ἀφίσταται ἐκεῖθεν, ἕως οὗ ναρκήσει καθήμενος. Ἀναγινώσκων ἀκηδιαστὴς χασμᾶται πολλὰ, καὶ πρὸς ὕπνον καταφέρεται εὐχερῶς, τρίβει τὰς ὄψεις, καὶ διατείνει τὰς χεῖρας, καὶ τοῦ βιβλίου τοὺς ὀφθαλμοὺς ἀποστήσας, ἐνατενίζει τῷ τοίχῳ, πάλιν ἐπιστρέψας ἀνέγνω μικρὸν, καὶ ἀναπτύσσων τὰ τέλη τῶν λόγων περιεργάζεται, ἀριθμεῖ τὰ φύλλα, καὶ τὰς τετράδας ἐπιψηφίζει, ψέγει τὸ γράμμα καὶ τὴν κόσμησιν, ὕστερον δὲ πτύξας ὑπέθηκε τῇ κεφαλῇ τὸ βιβλίον, καὶ καθεύδει ὕπνον οὐ πάνυ βαθὺν, ἡ γὰρ πεῖνα λοιπὸν διεγείρει αὐτοῦ τὴν ψυχὴν, καὶ τὰς ἑαυτῆς φροντίσεις ποιεῖ. Ἀκηδιαστὴς μοναχὸς, ὀκνηρὸς εἰς προσευχὴν, καὶ οὐ μὴ λαλήσει ποτὲ ῥήματα προσευχῆς· ὥσπερ γὰρ ὁ νοσῶν οὐ βαστάζει φορτίον βαρὺ, οὕτω καὶ ἀκηδιαστὴς οὐ μὴ ποιήσει ἔργον Θεοῦ ἐπιμελῶς· καθῄρηται μὲν γὰρ ὁ μὲν τὴν δύναμιν τοῦ σώματος, ὁ δὲ τοὺς τόνους ἐκλέλυται τῆς ψυχῆς. Ἀκηδίαν θεραπεύει καρτερία, καὶ τὸ πάντα ποιεῖν μετὰ πολλῆς προσεδρείας καὶ φόβου Θεοῦ. Τάξον μέτρον σεαυτῷ ἐν παντὶ ἔργῳ, καὶ μὴ πρότερον ἀποστῇς, πρὶν τελέσῃς αὐτὸ, καὶ προσεύχου συνετῶς καὶ εὐτόνως, καὶ πνεῦμα ἀκηδίας φεύξεται ἀπὸ σοῦ. ΚΕΦΑΛ. ΙΕʹ. Περὶ κενοδοξίας. Κενοδοξία πάθος ἐστὶν ἄλογον, καὶ παντὶ ἕργῳ ἀρετῆς εὐκόλως συμπλέκεται. Συγκέχυται γραμμὴ χαραχθεῖσα καθ' ὕδατος, καὶ ἀρετῆς πόνος ἐν κενοδόξῳ ψυχῇ. Λευκὴ γέγονε χεὶρ καλυπτομένη κόλπῳ, καὶ κρυπτομένη πρᾶξις φωτὸς ἐκλάμπει φαιδρότερον. Σμίλαξ περιπλέκεται δένδρῳ, καὶ ὅταν φθάσῃ ἄνω ξηραίνει τὴν ῥίζαν, κενοδοξία δὲ ταῖς ἀρεταῖς παραφύεται, καὶ οὐκ ἀφίσταται, ἕως ἂν ἐκκόψῃ τὴν δύναμιν. Βότρυς ἐπισυρόμενος τῇ γῇ σήπεται εὐχερῶς, καὶ ἀρετὴ ἀπόλλυται κενοδοξίᾳ ἐπερειδομένη. Μοναχὸς κενόδοξος, ἐργάτης ἄμισθος· τὸν πόνον ὑπέστη, καὶ τὸν μισθὸν οὐκ ἔλαβε. Βαλάντιον τετρημένον οὐ φυλάττει τὸ βληθὲν, καὶ κενοδοξία ἀπόλλυσι μισθοὺς ἀρετῶν. Κενοδόξου ἐγκράτεια, καπνὸς καμίνου, καὶ εἰς ἀέρα διαλυθήσεται ἀμφότερα. Ἄνεμος ἀφανίζει ἴχνος ἀνδρὸς, καὶ ἐλεημοσύνην κενόδοξος. Λίθου βολὴ 79.1161 οὐ φθάνει εἰς οὐρανὸν, καὶ προσευχὴ ἀνθρωπαρέσκου οὐκ ἀναβήσεται πρὸς Θεόν. ΚΕΦΑΛ. Ιϛʹ. Κενοδοξία πέτρα ἐστὶν ὕφαλος· ἐὰν προσρήξῃς, τὸν φόρτον ἀπώλεσας. Κρύπτει θησαυρὸν ἀνὴρ φρόνιμος, καὶ ἀρετῆς πόνους μοναχὸς συνετός. Ἐν πλατείαις προσεύχεσθαι συμβουλεύει κενοδοξία, ὁ δὲ πολεμῶν ταύτῃ προσεύχεται εἰς ταμεῖον αὑτοῦ. Δημοσιεύει πλοῦτον αὐτοῦ ἀνὴρ ἄφρων, κινεῖ δὲ πολλοὺς εἰς ἐπιβουλὴν καθ' ἑαυτοῦ. Σὺ δὲ κρύπτε τὰ σὰ, ἐν ὁδῷ γὰρ τυγχάνεις λῃστῶν, ἕως ἥξεις εἰς πόλιν εἰρήνης, καὶ ἀσφαλῶς χρήσῃ τοῖς σοῖς. Ἀρετὴ κενοδόξου συντετριμμένον ἱερεῖον, καὶ οὐ μὴ ἀνενεχθῇ εἰς θυσιαστήριον Θεοῦ. Ἀκηδία ἐκλύει τόνον ψυχῆς, κενοδοξία δὲ νευροῖ νοῦν ἀποπεπτωκότα Θεοῦ, τὸν ἀσθενοῦντα ἐποίησεν ἐῤῥώμενον, καὶ τὸν γέροντα τοῦ νέου δυνατώτερον, μόνον ἐὰν παρῶσι μάρτυρες τῶν γινομένων πολλοί· κούφη νηστεία τότε, καὶ ἀγρυπνία, καὶ προσευχὴ, ὁ γὰρ ἔπαινος τῶν πολλῶν διεγείρει τὴν προθυμίαν. Μὴ πωλήσῃς τοὺς πόνους δόξαις ἀνθρωπίναις, μηδὲ τὴν μέλλουσαν δόξαν προδῷς δι' εὐφημίαν. Δόξα γὰρ ἀνθρωπίνη εἰς χοῦν κατασκηνοῖ, καὶ κλέος αὐτῆς σβέννυται ἐπὶ γῆς, ἀρετῆς δὲ δόξα μένει εἰς τὸν αἰῶνα
ΚΕΦΑΛ. ΙΖʹ. Περὶ ὑπερηφανίας. Ὑπερηφανία ἐστὶν οἴδημα ψυχῆς ἰχῶρος πεπληρωμένον· ἐὰν πεπανθῇ, ῥαγήσεται, καὶ ποιήσει ἀηδίαν πολλήν. Ἀστραπῆς ἔκλαμψις, ἦχον προμηνύει βροντῆς, καὶ ὑπερηφανίαν εὐαγγελίζεται παρουσία κενοδοξίας. Εἰς ὕψος μέγα ἀναβαίνει ὑπερηφάνου ψυχὴ, κακεῖθεν αὐτὸν εἰς βυθὸν καταβάλλει. Ὑπερηφανίαν νοσεῖ ὁ ἀποστήσας ἑαυτὸν Θεοῦ, καὶ ἰδίᾳ δυνάμει ἐπιγράφων τὰ κατορθώματα. Ὥσπερ δὲ ὁ ἐπιβὰς ἀράχνῃ διαπεσὼν κατηνέχθη κάτω, οὕτω πίπτει ὁ θαῤῥῶν τῇ ἰδίᾳ δυνάμει. Καρπὸς πολὺς κατακάμπτει κλῶνας δένδρου, καὶ ἀρετῆς πλῆθος ταπεινοῖ φρόνημα ἀνδρός. Καρπὸς σεσηπὼς ἄχρηστος γεωργῷ, καὶ ἀρετὴ ὑπερηφάνου οὐ χρησιμεύει Θεῷ. Χάραξ βαστάζει κλῶνα κατάκαρπον, καὶ φόβος Θεοῦ ἐνάρετον ψυχήν. Ὥσπερ βάρος καρποῦ καταράσσει κλῶνα, οὕτω ὑπερηφανία ἐνάρετον καταβάλλει ψυχήν. Μὴ δῷς ὑπερηφανίᾳ σὴν ψυχὴν, καὶ οὐ μὴ ἴδῃς φαντασίας φρικτάς. Ψυχὴ γὰρ ὑπερηφάνου ἐγκαταλιμπάνεται ὑπὸ Θεοῦ, καὶ γίνεται δαιμόνων ἐπίχαρμα. Νύκτωρ φαντάζεται θηρίων ἐπερχομένων πλῆθος, καὶ μεθ' ἡμέρας ταράσσεται ὑπὸ λογισμῶν δειλίας· καθεύδων ἐξάλλεται συνεχῶς, καὶ ἐγρηγόρως καταπτήσσει σκίαν ὀρνέου. Φωνὴ φύλλου, ἐπτόησεν ὑπερήφανον, καὶ ὕδατος ἦχος κατέκλασεν αὐτοῦ τὴν ψυχήν. Ὁ γὰρ πρὸ μικροῦ ἑαυτὸν ἀντιτάσσων Θεῷ, καὶ τὴν ἐκείνου βοήθειαν ἀρνούμενος, ὕστερος ἐκδειματοῦται, ὑπὸ φαντασμάτων εὐτελῶν. 79.1164 ΚΕΦΑΛ. ΙΗʹ. Ὑπερηφανία ἀπ' οὐρανοῦ κατέβαλεν ἀρχάγγελον, καὶ ὡς ἀστραπὴν ἐποίησε πεσεῖν ἐπὶ γῆς. Ταπεινοφροσύνη δὲ, ἄνθρωπον ἀνάγει εἰς οὐρανὸν, καὶ μετὰ ἀγγέλων χορεύειν παρασκευάζει. Τί μετεωρίζῃ, ἄνθρωπε, πηλὸς ὢν, καὶ σαπρία τῇ φύσει, καὶ ὑπὲρ τὰς νεφέλας ἐπαίρῃ; ἐπισκέψαι σου τὴν φύσιν ὅτι γῆ εἶ, καὶ σποδὸς, καὶ μετ' ὀλίγον εἰς κόνιν ἀναλύῃ, ἄρτι σοβαρὸς, καὶ μετ' ὀλίγον σκώληξ. Τί τὸν αὐχένα ἐπαίρεις τὸν μετ' ὀλίγον σηπόμενον; Μέγα ἄνθρωπος βοηθούμενος παρὰ Θεοῦ· ἐγκατελείφθη, καὶ τὸ ἀσθενὲς ἐπέγνω τῆς φύσεως. Οὐδὲν ἔχεις, ὃ μὴ παρὰ Θεοῦ ἔλαβες· τί οὖν τῷ ἀλλοτρίῳ ἐναμβλύνῃ ὡς σῷ; τί τῇ χάριτι τοῦ Θεοῦ ὡς ἰδίῳ κτήματι ἐγκαλλωπίζῃ; Ἐπίγνωθι τὸν δεδωκότα, καὶ μὴ ἐπαίρου πολύ· κτίσμα Θεοῦ εἶ, μὴ ἀθέτει τὸν Κτίσαντα· βοηθῇ παρὰ Θεοῦ, μὴ ἀρνοῦ τὸν εὐεργέτην. Εἰς ὕψος ἀνέβης πολιτείας, ἀλλ' ἐκεῖνος ὡδήγησε· κατώρθωσας ἀρετὴν, ἀλλ' ἐκεῖνος ἐνήργησεν. Ὁμολόγει τὸν ὑψώσαντα, ἵνα μείνῃς ἐν τῷ ὕψει βέβαιος· ἐπίγνωθι τὸν ὁμόφυλον, ὅτι τῆς αὐτῆς ἐστιν οὐσίας. Μὴ δι' ἀλαζονείας ἀρνοῦ τὴν συγγένειαν. ΚΕΦΑΛ. ΙΘʹ. Ταπεινὸς ἐκεῖνος, καὶ σύμμετρος· ἀλλ' ὁ αὐτὸς δημιουργὸς ἔπλασε τοὺς ἀμφοτέρους. Μὴ καταφρονήσῃς ταπεινοῦ· ἕστηκε γάρ σου ἀσφαλέστερος· ἐπὶ γῆς βαδίζει, καὶ οὐ πίπτει ταχέως· ὁ δὲ ὑψηλὸς, ἐὰν πέσῃ, συντριβήσεται. Ὑπερήφανος μοναχὸς δένδρον ἄῤῥιζον, καὶ οὐ μὴ ἐνέγκῃ προσβολὴν ἀνέμου. Πόλις τετειχισμένη, ἄτυφον φρόνημα, καὶ ὁ ἐνοικῶν αὐτῇ ἄσυλος ἔσται. Μετεωρίζει κάρφος αὖρα ἀνέμου, καὶ ὑπερήφανον ἐπαίρει ἀπονοίας προσβολή· πομφόλυξ ῥαγεῖσα ἀφανισθήσεται, καὶ μνήμη ὑπερηφάνου ὄλλυται. Λόγος ταπεινοῦ μάλαγμα ψυχῆς, ὁ δὲ τοῦ ὑπερηφάνου ἀλαζονείας πεπλήρωται Προσευχὴ ταπεινοῦ ἐπικάμπτει Θεὸν, παροξύνει δὲ τὸν Θεὸν δέησις ὑπερηφάνου. Στέφανος δώματός ἐστιν ἡ ταπεινοφροσύνη καὶ τὸν ἀνελθόντα τηρεῖ ἀσφαλῶς. Ὅταν ἀνέλθῃς εἰς τὸ τῶν ἀρετῶν ὕψος, τότε πολλή σοι χρεία τῆς ἀσφαλείας. Ὁ γὰρ πεσὼν ἀπ' ἐδάφους, ταχέως ἐγείρεται, ὁ δὲ πεσὼν ἀφ' ὑψηλοῦ, εἰς θάνατον κινδυνεύει. Λίθος τίμιος ἐμπρέπει σιαλώματι χρυσίου, καὶ πολλαῖς ἀρεταῖς φαιδρύνεται ταπείνωσις ἀνδρός.
De oratione (sub nomine Nili Ancyrani) ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΠΡΟΣΕΥΧΗΣ ΛΟΓΟΣ ΕΙΣ ΡΝΓʹ ΚΕΦΑΛΑΙΑ ΔΙΕΙΛΗΜΜΕΝΟΣ. ΠΡΟΟΙΜΙΟΝ. Πυρέττοντά με τῷ φλογμῷ τῶν ἀκαθάρτων παθῶν, συνήθως ἀνεκτήσω, τῇ τῶν θεοφιλῶν σου γραμμάτων ἐπαφῇ, τὸν κάμνοντά μου νοῦν ἐν τοῖς ἐσχάτοις παραμυθησάμενος, καὶ τὸν μέγαν μιμησάμενος καθηγητὴν, καὶ διδάσκαλον μακαρίως· καὶ οὐ θαυμαστόν· σὴ γὰρ ἀεὶ μερὶς γέγονε τὰ ἐπίσημα, ὡς καὶ τοῦ εὐλογημένου Ἰακώβ· καλῶς γὰρ δουλεύσας τῆς Ῥαχὴλ χάριν, καὶ λαβὼν τὴν Λείαν, ζητεῖς καὶ τὴν ποθουμένην, ὡς καὶ ταύτης δήπου πληρώσας τὰ ἕβδομα. Ἐγὼ δὲ οὐκ ἀρνηθείην, ὡς ὅλην τὴν νύκτα κοπιάσας, πεπίακα οὐδὲν, πλὴν ἀλλ' ἐπὶ τῷ σῷ λόγῳ χαλάσας τὸ δίκτυον, ἤγρευσα ἰχθύων πληθὺν, οὐκ οἶμαι μὲν μεγάλων, ἑκατὸν δὲ ὅμως καὶ πεντήκοντα τριῶν, καὶ τούτους ἀπέστειλα ἐν τῇ σπυρίδι τῆς ἀγάπης διὰ τῶν ἰσαρίθμων κεφαλαίων, τὴν πρόσταξίν σου πεπληρωκώς· θαυμάζω δέ σε, καὶ λίαν ζηλῶ τῆς ἀρίστης προθέσεως τῶν περὶ προσευχῆς ἐρῶντα κεφαλαίων. Οὐ γὰρ ἁπλῶς τούτων ἐρᾷς τῶν ὑπὸ χειρῶν, καὶ ἐν χάρτῃ διὰ μέλανος τὸ εἶναι ἐχόντων, ἀλλὰ τῶν ἐν νῷ ἱδρυμένων δι' ἀγάπης, καὶ ἀμνησικακίας. Ἀλλ' ἐπεὶ πάντα δισσὰ, ἓν κατ' ἔναντι τοῦ ἑνὸς, κατὰ τὸν σοφὸν Ἰησοῦν, δέχου πρὸς τῷ γράμματι καὶ τῷ πνεύματι· καὶ σύνες, ὡς πάντως τοῦ γράμματος νοῦς προηγεῖται· οὐκ ὄντος γὰρ τούτου, οὐδὲ γράμμα ἔσται. Οὐκοῦν καὶ προσευχῆς διττὸς ὁ τρόπος, ὁ μέν τις πρακτικὸς, ὁ δὲ θεωρητικὸς, οὕτω καὶ ἀριθμοῦ, τὸ μὲν πρόχειρός ἐστι ποσότης, τὸ δὲ σημαινόμενον ποιότης· εἰς ἑκατὸν οὖν πεντήκοντα τριῶν τὸν περὶ προσευχῆς λόγον διειληφότες, εὐαγγελικὸν ὀψώνιόν σοι πεπόμφαμεν, ἵνα εὕρῃς συμβολικοῦ ἀριθμοῦ τερπνότητα καὶ σχῆμα τρίγωνον, καὶ ἑξάγωνον, ὁμοῦ μὲν εὐσεβῆ γνῶσιν Τριάδος, ὁμοῦ δὲ καὶ τῆσδε τῆς διακοσμήσεως τὴν περιγραφὴν ὑποφαῖνον. Ἀλλ' ὁ ἑκατὸν ἀριθμὸς καθ' ἑαυτὸν τετράγωνός ἐστιν, ὁ δὲ πεντήκοντα τρὶς, τρίγωνος, καὶ σφαιρικός· ὁ γὰρ εἰκοστὸς ὄγδοος μὲν τρίγωνος. Σφαιρικὸς δὲ ὁ εἰκοστὸς πέμπτος· πεντάκις γὰρ πέντε κεφάλαια. Οὐκοῦν ἔχεις τὸ τετράγωνον σχῆμα, οὐ μόνον διὰ τῆς τετρακτύος τῶν ἀρετῶν, ἀλλὰ καὶ τοῦδε τοῦ αἰῶνος τὴν ἔνσοφον γνῶσιν τῷ εἰκοστῷ πέμπτῳ ἐοικυῖαν, διὰ τὸ 79.1168 σφαιρικὸν τῶν χρόνων. Ἑβδομὰς γὰρ ἐπὶ ἑβδομάδα, καὶ μὴν ἐπὶ μῆνα κινεῖται, καὶ ἐξ ἐνιαυτοῦ εἰς ἐνιαυτὸν ὁ χρόνος κυλινδεῖται καὶ καιρὸς ἐπὶ καιρὸν, ὡς ἐπὶ κινήσεως ἡλίου, καὶ σελήνης, ἔαρος, καὶ τῶν ἑξῆς ὁρῶμεν. Τὸ δὲ τρίγωνον, σημαίνει ἄν σοι τὴν τῆς ἁγίας Τριάδος γνῶσιν. Ἄλλως· εἰ δὲ διὰ τῆς πληθύος τῶν ἀριθμῶν κομίζῃ τὸν ἑκατοστὸν τρίτον τρίγωνον ὄντα, νοεῖν προσήκει πρακτικὴν, φυσικὴν, θεολογικὴν, ἢ καὶ πίστεως, ἐλπίδος, καὶ ἀγάπης, χρυσὸν, ἄργυρον, λίθους τιμίου. Ἀλλ' ὁ μὲν ἀριθμὸς τοιοῦτος, τῶν δὲ κεφαλαίων τὸ ταπεινὸν οὐ περιυβρίσειας, ὡς εἰδὼς καὶ χορτάζεσθαι, καὶ ὑστερεῖσθαι, ναὶ μὴν καὶ ὡς μεμνημένος τοῦ τὰ δύο τῆς χήρας λεπτὰ μὴ ἀποβεβληκότος, ἀλλὰ καὶ ὑπὲρ πλοῦτον πολλῶν ἑτέρων ἀποδεξαμένου· οὐκοῦν εὐνοίας, καὶ ἀγάπης καρπὸν εἰδὼς, φυλάξεις σοῖς γνησίοις ἀδελφοῖς ἐπιτρέπων προσεύχεσθαι ὑπὲρ τοῦ ἀῤῥωστοῦντος, ὅπως ὑγιαίνῃ, καὶ ἑαυτοῦ τὸν κράββατον ἄρας, λοιπὸν πατήσῃ, χάριτι Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΚΕΦΑΛ. Αʹ. Εἴ τις βούλοιτο εὐῶδες θυμίαμα σκευάσαι, τὸν διαφανῆ λίβανον, καὶ τὴν κασσίαν καὶ τὸν ὄνυχα, καὶ τὴν στάκτην ἐξίσου συνθήσει κατὰ τὸν νόμον. Ταῦτα δέ ἐστιν ἡ τετρὰς τῶν ἀρετῶν· ἐὰν γὰρ πληρέσταται, καὶ ἴσαι τυγχάνωσιν, οὐ προδοθήσεται ὁ νοῦς. ΚΕΦΑΛ. Βʹ. Καθαρθεῖσα ψυχὴ διὰ τῆς τῶν ἀρετῶν πληρότητος ἀκλόνητον τὴν τάξιν τοῦ νοῦ κατασκευάζει, δεκτικὸν αὐτὸν ποιοῦσα τῆς ζητουμένης καταστάσεως. ΚΕΦΑΛ. Γʹ. Ἡ προσευχὴ, ὁμιλία ἐστὶ νοῦ πρὸς Θεόν· ποίας οὖν δεῖται καταστάσεως ὁ νοῦς, ἵνα ἡσυχάσῃ ἀμεταστρόφως ἐκσταθῆναι πρὸς τὸν οἰκεῖον Δεσπότην, καὶ συνομιλεῖν αὐτῷ μηδενὸς μεσιτεύοντος; ΚΕΦΑΛ. Δʹ. Εἰ τῇ ἐπὶ γῆς βάτῳ φλεγομένῃ προσεγγίσαι πειράσας Μωϋσῆς κωλύεται, ἄχρις οὗ λύσει τὸ ὑπόδημα τῶν ποδῶν, πῶς αὐτὸς τὸν ὑπὲρ πᾶσαν ἔννοιαν καὶ αἴσθησιν ἰδεῖν βουλόμενος, καὶ συνόμιλος αὐτῷ γενέσθαι, οὐ λύεις ἐκ σοῦ πᾶν νόημα ἐμπαθές; ΚΕΦΑΛ. Εʹ. Πρότερον περὶ λήψεως δακρύων προσεύχου, ἵνα διὰ τοῦ πένθους μαλάξῃς τὴν ὑπάρχουσαν ἐν τῇ ψυχῇ σου ἀγριότητα, καὶ ἐξαγορεύσας κατὰ σοῦ τὴν ἀνομίαν σου τῷ Κυρίῳ, παρ' αὐτοῦ ἀφέσεως τεύξῃ. 79.1169 ΚΕΦΑΛ. ςʹ. Κέχρησο τοῖς δάκρυσι πρὸς παντὸς αἰτήματος κατόρθωσιν· λίαν γὰρ χαίρει σου ὁ Δεσπότης ἐν δάκρυσι προσευχὴν δεχόμενος. ΚΕΦΑΛ. Ζʹ. Ἐὰν πηγὰς δακρύων ἐκχέῃς ἐν τῇ προσευχῇ σου, μηδαμῶς ἐπαίρου ἐν σεαυτῷ, ὡς ὑπὲρ τοὺς πολλοὺς ὤν· βοήθειαν γὰρ προσείληφεν ἡ προσευχή σου, ἵνα δυνηθῇς προθύμως ἐξαγορεύειν σου τὰς ἁμαρτίας, καὶ ἐξευμενίσασθαι τὸν Δεσπότην διὰ τῶν δακρύων. ΚΕΦΑΛ. Ηʹ. Μὴ οὖν εἰς πάθος τρέψῃ τὸ τῶν παθῶν ἀλέξημα, ἵνα μὴ πλέον παροργίσῃς τὸν δεδωκότα τὴν χάριν· πολλοὶ δακρύοντες ὑπὲρ ἁμαρτιῶν, ἐπιλαθόμενοι τοῦ τῶν δακρύων σκοποῦ, μανέντες ἐξεπλάγησαν. ΚΕΦΑΛ. Θʹ. Στῆθι ἐμπόνως, καὶ προσεύχου εὐτόνως, καὶ ἀποστρέφου τὰς τῶν φροντίδων καὶ διαλογισμῶν ἐπιτεύξεις· ταράττουσι γὰρ καὶ θορυβοῦσί σε, ἵνα ἐκλύσωσι τοῦ τόνου. ΚΕΦΑΛ. Ιʹ. Ὅταν ἴδωσιν οἱ δαίμονες προθυμούμενόν σε ἀληθῶς προσεύξασθαι, τότε ὑποτίθενται νοήματά τινων πραγμάτων δῆθεν ἀναγκαίων, καὶ μετὰ βραχὺ ἐπαίρουσι τὴν περὶ αὐτῶν μνήμην, κινοῦντες τὸν νοῦν πρὸς ζήτησιν αὐτῶν, καὶ ὡς μὴ εὑρίσκων σφόδρα λυπεῖται, καὶ ἀθυμεῖ· ἡνίκα δὲ στῇ εἰς προσευχὴν, ὑπομιμνήσκουσιν αὐτὸν τῶν ζητηθέντων, καὶ μνημονευθέντων, ἵνα χαυνωθεὶς ὁ νοῦς πρὸς γνῶσιν αὐτῶν ἀπολέσῃ τὴν εὔκαρπον προσευχήν. ΚΕΦΑΛ. ΙΑʹ. Ἀγωνίζου στῆσαι τὸν νοῦν σου, κατὰ τὸν καιρὸν τῆς προσευχῆς κωφὸν, καὶ ἄλαλον, καὶ δυνήσῃ προσεύξασθαι. ΚΕΦΑΛ. ΙΒʹ. Ἡνίκα ἀπαντήσει σοι πειρασμὸς, ἢ ἀντιλογία, ἢ ἐρεθίσῃ, ἢ πρὸς τὴν δι' ἐναντίας ἄμυναν κινῆσαι θυμὸν, ἢ ῥῆξαι φωνήν τινα, μνήσθητι τῆς προσευχῆς καὶ τοῦ κατ' αὐτὴν κρίματος· καὶ εὐθέως ἡ ἔν σοι ἄτακτος κίνησις ἠρεμήσει. ΚΕΦΑΛ. ΙΓʹ. Ὅσα ἂν ποιήσῃς πρὸς ἄμυναν ἀδελφοῦ ἠδικηκότος σε, ἅπαντα εἰς σκάνδαλόν σοι γενήσεται ἐν καιρῷ προσευχῆς. ΚΕΦΑΛ. ΙΔʹ. Προσευχή ἐστι πραότητος καὶ ἀοργησίας βλάστημα. ΚΕΦΑΛ. ΙΕʹ. Προσευχή ἐστι χαρᾶς καὶ εὐχαριστίας πρόβλημα. 79.1172 ΕΦΑΛ. Ιςʹ. Προσευχή ἐστι λύπης καὶ ἀθυμίας ἀλέξημα.
ΚΕΦΑΛ. ΙΖʹ. Ἀπελθὼν πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ λαβὼν τὸν σταυρὸν, ἀπάρνησαι ἑαυτὸν, ἵνα δυνηθῇς ἀπερισπάστως προσεύχεσθαι. ΚΕΦΑΛ. ΙΗʹ. Εἰ βούλει ἐπαινετῶς προσεύχεσθαι, ἄρνησαι ἑαυτὸν καθ' ὥραν, καὶ πάμπολα δεινὰ πάμπολα ὑπὲρ προσευχῆς φιλοσόφει. ΚΕΦΑΛ. ΙΘʹ. Ὅπερ ἂν χαλεπὸν ὑπομένων φιλοσοφήσῃς, τούτου τὸν καρπὸν κατὰ τὸν καιρὸν τῆς προσευχῆς εὑρήσεις. ΚΕΦΑΛ. Κʹ. Ἐπιθυμῶν προσεύξασθαι ὡς δεῖ, μὴ λυπήσῃς ψυχὴν, εἰ δὲ μήγε, εἰς μάτην τρέχεις. ΕΦΑΛ. ΚΑʹ. Ἄφες σου τὸ δῶρον, φησὶν, ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ἀπελθὼν πρότερον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε προσεύξῃ ἀταράχως· ἡ γὰρ μνησικακία ἀμαυροῖ τὸ ἡγεμονικὸν τοῦ προσευχομένου, καὶ σκοτίζει τούτου τὰς προσευχάς. ΚΕΦΑΛ. ΚΒʹ. Οἱ λύπας καὶ μνησικακίας ἑαυτοῖς σωρεύοντες, καὶ προσεύχεσθαι δοκοῦντες, ὅμοιοί εἰσι τοῖς ὕδωρ ἀντλοῦσι, καὶ εἰς τετρημένον πίθον βάλλουσιν. ΚΕΦΑΛ. ΚΓʹ. Ἐὰν ὑπομονητικὸς ᾖς, ἀεὶ μετὰ χαρᾶς προσεύξῃ. ΚΕΦΑΛ. ΚΔʹ. Προσευχομένου σου δεόντως, τοιαῦτά σοι ἀπαντήσει πράγματα, ἵνα δόξῃς δίκαιον εἶναι πάντως τῷ θυμῷ χρήσασθαι· οὐκ ἔστι δὲ δίκαιος θυμὸς κατὰ τοῦ πέλας τὸ σύνολον· ἐὰν γὰρ ζητήσῃς, εὑρήσεις, ὅτι δυνατὸν, καὶ δίχα θυμοῦ καλῶς διατεθῆναι τὸ πρᾶγμα· πάσῃ οὖν μηχανῇ χρῆσαι πρὸς τὸ μὴ ῥῆξαι θυμόν. ΚΕΦΑΛ. ΚΕʹ. Ὅρα μὴ δοκῶν ἕτερον ἰᾶσθαι, αὐτὸς ἀνίατος ἔσῃ, καὶ δῷς ἐκκοπὴν τῇ προσευχῇ σου. ΚΕΦΑΛ. Κςʹ. Φειδόμενος θυμοῦ, φειδὼ εὑρήσεις, καὶ φρόνιμον ἑαυτὸν ἀναδείξεις πρὸς τὸ εἰς οἴησιν, καὶ ἐν τοῖς προσευχομένοις ἔσῃ. ΚΕΦΑΛ. ΚΖʹ. Κατὰ θυμοῦ ὁπλιζόμενος, ἐπιθυμίας οὐκ ἀνέξῃ ποτέ· αὕτη γὰρ ὕλας δίδωσι τῷ θυμῷ, καὶ οὗτος 79.1173 ταράττει τὸν νοερὸν ὀφθαλμὸν, λυμαινόμενος τὴν κατάστασιν τῆς προσευχῆς. ΚΕΦΑΛ. ΚΗʹ. Μὴ ἐν μόνοις τοῖς ἐκτὸς σχήμασι προσεύχου, ἀλλὰ τρέπε τὸν νοῦν σου εἰς συναίσθησιν πνευματικῆς προσευχῆς μετὰ πολλοῦ φόβου. ΚΕΦΑΛ. ΚΘʹ. Ποτὲ μὲν ἀθρόως στὰς εἰς προσευχὴν οὐ προσεύξῃ, ποτὲ δὲ λίαν πονήσας, οὐκ ἐπιτεύξῃ τοῦ σκοποῦ, ἵνα ἔτι μᾶλλον ζητήσας, καὶ λαβὼν, ἕξεις ἄσυλον τὸ κατόρθωμα. ΚΕΦΑΛ. Λʹ. Ἐπιστάντος ἀγγέλου ἀθρόον ἅπαντες ἀφίστανται οἱ ἐνοχλοῦντες ἡμῖν, καὶ εὑρίσκεται ὁ νοῦς ἐν πολλῇ ἀνέσει, ὑγιῶς προσευχόμενος· ποτὲ δὲ τοῦ συνήθους πολέμου ἡμῖν ἐπικειμένου, πυκτεύει ὁ νοῦς, καὶ οὐ συγχωρεῖται ἀνανεῦσαι, προπεποίωται γὰρ τοῖς ποικίλοις πάθεσιν, ὅμως ἐπὶ πλέον ζητῶν εὑρήσει, καὶ κρούοντι αὐτῷ εὐτόνως, ἀνοιγήσεται. ΚΕΦΑΛ. ΛΑʹ. Μὴ προσεύχου τὰ σὰ θελήματα γενέσθαι· οὐδὲ γὰρ πάντως συμφωνοῦσι τῷ θελήματι τοῦ Θεοῦ, ἀλλὰ μᾶλλον καθὼς ἐδιδάχθης, προσεύχου λέγων· Γενηθήτω τὸ θέλημά σου ἐν ἐμοί· καὶ ἐπὶ παντὶ δὲ πράγματι οὕτως αὐτὸν αἴτει τὸ ἀγαθὸν, καὶ συμφέρον τῇ ψυχῇ, σὺ δὲ οὐ πάντως τοῦτο ζητεῖς. ΚΕΦΑΛ. ΛΒʹ. Πολλάκις προσευχόμενος ᾐτησάμην γενέσθαι μοι ὃ ἔδοξα καλὸν εἶναί μοι, καὶ ἐπέμενον τῷ αἰτήματι, ἀλόγως βιαζόμενος τὸ θέλημα τοῦ Θεοῦ, καὶ μὴ ἀποδιδοὺς αὐτῷ, ἵνα ὃ οἶδε συμφέρον αὐτὸς μᾶλλον οἰκονομήσῃ, καὶ μέντοι λαβὼν, ὕστερον ἠχθέσθην λίαν, διότι μᾶλλον τὸ βούλημα ἑαυτοῦ ᾐτησάμην γενέσθαι· οὐ γὰρ τοιοῦτόν μοι ἀπήντησε τὸ πρᾶγμα, οἷον ἐνόμιζον.
ΚΕΦΑΛ. ΑΙʹ. Τί ἄλλο ἀγαθὸν, ἀλλ' ἢ Θεός; Οὐκοῦν αὐτῷ ἀποδῶμεν πάντα τὰ καθ' ἡμᾶς, καὶ εὖ ἡμῖν ἔσται· ὁ γὰρ ἀγαθὸς πάντως, καὶ ἀγαθῶν ἐστι παροχεὺς δωρεῶν. ΚΕΦΑΛ. ΛΔʹ. Μὴ ὡς ἐν δυνάμει κομιζόμενος, εὐθέως τὸ αἴτημα ζήτει· βούλεται γάρ σε ἐπὶ πλέον εὐεργετῆσαι προσκαρτεροῦντα αὐτῷ ἐν τῇ προσευχῇ· τί γὰρ ἀνώτερον τοῦ τῷ Θεῷ προσομιλεῖν, καὶ τῇ πρὸ αὐτὸν συνουσίᾳ περισπᾶσθαι; ΚΕΦΑΛ. ΛΕʹ. Προσευχή ἐστιν ἀνάβασις νοῦ πρὸς Θεόν. 79.1176 ΚΕΦΑΛ. Λςʹ. Εἰ προσεύξασθαι ποθεῖς, ἀπόταξαι τοῖς σύμπασιν, ἵνα τὸ πᾶν κληρονομήσῃς. ΚΕΦΑΛ. ΛΖʹ. Προσεύχου πρότερον περὶ τοῦ καθαρθῆναι τῶν παθῶν, καὶ δεύτερον περὶ τοῦ ῥυσθῆναι ἀπὸ τῆς ἀγνωσίας, καὶ τρίτον ἀπὸ παντὸς πειρασμοῦ καὶ ἐγκαταλείψεως. ΚΕΦΑΛ. ΛΗʹ. Μόνην ζήτει ἐν τῇ προσευχῇ σου τὴν δικαιοσύνην, καὶ τὴν βασιλείαν, τουτέστι τὴν ἀρετὴν, καὶ τὴν γνῶσιν, καὶ τὰ λοιπὰ πάντα προστεθήσεταί σοι. ΚΕΦΑΛ. ΛΘʹ. Δίκαιον, μὴ μόνον περὶ οἰκείας καθάρσεως προσεύχεσθαι, ἀλλὰ καὶ περὶ παντὸς ὁμοφύλου, ἵνα ἀγγελικὸν μιμήσῃ τρόπον. ΚΕΦΑΛ. Μʹ. Ὅρα, ἐὰν ἀληθῶς Θεῷ παρέστηκας ἐν τῇ προσευχῇ σου, ἢ ἐπαίνῳ ἀνθρώπων ἡττᾶσαι, καὶ τούτων θηρᾷν ἐπείγῃ, ὥσπερ ἐπικαλύμματι κεχρημένος τῇ παραστάσει τῆς προσευχῆς. ΚΕΦΑΛ. ΜΑʹ. Εἴτε μετὰ ἀδελφῶν προσεύχῃ, εἴτε κατὰ μόνας, ἀγώνισαι, μὴ ἔθει, ἀλλὰ αἰσθήσει προσεύχεσθαι. ΚΕΦΑΛ. ΜΒʹ. Ἦθος ἐστὶ προσευχῆς σύννοια μετ' εὐλαβείας, καὶ κατανύξεως, καὶ ὀδύνης ψυχῆς ἐν ἐξαγορεύσει πταισμάτων μετὰ στεναγμῶν ἀφώνων. ΚΕΦΑΛ. ΜΓʹ. Ἐὰν περιβλέπηται ὁ νοῦς σου ἀκμὴν ἐν τῷ καιρῷ τῆς προσευχῆς, οὐδέπω ὡς μοναχὸς προσεύχεται, ἀλλ' ἔτι κοσμικός ἐστι, τὴν ἔξωθεν σκηνὴν καλλωπίζων. ΚΕΦΑΛ. ΜΔʹ. Προσευχόμενος, τὴν μνήμην σου δυνάμει φύλαττε, ἵνα μὴ τὰ οἰκεῖα παράθηταί σοι, ἀλλὰ πρὸς τὴν γνῶσιν τῆς παρατάσεώς σε κινῇ· λίαν γὰρ πέφυκε συλᾶσθαι ὁ νοῦς ὑπὸ τῆς μνήμης κατὰ τὸν καιρὸν τῆς προσευχῆς. ΚΕΦΑΛ. ΜΕʹ. Ἢ παλαιῶν πραγμάτων ἄγει σοι φαντασίας ἡ μνήμη προσευχομένῳ, ἢ νέας φροντίδας, ἢ πρόσωπον λελυπηκότος. ΚΕΦΑΛ. Μςʹ. Λίαν βασκαίνει ὁ δαίμων ἀνθρώπῳ προσευχομένῳ, καὶ πάσῃ χρᾶται μηχανῇ, λυμήνασθαι τὸν τούτου σκοπόν· οὐ παύεται οὖν τὰ νοήματα κινῶν τῶν πραγμάτων διὰ τῆς μνήμης, καὶ ὅλα τὰ πάθη ἀναμοχλεύων διὰ τῆς σαρκὸς, ἵνα ἐμποδίσαι δυνηθῇ τῷ ἀρίστῳ αὐτοῦ δρόμῳ, καὶ τῇ πρὸς Θεὸν ἐκδημίᾳ. ΚΕΦΑΛ. ΜΖʹ. Ὅταν πολλὰ ποιήσας ὁ πονηρότατος δαίμων, μὴ δυνηθῆ ἐμποδίσαι τὴν τοῦ σπουδαίου προσευχὴν, μι.1177 κρὸν ὑποχαλᾷ, καὶ μετέπειτα ἀμύνεται αὐτὸν προσευξάμενον· ἢ γὰρ εἰς ὀργὴν ἐξάψας ἀφανίζει τὴν ἐκ τῆς εὐχῆς συγκροτουμένην ἀρίστην κατάστασιν ἐν ἑαυτῷ, ἢ πρὸς ἡδονήν τινα ἄλογον ἐρεθίσας ὑβρίζει τὸν νοῦν. ΚΕΦΑΛ. ΜΗʹ. Προσευξάμενος ὡς δεῖ, προσδόκα ἃ μὴ δεῖ, καὶ στῆθι ἀνδρείως φυλάττων τὸν καρπόν σου· εἰς τοῦτο γὰρ ἐξ ἀρχῆς ἐτάχθης, ἐργάζεσθαι, καὶ φυλάττειν· μὴ οὖν ἐργασάμενος ἐάσῃς ἀφύλακτον τὸ πονηθέν· εἰ δὲ μήγε, οὐδὲν ὠφέλησας προσευχόμενος.
ΚΕΦΑΛ. ΜΘʹ. Πᾶς ὁ συγκροτούμενος πόλεμος μεταξὺ ἡμῶν τε, καὶ τῶν ἀκαθάρτων πνευμάτων, οὐ περὶ ἑτέρου γίνεται, ἢ περὶ πνευματικῆς προσευχῆς· λίαν γὰρ πολέμιος αὐτοῖς ἐστι, καὶ ἐπαχθεστάτη, ἡμῖν δὲ σωτήριος, καὶ προσηνεστάτη. ΚΕΦΑΛ. Νʹ. Τί βούλεται τοῖς δαίμοσι ἐνεργεῖν ἐν ἡμῖν γαστριμαργίαν, πορνείαν, φιλαργυρίαν, ὀργήν τε καὶ μνησικακίαν, καὶ τὰ λοιπὰ πάθη; ἵνα παχυνθεὶς ὁ νοῦς ἐξ αὐτῶν, μὴ δυνηθῇ ὡς δεῖ προσεύξασθαι· τὰ γὰρ τοῦ ἀλόγου μέρους πάθη ἄρξαντα οὐκ ἐᾷ αὐτὸν λογικῶς κινεῖσθαι καὶ τὸν Θεοῦ Λόγον ἐπιζητεῖν. ΚΕΦΑΛ. ΝΑʹ. Τὰς ἀρετὰς μετερχόμεθα διὰ τοὺς λόγους τῶν γεγονότων, καὶ τούτους διὰ τὸν οὐσιώσαντα Κύριον, οὗτος δὲ ἐν τῇ καταστάσει τῆς προσευχῆς ἀναφαίνεσθαι εἴωθε. ΚΕΦΑΛ. ΝΒʹ. Κατάστασίς ἐστι προσευχῆς ἕξις ἀπαθὴς, ἔρωτι ἀκροτάτῳ εἰς ὕψος νοητὸν ἁρπάζουσα τὸν φιλόσοφον, καὶ πνευματικὸν νοῦν. ΚΕΦΑΛ. ΝΓʹ. Οὐ μόνον θυμοῦ, καὶ ἐπιθυμίας δεῖ ἄρχειν τὸν ἀληθῶς προσεύξασθαι ἐπειγόμενον, ἄλλα καὶ ἐκτὸς ἐμπαθοῦς νοήματος γενέσθαι. ΚΕΦΑΛ. ΝΔʹ. Ὁ ἀγαπῶν τὸν Θεὸν, τούτῳ ὡς Πατρὶ ἀεὶ συνομιλεῖ, ἀποστρεφόμενος πᾶν νόημα ἐμπαθές. ΚΕΦΑΛ. ΝΕʹ. Οὐχ ὁ ἀπαθείας τετυχηκὼς, ἤδη καὶ προσεύχεται ἀληθῶς· δύναται γὰρ ἐν τοῖς ψιλοῖς νοήμασι εἶναι καὶ ἐν ταῖς ἱστορίαις αὐτῶν περισπᾶσθαι, καὶ μακρὰν ἀπέχειν ἀπὸ Θεοῦ. ΚΕΦΑΛ. Νςʹ. Οὐκ ἂν ὅτε μὴ ἐγχρονίζῃ ὁ νοῦς ἐν τοῖς ψιλοῖς νοήμασι τῶν πραγμάτων, ἤδη καὶ προσευχῆς κατείληφε τόπον· δύναται γὰρ ἐν τῇ θεωρίᾳ εἶναι τῶν πραγμάτων, καὶ ἐν τοῖς λόγοις αὐτῶν ἀδολεσχεῖν, 79.1180 ἅπερ, καὶ εἰ ψιλὰ ῥήματά εἰσιν, ἀλλ' ὡς πραγμάτων ὄντα θεωρήματα, τυποῦσι τὸν νοῦν, καὶ μακρὰν ἀπάγουσιν ἀπὸ Θεοῦ. ΚΕΦΑΛ. ΝΖʹ. Κἂν ὑπὲρ τὴν θεωρίαν τῆς σωματικῆς φύσεως ὁ νοῦς γένηται, οὔπω τέλεον τὸν τοῦ Θεοῦ τόπον ἐθεάσατο· δύναται γὰρ ἐν τῇ τῶν νοητῶν εἶναι γνώσει, καὶ ποικίλλεσθαι πρὸς αὐτήν. ΚΕΦΑΛ. ΝΗʹ. Εἰ προσεύξασθαι βούλει, Θεοῦ χρεία τοῦ διδόντος εὐχὴν τῷ εὐχομένῳ· οὐκοῦν ἐπικαλοῦ αὐτὸν λέγων, «Ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου,» τουτέστι τὸ ἅγιον Πνεῦμα, καὶ ὁ μονογενής σου Υἱός· οὕτω γὰρ ἐδίδαξε, λέγων, ἐν Πνεύματι καὶ ἀληθείᾳ προσκυνεῖσθαι τὸν Θεὸν, τουτέστι τὸν Πατέρα, ἐπεὶ καὶ τὰ τρία Θεός. ΚΕΦΑΛ. ΝΘʹ. Ο ἐν Πνεύματι καὶ ἀληθείᾳ προσευχόμενος οὐκέτι ἐκ τῶν κτισμάτων τὸν Δημιουργὸν γεραίρει, ἀλλ' ἐξ αὑτοῦ αὐτὸν ἀνυμνεῖ. ΚΕΦΑΛ. Ξʹ. Εἰ θεολόγος εἶ, προσεύξῃ ἀληθῶς, καὶ εἰ ἀληθῶς προσεύξῃ, θεολόγος εἶ. ΚΕΦΑΛ. ΞΑʹ. Ὅταν ὁ νοῦς σου τῷ πολλῷ πρὸς τὸν Θεὸν πόθῳ κατὰ μικρὸν οἷον ὑπαναχωρεῖ τῆς σαρκὸς, καὶ πάντα τὰ ἐξ ἐνθυμήσεως, ἢ κράσεως νοήματα ἀποστρέφηται, εὐλαβείας ὁμοῦ, καὶ χαρᾶς ἔμπλεως γενόμενος, τότε νόμιζε ἠγγικέναι ὅροις προσευχῆς. ΚΕΦΑΛ. ΞΒʹ. Τὸ ἅγιον Πνεύμα συμπάσχον τῇ ἡμετέρᾳ ἀσθενείᾳ, καὶ ἀκαθάρτοις οὖσιν ἐπιφοιτᾷ ἡμῖν, καὶ εἰ εὕροι τὸν νοῦν ἡμῶν φιλαλήθως αὐτῷ προσευχόμενον, ἐπιβαίνει αὐτῷ, καὶ ἅπασαν τὴν κυκλοῦσαν αὐτὸν τῶν λογισμῶν, ἢ τῶν νοημάτων φάλαγγα, ἐξαφανίζει, προτρεπόμενον αὐτὸν εἰς ἔργα πνευματικῆς προσευχῆς. ΚΕΦΑΛ. ΞΓʹ. Οἱ μὲν λοιποὶ διὰ τῆς ἀλλοιώσεως τοῦ σώματος ἐμποιοῦσι τῷ νῷ λογισμοὺς, ἢ νοήματα, καὶ θεωρήματα. Ὁ δέ γε Θεὸς τοὐναντίον δρᾷ, αὐτῷ τῷ νῷ
ἐπιβαίνει, καὶ ἐντιθεὶς αὐτῷ γνῶσιν, ὡς βούλεται, καὶ διὰ τοῦ νοῦ τὴν τοῦ σώματος ἀκρασίαν κατευνάζων. ΚΕΦΑΛ. ΞΔʹ. Οὐδεὶς ἐρῶν ἀληθοῦς προσευχῆς, καὶ ὀργιζόμενος, ἢ μνησικακῶν ἐκτός ἐστι παραπληξίας· ὅμοιος γάρ ἐστι τῷ ὀξυωπεῖν θέλοντι, καὶ τοὺς οἰκείους ὀφθαλμοὺς ἐκταράσσοντι. 79.1181 ΚΕΦΑΛ. ΞΕʹ. Εἰ προσεύξασθαι ποθεῖς, μηδὲν τῶν ἐναντιουμένων τῇ προσευχῇ πρᾶττε, ἵνα ὁ Θεὸς ἐγγίσας συμπορεύσηταί σοι. ΚΕΦΑΛ. Ξςʹ. Μὴ σχηματίζῃς τὸ Θεῖον ἐν ἑαυτῷ προσευχόμενος, μηδὲ πρὸς μορφήν τινα συγχωρήσῃς τυπωθῆναί σου τὸν νοῦν· ἀλλ' ἄϋλος τῷ ἀΰλῳ πρόσιθι, καὶ συνίσεις. ΚΕΦΑΛ. ΞΖʹ. Φυλάττου τὰς παγίδας τῶν ἐναντίων. Γίνεται γὰρ ἐν τῷ προσεύχεσθαί σε καθαρῶς, καὶ ἀταράχως, ἀθρόως ἐπιστῆναί σοι μορφὴν ξένην, καὶ ἀλλόφυλον, πρὸς τὸ εἰς οἴησιν ἀπαγαγεῖν σε τοπάζοντα τὸ Θεῖον ἐκεῖ. ἵνα τὸ ἀθρόως ἐκκαλυφθέν σοι, ποσὸν τὸ θεῖον εἶναι πείσῃ· ἄποσον δὲ τὸ Θεῖον, καὶ ἀσχημάτιστον. ΚΕΦΑΛ. ΞΗʹ. Ὅταν μὴ δυνηθῇ τὴν μνήμην κινῆσαι ἐν τῇ προσευχῇ ὁ φθονερὸς δαίμων, τότε τὴν κρᾶσιν τοῦ σώματος ἐκβιάζεται εἰς τὸ ποιῆσαι ξένην τινὰ φαντασίαν τῷ νῷ, καὶ μορφῶσαι αὐτόν· ὁ δὲ ἔχων ἔθος ἐν νοήμασιν, εὐχερῶς κάμπτεται, καὶ πρὸς ἄϋλον, καὶ ἀνείδεον γνῶσιν ἐπειγόμενος ἀπατᾶται, καπνὸν ἀντὶ φωτὸς κατέχων. ΚΕΦΑΛ. ΞΘʹ. Στῆθι ἐπὶ τῆς φυλακῆς σου φυλάττων τὸν νοῦν σου ἀπὸ νοημάτων κατὰ τὸν καιρὸν τῆς προσευχῆς, στῆναι ἐπὶ τῇ οἰκείᾳ ἠρεμίᾳ, ἵνα ὁ συμπάσχων τοῖς ἀγνοοῦσι, καὶ σοὶ ἐπιφοιτήσῃ, καὶ τότε λήψῃ δῶρον προσευχῆς εὐκλεέστατον ΚΕΦΑΛ. Οʹ. Οὐ δυνήσῃ προσεύξασθαι καθαρῶς, πράγμασι συμπλεκόμενος ὑλικοῖς, καὶ φροντίσι συνεχέσι δονούμενος· προσευχὴ γάρ ἐστιν ἀπόθεσις νοημάτων. ΚΕΦΑΛ. ΟΛʹ. Οὐ δύναται δεδεμένος δραμεῖν, οὐδὲ νοῦς πάθεσι δουλεύων προσευχῆς πνευματικῆς τόπον ἰδεῖν· ἕλκεται γὰρ, καὶ περιφέρεται ἐκ τοῦ ἐμπαθοῦς νοήματος, καὶ οὐχ ἵσταται ἀκλόνητος. ΚΕΦΑΛ. ΟΒʹ. Ἐπὰν καθαρῶς λοιπὸν, ἀπλανῶς καὶ ἀληθῶς προσεύχηται ὁ νοῦς τὸ τηνικαῦτα. οὐκ ἔτι ἐκ τῶν ἀριστερῶν ὑπέρχονται οἱ δαίμονες, ἀλλ' ἐκ τῶν δεξιῶν· ὑποτίθενται γὰρ αὐτῷ δόξαν Θεοῦ, καὶ σχηματισμόν τινα τῶν τῇ αἰσθήσει φίλων, ὡς δοκεῖν τελείως τετεῦχθαι αὐτὸν τοῦ περὶ προσευχῆς σκοποῦ. Τοῦτο δὲ, ἔφρασε θαυμαστὸς καὶ γνωστικὸς ἀνὴρ, ὑπὸ τοῦ τῆς κενοδοξίας πάθους γίνεσθαι, καὶ ὑπὸ τοῦ δαίμονος τοῦ ἁπτομένου, τοῦ κατὰ τὸν ἐγκέφαλον τόπου, καὶ φλεψὶ πάλλοντος. 79.1184 ΚΕΦΑΛ. ΟΓʹ. Οἶμαι τὸν δαίμονα ἐφαπτόμενον τοῦ εἰρημένου τόπου τὸ περὶ τὸν νοῦν φῶς τρέπειν καθὼς βούλεται, καὶ οὕτω κινεῖσθαι τὸ τῆς κενοδοξίας πάθος, εἰς λογισμὸν μορφοῦντα τὸν νοῦν κοῦφον γνωμόνως πρὸς τὸν ἀναπλασμὸν τῆς θείας καὶ οὐσιώδους γνώσεως, μὴ ὀχλούμενος δὲ ὁ τοιοῦτος ὑπὸ σαρκικῶν, καὶ ἀκαθάρτων παθῶν, ἀλλὰ καθαρῶς δῆθεν παρεστηκὼς, δοκεῖ μηκέτι ἐνέργειάν τινα ἐναντίαν γίνεσθαι ἐν ἑαυτῷ, ὅθεν ὑποπτεύει θεῖαν εἶναι ἐπιφάνειαν τὴν γενομένην αὐτῷ ὑπὸ τοῦ δαίμονος, καὶ μορφοῦντος αὐτὸν, καθῶς προέφαμεν. ΚΕΦΑΛ. ΟΔʹ. Ὁ τοῦ Θεοῦ ἄγγελος ἐπιστὰς λόγῳ μόνῳ ἅπασαν τὴν ἀντικειμένην ἐνέργειαν παύει ἐξ ἡμῶν, καὶ κινεῖ τὸ φῶς τοῦ νοῦ ἀπλανῶς ἐνεργεῖν. ΚΕΦΑΛ. ΟΕʹ. Τὸ λέγειν ἐν τῇ Ἀποκαλύψει κομίζεσθαι τὸν ἄγγελον θυμίαμα ἵνα δῷ εἰς τὰς προσευχὰς τῶν ἁγίων, οἶμαι τὴν χάριν εἶναι ταύτην διὰ τοῦ ἀγγέλου
ἐνεργουμένην· γνῶσιν γὰρ ἐμποιεῖ τῆς ἀληθοῦς προσευχῆς, ὥστε ἑστάναι λοιπὸν ἐκτὸς παντὸς κλόνου, ἀκηδίας τε, καὶ ὀλιγωρίας τὸν νοῦν. ΚΕΦΑΛ. Οςʹ. Αἱ φιάλαι τῶν θυμιαμάτων αἱ προσευχαὶ εἶναι λέγονται τῶν ἁγίων, ἃς εἰκοσιτέσσαρες πρεσβύτεροι ἐπιφέρονται. ΚΕΦΑΛ. ΟΖʹ. Φιάλην δὲ ὑποληπτέον τὴν πρὸς Θεὸν φιλίαν, ἤτοι τὴν τελείαν καὶ πνευματικὴν ἀγάπην, ἐν ᾗ ἡ προσευχὴ ἐνεργεῖται ἐν Πνεύματι καὶ ἀληθείᾳ. ΚΕΦΑΛ. ΟΗʹ. Ὅταν δόξῃς μὴ δεῖσθαι δακρύων ἐν τῇ προσευχῇ σου δι' ἁμαρτίας, σκόπει πόσον ἀφέστηκας Θεοῦ, ὀφείλων εἶναι ἐν αὐτῷ διὰ παντὸς, καὶ θερμότερον δακρύσεις. ΚΕΦΑΛ. ΟΘʹ. Ναὶ μὴν ἐπιγινώσκων τὰ μέτρα σου, ἡδέως πενθήσεις, ταλανίζων ἑαυτὸν κατὰ τὸν Ἡσαΐαν, ὡς ἀκάθαρτος ὢν, καὶ ἀκάθαρτα χείλη ἔχων, καὶ ἐν μέσῳ λαοῦ τοιούτου ὑπάρχων, τοὐναντίον τολμᾷς Κυρίῳ Σαβαὼθ παρεστάναι. ΚΕΦΑΛ. Πʹ. Ἐὰν ἀληθῶς προσεύχῃ, πολλὴν πληροφορίαν εὑρήσεις, καὶ ἄγγελοι συνελεύσονταί σοι καὶ τοὺς λόγους τῶν γινομένων φωτιοῦσι. 79.1185 ΚΕΦΑΛ. ΠΑʹ. Γίνωσκε, ὅτιπερ οἱ ἅγιοι ἄγγελοι προτρέπονται ἡμᾶς εἰς προσευχὴν, καὶ συμπαρίστανται ἡμῖν χαίροντες ἅμα, καὶ προσευχόμενοι ὑπὲρ ἡμῶν· ἐὰν οὖν ἀμελήσωμεν, καὶ δεξώμεθα λογισμοὺς ἐναντίους λίαν παροξύνομεν αὐτοὺς, ὅτιπερ ὑπὲρ ἡμῶν ἀγωνίζονται τοσοῦτον, ἡμεῖς δὲ οὐδὲ ὑπὲρ ἑαυτῶν βουλόμεθα ἱκετεῦσαι τὸν Θεόν· ἀλλὰ καταφρονοῦντες τῆς αὐτῶν λειτουργίας, καὶ τὸν τούτων Θεὸν, καὶ Δεσπότην καταλιμπάνοντες δαίμοσιν ἀκαθάρτοις ἐντυγχάνομεν. ΚΕΦΑΛ. ΠΒʹ. Προσεύχου ἐπιεικῶς, καὶ ἀταράχως, καὶ ψάλλε συνετῶς καὶ εὐρύθμως, καὶ ἔσῃ ὡς νεοσσὸς ἀετοῦ ἐν ὕψει αἰρόμενος. ΚΕΦΑΛ. ΠΓʹ. Ἡ μὲν ψαλμῳδία τὰ πάθη κατευνάζει, καὶ τὴν ἀκρασίαν τοῦ σώματος ἠρεμεῖν ἀπεργάζεται. Ἡ δὲ προσευχὴ ἐνεργεῖν παρασκευάζει τὸν νοῦν τὴν ἰδίαν ἐνέργειαν. ΚΕΦΑΛ. ΠΔʹ. Προσευχὴ ἐστὶ πρέπουσα ἐνέργεια, τῇ ἀξίᾳ τοῦ νοῦ ἤτοι κρείττων, καὶ εἰλικρινὴς κρίσις αὐτοῦ. ΚΕΦΑΛ. ΠΕʹ. Ἡ μὲν ψαλμῳδία τύπος τῆς ποικίλης σοφίας ἐστὶν, ἡ δὲ προσευχὴ, προοίμιόν ἐστι τῆς ἀΰλου, καὶ ποικίλης γνώσεως. ΚΕΦΑΛ. Πςʹ. Ἡ γνῶσις, καλλίστη ὑπάρχει, συνεργὸς γάρ ἐστι τῆς προσευχῆς, τὴν νοερὰν δύναμιν τοῦ νοῦ διυπνίζουσα πρὸς θεωρίαν τῆς θείας γνώσεως. ΚΕΦΑΛ. ΠΖʹ. Εἰ οὐδέπω ἔλαβες χάρισμα προσευχῆς, ἢ ψαλμωδίας, ἐφέδρευσον, καὶ λήψῃ. ΚΕΦΑΛ. ΠΗʹ. Ἔλεγε δὲ αὐτοῖς καὶ παραβολὴν πρὸς τὸ δεῖν αὐτοὺς πάντοτε προσεύχεσθαι, καὶ μὴ ἐκκακεῖν· οὐκοῦν μὴ ἐκκάκει τέως, μηδὲ ἀθύμει ὡς μὴ λαβών· λήψῃ γὰρ ὕστερον· καὶ ἐπήγαγε τῇ παραβολῇ, τό· «Εἰ γὰρ καὶ Θεὸν οὐ φοβοῦμαι, καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι, ἀλλά γε διὰ τὸ κόπους παρέχειν μοι τὴν γυναῖκα, ποιήσω τὴν ἐκδίκησιν αὐτῆς·» οὕτως οὖν καὶ ὁ Θεὸς ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας ἐν τάχει. Εὐθύμει τοιγαροῦν προσκαρτερῶν ἐμπόνως τῇ ἁγίᾳ προσευχῇ. ΚΕΦΑΛ. ΠΘʹ. Μὴ θελήσῃς ὥς σοι δοκεῖ, ἀλλ' ὡς Θεῷ ἀρέσκει τὰ κατὰ σὲ γενέσθαι, καὶ ἔσῃ ἀτάραχος, καὶ εὐχάριστος ἐν προσευχῇ σου. 79.1188 ΚΕΦΑΛ. ʹ. Κἂν μετὰ Θεοῦ δοκῇς εἶναι, φυλάττου τῆς πορνείας δαίμονα. Λίαν γάρ ἐστιν ἀπατεὼν, καὶ φθονερώτατος, καὶ βούλεται ὀξύτερος εἶναι τῆς κινήσεως καὶ νήψεως τοῦ νοός σου, καὶ ἀπὸ Θεοῦ ἀποσπᾷν αὐτὸν παρεστῶτα αὐτῷ μετ' εὐλαβείας, καὶ φόβου.
ΚΕΦΑΛ. Αʹ. Ἑὰν προσευχῆς ἐπιμελῇ, ἑτοιμάζου πρὸς ἐπαγωγὰς δαιμόνων, καὶ καρτερῶς τὰς παρ' αὐτῶν μάστιγας ὑπόμενε· ὡς γὰρ θῆρες ἄγριοι ἐπελεύσονταί σοι, καὶ πᾶν σου κακώσουσι τὸ σῶμα. ΚΕΦΑΛ. Βʹ. Παρασκευάζου ὡς ἔμπειρος ἀγωνιστὴς, κἂν ἀθρόως ἴδῃς φαντασίαν, μὴ κλονεῖσθαι, κἂν ῥομφαίαν κατὰ σοῦ ἐσπασμένην, ἢ λαμπάδα κατέχουσάν σου τὴν ὄψιν μὴ ταράττεσθαι, κἂν μορφήν τινα ἀηδῆ, καὶ αἱματώδη, μηδόλως καταπίπτειν σου τὴν ψυχὴν, ἀλλὰ στῆθι ὁμολογῶν τὴν καλήν σου ὁμολογίαν, καὶ ῥᾷον ἐπόψῃ ἐπὶ τοὺς ἐχθρούς σου. ΚΕΦΑΛ. Γʹ. Ὁ τὰ λυπηρὰ ὑποφέρων, καὶ τῶν περιχαρῶν τεύξεται, καὶ ὁ ἐν τοῖς ἀηδέσι καρτερῶν, τῶν ἡδέων οὐκ ἀμοιρήσει. ΚΕΦΑΛ. Δʹ. Ὅρα μή σε ἀπατήσωσι διά τινος ὀπτασίας οἱ πονηροὶ δαίμονες· ἀλλὰ γίνου σύννους τρεπόμενος εἰς εὐχὴν, καὶ παρακάλει τὸν Θεὸν, ἵνα, εἰ μὲν ἐξ αὐτοῦ ἐστι τὸ νόημα, αὐτός σε φωτίσῃ, εἰ δὲ μήγε, τὸ τάχος τὸν πλάνον ἀπελάσῃ ἀπὸ σοῦ, καὶ θάρσει, ὡς οὐ στήσονται οἱ κύνες, σοῦ ἐμπύρως τῇ πρὸς Θεὸν ἐντεύξει κεχρημένου· εὐθέως γὰρ ἀοράτως, καὶ ἀφανῶς Θεοῦ δυνάμει μαστιζόμενοι, μακρὰν ἐλασθήσονται. ΚΕΦΑΛ. Εʹ. Δίκαιόν ἐστι μηδὲ τὸν δόλον τοῦτόν σε ἀγνοεῖν, ὅτι ἐν καιρῷ μερίζονται ἑαυτοὺς οἱ δαίμονες, καὶ εἰ δόξης βοήθειαν ἐπιζητεῖν, εἰσίασιν οἱ λοιποὶ ἐν σχήμασιν ἀγγελικοῖς τοὺς πρώτους ἐξελαύνοντες, πρὸς τό σε ἐξαπατᾶσθαι ὑπ' αὐτῶν, τῇ γνώμῃ, ὡς δῆθεν ἁγίων ὄντων ἀγγέλων. ΚΕΦΑΛ. ςʹ. Ταπεινοφροσύνης πολλῆς ἐπιμέλησαι, καὶ οὐ μή σου δαιμόνων ἐπήρεια καθάψηται τῆς ψυχῆς, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου, ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε, καὶ ἀφανῶς ἅπασαν τὴν ἀντικειμένην ἐνέργειαν ἐκδιώξουσιν ἀπὸ σοῦ. ΚΕΦΑΛ. Ζʹ. Ψόφους μὲν καὶ κτύπους καὶ φωνὰς καὶ αἰκισμοὺς ἐκ δαιμόνων ἀκούσεται ὁ καθαρᾶς ἐπιμελούμενος προσευχῆς, ἀλλὰ οὐ συμπετεῖται, οὐδὲ προδώσει τὸν 79.1189 λογισμὸν λέγων πρὸς τὸν Θεόν· Οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετ' ἐμοῦ εἶ, καὶ τὰ ὅμοια. ΚΕΦΑΛ. Ηʹ. Ἐν καιρῷ τῶν τοιούτων πειρασμῶν, βραχείᾳ καὶ ἐπιτεταμένῃ προσευχῇ κέχρησο. ΚΕΦΑΛ. Θʹ. Ἐὰν ἀπειλήσωσί σοι οἱ δαίμονες, ἀθρόως ἐκ τοῦ ἀέρος προφαίνεσθαι, καὶ ἐκπλήττειν σε, καὶ διαρπάζειν τὸν νοῦν σου, ἢ ὡς θῆρες ἀδικεῖν τὴν σάρκα σου, μὴ πτοηθῇς, αὐτοὺς, μηδὲ ὅλως φροντίσῃς τῆς τούτων ἀπειλῆς· ἐκφοβοῦσι γάρ σε πειράζοντες, εἰ ὅλως προσέχεις αὐτοῖς, εἰ τέλειον αὐτῶν κατεφρόνησας, εἰ Θεῷ παντοκράτορι, καὶ δημιουργῷ, καὶ προνοητῇ τοῦ παντὸς παρίστασαι ἐν τῇ προσευχῇ. ΚΕΦΑΛ. Ρʹ. Τί οὕτως ἀλόγως αὐτῷ παρέστηκας, ὡς παρελθόντα τὸν ἀνυπέρβλητον αὐτοῦ φόβον, καὶ κώνωπας, καὶ κανθάρους δεδίττεσθαι; ἢ οὐκ ἤκουσας τοῦ λέγοντος· «Κύριον τὸν Θεόν σου φοβηθήσῃ;» καὶ πάλιν· «Ὃν φρίττει καὶ τρέμει πάντα ἀπὸ προσώπου τῆς δυνάμεως αὐτοῦ;» καὶ τὰ ἑξῆς. ΚΕΦΑΛ. ΡΑʹ. Ὥσπερ ὁ ἄρτος τροφή ἐστι τῷ σώματι, καὶ ἀρετὴ τῇ ψυχῇ, οὕτω καὶ τοῦ νοῦ ἡ πνευματικὴ προσευχὴ τροφὴ ὑπάρχει. ΚΕΦΑΛ. ΡΒʹ. Μὴ φαρισαϊκῶς, ἀλλὰ τελωνικῶς προσεύχου ἐν τῷ ἱερῷ τόπῳ τῆς προσευχῆς, ἵνα καὶ σὺ δικαιωθῇς ὑπὸ Κυρίου. ΚΕΦΑΛ. ΡΓʹ. Ἀγωνίζου μὴ κατεύξασθαί τινος ἐν τῇ προσευχῇ σου, ἵνα μὴ ἃ οἰκοδομεῖς καταλύσῃς βδελυκτὴν ποιῶν τὴν προσευχήν σου.
ΚΕΦΑΛ. ΡΔʹ. Ὁ χρεωφειλέτης τῶν μυρίων ταλάντων παιδευέτω σε, ὡς, εἰ μὴ ἀφήσῃς τῷ ὀφειλέτῃ, οὐδὲ αὐτὸς τεύξῃ τῆς ἀφέσεως· παρέδωκε γὰρ, φησὶν, αὐτὸν τοῖς βασανισταῖς. ΚΕΦΑΛ. ΡΕʹ. Παραπέμπου τὰς ἀνάγκας τοῦ σώματος, ἐν τῇ παραστάσει τῆς προσευχῆς, ἵνα μὴ νυττόμενος ὑπὸ ψύλλης, ἢ φθειρὸς, ἢ κώνωπος, ἢ μυίας, ζημιωθῇς τὸ μέγιστον κέρδος τῆς προσευχῆς σου. ΚΕΦΑΛ. Ρςʹ. Ἦλθεν εἰς ἡμᾶς, ὥς τινι τῶν ἁγίων προσευχομένῳ, τοσοῦτον ἀνθίστατο ὁ πονηρὸς, ὡς ἅμα τῷ ἐκτεῖναι τὰς χεῖρας, ἐκεῖνον εἰς λέοντα μετασχηματίζεσθαι, καὶ ἀνεγείρειν εἰς ὀρθὸν τοὺς ἐμπροσθίους πόδας, καὶ τοὺς οἰκείους ὄνυχας ἑκατέρωθεν ταῖς δυσὶ ψύαις ἐμπείρειν τοῦ ἀγωνιστοῦ, καὶ μὴ ἀφίστασθαι πρὶν τὰς χεῖρας κατάξει. Τὸν δὲ μηδὲ πώποτε ὑποχαλάσαι ταύτας ἄχρις οὗ τὰς συνήθεις εὐχὰς ἐπλήρωσε. 79.1192 ΚΕΦΑΛ. ΡΖʹ. Τοιοῦτον ἔγνωμεν γεγονέναι, καὶ τὸν ἐν λάκκῳ ἡσυχάσαντα Ἰωάννην τὸν Μικρὸν, ἤτοι ὑπερμεγέθη μοναχὸν, ὃς ἀκίνητος ἔμεινεν ἐκ τῆς τοῦ Θεοῦ συνουσίας, τοῦ δαίμονος ἐν εἴδει δράκοντος περιειλιχθέντος, καὶ μασσομένου αὐτοῦ τὰς σάρκας, καὶ τῷ προσώπῳ αὐτοῦ ἐπερευγομένου. ΚΕΦΑΛ. ΡΗʹ. Ἀνέγνως πάντως καὶ τοὺς βίους τῶν Ταβεννησιωτῶν μοναχῶν, καθά φησιν, ὅτι Λαλοῦντος τοῦ ἀββᾶ λόγον τοῖς ἀδελφοῖς, ἦλθον δύο ἔχιδναι ὑπὸ τοὺς πόδας αὐτοῦ· ὁ δὲ ἀταράχως ποιήσας αὐτὰς ὡσεὶ καμάραν, ὑπέλαβεν αὐτὰς ἔνδοθεν, ἕως ἐπαύσατο λαλῶν τὸν λόγον, καὶ τότε αὐτὰς ὑπεδείκνυ τοῖς ἀδελφοῖς, ἐξηγούμενος τὸ πρᾶγμα. ΚΕΦΑΛ. ΡΘʹ. Περὶ ἑτέρου πάλιν ἀνέγνωμεν πνευματικοῦ, ὅτι προσευχομένου αὐτοῦ, ἔχιδνα ἐλθοῦσα, καθήψατο τοῦ ποδὸς αὐτοῦ· ὁ δὲ οὐ πρότερον καθῆκε τὰς χεῖρας, ἄχρις οὗ τὴν συνήθη ἐξετέλεσεν εὐχὴν, καὶ οὐδὲν ἐβλάβη ὁ ἀγαπήσας τὸν Θεὸν ὑπὲρ ἑαυτόν. ΚΕΦΑΛ. ΡΙʹ. Ἀμετεώριστον ὄμμα ἔχε ἐν τῇ προσευχῇ σου καὶ ἀρνησάμενός σου τὴν σάρκα, καὶ τὴν ψυχὴν, κατὰ νοῦν ζῆθι. ΦΑΛ. ΡΙΑʹ. Ἑτέρῳ τινὶ εὐτόνως εὐχομένῳ ἁγίῳ ἐν ἐρήμῳ ἡσυχάζοντι, δαίμονες ἐπιστάντες ἐπὶ δύο ἑβδομάδας, τοῦτον ἐσφαίριζον, καὶ ἐτίνασσον εἰς τὸν ἀέρα, δεχόμενοι αὐτὸν ἐν τῷ ψιαθίῳ, καὶ οὐδόλως ἴσχυσαν κατάγειν τὸν νοῦν αὐτοῦ ἐκ τῆς ἐμπύρου προσευχῆς. ΚΕΦΑΛ. ΡΙΒʹ. Ἄλλῳ πάλιν φιλοθέῳ καὶ προσευχῆς πρόνοιαν ποιουμένῳ, ἐν ἐρήμῳ βαδίζοντι, ἄγγελοι ἐπέστησαν δύο, καὶ ἐμέσαζον αὐτὸν συνοδοιποροῦντες αὐτῷ· ὁ δὲ οὐδόλως τούτοις προσεῖχεν, ἵνα μὴ τὸ κρεῖττον ζημιωθῇ. Ἐμνημόνευσε γὰρ τοῦ ἀποστολικοῦ ῥητοῦ τοῦ φάσκοντος· «Οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνάμεις δυνήσονται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ.» ΚΕΦΑΛ. ΡΙΓʹ. Ἰσάγγελος γίνεται μοναχὸς διὰ τῆς ἀληθοῦς προσευχῆς. ΚΕΦΑΛ. ΡΙΔʹ. Ἐπιποθῶν ἰδεῖν τὸ πρόσωπον τοῦ Πατρὸς τοῦ ἐν οὐρανοῖς, μὴ ζήτει παντελῶς μορφὴν, ἢ σχῆμα δέχεσθαι ἐν τῷ τῆς προσευχῆς καιρῷ· ΚΕΦΑΛ. ΡΙΕʹ. Μὴ πόθει ἀγγέλους ἰδεῖν, ἢ δυνάμεις, ἢ Χριστὸν αἰσθητῶς, ἵνα μὴ τέλεον φρενιτικὸς γένῃ, λύκον ἀντὶ 79.1193 ποιμένος δεχόμενος καὶ προσκυνῶν τοῖς ἐχθροῖς δαίμοσιν. ΚΕΦΑΛ. ΡΙςʹ. Ἀρχὴ πλάνης, νοῦ κενοδοξία, ἐξ ἧς κινούμενος ὁ νοῦς, ἐν σχήματι καὶ μορφαῖς περιγράφειν πειρᾶται τὸ Θεῖον. ΚΕΦΑΛ. ΡΙΖʹ. Ἐγὼ τὸ ἐμὸν, τοῦτο ἐρῶ ὃ καὶ νεωτέροις εἴρηκα· Μακάριος ὁ νοῦς, ὃς κατὰ τὸν καιρὸν τῆς προσευχῆς τελείαν ἀμορφίαν ἐκτήσατο. ΚΕΦΑΛ. ΡΙΗʹ. Μακάριός ἐστιν ὁ νοῦς, ὃς ἀπερισπάστως εὐχόμενος, πλείονα πόθον ἀεὶ πρὸς Θεὸν προσλαμβάνει.
ΕΦΑΛ. ΡΙΘʹ. Μακάριός ἐστιν ὁ νοῦς, ὁ κατὰ τὸν καιρὸν τῆς προσευχῆς ἄϋλος καὶ ἀκτήμων γίνεται. ΚΕΦΑΛ. ΡΚʹ. Μακάριός ἐστιν ὁ νοῦς, ὁ κατὰ τὸν καιρὸν τῆς προσευχῆς τελείαν ἀναισθησίαν κτησάμενος. ΚΕΦΑΛ. ΡΚΑʹ. Μακάριός ἐστι μοναχὸς, ὁ πάντων περίψημα ἑαυτὸν λογιζόμενος. ΚΕΦΑΛ. ΡΚΒʹ. Μακάριός ἐστι μοναχὸς, ὁ πάντων τὴν σωτηρίαν, καὶ προκοπὴν, ὡς οἰκείαν κατὰ πάσης χαρᾶς ὁρῶν. ΚΕΦΑΛ. ΡΚΓʹ. Μακάριός ἐστι μοναχὸς, ὁ πάντας ἀνθρώπους ὡς Θεὸν μετὰ Θεὸν λογιζόμενος. ΚΕΦΑΛ. ΡΚΔʹ. Μοναχός ἐστιν, ὁ πάντων χωρισθεὶς, καὶ πᾶσι συνηρμοσμένος. ΚΕΦΑΛ. ΡΚΕʹ. Μοναχός ἐστιν, ὁ ἑαυτὸν μετὰ πάντων ἡγούμενος διὰ τὸ ἐν ἑκάστῳ ἑαυτὸν ἀπαραλείπτως δοκεῖν ὁρᾷν. ΚΕΦΑΛ. ΡΚςʹ. Οὗτος προσευχὴν ἐπιτελεῖ, ὁ ἀεὶ τὴν πρωτόνοιαν ἐαυτοῦ πᾶσαν καρποφορῶν τῷ Θεῷ. ΚΕΦΑΛ. ΡΚΖʹ. Πᾶν ψεῦδος, καὶ πάντα ὅρκον περιίστασο ὡς μοναχὸς, καὶ προσεύξασθαι ποθῶν, εἰ δὲ μήγε, εἰς μάτην σχηματίζεις τὸ ἀνοίκειον. ΚΕΦΑΛ. ΡΚΗʹ. Εἰ πνεύματι προσεύχεσθαι βούλει, μηδὲν ἀνιμήσῃ ἀπὸ σαρκὸς καὶ οὐχ ἕξεις νέφος ἀντικοτοῦν σοι ἐν τῷ καιρῷ τῆς προσευχῆς. ΚΕΦΑΛ. ΡΚΘʹ. Ἐμπίστευσον τῷ Θεῷ τὴν χρείαν τοῦ σώματος, καὶ δῆλος ἔσῃ καὶ τὴν τοῦ πνεύματος πιστεύων αὐτῷ. 79.1196 ΚΕΦΑΛ. ΡΛʹ. Ἐὰν ἐπιτεύξῃ τῶν ἐπαγγελιῶν, βασιλεύσεις, οὐκοῦν πρὸς ταῦτα ἀποβλέπων, ἡδέως οἴσεις τὴν παροῦσαν πενίαν. ΚΕΦΑΛ. ΡΛΑʹ. Μὴ παραιτοῦ πενίαν καὶ θλῖψιν, τὰς ὕλας τῆς ἀβαροῦς προσευχῆς. ΚΕΦΑΛ. ΡΛΒʹ. Ὁμηρευέτωσάν σοι αἱ σωματικαὶ ἀρεταὶ πρὸς τὰς ψυχικὰς, καὶ αἱ ψυχικαὶ πρὸς τὰς πνευματικάς. Καὶ αὗται πρὸς τὴν ἄϋλον γνῶσιν. ΚΕΦΑΛ. ΡΛΓʹ. Σκόπει κατευχόμενος λογισμῶν, εἰ ῥᾳδίως λωφήσειεν, ὅθεν τοῦτο γέγονε, μὴ ἔγκρυμμα πάθῃς καὶ πλανηθεὶς ἀποδῷς σεαυτόν. ΚΕΦΑΛ. ΡΛΔʹ. Ἔστιν ὅτε οἱ δαίμονες ὑποβάλλουσί σοι λογισμοὺς, καὶ πάλιν ἐρεθίζουσί σε δῆθεν προσεύξασθαι κατ' αὐτῶν, ἢ ἀντιλέξαι αὐτοῖς καὶ ἑκουσίως ὑποχωροῦσιν, ἵνα ἀπατηθεὶς, οἰηθῇς περὶ σεαυτοῦ, ὅτι ἤρξω νικᾷν τοὺς λογισμοὺς, καὶ φοβεῖν τοὺς δαίμονας. ΚΕΦΑΛ. ΡΛΕʹ. Προσευχὴ κατὰ πάθους, ἢ δαίμονος παρενοχλοῦντός σοι, μέμνησο τοῦ λέγοντος· «Καταδιώξω τοὺς ἐχθρούς μου καὶ καταλήψομαι αὐτοὺς, καὶ οὐκ ἀποστραφήσομαι ἕως ἂν ἐκλείπωσιν, ἐκθλίψω αὐτοῦς, καὶ οὐ μὴ δύνωνται στῆναι, πεσοῦνται ὑπὸ τοὺς πόδας μου,» καὶ τὰ ἑξῆς. Ταῦτα δὲ εὐκαίρως λέξεις ταπεινοφροσύνῃ ἑαυτὸν ὁπλίζων κατὰ τῶν ἀντιπάλων. ΚΕΦΑΛ. ΡΛςʹ. Μὴ νόμιζε κεκτῆσθαι ἀρετὴν, μὴ πρότερον ἕως αἵματος ὑπὲρ αὐτῆς παραταξάμενος, δεῖ γὰρ μέχρι θανάτου ἀντικαθίσασθαι πρὸς τὴν ἁμαρτίαν, ἀγωνιστικῶς, καὶ ἀνεγκλήτως κατὰ τὸν θεῖον Ἀπόστολον. ΚΕΦΑΛ. ΡΛΖʹ. Ἐὰν ὠφελήσῃς τινὰ, βλαβήσῃ ὑφ' ἑτέρου, ἵνα ἀδικούμενος εἴκῃς, ἢ δράσῃς τι ἄτοπον, καὶ σκορπίσῃς κακῶς, ἃ καλῶς συνήγαγες. Σκοπὸς γὰρ τοῦτο τῶν πονηρῶν δαιμόνων· διὸ προσεκτέον νουνεχῶς. ΚΕΦΑΛ. ΡΛΗʹ. Ὁρμὰς δαιμόνων ἐπαχθείσας ἐκδέχου φροντίζων πῶς ἀποστῇς τῆς δουλείας αὐτῶν.
ΚΕΦΑΛ. ΡΛΘʹ. Νύκτωρ μὲν ταράττειν δι' ἑαυτῶν ἐξαιτοῦνται τὸν πνευματικὸν διδάσκαλον οἱ δαίμονες. Καὶ μεθ' ἡμέραν δι' ἀνθρώπων περιστάσεσι, καὶ συκοφαντίαις, καὶ κινδύνοις τοῦτον περιβάλλουσι. 79.1197 ΚΕΦΑΛ. ΡΜʹ. Μὴ παραιτοῦ τοὺς κναφεῖς· εἰ γὰρ καὶ τύπτουσι πατοῦντες, καὶ τείνοντες ξαίνουσι, ἀλλά γε διὰ τούτων λαμπρὰ ἡ αἴσθησίς σου γίνεται. ΚΕΦΑΛ. ΡΜΑʹ. Ἐφ' ὅσον οὐκ ἀπετάξω τοῖς πάθεσιν, ἀλλ' ὁ νοῦς σου ἐναντιοῦται τῇ ἀρετῇ, καὶ τῇ ἀληθείᾳ, οὐχ εὑρήσεις εὐῶδες θυμίαμα ἐν τῷ κόλπῳ σου. ΚΕΦΑΛ. ΡΜΒʹ. Προσεύξασθαι ποθεῖς; μεταστὰς τῶν ἐνθένδε, τὸ πολίτευμα, ἔχε ἐν οὐρανοῖς διὰ παντὸς, οὐ λόγῳ ἁπλῶς ψιλῷ, ἀλλὰ πράξει ἀγγελικῇ καὶ γνώσει θειοτέρᾳ. ΚΕΦΑΛ. ΡΜΓʹ. Εἰ μόνον δυσπραγῶν μνημονεύεις τοῦ Κριτοῦ, ὡς φοβερὸς, καὶ ἀδέκαστος ὑπάρχει, οὐδέπω μεμάθηκας δουλεύειν Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθαι αὐτῷ ἐν τρόμῳ. Ἴσθι γὰρ, ὅτι κἀν ταῖς πνευματικαῖς ἀνέσεσι, καὶ εὐωχίαις μᾶλλον μετ' εὐλαβείας καὶ αἰδοῦς δεῖ λατρεύειν αὐτῷ. ΚΕΦΑΛ. ΡΜΔʹ. Ἐπιγνώμων ἀνὴρ, ὁ μὴ πρὸ τῆς τελείας μετανοίας ἀνασχόμενος τῆς ἐλλύπου μνείας τῶν οἰκείων ἁμαρτημάτων, καὶ τῆς ἐν πυρὶ αἰωνίῳ δίκης, τῆς τούτων εἰσπράξεως. ΚΕΦΑΛ. ΡΜΕʹ. Ὁ ἐν ἁμαρτίαις ἐνεχόμενος, καὶ παροργισμοῖς, καὶ τολμῶν ἀναιδῶς ἐκτείνεσθαι πρὸς γνῶσιν θειοτέρων πραγμάτων, ἢ καὶ ἀΰλου κατεπεμβαίνων προσευχῆς, οὗτος δεχέσθω τὸ ἀποστολικὸν ἐπιτίμιον, ὡς οὐκ ἔστιν ἀκίνδυνον αὐτῷ, τὸ γυμνῇ, καὶ ἀκαλύπτῳ κεφαλῇ προσεύχεσθαι. «Ὀφείλει γὰρ, φησὶν, ἡ τοιαύτη κατὰ κεφαλῆς ἐξουσίαν ἔχειν, διὰ τοὺς ἐφεστῶτας ἀγγέλους,» αἰδὼ, καὶ ταπεινοφροσύνην προσήκουσαν περιβαλλομένη. ΚΕΦΑΛ. ΡΜς. Ὥσπερ ὀφθαλμιῶντα οὐκ ὀνήσει ἡ ἐν σταθηρᾷ μεσημβρίᾳ, καὶ σφοδροτάτῃ φρυκτωρίᾳ ἀκατάληπτος, καὶ ἐπιτεταμένη τοῦ ἡλίου θέα, οὕτως οὐδὲ τὸν ἐμπαθῆ, καὶ ἀκάθαρτον νοῦν, ἡ τῆς ἐν πνεύματι, καὶ ἀληθείᾳ φοβερᾶς, καὶ ὑπερφυοῦς προσευχῆς ἀνατύπωσις παντελῶς ὀνήσειεν, ἀλλὰ καὶ τοὐναντίον πρὸς ἀγανάκτησιν καθ' ἑαυτοῦ ἐγείρει τὸ Θεῖον. ΚΕΦΑΛ. ΡΜΖʹ. Εἰ τὸν μετὰ δώρου προσελθόντα ἐπὶ τὸ θυσιαστήριον οὐκ ἐδέξατο, ὁ ἀνενδεὴς, καὶ ἀδέκαστος ἕως τοῦ διαλλαγῆναι τῷ πλησίον λυπουμένῳ πρὸς αὐτὸν, σκόπει πόσης φυλακῆς καὶ διακρίσεως χρεία, ἵνα εὐπρόσδεκτον δῶμεν τῷ Θεῷ θυμίαμα ἐν τῷ νοητῷ θυσιαστηρίῳ. 79.1200 ΚΕΦΑΛ. ΡΜΗʹ. Μὴ ἔσο λογοχαρὴς, μηδὲ δοξοχαρὴς, εἰ δὲ μήγε, οὐκ ἔτι ἐν τῷ νώτῳ σου, ἀλλ' ἐν τῷ προσώπῳ σου τεκταίνουσιν οἱ ἁμαρτωλοὶ, καὶ ἔσῃ ἐπίχαρμα αὐτοῖς κατὰ τὸν καιρὸν τῆς προσευχῆς, ἐξελκόμενος, καὶ δελεαζόμενος ὑπ' αὐτῶν ἐν λογισμοῖς ἀλλοκότοις. ΚΕΦΑΛ. ΡΜΘʹ. Προσοχὴ προσευχὴν ζητοῦσα, προσευχὴν εὑρήσει· προσευχὴ γὰρ προσοχῇ εἰ καὶ ἄλλο ἔπεται, ἐφ' ἣν σπουδαστέον. ΚΕΦΑΛ. ΡΝʹ. Ὥσπερ πασῶν τῶν αἰσθήσεων κρείττων ἡ ὅρασις, οὕτω καὶ πασῶν τῶν ἀρετῶν, προσευχὴ θειοτέρα. ΚΕΦΑΛ. ΡΝΑʹ. Προσευχῆς ἔπαινος, οὐχ ἁπλῶς ἡ ποσότης, ἀλλ' ἡ ποιότης, καὶ τοῦτο δηλοῦσιν οἱ ἀναβάντες εἰς τὸ ἱερὸν, καὶ τὸ, «Ὑμεῖς προσευχόμενοι, μὴ βαττολογήσητε·» καὶ τὰ ἑξῆς. ΚΕΦΑΛ. ΡΝΒʹ. Ἐφ' ὅσον τῇ ἀναλογίᾳ προσέχεις τοῦ σώματος, καὶ ὁ νοῦς σου τὰ τῆς σκηνῆς περιέπει τερπνὰ, οὐδέπω τῆς προσευχῆς ἑώρακας τόπον· ἀλλὰ μακρὰν ἀπὸ σοῦ ἡ μακαρία ταύτης ὁδὸς τυγχάνει.
ΚΕΦΑΛ. ΡΝΓʹ. Ὅταν παριστάμενος εἰς προσευχὴν ὑπὲρ πᾶσαν ἄλλην χαρὰν γένη, τότε ἀληθῶς εὕρηκας προσευχήν.
De vitiis quae opposita sunt virtutibus (sub nomine Nili Ancyrani) ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ΠΕΡΙ ΤΑΣ ΑΝΤΙΖΥΓΟΥΣ ΤΩΝ ΑΡΕΤΩΝ ΚΑΚΙΑΣ. 79.1140 ΚΕΦΑΛ. Αʹ. Ἀναγκαῖον ἡγοῦμαι καὶ τὰς ἀντιζύγους τῶν ἀρετῶν κακίας δι' ἐπιτόμου ὑποτάξαι τῇ σῇ φιλοπονίᾳ· ἕως μὲν ὧδε τὴν διάνοιαν ἀροτριάσαντες, τὰς τῶν λογισμῶν ἀκάνθας ἐκ τῆς σπορίμου χώρας ἀνεβάλομεν· οὐκ ἐξ ἔργων δὲ, ἃ ἐποιήσαμεν ἡμεῖς εἰς τοῦτο παρεφθάσαμεν, ἀλλ' ὑποτύπωσιν ἔχοντες ὑγιαινόντων λόγων, ὧν ἠκούσαμεν, παρὰ τῶν Πατέρων, καί τινων τῶν πράξεων συνίστορες γεγενήμεθα. Τὸ δὲ πᾶν ἡ χάρις ἄνωθεν, ἡ καὶ τοῖς ἀμαρτωλοῖς ὑποδεικνύουσα τὰς τῶν φρεναπατῶν ἐπιβουλὰς, ἡ καὶ ἀσφαλιζομένη, καὶ λέγουσα· «Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;» ἵνα διὰ τοῦ λαβεῖν εὐχαριστῶμεν τῷ δεδωκότι, ὅτι μὴ ἑαυτοῖς ἀποδιδόαμεν καύχημά τι δόξης, τὴν δόσιν ἀρνούμενοι. διόπερ φησὶν, «Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾷ, ὡς μὴ λαβών;» –«Ἥδη, φησὶν, ἐπλουτήσατε» οἱ τοῖς ἔργοις πενόμενοι, ἤδη οἱ τοῦ διδάσκεσθαι ἀρξάμενοι, ἐκορέσθητε, ὧνπερ ἀρτίως ἡ πλάνη μεταβέβηκεν εἰς ἐμέ· δι' ἧς μὲν δεδάνεισμαι λογιστείας, τὴν τῶν ἔργων πενίαν παρακαλύπτων, δι' ἧς δὲ παρῄνεσα γνώμης τὴν τοῦ διδάσκεσθαι μαθητείαν ἀντιπεριτρέπων.
Ἀλλ' ὅμως 79.1141 εἴ τις κεκράτηται παρ' ὑμῶν συγγνώμη, κἀμοὶ ταύτην ἀπονείματε, ἵνα καὶ τὰς ἀντιζύγους τῶν ἀρετῶν κακίας δι' ἐπιτόμου ὑποτάξωμεν σημαίνοντες· τί μέν ἐστι γαστριμαργία, καθ' ἧς ἐγκράτεια· τί δὲ πορνεία, καὶ σωφροσύνη· φιλαργυρία δὲ τί, καὶ ἀκτημοσύνη· λύπη, καθ' ἧς ἡ χαρά· ὀργὴ δὲ τί, καὶ μακροθυμία· καὶ ἀκηδία, καὶ ὑπομονή· τί δὲ κενοδοξία, καὶ ἀκενοδοξία, φθόνος, καὶ ἀφθονία, ὑπερηφανία, καὶ ταπείνωσις· ταῦτα ἀντίζυγα, καὶ ἀντίπαλα, καὶ ἀντίθετα ἀλλήλων ὅντα, δι' ἐπιτόμου οὕτως ὑπετάξαμεν. ΚΕΦΑΛ. Βʹ. Ἔστιν οὖν γαστριμαργία, πορνείας μήτηρ, τροφὸς λογισμῶν, νηστείας ἀτονία, ἀσκήσεως φίμωτρον, στοχασμοῦ φόβητρον, ἐξεικονισμὸς βρωμάτων, σκιαγράφος ἀρτυμάτων, ἀνειμένος πῶλος, ἀχαλίνωτος μανία, δοχεῖον νόσου, ὑγείας φθόνος, φραγμὸς συρίγγων, στεναγμὸς ἐντέρων, ὕβρεων πέρας, πορνείας σύμμιστος, διανοίας ῥύπος, σώματος ἀσθένεια, φορτικὸς ὕπνος, ἀμειδὴς θάνατος.
Ἐγκράτεια, γαστρὸς χαλινὸς, ἀπληστείας δὲ μάστιξ, συμμετρίας δὲ σταθμὸς, ἀδηφαγίας δὲ κημὸς, ἀναπαύσεως ἀποταγὴ, σκληρουχίας συνταγὴ, λογισμῶν δαμαστήριον ἀγρυπνίας ὄμμα, πυρώσεως ῥύσις, σώματος παιδαγωγὸς, πόνων πύργος, καὶ τρόπων τεῖχος, ἠθῶν καταστολὴ, καὶ παθῶν ἀναστολὴ, νέκρωσις μελῶν, ἀναβίωσις ψυχῶν, ἀναστάσεως μίμημα, ἁγιασμοῦ πολίτευμα. Πορνεία, λαιμαργίας κύημα, προμαλακτὴρ καρδίας, πυρώσεως κάμινος, νυμφαγωγὸς εἰδώλων, ἀσυγγενὴς πρᾶξις, σκιαζομένη μορφὴ, φανταζομένη συμπλοκὴ, ἐνυπνίων κλίνη, ἀναίσθητος συνουσία, ὀφθαλμῶν δόλος, βλέμματος ἀναίδεια, εὐχῆς ἐντροπὴ, καρδίας αἰσχύνη, ἀγνωσίας ὁδηγός. Σωφροσύνη, ἀληθείας στολὴ, ἀσελγείας πέλυξ, ὀφθαλμῶν ἡνίοχος, ἐπίσκοπος λογισμῶν, ἐννοίας περιτομὴ, ἀκολασίας δὲ ἐκτομὴ, φύσεως ἀντίφυτος, καὶ πυρώσεως ἀντίθετος, ἔργων ἐπεργὸς, καὶ ἐγκρατείας συνεργὸς, καρδίας λαμπτὴρ, εὐχῆς γνώμων. ΚΕΦΑΛ. Γʹ. Φιλαργυρία εἰδώλων φειδωλεῖον, δήμου προφητεία, σφιγγίας ψῆφος, ἐναποθέτων λογιστεία, αἰχμαλωσίας πλοῦτος, ἀδικίας γένος, νοσημάτων πιότης, πολυετίας μάντις, φιλεργίας ἐπῳδὸς, ἀγρυπνίας σύμβουλος, γαστρὸς πενία, βρωμάτων εὐτέλεια, ἀκόρεστος μανία. πολυμέριμνος κακία.
Ἀκτημοσύνη, φιλαργυρίας ἐκρίζωμα, ἀφιλαργυρίας δὲ ῥίζωμα, καρπὸς ἀγάπης, καὶ σταυρὸς ζωῆς, ἀνώδυνος βίος, ἀνεπίφθονος θησαυρὸς, ἀμέριμνος οὐρανὸς, ἀπερίσπαστος ἥλιος, ἀμέτρητος ὕλη, ἀκατάληπτος πλοῦτος, μερίμνης δρέπανον, Εὐαγγελίων πρᾶξις, ἄλυτος κόσμος. ὀξύδρομος ἀγωνιστής. Λύπη, ζημίας ἔνοικος, ἀποτυχίας συνόμιλος, ξενιτείας πρόδρομος, συγγενείας μνήμη, στενώσεως πάρεδρος, ἀκηδίας σύμφοιτος, παροξυσμοῦ ἔγκλημα, ὕβρεως ὑπόμνημα, καὶ ψυχῆς σκότισμα, ἠθῶν κατήφεια, φρονήσεως μέθη, ὑπνω 79.1144 τικὸν ἀντίδοτον, μορφῆς νέφος, σαρκὸς σκώληξ, λογισμῶν λύπη, αἰχμαλωσίας δῆμος. Χαρὰ, λύπης ὄλεθρος, καὶ συμφορῶν εὐχαριστία, εὐχῶν ὀπτασία. καὶ πόνων εὐφρασία, εὐποιΐας ἱλαρότης, ἀποταγῆς ἔνθεμα, φιλοξενίας δοχεῖον, ἐλπίδων καταφυγὴ, ἀσκούντων τροφὴ, πενθούντων παραίνεσις, δακρύων παρηγορία, θλίψεως ἀντίληψις, ἀγάπης ἔμψηφος, καὶ μακροθυμίας σύμψηφος. Ὀργὴ, φρονήσεως διαρπαγὴ, καταστάσεως ἀνασκευὴ, φύσεως σύγχυσις, ἠγριωμένη μορφὴ, κάμινος καρδίας, ἐρευγομένη φλὸξ, θυμοῦ νόμος, ὕβρεων μῆνις, μήτηρ θηρίων, σιωπῶσα μάχη, εὐχῆς σκῶλον.
Μακροθυμία, φρονήσεως ὅπλον, ὀργῆς δικαστήριον καρδίας, ἰατρεῖον, θρασυνομένων νουθεσία, ταρασσομένων γαλήνη, ἀχείμαστος λιμὴν, λυποῦσιν εὐποιΐα, πρὸς πάντας ἠπιότης, βλασφημουμένη εὐλογεῖ, ὑβριζομένη ἀγάλλεται, στενουμένων παραμύθιον, ἐλπιζομένων ἔσοπτρον, κακουχουμένων βραβεῖον. ΚΕΦΑΛ. Δʹ. Ἀκηδία, φιλία ἀερικὴ, βημάτων περιαγωγὸς, φιλεργίας μῖσος, ἡσυχίας μάχη, ψαλμῳδίας ζάλη, εὐχῆς ὄκνος, ἀσκήσεως χαύνωσις, ἄωρος νυσταγμὸς, περιστρεφόμενος ὕπνος, μανίας βάρος, κέλλης μῖσος, πόνων ἀντίπαλος, καρτερίας ἀντίζυγος, μελέτης κήμωτρον, Γραφῶν ἀμαθία, λύπης μέτοχος, ὁρωλόγιον πείνης. Ὑπομονὴ, ἀκηδίας διακοπὴ, λογισμῶν κατακοπὴ, θανάτου μέριμνα, σταυροῦ μελέτη, καθηλωμένος φόβος, τυπτόμενος χρυσὸς, θλίψεων νομοθήκη, βίβλος εὐχαριστίας, θώραξ ἡσυχίας, πόνων ὅπλον, ἀναζέουσα καλλιπονία, ἀρετῶν ὑπογραφή. Κενοδοξία, συντυχίας φαντασία, σχημάτισμα φιλοπονίας, ἀληθείας ἐναντία, αἱρέσεων ἀρχηγέτις, ὄρεξις προεδρίας, ἐσχάτη προσηγορίας, ἐπαίνων δουλεία, πολυσχημάτιστον πνεῦμα, μυριόδοντον θηρίον, κενοδοξίας μέση ὑπερηφανίᾳ πέπλεκται καὶ φθόνῳ, ἐν ἀλλήλοις ὄντα, καὶ δι' ἀλλήλων πολεμοῦντα, ἡ τρίσυρος ἅλυσις τῶν κακῶν, τὸ τριφάρμακον κέρασμα τῶν παθῶν, ἡ τριττὴ γλῶττα τῶν αἱρετικῶν.
Ἀκενοδοξία, ταπεινοφροσύνης ἐργασία, ἀρεσκείας ἀποστασία, ἐπαίνων ἀβλεψία, γνώσεως θεωρία, κόσμου ἐναντία, ψυχῆς εὐαισθησία, εὐτελείας δόγμα, πόνων κρυπτηρία, εὐφημίας πολεμία, ἐν φθαρτῷ σώματι ἀπόκρυφος θησαυρός. Φθόνος, ὑπερηφανίας ἔνδυμα, ταπεινοφροσύνης ἀπόδυμα, καταλαλιᾶς ῥίζα, εὐθυμίας ὀφθαλμία, φιλίας ὑπόκρισις, παῤῥησίας δόλος, ἀγάπης ἔχθρα, εὐδοκιμούντων ζῆλος, εὐσταθούντων τύρβη, εὐφημουμένων σκῶμμα, ὀφθαλμῶν ἀλλοίωμα. Τίς ἐστιν ὁ καθαρὸς τῇ καρδίᾳ, ὁ μὴ λαμβανόμενος ἑαυτοῦ ἐπὶ ἐντολῆς Θεοῦ ἀθετήσει, ἢ ἐλλείψει, ἢ ἐν ἀμελείᾳ; Χριστὸς δὲ ἡμῶν ἔστω παντὶ ἔργῳ θελήματος αὐτοῦ εὔοδος. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Expositio in Proverbia Salomonis Σχόλια εἰς τὰς παροιμίας. ἀστερίσκος, ὀβελός. Ὅσοις οἱ ὀβελοὶ πρόσκεινται ῥητοῖς, οὗτοι οὐκ ἔκειντο οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς οὔτε ἐν τῷ ἑβραϊκῷ, ἀλλὰ παρὰ μόνοις τοῖς ο· καὶ ὅσοις οἱ ἀστερίσκοι πρόσκεινται ῥητοῖς, οὗτοι ἐν μὲν τῷ ἑβραϊκῷ καὶ τοῖς λοιποῖς ἑρμηνευταῖς ἐφέροντο, ἐν δὲ τοῖς ο οὐκέτι· τὰ δὲ ἠστερισμένα ἐν ταὐτῷ καὶ ὠβελισμένα ῥητὰ φέρονται μὲν παρὰ τοῖς ο, φέρονται δὲ καὶ ἐν τῷ ἑβραϊκῷ καὶ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς, τὴν θέσιν δὲ μόνην παραλλάσσουσιν οἱ λοιποὶ καὶ τὸ ἑβραϊκὸν παρὰ τοὺς ο· ὅθεν ὠβέλισται ἐν ταὐτῷ καὶ ἠστέρισται, ὡς παρὰ πᾶσι μὲν φερόμενα, οὐκ ἐν τοῖς αὐτοῖς δὲ τόποις. Τὸ μὲν οὖν βιβλίον ἔχει κατὰ τὴν θέσιν καὶ ἀκολουθίαν τῶν ο, σεσημείωται δὲ καὶ ἡ ἀκολουθία τῶν λοιπῶν, ὡς κεῖνται παρ' αὐτοῖς τὰ ῥητά· καὶ ὅπου μὲν ἐν ὀλίγοις ῥητοῖς ἐγένετο αὐτοῖς ἡ ἐναλλαγή, δήλη ἐστὶν αὐτόθεν ἐκ τῶν παρακειμένων σημείων· ὅπου δὲ ἐν πλείοσιν, ἥτις καὶ ἐσχάτη ἐστίν, ταύτην ἔχει παρὰ τοῖς λοιποῖς τὴν ἀκολουθίαν· μετὰ τὸ Τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται, συνάπτουσι Ταῦτα δὲ λέγω ὑμῖν τοῖς σοφοῖς ἐπιγινώσκειν, ἕως Καὶ ἡ ἔνδειά σου ὥσπερ ἀγαθὸς δρομεύς· εἶτα Αὗται αἱ παιδεῖαι σολομῶντος, ἕως Βδέλυγμα (cod. βδέλλ.) δὲ ἀνόμῳ κατευθύνουσα ὁδός· εἶτα Λόγον φυλασσόμενος υἱὸς ἀπωλείας ἐκτὸς ἔσται, ἕως Καὶ τοὺς πένητας αὐτῶν ἐξ ἀνθρώπων· εἶτα Τῇ βδέλλῃ τρεῖς θυγατέρες ἦσαν, ἕως Διάκρινε δὲ πένητα καὶ ἀσθενῆ· εἶτα Γυναῖκα ἀνδρείαν (cod. εῖαν) τίς εὑρήσει. ταῦτα δὲ παρεθήκαμεν ἵνα μὴ ἐμπίπτοντος τοιούτου ἀντιγράφου δόξῃ τὸ βιβλίον ἐσφάλθαι. οἱ λοιποὶ Τὰς δὲ τιμωρίας· εἶτα Ταῦτα λέγω, ἕως Καὶ ἡ ἔνδειά σου· εἶτα Αὗται αἱ παιδεῖαι, ἕως Βδέλυγμα (cdd. rursus βδέλλ.) δὲ ἀνόμῳ· εἶτα Λόγον φυλασσόμενος, ἕως Καὶ τοὺς πένητας· εἶτα Τῇ βδέλλῃ τρεῖς, ἕως Διάκρινε δέ· εἶτα Γυναῖκα ἀνδρείαν. Εὐαγρίου σχόλιον. Εἰσὶν ὅσα προτεταγμένον ἔχουσι τὸν ἀριθμὸν ὧδε, ὅσα ὠριγένην ἐπιγεγραμμένον ἔχει τούτῳ τῷ μονοσυλλάβῳ ωρ· εἰσὶ δὲ μάλιστα ἐν τῷ ἰώβ· ὅσα δὲ περὶ διαφωνίας ῥητῶν τινῶν τῶν ἐν τῷ ἐδαφίῳ ἢ ἐκδόσεών ἐστιν σχόλια, ἅπερ καὶ κάτω νενευκυῖαν περιεστιγμένην ὄχει προτεταγμένην, τῶν ἀντιβεβληκότων τὸ βιβλίον ἐστίν· ὅσα δὲ ἀμφιβόλως ἔξω κείμενα ῥητὰ ἔξω νενευκυῖαν περιεστιγμένην ἔχει προτεταγμένην, διὰ τὰ σχόλια προσετέθησαν κατ' αὐτὰ τοῦ μεγάλου εἰρηκότος διδασκάλου, ἵνα μὴ δόξῃ κατὰ κενοῦ τὸ σχόλιον φέρεσθαι, ἐν πολλοῖς μὲν τῶν ἀντιγράφων τῶν ῥητῶν οὕτως ἐχόντων, ἐν τούτῳ δὲ μὴ οὕτως κειμένων ἢ μηδ' ὅλως φερομένων καὶ διὰ τοῦτο προστεθέντων. 77 α Παροιμία. παροιμία ἐστὶν λόγος δι' αἰσθητῶν πραγμάτων σημαίνων πράγματα νοητά. β Βασιλεία Ἰσραήλ ἐστιν γνῶσις πνευματικὴ τοὺς περὶ τοῦ θεοῦ καὶ ἀσωμάτων καὶ σωμάτων καὶ κρίσεως καὶ προνοίας περιέχουσα λόγους, ἢ τὴν περὶ ἠθικῆς καὶ φυσικῆς καὶ θεολογικῆς ἀποκαλύπτουσα θεωρίαν. τούτου χάριν φησίν· Ἐβασίλευσεν ἐν Ἰσραὴλ τοῦ γνῶναι παιδείαν καὶ σοφίαν. καὶ σοφία μέν ἐστιν γνῶσις σωμάτων καὶ ἀσωμάτων καὶ τῆς ἐν τούτοις θεωρουμένης κρίσεως καὶ προνοίας· παιδεία δέ ἐστιν μετριοπάθεια παθῶν, περὶ τὸ παθητικὸν ἢ ἄλογον τῆς ψυχῆς μέρος θεωρουμένη. δ Τὸ κρίμα κατευθύνειν, ὀρθὸν καὶ ἀδιάστροφον εἶναι τὸ κριτήριον δηλοῖ. τρία δὲ κριτήρια ἐν ἡμῖν, αἴσθησις, λόγος, νοῦς· καὶ αἴσθησις μὲν τῶν αἰσθητῶν· λόγος δὲ ὀνομάτων καὶ ῥημάτων καὶ τῶν λεγομένων· νοῦς δὲ τῶν νοητῶν. α Ὥσπερ διὰ τῶν αἰσθήσεων ὁ νοῦς ἐπιβάλλει τοῖς αἰσθητοῖς, οὕτω καὶ διὰ τῶν ἀρετῶν ἐποπτεύει τὰ νοητά· διόπερ καὶ αἰσθήσεως αὐτὰς λόγον ἐπέχειν ὁ σοφὸς Σολομὼν ἡμᾶς διδάσκει. β Οἱ κτώμενοι κακίαν ἐξουθενήσουσιν σοφίαν καὶ παιδείαν·
λόγῳ δὲ ὡς οἶμαι οὐδεὶς ἐξουθενεῖ σοφίαν καὶ παιδείαν. γ Ὥσπερ ἡ κορυφὴ καὶ ὁ τράχηλος δηλοῖ ἐνταῦθα τὸν νοῦν, οὕτω καὶ ὁ στέφανος καὶ ὁ κλοιὸς ἐνταῦθα σημαίνει τὴν γνῶσιν. αὕτη γὰρ ἡ συνήθεια τοῦ πνεύματος τοῦ ἁγίου, πολλοῖς ὀνόμασιν ὀνομάζειν τὸν θεόν τε καὶ τοὺς ἀγγέλους αὐτοῦ, καὶ τὸν νοῦν καὶ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν, καὶ τὴν κακίαν καὶ τὴν ἀγνωσίαν, καὶ αὐτὸν τὸν διάβολον καὶ τοὺς ἀγγέλους αὐτοῦ. οὐχ ἁπλῶς δὲ τίθησι τὰ ὀνόματα, ὥς τινες οἴονται· διαφόρων γὰρ ἐνεργειῶν εἰσὶν γνωρίσματα, θεοῦ δὲ διὰ τῶν ἀγγέλων ἐν ἡμῖν ἐνεργοῦντος καὶ ἡμῶν ἐν αὐτῷ, δαιμόνων δὲ πρὸς ἡμᾶς καὶ ἡμῶν πρὸς αὐτούς. δ Ἡ κτῆσις τοῦ δικαίου ἐστὶν σοφία καὶ σύνεσις καὶ φρόνησις· κτῆσαι γάρ φησιν σοφίαν, καὶ κτῆσαι σύνεσιν, καὶ ὁ κτώμενος φρόνησιν ἀγαπᾷ ἑαυτόν. καταλαμβάνονται δὲ τὴν κτῆσιν ταύτην οἱ ἀσεβεῖς, πείθοντες τὸν δίκαιον ποιῆσαί τι τῶν ἀπηγορευμένων παρὰ θεῷ, ἵνα τυφλωθεὶς ὑπὸ τῆς ἁμαρτίας ὁ νοῦς ἐκπέσῃ τῶν ἁγίων τούτων κτημάτων. 78 ε Τούτους σκυλεύουσιν οὓς νικῶσιν οἱ δαίμονες, λαμβάνοντες ἀπ' αὐτῶν τὴν τοῦ θεοῦ πανοπλίαν, τὴν περικεφαλαίαν καὶ τὸν θώρακα καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα θεοῦ. Οὗτοι συγκληρονόμοι τῶν ἀντικειμένων εἰσίν, οἱ τῆς αὐτῆς αὐτοῖς κακίας ἀντιλαμβάνοντες. κοινὸν δέ ἐστιν ὃ μὴ τοῦ ἑνός ἐστι θεοῦ. Δίκτυόν ἐστιν κόλασις αἰώνιος παρὰ τοῦ δικαίου κριτοῦ ταῖς ἀκαθάρτοις προσαγομένη ψυχαῖς ἐπ' ἀπωλείᾳ τῶν κακῶς ἀπ' αὐτῶν ἐκφύντων πτερῶν. Ἔξοδον νῦν ὀνομάζει τὴν ἐξελθοῦσαν ψυχὴν ἀπὸ κακίας καὶ ἀγνωσίας· τοιαύτη δὲ καὶ ἡ ἔξοδος τῶν υἱῶν Ἰσραήλ, ἡ μετὰ τὴν ἐκ τῆς κρίσεως τοῦ θεοῦ καὶ διδασκαλίας γένεσιν γεγονυῖα. τὴν αὐτὴν δὲ ψυχὴν καὶ πλατείαν λέγει· Πλάτυνον γάρ φησιν τὸ στόμα σου, καὶ πληρώσω αὐτό· καὶ Πλατύνθητε δὴ καὶ ὑμεῖς, ἐν τῇ πρὸς Κορινθίους ὁ Παῦλος. καὶ ὑπὸ μὲν τῆς οὕτως ἐξερχομένης ψυχῆς ὑμνεῖται ἡ σοφία· ἐν δὲ τῇ πλατυνομένῃ διὰ τῶν ἀρετῶν παρρησίαν ἄγει. ἄκρον δὲ τεῖχος αὐτῆς τὴν ἄκραν ἀπάθειαν λέγει· εἴπερ οἱ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος· ὑπὲρ οὗ τείχους εὔχεται καὶ ὁ Δαυὶδ λέγων· Οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ, τοῦτ' ἔστιν τῆς τοιᾶσδε ψυχῆς τὰ καταπεπτωκότα, δηλονότι ἐκ τῆς τοῦ Οὐρίου προφάσεως. πύλας δὲ δυναστῶν τὰς ἀρετὰς τῶν σοφῶν λέγει. Ἀνοίξατε γάρ μοί φησιν πύλας δικαιοσύνης· καὶ Οἱ δυνάσται θυμώδεις εἰσίν, οἶνον μὴ πινέτωσαν, ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας, καὶ ὀρθὰ κρίνειν οὐ μὴ δύνωνται τοὺς ἀσθενεῖς. Πῶς οὖν ἔμπροσθέν φησιν Σολομών· Ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ οὐκ ἀθωωθήσεται; ἢ τάχα οὕτως χαίρει ἡ σοφία, ὡς ἐχάρη ἐπὶ τῇ ἀπωλείᾳ Ματθαίου τοῦ τελώνου καὶ ἐπὶ τῇ τοῦ λῃστοῦ ἀπωλείᾳ τοῦ πιστεύσαντος τῶ Χριστῷ· τοῦ μὲν γὰρ τὸν λῃστὴν ἡ σοφία, τοῦ δὲ τὸν τελώνην ἀπώλεσεν. Πολιορκία ἐστὶν διδασκαλία ἠθική, τὴν κακῶς οἰκοδομηθεῖσαν ψυχὴν καταστρέφουσα. Εἰ ἐφ' ἡμῶν ἐστὶν θέλειν προσέχειν ταῖς τῆς σοφίας βουλαῖς καὶ μὴ θέλειν προσέχειν, γεγόναμεν αὐτεξούσιοι. ὅμοιον τούτῳ ἐστὶν καὶ τὸ Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα. Ὥσπερ τὰ νήπια μεταξὺ δικαίων καὶ ἀδίκων ἐστίν, οὕτως καὶ πάντες οἱ ἄνθρωποι μεταξὺ ἀγγέλων καὶ δαιμόνων εἰσίν, μήτε δαίμονες ὄντες μήτε ἄγγελοι χρηματίζοντες, μέχρι τῆς συντελείας τοῦ αἰῶνος. Ὁ ἀπαθὴς ἡσυχάζει ἀφόβως ἀπὸ παντὸς κακοῦ λογισμοῦ. Οὗτος κρύπτει τὴν ἐντολὴν τοῦ θεοῦ, ὁ ποιῶν αὐτήν, εἴπερ καὶ οἱ δαίμονες ἐκ τοῦ μὴ συγχωρεῖν αὐτὴν ποιεῖν ἡμᾶς ἁρπάζειν λέγονται. 79 Νῦν τὴν φωνὴν τὴν ἀπάθειαν τῆς ψυχῆς ὀνομάζει· αὕτη γὰρ πέφυκεν ἐπικαλεῖσθαι γνῶσιν θεοῦ. οὕτω καὶ ὁ Δαυὶδ λέγει· Φωνῇ μου πρὸς κύριον ἐκέκραξα, καὶ πάλιν· Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Τότε συνήσεις πῶς ὁ φόβος τοῦ κυρίου ἀρχὴ σοφίας ἐστίν, καὶ πῶς τῆς τοῦ θεοῦ
γνώσεως γίνεται πρόξενος. προϋπάρξαι δὲ δεῖ σοφίαν καὶ σύνεσιν, πρὸς τὸ δυνηθῆναι συνιέναι φόβον κυρίου· καὶ προσάξομέν γε ταῦτα τοῖς τὴν μὲν σοφίαν καὶ τὴν σύνεσιν ἐξουθενοῦσιν, καταφεύγειν δὲ βουλομένοις ἐπὶ τὸ φοβεῖσθαι τὸν θεόν, ὡς ἐπὶ εὐχερὲς πρᾶγμα. Ἄξονας λέγει τὰς ἐντολὰς τοῦ θεοῦ τὰς ἀγούσας ἡμᾶς ἐπὶ τὴν γνῶσιν τὴν τοῦ θεοῦ. καὶ ὁ Δαυὶδ φησίν· Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην. Οἱ μὲν ἅγιοι ἄγγελοι πάντα λαλοῦσι πιστά· ἄνθρωποι δὲ τὰ μὲν πιστά, τὰ δὲ ἄπιστα· ὁ δὲ διάβολος οὐδὲν πιστὸν ἀντὶ τοῦ οὐ πίστεως ἄξιον. ἄνδρα γὰρ νῦν τὸν διάβολον λέγει, εἴγε ἄνθρωπος πονηρὸς ἐπέσπειρε τὰ ζιζάνια. Εἰ ἡ βουλὴ ποιὰ νοῦ κίνησίς ἐστιν, πῶς αὕτη ἀπέλιπεν διδασκαλίαν νεότητος; πῶς δὲ καὶ θείας ἐπελάθετο διαθήκης; ὡς γὰρ περὶ ζώου λογικοῦ τῆς κακῆς βουλῆς ἡμῖν διαλέγεται. ἢ νῦν κακὴν βουλὴν τὸν διάβολον λέγει· οὗτος γὰρ κακῶς ἐβουλεύσατο εἰπὼν τὸ Ἐπάνω τῶν ἄστρων θήσομαι τὸν θρόνον μου, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. ἐπελάθετο δὲ καὶ τῆς θείας γνώσεως, καταλιπὼν τὴν διδασκαλίαν τῆς νεότητος· ἥτις νεότης τὴν προτέραν αὐτοῦ κατάστασιν δηλοῖ, καθ' ἣν καὶ ζηλωτὸς ἦν ἐν τοῖς ξύλοις τοῦ παραδείσου. Διώκοντας γὰρ δικαιοσύνην ἀγαπᾷ, καὶ οὕτως τρέχετε ἵνα καταλάβητε. Ὅσοι καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς, οὗτοι καταλαμβάνουσι τρίβους εὐθείας· Καὶ τὸ ἔλεός σου, φησίν, καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Οἱ μὲν ἐν ἀκακίᾳ, φησίν, μείναντες ὑπελείφθησαν ἐν τῇ γῇ, τοῦτ' ἔστιν ἐν τῇ γνώσει· οἱ δὲ διὰ κακίαν ἐκπεσόντες διὰ χρηστότητος πάλιν ἐπανελεύσονται 80 Οὗτος ἐπιλανθάνεται νόμου, ὁ μὴ νομίμως βιούς· οὗτος μέμνηται τοῦ νόμου, ὁ ζῶν κατ' αὐτόν· καὶ εἰ οὗτος τηρεῖ τὰ ῥήματα τοῦ θεοῦ, ὁ ποιῶν αὐτά, οὗτος ἀπόλλυσιν αὐτά, ὁ μὴ βουλόμενος πράττειν αὐτά· οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι, φησίν, παρὰ τῷ θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Μὴ ἐπαρθῇς, φησί, θεοῦ σοφίαν κτησάμενος· ὅτι δὲ τὴν τοῦ θεοῦ ἐνταῦθα λέγει σοφίαν καὶ αὐτὴν ἀνθρωπίνην, δι' ὧν ἐπιφέρει δείκνυσιν· Ἐν πάσαις γάρ φησιν ὁδοῖς σου γνώριζε αὐτήν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου. Ὅταν αἱ δυνάμεις τῆς ψυχῆς ἐπιμελείας τύχωσιν, τὸ τηνικαῦτα ἐροῦσι Κύριε, τίς ὅμοιός σοι; Πάντα γάρ φησι τὰ ὀστᾶ μου ἐροῦσι Κύριε κύριε, τίς ὅμοιός σοι; ἐπιμελείας γὰρ τυχοῦσα ἡ μνημονευτικὴ δύναμις τῆς ψυχῆς πάντως ἐρεῖ τὸ Ἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθην· ὁμοίως δὲ καὶ ἡ ὀπτικὴ λέξει τὸ Κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην· ὡσαύτως δὲ καὶ ἡ ἐπιθυμητικὴ Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου· ἐρεῖ δὲ καὶ ἡ λογιστικὴ τὸ Διελογισάμην ἡμέρας ἀρχαίας. κατὰ πάντα συμβήσεται καὶ ἐπὶ τῶν ἄλλων δυνάμεων. Ἔν τισιν ἀντιγράφοις κεῖται πλησμονὴ σίτου· οὐ κεῖται δὲ οὔτε εἰς τὸ ἑβραϊκὸν οὔτε παρὰ τοῖς ο τὸ σίτου. Πρὸς μόνην τὴν σοφίαν ἀδυνατοῦσιν οἱ δαίμονες, λογισμοὺς ἐμβάλλειν εἰς τὴν καρδίαν τοῦ σεσοφισμένου μὴ συγχωρούμενοι· ὁ γὰρ νοῦς τοῖς τῆς σοφίας ποιούμενος θεωρήμασιν, ἀνεπίδεκτος γίνεται λογισμοῦ ἀκαθάρτου. Νοῦς καθαρὸς ἐγγίζει σοφίᾳ· ὁ δὲ ἀκάθαρτος μακρυνθήσεται ἀπ' αὐτῆς Τούτου τοῦ ξύλου μετὰ τὴν παράβασιν ὁ Ἀδὰμ μεταλαμβάνειν κωλύεται, εἴπερ ἀπὸ καρπῶν δικαιοσύνης φύεται δένδρον ζωῆς· εἰ δὲ τὸ δένδρον τῆς ζωῆς ἡ τοῦ θεοῦ σοφία ἐστίν, δικαίως ἅψασθαι κωλύεται τούτου τοῦ ξύλου· Εἰς γὰρ κακότεχνόν φησιν ψυχὴν σοφία οὐκ εἰσελεύσεται. Ὁ θεὸς τῇ μὲν σοφίᾳ τὴν γῆν ἐθεμελίωσεν, τῇ δὲ φρονήσει τοὺς οὐρανοὺς ἡτοίμασεν· διὰ δὲ τῆς αἰσθήσεως αὐτοῦ ἐρράγησαν ἄβυσσοι, τὰ δὲ νέφη ἐρρύησαν δρόσους. ἣν ἐνταῦθα γῆν εἶπεν, Παῦλος ὁ ἅγιος πλᾶτος (sic cod.) ὠνόμασεν· καὶ τοὺς ἐνταῦθα οὐρανοὺς λεγομένους ὕψος ἐκεῖνος ἐν τῇ πρὸς Ἐφεσίους καλεῖ, 81 καὶ τὰς λεγομένας τροπικῶς ἀβύσσους ὀνομάζει βάθος, καὶ τὰ δεδροσωμένα νέφη μῆκος καλεῖ. ταῦτα δὲ πάντα λογικῶν ἐστὶ φύσεων σύμβολα, διαιρουμένων κόσμοις καὶ σώμασι κατ' ἀναλογίαν. Τράχηλον τὴν ψυχὴν
εἶπεν τὴν βαστάσασαν τὸν ζυγὸν τοῦ κυρίου. Πρόσκομμά ἐστι φύσεως λογικῆς λογισμὸς ἀκάθαρτος ἢ γνῶσις ψευδής. Ἐντεῦθεν γινώσκομεν ὅτι ἡ ἐλεημοσύνη περιαιρεῖ φοβερὰς φαντασίας νύκτωρ ἡμῖν συμβαινούσας· τὸ αὐτὸ δὲ ποιεῖ καὶ πραΰτης καὶ ἀοργησία καὶ μακροθυμία, καὶ ὅσα πέφυκε ταρασσόμενον καταστέλλειν θυμόν· εἴπερ ἐκ τῆς ταραχῆς τοῦ θυμοῦ τὰ φοβερὰ φαντάσματα εἴωθε γίνεσθαι. Αὕτη ἡ πρὸς τὸν πλησίον ἔχθρα ἀπεργάζεταί τινα κακόν. Ἄγνοια κυρίου ἐν ψυχαῖς ἀσεβῶν, γνῶσις δὲ θεοῦ ἐν ψυχῇ δικαίων. Ὥσπερ τοῖς ἀδίκοις ὁ κύριος ὡς δικαιοσύνη ἀντιτάσσεται, καὶ τοῖς ψεύσταις ὡς ἀλήθεια, οὕτως καὶ τοῖς ὑπερηφάνοις ὡς ταπεινοφροσύνη ἀντιτάσσεται. Γνῶσιν σοφοὶ κληρονομήσουσιν· οἱ δὲ ἀσεβεῖς ἐτίμησαν ἀγνωσίαν. Σημειωτέον ἐνταῦθα ὅτι δῶρον ἀγαθὸν ὀνομάζει τὸν νόμον διὰ τὸν λαμβάνοντα δῶρα ἐν κόλπῳ ἀδί κως καὶ μὴ κατευοδούμενον· ἐκεῖ γὰρ δῶρα ἄδικα τὰ προστάγματα λέγει τοῦ πονηροῦ, ἅπερ ὁ νοῦς δεχόμενος οὐ κατευοδοῦται ἐν ταῖς ὁδοῖς αὐτοῦ. Οὗτος ἐγκαταλιμπάνει τὸν νόμον, ὁ παραβαίνων αὐτόν. Εἰ ἐφ' ἡμῖν ἐστὶν τὸ χαρακῶσαι τὴν σοφίαν, αἱ δὲ ἀρεταί εἰσιν ἐφ' ἡμῖν· οἱ χάρακες ἄρα δηλοῦσιν ἐνταῦθα τὰς ἀρετάς, αἵτινες ὑψοῦσιν τὴν γνῶσιν τὴν τοῦ θεοῦ. Στέφανος χαρίτων καὶ στέφανος τρυφῆς ἡ γνῶσίς ἐστιν ἡ τοῦ θεοῦ, ἥτις καὶ ὑπερασπίζει ἡμῶν, πάντα λογισμὸν ἐμπαθῆ καὶ πᾶσαν ἀπωθουμένη γνῶσιν ψευδῆ. Αὗται αἱ πολλαὶ ὁδοὶ εἰς μίαν ἄγουσιν ὁδόν, τὴν εἰποῦσαν· Ἐγώ εἰμι ἡ ὁδός. πολλὰς δὲ εἴρηκεν ὁδοὺς τὰς ἀρετὰς τὰς φερούσας ἐπὶ τὴν γνῶσιν τὴν τοῦ Χριστοῦ. Τούτου τοῦ στρατοῦ ὁ τόπος ἐστὶν ἡ κακία καὶ ἡ ψευδώνυμος γνῶσις. Εἰ τοῖς ἀγαπητοῖς αὐτοῦ δίδωσιν ὁ κύριος ὕπνον, οἱ δὲ ἀσεβεῖς οὐκ εἰσὶν αὐτοῦ ἀγαπητοί, τοῖς ἀσεβέσιν ἄρα οὐ δίδωσιν ὕπνον ὁ κύριος. ἐντεῦθεν δέ ἐστιν καὶ πιθανῶς δεῖξαι ὅτι οὐδὲ καθεύδειν πεφύκασιν οἱ δαίμονες. Ἐντεῦθεν γινώσκομεν τίσι τρέφεται ὁ στρατὸς τῆς ἀντικειμένης δυνάμεως· σῖτα γάρ φησιν αὐτοῦ ἐστὶν ἡ ἀσέβεια, καὶ οἶνος παρανομία. Προπορεύονται ἡμῶν αἱ ἀρεταὶ καὶ φωτίζουσιν ἡμᾶς, ἕως ἂν ὁ ἥλιος τῆς δικαιοσύνης τὴν ἑαυτοῦ ἡμέραν ἡμῖν ἐπιλάμψῃ. Οὐδὲ τὸν τρόπον πῶς ἁμαρτάνουσιν οἱ ἀσεβεῖς ἐπίστανται, οὐδὲ τὴν αἰτίαν γινώσκουσιν πόθεν προσκόπτουσιν· ἀλλ' οὐδ' αὐτὸ τοῦτο ἴσασιν, ὅτι παρανομοῦσιν, ὅπερ ἐστὶν γνώρισμα τῆς ἐσχάτης ἀνοίας. Πηγὰς λέγει τὰς ἀρετάς, ἀφ' ὧν γεννῶσι τὸ ὕδωρ τὸ ζῶν, ὅπερ ἐστὶν ἡ γνῶσις τοῦ Χριστοῦ. καὶ ὁ Δαυὶδ Ὤφθησάν φησιν αἱ πηγαὶ τῶν ὑδάτων καὶ ἀνεκαλύφθησαν τὰ θεμέλια τῆς οἰκουμένης, παρὰ τὴν ἐπιδημίαν δηλονότι τοῦ σωτῆρος ἡμῶν Χριστοῦ. Ὅσοι λογισμοὺς ἔχουσιν ἀπαθεῖς καὶ δόγματα ἀληθῆ, οὗτοι ὁρῶσιν ὀρθά. 83 Ἡ ἀρετὴ γὰρ μεσότης· διὸ καὶ τὴν ἀνδρείαν μεταξὺ τῆς θρασύτητος καὶ τῆς δειλίας εἶναί φασιν· νῦν δὲ ὀνομάζει δεξιὰ οὐ τὰ φύσει δεξιά, ἀλλὰ τὰ φαινόμενά τισι διὰ τὰς ἡδονὰς δεξιά. βορέας γάρ φησιν σκληρὸς ἄνεμος, ὀνόματι δὲ ἐπιδέξιος καλεῖται· βορέαν λέγων συμβολικῶς τὸν πονηρόν, ἀφ' οὗ ἐξεκαύθη πάντα τὰ κακὰ ἐπὶ τῆς γῆς. Συμφωνεῖ τούτοις τὸ Ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον καὶ φυλάξει πόλιν, καὶ ἑξῆς. Τὸ λῖπος τὴν ἡδονὴν σημαίνει, ἀφ' ἧς τίκτεται ἡ ἀκαθαρσία· ἧς ἔκγονον κακία καὶ ἄγνοια, ὧν οὐδέν ἐστιν πικρότερον ἐν τοῖς γεγονόσιν εὑρεῖν. Ἣν ἀνωτέρω πόρνην εἶπεν, νῦν ἀφροσύνην ὠνόμασεν. Ὑπὲρ τῶν μετὰ θανάτου καταβαινόντων εἰς τὸν ᾅδην προσεύχεται ὁ Δαυὶδ λέγων· Καταβήτωσαν εἰς ᾅδου ζῶντες. Εἰ οὐκ εὔγνωστοί εἰσιν αἱ τροχιαί, καλῶς εἴρηται τὸ Οὐκ οἴδασι πῶς προσκόπτουσιν. Ὁδὸν εἶπεν ἐνταῦθα τὸν ἐπὶ τὴν ἀρετὴν ὁδεύοντα νοῦν· ἢ τάχα τὴν ἀρετὴν προστάσσει χωρίζειν ἡμᾶς ἀπὸ κακίας. Ἐνταῦθα γινώσκομεν ὅτι τὸ θυμικὸν μέρος ἐπικρατεῖ ἐν τοῖς δαίμοσιν· ἀνελεήμων γὰρ θυμός, φησίν, καὶ ὀξεῖα ὀργή. Διὰ τῶν κακιῶν οἱ πονηροὶ κατατρίβουσι τὰς σάρκας τοῦ Χριστοῦ, καὶ τὸ αἷμα καταναλίσκουσιν, κοινὸν αὐτὸ ἡγησάμενοι· ὁ τρώγων γάρ μου, φησί, τὴν σάρκα καὶ
πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἦν ὅτε οὐκ ἦν κακία, καὶ ἔσται ὅτε οὐκ ἔσται· οὐκ ἦν δὲ ὅτε οὐκ ἦν ἀρετή, οὐδὲ ἔσται ὅτε οὐκ ἔσται· ἀνεξάλειπτα γὰρ τὰ σπέρματα τῆς ἀρετῆς. πείθει δέ με καὶ οὗτος παρ' ὀλίγον καὶ οὐ τελείως ἐν παντὶ κακῷ γεγονῶς, καὶ ὁ πλούσιος ἐν τῷ ᾅδῃ διὰ κακίαν γενόμενος καὶ οἰκτείρων τοὺς ἀδελφούς· τὸ δὲ ἐλεεῖν σπέρμα τυγχάνει τὸ κάλλιστον τῆς ἀρετῆς. Ἡ γνῶσις καὶ φρέαρ ἐστὶ καὶ πηγή· τοῖς μὲν γὰρ προσελθοῦσι τὴν ἀρετὴν βαθὺ φρέαρ εἶναι δοκεῖ, 84 τοῖς δὲ ἀπαθέσι καὶ καθαροῖς πηγή· οὕτω καὶ ὁ σωτὴρ ἐκαθέζετο ἐπὶ τῇ πηγῇ, ὥρα ἦν ὡσεὶ ἕκτη· ἡ δὲ Σαμαρεῖτις φρέαρ αὐτὴν ὀνομάζει· Κύριε γάρ φησιν, οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶ βαθύ. Ἡ γυνὴ ἐνταῦθα τὴν τοῦ θεοῦ γνῶσιν σημαίνει· αὕτη δὲ ἐκ νεότητος ἡμῖν ἐδόθη, ἥντινα ἀνωτέρω διδασκαλίαν ὁ Σολομὼν νεότητος λέγει· Υἱέ φησι, μή σε καταλάβῃ βουλὴ κακή, τὸν διάβολον λέγων ὡς κακῶς βουλευσάμενον, ἡ ἀπολιποῦσα διδασκαλίαν νεότητος καὶ διαθήκην θείαν ἐπιλελησμένη. λήθη δὲ καὶ ἀπόλειψις γνώσεως καὶ κτήσεως δεύτεραι· ὥσπερ καὶ ὑγείας νόσος ἐσχάτη, καὶ ζωῆς θάνατος δεύτερος. ἅμα δὲ καὶ τοῦτο ἰστέον, ὅτι περ' ἡ αὐτὴ γνῶσις καὶ μήτηρ λέγεται καὶ γυνὴ καὶ ἀδελφή· μήτηρ μὲν ἐπειδὴ ὁ διδάξας με δι' αὐτῆς με γεγέννηκεν, ὡς Παῦλος διὰ τοῦ εὐαγγελίου Γαλάτας· γυνὴ δὲ ὅτι συνοῦσά μοι τίκτει τὰς ἀρετὰς καὶ δόγματα ὀρθά, εἴγε ἡ σοφία ἀνδρὶ τίκτει φρόνησιν· ἀδελφὴ δὲ ὅτι ἐγώ τε καὶ αὐτὴ ἐκ τοῦ ἑνὸς γεγόναμεν θεοῦ καὶ πατρός· Εἶπον γάρ φησι τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι. Εἰ χάρις καὶ φιλία ἐλευθεροῖ, ἀρετὴ δὲ καὶ γνῶσις ἐλευθεροῖ ψυχὴν λογικήν, ἡ χάρις καὶ ἡ φιλία ἀρετὴ καὶ γνῶσις ἐστίν. εἰ δὲ ἡ ἔλαφος ἐκ τῆς φιλίας, ὁ δὲ πῶλος ἐκ τῆς χάριτος γεννᾶται, ἡ μὲν ἔλαφός ἐστι θεωρίας σύμβολον, ὁ δὲ πῶλος τῆς ἀπαθείας· ἡ μὲν γὰρ ἐξ ἀρετῶν, ἡ δὲ ἐκ τῆς γνώσεως γίνεσθαι πέφυκεν. Ἰδία τῆς λογικῆς φύσεώς ἐστιν ἡ ἀρετὴ καὶ ἡ γνῶσις ἡ τοῦ θεοῦ. Τὸ πολλοστὸν εἶναι τὸ πλῆθός ἐστιν ἔχειν θεωρημάτων· πλῆθος δέ ἐστιν τῶν ὠφελουμένων. Τὸ Μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν, τινὲς μὲν περὶ τῆς ἔξωθεν σοφίας νομίσουσι λέγεσθαι, πρὸς ἣν χρονίζειν οὐκ ἀναγκαῖον διὰ τὰς ἐγκεκρυμμένας ἀπάτας· τινὲς δὲ περὶ τῆς κακίας ἐκλήψονται, καὶ τὸ μὴ πολὺν εἶναι πρὸς αὐτὴν ἑρμηνεύσουσιν οὕτως, ὅτι οὐ δυνατὸν ἄνθρωπον ὄντα παντάπασιν ἀπέχεσθαι πονηρῶν λογισμῶν, μὴ χρονίζειν μέντοιγε ἐν αὐτοῖς δυνατόν· καὶ ὅτι ἀγκάλας τὰς ἀλλοτρίας τοὺς πονηροὺς λογισμοὺς ὀνομάζει, τοὺς συνέχοντας τὴν ψυχὴν καὶ μὴ λανθάνοντας τὸν καρδιογνώστην θεόν. Πᾶς ὁ τὸν φίλον τῶν ἀποστόλων Χριστὸν ἐγγυώμενος, ὡς δικαιοσύνην καὶ ἀλήθειαν, παραδίδωσι τὴν ἑαυτοῦ ψυχὴν τοῖς ἐχθροῖς τοῖς εἰωθόσι πολεμεῖν τοῖς ἀνθρώποις διὰ τὴν πρὸς τὸν σωτῆρα φιλίαν· φιλία γάρ ἐστιν πνευματική, γνῶσις θεοῦ, καθ' ἣν καὶ οἱ ἅγιοι φίλοι χρηματίζουσι τοῦ θεοῦ· οὕτω καὶ Ἰωάννης ὁ βαπτιστὴς φίλος ἦν τοῦ νυμφίου, καὶ Μωσῆς καὶ οἱ ἀπόστολοι· Οὐκέτι γάρ φησιν ὑμᾶς καλῶ δούλους. Παρό ξυνε δέ φησιν διὰ προσευχῶν καὶ δεήσεων καὶ τὸν φίλον σου ὃν ἐνηγγυήσω, λέγων· Φύλαξόν με κύριε ἐκ χειρὸς ἁμαρτωλοῦ, καὶ ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με, καὶ ἕνεκα τῶν ἐχθρῶν μου μὴ παράδος με εἰς χεῖρας θλιβόντων με· ὅτι ἕνεκέν σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Ὕπνος μέν ἐστι ψυχῆς ἡ κατ' ἐνέργειαν ἁμαρτία· νυσταγμὸς δὲ τὸ πρῶτον ἐν τῇ ψυχῇ συνιστάμενον ἀκάθαρτον νόημα· διὸ καὶ πρὸ τοῦ νυσταγμοῦ ὁ λόγος τὸν ὕπνον καλεῖ. Ἐρρέθη γάρ φησι τοῖς ἀρχαίοις· Οὐ φονεύσεις, ἐγὼ δὲ λέγω Οὐκ ὀργισθήσῃ. καὶ ἐνταῦθα γὰρ φαίνεταί μοι τὸν ὕπνον κωλύων ὁ νόμος· τὸν δὲ νυσταγμὸν τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· εἴγε ὁ μὲν περικόπτει τὴν κατ' ἐνέργειαν ἁμαρτίαν, τὸ δὲ τὴν κατὰ διάνοιαν πρῶτον συνισταμένην κακίαν. Σημειωτέον ἐνταῦθα ὅτι τὴν τοῦ μύρμηκος φυσικὴν ἐναρμόνιον κίνησιν σοφίαν καλεῖ· καὶ γὰρ ὁ σοφώτερος σοφοῦ σοφώτερος λέγεται. πῶς δὲ καὶ οὐκ ἔστιν ὑπὸ δεσπότην, εἴγε τὰ
σύμπαντα δοῦλα τοῦ θεοῦ; ἢ μή ποτε ὁ θεὸς δεσπότης λέγεται διχῶς, ὡς δημιουργὸς καὶ ὡς γινωσκόμενος; διὸ καὶ ὁ Παῦλος γράφει· Νυνὶ δὲ ἐλευθερωθέντες μὲν ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ θεῷ (δηλονότι κατ' ἀρετὴν καὶ γνῶσιν), ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. εἰ δὲ τοῦ τοιούτου τέλους ἄμοιρός ἐστιν ὁ μύρμηξ ἄλογος ὤν, δῆλον ὅτι καὶ τῆς τοιαύτης δουλείας ἐλεύθερος. καλῶς οὖν λέγεται μὴ εἶναι ὑπὸ δεσπότην ὁ μύρμηξ, κατὰ ταύτην τὴν δεσποτείαν· καὶ εἶναι πάλιν ὑπὸ δεσπότην, ὡς δημιουργὸν ἔχων τὸν θεόν. Διὰ μὲν τοῦ μύρμηκος ἔοικεν ὁ Σολομὼν τὴν πρακτικὴν ὁδὸν ἡμῖν ὑπογράφειν, διὰ δὲ τῆς μελίσσης τὴν θεωρίαν τῶν γεγονότων σημαίνειν καὶ αὐτοῦ τοῦ ποιήσαντος, ἥντινα καὶ καθαροὶ καὶ ἀκάθαρτοι καὶ σοφοὶ καὶ ἀνόητοι πρὸς τὴν τῆς ψυχῆς ὑγείαν προσφέρονται. καὶ φαίνεται μέν μοι ὁ κηρὸς αὐτῶν τῶν πραγμάτων λόγον ἐπέχειν, τὸ δ' ἐναποκείμενον αὐτῷ μέλι σύμβολον εἶναι τῆς θεωρίας αὐτῶν. καὶ ὁ μὲν κηρὸς παρελεύσεται· ὁ οὐρανὸς γάρ φησιν καὶ ἡ γῆ παρελεύσεται· τὸ δὲ μέλι οὐ παρελεύσεται· οὐδὲ γὰρ οἱ λόγοι παρελεύσονται τοῦ σωτῆρος ἡμῶν Χριστοῦ. περὶ ὧν λέγει ὁ Σολομών· Κηρία μέλιτος λόγοι καλοί, γλύκασμα δὲ αὐτῶν ἴασις ψυχῆς· καὶ ὁ Δαυίδ· Ὡς γλυκέα φησὶ τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου. Τὸ ἀποτέλεσμα τοῦ πόνου πόνους ὠνόμασεν. Ὁ ὕπνος οὗτος μόνῃ πέφυκεν ἐπισυμβαίνειν ψυχῇ λογικῇ· σημαίνει γὰρ ἐνταῦθα κακίαν καὶ ἀγνωσίαν· ὧν ἡ ἀγρυπνία ποιεῖ τινά. Πενία ἐστὶ στέρησις γνώσεως· ἔνδεια δὲ σπάνις τῶν ἀρετῶν. Προσεκτέον ἐνταῦθα, μή ποτε ἄρα διὰ τῶν τοιούτων κινημάτων τοῦ σώματος γινώσκουσιν οἱ ἀντικείμενοι τοὺς ἑαυτῶν λογισμοὺς ἐν ἡμῖν τρεφομένους· ἐπειδὴ καρδιογνώστην μόνον τὸν θεὸν πεπιστεύκαμεν εἶναι. Πᾶς ὁ τρώγων τὰς σάρκας τοῦ Χριστοῦ καὶ πίνων τὸ αἷμα αὐτοῦ κτᾶται αἷμα δίκαιον, οὗ στερισκομένη λέγεται ἀποθνήσκειν ψυχὴ λογική· Ψυχὴ γάρ φησιν ἡ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται. εἰ δὲ ἔστιν αἷμα δίκαιον, ἔστιν δηλονότι καὶ αἷμα ἄδικον· ὅπερ συνάγουσιν ἐν ἑαυτοῖς οἱ κατεσθίοντες τὸν δεδομένον βρῶμα λαοῖς τοῖς Αἰθίοψιν, καὶ τρεφόμενοι τῷ ἄρτῳ τοῦ ψεύδους. καὶ οἱ μὲν θύοντες θεοῖς ἀλλοτρίοις τὸ δίκαιον 86 ἑαυτῶν αἷμα καταναλίσκουσιν, οἱ δὲ ἑαυτοὺς θυσίαν προσάγοντες τῷ μόνῳ θεῷ τὸ ἄδικον διαφθείρουσιν αἷμα. ἀκολουθήσει δὲ πάντως τῇ μὲν φθορᾷ τοῦ ἀδίκου αἵματος ἡ γένεσις τοῦ δικαίου αἵματος, καὶ τῇ φθορᾷ τοῦ δικαίου αἵματος ἡ γένεσις τοῦ ἀδίκου αἵματος. ἀλλὰ τοῦτο μὲν νῦν γίνεσθαι πέφυκεν, ἀπ' ἀρχῆς δὲ οὐχ οὕτως· οὐ γὰρ κατὰ φθορὰν κακίας ὑπέστη δικαιοσύνη, ὡς οὐδὲ κατὰ φθορὰν νόσου ὑγεία, τῶν παίδων μετὰ τῆς ὑγείας ἀπ' ἀρχῆς τικτομένων. Ἀδελφοί εἰσιν οἱ τῆς υἱοθεσίας ἔχοντες χάρισμα καὶ ὑπὸ τὸν αὐτὸν ὄντες πατέρα Χριστόν, οὓς χωρίζειν ἐπιχειρεῖ ὁ μάρτυς τῆς ἀδικίας, ταραχὰς ἐν αὐτοῖς ἐμβάλλων καὶ κρίσεις. τὸ δὲ Ἐκκαίει, ὡς οἶμαι, προστέθειται διὰ τοὺς ἐμπαθεῖς λογισμούς, ἀνάπτοντας θυμὸν μὲν πρὸς ὀργὴν καὶ μῖσος, ἐπιθυμίαν δὲ πρὸς αἰσχρὰς ἐργασίας. τούτους τοὺς λογισμοὺς καὶ ὁ ἅγιος Παῦλος ὠνόμασεν τοῦ πονηροῦ βέλη πεπυρωμένα, τιτρώσκοντα τὴν ψυχὴν καὶ θάνατον ἐργαζόμενα. Τὴν μητέρα προστάσσει ἐπάγεσθαι, ἥτις ἐστὶν ἡ σοφία γεννῶσα ἡμᾶς κατὰ θεόν. καίτοι ἐχρῆν αὐτὸν εἰπεῖν τὸν πατέρα· οὗτος γὰρ πρὸς τὸ συνεῖναι τῷ υἱῷ μᾶλλον ἐπιτηδειότερος. ἀλλ' ἐπειδὴ οὐ δυνατὸν αὐτὸν γνῶναι τὸν θεὸν πρὸ τῆς τῶν γεγονότων θεωρίας, τούτου χάριν τὴν μητέρα καὶ οὐ τὸν πατέρα προστάσσει ἐπάγεσθαι, ἵνα διὰ τῆς μητρὸς ὁ υἱὸς ἴδῃ τὸν πατέρα· ἐὰν γὰρ αὐτὴ μὴ γεννήσῃ αὐτόν, οὐ βλέπει τὸ φῶς, ὅπερ ἐστὶν ἡ γνῶσις αὐτοῦ τοῦ θεοῦ. Ὅτι ἡ ἐντολὴ τοῦ νόμου λύχνος ἐστὶ καὶ φῶς, καὶ τάχα λύχνος ἐστὶν ἡ παλαιὰ διαθήκη· ἐκεῖνος γὰρ ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων· φῶς δὲ ἡ νέα διαθήκη· Ἐγὼ γάρ φησιν εἰμὶ τὸ φῶς τοῦ κόσμου. Τοσαύτη γάρ ἐστιν ἡ ἡδονὴ τῆς κακίας, ὅση καὶ ἑνὸς ἄρτου. Οὗτος
ἀποδεσμεῖ τὸ πῦρ ἐν τῷ κόλπῳ, ὁ συγχωρῶν τὸν ἀκάθαρτον λογισμὸν ἐν τῇ καρδίᾳ χρονίζοντα διαφθείρειν τοὺς ὀρθοὺς λογισμούς. καὶ οὗτος ἐπὶ τῶν ἀνθράκων περιπατεῖ, ὁ διὰ τῆς κατ' ἐνέργειαν ἁμαρτίας τὴν ἑαυτοῦ ψυχὴν ἀπολλύων. Γυναῖκα ὕπανδρον τὴν κακίαν λέγει· ταύτης γὰρ ἀνὴρ ὁ διάβολος, γεννῶν μετ' αὐτῆς τοὺς παρανόμους υἱούς. καὶ ὁ σωτὴρ δὲ ἐν τοῖς εὐαγγελίοις πρὸς τοὺς Ἰουδαίους Ὑμεῖς, φησίν, ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ. Ἐὰν δὲ ἁλῷ ὑπὸ γνώσεως ἀληθοῦς, ἀποθήσεται πᾶσαν γνῶσιν ψευδῆ, ὁ πρότερον δι' ἔνδειαν γνώσεως κλέπτων ἀπὸ τῆς μωρανθείσης ὑπὸ τοῦ σωτῆρος ἡμῶν σοφίας. Πᾶς ὁ κοινωνήσας τῇ κακίᾳ μοιχός ἐστιν τοῦ διαβόλου, τοῦ πρώτου γήμαντος τὴν κακίαν καὶ ἀπ' ἀρχῆς γεγονότος ἀνθρωποκτόνου. 87 Ἐνταῦθα δείκνυσιν ὅτι τὸν διάβολον ἕξομεν τῶν πεπραγμένων ἡμῖν κατήγορον ἐν ἡμέρᾳ τῆς κρίσεως· τοῦτο δὲ καὶ ὁ ἅγιος Παῦλος φησίν· Ἵν' ὁ ἐξ ἐναντίας ἐντραπῇ, μηδὲν ἔχων τι λέγειν περὶ ἡμῶν φαῦλον. Εἰ διὰ τῆς παραβάσεως τοῦ νόμου τις τὸν θεὸν ἀτιμάζει, διὰ τοῦ ποιεῖν δηλονότι τὸν νόμον τιμᾷ τὸν θεόν. Ἀδελφὴ ἡμῶν ἡ σοφία ἐστίν, διότι ὁ ποιήσας τὴν ἀσώματον φύσιν πατὴρ καὶ ταύτην πεποίηκεν· σοφίαν δὲ ἐνταῦθα λέγει οὐ τὸν υἱὸν τοῦ θεοῦ, ἀλλὰ τὴν θεωρίαν σωμάτων καὶ ἀσωμάτων καὶ τῆς ἐν αὐτοῖς κρίσεως καὶ προνοίας· ἧς εἶδός ἐστιν καὶ ἡ φρόνησις καὶ ἡ γνῶσις, καὶ ἡ παιδεία καὶ ἡ σύνεσις. Οἱ πρὸς χάριν ἐμβαλλόμενοι λόγοι οἱ ἐμπαθεῖς εἰσὶ λογισμοί. Τὴν σάρκα τοῦ ἀνθρώπου θυρίδα νῦν ὀνομάζει· διὰ γὰρ ταύτης ὁ πονηρὸς τὰς ἀπάτας τοῖς ἀνθρώποις ἐργάζεται, τοῖς βουλομένοις ὁδεύειν τὴν πλατείαν ὁδὸν καὶ εὐρύχωρον καὶ ἀπάγουσαν ἐπὶ τὴν ἀπώλειαν. ἀλλ' ἐνταῦθα προσεκτέον τί φησὶν (sic cod.) ὁ Σολομὼν περὶ τῆς κακίας, ὅτι οὐχ αὕτη τὸν ἄνθρωπον ἐν ἀρχαῖς ἐπὶ τὴν κακίαν ἀπάγει, οὐδ' ἀναγκάζει πορεύεσθαι ἐν διόδοις οἴκων αὐτῆς, ἢ προσεγγίζειν γωνίᾳ, ἢ λαλεῖν ἐν σκότει ἑσπερινῷ· ἀλλ' ἐὰν ἴδῃ τινὰ ἑαυτὸν ἐπιδιδόντα ταῖς ἡδοναῖς, εὐθὺς συναντᾷ αὐτῷ, εἶδος ἔχουσα πορνικόν, ἣ ποιεῖ νέων ἐξαπατᾶσθαι καρδίας. Ἡσυχίαν νυκτερινὴν καὶ γνοφώδη τὴν ἀκάθαρτον κατάστασιν ὠνόμασε τῆς ψυχῆς, καθ' ἣν ἀναπτομένη τὴν ἁμαρτίαν διὰ τοῦ σώματος κατεργάζεται. Οἱ μὲν ἐν ταῖς πλατείαις ῥεμβόμενοι μοιχείας καὶ πορνείας καὶ κλοπῆς λαμβάνουσι λογισμούς· οἱ δὲ ἔξω τούτων ῥεμβόμενοι παρὰ φύσιν κινοῦνται ἀρρένων κοίτην ἐπιζητοῦντες, καὶ ἄλλων τινῶν ἀπειρημένων πραγμάτων φαντασίας λαμβάνοντες. Εἰ τῶν λογισμῶν οἱ μὲν καθαροί εἰσιν, οἱ δὲ ἀκάθαρτοι· καὶ εἰ μὲν τῶν γραμμῶν αἱ μὲν εὐθεῖαι καλοῦνται, αἱ δὲ κεκλασμέναι εὐθεῖαι· γωνία δέ ἐστιν κεκλασμένη εὐθεῖα· γωνία ἄρα νοητή ἐστιν ἀκάθαρτος λογισμός. τὸ οὖν παρὰ πᾶσαν γωνίαν ἐνεδρεύειν τὴν κακίαν δηλοῖ τὸ διὰ πάντων τῶν ἀκαθάρτων λογισμῶν αὐτὴν ἐξαπατᾶν τὴν ψυχήν· φέλημα δὲ δαιμονιῶδές ἐστιν νόημα ἐμπαθές, πρὸς αἰσχρὰν ἐργασίαν τὴν ψυχὴν ἐκκαλούμενον. Ἡ κακία ζητεῖ τὸ πρόσωπον τῆς ψυχῆς ἡμῶν καταισχύναι (hoc acc. cod.), διὰ τῶν κειριῶν καὶ τῆς κλίνης καὶ τῶν ἀμφιτάπων καὶ τοῦ κρόκου καὶ τοῦ κινναμώμου· ἅπερ κακὰ καὶ διάφορα πάθη σημαίνει παρὰ τοῖς ἐφευρεταῖς γινόμενα τῶν κακῶν. 88 Εἰ δι' ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ, πάνυ πνευματικῶς ἐνατενίσας τῇ οἰκονομίᾳ ὁ Παῦλος ἔσχατον ἐχθρὸν γράφει καταργεῖσθαι τὸν θάνατον. Τῶν ἐρωδιῶν τρία γένη εἰσίν, ὅ τε κέπφος καὶ ὁ λευκὸς καὶ ὁ ἀστερίας καλούμενος. τούτων ὁ κέπφος χαλεπῶς εὐνάζεται καὶ ὀχεύει· κράζει τε γὰρ καὶ ὀχεύων αἷμα, ὥς φασιν, ἀφίησιν ἐκ τῶν ὀφθαλμῶν καὶ τίκτει φαύλως καὶ ὀδυνηρῶς. ταῦτα μὲν οὖν ἀπὸ τῶν τοῦ Ἀριστοτέλους ἐκ τῶν περὶ τὰ ζῶα ἱστοριῶν παρεθήκαμεν. ἔοικε δὲ ἡ γραφὴ ἀπὸ τῆς ἱστορίας τοῦ ζώου τοῦ κέπφου τὴν λέξιν πεποιηκέναι τοῦ πειθομένου τῇ πόρνῃ γυναικὶ κεπφουμένου καὶ ἐξομοιουμένου τῷ ὀρνέῳ δι' ἀκολασίαν οἷον διακινηθέντος. Τιτρώσκει μὲν ἡμᾶς τοῖς λογισμοῖς, φονεύει δὲ ταῖς ἁμαρτίαις.
Μεταξὺ θρασύτητος καὶ δειλίας ἡ ἀνδρεία ἕστηκεν. Τὴν σοφίαν ποτὲ μὲν ἐν ἐξόδοις, ποτὲ δὲ ἐν εἰσόδοις ὑμνεῖσθαι φησίν, τοῦτ' ἔστιν παρὰ τοῖς ἐξερχομένοις ἀπὸ τῆς κακίας καὶ εἰσερχομένοις εἰς τὴν ἀρετήν. ἔξοδον γὰρ καὶ εἴσοδον τὸν ἐξερχόμενον καὶ εἰσερχόμενον ὀνομάζει· πολλάκις δὲ ἐσημειωσάμεθα τὴν συνήθειαν αὐτοῦ ταύτην, ὅτι ἀπὸ τῶν ἕξεων ὀνομάζει τοὺς κεκτημένους τὰς ἕξεις ἤτοι τὰς ἀρίστας καὶ τὰς χειρίστας. Καρδίαν ἐνταῦθα τὴν ἀρετὴν εἴρηκεν, τὴν ἐπισυμβαίνουσαν τῇ καρδίᾳ. Τὴν σοφίαν ἐνταῦθα ὡς γένος ἔλαβεν τῆς παιδείας καὶ τῆς γνώσεως· παιδείαν γὰρ καὶ γνῶσιν προτάξας ἐπάγει· Κρεῖσσον γὰρ σοφία λίθων πολυτελῶν, ὡς τῆς παιδείας καὶ τῆς γνώσεως περιεχομένης ἐν τῇ σοφίᾳ, ἥτις ἐστὶν πρῶτον χάρισμα τοῦ πνεύματος τοῦ ἁγίου, εἴπερ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας. τὸ δ' αὐτὸ τοῦτο λέγεται καὶ πνεῦμα υἱοθεσίας. Σημειωτέον ὅτι ἀδικίαν καὶ ὕβριν καὶ ὑπερηφανίαν τὸν ἄδικον καὶ ὑβριστὴν καὶ ὑπερήφανον λέγει, ἀπὸ τῆς χειρίστης ἕξεως ὀνομάζων αὐτόν. Ἡ αὐτὴ τροφὴ καὶ κρέας ὀνομάζεται καὶ ἄρτος καὶ γάλα καὶ λάχανα καὶ οἷνος· πλὴν οἱ ἄφρονες 89 ὡς ἄρτον αὐτοὺς λέγονται μεταλαμβάνειν καὶ ὡς οἶνος κεκερασμένος. εἰ δὲ τοῦτο, πῶς νοήσωμεν τὸ Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος. Κρατήρ ἐστιν γνῶσις πνευματικὴ τοὺς περὶ ἀσωμάτων καὶ σωμάτων καὶ κρίσεως καὶ προνοίας περιέχουσα λόγους. Εἰ Παῦλος ὁ ἀπόστολος δοῦλός ἐστιν Χριστοῦ, ὁ δὲ Χριστὸς σοφία ἐστίν, Παῦλος ἄρα ὁ ἀπόστολος δοῦλος σοφίας ἐστίν. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἀποστόλων καὶ τῶν προφητῶν τὸν λόγον συνάξωμεν, δούλους τῆς σοφίας αὐτοὺς ἀποδείξαντες. Τοῦτο τὸ κήρυγμα μόνον ἐστὶν ὑψηλόν, τόπους γνώσεως κηρῦσσον θεοῦ. Οὐκ εἶπεν τῶν ἐμῶν κρεῶν, τελείων γάρ ἐστιν ἡ στερεὰ τροφή. Οὐ δεῖ ἁμαρτάνοντας ἐλέγχειν τοὺς κακούς· μᾶλλον δὲ περὶ φόβου θεοῦ αὐτοῖς διαλέγεσθαι, ὅστις πείθει αὐτοὺς ἀποστῆναι κακίας. 90 Εἰ τὸ γνῶναι τὸν νόμον διανοίας ἐστὶν ἀγαθῆς, καὶ τὸ ποιῆσαι τὴν ἐντολὴν διανοίας ἐστὶν ἀγαθῆς· πλὴν πρότερον τὸ ποιῆσαι τὴν ἐντολὴν τοῦ γνῶναι τὸν νόμον, εἴπερ ἡ γνῶσις μετὰ τὴν κάθαρσιν προσγίνεσθαι πέφυκεν. Ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν: σχό. Παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφερόμενος καὶ ναυαγήσας περὶ τὴν πίστιν. Ἀπέλειπεν γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος: σχό. Ἀπέλειπεν γὰρ τὴν ἄμπελον τὴν εἰποῦσαν· Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστιν. Συνάγει δὲ χερσὶν ἀκαρπίαν: Ἀκαρπία ἐστὶν κακία καὶ ἄγνοια. Ἣ οὐκ ἐπίσταται αἰσχύνην: σχό. Ὡς διδακτῆς οὔσης τῆς αἰσχύνης εἴρηται τὸ Οὐκ ἐπίσταται αἰσχύνην. καὶ ὁ Δαυὶδ τὸν τοῦ θεοῦ φόβον διδακτὸν εἶναι [λέγει?]· Δεῦτε γάρ φησιν τέκνα, ἀκούσατέ μου, φόβον κυρίου διδάξω ὑμᾶς. εἰ δὲ ὁ φόβος καὶ ἡ αἰσχύνη πάθη ψυχῆς εἰσὶ φυσικά, πῶς διδακτικά ἐστιν; ἢ τάχα φόβον λέγει κυρίου τὴν διδασκαλίαν τὴν περὶ φόβου κυρίου, τὴν διδάσκουσαν ἡμᾶς ὅπως δεῖ ἀπὸ κακίας ἐκκλίνειν· εἴγε τῷ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. καὶ πάλιν αἰσχύνην ὀνομάζει τοὺς περὶ μετανοίας καὶ αἰσχύνης λόγους τοὺς ἄγοντας ἡμᾶς εἰς συναίσθησιν τῶν οἰκείων ἁμαρτημάτων· οὕτω καὶ ὁ Λαυὶδ φησίν· Ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃς σὺ ἐθεμελίωσας· τοῦτ' ἔστιν, ὄψομαι τοὺς λόγους τοὺς περὶ οὐρανῶν καὶ σελήνης καὶ ἀστέρων. Ἄρτων κρυφίων ἡδέως ἅψασθε: σχό. Ἡδύνθη αὐτοῖς ἄρτος ψεύδους· καὶ μετὰ τοῦτο πλησθήσεται τὸ στόμα αὐτῶν ψηφῖδος. Ἀλλὰ ἀποπήδησον, μὴ ἐγχρονίσῃς: Οὐ δεῖ τὸν νοῦν ἐγχρονίζειν τοῖς φαύλοις νοήμασιν· οὐδεὶς γὰρ ἀποδήσει πῦρ ἐν κόλπῳ, καὶ τὰ ἱμάτια οὐ κατακαύσει. Καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς: Ὥσπερ παρὰ τῷ θεῷ ἐστὶν πηγὴ ζωῆς, οὕτως καὶ παρὰ τῷ διαβόλῳ πηγὴ θανάτου· εἰ δὲ ἡ τοῦ θεοῦ πηγὴ ἀρετῆς καὶ γνώσεώς ἐστιν πηγή, ἡ τοῦ διαβόλου πηγὴ δηλονότι κακίας καὶ ἀγνωσίας ἐστὶν πηγή· ὡσαύτως δὲ καὶ ἐπὶ ποταμῶν καὶ φρεάτων καὶ ὑδάτων καὶ ὑετῶν νοητέον.
Οὐκ ὠφελήσουσι θησαυροὶ ἀνόμους: Οὐκ ὠφελήσουσι θησαυροὶ ἀνόμους, οὓς ἐπὶ γῆς ἐθησαύρισαν, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσιν. Ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει: Εἰ ἡ ζωὴ τῶν ἀσεβῶν ἡ κακία ἐστίν, ταύτην δὲ ἀνατρέψει ὁ κύριος, 91 ἔσονται δηλονότι ποτὲ οἱ ἀσεβεῖς οὐκ ἀσεβεῖς· μετὰ γὰρ ταύτην τὴν ἀνατροπὴν ὁ κύριος παραδώσει τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ἵνα γένηται ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν. Παιδεία ἀνεξέλεγκτος πλανᾶται: Παιδείαν ἀνεξέλεγκτον ὀνομάζει τὴν κακὴν τῆς ψυχῆς πολιτείαν, ἥτις καὶ πλάνης αὐτῇ γίνεται πρόξενος. Καλύπτουσιν ἔχθραν χείλη ἄδικα: Ἔχθραν τὴν κακίαν λέγει, διὰ γὰρ ταύτης ἐχθροὶ γινόμεθα τοῦ θεοῦ. Εἰ γὰρ ἐχθροὶ ὄντες, φησὶν ὁ Παῦλος, κατηλλάγημεν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ. εἰ δὲ ἡ ἔχθρα ἡ κακία ἐστίν, ἡ φιλία ἡ ἀρετή ἐστιν καὶ ἡ γνῶσις ἡ τοῦ θεοῦ, δι' ἧς φίλοι γινόμεθα τοῦ θεοῦ καὶ τῶν ἁγίων δυνάμεων· ἐπὶ γὰρ ταύτης τῆς φιλίας οἱ τοῦ αὐτοῦ φίλοι καὶ ἀλλήλων εἰσὶ φίλοι. Ἐπιθυμία δὲ δικαίου δεκτή: Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, φησὶν ὁ Δαυίδ. Φόβος κυρίου προστίθησιν ἡμέρας: Εἰ φόβος κυρίου προστίθησιν ἡμέρας, ἀρχὴ δὲ σοφίας φόβος κυρίου, αἱ ἡμέραι αὗται μέρη τῆς σοφίας εἰσὶν ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης γινόμεναι· ὑπὲρ ὧν εὔχεται καὶ ὁ Δαυὶδ λέγων· Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν· ταύτας δὲ τὰς ἡμέρας καὶ Ἀβραὰμ πληρώσας ἀπέθανεν, περὶ οὗ εἴρηται· Καὶ Ἀβραὰμ ἀπέθανεν πρεσβύτερος καὶ πλήρης ἡμερῶν. Δίκαιος τὸν αἰῶνα οὐκ ἐνδώσει: Τὸν αἰῶνα ἀντὶ τοῦ διὰ βίου· καὶ ὁ Παῦλος Οὐ μὴ φάγω, φησίν, κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω, αἰῶνα τὸ συμπαρεκτεινόμενον τῇ συστάσει τῆς ζωῆς αὐτοῦ διάστημα ὀνομάζων. Στόμα δὲ ἀσεβῶν ἀποστρέφεται: Στόμα νῦν τὸν νοῦν εἴρηκεν. Οἷς μὴ ὑπάρχει κυβέρνησις: Παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφερόμενοι καὶ ναυαγοῦντες περὶ τὴν πίστιν. 92 Μισεῖ δὲ ἦχον ἀσφαλείας: Ἦχον ἀσφαλείας τοὺς περὶ σωτηρίας λόγους ὠνόμασεν. Ἐξολλύει δὲ τὸ ἑαυτοῦ σῶμα ὁ ἀνελεήμων: Ἐνταῦθα τὴν ψυχὴν ἄντικρυς προσεῖπεν σῶμα. καὶ ὁ Χριστὸς δὲ ἐν τοῖς εὐαγγελίοις σῶμα τὴν ψυχὴν ὀνομάζει, Ὁ λύχνος, λέγων, τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· λύχνον μὲν εἰπὼν τὸν νοῦν, αὐτὸς γάρ ἐστιν γνώσεως δεκτικός. σῶμα δὲ τὸ θυμικὸν καὶ ἐπιθυμητικὸν μέρος τῆς ψυχῆς, ὅπερ τινὲς μὲν ἄλογον, τινὲς δὲ παθητικὸν μέρος καλοῦσιν. Χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ αθ: Οὗτος χειρὶ χεῖρας ἐμβάλλει ἀδίκως, ὁ κακῶν γινόμενος πραγμάτων καὶ δογμάτων διδάσκαλος· καὶ οὗτος σπείρει δικαιοσύνην, ὁ περὶ ἀρετῶν καὶ θεοῦ γνώσεως προϊέμενος λόγους. Εἰσὶν οἱ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσιν: Τοῖς τὰ ἴδια σπείρουσιν καὶ πλείονα ποιοῦσιν ἀντίκεινται οἱ συνάγοντες καὶ ἐλαττονούμενοι· εἰ δὲ οἱ τὰ ἴδια σπείροντές εἰσιν οἱ εἰς τὸ πνεῦμα σπείροντες καὶ ζωὴν θερίζοντες, οἱ συνάγοντές εἰσιν οἱ εἰς τὴν σάρκα σπείροντες καὶ φθορὰν συνάγοντες ἑαυτοῖς. Ὁ συνέχων σῖτον δημοκατάρατος. Ὅμοιόν ἐστιν τοῦτο τὸ ὑπὸ τοῦ σωτῆρος ἡμῶν ἐν τοῖς εὐαγγελίοις λεγόμενον· Οὐδεὶς λύχνον ἅψας τίθησιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ' ἐπὶ τὴν λυχνίαν, καὶ φαίνει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Τεκταινόμενος ἀγαθὰ ζητεῖ δεκτόν: Εἰ τεκτονική ἐστιν ἐργασία ἀγαθῶν καὶ πρακτική ἐστιν ἐργασία ἀγαθῶν, ἡ πρακτική ἐστιν ἡ τεκτονική. Ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς: Τοῦτο τὸ δένδρον τῆς ζωῆς ἐστὶν τὸ φυτευθὲν ἐν μέσῳ τοῦ παραδείσου, οὗ ἅψασθαι μετὰ τὴν ἁμαρτίαν κωλύεται ὁ Ἀδάμ, τὰ σπέρματα τῆς δικαιοσύνης ἀποβαλών, ἀφ' ὧν φύεται τὸ δένδρον τῆς ζωῆς. Ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται: Μή ποτε παρασιωπήσῃς ἀπ' ἐμοῦ, φησὶν ὁ Δαυίδ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. 93 Θησαυρίζεται δὲ δικαίοις πλοῦτος ἁμαρτανόντων: Πλοῦτος ἀσεβῶν κακία. οἱ δὲ δίκαιοι ἐξαναλώσουσιν αὐτόν, δηλονότι διὰ τῆς ἀγαθῆς διδασκαλίας, ἤτοι νῦν ἢ καὶ ἐν τῷ αἰῶνι τῷ μέλλοντι, γενόμενοι ἐπάνω πεντεκαίδεκα πόλεων. καὶ ὁ Παῦλος
φησίν· Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ θεοῦ. Ὅπλα δὲ αἰσθήσεως χείλη σοφά: Οὐκ ἀντιτάσσεται γὰρ τῇ σοφίᾳ οὐδὲν πονηρόν, διότι ὅπλον ἐστὶν ἀκαταμάχητον· μόνον γὰρ πρὸς αὐτὴν ἀδυνατοῦσιν οἱ δαίμονες. Οἰκίαι παρανόμων ὀφειλήσουσι καθαρισμόν: Ἵνα καθαροὶ γενόμενοι ὄψωνται τὸν θεόν· τοῦτο γάρ ἐστι τὸ μακάριον τέλος, ὅπερ πάσῃ λογικῇ φύσει τετήρηται. Ἀπὸ δὲ τῶν διανοημάτων αὐτοῦ ἀνὴρ ἀγαθός: Διανοήματα νῦν εἶπεν τὰς ἕξεις τῶν ἀρετῶν, ὥσπερ ταῖς ὁδοῖς τοῦ θρασυκαρδίου ἀντέθηκεν. Οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσθήσεως Ἀντέθηκεν τὴν κακίαν τῇ αἰσθήσει· εἰ δὲ ἡ κακία τῇ ἀρετῇ ἀντίκειται, ἡ αἴσθησις νῦν σημαίνει τὴν ἀρετήν. Ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλή: Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν φαρισαίων καὶ γραμματέων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Οἱ δὲ μισοῦντες ἐλέγχους τελευτῶσιν αἰσχρῶς: Ἐλέγχους νῦν τὰς ἐντολὰς εἶπεν· αὗται γὰρ ἡμᾶς ἐλέγχουσιν ἁμαρτάνοντας. Οἱ δὲ ἀγαθοὶ ἡσυχάζουσι διὰ παντός: Ἡσυχία ἐστὶν ἀποχὴ κακίας. Ὁδοὶ ζωῆς διανοήματα συνετοῦ: Ὁδὸς ζωῆς λέγει τὰς πρακτικὰς ἀρετὰς τὰς φερούσας ἐπὶ τὴν γνῶσιν. Διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται: Παύλου κηρύξαντος· Οἱ ποτὲ ὄντες ἐχθροὶ κατηλλάγησαν 94 τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ. πλὴν προσεκτέον εἰ πάντες οἱ ἐχθροὶ διὰ τῶν δικαίων φίλοι γίνονται, ἵνα καὶ πᾶσιν εἴπῃ ὁ Χριστός· Οὐκέτι ὑμᾶς καλῶ δούλους, ἀλλὰ φίλους. Μαντεῖον ἐπὶ χείλεσι βασιλέως: Καρδιογνώστης ἐστὶν ὁ Χριστός, καὶ κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Θυμὸς βασιλέως ἄγγελος θανάτου: Ὁ ἄγγελος ὁ τοὺς περὶ κολάσεως ἐπιστάμενος λόγους θυμὸς τοῦ θεοῦ καλεῖται. Νοσσιαὶ σοφίας αἱρετώτεραι (cod. τότεραι) χρυσίου: Γνῶσις σοφίας ὑπὲρ χρυσίον, γνῶσις δὲ φρονήσεως ὑπὲρ ἀργύριον. Ὁ δὲ φυλάσσων ἐλέγχους σοφισθήσεται: Ἐλέγχους λέγει τὰς ἐντολὰς τοῦ θεοῦ· αὗται γὰρ ἡμᾶς ἐλέγχουσιν ἁμαρτάνοντας. Παιδεία δὲ ἀφρόνων κακή: Τὴν παιδείαν τὴν ἀνεξέλεγκτον νῦν παιδείαν ἀφρόνων ὠνόμασεν· εἰ δὲ παιδεία ἀφρόνων ἡ κακία ἐστίν, ἡ ἀνεξέλεγκτος παιδεία ἡ ἀφροσύνη ἐστίν. Ἐπὶ χείλεσι δὲ φορέσει ἐπιγνωμοσύνην: Τὴν γνῶσιν ἐπιγνωμοσύνην εἶπεν παρὰ τὸ πάντα αὐτὴν ἐπιγινώσκειν τὰ πράγματα. Ἀνὴρ σκολιὸς διαπέμπεται κακά: Λόγος τοὺς δαίμονας παρὰ τοῦ διαβόλου μανθάνοντας ἐπιχειρεῖν τοῖς ἁγίοις καὶ πειρᾶσθαι χωρίζειν αὐτοὺς ἀπὸ τῆς γνώσεως, ἥτις πέφυκεν συνάπτειν αὐτοὺς πρὸς φιλίαν ταῖς ἐπουρανίοις δυνάμεσι. τὸ δ' αὐτὸ τοῦτο καὶ ὁ Σολομὼν ὡς οἶμαι διὰ ταύτης τῆς παροιμίας δεδήλωκεν, σκολιὸν μὲν ἄνδρα λέγων τὸν σατανᾶν, πορευομένους δὲ δόλους τοὺς κακοὺς δαίμονας ἀντὶ τοὺς διδασκομένους, καὶ φίλους τοὺς ἁγίους τοὺς διὰ τῆς γνώσεως συναπτομένους ἀλλήλοις. Οὗτος κάμινός ἐστιν κακίας: Ταύτης τῆς καμίνου ἐκτινάσσει τὴν φλόγα πνεῦμα δρόσου διασυρίζον. Εἰς κόλπον ἐπέρχεται πάντα τοῖς ἀδίκοις: Σημειωτέον ὅτι κόλπον ἐνταῦθα τὰς καρδίας εἴρηκε τῶν 95 ἀδίκων· οἶμαι δὲ ὅτι καὶ πανταχοῦ ὁ κόλπος ἤτοι τὸν νοῦν ἢ τὴν γνῶσιν σημαίνει· εἰ δ' ἔστιν καὶ κόλπος ψεκτός, τὴν ἀγνωσίαν δηλονότι δηλώσει. Οἰκέτης νοήμων κρατήσει δεσπότων ἀφρόνων: Εἰ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας, πᾶς ὁ ἀποστὰς τῆς κακίας καὶ διὰ τῶν ἀρετῶν κρατήσας δαιμόνων ἀφρόνων κεκράτηκε δεσπότων· ὁ δὲ τοιοῦτος γενήσεται καὶ οἰκονόμος μυστηρίων θεοῦ, κατ' ἀναλογίαν τῆς καταστάσεως ἑκάστῳ τῶν ἀδελφῶν διδοὺς γνῶσιν πνευματικήν, καὶ τὸν μὲν Κορίνθιον γάλα ποτίζων, τὸν δὲ Ἐφέσιον τρέφων στερεωτέρᾳ τροφῇ, περὶ ὕψους καὶ μήκους καὶ πλάτους καὶ βάθους διαλεγόμενος· καὶ διὰ τούτων τῶν διαστημάτων τὴν τῆς λογικῆς φύσεως σημαίνων διαίρεσιν, ἥτις τοὺς περὶ κρίσεως καὶ προνοίας τοῦ θεοῦ λόγους ἐμπεριέχει, πάνυ βαθυτάτους ὑπάρχοντας καὶ ἐκφεύγοντας τὴν ἀνθρωπίνην κατάστασιν. οὕτω καὶ Ἰησοῦς ὁ τοῦ
Ναυὴ τὴν γῆν τῆς ἐπαγγελείας (sic) ἐμέρισεν ταῖς δώδεκα φυλαῖς, ἥτις ἐστὶν τῆς τοῦ θεοῦ καὶ τῶν ὑπ' αὐτοῦ γεγονότων γνώσεως σύμβολον. πλὴν τοῦτο ἰστέον, ὅτι οἱ περὶ τῆς σαρκώσεως τοῦ Χριστοῦ λόγοι καὶ τῆς ἐπιδημίας αὐτοῦ ἐν γῇ Ἰούδα γνώσει ἐναπόκεινται· ἐν γὰρ τῷ τούτου κλήρῳ γεννᾶται Χριστός· οἶμαι δὲ τοὺς περὶ προνοίας λόγους εἶναι ἁρμόζοντας τῇ καταστάσει τοῦ κρυπτοῦ Ἰούδα καὶ Βενιαμίν· ἅτινα ὀνόματα διαφόρων καὶ καθαρῶν καταστάσεων ἡγοῦμαι διαγνωρίσματα, εἴγε Ἰούδας μὲν ἐξομολογούμενος ἑρμηνεύεται, Βενιαμὶν δὲ υἱὸς ἡμερῶν ἢ υἱὸς δεξιᾶς. Κακὸς ὑπακούει γλώσσῃ παρανόμων, δίκαιος δὲ οὔ: Οὗτος ὑπακούει ταῖς γλώσσαις τῶν παρανόμων, ὁ τοὺς ἀδίκους δεχόμενος παρ' αὐτῶν λογισμοὺς καὶ σπεύδων ἐνεργεῖν κατ' αὐτούς· οἷς ὁ δίκαιος λέγεται μὴ προσέχειν, τοῦτ' ἔστιν μὴ ἐπὶ πλέον τρέφειν ἐν ἑαυτῷ. Τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων: Ὁ πιστός, φησίν, ὄψεται τοὺς λόγους τοῦ κόσμου τούτου, οὕστινας χρήματα τοῦ νοῦ τροπικῶς προσηγόρευσεν· ὁ δὲ ἄπιστος οὐδὲ τοῦ τυχόντος πράγματος γνώσεται τὸν λόγον διὰ τὴν ἀκαθαρσίαν τῆς ψυχῆς αὐτοῦ. ὅτι δὲ πλοῦτος ψυχῆς ἡ γνῶσίς ἐστιν ἡ τοῦ θεοῦ, ὁ Παῦλος διδάσκει δι' ὧν γράφει τὸ Ἐν παντὶ ἐπλουτίσθητε, ἐν πάσῃ γνώσει καὶ πάσῃ σοφίᾳ. εἰ δέ τις βούλοιτο δεῖξαι μὴ ταύτην τὴν ἔννοιαν εἶναι ταύτης τῆς παροιμίας, λεγέτω ποῦ ηὐπόρησαν χρημάτων οἱ περιελθόντες ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, κακουχούμενοι, θλιβόμενοι, ὑστερούμενοι· πῶς δὲ καὶ ὁ ἄπιστος οὐκ (sic) ἕξει ὀβολόν, πολλῶν ἀπίστων περιβεβλημένων πλοῦτον· πολλῶν λέγω δὴ βασιλέων καὶ ἀρχόντων τοῦ κόσμου τούτου. Οὐχ ἁρμόσει ἄφρονι χείλη πιστά: Τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀδικίᾳ; ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; Ὃς κρύπτει ἀδίκημα ζητεῖ φιλίαν: Διὰ μὲν τῆς δικαιοσύνης τὴν ἀδικίαν κρύπτομεν, διὰ δὲ σωφροσύνης τὴν ἀκολασίαν, καὶ πάλιν διὰ τῆς ἀγάπης τὸ μῖσος, καὶ διὰ τῆς ἀφιλαργυρίας τὴν πλεονεξίαν· κρύπτομεν 96 δὲ καὶ διὰ τῆς ταπεινοφροσύνης τὴν ὑπερηφανίαν καὶ διὰ τῆς πραΰτητος τὴν θρασύτητα, ζητοῦντες τὴν πνευματικὴν φιλίαν, ἥτις τὴν ἁγίαν γνῶσιν σημαίνει. καὶ παρὰ τῷ Παύλῳ δὲ συμπολίται (hoc acc.) τινὲς τῶν ἁγίων λέγονται γεγονέναι καὶ οἰκεῖοι τῆς Ἱερουσαλήμ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. Ὃς ἀποδίδωσι πονηρὰ ἀντὶ ἀγαθῶν: Εἰ ὁ κακὰ ἀντὶ κακῶν ἀποδιδοὺς παράνομος, πόσῳ μᾶλλον ὁ κακὰ ἀντὶ ἀγαθῶν ἀποδιδοὺς παρανομώτερος· τοιοῦτος δὲ ἐγίνετο κατὰ τὴν ἔρημον πρὸς τὸν θεὸν ὁ Ἰσραήλ, πρὸς ὃν Μωσῆς ἐν τῷ δευτερονομίῳ φησίν· Γενεὰ σκολιὰ καὶ διεστραμμένη, ταῦτα κυρίῳ ἀνταποδίδοτε; Ἐξουσίαν δίδωσιν ἀρχὴ δικαιοσύνης: Δικαιοσύνῃ ἕπεται γνῶσις· προηγεῖται δὲ τῆς ἀγνοίας κακία. Ὃς δίκαιον κρίνει τὸν ἄδικον, καὶ ἄδικον δὲ τὸν δίκαιον: Ὅμοιός ἐστιν τούτῳ ὁ λέγων τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν, καὶ τὸ μὲν φῶς ὀνομάζων σκότος, τὸ δὲ σκότος φῶς. Ἵνα τί ὑπῆρξε χρήματα ἄφρονι: Χρήματα ἄφρονός ἐστιν αἱ περὶ τὰ καθ' ἕκαστον αὐτοῦ πράγματα ἀφροσύναι· διὰ ταύτας γὰρ καὶ ἀκάρδιος γεγονὼς κτήσασθαι σοφίαν ἀδυνατεῖ. Ὁ δὲ σκολιάζων τοῦ μαθεῖν: Ὁ δὲ σκολιάζων τοῦ μαθεῖν ὅτι κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ἐμπεσεῖται εἰς κακά. Ἀδελφοὶ δὲ ἐν ἀνάγκαις ἔστωσαν χρήσιμοι: Εἰ οἱ τοῦ Χριστοῦ υἱοὶ ἀλλήλων εἰσὶν ἀδελφοί, οἱ ἄγγελοι δὲ καὶ οἱ δίκαιοι ἄνθρωποι Χριστοῦ εἰσὶν υἱοί, οἱ ἄγγελοι ἄρα καὶ οἱ ἅγιοι ἄνθρωποι ἀλλήλων εἰσὶν ἀδελφοί, τῷ τῆς υἱοθεσίας γεννώμενοι πνεύματι. Τούτου γὰρ χάριν γεννῶνται: Τούτου γὰρ χάριν γεννῶνται ὑπὸ τῆς σοφίας, ἵνα ἀνθρώπους ὁδηγήσωσιν ἀπὸ κακίας ἐπ' ἀρετήν, καὶ ἀπὸ ἀγνωσίας ἐπὶ γνῶσιν θεοῦ· εἴγε καὶ αὐτὴ ἡ κτίσις στενάζει καὶ συνωδίνει ἡμῖν, καὶ ὑπετάγη τῇ ματαιότητι οὐχ ἑκοῦσα. Ἀνὴρ εὐμετάβολος γλώσσης ἐμπεσεῖται εἰς κακά: Οὗτός ἐστιν εὐμετάβολος, ὁ ῥᾳδίως ἀπὸ ἀρετῆς ἐπὶ κακίαν μεταβαλλόμενος. Λαμβάνων δῶρα ἐν κόλπῳ ἀσεβῆς: Ἐν καρδίᾳ νοήματα λαμβάνοντος ἄδικα οὐ κατευοδοῦνται ὁδοί· τὰ 97 γὰρ ἐμπαθῆ νοήματα ὠνόμασε δῶρα παρὰ τῶν δαιμόνων
ἡμῖν προσφερόμενα ἢ δῶρα ἐν κόλπῳ ἀσεβὴς λήψεται τοῦ ἐκκλῖναι ὁδοὺς κρίσεως. Υἱὸς δὲ φρόνιμος εὐφραίνει μητέρα αὐτοῦ: Ὁ μὲν φρόνιμος εὐφραίνει τὴν μητέρα, ὁ δὲ ἄφρων ὀδυνᾶται τὴν τεκοῦσαν αὐτόν. Οἱ δὲ ὀφθαλμοὶ τοῦ ἄφρονος ἐπ' ἄκρα γῆς: Καρδία δὲ ἄφρονος ἐν ἄκρᾳ κακίᾳ, καὶ ὀδύνη τῇ τεκούσῃ αὐτόν. Ὁ μὲν φρόνιμος υἱὸς καὶ τεκοῦσαν ἔχει καὶ μητέρα, ὁ δὲ ἄφρων υἱὸς μόνον τεκοῦσαν· ἡ γὰρ μήτηρ καὶ τεκοῦσά ἐστιν, ἡ δὲ τεκοῦσα οὐ πάντως ἐστὶν καὶ μήτηρ· ἐὰν γὰρ ἀποθάνῃ τὸ τεχθὲν ἐν κακίᾳ καὶ ἀγνωσίᾳ, τεκοῦσα μέν ἐστιν, μήτηρ δὲ οὐκ ἔστιν, ὅτι μηδὲ τοῦ τῆς υἱοθεσίας πνεύματος μετέσχηκε τὸ τεχθέν. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν αἰσθητῶν μητέρων νοηθήσεται, καὶ ἐπὶ τοῦ θανάτου τοῦ αἰσθητοῦ· τὴν γὰρ μητέρα ἐροῦμεν καὶ τεκοῦσαν, τὴν δὲ τεκοῦσαν οὐκέτι μητέρα τοῦ παιδίου ἀποθανόντος. Ζημιοῦν ἄνδρα δίκαιον οὐ καλόν: Οὐ γὰρ ζητοῦσι τὰ ἡμῶν ἀλλ' ἡμᾶς. Ὃς φείδεται ῥῆμα προέσθαι σκληρὸν ἐπιστήμων: Τὸν λογισμὸν τὸν κινοῦντα θυμὸν ὠνόμασεν ῥῆμα σκληρόν· ἢ τὸν λόγον τὸν κινοῦντα τοῦ πλησίον αὐτοῦ θυμὸν ὠνόμασεν ῥῆμα σκληρόν. Ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν σοφία λογισθήσεται: Εἰ οὗτος ἐρωτᾷ περὶ σοφίας ὁ βουλόμενός τι περὶ σοφίας μαθεῖν, οὗτος σιωπᾷ ἀπὸ σοφίας, ὁ μηθὲν θέλων γνῶναι περὶ σοφίας διὸ καὶ φρονιμώτερος λέγεται εἶναι ὁ πρότερος τοῦ δευτέρου. Προφάσεις ζητεῖ ἀνὴρ βουλόμενος χωρίζεσθαι: Προφάσεις λέγει τὰς ἁμαρτίας· Τοῦ προφασίζεσθαι γάρ φησιν προφάσεις ἐν ἁμαρτίαις· φίλους δὲ πάντας τοὺς ἁγίους τοὺς οἷς δι' ἀρετῆς συνήπτετο. Οὐ χρείαν ἔχει σοφίας ἐνδεὴς φρενῶν: Ἠγάπησεν γὰρ τὸ σκότος μᾶλλον ἢ τὸ φῶς. Θαυμάσαι (cod. ᾶ) πρόσωπον ἀσεβοῦς οὐ καλόν: Ὁ τὴν ἐνυπάρχουσαν κακίαν τῷ διαβόλῳ ἀποδεχόμενος καὶ κατ' αὐτὴν ἐνεργῶν, οὗτος θαυμάζει τὸ πρόσωπον τοῦ ἀσεβοῦς. 98 Τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ θάνατον ἐπικαλεῖται: Εἰ ὁ θάνατος γεννᾶται ἀπὸ θρασύτητος, ὁ δὲ θάνατος χωρίζει ψυχὴν ἀπὸ τῆς ὄντως ζωῆς, ἡ θρασύτης ἡμᾶς ἀποχωρίζει ἀπὸ τοῦ εἰπόντος· Ἐγώ εἰμι ἡ ζωή, καὶ ὥσπερ ἐκ τῆς θρασύτητος γεννᾶται ὁ θάνατος, οὕτως ἐκ τῆς πραΰτητος ἡ ζωή· ἀντίκειται γὰρ πρὸς τὴν θρασύτητα ἡ πραΰτης. Ὀκνηρὸν καταβάλλει φόβος: Ὀκνηροὺς καταβάλλει φόβος, ἤτοι ὁ ἐχθρὸς φόβος, ἢ ὁ τοῦ κυρίου, χωρίζων αὐτοὺς τοῦ ὄκνου διὰ ἔργων ἀγαθῶν. Ψυχαὶ δὲ ἀνδρογύνων πεινάσουσιν: Ἀνδρόγυνός ἐστιν ὁ μήτε διδάσκειν ἄλλον δυνάμενος μήτε μανθάνειν ὑφ' ἑτέρου βουλόμενος. Ὁ μὴ ἰώμενος ἑαυτὸν ἐν τοῖς ἔργοις ἐαυτοῦ ἀδελφός ἐστιν τοῦ λυμαινομένου ἑαυτόν: Καὶ ὁ Παῦλος φησίν· Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτόν, ἔσται σκεῦος χρήσιμον τῷ δεσπότῃ. Ἐκ μεγαλωσύνης ἰσχύος ὄνομα κυρίου: Τὸ ὄνομα τοῦ κυρίου τὴν τοῦ θεοῦ γνῶσιν σημαίνει· καὶ διὰ μὲν τοῦ ὀρθοῦ βίου προστρέχουσιν αὐτῷ οἱ δίκαιοι, διὰ δὲ τῆς θεωρίας ὑψοῦνται. Πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρός: Ὥσπερ τῇ ὑπερηφανίᾳ ἕπεται συντριβή, οὕτως τῇ ταπεινώσει δόξα. Ὃς ἀποκρίνεται λόγον πρὶν ἀκοῦσαι, ἀφροσύνη ἐστὶν αὐτῷ καὶ ὄνειδος: Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς μὴ λαβόντας μὲν γνῶσιν παρὰ θεοῦ, διδάσκειν δὲ ἄλλους ἐπιχειροῦντας. καὶ ὁ Δαυὶδ φησίν· Τοῦ ἀκοῦσαι φωνὴν αἰνέσεώς σου, καὶ τότε διηγήσασθαι καὶ ἄλλοις τὰ θαυμάσιά σου. καὶ πάλιν ὁ Σολομὼν φησίν· Ἃ εἶδον οἱ ὀφθαλμοί σου, λέγε. Ὀλιγόψυχον δὲ ἄνδρα τίς ὑποίσει: Ὥσπερ ὁ κύριος ἡμῶν πάρδαλις ἀπορουμένη λέγεται γίνεσθαι πρὸς τοὺς πλημμελοῦντας, καὶ πέτρα σκανδάλου πρὸς τοὺς ἀπειθοῦντας, οὕτω καὶ ὀλιγόψυχος ἐπὶ τοῖς ἁμαρτάνουσιν· δύναται δὲ ὀλιγόψυχον λέγειν καὶ τὸν πονηρὸν καὶ πάντας δαίμονας ἀρετῆς ἐκπεπτωκότας καὶ γνώσεως. Δόμα ἀνθρώπου ἐμπλατύνει αὐτόν: Τὸν βίον τὸν ὀρθὸν νῦν εἶπεν δόμα ἀνθρώπου, ὅστις αὐτὸν παρέχει καὶ πλατύνει καὶ παρέχει τοῦ πληρώματος ἄξιον τοῦ θεοῦ· ὅπερ καθέδραν τῶν ἁγίων δυνάμεων ὀνομάζει· νοῦ γὰρ καθέδρα ἐστὶν ἕξις ἀρίστη, δυσκίνητον ἢ ἀκίνητον διατηροῦσα τὸν καθεζόμενον. Ἀντιλογίαν παύει κλῆρος: Ἄνοιαν παύει γνῶσις· αὕτη γάρ ἐστιν ὁ
κλῆρος τῆς φύσεως τῆς λογικῆς. 99 Θάνατος καὶ ζωὴ ἐν χερσὶ (LXX χειρὶ) γλώσσης: Ἐνταῦθα λέγει τὴν ψυχὴν εἶναι θανάτου καὶ ζωῆς δεκτικήν, ἀφ' ὧν τὸ αὐτεξούσιον αὐτῆς γεγονέναι κατασκευάζομεν. Ὃς εὗρεν γυναῖκα χρηστήν, εὗρεν χάριτας: Ὃς εὗρεν σοφίαν ἀγαθήν, εὗρεν χάριτας. Ὁ δὲ κατέχων μοιχαλίδα, ἄφρων καὶ ἀσεβής: Ὁ δὲ κατέχων κακίαν, ἄφρων καὶ ἀσεβής. Πλοῦτος προστίθησι φίλους πολλούς: Πλοῦτος γνώσεως καὶ σοφίας προστίθησιν ἡμῖν ἀγγέλους φίλους πολλούς· ὁ δὲ ἀκάθαρτος ἀπὸ τοῦ δοθέντος αὐτῷ ἐκ παιδὸς ἀγγέλου χωρίζεται· ἡ γὰρ πνευματικὴ φιλία ἐστὶν ἀρετὴ καὶ γνῶσις θεοῦ, δι' ὧν συναπτόμεθα πρὸς φιλίαν ταῖς ἁγίαις ἀγγελικαῖς δυνάμεσιν, εἴγε οἱ μετανοοῦντες ἄνθρωποι χαρᾶς αἴτιοι γίνονται τοῖς ἀγγέλοις. οὕτως καὶ ὁ σωτὴρ φίλους καλεῖ τοὺς δούλους ποτέ, τῆς μείζονος αὐτοὺς θεωρίας καταξιώσας. οὕτω καὶ Ἀβραὰμ πλουτήσας ἐν γνώσει τὴν μυστικὴν ἐκείνην παρατίθησι τράπεζαν τοῖς κατὰ τὴν μεσημβρίαν φίλοις φανεῖσιν αὐτῷ. Σαοὺλ δὲ καὶ ἀπὸ τοῦ ὑπάρχοντος φίλου διὰ τὴν κακίαν χωρίζεται· γέγραπται γάρ· Καὶ ἀπέστη πνεῦμα θεοῦ ἀπὸ Σαούλ, καὶ πνεῦμα πονηρὸν παρὰ κυρίου ἔπνιγεν τὸν Σαούλ· πνεῦμα κυρίου λέγων τὸν ἄγγελον· Ὁ ποιῶν γάρ φησιν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον. ὅτι δὲ καὶ ἄγγελοι τοὺς ἀνθρώπους πεπίστευνται, διδάσκει ἐν τοῖς εὐαγγελίοις ὁ κύριος, Ὁρᾶτε, λέγων, μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. καὶ πάλιν ὁ Ἰακώβ· Ὁ ἄγγελος ὁ ῥυόμενός με ἀπὸ πάντων τῶν κακῶν. καὶ ὁ Ζαχαρίας· Καὶ εἶπεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί. Ὁ δὲ ἐγκαλῶν ἀδίκως οὐ μὴ διαφύγῃ: Ὅσοι τοὺς περὶ κρίσεως καὶ προνοίας ἀγνοοῦντες λόγους τὸν δημιουργὸν βλασφημοῦσιν, οὗτοι ἐγκαλοῦσιν ἀδίκως· καὶ ὅσοι πάλιν ὑπὸ τῶν ἰδίων παθῶν ἐνοχλούμενοι νομίζουσιν ἀκατόρθωτον εἶναι τὴν ἀρετήν, οὗτοι τῷ δεδωκότι τὸν νόμον ἐγκαλοῦσιν ἀδίκως. Ἔννοια ἀγαθὴ τοῖς εἰδόσιν αὐτὴν ἐγγιεῖ: Τὴν τοῦ θεοῦ γνῶσιν νῦν ὠνόμασεν ἔννοιαν, καὶ τοὺς εἰδότας αὐτὴν τοὺς καθαροὺς τῇ καρδίᾳ. Ὃς δὲ ἐρεθίζει λόγους οὐ σωθήσεται: Οἱ ἐμπαθεῖς λογισμοὶ ἐρεθίζουσι τὴν ψυχὴν πρὸς κακίαν. Οὐ συμφέρει ἄφρονι τρυφή: Οὔτε ἡ νοητὴ τρυφὴ οὔτε ἡ αἰσθητὴ συμφέρει τῷ ἄφρονι· τὴν μὲν γὰρ καταπατήσει τοῖς ποσί, χοῖρος φιλήδονος ὤν· ὑπὸ δὲ τῆς αἰσθητῆς τρυφῆς ἡ σὰρξ αὐτοῦ κινηθήσεται. Ἐλεήμων ἀνὴρ μακροθυμεῖ, τὸ δὲ καύχημα αὐτοῦ ἐπέρχεται παρανόμοις: Εἰ ὁ καυχώμενος ὀρθῶς ἐν κυρίῳ καυχᾶται, ὁ δὲ κύριος ἡμῶν σοφία ἐστίν, ὁ καυχώμενος ἄρα ὀρθῶς ἐν σοφίᾳ καυχᾶται· τὸ καύχημα 100 τοίνυν τοῦ μακροθύμου καὶ ἐλεήμονος, ὅπερ ἐστὶν ἡ σοφία καὶ ἡ γνῶσις αὐτοῦ, ἐπέρχεται τοῖς παρανόμοις, ἀπαλλάττον αὐτοὺς τῆς κακίας, νῦν μὲν ἐνδεχομένως, ἀναγκαίως δὲ ἐν τῷ αἰῶνι τῷ μέλλοντι. Βασιλέως ἀπειλὴ ὁμοία βρυγμῷ λέοντος: Ὁ κύριος ἡμῶν πῦρ μὲν καταναλίσκον καὶ λέων ὀργιζόμενος γίνεται πρὸς τοὺς ἁμαρτάνοντας, κατακαίων ξύλα χόρτον καλάμην, καὶ τὴν σάρκα τὴν στρατευομένην κατὰ τοῦ πνεύματος ἀναλίσκων· φῶς δὲ καὶ δρόσος πρὸς τοὺς κατορθοῦντας, δεικνὺς αὐτοῖς τῶν γεγονότων τοὺς λόγους, καὶ κατασβεννύων τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ, καὶ περιψύχων τὸν ἐκ τῆς πρακτικῆς συμβαίνοντα καύσωνα. Οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώματος ἑταίρας: Τὴν ἀκάθαρτον ψυχὴν ἑταίραν ὠνόμασεν· καὶ ταύτης τὸ μίσθωμα τὴν κατάστασιν εἴρηκεν, ἀφ' ἧς οὐ καθαραὶ γίνονται προσευχαί. Οἶκον καὶ ὕπαρξιν μεριοῦσι πατέρες: Τὸ μὲν διδάσκειν τοὺς υἱοὺς περὶ ἀρετῆς καὶ γνώσεως θεοῦ, πατέρων ἐστίν· τὸ δὲ σοφίαν δοῦναι τοῖς παισί, τοῦ κυρίου ἐστίν· γυναῖκα γὰρ ἐνταῦθα τὴν σοφίαν λέγει· Ἐράσθητι γάρ φησι τῆς σοφίας, καὶ τηρήσει σε· τίμησον αὐτήν, ἵνα σε περιλάβῃ. Ὃς φυλάσσει ἐντολήν, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν: Αἱ ἐντολαὶ ὡς πρὸς μὲν τὸν ἐντειλάμενον θεὸν καλοῦνται ἐντολαί· ὡς δὲ πρὸς τὸν ὁδεύοντα νοῦν ἐν αὐταῖς καλοῦνται ὁδοί· καὶ πάλιν ἐπειδὴ ἐπὶ μαρτύρων οὐρανοῦ καὶ γῆς
ἐδόθησαν αἱ ἐντολαί, λέγονται μαρτύρια· διὸ καὶ ὁ δεξάμενος αὐτὰ νοῦς ὀνομάζεται μάρτυς, ὅστις ψευσάμενος αὐτὰ οὐκ ἀτιμώρητος ἔσται. Κατὰ δὲ τὸ δόμα αὐτοῦ ἀνταποδώσει αὐτῷ: Δόμα νῦν τὴν καθαρότητα τῆς καρδίας ὠνόμασεν· κατ' ἀναλογίαν γὰρ τῆς ἀπαθείας ἡμῶν καταξιούμεθα γνώσεως. Κακόφρων ἀνὴρ πολλὰ ζημιωθήσεται: Ἐγὼ νομίζω τὴν μὲν πολλὴν ζημίαν στέρησιν περιέχειν τῆς θεωρίας τῶν γεγονότων, τὴν δὲ προσθήκην τῆς ψυχῆς ἀφανισμὸν τῶν φυσικῶν περὶ θεοῦ ἐννοιῶν, παντάπασιν αὐτῆς εἰς ἀλογίαν περιπεσούσης. καὶ ὁ σωτὴρ δὲ ἐν τοῖς εὐαγγελίοις φησίν· Τί ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ἀπολέσῃ καὶ ζημιωθῇ; ἀλλ' ἐνταῦθα μὲν ἡ ἀπώλεια τὴν ἄγνοιαν σωμάτων καὶ ἀσωμάτων ἐμφαίνει· ἡ δὲ ζημία τὴν ἐσχάτην ἀλογίαν παρίστησιν. Ἵνα σοφὸς γένῃ ἐπὶ γήρως: Μετὰ τὴν ὀρθὴν πολιτείαν ἐστὶν ἡ γνῶσις· τὸ γὰρ Ἐπ' ἐσχάτων ἐνταῦθα οὐ τὸν χρόνον σημαίνει, ἀλλὰ τὴν μετὰ τὰς πρακτικὰς ἀρετὰς καθαρότητα. Φόβος κυρίου εἰς ζωὴν ἀνδρί, ὁ δὲ πλανώμενος αὐλισθήσεται ἐν τόποις οἷς οὐκ ἐπισκοπεῖται ὁ αἰώνιος: Εἰ φόβος κυρίου εἰς ζωὴν ἀνδρί, φόβος δὲ κυρίου παιδεία καὶ σοφία, ζωὴ τοῦ ἀνδρὸς παιδεία ἐστὶν καὶ σοφία. ἀλλὰ Χριστὸς λέγει· Ἐγώ εἰμι ἡ ζωή· ὁ Χριστὸς ἄρα ἐστὶν παιδεία καὶ σοφία. τὸ οὖν γνῶναι παιδείαν καὶ σοφίαν γνῶναί ἐστιν τὸν Χριστόν· ὁ οὖν ἄφοβος ἔσται ἐν κακίᾳ καὶ ἀγνωσίᾳ, ἐν αἷς οὐκ ἔστιν Χριστός. 101 Ὁ ἐγκρύπτων χεῖρας αὐτοῦ εἰς τὸν κόλπον ἀδίκως, οὐδὲ τῷ στόματι αὐτοῦ οὐ μὴ προσαγάγῃ αὐτάς: Ο μὴ ὀρθῶς βιοὺς κρύπτει ἐν τῇ ψυχῇ αὐτοῦ τὰς χεῖρας ἀδίκως, τὴν ἑαυτοῦ γῆν ἐργάσασθαι μὴ βουλόμενος μηδ' ἐμπλησθῆναι ἄρτων· αἱ γὰρ πρακτικαὶ ἀρεταὶ χειρῶν ἐπέχουσι λόγον, τὸν ἄρτον τῷ στόματι ἡμῶν προσφέρουσαι, τὸν ἀπὸ τῶν οὐρανῶν καταβάντα καὶ ζωὴν διδοῦντα τῷ κόσμῳ. Ὁ ἀτιμάζων πατέρα καὶ ἀπωθούμενος μητέρα υἱὸς αἰσχυνθήσεται καὶ ἐπονείδιστος ἔσται: Διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζει, καὶ τὴν μητέρα δὲ ἀπωθεῖται, ἥτις ἐστὶν ἡ παιδεία· εἴπερ ἀνὴρ δίκαιος γεννᾶται εἰς ζωήν, ἡ δὲ δικαιοσύνη ἀπὸ πασῶν συνίσταται τῶν ἀρετῶν. Υἱὸς ἀπολειπόμενος φυλάξαι παιδείαν πατρὸς μελετήσει ῥήσεις κακάς: Οἱ ἀκάθαρτοι λογισμοὶ ῥήσεις εἰσὶ κακαὶ ἐν τῇ ψυχῇ γεννώμεναι τοῦ μὴ τετηρηκότος τὰς ἐντολὰς τοῦ ἐπουρανίου πατρός. Ἀκόλαστον οἶνος καὶ ὑβριστικὸν μέθη: Εἰ θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, ἀκόλαστον δὲ ὁ οἶνος, ἀκόλαστον ἄρα ὁ θυμός, ἀκολάστους τοὺς ἀνθρώπους ποιῶν, καὶ ὑβριστικὸν ἡ ὀργή· αὕτη γὰρ ἡ μέθη ἀπὸ ζέοντος τοῦ θυμοῦ πέφυκε γίνεσθαι. εἰ δὲ οἴνου ναζιραῖοι κατὰ τὸν νόμον ἀπέχονται, θυμοῦ ἄρα τοὺς ναζιραίους ἐκτὸς εἶναι νενομοθέτηται. Οὐδὲν (LXX οὐ) διαφέρει ἀπειλὴ βασιλέως θυμοῦ λέοντος: Ἐνταῦθα τὸν Χριστὸν ἄντικρυς εἴρηκε βασιλέα· ὁ γὰρ τοῦτον διὰ τῶν ἁμαρτιῶν παροξύνων ἁμαρτάνει εἰς τὴν ἑαυτοῦ ψυχήν. Ὡσαύτως ὁ δανιζόμενος σῖτον ἐν ἀμητῷ: Εἰ ἔστιν ἐν ἀμητῷ σῖτον δανείσασθαι, ἔστιν καὶ ἐν τῷ αἰῶνι τῷ μέλλοντι νοητὸν σῖτον δανείσασθαι παρὰ τῶν ἐργασαμένων ἐν τοῖς ἓξ ἔτεσι τὴν ἑαυτῶν γῆν, καὶ τρεφόντων ἐν τῷ ἑβδόμῳ ἔτει χήραν καὶ ὀρφανούς. Μακαρίους τοὺς παῖδας αὐτοῦ καταλείψει: Οὓς κατ' ἀρετὴν δηλονότι γεγέννηκεν. Κακολογοῦντος πατέρα ἢ μητέρα σβεσθήσεται λαμπτήρ: Δύναται ὁ αὐτὸς Χριστὸς κατ' ἐπίνοιαν καὶ πατὴρ εἶναι καὶ μήτηρ· πατὴρ μὲν τῶν πνεῦμα ἐχόντων υἱοθεσίας, μήτηρ δὲ τῶν δεομένων γάλακτος καὶ οὐ στερεᾶς τροφῆς· καὶ γὰρ ὁ ἐν Παύλῳ λαλῶν Χριστὸς πατὴρ μὲν τῶν Ἐφεσίων ἐγίνετο, σοφίας αὐτοῖς ἀποκαλύπτων μυστήρια, μήτηρ δὲ Κορινθίων, γάλα ποτίζων αὐτούς. Μερὶς ἐπισπουδαζομένη ἐν πρώτοις: Ἣ πρὸς καιρὸν λιπαίνει μερὶς σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις. Μὴ εἴπῃς· Τίσομαι τὸν ἐχθρόν: Μὴ εἴπῃς καθ' ὑπερηφανίαν κινούμενος· Ἐγὼ μόνος τοῖς ἐχθροῖς 102 πολεμήσω, ἀλλ' ὑπόμεινον τὸν κύριον ἵνα σοι βοηθήσῃ. καὶ ὁ Δαυὶδ φησίν· Οὐκ ἐπὶ
τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με· καὶ πάλιν· Ψευδὴς ἵππος εἰς σωτηρίαν· καὶ ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον καὶ φυλάξῃ πόλιν. Στάθμιον μέγα καὶ μικρὸν καὶ μέτρα δισσά, βδελυκτὰ (LXX ἀκάθαρτα) ἐνώπιον κυρίου ἀμφότερα: Τὸν παρά τισι θρασύδειλον λεγόμενον στάθμιον μέγα καὶ μικρὸν εἶναι νομίζω· καὶ καθόλου πᾶσαν ὑπερβολὴν καὶ ἔλλειψιν στάθμιον μέγα καὶ μικρὸν εἶναι νομίζω· ἑκάτερα γὰρ κακίαι. Μέτρα δισσά: Ὁ εὖ μὲν πάσχειν ὑφ' ἑτέρου βουλόμενος, αὐτὸς δὲ ὁμοίως ἄλλους ἀναπαύειν μὴ προαιρούμενος, μέτρα ἔχει δισσά, μὴ πειθόμενος τὴν ἐντολὴν τὴν λέγουσαν· Πάντα ὅσα θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, πάντα καὶ ὑμεῖς ὁμοίως ποιεῖτε αὐτοῖς. Οὖς ἀκούει καὶ ὁ ὀφθαλμὸς ὁρᾷ: Οὐχ ὁ κακῶς ὁρῶν ὀφθαλμὸς ἔργον ἐστὶν τοῦ κυρίου, ἀλλ' ὁ ὁρῶν· καὶ οὐ τὸ κακῶς ἀκοῦον οὖς ἔργον ἐστὶν τοῦ κυρίου, ἀλλὰ τὸ ἀκοῦον. καὶ ἐπὶ τῶν ἄλλων δὲ μελῶν τοῦ σώματος ὡσαύτως λεκτέον· χρήσῃ δὲ τῷ ῥητῷ τούτῳ πρὸς τοὺς κατηγοροῦντας ἡμῶν τοῦτο τὸ σῶμα καὶ τὸν δημιουργὸν ἐνυβρίζοντας. Διάνοιξον δὲ τοὺς ὀφθαλμούς σου καὶ ἐμπλήσθητι ἄρτων: Διὰ μὲν τῶν ἀρετῶν ἀνοίγομεν τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς, διὰ δὲ τῆς σοφίας νοητῶν πληρούμεθα ἄρτων. Θνητὸς δὲ πῶς ἂν ἐννοήσαι (LXX νοήσαι) τὰς ὁδοὺς ἑαυτοῦ: Οὐ δύναται νοῆσαι τὰς ὁδοὺς κυρίου ὁ ἔτι θνητὸς καὶ μὴ συναποθανὼν τῷ Χριστῷ. Παγὶς ἀνδρὶ ταχύ τι τῶν ἰδίων ἁγιάσαι: Ἡ ἐπὶ τοῖς ἀγαθοῖς μετάνοια οὐ δικαίοις συμβαίνει ἀλλὰ ἀδίκοις· ἄδικοι δὲ μηδὲν ἀπερισκέπτως ὑπισχνείσθωσαν τῷ θεῷ· μετὰ γὰρ τὸ εὔξασθαι μετανοεῖν γίνεται. Καὶ ζυγὸς δόλιος οὐ καλὸν ἐνώπιον αὐτοῦ: Ζυγὸν δόλιον λέγει τὸν νοῦν πεφυκότα μὲν δικαίως κρίνειν τὰ πράγματα, παρακλίνοντα δὲ τῇ τοῦ ἀντεξουσίου ῥοπῇ. Λικμήτωρ ἀσεβῶν βασιλεὺς σοφός: Χωρίζειν (ζων?) τὰ ἄχυρα ἀπὸ τοῦ σίτου. Καὶ ἐπιβαλεῖ αὐτοῖς τροχόν: Ποίησον αὐτοὺς ὡς τροχόν. 103 Φῶς κυρίου πνοὴ ἀνθρώπων: Εἰ τὸ φῶς τοῦ κυρίου ἡ γνῶσις τοῦ κυρίου ἐστίν, τὸ δὲ φῶς τοῦ κυρίου ἡ πνοὴ τῶν ἀνθρώπων ἐστίν, ἡ ἄρα γνῶσις τοῦ κυρίου ἡ πνοὴ τῶν ἀνθρώπων ἐστίν. τὸν δὲ ἐν ἀγνοίᾳ διάβολον φαίνειν δοκοῦντα λύχνον ὠνόμασεν, ἐκκενοῦντα τὸν νοῦν τῶν ἀγαθῶν καὶ μετασχηματιζόμενον εἰς ἄγγελον φωτός. Ποιεῖν δίκαια καὶ ἀληθεύειν ἀρεστὸν παρὰ κυρίου μᾶλλον ἢ θυσιῶν αἷμα: Ἐκβάλλει τὸ ῥητὸν τοῦτο τὴν διὰ τῶν ἀλόγων ζώων θυσίαν· θυσία γὰρ τῷ θεῷ πνεῦμα συντετριμμένον. Ἁγνὰ δὲ καὶ ὀρθὰ τὰ ἔργα αὐτοῦ: Εἰ ἁγνὰ καὶ ὀρθὰ τὰ ἔργα τοῦ θεοῦ, ἓν δὲ τῶν ἔργων αὐτοῦ ἐστὶν καὶ ὁ νοῦς, ὀρθὸς ἄρα καὶ ἁγνὸς ἐκτίσθη παρὰ τοῦ κυρίου ὁ νοῦς. Κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου ἢ ἐν κεκονιαμένοις μετὰ ἀηδείας (LXX ἀδικίας) καὶ ἐν οἴκω κοινῷ: Τῷ οἴκῳ τῷ κεκονιαμένῳ καὶ κοινῷ τὴν ὕπαιθρον γωνίαν ἀντέθηκεν· εἰ δὲ ὁ οἶκος ὁ κεκονιαμένος καὶ κοινὸς ἡ κακία ἐστίν, ἡ ὕπαιθρος γωνία ἡ ἀρετή ἐστιν· γωνία τοίνυν ὕπαιθρός ἐστιν πρᾶξις θεωρίας ἐφαπτομένη καὶ φωτιζομένη ὑπὸ τοῦ τῆς δικαιοσύνης ἡλίου. καλῶς δὲ καὶ ὁ Παῦλος τὸν ἀρχιερέα τῶν Ἰουδαίων τοῖχον εἶπεν κεκονιαμένον, τυπτηθησόμενον ὑπὸ τοῦ θεοῦ· καὶ ὁ σωτὴρ δὲ ἐν τοῖς εὐαγγελίοις τοὺς Φαρισαίους τάφους εἶπεν κεκονιαμένους. εὖ δὲ καὶ τὸ Ἐπὶ γωνίας εἶπεν, ἔνθα ὁ λίθος κεῖται ὁ ἀποδοκιμασθεὶς ὑπὸ τῶν οἰκοδόμων καὶ γενόμενος κεφαλὴ γωνίας· κοινὸν δὲ εἶπεν ὃ μὴ τοῦ ἑνός ἐστιν θεοῦ. Δόσις λάθριος ἀνατρέπει ὀργάς: Δόσις λάθριός ἐστιν, ἵν' ὃ ποιῇ ἡ δεξιὰ μὴ γινώσκῃ ἡ ἀριστερά. Ἀνὴρ πλανώμενος ἐξ ὁδοῦ δικαιοσύνης ἐν συναγωγῇ γιγάντων ἀναπαύσεται: Ἡ συναγωγὴ τῶν γιγάντων ἡ κακία καὶ ἡ ἀγνωσία ἐστίν. Κρεῖσσον οἰκεῖν ἐν γῇ ἐρήμῳ ἢ μετὰ γυναικὸς θυμώδους καὶ μαχίμης: Καὶ ὁ Δαυὶδ φησίν· Ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ, οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι. ἔρημος τοίνυν γῆ ἐστὶν ἡ ἀρετὴ ἡ μὴ ἔχουσα τοὺς παλαιοὺς ἀνθρώπους οἰκοῦντας τοὺς φθειρομένους κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· διὸ οὐδὲ εὑρίσκει ἐν αὐτῇ ἀνάπαυσιν ὁ διάβολος, εἴγε διέρχεται δι' ἀνύδρων τόπων ζητῶν
ἀνάπαυσιν καὶ οὐχ εὑρίσκει· αὐτὸς γὰρ βασιλεύς ἐστι πάντων τῶν ἐν τοῖς ὕδασι. καὶ πάλιν τῆς σοφίας Στεγναί φησιν αἱ διατριβαὶ οἵκων αὐτῆς (27,31). εἰ δὲ τοῦτο, οὐκοῦν καὶ ἡ γυνὴ ἡ μάχιμος καὶ γλωσσώδης καὶ ὀργίλος ἡ κακία ἐστίν, ἥτις τὸν συζῶντα αὐτῇ ποιεῖ μάχιμον καὶ γλωσσώδη καὶ ὄργιλον. 104 Θησαυρὸς ἐπιθυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφοῦ: Σοφία κυρίου ἀναπαύσεται ἐν καρδίᾳ σοφοῦ· ἄφρονες δὲ ἄνδρες διαφθεροῦσιν αὐτήν. Πόλεις ὀχυρὰς ἐπέβη σοφός: Σοφία ἐστὶν πόλις ὀχυρά, ἐν ᾗ οἱ σοφοὶ κατοικοῦσιν, λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Χριστοῦ. Ὃς φυλάσσει τὸ στόμα αὐτοῦ καὶ τὴν γλῶσσαν, διατηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ: Στόμα καὶ γλῶσσαν, ψυχὴν καὶ νοῦν· ψυχὴν δέ φασιν θυμὸν καὶ ἐπιθυμίαν, ὅπερ τινὲς παθητικὸν μέρος ὀνομάζουσι τῆς ψυχῆς. Ἀσεβὴς ὅλην τὴν ἡμέραν ἐπιθυμεῖ ἐπιθυμίας κακάς: Ἀγγέλων μὲν τὸ μὴ ἐπιθυμεῖν ποτὲ ἐπιθυμίας κακάς· ἀνθρώπων δὲ τὸ ποτὲ μὲν ἐπιθυμεῖν, ποτὲ δὲ μὴ ἐπιθυμεῖν ἐπιθυμίας κακάς· δαιμόνων δὲ τὸ ἀεὶ ἐπιθυμεῖν ἐπιθυμίας κακάς. τὸ γὰρ Ὅλην τὴν ἡμέραν τὸ διὰ βίου δηλοῖ. τοιοῦτόν ἐστιν καὶ τὸ Ἐν φόβῳ κυρίου ἴσθι ὅλην τὴν ἡμέραν, ἀντὶ τοῦ διὰ βίου. Ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου: Ἵππον λέγει τὸν νοῦν. Ἐπιβήσῃ γάρ φησιν ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία. καὶ ἐπὶ τοῦ Παύλου ὁ κύριος Τοῦ βαστάσαι τὸ ὄνομά μου φησίν. Αἱρετώτερον ὄνομα καλὸν ἢ πλοῦτος πολύ (edd. πολύς): Τὴν σημαινομένην ἀρετὴν ὑπὸ τοῦ οἰκείου ὀνόματος ὄνομα εἶπεν καλόν· τοῦτο γὰρ τὸ ὄνομα καλόν ἐστιν, ὅπερ ἔχει τὸ σημαινόμενον ἀγαθόν. οὕτως οὐδὲ τὴν ἄδικον γυναῖκα δικαιοσύνην καλουμένην ἐπαινέσομεν, ἀλλὰ τὴν ἔχουσαν τὴν δικαιοσύνην, κἂν ἀδικία ὀνομάζηται. Πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις, ἀμφοτέρους δὲ ἐποίησεν ὁ κύριος (edd. ὁ κύρ. ἐποί.): Ὁ μὲν πλούσιος διὰ τῶν ἐλεημοσυνῶν καθαίρει θυμόν, κτώμενος τὴν ἀγάπην· ὁ δὲ πένης διὰ τῆς πενίας ταπεινοφρονεῖν ἐκδιδάσκεται. Γενεὰ σοφίας, φόβος κυρίου: Αὗται αἱ γενέσεις Νῶε· αὗται αἱ γενέσεις Ἀβραάμ. Τρίβολοι καὶ παγίδες ἐν ὁδοῖς σκολιαῖς: Καὶ ὁ κύριος τῷ Ἀδὰμ φησίν· Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι ἡ γῆ, τοῦτ' ἔστιν ἡ ψυχή. ἀκάνθας δὲ καὶ τριβόλους λέγει τὰς ἁμαρτίας, ἀφ' ὧν καὶ ὁ στέφανος ἐπλάκη τοῦ Χριστοῦ· αὐτὸς γὰρ ἦρεν τὴν ἁμαρτίαν τοῦ κόσμου. Πλούσιοι πτωχῶν ἄρξουσιν: Ἐν τῷ αἰῶνι τῷ μέλλοντι οἱ ἐν παντὶ πλουτισθέντες, ἐν πάσῃ γνώσει καὶ 105 πάσῃ σοφίᾳ, ἄρξουσι τῶν ἀκαθάρτων καὶ ἐστερημένων τούτου τοῦ πλούτου. τίνες δὲ οἱ οἰκέται καὶ τίνες οἱ δεσπόται, νῦν οὐκ ἀναγκαῖον δημοσιεύειν, διὰ τὸ εἶναι τὸν περὶ αὐτῶν λόγον μυστικὸν καὶ βαθύτερον. Ματαιότητα δὲ ἔργων αὐτοῦ συντελέσει: Τὴν ματαιότητα τῶν ἔργων διὰ τῆς ἀρετῆς ὁ κύριος καὶ τῆς γνώσεως συντελεῖ. Νίκην καὶ τιμὴν περιποιεῖται ὁ τὰ (edd. om.) δῶρα διδούς: Δῶρα τοῦ ἀνθρώπου τὰς ἀρετὰς ὀνομάζει, δι' ὧν νικῶν τὸν διάβολον τίμιον ἑαυτὸν παρέχει τῷ θεῷ, καὶ ἀφαιρεῖται τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ τῶν κτησαμένων, αὐτὴν δαιμόνων. Ἔκβαλε λοιμὸν ἐκ συνεδρίας (edd. ἐκ συνεδρίου λοιμ.), καὶ συνεξελεύσεται αὐτῷ νεῖκος: Τὴν χειρίστην κατάστασιν συνέδριον εἶπεν, ἀφ' ἧς ὁ σοφὸς Σολομὼν ἐκβάλλεσθαι τὸν ἄνθρωπον βούλεται διὰ πνευματικῆς διδασκαλίας· τὸ δὲ νεῖκος τὴν φιλονεικίαν σημαίνει. δύναται δὲ λοιμὸν καὶ τὸν διάβολον λέγειν, ὃν δεῖ ἀποδιώκειν τῆς ψυχῆς· ἐὰν γὰρ καθίσῃ ἐν αὐτῇ, διὰ τῆς ἀκαθαρσίας πάντας τοὺς ὀρθοὺς λογισμοὺς ἀτιμάζει. συνέδριον δὲ καὶ ὁ ἀπόστολος τὴν ψυχὴν ἀποδείκνυσι, δι' ὧν κατηγοροῦντας λογισμοὺς εἰσάγει καὶ ἀπολογουμένους· Μεταξὺ γάρ φησιν ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων. ὅπου δὲ κατηγορία καὶ ἀπολογία, ἐκεῖ καὶ συνέδριον. Χείλεσι ποιμαίνει βασιλεύς: Ὁ διατηρῶν τὰς ψυχὰς ἡμῶν κύριος, αὐτὸς καὶ διὰ τῆς πνευματικῆς γνώσεως ποιμαίνει ἡμᾶς, ἥντινα γνῶσιν φαυλίζει ὁ παραβαίνων τὸν νόμον αὐτοῦ. σημειωτέον δὲ ὅτι βασιλεὺς ὢν ὁ Χριστὸς λέγεται διὰ τῆς
συγκαταβάσεως ποιμαίνειν ἡμᾶς· Ἐγὼ γάρ φησιν εἰμὶ ὁ ποιμὴν ὁ καλός. εἰ δὲ βασιλεὺς μέν ἐστι βασιλευόντων, ποιμὴν δὲ προβάτων, ἔσται ποτὲ μόνον βασιλεὺς τῶν προβάτων εἰς τὸ βασιλικὸν μεταβάντων ἀξίωμα. Προφασίζεται καὶ λέγει ὀκνηρός· Λέων ἐν ταῖς ὁδοῖς: Ὁ ἐχθρὸς ἡμῶν διάβολος ὡς λέων περιέρχεται ζητῶν τίνα καταπίῃ· ὅντινα φοβούμενος ὁ ὀκνηρὸς πρὸς τὴν ἐργασίαν τῶν ἀρετῶν ἀναδύεται. Ὁ δὲ μισηθεὶς ὑπὸ κυρίου ἐμπεσεῖται εἰς αὐτόν: Ὁ Ἰὼβ οὐ μισηθεὶς ὑπὸ κυρίου ἀλλὰ δοκιμῆς ἕνεκεν ἐμπέπτωκεν εἰς αὐτόν. Ῥάβδος δὲ καὶ παιδεία μακρὰν ἀπ' αὐτοῦ: Μακρὰν ἀπὸ τῆς καρδίας τοῦ ἄφρονός ἐστιν ἡ ῥάβδος ἡ ἐκ τῆς ῥίζης Ἰεσσαί. 106 Ὁ συκοφαντῶν πτωχὸν (edd. πένητα) πολλὰ ποιεῖ τὰ ἑαυτοῦ κακά: Ὥσπερ ὁ διάβολος συκοφαντεῖ ἡμᾶς λαμβάνων παρ' ἡμῶν τὰς ἀρετὰς ἃς μὴ δέδωκεν ἡμῖν, οὕτως καὶ ἡμεῖς συκοφαντοῦμεν αὐτὸν λαμβάνοντες παρ' αὐτοῦ τὰς κακίας ἃς μὴ δεδώκαμεν αὐτῷ. καὶ καθὸ μὲν λαμβάνομεν παρ' αὐτοῦ τὰς κακίας, ὡς παρὰ πένητος ἐν ἀρεταῖς λαμβάνομεν· καθὸ δὲ τὰς ἀρετὰς ἡμῶν διδόαμεν αὐτῷ ἐπ' ἐλαττώσει ἡμῶν, ὡς πλουσίῳ ἐν κακίᾳ διδόαμεν. ἔλεγεν δέ τις τῶν γερόντων, ὅτι ἡμεῖς ἐσμὲν οἱ συκοφάνται οἱ Χριστὸν συκοφαντοῦντες, πτωχεύσαντα δι' ἡμᾶς καὶ μηδὲν ὀφείλοντα ἡμῖν, καὶ λαμβάνοντες παρ' αὐτοῦ πολλὰ καὶ διδόντες τῷ σατανᾷ ἐπὶ ταπεινώσει τῶν ἡμετέρων ψυχῶν. Παράβαλε σὸν οὖς λόγοις σοφῶν: Οὗτος ἀκούει τῶν τοῦ θεοῦ λόγων, ὁ ποιῶν τὰ προστασσόμενα ὑπ' αὐτῶν· οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ σεαυτῷ τρισσῶς ἐν βουλῇ καὶ γνώσει (edd. εἰς βουλὴν κ. γνῶσιν) ἐπὶ τὸ πλάτος τῆς καρδίας σου: Ὁ πλατύνας διὰ τῆς καθαρότητος τὴν καρδίαν αὐτοῦ νοήσει τοὺς τοῦ θεοῦ λόγους, τούς τε πρακτικοὺς καὶ τοὺς φυσικοὺς καὶ τοὺς θεολογικούς· πᾶσα γὰρ ἡ κατὰ τὴν γραφὴν πραγματεία τέμνεται τριχῶς, εἰς ἠθικὴν καὶ φυσικὴν καὶ θεολογικήν· καὶ ἀκολουθεῖ τῇ μὲν πρώτῃ αἱ παροιμίαι, τῇ δὲ δευτέρᾳ ὁ ἐκκλησιαστής, τῇ δὲ τρίτῃ τὰ ἄσματα τῶν ἀσμάτων. Μὴ δίδου σεαυτὸν εἰς ἐγγύην, αἰσχυνόμενος πρόσωπον: Οἱ τοὺς φαύλους ἀναδεχόμενοι λογισμοὺς καὶ τούτῳ τιμῶντες τὸν πονηρὸν σπουδαζέτωσαν ὅση δύναμις διὰ τῶν ἀγαθῶν λογισμῶν ἀποδιδόναι τοὺς χείρονας· ἐὰν γὰρ μὴ ἰσχύσωσι τοῦτο ποιῆσαι, λήψονται τὸ στρῶμα τὸ ὑπὸ τὰς πλευρὰς τῆς ψυχῆς, τοῦτ' ἔστι τὴν ἀρετήν· αὕτη γὰρ τοῦ μὲν ἑστῶτος ἐν τῇ δικαιοσύνῃ νοῦ ἱμάτιον λέγεται, τοῦ δὲ λοιπὸν πεσόντος διὰ τῶν φαύλων λογισμῶν ὑπόστρωμα καλεῖται. Μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου: Ὁ μετατιθεὶς τὰ ὅρια τῆς θεοσεβείας δεισιδαιμονίαν ἢ ἀσέβειαν αὐτὴν ἀποδείκνυσι· καὶ ὁ μετατιθεὶς τὰ ὅρια τῆς ἀνδρείας θρασύτητα ἢ δειλίαν αὐτὴν ἀπεργάζεται. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν καὶ ἐπὶ τῶν δογμάτων καὶ ἐπ' αὐτῆς τῆς πίστεως· νοητέον· μάλιστα δὲ τοῦτο τηρητέον ἐπὶ τῆς ἁγίας τριάδος· ὁ γὰρ μὴ θεολογῶν τὸ πνεῦμα τὸ ἅγιον διαλύει τὸ βάπτισμα· ὁ δὲ καὶ ἄλλους τινὰς ὀνομάζων θεοὺς δῆμον εἰσάγει θεῶν. Εἰ δὲ ἀπληστότερος εἶ, μὴ ἐπιθύμει τῶν ἐδεσμάτων αὐτοῦ: Οὐ γὰρ πάντες χωροῦσι τὴν μυστικωτέραν διάνοιαν τῆς γραφῆς. 107 Ταῦτα γὰρ ἔχεται ζωῆς ψευδοῦς: Δεῖ τὴν θείαν γραφὴν νοητῶς νοεῖσθαι καὶ πνευματικῶς· ἡ γὰρ κατὰ τὴν ἱστορίαν αἰσθητὴ γνῶσις οὐκ ἔστιν ἀληθής. Μὴ συνδείπνει ἀνδρὶ βασκάνῳ: Εἰ ὁ βάσκανος σῖτα ἀσεβείας ἐσθίει καὶ οἴνῳ παρανόμῳ μεθύσκεται, οὐ δεῖ δὲ συνδείπνειν τούτῳ, οὐ χρὴ ἄρα εἶναι ἀσεβῆ καὶ παράνομον· αὗται γὰρ αἱ κακίαι λυμαίνονται γνῶσιν πνευματικήν. Εἰς ὦτα ἄφρονος μηθὲν (edd. μηδὲν) λέγε: Μηθὲν λέγε συνετόν, τοῦτ' ἔστιν βαθὺ καὶ μυστικόν· οὐ δεῖ γὰρ βάλλειν τὰς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. Εἰς δὲ κτῆμα ὀρφανῶν μὴ εἰσέλθῃς: Κτῆμα ὀρφανῶν ἡ κακία ἐστίν, δι' ἣν ἐστερήθησαν τοῦ ἐν οὐρανοῖς σωτῆρος. Ἀλλ' ἢ ἐν φόβῳ κυρίου ἴσθι ὅλην τὴν ἡμέραν: Εἰ τῷ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ, καλῶς παραινεῖ διὰ παντὸς τοῦ βίου ἐκκλίνειν ἡμᾶς ἀπὸ παντὸς κακοῦ. Ἐὰν γὰρ
τηρήσῃς ταῦτα (edd. αὐτά), ἔσται σοι ἔγγονα (ut cod. Alex.): Τοὺς ὀρθοὺς λογισμοὺς καὶ τὰ πνευματικὰ θεωρήματα ἔγγονα εἶπεν τοῦ νοῦ· διὸ καὶ ἄτεκνός ἐστιν ψυχὴ ἡ μὴ ἔχουσα ταῦτα τὰ ἔγγονα, ἅπερ πέφυκε τίκτεσθαι ἀπὸ τοῦ πνευματικοῦ νυμφίου. Καὶ ῥακώδη ἐνδύσεται πᾶς ὑπνώδης: Οὐκ ἔστιν ἔνδυμα γάμου διερρηγμένον ἱμάτιον καὶ ῥακῶδες. Καὶ μὴ καταφρόνει ὅτι γεγήρακεν ἡ μήτηρ σου: Ἤκουσά τινος τῶν γερόντων τὴν ψυχὴν εἰπόντος μητέρα τοῦ νοῦ· αὕτη γάρ φησιν διὰ τῶν πρακτικῶν ἀρετῶν εἰς φῶς προάγει τὸν νοῦν· ψυχὴν δὲ ἔλεγεν τὸ παθητικὸν μέρος τῆς ψυχῆς, ὅπερ διαιρεῖται εἰς θυμὸν καὶ ἐπιθυμίαν· διὰ γὰρ ἀνδρείας, φησίν, καὶ σωφροσύνης κτώμεθα σοφίαν καὶ γνῶσιν θεοῦ· ἀνδρεία δὲ καὶ σωφροσύνη θυμοῦ καὶ ἐπιθυμίας εἰσὶν ἀρεταί. Μὴ μεθύσκεσθε οἴνῳ: Οἱ οἶνοι οὗτοι ἐκ τῆς Σοδομιτικῆς εἰσὶν ἀμπέλου. 108 Μὴ ὁμιλεῖτε ἀνθρώποις, καὶ ὁμιλεῖτε ἐν περιπάτοις: Νοῦς ὁμιλῶν ἐν περιπάτοις ἀξίως περιπατεῖ τῆς κλήσεως ἧς ἐκλήθη. Ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς σου: Ἡ μὲν κατὰ διάνοιαν ἁμαρτία ἔοικε φιάλῃ, ἡ δὲ κατ' ἐνέργειαν ποτηρίῳ. Ὕστερον περιπατήσεις γυμνότερος ὑπέρου: Πολλὰ κρούει τὸ ὕπερον καὶ οὐκ ἀνοίγει τὸν τόπον ὃν κρούει. τοῖς δὲ μαθηταῖς ὁ κύριος φησίν· Κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Οἱ ὀφθαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν, τὸ στόμα σου τότε λαλήσει σκολιά: Νοῦς δεξάμενος ἀλλότριον νόημα μελετήσει λογισμοὺς κακούς· ὁ δὲ τηρήσας ἑαυτὸν κληρονομήσει ζωήν. Καὶ ὥσπερ κυβερνήτης ἐν πολλῷ κλύδωνι: Παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφερόμενος. Πότε ὄρθρος ἔσται: Ὄρθρος ψυχῆς ἐστὶν ἐπίγνωσις ἁμαρτίας. Μετὰ κυβερνήσεως γίνεται πόλεμος: Οἱ περὶ τὴν πίστιν ναυαγοῦντες οὐ μετὰ κυβερνήσεως πολεμοῦσιν τοῖς πνεύμασι τοῖς ἀντικειμένοις τῇ θεολογίᾳ. δυνατὸν δὲ καὶ ἐπὶ πάσης ἀρετῆς τὸ αὐτὸ τοῦτο εἰπεῖν· ἔστιν γὰρ καὶ περὶ σωφροσύνην ναυάγιον καὶ περὶ ἀγάπην καὶ περὶ ἀφιλαργυρίαν, καὶ περὶ ἕκαστον δὲ δόγμα ὁμοίως τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας συμβαίνει ναυάγιον. εἰ δὲ μετὰ κυβερνήσεως πολεμεῖν δεῖ τοῖς ἀντικειμένοις, ναυμαχίᾳ παραπλήσιος ἡμῶν ἐστὶν ὁ βίος ἐπὶ τῆς γῆς. Ἐν πύλαις σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος (edd. add. κυρίου): Αἱ πύλαι τῶν σοφῶν αἱ πρακτικαί εἰσιν ἀρεταί, δι' ὧν εἰσέρχεται σοφία θεοῦ. Ἀκαθαρσία δὲ λοιμῷ ἀνδρὶ ἐμμολυνθήσεται: Εἰ ἀρετὴν ἡ κακία μειοῖ, καὶ τὴν κακίαν δηλονότι ἡ ἀρετὴ διαφθείρει· τοῦτο δὲ γενήσεται ἐν τῷ αἰῶνι τῷ μέλλοντι ἕως ἂν ἐκλείπῃ ἡ κακία· τὸ γὰρ Ἐμμολυν θήσεται ἀντὶ τοῦ Διαφθαρήσεται τέθεικεν· διαφθείρεται δὲ ἀκαθαρσία ἤτοι ὑπὸ πρακτικῆς ἢ ὑπὸ δριμείας 109 κολάσεως. Ῥῦσαι ἀγομένους εἰς θάνατον καὶ ἐκπρίου κτεινομένους, μὴ φείσῃ: Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς καταξιωθέντας γνώσεως καὶ ἀμελοῦντας τῆς διδασκαλίας, πολλῶν ἀπαγομένων ὑπὸ τῆς κακίας εἰς θάνατον. Φάγε μέλι υἱέ, ἀγαθὸν γὰρ κηρίον, ἵνα γλυκανθῇ ὁ λάρυγξ σου: Ἐσθίει μέλι ὁ ἀπὸ τῶν θείων γραφῶν ὠφελούμενος· ὁ δ' ἀπ' αὐτῶν τῶν πραγμάτων ἐκβάλλων τοὺς λόγους, ἀφ' ὧν εἰλήφασι καὶ οἱ ἅγιοι προφῆται καὶ ἀπόστολοι, τρώγει κηρίον· καὶ τὸ μὲν φαγεῖν μέλι παντὸς τοῦ βουλομένου ἐστίν, τὸ δὲ κηρίον μόνον τοῦ καθαροῦ. Μὴ προσαγάγῃς ἀσεβῆ νομῇ δικαίου: Μὴ ἕνεκεν ἡδονῆς προδῷς τὸν θεόν· οὗτος γὰρ νομὴ δικαίου, καὶ οὐ μὴ ἐγκαταλείπῃ σε. Ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς: Ἀποστρέφει μὲν ὁ θεὸς τὸν θυμὸν αὐτοῦ ἀπὸ τοῦ πεσόντος, ἐλεήσας αὐτόν· ὀργίζεται δὲ τῷ ἐπαρθέντι ἐπὶ τῷ πτώματι τοῦ ἐχθροῦ αὐτοῦ· πᾶς γὰρ ὁ ἐπιχαίρων ἀπολλυμένῃ ψυχῇ ὅμοιός ἐστιν τῷ διαβόλῳ τῷ μὴ θέλοντι πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. σημειωτέον δὲ ὅτι ἄνθρωπον ἐνταῦθα εἴρηκε τὸν ἐχθρόν, ὑπὲρ οὗ καὶ προσεύχεσθαι ἡμᾶς νενομοθέτηκεν ἐν τοῖς εὐαγγελίοις ὁ κύριος. Οὐ γὰρ μὴ γένωνται ἔγγονα πονηρῶν: Οὐ γεννήσουσι πονηροὶ ἀρετὰς καὶ δόγματα ὀρθά, ταῦτα γάρ ἐστι γεννήματα τῆς ψυχῆς, διὰ τὸ μὴ φοβεῖσθαι αὐτοὺς τὸν κύριον· οἱ δὲ ὄντες ἐν φόβῳ κυρίου ὅλην τὴν ἡμέραν ἕξουσιν ἔγγονα, καὶ
ἡ ἐλπὶς αὐτῶν οὐκ ἀποστήσεται. Φοβοῦ τὸν κύριον, υἱέ μου, καὶ βασιλέα: Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται: Πῶς οὖν ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις φησίν· Ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκεν τῷ υἱῷ; ἢ ἄλλο μέν ἐστιν τιμωρία, ἄλλο δὲ κρίσις· καὶ τιμωρία μέν ἐστιν στέρησις ἀπαθείας καὶ γνώσεως θεοῦ μετ' ὀδύνης σωματικῆς· κρίσις δέ ἐστιν γένεσις αἰῶνος κατ' ἀναλογίαν ἑκάστῳ τῶν λογικῶν σωμάτων διανέμοντος. 110 Μάχαιρα γὰρ γλῶσσα βασιλέως, καὶ οὐ σαρκίνη: Καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα θεοῦ. τὸ δὲ Οὐ σαρκίνη ἀντὶ τοῦ Οὐκ αἰσθητή. Ἐὰν γὰρ ὀξυνθῇ ὁ θυμὸς αὐτοῦ, σὺν νεύροις ἀνθρώπους ἀναλίσκει: Τοὺς παλαιοὺς ἀνθρώπους τοὺς φθειρομένους κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης ἀναλίσκει ἡ μάχαιρα τοῦ θεοῦ, ἵν' ἀποθέμενοι τὸν παλαιὸν ἄνθρωπον ἐνδύσονται τὸν νέον τὸν κατὰ θεὸν κτισθέντα. Καὶ συγκαίει ὥσπερ φλόξ: Πῦρ γὰρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. Ὥστε ἄβρωτα εἶναι νεοσσοῖς ἀετῶν: Οὗτος ἄβρωτός ἐστι τοῖς δαίμοσιν, ὁ ὑπὸ τοῦ κυρίου καθαρθεὶς καὶ ἀπεχόμενος ἀπὸ πάσης κακίας. Ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων: Ἀφρονέστατον ἑαυτὸν εἶπεν κατὰ στέρησιν τῆς ἀνθρωπίνης φρονήσεως. Τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη: Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν ἄνω, εἰ μὴ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ἀπὸ τοῦ οὐρανοῦ κατελθών. Τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ: Τίς πίστει ἢ πάντως συνήγαγε τοὺς ἀπ' ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης ἐν τῇ γνώσει τῇ τοῦ θεοῦ, καὶ δέδωκεν αὐτοῖς θεωρίαν πνευματικὴν ἐναποθεῖναι ταῖς ἀρεταῖς; καὶ ἄλλως, τίς διὰ τῆς ἀληθοῦς γνώσεως ἔκρυψε γνῶσιν ψευδῆς; Τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ: Τίς ἀληθῆ γνῶσιν ἐναπέθετο ταῖς ἀρεταῖς; Τίς ἐκράτησε πάντων τῶν ἄκρων τῆς γῆς: Τίς ἀπ' ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης συνήγαγε πάντα τὰ ἔθνη, πυκνώσας αὐτὰ ταῖς ἀρεταῖς καὶ τὸ ἐπουράνιον ὕδωρ ἐναποθέμενος τὸ ῥέον ἐκ τῆς πηγῆς τῆς ζωῆς. Μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ: Τῷ γὰρ νόμῳ κυρίου οὐκ ἔστιν προσθεῖναι, καὶ ἀπ' αὐτοῦ οὐκ ἔστιν ἀφελεῖν. Μάταιον λόγον καὶ ψευδῆ μακράν μου ποίησον: Ψευδώνυμον γνῶσιν μακράν μου ποίησον. Ἵνα μὴ πλησθεὶς ψευδὴς γένωμαι καὶ εἴπω Τίς με ὁρᾷ: Ἵνα μή, φησίν, πλησθεὶς γνώσεως ἀκροατὴς ὑπερήφανος γένωμαι, καὶ εἴπω Οὐδεὶς τὴν ἐμὴν ἐπιγνώσεται σοφίαν· ἵνα μὴ πλησθεὶς ἀπροσίτου γνώσεως, ψεύστης τοῖς ἀνθρώποις φανῶ, τοιαῦτα λέγων ὁποῖα μὴ δύνανται γινώσκειν οἱ ἐνδεδεμένοι αἵματι καὶ σαρκί. καλῶς δὲ καὶ τὸ ἕξης προστέθειται, τὸ Ἵνα μὴ πενηθεὶς κλέψω καὶ ὀμόσω τὸ ὄνομα τοῦ θεοῦ· κλέπτει γάρ 111 τις ἀλλότρια θεωρήματα, ἵνα νοῦν ἐμπλήσῃ πεινῶντα. ἀλλὰ τοῦτο μὲν πρὸ τῆς ἐπιδημίας τοῦ σωτῆρος ἐγίνετο· νυνὶ δὲ ὁ Παῦλος φησίν· Ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ ἐργαζέτω δικαιοσύνην, ἵνα γνῶσιν κτησάμενος μεταδῶ καὶ τῷ χρείαν ἔχοντι τί γὰρ καὶ ἔστιν ὃ μή ἐστιν ἡμέτερον, ἵνα καὶ κλέψωμεν οἱ πεπιστευκότες Χριστῷ; πάντα γὰρ ἡμῶν ἐστίν, ἡμεῖς δὲ Χριστοῦ, δι' οὗ τὰ πάντα ἐγένετο, Χριστὸς δὲ θεοῦ. Ἢ πενόμενος κλέψω καὶ ὀμόσω τὸ ὄνομα τοῦ θεοῦ μου: Οὗτος κλέπτει γνῶσιν, οὐχ ὁ τὴν τοῦ προλαβόντος λαμβάνων, ἀλλ' ὁ ἐκ τῆς ψευδωνύμου ὑφαιρούμενος γνώσεως. καὶ γὰρ πάντες οἱ πεπιστευκότες Χριστῷ ἀπὸ τῶν ἁγίων προφητῶν καὶ ἀποστόλων λαμβάνοντες θεωρήματα οὐ λέγονται κλέπται ἀλλοτρίων θεωρημάτων, ἀλλὰ μᾶλλον κληρονόμοι πατρώων χρημάτων. Μὴ παραδῷς οἰκέτην εἰς χεῖρας δεσπότου: Φυγόντα νοῦν τὴν κακίαν μὴ πάλιν παραδῷς τῇ κακίᾳ, εἴπερ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλος ἐστὶν τῆς ἁμαρτίας· ἁμαρτία δὲ νῦν ὀνομάζεται ὁ ἐνεργῶν τὴν ἁμαρτίαν διάβολος. Ἐπ' αὐτοὺς δὲ ἥξει εὐλογία ἀγαθή: Ἡ εὐλογία ἡ ἀγαθὴ ἡ νοητή ἐστιν εὐλογία, ἥτις ἀντιδιαιρεῖται πρὸς τὴν αἰσθητὴν εὐλογίαν. Ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου καὶ παρασκευάζου εἰς τὸν ἀγρόν: Ὁ μὲν κύριος ἡμῶν ἐν τοῖς εὐαγγελίοις ἀγρὸν τὸν κόσμον ὠνόμασεν, ὁ
δὲ Σολομὼν (cod. h. l. ῶν) ἀγρὸν νῦν εἴρηκεν τὴν θεωρίαν τοῦ κόσμου· ἀλλ' ὁ μὲν ἐν τοῖς εὐαγγελίοις ἀγρὸς τοῦ συνεστῶτος ἐκ ψυχῆς καὶ σώματος ἀνθρώπου ἐστίν, αἰσθητὸς γὰρ ἐστίν· ὁ δὲ ἐνταῦθα δηλούμενος ἀγρὸς τοῦ νοῦ μόνου ἐστίν, νοητὸς ὢν καὶ συνεστὼς ἐκ τῶν λόγων τούτου τοῦ κόσμου, εἰς ὃν καρδίαι εἰσβαίνουσι καθαραί. Καὶ ἀνοικοδομήσεις τὸν οἶκόν σου: Μετὰ γὰρ σοφίας οἰκοδομεῖται οἶκος· εἰς δὲ κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία. Οἱ δὲ φραγμοὶ τῶν λίθων αὐτοῦ κατασκάπτονται: Φραγμός ἐστιν ἀπάθεια ψυχῆς λογικῆς, ἐκ τῶν πρακτικῶν συνεστῶσα. 112 Ὀφθαλμὸν καταγελῶντα πατρὸς καὶ ἀτιμάζοντα γῆρας μητρός, ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων: Οὗτοι οἱ κόρακες τοὺς μὲν δικαίους τρέφουσι μυστικῶς, τοὺς δὲ ἀδίκους κολάζουσι, τοὺς τῆς ἀδικίας ὀφθαλμοὺς ἐξορύττοντες, διότι τοῦ πάντων πατρὸς καὶ θεοῦ κατεγέλασαν, καὶ τῆν γεννῶσαν αὐτοὺς ἀρχαίαν γνῶσιν ἠτίμασαν· καὶ τοὺς μὲν ἐξορύσσοντας τοὺς ὀφθαλμοὺς τοῦ ἀσεβοῦς κόρακας εἶπεν, τοὺς δὲ ὅλον αὐτὸν κατεσθίοντας ὠνόμασεν ἀετούς, διὰ τὸ τοὺς μὲν τὴν μερικήν, τοὺς δὲ τὴν καθόλου κάθαρσιν πεπιστεῦσθαι. Καὶ τράγος ἡγούμενος αἰπολίου: Εἰ ἔριφοί εἰσιν οἱ ἀκάθαρτοι ἐξ ἀριστερῶν ὑπὸ τοῦ σωτῆρος ἱστάμενοι, ὁ δὲ τράγος ἡγεῖται τούτων, μήποτε ὁ τράγος νῦν τὸν διάβολον σημαίνει. Καὶ ὀρθὰ κρίνειν οὐ μὴ δύνωνται πάντας (edd. non habent) τοὺς ἀσθενεῖς: Οὐ μὴ δύνωνται ὀρθῶς διδάσκειν. Δότε (edd. δίδοτε) μέθην τοῖς ἐν λύπαις: Ὁ μεθυσθεὶς ἀπὸ τῆς πιότητος τοῦ οἴκου κυρίου ἐπιλανθάνεται τῶν ὀδυνῶν. Διάκρινε δὲ πένητα καὶ ἀσθενῆ: Πένητα λέγει τὸν ἐστερημένον τῆς γνώσεως, ἀσθενῆ δὲ τὸν ἀκάθαρτον. Δόξα θεοῦ κρύπτει λόγον: Τὸν ἔχοντα τὴν δόξαν τοῦ θεοῦ δόξαν εἶπεν θεοῦ, καὶ τὸν ἔχοντα τὴν δόξαν τοῦ ἐπουρανίου βασιλέως δόξαν βασιλέως ὠνόμασεν· οὗτοι γὰρ κρύπτουσι τὸν τοῦ θεοῦ λόγον ἐν ἑαυτοῖς, ὅπως ἂν μὴ ἁμάρτωσι, καὶ τιμῶσι τὰ προστάγματα δι' ὧν ποιοῦσιν αὐτά. πολλάκις δὲ τοῦτο παρεσημειωσάμεθα, ὅτι ἀπὸ τῶν ἀρετῶν ὀνομάζονται καὶ τῶν κακιῶν οἱ ἔχοντες τὰς ἀρετὰς καὶ τὰς κακίας· οὕτω Δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν, ἀντὶ τοῦ δικαίους· καὶ Φόβος κυρίου μισεῖ ἀδικίαν ὕβριν τε καὶ ὑπερηφανίαν, τοῦτ' ἔστιν ἄδικον καὶ ὑβριστὴν καὶ ὑπερήφανον. καὶ ἐνταῦθα δὲ τὸν ἔχοντα τὴν τοῦ θεοῦ δόξαν καὶ τὸν ἔχοντα 113 τὴν δόξαν τοῦ βασιλέως δόξαν θεοῦ καὶ δόξαν βασιλέως ὠνόμασεν. ἢ τάχα δόξαν θεοῦ λέγει τὸν δοξάζοντα τὸν θεόν, καὶ δόξαν βασιλέως τὸν δοξάζοντα τὸν βασιλέα, ἵν' ᾖ τοιοῦτον τὸ λεγόμενον· ὁ δοξάζων τὸν θεὸν κρύπτει τὸν λόγον αὐτοῦ, καὶ ὁ δοξάζων τὸν βασιλέα τιμᾷ τὰ προστάγματα αὐτοῦ· ὁ γὰρ ἀτιμάζων αὐτόν, διὰ τῆς παραβάσεως τοῦ νόμου ἀτιμάζει αὐτόν. Κτεῖνε ἀσεβεῖς ἐκ προσώπου βασιλέως, καὶ κατορθώσει ἐν δικαιοσύνῃ ὁ θρόνος αὐτοῦ: Ὁ λόγῳ πνευματικῷ τὸν παλαιὸν ἄνθρωπον ἀποκτένων, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, κατορθοῖ ἐν δικαιοσύνῃ τὸν ἑαυτοῦ νοῦν, ὅστις λέγεται εἶναι θρόνος θεοῦ· οὐδαμοῦ γὰρ πέφυκεν ἀλλαχοῦ καθέζεσθαι σοφία καὶ γνῶσις καὶ δικαιοσύνη, εἰ μὴ ἐν φύσει λογικῇ· ταῦτα δὲ πάντα ἐστὶν ὁ Χριστός. Μηδὲ ἐν τόποις δυναστῶν ὑφίστασο: Μὴ εἴπῃς Ἐπάνω τῶν ἄστρων θήσομαι τὸν θρόνον μου, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ· κρεῖσσον γὰρ τὸ ῥηθῆναι περὶ σοῦ τὸ Διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Μὴ πρόπιπτε (edd. πρόσπιπτε) εἰς μάχην ταχύ: Διὰ τῆς μάχης τὴν κακίαν ἠνίξατο. Ἡνίκα δ' ἂν ὀνειδίζει (edd. σε ὀνειδίσῃ) ὁ σὸς φίλος, ἀναχώρει εἰς τὰ 'πίσω, μὴ καταφρόνει: Καὶ ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις ὀνειδίζει ταῖς πόλεσιν, ἐν αἷς αἱ πλεῖσται αὐτοῦ δυνάμεις γεγόνασιν, ὅτι οὐ μετενόησαν, Οὐαί σοι Χωραζίν, Οὐαί σοι λέγων Βητσαϊδά (ita cod.) Χάρις καὶ φιλία ἐλευθεροῖ, ἃς τήρησον σεαυτῷ, ἵνα μὴ ἐπονείδιστος γένῃ: Πυκνότερον ὁ Σολομὼν
(ita rursus cod. ut solet) φίλου τε μέμνηται καὶ φιλίας· διὸ καλῶς ἔχει νῦν προσέχειν τῷ ὀνόματι, τί βούλεται αὐτῷ σημαίνειν ἡ φιλία· Χάρις γάρ φησιν καὶ φιλία ἐλευθεροῖ. καίτοι ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους φησίν· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μου ἐστέ, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. Παῦλος δὲ πάλιν γράφει· Χριστὸς ἡμᾶς ἠλευθέρωσεν ἐκ τῆς κατάρας τοῦ νόμου. εἰ οὖν ἡ φιλία ἐλευθεροῖ, καὶ ἡ ἀλήθεια ἐλευθεροῖ, καὶ ὁ σωτὴρ ἐλευθεροῖ, Χριστός ἐστιν ἡ ἀλήθεια καὶ ἡ φιλία· ὅθεν καὶ πάντες οἱ ἔχοντες τὴν γνῶσιν τοῦ Χριστοῦ φίλοι ἀλλήλων εἰσίν. οὕτω καὶ τοὺς μαθητὰς φίλους εἴρηκεν ὁ σωτήρ, καὶ Ἰωάννης φίλος ἦν τοῦ νυμφίου, Μωσῆς καὶ πάντες οἱ ἅγιοι· καὶ ἐπὶ ταύτης μόνον τῆς φιλίας οἱ τοῦ αὐτοῦ φίλοι καὶ ἀλλήλων εἰσὶν φίλοι. Ἀλλὰ φύλαξον τὰς ὁδούς σου εὐσυναλλάκτως: Ὁ διδαχθεὶς περὶ τῶν ἀρετῶν καὶ κατ' αὐτὰς ἐνεργῶν τὰς ὁδοὺς αὐτοῦ φυλάσσει εὐσυναλλάκτως. 114 Μῆλον χρυσοῦν ἐν ὁρμίσκῳ σαρδίου: Ὥσπερ μῆλον χρυσέον ἁρμόζει σαρδίῳ, οὕτως γνῶσις θεοῦ ψυχῇ καθαρᾷ. Ἐνώτιον (edd. Εἰς ἐνώτ.) χρυσοῦν καὶ σάρδιον πολυτελὲς δέδεται· λόγος σοφὸς εἰς οὖς εὐήκοον: Ἔμβαλε σάρδιον πολυτελὲς εἰς ἐνώτιον χρυσοῦν, καὶ σοφίαν κυρίου εἰς νοῦν ἀπαθῆ. Ὥσπερ ἔξοδος χιόνος ἐν ἀμητῷ κατὰ καῦμα ὠφελεῖ: Ὥσπερ χιὼν ψύχει καύσωνα, οὕτως γνῶσις ἁγίων διαλύει κόπον ψυχῆς. Γλῶσσα δὲ μαλακὴ συντρίβει ὀστέα: Νῦν τὴν θυμώδη ψυχὴν ὠνόμασεν μαλακήν, ἥτις συντρίβει τὰ ὀστᾶ τὰ πεφυκότα λέγειν· Κύριε, τίς ὅμοιός σοι; Σπάνιον εἴσαγε σὸν πόδα πρὸς σὸν (edd. σεαυτοῦ) φίλον: Σπανίως δεῖ ἅπτεσθαι θεολογικῶν προβλημάτων καὶ μὴ πυκνῶς τοῦτο ποιεῖν, μήποτε εἴπωμέν τι τῶν οὐ λεγομένων ἐπὶ θεοῦ, καὶ ὡς ἀσεβοῦντες τῆς πνευματικῆς ἐκπέσωμεν γνώσεως, τοῦ νοῦ δι' οἰκείαν ἀσθενείαν συνεχῶς ἐνατενίζειν τῇ τοιαύτῃ θεωρίᾳ μὴ δυναμένου. Ὀδοὺς (ut cod. Alex, ed. Ro. ὁδὸς) κακοῦ καὶ ποὺς (ex οῦ corr. est οὺ) παρανόμου ὀλεῖται ἐν ἡμέρᾳ κακῇ: Τοῦτ' ἔστιν ἡ κακία καὶ ἡ παρανομία ἀπολεῖται ἐν ἡμέρᾳ τῆς κρίσεως. Οὕτως προσπεσὸν πάθος ἐν σώματι καρδίαν λυπεῖ: Τὰ προσπίπτοντα τῇ καρδίᾳ πάθη αἱ κακίαι εἰσίν· ὧν κατὰ στέρησιν ὁ ἀπαθὴς ὀνομάζεται. Οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν: Λύπη ἐστὶν ψεκτή, στέρησις φθαρτῆς ἡδονῆς· λύπη δέ ἐστιν ἐπαινετή, στέρησις ἀρετῶν καὶ γνώσεως θεοῦ. Τοῦτο γὰρ ποιήσας ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τῆς κεφαλῆς (edd. ἐ. τὴν κεφ.) αὐτοῦ: Διὰ τῆς χρηστότητος καὶ εὐποιΐας καθαρίζων αὐτοῦ τὸ ἡγεμονικόν. Πρόσωπον δὲ ἀναιδὲς γλῶσσαν ἐρεθίζει: Τὸν διάβολον εἶπεν πρόσωπον ἀναιδές, ἐρεθίζοντα τὴν ψυχήν· πανταχοῦ δὲ ὁ Σολομὼν (cod. rursus ῶν) γλῶσσαν τὸν νοῦν λέγει· τοῦτο οὖν τὸ πρόσωπον αἰδεῖσθαι ἐν κρίσει οὐ καλόν. 115 Ἀγγελία δὲ ἀγαθὴ ἐκ γῆς μακρόθεν: Οὕτως γνῶσις θεοῦ ἐκ γῆς πραέων. Οὕτως ἄκοσμον δίκαιον πεπτωκέναι ἐναντίον ἀσεβοῦς: Τῶν νοημάτων τοῦ νοῦ τὰ μὲν πτώματα αὐτοῦ λέγεται, τὰ δὲ ἐγέρσεις, τὰ δὲ καθέδρα, τὰ δὲ στάσις, καὶ ἄλλα περίπατος καί τινα αὐτοῦ προσκόμματα ὀνομάζεται· καὶ ἄλλα σκληρὰ καὶ μαλακά, καὶ εὐώδη καὶ δυσώδη, καὶ γλυκέα καὶ πικρά, καὶ λεῖα καὶ ὀρθὰ καὶ σκολιά· καὶ πάλιν τὰ μὲν αὐτοῦ καλεῖται ἄκανθαι καὶ τρίβολοι, τὰ δὲ φῶς καὶ σκότος, καὶ ζωὴ καὶ θάνατος, τὰ δὲ νόσοι καὶ ὑγεῖαι· καὶ ἄλλα πάλιν ὀνομάζεται ψεῦδος καὶ ἀλήθεια· καὶ πολλὰ ἕτερα ὀνόματα τίθησιν ἡ γραφὴ κατά τε τῆς ψυχῆς καὶ τῶν νοημάτων αὐτῆς. ἃ δὲ τίθησι κατ' αὐτῆς, ὡς ἔστιν ὀλίγα ἐκ πολλῶν εἰπεῖν, ἔστιν ταῦτα· νοῦν, ψυχήν, καρδίαν, ἄνθρωπον, ἄνδρα, γυναῖκα, δοῦλον, οἰκέτην, πατέρα, υἱόν, πνεῦμα, ὀφθαλμόν, στόμα, χείλη, γλῶσσαν, λάρυγγα, κοιλίαν, κόλπον, βραχίονα, δάκτυλον, ξύλον, μυκτῆρα, πρόβατον, ἔριφον, ποιμένα, καὶ ἄλλα πλείονά ἐστιν ὀνόματα τῆς ψυχῆς, ἃ οὐ δυνατὸν νῦν παραθέσθαι διὰ τὸ εἶδος τῶν σχολίων πολυλογίαν μὴ ἐπιδεχομένων. ἐνταῦθα οὖν πίπτει δίκαιος νοῦς ἐνώπιον τοῦ σατανᾶ, λογισμὸν ἀκάθαρτον ἢ ψευδὲς δόγμα δεξάμενος. καὶ ὁ
Δαυὶδ δὲ φησίν· Ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν. ἀλλὰ τοῦτο τὸ πτῶμα περιέχει γνῶσιν ἀληθῆ καὶ λογισμοὺς καθαρούς. Οὕτως ἀνὴρ ὃς οὐ μετὰ βουλῆς τι πράσσει: Βουλὴν εἶπεν ἐνταῦθα τὴν ἐπὶ τὸ κρεῖττον ῥοπὴν τῆς καρδίας. Μάστιξ ἵππῳ καὶ κέντρον ὄνῳ, ῥάβδος δὲ ἔθνει ἄφρονι (edd. παρανόμῳ): Ἡ ῥάβδος νῦν σύμβολόν. ἐστι κολάσεως. Ἐκ τῶν ἑαυτοῦ ποδῶν (ita etiam eatena; edd. ὁδῶν) ὄνειδος ποιεῖται ὁ ἀποστείλας λόγον δι' ἀγγέλου ἄφρονος: Οὐ δεῖ τοῖς κυσὶ διδόναι τὰ ἅγια, οὐδὲ βάλλειν τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. Ἀφελοῦ πορείαν σκελῶν καὶ παροιμίαν ἐκ τοῦ στόματος ἀφρόνων: Περίελε ἄφρονος ὁδὸν κακήν, καὶ γνῶσιν ψευδῆ μακρὰν ποίησον ἀπ' αὐτοῦ. Ὃς ἀποδεσμεύει λίθον ἐν σφενδόνῃ, ὅμοιός ἐστιν τῷ διδόντι ἄφρονι δόξαν: Οὐχ ἁρμόσει ἄφρονι γνῶσις, καὶ λίθος ἄτιμος ἐν σφενδόνῃ χρυσῇ. Πολλὰ χειμάζεται πᾶσα σὰρξ ἀφρόνων, συντρίβεται γὰρ ἡ ἔκστασις αὐτῶν: Ἐὰν συντριβῇ ἡ ἔκστασις τῶν ἀφρόνων, καθ' ἣν ἐξέστησαν θεοῦ, πάλιν καθαροὶ γενόμενοι προσέρχονται θεῷ· πᾶσα γὰρ σὰρξ ὄψεται τὸ σωτήριον τοῦ θεοῦ. προσεκτέον δὲ ἐνταῦθα ὅτι τὰς παχυνθείσας ψυχὰς ἀπὸ τῆς κακίας σάρκας ἀφρόνων 116 ὠνόμασεν· οὕτω καὶ ὁ κύριος φησίν· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Ὥσπερ κύων ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἔμετον ἑαυτοῦ καὶ μισητὸς γένηται, οὕτως ἄφρων τῇ ἑαυτοῦ κακίᾳ ἀποστρέψας (edd. .): Ὁ ἀποβαλὼν κακίαν αὐτοῦ καὶ ἐπιστρέψας πάλιν πρὸς αὐτὴν ὅμοιός ἐστιν κυνὶ ἐσθίοντι τὸν ἑαυτοῦ ἔμετον. Κρύψας ὀκνηρὸς τὴν χεῖρα ἐν τῷ κόλπῳ αὐτοῦ οὐ δύναται ἐπενεγκεῖν: Εἰ ἀπὸ καρπῶν δικαιοσύνης φύεται δένδρον ζωῆς, πᾶς ὁ κρύπτων τὴν δικαιοσύνην τῇ ἀδικίᾳ οὐ βρώσεται ἐκ τούτου τοῦ δένδρου. Ὥσπερ ὁ κρατῶν κέρκου κυνός, οὕτως ὁ προεστὼς ἀλλοτρίας κρίσεως: Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς ψηφιζομένους τινὰς τῶν ἀναξίων ἐν ἱερωσύνῃ ἢ ἐν κλήρῳ. Ὅπου δὲ οὐκ ἔστιν δίθυμος, ἡσυχασθήσεται μάχη: Τὸν θυμώδη δίθυμον εἶπεν. Χείλη λεῖα καρδίαν καλύπτει πονηράν: Καρδίαν καθαρὰν οὐ καταλήψεται λύπη, ἐπιθυμίας γὰρ φθαρτὰς ἀπώσατο ἀπ' αὐτῆς. Ἐάν σου δέηται ὁ ἐχθρὸς ἱκετεύων (edd. om.) μεγάλῃ τῇ φωνῇ, μὴ πεισθῇς αὐτῷ: Δέεται ἡμῶν ὁ σατανᾶς ποτὲ μὲν διὰ τῶν ἀκαθάρτων λογισμῶν γαργαλίζων ἡμᾶς καὶ τῷ λείῳ τῆς ἡδονῆς ἐπισπώμενος, ποτὲ δὲ καὶ φωνὴν οὕτως ἔναρθρον ὡς ἡττηθεὶς προβαλλόμενος, ὡς οὐ δεῖ πείθεσθαι ἄσπονδον ἔχοντι τὸν πόλεμον τὸν πρὸς ἡμᾶς. Ἑπτὰ γάρ εἰσι πονηρίαι ἐν τῇ καρδίᾳ αὐτοῦ: Τοῖς ἑπτὰ πνεύμασιν ἀντίκεινται αὗται αἱ πονηρίαι. Ψυχὴ ἐν πλησμονῇ οὖσα κηρίοις ἐμπαίζει, ψυχῇ δὲ ἐν ἐνδείᾳ (edd. ἐνδεεῖ) καὶ τὰ πικρὰ γλυκέα φαίνεται: Ψυχὴ καθαρὰ κατατρυφᾷ γνώσεως· ψυχὴ δὲ ἀκάθαρτος καὶ τὴν ψευδώνυμον γνῶσιν ἀληθῆ γνῶσιν νομίζει. Οὕτως ἄνθρωπος δουλοῦται, ὅταν ἀποξενωθῇ ἐκ τῶν ἰδίων τόπων: Τόπος τῆς καρδίας ἐστὶν ἀρετὴ καὶ γνῶσις, ἀφ' ὧν ἀποξενωθεὶς ἄνθρωπος ἐμπίπτει εἰς κακίαν καὶ ἀγνωσίαν καὶ γίνεται δοῦλος· ἐπειδὴ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας. Μύροις καὶ οἴνοις καὶ θυμιάμασι τέρπεται καρδία: Νοῦς ἀπαθὴς πολυποικίλῳ τέρπεται σοφίᾳ· νοῦς δὲ ἐμπαθὴς ἐν ἀγνωσίαις πεσεῖται. 117 Φίλον σὸν καὶ φίλον πατρῷον μὴ ἐγκαταλείπῃς: Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους. Εἰς δὲ τὸν οἶκον τοῦ ἀδελφοῦ σου μὴ εἰσέλθῃς ἀτυχῶν: Τοιοῦτος ἦν ὁ εἰσελθὼν εἰς τοὺς γάμους καὶ μὴ ἔχων ἔνδυμα γάμου. Κρεῖσσον φίλος ἐγγὺς ἢ ἀδελφὸς μακρὰν ἀποικῶν (edd. οἰκῶν): Κρεῖσσον ὁ συναπτόμενός μοι διὰ τῆς ἀληθοῦς γνώσεως ὑπὲρ τὸν συναπτόμενόν μοι διὰ τῆς μὴ ἀληθοῦς γνώσεως. Ἀφελοῦ τὸ ἱμάτιον αὐτοῦ, παρῆλθεν γὰρ ὑβριστής: Τοῦτ' ἔστιν τὸ ἐν τῷ εὐαγγελίῳ λεγόμενον, τὸ Καὶ ἀπὸ τοῦ μὴ ἔχοντος καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ' αὐτοῦ. δηλοῖ δὲ τοῦτο, ὡς οἶμαι, τὰ κατὰ διάνοιαν λείψανα τῶν ἀρετῶν καὶ τῆς
γνώσεως τοῦ θεοῦ, λαμβανόμενα ἀπὸ τῶν κακῶς αὐτοῖς χρησαμένων ἀνθρώπων. Ὃς φυτεύει συκῆν, φάγεται τοὺς καρποὺς αὐτῆς: Ὁ κύριος ἡμῶν ἐστὶν ἡ συκῆ· ὁ γὰρ καρπὸς αὐτῆς λέπραν θεραπεύει. Ἐὰν μαστιγοῖς τὸν ἄφρονα ἐν μέσῳ συνεδρίου ἀτιμάζων, οὐ μὴ περιέλῃς τὴν ἀφροσύνην αὐτοῦ: Οὐκ ἀτιμάζων τὸν ἄφρονα ἀποστήσεις αὐτὸν τῆς ἀφροσύνης, ἀλλὰ διδάσκων αὐτὸν ὁποίας ἀτιμίας ἡ ἀφροσύνη γίνεται πρόξενος. Γνωστῶς ἐπιγνώσῃ ψυχὰς ποιμνίου σου: Πρόσεχε σεαυτῷ καὶ τὰς ἀρετάς σου κατεύθυνε, ὅτι οὐκ ἀεὶ ἐν αὐταῖς ἰσχύουσιν ἐπίσης οἱ ἄνθρωποι· οὐδὲ ἀπὸ ἀρετῆς ἐπ' ἀρετὴν ἢ ἀπὸ γνώσεως ἐπὶ γνῶσιν ὑγιῶς μεταβαίνουσιν, τῆς ἀνθρωπίνης καταστάσεως τοὺς οὐ ῥᾳδίως μὴ δεχομένους ....· ὅτι δὲ γενεὰς λέγει τὰς ἀρετὰς καὶ τὰς γνώσεις, καθ' ἃς γεννῶνται οἱ ἅγιοι, δείκνυσι δι' ὧν γράφει· Γενεὰ σοφίας φόβος κυρίου καὶ πλοῦτος καὶ δόξα καὶ ζωή. χρηστέον δὲ ταύτῃ τῇ παροιμίᾳ καὶ πρὸς τοὺς ποιμένας τῶν ἐκκλησιῶν, οὓς δεῖ μὴ προσώποις ἀλλὰ καρδίαις προσέχειν καὶ νοητῶς ποιμαίνειν τὰ πρόβατα. Ἐπιμελοῦ τῶν ἐν τῷ πεδίῳ χλωρῶν καὶ κερεῖς πόαν: Πεδίον λέγει τὸν νοῦν, χλωρὰ δὲ τὰς ἐν αὐτῷ κατὰ δύναμιν ἐνυπαρχούσας ἀρετάς· ὧν ὁ ἐπιμελούμενος κερεῖ πόαν, σύμβολον οὖσαν τῆς γνώσεως τοῦ θεοῦ, ἣν καὶ χόρτον πάλιν ὀρεινὸν ὀνομάζει· χόρτος γάρ ἐστιν ὀρεινὸς γνῶσις ἁγίων δυνάμεων, ἁρμόζουσα τῇ ἀλογωτέρᾳ τῶν ψυχῶν καταστάσει. ἔθος δὲ τῇ γραφῇ τοὺς ἁγίους ὄρη καλεῖν. οὕτω καὶ ὁ Δαυὶδ αἴρει τὴν ψυχὴν αὐτοῦ εἰς τὰ ὄρη, πόθεν ἥξει ἡ βοήθεια αὐτοῦ· καὶ πάλιν ὄρη σκιρτῶσιν ὡς κριοί, καὶ βοῦνοι ὡς ἀρνία προβάτων, ἐπὶ τῇ σωτηρίᾳ τοῦ Ἰσραήλ· εἰ γὰρ ἐπὶ ἑνὶ μετανοοῦντι χαίρουσιν ἄγγελοι, πόσῳ μᾶλλον ἐπὶ πλήθει 118 τοσούτῳ ὁδεύοντι ἀπὸ κακίας εἰς ἀρετήν. διὸ καὶ μόνη ἡ γνῶσις τῶν ἁγίων ἀγγέλων τρέφει τὰς ἐν ἡμῖν ἀρετάς, ἀφ' ὧν ἐνδύεται σπλάγχνα οἰκτιρμοῦ ψυχή, χρηστότητα, μακροθυμίαν, ταπεινοφροσύνην, πίστιν, ἐγκράτειαν, ἀγάπην, καὶ τὰ ἐκ ταύτης γεννώμενα ἀγαθά. ὅτι δὲ πεδία καὶ ὁ Δαυὶδ λέγει τὰς λογικὰς ψυχάς, ἐντεῦθεν ἔστιν μαθεῖν. Καὶ τὰ πεδία σου γάρ φησιν πλησθήσονται πιότητος· καὶ πάλιν μετ' ὀλίγα· Καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον· κεκράξονται, καὶ γὰρ ὑμνήσουσιν. ὕμνος δὲ καὶ κραυγὴ μόνη πέφυκεν ἐπισυμβαίνειν τῇ φύσει τῇ λογικῇ. Ἀνὴρ ἐν ἀσεβείαις συκοφαντεῖ πτωχούς: Εἰ ἔστιν ἀνδρεῖος ἐν ἀσεβείαις, ἔστιν ἀνδρεῖος καὶ ἐν ἀρεταῖς· καὶ εἰ ὁ ἀνδρεῖος ἐν ἀσεβείαις συκοφαντεῖ πτωχούς, ὁ ἀνδρεῖος ἐν ἀρεταῖς παρακαλεῖ πτωχούς· οὐκοῦν πᾶς ὁ παρακαλῶν πτωχοὺς ἀνδρεῖός ἐστιν ἐν εὐσεβείαις. Οἱ δὲ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος: Πᾶς ὁ ἀγαπῶν τὸν νόμον ποιεῖ τὸν νόμον, πᾶς δὲ ὁ ποιῶν τὸ νόμον ἀπάθειαν κτᾶται καὶ γνῶσιν θεοῦ· εἰ δὲ οἱ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος, νῦν τὸ τεῖχος τὴν ἀπάθειαν σημαίνει καὶ τὴν γνῶσιν τοῦ θεοῦ, ἅπερ μόνα πέφυκε φυλάσσειν τὴν φύσιν τὴν λογικήν. Ὃς δὲ ποιμαίνει ἀσωτίαν, ἀτιμάζει πατέρα αὐτοῦ: Ποιμένα λέγει τὸν νοῦν, πρόβατα δὲ τὰ ἐν αὐτῷ ἐμπαθῆ νοήματα, ἅπερ ἐκτρέφων ἐν ἑαυτῷ διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζει· ἀσωτία γὰρ ψυχῆς ἐστίν, λογισμοὶ ἐμπαθεῖς διὰ τοῦ σώματος ἐκτελούμενοι· ἀσωτία δὲ νοῦ ἐστίν, ψευδῶν δογμάτων καὶ θεωρημάτων ὑπόληψις. Ὁ πληθύνων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκων καὶ πλεονασμῶν τῷ ἐλεοῦντι πτωχοὺς συνάγει αὐτόν: Εἰ πλοῦτος ἀσεβῶν κακία, ἄνδρες δὲ σοφοὶ ἀπολέσουσιν αὐτόν, δηλονότι κακίαν ἀπολλύουσιν οἱ δίκαιοι καὶ σοφοί, διὰ τῆς πνευματικῆς διδασκαλίας τοὺς ἀκαθάρτους πρὸς τὴν ἀρετὴν ἐπανάγοντες. Ὁ ἐκκλίνων τὸ οὖς αὐτοῦ μὴ εἰσακούων (edd. εἰσακοῦσαι) νόμου, καὶ αὐτὸς τὴν προσευχὴν αὐτοῦ ἐβδέλυκται: Οὐχ ὁ νόμος βδελύσσεταί τινος τὴν προσευχήν, ἀλλ' ὁ δεδωκὼς τὸν νόμον θεός. καὶ ὁ Παῦλος φησίν· Προϊδοῦσα δὲ ἡ γραφὴ τὸ μέλλον, ἀντὶ τοῦ Ὁ τὴν γραφὴν δεδωκώς. Ὁ δὲ ἐξηγούμενος καὶ ἐλέγχων (edd. ἐξηγ. ἐλέγχους) ἀγαπηθήσεται: Εἶπα· Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.
119 Λέων πεινῶν καὶ λύκος διψῶν ὃς τυραννεῖ πτωχὸς ὢν ἔθνους πενιχροῦ: Εἰ μακάριοί εἰσιν οἱ πεινῶντες καὶ διψῶντες δικαιοσύνην, λέοντες καὶ λύκοι εἰσὶν οἱ διψῶντες καὶ πεινῶντες τὴν ἀδικίαν. Βασιλεὺς ἐνδεὴς προσόδων μέγας συκοφάντης: Αἱ πρόσοδοι τοῦ πονηροῦ βασιλέως εἰσὶν αἱ κακίαι καὶ τὰ ψευδῆ δόγματα· ταῦτα γὰρ αὐτῷ προσοδεύουσιν οἱ βασιλευόμενοι ὑπ' αὐτοῦ. Ἄνδρα τὸν ἐν αἰτίᾳ φόνου ὁ ἐγγυώμενος φυγὰς ἔσται καὶ οὐκ ἐν ἀσφαλείᾳ: Ὁ ἐγγυώμενος τὸν σατανᾶν ἐγγυᾶται τὴν ἀδικίαν, ὑπισχνούμενος αὐτῷ τοὺς τῆς ἀδικίας ἀποδώσειν καρπούς. περὶ τούτου δὲ καὶ τὸ εὐαγγέλιον λέγει ὡς διὰ φόνον καὶ στάσιν βεβλημένου εἰς φυλακήν. Οὐ μὴ ὑπακούσῃ ἔθνει παρανόμῳ: Ἔθνος παράνομον τὸ τάγμα τῶν δαιμόνων ἐστίν, ᾧ οὐχ ὑπακούει ὁ παιδευθεὶς υἱός. Ὁ ἐργαζόμενος τὴν αὐτοῦ γῆν ἐμπλησθήσεται ἄρτων: Ὁ καθαίρων ἑαυτὸν πλησθήσεται γνώσεως, ὁ δὲ ἀκάθαρτος πλησθήσεται ἀγνωσίας. Ὃς αἰσχύνεται πρόσωπα ἀδίκων (edd. οὐκ αἰσχ. πρ. δικαίων), οὐκ ἀγαθός: Εἰ πρόσωπα δικαίων εἰσὶν αἱ ἀρεταί, οὐκ ἀγαθὸς ὁ μὴ τὰς ἀρετὰς αἰσχυνόμενος· καὶ εἰ πρόσωπα τῶν ἁμαρτωλῶν εἰσὶν αἱ κακίαι, ἀγαθὸς ὁ τὰς κακίας μὴ αἰσχυνόμενος. Σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος: Οἱ οὖν ἐλεήμονες ἐν τῷ αἰῶνι τῷ μέλλοντι ἐλεηθέντες ὑπὸ θεοῦ καὶ γενόμενοι ἄγγελοι ἄρξουσι τῶν ἀσεβῶν. τοιοῦτον δὲ ἀξίωμα καὶ τοῖς μαθηταῖς αὐτοῦ ὑπέσχετο δώσειν ὁ κύριος, τοῦ καθίσαι αὐτοὺς ἐπὶ δώδεκα θρόνων, κρίνοντας τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. θρόνος δέ ἐστιν ἐν ᾧ ὁ νοῦς καθέζεται, γνῶσις πνευματική, τοὺς πλανηθέντας ἀπὸ τῆς θεοσεβείας ἐπισυνάγουσα. τὸ δὲ κρίνειν ἐνταῦθα τὸ διδάσκειν σημαίνει, ὡς τὸ Ἄνοιγε σὸν στόμα λόγῳ θεοῦ καὶ κρίνε πάντα ὑγιῶς, ἀντὶ τοῦ Δίδασκε. ἅμα δὲ καὶ τοῦτο ἰστέον, ὅτι ὁ ἐλεήμων κρατήσας τοῦ βασκάνου, αὐτὸς μὲν οὐ γενήσεται βάσκανος, ἐλεήμονα δὲ ποιήσει μᾶλλον τὸν βάσκανον. Ἐν δὲ τῇ ἀπωλείᾳ ἐκείνων πληθυνθήσονται δίκαιοι: Ἐὰν ἀποθῶνται οἱ ἀσεβεῖς τὸ εἶναι ἀσεβεῖς, γενήσονται δίκαιοι· ἡ γὰρ ἀπώλεια νῦν τὴν ἀναίρεσιν τῆς ἀσεβείας σημαίνει. οὕτω καὶ Ματθαῖον τὸν τελώνην ἀπολέσας ὁ κύριος δικαιοσύνην αὐτῷ ἐχαρίσατο. Ἐξαπίνης γὰρ φλεγομένου αὐτοῦ οὐκ ἔστιν ἴασις: Οὐκ εἶπεν ὅτι παυσαμένης τῆς φλογὸς οὐκ ἔστιν 120 ἴασις, ἀλλὰ φλεγομένου αὐτοῦ οὐκ ἔστιν ἴασις, ὡς ἔχοντος ἔτι δηλονότι ξύλα χόρτον καλάμην· εἴπερ καὶ τοῖς καιομένοις μετὰ τὸν καυτῆρα πέφυκεν ἡ ὑγεία προσγίνεσθαι. Ἀρχόντων δὲ ἀσεβῶν στένουσιν ἄνδρες: Ὅσοι εἰσὶν ὑπὸ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, οὗτοι πάντες καὶ στένουσιν. Ὃς δὲ ποιμαίνει πόρνας, ἀπολεῖ πλοῦτον: Ὁ δὲ ἐκτρέφων κακίας ἀπολεῖ πλοῦτον. –Ἄλλως. ποιμήν ἐστιν ἀγαθὸς νοῦς ἀπαθεῖς λογισμοὺς κεκτημένος· καὶ ποιμήν ἐστιν πονηρὸς νοῦς ἐμπαθεῖς λογισμοὺς κεκτημένος. εἰ δὲ τοῦτο, οὐκοῦν ἔριφός ἐστιν λογισμὸς ἐμπαθής, καὶ πρόβατόν ἐστιν λογισμὸς ἀπαθής· διὸ καὶ τοὺς ἐρίφους ὁ κύριος ἵστησιν ἐξ ἀριστερῶν, τὰ δὲ πρόβατα ἐκ δεξιῶν· ἐρίφους δὲ καὶ πρόβατα λέγει τοὺς κεκτημένους ἐρίφους καὶ πρόβατα, τοῦτ' ἔστιν τοὺς ἔχοντας λογισμοὺς ἀπαθεῖς καὶ ἐμπαθεῖς. οὕτω καὶ τοὺς ἔχοντας τὰ ζιζάνια προσηγόρευσεν, καὶ τοὺς τὸν σῖτον ἔχοντας σῖτον, ἀπὸ τῆς χειρίστης καὶ ἀρίστης ἕξεως ὀνομάσας αὐτούς. τοιοῦτόν ἐστιν καὶ τὸ παρὰ τῷ Παύλῳ λεγόμενον, τὸ Ἡ ἀγάπη οὐ περπερεύεται, ἀντὶ τοῦ Ὁ ἔχων τὴν ἀγάπην. Βασιλεὺς δίκαιος ἀνίστησι χώραν: Ὁ μὲν Χριστὸς ἀνίστησι τὴν φύσιν τὴν λογικήν· ὁ δὲ ἀντίχριστος κατασκάπτει. Καὶ πτωχῷ οὐχ ὑπάρχει νοῦς ἐπιγνώμων: Οὐκοῦν πτωχός ἐστιν ὁ μὴ ἔχων νοῦν ἐπιγνώμονα. Ἀνὴρ δὲ φαῦλος ὀργιζόμενος καταγελᾶται καὶ οὐ καταπτήσσει: Καὶ ἐπ' αὐτόν, φησὶν ὁ Δαυίδ, γελάσονται καὶ ἐροῦσιν· Ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν θεὸν βοηθὸν αὐτοῦ. Ἄνδρες αἱμάτων (edd. add. μέτοχοι) μισοῦσιν ὅσιον, οἱ δὲ εὐθεῖς ἐκζητοῦσι (edd. ἐκζητήσουσι) ψυχὴν αὐτοῦ: Οὗτος ἐκζητεῖ ψυχὴν δικαίου, ὁ τὰ αὐτῇ νενοημένα νοῆσαι βουλόμενος.
Σοφὸς δὲ ταμιεύεται κατὰ μέρος: Οὗτος ταμιεύεται τὸν θυμὸν κατὰ μέρος, ἤτοι ὁ ἐπὶ τοῖς δικαίοις ὀργιζόμενος πράγμασιν, ἢ ὁ διὰ τῆς μακροθυμίας καταναλίσκων τὸν θυμὸν κατὰ μέρος· καὶ πρὸς μὲν τοὺς ἁπλουστέρους λεκτέον τὸ πρότερον, πρὸς δὲ τοὺς σπουδαίους τὸ δεύτερον. Οὐ μὴ ὑπάρξει ἐξηγητὴς ἔθνει παρανόμῳ: Τοῖς μὲν φυλάξασι τὸν νόμον ὑπάρξει ἐξηγητής· τοῖς δὲ 121 παρανομήσασιν ἐξηγητὴς μὲν οὐχ ὑπάρξει, κολαστὴς δὲ ὑπάρξει· εἴπερ οὐ λόγος ἀλλὰ ῥάβδος παρανόμῳ δίδοται ἔθνει. Λόγοις οὐ παιδευθήσεται οἰκέτης σκληρός: Ὅτι οὐδεὶς κατὰ φύσιν σκληρός, παρίστησι τὸ Ἐὰν γὰρ καὶ νοήσῃ, οὐχ ὑπακούσεται· ὁ γὰρ κατὰ φύσιν σκληρὸς οὐκ ἂν ὀρθόν τι νοήσοι ποτέ. τοῦτο δὲ λέγω διὰ τὸν Φαραὼ σκληρυνθέντα ἐπὶ τῷ Ἰσραήλ, καὶ μὴ λόγοις ἀλλὰ μάστιξι παιδευθέντα. Ὃς κατασπαταλᾷ, ἐκ παιδίου (edd. ἐ. παιδὸς) οἰκέτης ἔσται: Εἰ τὸ σπαταλᾶν ἁμαρτάνειν ποιεῖ, πᾶς δὲ ὁ ποιῶν τῆν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας, πᾶς ἄρα ὁ σπαταλῶν δοῦλός ἐστι τῆς ἁμαρτίας. Ὕβρις ἄνδρα ταπεινοῖ: Νῦν τὴν κακίαν ὕβριν ψυχῆς λογικῆς ὀνομάζει. Ὃς μερίζεται κλέπτῃ, μισεῖ τὴν ἑαυτοῦ ψυχήν: Ὁ κλέπτης, φησίν, οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ. Ἐὰν δὲ ὅρκου προτεθέντος ἀκούσαντες μὴ ἀναγγείλωσιν: Ὅρκον εἶπεν τὸν νόμον· ὥσπερ γὰρ ὁ ὅρκος τίθησι θεὸν ἐν ψυχῇ, οὕτω καὶ ὁ νόμος εἰσάγει θεὸν ἐν ψυχῇ· καὶ ὃν τρόπον πάλιν ἀναιρεῖ ἡ ἐπιορκία θεὸν ἐκ ψυχῆς, οὕτω καὶ παρανομία ἐκβάλλει θεὸν ἀπ' αὐτῆς. ἐὰν οὖν, φησίν, νόμου τεθέντος ἀκούσωσι καὶ μὴ ἐξαγορεύσωσιν ἑαυτῶν τὰς ἁμαρτίας, φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους, ὑποσκελισθήσονται. οὕτω δὴ καὶ ὁ Δαυίδ· Ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου. καὶ πάλιν ὁ Σολομὼν φησίν· Ὁ ἐπικαλύπτων ἀσέβειαν ἑαυτοῦ οὐκ εὐοδωθήσεται, ὁ δὲ ἐξηγούμενος καὶ ἐλέγχων ἀγαπηθήσεται. καὶ ὁ Δαυὶδ Εἶπα, φησίν, Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. καὶ Λέγε σὺ πρῶτος τὰς ἀνομίας σου. Πολλοὶ θεραπεύουσι πρόσωπα ἡγουμένων: Ἐν τῷ κατορθοῦν θεραπεύομεν τοὺς ἀγγέλους· αὐτοὶ γάρ εἰσιν οἱ ἡγούμενοι ἡμῶν ἀπ' ἀρχῆς λαβόντες ἡμᾶς, ὅτε διεμέριζεν ἔθνη ὁ ὕψιστος καὶ ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων αὐτοῦ. τὸ δὲ ἐκ τῆς κρίσεως δίκαιον ὑπάρξει ἡμῖν παρὰ τοῦ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὅτε κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ· εἴγε πᾶσαν τὴν κρίσιν ὁ πατὴρ δέδωκεν τῷ υἱῷ. Γυναῖκα ἀνδρείαν τίς εὑρήσει: Ἀνδρεία ἐστὶν ἕξις ἀρίστη λογικῆς ψυχῆς, καθ' ἣν τῶν ἀντικειμένων αὐτῇ κεκράτηκεν ἐχθρῶν. Ἡ τοιαύτη σκύλων οὐκ ἀπορήσει: Νικήσαντες τὴν ἀντικειμένην δύναμιν σκυλεύομεν αὐτήν, τοὺς περὶ αὐτῆς λόγους μανθάνοντες. Μηρυομένη ἔρια καὶ λίνον: Μηρύεται ἔρια καὶ λίνον ψυχὴ τοὺς περὶ ἐμψύχων καὶ ἀψύχων λόγους 122 γυμνάζουσα, ἢ τοὺς περὶ πρακτικῆς καὶ φυσικῆς ἐξετάζουσα λόγους. ἔλεγε δέ τις ὅτι μηρύεται ἔρια καὶ λίνον ψυχὴ τὴν περὶ σωμάτων καὶ ἀσωμάτων θεωρίαν διὰ τῆς πρακτικῆς ἕλκουσα πρὸς αὐτήν. Καὶ ἀνισταμένη ἐκ νυκτῶν (edd. ἀνίσταται ἐ. ν. καὶ) ἔδωκε βρώματα τῷ οἴκῳ: Τὴν ἐκ νυκτὸς ἀνισταμένην ψυχὴν ἐγρηγορυῖαν εὑρίσκει ὁ τῆς δικαιοσύνης ἥλιος· πάντως δὲ καὶ προσευχομένην ἵνα μὴ ἐμπέσῃ εἰς πειρασμόν· σπεύδει γὰρ καὶ αὐτὴ εἰπεῖν τὸ Ἠγρύπνησα καὶ ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματι. Καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς: Λύχνος ἐστὶ νοῦς καθαρὸς πνευματικῆς θεωρίας πεπληρωμένος. Τοὺς πήχεις αὐτῆς ̣ut cod. Alex.) ἐρείδει εἰς ἄτρακτον: Ἄτρακτός ἐστι νοῦς καθαρός, συμπλέκων ἀρετὴν ἀρετῇ καὶ δόγματι δόγμα· ἢ λόγος προφορικός, ἕλκων ἀπὸ τοῦ νοῦ πνευματικὴν θεωρίαν. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς ὅταν που ̣cod. ποῦ) χρονίζῃ: Οὐκ ἂν προέλθοι ὁ νοῦς οὐδ' ἐν τῇ θεωρίᾳ γένοιτο τῶν ἀσωμάτων, μὴ τὰ ἔνδον διορθωσάμενος· ἡ γὰρ ταραχὴ τῶν οἰκείων ἐπιστρέφειν αὐτὸν εἴωθε πρὸς τὰ ἀφ' ὧν ἐξελήλυθεν· ἀπάθειάν τε
κτησάμενος χρονίσει τε ἐν τῇ θεωρίᾳ, καὶ οὐ φροντίσει τῶν ἐν οἴκῳ· ἐνδέδυται γὰρ θυμὸς μὲν πραΰτητα καὶ ταπεινοφροσύνην, ἐπιθυμία δὲ σωφροσύνην καὶ ἐγκράτειαν. Ἐκ βύσσου καὶ πορφυρᾶς ἑαυτῇ ἐνδύματα: Γῆς καὶ θαλάσσης οἱ λόγοι ἐνδύματά εἰσι ψυχῆς λογικῆς ἐκ βύσσου καὶ πορφυρᾶς. ἄλλος δέ τις ἐρεῖ τὴν θεωρίαν τῶν γεγονότων καὶ τὴν θεωρίαν τῆς ἁγίας τριάδος ἔνδυμα εἶναι νοῦ καθαροῦ ἐκ βύσσου καὶ πορφυρᾶς. Σινδόνας ἐποίησεν καὶ ἀπέδοτο, περιζώματα δὲ ut ̣ cod. Alex.) τοῖς Χαναναίοις: Ἡ φανεῖσα σινδὼν ἐπὶ τοῦ δώματος Πέτρῳ σύμβολον ἦν τοῦ κόσμου τοῦ αἰσθητοῦ· τὰ γὰρ ἐν αὐτῇ περιεχόμενα ζῶα τὰ διάφορα ἤθη τῶν ἀνθρώπων ἐδήλου καθαρισθέντα τῷ σταυρῷ τοῦ Χριστοῦ. εἰ οὖν ἡ μία σινδὼν τὸν κόσμον τοῦτον ἐσήμαινεν, μήποτε αἱ πλείους σινδόνες τὴν περὶ διαφόρων κόσμων περιέχουσι θεωρίαν, ἣν ἡ καθαρὰ ψυχὴ θεωρήσασα καὶ ἄλλοις μετέδωκεν. εἰ δὲ οἱ Χαναναῖοι ταπεινοὶ ἑρμηνεύονται, καλῶς οὐ τοῖς ταπεινοῖς τὴν διάνοιαν ἀπέδοτο τὰς σινδόνας, ἀλλὰ καθαροῖς μὲν τὰς σινδόνας, τοῖς δὲ Χαναναίοις περιζώματα, ἅπερ πρακτικῆς ἐστὶ σύμβολα, τὸ παθητικὸν μέρος τῆς ψυχῆς περισφίγγοντα. Στεγναὶ διατριβαὶ οἴκων αὐτῆς: Εἰ ὁ διάβολος βασιλεύς ἐστι πάντων τῶν ἐν τοῖς ὕδασι καὶ δι' ἀνύδρων τόπων ἀνάπαυσιν οὐχ εὑρίσκει, καλῶς τῆς καθαρᾶς ψυχῆς στεγναὶ αἱ διατριβαὶ λέγονται εἶναι. Σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν: Σῖτα ὀκνηρὰ τὰς κακίας εἶναί φασιν. Γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ κυρίου αὕτη αἰνείτω: Εἰ ἀρχὴ σοφίας φόβος κυρίου, δικαίως ἡ τυχοῦσα τῆς σοφίας ψυχὴ αἰνεῖ τὸν φόβον κυρίου, ὅστις γέγονεν αὐτῇ τῆς τοιαύτης γνώσεως πρόξενος. Μετελήφθησαν ἀφ' ὧν εὕρομεν ἑξαπλῶν. καὶ πάλιν αὐτὰ χειρὶ Πάμφιλος καὶ Εὐσέβιος διορθώσαντο.
Gnosticus (fragmenta Graeca) Ο ΓΝΩΣΤΙΚΟΣ Η ΠΡΟΣ ΤΟΝ ΚΑΤΑΞΙΩΘΕΝΤΑ ΓΝΩΣΕΩΣ 1 Πρακτικοὶ λόγους νοήσουσι πρακτικούς, γνωστικοὶ δὲ ὄψονται γνωστικά. 2 Πρακτικὸς μέν ἐστιν ὁ τὸ παθητικὸν μέρος τῆς ψυχῆς μόνον ἀπαθὲς κεκτημένος. 3 Γνωστικὸς δὲ ὁ ἁλὸς μὲν λόγον ἐπέχων τοῖς ἀκαθάρτοις, φωτὸς δὲ τοῖς καθαροῖς. 4 Ἡ μὲν ἔξωθεν ἡμῖν συμβαίνουσα γνῶσις, διὰ τῶν λόγων ὑποδεικνύειν πειρᾶται τὰς ὕλας· ἡ δὲ ἐκ Θεοῦ χάριτος ἐγγινομένη, αὐτοψεὶ τῇ διανοίᾳ παρίστησι τὰ πράγματα, πρὸς ἃ βλέπων ὁ νοῦς, τοὺς αὐτῶν λόγους προσίεται· ἀντίκειται δὲ τῇ μὲν προτέρᾳ ἡ πλάνη· τῇ δὲ δευτέρᾳ ὀργὴ καὶ θυμός· καὶ τὰ τούτοις παρακολουθοῦντα. 5 Πᾶσαι τῷ γνωστικῷ ὁδοποιοῦσιν αἱ ἀρεταί· ὑπὲρ δὲ πάσας ἡ ἀοργησία. Ὁ γὰρ γνώσεως ἐφαψάμενος καὶ πρὸς ὀργὴν ῥᾳδίως κινούμενος, ὅμοιός ἐστι τῷ σιδηρᾷ περόνῃ τοὺς ἑαυτοῦ ὀφθαλμοὺς κατανύττοντι. 6 Ἀσφαλιζέσθω δὲ ἐν ταῖς συγκαταβάσεσιν ὁ γνωστικός, μήποτε λάθῃ αὐτὸν ἕξις γινομένη ἡ συγκατάβασις, καὶ πειράσθω πάσας ἐπίσης ἀεὶ τὰς ἀρετὰς κατορθοῦν, ἵνα ἀντακολουθῶσιν ἀλλήλαις καὶ ἐν αὐτῷ, διὰ τὸ πεφυκέναι τὸν νοῦν ὑπὸ τῆς ἐλαττουμένης προδίδοσθαι. 8 Αἰσχρὸν γνωστικῷ τὸ δικάζεσθαι καὶ ἀδικουμένῳ καὶ ἀδικοῦντι· ἀδικουμένῳ μὲν ὅτι οὐχ ὑπέμεινεν, ἀδικοῦντι δὲ ὅτι ἠδίκησε.
9 Ἡ γνῶσις συντηρουμένη διδάσκει τὸν μετέχοντα αὐτῆς ὅπως ἂν διαφυλαχθῇ καὶ ἐπὶ μείζονα προέλθοι. 13 Δίκαιον τοῖς μοναχοῖς καὶ τοῖς κοσμικοῖς περὶ πολιτείας ὀρθῆς διαλέγεσθαι καὶ ὅσα τῆς φυσικῆς ἢ θεολογικῆς δόγματα σαφηνίζειν ἐκ μέρους, ὧν χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. 15 Γνώριζε καιρῶν καὶ βίων καὶ ἐπιτηδευμάτων τοὺς λόγους καὶ τοὺς νόμους, ἵνα ἔχῃς ἑκάστῳ τὰ συμφέροντα ῥᾳδίως λέγειν. 21 Τοὺς τῶν ψεκτῶν προσώπων λόγους οὐκ ἀλληγορήσεις, οὐδὲ ζητήσεις τι πνευματικὸν ἐν αὐτοῖς, πλὴν εἰ μὴ δι' οἰκονομίαν ὁ Θεὸς ἐνήργησεν, ὡς ἐν τῷ Βαλαὰμ καὶ Καϊάφᾳ, ἵνα ὁ μὲν περὶ γενέσεως, ὁ δὲ περὶ θανάτου τοῦ Σωτῆρος ἡμῶν προείπῃ. 22 Δεῖ δὲ μὴ σκυθρωπὸν εἶναι τὸν γνωστικὸν μηδὲ δυσπρόσιτον· τὸ μὲν γὰρ ἀγνοοῦντός ἐστι τοὺς λόγους τῶν γινομένων· τὸ δὲ μὴ βουλομένου πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. 24 Πρόσεχε σεαυτῷ μήποτε κέρδους ἕνεκεν ἢ τοῦ εὐπαθεῖν, ἢ δόξης χάριν παρερχομένης, εἴπῃς τι τῶν ἀπορρήτων καὶ βληθῇς ἔξω τῶν ἱερῶν περιβόλων, ὡς καὶ αὐτὸς ἐν τῷ ναῷ τὰ τῆς περιστερᾶς τέκνα πιπράσκων. 27 Μὴ ἀπερισκέπτως θεολογήσῃς, μηδέποτε ὁρίζου τὸ θεῖον· τῶν γὰρ γεγονότων καὶ συνθέτων εἰσὶν οἱ ὅροι. .............................................. ........
ὅτι μισεῖ κακίαν ὁ πειραθεὶς κακίαν, πεῖρα δὲ τῆς ἐγκαταλείψεως ἔγγονος ............................. 29 Οἱ διδασκόμενοι λεγέτωσάν σοι ἀεὶ τό· φίλε προσανάβηθι ἄνω· αἰσχρὸν γάρ ἐστιν ἀναβάντα σε πάλιν ὑπὸ τῶν ἀκουόντων κατενεχθῆναι. 30 Φιλάργυρός ἐστιν οὐχ ὁ ἔχων χρήματα, ἀλλ' ὁ ἐφιέμενος τούτων· τὸν γὰρ οἰκονόμον εἶναί φασι βαλάντιον λογικόν. 31 Γέροντας μὲν θυμοῦ, τοὺς δὲ νέους γαστρὸς κρατεῖν παρακάλει· τοὺς μὲν γὰρ οἱ ψυχικοί, τοὺς δὲ ἐπὶ πλεῖστον οἱ σωματικοὶ διαμάχονται δαίμονες. 32 Ἔμφραττε στόματα τῶν καταλαλούντων ἐν ἀκοαῖς σου· καὶ μὴ θαυμάσῃς ὑπὸ πλείστων κατηγορούμενος· οὗτος γὰρ ὁ πειρασμὸς ἐκ δαιμόνων· τὸν γὰρ γνωστικὸν ἐλεύθερον εἶναι δεῖ μίσους καὶ μνησικακίας, καὶ μὴ βουλομένων. 33 Λέληθεν ἴσως ἑαυτὸν θεραπεύων ὁ διὰ τὸν Κύριον τοὺς ἀνθρώπους ἰώμενος· ὃ γὰρ προσάγει φάρμακον ὁ γνωστικός, τὸν μὲν πλησίον ἐνδεχομένως, ἑαυτὸν δὲ ἀναγκαίως ἰᾶται. 36 Λανθανέτω τοὺς κοσμικοὺς καὶ τοὺς νέους ὁ περὶ κρίσεως ὑψηλότερος λόγος, γεννῶν ῥᾳδίως τὴν καταφρόνησιν· οὐ γὰρ ἴσασιν ὀδύνην ψυχῆς λογικῆς καταδικασθείσης τὴν ἄγνοιαν. 37 Ὁ ἅγιος Παῦλος ὑποπιάζων ἐδουλαγώγει τὸ σῶμα· μὴ ἀμελήσῃς οὖν τῆς διαίτης ἐν τῇ ζωῇ σου καὶ μὴ καθυβρίσῃς τὴν ἀπάθειαν σώματι παχεῖ ταπεινώσας αὐτήν.
38 Μὴ μεριμνήσῃς περὶ βρωμάτων ἢ ἐνδυμάτων, ἀλλὰ μέμνησο τοῦ Ἀβενὴρ τοῦ λευίτου ὃς τὴν κιβωτὸν ὑποδεξάμενος τοῦ Κυρίου, πλούσιος ἐκ πενήτων καὶ ἔνδοξος ἐξ ἀτίμων γέγονε. 41 Πᾶσα πρότασις ἢ γένος ἔχει κατηγορούμενον, ἢ διαφοράν, ἢ εἶδος, ἢ ἴδιον, ἢ συμβεβηκός, ἢ τὸ ἐκ τούτων συγκείμενον· οὐδὲν δὲ ἐπὶ τῆς ἁγίας Τριάδος τῶν εἰρημένων ἔστι λαβεῖν. Σιωπῇ προσκυνείσθω τὸ ἄρρητον. 42 Πειρασμὸς γνωστικοῦ ἐστιν ὑπόληψις ψευδὴς περὶ τὸν νοῦν ἱσταμένη τοῦ ὑπάρχοντος μὲν ὡς μὴ ὑπάρχοντος, τοῦ δὲ μὴ ὑπάρχοντος ὡς ὑπάρχοντος, καὶ τοῦ ὑπάρχοντος μὲν μὴ οὕτως δὲ ὑπάρχοντος ὥσπερ γέγονε.
44 Τέσσαρας ἀρετὰς καὶ τῆς θεωρίας αὐτῆς, παρὰ τοῦ δικαίου Γρηγορίου μεμαθήκαμεν εἶναι, φρόνησιν καὶ ἀνδρείαν, σωφροσύνην καὶ δικαιοσύνην· καὶ φρονήσεως μὲν ἔργον ἔλεγεν εἶναι τὸ θεωρεῖν τὰς νοερὰς καὶ ἁγίας δυνάμεις δίχα τῶν λόγων· τούτους γὰρ ὑπὸ τῆς σοφίας μόνης δηλοῦσθαι παραδέδωκεν· ἀνδρείας δὲ τὸ ἐγκαρτερεῖν τοῖς ἀληθέσι καὶ πολεμούμενον, καὶ μὴ ἐμβατεύειν εἰς τὰ μὴ ὄντα· τὸ δὲ παρὰ τοῦ πρώτου γεωργοῦ δέχεσθαι τὰ σπέρματα καὶ ἀπωθεῖσθαι τὸν ἐπισπορέα, τῆς σωφροσύνης ἴδιον ἀπεκρίνατο εἶναι· δικαιοσύνης δὲ πάλιν, τὸ κατ' ἀξίαν ἑκάστῳ τοὺς λόγους ἀποδιδόναι, τὰ μὲν σκοτεινῶς ἀπαγγέλλουσαν, τὰ δὲ δι' αἰνιγμάτων σημαίνουσαν, τινὰ δὲ καὶ φανεροῦσαν πρὸς ὠφέλειαν τῶν ἁπλουστέρων. 45 Τῆς ἀληθείας ὁ στύλος ὁ καππαδόκης Βασίλειος· τὴν μὲν ἀπὸ ἀνθρώπων, φησίν, ἐπισυμβαίνουσαν γνῶσιν, προσεχὴς μελέτη καὶ γυμνασία κρατύνει· τὴν δὲ ἐκ Θεοῦ χάριτος ἐγγινομένην, δικαιοσύνη καὶ ἀοργησία καὶ ἔλεος· καὶ τὴν μὲν προτέραν, δυνατὸν καὶ τοὺς ἐμπαθεῖς ὑποδέξασθαι· τῆς δὲ δευτέρας οἱ ἀπαθεῖς μόνοι εἰσὶ δεκτικοί· οἳ καὶ παρὰ τὸν καιρὸν τῆς προσευχῆς τὸ οἰκεῖον φέγγος τοῦ νοῦ περιλάμπον αὐτοὺς θεωροῦσιν.
46 Τῶν Αἰγυπτίων ὁ ἅγιος φωστὴρ Ἀθανάσιος· τὴν τράπεζαν, φησί, Μωϋσῆς εἰς τὸ βόρειον μέρος στῆσαι προστάσσεται· γινωσκέτωσαν οἱ γνωστικοὶ τίς ὁ πνέων ἐστὶ κατ' αὐτῶν, καὶ πάντα πειρασμὸν γενναίως ὑπομενέτωσαν, καὶ μετὰ προθυμίας τοὺς προσιόντας τρεφέτωσαν. 47 Ἔλεγεν ὁ τῆς Θμουϊτῶν ἐκκλησίας ἄγγελος Σαραπίων ὅτι ὁ νοῦς μὲν πεπωκὼς πνευματικὴν γνῶσιν τελείως καθαίρεται, ἀγάπη δὲ τὰ φλεγμαίνοντα μόρια τοῦ θυμοῦ θεραπεύει· πονηρὰς δὲ ἐπιθυμίας ἐπιρρεούσας ἵστησιν ἐγκράτεια. 48 Τοὺς περὶ προνοίας καὶ κρίσεως κατὰ σαυτὸν ἀεὶ γύμναζε λόγους, φησὶν ὁ μέγας καὶ γνωστικὸς διδάσκαλος Δίδυμος, καὶ τούτων τὰς ὕλας διὰ μνήμης φέρειν πειράθητι· ἅπαντες γὰρ σχεδὸν ἐν τούτοις προσπταίουσι. Καὶ τοὺς μὲν περὶ κρίσεως λόγους ἐν τῇ διαφορᾷ τῶν σωμάτων καὶ τῶν κόσμων εὑρήσεις· τοὺς δὲ περὶ προνοίας ἐν τοῖς τρόποις τοῖς ἀπὸ κακίας καὶ ἀγνωσίας ἐπὶ τὴν ἀρετὴν ἢ ἐπὶ τὴν γνῶσιν ἡμᾶς ἐπανάγουσι. 50 Πρὸς τὸ ἀρχέτυπον βλέπων ἀεὶ πειρῶ γράφειν τὰς εἰκόνας μηδὲν παρεὶς τῶν συντελούντων πρὸς τὸ κερδᾶναι τὴν ἐκπεσοῦσαν.
Institutio sive Paraenesis ad monachos (recensio brevior) ΤΟΥ ΑΥΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΝΕΙΛΟΥ ΠΑΡΑΙΝΕΣΙΣ ΠΡΟΣ ΜΟΝΑΧΟΥΣ. 79.1236 Ἀκρασίαν βρωμάτων περικόπτει νηστεία, ἀκολασίαν δὲ πορνείας περιαιρεῖ ἐγκράτεια μετὰ προσευχῆς. Φιλαργυρίαν τὴν τῆς εἰδωλολατρίας μητέρα συστέλλει ἀκτημοσύνη, μέριμναν δὲ σωματικὴν περικόπτει ἐλπὶς ἡ εἰς Θεόν. Πλανώμενον νοῦν συστέλλει ἀνάγνωσις λογίων Θεοῦ, καὶ ἀγρυπνία μετὰ προσευχῆς. Θυμοῦ δὲ καταδρομὴν, καταπραΰνει μακροθυμία, καὶ ψαλμῳδία. Ἀκηδίαν καταστέλλει ὑπομονὴ, καὶ δάκρυα, λύπην δὲ κοσμικὴν κατασιγάζει τὸ πρὸς τὰς ἡδονὰς μῖσος. Φιλοξενίαν κτᾶται ταπεινοφροσύνη, καὶ φιλαρχίας, καὶ ὑπεροχῆς ἀποστροφὴ, ὑπερηφανίαν δὲ, τὸ ἀρχαῖον κακὸν, τὸ βδελυκτὸν ἐνώπιον Κυρίου, ᾗ ἀνθίσταται καὶ ὁ Θεὸς, καταπαύει ταπεινοφροσύνη ἀμέτρητος, ἡ λέγουσα· «Ἐγὼ εἰμὶ γῆ καὶ σποδός.» Καὶ πάλιν· «Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασεν ὁ οἰκοδομῶν,» καὶ φυλάττειν πειρώμενος. Ὡς οὐκ ἔστι τεθολωμένον ὕδωρ καθαρεῦσαι μὴ μεῖναν ἀσάλευτον, οὕτως οὐκ ἔστι μοναχοῦ κατάστασιν ἐπιγνῶναι, ἄνευ ἡσυχίας. Ὡς ἀδύνατόν ἐστιν ἀθλητὴν στεφανωθῆναι μὴ παλαίσαντα, οὕτως οὐκ ἔστι γενέσθαι Χριστιανὸν ἄνευ ἀγώνων.
Ὡς οὐκ ἔστιν ἴσος ὁ ζυγὸς, βαροῦντος τοῦ ἑνὸς μέρους, οὕτως οὐκ ἔστι κατορθῶσαι ἐντολὴν Θεοῦ, κατακρατοῦντος τοῦ σαρκικοῦ φρονήματος Ὥσπερ οὐκ ἔστι μαθεῖν τέχνην, μὴ σχολάσαντα ἐπιμελῶς, οὕτως οὐκ ἔστι κτήσασθαι προσευχὴν μὴ προσκαρτερήσαντα τῷ Θεῷ ἐν εὐθείᾳ καρδίᾳ. Ὁ μὴ κεκτημένος προσευχὴν καθαρὰν, οὐκ ἔχει ὅπλον εἰς πόλεμον. Ὁ κεκοσμημένος, καὶ σεσαρωμένος ἀπὸ ἀρετῶν Θεοῦ, κατοικητήριον ἔσται δαιμόνων. 79.1237 Ὡς οὐκ ἔστι κατοικῆσαι βασιλέα ἐν οἴκῳ πένητος, οὕτως οὐ κατοικήσει Χριστὸς ἐν ψυχῇ ῥερυπωμένῃ ἀπὸ ἁμαρτίας. Ὥσπερ ἀνήμερος τόπος ἡμεροῦται δι' ἐπιμελοῦς φιλεργίας, οὕτως ψυχὴ ἀγριωθεῖσα ταῖς ἁμαρτίαις ἠμεροῦται, εἰ νόμῳ Θεοῦ πολιτεύσεται. Ὥσπερ πέτρα οὖσα ἐν θαλάσσῃ ἑδραία μένει, καὶ ἀσάλευτος κατακρουομένη ὑπὸ κυμάτων, οὕτω καὶ ὁ τὰς ἀρετὰς κατορθώσας, καὶ ταύταις ὅλως ἀνακραθεὶς, οὐ μὴ σαλευθῇ ὑπὸ τοῦ διαβόλου. Ὥσπερ ἰατρὸς πρὸς τὴν τοῦ πάθους θεραπείαν ἐπινοεῖ τὸ φάρμακον, οὕτως καὶ ἡ γνῶσις τοῦ Θεοῦ συντηρουμένη διδάσκει τὸν μετέχοντα αὐτῆς, ὅπως ἂν διαφυλαχθῇ, καὶ ἐπὶ μείζονα προέλθοι. Ὥσπερ χαράδρα ἑαυτῆς ἐμποιεῖται τὴν διόδον οὕτω καὶ ἁμαρτία παραδεχθεῖσα κατεργάζεται τοῦ κεκτημένου αὐτῆς τὴν ἀπώλειαν.
Ὡς οὐκ ἔστιν εἰς λίνα ἐμπεσόντα ἔλαφον εὐχερῶς ἐκφυγεῖν, οὕτως οὐ μὴ φύγῃ ἁμαρτίαν ὁ τὰς ἐπιθυμίας ἐκτελῶν, καὶ ἐν τῷ κόσμῳ τούτῳ ἀναστρεφόμενος· ἐπιθυμίαι γὰρ πονηραὶ, καὶ ἡδοναὶ, σειραὶ δύσλυτοι. Ὥσπερ ἄμπελος, μὴ ποιοῦσα καρποὺς καλοὺς, ἐκκόπτεται ἵνα μὴ τὸν τόπον καταργῇ, οὕτως καὶ ἀπὸ τοῦ Κυρίου ἐκριζωθήσεται πᾶς ὁ μὴ ποιῶν καρποὺς Πνεύματος ἁγίου. Ὡς ἀμήχανον, μὴ βλαβῆναι ἄνθρωπον κρουσθέντα ὑπὸ βέλους, οὕτως ἀδύνατόν ἐστι, μοναχὸν καταδεξάμενον λογισμὸν πονηρὸν μὴ τρωθῆναι. Ὥσπερ ὁ ἐξελθὼν ὁδοῦ εὐθείας, πλανᾶται ἐν ἀλλοδαπῇ χώρᾳ, μὴ ἐπιστάμενος ποῦ πορεύεται, οὕτω καὶ ἄνθρωπος πλανᾶται μὴ πιστεύων εἰς ὁμοούσιον Τριάδα. Ὥσπερ τις εἰς πολλὰ διαιρούμενος ἕν ἐστι τῇ φύσει, οὕτως καὶ ἡ ἁγία Τριὰς, εἰ καὶ τοῖς ὀνόμασι καὶ ταῖς ὑποστάσεσι διῄρηται, τῇ φύσει μία ἐστί. Θεοῦ φύσιν οὐ καταλάβοις, οὐδ' εἰ πτεροῖς πετόμενος, ὁ Θεὸς ἀκατάληπτός ἐστι, διὸ καὶ κτίστης ἡμῶν ἐστιν. Ὥσπερ τὸ κατασκευαζόμενον σκεῦος ἀγνοεῖ τοῦ κατασκευάσαντος τὴν ἀρχὴν καὶ τὴν φύσιν, οὕτω καὶ ἄνθρωπος οὐ δυνήσεται ἐξευρεῖν Θεοῦ φύσιν ἢ ἀρχήν. Τριάδα μὴ περιεργάζου, ἀλλὰ μόνον πίστευε, καὶ προσκύνει· ὁ γὰρ περιεργαζόμενος οὐ πιστεύει.
Κτήσασθε σοφίαν καὶ μὴ ἀργύριον, ποιήσατε φωτεινὸν ἔνδυμα Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ὑπὲρ πᾶσαν στολὴν βυσσίνην, ὅτι οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θανάτου. Ὥσπερ πῦρ καταναλίσκει δρυμὸν, οὕτω καταναλωθήσεται πᾶς ἁμαρτωλὸς ὑπὸ τοῦ αἰωνίου πυρὸς, καὶ οὐ δύναται τελευτῆσαι· ἀθάνατα γὰρ βασανισθήσεται. Οὐδὲν μέγα, εἰ γινόμεθα δίκαιοι, ὃ γὰρ ἐκτίσθημεν ὑπὸ τοῦ Θεοῦ πρῶτον, καλοὶ λίαν, τοῦτο γενησόμεθα 79.1240 Ὁ παρὰ φύσιν βιῶν, οὐ τηρεῖ ἐντολὰς Θεοῦ. Πᾶσα σοφία φοβεῖσθαι τὸν Κύριον, πᾶσα δὲ παιδεία ἡ μὴ διδάσκουσα νόμον Κυρίου, μωρία ἐστὶ καὶ ἀφροσύνη. Οὐ ῥύσεται πίστις καὶ βάπτισμα τοῦ αἰωνίου πυρὸς, χωρὶς ἔργων δικαιοσύνης. Εἰ γὰρ συνετάξω τῷ Χριστῷ, τήρει τὰς ἐντολὰς αὐτοῦ, καὶ εἰ πιστεύεις τὰ μέλλοντα, ἀντιποιοῦ τῆς δόξης τῆς αἰωνίου, καὶ φοβήθητι τὴν φλογίνην ῥομφαίαν· εἰ δὲ οὐ κατορθοῖς τὰ προστάγματα τοῦ Θεοῦ, μὴ λέγε πιστὸν σεαυτόν. Πᾶσα ἡ κτίσις τῷ προστάγματι τοῦ Θεοῦ πειθαρχεῖ, ὁ δὲ ἄνθρωπος μόνος ἀπειθεῖ, δι' ὃν γέγονε τὰ πάντα. Οὐδὲν παρέξομεν Θεῷ εἰ τηρήσομεν ἑαυτοὺς ἁγνοὺς, ἀλλ' ἑαυτοῖς ζωὴν προξενήσομεν, καὶ ἀπόλαυσιν ἀνεκλάλητον τῶν αἰωνίων ἀγαθῶν.
Μὴ εἴπῃς, ὅτι Οὐ δύναμαι τηρῆσαι ἢ διὰ πατέρα, ἢ διὰ μητέρα, ἢ διὰ γυναῖκα, ἢ διὰ τέκνα, ἢ δι' ἕτερόν τινα, τὴν τοῦ Θεοῦ ἐντολὴν, οὐ γὰρ ἐκεῖνοί σε ῥύσονται τῆς ἐπικειμένης ὀργῆς, καὶ τοῦ ἀτελευτήτου σκώληκος. Ἔστω δέ σοι πᾶς ὁ ἐναντιούμενος πρὸς κατόρθωσιν Θεοῦ, καὶ ἀρετῶν, βδελυκτὸς καὶ μισητὸς, τῷ τοιούτῳ μηδὲ συνεσθίειν καλόν.
Practicus ΕΥΑΓΡΙΟΥ ΜΟΝΑΧΟΥ Ἐπειδή μοι πρώην δεδήλωκας ἀπὸ τοῦ ἁγίου ὄρους ἐν τῇ Σκίτει καθεζομένῳ, ποθεινότατε ἀδελφὲ Ἀνατόλιε, καὶ τὸ συμβολικὸν σχῆμα τῶν ἐν Αἰγύπτῳ μοναχῶν σαφηνισθῆναί σοι παρεκάλεσας· οὐ γὰρ εἰκῇ οὐδὲ παρέλκον αὐτὸ νενόμικας τοσαύτην παραλλαγὴν ἔχον παρὰ τὰ λοιπὰ σχήματα τῶν ἀνθρώπων· φέρε, ὅσα παρὰ τῶν ἁγίων Πατέρων περὶ τούτου μεμαθήκαμεν, ἐξαγγείλωμεν. Τὸ μὲν κουκούλλιον σύμβολόν ἐστι τῆς χάριτος τοῦ Σωτῆρος ἡμῶν Θεοῦ σκεπαζούσης αὐτῶν τὸ ἡγεμονικὸν καὶ περιθαλπούσης τὴν ἐν Χριστῷ νηπιότητα διὰ τοὺς ῥαπίζειν ἀεὶ καὶ τιτρώσκειν ἐπιχειροῦντας. Ὅσοι τοίνυν ἐπὶ τῆς κεφαλῆς φέρουσι τοῦτο δυνάμει ψάλλουσι ταῦτα· ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον καὶ φυλάξῃ πόλιν, εἰς μάτην ἐκοπίασεν ὁ οἰκοδομῶν καὶ ὁ φυλάσσειν πειρώμενος. Αἱ δὲ τοιαῦται φωναὶ ταπεινοφροσύνην μὲν ἐμποιοῦσιν, ἐκριζοῦσι δὲ ὑπερηφανίαν τὸ ἀρχαῖον κακόν, τὸ κατασεῖσαν εἰς τὴν γῆν τὸν Ἑωσφόρον τὸν πρωῒ ἀνατέλλοντα. Τὸ δὲ γεγυμνῶσθαι τὰς χεῖρας τὸ ἀνυπόκριτον τῆς πολιτείας ἐμφαίνει· δεινὴ γὰρ ἡ κενοδοξία συγκαλύψαι καὶ συσκιάσαι τὰς ἀρετάς, ἀεὶ δόξας τὰς παρὰ τῶν ἀνθρώπων θηρεύουσα καὶ τὴν πίστιν ἀποδιώκουσα. Πῶς γὰρ δύνασθε, φησί, πιστεῦσαι, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; Δεῖ γὰρ τὸ ἀγαθὸν μὴ δι' ἕτερον ἀλλὰ δι' αὐτὸ μᾶλλον εἶναι αἱρετόν· εἰ γὰρ μὴ τοῦτο δοθείη, φανήσεται τὸ κινοῦν ἡμᾶς πρὸς τὴν ἐργασίαν τοῦ καλοῦ πολλῷ τιμιώτερον ὑπάρχον τοῦ γινομένου, ὅπερ τῶν ἀτοπωτάτων ἂν εἴη Θεοῦ τι κρεῖττον ἐννοεῖν τε καὶ λέγειν. Ὁ δὲ ἀνάλαβος πάλιν ὁ σταυροειδῶς τοῖς ὤμοις αὐτῶν περιπλεκόμενος σύμβολον τῆς εἰς Χριστόν ἐστι πίστεως ἀναλαμβανούσης τοὺς πραεῖς καὶ περιστελλούσης ἀεὶ τὰ κωλύοντα καὶ τὴν ἐργασίαν ἀνεμπόδιστον αὐτοῖς παρεχούσης. Ἡ δὲ ζώνη περισφίγγουσα τοὺς νεφροὺς αὐτῶν ἀπωθεῖται πᾶσαν ἀκαθαρσίαν καὶ τοῦτο παραγγέλλει· καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι. Τὴν δὲ μηλωτὴν ἔχουσιν οἱ πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες καὶ φιμοῦντες μὲν πάντα τὰ τοῦ σώματος ἄλογα πάθη, τὰς δὲ τῆς ψυχῆς κακίας μετουσίᾳ τοῦ καλοῦ περικόπτοντες· καὶ πενίαν μὲν ἀγαπῶντες, πλεονεξίαν δὲ φεύγοντες ὡς εἰδωλολατρίας μητέρα. Ἡ δὲ ῥάβδος ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ἐπ' αὐτὴν ὡς ἐπὶ Κύριον ἀσφαλής. Καὶ τούτων μὲν σύμβολον ὡς ἐν ἐπιτομῇ τῶν πραγμάτων τὸ σχῆμα· τὰ δὲ ῥήματα ταῦτά ἐστιν ἃ πρὸς αὐτοὺς ἀεὶ λέγουσιν οἱ Πατέρες· τὴν πίστιν, ὦ τέκνα, βεβαιοῖ ὁ φόβος ὁ τοῦ Θεοῦ, καὶ τοῦτον πάλιν ἐγκράτεια, ταύτην δὲ ἀκλινῆ ποιοῦσιν ὑπομονὴ καὶ ἐλπίς, ἀφ' ὧν τίκτεται ἀπάθεια, ἧς ἔγγονον ἡ ἀγάπη, ἀγάπη δὲ θύρα γνώσεως φυσικῆς ἣν διαδέχεται θεολογία καὶ ἡ ἐσχάτη μακαριότης. Καὶ περὶ μὲν τοῦ σχήματος τοῦ ἱεροῦ καὶ τῆς διδασκαλίας τῶν γερόντων τοσαῦτα ἡμῖν ἐπὶ τοῦ παρόντος εἰρήσθω. Περὶ δὲ τοῦ βίου τοῦ τε πρακτικοῦ καὶ τοῦ γνωστικοῦ νυνὶ διηγούμεθα, οὐχ ὅσα ἑωράκαμεν ἢ ἠκούσαμεν, ἀλλ' ὅσα τοῦ καὶ ἄλλοις εἰπεῖν παρ' αὐτῶν μεμαθήκαμεν, ἑκατὸν μὲν κεφαλαίοις τὰ πρακτικά, πεντήκοντα δὲ πρὸς τοῖς ἑξακοσίοις τὰ γνωστικὰ συντετμημένως διελόντες· καὶ τὰ μὲν ἐπικρύψαντες, τὰ δὲ συσκιάσαντες, ἵνα μὴ δῶμεν τὰ ἅγια τοῖς κυσὶ μηδὲ βάλωμεν τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. Ἔσται δὲ ταῦτα ἐμφανῆ τοῖς εἰς τὸ αὐτὸ ἴχνος αὐτοῖς ἐμβεβηκόσιν.
ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΠΡΑΚΤΙΚΟΣ ΚΕΦΑΛΑΙΑ Ρʹ 1 Χριστιανισμός ἐστι δόγμα τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ ἐκ πρακτικῆς καὶ φυσικῆς καὶ θεολογικῆς συνεστός. 2 Βασιλεία οὐρανῶν ἐστιν ἀπάθεια ψυχῆς μετὰ γνώσεως τῶν ὄντων ἀληθοῦς. 3 Βασιλεία Θεοῦ ἐστι γνῶσις τῆς ἁγίας Τριάδος συμπαρεκτεινομένη τῇ συστάσει τοῦ νοός, καὶ ὑπερβάλλουσα τὴν ἀφθαρσίαν αὐτοῦ. 4 Οὗτινός τις ἐρᾷ, τούτου καὶ ἐφίεται πάντως, καὶ οὗ ἐφίεται, τούτου καὶ τυχεῖν ἀγωνίζεται· καὶ πάσης μὲν ἡδονῆς ἐπιθυμία κατάρχει, ἐπιθυμίαν δὲ τίκτει αἴσθησις· τὸ γὰρ αἰσθήσεως ἄμοιρον καὶ πάθους ἐλεύθερον. 5 Τοῖς μὲν ἀναχωρηταῖς οἱ δαίμονες γυμνοὶ προσπαλαίουσι, τοῖς δὲ ἐν κοινοβίοις ἢ συνοδίαις κατεργαζομένοις τὴν ἀρετὴν τοὺς ἀμελεστέρους τῶν ἀδελφῶν ἐφοπλίζουσι· πολλῷ δὲ κουφότερος ὁ δεύτερος πόλεμος τοῦ πρώτου διότι οὐκ ἔστιν εὑρεῖν ἐπὶ τῆς γῆς ἀνθρώπους πικροτέρους δαιμόνων ἢ πᾶσαν ἀθρόως αὐτῶν ὑποδεχομένους τὴν κακουργίαν.
t6-14 Περὶ τῶν ὀκτὼ λογισμῶν 6 Ὀκτώ εἰσι πάντες οἱ γενικώτατοι λογισμοὶ ἐν οἷς περιέχεται πᾶς λογισμός. Πρῶτος ὁ τῆς γαστριμαργίας, καὶ μετ' αὐτὸν ὁ τῆς πορνείας· τρίτος ὁ τῆς φιλαργυρίας· τέταρτος ὁ τῆς λύπης· πέμπτος ὁ τῆς ὀργῆς· ἕκτος ὁ τῆς ἀκηδίας· ἕβδομος ὁ τῆς κενοδοξίας· ὄγδοος ὁ τῆς ὑπερηφανίας. Τούτους πάντας παρενοχλεῖν μὲν τῇ ψυχῇ ἢ μὴ παρενοχλεῖν, τῶν οὐκ ἐφ' ἡμῖν ἐστι· τὸ δὲ χρονίζειν αὐτοὺς ἢ μὴ χρονίζειν, ἢ πάθη κινεῖν ἢ μὴ κινεῖν, τῶν ἐφ' ἡμῖν. 7 Ὁ μὲν τῆς γαστριμαργίας λογισμὸς ἔκπτωσιν ταχεῖαν τῷ μοναχῷ τῆς ἀσκήσεως ὑποβάλλει· στόμαχον καὶ ἧπαρ καὶ σπλῆνα καὶ ὕδρωπα διαγράφων, καὶ νόσον μακράν, καὶ σπάνιν τῶν ἐπιτηδείων, καὶ ἰατρῶν ἀπορίαν. Φέρει δὲ αὐτὸν πολλάκις καὶ εἰς μνήμην ἀδελφῶν τινων τούτοις περιπεσόντων τοῖς πάθεσιν. Ἔστι δὲ ὅτε καὶ αὐτοὺς ἐκείνους τοὺς πεπονθότας παραβάλλειν ἀναπείθει τοῖς ἐγκρατευομένοις, καὶ τὰς ἑαυτῶν ἐκδιηγεῖσθαι συμφοράς, καὶ ὡς ἐκ τῆς ἀσκήσεως τοιοῦτοι γεγόνασιν. 8 Ὁ τῆς πορνείας δαίμων σωμάτων καταναγκάζει διαφόρων ἐπιθυμεῖν· καὶ σφοδρότερος τοῖς ἐγκρατευομένοις ἐφίσταται, ἵν' ὡς μηδὲν ἀνύοντες παύσωνται· καὶ τὴν ψυχὴν μιαίνων περὶ ἐκείνας κατακάμπτει τὰς ἐργασίας· λέγειν τε αὐτήν τινα ῥήματα καὶ πάλιν ἀκούειν ποιεῖ, ὡς ὁρωμένου δῆθεν καὶ παρόντος τοῦ πράγματος. 9 Ἡ φιλαργυρία γῆρας μακρὸν ὑποβάλλει καὶ πρὸς ἐργασίαν ἀδυναμίαν χειρῶν, λιμούς τε ἐσομένους καὶ νόσους συμβησομένας, καὶ τὰ τῆς πενίας πικρά, καὶ ὡς ἐπονείδιστον τὸ παρ' ἑτέρων λαμβάνειν τὰ πρὸς τὴν χρείαν. 10 Ἡ λύπη ποτὲ μὲν ἐπισυμβαίνει κατὰ στέρησιν τῶν ἐπιθυμιῶν, ποτὲ δὲ καὶ παρέπεται τῇ ὀργῇ. Κατὰ στέρησιν δὲ τῶν ἐπιθυμιῶν οὕτως ἐπισυμβαίνει· λογισμοί τινες προλαβόντες εἰς μνήμην ἄγουσι τὴν ψυχὴν οἴκου τε καὶ γονέων καὶ τῆς προτέρας διαγωγῆς. Καὶ ὅταν αὐτὴν μὴ ἀνθισταμένην ἀλλ' ἐπακολουθοῦσαν θεάσωνται καὶ διαχεομένην ἐν ταῖς κατὰ διάνοιαν ἡδοναῖς, τότε λαμβάνοντες αὐτὴν ἐν τῇ λύπῃ βαπτίζουσιν ὡς οὐχ ὑπαρχόντων τῶν προτέρων πραγμάτων οὐδὲ δυναμένων λοιπὸν διὰ τὸν παρόντα βίον ὑπάρξαι· καὶ ἡ ταλαίπωρος ψυχή, ὅσον διεχύθη ἐπὶ τοῖς προτέροις λογισμοῖς, τοσοῦτον ἐπὶ τοῖς δευτέροις συνεστάλη ταπεινωθεῖσα.
11 Ἡ ὀργὴ πάθος ἐστὶν ὀξύτατον· θυμοῦ γὰρ λέγεται ζέσις καὶ κίνησις κατὰ τοῦ ἠδικηκότος ἢ δοκοῦντος ἠδικηκέναι· ἥτις πανημέριον μὲν ἐξαγριοῖ τὴν ψυχὴν, μάλιστα δὲ ἐν ταῖς προσευχαῖς συναρπάζει τὸν νοῦν, τὸ τοῦ λελυπηκότος πρόσωπον ἐσοπτρίζουσα. Ἔστι δὲ ὅτε χρονίζουσα καὶ μεταβαλλομένη εἰς μῆνιν, ταραχὰς νύκτωρ παρέχει, τῆξίν τε τοῦ σώματος καὶ ὠχρότητα, καὶ θηρίων ἰοβόλων ἐπιδρομάς. Ταῦτα δὲ τὰ τέσσαρα μετὰ τὴν μῆνιν συμβαίνοντα, εὕροι ἄν τις παρακολουθοῦντα πλείοσι λογισμοῖς. 12 Ὁ τῆς ἀκηδίας δαίμων, ὃς καὶ μεσημβρινὸς καλεῖται, 12 πάντων τῶν δαιμόνων ἐστὶ βαρύτατος· καὶ ἐφίσταται μὲν τῷ μοναχῷ περὶ ὥραν τετάρτην, κυκλοῖ δὲ τὴν ψυχὴν αὐτοῦ μέχρις ὥρας ὀγδόης. Καὶ πρῶτον μὲν τὸν ἥλιον καθορᾶσθαι ποιεῖ δυσκίνητον ἢ ἀκίνητον, πεντηκοντάωρον τὴν ἡμέραν δεικνύς. Ἔπειτα δὲ συνεχῶς ἀφορᾶν πρὸς τὰς θυρίδας καὶ τῆς κέλλης ἐκπηδᾶν ἐκβιάζεται, τῷ τε ἡλίῳ ἐνατενίζειν πόσον τῆς ἐνάτης ἀφέστηκε, καὶ περιβλέπεσθαι τῇδε κἀκεῖσε μή τις τῶν ἀδελφῶν. Ἔτι δὲ μῖσος πρὸς τὸν τόπον ἐμβάλλει καὶ πρὸς τὸν βίον αὐτόν, καὶ πρὸς τὸ ἔργον τὸ τῶν χειρῶν· καὶ ὅτι ἐκλέλοιπε παρὰ τοῖς ἀδελφοῖς ἡ ἀγάπη καὶ οὐκ ἔστιν ὁ παρακαλῶν· εἰ δὲ καί τις κατ' ἐκείνας τὰς ἡμέρας εἴη λυπήσας τὸν μοναχόν, καὶ τοῦτο εἰς αὔξησιν τοῦ μίσους ὁ δαίμων προστίθησιν. Ἄγει δὲ αὐτὸν καὶ εἰς ἐπιθυμίαν τόπων ἑτέρων ἐν οἷς ῥᾳδίως τὰ πρὸς τὴν χρείαν ἔστιν εὑρεῖν καὶ τέχνην μετελθεῖν εὐκοπωτέραν μᾶλλον καὶ προχωροῦσαν· καὶ ὡς οὐκ ἔστιν ἐν τόπῳ τὸ εὐαρεστεῖν τῷ Κυρίῳ προστίθησιν· πανταχοῦ γάρ, φησί, τὸ θεῖον προσκυνητόν. Συνάπτει δὲ τούτοις καὶ μνήμην τῶν οἰκείων καὶ τῆς προτέρας διαγωγῆς· καὶ χρόνον τῆς ζωῆς ὑπογράφει μακρόν, τοὺς τῆς ἀσκήσεως πόνους φέρων πρὸ ὀφθαλμῶν· καὶ πᾶσαν τὸ δὴ λεγόμενον κινεῖ μηχανὴν ἵνα καταλελοιπὼς ὁ μοναχὸς τὴν κέλλαν φύγῃ τὸ στάδιον. Τούτῳ τῷ δαίμονι ἄλλος μὲν εὐθὺς δαίμων οὐχ ἕπεται· εἰρηνικὴ δέ τις κατάστασις καὶ χαρὰ ἀνεκλάλητος μετὰ τὸν ἀγῶνα τὴν ψυχὴν διαδέχεται. 13 Ὁ τῆς κενοδοξίας λογισμὸς λεπτότατός τίς ἐστι καὶ παρυφίσταται τοῖς κατορθοῦσι ῥᾳδίως δημοσιεύειν αὐτῶν τοὺς ἀγῶνας βουλόμενος καὶ τὰς παρὰ τῶν ἀνθρώπων δόξας θηρώμενος, δαίμονάς τε κράζοντας ἀναπλάττων καὶ θεραπευόμενα γύναια καὶ ὄχλον τινὰ τῶν ἱματίων ἐφαπτόμενον· μαντεύεται δὲ αὐτῷ καὶ ἱερωσύνην λοιπὸν καὶ τοὺς ζητοῦντας αὐτὸν ταῖς θύραις ἐφίστησι· καὶ ὡς εἰ μὴ βούλοιτο δέσμιος ἀπαχθήσεται. Καὶ οὕτως αὐτὸν μετέωρον ταῖς κεναῖς ἐλπίσι ποιήσας ἀφίπταται καταλιπὼν ἢ τῷ τῆς ὑπερηφανίας δαίμονι πειράζειν αὐτὸν ἢ τῷ τῆς λύπης, ὅστις ἐπάγει καὶ λογισμοὺς αὐτῷ ταῖς ἐλπίσιν ἐναντιουμένους· ἔστι δὲ ὅτε καὶ τῷ τῆς πορνείας δαίμονι παραδίδωσι τὸν πρὸ ὀλίγου δέσμιον καὶ ἅγιον ἱερέα. 14 Ὁ τῆς ὑπερηφανίας δαίμων χαλεπωτάτης πτώσεως τῇ ψυχῇ πρόξενος γίνεται· ἀναπείθει γὰρ αὐτὴν Θεὸν μὲν μὴ ὁμολογεῖν βοηθόν, ἑαυτὴν δὲ τῶν κατορθουμένων αἰτίαν εἶναι νομίζειν καὶ φυσιοῦσθαι κατὰ τῶν ἀδελφῶν ὡς ἀνοήτων, διότι μὴ τοῦτο περὶ αὐτῆς πάντες ἐπίστανται. Παρακολουθεῖ δὲ ταύτῃ ὀργὴ καὶ λύπη, καὶ τὸ τελευταῖον κακόν, ἔκστασις φρενῶν καὶ μανία καὶ δαιμόνων ἐν τῷ ἀέρι πλῆθος ὁρώμενον.
t15-33 Πρὸς τοὺς ὀκτὼ λογισμούσ 15 Νοῦν μὲν πλανώμενον ἵστησιν ἀνάγνωσις καὶ ἀγρυπνία καὶ προσευχή· ἐπιθυμίαν δὲ ἐκφλογουμένην μαραίνει πεῖνα καὶ κόπος καὶ ἀναχώρησις· θυμὸν δὲ καταπαύει κυκώμενον ψαλμῳδία καὶ μακροθυμία καὶ ἔλεος· καὶ ταῦτα τοῖς
προσήκουσι χρόνοις τε καὶ μέτροις γινόμενα· τὰ γὰρ ἄμετρα καὶ ἄκαιρα ὀλιγοχρόνια· τὰ δὲ ὀλιγοχρόνια βλαβερὰ μᾶλλον καὶ οὐκ ὠφέλιμα. 16 Ὁπηνίκα διαφόρων βρωμάτων ἐφίεται ἡμῶν ἡ ψυχή, τὸ τηνικαῦτα ἐν ἄρτῳ στενούσθω καὶ ὕδατι ἵν' εὐχάριστος γένηται καὶ ἐπ' αὐτῷ ψιλῷ τῷ ψωμῷ· κόρος γὰρ ποικίλων ἐδεσμάτων ἐπιθυμεῖ, λιμὸς δὲ τὸν κόρον τοῦ ἄρτου μακαριότητα εἶναι νομίζει. 17 Πάνυ πρὸς σωφροσύνην συμβάλλεται ἡ τοῦ ὕδατος ἔνδεια· καὶ πειθέτωσάν σε τῶν Ἰσραηλιτῶν οἱ μετὰ Γεδεὼν τριακόσιοι τὴν Μαδιὰμ χειρωσάμενοι. 18 Ὡς ζωὴν καὶ θάνατον ἅμα συμβῆναι τῷ αὐτῷ τῶν οὐκ ἐνδεχομένων ἐστίν, οὕτως ἀγάπην χρήμασι συνυπάρξαι τινὶ τῶν ἀδυνάτων ἐστίν· ἀναιρετικὴ γὰρ οὐ μόνον χρημάτων ἡ ἀγάπη, ἀλλὰ καὶ αὐτῆς ἡμῶν τῆς προσκαίρου ζωῆς. 19 Ὁ φεύγων πάσας τὰς κοσμικὰς ἡδονὰς πύργος ἐστὶ τῷ τῆς λύπης ἀπρόσιτος δαίμονι· λύπη γάρ ἐστι στέρησις ἡδονῆς ἢ παρούσης ἢ προσδοκωμένης· ἀδύνατον δὲ τὸν ἐχθρὸν τοῦτον ἀπώσασθαι πρός τι τῶν ἐπιγείων ἔχοντας ἡμᾶς προσπάθειαν· ἐκεῖ γὰρ ἵστησι τὴν παγίδα καὶ τὴν λύπην ἐργάζεται ὅπου βλέπει μάλιστα νενευκότας ἡμᾶς. 20 Ὀργὴ μὲν καὶ μῖσος αὔξει θυμόν· ἐλεημοσύνη δὲ καὶ πραΰτης καὶ τὸν ὄντα μειοῖ. 21 Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ἡμῶν, ἵνα μὴ νύκτωρ ἐπιστάντες οἱ δαίμονες ἐκδειματώσωσι τὴν ψυχὴν καὶ δειλότερον ποιήσωσι τῇ ἐπιούσῃ τὸν νοῦν πρὸς τὸν πόλεμον· τὰ γὰρ φοβερὰ φάσματα ἐκ τῆς ταραχῆς τοῦ θυμοῦ πέφυκε γίνεσθαι· οὐδὲν δὲ λειποτάκτην οὕτως ἄλλο τὸν νοῦν ἀπεργάζεται ὡς θυμὸς ταρασσόμενος. 22 Ὁπηνίκα προφάσεως ἐφαψάμενον τὸ θυμικὸν ἡμῶν μέρος τῆς ψυχῆς ἐκταράσσεται, τὸ τηνικαῦτα καὶ οἱ δαίμονες τὴν ἀναχώρησιν ἡμῖν ὡς καλὴν ὑποβάλλουσιν, ἵνα μὴ τὰς αἰτίας τῆς λύπης λύσαντες ταραχῆς ἑαυτοὺς ἀπαλλάξωμεν. Ὅταν δὲ τὸ ἐπιθυμητικὸν ἐκθερμαίνηται, τότε πάλιν φιλανθρώπους ἡμᾶς ἀπεργάζονται σκληροὺς καὶ ἀγρίους ἀποκαλοῦντες, ἵνα σωμάτων ἐπιθυμοῦντες σώμασιν ἐντυγχάνωμεν. Οἷς οὐ πείθεσθαι δεῖ· μᾶλλον δὲ τὸ ἐναντίον ποιεῖν. 23 Μὴ δῷς σεαυτὸν τῷ τῆς ὀργῆς λογισμῷ κατὰ διάνοιαν τῷ λελυπηκότι μαχόμενος· μηδ' αὖ πάλιν τῷ τῆς πορνείας ἐπὶ πλεῖστον τὴν ἡδονὴν φανταζόμενος· τὸ μὲν γὰρ ἐπισκοτεῖ τῇ ψυχῇ, τὸ δὲ πρὸς τὴν πύρωσιν τοῦ πάθους αὐτὴν προσκαλεῖται· ἑκάτερα δὲ τὸν νοῦν σου ῥυπῶντα ποιεῖ· καὶ παρὰ τὸν καιρὸν τῆς προσευχῆς τὰ εἴδωλα φανταζόμενος καὶ καθαρὰν τῷ Θεῷ τὴν εὐχὴν μὴ προσφέρων εὐθὺς τῷ τῆς ἀκηδίας δαίμονι περιπίπτεις· ὅστις μάλιστα ταῖς τοιαύταις ἐφάλλεται καταστάσεσι καὶ δίκην κυνὸς καθάπερ νεβρὸν τὴν ψυχὴν διαρπάζει. 24 Φύσις θυμοῦ τὸ τοῖς δαίμοσι μάχεσθαι καὶ ὑπὲρ ἡστινοσοῦν ἡδονῆς ἀγωνίζεσθαι. Διόπερ οἱ μὲν ἄγγελοι τὴν πνευματικὴν ἡμῖν ἡδονὴν ὑποβάλλοντες καὶ τὴν ἐκ ταύτης μακαριότητα, πρὸς τοὺς δαίμονας τὸν θυμὸν τρέψαι παρακαλοῦσιν· ἐκεῖνοι δ' αὖ πάλιν πρὸς τὰς κοσμικὰς ἐπιθυμίας ἕλκοντες ἡμᾶς, τὸν θυμὸν παρὰ φύσιν μάχεσθαι τοῖς ἀνθρώποις βιάζονται, ἵνα σκοτισθεὶς ὁ νοῦς καὶ τῆς γνώσεως ἐκπεσὼν προδότης γένηται τῶν ἀρετῶν. 25 Πρόσεχε σεαυτῷ μήποτε φυγαδεύσῃς τινὰ τῶν ἀδελφῶν παροργίσας, καὶ οὐκ ἐκφεύξῃ ἐν τῇ ζωῇ σου τὸν τῆς λύπης δαίμονα παρὰ τὸν καιρὸν τῆς προσευχῆς ἀεί σοι σκῶλον γινόμενον.
26 Μνησικακίαν σβέννυσι δῶρα· καὶ πειθέτω σε Ἰακὼβ τὸν Ἠσαῦ δόμασιν ὑπελθὼν μετὰ τετρακοσίων εἰς ὑπάντησιν ἐξελθόντα. Ἀλλ' ἡμεῖς πένητες ὄντες τραπέζῃ τὴν χρείαν πληρώσωμεν. 27 Ὅταν τῷ τῆς ἀκηδίας περιπέσωμεν δαίμονι, τὸ τηνικαῦτα τὴν ψυχὴν μετὰ δακρύων μερίσαντες τὴν μὲν παρακαλοῦσαν τὴν δὲ παρακαλουμένην ποιήσωμεν, ἐλπίδας ἀγαθὰς ἑαυτοῖς ὑποσπείροντες καὶ τὸ τοῦ ἁγίου Δαυῒδ κατεπᾴδοντες· ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν Θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου καὶ ὁ Θεός μου. 28 Οὐ δεῖ κατὰ τὸν καιρὸν τῶν πειρασμῶν καταλιμπάνειν τὴν κέλλαν προφάσεις εὐλόγους δῆθεν πλαττόμενον, ἀλλ' ἔνδον καθῆσθαι καὶ ὑπομένειν καὶ δέχεσθαι γενναίως τοὺς ἐπερχομένους ἅπαντας μέν, ἐξαιρέτως δὲ τὸν τῆς ἀκηδίας δαίμονα, ὅστις ὑπὲρ πάντας βαρύτατος ὢν δοκιμωτάτην μάλιστα τὴν ψυχὴν ἀπεργάζεται. Τὸ γὰρ φεύγειν τοὺς τοιούτους ἀγῶνας καὶ περιίστασθαι ἄτεχνον τὸν νοῦν καὶ δειλὸν καὶ δραπέτην διδάσκει. 29 Ἔλεγε δὲ ὁ ἅγιος καὶ πρακτικώτατος ἡμῶν διδάσκαλος· 29 οὕτω δεῖ ἀεὶ παρασκευάζεσθαι τὸν μοναχὸν ὡς αὔριον τεθνηξόμενον, καὶ οὕτω πάλιν τῷ σώματι κεχρῆσθαι ὡς ἐν πολλοῖς ἔτεσι συζησόμενον. Τὸ μὲν γάρ, φησί, τοὺς τῆς ἀκηδίας λογισμοὺς περικόπτει καὶ σπουδαιότερον παρασκευάζει τὸν μοναχόν· τὸ δὲ σῶον διαφυλάττει τὸ σῶμα καὶ ἴσην αὐτοῦ ἀεὶ συντηρεῖ τὴν ἐγκράτειαν. 30 Χαλεπὸν διαφυγεῖν τὸν τῆς κενοδοξίας λογισμόν· ὃ γὰρ ποιεῖς εἰς καθαίρεσιν αὐτοῦ τοῦτο ἀρχή σοι κενοδοξίας ἑτέρας καθίσταται. Οὐ παντὶ δὲ λογισμῷ ἡμῶν ὀρθῷ ἐναντιοῦνται οἱ δαίμονες ἀλλά τισι καὶ αἱ κακίαι αὗται καθ' ἃς πεποιώμεθα. 31 Ἔγνων τὸν τῆς κενοδοξίας δαίμονα σχεδὸν ὑπὸ πάντων διωκόμενον τῶν δαιμόνων καὶ ἐπὶ τοῖς τῶν διωκόντων πτώμασιν ἀναιδῶς παριστάμενον καὶ τῷ μοναχῷ μέγεθος ἀρετῶν ἐμφανίζοντα. 32 Ὁ γνώσεως ἐφαψάμενος καὶ τὴν ἀπ' αὐτῆς καρπούμενος ἡδονὴν οὐκέτι τῷ τῆς κενοδοξίας πεισθήσεται δαίμονι, πάσας αὐτῷ τὰς ἡδονὰς τοῦ κόσμου προσάγοντι· τί γὰρ ἂν καὶ ὑπόσχοιτο μεῖζον πνευματικῆς θεωρίας; Ἐν ὅσῳ δέ ἐσμεν γνώσεως ἄγευστοι, τὴν πρακτικὴν προθύμως κατεργαζώμεθα, τὸν σκοπὸν ἡμῶν δεικνύντες Θεῷ ὅτι πάντα πράττομεν τῆς αὐτοῦ γνώσεως ἕνεκεν. 33 Μέμνησο τοῦ προτέρου σου βίου καὶ τῶν ἀρχαίων παραπτωμάτων, καὶ πῶς ἐμπαθὴς ὢν ἐλέει Χριστοῦ πρὸς τὴν ἀπάθειαν μεταβέβηκας, καὶ πῶς πάλιν ἐξῆλθες τοῦ κόσμου τοῦ πολλὰ καὶ πολλάκις σε ταπεινώσαντος. Λόγισαι δέ μοι καὶ τοῦτο· τίς ὁ ἐν τῇ ἐρήμῳ φυλάσσων σε, καὶ τίς ὁ ἀπελαύνων τοὺς δαίμονας βρύχοντας κατὰ σοῦ τοὺς ὀδόντας αὐτῶν. Οἱ γὰρ τοιοῦτοι λογισμοὶ ταπεινοφροσύνην μὲν ἐμποιοῦσιν, τὸν δὲ τῆς ὑπερηφανίας οὐκ εἰσδέχονται δαίμονα.
34-39 Περὶ παθῶν 34 Ὧν τὰς μνήμας ἔχομεν ἐμπαθεῖς, τούτων καὶ τὰ πράγματα πρότερον μετὰ πάθους ὑπεδεξάμεθα· καὶ ὅσα τῶν πραγμάτων πάλιν μετὰ πάθους ὑποδεχόμεθα, τούτων καὶ τὰς μνήμας ἕξομεν ἐμπαθεῖς. Ὅθεν ὁ νικήσας τοὺς ἐνεργοῦντας δαίμονας τῶν ὑπ' αὐτῶν ἐνεργουμένων καταφρονεῖ· τοῦ γὰρ ἐνύλου πολέμου ὁ ἄϋλος χαλεπώτερος.
35 Τὰ μὲν τῆς ψυχῆς πάθη ἐκ τῶν ἀνθρώπων ἔχει τὰς ἀφορμάς· τὰ δὲ τοῦ σώματος ἐκ τοῦ σώματος· καὶ τὰ μὲν τοῦ σώματος πάθη περικόπτει ἐγκράτεια, τὰ δὲ τῆς ψυχῆς ἀγάπη πνευματική. 36 Οἱ μὲν τῶν ψυχικῶν προεστῶτες παθῶν ἄχρι θανάτου προσκαρτεροῦσιν· οἱ δὲ τῶν σωματικῶν θᾶττον ὑποχωροῦσιν· καὶ οἱ μὲν ἄλλοι δαίμονες ἀνατέλλοντι ἢ δύνοντι τῷ ἡλίῳ ἐοίκασιν, ἑνός τινος μέρους τῆς ψυχῆς ἐφαπτόμενοι· ὁ δὲ μεσημβρινὸς ὅλην περιλαμβάνειν εἴωθε τὴν ψυχὴν καὶ ἐναποπνίγειν τὸν νοῦν. Διὸ γλυκεῖα ἡ ἀναχώρησις μετὰ τὴν τῶν παθῶν κένωσιν· τότε γὰρ αἱ μνῆμαι μόνον εἰσὶ ψιλαί· καὶ ἡ πάλη οὐ πρὸς ἀγῶνα λοιπόν, ἀλλὰ πρὸς θεωρίαν αὐτῆς παρασκευάζει τὸν μοναχόν. 37 Πότερον ἡ ἔννοια τὰ πάθη κινεῖ, ἢ τὰ πάθη τὴν ἔννοιαν προσεκτέον· τισὶ μὲν γὰρ ἔδοξε τὸ πρότερον, τισὶ δὲ τὸ δεύτερον. 38 Ὑπὸ τῶν αἰσθήσεων πέφυκε κινεῖσθαι τὰ πάθη· καὶ παρούσης μὲν ἀγάπης καὶ ἐγκρατείας οὐ κινηθήσεται, ἀπούσης δὲ κινηθήσεται· πλειόνων δὲ παρὰ τὴν ἐπιθυμίαν ὁ θυμὸς δεῖται φαρμάκων, καὶ διὰ τοῦτο μεγάλη λέγεται ἡ ἀγάπη ὅτι χαλινός ἐστι τοῦ θυμοῦ· ταύτην καὶ Μωσῆς ἐκεῖνος ὁ ἅγιος ἐν τοῖς φυσικοῖς συμβολικῶς ὀφιομάχην ὠνόμασεν. 39 Πρὸς τὴν ἐπικρατοῦσαν δυσωδίαν ἐν τοῖς δαίμοσιν εἴωθεν ἀνάπτεσθαι πρὸς λογισμοὺς ἡ ψυχή, ὅταν αὐτῶν ἐγγιζόντων ἀντιλαμβάνηται, τῷ τοῦ παρενοχλοῦντος πάθει πεποιωμένη.
t40- 53 Ὑποθῆκαι 40 Οὐκ ἐν παντὶ καιρῷ δυνατὸν ἐκτελεῖν τὸν συνήθη κανόνα, προσέχειν δὲ δεῖ τῷ καιρῷ καὶ τὰς ἐνδεχομένας ἐντολὰς ὡς ἕνι μάλιστα πειρᾶσθαι ποιεῖν· τοὺς γὰρ καιροὺς καὶ αὐτοὶ τοὺς τοιούτους οὐκ ἀγνοοῦσιν οἱ δαίμονες. Ὅθεν κινούμενοι καθ' ἡμῶν, τὰ μὲν δυνατὰ γενέσθαι κωλύουσι, τὰ δὲ μὴ δυνατὰ γενέσθαι πράττειν ἡμᾶς καταναγκάζουσι· καὶ γὰρ τοὺς ἀσθενοῦντας εὐχαριστεῖν μὲν ἐπὶ ταῖς ἀλγηδόσι καὶ μακροθυμεῖν ἐπὶ τοῖς ὑπηρετοῦσιν ἀποκωλύουσιν· ἀτονοῦντας δὲ πάλιν ἐγκρατεύεσθαι καὶ βεβαρημένους ἑστῶτας ψάλλειν προτρέπονται. 41 Ὅταν ἐν πόλεσιν ἢ ἐν κώμαις ἐπ' ὀλίγον ἀναγκαζώμεθα διατρίβειν, τότε μάλιστα σφοδρότερον τῆς ἐγκρατείας ἐχόμενοι τοῖς κοσμικοῖς συνεσόμεθα, μήποτε παχυνθεὶς ἡμῶν ὁ νοῦς καὶ τῆς συνήθους ἐπιμελείας διὰ τὸν παρόντα καιρὸν στερηθεὶς πράξῃ τι τῶν ἀβουλήτων καὶ γένηται φυγάς, ὑπὸ τῶν δαιμόνων βαλλόμενος. 42 Οὐ πρότερον προσεύξῃ πειραζόμενος, πρὶν εἰπεῖν τινα ῥήματα μετ' ὀργῆς πρὸς τὸν θλίβοντα· τῆς γὰρ ψυχῆς σου πεποιωμένης τοῖς λογισμοῖς, συμβαίνει μηδὲ καθαρὰν γενέσθαι τὴν προσευχήν· ἐὰν δὲ μετ' ὀργῆς εἴπῃς τι πρὸς αὐτούς, συγχεῖς τε καὶ ἐξαφανίζεις τῶν ἀντικειμένων τὰ νοήματα. Τοῦτο γὰρ ἡ ὀργὴ καὶ ἐπὶ τῶν κρειττόνων νοημάτων ἐργάζεσθαι πέφυκεν. 43 Δεῖ δὲ καὶ τὰς διαφορὰς τῶν δαιμόνων ἐπιγινώσκειν, καὶ τοὺς καιροὺς αὐτῶν σημειοῦσθαι· εἰσόμεθα δὲ ἐκ τῶν λογισμῶν, τοὺς δὲ λογισμοὺς ἐκ τῶν πραγμάτων, τίνες τῶν δαιμόνων σπάνιοι καὶ βαρύτεροι, καὶ ποῖοι συνεχεῖς καὶ κουφότεροι, καὶ τίνες οἱ ἀθρόως εἰσπηδῶντες καὶ πρὸς βλασφημίαν τὸν νοῦν ἁρπάζοντες. Ταῦτα δὲ ἀναγκαῖον εἰδέναι, ἵν' ὅταν ἄρξωνται οἱ λογισμοὶ τὰς ἰδίας ὕλας κινεῖν, πρὶν ἢ πολὺ τῆς οἰκείας ἐκβαλώμεθα καταστάσεως, φθεγγώμεθά τι πρὸς αὐτοὺς καὶ τὸν παρόντα σημαίνωμεν· οὕτω γὰρ ἂν αὐτοί τε ῥᾳδίως σὺν Θεῷ
προκόπτωμεν, κἀκείνους θαυμάζοντας ἡμᾶς καὶ ὀδυνωμένους ἀποπτῆναι ποιήσωμεν. 44 Ὅταν ἀγωνιζόμενοι πρὸς τοὺς μοναχοὺς ἀδυνατῶσιν οἱ δαίμονες, τότε μικρὸν ὑποχωρήσαντες ἐπιτηροῦσι ποία τῶν ἀρετῶν ἐν τῷ μεταξὺ παρημέληται, κἀκείνῃ αἰφνιδίως ἐπεισελθόντες, τὴν ἀθλίαν ψυχὴν διαρπάζουσιν. 45 Οἱ πονηροὶ δαίμονες τοὺς πονηροτέρους αὐτῶν δαίμονας εἰς βοήθειαν ἐπισπῶνται· καὶ κατὰ τὰς διαθέσεις ἀλλήλοις ἐναντιούμενοι, συμφωνοῦσιν ἐπ' ἀπωλείᾳ μόνον ψυχῆς. 46 Μὴ ταραττέτω δὲ ἡμᾶς ὁ δαίμων ὁ συναρπάζων τὸν νοῦν πρὸς βλασφημίαν Θεοῦ καὶ πρὸς τὰς ἀπειρημένας φαντασίας ἐκείνας ἃς ἔγωγε οὐδὲ γραφῇ παραδοῦναι τετόλμηκα, μηδὲ τὴν προθυμίαν ἡμῶν ἐκκοπτέτω· καρδιογνώστης γάρ ἐστιν ὁ Κύριος καὶ οἶδεν ὅτι οὐδὲ ἐν τῷ κόσμῳ ὄντες ποτὲ τοιαύτην μανίαν ἐμάνημεν. Σκοπὸς δὲ τούτῳ τῷ δαίμονι παῦσαι ἡμᾶς τῆς προσευχῆς, ἵνα μὴ στῶμεν ἐναντίον Κυρίου τοῦ Θεοῦ ἡμῶν, μηδὲ τὰς χεῖρας ἐκτεῖναι τολμήσωμεν καθ' οὗ τοιαῦτα διενοήθημεν. 47 Τῶν ἐν τῇ ψυχῇ παθημάτων σύμβολον γίνεται ἢ λόγος τις προενεχθείς, ἢ κίνησις τοῦ σώματος γενομένη, δι' οὗ ἐπαισθάνονται οἱ ἐχθροὶ πότερον ἔνδον ἔχομεν τοὺς λογισμοὺς αὐτῶν καὶ ὠδίνομεν, ἢ ἀπορρίψαντες αὐτοὺς μεριμνῶμεν περὶ τῆς σωτηρίας ἡμῶν. Τὸν γὰρ νοῦν μόνος ἐπίσταται ὁ ποιήσας ἡμᾶς Θεός, καὶ οὐ δεῖται συμβόλων αὐτὸς πρὸς τὸ γινώσκειν τὰ ἐν τῇ καρδίᾳ κρυπτόμενα. 48 Τοῖς μὲν κοσμικοῖς οἱ δαίμονες διὰ τῶν πραγμάτων μᾶλλον παλαίουσι, τοῖς δὲ μοναχοῖς ὡς ἐπὶ πλεῖστον διὰ τῶν λογισμῶν· πραγμάτων γὰρ διὰ τὴν ἐρημίαν ἐστέρηνται· καὶ ὅσον εὐκολώτερον τὸ κατὰ διάνοιαν ἁμαρτάνειν τοῦ κατ' ἐνέργειαν, τοσοῦτον χαλεπώτερος καὶ ὁ κατὰ διάνοιαν πόλεμος τοῦ διὰ τῶν πραγμάτων συνισταμένου· εὐκίνητον γάρ τι πρᾶγμα ὁ νοῦς καὶ πρὸς τὰς ἀνόμους φαντασίας δυσκάθεκτον. 49 Ἐργάζεσθαι μὲν διὰ παντὸς καὶ ἀγρυπνεῖν καὶ νηστεύειν οὐ προστετάγμεθα, προσεύχεσθαι δὲ ἡμῖν ἀδιαλείπτως νενομοθέτηται· διότι ἐκεῖνα μὲν τὸ παθητικὸν μέρος τῆς ψυχῆς θεραπεύοντα καὶ τοῦ σώματος ἡμῶν εἰς τὴν ἐργασίαν προσδεῖται, ὅπερ δι' οἰκείαν ἀσθένειαν πρὸς τοὺς πόνους οὐκ ἐπαρκεῖ· ἡ δὲ προσευχὴ τὸν νοῦν ἐρρωμένον καὶ καθαρὸν πρὸς τὴν πάλην παρασκευάζει, πεφυκότα προσεύχεσθαι καὶ δίχα τούτου τοῦ σώματος καὶ ὑπὲρ πασῶν τῶν τῆς ψυχῆς δυνάμεων τοῖς δαίμοσι μάχεσθαι. 50 Εἴ τις βούλοιτο τῶν μοναχῶν ἀγρίων πειραθῆναι δαιμόνων καὶ τῆς αὐτῶν τέχνης ἔξιν λαβεῖν, τηρείτω τοὺς λογισμούς, καὶ τὰς ἐπιτάσεις σημειούσθω τούτων, καὶ τὰς ἀνέσεις, καὶ τὰς μετεμπλοκάς, καὶ τοὺς χρόνους, καὶ τίνες τῶν δαιμόνων οἱ τοῦτο ποιοῦντες, καὶ ποῖος ποίῳ δαίμονι ἀκολουθεῖ, καὶ τίς τίνι οὐχ ἕπεται· καὶ ζητείτω παρὰ Χριστοῦ τούτων τοὺς λόγους. Πάνυ γὰρ χαλεπαίνουσιν ἐπὶ τοῖς γνωστικώτερον τὴν πρακτικὴν μετιοῦσι, βουλόμενοι κατατοξεύειν ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ. 51 Δύο τῶν δαιμόνων ὀξυτάτους παρατηρήσας εὑρήσεις, καὶ σχεδὸν τὴν κίνησιν τοῦ νοὸς ἡμῶν παρατρέχοντας· τὸν δαίμονα τῆς πορνείας καὶ τὸν συναρπάζοντα ἡμᾶς πρὸς βλασφημίαν Θεοῦ· ἀλλ' ὁ μὲν δεύτερός ἐστιν ὀλιγοχρόνιος, ὁ δὲ πρότερος, εἰ μὴ μετὰ πάθους κινοίη τοὺς λογισμούς, οὐκ ἐμποδίσει ἡμῖν πρὸς τὴν γνῶσιν τὴν τοῦ Θεοῦ. 52 Σῶμα μὲν χωρίσαι ψυχῆς, μόνου ἐστὶ τοῦ συνδήσαντος· ψυχὴν δὲ ἀπὸ σώματος, καὶ τοῦ ἐφιεμένου τῆς ἀρετῆς. Τὴν γὰρ ἀναχώρησιν μελέτην θανάτου καὶ φυγὴν τοῦ σώματος οἱ Πατέρες ἡμῶν ὀνομάζουσιν.
53 Οἱ τὴν σάρκα κακῶς διατρέφοντες καὶ πρόνοιαν αὐτῆς εἰς ἐπιθυμίας ποιούμενοι, ἑαυτοὺς μὴ ταύτην καταμεμφέσθωσαν· ἴσασι γὰρ τὴν χάριν τοῦ Δημιουργοῦ οἱ τὴν τῆς ψυχῆς ἀπάθειαν διὰ τοῦ σώματος τούτου κτησάμενοι καὶ τῇ τῶν ὄντων θεωρίᾳ ποσῶς ἐπιβάλλοντες. t5456 Περὶ τῶν ἐν τοῖς ὕπνοις συμβαινόντων 54 Ὅταν ἐν ταῖς καθ' ὕπνον φαντασίαις τῷ ἐπιθυμητικῷ μέρει πολεμοῦντες οἱ δαίμονες αὐτοὶ μὲν δεικνύωσιν, ἡμεῖς δὲ προστρέχωμεν, συντυχίας γνωρίμων καὶ συμπόσια συγγενῶν καὶ χοροὺς γυναικῶν καὶ ὅσα ἄλλα τοιαῦτα ἡδονῶν ἀποτελεστικά, ἐν τούτῳ τῷ μέρει νοσοῦμεν καὶ τὸ πάθος ἰσχύει. Ὅταν δὲ πάλιν τὸ θυμικὸν ἐκταράσσωσιν, ὁδοὺς κρημνώδεις ὁδεύειν καταναγκάζοντες, καὶ ἐνόπλους ἄνδρας ἐπάγοντες καὶ ἰοβόλα καὶ σαρκοβόρα θηρία, ἡμεῖς δὲ πρὸς μὲν τὰς ὁδοὺς ἐκδειματούμεθα, ὑπὸ δὲ τῶν θηρίων καὶ τῶν ἀνδρῶν διωκόμενοι φεύγωμεν, τοῦ θυμικοῦ μέρους ποιησώμεθα πρόνοιαν, καὶ τὸν Χριστὸν ἐν ἀγρυπνίαις ἐπικαλούμενοι, τοῖς προειρημένοις φαρμάκοις χρησώμεθα. 55 Αἱ ἀνείδωλοι ἐν τοῖς ὕπνοις τοῦ σώματος φυσικαὶ κινήσεις ὑγιαίνειν ποσῶς μηνύουσι τὴν ψυχήν· πῆξις δὲ εἰδώλων ἀρρωστίας γνώρισμα· καὶ τὰ μὲν ἀόριστα πρόσωπα τοῦ παλαιοῦ πάθους, τὰ δὲ ὡρισμένα τῆς παραυτίκα πληγῆς σύμβολον νόμιζε. 56 Τὰ τῆς ἀπαθείας τεκμήρια, μεθ' ἡμέραν μὲν διὰ τῶν λογισμῶν, νύκτωρ δὲ διὰ τῶν ἐνυπνίων ἐπιγνωσόμεθα· καὶ τὴν μὲν ἀπάθειαν ὑγείαν ἐροῦμεν εἶναι ψυχῆς, τροφὴν δὲ τὴν γνῶσιν, ἥτις μόνη συνάπτειν ἡμᾶς ταῖς ἁγίαις δυνάμεσιν εἴωθεν· εἴπερ ἡ τῶν ἀσωμάτων συνάφεια ἐκ τῆς ὁμοίας διαθέσεως γίνεσθαι πέφυκεν. t5762 Περὶ καταστάσεως ἐγγιζούσης τῇ ἀπαθείᾳ 57 Δύο τῆς ψυχῆς εἰρηνικαὶ καταστάσεις εἰσί, μία μὲν ἡ ἀπὸ τῶν φυσικῶν σπερμάτων ἀναδιδομένη, ἑτέρα δὲ ἡ ἐξ ὑποχωρήσεως τῶν δαιμόνων ἐπιγινομένη· καὶ τῇ μὲν προτέρᾳ ἀκολουθεῖ ταπεινοφροσύνη μετὰ κατανύξεως, καὶ δάκρυον καὶ πόθος πρὸς τὸ θεῖον ἄπειρος, καὶ σπουδὴ περὶ τὸ ἔργον ἀμέτρητος· τῇ δὲ δευτέρᾳ κενοδοξία μετὰ ὑπερηφανίας ἐν ἀναιρέσει τῶν λοιπῶν δαιμόνων τὸν μοναχὸν ὑποσύρουσα. Ὁ τοίνυν τηρῶν τὰ ὅρια τῆς προτέρας καταστάσεως, τὰς ἐπιδρομὰς τῶν δαιμόνων ὀξύτερον ἐπιγνώσεται. 58 Ὁ τῆς κενοδοξίας δαίμων ἀντίκειται τῷ δαίμονι τῆς πορνείας, καὶ τούτους ἅμα προσβαλεῖν ψυχῇ τῶν οὐκ ἐνδεχομένων ἐστίν· εἴπερ ὁ μὲν τιμὰς ἐπαγγέλλεται, ὁ δὲ ἀτιμίας πρόξενος γίνεται· ὁπότερος τοίνυν τούτων ἐὰν προσεγγίσας πιέζῃ σε, τοὺς τοῦ ἀντικειμένου δαίμονος πλάττε δῆθεν ἐν σεαυτῷ λογισμούς· κἂν δυνηθῇς τὸ δὴ λεγόμενον ἥλῳ τὸν ἧλον ἐκκρούειν, γίνωσκε σεαυτὸν πλησίον ὄντα τῶν ὅρων τῆς ἀπαθείας· ἴσχυσε γάρ σου ὁ νοῦς λογισμοῖς ἀνθρωπίνοις λογισμοὺς ἀφανίσαι δαιμόνων. Τὸ δὲ διὰ ταπεινοφροσύνης ἀπώσασθαι τὸν τῆς κενοδοξίας λογισμόν, ἢ διὰ σωφροσύνης τὸν τῆς πορνείας, βαθυτάτης ἂν εἴη τεκμήριον ἀπαθείας. Καὶ τοῦτο ἐπὶ πάντων τῶν ἀντικειμένων ἀλλήλοις δαιμόνων πράττειν πειράθητι· ἅμα γὰρ καὶ γνώσῃ ποίῳ πάθει μᾶλλον πεποίωσαι. Πλὴν ὅση δύναμις αἴτει παρὰ Θεοῦ τῷ δευτέρῳ τρόπῳ τοὺς πολεμίους ἀμύνασθαι. 59 Ὅσῳ προκόπτει ψυχή, τοσούτῳ μείζονες αὐτὴν ἀνταγωνισταὶ διαδέχονται· τοὺς γὰρ αὐτοὺς ἀεὶ δαίμονας αὐτῇ παραμένειν οὐ πείθομαι· καὶ τοῦτο ἴσασι μάλιστα οἱ ὀξύτερον τοῖς πειρασμοῖς ἐπιβάλλοντες, καὶ τὴν προσοῦσαν αὐτοῖς ἀπάθειαν ἐκμοχλευομένην ὑπὸ τῶν διαδεξαμένων ὁρῶντες. 60 Ἡ μὲν τελεία τῇ ψυχῇ ἀπάθεια μετὰ τὴν νίκην τὴν κατὰ πάντων τῶν ἀντικειμένων τῇ πρακτικῇ δαιμόνων ἐγγίνεται· ἡ δὲ ἀτελὴς ἀπάθεια ὡς πρὸς τὴν δύναμιν τέως τοῦ παλαίοντος αὐτῇ λέγεται δαίμονος.
61 Οὐκ ἂν προέλθοι ὁ νοῦς, οὐδὲ ἀποδημήσει τὴν καλὴν ἐκείνην ἀποδημίαν, καὶ ἐν τῇ χώρᾳ γένοιτο τῶν ἀσωμάτων, μὴ τὰ ἔνδον διορθωσάμενος· ἡ γὰρ ταραχὴ τῶν οἰκείων ἐπιστρέφειν αὐτὸν εἴωθε πρὸς τὰ ἀφ' ὧν ἐξελήλυθεν. 62 Τὸν νοῦν καὶ αἱ ἀρεταὶ καὶ αἱ κακίαι τυφλὸν ἀπεργάζονται· αἱ μέν, ἵνα μὴ βλέπῃ τὰς κακίας· αἱ δέ, ἵνα μὴ πάλιν ἴδῃ τὰς ἀρετάς.
t63-70 Περὶ τῶν τῆς ἀπαθείας συμβόλων 63 Ὅταν ὁ νοῦς ἀπερισπάστως ἄρξηται ποιεῖσθαι τὰς προσευχάς, τότε περὶ τὸ θυμικὸν μέρος τῆς ψυχῆς νύκτωρ καὶ μεθ' ἡμέραν ὁ πᾶς συνίσταται πόλεμος. 64 Ἀπαθείας τεκμήριον, νοῦς ἀρξάμενος τὸ οἰκεῖον φέγγος ὁρᾶν, καὶ πρὸς τὰ καθ' ὕπνον φάσματα διαμένων ἥσυχος, καὶ λεῖος βλέπων τὰ πράγματα. 65 Ἔρρωται νοῦς μηδὲν τῶν τοῦ κόσμου τούτου παρὰ τὸν καιρὸν τῆς προσευχῆς φανταζόμενος. 66 Νοῦς σὺν Θεῷ πρακτικὴν κατορθώσας καὶ προσπελάσας τῇ γνώσει ὀλίγον ἢ οὐδ' ὅλως τοῦ ἀλόγου μέρους τῆς ψυχῆς ἐπαισθάνεται, τῆς γνώσεως αὐτὸν ἁρπαζούσης μετάρσιον καὶ χωριζούσης τῶν αἰσθητῶν. 67 Ἀπάθειαν ἔχει ψυχή, οὐχ ἡ μὴ πάσχουσα πρὸς τὰ πράγματα, ἀλλ' ἡ καὶ πρὸς τὰς μνήμας αὐτῶν ἀτάραχος διαμένουσα. 68 Ὁ τέλειος οὐκ ἐγκρατεύεται, καὶ ὁ ἀπαθὴς οὐχ ὑπομένει, εἴπερ τοῦ πάσχοντος ἡ ὑπομονή, καὶ τοῦ ὀχλουμένου ἡ ἐγκράτεια. 69 Μέγα μὲν τὸ ἀπερισπάστως προσεύχεσθαι, μεῖζον δὲ τὸ καὶ ψάλλειν ἀπερισπάστως. 70 Ὁ τὰς ἀρετὰς ἐν ἑαυτῷ καθιδρύσας, καὶ ταύταις ὅλος ἀνακραθείς, οὐκ ἔτι μέμνηται νόμου ἢ ἐντολῶν ἢ κολάσεως, ἀλλὰ ταῦτα λέγει καὶ πράττει ὁπόσα ἡ ἀρίστη ἕξις ὑπαγορεύει.
t70–90 Θεωρήματα πρακτικά 71 οαʹ Αἱ μὲν δαιμονιώδεις ᾠδαὶ τὴν ἐπιθυμίαν ἡμῶν κινοῦσι, καὶ εἰς αἰσχρὰς τὴν ψυχὴν φαντασίας ἐμβάλλουσιν· οἱ δὲ ψαλμοὶ καὶ ὕμνοι καὶ αἱ πνευματικαὶ ᾠδαὶ εἰς μνήμην ἀεὶ τῆς ἀρετῆς τὸν νοῦν προκαλοῦνται, περιζέοντα τὸν θυμὸν ἡμῶν καταψύχοντες καὶ τὰς ἐπιθυμίας μαραίνοντες. 72 Εἰ οἱ παλαίοντες ἐν τῷ θλίβεσθαι καὶ ἀντιθλίβειν εἰσί, παλαίουσι δὲ ἡμῖν οἱ δαίμονες, καὶ αὐτοὶ ἄρα θλίβοντες ἡμᾶς ὑφ' ἡμῶν ἀντιθλίβονται. Ἐκθλίψω γὰρ αὐτούς, φησί, καὶ οὐ μὴ δύνωνται στῆναι. Καὶ πάλιν· οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσον. 73 Ἀνάπαυσις μὲν τῇ σοφίᾳ, κόπος δὲ τῇ φρονήσει συνέζευκται· οὐκ ἔστι γὰρ σοφίαν κτήσασθαι ἄνευ πολέμου, καὶ οὐκ ἔστι κατορθῶσαι τὸν πόλεμον χωρὶς φρονήσεως· αὕτη γὰρ ἀνθίστασθαι τῷ θυμῷ τῶν δαιμόνων πεπίστευται, τὰς τῆς ψυχῆς δυνάμεις κατὰ φύσιν ἐνεργεῖν ἀναγκάζουσα, καὶ τὴν ὁδὸν τῆς σοφίας προευτρεπίζουσα. 74 Πειρασμός ἐστι μοναχοῦ λογισμὸς διὰ τοῦ παθητικοῦ μέρους τῆς ψυχῆς ἀναβὰς καὶ σκοτίζων τὸν νοῦν. 75 Ἁμαρτία ἐστὶ μοναχοῦ ἡ πρὸς τὴν ἀπηγορευμένην ἡδονὴν τοῦ λογισμοῦ συγκατάθεσις.
76 Ἄγγελοι μὲν χαίρουσι μειουμένης κακίας, δαίμονες δὲ τῆς ἀρετῆς· οἱ μὲν γάρ εἰσιν ἐλέους καὶ ἀγάπης θεράποντες, οἱ δὲ ὀργῆς καὶ μίσους ὑπήκοοι· καὶ οἱ μὲν πρότεροι πλησιάζοντες πνευματικῆς θεωρίας ἡμᾶς πληροῦσιν, οἱ δὲ δεύτεροι προσεγγίζοντες εἰς αἰσχρὰς τὴν ψυχὴν φαντασίας ἐμβάλλουσιν. 77 Αἱ ἀρεταὶ οὐ τὰς τῶν δαιμόνων ὁρμὰς ἀνακόπτουσιν, ἀλλ' ἡμᾶς ἀθῴους διαφυλάττουσιν. 78 Πρακτική ἐστι μέθοδος πνευματικὴ τὸ παθητικὸν μέρος τῆς ψυχῆς ἐκκαθαίρουσα. 79 Οὐκ ἀρκοῦσιν αἱ ἐνέργειαι τῶν ἐντολῶν πρὸς τὸ τελείως ἰάσασθαι τὰς δυνάμεις τῆς ψυχῆς, ἐὰν μὴ καὶ κατάλληλοι ταύταις διαδέξωνται τὸν νοῦν θεωρίαι. 80 Οὐ πᾶσι μὲν τοῖς ὑπ' ἀγγέλων λογισμοῖς ἡμῖν ἐμβαλλομένοις δυνατὸν ἀντιστῆναι, πάντας δὲ τοὺς ὑπὸ δαιμόνων λογισμοὺς δυνατὸν ἀνατρέψαι· ἕπεται δὲ τοῖς μὲν προτέροις λογισμοῖς εἰρηνικὴ κατάστασις, τοῖς δὲ δευτέροις τεταραγμένη. 81 Ἀπαθείας ἔγγονον ἀγάπη· ἀπάθεια δέ ἐστιν ἄνθος τῆς πρακτικῆς· πρακτικὴν δὲ συνίστησιν ἡ τήρησις τῶν ἐντολῶν· τούτων δὲ φύλαξ ὁ φόβος τοῦ Θεοῦ, ὅστις γέννημα τῆς ὀρθῆς ἐστι πίστεως· πίστις δέ ἐστιν ἐνδιάθετον ἀγαθόν, ἥτις ἐνυπάρχειν πέφυκε καὶ τοῖς μηδέπω πεπιστευκόσι Θεῷ. 82 Ὥσπερ ἐνεργοῦσα διὰ τοῦ σώματος ἡ ψυχὴ τῶν ἀσθενούντων μελῶν ἐπαισθάνεται· οὕτως ἐνεργῶν καὶ ὁ νοῦς τὴν οἰκείαν ἐνέργειαν τάς τε δυνάμεις ἐπιγινώσκει τὰς ἑαυτοῦ καὶ διὰ τῆς ἐμποδιζούσης αὐτῷ τὴν θεραπευτικὴν αὐτῆς ἐντολὴν ἐφευρίσκει. 83 Ὁ νοῦς τὸν ἐμπαθῆ πόλεμον πολεμῶν οὐ θεωρήσει τοὺς λόγους τοῦ πολέμου· τῷ γὰρ ἐν νυκτὶ μαχομένῳ ἔοικεν· ἀπάθειαν δὲ κτησάμενος, ῥᾳδίως ἐπιγνώσεται τὰς μεθοδείας τῶν πολεμίων. 84 Πέρας μὲν πρακτικῆς ἀγάπη· γνώσεως δὲ θεολογία· ἀρχαὶ δὲ ἑκατέρων πίστις καὶ φυσικὴ θεωρία· καὶ ὅσοι μὲν τῶν δαιμόνων τοῦ παθητικοῦ μέρους ἐφάπτονται τῆς ψυχῆς, οὗτοι λέγονται ἀντικεῖσθαι τῇ πρακτικῇ· ὅσοι δ' αὖ πάλιν τῷ λογιστικῷ διοχλοῦσιν, ἐχθροὶ πάσης ἀληθείας ὀνομάζονται καὶ ἐναντίοι τῇ θεωρίᾳ. 85 Οὐδὲν τῶν καθαιρόντων τὰ σώματα σύνεστι μετὰ τοῦτο τοῖς καθαρθεῖσιν· αἱ δὲ ἀρεταὶ ὁμοῦ τε καθαίρουσι τὴν ψυχὴν καὶ καθαρθείσῃ συμπαραμένουσιν. 86 Κατὰ φύσιν ἐνεργεῖ ψυχὴ λογικὴ ὅταν τὸ μὲν ἐπιθυμητικὸν αὐτῆς μέρος τῆς ἀρετῆς ἐφίεται, τὸ δὲ θυμικὸν ὑπὲρ αὐτῆς ἀγωνίζεται, τὸ δὲ λογιστικὸν ἐπιβάλλει τῇ θεωρίᾳ τῶν γεγονότων. 87 Ὁ μὲν προκόπτων ἐν πρακτικῇ τὰ πάθη μειοῖ, ὁ δὲ ἐν θεωρίᾳ τὴν ἀγνωσίαν· καὶ τῶν μὲν παθῶν ἔσται ποτὲ καὶ φθορὰ παντελής, τῆς δὲ ἀγνωσίας τῆς μὲν εἶναι πέρας, τῆς δὲ μὴ εἶναί φασι. 88 Τὰ παρὰ τὴν χρῆσιν ἀγαθὰ καὶ κακὰ τῶν ἀρετῶν καὶ τῶν κακιῶν γίνεται ποιητικά· φρονήσεως δέ ἐστι λοιπὸν τὸ χρήσασθαι τούτοις πρὸς θάτερα. 89 Τριμεροῦς δὲ τῆς λογικῆς ψυχῆς οὔσης κατὰ τὸν σοφὸν ἡμῶν διδάσκαλον, ὅταν μὲν ἐν τῷ λογιστικῷ μέρει γένηται ἡ ἀρετή, καλεῖται φρόνησις καὶ σύνεσις καὶ σοφία· ὅταν δὲ ἐν τῷ ἐπιθυμητικῷ, σωφροσύνη καὶ ἀγάπη καὶ ἐγκράτεια· ὅταν δὲ ἐν τῷ θυμικῷ, ἀνδρεία καὶ ὑπομονή· ἐν ὅλῃ δὲ τῇ ψυχῇ, δικαιοσύνη. Καὶ φρονήσεως μὲν ἔργον τὸ στρατηγεῖν πρὸς τὰς ἀντικειμένας δυνάμεις, καὶ τῶν μὲν ἀρετῶν ὑπερασπίζειν, πρὸς δὲ τὰς κακίας παρατάττεσθαι, τὰ δὲ μέσα πρὸς τοὺς καιροὺς διοικεῖν· συνέσεως δὲ τὸ πάντα τὰ συντελοῦντα ἡμῖν πρὸς τὸν σκοπὸν ἁρμοδίως οἰκονομεῖν· σοφίας δὲ τὸ θεωρεῖν λόγους σωμάτων καὶ ἀσωμάτων· σωφροσύνης δὲ ἔργον τὸ βλέπειν ἀπαθῶς τὰ πράγματα τὰ κινοῦντα ἐν ἡμῖν φαντασίας ἀλόγους· ἀγάπης δὲ τὸ πάσῃ εἰκόνι τοῦ Θεοῦ τοιαύτην ἑαυτὴν ἐμπαρέχειν οἵαν καὶ τῷ πρωτοτύπῳ σχεδόν, κἂν μιαίνειν αὐτὰς ἐπιχειρῶσιν οἱ δαίμονες· ἐγκρατείας δὲ τὸ
πᾶσαν ἡδονὴν τοῦ φάρυγγος μετὰ χαρᾶς ἀποσείεσθαι· μὴ δεδιέναι δὲ τοὺς πολεμίους καὶ προθύμως ἐγκαρτερεῖν τοῖς δεινοῖς, τῆς ὑπομονῆς καὶ τῆς ἀνδρείας ἐστί· δικαιοσύνης δὲ τὸ συμφωνίαν τινὰ καὶ ἁρμονίαν τῶν τῆς ψυχῆς μερῶν κατεργάζεσθαι. 90 Καρπὸς μὲν σπερμάτων τὰ δράγματα, ἀρετῶν δὲ ἡ γνῶσις· καὶ ὡς ἕπεται τοῖς σπέρμασι δάκρυα, οὕτω τοῖς δράγμασιν ἡ χαρά.
t91100 Ῥήσεις μοναχῶν ἁγίων 91 Ἀναγκαῖον δὲ καὶ τὰς ὁδοὺς τῶν προοδευσάντων ὀρθῶς διερωτᾶν μοναχῶν καὶ πρὸς αὐτὰς κατορθοῦσθαι· πολλὰ γὰρ ἔστιν εὑρεῖν ὑπ' αὐτῶν ῥηθέντα τε καὶ πραχθέντα καλῶς· ἐν οἷς καὶ τοῦτό φησί τις αὐτῶν, τὴν ξηροτέραν καὶ μὴ ἀνώμαλον δίαιταν ἀγάπῃ συζευχθεῖσαν θᾶττον εἰσάγειν τὸν μοναχὸν εἰς τὸν τῆς ἀπαθείας λιμένα. Ὁ δ' αὐτὸς ταρασσόμενόν τινα νύκτωρ τῶν ἀδελφῶν τῶν φασμάτων ἀπήλλαξεν, ἀσθενοῦσι μετὰ νηστείας ὑπηρετῆσαι προστάξας· οὐδενὶ γὰρ οὕτως, ἐρωτηθεὶς ἔφη, ὡς ἐλέῳ τὰ τοιαῦτα κατασβέννυται πάθη. 92 Τῷ δικαίῳ Ἀντωνίῳ προσῆλθέ τις τῶν τότε σοφῶν καὶ πῶς διακαρτερεῖς, εἶπεν, ὦ πάτερ, τῆς ἐκ τῶν βιβλίων παραμυθίας ἐστερημένος; Ὁ δέ φησι· τὸ ἐμὸν βιβλίον, φιλόσοφε, ἡ φύσις τῶν γεγονότων ἐστί, καὶ πάρεστιν ὅτε βούλομαι τοὺς λόγους ἀναγινώσκειν τοὺς τοῦ Θεοῦ. 93 Ἠρώτησέ με τὸ σκεῦος τῆς ἐκλογῆς ὁ Αἰγύπτιος γέρων Μακάριος· τί δήποτε μνησικακοῦντες μὲν τοῖς ἀνθρώποις τὴν μνημονευτικὴν δύναμιν τῆς ψυχῆς ἀφανίζομεν, δαίμοσι δὲ μνησικακοῦντες ἀβλαβεῖς διαμένομεν; Κἀμοῦ πρὸς τὴν ἀπόκρισιν ἀπορήσαντος καὶ παρακαλοῦντος τὸν λόγον μαθεῖν, διότι, φησὶν ἐκεῖνος, τὸ μὲν πρότερον παρὰ φύσιν, τὸ δὲ δεύτερον κατὰ φύσιν ἐστὶ τοῦ θυμοῦ. 94 Παρέβαλον κατ' αὐτὴν τὴν σταθερὰν μεσημβρίαν τῷ ἁγίῳ πατρὶ Μακαρίῳ καὶ λίαν ὑπὸ τῆς δίψης φλεγόμενος ᾔτουν ὕδωρ πιεῖν· ὁ δέ φησιν· ἀρκέσθητι τῇ σκιᾷ· πολλοὶ γὰρ νῦν ὁδοιποροῦντες ἢ πλέοντες καὶ ταύτης ἐστέρηνται. Εἶτα λόγους μου πρὸς αὐτὸν περὶ ἐγκρατείας γυμνάζοντος· θάρσει, φησίν, ὦ τέκνον, ἐν ὅλοις ἔτεσιν εἴκοσι οὔτε ἄρτου, οὔτε ὕδατος, οὔτε ὕπνου κόρον εἴληφα· τὸν μὲν γὰρ ἄρτον μου ἤσθιον σταθμῷ, τὸ δὲ ὕδωρ ἔπινον μέτρῳ, τοῖς τοίχοις δὲ ἐμαυτὸν παρακλίνων μικρόν τι τοῦ ὕπνου μέρος ἀφήρπαζον. 95 Ἐμηνύθη τινὶ τῶν μοναχῶν θάνατος τοῦ πατρός· ὁ δὲ πρὸς τὸν ἀπαγγείλαντα, παῦσαι, φησί, βλασφημῶν· ὁ γὰρ ἐμὸς πατὴρ ἀθάνατός ἐστιν. 96 Ἐπύθετό τις τῶν ἀδελφῶν ἑνὸς τῶν γερόντων εἰ κελεύοι τῇ μητρὶ καὶ ταῖς ἀδελφαῖς συμφαγεῖν αὐτὸν παραβαλόντα τῷ οἴκῳ· ὁ δέ, μετὰ γυναικός, εἶπεν, οὐ βρώσῃ. 97 Ἐκέκτητό τις τῶν ἀδελφῶν εὐαγγέλιον μόνον, καὶ τοῦτο πωλήσας ἔδωκεν εἰς τροφὴν τοῖς πεινῶσιν, ἄξιον μνήμης ἐπιφθεγξάμενος ῥῆμα· αὐτὸν γάρ, φησί, τὸν λόγον πεπώληκα τὸν λέγοντά μοι· πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς. 98 Ἔστι δέ τις παρὰ τὴν Ἀλεξάνδρειαν νῆσος κατ' αὐτὸ τὸ βόρειον μέρος τῆς λίμνης κειμένη τῆς καλουμένης Μαρίας, προσοικεῖ δὲ αὐτῇ μοναχὸς τῆς παρεμβολῆς τῶν γνωστικῶν ὁ δοκιμώτατος· ὅστις ἀπεφήνατο πάντα τὰ πραττόμενα ὑπὸ τῶν μοναχῶν πράττεσθαι δι' αἰτίας πέντε· διὰ Θεόν, διὰ φύσιν, διὰ ἔθος, διὰ ἀνάγκην, διὰ τὰ ἔργα τῶν χειρῶν. Ὁ δ' αὐτὸς ἔλεγε πάλιν μίαν μὲν εἶναι τῇ φύσει τὴν ἀρετήν, εἰδοποιεῖσθαι δὲ αὐτὴν ἐν ταῖς δυνάμεσι τῆς ψυχῆς· καὶ γὰρ τὸ φῶς τὸ ἡλιακὸν
ἀσχημάτιστον μέν ἐστι, φησί, ταῖς δὲ δι' ὧν εἰσβάλλει θυρίσι συσχηματίζεσθαι πέφυκεν. 99 Ἄλλος δὲ πάλιν τῶν μοναχῶν· διὰ τοῦτο περιαιρῶ τὰς ἡδονάς, εἶπεν, ἵνα τὰς τοῦ θυμοῦ περικόψω προφάσεις· οἶδα γὰρ αὐτὸν ἀεὶ μαχόμενον ὑπὲρ τῶν ἡδονῶν καὶ ἐκταράσσοντά μου τὸν νοῦν καὶ τὴν γνῶσιν ἀποδιώκοντα. Ἔλεγε δέ τις τῶν γερόντων ὅτι ἡ ἀγάπη παραθήκας βρωμάτων ἢ χρημάτων τηρεῖν οὐκ ἐπίσταται. Ὁ δ' αὐτός· οὐκ οἶδα, φησίν, εἰς τὸ αὐτὸ δὶς ὑπὸ δαιμόνων ἀπατηθείς. 100 Πάντας μὲν ἐπ' ἴσης οὐ δυνατὸν τοὺς ἀδελφοὺς ἀγαπᾶν πᾶσι δὲ δυνατὸν ἀπαθῶς συντυγχάνειν μνησικακίας ὄντα καὶ μίσους ἐλεύθερον· τοὺς ἱερεῖς ἀγαπητέον μετὰ τὸν Κύριον τοὺς διὰ τῶν ἁγίων μυστηρίων καθαρίζοντας ἡμᾶς καὶ προσευχομένους ὑπὲρ ἡμῶν· τοὺς δὲ γέροντας ἡμῶν τιμητέον ὡς τοὺς ἀγγέλους· αὐτοὶ γάρ εἰσιν οἱ πρὸς τοὺς ἀγῶνας ἡμᾶς ἀλείφοντες καὶ τὰ τῶν ἀγρίων θηρίων δήγματα θεραπεύοντες. epi Ἀλλὰ νῦν μέν μοι τοσαῦτα λελέχθω πρὸς σὲ περὶ πρακτικῆς, ποθεινότατε ἀδελφὲ Ἀνατόλιε, ὅσα χάριτι τοῦ ἁγίου Πνεύματος ἐν τῷ σπόρῳ περκαζούσης ἡμῶν τῆς σταφυλῆς ἐπιρωγολογούμενοι εὑρήκαμεν· εἰ δὲ σταθερὸς ἡμῖν ἐπιλάμψει τῆς δικαιοσύνης ὁ ἥλιος καὶ ὁ βότρυς πέπειρος γένηται, τότε καὶ τὸν οἶνον πιόμεθα αὐτοῦ τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου, εὐχαῖς καὶ πρεσβείαις τοῦ δικαίου Γρηγορίου τοῦ φυτεύσαντός με καὶ τῶν νῦν ὁσίων Πατέρων τῶν ποτιζόντων με, καὶ δυνάμει τῇ τοῦ αὐξάνοντός με Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Rerum monachalium rationes ΕΥΑΓΡΙΟΥ ΜΟΝΑΧΟΥ, ΤΩΝ ΚΑΤΑ ΜΟΝΑΧΩΝ ΠΡΑΓΜΑΤΩΝ ΤΑ ΑΙΤΙΑ, ΚΑΙ Η ΚΑΘ' ΗΣΥΧΙΑΝ ΤΟΥΤΩΝ ΠΑΡΑΘΕΣΙΣ Αʹ. Ἐν τῷ Ἱερεμίᾳ εἵρηται τὸ, «Καὶ σὺ μὴ λάβῃς σεαυτῷ γυναῖκα ἐν τῷ τόπῳ τούτῳ· ὅτι τάδε λέγει Κύριος περὶ τῶν υἱῶν καὶ τῶν θυγατέρων τῶν γεν.1253 νωμένων ἐν τῷ τόπῳ τούτῳ· Ἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται.» Τοῦτο δεικνύντος τοῦ λόγου, ὅτι κατὰ τὸν Ἀπόστολον, «ὁ γαμήσας ἄνθρωπος μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῇ γυναικὶ, καὶ μεμέρισται· καὶ ἡ γαμήσασα γυνὴ μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῷ ἀνδρί.» Καὶ δῆλον, ὡς οὐ μόνον περὶ τῶν κατὰ τὸν γαμικὸν βίον ἐσομένων υἱῶν καὶ θυγατέρων ἐν τῷ προφήτῃ εἴρηται τὸ, «Ἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται·» ἀλλὰ καὶ περὶ τῶν ἐν καρδίᾳ αὐτῶν γεννωμένων υἱῶν καὶ θυγατέρων, τουτέστι σαρκικῶν λογισμῶν καὶ ἐπιθυμιῶν, ὡς ἐν τῷ νοσερῷ καὶ ἀσθενεῖ καὶ ἐκλύτῳ φρονήματι τοῦ κόσμου τούτου ἀποθανοῦνται καὶ οὗτοι, καὶ οὐ τῆς ἐπουρανίου καὶ αἰωνίου ζωῆς τεύξονται. «Ὁ δὲ ἄγαμος,» φησὶ, «μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ,» καὶ τοὺς ἀειθαλεῖς καὶ ἀθανάτους τῆς οὐρανίου ζωῆς ποιήσει καρπούς. Βʹ. Τοιοῦτος ὁ μοναχὸς, καὶ οὕτως χρὴ εἶναι τὸν μοναχὸν, ἀπεχόμενον ἀπὸ γυναικὸς, μὴ ποιοῦντα υἱὸν ἢ θυγατέρα ἐν τῷ τόπῳ τῷ προειρημένῳ· οὐ μὴν δὲ ἀλλὰ καὶ Χριστοῦ στρατιώτην ἄϋλον, ἀμέριμνον ὑπάρχειν, πάσης πραγματευτικῆς ἐννοίας τε καὶ πράξεως ἐκτὸς, ὡς καὶ ὁ Ἀπόστολός φησιν· «Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ.» Ἐν τούτοις ἴτω ὁ μοναχὸς μάλιστα ὁ πᾶσαν ὕλην τοῦ κόσμου τούτου καταλιπὼν, καὶ ἐπὶ τὰ ὡραῖα καὶ καλὰ τῆς ἡσυχίας ἀποτρέχων τρόπαια. Ὡς ὡραία γὰρ καὶ καλὴ τῇ ἡσυχίᾳ ἡ ἄσκησις, ὡς ὡραία ὄντως καὶ καλή! Ἔστι γὰρ ὁ χρηστὸς ὁ ταύτης ζυγὸς, καὶ τὸ φορτίον ἐλαφρόν· ἡδὺς ὁ βίος, ἡ πρᾶξις στέρνη. Γʹ. Βούλει τοιγαροῦν, ἀγαπητὲ, τὸν μονήρη βίον ὡς ἔστιν ἀναλαβεῖν, καὶ ἐπὶ τὰ τῆς ἡσυχίας ἀποτρέχειν τρόπαια; ἄφες ἐκεῖ τοῦ κόσμου τὰς φροντίδας, τάς τε ἐπὶ τούτων ἀρχάς τε καὶ ἐξουσίας· τουτέστιν ἄϋλος ἔσο, ἀπαθὴς, πάσης ἐπιθυμίας ἐκτός· ἵνα τῆς ἐκ τούτων περιστάσεως ἀλλότριος γενόμενος, δυνηθῇς ἡσυχάσαι καλῶς. Εἰ μὴ γάρ τις τούτων ἑαυτὸν ὑπεξάρῃ, οὐκ ἂν δυνηθῇ ταύτην αὐτὴν κατορθῶσαι τὴν πολιτείαν. Τροφῶν βραχέων ἀντέχου καὶ εὐκαταφρονήτων, μὴ πολλῶν καὶ εὐπερισπάστων. Ἐὰν δὲ καὶ ὡς φιλοξενίας χάριν περὶ τὰ πολυτελῆ λογισμὸς γένηται, ἄφες τοῦτον ἐκεῖ, μὴ ὅλως προσθῇς αὐτῷ· ἐνεδρεύει γάρ σε διὰ τούτου ὁ ὑπεναντίος, ἐνεδρεύει τοῦ ἀποστῆσαι τῆς ἡσυχίας. Ἔχεις τὸν Κύριον Ἰησοῦν μεμφόμενόν πως τὴν τὰ τοιαῦτα σπουδάζουσαν ψυχὴν Μάρθαν, καὶ λέγοντα· Τί «περὶ πολλὰ» εἶ, καὶ «θορυβάζῃ; ἑνός ἐστι χρεία,» τοῦ τὸν θεῖον, φησὶ, λόγον ἀκούειν, καὶ μετὰ τοῦτο ἀκμητὶ παντὸς τοῦ εὑρισκομένου. Διὸ καὶ εὐθὺς ἐπιφέρει λέγων· «Μαρία» γὰρ «τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ' αὐτῆς.» Ἔχεις δὲ καὶ τῆς ἐν Σαρεφθοῖς χήρας τὸ ὑπόδειγμα, ἐν τίσιν αὐτὴ τὸν προφήτην ἐξένισε. Κἂν ἄρτον μόνον ἔχῃς, κἂν 40.1256 ὕδωρ, δύνασαι ἐν τούτοις τῆς φιλοξενίας ποιῆσαι τὸν μισθόν· κἂν δὲ μὴ ταῦτα ἔχῃς, μόνον δὲ προθέσει ἀγαθῇ ὑποδέξῃ τὸν ξένον, καὶ λόγον εὔχρηστον αὐτῷ ἀποδῷς, ὡσαύτως δύνασαι τῆς φιλοξενίας πορίσαι τὸν μισθόν· ἀγαθὸν γὰρ εἴρηται λόγος ὑπὲρ δόμα. Δʹ. Τοιαῦτα ἐπὶ τῆς ἐλεημοσύνης σε δεῖ φρονεῖν. Ἅρα οὖν μὴ ἐπιθυμήσῃς πλοῦτον ἔχειν πρὸς διάδοσιν τῶν πενήτων. Ἔστι γὰρ καὶ αὐτὴ ἀπάτη τοῦ πονηροῦ,
πρὸς κενοδοξίαν πολλάκις προσερχομένη, καὶ εἰς πολυπραγμοσύνης αἰτίας ἐμβάλλουσα τὸν νοῦν. Ἔχεις ἐν τῷ Εὐαγγελίῳ ὑπὸ τοῦ Κυρίου Ἰησοῦ μαρτυρουμένην χήραν, διὰ δύο μόνων λεπτῶν τὴν τῶν πλουσίων ὑπερβεβηκυῖαν προαίρεσίν τε καὶ δύναμιν. «Ἐκεῖνοι μὲν γὰρ,» φησὶν, «ἐκ τοῦ περισσεύματος ἔβαλον ἐν τῷ γαζοφυλακίῳ, αὕτη δὲ ἅπασαν ἑαυτῆς τὴν ὕπαρξιν.» Περὶ δὲ ἱματίων, μὴ ἐπιθυμήσῃς περισσὰ ἔχειν ἱμάτια, τὰ ἀρκοῦντα τῇ ἀνάγκῃ τοῦ σώματος προνοοῦ. Ἐπίῤῥιψον μᾶλλον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σου προνοήσει. Αὐτῷ γὰρ, φησὶ, μέλει περὶ ἡμῶν. Ἐὰν δέῃ τροφῶν ἢ ἱματίων, μὴ αἰσχυνθῇς τὰ παρ' ἑτέρων σοι προσφερόμενα λαβεῖν. Τοῦτο γάρ ἐστιν ὑπερηφανίας εἶδος. Ἐὰν δὲ καὶ αὐτὸς ἐν τούτοις περισσεύῃς, δίδου τῷ ὑστερουμένῳ. Οὕτως ὁ Θεὸς τοὺς ἑαυτοῦ παῖδας οἰκονομεῖσθαι βούλεται. Διὰ τοῦτο καὶ ὁ Ἀπόστολος πρὸς Κορινθίους γράφων, περὶ τῶν ὑστερουμένων ἔλεγε· «Τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα, ὅπως γένηται ἰσότης, καθὰ γέγραπται· Ὁ τὸ πολὺ, οὐκ ἐπλεόνασε, καὶ ὁ τὸ ὀλίγον, οὐκ ἠλαττόνησεν.» Ἔχων τοίνυν τοῦ ἐνεστῶτος καιροῦ τὰ δέοντα, εἰς τὸν μέλλοντα μὴ μεριμνήσῃς καιρόν· οἷον, ἡμέρας μιᾶς, ἢ ἑβδομάδος, ἢ ἐνιαυτοῦ, ἢ μηνῶν. Ἐνεστηκότος γὰρ τοῦ τῆς αὔριον καιροῦ, αὐτὸς ὁ καιρὸς ἐπιχορηγήσει τὰ δέοντα, ζητοῦντός σου μάλιστα τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ τὴν δικαιοσύνην τοῦ Θεοῦ. «Ζητειτε» γὰρ, φησὶν ὁ Κύριος, «τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.» Εʹ. Μὴ κτήσῃ παῖδα· μήποτέ σοι ὁ ὑπεναντίος διὰ τούτου κινήσῃ σκάνδαλόν τι, καὶ ἐκθορυβήσῃ σου τὸ φρόνημα τῶν πολυτελεστάτων τροφῶν φροντίζειν. Οὐ γὰρ δυνήσῃ μόνος ἔτι σεαυτοῦ φροντίζειν· κἂν ὡς πρὸς σωματικὴν ἀνάπαυσιν ἐπέλθῃ ὁ λογισμὸς, ἀλλὰ τὸ κρεῖττον ἐννόει· λέγω δὴ τὴν πνευματικὴν ἀνάπαυσιν· κρείττων γάρ ἐστιν ὡς ἀληθῶς ἡ πνευματικὴ ἀνάπαυσις τῆς σωματικῆς. Κἂν ὠφελείας τοῦ παιδὸς χάριν προσβάλλῃ τῇ γνώμῃ, μὴ πεισθῇς αὐτῷ· οὐ γάρ ἐστι τοῦτο ἡμέτερον ἔργον· ἑτέρων ἐστὶ τῶν ἐν κοινοβίῳ ἁγίων πατέρων. Σεαυτοῦ μόνου τῆς ὠφελείας φρόντιζε, καὶ τὸν τῆς ἡσυχίας περιποιοῦ τρόπον. Μὴ ἀγαπήσῃς οἰκῆσαι μετὰ ἀνθρώπων ὑλικῶν καὶ ἐμπεριστάτων· ἢ μόνος οἴκει, ἢ μετὰ ἀδελφῶν τῶν ἀΰλων καὶ ὁμοφρόνων σου. Ὁ 40.1257 γὰρ μετὰ ἀνθρώπων ὑλικῶν καὶ ἐμπεριστάτων οἰκῶν, πάντως κοινωνήσει καὶ αὐτὸς τῇ τούτων περιστάσει, καὶ δουλεύσει ἀνθρωπίναις ἐπιταγαῖς, λαλιαῖς τε ματαίαις, καὶ τοῖς ἄλλοις ἅπασι δεινοῖς, ὀργῇ, λύπῃ, μανίᾳ τῶν ὑλῶν, φόβῳ, τῷ σκανδάλῳ. Γονικαῖς μερίμναις ἢ συγγενικαῖς φιλίαις μὴ συναπαχθῇς· ἀλλὰ γὰρ καὶ πρὸς τούτους αὐτοὺς συνεχεῖς συντυχίας παραιτοῦ, μήποτέ σε ἀποσυλήσωσι τῆς ἐν τῷ κελλίῳ ἡσυχίας, καὶ περὶ τὰς ἑαυτῶν περιστάσεις ἀγάγωσιν. «Ἄφες,» φησὶν ὁ Κύριος, «τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ δεῦρο ἀκολούθει μοι.» Ἐὰν δὲ καὶ τὸ κελλίον ἐν ᾧ καθέζῃ εὐπερίστατον ᾖ, φεῦγε, καὶ αὐτοῦ μὴ φείσῃ, μὴ ἐκλυθῇς εἰς ἀγάπην αὐτοῦ· πάντα ποίει, πάντα πρᾶττε, πῶς δυνηθῇς ἡσυχάσαι καὶ σχολάσαι, καὶ σπουδάσαι γενέσθαι ἐν τοῖς τοῦ Θεοῦ θελήμασι, καὶ ἐν τῇ πάλῃ τῶν ἀοράτων. ϛʹ. Εἰ μὴ δύνασαι ῥᾳδίως ἡσυχάσαι ἐν τοῖς σοῖς μέρεσι, δός σου ἐπὶ ξενιτείαν τὴν πρόθεσιν, καὶ ἐπὶ ταύτην αὐτὴν κατάσπευδέ σου τὸν λογισμόν. Γενοῦ καθάπερ τις πραγματευτὴς ἄριστος, τὰ πάντα πρὸς ἡσυχίαν δοκιμάζων, καὶ τὰ πρὸς ταύτην ἥσυχα καὶ χρήσιμα διὰ πάντων κατέχων. Πλὴν λέγω σοι, ξενιτείαν ἀγάπα· ἀπαλλάττει γάρ σε τῶν κατὰ τὴν ἰδίαν χώραν περιστάσεων, καὶ τῆς κατὰ τὴν ἡσυχίαν ὠφελείας μόνον ἀπολαύειν ποιεῖ. Τὰς ἐν πόλει διατριβὰς φεῦγε, καὶ τὰς ἐν ἐρημίᾳ καρτέρησον. «Ἰδοὺ» γὰρ, φησὶν ὁ ἄγιος, «ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ.» Εἰ δυνατὸν, τὸ καθόλου εἰς πόλιν μὴ ἀπαντήσῃς· οὐδὲν γὰρ
εὔχρηστον, οὐδὲν χρήσιμον, οὐδὲν ὠφέλιμον τῇ πολιτείᾳ σου ἐκεῖ θεάσῃ. «Εἶδον,» φησὶ πάλιν ὁ ἅγιος, «ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει.» Τοὺς οὖν ἰδίους καὶ ἀπερισπάστους δίωκε τόπους, μὴ δειλιάσῃς εἶχον αὐτῶν. Ἐὰν δὲ καὶ δαιμόνων φαντασίας ἐκεῖ θεάσῃ, μὴ πτοηθῇς; μηδὲ ἀποφύγῃς τὸ στάδιον τῆς ἡμετέρας ὠφελείας· ἀφόβως ὑπόμεινον, καὶ ὄψει τοῦ Θεοῦ τὰ μεγαλεῖα, τὴν ἀντίληψιν, τὴν κηδεμονίαν, τὴν ἄλλην ἅπασαν ἐπὶ σωτηρίᾳ πληροφορίαν. «Προσεδεχόμην» γὰρ, φησὶν ὁ μακάριος ἀνὴρ, «τὸν σώζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος.» Μή σου νικήσῃ ῥέμβους ἐπιθυμία τὴν προαίρεσιν· «Ῥεμβασμὸς» γὰρ «μετὰ ἐπιθυμίας, μεταλλεύει νοῦν ἄκακον.» Πολλοὶ διὰ τοῦτο πειρασμοί. Φοβοῦ τὸ πταῖσμα, καὶ ἐν τῷ κελλίῳ σου ἑδραῖος ἔσο. Ζʹ. Ἐὰν φίλους ἔχῃς, φεῦγε τούτων τὰς συνεχεῖς συντυχίας· διὰ μακροῦ γὰρ αὐτοῖς συντυγχάνων εὔχρηστος ἔσῃ. Ἐὰν δὲ καὶ κατανοήσῃς διὰ τούτων αὐτῶν βλάβην σοι γινομένην, μηδὲ ὅλως ἐγγίσῃς. Φίλους γὰρ ἔχειν σε χρὴ τοὺς ὠφελίμους καὶ συμβαλλομένους σου τῇ πολιτείᾳ. Φεῦγε καὶ τῶν πονηρῶν ἀνδρῶν καὶ μαχίμων τὰς συντυχίας· μηδενὶ τούτων συνοικήσῃς· ἀλλὰ γὰρ καὶ τὰς φαύλας αὐτῶν προθέσεις παραιτοῦ· οὔτε γὰρ Θεῷ προσοι 40.1260 κειῶνται, οὔτε μὴν παραμένουσιν. Ἄνδρες εἰρηνικοὶ ἔστωσαν φίλοι σοι, ἀδελφοὶ πνευματικοὶ, Πατέρες ἅγιοι. Τούτους γὰρ οὕτως καὶ ὁ Κύριος ἀπεκάλει λέγων· «Μήτηρ μου καὶ ἀδελφοί μου καὶ πατέρες οὗτοί εἰσιν, οἱ ποιοῦντες τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.» Μετὰ περισπωμένων μὴ συναυλίζου, μηδὲ συμπορευθῇς εἰς συμπόσιον μετ' αὐτῶν· μήποτέ σε περὶ τὰς ἑαυτῶν ἀπάτας ἑλκύσωσι, καὶ τῆς κατὰ τὴν ἡσυχίαν ἐπιστήμης ἀπαγάγωσιν· ἔστι γὰρ τὸ πάθος τοῦτο ἐν αὐτοῖς· μὴ ἐκκλίνῃς τὸ οὖς σου εἰς τοὺς λόγους αὐτῶν, καὶ ἐννοίας καρδίας αὐτῶν μὴ παραδέξῃ. Εἰσὶ γὰρ ὄντως ἐπιζήμιοι. Ἐπὶ τοὺς πιστοὺς τῆς γῆς ἔστω σοι ὁ πόθος, καὶ ὁ πόνος τῆς καρδίας σου εἰς ζῆλον πένθους αὐτῶν. «Οἱ ὀφθαλμοί μου» γὰρ «ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ' ἐμοῦ.» Ἐὰν δέ τις καὶ τῶν κατὰ τὴν ἀγάπην τοῦ Θεοῦ πορευομένων, ἐλθὼν πρὸς σὲ ἐπὶ τὸ φαγεῖν προσκαλέσηταί σε, καὶ θέλεις ὑπάγειν, ὕπαγε μὲν, τάχιον δὲ ἐν τῷ κελλίῳ σου ὑπόστρεφε. Εἰ δυνατὸν, ἐκτὸς τούτου μὴ καθευδήσῃς ποτέ· ἵνα διαπαντός σοι παραμείνῃ τῆς ἡσυχίας ἡ χάρις, καὶ τῆς ἐν αὐτῷ προθέσεως ἀνεμπόδιστον ἕξεις τὴν λατρείαν. Ηʹ. Μὴ γίνου ἐπιθυμητὴς βρωμάτων καλῶν, καὶ τῶν κατὰ τὴν σπατάλην ἀπατῶν. «Ἡ γὰρ σπαταλῶσα, ζῶσα τέθνηκεν,» ὡς καὶ ὁ Ἀπόστολός φησι. Μὴ χορτάσῃς τὴν κοιλίαν σου ἐν βρώμασιν ἀλλοτρίων, ἵνα μὴ πόθος σοι τούτων γένηται, καὶ περὶ τὰς ἔξω τραπέζας ἐμποιήσῃ σοι τὸν πόθον. Εἴρηται γάρ· «Μὴ ἀπατᾶσθε χορτασίᾳ κοιλίας.» Ἐὰν δὲ καὶ συνεχῶς ἔξω τοῦ κελλίου σου θεάσῃ σεαυτὸν προσκαλούμενον, παραιτοῦ. Ἔστι γὰρ ἐπιζήμιος ἡ ἔξω τοῦ κελλίου σου συνεχὴς διατριβή· ἀφαιρεῖται τὴν χάριν, σκοτοῖ τὸ φρόνημα, μαραίνει τὸν πόθον. Ἴδε μοι κεράμιον οἴνου πλεῖστον ἐγχρονίσαν ἐν τῷ τόπῳ, καὶ κείμενον ἀσάλευτον, πῶς παρασκευάζει τὸν οἶνον λαμπρὸν, καθιστάμενον, εὐώδη· ἐὰν δὲ ὧδε κἀκεῖσε περιφέρηται, τεταραγμένον, στυγνὸν, πάσης ὁμοῦ τῆς ἐκ τῆς τρυγίας κακίας τὴν ἀηδίαν ἐπιδεικνύμενον. Τοιγαροῦν τούτῳ παραπλησιάσας σεαυτὸν, πειρῶ τῆς ὠφελείας, κόπτε τῶν πολλῶν τὰς σχέσεις, μή σου ὁ νοῦς περισπαστικὸς γένηται, καὶ τὸν τῆς ἡσυχίας ταράξῃ τρόπον. Ἐργασίας χειρῶν φρόντιζε, καὶ τοῦτο αὐτὸ, εἰ δυνατὸν, νυκτὸς καὶ ἡμέρας, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα, μᾶλλον δὲ καὶ εἰς τὸ μεταδιδόναι, καθάπερ καὶ παραινεῖ λέγων ὁ ἱερὸς ἀπόστολος Παῦλος· ἵνα δὴ καὶ ἐν τούτῳ τὸν τῆς ἀκηδίας καταπαλαίσῃς δαίμονα, καὶ τὰς ἄλλας πάσας ἐπιθυμίας τοῦ ἐχθροῦ διάρῃς. Ἐπίκειται γὰρ τῇ ἀργίᾳ ὁ τῆς ἀκηδίας δαίμων, καὶ ἐν ἐπιθυμίαις ἐστὶν, ὥς φησιν. Ἀποδόσεως καὶ λήψεως οὐκ ἐκφεύξῃ ἁμαρτίαν. Εἴτε οὖν πωλεῖς,
εἴτε ἀγοράζεις, μικρόν τι τοῦ ἴσου ζημίωσον σεαυτόν· μὴ τοῖς κατ' ἀκρίβειαν ἢ τοῖς περὶ τὴν τιμὴν φιλοκερδείας ἐπενεχθεὶς τρόποις, ἐπὶ τὰ βλαβερὰ τῶν τῆς ψυχῆς αἰτιῶν καταπέσῃς, φιλο 40.1261 νεικίας, ἐπιορκίας, ταῖς τῶν λόγων σου ἐναλλαγαῖς, καὶ ἐν τοῖς τοιούτοις τὴν ἔντιμον τῆς ἡμετέρας προθέσεως ἀτιμάσῃς καὶ καταισχύνῃς ἀξίαν. Οὕτως καὶ αὐτὸς ἐννοῶν ἀποδόσεώς σου καὶ λήψεώς σου φυλάσσου. Εἰ δὲ τὸ κρεῖττον αἱρῇ, καὶ ἔστι σοι τοῦτο δυνατὸν, ἐπὶ ἕτερόν τινα πιστὸν ἄνδρα παράῤῥιψόν σου τὴν φροντίδα, ὅπως οὕτως εὔθυμος γενόμενος, χρηστὰς καὶ ἐπιχαρεῖς ἕξεις τὰς ἐλπίδας. Θʹ. Ταῦτά σοι οὕτως παραινεῖν οἶδε τὰ χρήσιμα ὁ τῆς ἡσυχίας τρόπος. Φέρε δὴ καὶ τῶν ἑξῆς ἐπιφερομένων ἐν αὐτῇ πραγμάτων παραθήσομαί σοι τὸν νοῦν· σὺ δέ μοι ἄκουε, καὶ ποίει ἃ ἐντέλλομαί σοι. Καθεζόμενος ἐν τῷ κελλίῳ σου. συνάγαγέ σου τὸν νοῦν· μνήσθητι ἡμέρας θανάτου· ἴδε τότε τοῦ σώματος τὴν νέκρωσιν· ἐννόει τὴν συμφοράν· λάβε τὸν πόνον· κατάγνωθι τῆς ἐν τῷ κόσμῳ τούτῳ ματαιότητος· ἐπιμέλησαι τῆς τε ἐπιεικείας καὶ τῆς σπουδῆς, ἵνα δυνηθῇς διαπαντὸς μένειν τῇ αὐτῇ προθέσει τῆς ἡσυχίας. καὶ μὴς ἀσθενήσας. Μνήσθητι δὲ καὶ τῆς ἐν τῷ ᾅδῃ νυνὶ καταστάσεως· λογίζου τὸ πῶς ἄρα εἰσὶν ἐκεῖ αἱ ψυχαὶ, ἐν ποίᾳ πικροτάτῃ σιωπῇ, ἢ ἐν ποίῳ δεινοτάτῳ στεναγμῷ, ἡλίκῳ φόβῳ ἢ ἀγωνίᾳ, ἢ τίνι προσδοκίᾳ· τὴν ἄπαυστον ὀδύνην, τὸ ψυχικὸν καὶ ἀπέραντον δάκρυον. Ἀλλὰ καὶ ἡμέρας ἀναστάσεως καὶ παραστάσεως μνήσθητι τῆς πρὸς τὸν Θεόν· φαντάζου τὸ φοβερὸν καὶ φρικῶδες ἐκεῖνο κρῖμα· ἄγε εἰς μέσον τὰ ἀποκείμενα τοῖς ἁμαρτάνουσιν, αἰσχύνην τὴν κατενώπιον Θεοῦ καὶ Χριστοῦ αὐτοῦ, ἀγγέλων, ἀρχαγγέλων, ἐξουσιῶν, καὶ πάντων ἀνθρώπων· τά τε κολαστήρια πάντα, τὸ πῦρ αἰώνιον, τὸν σκώληκα τὸν ἀτελεύτητον, τὸν τάρταρον, τὸ σκότος, τὸν ἐπὶ πᾶσι τούτοις τῶν ὀδόντων βρυγμὸν, τοὺς φόβους καὶ τὰς βασάνους. Ἄγε δὴ καὶ τὰ τοῖς δικαίοις ἀποκείμενα ἀγαθὰ, παῤῥησίαν τὴν μετὰ Θεοῦ Πατρὸς καὶ Χριστοῦ αὐτοῦ, ἀγγέλων, ἀρχαγγέλων, ἐξουσιῶν, καὶ παντὸς τοῦ δήμου, βασιλείαν καὶ τὰ ταύτης δωρήματα, τὴν χαρὰν καὶ τὴν ἀπόλαυσιν· ἑκατέρων τούτων τὴν μνήμην ἄγε σεαυτῷ· καὶ ἐπὶ μὲν τῇ τῶν ἁμαρτωλῶν κρίσει στέναζε, δάκρυε, πένθους ἔνδυσαι τὴν ἰδέαν, φοβούμενος μὴ καὶ σὺ αὐτὸς ἐν τούτοις γένῃ· ἐπὶ δὲ τοῖς δικαίοις ἀποκειμένοις ἀγαθοῖς χαῖρε καὶ ἀγαλλία καὶ εὐφραίνου· καὶ τούτων μὲν σπούδασον ἀπολαῦσαι, ἐκείνων δὲ ἀλλοτριοῦσθαι· ὅρα μὴ ἐπιλάθῃ τούτων ποτὲ, κἂν ἔνδον ἐν τῷ κελλίῳ σου τυγχάνῃς, κἂν ἔξω που, τῆς ἐκ τούτων μνήμης μὴ παραῤῥίψῃς σου τὸ φρόνημα· ὅπως κἂν διὰ τούτων τοὺς ῥυπαροὺς καὶ βλαβεροὺς ἐκφεύξῃ λογισμούς. Ιʹ. Νηστεία σοι ἔστω ὅση δύναμις κατενώπιον Κυρίου. Αὕτη σου τὰς ἀνομίας καὶ τὰς ἀμαρτίας περικαθαριεῖ, σεμνύνει τὴν ψυχὴν, ἀγιάζει τὸ φρόνημα, δαίμονας ἀπελαύνει, Θεὸν ἐγγὺς εἶναι παρασκευάζει. Ἅπαξ δὲ τῆς ἡμέρας φαγὼν, εἰς δεύτερον μὴ ἐπιποθήσῃς, ἵνα μὴ πολυδάπανος γένῃ, καὶ ἐκθορυβήσῃ σου τὸ φρόνημα. Ἔνθεν εὐπορῆσαι δυνήσῃ ἐπὶ τὰ τῆς εὐποιίας ἔργα, καὶ αὐτοῦ δὲ τοῦ σώματος νεκρῶσαι τὰ πάθη. Ἐὰν δὲ ἀπάντησις ἀδελφῶν γένηται, καὶ ἔστι χρεία, ὥστε καὶ δεύτερόν σε καὶ τρίτον φαγεῖν, μὴ στυγνάσῃς μηδὲ κατηφήσῃς· χαῖρε δὲ μᾶλλον, ὑπήκοος τῆς χρείας γινόμενος· καὶ τὸ δεύτερον ἢ τρίτον φαγὼν, εὐχαρίστει τῷ Θεῷ, ὅτι νόμον ἀγάπης πε 40.1264 πλήρωκας, καὶ ὡς ὅτι δήπερ αὐτὸν τὸν Θεὸν ἕξεις τῆς ἡμετέρας ζωῆς οἰκονόμον. Ἔστι δ' ὅτε καὶ ἀῤῥωστία σώματος συμβαίνει, καὶ δέῃ, ὥστε καὶ δεύτερον καὶ τρίτον καὶ πολλάκις φαγεῖν, οὕτω ἔστω σοι λελυμένος ὁ λογισμός. Οὐδὲ γὰρ τοὺς σωματικοὺς τῆς πολιτείας πόνους, καὶ ἐν ταῖς ἀῤῥωστίαις ἐπικρατεῖν χρή· ἀλλ' ὑπενδιδόναι τισὶν, ἵνα τάχιον ἐπὶ τὴν εὐρωστίαν ἐπανελθὼν, πάλιν τοῖς αὐτοῖς τῆς πολιτείας ἐγγυμνάζηται πόνοις. Περὶ δὲ ἀποχῆς βρωμάτων, οὐκ ἐκώλυσέ τι μὴ φαγεῖν ὁ θεῖος λόγος, ἀλλ' εἶπεν· «Ἰδοὺ δέδωκα ὑμῖν πάντα ὡς λάχανα χόρτου.
Ἐσθίετε μηδὲν ἀνακρίνοντες·» καὶ, «Οὐ τὰ εἰσερχόμενα εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον.» Τὸ οὖν ἀπέχεσθαι βρωμάτων, τοῦτο τῆς ἡμετέρας προαιρέσεως ἂν εἴη καὶ ψυχῆς πόνος. ΙΑʹ. Τὴν χαμευνίαν καὶ τὴν ἀγρυπνίαν καὶ τὰς ἄλλας πάσας κακοπαθείας ἡδέως φέρε, ἀποβλέπων εἰς τὴν μέλλουσαν ἀποκαλυφθῆναί σοι δόξαν σὺν πᾶσι τοῖς ἁγίοις. «Οὐ» γὰρ «ἄξια τὰ παθήματα,» φησὶ, «τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.» Ἐὰν ἀθυμῇς, προσεύχου, καθὰ γέγραπται· προσεύχου δὲ ἐμφόβως, ἐντρόμως, ἐμπόνως, νηφαλίως τε καὶ ἐγρηγορότως. Οὕτω προσεύχεσθαι δεῖ, μάλιστα διὰ τοὺς κακοτρόπους καὶ κακοσχόλους, ἐπηρεάζειν ἡμᾶς θέλοντας ἐν τούτῳ τοὺς ἀοράτους ἡμῶν ἐχθρούς. Ὁπηνίκα οὗτοι ἴδωσιν ἡμᾶς προσευχῇ παρισταμένους, τότε δὴ καὶ αὐτοὶ σπουδαίως ἐφίστανται ἡμῖν, ἐκεῖνα ἡμῖν τῷ νῷ ὑποβάλλοντες, ἃ μὴ δεῖ ἐν καιρῷ τοῦ προσεύχεσθαι ἐνθυμεῖσθαι ἢ ἐννοεῖν, ἵνα αἰχμάλωτον ἡμῶν τὸν νοῦν ἀπαγάγωσι, καὶ ἀργὴν καὶ μάταιον καὶ ἀνωφελῆ τὴν ἀπὸ τῆς προσευχῆς δέησίν τε καὶ ἱκετηρίαν ποιήσωσι. Μάταιος γὰρ ὄντως καὶ ἀνωφελὴς ἡ προσευχὴ καὶ ἡ δέησις καὶ ἡ ἱκετηρία τυγχάνει, ὅταν μὴ, ὡς προείρηται, ἐν φόβῳ καὶ ἐν τρόμῳ νηφαλίως τε καὶ ἐγρηγορότως διατελῆται. Εἶτα ἀνθρώπῳ μὲν βασιλεῖ προσερχόμενός τις, μετὰ φόβου καὶ τρόμου καὶ νήψεως, οὕτως τὴν δέησιν ἀποτελεῖ· οὐ πολλῷ μᾶλλον Θεῷ τῷ Δεσπότῃ τῶν ὅλων, καὶ Χριστῷ Βασιλεῖ τῶν βασιλευόντων καὶ Ἄρχοντι τῶν ἀρχόντων ὁμοίως παρίστασθαι δεῖ, καὶ ὡσαύτως τὴν δέησιν καὶ ἱκετηρίαν ποιεῖσθαι; Ὅτι τῷ Θεῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Scholia in Ecclesiasten (fragmenta e catenis) ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΕΚΚΛΗΣΙΑΣΤΗΝ Ἐκκλησία ἐστὶν ψυχῶν καθαρῶν γνῶσις ἀληθὴς αἰώνων καὶ κόσμων καὶ τῆς ἐν αὐτοῖς κρίσεως καὶ προνοίας. Ἐκκλησιαστὴς δέ ἐστιν ὁ ταύτης τῆς γνώσεως γεννήτωρ Χριστός· ἢ Ἐκκλησιαστής ἐστιν ὁ διὰ τῶν ἠθικῶν θεωρημάτων καθαίρων ψυχὰς καὶ προσάγων αὐτὰς τῇ φυσικῇ θεωρίᾳ. 2 1, 2 ματαιότης ματαιοτήτων, εἶπεν ὁ Ἐκκλησιαστής, ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης Πρὸς τοὺς εἰσελθόντας εἰς τὴν νοητὴν ἐκκλησίαν καὶ θαυμάζοντας τὴν θεωρίαν τῶν γεγονότων, ὁ λόγος φησί· μὴ νομίσητε τοῦτο εἶναι τὸ ἔσχατον τέλος, ὦ οὗτοι, τὸ ταῖς ἐπαγγελίαις ὑμῖν ἐναποκείμενον· ταῦτα γὰρ πάντα ματαιότης ἐστὶ ματαιοτήτων ἐνώπιον τῆς γνώσεως αὐτοῦ τοῦ θεοῦ. Ὥσπερ γὰρ μάταια μετὰ τὴν τελείαν ὑγείαν τὰ φάρμακα, οὕτω μετὰ τὴν γνῶσιν τῆς ἁγίας τριάδος μάταιοι τῶν αἰώνων καὶ κόσμων οἱ λόγοι. 3 1, 11. οὐκ ἔστιν μνήμη τοῖς πρώτοις Εἰ οὐκ ἔστι μνήμη τοῖς πρώτοις, πῶς ὁ Δαυίδ φησιν· «ἐμνήσθην ἡμερῶν ἀρχαίων» καὶ «ἔτη αἰώνια ἐμνήσθην»; ἢ τὸ τηνικαῦτα λήθη τούτων πάντων γενήσεται, ὁπηνίκα ἂν ἡ λογικὴ φύσις ὑποδέξηται τὴν ἁγίαν τριάδα· τότε γὰρ ὁ θεὸς ἔσται τὰ πάντα ἐν πᾶσιν. Εἰ γὰρ τὰ νοήματα τῶν πραγμάτων ἐν τῇ διανοίᾳ γινόμενα εἰς ἀνάμνησιν ἄγει τῶν πραγμάτων τὸν νοῦν, πάντων δὲ τῶν νοημάτων χωρίζεται νοῦς θεὸν θεασάμενος, πάντων ἄρα τῶν γεγονότων ἐπιλανθάνεται νοῦς ὑποδεξάμενος τὴν ἁγίαν τριάδα. 4 1, 13.4–6 ὅτι περισπασμὸν πονηρὸν ἔδωκεν ὁ θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων τοῦ περισπᾶσθαι ἐν αὐτῷ Πονηρὸν τὸ ἐπίπονον λέγει, οὐ τὸ τῷ ἀγαθῷ ἀντικείμενον· ἐκεῖνο γὰρ οὐδενὶ δίδωσιν ὁ θεός· οὐ γάρ ἐστιν αἴτιος κακῶν, πηγὴ ἀγαθωσύνης ὑπάρχων, πλὴν εἰ μὴ λέγεται διδόναι ὡς συγχωρῶν κατὰ τὸν τῆς ἐγκαταλείψεως λόγον. 5 1, 15 διεστραμμένον οὐ δυνήσεται τοῦ ἐπικοσμηθῆναι καὶ ὑστέρημα οὐ δυνήσεται τοῦ ἀριθμηθῆναι Διεστραμμένον τὸν νοῦν τὸν ἀκάθαρτον λέγει· «διεστραμμένη γάρ, φησί, καρδία τεκταίνεται κακά.» Κόσ μον δὲ τὴν σοφίαν ἐν ταῖς Παροιμίαις ὠνόμασεν, ἔνθα λέγει· «κόσμος νεανίαις σοφία»· «εἰς κακότεχνον οὖν ψυχὴν οὐκ εἰσελεύσεται σοφία.» Οὐκ εἶπε δέ· οὐ δυνήσεται τοῦ κοσμηθῆναι, ἀλλ'· οὐ δυνήσεται τοῦ ἐπικοσμηθῆναι· κοσμεῖ μὲν γάρ τινα βίος ὀρθός, ἐπικοσμεῖ δὲ σοφία θεοῦ. Διεστραμμένος τοιγαροῦν νοῦς κοσμηθῆναι μὲν δύναται· ἐπικοσμηθῆναι δὲ οὐ δύναται, ἐὰν μὴ διὰ τῶν ἀρετῶν ἐκκαθάρῃ ἑαυτὸν καὶ ποιήσῃ σκεῦος χρήσιμον τῷ δεσπότῃ. 6 Ὁ τοῦ θεοῦ ἀριθμὸς ὃν ἀριθμεῖ τοὺς ἁγίους πνευματι κήν τινα καὶ ὡρισμένην τάξιν δηλοῖ· «ἀριθμῶν γάρ, φησί, πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν.» Τούτῳ τῷ ἀριθμῷ καὶ Μωσεῖ προστάσσει ὁ κύριος ἀριθμῆσαι τοὺς υἱοὺς Ἰσραήλ· ὁ δὲ Δαυὶδ περὶ τῶν ἑρπόντων ἀνθρώπων καὶ ταῖς ἡδοναῖς δουλευόντων, τί φησιν; «ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός»· καὶ ἐν ταῖς Παροιμίαις Σολομὼν περὶ τῆς κακίας λέγει· «πολλοὺς γὰρ τρώσασα καταβέβληκε καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκε.» Τὸ οὖν ἐνταῦθα λεγόμενον ὑστέρημα καὶ οἱ πεφονευμένοι καὶ τὰ ἑρπετὰ τῆς αὐτῆς εἰσι καταστάσεως, τῆς μὴ ἁρμοζούσης τῷ πνευματικῷ ἀριθμῷ. Εἰ δὲ λέγει ὁ Δαυὶδ καὶ τῆς συνέσεως τοῦ θεοῦ μὴ εἶναι ἀριθμόν, οὐχ ὡς ἀναξίας αὐτῆς οὔσης τοῦ ἀριθμοῦ τοῦτο γράφει, ἀλλ' ὡς μὴ πεφυκυίας αὐτῆς διὰ τὸ ἀκατάληπτον ὑποβάλλεσθαι ἀριθμῷ. Ὥσπερ γὰρ τὸ ἀόρατον διχῶς λέγεται, καὶ τὸ μὴ πεφυκὸς ὁρᾶσθαι, ὡς θεός, καὶ τὸ πεφυκὸς μὲν ὁρᾶσθαι, οὐ μὴν δὲ ὁρώμενον, ὡς ἐν τῷ βυθῷ σίδηρος διὰ τὸ καλύπτεσθαι ὑπὸ τοῦ ὕδατος, οὕτω καὶ τὸ ἀναρίθμητον διχῶς λέγεται, καὶ τὸ μὴ πεφυκὸς ἀριθμεῖσθαι καὶ τὸ μὴ ἀριθμούμενον δι' αἰτίαν τινά.
2, 6 ἐποίησά μοι κολυμβήθρας ὑδάτων τοῦ ποτίσαι ἀπ' αὐτῶν δρυμὸν βλαστῶντα ξύλα Ὑπερβατῶς εἴρηται· ἔστι δὲ αὐτοῦ ἡ ἐπ' εὐθεῖαν ἀνάγνωσις ἥδε· τοῦ ποτίσαι ἀπ' αὐτῶν τὰ ξύλα δρυμοῦ βλαστῶντα. 8 2, 10.1–4 καὶ πᾶν ὃ ᾔτησαν οἱ ὀφθαλμοί μου, οὐκ ὑφεῖλον ἀπ' αὐτῶν· οὐκ ἀπεκώλυσα τὴν καρδίαν μου ἀπὸ πάσης εὐφροσύνης Οὐ λόγῳ αἰτεῖ γνῶσιν ψυχή, ἀλλὰ τῇ καθαρότητι· «οὐ γὰρ πᾶς ὁ λέγων μοι· κύριε, κύριε, εἰσελεύσεται, φησίν, εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου»· κατὰ ἀναλογίαν γὰρ τῆς καταστάσεως καὶ τὴν γνῶσιν δεχόμεθα, εἴγε ᾧ μέτρῳ μετροῦμεν καὶ ἀντιμετρηθήσεται ἡμῖν· αἴτησις τοίνυν ἐστὶ νοητὴ ἀπάθεια ψυχῆς λογικῆς ἁγίαν γνῶσιν ἐπισπωμένη. Οὕτως οὖν οὐδὲν ὑφαιρεῖ ἀπὸ τῶν ὀφθαλμῶν ὁ πάσης τῆς γνώσεως παρέχων ἑαυτὸν δεκτικόν· πᾶσαν δὲ λέγω γνῶσιν, τὴν πεφυκυῖαν ἐπισυμβαίνειν ψυχῇ συνδεδεμένῃ αἵματι καὶ σαρκί. 9 Ὁ μηδὲν ἁμαρτάνων οὐκ ἀποκωλύει τὴν καρδίαν αὐτοῦ ἀπὸ πάσης πνευματικῆς εὐφροσύνης. 10 2, 11.4 καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος Πνεῦμα τὴν ψυχὴν ὀνομάζει· ἡ γὰρ προαίρεσίς ἐστι ποιὰ νοῦ κίνησις. Καὶ ὁ Δαυίδ· «εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου»· καὶ ὁ Στέφανος· «κύριε Ἰησοῦ, φησί, δέξαι τὸ πνεῦμά μου»· καὶ ἐν ταῖς Βασιλείαις· «οὐκ ἐλύπησε, φησίν, ὁ Δαυὶδ τὸ πνεῦμα Ἀμνὼν τοῦ υἱοῦ αὐτοῦ.» 11 2, 14. τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐν κεφαλῇ αὐτοῦ Εἰ «παντὸς ἀνδρὸς κεφαλὴ ὁ Χριστός», ἀνὴρ δὲ καὶ ὁ σοφός, κεφαλὴ τοῦ σοφοῦ ὁ Χριστός· ἀλλ' ὁ Χριστὸς ἡμῶν σοφία ἐστίν–»ἐγεννήθη γὰρ ἡμῖν σοφία ἀπὸ θεοῦ»–, ἡ κεφαλὴ ἄρα τοῦ σοφοῦ ἡ σοφία ἐστίν, ἐν ᾗ τοὺς ὀφθαλμοὺς ἔχει τῆς διανοίας ὁ σοφὸς θεωρῶν ἐν αὐτῇ τοὺς λόγους τῶν γεγονότων. 12 2, 22 ὅτι γίνεται τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ καὶ ἐν προαιρέσει καρδίας αὐτοῦ, ᾧ αὐτὸς μοχθεῖ ὑπὸ τὸν ἥλιον Ἐντεῦθεν δείκνυται ὅτι ἡ προαίρεσις τοῦ πνεύματος προαίρεσις καρδίας ἐστίν. 13 2, 25 ὅτι τίς φάγεται καὶ τίς πίεται πάρεξ αὐτοῦ; Τίς γὰρ χωρὶς Χριστοῦ δυνήσεται φαγεῖν τὰς σάρκας αὐτοῦ ἢ πιεῖν τὸ αἷμα αὐτοῦ, ἅπερ ἀρετῶν σύμβολά ἐστι καὶ γνώσεως; 14 2, 26.4–7 καὶ τῷ ἁμαρτάνοντι ἔδωκεν περισπασμὸν τοῦ προσθεῖναι καὶ τοῦ συναγαγεῖν τοῦ δοῦναι τῷ ἀγαθῷ πρὸ προσώπου τοῦ θεοῦ· ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος Τοῦτο ὅμοιόν ἐστι τῇ παροιμίᾳ τῇ λεγούσῃ· «ὁ πληθύνων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκων καὶ πλεονασμῶν τῷ ἐλεῶντι πτωχοὺς συνάγει αὐτὸν» καὶ «σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος καὶ οὐκ οἶδεν ὅτι ἐλεήμων κρατήσει αὐτοῦ»· διόπερ ἀρκεσθῶμεν τοῖς ἐκεῖσε κειμένοις σχολίοις. Πλὴν τοῦτο ἰστέον, ὅτι ματαιότητα τὴν συναγωγὴν τῶν ἁμαρτιῶν ἀπεφήνατο, οὐ τὸ τυχεῖν αὐτὸν παρὰ θεοῦ ἀγαθοῦ διδασκάλου. 15 3, 10 εἶδον σὺν τὸν περισπασμὸν ὃν ἔδωκεν ὁ θεὸς τοῖς υἱοῖς τοῦ ἀνθρώπου τοῦ περισπᾶσθαι ἐν αὐτῷ. 3, 11 σύμπαντα ἃ ἐποίησεν καλὰ ἐν καιρῷ αὐτοῦ, καί γε σὺν τὸν αἰῶνα ἔδωκεν ἐν καρδίᾳ αὐτῶν, ὅπως μὴ εὕρῃ ὁ ἄνθρωπος τὸ ποίημα ὃ ἐποίησεν ὁ θεὸς ἀπ' ἀρχῆς καὶ μέχρι τέλους. 3, 12 ἔγνων ὅτι οὐκ ἔστιν ἀγαθὸν ἐν αὐτοῖς, εἰ μὴ τοῦ εὐφρανθῆναι καὶ τοῦ ποιεῖν ἀγαθὸν ἐν ζωῇ αὐτοῦ· 3, 13 καί γε πᾶς ἄνθρωπος ὃς φάγεται καὶ πίεται καὶ ἴδῃ ἀγαθὸν ἐν παντὶ μόχθῳ αὐτοῦ, τοῦτο δόμα θεοῦ ἐστιν Εἶδον, φησί, τὰ αἰσθητὰ πράγματα περισπῶντα τὴν διάνοιαν τοῦ ἀνθρώπου, ἅπερ ἔδωκεν ὁ θεὸς πρὸ τῆς καθάρσεως τοῖς ἀνθρώποις ἵν' ἐν αὐτοῖς περισπῶνται. Πρόσκαιρον δὲ αὐτῶν τὴν καλλονὴν λέγει καὶ οὐκ ἀΐδιον· μετὰ γὰρ τὴν κάθαρσιν οὐκ ἔτι ὡς περισπῶντα τὸν νοῦν αὐτοῦ μόνον ὁ καθαρὸς τὰ αἰσθητὰ πράγματα καθορᾷ, ἀλλ' ὡς ἐγκείμενα αὐτῷ πρὸς τὴν πνευματικὴν θεωρίαν. Ἄλλως γὰρ τυποῦται ὁ νοῦς τοῖς αἰσθητοῖς διὰ τῶν αἰσθήσεων ἐπιβάλλων αἰσθητῶς, καὶ ἄλλως διατίθεται τοὺς λόγους τοὺς ἐναποκειμένους τοῖς αἰσθητοῖς θεωρῶν· ἀλλ' αὕτη μὲν ἡ γνῶσις καθαροῖς μόνον ἐπισυμβαίνει, ἡ δὲ διὰ τῶν αἰσθήσεων κατανόησις τῶν πραγμάτων καὶ καθαροῖς καὶ ἀκαθάρτοις. Διὸ καὶ περισπασμὸν
πρόσκαιρον εἶπεν αὐτὴν παρὰ θεοῦ δεδομένην· προνοούμενος γὰρ ὁ θεὸς τῆς ἐμπαθοῦς ψυχῆς ἔδωκεν αὐτῇ αἰσθήσεις καὶ πράγματα αἰσθητά, ὅπως ἐν αὐτοῖς περισπωμένη καὶ νοηματιζομένη ἐκφεύγῃ τοὺς μέλλοντας αὐτῇ παρὰ τῶν ἀντικειμένων ἐμβάλλεσθαι λογισμούς. Ἔδωκε δὲ αὐτοῖς, φησί, καὶ τὸν αἰῶνα, τουτέστι τοὺς λόγους τοῦ αἰῶνος· αὕτη γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἣν ἐντὸς ἔχειν ἡμᾶς εἶπεν ὁ κύριος, ἥτις καλυπτομένη ὑπὸ τῶν παθῶν οὐχ εὑρίσκεται τοῖς ἀνθρώποις. Ἔγνων οὖν, φησίν, ὅτι οὐκ ἔστι τὰ πράγματα ἀγαθά, ἀλλ' οἱ λόγοι τῶν πραγμάτων, ἐφ' οἷς καὶ εὐφραίνεσθαι πέφυκεν ἡ φύσις ἡ λογικὴ καὶ ἐργάζεσθαι τὸ ἀγαθόν· οὐδὲν γὰρ οὕτω τρέφει καὶ ποτίζει τὸν νοῦν ὡς ἀρετὴ καὶ γνῶσις θεοῦ. 16 Τὸ ἀγαθὸν ποιοῦμεν διὰ τῆς εὐκαίρου χρήσεως τῶν ὑπὸ τοῦ θεοῦ δεδομένων ἡμῖν· οὕτω γὰρ καὶ πάντα καλὰ ἔσται ἐν καιρῷ αὐτοῦ καὶ «ἰδοὺ πάντα καλὰ λίαν». 17 3, 14 ἔγνων ὅτι πάντα ὅσα ἐποίησεν ὁ θεός, αὐτὰ ἔσται εἰς τὸν αἰῶνα· ἐπ' αὐτῶν οὐκ ἔστιν προσθεῖναι, καὶ ἀπ' αὐτῶν οὐκ ἔστιν ἀφελεῖν, καὶ ὁ θεὸς ἐποίησεν, ἵνα φοβηθῶσιν ἀπὸ προσώπου αὐτοῦ Εἰ «πάντα ὅσα ἐποίησεν ὁ θεὸς ἔσται εἰς τὸν αἰῶνα», τὴν δὲ κακίαν ὁ θεὸς οὐκ ἐποίησεν, οὐκ ἔσται ἄρα εἰς τὸν αἰῶνα ἡ κακία. 18 Ἀπὸ τῆς πολυποικίλου σοφίας οὐκ ἔστιν ἀφελεῖν καὶ ταύτῃ οὐκ ἔστι προσθεῖναι. Ἐποίησε δέ, φησίν, αὐτὴν ὁ θεὸς ἵνα οἱ ἄνθρωποι ἐφιέμενοι τῆς γνώσεως παύσωνται τῆς κακίας· «τῷ γὰρ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ.» 19 3, 15 τὸ γενόμενον ἤδη ἐστίν, καὶ ὅσα τοῦ γίνεσθαι, ἤδη γέγονεν, καὶ ὁ θεὸς ζητήσει τὸν διωκόμενον Εἰ «μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν», ἡ δὲ βασιλεία τῶν οὐρανῶν οἱ λόγοι τῶν γεγονότων καὶ γενησομένων αἰώνων εἰσί, μακάριοι ἄρα οἱ δεδιωγμένοι, ὅτι αὐτοὶ γνώσονται τὴν θεωρίαν τῶν γεγονότων. Τοῦτον γὰρ λέγεται ζητεῖν ὁ θεὸς ὃν φωτίζει τῇ γνώσει καὶ τοῦτον μὴ ζητεῖν ὃν μὴ φωτίζει τῇ γνώσει· «ἐπλανήθην, φησὶν ὁ Δαυίδ, ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην»· καὶ γὰρ αὐτὸς ἦν διωκόμενος· «πολλοί, φησίν, οἱ ἐκδιώκοντές με καὶ θλίβοντές με· ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα.» 20 3, 18 ἐκεῖ εἶπα ἐγὼ ἐν καρδίᾳ μου περὶ λαλιᾶς υἱῶν τοῦ ἀνθρώπου ὅτι διακρινεῖ αὐτοὺς ὁ θεός, καὶ τοῦτο δεῖξαι ὅτι αὐτοὶ κτήνη εἰσίν Λαλιὰν νῦν τοῦ ἀνθρώπου τὸν βίον αὐτοῦ ὠνόμασεν, εἴγε περὶ παντὸς ἀργοῦ λόγου δώσομεν εὐθύνας ἐν ἡμέρᾳ κρίσεως, ἐν ᾗ καὶ οἱ καθαροὶ καὶ οἱ ἀκάθαρτοι φανεροῦνται. 21 3, 19 καί γε αὐτοῖς συνάντημα υἱῶν τοῦ ἀνθρώπου καὶ συνάντημα τοῦ κτήνους, συνάντημα ἓν αὐτοῖς· ὡς ὁ θάνατος τούτου, οὕτως ὁ θάνατος τούτου, καὶ πνεῦμα ἓν τοῖς πᾶσιν· καὶ τί ἐπερίσσευσεν ὁ ἄνθρωπος παρὰ τὸ κτῆνος; οὐδέν, ὅτι τὰ πάντα ματαιότης. 3, 20 τὰ πάντα πορεύεται εἰς τόπον ἕνα· τὰ πάντα ἐγένετο ἀπὸ τοῦ χοός, καὶ τὰ πάντα ἐπιστρέφει εἰς τὸν χοῦν· 3, 21 καὶ τίς οἶδεν τὸ πνεῦμα υἱῶν τοῦ ἀνθρώπου εἰ ἀναβαίνει αὐτὸ εἰς ἄνω, καὶ πνεῦμα τοῦ κτήνους εἰ καταβαίνει αὐτὸ κάτω εἰς τὴν γῆν; 3, 22 καὶ εἶδον ὅτι οὐκ ἔστιν ἀγαθὸν εἰ μὴ ὃ εὐφρανθήσεται ἄνθρωπος ἐν ποιήμασιν αὐτοῦ, ὅτι αὐτὸ μερὶς αὐτοῦ· ὅτι τίς ἄξει αὐτὸν τοῦ ἰδεῖν ἐν ᾧ ἐὰν γένηται μετ' αὐτόν; Συνάντημα λέγει τὰ κοινῶς συμβαίνοντα πᾶσιν ἀνθρώποις καὶ δικαίοις καὶ ἀδίκοις ἐν τῷ κόσμῳ τούτῳ, οἷον ζωήν, θάνατον, νόσον, ὑγείαν, πλοῦτον, πενίαν, ἀποβολὰς μελῶν, γυναικῶν, τέκνων, ὑπαρχόντων, ἀφ' ὧν οὐκ ἔστι διαγνῶναι πρὸ τῆς κρίσεως τὸν δίκαιον καὶ τὸν ἀσεβῆ. Κοινὸν δὲ λέγει αὐτῶν καὶ τὸ ἀπὸ τοῦ χοὸς εἶναι καὶ τὸ ἐπιστρέφειν πάλιν ἐπὶ τὸν χοῦν καὶ τὸ μίαν αὐτοὺς ἔχειν ψυχὴν οὐ τῷ ἀριθμῷ, ἀλλὰ τῇ φύσει· «πνεῦμα γάρ, φησίν, ἓν τοῖς πᾶσι.» Κτῆνος δὲ νῦν εἶπε τὸν ἄνθρωπον τὸν γενόμενον ἐν τιμῇ καὶ μὴ συνιέντα, ἀλλὰ διὰ τῶν ἀλόγων ἡδονῶν συμπαραβληθέντα τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὁμοιωθέντα αὐτοῖς. Ἀλλ' οὐδὲ δι' ὧν ἐνεργοῦσιν οἱ δίκαιοι καὶ οἱ ἄδικοι γνώριμοι σαφῶς ἔσονται πρὸ τῆς κρίσεως, πολλῶν ἀδίκων
μεταβάντων ἐπὶ δικαιοσύνην καὶ ὑψωθέντων καὶ πολλῶν δικαίων τῆς ἀρετῆς ἐκπεσόντων καὶ ταπεινωθέντων. Τί οὖν τὸ περισσὸν εὗρον ἐν τούτοις; νῦν, οὐδέν, φησίν. Πάντα γὰρ ματαιότης πλὴν τῆς πνευματικῆς εὐφροσύνης, ἥτις ἐπὶ τοῖς ποιήμασι καὶ ταῖς ἀρεταῖς τοῦ ἀνθρώπου πέφυκεν γίνεσθαι· ταύτης γὰρ τῆς εὐφροσύνης ὁ ἐκπεσὼν οὐκ ἐπανήξει πάλιν ἐνταῦθα ποιήσων τὰ συντελοῦντα πρὸς κτῆσιν αὐτῆς. 22 Ὅτι καὶ ἡ ἄλογος ψυχὴ λέγεται πνεῦμα. 23 4, 1 καὶ ἐπέστρεψα ἐγὼ καὶ εἶδον σὺν πάσας τὰς συκοφαντίας τὰς γενομένας ὑπὸ τὸν ἥλιον· καὶ ἰδοὺ δάκρυον τῶν συκοφαντουμένων, καὶ οὐκ ἔστιν αὐτοῖς παρακαλῶν, καὶ ἀπὸ χειρὸς συκοφαντούντων αὐτοὺς ἰσχύς, καὶ οὐκ ἔστιν αὐτοῖς ὁ παρακαλῶν Συκοφαντίας λέγει τοὺς ἀντικειμένους ἡμῖν· «ἔκδεξαι γάρ, φησί, τὸν δοῦλόν σου εἰς ἀγαθόν· μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι»· καὶ πάλιν περὶ τοῦ σωτῆρος Χριστοῦ φησι· «καὶ ταπεινώσει συκοφάντην καὶ συμπαραμενεῖ τῷ ἡλίῳ.» Οἱ δὲ συκοφαντούμενοι πρὸ τοῦ Χριστοῦ ἦσαν οἱ ἄνθρωποι οἷς οὐχ ὑπῆρχεν ὁ παρακαλῶν, ὁποῖος ἦν ὁ λέγων ταῦτα· «παρακαλῶ ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν κυρίῳ ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε, μετὰ πάσης ταπεινοφροσύνης καὶ πραότητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ.» 24 4, 2 καὶ ἐπῄνεσα ἐγὼ σὺν τοὺς τεθνηκότας, τοὺς ἤδη ἀποθανόντας, ὑπὲρ τοὺς ζῶντας, ὅσοι αὐτοὶ ζῶσιν ἕως τοῦ νῦν· 4, 3 καὶ ἀγαθὸς ὑπὲρ τοὺς δύο τούτους ὅστις οὔπω ἐγένετο, ὃς οὐκ εἶδεν σὺν τὸ ποίημα τὸ πονηρὸν τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον Καὶ ἐπῄνεσα τοὺς ἤδη συναποθανόντας τῷ Χριστῷ καὶ ῥυσθέντας ἀπὸ τῶν συκοφαντούντων αὐτοὺς ὑπὲρ τοὺς ζῶντας ἐν κακίᾳ καὶ ἐπιμένοντας αὐτῇ μέχρι τοῦ νῦν. Ἀγαθὸς δὲ ὁ μήτε προσδεηθεὶς τοιούτου θανάτου χωρίζοντος αὐτὸν ἀπὸ κακίας μήτε ἐν κακίᾳ γενόμενος, ὃς οὐκ ἔγνω τὸν πονηρὸν κόπον τὸν ποιούμενον πρὸς τῶν συκοφαντούντων τοὺς ὑπὸ τὸν ἥλιον. 25 4, 4 καὶ εἶδον ἐγὼ σὺν πάντα τὸν μόχθον καὶ σὺν πᾶσαν ἀνδρείαν τοῦ ποιήματος ὅτι αὐτὸ ζῆλος ἀνδρὸς ἀπὸ τοῦ ἑταίρου αὐτοῦ· καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος Εἶδον, φησίν, πᾶσαν κακίαν καὶ τὸν ἀνδριζόμενον ἐν αὐτῇ πονηρόν· τοῦτον γὰρ καὶ λέγει ἀνδρεῖον ἐν ἀσεβείαις συκοφαντοῦντα πτωχοὺς καὶ πάλιν ποίημα ὡς «πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων» τοῦ θεοῦ. Εἶδον καὶ πᾶσαν αὐτοῦ τὴν ζηλοτυπίαν ἣν κέκτηται πρὸς τοὺς ἀνθρώπους, ματαίαν οὖσαν καὶ πληροφοροῦσαν τὴν καρδίαν αὐτοῦ· δεῖ γὰρ τὸν θεὸν πάντως γενέσθαι τὰ πάντα ἐν πᾶσι καὶ τοῦ Χριστοῦ πληρωθῆναι τὴν εὐχὴν τὴν λέγουσαν· «δὸς αὐτοῖς ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ὦσιν ἕν, καθὼς κἀγὼ καὶ σὺ ἕν ἐσμεν, πάτερ.» 26 4, 5 ἄφρων περιέλαβεν τὰς χεῖρας αὐτοῦ καὶ ἔφαγεν τὰς σάρκας αὐτοῦ Εἰ αἱ χεῖρες πρακτικῆς ἐργασίας εἰσὶ σύμβολον, πᾶς μὴ ἐργαζόμενος δικαιοσύνην περιλαμβάνει τὰς χεῖρας αὐτοῦ· διόπερ καὶ ὁ τοιοῦτος, φησί, κατεσθίει τὰς σάρκας αὐτοῦ, τῶν ἐκ τῆς σαρκὸς φυομένων κακῶν ἐμπιπλάμενος. 27 4, 6 ἀγαθὸν πλήρωμα δρακὸς ἀναπαύσεως ὑπὲρ πληρώματα δύο δρακῶν μόχθου καὶ προαιρέσεως πνεύματος Ἡ προαίρεσις τοῦ πνεύματος ὡς θέλημα ψυχικὸν ἐμπαθὲς εἶναί μοι δοκεῖ· ὅθεν καὶ προτιμᾶται ἡ ἀγαθὴ δρὰξ τῆς ἀρετῆς τῶν δύο δρακῶν τῆς κακίας καὶ τῆς ἀγνωσίας καὶ τῆς προαιρέσεως τοῦ πνεύματος. Τοιοῦτόν ἐστι καὶ τὸ «κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολὺν» καὶ τὸ «κρεῖσσον ὀλίγη λῆψις μετὰ δικαιοσύνης ἢ πολλὰ γενήματα μετὰ ἀδικίας». Ὅμοιον τούτοις καὶ τὸ «ἐξελεξάμην παραρριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν» καὶ τὸ «κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας δώματος ἢ μετὰ γυναικὸς λοιδόρου ἐν οἰκίᾳ κοινῇ». Ἀκολουθήσει δὲ τούτοις καὶ τὸ «κρεῖσσον ξενισμὸς λαχάνων πρὸς φιλίαν καὶ χάριν ἢ παράθεσις μόσχων μετὰ ἔχθρας», ὡσεὶ ἔλεγέ τις· κρεῖσσον μαθεῖν θεώρημα ἓν πνευματικὸν ἢ πλῆθος
θεωρημάτων τῆς μωρανθείσης σοφίας. 28 4, 8 ἔστιν εἷς καὶ οὐκ ἔστιν δεύτερος, καί γε υἱὸς καί γε ἀδελφὸς οὐκ ἔστιν αὐτῷ· καὶ οὐκ ἔστιν περασμὸς τῷ παντὶ μόχθῳ αὐτοῦ, καί γε ὀφθαλμὸς αὐτοῦ οὐκ ἐμπίπλαται πλούτου. καὶ τίνι ἐγὼ μοχθῶ καὶ στερίσκω τὴν ψυχήν μου ἀπὸ ἀγαθωσύνης; καί γε τοῦτο ματαιότης καὶ περισπασμὸς πονηρός ἐστιν Εἴ τις οὐκ ἔχει ἀδελφόν, οὗτος υἱοθεσίας οὐκ εἴληφε πνεῦμα, καὶ εἴ τις οὐκ ἔστι πατήρ, οὗτός ἐστι πονηρός· «οὐ γὰρ μὴ γένηται, φησίν, ἔγγονα πονηροῖς.» Εἰκότως δὲ ὁ τοιοῦτος οὐδ' ἐμπίπλαται κακίας στερίσκων τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ γνώσεως θεοῦ. Πατέρα δὲ ἐνταῦθα λέγω καὶ ἀδελφὸν κατὰ τὴν ἔννοιαν τῆς γραφῆς· οὐ γὰρ ἀγνοῶ τὰς τεθείσας προτάσεις ὡς οὐκ ἀληθεύουσιν ἐπὶ τῶν αἰσθητῶν ἀδελφῶν καὶ πατέρων τιθέμεναι. Εἰ δέ τις βούλοιτο καὶ τὴν ψιλὴν ἔννοιαν τούτων τῶν ῥητῶν ἐκλαβεῖν, πάνυ καταγνώσεται τῶν ἀτέκνων πλουσίων καὶ σπουδαζόντων ἑαυτοῖς ἐκπορίζειν πλῆθος χρημάτων, μάλιστα εἰ καὶ δυσπρόσιτοι εἶεν τοῖς φίλοις· ἀληθεύει γὰρ πάνυ τὰ ῥήματα ταῦτα κατὰ τῶν ἀνθρώπων λεγόμενα. 29 4, 11 καί γε ἐὰν κοιμηθῶσιν οἱ δύο, καὶ θέρμη αὐτοῖς· καὶ ὁ εἷς πῶς θερμανθῇ; Ἄνευ κυρίου οὐκ ἄν τις γένοιτο τῷ πνεύματι ζέων· «ὁ γὰρ κύριος τὸ πνεῦμά ἐστιν.» 30 4, 12 καὶ ἐὰν ἐπικραταιωθῇ ὁ εἷς, οἱ δύο στήσονται κατέναντι αὐτοῦ, καὶ τὸ σπαρτίον τὸ ἔντριτον οὐ ταχέως ἀπορραγήσεται Ἐγὼ νομίζω τὸν ἐπικραταιούμενον ἕνα τὸν πονηρὸν εἶναι οὗ κατέναντι ἵστανται οἱ δύο, ὅ τε ἄνθρωπος καὶ ὁ ἄγγελος τοῦ θεοῦ, ἵνα τὸν διάβολον νικήσας ὁ ἄνθρωπος καταξιωθῇ γνώσεως θεοῦ καὶ γένηται ἔντριτον σπαρτίον οὐ ταχέως ἀπορρηγνύμενον. Ἔστι δὲ τοῦτο σαφῶς μαθεῖν καὶ παρὰ τοῦ πατριάρχου Ἰακὼβ ὃς τοὺς παῖδας τοῦ Ἰωσὴφ εὐλογῶν φησιν· «ὁ ἄγγελός μου ὁ ῥυόμενός με ἀπὸ πάντων τῶν κακῶν, εὐλογήσαι τὰ παιδία ταῦτα.» Ὅμοιον τούτῳ καὶ τὸ παρὰ τῷ Δαυὶδ κείμενον· «παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς.» 31 Σπαρτίον ἔντριτόν ἐστι νοῦς ἀπαθὴς πνευματικῆς πληρούμενος γνώσεως ἢ νοῦς σοφὸς ἄγγελον θεοῦ παρεπόμενον ἔχων. Εὖ δὲ καὶ τὸ μὴ φάναι αὐτὸν «οὐκ ἀπορραγή σεται», ἀλλ' «οὐ ταχέως ἀπορραγήσεται»· τρεπτὴ γάρ ἐστιν ἡ φύσις ἡ λογική. 32 4, 13 ἀγαθὸς παῖς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα ὃς οὐκ ἔγνω τοῦ προσέχειν ἔτι Παῖς ἐστιν ὁ τὴν ἐκ νεότητος διδασκαλίαν φυλάξας, πρεσβύτερος δὲ ὁ καταλελοιπὼς τὴν διδασκαλίαν τὴν ἐκ νεότητος καὶ τῆς θείας ἐπιλαθόμενος διαθήκης καὶ γεγηρακὼς τῇ κακίᾳ· καὶ ὁ μὲν πρότερός ἐστι τοῦ Χριστοῦ, ὁ δὲ δεύτερος τοῦ πονηροῦ. 33 4, 14 ὅτι ἐξ οἴκου τῶν δεσμίων ἐξελεύσεται βασιλεῦσαι, ὅτι καί γε ἐν βασιλείᾳ αὐτοῦ ἐγεννήθη πένης Οἶκος δεσμίων ἐστὶν ὁ κόσμος ὁ αἰσθητός, ἐν ᾧ «σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται». 34 4, 17 φύλαξον τὸν πόδα σου, ἐν ᾧ ἂν πορεύῃ εἰς τὸν οἶκον τοῦ θεοῦ, καὶ ἐγγὺς τοῦ ἀκούειν· ὑπὲρ δόμα τῶν ἀφρόνων θυσία σου, ὅτι οὐκ εἰσὶν εἰδότες τοῦ ποιῆσαι κακόν «Οὐκ οἴδασι πῶς προσκόπτουσιν», μηδ' αὐτὸ τοῦτο εἰδότες ὅτι παρανομοῦσιν. 35 5, 1 μὴ σπεῦδε ἐπὶ στόματί σου, καὶ καρδία σου μὴ ταχυνέτω τοῦ ἐξενέγκαι λόγον πρὸ προσώπου τοῦ θεοῦ· ὅτι ὁ θεὸς ἐν τῷ οὐρανῷ, καὶ σὺ ἐπὶ τῆς γῆς· ἐπὶ τούτῳ ἔστωσαν οἱ λόγοι σου ὀλίγοι. 5, 2 ὅτι παραγίνεται ἐνύπνιον ἐν πλήθει πειρασμοῦ καὶ φωνὴ ἄφρονος ἐν πλήθει λόγων «Τὸ γὰρ τί προσευξώμεθα καθὸ δεῖ οὐκ οἴδαμεν.» Ἢ τάχα νῦν οὐ τοῦτο βούλεται λέγειν, προστάσσει δὲ μὴ ἀπερισκέπτως θεολογεῖν· οὐ γὰρ δυνατὸν τὸν ἐν αἰσθητοῖς ὄντα καὶ ἀπὸ τούτων λαμβάνοντα τὰ νοήματα περὶ τοῦ ὄντος ἐν τοῖς νοητοῖς θεοῦ καὶ πᾶσαν διαφεύγοντος αἴσθησιν ἀπταίστως διαλεχθῆναι. Διὰ τοῦτό φησι· «καὶ ἔστωσαν οἱ λόγοι σου ὀλίγοι», τουτέστιν ἀληθεῖς καὶ περιεσκεμμένοι· τὸ γὰρ ὀλίγον τοιοῦτόν τι σημαίνειν μοι φαίνεται, ὡς καὶ τὸ «κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον
ἁμαρτωλῶν πολὺν» καὶ «κρεῖσσον ὀλίγη λῆψις μετὰ δικαιοσύνης». Τοῖς γὰρ μὴ τοῦτο φυλαττομένοις φησί· «παραγίνεται ἐνύπνιον ἐν πλήθει πειρασμοῦ καὶ φωνὴ ἄφρονος ἐν πλήθει λόγων», ἐνύπνιον λέγων τὸν καθευδούσαις ταῖς ψυχαῖς ἐφιστάμενον μετὰ πλήθους πειρασμῶν δαίμονα καὶ ἐκταράσσοντα τὴν ψυχήν, περὶ οὗ καὶ Ἰώβ φησι πρὸς τὸν κύριον· «ἐκφοβεῖς με ἐνυπνίοις καὶ ἐν ὁράμασί με καταπλήσσεις»· καὶ Δαυὶδ τοῦτον ἐκκλίνων τὸν ἐχθρὸν παρακαλεῖ τὸν κύριον λέγων· «φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον, μήποτε εἴπῃ ὁ ἐχθρός μου· ἴσχυσα πρὸς αὐτόν»· καὶ ἐν ταῖς Παροιμίαις· «μὴ δῷς ὕπνον σοῖς ὄμμασι μηδὲ ἐπινυστάξῃς σοῖς βλεφάροις, ἵνα σῴζῃ ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος.» Λέγει δὲ αὐτὸν καὶ φωνὴν τοῦ ἄφρονος, μετὰ ψευδῶν παραγινόμενον λόγων καὶ τὴν ψυχὴν ἀπατῶντα· καὶ τοῦτό ἐστι τὸ «ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ καταλαλοῦντος». Δυνατὸν δὲ καὶ τοῦτο ἐφαρμόσαι τῇ φωνῇ τοῦ ἄφρονος τὸ «ἐκ πολυλογίας οὐκ ἐκφεύξεται ἁμαρτία». Καὶ ὁ σωτὴρ δὲ ἐν τοῖς εὐαγγελίοις προστάσσει ἀγρυπνεῖν τὸν ἄνθρωπον καὶ προσεύχεσθαι, ἵνα μὴ ἐμπέσῃ εἰς πειρασμόν· ὕπνος γάρ ἐστι λογικῆς ψυχῆς ἄγνοια καὶ κακία· ὅθεν καὶ ὁ Παῦλος τοὺς οὕτω καθεύδοντας διυπνίζει λέγων· «ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.» 36 5, 3 καθὼς ἂν εὔξῃ εὐχὴν τῷ θεῷ, μὴ χρονίσῃς τοῦ ἀποδοῦναι αὐτήν· ὅτι οὐκ ἔστιν θέλημα ἐν ἄφροσιν, σὺ οὖν ὅσα ἂν εὔξῃ ἀπόδος. 5, 4 ἀγαθὸν τὸ μὴ εὔξασθαί σε ἢ τὸ εὔξασθαί σε καὶ μὴ ἀποδοῦναι Τῶν ἀγαθῶν δώρων τὰ μὲν ἀπὸ ψυχῆς προσφέρεται τῷ θεῷ, τὰ δὲ ἀπὸ τοῦ σώματος, τὰ δὲ ἀπὸ τῶν πέριξ τοῦ σώματος. Καὶ ἀπὸ μὲν ψυχῆς προσφέρομεν αὐτῷ πίστιν ὀρθὴν καὶ δόγματα ἀληθῆ, δικαιοσύνην καὶ ἀνδρείαν καὶ σωφροσύνην· ἀπὸ δὲ τοῦ σώματος ἐγκράτειαν καὶ παρθενίαν καὶ μονογαμίαν· ἀπὸ δὲ τῶν πέριξ τοῦ σώματος υἱοὺς καὶ θυγατέρας καὶ δούλους καὶ χρήματα καὶ κτήματα. Ἴδωμεν τοίνυν τὸ ὑποσχέσθαι καὶ χρονίσαι· μήποτε οὐ τούτου τοῦ χρόνου τὸ μέγα διάστημα σημαίνει ὁ χρονισμός, ἀλλὰ τὴν παντελῆ ἄρνησιν τῆς ὑποσχέσεως· φαίνεται γὰρ ὁ Ἰακὼβ μετὰ πολλὰ ἔτη τὰς δεκάτας ἀποδεδωκὼς τῷ θεῷ ἃς ὑπέσχετο δώσειν αὐτῷ ἐπὶ τὴν Μεσοποταμίαν βαδίζων καὶ Ἄννα τὸν Σαμουὴλ μετὰ πολὺν χρόνον προσαγαγοῦσα τῷ θεῷ. Ἐπὶ μὲν τῶν δώρων τῶν πέριξ τοῦ σώματος οὕτως· ἐπὶ δὲ τῶν τῆς ψυχῆς καὶ τοῦ σώματος δώρων, πῶς ἐκληπτέον; ἐγὼ νομίζω ὅτι ὁ ὑποσχόμενος πίστιν ὀρθὴν καὶ λέγων κτίσμα ἕν τι τῶν ἀπὸ τῆς ἁγίας τριάδος χρονίζει, καὶ ὁ ἐπαγγειλάμενος πάντα ὁμολογεῖν διὰ τοῦ θεοῦ γεγενῆσθαι καὶ αὐτοματισμὸν πάλιν εἰσάγων χρονίζει· καὶ ἐπὶ τῶν ἄλλων δογμάτων ὡσαύτως. Ἐπὶ δὲ τῶν ἀρετῶν οὕτως· ὁ ὑποσχόμενος δικαιοσύνην καὶ ἀδικῶν χρονίζει τοῦ ἀποδοῦναι, καὶ ὁ ἐπαγγειλάμενος σωφροσύνην καὶ πάλιν πορνεύων χρονίζει. Ἐπὶ δὲ τῶν τοῦ σώματος· ὁ ὑποσχόμενος ἐγκράτειαν καὶ πάλιν μεταλαμβάνων ἐδεσμάτων ποικίλων χρονίζει, καὶ ὁ ἐπαγγειλάμενος παρθενίαν ἢ μονογαμίαν καὶ γαμήσας ἢ διγαμήσας χρονίζει τοῦ ἀποδοῦναι. Τὸ δὲ πῶς «ἀγαθὸν τὸ μὴ εὔξασθαι ἢ τὸ εὔξασθαι καὶ μὴ ἀποδοῦναι» λύσομεν τὸ ἀπὸ τοῦ εὐαγγελίου προσάγοντες ὅτι ὁ δοῦλος ὁ μὴ ἐγνωκὼς καὶ μὴ ποιήσας δαρήσεται ὀλίγας, ὁ δὲ ἐγνωκὼς καὶ μὴ ποιήσας δαρήσεται πολλάς. 37 5, 5 μὴ δῷς τὸ στόμα σου τοῦ ἐξαμαρτεῖν τὴν σάρκα σου καὶ μὴ εἴπῃς πρὸ προσώπου τοῦ θεοῦ ὅτι ἄγνοιά ἐστιν, ἵνα μὴ ὀργισθῇ ὁ θεὸς ἐπὶ φωνῇ σου καὶ διαφθείρῃ τὰ ποιήματα χειρῶν σου· 5, 6. ὅτι ἐν πλήθει ἐνυπνίων καὶ ματαιοτήτων καὶ λόγων πολλῶν «Ἐν πλήθει, φησίν, ἐνυπνίων» πονηρῶν «καὶ ματαιοτήτων καὶ λόγων» ψευδῶν γίνεται ἄνθρωπος, διαφθαρέντων αὐτοῦ τῶν ἔργων ἀπὸ τῆς ἐγκαταλείψεως τοῦ θεοῦ, ἥτις συμβέβηκεν αὐτῷ διὰ τῆς οἰκείας παρανομίας. 38 5, 7 ἐὰν συκοφαντίαν πένητος καὶ ἁρπαγὴν κρίματος καὶ δικαιοσύνης ἴδῃς ἐν χώρᾳ, μὴ θαυμάσῃς ἐπὶ τῷ πράγματι· ὅτι ὑψηλὸς ἐπάνω ὑψηλοῦ φυλάσσει καὶ ὑψηλοὶ ἐπ'
αὐτούς. 5, 8 καὶ περισσεία γῆς ἐπὶ παντί ἐστι, βασιλεὺς τοῦ ἀγροῦ εἰργασμένου. 5, 9 ἀγαπῶν ἀργύριον οὐ πλησθήσεται ἀργυρίου· καί τις ἠγάπησεν ἐν πλήθει αὐτοῦ γένημα· καί γε τοῦτο ματαιότης. 5, 10 ἐν πλήθει ἀγαθωσύνης ἐπληθύνθησαν οἱ ἔσθοντες αὐτήν· καὶ τί ἀνδρεία τῷ παρ' αὐτῆς; ὅτι ἀρχὴ τοῦ ὁρᾶν ὀφθαλμοῖς αὐτοῦ. 5, 11 γλυκὺς ὕπνος τοῦ δούλου, εἰ ὀλίγον καὶ εἰ πολὺ φάγεται· καὶ τῷ ἐμπλησθέντι τοῦ πλουτῆσαι οὐκ ἔστιν ἀφίων αὐτὸν τοῦ ὑπνῶσαι Ἐὰν ἴδῃς, φησίν, ἐν τοῖς ἀνθρώποις τοὺς μὲν συκοφαντουμένους, τοὺς δὲ ἀδικουμένους ἐν κρίσει καὶ ἄλλους δικαιοπραγοῦντας, μὴ θαυμάσῃς ἐπὶ τοῖς γινομένοις ὡς οὐκ οὔσης προνοίας. Γίνωσκε γὰρ ὅτι ὁ θεὸς διὰ τοῦ Χριστοῦ φυλάσσει τὰ πάντα καὶ οὗτος πάλιν προνοεῖ πάντων διὰ τῶν ἁγίων ἀγγέλων περισσευομένων ἐν γνώσει τῶν ἐπὶ γῆς. Βασιλεὺς γάρ ἐστιν ὁ θεὸς τοῦ γεγονότος δι' αὐτοῦ κόσμου, ὃς ἀποδώσει θλῖψιν μὲν τοῖς πλεονεξίαν καὶ τὴν ματαιότητα τοῦ βίου τούτου προτιμήσασι τῆς γνώσεως τοῦ Χριστοῦ, τοῖς δὲ ἐν ἀγαθωσύνῃ ζήσασιν καὶ ἐν ἀνδρείᾳ καὶ τῇ δικαιοσύνῃ δουλεύσασι δώσει γνῶσιν θεοῦ καὶ γλυκεῖαν ἀνάπαυσιν, εἰ καὶ ὀλίγους τινὰς τῶν ἐνταῦθα ἢ πολλοὺς λόγους ἐγνώκασιν, ἐκ μέρους ἐγνωκότες καὶ ἐκ μέρους προφητεύσαντες· καὶ τοὺς μὲν τοιοῦτον διαδέξεται τέλος, τοὺς δὲ ἐμπλησθέντας τῆς κακίας οὐκ ἐάσει διαναπαύσασθαι ὁ ἐξ αὐτῆς τικτόμενος σκώληξ. Ὅτι δὲ τὸν κόσμον τοῦτον πεπίστευκεν ἀγγέλοις ὁ κύριος, δείκνυσι Μωσῆς λέγων· «ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ.» Τὸν δὲ κόσμον ἀγρὸν καὶ αὐτὸς ὁ κύριος ἡμῶν ἐν τοῖς εὐαγγελίοις ὠνόμασε λέγων· «ἀγρός ἐστιν ὁ κόσμος.» Τὴν δὲ περισσείαν τῆς γῆς τὴν γνῶσιν λέγει τῶν ἐπὶ γῆς, εἴγε «μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν»· τίς δέ ἐστιν ἄλλη κληρονομία τῆς φύσεως τῆς λογικῆς πλὴν τῆς γνώσεως τοῦ θεοῦ; Ὑψηλοὺς δὲ εἶπε τοὺς ἀγγέλους, ἐπειδὴ τοῦ ὑψηλοῦ κυρίου μετέχουσιν· «ὑψηλὸς γάρ, φησίν, ἐπὶ πάντα τὰ ἔθνη ὁ κύριος.» 39 5, 12 ἔστιν ἀρρωστία ἣν εἶδον ὑπὸ τὸν ἥλιον, πλοῦτον φυλασσόμενον τῷ παρ' αὐτοῦ εἰς κακίαν αὐτοῦ Τὸ μὲν πλῆθος τῆς κακίας νῦν ὑπὸ τοῦ πλούτου δηλοῦται· αὕτη δὲ ἡ κακία ὑπὸ τῆς ἀρρωστίας σημαίνεται. Πᾶς οὖν ὁ φυλάσσων ἑαυτῷ τοῦτον τὸν πλοῦτον οὐ γνώσεται σοφίαν θεοῦ οὐδὲ παραβαλεῖ καρδίαν αὐτοῦ εἰς σύνεσιν οὐδὲ παραβαλεῖ αὐτὴν ἐπὶ νουθέτησιν τῷ υἱῷ αὐτοῦ· οὐδὲ γὰρ ἐδέξατο ῥήσεις ἐντολῶν θεοῦ οὐδὲ ἔκρυψεν αὐτὰς ἐν τῇ καρδίᾳ αὐτοῦ. 40 5, 13 καὶ ἀπολεῖται ὁ πλοῦτος ἐκεῖνος ἐν περισπασμῷ πονηρῷ, καὶ ἐγέννησεν υἱόν, καὶ οὐκ ἔστιν ἐν χειρὶ αὐτοῦ οὐδέν Περισπασμὸς πονηρός ἐστιν ἄγνοια μετὰ κολάσεως ἀπὸ τῆς πνευματικῆς θεωρίας χωρίζουσα τὸν ἀκάθαρτον. 41 5, 14 καθὼς ἐξῆλθεν ἀπὸ γαστρὸς μητρὸς αὐτοῦ γυμνός, ἐπιστρέψει τοῦ πορευθῆναι ὡς ἥκει καὶ οὐδὲν λήμψεται ἐν μόχθῳ αὐτοῦ, ἵνα πορευθῇ ἐν χειρὶ αὐτοῦ. 5, 15.1–2 καί γε τοῦτο πονηρὰ ἀρρωστία· ὥσπερ γὰρ παρεγένετο, οὕτως καὶ ἀπελεύσεται Καὶ ὁ Ἰώβ φησιν· «αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ»· ὁ δὲ ἐνταῦθα «καθὼς ἐξῆλθεν ἀπὸ γαστρὸς μητρὸς αὐτοῦ γυμνός, ἐπιστρέψει τοῦ πορευθῆναι ὡς ἥκει». Ἀλλ' ὁ Ἰὼβ μὲν ὡς δίκαιος γυμνὸς ἄπεισι κακίας τε καὶ πονηρίας· οὗτος δὲ μεθ' ἧς ἀγνοίας ἦλθεν εἰς τὸν κόσμον τοῦτον, μετὰ ταύτης καὶ ἀπελεύσεται ἐκεῖ. 42 5, 17 ἰδοὺ ὃ εἶδον ἐγὼ ἀγαθόν, ὅ ἐστιν καλόν, τοῦ φαγεῖν καὶ τοῦ πιεῖν καὶ τοῦ ἰδεῖν ἀγαθωσύνην ἐν παντὶ μόχθῳ αὐτοῦ, ᾧ ἐὰν μοχθήσῃ ὑπὸ τὸν ἥλιον, ἀριθμὸν ἡμερῶν ζωῆς αὐτοῦ, ὧν ἔδωκεν αὐτῷ ὁ θεός· ὅτι αὐτὸ μερὶς αὐτοῦ. 5, 18 καί γε πᾶς ἄνθρωπος ᾧ ἔδωκεν αὐτῷ ὁ θεὸς πλοῦτον καὶ ὑπάρχοντα καὶ ἐξουσίασεν αὐτὸν τοῦ φαγεῖν ἀπ' αὐτοῦ καὶ λαβεῖν τὸ μέρος αὐτοῦ καὶ τοῦ εὐφρανθῆναι ἐν μόχθῳ αὐτοῦ, τοῦτο δόμα θεοῦ ἐστιν. 5, 19 ὅτι οὐ πολλὰ μνησθήσεται τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ· ὅτι ὁ θεὸς περισπᾷ αὐτὸν ἐν εὐφροσύνῃ καρδίας αὐτοῦ Ἡ γνῶσις ἡ τοῦ θεοῦ λέγεται τοῦ νοῦ καὶ βρῶσις καὶ
πόσις καὶ ἀγαθωσύνη καὶ μερὶς καὶ πλοῦτος καὶ ὑπάρχοντα καὶ εὐφροσύνη καὶ περισπασμὸς θεοῦ καὶ φῶς καὶ ζωὴ καὶ δόμα· καὶ πολλὰ ἕτερα ὀνόματα τίθησι τῇ γνώσει τὸ πνεῦμα τὸ ἅγιον, ἅπερ νῦν καταλέγειν οὐ δυνατόν, μὴ συγχωροῦντος τοῦ τῶν σχολίων κανόνος. 43 Πρὸς ἀντιδιαστολὴν τῶν λαβόντων μὲν πλοῦτον σοφίας καὶ γνώσεως, οὐ μὴν δὲ διαφυλαξάντων, εἴρηται τὸ «καὶ ἐξουσίασεν αὐτόν». Καὶ γὰρ ὁ προδότης Ἰούδας ἔλαβε πλοῦτον νοητὸν καὶ ὑπάρχοντα πνευματικά, ἀλλ' οὐκ ἐξουσίασεν αὐτῶν, κέρδους ἕνεκεν προδεδωκὼς τὴν σοφίαν καὶ τὴν ἀλήθειαν τοῦ θεοῦ. 44 Ὅταν ἄνθρωπος παρὰ θεοῦ δέξηται γνῶσιν πνευματικήν, ὀλιγάκις μέμνηται τούτου τοῦ βίου καὶ τῆς αἰσθητῆς ζωῆς, τῆς καρδίας αὐτοῦ ἀεὶ περὶ τὴν θεωρίαν ἀσχολουμένης. 45 Περισπασμὸς θεοῦ ἐστι γνῶσις ἀληθὴς ἀπὸ τῶν αἰσθητῶν πραγμάτων χωρίζουσα τὴν κεκαθαρμένην ψυχήν. 46 6, 1 ἔστιν πονηρία ἣν εἶδον ὑπὸ τὸν ἥλιον, καὶ πολλή ἐστιν ἐπὶ τὸν ἄνθρωπον· 6, 2 ἀνὴρ ᾧ δώσει αὐτῷ ὁ θεὸς πλοῦτον καὶ ὑπάρχοντα καὶ δόξαν, καὶ οὐκ ἔστιν ὑστερῶν τῇ ψυχῇ αὐτοῦ ἀπὸ παντὸς οὗ ἐπιθυμεῖ, καὶ οὐκ ἐξουσιάσει αὐτῷ ὁ θεὸς φαγεῖν ἀπ' αὐτοῦ, ὅτι ἀνὴρ ξένος φάγεται αὐτά· καί γε τοῦτο ματαιότης καὶ ἀρρωστία πονηρά ἐστιν. 6, 3 ἐὰν γεννήσῃ ἀνὴρ ἑκατὸν καὶ ἔτη πολλὰ ζήσεται, καὶ πλῆθος ὅ τι ἔσονται αἱ ἡμέραι ἐτῶν αὐτοῦ, καὶ ἡ ψυχὴ αὐτοῦ οὐκ ἐμπλησθήσεται ἀπὸ ἀγαθωσύνης, καί γε ταφὴ οὐκ ἐγένετο αὐτῷ, εἶπα· ἀγαθὸν ὑπὲρ αὐτὸν τὸ ἔκτρωμα, 6, 4 ὅτι ἐν ματαιότητι ἦλθεν καὶ ἐν σκότει πορεύεται, καὶ ἐν σκότει ὄνομα αὐτοῦ καλυφθήσεται, 6, 5 καί γε ἥλιον οὐκ εἶδεν καὶ οὐκ ἔγνω, ἀναπαύσεις τούτῳ ὑπὲρ τοῦτον. 6, 6 καὶ εἰ ἔζησεν χιλίων ἐτῶν καθόδους καὶ ἀγαθωσύνην οὐκ εἶδεν, μὴ οὐκ εἰς τόπον ἕνα τὰ πάντα πορεύεται; Ἐν τούτῳ τῷ κεφαλαίῳ λέγει περὶ τῶν ἀπαθείας καταξιωθέντων καὶ γνώσεως καὶ πάλιν ἐκπεπτωκότων φθόνῳ τοῦ διαβόλου. Τὸ δὲ δεύτερον κεφάλαιον περιέχει ἀνδρὸς ἀκαθάρτου καὶ πολύπαιδος βίον μακρὸν καὶ μὴ ἐπεγνωκότος θεόν, οὗ καὶ προτιμότερον τὸ ἔκτρωμα τίθεται εἶναι, καὶ τοῦ αὐτοῦ μετὰ θάνατον αὐτῷ τόπου τυγχάνον. 47 Ὁ διαφθείρων τὸν πλοῦτον τὸν πλουτισθέντα ἐν πάσῃ γνώσει καὶ πάσῃ σοφίᾳ ὁ πονηρός ἐστιν, ὅντινα καὶ ξένον καὶ ἀλλότριον λέγει τῆς γνώσεως τοῦ θεοῦ. Τὸ δὲ φαγεῖν λέγεται καὶ ἐπὶ τῆς βρώσεως καὶ ἐπὶ τῆς διαφθορᾶς· «ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, φησί, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται–ἀντὶ τοῦ διαφθερεῖ. Τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα.» Οὗτος δὲ ὁ ξένος καὶ πρὸς τὸν Δαυὶδ ἐλθὼν πέπεικεν αὐτὸν θῦσαι τὴν ἀμνάδα τοῦ πένητος· ξένον γὰρ αὐτὸν ὠνόμασε τότε καὶ Νάθαν ὁ προφήτης. 48 6, 7 πᾶς μόχθος τοῦ ἀνθρώπου εἰς στόμα αὐτοῦ, καί γε ψυχὴ οὐ πληρωθήσεται Πᾶσα κακία τοῦ ἀνθρώπου μένει ἐν τῇ καρδίᾳ αὐτοῦ, καὶ οὐ μὴ εἴπῃ τὸ «ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν». 49 6, 8 ὅτι τίς περισσεία τῷ σοφῷ ὑπὲρ τὸν ἄφρονα; διότι ὁ πένης οἶδεν πορευθῆναι κατέναντι τῆς ζωῆς Τῆς εἰπούσης· «ἐγώ εἰμι ἡ ζωή.» 50 6, 9 ἀγαθὸν ὅραμα ὀφθαλμῶν ὑπὲρ πορευόμενον ψυχῇ, καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος Ἀγαθὸς ὁ ἀκολουθῶν γνώσει θεοῦ ὑπὲρ τὸν ἀκολουθοῦντα τοῖς θελήμασι τῆς ψυχῆς· ἢ ἀγαθὸν γνῶσις θεοῦ ὑπὲρ ἡδονὴν φθαρτήν. Κατὰ δὲ τὸν Σύμμαχον· βέλτιον πρὸς τὸν μέλλοντα βλέπειν ἢ ἐπὶ τοῖς παροῦσιν εὐφραίνεσθαι. 51 Οὐ πᾶσι δὲ τοῖς ἐν τῷ κεφαλαίῳ ἐφαρμόζειν τὴν ματαιότητα καὶ τὸν περισπασμὸν τὸν πονηρὸν καὶ τὴν προαίρεσιν τοῦ πνεύματος προσήκει, ἀλλὰ τοῖς μὲν ψεκτοῖς πράγμασιν ἐφαρμόζειν, τοῖς δὲ ἐπαινετοῖς μὴ ἐφαρμόζειν. Τοῦτο δὲ λέγω διὰ τὸ μὴ παντὶ τῷ κεφαλαίῳ ἐπιφέρειν αὐτὸν κατὰ κοινοῦ τὴν ματαιότητα καὶ τὸν περισπασμὸν καὶ τὴν προαίρεσιν τοῦ πνεύματος, ἐν ᾧ καὶ ἐπαινετά τινα πράγματα ἐνυπάρχει· οὐ γὰρ ὁ πένης ματαιότης ἐστὶν ὁ πορευόμενος κατέναντι τῆς ζωῆς, ἀλλ' ὁ ζήσας χιλίων ἐτῶν καθόδους καὶ
ἀγαθωσύνην μὴ θεασάμενος· οὐδ' αὖ πάλιν τὸ ἀγαθὸν ὅραμα τῶν ὀφθαλμῶν ἐστι ματαιότης, ἀλλ' ὁ πορευόμενος τῇ ψυχῇ. 52 6, 10 εἴ τι ἐγένετο, ἤδη κέκληται ὄνομα αὐτοῦ, καὶ ἐγνώσθη ὅ ἐστιν ἄνθρωπος, καὶ οὐ δυνήσεται τοῦ κριθῆναι μετὰ τοῦ ἰσχυροῦ ὑπὲρ αὐτόν· 6, 11 ὅτι εἰσὶν λόγοι πολλοὶ πληθύνοντες ματαιότητα. τί περισσὸν τῷ ἀνθρώπῳ; 6, 12 ὅτι τίς οἶδεν τί ἀγαθὸν τῷ ἀνθρώπῳ ἐν τῇ ζωῇ, ἀριθμὸν ἡμερῶν ζωῆς ματαιότητος αὐτοῦ; καὶ ἐποίησεν αὐτὰς ἐν σκιᾷ· ὅτι τίς ἀπαγγελεῖ τῷ ἀνθρώπῳ τί ἔσται ὀπίσω αὐτοῦ ὑπὸ τὸν ἥλιον, καὶ καθὼς ἔσται, τίς ἀπαγγελεῖ αὐτῷ; Τῶν ὀνομάτων τὰ μὲν τῆς σωματικῆς ἐστι φύσεως, τὰ δὲ τῆς ἀσωμάτου· καὶ τὰ μὲν τῆς σωματικῆς φύσεως ὀνόματα σημαίνει τὴν ἑκάστου πράγματος ποιότητα, ἥτις συνίσταται ἐκ μεγέθους καὶ χρώματος καὶ σχήματος· τὰ δὲ τῶν ἀσωμάτων ὀνόματα δηλοῖ τὴν ἑκάστου λογικοῦ κατάστασιν, ἤτοι ἐπαινετὴν οὖσαν ἢ ψεκτήν· ἀλλὰ τὰ μὲν πρότερα ὀνόματα ἁπλῶς τοῖς πράγμασι τέθειται, τὰ δὲ δεύτερα οὐχ ἁπλῶς· τῆς γὰρ προαιρέσεως ἤρτηται. Τοῦ γὰρ αὐτεξουσίου ἐστὶ τὸ ῥέψαι πρὸς ἀρετὴν καὶ καταξιωθῆναι γνώσεως τῆς ποιούσης αὐτὸν ἄγγελον ἢ ἀρχάγγελον ἢ θρόνον ἢ κυριότητα ἢ ῥέψαι πρὸς κακίαν καὶ πλησθῆναι ἀγνοίας τῆς ποιούσης αὐτὸν δαίμονα ἢ σατανᾶν ἢ ἄλλον τινὰ κοσμοκράτορα τοῦ σκότους τούτου. Εἴ τι οὖν, φησίν, γέγονε κατὰ τὸν τῆς κοσμοποιΐας καιρόν, ἔλαβεν ὄνομα σημαῖνον αὐτοῦ τὴν κατάστασιν, ἔλαβε δὲ καὶ ὁ ἄνθρωπος τὸ οἰκεῖον τῆς καταστάσεως αὐτοῦ ὄνομα. Μὴ τοίνυν λεγέτω, φησίν, ὁ ἄνθρωπος· τίνος χάριν τοιούτῳ σώματι συνεζεύχθην καὶ διὰ τί μὴ γέγονα ἄγγελος, εἰ μὴ ἄρα προσωποληψία ἐστὶ παρὰ τῷ θεῷ ἢ αὐτεξούσιοι οὐ γεγόναμεν; οἱ γὰρ τοιοῦτοι λόγοι πληθύνουσι ματαιότητα. Πῶς δὲ ἐρεῖ καὶ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας οὕτως; ἢ πῶς ἀνταποκρίνεται τῷ θεῷ; ἀλλὰ τούτων μὲν παυσάσθω τῶν λόγων, τὰ δὲ συντελοῦντα πρὸς ἀρετὴν καὶ γνῶσιν ποιείτω, ἐφ' ὅσον ἐστὶν ἐν τῷ σκιώδει τούτῳ αἰῶνι, πάντα τὰ τῇδε μάταια καὶ σκιὰν λογιζόμενος καὶ ὡς λήθῃ καλυφθήσεται τὰ τοῦ βίου τούτου μετὰ τὴν ἔξοδον. 53 7, 1 ἀγαθὸν ὄνομα ὑπὲρ ἔλαιον ἀγαθὸν καὶ ἡμέρα τοῦ θανάτου ὑπὲρ ἡμέραν γενέσεως αὐτοῦ Τὰ ὀνόματα τῇ ἰδίᾳ φύσει οὔτε ἀγαθά ἐστιν οὔτε πονηρά· ἀπὸ γὰρ διαφόρων συνέστηκε γραμμάτων, οὐδεμία δὲ γραμμή ἐστιν ἀγαθὴ ἢ κακή· τιθέμενα δὲ πράγμασιν ἀγαθοῖς λέγεται ἀγαθὰ καὶ πονηροῖς πονηρά. Ἐνταῦθα οὖν τὸ ὄνομα τὸ ἀγαθὸν πρᾶγμα σημαίνει ἀγαθόν· οὐδὲν δὲ τῶν γεγονότων ἀγαθὸν λέγει ὁ Σολομὼν εἰ μὴ ἀρετὴν καὶ γνῶσιν θεοῦ. Τὸ δὲ ἔλαιον νῦν τὴν σωματικὴν σημαίνει τρυφὴν ἥτις τοῖς τρυφῶσι φαίνεται εἶναι ἀγαθή. Τὸ μὲν γὰρ ἀγαθὸν τῇ φύσει λέγεται εἶναι ἀγαθὸν ὡς ἡ ἀρετή, τὸ δέ τισιν ὡς ὁ χρυσὸς καὶ ὁ ἄργυρος· οὕτω καὶ ὁ πλούσιος τὰ ἀγαθὰ αὐτοῦ ἀπέλαβεν ἐν τῇ ζωῇ αὐτοῦ «καὶ Λάζαρος ὁμοίως τὰ κακά». Ὅτι δὲ τὸ ἔλαιον ἀντὶ τρυφῆς παραλαμβάνεται, παρίστησιν ὁ Δαυὶδ λέγων περὶ τῶν ἀνθρώπων ὅτι «ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν». 54 Εἰ ὁ ἐπαινετὸς θάνατος καθ' ὃν συναποθνῄσκουσιν οἱ δίκαιοι τῷ Χριστῷ διαλύειν πέφυκε ψυχὴν ἀπὸ κακίας καὶ ἀγνωσίας, οὕτω πάλιν ἡ ἀντικειμένη γένεσις τούτῳ τῷ θανάτῳ συνάπτει ψυχὴν κακίᾳ καὶ ἀγνωσίᾳ· διὸ καὶ προτιμότερος ὁ τοιοῦτος θάνατός ἐστιν τῆς τοιαύτης γενέσεως. 55 7, 2 ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους ἢ ὅτι πορευθῆναι εἰς οἶκον πότου, καθότι τοῦτο τὸ τέλος παντὸς ἀνθρώπου, καὶ ὁ ζῶν δώσει ἀγαθὸν ἐν καρδίᾳ αὐτοῦ Τέλος τοῦ ἀνθρώπου ἡ μακαριότης ἐστίν. Εἰ δὲ μακαρίζει τὸ πένθος ἐν τοῖς εὐαγγελίοις ὁ κύριος· «μακάριοι γάρ, φησίν, οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται», καλῶς τὸ πένθος ὁ Σολομὼν τέλος τοῦ ἀνθρώπου φησίν, ὅπερ τοὺς ἐν αὐτῷ ζῶντας πληροῖ τῶν πνευματικῶν ἀγαθῶν. 56 7, 3 ἀγαθὸν θυμὸς ὑπὲρ γέλωτα, ὅτι ἐν κακίᾳ προσώπου ἀγαθυνθήσεται καρδία. 7, 4 καρδία σοφῶν ἐν οἴκῳ πένθους, καὶ καρδία ἀφρόνων ἐν οἴκῳ εὐφροσύνης. 7, 5
ἀγαθὸν τὸ ἀκοῦσαι ἐπιτίμησιν σοφοῦ ὑπὲρ ἄνδρα ἀκούοντα ᾆσμα ἀφρόνων· 7, 6 ὅτι ὡς φωνὴ τῶν ἀκανθῶν ὑπὸ τὸν λέβητα, οὕτως ὁ γέλως ὁ τῶν ἀφρόνων· καί γε τοῦτο ματαιότης. 7, 7 ὅτι ἡ συκοφαντία περιφέρει σοφὸν καὶ ἀπολλύει τὴν εὐτονίαν τῆς καρδίας αὐτοῦ Ὅταν μὲν ὑπὲρ τῆς ἀρετῆς ἀγωνιζόμενος ὁ θυμὸς πυκτεύῃ τοῖς δαίμοσιν, ἔστιν ἰσχυρὸς καὶ ἐπαινετός· ὅταν δὲ ὑπὲρ τῶν φθαρτῶν πραγμάτων διαμάχηται τοῖς ἀνθρώποις, γίνεται ψεκτός. Ἐνταῦθα τοίνυν ὃ λέγει τοιοῦτόν ἐστιν, ὅτι ὁ μὲν ἄφρων ἀγαθύνεται ἐν τῇ κακίᾳ καὶ γελᾷ καὶ εὐφραίνεται ἐπ' αὐτῇ, μήτε ᾄσματα αἰσχρὰ παραιτούμενος μήτε γέλωτας τὴν ψυχὴν αὐτοῦ διαφθείροντας δίκην πυρὸς ἐν ἀκάνθαις ἀναπτομένου· ὁ δὲ δίκαιος καὶ θυμοῦται κατὰ τῶν τοιούτων παθῶν καὶ ἀγανακτεῖ καὶ προτιμότερον ἡγεῖται εἶναι πένθος μὲν τῆς τοιαύτης εὐφροσύνης, ἐπιτίμησιν δὲ σοφοῦ τῶν τοιούτων ᾀσμάτων· ματαιότητα δὲ τὴν τοιαύτην ζωὴν ὀνομάζει καὶ συκοφαντίαν, εὐκόλως ἀπατῶσαν καρδίαν σοφοῦ καὶ διαλύουσαν τὴν ἐν ταῖς ἀρεταῖς αὐτῆς εὐτονίαν. 57 7, 8. ἀγαθὴ ἐσχάτη λόγων ὑπὲρ ἀρχὴν αὐτῶν Κρείσσων, φησίν, ὁ ποιητὴς τοῦ νόμου ὑπὲρ τὸν ἀκροατὴν τοῦ νόμου· οἱ γὰρ πρῶτοι λόγοι τῆς διδασκαλίας λέγονται λόγοι, οἱ δὲ ἔσχατοι λόγοι καλοῦνται λόγοι τῶν ἔργων, εἴγε καὶ οἱ λόγοι διὰ τὰ καλὰ ἔργα καλοὶ λόγοι λέγονται εἶναι. 58 7, 9 μὴ σπεύσῃς ἐν πνεύματί σου τοῦ θυμοῦσθαι, ὅτι θυμὸς ἐν κόλπῳ ἀφρόνων ἀναπαύσεται Σημειωτέον ὅτι κόλπον ἄντικρυς ἐνταῦθα τὴν ψυχὴν ὀνομάζει· οὐ γὰρ ἄν τις εἴποι τὸ θυμὸν ἐν τῷ αἰσθητῷ ἀναπαύσασθαι κόλπῳ. 59 7, 10 μὴ εἴπῃς· τί ἐγένετο ὅτι αἱ ἡμέραι αἱ πρότερον ἦσαν ἀγαθαὶ ὑπὲρ ταύτας; ὅτι οὐκ ἐν σοφίᾳ ἐπηρώτησας περὶ τούτου Εἰ «φόβος κυρίου προστίθησιν ἡμέρας», ἐφ' ἡμῖν ἐστι τὸ ἀγαθῶν ἢ ἀγαθωτέρων ἀπολαύειν τῶν τῆς ἁγίας γνώσεως ἡμερῶν. Τὸ δὲ νομίζειν τοῖς πρεσβυτέροις κατὰ τὸν χρόνον καὶ τὰ πρωτεῖα τῆς γνώσεως δίδοσθαι οὐ σοφῶν· οὐδὲ γὰρ εἴ τι ἀρχαῖον, τοῦτο καὶ τιμῆς ἄξιον, ἐπειδὴ παλαιὰ μὲν πάντως καὶ ἡ κακία, ἀλλ' οὐχὶ καὶ τιμᾶσθαι διὰ τὸν χρόνον ἀξία, εἴπερ «οὐχ οἱ πολυχρόνιοί εἰσι σοφοὶ οὐδ' οἱ γέροντες οἴδασι κρίμα». 60 7, 11 ἀγαθὴ σοφία μετὰ κληροδοσίας, καὶ περισσεία τοῖς θεωροῦσιν τὸν ἥλιον· 7, 12 ὅτι ἐν σκιᾷ αὐτῆς ἡ σοφία ὡς σκιὰ τοῦ ἀργυρίου, καὶ περισσεία γνώσεως τῆς σοφίας ζωοποιήσει τὸν παρ' αὐτῆσ Ὥσπερ ἔχουσί τι περισσὸν οἱ θεωροῦντες τὸν ἥλιον τῶν τεθεωρηκότων μέν, μηκέτι δὲ θεωρούντων, οὕτω κέκτηνταί τι πλέον οἱ τυχόντες σοφίας καὶ ἐξουσιάσαντες αὐτῆς–τοῦτο γάρ ἐστι τὸ «μετὰ κληροδοσίας»–τῶν λαβόντων καὶ ἐκπεσόντων αὐτῆς δι' οἰκείας παρανομίας. Ὅτι πᾶς ὁ κτησάμενος σοφίαν καὶ ἀπολέσας αὐτὴν πρῶτον μὲν σκιὰν σοφίας καὶ οὐ σοφίαν ἐκτήσατο, ἔπειτα δὲ καὶ ἔοικεν ἀνθρώπῳ σκιὰν ἀργυρίου κατεσχηκότι, ἀργύριον δὲ μὴ κτησαμένῳ· ἡ γὰρ σοφία πέφυκεν οὐ λαμβανομένη, ἀλλὰ συνοῦσα ζωοποιεῖν διὰ τῆς γνώσεως τὸν κεκτημένον αὐτήν. 61 7, 15.2–3 ἔστιν δίκαιος ἀπολλυόμενος ἐν δικαίῳ αὐτοῦ, καὶ ἔστιν ἀσεβὴς μένων ἐν κακίᾳ αὐτοῦ Ἀπώλεια λέγεται καὶ ἡ διὰ δοκιμὴν ἐγκατάλειψις, ὡς ἐπὶ τοῦ Ἰώβ· «ἀπωλόμην γάρ, φησί, καὶ ἔξοικος ἐγενόμην.» 62 «Ἐμοῦ δὲ παρὰ μικρόν, φησὶν ὁ Δαυίδ, ἐσαλεύθησαν οἱ πόδες, παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου· ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν.» 63 7, 16 μὴ γίνου δίκαιος πολὺ καὶ μὴ σοφίζου περισσά, μήποτε ἐκπλαγῇς. 7, 17 μὴ ἀσεβήσῃς πολὺ καὶ μὴ γίνου σκληρός, ἵνα μὴ ἀποθάνῃς ἐν οὐ καιρῷ σου. 7, 18 ἀγαθὸν τὸ ἀντέχεσθαί σε ἐν τούτῳ, καί γε ἀπὸ τούτου μὴ μιάνῃς τὴν χεῖρά σου, ὅτι ὁ φοβούμενος τὸν θεὸν ἐξελεύσεται τὰ πάντα Μὴ ἐγχρονιζέτω, φησίν, ἐν τῇ καρδίᾳ σου λογισμὸς ἀσεβής, μήποτε ἀσεβήσασα ἡ ψυχή σου ἀποθάνῃ ἐν ἀγνωσίᾳ. Ἐν οὐ καιρῷ αὐτῶν ἀπέθανον οἱ Σοδομῖται καὶ οἱ Γομορρῖται. Καὶ εἰ ὁ χρόνος οὗτος καιρός ἐστι κατορθώσεως, οἱ ἐν τῷ χρόνῳ τούτῳ ἀποθνῄσκοντες καὶ χωριζόμενοι τῆς ζωῆς τῆς εἰπούσης· «ἐγώ εἰμι ἡ ζωή», οὐκ ἐν καιρῷ ἀποθνῄσκουσιν. 64 Ἀγαθὸν τὸ ἀντέχεσθαί σε τοῦ μὴ δίκαιον
εἶναι πολύ, καί γε ἀπὸ ἀσεβείας μὴ μιάνῃς τὴν καρδίαν σου, ὅτι φοβούμενος τὸν θεὸν ἀπὸ πάσης ἐξελεύσῃ κακίας. 65 8, 2. στόμα βασιλέως φύλαξον Στόμα νῦν λέγει τὸν λόγον ἢ τὴν ἐντολήν. 66 8, 12.3–5 ὅτι καί γε γινώσκω ἐγὼ ὅτι ἔσται ἀγαθὸν τοῖς φοβουμένοις τὸν θεόν, ὅπως φοβῶνται ἀπὸ προσώπου αὐτοῦ· 8, 13 καὶ ἀγαθὸν οὐκ ἔσται τῷ ἀσεβεῖ, καὶ οὐ μακρυνεῖ ἡμέρας ἐν σκιᾷ ὃς οὐκ ἔστιν φοβούμενος ἀπὸ προσώπου τοῦ θεοῦ Νῦν ἀγαθὸν τὴν γνῶσιν λέγει τὴν τοῦ θεοῦ. 67 8, 14 ἔστιν ματαιότης ἣ πεποίηται ἐπὶ τῆς γῆς, ὅτι εἰσὶν δίκαιοι ὅτι φθάνει πρὸς αὐτοὺς ὡς ποίημα τῶν ἀσεβῶν, καὶ εἰσὶν ἀσεβεῖς ὅτι φθάνει πρὸς αὐτοὺς ὡς ποίημα τῶν δικαίων· εἶπα ὅτι καί γε τοῦτο ματαιότησ Ἔστι ματαιότης, φησίν, ἥτις γίνεται ἐπὶ τῆς γῆς, ὅτι εἰσὶ δίκαιοι καὶ ὡς ἀσεβεῖς περιπίπτουσι συμφοραῖς, καὶ εἰσὶν ἀσεβεῖς καὶ ὡς δίκαιοι ἀπολαύουσιν ἀγαθῶν. Περὶ γὰρ τούτων καὶ ὁ προφήτης φησὶ πρὸς τὸν κύριον· «πλὴν κρίματα λαλήσω πρὸς σέ· τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται;»· καὶ ὁ Δαυίδ· «παρ' ὀλίγον, φησίν, ἐξεχύθη τὰ διαβήματά μου· ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν.» 68 9, 1.1–2 ὅτι σὺν πᾶν τοῦτο ἔδωκα εἰς τὴν καρδίαν μου, καὶ καρδία μου σὺν πᾶν εἶδεν τοῦτο Ὁ μὲν ἄνθρωπος προσάγει τῇ καρδίᾳ τὰ πράγματα πρὸς τὴν ἔρευναν αὐτῶν ἀποκλίνων, ἡ δὲ καρδία μετὰ ταῦτα γινώσκει τὰ πράγματα· καὶ τοῦτό ἐστι τὸ «ἐκύκλωσα ἐγώ, καὶ ἡ καρδία μου τοῦ γνῶναι». Κυκλοῖ γὰρ τὸ πρᾶγμα καὶ ὁ προσάγων αὐτὸ τῇ καρδίᾳ διὰ τῆς ἐξετάσεως καὶ ἡ καρδία πάλιν γινώσκουσα αὐτό. Πλὴν τοῦτο ἰστέον, ὅτι οὐ πάντα ὅσα κυκλοῖ ὁ ἄνθρωπος καὶ γινώσκει ἡ καρδία· πολλὰ γὰρ ἐξετάζομεν, ὀλίγα δὲ γινώσκομεν. 69 9, 10.3–4 ὅτι οὐκ ἔστιν ποίημα καὶ λογισμὸς καὶ γνῶσις καὶ σοφία ἐν ᾅδῃ, ὅπου σὺ πορεύῃ ἐκεῖ Εἰ οὐκ ἔστιν ἐν ᾅδῃ λογισμός, πῶς ὁ πλούσιος παρακαλεῖ τὸν Ἀβραὰμ ἀποστεῖλαι τὸν Λάζαρον πρὸς αὐτόν; 70 9, 12. καί γε οὐκ ἔγνω ὁ ἄνθρωπος τὸν καιρὸν αὐτοῦ Οὐκ ἔγνω ὁ ἄνθρωπος ὅτι καιρός ἐστι χρόνος κατορθώσεως· καιρὸν γὰρ τὴν εὐκαιρίαν δηλοῖ. 71 11, 9.3–4 καὶ περιπάτει ἐν ὁδοῖς καρδίας σου, ἄμωμος, καὶ ἐν ὁράσει ὀφθαλμῶν σου Ἐν πράξει καὶ θεωρίᾳ. 72 11, 10.1–2 καὶ ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου καὶ παράγαγε πονηρίαν ἀπὸ σαρκός σου Ἐντεῦθεν γινώσκομεν ὅτι τὸ μὲν θυμικὸν τῇ καρδίᾳ συνέζευκται, τὸ δὲ ἐπιθυμητικὸν τῇ σαρκί. 73 Νῦν πονηρίαν τὴν πορνείαν λέγει καὶ τὴν γαστριμαργίαν.
Scholia in Proverbia (fragmenta e catenis) ΣΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΠΑΡΟΙΜΙΑΣ Παροιμία ἐστὶν λόγος δι' αἰσθητῶν πραγμάτων σημαίνων πράγματα νοητά. 2 Βασιλεία Ἰσραήλ ἐστιν γνῶσις πνευματικὴ τοὺς περὶ θεοῦ καὶ ἀσωμάτων καὶ σωμάτων καὶ κρίσεως καὶ προνοίας περιέχουσα λόγους ἢ τὴν περὶ ἠθικῆς καὶ φυσικῆς καὶ θεολογικῆς ἀποκαλύπτουσα θεωρίαν. 3 1, 2. γνῶναι σοφίαν καὶ παιδείαν Τούτου χάριν, φησίν, «ἐβασίλευσεν ἐν Ἰσραὴλ τοῦ γνῶναι παιδείαν καὶ σοφίαν». Καὶ σοφία μέν ἐστιν γνῶσις σωμάτων καὶ ἀσωμάτων καὶ τῆς ἐν τούτοις θεωρουμένης κρίσεως καὶ προνοίας· παιδεία δέ ἐστιν μετριοπάθεια παθῶν περὶ τὸ παθητικὸν ἢ ἄλογον τῆς ψυχῆς μέρος θεωρουμένη. 4 1, 3.3 καὶ κρίμα κατευθύνειν Τὸ κρίμα κατευθύνειν ὀρθὸν καὶ ἀδιάστροφον εἶναι τὸ κριτήριον δηλοῖ. Τρία δὲ κριτήρια ἐν ἡμῖν, αἴσθησις, λόγος, νοῦς· καὶ αἴσθησις μὲν τῶν αἰσθητῶν, λόγος δὲ ὀνομάτων καὶ ῥημάτων καὶ τῶν λεγομένων, νοῦς δὲ τῶν νοητῶν. 5 1, 7.3 εὐσέβεια δὲ εἰς θεὸν ἀρχὴ αἰσθήσεως Ὥσπερ διὰ τῶν αἰσθήσεων ὁ νοῦς ἐπιβάλλει τοῖς αἰσθητοῖς, οὕτω καὶ διὰ τῶν ἀρετῶν ἐποπτεύει τὰ νοητά· 6 1, 7.4 σοφίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουσιν Οἱ κτώμενοι κακίαν ἐξουθενήσουσι σοφίαν καὶ παιδείαν· λόγῳ δέ, ὡς οἶμαι, οὐδεὶς ἐξουθενεῖ σοφίαν καὶ παιδείαν. 7 1, 9 στέφανον γὰρ χαρίτων ἕξῃ σῇ κορυφῇ καὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳ Ὥσπερ ἡ κορυφὴ καὶ ὁ τράχηλος δηλοῖ ἐνταῦθα τὸν νοῦν, οὕτω καὶ ὁ στέφανος καὶ ὁ κλοιὸς ἐνταῦθα σημαίνει τὴν γνῶσιν. Αὕτη γὰρ ἡ συνήθεια τοῦ πνεύματος τοῦ ἁγίου πολλοῖς ὀνόμασιν ὀνομάζειν τὸν θεόν τε καὶ τοὺς ἀγγέλους αὐτοῦ καὶ τὸν νοῦν καὶ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν καὶ τὴν κακίαν καὶ τὴν ἀγνωσίαν καὶ αὐτὸν τὸν διάβολον καὶ τοὺς ἀγγέλους αὐτοῦ. Οὐχ ἁπλῶς δὲ τίθησι τὰ ὀνόματα, ὥς τινες οἴονται· διαφόρων γὰρ ἐνεργειῶν εἰσι γνωσρίσματα, θεοῦ τε διὰ τῶν ἀγγέλων ἐν ἡμῖν ἐνεργοῦντος καὶ ἡμῶν ἐν αὐτῷ, δαιμόνων τε πρὸς ἡμᾶς καὶ ἡμῶν πρὸς αὐτούς. 8 1, 13 τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλαβώμεθα· πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων Ἡ κτῆσις τοῦ δικαίου ἐστὶν σοφία καὶ σύνεσις καὶ φρόνησις· «κτῆσαι γάρ, φησί, σοφίαν καὶ κτῆσαι σύνεσιν» καὶ «ὁ κτώμενος φρόνησιν ἀγαπᾷ ἑαυτόν». Καταλαμβάνονται δὲ τὴν κτῆσιν ταύτην οἱ ἀσεβεῖς, πείθοντες τὸν δίκαιον ποιῆσαί τι τῶν ἀπηγορευμένων παρὰ θεῷ, ἵνα τυφλωθεὶς ὑπὸ τῆς ἁμαρτίας ὁ νοῦς ἐκπέσῃ τῶν ἁγίων τούτων κτημάτων. 9 Τούτους σκυλεύουσιν οὓς νικῶσιν οἱ δαίμονες, λαμβάνοντες ἀπ' αὐτῶν τὴν τοῦ θεοῦ πανοπλίαν, τὴν περικεφαλαίαν καὶ τὸν θώρακα καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ. 10 1, 14.1–2 τὸν δὲ σὸν κλῆρον βάλε ἐν ἡμῖν· κοινὸν δὲ βαλλάντιον κτησώμεθα πάντες Οὗτοι συγκληρονόμοι τῶν ἀντικειμένων εἰσὶν οἱ τῆς αὐτῆς αὐτοῖς κακίας μεταλαμβάνοντες. Κοινὸν δέ ἐστιν ὃ μὴ τοῦ ἑνός ἐστι θεοῦ. 11 1, 17 οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς Δίκτυόν ἐστιν κόλασις αἰώνιος παρὰ τοῦ δικαίου κριτοῦ ταῖς ἀκαθάρτοις προσαγομένη ψυχαῖς ἐπ' ἀπωλείᾳ τῶν κακῶς ἀπ' αὐτῶν ἐκφύντων πτερῶν. 12 1, 20 σοφία ἐν ἐξόδοις ὑμνεῖται· ἐν δὲ πλατείαις παρρησίαν ἄγει· 1, 21 ἐπ' ἄκρων δὲ τειχέων κηρύσσεται· ἐπὶ δὲ πύλαις δυναστῶν παρεδρεύει Ἔξοδον νῦν ὀνομάζει τὴν ἐξελθοῦσαν ψυχὴν ἀπὸ κακίας καὶ ἀγνωσίας. Τοιαύτη δὲ καὶ ἡ ἔξοδος τῶν υἱῶν Ἰσραὴλ ἡ μετὰ τὴν ἐκ τῆς κρίσεως τοῦ θεοῦ καὶ διδασκαλίας γένεσιν γεγονυῖα. Τὴν αὐτὴν δὲ ψυχὴν καὶ πλατεῖαν λέγει· «πλάτυνον γάρ, φησίν, τὸ στόμα σου καὶ πληρώσω αὐτὸ» καὶ «πλατύνθητε δὴ καὶ ὑμεῖς» ἐν τῇ πρὸς Κορινθίους ὁ Παῦλος. Καὶ ὑπὸ μὲν τῆς οὕτως ἐξερχομένης ψυχῆς ὑμνεῖται ἡ σοφία·
ἐν δὲ τῇ πλατυνομένῃ διὰ τῶν ἀρετῶν παρρησίαν ἄγει. Ἄκρον δὲ τεῖχος αὐτῆς τὴν ἄκραν ἀπάθειαν λέγει, εἴπερ «οἱ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος», ὑπὲρ οὗ τείχους εὔχεται καὶ ὁ Δαυὶδ λέγων· «οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ», τουτέστιν τῆς τοιᾶσδε ψυχῆς τὰ καταπεπτωκότα δηλονότι ἐκ τῆς τοῦ Οὐρίου προφάσεως. Πύλας δὲ δυναστῶν τὰς ἀρετὰς τῶν σοφῶν λέγει· «ἀνοίξατε γάρ μοι, φησίν, πύλας δικαιοσύνης» καὶ «οἱ δυνάσται θυμώδεις εἰσίν· οἶνον μὴ πινέτωσαν, ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας καὶ ὀρθὰ κρίνειν οὐ μὴ δύνωνται τοὺς ἀσθενεῖς». 13 1, 26 τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι· καταχαροῦμαι δέ, ἡνίκα ἂν ἔρχηται ὑμῖν ὄλεθρος Πῶς οὖν ἔμπροσθέν φησιν ὁ Σολομών· «ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ οὐκ ἀθῳωθήσεται»; Ἢ τάχα οὕτως χαίρει ἡ σοφία ὡς ἐχάρη ἐπὶ τῇ ἀπωλείᾳ Ματθαίου τοῦ τελώνου καὶ ἐπὶ τῇ τοῦ λῃστοῦ ἀπωλείᾳ τοῦ πιστεύσαντος τῷ Χριστῷ. Τοῦ μὲν γὰρ τὸν λῃστὴν ἡ σοφία, τοῦ δὲ τὸν τελώνην ἀπώλεσεν. 14 1, 27.1–3 καὶ ὡς ἂν ἀφίκηται ὑμῖν ἄφνω θόρυβος, ἡ δὲ καταστροφὴ ὁμοίως καταιγίδι παρῇ ἢ ὅταν ἔρχηται ὑμῖν θλῖψις καὶ πολιορκία Πολιορκία ἐστὶν διδασκαλία ἠθικὴ τὴν κακῶς οἰκοδομηθεῖσαν ψυχὴν καταστρέφουσα. 15 1, 30. οὐδὲ ἤθελον ἐμαῖς προσέχειν βουλαῖς Εἰ ἐφ' ἡμῖν ἐστιν τὸ θέλειν προσέχειν ταῖς τῆς σοφίας βουλαῖς καὶ μὴ θέλειν προσέχειν, γεγόναμεν αὐτεξούσιοι. Ὅμοιον τούτῳ ἐστὶν καὶ τὸ «ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα». 16 1, 32. ἀνθ' ὧν γὰρ ἠδίκουν νηπίους, φονευθήσονται Ὥσπερ τὰ νήπια μεταξὺ δικαίων καὶ ἀδίκων ἐστίν, οὕτως καὶ πάντες οἱ ἄνθρωποι μεταξὺ ἀγγέλων τε καὶ δαιμόνων εἰσίν, μήτε δαίμονες ὄντες, μήτε ἄγγελοι χρηματίζοντες μέχρι τῆς συντελείας τοῦ αἰῶνος. 17 1, 33 ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐν ἐλπίδι καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ Ὁ ἀπαθὴς ἡσυχάζει ἀφόβως ἀπὸ παντὸς κακοῦ λογισμοῦ. 18 2, 1 υἱέ, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς κρύψῃς παρὰ σεαυτῷ, 2, 2. ὑπακούσεται σοφίας τὸ οὖς σου Οὗτος κρύπτει τὴν ἐντολὴν τοῦ θεοῦ ὁ ποιῶν αὐτήν, εἴπερ καὶ οἱ δαίμονες ἐκ τοῦ μὴ συγχωρεῖν αὐτὴν ποιεῖν ἡμᾶς ἁρπάζειν λέγονται. 19 2, 3.1–2 ἐὰν γὰρ τὴν σοφίαν ἐπικαλέσῃ καὶ τῇ συνέσει δῷς φωνήν σου Νῦν φωνὴν τὴν ἀπάθειαν τῆς ψυχῆς ὀνομάζει· αὕτη γὰρ πέφυκεν ἐπικαλεῖσθαι γνῶσιν θεοῦ. Οὕτω καὶ ὁ Δαυὶδ λέγει· «φωνῇ μου πρὸς κύριον ἐκέκραξα»· καὶ πάλιν· «πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.» 20 2, 5 τότε συνήσεις φόβον κυρίου καὶ ἐπίγνωσιν θεοῦ εὑρήσεις Τότε συνήσεις πῶς ὁ φόβος τοῦ κυρίου ἀρχὴ σοφίας ἐστὶν καὶ πῶς τῆς τοῦ θεοῦ γνώσεως γίνεται πρόξενος. Προϋπάρξαι δὲ δεῖ σοφίαν καὶ σύνεσιν πρὸς τὸ δυνηθῆναι συνιέναι φόβον κυρίου. Καὶ προσάξομεν δὲ ταῦτα τοῖς τὴν μὲν σοφίαν καὶ τὴν σύνεσιν ἐξουθενοῦσιν, καταφεύγειν δὲ βουλομένοις ἐπὶ τὸ φοβεῖσθαι τὸν θεὸν ὡς ἐπὶ εὐχερὲς πρᾶγμα. 21 2, 9 τότε συνήσεις δικαιοσύνην καὶ κρίμα καὶ κατορθώσεις πάντας ἄξονας ἀγαθούς Ἄξονας λέγει τὰς ἐντολὰς τοῦ θεοῦ τὰς ἀγούσας ἡμᾶς ἐπὶ τὴν γνῶσιν τὴν τοῦ θεοῦ. Καὶ ὁ Δαυίδ φησιν· «διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην.» 22 2, 12 ἵνα ῥύσηται ἀπὸ ὁδοῦ κακῆς καὶ ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν πιστόν Οἱ μὲν ἅγιοι ἄγγελοι πάντα λαλοῦσι πιστά· ἄνθρωποι δὲ τὰ μὲν πιστά, τὰ δὲ ἄπιστα· ὁ δὲ διάβολος οὐδὲν πιστόν, ἀντὶ τοῦ οὐ πίστεως ἄξιον. Ἄνδρα γὰρ νῦν τὸν διάβολον λέγει, εἴγε ἄνθρωπος πονηρὸς ἐπέσπειρε τὰ ζιζάνια. 23 2, 17 υἱέ, μή σε καταλάβῃ κακὴ βουλὴ ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος καὶ διαθήκην θείαν ἐπιλελησμένη Εἰ ἡ βουλὴ ποιὰ νοῦ κίνησίς ἐστιν, πῶς αὕτη ἀπέλιπεν διδασκαλίαν νεότητος; Πῶς δὲ καὶ θείας ἐπελάθετο διαθήκης; Ὡς γὰρ περὶ ζῴου λογικοῦ τῆς κακῆς βουλῆς ἡμῖν διαλέγεται.
Ἢ νῦν κακὴν βουλὴν τὸν διάβολον λέγει. Οὗτος γὰρ κακῶς ἐβουλεύσατο εἰπὼν τὸ «ἐπάνω τῶν ἄστρων θήσομαι τὸν θρόνον μου· ἔσομαι ὅμοιος τῷ ὑψίστῳ». Ἐπελάθετο δὲ καὶ τῆς θείας γνώσεως καταλιπὼν τὴν διδασκαλίαν τῆς νεότητος, ἥτις νεότης τὴν προτέραν αὐτοῦ κατάστασιν δηλοῖ, καθ' ἣν καὶ ζηλωτὸς ἦν ἐν τοῖς ξύλοις τοῦ παραδείσου. 24 2, 19 πάντες οἱ πορευόμενοι ἐν αὐτῇ οὐκ ἀναστρέψουσιν οὐδὲ μὴ καταλάβωσιν τρίβους εὐθείας· οὐ γὰρ καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς «Διώκοντας γὰρ δικαιοσύνην ἀγαπᾷ» καὶ «οὕτως τρέχετε ἵνα καταλάβητε». 25 Ὅσοι «καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς», οὗτοι καταλαμβάνουσι τρίβους εὐθείας. Καὶ «τὸ ἔλεός σου, φησίν, καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου». 26 2, 21.1–2 χρηστοὶ ἔσονται οἰκήτορες γῆς· ἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτῇ Οἱ μὲν ἐν ἀκακίᾳ, φησίν, μείναντες ὑπελείφθησαν ἐν τῇ γῇ, τουτέστιν ἐν τῇ γνώσει· οἱ δὲ διὰ κακίαν ἐκπεσόντες διὰ χρηστότητος πάλιν ἐπανελεύσονται. 27 3, 1 υἱέ, ἐμῶν νομίμων μὴ ἐπιλανθάνου· τὰ δὲ ῥήματά μου τηρείτω σὴ καρδία Εἰ οὗτος ἐπιλανθάνεται τοῦ νόμου ὁ μὴ νομίμως βιούς, οὗτος μέμνηται τοῦ νόμου ὁ ζῶν κατ' αὐτόν. Καὶ εἰ οὗτος τηρεῖ τὰ ῥήματα τοῦ θεοῦ ὁ ποιῶν αὐτά, οὗτος ἀπόλλυσιν αὐτὰ ὁ μὴ βουλόμενος πράττειν αὐτά· «οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι, φησίν, παρὰ τῷ θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται.» 28 3, 5 ἴσθι πεποιθὼς ἐν ὅλῃ καρδίᾳ ἐπὶ θεῷ· ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου Μὴ ἐπαρθῇς, φησί, θεοῦ σοφίαν κτησάμενος. Ὅτι δὲ τὴν τοῦ θεοῦ ἐνταῦθα λέγει σοφίαν καὶ οὐ τὴν ἀνθρωπίνην, δι' ὧν ἐπιφέρει δείκνυσι· «ἐν πάσαις γάρ, φησίν, ὁδοῖς σου γνώριζε αὐτήν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου.» 29 3, 8 τότε ἴασις ἔσται τῷ σώματί σου καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου Ὅταν αἱ δυνάμεις τῆς ψυχῆς ἐπιμελείας τύχωσιν, τὸ τηνικαῦτα ἐροῦσι· «κύριε, τίς ὅμοιός σοι; πάντα γάρ, φησί, τὰ ὀστᾶ μου ἐροῦσι· κύριε, κύριε, τίς ὅμοιός σοι;» Ἐπιμελείας γὰρ τυχοῦσα ἡ μνημονευτικὴ δύναμις τῆς ψυχῆς πάντως ἐρεῖ τὸ «ἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθην». Ὁμοίως δὲ καὶ ἡ ὀπτικὴ λέξει τὸ «κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην». Ὡσαύτως δὲ καὶ ἡ ἐπιθυμητική· «κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου.» Ἐρεῖ δὲ καὶ ἡ λογιστικὴ τὸ «διελογισάμην ἡμέρας ἀρχαίας». Κατὰ ταῦτα συμβήσεται καὶ ἐπὶ τῶν ἄλλων δυνάμεων. 30 3, 15.1–2 τιμιωτέρα δέ ἐστιν λίθων πολυτελῶν· οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν Πρὸς μόνην τὴν σοφίαν ἀδυνατοῦσιν οἱ δαίμονες λογισμοὺς ἐμβάλλειν εἰς τὴν καρδίαν τοῦ σεσοφισμένου μὴ συγχωρούμενοι· ὁ γὰρ νοῦς τοῖς τῆς σοφίας ποιούμενος θεωρήμασιν ἀνεπίδεκτος γίνεται λογισμῶν ἀκαθάρτων. 31 3, 15.3 εὔγνωστός ἐστι πᾶσιν τοῖς ἐγγίζουσιν αὐτῇ Νοῦς καθαρὸς ἐγγίζει σοφίᾳ· ὁ δὲ ἀκάθαρτος μακρυνθήσεται ἀπ' αὐτῆς. 32 3, 18. ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς Τούτου τοῦ ξύλου μετὰ τὴν παράβασιν ὁ Ἀδὰμ μεταλαμβάνειν κωλύεται, εἴπερ «ἀπὸ καρπῶν δικαιοσύνης φύεται δένδρον ζωῆς». Εἰ δὲ τὸ δένδρον τῆς ζωῆς ἡ τοῦ θεοῦ σοφία ἐστίν, δικαίως ἅψασθαι κωλύεται τούτου τοῦ ξύλου· «εἰς γὰρ κακότεχνον, φησίν, ψυχὴν σοφία οὐκ εἰσελεύσεται.» 33 3, 19 ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσεν τῆν γῆν· ἡτοίμασεν δὲ οὐράνους ἐν φρονήσει· 3, 20 ἐν αἰσθήσει ἄβυσσοι ἐρράγησαν· νέφη δὲ ἐρρύησαν δρόσους Ἣν ἐνταῦθα γῆν εἶπεν, Παῦλος ὁ ἅγιος πλάτος ὠνόμασεν καὶ τοὺς ἐνταῦθα οὐρανοὺς λεγομένους ὕψος ἐκεῖνος ἐν τῇ πρὸς Ἐφεσίους καλεῖ καὶ τὰς λεγομένας τροπικῶς ἀβύσσους ὀνομάζει βάθος καὶ τὰ δεδροσωμένα νέφη μῆκος καλεῖ. Ταῦτα δὲ πάντα λογικῶν ἐστι φύσεων σύμβολα διαιρουμένων κόσμοις καὶ σώμασι κατ' ἀναλογίαν τῆς καταστάσεως. 34 3, 22 ἵνα ζήσῃ ἡ ψυχή σου καὶ χάρις ᾖ περὶ σῷ τραχήλῳ Τράχηλον τὴν ψυχὴν εἶπεν τὴν βαστάσασαν τὸν ζυγὸν τοῦ κυρίου. 35 3, 23 ἵνα πορεύῃ πεποιθὼς ἐν εἰρήνῃ πάσας τὰς ὁδούς σου, ὁ δὲ πούς σου οὐ μὴ προσκόψῃ Πρόσκομμά ἐστι φύσεως λογικῆς λογισμὸς ἀκάθαρτος ἢ γνῶσις ψευδής. 36 3, 24 ἐὰν κάθῃ, ἄφοβος ἔσῃ· ἐὰν δὲ
καθεύδῃς, ἡδέως ὑπνώσεις 3, 25 καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπελθοῦσαν οὐδὲ ὁρμὰς ἀσεβῶν ἐπερχομένας Ἐντεῦθεν γινώσκομεν ὅτι ἡ ἐλεημοσύνη περιαιρεῖ φοβερὰς φαντασίας νύκτωρ ἡμῖν ἐπισυμβαινούσας. Τὸ αὐτὸ δὲ ποιεῖ καὶ πραΰτης καὶ ἀοργησία καὶ μακροθυμία καὶ ὅσα πέφυκε ταρασσόμενον καταστέλλειν θυμόν, εἴπερ ἐκ τῆς ταραχῆς τοῦ θυμοῦ τὰ φοβερὰ φάσματα εἴωθε γίνεσθαι. 37 3, 30 μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην, μή τι εἰς σὲ ἐργάσηται κακόν Αὕτη ἡ πρὸς τὸν πλησίον ἔχθρα ἀπεργάζεταί τινα κακόν. 38 3, 33 κατάρα θεοῦ ἐν οἴκοις ἀσεβῶν· ἐπαύλεις δὲ δικαίων εὐλογοῦνται Ἄγνοια κυρίου ἐν ψυχαῖς ἀσεβῶν· γνῶσις δὲ θεοῦ ἐν ψυχαῖς δικαίων. 39 3, 34 κύριος ὑπερηφάνοις ἀντιτάσσεται· ταπεινοῖς δὲ δίδωσιν χάριν Ὥσπερ τοῖς ἀδίκοις ὁ κύριος ὡς δικαιοσύνη ἀντιτάσσεται καὶ τοῖς ψεύσταις ὡς ἀλήθεια, οὕτω καὶ τοῖς ὑπερηφάνοις ὡς ταπεινοφροσύνη ἀντιτάσσεται. 40 3, 35 δόξαν σοφοὶ κληρονομήσουσιν· οἱ δὲ ἀσεβεῖς ὕψωσαν ἀτιμίαν Γνῶσιν σοφοὶ κληρονομήσουσιν· οἱ δὲ ἀσεβεῖς ἐτίμησαν ἀγνωσίαν. 41 4, 2. δῶρον γὰρ ἀγαθὸν δωροῦμαι ὑμῖν Σημειωτέον ἐνταῦθα ὅτι δῶρον ἀγαθὸν ὀνομάζει τὸν νόμον διὰ τὸν λαμβάνοντα δῶρα ἐν κόλπῳ ἀδίκως καὶ μὴ κατευοδούμενον. Ἐκεῖ γὰρ δῶρα ἄδικα τὰ προστάγματα λέγει τοῦ πονηροῦ, ἅπερ ὁ νοῦς δεχόμενος οὐ κατευοδοῦται ἐν ταῖς ὁδοῖς αὐτοῦ. 42 4, 2. τὸν ἐμὸν νόμον μὴ ἐγκαταλίπητε Οὗτος ἐγκαταλιμπάνει τὸν νόμον ὁ παραβαίνων αὐτόν. 43 4, 8. περιχαράκωσον αὐτήν, καὶ ὑψώσει σε Εἰ ἐφ' ἡμῖν ἐστι τὸ χαρακῶσαι τὴν σοφίαν, αἱ δὲ ἀρεταί εἰσιν ἐφ' ἡμῖν, οἱ χάρακες ἄρα δηλοῦσιν ἐνταῦθα τὰς ἀρετάς, αἵτινες ὑψοῦσι τὴν γνῶσιν τὴν τοῦ θεοῦ. 44 4, 9 ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων· στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσῃ σου Στέφανος χαρίτων καὶ στέφανος τρυφῆς ἡ γνῶσίς ἐστιν ἡ τοῦ θεοῦ, ἥτις καὶ ὑπερασπίζει ἡμῶν πάντα λογισμὸν ἐμπαθῆ καὶ πᾶσαν ἀπωθουμένη γνῶσιν ψευδῆς. 45 4, 10 ἄκουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους καὶ πληθυνθήσεταί σοι ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου Αὗται αἱ πολλαὶ ὁδοὶ εἰς μίαν ἄγουσιν ὁδὸν τὴν εἰποῦσαν· «ἐγώ εἰμι ἡ ὁδός.» Πολλὰς δὲ εἴρηκεν ὁδοὺς τὰς ἀρετὰς τὰς φερούσας ἐπὶ τὴν γνῶσιν τὴν τοῦ Χριστοῦ. 46 4, 15 ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσιν, μὴ ἐπέλθῃς ἐκεῖ· ἔκκλινον δὲ ἀπ' αὐτῶν καὶ παράλλαξον Τούτου τοῦ στρατοῦ ὁ τόπος ἐστὶν ἡ κακία καὶ ἡ ψευδώνυμος γνῶσις. 47 4, 16 οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν, ἀφῄρηται ὁ ὕπνος ἀπ' αὐτῶν, οὐ κοιμῶνται Εἰ τοῖς ἀγαπητοῖς αὐτοῦ δίδωσιν ὁ κύριος ὕπνον, οἱ δὲ ἀσεβεῖς οὐκ εἰσὶν αὐτοῦ ἀγαπητοί, τοῖς ἀσεβέσιν οὐ δίδωσιν ὕπνον ὁ κύριος. Ἐντεῦθεν δὲ ἔστι καὶ πιθανῶς δεῖξαι ὅτι οὐδὲ καθεύδειν πεφύκασιν οἱ δαίμονες. 48 4, 17 οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας· οἴνῳ δὲ παρανόμῳ μεθύσκονται Ἐντεῦθεν γινώσκομεν τίσι τρέφεται ὁ στρατὸς τῆς ἀντικειμένης δυνάμεως· σῖτα γάρ, φησίν, αὐτοῦ ἐστιν ἡ ἀσέβεια καὶ οἶνος παρανομία. 49 4, 18 αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσιν, προπορεύονται καὶ φωτίζουσιν, ἕως κατορθώσῃ ἡ ἡμέρα Προπορεύονται ἡμῶν αἱ ἀρεταὶ καὶ φωτίζουσιν ἡμᾶς, ἕως ἂν ὁ ἥλιος τῆς δικαιοσύνης τὴν ἑαυτοῦ ἡμέραν ἡμῖν ἐπιλάμψῃ. 50 4, 19 αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί, οὐκ οἴδασιν πῶς προσκόπτουσιν Οὐδὲ τὸν τρόπον πῶς ἁμαρτάνουσιν οἱ ἀσεβεῖς ἐπίστανται οὐδὲ τὴν αἰτίαν γινώσκουσι πόθεν προσκόπτουσιν, ἀλλ' οὐδ' αὐτὸ τοῦτο ἴσασιν ὅτι παρανομοῦσιν, ὅπερ ἐστὶ γνώρισμα τῆς ἐσχάτης ἀνοίας. 51 4, 21 ὅπως μὴ ἐκλίπωσίν σε αἱ πηγαί σου, φύλασσε αὐτὰς ἐν σῇ καρδίᾳ Πηγὰς λέγει τὰς ἀρετάς, ἀφ' ὧν γεννᾶται τὸ ὕδωρ τὸ ζῶν, ὅπερ ἐστὶν ἡ γνῶσις ἡ τοῦ Χριστοῦ. Καὶ ὁ Δαυίδ· «ὤφθησαν, φησίν, αἱ πηγαὶ τῶν ὑδάτων καὶ ἀνεκαλύφθησαν τὰ θεμέλια τῆς οἰκουμένης», παρὰ τὴν ἐπιδημίαν δηλονότι τοῦ σωτῆρος ἡμῶν Χριστοῦ. 52 4, 25 οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν· τὰ δὲ βλέφαρά σου νευέτω δίκαια Ὅσοι λογισμοὺς ἔχουσιν ἀπαθεῖς καὶ δόγματα ἀληθῆ, οὗτοι ὁρῶσιν ὀρθά. 53 4, 27 μὴ
ἐκκλίνῃς εἰς τὰ δεξιὰ μηδὲ εἰς τὰ ἀριστερά· ἀπόστρεψον δὲ σὸν πόδα ἀπὸ ὁδοῦ κακῆς Ἡ ἀρετὴ γὰρ μεσότης· διὸ καὶ τὴν ἀνδρείαν μεταξὺ τῆς θρασύτητος καὶ τῆς δειλίας εἶναί φασιν. Νῦν δὲ ὀνομάζει δεξιὰ οὐ τὰ φύσει δεξιά, ἀλλὰ τὰ φαινόμενά τισι διὰ τὰς ἡδονὰς δεξιά· «βορέας γάρ, φησίν, σκληρὸς ἄνεμος· ὀνόματι δὲ ἐπιδέξιος καλεῖται», βορέαν λέγων συμβολικῶς τὸν πονηρόν, ἀφ' οὗ ἐξεκαύθη πάντα τὰ κακὰ ἐπὶ τῆς γῆς. 54 4, β αὐτὸς δὲ ὀρθὰς ποιήσει τὰς τροχιάς σου· τὰς δὲ πορείας σου ἐν εἰρήνῃ προάξει Συμφωνεῖ τούτοις τὸ «ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον» καὶ «φυλάξῃ πόλιν» καὶ ἑξῆς. 55 5, 3 μὴ πρόσεχε φαύλῃ γυναικί· μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα, 5, 4 ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου Τὸ λίπος τὴν ἡδονὴν σημαίνει, ἀφ' ἧς τίκτεται ἡ ἀκαθαρσία, ἧς ἔκγονον κακία καὶ ἄγνοια, ὧν οὐδὲν ἔστι πικρότερον ἐν τοῖς γεγονόσιν εὑρεῖν. 56 5, 5.1–2 τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσιν τοὺς χρωμένους αὐτῇ μετὰ θανάτου εἰς τὸν ᾅδην Ἣν ἀνωτέρω πόρνην εἶπεν, νῦν ἀφροσύνην ὠνόμασεν. 57 Ὑπὲρ τῶν μετὰ θανάτου καταβαινόντων εἰς τὸν ᾅδην προσεύχεται ὁ Δαυὶδ λέγων· «καταβήτωσαν εἰς ᾅδου ζῶντες.» 58 5, 6 ὁδοὺς γὰρ ζωῆς οὐκ ἐπέρχεται· σφαλεραὶ δὲ αἱ τροχιαὶ αὐτῆς καὶ οὐκ εὔγνωστοι Εἰ οὐκ εὔγνωστοί εἰσιν αἱ τροχιαί, καλῶς εἴρηται τὸ «οὐκ οἴδασι πῶς προσκόπτουσιν». 59 5, 8 μακρὰν ποίησον ἀπ' αὐτῆς σὴν ὁδόν· μὴ ἐγγίσῃς πρὸς θύραις οἴκων αὐτῆς Ὁδὸν εἶπεν ἐνταῦθα τὸν ἐπὶ τὴν ἀρετὴν ὁδεύοντα νοῦν. Ἢ τάχα τὴν ἀρετὴν προστάσσει χωρίζειν ἡμᾶς ἀπὸ κακίας. 60 5, 9 ἵνα μὴ πρόῃ ἄλλοις ζωήν σου καὶ σὸν βίον ἀνελεήμοσιν Ἐντεῦθεν γινώσκομεν ὅτι τὸ θυμικὸν μέρος ἐπικρατεῖ ἐν τοῖς δαίμοσιν· «ἀνελεήμων γὰρ θυμός, φησίν, καὶ ὀξεῖα ὀργή.» 61 5, 11. ἡνίκα ἂν κατατριβῶσιν σάρκες σώματός σου Διὰ τῶν κακιῶν οἱ πονηροὶ κατατρίβουσι τὰς σάρκας τὰς τοῦ Χριστοῦ καὶ τὸ αἷμα καταναλίσκουσι κοινὸν αὐτὸ ἡγησάμενοι· «ὁ τρώγων γάρ μου, φησί, τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ.» 62 5, 14 παρ' ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ ἐν μέσῳ ἐκκλησίας καὶ συναγωγῆς Ἦν ὅτε οὐκ ἦν κακία καὶ ἔσται ὅτε οὐκ ἔσται· οὐκ ἦν δὲ ὅτε οὐκ ἦν ἀρετή, οὐδὲ ἔσται ὅτε οὐκ ἔσται· ἀνεξάλειπτα γὰρ τὰ σπέρματα τῆς ἀρετῆς. Πείθει δέ με καὶ οὗτος παρ' ὀλίγον καὶ οὐ τελείως ἐν παντὶ κακῷ γεγονὼς καὶ ὁ πλούσιος ἐν τῷ ᾅδῃ διὰ κακίαν κρινόμενος καὶ οἰκτείρων τοὺς ἀδελφούς. Τὸ δὲ ἐλεεῖν σπέρμα τυγχάνει τὸ κάλλιστον τῆς ἀρετῆς. 63 5, 15 πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων καὶ ἀπὸ σῶν φρεάτων πηγῆς Ἡ γνῶσις καὶ φρέαρ ἐστὶ καὶ πηγή. Τοῖς μὲν γὰρ προσελθοῦσι ταῖς ἀρεταῖς βαθὺ φρέαρ εἶναι δοκεῖ, τοῖς δὲ ἀπαθέσι καὶ καθαροῖς πηγή. Οὕτω καὶ ὁ σωτὴρ «ἐκαθέζετο ἐπὶ τῇ πηγῇ, ὥρα ἦν ὡσεὶ ἕκτη». Ἡ δὲ Σαμαρεῖτις φρέαρ αὐτὴν ὀνομάζει· «κύριε γάρ, φησίν, οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶ βαθύ.» 64 5, 18 ἡ πηγή σου τοῦ ὕδατος ἔστω σοι ἰδία καὶ συνευφραίνου μετὰ γυναικὸς τῆς ἐκ νεότητός σου Εἰ ἡ γυνὴ ἐνταῦθα τὴν τοῦ θεοῦ γνῶσιν σημαίνει, αὕτη δὲ ἐκ νεότητος ἡμῖν ἐδόθη, ἡ γνῶσις ἄρα τοῦ θεοῦ ἀπ' ἀρχῆς ἡμῖν ἐδόθη, ἥντινα ἀνωτέρω διδασκαλίαν ὁ Σολομὼν νεότητος λέγει· «υἱὲ γάρ, φησί, μή σε καταλάβῃ βουλὴ κακή»–τὸν διάβολον λέγων ὡς κακῶς βουλευσάμενον– , «ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος καὶ διαθήκην θείαν ἐπιλελησμένη.» Λήθη δὲ καὶ ἀπόλειψις γνώσεως καὶ κτήσεως δεύτεραι, ὥσπερ καὶ ὑγείας νόσος ἐσχάτη καὶ ζωῆς θάνατος δεύτερος. Ἅμα δὲ καὶ τοῦτο ἰστέον ὅτιπερ ἡ αὐτὴ γνῶσις καὶ μήτηρ λέγεται καὶ γυνὴ καὶ ἀδελφή. Μήτηρ μὲν ἐπειδὴ ὁ διδάξας με δι' αὐτῆς με γεγέννηκεν, ὡς Παῦλος διὰ τοῦ εὐαγγελίου Γαλάτας. Γυνὴ δὲ ὅτι συνοῦσά μοι τίκτει τὰς ἀρετὰς καὶ δόγματα ὀρθά, εἴγε «ἡ σοφία ἀνδρὶ τίκτει φρόνησιν». Ἀδελφὴ δὲ ὅτι
ἐγώ τε καὶ αὐτὴ ἐκ τοῦ ἑνὸς γεγόναμεν θεοῦ καὶ πατρός· «εἶπον γάρ, φησίν, τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι.» 65 5, 19 ἔλαφος φιλίας καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι· ἡ δὲ ἰδία ἡγείσθω σου καὶ συνέστω σοι ἐν παντὶ καιρῷ· ἐν γὰρ ταύτῃ τῇ φιλίᾳ συμπεριφερόμενος πολλοστὸς ἔσῃ Εἰ «χάρις καὶ φιλία ἐλευθεροῖ», ἀρετὴ δὲ καὶ γνῶσις ἐλευθεροῖ ψυχὴν λογικήν, ἡ χάρις καὶ ἡ φιλία ἀρετὴ καὶ γνῶσίς ἐστιν. Εἰ δὲ ἡ ἔλαφος ἐκ τῆς φιλίας, ὁ δὲ πῶλος ἐκ τῆς χάριτος γεννᾶται, ἡ μὲν ἔλαφός ἐστιν θεωρίας σύμβολον, ὁ δὲ πῶλος τῆς ἀπαθείας· ἡ μὲν γὰρ ἐξ ἀρετῶν, ἡ δὲ ἐκ τῆς γνώσεως γίνεσθαι πέφυκεν. 66 Ἰδία τῆς λογικῆς φύσεώς ἐστιν ἡ ἀρετὴ καὶ ἡ γνῶσις ἡ τοῦ θεοῦ. 67 Τὸ πολλοστὸν εἶναι τὸ πλῆθός ἐστιν ἔχειν θεωρημάτων. Πλῆθος δέ ἐστιν τῶν ὠφελουμένων. 68 5, 20 μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν μηδὲ συνέχου ἀγκάλαις ταῖς μὴ ἰδίαις Τὸ «μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν», τινὲς μὲν περὶ τῆς ἔξωθεν σοφίας νομίσουσι λέγεσθαι, πρὸς ἣν χρονίζειν οὐκ ἀναγκαῖον διὰ τὰς ἐγκεκρυμμένας ἀπάτας· τινὲς δὲ περὶ τῆς κακίας ἐκλήψονται καὶ τὸ μὴ πολὺν εἶναι πρὸς αὐτὴν ἑρμηνεύσουσιν οὕτως, ὅτι οὐ δυνατὸν ἄνθρωπον ὄντα παντάπασιν ἀπέχεσθαι πονηρῶν λογισμῶν, μὴ χρονίζειν μέντοιγε ἐν αὐτοῖς δυνατὸν καὶ ὅτι ἀγκάλας τὰς ἀλλοτρίας τοὺς πονηροὺς λογισμοὺς ὀνομάζει τοὺς συνέχοντας τὴν ψυχὴν καὶ μὴ λανθάνοντας τὸν καρδιογνώστην θεόν. 69 6, 1 υἱέ, ἐὰν ἐγγύῃ σὸν φίλον, παραδώσεις σὴν χεῖρα ἐχθρῷ Πᾶς ὁ τὸν φίλον τῶν ἀποστόλων Χριστὸν ἐγγυώμενος ὡς δικαιοσύνην καὶ ἀλήθειαν παραδίδωσι τὴν ἑαυτοῦ ψυχὴν τοῖς ἐχθροῖς τοῖς εἰωθόσι πολεμεῖν τοῖς ἀνθρώποις διὰ τὴν πρὸς τὸν σωτῆρα φιλίαν· φιλία γάρ ἐστιν πνευματικὴ γνῶσις θεοῦ, καθ' ἣν καὶ οἱ ἅγιοι φίλοι χρηματίζουσι τοῦ θεοῦ. Οὕτω καὶ Ἰωάννης ὁ βαπτιστὴς φίλος ἦν τοῦ νυμφίου καὶ Μωσῆς καὶ οἱ ἀπόστολοι· «οὐκέτι γάρ, φησίν, ὑμᾶς καλῶ δούλους, ἀλλὰ φίλους.» «Παρόξυνε δέ», φησίν, διὰ προσευχῶν καὶ δεήσεων, «καὶ τὸν φίλον σου ὃν ἐνεγυήσω» λέγων· «φύλαξόν με, κύριε, ἐκ χειρὸς ἁμαρτωλοῦ» καὶ «ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με» καὶ «ἕνεκα τῶν ἐχθρῶν μου μὴ παραδῷς με εἰς χεῖρας θλιβόντων με», «ὅτι ἕνεκέν σου θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς». 70 6, 4 μὴ δῷς ὕπνον σοῖς ὄμμασιν μηδὲ ἐπινυστάξῃς σοῖς βλεφάροις Ὕπνος μέν ἐστι ψυχῆς ἡ κατ' ἐνέργειαν ἁμαρτία· νυσταγμὸς δὲ τὸ πρῶτον ἐν τῇ ψυχῇ συνιστάμενον ἀκάθαρτον νόημα. Διὸ καὶ πρὸ τοῦ νυσταγμοῦ ὁ λόγος τὸν ὕπνον κωλύει· «ἐρρέθη γάρ, φησί, τοῖς ἀρχαίοις· οὐ φονεύσεις· ἐγὼ δὲ λέγω· οὐκ ὀργισθήσῃ.» Καὶ ἐνταῦθα γὰρ φαίνεταί μοι τὸν ὕπνον κωλύων ὁ νόμος, τὸν δὲ νυσταγμὸν τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, εἴγε ὁ μὲν περικόπτει τὴν κατ' ἐνέργειαν ἁμαρτίαν, τὸ δὲ τὴν κατὰ διάνοιαν πρῶτον συνισταμένην κακίαν. 71 6, 6 ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ, καὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ καὶ γενοῦ ἐκείνου σοφώτερος· 6, 7 ἐκείνῳ γὰρ γεωργίου μὴ ὑπάρχοντος μηδὲ τὸν ἀναγκάζοντα ἔχων μηδὲ ὑπὸ δεσπότην ὤν, 6, 8. ἑτοιμάζεται θέρους τὴν τροφήν Σημειωτέον ἐνταῦθα ὅτι τὴν τοῦ μύρμηκος φυσικὴν καὶ ἐναρμόνιον κίνησιν σοφίαν καλεῖ· καὶ γὰρ ὁ σοφώτερος σοφοῦ σοφώτερος λέγεται. Πῶς δὲ καὶ οὐκ ἔστιν ὑπὸ δεσπότην, εἴγε τὰ σύμπαντα δοῦλα τοῦ θεοῦ; Ἢ μήποτε ὁ θεὸς δεσπότης λέγεται διχῶς, ὡς δημιουργὸς καὶ ὡς γινωσκόμενος. Διὸ καὶ ὁ Παῦλος γράφει· «νυνὶ δὲ ἐλευθερωθέντες μὲν ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ θεῷ», δηλονότι κατ' ἀρετὴν καὶ γνῶσιν, «ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον.» Εἰ δὲ τοῦ τοιούτου τέλους ἄμοιρός ἐστιν ὁ μύρμηξ, ἄλογος ὤν, δηλονότι καὶ τῆς τοιαύτης δουλείας ἐλεύθερος, καλῶς οὖν λέγεται μὴ εἶναι ὑπὸ δεσπότην ὁ μύρμηξ κατὰ ταύτην τὴν δεσποτείαν καὶ εἶναι πάλιν ὑπὸ δεσπότην ὡς δημιουργὸν ἔχων τὸν θεόν. 72 6, α. ἢ πορεύθητι πρὸς τὴν μέλισσαν ... 6, β. ἧς τοὺς πόνους
βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται Διὰ μὲν τοῦ μύρμηκος ἔοικεν ὁ Σολομὼν τὴν πρακτικὴν ὁδὸν ἡμῖν ὑπογράφειν, διὰ δὲ τῆς μελίσσης τὴν θεωρίαν τῶν γεγονότων σημαίνειν καὶ αὐτοῦ τοῦ ποιήσαντος, ἥντινα καὶ καθαροὶ καὶ ἀκάθαρτοι καὶ σοφοὶ καὶ ἀνόητοι πρὸς τὴν τῆς ψυχῆς ὑγείαν προσφέρονται. Καὶ φαίνεται μέν μοι ὁ κηρὸς αὐτῶν τῶν πραγμάτων λόγον ἐπέχειν, τὸ δ' ἐναποκείμενον αὐτῷ μέλι σύμβολον εἶναι τῆς θεωρίας αὐτῶν. Καὶ ὁ μὲν κηρὸς παρελεύσεται· «ὁ οὐρανὸς γάρ, φησίν, καὶ ἡ γῆ παρελεύσεται»· τὸ δὲ μέλι οὐ παρελεύσεται. Οὐδὲ γὰρ οἱ λόγοι παρελεύσονται τοῦ σωτῆρος ἡμῶν Χριστοῦ, περὶ ὧν λέγει ὁ Σολομών· «κηρία μέλιτος λόγοι καλοί, γλύκασμα δὲ αὐτῶν ἴασις ψυχῆς»· καὶ ὁ Δαυίδ· «ὡς γλυκέα, φησί, τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου.» 73 Τὸ ἀποτέλεσμα τοῦ πόνου πόνον ὠνόμασεν. 74 6,09 ἕως τίνος, ὀκνηρέ, κατάκεισαι; πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ; Ὁ ὕπνος οὗτος μόνῃ πέφυκεν ἐπισυμβαίνειν ψυχῇ λογικῇ· σημαίνει γὰρ ἐνταῦθα κακίαν καὶ ἀγνωσίαν, ὧν ἡ ἀγρυπνία ποιεῖ τινα «ὡς στρουθίον μονάζον ἐπὶ δώματι». 75 6, 11 εἶτ' ἐμπαραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς Πενία ἐστὶ στέρησις γνώσεως· ἔνδεια δὲ σπάνις τῶν ἀρετῶν. 76 6, 13 ὁ δ' αὐτὸς ἐννεύει ὀφθαλμῷ, σημαίνει δὲ ποδί, διδάσκει δὲ ἐννεύμασιν δακτύλων Προσεκτέον ἐνταῦθα μήποτε ἄρα διὰ τῶν τοιούτων κινημάτων τοῦ σώματος γινώσκουσιν οἱ ἀντικείμενοι τοὺς ἑαυτῶν λογισμοὺς ἐν ἡμῖν τρεφομένους, ἐπιδὴ καρδιογνώστην μόνον τὸν θεὸν πεπιστεύκαμεν εἶναι. 77 6, 17 ὀφθαλμὸς ὑβριστοῦ, γλῶσσα ἄδικος, χεῖρες ἐκχέουσαι αἶμα δίκαιον Πᾶς ὁ τρώγων τὰς σάρκας τοῦ Χριστοῦ καὶ πίνων τὸ αἷμα αὐτοῦ κτᾶται αἷμα δίκαιον, οὗ στερισκομένη λέγεται ἀποθνῄσκειν ψυχὴ λογική· «ψυχὴ γάρ, φησίν, ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται.» Εἰ δέ ἐστιν αἷμα δίκαιον, ἔστιν δηλονότι καὶ αἷμα ἄδικον, ὅπερ συνάγουσιν ἐν ἑαυτοῖς οἱ κατεσθίοντες τὸ δεδομένον βρῶμα λαοῖς τοῖς Αἰθίοψιν καὶ τρεφόμενοι τῷ ἄρτῳ τοῦ ψεύδους. Καὶ οἱ μὲν θύοντες θεοῖς ἀλλοτρίοις τὸ δίκαιον ἑαυτῶν αἷμα καταναλίσκουσιν· οἱ δὲ ἑαυτοὺς θυσίαν προσάγοντες τῷ μόνῳ θεῷ τὸ ἄδικον διαφθείρουσιν αἷμα. Ἀκολουθήσει δὲ πάντως τῇ μὲν φθορᾷ τοῦ ἀδίκου αἵματος ἡ γένεσις τοῦ δικαίου αἵματος καὶ τῇ φθορᾷ τοῦ δικαίου αἵματος ἡ γένεσις τοῦ ἀδίκου αἵματος. Ἀλλὰ τοῦτο μὲν νῦν γενέσθαι πέφυκεν, ἀπ' ἀρχῆς δὲ οὐχ οὕτως· οὐ γὰρ κατὰ φθορὰν κακίας ὑπέστη δικαιοσύνη, ὡς οὐδὲ κατὰ φθορὰν νόσου ὑγεία, τῶν παιδίων μετὰ τῆς ὑγείας ἀπ' ἀρχῆς τικτομένων. 78 6, 19 ἐκκαίει ψεύδη μάρτυς ἄδικος καὶ ἐπιπέμπει κρίσεις ἀνὰ μέσον ἀδελφῶν Ἀδελφοί εἰσιν οἱ τὸ τῆς υἱοθεσίας ἔχοντες χάρισμα καὶ ὑπὸ τὸν αὐτὸν ὄντες πατέρα Χριστόν, οὓς χωρίζειν ἐπιχειρεῖ ὁ μάρτυς τῆς ἀδικίας, ταραχὰς ἐν αὐτοῖς ἐμβάλλων καὶ κρίσεις. Τὸ δὲ ἐκκαίει, ὡς οἶμαι, προστέθειται διὰ τοὺς ἐμπαθεῖς λογισμοὺς ἀνάπτοντας θυμὸν μὲν πρὸς ὀργὴν καὶ μῖσος, ἐπιθυμίαν δὲ πρὸς αἰσχρὰς ἐργασίας. Τούτους τοὺς λογισμοὺς καὶ ὁ ἅγιος Παῦλος ὠνόμασεν τοῦ πονηροῦ βέλη πεπυρωμένα τιτρώσκοντα τὴν ψυχὴν καὶ θάνατον ἐργαζόμενα. 79 6, 20 φύλασσε, υἱέ, νόμους πατρός σου καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου ... 6, 22. ἡνίκα ἂν περιπατῇς, ἐπάγου αὐτήν, καὶ μετὰ σοῦ ἔστω Τὴν μητέρα προστάσσει ἐπάγεσθαι, ἥτις ἐστὶν ἡ σοφία γεννῶσα ἡμᾶς κατὰ θεόν. Καίτοι ἐχρῆν αὐτὸν εἰπεῖν τὸν πατέρα· οὗτος γὰρ πρὸς τὸ συνεῖναι τῷ υἱῷ μᾶλλον ἐπιτηδειότερος. Ἀλλ' ἐπειδὴ οὐ δυνατὸν αὐτὸν γνῶναι τὸν θεὸν πρὸ τῆς τῶν γεγονότων θεωρίας, τούτου χάριν τὴν μητέρα καὶ οὐ τὸν πατέρα προστάσσει ἐπάγεσθαι, ἵνα διὰ τῆς μητρὸς ὁ υἱὸς ἴδῃ τὸν πατέρα· ἐὰν γὰρ αὐτὴ μὴ γεννήσῃ αὐτόν, οὐ βλέπει τὸ φῶς, ὅπερ ἐστὶ ἡ γνῶσις αὐτοῦ τοῦ θεοῦ. 80 6, 23 ὅτι λύχνος ἐντολὴ νόμου καὶ φῶς καὶ ὁδὸς ζωῆς, ἔλεγχος καὶ παιδεία Ὅτι ἡ ἐντολὴ τοῦ νόμου λύχνος ἐστὶ καὶ φῶς. Καὶ τάχα λύχνος ἐστὶν ἡ παλαιὰ διαθήκη· «ἐκεῖνος γὰρ ἦν ὁ
λύχνος ὁ καιόμενος καὶ φαίνων»· φῶς δὲ ἡ νέα διαθήκη· «ἐγὼ γάρ, φησίν, εἰμὶ τὸ φῶς τοῦ κόσμου.» 81 6, 26. τιμὴ γὰρ πόρνης ὅση καὶ ἑνὸς ἄρτου Τοσαύτη γάρ ἐστιν ἡ ἡδονὴ τῆς κακίας ὅση καὶ ἑνὸς ἄρτου. 82 6, 27 ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει; 6, 28 ἢ περιπατήσει τις ἐπ' ἀνθράκων πυρός, τοὺς δὲ πόδακατακαύσει; Οὗτος ἀποδεσμεῖ τὸ πῦρ ἐν τῷ κόλπῳ, ὁ συγχωρῶν τὸν ἀκάθαρτον λογισμὸν ἐν τῇ καρδίᾳ χρονίζοντα διαφθείρειν τοὺς ὀρθοὺς λογισμούς. Καὶ οὗτος ἐπὶ τῶν ἀνθράκων περιπατεῖ, ὁ διὰ τῆς κατ' ἐνέργειαν ἁμαρτίας τὴν ἑαυτοῦ ψυχὴν ἀπολλύων. 83 6, 29 οὕτως ὁ εἰσελθὼν πρὸς γυναῖκα ὕπανδρον οὐκ ἀθῳωθήσεται οὐδὲ πᾶς ὁ ἁπτόμενος αὐτῆς Γυναῖκα ὕπανδρον τὴν κακίαν λέγει· ταύτης γὰρ ἀνὴρ ὁ διάβολος ὁ γεννῶν μετ' αὐτῆς τοὺς παρανόμους υἱούς. Καὶ ὁ σωτὴρ δὲ ἐν τοῖς εὐαγγελίοις πρὸς τοὺς Ἰουδαίους· «ὑμεῖς, φησίν, ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ.» 84 6, 30 οὐ θαυμαστὸν ἐάν τις ἁλῷ κλέπτων· κλέπτει γὰρ ἵνα ἐμπλήσῃ ψυχὴν πεινῶσαν· 6, 31 ἐὰν δὲ ἁλῷ, ἀποτείσει ἑπταπλάσια καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ δοὺς ῥύσεται ἑαυτόν Ἐὰν δὲ ἁλῷ ὑπὸ γνώσεως ἀληθοῦς, ἀποθήσεται πᾶσαν γνῶσιν ψευδῆ ὁ πρότερον δι' ἔνδειαν γνώσεως κλέπτων ἀπὸ τῆς μωρανθείσης ὑπὸ τοῦ σωτῆρος ἡμῶν σοφίας. 85 6, 32 ὁ δὲ μοιχὸς δι' ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ψυχῆ αὐτοῦ περιποιεῖται Πᾶς ὁ κοινωνήσας τῇ κακίᾳ μοιχός ἐστιν τοῦ διαβόλου τοῦ πρώτου γήμαντος τὴν κακίαν καὶ ἀπ' ἀρχῆς γεγονότος ἀνθρωποκτόνου. 86 6, 34 μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως Ἐνταῦθα δείκνυσιν ὅτι τὸν διάβολον ἕξομεν τῶν πεπραγμένων ἡμῖν κατήγορον ἐν ἡμέρᾳ τῆς κρίσεως. Τοῦτο δὲ καὶ ὁ ἅγιος Παῦλός φησιν· «ἵν' ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων τι λέγειν περὶ ἡμῶν φαῦλον.» 87 7, α υἱέ, τίμα τὸν κύριον καὶ ἰσχύσεις· πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον Εἰ διὰ τῆς παραβάσεως τοῦ νόμου τις τὸν θεὸν ἀτιμάζει, διὰ τοῦ ποιεῖ δηλονότι τὸν νόμον τιμᾷ τὸν θεὸν. 88 7, 4 εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι· τὴν δὲ φρόνησιν γνώριμον περιποίησαι σεαυτῷ Ἀδελφὴ ἡμῶν ἡ σοφία ἐστίν, διότι ὁ ποιήσας τὴν ἀσώματον φύσιν πατὴρ καὶ ταύτην πεποίηκεν. Σοφίαν δὲ ἐνταῦθα λέγει οὐ τὸν υἱὸν τοῦ θεοῦ, ἀλλὰ τὴν θεωρίαν σωμάτων καὶ ἀσωμάτων καὶ τῆς ἐν αὐτοῖς κρίσεως καὶ προνοίας, ἧς εἶδός ἐστι καὶ ἡ φρόνησις καὶ ἡ γνῶσις καὶ ἡ παιδεία καὶ ἡ σύνεσις. 89 7, 5 ἵνα σε τηρήσῃ ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρᾶς, ἐάν σε λόγοις τοῖς πρὸς χάριν ἐμβάληται Οἱ πρὸς χάριν ἐμβαλλόμενοι λόγοι οἱ ἐμπαθεῖς εἰσι λογισμοί. 90 7, 6 ἀπὸ γὰρ θυρίδος ἐκ τοῦ οἴκου αὐτῆς εἰς τὰς πλατείας παρακύπτουσα, 7, 7 ὃν ἂν ἴδῃ τῶν ἀφρόνων τέκνων νεανίαν ἐνδεῆ φρενῶν 7, 8 παραπορευόμενον παρὰ γωνίαν ἐν διόδοις οἴκων αὐτῆς 7, 9 καὶ λαλοῦντα ἐν σκότει ἑσπερινῷ, ἡνίκα ἂν ἡσυχία νυκτερινὴ ᾖ καὶ γνοφώδης, 7, 10 ἡ δὲ γυνὴ συναντᾷ αὐτῷ εἶδος ἔχουσα πορνικόν, ἣ ποιεῖ νέων ἐξίπτασθαι καρδίας Τὴν σάρκα τοῦ ἀνθρώπου θυρίδα νῦν ὀνομάζει· διὰ γὰρ ταύτης ὁ πονηρὸς τὰς ἀπάτας τοῖς ἀνθρώποις ἐργάζεται τοῖς βουλομένοις ὁδεύειν τὴν πλατεῖαν ὁδὸν καὶ εὐρύχωρον καὶ ἀπάγουσαν ἐπὶ τὴν ἀπώλειαν. Ἀλλ' ἐνταῦθα προσεκτέον τί φησιν ὁ Σολομὼν περὶ τῆς κακίας, ὅτι οὐχ αὕτη τὸν ἄνθρωπον ἐν ἀρχαῖς ἐπὶ τὴν πλατεῖαν ἀπάγει οὐδ' ἀναγκάζει πορεύεσθαι ἐν διόδοις οἴκων αὐτῆς ἢ προσεγγίζειν γωνίᾳ ἢ λαλεῖν ἐν σκότει ἑσπερινῷ, ἀλλ' ἐὰν ἴδῃ τινὰ ἑαυτὸν ἐπιδιδόντα ταῖς ἡδοναῖς, εὐθὺς «συναντᾷ αὐτῷ εἶδος ἔχουσα πορνικόν, ἣ ποιεῖ νέων ἐξίπτασθαι καρδίας». 91 Ἡσυχίαν νυκτερινὴν καὶ γνοφώδη τὴν ἀκάθαρτον κατάστασιν ὠνόμασε τῆς ψυχῆς, καθ' ἣν ἀναπτομένη τὴν ἁμαρτίαν διὰ τοῦ σώματος κατεργάζεται. 92 7, 12 χρόνον γάρ τινα ἔξω ῥέμβεται, χρόνον δὲ ἐν πλατείαις, παρὰ πᾶσαν γωνίαν ἐνεδρεύει, 7, 13. εἶτα ἐπιλαβομένη ἐφίλησεν αὐτόν Οἱ μὲν ἐν ταῖς πλατείαις ῥεμβόμενοι μοιχείας καὶ πορνείας καὶ κλοπῆς λαμβάνουσι
λογισμούς· οἱ δὲ ἔξω τούτων ῥεμβόμενοι παρὰ φύσιν κινοῦνται ἀρρένων κοίτην ἐπιζητοῦντες καὶ ἄλλων τινῶν ἀπειρημένων πραγμάτων φαντασίας λαμβάνοντες. 93 Εἰ τῶν λογισμῶν οἱ μὲν καθαροί εἰσιν, οἱ δὲ ἀκάθαρτοι καὶ εἰ μὲν τῶν γραμμῶν αἱ μὲν εὐθεῖαι καλοῦνται, αἱ δὲ κεκλασμέναι εὐθεῖαι, γωνία δέ ἐστιν κεκλασμένη εὐθεῖα, γωνία ἄρα νοητή ἐστιν ἀκάθαρτος λογισμός. Τὸ οὖν παρὰ πᾶσαν γωνίαν ἐνεδρεύειν τὴν κακίαν δηλοῖ τὸ διὰ πάντων τῶν ἀκαθάρτων λογισμῶν αὐτὴν ἐξαπατᾶν τὴν ψυχήν. Φίλημα δὲ δαιμονιῶδές ἐστιν νόημα ἐμπαθὲς πρὸς αἰσχρὰν ἐργασίαν τὴν ψυχὴν ἐκκαλούμενον. 94 7, 15 ἕνεκα τούτου ἐξῆλθον εἰς συνάντησίν σου· ποθοῦσα τὸ σὸν πρόσωπον εὕρηκά σε· 7, 16 κειρίαις τέτακα τὴν κλίνην μου· ἀμφιτάποις δὲ ἔστρωκα τοῖς ἀπ' Αἰγύπτου· 7, 17 διέρραγκα τὴν κοίτην μου κρόκῳ· τὸν δὲ οἶκόν μου κινναμώμῳ Ἡ κακία ζητεῖ τὸ πρόσωπον τῆς ψυχῆς ἡμῶν καταισχῦναι διὰ τῶν κειριῶν καὶ τῆς κλίνης καὶ τῶν ἀμφιτάπων καὶ τοῦ κρόκου καὶ τοῦ κινναμώμου, ἅπερ κακὰ καὶ διάφορα πάθη σημαίνει παρὰ τοῖς ἐφευρεταῖς γινόμενα τῶν κακῶν. 95 7, 19 οὐ γὰρ πάρεστιν ὁ ἀνήρ μου ἐν οἴκῳ· πεπόρευται δὲ ὁδὸν μακράν, 7, 20 ἔνδεσμον ἀργυρίου λαβὼν ἐν χειρὶ αὐτοῦ· δι' ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ Εἰ «δι' ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ», πάνυ πνευματικῶς ἐνατενίσας τῇ οἰκονομίᾳ ὁ Παῦλος ἔσχατον ἐχθρὸν γράφει καταργεῖσθαι τὸν θάνατον. 96 7, 22. ὁ δὲ ἐπηκολούθησεν αὐτῇ κεπφωθείς Τῶν ἐρῳδιῶν τρία γένη εἰσίν, ὅ τε κέπφος καὶ ὁ λευκὸς καὶ ὁ ἀστερίας καλούμενος. Τούτων ὁ κέπφος χαλεπῶς εὐνάζεται καὶ ὀχεύει· κράζει τε γὰρ καὶ ὀχεύων αἷμα, ὥς φασιν, ἀφίησι ἐκ τῶν ὀφθαλμῶν καὶ τίκτει φαύλως καὶ ὀδυνηρῶς. Ταῦτα μὲν οὖν ἀπὸ τῶν τοῦ Ἀριστοτέλους ἐκ Τῶν περὶ τὰ ζῷα ἱστοριῶν παρεθήκαμεν. Ἔοικε δὲ ἡ γραφὴ ἀπὸ τῆς ἱστορίας τοῦ ζῴου τοῦ κέπφου τὴν λέξιν πεποιηκέναι τοῦ πειθουμένου τῇ πόρνῃ γυναικί, κεπφουμένου καὶ ἐξομοιουμένου τῷ ὀρνέῳ δι' ἀκολασίαν. [Οἷον διακινηθείς.] 97 7, 26 πολλοὺς γὰρ τρώσασα καταβέβληκεν καὶ ἀναρίθμητοί εἰσιν, οὓς πεφόνευκεν Τιτρώσκει μὲν ἡμᾶς τοῖς λογισμοῖς· φονεύει δὲ ταῖς ἁμαρτίαις. 98 8, 2 ἐπὶ γὰρ τῶν ὑψηλῶν ἄκρων ἐστίν· ἀνὰ μέσον δὲ τῶν τρίβων ἕστηκεν Μεταξὺ θρασύτητος καὶ δειλίας ἡ ἀνδρεία ἕστηκεν. 99 8, 3 παρὰ γὰρ πύλαις δυναστῶν παρεδρεύει· ἐν δὲ εἰσόδοις ὑμνεῖται Τὴν σοφίαν ποτὲ μὲν ἐν ἐξόδοις, ποτὲ δὲ ἐν εἰσόδοις ὑμνεῖσθαί φησιν, τουτέστι παρὰ τοῖς ἐξερχομένοις ἀπὸ τῆς κακίας καὶ εἰσερχομένοις εἰς τὴν ἀρετήν· ἔξοδον γὰρ καὶ εἴσοδον τὸν ἐξερχόμενον καὶ εἰσερχόμενον ὀνομάζει. Πολλάκις δὲ ἐσημειωσάμεθα τὴν συνήθειαν αὐτοῦ ταύτην, ὅτι ἀπὸ τῶν ἕξεων ὀνομάζει τοὺς κεκτημένους τὰς ἕξεις ἤτοι τὰς ἀρίστας ἢ τὰς χειρίστας. 100 8, 5 νοήσατε, ἄκακοι, πανουργίαν· οἱ δὲ ἀπαίδευτοι, ἔνθεσθε καρδίαν Καρδίαν ἐνταῦθα τὴν ἀρετὴν εἴρηκεν τὴν ἐπισυμβαίνουσαν τῇ καρδίᾳ. 101 8, 10.1–2 λάβετε παιδείαν καὶ μὴ ἀργύριον καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον ... 8, 11. κρείσσων γὰρ σοφία λίθων πολυτελῶν Τὴν σοφίαν ἐνταῦθα ὡς γένος ἔλαβε τῆς παιδείας καὶ τῆς γνώσεως· παιδείαν γὰρ καὶ γνῶσιν προτάξας, ἐπάγει· «κρεῖσσον γὰρ σοφία λίθων πολυτελῶν», ὡς τῆς παιδείας καὶ τῆς γνώσεως περιεχομένης ἐν τῇ σοφίᾳ, ἥτις ἐστὶν πρῶτον χάρισμα τοῦ πνεύματος τοῦ ἁγίου, εἴπερ «διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας». Τὸ δ' αὐτὸ τοῦτο λέγεται καὶ πνεῦμα υἱοθεσίας. 102 8, 13.1–2 φόβος κυρίου μισεῖ ἀδικίαν, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν Σημειωτέον ὅτι ἀδικίαν καὶ ὕβριν καὶ ὑπερηφανίαν τὸν ἄδικον καὶ ὑβριστὴν καὶ ὑπερήφανον λέγει, ἀπὸ τῆς χειρίστης ἕξεως ὀνομάζων αὐτόν.
103 9, 2.1–2 ἔσφαξεν τὰ ἑαυτῆς θύματα, ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον Ἡ αὐτὴ τροφὴ καὶ κρέας ὀνομάζεται καὶ ἄρτος καὶ γάλα καὶ λάχανα καὶ οἶνος. Πλὴν οἱ ἄφρονες ὡς ἄρτων αὐτῆς λέγονται μεταλαμβάνειν καὶ ὡς οἴνου κεκερασμένου. Εἰ δὲ τοῦτο, πῶς νοήσωμεν τὸ «ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος»; 104 Κρατήρ ἐστιν γνῶσις πνευματικὴ τοὺς περὶ ἀσωμάτων καὶ σωμάτων καὶ κρίσεως καὶ προνοίας περιέχουσα λόγους. 105 9, 3. ἀπέστειλεν τοὺς ἑαυτῆς δούλους Εἰ Παῦλος ὁ ἀπόστολος δοῦλός ἐστι Χριστοῦ, ὁ δὲ Χριστὸς σοφία ἐστίν, Παῦλος ἄρα ὁ ἀπόστολος δοῦλος σοφίας ἐστίν. Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἀποστόλων καὶ τῶν προφητῶν τὸν λόγον συνάξομεν, δούλους τῆς σοφίας αὐτοὺς ἀποδείξαντες. 106 9, 3. συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα λέγουσα Τοῦτο τὸ κήρυγμα μόνον ἐστὶν ὑψηλὸν τόπους γνώσεως κηρῦσσον θεοῦ. 107 9, 5 ἔλθατε, φάγετε τῶν ἐμῶν ἄρτων καὶ πίετε οἶνον ὃν ἐκέρασα ὑμῖν Οὐκ εἶπεν τῶν ἐμῶν κρεῶν· «τελείων γάρ ἐστιν ἡ στερεὰ τροφή.» 108 9, 8. μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισῶσίν σε Οὐ δεῖ ἁμαρτάνοντας ἐλέγχειν τοὺς κακούς, μᾶλλον δὲ περὶ φόβου θεοῦ αὐτοῖς διαλέγεσθαι, ὅστις πείθει αὐτοὺς ἀποστῆναι κακίας. 109 9, α τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς Εἰ «τὸ γνῶναι τὸν νόμον διανοίας ἐστὶν ἀγαθῆς», καὶ τὸ ποιῆσαι τὴν ἐντολὴν διανοίας ἐστὶν ἀγαθῆς. Πλὴν πρότερον τὸ ποιῆσαι τὴν ἐντολὴν τοῦ γνῶναι τὸν νόμον, εἴπερ ἡ γνῶσις μετὰ τὴν κάθαρσιν προσγίνεσθαι πέφυκεν. 110 9, α ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμανεῖ ἀνέμους· ὁ δ' αὐτὸς διώξεται ὄρνεα πετόμενα Παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφερόμενος καὶ ναυαγήσας περὶ τὴν πίστιν. 111 9, β ἀπέλιπεν γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος· τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται Ἀπέλιπεν γὰρ τὴν ἄμπελον τὴν εἰποῦσαν· «ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα», καί· «ὁ πατήρ μου ὁ γεωργός ἐστιν.» 112 9, ξ.3 συνάγει δὲ χερσὶν ἀκαρπίαν Ἀκαρπία ἐστὶ κακία καὶ ἄγνοια. 113 9, 13 γυνὴ ἄφρων καὶ θρασεῖα ἐνδεὴς ψωμοῦ γίνεται, ἣ οὐκ ἐπίσταται αἰσχύνην Ὡς διδακτῆς οὔσης τῆς αἰσχύνης, εἴρηται τὸ «οὐκ ἐπίσταται αἰσχύνην». Καὶ ὁ Δαυὶδ τὸν τοῦ θεοῦ φόβον διδακτὸν εἶναι λέγει· «δεῦτε γάρ, φησίν, τέκνα, ἀκούσατέ μου, φόβον κυρίου διδάξω ὑμᾶς.» Εἰ δὲ ὁ φόβος καὶ ἡ αἰσχύνη πάθη ψυχῆς ἐστι φυσικά, πῶς διδακτά ἐστιν; Ἢ τάχα φόβον λέγει κυρίου τὴν διδασκαλίαν τὴν περὶ φόβου κυρίου τὴν διδάσκουσαν ἡμᾶς ὅπως δεῖ ἀπὸ κακίας ἐκκλίνειν, εἴγε «τῷ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ». Καὶ πάλιν αἰσχύνην ὀνομάζει τοὺς περὶ μετανοίας καὶ αἰσχύνης λόγους τοὺς ἄγοντας ἡμᾶς εἰς συναίσθησιν τῶν οἰκείων ἁμαρτημάτων. Οὕτω καὶ ὁ Δαυίδ φησιν· «ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας ἃ σὺ ἐθεμελίωσας», τουτέστιν ὄψομαι τοὺς λόγους τοὺς περὶ οὐρανῶν καὶ σελήνης καὶ ἀστέρων. 114 9, 17 ἄρτων κρυφίων ἡδέως ἅψασθε καὶ ὕδατος κλοπῆς γλυκεροῦ «Ἡδύνθη αὐτοῖς ἄρτος ψεύδους καὶ μετὰ τοῦτο πλησθήσεται τὸ στόμα αὐτῶν ψηφῖδος.» 115 9, α ἀλλὰ ἀποπήδησον, μὴ ἐγχρονίσῃς ἐν τῷ τόπῳ μηδὲ ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτήν Οὐ δεῖ τὸν νοῦν ἐγχρονίζειν τοῖς φαύλοις νοήμασιν· «οὐδεὶς γὰρ ἀποδήσει πῦρ ἐν κόλπῳ καὶ τὰ ἱμάτια οὐ κατακαύσει.» 116 9, ξ ἀπὸ δὲ ὕδατος ἀλλοτρίου ἀπόσχου καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς Ὥσπερ παρὰ τῷ θεῷ ἐστιν πηγὴ ζωῆς, οὕτω καὶ παρὰ τῷ διαβόλῳ πηγὴ θανάτου. Εἰ δὲ ἡ τοῦ θεοῦ πηγὴ ἀρετῆς καὶ γνώσεώς ἐστιν πηγή, ἡ τοῦ διαβόλου πηγὴ δηλονότι κακίας καὶ ἀγνωσίας ἐστὶν πηγή. Ὡσαύτως δὲ καὶ ἐπὶ ποταμῶν καὶ φρεάτων καὶ ὑδάτων καὶ ὑετῶν νοητέον. 117 10, 2 οὐκ ὠφελήσουσιν θησαυροὶ ἀνόμους· δικαιοσύνη δὲ ῥύσεται ἐκ θανάτου «Οὐκ ὠφελήσουσι θησαυροὶ ἀνόμους», οὓς ἐπὶ γῆς ἐθησαύρισαν, «ὅπου σὴς καὶ βρῶσις ἀφανίζει καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσιν». 118 10, 3
οὐ λιμοκτονήσει κύριος ψυχὴν δικαίαν· ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει Εἰ ἡ ζωὴ τῶν ἀσεβῶν ἡ κακία ἐστίν, ταύτην δὲ ἀνατρέψει ὁ κύριος, ἔσονται δηλονότι ποτὲ οἱ ἀσεβεῖς οὐκ ἀσεβεῖς· μετὰ γὰρ ταύτην τὴν ἀνατροπὴν ὁ κύριος παραδώσει τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ἵνα γένηται ὁ θεὸς τὰ «πάντα ἐν πᾶσιν». 119 10, 17 ὁδοὺς ζωῆς φυλάσσει παιδεία· παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται Παιδείαν ἀνεξέλεγκτον ὀνομάζει τὴν κακὴν τῆς ψυχῆς πολιτείαν, ἥτις καὶ πλάνης αὐτῇ γίνεται πρόξενος. 120 10, 18 καλύπτουσιν ἔχθραν χείλη δίκαια· οἱ δὲ ἐκφέροντες λοιδορίας ἀφρονέστατοί εἰσιν Ἔχθραν τὴν κακίαν λέγει· διὰ γὰρ ταύτης ἐχθροὶ γινόμεθα τοῦ θεοῦ· «εἰ γὰρ ἐχθροὶ ὄντες, φησὶν ὁ Παῦλος, κατηλλάγημεν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ.» Εἰ δὲ ἡ ἔχθρα ἡ κακία ἐστίν, ἡ φιλία ἡ ἀρετή ἐστιν καὶ ἡ γνῶσις ἡ τοῦ θεοῦ, δι' ἧς φίλοι γινόμεθα τοῦ θεοῦ καὶ τῶν ἁγίων δυνάμεων· ἐπὶ γὰρ ταύτης τῆς φιλίας οἱ τοῦ αὐτοῦ φίλοι καὶ ἀλλήλων εἰσὶ φίλοι. 121 10, 24. ἐπιθυμία δὲ δικαίου δεκτή «Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου», φησὶν ὁ Δαυίδ. 122 10, 27 φόβος κυρίου προστίθησιν ἡμέρας· ἔτη δὲ ἀσεβῶν ὀλιγωθήσεται Εἰ «φόβος κυρίου προστίθησιν ἡμέρας», «ἀρχὴ δὲ σοφίας φόβος κυρίου», αἱ ἡμέραι αὗται μέρη τῆς σοφίας εἰσὶν ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης γινόμεναι, ὑπὲρ ὧν εὔχεται καὶ ὁ Δαυὶδ λέγων· «μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου.» Ταύτας δὲ τὰς ἡμέρας καὶ Ἀβραὰμ πληρώσας ἀπέθανε, περὶ οὗ εἴρηται· «καὶ Ἀβραὰμ ἀπέθανε πρεσβύτης καὶ πλήρης ἡμερῶν.» 123 10, 30 δίκαιος τὸν αἰῶνα οὐκ ἐνδώσει· ἀσεβεῖς δὲ οὐκ οἰκήσουσιν γῆν Τὸν αἰῶνα ἀντὶ τοῦ διὰ βίου. Καὶ ὁ Παῦλος· «οὐ μὴ φάγω, φησίν, κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω», αἰῶνα τὸ συμπαρεκτεινόμενον τῇ συστάσει τῆς ζωῆς αὐτοῦ διάστημα ὀνομάζων. 124 10, 32 χείλη ἀνδρῶν δικαίων ἀποστάζει χάριτας· στόμα δὲ ἀσεβῶν ἀποστρέφεται Στόμα νῦν τὸν νοῦν εἴρηκεν. 125 11, 14 οἷς μὴ ὑπάρχει κυβέρνησις, πίπτουσιν ὥσπερ φύλλα· σωτηρία δὲ ὑπάρχει ἐν πολλῇ βουλῇ Παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφερόμενοι καὶ ναυαγοῦντες περὶ τὴν πίστιν. 126 11, 15 πονηρὸς κακοποιεῖ, ὅταν συμμείξῃ δικαίῳ· μισεῖ δὲ ἦχον ἀσφαλείας Ἦχον ἀσφαλείας τοὺς περὶ σωτηρίας λόγους ὠνόμασεν. 127 11, 17 τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ποιεῖ ἀνὴρ ἐλήμων· ἐξολλύει δὲ αὐτοῦ σῶμα ὁ ἀνελεήμων Ἐνταῦθα τὴν ψύχην ἄντικρυς προσεῖπεν σῶμα. Καὶ ὁ Χριστὸς δὲ ἐν τοῖς εὐαγγελίοις σῶμα τὴν ψυχὴν ὀνομάζει, «ὁ λύχνος, λέγων, τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός», λύχνον μὲν εἰπὼν τὸν νοῦν–αὐτὸς γάρ ἐστιν γνώσεως δεκτικός–, σῶμα δὲ τὸ θυμικὸν καὶ ἐπιθυμητικὸν μέρος τῆς ψυχῆς, ὅπερ τινὲς μὲν ἄλογον, τινὲς δὲ παθητικὸν μέρος καλοῦσιν. 128 11, 21 χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀτιμώρητος ἔσται· ὁ δὲ σπείρων δικαιοσύνην λήμψεται μισθὸν πιστῶν Οὗτος χειρὶ χεῖρας ἐμβάλλει ἀδίκως ὁ κακῶν γινόμενος πραγμάτων καὶ δογμάτων διδάσκαλος. Καὶ οὗτος σπείρει δικαιοσύνην ὁ περὶ ἀρετῶν καὶ θεοῦ γνώσεως προϊέμενος λόγους. 129 11, 24 εἰσὶν οἳ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσιν· εἰσὶν δὲ καὶ οἳ συνάγοντες ἐλαττονοῦνται Τοῖς τὰ ἴδια σπείρουσι καὶ πλείονα ποιοῦσιν ἀντίκεινται οἱ συνάγοντες καὶ ἐλαττονούμενοι. Εἰ δὲ οἱ τὰ ἴδια σπείροντές εἰσιν οἱ εἰς τὸ πνεῦμα σπείροντες καὶ ζωὴν θερίζοντες, οἱ συνάγοντές εἰσιν οἱ εἰς τὴν σάρκα σπείροντες καὶ φθορὰν συνάγοντες ἑαυτοῖς. 130 11, 26 ὁ συνέχων σῖτον ὑπολίποιτο αὐτὸν τοῖς ἔθνεσιν· εὐλογία δὲ εἰς κεφαλὴν τοῦ μεταδιδόντος Ὅμοιόν ἐστι τούτῳ καὶ τὸ ὑπὸ τοῦ σωτῆρος ἡμῶν ἐν τοῖς εὐαγγελίοις λεγόμενον· «οὐδεὶς λύχνον ἅψας τίθησιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ' ἐπὶ τὴν λυχνίαν καὶ φαίνει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ.» 131 11, 27 τεκταινόμενος ἀγαθὰ ζητεῖ χάριν ἀγαθήν· ἐκζητοῦντα δὲ κακά, καταλήμψεται αὐτόν Εἰ τεκτονική ἐστιν ἐργασία ἀγαθῶν καὶ πρακτική ἐστιν
ἐργασία ἀρετῶν, ἡ πρακτική ἐστιν ἡ τεκτονική. 132 11, 30 ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς· ἀφαιροῦνται δὲ ἄωροι ψυχαὶ παρανόμων Τοῦτο τὸ δένδρον τῆς ζωῆς ἐστι τὸ φυτευθὲν ἐν μέσῳ τοῦ παραδείσου, οὗ ἅψασθαι μετὰ τὴν ἁμαρτίαν κωλύεται ὁ Ἀδὰμ τὰ σπέρματα τῆς δικαιοσύνης ἀποβαλών, ἀφ' ὧν φύεται τὸ δένδρον τῆς ζωῆς. 133 12, 2 κρείσσων ὁ εὑρὼν χάριν παρὰ κυρίῳ ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται «Μήποτε παρασιωπήσῃς ἀπ' ἐμοῦ, φησὶν ὁ Δαυίδ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.» 134 13, 22 ὁ ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν· θησαυρίζεται δὲ δικαίοις πλοῦτος ἀσεβῶν Πλοῦτος ἀσεβῶν κακία. Οἱ δὲ δίκαιοι ἐξαναλώσουσιν αὐτὸν δηλονότι διὰ τῆς ἀγαθῆς διδασκαλίας ἤτοι νῦν ἢ καὶ ἐν τῷ αἰῶνι τῷ μέλλοντι γενόμενοι ἐπάνω πέντε καὶ δέκα πόλεων. Καὶ ὁ Παῦλός φησιν· «κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ θεοῦ.» 135 14, 7 πάντα ἐναντία ἀνδρὶ ἄφρονι· ὅπλα δὲ αἰσθήσεως χείλη σοφά «Οὐκ ἀντιτάσσεται» γὰρ τῇ σοφίᾳ «οὐδὲν πονηρόν», διότι ὅπλον ἐστὶν ἀκαταμάχητον· μόνον γὰρ πρὸς αὐτὴν ἀδυνατοῦσιν οἱ δαίμονες. 136 14, 9 οἰκίαι ἀφρόνων ὀφειλήσουσι καθαρισμόν· οἰκίαι δὲ δικαίων δεκταί Ἵνα καθαροὶ γενόμενοι ἴδωσι τὸν θεόν· τοῦτο γάρ ἐστι τὸ μακάριον τέλος ὅπερ πάσῃ λογικῇ φύσα τετήρηται. 137 14, 14 τῶν ἑαυτοῦ ὁδῶν πλησθήσεται θρασυκάρδιος· ἀπὸ δὲ τῶν διανοημάτων αὐτοῦ ἀνὴρ ἀγαθός Διανοήματα νῦν εἶπεν τὰς ἕξεις τῶν ἀρετῶν, ἅσπερ ταῖς ὁδοῖς τοῦ θρασυκαρδίου ἀντέθηκεν. 138 14, 18 μεριοῦνται ἄφρονες κακίαν· οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσθήσεως Ἀντέθηκε τὴν κακίαν τῇ αἰσθήσει. Εἰ δὲ ἡ κακία τῇ ἀρετῇ ἀντίκειται, ἡ αἴσθησις νῦν σημαίνει τὴν ἀρετήν. 139 15, 16 ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλή· οἱ δὲ ἀσεβεῖς ὁλόρριζοι ἐκ γῆς ὀλοῦνται «Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν γραμματέων καὶ φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» 140 15, 10 παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τῶν παριόντων· οἱ δὲ μισοῦντες ἐλέγχους τελευτῶσιν αἰσχρῶς Ἐλέγχους νῦν τὰς ἐντολὰς εἶπεν· αὗται γὰρ ἡμᾶς ἐλέγχουσιν ἁμαρτάνοντας. 141 15, 15 πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακά· οἱ δὲ ἀγαθοὶ ἡσυχάζουσιν διὰ παντός Ἡσυχία ἐστὶν ἀποχὴ κακίας. 142 15, 24 ὁδοὶ ζωῆς διανοήματα συνετοῦ, ἵνα ἐκκλίνας ἐκ τοῦ ᾅδου σωθῇ Ὁδοὺς ζωῆς λέγει τὰς πρακτικὰς ἀρετὰς τὰς φερούσας ἐπὶ τὴν γνῶσιν. 143 15, α δεκταὶ παρὰ κυρίῳ ὁδοὶ ἀνθρώπων δικαίων· διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται Παύλου κηρύξαντος· «οἵ ποτε ὄντες ἐχθροὶ κατηλλάγησαν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ»· πλὴν προσεκτέον εἰ πάντες οἱ ἐχθροὶ διὰ τῶν δικαίων φίλοι γίνονται, ἵνα καὶ πᾶσιν εἴπῃ ὁ Χριστός· «οὐκέτι ὑμᾶς καλῶ δούλους, ἀλλὰ φίλους.» 144 16, 10 μαντεῖον ἐπὶ χείλεσι βασιλέως· ἐν δὲ κρίσει οὐ μὴ πλανηθῇ τὸ στόμα αὐτοῦ Καρδιογνώστης ἐστὶν ὁ Χριστὸς καὶ κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. 145 16, 14 θυμὸς βασιλέως ἄγγελος θανάτου· ἀνὴρ δὲ σοφὸς ἐξιλάσεται αὐτόν Ὁ ἄγγελος ὁ τοὺς περὶ κολάσεως ἐπιστάμενος λόγους θυμὸς τοῦ θεοῦ καλεῖται. 146 16, 16 νοσσιαὶ σοφίας αἱρετώτεραι χρυσίου· νοσσιαὶ δὲ φρονήσεως αἱρετώτεραι ὑπὲρ ἀργύριον Γνῶσις σοφίας ὑπὲρ χρυσίον· γνῶσις δὲ φρονήσεως ὑπὲρ ἀργύριον. 147 16, 17.3–4 ὁ δεχόμενος παιδείαν ἐν ἀγαθοῖς ἔσται· ὁ δὲ φυλάσσων ἐλέγχους σοφισθήσεται Ἐλέγχους λέγει τὰς ἐντολὰς τοῦ θεοῦ· αὗται γὰρ ἡμᾶς ἐλέγχουσιν ἁμαρτάνοντας. 148 πηγὴ ζωῆς ἔννοια τοῖς κεκτημένοις· παιδεία δὲ ἀφρόνων κακή Τὴν παιδείαν τὴν ἀνεξέλεγκτον νῦν παιδείαν ἀφρόνων ὠνόμασεν. Εἰ δὲ παιδεία ἀφρόνων ἡ κακία ἐστίν, ἡ ἀνεξέλεγκτος παιδεία ἡ ἀφροσύνη ἐστίν.
149 16, 23 καρδία σοφοῦ νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος· ἐπὶ δὲ χείλεσιν φορέσει ἐπιγνωμοσύνην Τὴν γνῶσιν ἐπιγνωμοσύνην εἶπεν παρὰ τὸ πάντα αὐτὴν ἐπιγινώσκειν τὰ πράγματα. 150 16, 28 ἀνὴρ σκολιὸς διαπέμπεται κακὰ καὶ λαμπτῆρα δόλου πυρσεύει κακοῖς καὶ διαχωρίζει φίλους Λόγος τοὺς δαίμονας παρὰ τοῦ διαβόλου μανθάνοντας ἐπιχειρεῖν τοῖς ἁγίοις καὶ πειρᾶσθαι χωρίζειν αὐτοὺς ἀπὸ τῆς γνώσεως, ἥτις πέφυκε συνάπτειν αὐτοὺς πρὸς φιλίαν ταῖς ἐπουρανίοις δυνάμεσι. Τὸ δ' αὐτὸ τοῦτο καὶ ὁ Σολομών, ὡς οἶμαι, διὰ ταύτης τῆς παροιμίας δεδήλωκε, σκολιὸν μὲν ἄνδρα λέγων τὸν σατανᾶν, πυρσευομένους δὲ δόλους τοὺς κακοὺς δαίμονας ἀντὶ τοῦ διδασκομένους καὶ φίλους τοὺς ἁγίους τοὺς διὰ τῆς γνώσεως συναπτομένους ἀλλήλοις. 151 16, 30 στηρίζων ὀφθαλμοὺς αὐτοῦ λογίζεται διεστραμμένα, ὁρίζει δὲ τοῖς χείλεσιν αὐτοῦ πάντα τὰ κακά· οὗτος κάμινός ἐστιν κακῶν Ταύτης τῆς καμίνου ἐκτινάσσει τὴν φλόγα πνεῦμα δρόσου διασυρίζον. 152 16, 33 εἰς κόλπους ἐπέρχεται πάντα τοῖς ἀδίκοις· παρὰ δὲ κυρίου πάντα τὰ δίκαια Σημειωτέον ὅτι κόλπους ἐνταῦθα τὰς καρδίας εἴρηκε τῶν ἀδίκων. Οἶμαι δὲ ὅτι καὶ πανταχοῦ ὁ κόλπος ἤτοι τὸν νοῦν ἢ τὴν γνῶσιν σημαίνει. Εἰ δ' ἐστὶ καὶ κόλπος ψεκτός, τὴν ἀγνωσίαν δηλονότι δηλώσει. 153 17, 2 οἰκέτης νοήμων κρατήσει δεσποτῶν ἀφρόνων· ἐν δὲ ἀδελφοῖς διελεῖται μέρη Εἰ «πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας», πᾶς ὁ ἀποστὰς τῆς κακίας καὶ διὰ τῶν ἀρετῶν κρατήσας δαιμόνων ἀφρόνων κεκράτηκε δεσποτῶν. Ὁ δὲ τοιοῦτος γενήσεται καὶ οἰκονόμος μυστηρίων θεοῦ, κατ' ἀναλογίαν τῆς καταστάσεως ἑκάστῳ τῶν ἀδελφῶν διδοὺς γνῶσιν πνευματικὴν καὶ τὸν μὲν Κορίνθιον γάλα ποτίζων, τὸν δὲ Ἐφέσιον τρέφων στερεωτέρᾳ τροφῇ, περὶ ὕψους καὶ μήκους καὶ πλάτους καὶ βάθους διαλεγόμενος καὶ διὰ τούτων τῶν διαστημάτων τὴν τῆς λογικῆς φύσεως σημαίνων διαίρεσιν, ἥτις τοὺς περὶ κρίσεως καὶ προνοίας τοῦ θεοῦ λόγους ἐμπεριέχει, πάνυ βαθυτάτους ὑπάρχοντας καὶ ἐκφεύγοντας τὴν ἀνθρωπίνην κατάστασιν. Οὕτω καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ τὴν γῆν τῆς ἐπαγγελίας ἐμέρισεν ταῖς δώδεκα φυλαῖς, ἥτις ἐστὶν τῆς τοῦ θεοῦ καὶ τῶν ὑπ' αὐτοῦ γεγονότων γνώσεως σύμβολον. Πλὴν τοῦτο ἰστέον ὅτι οἱ περὶ τῆς σαρκώσεως τοῦ Χριστοῦ λόγοι καὶ τῆς ἐπιδημίας αὐτοῦ ἐν τῇ Ἰούδα γνώσει ἐναπόκεινται· ἐν γὰρ τῷ τούτου κλήρῳ γεννᾶται Χριστός. Οἶμαι δὲ τοὺς περὶ προνοίας λόγους εἶναι ἁρμόζοντας τῇ καταστάσει τοῦ κρυπτοῦ Ἰούδα καὶ Βενιαμίν, ἅτινα ὀνόματα διαφόρων καὶ καθαρῶν καταστάσεων ἡγοῦμαι διαγνωρίσματα, εἴγε Ἰούδας μὲν ἐξομολογούμενος ἑρμηνεύεται, Βενιαμὶν δὲ υἱὸς ἡμερῶν ἢ υἱὸς δεξιᾶς. 154 17, 4 κακὸς ὑπακούει γλώσσης παρανόμων· δίκαιος δὲ οὐ προσέχει χείλεσιν ψευδέσιν Οὗτος ὑπακούει ταῖς γλώσσαις τῶν παρανόμων ὁ τοὺς ἀδίκους δεχόμενος παρ' αὐτῶν λογισμοὺς καὶ σπεύδων ἐνεργεῖν κατ' αὐτούς, οἷς ὁ δίκαιος λέγεται μὴ προσέχειν, τουτέστιν μὴ ἐπὶ πλέον τρέφειν ἐν ἑαυτῷ. 155 17, α τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων· τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός Ὁ πιστός, φησίν, ὄψεται τοὺς λόγους τοῦ κόσμου τούτου, οὕστινας χρήματα τοῦ νοῦ τροπικῶς προσηγόρευσεν· ὁ δὲ ἄπιστος οὐδὲ τοῦ τυχόντος πράγματος γνώσεται τὸν λόγον διὰ τὴν ἀκαθαρσίαν τῆς ψυχῆς αὐτοῦ. Ὅτι δὲ πλοῦτος ψυχῆς ἡ γνῶσίς ἐστιν ἡ τοῦ θεοῦ, ὁ Παῦλος διδάσκει δι' ὧν γράφει τὸ «ἐν παντὶ ἐπλουτίσθητε ἐν πάσῃ γνώσει καὶ πάσῃ σοφίᾳ». Εἰ δέ τις βούλοιτο δεῖξαι μὴ ταύτην τὴν ἔννοιαν εἶναι ταύτης τῆς παροιμίας, λεγέτω ποῦ ηὐπόρησαν χρημάτων οἱ περιελθόντες «ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, κακουχούμενοι, θλιβόμενοι, ὑστερούμενοι»· πῶς δὲ καὶ ὁ ἄπιστος οὐχ ἕξει ὀβολόν, πολλῶν ἀπίστων περιβεβλημένος πλοῦτον, πολλῶν λέγω δὴ βασιλέων καὶ ἀρχόντων τοῦ κόσμου τούτου. 156 17, 7 οὐχ ἁρμόσει ἄφρονι χείλη πιστὰ οὐδὲ δικαίῳ χείλη ψευδῆ «Τίς
γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀδικίᾳ ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος;» 157 17, 9 ὃς κρύπτει ἀδικήματα ζητεῖ φιλίαν· ὃς δὲ μισεῖ κρύπτειν, διΐστησιν φίλους καὶ οἰκείους Διὰ μὲν τῆς δικαιοσύνης τὴν ἀδικίαν κρύπτομεν, διὰ δὲ τῆς σωφροσύνης τὴν ἀκολασίαν καὶ πάλιν διὰ τῆς ἀγάπης τὸ μῖσος καὶ διὰ τῆς ἀφιλαργυρίας τὴν πλεονεξίαν. Κρύπτομεν δὲ καὶ διὰ τῆς ταπεινοφροσύνης τὴν ὑπερηφανίαν καὶ διὰ τῆς πραΰτητος τὴν θρασύτητα, ζητοῦντες τὴν πνευματικὴν φιλίαν, ἥτις τὴν ἁγίαν γνῶσιν σημαίνει. Καὶ παρὰ τῷ Παύλῳ δὲ συμπολῖταί τινες τῶν ἁγίων λέγονται γεγονέναι καὶ οἰκεῖοι τῆς Ἱερουσαλήμ, «ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν». 158 17, 13 ὃς ἀποδίδωσιν κακὰ ἀντὶ ἀγαθῶν, οὐ κινηθήσεται κακὰ ἐκ τοῦ οἴκου αὐτοῦ Εἰ ὁ κακὰ ἀντὶ κακῶν ἀποδιδοὺς παράνομος, πόσῳ μᾶλλον ὁ κακὰ ἀντὶ ἀγαθῶν ἀποδιδοὺς παρανομώτερος; Τοιοῦτος δὲ ἐγένετο κατὰ τὴν ἔρημον πρὸς τὸν θεὸν ὁ Ἰσραήλ, πρὸς ὃν Μωσῆς ἐν τῷ Δευτερονομίῳ φησίν· «γενεὰ σκολιὰ καὶ διεστραμμένη ταῦτα κυρίῳ ἀνταποδίδοτε.» 159 17, 14 ἐξουσίαν δίδωσιν λόγοις ἀρχὴ δικαιοσύνης· προηγεῖται δὲ τῆς ἐνδείας στάσις καὶ μάχη Δικαιοσύνῃ ἕπεται γνῶσις· προηγεῖται δὲ τῆς ἀγνοίας κακία. 160 17, 15 ὃς δίκαιον κρίνει τὸν ἄδικον, ἄδικον δὲ τὸν δίκαιον, ἀκάθαρτος καὶ βδελυκτὸς παρὰ θεῷ Ὅμοιός ἐστιν τούτῳ ὁ λέγων τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρὸν καὶ τὸ μὲν φῶς ὀνομάζων σκότος, τὸ δὲ σκότος φῶς. 161 17, 16 ἵνα τί ὑπῆρξε χρήματα ἄφρονι; κτήσασθαι γὰρ σοφίαν ἀκάρδιος οὐ δυνήσεται Χρήματα ἄφρονός ἐστιν αἱ περὶ τὰ καθ' ἕκαστον αὐτοῦ πράγματα ἀφροσύναι· διὰ ταύτας γὰρ καὶ ἀκάρδιος γεγονὼς κτήσασθαι σοφίαν ἀδυνατεῖ. 162 17, α ὃς ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον, ζητεῖ συντριβήν· ὁ δὲ σκολιάζων τοῦ μαθεῖν ἐμπεσεῖται εἰς κακά «Ὁ δὲ σκολιάζων τοῦ μαθεῖν», ὅτι «κύριος ὑπερηφάνοις ἀντιτάσσεται», «ἐμπεσεῖται εἰς κακά». 163 17, 17.1–2 εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι· ἀδελφοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν Εἰ οἱ τοῦ Χριστοῦ υἱοὶ ἀλλήλων εἰσὶν ἀδελφοί, οἱ ἄγγελοι δὲ καὶ οἱ δίκαιοι ἄνθρωποι Χριστοῦ εἰσιν υἱοί, οἱ ἄγγελοι ἄρα καὶ οἱ ἅγιοι ἄνθρωποι ἀλλήλων εἰσὶν ἀδελφοί, τῷ τῆς υἱοθεσίας γεννώμενοι πνεύματι. 164 17, 17.3 τούτου γὰρ χάριν γεννῶνται «Τούτου γὰρ χάριν γεννῶνται» ὑπὸ τῆς σοφίας, ἵνα ἀνθρώπους ὁδηγήσωσιν ἀπὸ κακίας ἐπ' ἀρετὴν καὶ ἀπὸ ἀγνωσίας ἐπὶ γνῶσιν θεοῦ, εἴγε «καὶ αὐτὴ ἡ κτίσις στενάζει καὶ συνωδίνει ἡμῖν καὶ ὑπετάγη τῇ ματαιότητι οὐχ ἑκοῦσα». 165 17, 20. ἀνὴρ εὐμετάβολος γλώσσῃ ἐμπεσεῖται εἰς κακά Οὗτός ἐστιν εὐμετάβολος ὁ ῥᾳδίως ἀπὸ ἀρετῆς ἐπὶ κακίαν μεταβαλλόμενος. 166 17, 23 λαμβάνοντος δῶρα ἐν κόλπῳ ἀδίκως οὐ κατευοδοῦνται ὁδοί· ἀσεβὴς δὲ ἐκκλίνει ὁδοὺς δικαιοσύνης Ἐν καρδίᾳ νοήματα λαμβάνοντος ἄδικα οὐ κατευοδοῦνται ὁδοί· τὰ γὰρ ἐμπαθῆ νοήματα ὠνόμασε δῶρα παρὰ τῶν δαιμόνων ἡμῖν προσφερόμενα. Ἢ δῶρα ἐν κόλπῳ ἀσεβὴς λήψεται τοῦ ἐκκλῖναι ὁδοὺς κρίσεως. 167 17, 21 καρδία δὲ ἄφρονος ὀδύνη τῷ κεκτημένῳ αὐτήν, οὐκ εὐφραίνεται πατὴρ ἐφ' υἱῷ ἀπαιδεύτῳ· υἱὸς δὲ φρόνιμος εὐφραίνει μητέρα αὐτοῦ Ὁ μὲν φρόνιμος εὐφραίνει τὴν μητέρα· ὁ δὲ ἄφρων ὀδυνᾷ τὴν τεκοῦσαν αὐτόν. 168 17, 24 πρόσωπον συνετὸν ἀνδρὸς σοφοῦ· οἱ δὲ ὀφθαλμοὶ τοῦ ἄφρονος ἐπ' ἄκρᾳ γῆς Καρδία δὲ ἄφρονος ἐν ἄκρᾳ κακίᾳ. 169 17, 25 ὀργὴ πατρὶ υἱὸς ἄφρων καὶ ὀδύνη τῇ τεκούσῃ αὐτοῦ Ὁ μὲν φρόνιμος υἱὸς καὶ τεκοῦσαν ἔχει καὶ μητέρα· ὁ δὲ ἄφρων υἱὸς μόνον τεκοῦσαν· ἡ γὰρ μήτηρ καὶ τεκοῦσά ἐστιν· ἡ δὲ τεκοῦσα οὐ πάντως ἐστὶν καὶ μήτηρ. Ἐὰν γὰρ ἀποθάνῃ τὸ τεχθὲν ἐν κακίᾳ καὶ ἀγνωσίᾳ, τεκοῦσα μέν ἐστιν, μήτηρ δὲ οὐκ ἔστιν, ὅτι μηδὲ τοῦ τῆς υἱοθεσίας πνεύματος μετέσχηκε τὸ τεχθέν. Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν αἰσθητῶν μητέρων νοηθήσεται καὶ ἐπὶ τοῦ θανάτου τοῦ αἰσθητοῦ· τὴν γὰρ μητέρα ἐροῦμεν καὶ τεκοῦσαν· τὴν δὲ τεκοῦσαν οὐκέτι μητέρα τοῦ παιδίου ἀποθανόντος. 170 17, 26 ζημιοῦν ἄνδρα δίκαιον οὐ καλὸν οὐδὲ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοις Οὐ
γὰρ ζητοῦσι τὰ ἡμῶν, ἀλλ' ἡμᾶς. 171 17, 27 ὃς φείδεται ῥῆμα προέσθαι σκληρόν, ἐπιγνώμων· μακρόθυμος δὲ ἀνὴρ φρόνιμος Τὸν λογισμὸν τὸν κινοῦντα θυμὸν ὠνόμασεν ῥῆμα σκληρόν. Ἢ τὸν λόγον τὸν κινοῦντα τοῦ πλησίον αὐτοῦ θυμὸν ὠνόμασεν ῥῆμα σκληρόν. 172 17, 28 ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν σοφία λογισθήσεται· ἐνεὸν δέ τις ἑαυτὸν ποιήσας δόξει φρόνιμος εἶναι Εἰ οὗτος ἐρωτᾷ περὶ σοφίας ὁ βουλόμενός τι περὶ σοφίας μαθεῖν, οὗτος σιωπᾷ ἀπὸ σοφίας ὁ μηθὲν θέλων γνῶναι περὶ σοφίας· διὸ καὶ φρονιμώτερος λέγεται εἶναι ὁ πρότερος τοῦ δευτέρου. 173 18, 1 προφάσεις ζητεῖ ἀνὴρ βουλόμενος χωρίζεσθαι ἀπὸ φίλων· ἐν παντὶ δὲ καιρῷ ἐπονείδιστος ἔσται Προφάσεις λέγει τὰς ἁμαρτίας· «τοῦ προφασίζεσθαι γάρ, φησίν, προφάσεις ἐν ἁμαρτίαις.» Φίλους δὲ πάντας τοὺς ἁγίους οἷς δι' ἀρετῆς συνήπτετο. 174 18, 2 οὐ χρείαν ἔχει σοφίας ἐνδεὴς φρενῶν· μᾶλλον γὰρ ἄγεται ἀφροσύνῃ Ἠγάπησεν γὰρ τὸ σκότος μᾶλλον ἢ τὸ φῶς. 175 18, 5 θαυμάσαι πρόσωπον ἀσεβοῦς οὐ καλὸν οὐδὲ ὅσιον ἐκκλίνειν τὸ δίκαιον ἐν κρίσει Ὁ τὴν ἐνυπάρχουσαν κακίαν τῷ διαβόλῳ ἀποδεχόμενος καὶ κατ' αὐτὴν ἐνεργῶν, οὗτος θαυμάζει τὸ πρόσωπον τοῦ ἀσεβοῦς. 176 18, 6 χείλη ἄφρονος ἄγουσιν αὐτὸν εἰς κακά· τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ θάνατον ἐπικαλεῖται Εἰ ὁ θάνατος γεννᾶται ἀπὸ θρασύτητος, ὁ δὲ θάνατος χωρίζει ψυχὴν ἀπὸ τῆς ὄντως ζωῆς, ἡ θρασύτης ἡμᾶς ἀποχωρίζει ἀπὸ τοῦ εἰπόντος· «ἐγώ εἰμι ἡ ζωή.» Καὶ ὥσπερ ἐκ τῆς θρασύτητος γεννᾶται ὁ θάνατος, οὕτως ἐκ τῆς πραΰτητος ἡ ζωή· ἀντίκειται γὰρ τῇ θρασύτητι ἡ πραύτης. 177 18, 8. ὀκνηροὺς καταβάλλει φόβος Ὀκνηροὺς καταβάλλει φόβος ἤτοι ὁ ἐχθρὸς φόβος ἢ ὁ τοῦ κυρίου χωρίζων αὐτοὺς τοῦ ὄκνου διὰ ἔργων ἀγαθῶν. 178 18, 8. ψυχαὶ δὲ ἀνδρογύνων πεινάσουσιν Ἀνδρόγυνός ἐστιν ὁ μήτε διδάσκειν ἄλλον δυνάμενος μήτε μανθάνειν ὑφ' ἑτέρου βουλόμενος. 179 18, 9 ὁ μὴ ἰώμενος ἑαυτὸν ἐν τοῖς ἔργοις αὐτοῦ ἀδελφός ἐστιν τοῦ λυμαινομένου ἑαυτόν Καὶ ὁ Παῦλός φησιν· «ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτόν, ἔσται σκεῦος χρήσιμον τῷ δεσπότῃ.» 180 18, 10 ἐκ μεγαλωσύνης ἰσχύος ὄνομα κυρίου· αὐτῷ δὲ προσδραμόντες δίκαιοι ὑψοῦνται Τὸ ὄνομα τοῦ κυρίου τὴν τοῦ θεοῦ γνῶσιν σημαίνει. Καὶ διὰ μὲν τοῦ ὀρθοῦ βίου προστρέχουσιν αὐτῷ οἱ δίκαιοι· διὰ δὲ θεωρίας ὑψοῦνται. 181 18, 12 πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρὸς καὶ πρὸ δόξης ταπεινοῦται Ὥσπερ τῇ ὑπερηφανίᾳ ἕπεται συντριβή, οὕτως τῇ ταπεινώσει δόξα. 182 18, 13 ὃς ἀποκρίνεται λόγον πρὶν ἀκοῦσαι, ἀφροσύνη αὐτῷ ἐστιν καὶ ὄνειδος Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς μὴ λαβόντας μὲν γνῶσιν παρὰ θεοῦ, διδάσκειν δὲ ἄλλους ἐπιχειροῦντας. Καὶ ὁ Δαυίδ φησιν· «τοῦ ἀκοῦσαι φωνὴν αἰνέσεώς σου καὶ» τότε «διηγήσασθαι» καὶ ἄλλοις «τὰ θαυμάσιά σου». Καὶ πάλιν ὁ Σολομών φησιν· «ἃ εἶδον οἱ ὀφθαλμοί σου, λέγε.» 183 18, 14 θυμὸν ἀνδρὸς πραΰνει θεράπων φρόνιμος· ὀλιγόψυχον δὲ ἄνδρα τίς ὑποίσει; Ὥσπερ ὁ κύριος ἡμῶν πάρδαλις ἀπορουμένη λέγεται γίνεσθαι πρὸς τοὺς πλημμελοῦντας καὶ πέτρα σκανδάλου πρὸς τοὺς ἀπειθοῦντας, οὕτω καὶ ὀλιγόψυχος ἐπὶ τοῖς ἁμαρτάνουσιν. Δύναται δὲ ὀλιγόψυχον λέγειν καὶ τὸν πονηρὸν καὶ πάντα δαίμονα ἀρετῆς ἐκπεπτωκότα καὶ γνώσεως. 184 18, 16 δόμα ἀνθρώπου ἐμπλατύνει αὐτὸν καὶ παρὰ δυνάσταις καθιζάνει αὐτόν Τὸν βίον τὸν ὀρθὸν νῦν εἶπεν δόμα ἀνθρώπου, ὅστις αὐτὸν πλατύνει καὶ παρέχει τοῦ πληρώματος ἄξιον τοῦ θεοῦ, ὅπερ καθέδραν τῶν ἁγίων δυνάμεων ὀνομάζει· νοῦ γὰρ καθέδρα ἐστὶν ἕξις ἀρίστη δυσκίνητον ἢ ἀκίνητον διατηροῦσα τὸν καθεζόμενον. 185 18, 18 ἀντιλογίας παύει κλῆρος· ἐν δὲ δυνάσταις ὁρίζει Ἄνοιαν παύει γνῶσις· αὕτη γάρ ἐστιν ὁ κλῆρος τῆς φύσεως τῆς λογικῆς. 186 18, 21 θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης· οἱ δὲ κρατοῦντες αὐτῆς ἔδονται τοὺς καρποὺς αὐτῆς Ἐνταῦθα λέγει τὴν ψυχὴν εἶναι θανάτου καὶ
ζωῆς δεκτικήν, ἀφ' ὧν τὸ αὐτεξούσιον αὐτῆς γεγονέναι κατασκευάζομεν. 187 18, 22. ὃς εὗρεν γυναῖκα ἀγαθήν, εὗρεν χάριτας ... 18, α. ὁ δὲ κατέχων μοιχαλίδα ἄφρων καὶ ἀσεβής «Ὃς εὗρεν» σοφίαν «ἀγαθήν, εὗρεν χάριτας». 188 «Ὁ δὲ κατέχων» κακίαν «ἄφρων καὶ ἀσεβής». 189 19, 4 πλοῦτος προστίθησι φίλους πολλούς· ὁ δὲ πτωχὸς καὶ ἀπὸ τοῦ ὑπάρχοντος φίλου λείπεται Πλοῦτος γνώσεως καὶ σοφίας προστίθησιν ἡμῖν ἀγγέλους πολλούς· ὁ δὲ ἀκάθαρτος καὶ ἀπὸ τοῦ δοθέντος αὐτῷ ἐκ παιδὸς ἀγγέλου χωρίζεται. Ἡ γὰρ πνευματικὴ φιλία ἐστὶν ἀρετὴ καὶ γνῶσις θεοῦ, δι' ὧν συναπτόμεθα πρὸς φιλίαν ταῖς ἁγίαις δυνάμεσιν, εἴγε οἱ μετανοοῦντες ἄνθρωποι χαρᾶς αἴτιοι γίνονται τοῖς ἀγγέλοις. Οὕτως καὶ ὁ σωτὴρ φίλους καλεῖ τοὺς δούλους ποτὲ τῆς μείζονος αὐτοὺς θεωρίας καταξιώσας. Οὕτω καὶ Ἀβραὰμ πλουτήσας ἐν γνώσει τὴν μυστικὴν ἐκείνην παρατίθησι τράπεζαν τοῖς κατὰ τὴν μεσημβρίαν φίλοις φανεῖσιν αὐτῷ. Σαοὺλ δὲ καὶ ἀπὸ τοῦ ὑπάρχοντος φίλου διὰ τὴν κακίαν χωρίζεται· γέγραπται γὰρ «καὶ ἀπέστη πνεῦμα θεοῦ ἀπὸ Σαοὺλ καὶ πνεῦμα πονηρὸν παρὰ κυρίου ἔπνιγε τὸν Σαούλ», πνεῦμα κυρίου λέγων τὸν ἄγγελον· «ὁ ποιῶν γάρ, φησίν, τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον.» Ὅτι δὲ καὶ ἄγγελοι τοὺς ἀνθρώπους πεπίστευνται, διδάσκει ἐν τοῖς εὐαγγελίοις ὁ κύριος· «ὁρᾶτε, λέγων, μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.» Καὶ πάλιν ὁ Ἰακώβ· «ὁ ἄγγελος ὁ ῥυόμενός με ἀπὸ πάντων τῶν κακῶν». Καὶ ὁ Ζαχαρίας· «καὶ εἶπεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί.» 190 19, 5 μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται· ὁ δὲ ἐγκαλῶν ἀδίκως οὐ διαφεύξεται Ὅσοι τοὺς περὶ κρίσεως καὶ προνοίας ἀγνοοῦντες λόγους τὸν δημιουργὸν βλασφημοῦσιν, οὗτοι ἐγκαλοῦσιν ἀδίκως. Καὶ ὅσοι πάλιν ὑπὸ τῶν ἰδίων παθῶν ἐνοχλούμενοι νομίζουσιν ἀκατόρθωτον εἶναι τὴν ἀρετήν, οὗτοι τῷ δεδωκότι τὸν νόμον ἐγκαλοῦσιν ἀδίκως. 191 19, 7.3–4 ἔννοια ἀγαθὴ τοῖς εἰδόσιν αὐτὴν ἐγγιεῖ· ἀνὴρ δὲ φρόνιμος εὑρήσει αὐτήν Τὴν τοῦ θεοῦ γνῶσιν νῦν ὠνόμασεν ἔννοιαν καὶ τοὺς εἰδότας αὐτὴν τοὺς καθαροὺς τῇ καρδίᾳ. 192 19, 7.5–6 ὁ πολλὰ κακοποιῶν τελεσιουργεῖ κακίαν· ὃς δὲ ἐρεθίζει λόγους οὐ σωθήσεται Οἱ ἐμπαθεῖς λογισμοὶ ἐρεθίζουσι τὴν ψυχὴν πρὸς κακίαν. 193 19, 10. οὐ συμφέρει ἄφρονι τρυφή Οὔτε ἡ νοητὴ τρυφὴ οὔτε ἡ αἰσθητὴ συμφέρει τῷ ἄφρονι. Τὴν μὲν γὰρ καταπατήσει τοῖς ποσί, χοῖρος φιλήδονος ὤν· ὑπὸ δὲ τῆς αἰσθητῆς τρυφῆς ἡ σὰρξ αὐτοῦ κινηθήσεται. 194 19, 11 ἐλεήμων ἀνὴρ μακροθυμεῖ· τὸ δὲ καύχημα αὐτοῦ ἐπέρχεται παρανόμοις Εἰ ὁ καυχώμενος ὀρθῶς ἐν κυρίῳ καυχᾶται, ὁ δὲ κύριος ἡμῶν σοφία ἐστίν, ὁ καυχώμενος ἄρα ὀρθῶς ἐν σοφίᾳ καυχᾶται. Τὸ καύχημα τοίνυν τοῦ μακροθύμου καὶ ἐλεήμονος, ὅπερ ἐστὶν ἡ σοφία καὶ ἡ γνῶσις αὐτοῦ, ἐπέρχεται τοῖς παρανόμοις, ἀπαλλάττον αὐτοὺς τῆς κακίας νῦν μὲν ἐνδεχομένως, ἀναγκαίως δὲ ἐν τῷ αἰῶνι τῷ μέλλοντι. 195 19, 12 βασιλέως ἀπειλὴ ὁμοία βρυγμῷ λέοντος· ὥσπερ δὲ δρόσος ἐπὶ χόρτῳ, οὕτως τὸ ἱλαρὸν αὐτοῦ Ὁ κύριος ἡμῶν πῦρ μὲν καταναλίσκον καὶ λέων ὀργιζόμενος γίνεται πρὸς τοὺς ἁμαρτάνοντας, κατακαίων ξύλα, χόρτον, καλάμην καὶ τὴν σάρκα τὴν στρατευομένην κατὰ τοῦ πνεύματος ἀναλίσκων· φῶς δὲ καὶ δρόσος πρὸς τοὺς κατορθοῦντας, δεικνὺς αὐτοῖς τῶν γεγονότων τοὺς λόγους καὶ κατασβεννύων τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ καὶ περιψύχων τὸν ἐκ τῆς πρακτικῆς συμβαίνοντα καύσωνα. 196 19, 13. οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώματος ἑταίρας Τὴν ἀκάθαρτον ψυχὴν ἑταίραν ὠνόμασεν καὶ ταύτης τὸ μίσθωμα τὴν κατάστασιν εἴρηκεν, ἀφ' ἧς οὐ καθαραὶ γίνονται προσευχαί. 197 19, 14 οἶκον καὶ ὕπαρξιν μεριοῦσι πατέρες παισίν· παρὰ δὲ κυρίου ἁρμόζεται γυνὴ ἀνδρί Τὸ μὲν διδάσκειν τοὺς υἱοὺς περὶ ἀρετῆς καὶ
γνώσεως θεοῦ τῶν πατέρων ἐστίν· τὸ δὲ σοφίαν δοῦναι τοῖς παισὶ τοῦ κυρίου ἐστίν. Γυναῖκα γὰρ ἐνταῦθα τὴν σοφίαν λέγει· «ἐράσθητι γάρ, φησί, τῆς σοφίας καὶ τηρήσει σε· τίμησον αὐτήν, ἵνα σε περιλάβῃ.» 198 19, 16 ὃς φυλάσσει ἐντολὴν τηρεῖ τὴν ἑαυτοῦ ψυχήν· ὁ δὲ καταφρονῶν τῶν ἑαυτοῦ ὁδῶν ἀπολεῖται Αἱ ἐντολαὶ ὡς πρὸς μὲν τὸν ἐντειλάμενον θεὸν καλοῦνται ἐντολαί· ὡς δὲ πρὸς τὸν ὁδεύοντα νοῦν ἐν αὐταῖς καλοῦνται ὁδοί. Καὶ πάλιν ἐπειδὴ ἐπὶ μαρτύρων οὐρανοῦ καὶ γῆς ἐδόθησαν, αἱ ἐντολαὶ λέγονται μαρτύρια· διὸ καὶ ὁ δεξάμενος αὐτὰ νοῦς ὀνομάζεται μάρτυς, ὅστις ψευσάμενος αὐτὰ οὐκ ἀτιμώρητος ἔσται. 199 19, 17 δανίζει θεῷ ὁ ἐλεῶν πτωχόν· κατὰ δὲ τὸ δόμα αὐτοῦ ἀνταποδώσει αὐτῷ Δόμα νῦν τὴν καθαρότητα τῆς καρδίας ὠνόμασεν· κατ' ἀναλογίαν γὰρ τῆς ἀπαθείας ἡμῶν καταξιούμεθα γνώσεως. 200 19, 19 κακόφρων ἀνὴρ πολλὰ ζημιωθήσεται· ἐὰν δὲ λοιμεύηται, καὶ τὴν ψυχὴν αὐτοῦ προσθήσει Ἐγὼ νομίζω τὴν μὲν πολλὴν ζημίαν στέρησιν περιέχειν τῆς θεωρίας τῶν γεγονότων, τὴν δὲ προσθήκην τῆς ψυχῆς ἀφανισμὸν τῶν φυσικῶν περὶ θεοῦ ἐννοιῶν, παντάπασιν αὐτῆς εἰς ἀλογίαν περιπεσούσης. Καὶ ὁ σωτὴρ δὲ ἐν τοῖς εὐαγγελίοις φησίν· «τί ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ» ἀπολέσῃ καὶ «ζημιωθῇ». Ἀλλ' ἐνταῦθα μὲν ἡ ἀπώλεια τὴν ἄγνοιαν σωμάτων καὶ ἀσωμάτων ἐμφαίνει· ἡ δὲ ζημία τὴν ἐσχάτην ἀλογίαν παρίστησιν. 201 19, 20 ἄκουε, υἱέ, παιδείαν πατρός σου, ἵνα σοφὸς γένῃ ἐπ' ἐσχάτων σου Μετὰ τὴν ὀρθὴν πολιτείαν ἐστὶν ἡ γνῶσις. Τὸ γὰρ ἐπ' ἐσχάτων ἐνταῦθα οὐ τὸν χρόνον σημαίνει, ἀλλὰ τὴν μετὰ τὰς πρακτικὰς ἀρετὰς καθαρότητα. 202 19, 23 φόβος κυρίου εἰς ζωὴν ἀνδρί· ὁ δὲ ἄφοβος αὐλισθήσεται ἐν τόποις οὗ οὐκ ἐπισκοπεῖται γνῶσις Εἰ «φόβος κυρίου εἰς ζωὴν ἀνδρί», «φόβος δὲ κυρίου παιδεία καὶ σοφία», ζωὴ τοῦ ἀνδρὸς παιδεία ἐστὶ καὶ σοφία. Ἀλλ' ὁ Χριστὸς λέγει· «ἐγώ εἰμι ἡ ζωή»· ὁ Χριστὸς ἄρα ἐστὶν παιδεία καὶ σοφία. Τὸ οὖν «γνῶναι παιδείαν καὶ σοφίαν» γνῶναί ἐστιν τὸν Χριστόν. Ὁ οὖν ἄφοβος ἔσται ἐν κακίᾳ καὶ ἀγνωσίᾳ, ἐν αἷς οὐκ ἔστιν Χριστός. 203 19, 24 ὁ ἐγκρύπτων εἰς τὸν κόλπον αὐτοῦ χεῖρας ἀδίκως οὐδὲ τῷ στόματι οὐ μὴ προσαγάγῃ αὐτάς Ὁ μὴ ὀρθῶς βιοὺς κρύπτει ἐν τῇ ψυχῇ αὐτοῦ τὰς χεῖρας ἀδίκως, τὴν ἑαυτοῦ γῆν ἐργάσασθαι μὴ βουλόμενος μηδ' ἐμπλησθῆναι ἄρτων· αἱ γὰρ πρακτικαὶ ἀρεταὶ χειρῶν ἐπέχουσι λόγον, τὸν ἄρτον τῷ στόματι ἡμῶν προσφέρουσαι τὸν ἀπὸ τῶν οὐρανῶν καταβάντα καὶ ζωὴν διδόντα τῷ κόσμῳ. 204 19, 26 ὁ ἀτιμάζων πατέρα καὶ ἀπωθούμενος μητέρα αὐτοῦ καταισχυνθήσεται καὶ ἐπονείδιστος ἔσται Διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζει καὶ τὴν μητέρα δὲ ἀπωθεῖται, ἥτις ἐστὶν ἡ παιδεία, εἴπερ «ἀνὴρ δίκαιος γεννᾶται εἰς ζωήν». Ἡ δὲ δικαιοσύνη ἀπὸ πασῶν συνίσταται τῶν ἀρετῶν. 205 19, 27 υἱὸς ἀπολειπόμενος φυλάξαι παιδείαν πατρὸς μελετήσει ῥήσεις κακάς Οἱ ἀκάθαρτοι λογισμοὶ ῥήσεις εἰσὶ κακαὶ ἐν τῇ ψυχῇ γεννώμεναι τοῦ μὴ τετηρηκότος τὰς ἐντολὰς τοῦ ἐπουρανίου πατρός. 206 20, 1. ἀκόλαστον οἶνος καὶ ὑβριστικὸν μέθη Εἰ «θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν», ἀκόλαστον δὲ ὁ οἶνος, ἀκόλαστον ἄρα ὁ θυμός, ἀκολάστους τοὺς ἀνθρώπους ποιῶν, καὶ ὑβριστικὸν ἡ ὀργή· αὕτη γὰρ ἡ μέθη ἀπὸ ζέοντος τοῦ θυμοῦ πέφυκε γίνεσθαι. Εἰ δὲ οἴνου οἱ ναζιραῖοι κατὰ τὸν νόμον ἀπέχονται, θυμοῦ ἄρα τοὺς ναζιραίους ἐκτὸς εἶναι νενομοθέτηται. 207 20, 2 οὐ διαφέρει ἀπειλὴ βασιλέως θυμοῦ λέοντος· ὁ δὲ παροξύνων αὐτὸν ἁμαρτάνει εἰς τὴν ἑαυτοῦ ψυχήν Ἐνταῦθα τὸν Χριστὸν ἄντικρυς εἴρηκε βασιλέα· ὁ γὰρ τοῦτον διὰ τῶν ἁμαρτιῶν παροξύνων ἁμαρτάνει εἰς τὴν ἑαυτοῦ ψυχήν. 208 20, 4 ὀνειδιζόμενος ὀκνηρὸς οὐκ αἰσχύνεται· ὡσαύτως καὶ ὁ δανιζόμενος σῖτον ἐν ἀμήτῳ Εἰ ἔστιν ἐν ἀμήτῳ σῖτον δανείσασθαι, ἔστιν καὶ ἐν τῷ αἰῶνι τῷ μέλλοντι νοητὸν σῖτον δανείσασθαι παρὰ τῶν
ἐργασαμένων ἐν τοῖς ἓξ ἔτεσι τὴν ἑαυτῶν γῆν καὶ τρεφόντων ἐν τῷ ἑβδόμῳ ἔτει χήρας καὶ ὀρφανούς. 209 20, 7 ὃς ἀναστρέφεται ἄμωμος ἐν δικαιοσύνῃ, μακαρίους τοὺς παῖδας αὐτοῦ καταλείψει Οὓς κατ' ἀρετὴν δηλονότι γεγέννηκεν. 210 20, α κακολογοῦντος πατέρα ἢ μητέρα σβεσθήσεται λαμπτήρ· αἱ δὲ κόραι τῶν ὀφθαλμῶν αὐτοῦ ὄψονται σκότος Δύναται ὁ αὐτὸς Χριστὸς κατ' ἐπίνοιαν καὶ πατὴρ εἶναι καὶ μήτηρ· πατὴρ μὲν τῶν πνεῦμα ἐχόντων υἱοθεσίας, μήτηρ δὲ τῶν δεομένων γάλακτος καὶ οὐ στερεᾶς τροφῆς. Καὶ γὰρ ὁ ἐν Παύλῳ λαλῶν Χριστὸς πατὴρ μὲν τῶν Ἐφεσίων ἐγίνετο, σοφίας αὐτοῖς ἀποκαλύπτων μυστήρια, μήτηρ δὲ Κορινθίων, γάλα ποτίζων αὐτούς. 211 20, β μερὶς ἐπισπουδαζομένη ἐν πρώτοις, ἐν τοῖς τελευταίοις οὐκ εὐλογηθήσεται «Ἣ πρὸς καιρὸν λιπαίνει» μερὶς «σὸν φάρυγγα· ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις». 212 20, ξ μὴ εἴπῃς· τίσομαι τὸν ἐχθρόν· ἀλλὰ ὑπόμεινον τὸν κύριον, ἵνα σοι βοηθήσῃ Μὴ εἴπῃς καθ' ὑπερηφανίαν κινούμενος· ἐγὼ μόνος τοῖς ἐχθροῖς πολεμήσω· ἀλλ' ὑπόμεινον τὸν κύριον, ἵνα σοι βοηθήσῃ. Καὶ ὁ Δαυίδ φησιν· «οὐκ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ καὶ ἡ ῥομφαία μου οὐ σώσει με.» Καὶ πάλιν· «ψευδὴς ἵππος εἰς σωτηρίαν» καὶ «ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον καὶ φυλάξῃ πόλιν». 213 20, 10 στάθμιον μέγα καὶ μικρὸν καὶ μέτρα δισσά, ἀκάθαρτα ἐνώπιον κυρίου καὶ ἀμφότερα Τὸν παρά τισι θρασύδειλον λεγόμενον στάθμιον μέγα καὶ μικρὸν εἶναι νομίζω καὶ καθόλου πᾶσαν ὑπερβολὴν καὶ ἔλλειψιν στάθμιον μέγα καὶ μικρὸν εἶναι νομίζω· ἑκάτερα γὰρ κακίαι. 214 Ὁ εὖ μὲν πάσχειν ὑφ' ἑτέρου βουλόμενος, αὐτὸς δὲ ὁμοίως ἄλλους ἀναπαύειν μὴ προαιρούμενος, μέτρα ἔχει δισσά, μὴ πειθόμενος τῇ ἐντολῇ τῇ λεγούσῃ· «πάντα ὅσα θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ταῦτα καὶ ὑμεῖς ὁμοίως ποιεῖτε αὐτοῖς.» 215 20, 12 οὖς ἀκούει καὶ ὀφθαλμὸς ὁρᾷ· κυρίου ἔργα καὶ ἀμφότερα Οὐχ ὁ κακῶς ὁρῶν ὀφθαλμὸς ἔργον ἐστὶ τοῦ κυρίου, ἀλλ' ὁ ὁρῶν· καὶ οὐ τὸ κακῶς ἀκοῦον οὖς ἔργον ἐστὶ τοῦ κυρίου, ἀλλὰ τὸ ἀκοῦον· καὶ ἐπὶ τῶν ἄλλων δὲ μελῶν τοῦ σώματος ὡσαύτως λεκτέον. Χρήσῃ δὲ τῷ ῥητῷ τούτῳ πρὸς τοὺς κακηγοροῦντας ἡμῶν τοῦτο τὸ σῶμα καὶ τὸν δημιουργὸν ἐνυβρίζοντας. 216 20, 13 μὴ ἀγάπα καταλαλεῖν, ἵνα μὴ ἐξαρθῇς· διάνοιξον δὲ τοὺς ὀφθαλμούς σου καὶ ἐμπλήσθητι ἄρτων Διὰ μὲν τῶν ἀρετῶν ἀνοίγομεν τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς· διὰ δὲ τῆς σοφίας νοητῶν πληρούμεθα ἄρτων. 217 20, 23 βδέλυγμα κυρίῳ δισσὸν στάθμιον καὶ ζυγὸς δόλιος οὐ καλὸν ἐνώπιον αὐτοῦ Ζυγὸν δόλιον λέγει τὸν νοῦν πεφυκότα μὲν δικαίως κρίνειν τὰ πράγματα, παρακλίνοντα δὲ τῇ τοῦ αὐτεξουσίου ῥοπῇ. 218 20, 24 παρὰ κυρίου εὐθύνεται διαβήματα ἀνδρί· θνητὸς δὲ πῶς ἂν νοήσαι τὰς ὁδοὺς αὐτοῦ; Οὐ δύναται νοῆσαι τὰς ὁδοὺς κυρίου ὁ ἔτι θνητὸς καὶ μὴ συναποθανὼν τῷ Χριστῷ. 219 20, 25 παγὶς ἀνδρὶ ταχύ τι τῶν ἰδίων ἁγιάσαι· μετὰ γὰρ τὸ εὔξασθαι μετανοεῖν γίνεται Ἡ ἐπὶ τοῖς ἀγαθοῖς μετάνοια οὐ δικαίοις συμβαίνει, ἀλλὰ ἀδίκοις. Ἄδικοι δὲ μηδὲν ἀπερισκέπτως ὑπισχνείσθωσαν τῷ θεῷ· «μετὰ γὰρ τὸ εὔξασθαι μετανοεῖν γίνεται.» α 20, 26 λικμήτωρ ἀσεβῶν βασιλεὺς σοφὸς καὶ ἐπιβαλεῖ αὐτοῖς τροχόν Χωρίζων τὰ ἄχυρα ἀπὸ τοῦ σίτου. «Ποίησον αὐτοὺς ὡς τροχόν.» 221 20, 27 φῶς κυρίου πνοὴ ἀνθρώπων, ἡ λύχνος ὃς ἐρευνᾷ ταμίεια κοιλίας Εἰ τὸ φῶς τοῦ κυρίου ἡ γνῶσις τοῦ κυρίου ἐστί, τὸ δὲ φῶς τοῦ κυρίου ἡ πνοὴ τῶν ἀνθρώπων ἐστίν, ἡ ἄρα γνῶσις τοῦ κυρίου ἡ πνοὴ τῶν ἀνθρώπων ἐστίν. Τὸν δὲ ἐν ἀγνοίᾳ διάβολον φαίνειν δοκοῦντα λύχνον ὠνόμασεν ἐκκενοῦντα τὸν νοῦν τῶν ἀγαθῶν καὶ μετασχηματιζόμενον εἰς ἄγγελον φωτός. 222 21, 3 ποιεῖν δίκαια καὶ ἀληθεύειν ἀρεστὰ παρὰ θεῷ μᾶλλον ἢ θυσιῶν αἷμα Ἐκβάλλει τὸ ῥητὸν τοῦτο τὴν διὰ τῶν ἀλόγων ζῴων θυσίαν· «θυσία γὰρ τῷ θεῷ πνεῦμα συντετριμμένον.» 223 21, 8 πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς
ἀποστελεῖ ὁ θεός· ἁγνὰ γὰρ καὶ ὀρθὰ τὰ ἔργα αὐτοῦ Εἰ ἁγνὰ καὶ ὀρθὰ τὰ ἔργα τοῦ θεοῦ, ἓν δὲ τῶν ἔργων αὐτοῦ ἐστιν καὶ ὁ νοῦς, ὀρθὸς ἄρα καὶ ἁγνὸς ἐκτίσθη παρὰ τοῦ κυρίου ὁ νοῦς. 224 21, 9 κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου ἢ ἐν κεκονιαμένοις μετὰ ἀδικίας καὶ ἐν οἴκῳ κοινῷ Τῷ οἴκῳ τῷ κεκονιαμένῳ καὶ κοινῷ τὴν ὕπαιθρον γωνίαν ἀντέθηκεν. Εἰ δὲ ὁ οἶκος ὁ κεκονιαμένος καὶ κοινὸς ἡ κακία ἐστίν, ἡ ὕπαιθρος γωνία ἡ ἀρετή ἐστιν. Γωνία τοίνυν ὕπαιθρός ἐστιν πρᾶξις θεωρίας ἐφαπτομένη καὶ φωτιζομένη ὑπὸ τῆς δικαιοσύνης ἡλίου. Καλῶς δὲ καὶ ὁ Παῦλος τὸν ἀρχιερέα τῶν Ἰουδαίων τοῖχον εἶπεν κεκονιαμένον τυπτηθησόμενον ὑπὸ τοῦ θεοῦ. Καὶ ὁ σωτὴρ δὲ ἐν τοῖς εὐαγγελίοις τοὺς φαρισαίους τάφους εἶπεν κεκονιαμένους. Εὖ δὲ καὶ τὸ ἐπὶ γωνίας εἰπεῖν ἔνθα ὁ λίθος κεῖται ὁ ἀποδοκιμασθεὶς ὑπὸ τῶν οἰκοδόμων καὶ γενόμενος κεφαλὴ γωνίας. Κοινὸν δὲ εἶπεν ὁ μὴ τοῦ ἑνός ἐστιν θεοῦ. 225 21, 14 δόσις λάθριος ἀνατρέπει ὀργάς· δώρων δὲ ὁ φειδόμενος θυμὸν ἐγείρει ἰσχυρόν Δόσις λάθριός ἐστιν, ἵν' ὃ ποιεῖ ἡ δεξιὰ μὴ γινώσκῃ ἡ ἀριστερά. 226 21, 16 ἀνὴρ πλανώμενος ἐξ ὁδοῦ δικαιοσύνης ἐν συναγωγῇ γιγάντων ἀναπαύσεται Ἡ συναγωγὴ τῶν γιγάντων ἡ κακία καὶ ἡ ἀγνωσία ἐστίν. 227 21, 19 κεῖσσον οἰκεῖν ἐν γῇ ἐρήμῳ ἢ μετὰ γυναικὸς μαχίμου καὶ γλωσσώδους καὶ ὀργίλου Καὶ ὁ Δαυίδ φησιν· «ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ, οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι.» Ἔρημος τοίνυν γῆ ἐστιν ἡ ἀρετὴ ἡ μὴ ἔχουσα τοὺς παλαιοὺς ἀνθρώπους οἰκοῦντας τοὺς φθειρομένους κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. Διὸ οὐδὲ εὑρίσκει ἐν αὐτῇ ἀνάπαυσιν ὁ διάβολος, εἴγε «διέρχεται δι' ἀνύδρων τόπων ζητῶν ἀνάπαυσιν καὶ οὐχ εὑρίσκει»· «αὐτὸς γὰρ βασιλεύς ἐστι πάντων τῶν ἐν τοῖς ὕδασι»· καὶ πάλιν τῆς σοφίας· «στεγναί, φησίν, αἱ διατριβαὶ οἴκων αὐτῆς.» Εἰ δὲ τοῦτο, οὐκοῦν καὶ ἡ γυνὴ ἡ μάχιμος καὶ γλωσσώδης καὶ ὀργίλος ἡ κακία ἐστίν, ἥτις τὸν συζῶντα αὐτῇ ποιεῖ μάχιμον καὶ γλωσσώδη καὶ ὀργίλον. 228 21, 20 θησαυρὸς ἐπιθυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφο ἐπὶ στόματος σοφοῦ· ἄφρονες δὲ ἄνδρες καταπίονται αὐτόν Σοφία κυρίου ἀναπαύσεται ἐν καρδίᾳ σοφοῦ· ἄφρονες δὲ ἄνδρες διαφθεροῦσιν αὐτήν. 229 21, 22 πόλεις ὀχυρὰς ἐπέβη σοφὸς καὶ καθεῖλεν τὸ ὀχύρωμα, ἐφ' ᾧ ἐπεποίθεισαν οἱ ἀσεβεῖς Ἡ σοφία ἐστὶν πόλις ὀχυρά, ἐν ᾗ οἱ σοφοὶ κατοικοῦσι «λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ». 230 21, 23 ὃς φυλάσσει τὸ στόμα αὐτοῦ καὶ τὴν γλῶσσαν διατηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ Στόμα καὶ γλῶσσαν ψυχὴν καὶ νοῦν· ψυχὴν δέ φασιν θυμὸν καὶ ἐπιθυμίαν, ὅπερ τινὲς παθητικὸν μέρος ὀνομάζουσι τῆς ψυχῆς. 231 21, 26 ἀσεβὴς ἐπιθυμεῖ ὅλην τὴν ἡμέραν ἐπιθυμίας κακάς· ὁ δὲ δίκαιος ἐλεᾷ καὶ οἰκτείρει ἀφειδῶς Ἀγγέλων μὲν τὸ μὴ ἐπιθυμεῖν ποτε ἐπιθυμίας κακάς· ἀνθρώπων δὲ τό ποτε μὲν ἐπιθυμεῖν, ποτὲ δὲ μὴ ἐπιθυμεῖν ἐπιθυμίας κακάς· δαιμόνων δὲ τὸ ἀεὶ ἐπιθυμεῖν ἐπιθυμίας κακάς. Τὸ γὰρ ὅλην τὴν ἡμέραν τὸ διὰ βίου δηλοῖ. Τοιοῦτόν ἐστιν καὶ τὸ «ἐν φόβῳ κυρίου ἴσθι ὅλην τὴν ἡμέραν», ἀντὶ τοῦ διὰ βίου. 232 21, 31 ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου· παρὰ δὲ κυρίου ἡ βοήθεια Ἵππον λέγει τὸν νοῦν· «ἐπιβήσῃ γάρ, φησίν, ἐπὶ τοὺς ἵππους σου καὶ ἡ ἱππασία σου σωτηρία»· καὶ ἐπὶ τοῦ Παύλου ὁ κύριος «τοῦ βαστάσαι τὸ ὄνομά μού» φησιν. 233 22, 1 αἱρετώτερον ὄνομα καλὸν ἢ πλοῦτος πολύς· ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον χάρις ἀγαθή Τὴν σημαινομένην ἀρετὴν ὑπὸ τοῦ οἰκείου ὀνόματος ὄνομα εἶπεν καλόν· τοῦτο γὰρ τὸ ὄνομα καλόν ἐστιν ὅπερ ἔχει τὸ σημαινόμενον ἀγαθόν. Οὕτως οὐδὲ τὴν ἄδικον γυναῖκα δικαιοσύνην καλουμένην ἐπαινέσομεν, ἀλλὰ τὴν ἔχουσαν τὴν δικαιοσύνην, κἂν ἀδικία ὀνομάζηται. 234 22, 2 πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις· ἀμφοτέρους δὲ ὁ κύριος ἐποίησεν Ὁ μὲν πλούσιος διὰ τῶν ἐλεημοσυνῶν καθαίρει θυμόν, κτώμενος τὴν ἀγάπην· ὁ δὲ πένης διὰ τῆς πενίας
ταπεινοφρονεῖν ἐκδιδάσκεται. 235 22, 4 γενεὰ σοφίας φόβος κυρίου καὶ πλοῦτος καὶ δόξα καὶ ζωή «Αὗται αἱ γενέσεις Νῶε», αὗται αἱ γενέσεις Ἀβραάμ. 236 22, 5 τρίβολοι καὶ παγίδες ἐν ὁδοῖς σκολιαῖς· ὁ δὲ φυλάσσων τὴν ἑαυτοῦ ψυχὴν ἀφέξεται αὐτῶν Καὶ ὁ κύριος τῷ Ἀδάμ φησιν· «ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι» ἡ γῆ, τουτέστιν ἡ ψυχή. Ἀκάνθας δὲ καὶ τριβόλους λέγει τὰς ἁμαρτίας, ἀφ' ὧν καὶ ὁ στέφανος ἐπλάκη τοῦ Χριστοῦ· αὐτὸς γὰρ ἦρε τὴν ἁμαρτίαν τοῦ κόσμου. 237 22, 7 πλούσιοι πτωχῶν ἄρξουσιν καὶ οἰκέται ἰδίοις δεσπόταις δανιοῦσιν Ἐν τῷ αἰῶνι τῷ μέλλοντι οἱ ἐν παντὶ πλουτισθέντες ἐν πάσῃ γνώσει καὶ πάσῃ σοφίᾳ ἄρξουσιν τῶν ἀκαθάρτων καὶ ἐστερημένων τούτου τοῦ πλούτου. Τίνες δὲ οἱ οἰκέται καὶ τίνες οἱ δεσπόται, νῦν οὐκ ἀναγκαῖον δημοσιεύειν διὰ τὸ εἶναι τὸν περὶ αὐτῶν λόγον μυστικὸν καὶ βαθύτερον. 238 22, α ἄνδρα ἱλαρὸν καὶ δότην εὐλογεῖ ὁ θεός· ματαιότητα δὲ ἔργων αὐτοῦ συντελέσει Τὴν ματαιότητα τῶν ἔργων διὰ τῆς ἀρετῆς ὁ κύριος καὶ τῆς γνώσεως συντελεῖ. 239 22, α νίκην καὶ τιμὴν περιποιεῖται ὁ δῶρα διδούς, τὴν μέντοι ψυχὴν ἀφαιρεῖται τῶν κεκτημένων Δῶρα τοῦ ἀνθρώπου τὰς ἀρετὰς ὀνομάζει, δι' ὧν νικῶν τὸν διάβολον τίμιον ἑαυτὸν παρέχει θεῷ καὶ ἀφαιρεῖται τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ τῶν κτησαμένων αὐτὴν δαιμόνων. 240 22, 10 ἔκβαλε ἐκ συνεδρίου λοιμὸν καὶ συνεξελεύσεται αὐτῷ νεῖκος· ὅταν γὰρ καθίσῃ ἐν συνεδρίῳ, πάντας ἀτιμάζει Τὴν χειρίστην κατάστασιν συνέδριον εἶπεν, ἀφ' ἧς ὁ σοφὸς Σολομὼν ἐκβάλλεσθαι τὸν ἄνθρωπον βούλεται διὰ πνευματικῆς διδασκαλίας· τὸ δὲ νεῖκος τὴν φιλονεικίαν σημαίνει. Δύναται δὲ λοιμὸν καὶ τὸν διάβολον λέγειν, ὃν δεῖ ἀποδιώκειν τῆς ψυχῆς. Ἐὰν γὰρ καθίσῃ ἐν αὐτῇ, διὰ τῆς ἀκαθαρσίας πάντας τοὺς ὀρθοὺς λογισμοὺς ἀτιμάζει. Συνέδριον δὲ καὶ ὁ ἀπόστολος τὴν ψυχὴν ἀποδείκνυσι, δι' ὧν κατηγοροῦντας λογισμοὺς εἰσάγει καὶ ἀπολογουμένους· «μεταξὺ γάρ, φησίν, ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων»· ὅπου δὲ κατηγορία καὶ ἀπολογία, ἐκεῖ καὶ συνέδριον. 241 22, 11.3 χείλεσι ποιμαίνει βασιλεύς· 22, 12 οἱ δὲ ὀφθαλμοὶ κυρίου διατηρήσουσιν αἴσθησιν· φαυλίζει δὲ λόγους παράνομος Ὁ διατηρῶν τὰς ψυχὰς ἡμῶν κύριος αὐτὸς καὶ διὰ τῆς πνευματικῆς γνώσεως ποιμαίνει ἡμᾶς, ἥντινα γνῶσιν φαυλίζει ὁ παραβαίνων τὸν νόμον αὐτοῦ. Σημειωτέον δὲ ὅτι βασιλεὺς ὢν ὁ Χριστὸς λέγεται διὰ τῆς συγκαταβάσεως ποιμαίνειν ἡμᾶς· «ἐγὼ γάρ, φησίν, εἰμὶ ὁ ποιμὴν ὁ καλός.» Εἰ δὲ βασιλεὺς μέν ἐστι βασιλευόντων, ποιμὴν δὲ προβάτων, ἔσται ποτὲ μόνον βασιλεύς, τῶν προβάτων εἰς τὸ βασιλικὸν μεταβάντων ἀξίωμα. 242 22, 13 προφασίζεται καὶ λέγει ὀκνηρός· λέων ἐν ταῖς ὁδοῖς, ἐν δὲ ταῖς πλατείαις φονευταί Ὁ ἐχθρὸς ἡμῶν διάβολος ὡς λέων περιέρχεται ζητῶν τίνα καταπίῃ, ὅντινα φοβούμενος ὁ ὀκνηρὸς πρὸς τὴν ἐργασίαν τῶν ἀρετῶν ἀναδύεται. 243 22, 14 βόθρος βαθὺς στόμα παρανόμου· ὁ δὲ μισηθεὶς ὑπὸ κυρίου ἐμπεσεῖται εἰς αὐτόν Ὁ Ἰὼβ οὐ μισηθεὶς ὑπὸ κυρίου, ἀλλὰ δοκιμῆς ἕνεκεν ἐμπέπτωκεν εἰς αὐτόν. 244 22, 15 ἄνοια ἐξῆπται καρδίας νέου· ῥάβδος δὲ καὶ παιδεία μακρὰν ἀπ' αὐτοῦ Μακρὰν ἀπὸ τῆς καρδίας τοῦ ἄφρονός ἐστιν ἡ ῥάβδος ἡ ἐκ τῆς ῥίζης Ἰεσσαί. 245 22, 16 ὁ συκοφαντῶν πένητα πολλὰ ποιεῖ τὰ ἑαυτοῦ κακά· δίδωσιν δὲ πλουσίῳ ἐπ' ἐλάσσονι Ὥσπερ ὁ διάβολος συκοφαντεῖ ἡμᾶς, λαμβάνων παρ' ἡμῶν τὰς ἀρετὰς ἃς μὴ δέδωκεν ἡμῖν, οὕτω καὶ ἡμεῖς συκοφαντοῦμεν αὐτόν, λαμβάνοντες παρ' αὐτοῦ τὰς κακίας ἃς μὴ δεδώκαμεν αὐτῷ. Καὶ καθὸ μὲν λαμβάνομεν παρ' αὐτοῦ τὰς κακίας, ὡς παρὰ πένητος ἐν ἀρεταῖς λαμβάνομεν· καθὸ δὲ τὰς ἀρετὰς ἡμῶν διδόαμεν αὐτῷ ἐπ' ἐλαττώσει ἡμῶν, ὡς πλουσίῳ ἐν κακίᾳ διδόαμεν. Ἔλεγεν δέ τις τῶν γερόντων ὅτι ἡμεῖς ἐσμὲν οἱ συκοφάνται οἱ Χριστὸν συκοφαντοῦντες πτωχεύσαντα δι' ἡμᾶς καὶ μηδὲν ὀφείλοντα ἡμῖν καὶ λαμβάνοντες παρ' αὐτοῦ πολλὰ καὶ διδόντες τῷ σατανᾷ ἐπὶ ταπεινώσει τῶν ἡμετέρων ψυχῶν. 246 22, 17 λόγοις σοφῶν παράβαλε σὸν οὖς καὶ ἄκουε ἐμὸν
λόγον· τὴν δὲ σὴν καρδίαν ἐπίστησον, ἵνα γνῷς ὅτι καλοί εἰσιν Οὗτος ἀκούει τῶν τοῦ θεοῦ λόγων ὁ ποιῶν τὰ προστασσόμενα ὑπ' αὐτῶν· «οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ θεῷ, ἀλλὰ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται.» 247 22, 20 καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ σεαυτῷ τρισσῶς εἰς βουλὴν καὶ γνῶσιν ἐπὶ τὸ πλάτος τῆς καρδίας σου Ὁ πλατύνας διὰ τῆς καθαρότητος τὴν καρδίαν αὐτοῦ νοήσει τοὺς τοῦ θεοῦ λόγους τούς τε πρακτικοὺς καὶ τοὺς φυσικοὺς καὶ τοὺς θεολογικούς. Πᾶσα γὰρ ἡ κατὰ τὴν γραφὴν πραγματεία τέμνεται τριχῶς εἰς ἠθικὴν καὶ φυσικὴν καὶ θεολογικήν. Καὶ ἀκολουθεῖ τῇ μὲν πρώτῃ αἱ Παροιμίαι, τῇ δὲ δευτέρᾳ ὁ Ἐκκλησιαστής, τῇ δὲ τρίτῃ τὰ Ἄσματα τῶν ᾀσμάτων. 248 22, 26 μὴ δίδου σεαυτὸν εἰς ἐγγύην αἰσχυνόμενος πρόσωπον· 22, 27 ἐὰν γὰρ μὴ ἔχῃς πόθεν ἀποτείσῃς, λήμψονται τὸ στρῶμα τὸ ὑπὸ τὰς πλευράς σου Οἱ τοὺς φαύλους ἀναδεχόμενοι λογισμοὺς καὶ τούτῳ τιμῶντες τὸν πονηρὸν σπουδαζέτωσαν ὅση δύναμις διὰ τῶν ἀγαθῶν λογισμῶν ἀποδιδόναι τοὺς χείρονας. Ἐὰν γὰρ μὴ ἰσχύσωσι τοῦτο ποιῆσαι, λήψονται τὸ στρῶμα τὸ ὑπὸ τὰς πλευρὰς τῆς ψυχῆς, τουτέστιν τὴν ἀρετήν. Αὕτη γὰρ τοῦ μὲν ἑστῶτος ἐν τῇ δικαιοσύνῃ νοῦ ἱμάτιον λέγεται· τοῦ δὲ λοιπὸν πεσόντος διὰ τῶν φαύλων λογισμῶν ὑπόστρωμα καλεῖται. 249 22, 28 μὴ μέταιρε ὅρια αἰώνια ἃ έθεντο οἱ πατέρες σου Ὁ μετατιθεὶς τὰ ὅρια τῆς θεοσεβείας δεισιδαιμονίαν ἢ ἀσέβειαν αὐτὴν ἀποδείκνυσι καὶ ὁ μετατιθεὶς τὰ ὅρια τῆς ἀνδρείας θρασύτητα ἢ δειλίαν αὐτὴν ἀπεργάζεται. Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν καὶ ἐπὶ τῶν δογμάτων καὶ ἐπ' αὐτῆς τῆς πίστεως νοητέον. Μάλιστα δὲ τοῦτο τηρητέον ἐπὶ τῆς ἁγίας τρίαδος· ὁ γὰρ μὴ θεολογῶν τὸ πνεῦμα τὸ ἅγιον διαλύει τὸ βάπτισμα· ὁ δὲ καὶ ἄλλους τινὰς ὀνομάζων θεοὺς δῆμον εἰσάγει θεῶν. 250 23, 1 ἐὰν καθίσῃς δειπνεῖν ἐπὶ τραπέζης δυναστοῦ, νοητῶς νόει τὰ παρατιθέμενά σοι ... 23, 3 εἰ δὲ ἀπληστότερος εἶ, μὴ ἐπιθύμει τῶν ἐδεσμάτων αὐτοῦ· ταῦτα γὰρ ἔχεται ζωῆς ψευδοῦς Οὐ γὰρ πάντες χωροῦσι τὴν μυστικωτέραν διάνοιαν τῆς γραφῆς. 251 Δεῖ τὴν θείαν γραφὴν νοητῶς νοεῖσθαι καὶ πνευματικῶς· ἡ γὰρ κατὰ τὴν ἱστορίαν αἰσθητὴ γνῶσις οὐκ ἔστιν ἀληθής. 252 23, 6 μὴ συνδείπνει ἀνδρὶ βασκάνῳ· μηδὲ ἐπιθύμει τῶν βρωμάτων αὐτοῦ· 23, 7 ὃν τρόπον γὰρ εἴ τις καταπίοι τρίχα, οὕτως ἐσθίει καὶ πίνει· 23, 8 μηδὲ πρὸς σὲ εἰσαγάγῃς αὐτὸν καὶ φάγῃς τὸν ψωμόν σου μετ' αὐτοῦ· ἐξεμέσει γὰρ αὐτὸν καὶ λυμανεῖται τοὺς λόγους σου τοὺς καλούς Εἰ ὁ βάσκανος σῖτα ἀσεβείας ἐσθίει καὶ οἴνῳ παρανόμῳ μεθύσκεται, οὐ δεῖ δὲ συνδειπνεῖν τούτῳ, οὐ χρὴ ἄρα εἶναι ἀσεβῆ καὶ παράνομον· αὗται γὰρ αἱ κακίαι λυμαίνονται γνῶσιν πνευματικήν. 253 23, 9 εἰς ὦτα ἄφρονος μηδὲν λέγε, 253 μήποτε μυκτηρίσῃ τοὺς συνετοὺς λόγους σου Μηδὲν λέγε συνετόν, τουτέστιν βαθὺ καὶ μυστικόν· οὐ δεῖ γὰρ βάλλειν τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. 254 23, 10 μὴ μεταθῇς ὅρια αἰώνια ἃ ἔθεντο οἱ πατέρες σου· εἰς δὲ κτῆμα ὀρφανῶν μὴ εἰσέλθῃς Κτῆμα ὀρφανῶν ἡ κακία ἐστίν, δι' ἣν ἐστερήθησαν τοῦ ἐν οὐρανοῖς πατρός. 255 23, 17 μὴ ζηλούτω ἡ καρδία σου ἁμαρτωλούς, ἀλλὰ ἐν φόβῳ κυρίου ἴσθι ὅλην τὴν ἡμέραν Εἰ «τῷ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ», καλῶς παραινεῖ διὰ παντὸς τοῦ βίου ἐκκλίνειν ἡμᾶς ἀπὸ παντὸς κακοῦ. 256 23, 18 ἐὰν γὰρ τηρήσῃς αὐτά, ἔσται σοι ἔγγονα· ἡ δὲ ἐλπίς σου οὐκ ἀποστήσεται Τοὺς ὀρθοὺς λογισμοὺς καὶ τὰ πνευματικὰ θεωρήματα ἔγγονα εἶπεν τοῦ νοῦ. Διὸ καὶ ἄτεκνός ἐστιν ἡ ψυχὴ ἡ μὴ ἔχουσα ταῦτα τὰ ἔγγονα, ἅπερ πέφυκε τίκτεσθαι ἀπὸ τοῦ πνευματικοῦ νυμφίου. 257 23, 21 πᾶς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει καὶ ἐνδύσεται διερρηγμένα καὶ ῥακώδη πᾶς ὑπνώδης Οὐκ ἔστιν ἔνδυμα γάμου διερρηγμένον ἱμάτιον καὶ ῥακῶδες. 258 23, 22 ἄκουε, υἱέ, πατρὸς τοῦ γεννήσαντός σε καὶ μὴ καταφρόνει ὅτι γεγήρακέν σου ἡ μήτηρ Ἤκουσά τινος τῶν γερόντων τὴν
ψυχὴν εἰπόντος μητέρα τοῦ νοῦ· αὕτη γάρ, φησίν, διὰ τῶν πρακτικῶν ἀρετῶν εἰς φῶς προάγει τὸν νοῦν. Ψυχὴν δὲ ἔλεγεν τὸ παθητικὸν μέρος τῆς ψυχῆς, ὅπερ διαιρεῖται εἰς θυμὸν καὶ ἐπιθυμίαν. Διὰ γὰρ ἀνδρείας, φησί, καὶ σωφροσύνης κτώμεθα σοφίαν καὶ γνῶσιν θεοῦ. Ἀνδρεία δὲ καὶ σωφροσύνη θυμοῦ καὶ ἐπιθυμίας ἐστὶν ἀρεταί. 259 23, 30 οὐ τῶν ἐγχρονιζόντων ἐν οἴνοις; οὐ τῶν ἰχνευόντων ποῦ πότοι γίνονται; Οἱ οἶνοι οὗτοι ἐκ τῆς σοδομιτικῆς εἰσιν ἀμπέλου. 260 23, 31.1–2 μὴ μεθύσκεσθε οἴνῳ, ἀλλὰ ὁμιλεῖτε ἀνθρώποις δικαίοις καὶ ὁμιλεῖτε ἐν περιπάτοις Νοῦς ὁμιλῶν ἐν περιπάτοις ἀξίως περιπατεῖ τῆς κλήσεως ἧς ἐκλήθη. 261 23, 31.3 ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς σου Ἡ μὲν κατὰ διάνοιαν ἁμαρτία ἔοικε φιάλῃ, ἡ δὲ κατ' ἐνέργειαν ποτηρίῳ. 262 23, 31.4 ὕστερον περιπατήσεις γυμνότερος ὑπέρου Πολλὰ κρούει τὸ ὕπερον καὶ οὐκ ἀνοίγει τὸν τόπον ὃν κρούει. Τοῖς δὲ μαθηταῖς ὁ κύριός φησι· «κρούετε καὶ ἀνοιγήσεται ὑμῖν.» 263 23, 33 οἱ ὀφθαλμοί σου, ὅταν ἴδωσιν ἀλλοτρίαν, τὸ στόμα σου τότε λαλήσει σκολιά Νοῦς δεξάμενος ἀλλότριον νόημα μελετήσει λογισμοὺς κακούς· ὁ δὲ τηρήσας ἑαυτὸν κληρονομήσει ζωήν. 264 23, 34 καὶ κατακείσῃ ὥσπερ ἐν καρδίᾳ θαλάσσης καὶ ὥσπερ κυβερνήτης ἐν πολλῷ κλύδωνι Παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφερόμενος. 265 23, 35.3 πότε ὄρθρος ἔσται, ἵνα ἐλθὼν ζητήσω μεθ' ὧν συνελεύσομαι; Ὄρθρος ψυχῆς ἐστιν ἐπίγνωσις ἁμαρτίας. 266 24, 6 μετὰ κυβερνήσεως γίνεται πόλεμος, βοήθεια δὲ μετὰ καρδίας βουλευτικῆς Οἱ περὶ τὴν πίστιν ναυαγοῦντες οὐ μετὰ κυβερνήσεως πολεμοῦσιν τοῖς πνεύμασι τοῖς ἀντικειμένοις τῇ θεολογίᾳ. Δυνατὸν δὲ καὶ ἐπὶ πάσης ἀρετῆς τὸ αὐτὸ τοῦτο εἰπεῖν· ἔστι γὰρ καὶ περὶ σωφροσύνην ναυάγιον καὶ περὶ ἀγάπην καὶ περὶ ἀφιλαργυρίαν· καὶ περὶ ἕκαστον δὲ δόγμα ὁμοίως τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας συμβαίνει ναυάγιον. Εἰ δὲ μετὰ κυβερνήσεως πολεμεῖν δεῖ τοῖς ἀντικειμένοις, ναυμαχίᾳ παραπλήσιος ἡμῶν ἐστιν ὁ βίος ἐπὶ τῆς γῆς. 267 24, 7. σοφία καὶ ἔννοια ἀγαθὴ ἐν πύλαις σοφῶν Αἱ πύλαι τῶν σοφῶν αἱ πρακτικαί εἰσιν ἀρεταὶ δι' ὧν εἰσέρχεται σοφία θεοῦ. 268 24, 9. ἀκαθαρσία ἀνδρὶ λοιμῷ ἐμμολυνθήσεται 24, 10 ἐν ἡμέρᾳ κακῇ καὶ ἐν ἡμέρᾳ θλίψεως, ἕως ἂν ἐκλίπῃ Εἰ ἀρετὴν ἡ κακία μειοῖ, καὶ τὴν κακίαν δηλονότι ἡ ἀρετὴ διαφθείρει· τοῦτο δὲ γενήσεται ἐν τῷ αἰῶνι τῷ μέλλοντι, ἕως ἂν ἐκλίπῃ ἡ κακία. Τὸ γὰρ ἐμμολυνθήσεται ἀντὶ τοῦ διαφθαρήσεται τέθεικεν· διαφθείρεται δὲ ἀκαθαρσία ἤτοι ὑπὸ πρακτικῆς ἢ ὑπὸ δριμείας κολάσεως. 269 24, 11 ῥῦσαι ἀγομένους εἰς θάνατον καὶ ἐκπρίω κτεινομένους, μὴ φείσῃ Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς καταξιωθέντας γνώσεως καὶ ἀμελοῦντας τῆς διδασκαλίας, πολλῶν ἀπαγομένων ὑπὸ τῆς κακίας εἰς θάνατον. 270 24, 13 φάγε μέλι, υἱέ, ἀγαθὸν γὰρ κηρίον, ἵνα γλυκανθῇ σου ὁ φάρυγξ Ἐσθίει μέλι ὁ ἀπὸ τῶν θείων γραφῶν ὠφελούμενος· ὁ δ' ἀπ' αὐτῶν τῶν πραγμάτων ἐκβάλλων τοὺς λόγους, ἀφ' ὧν εἰλήφασι καὶ οἱ ἅγιοι προφῆται καὶ ἀπόστολοι, τρώγει κηρίον. Καὶ τὸ μὲν φαγεῖν μέλι παντὸς τοῦ βουλομένου ἐστίν, τὸ δὲ κηρίον μόνου τοῦ καθαροῦ. 271 24, 15 μὴ προσαγάγῃς ἀσεβῆ νομῇ δικαίων μηδὲ ἀπατηθῇς χορτασίᾳ κοιλίας Μὴ ἕνεκεν ἡδονῆς προδῷς τὸν θεόν· οὗτος γὰρ νομὴ δικαίου καὶ οὐ μὴ ἐγκαταλίπῃ σε. 272 24, 17 ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ· ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου, 24, 18 ὅτι ὄψεται κύριος καὶ οὐκ ἀρέσει αὐτῷ καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπ' αὐτοῦ Ἀποστρέφει μὲν ὁ θεὸς τὸν θυμὸν αὐτοῦ ἀπὸ τοῦ πεσόντος, ἐλεήσας αὐτόν· ὀργίζεται δὲ τῷ ἐπαρθέντι ἐπὶ τῷ πτώματι τοῦ ἐχθροῦ αὐτοῦ. Πᾶς γὰρ ὁ ἐπιχαίρων ἀπολλυμένῃ ψυχῇ ὅμοιός ἐστι τῷ διαβόλῳ τῷ μὴ θέλοντι πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Σημειωτέον δὲ ὅτι ἄνθρωπον ἐνταῦθα εἴρηκε τὸν ἐχθρόν, ὑπὲρ οὗ καὶ
προσεύχεσθαι ἡμᾶς νενομοθέτηκεν ἐν τοῖς εὐαγγελίοις ὁ κύριος. 273 24, 20 οὐ γὰρ μὴ γένηται ἔκγονα πονηρῶν· λαμπτὴρ δὲ ἀσεβῶν σβεσθήσεται Οὐ γεννήσουσι πονηροὶ ἀρετὰς καὶ δόγματα ὀρθά –ταῦτα γάρ ἐστι γεννήματα τῆς ψυχῆς–διὰ τὸ μὴ φοβεῖσθαι αὐτοὺς τὸν κύριον· οἱ δὲ ὄντες ἐν φόβῳ κυρίου ὅλην τὴν ἡμέραν ἕξουσιν ἔγγονα καὶ ἡ ἐλπὶς αὐτῶν οὐκ ἀποστήσεται. 274 24, 21 φοβοῦ τὸν θεόν, υἱέ, καὶ βασιλέα καὶ μηδετέρῳ αὐτῶν ἀπειθήσῃς «Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.» 275 24, 22 ἐξαίφνης γὰρ τείσονται τοὺς ἀσεβεῖς· τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται; Πῶς οὖν ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις φησίν· «ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκεν τῷ υἱῷ»; Ἢ ἄλλο μέν ἐστι τιμωρία, ἄλλο δὲ κρίσις. Καὶ τιμωρία μέν ἐστιν στέρησις ἀπαθείας καὶ γνώσεως θεοῦ μετ' ὀδύνης σωματικῆς· κρίσις δέ ἐστιν γένεσις αἰῶνος κατ' ἀναλογίαν ἑκάστῳ τῶν λογικῶν σώματα διανέμοντος. 276 24, ξ μάχαιρα γλῶσσα βασιλέως καὶ οὐ σαρκίνη· ὃς δ' ἂν παραδοθῇ συντριβήσεται «Καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα θεοῦ.» Τὸ δὲ οὐ σαρκίνη ἀντὶ τοῦ οὐκ αἰσθητή. 277 24, δ ἐὰν γὰρ ὀξυνθῇ ὁ θυμὸς αὐτοῦ, σὺν νεύροις ἀνθρώπους ἀναλίσκει Τοὺς παλαιοὺς ἀνθρώπους τοὺς φθειρομένους κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης ἀναλίσκει ἡ μάχαιρα τοῦ θεοῦ, ἵν' ἀποθέμενοι τὸν παλαιὸν ἄνθρωπον ἐνδύσωνται τὸν νέον τὸν κατὰ θεὸν κτισθέντα. 278 24, ε.1–2 καὶ ὀστᾶ ἀνθρώπων κατατρώγει καὶ συγκαίει ὥσπερ φλόξ «Πῦρ γὰρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν.» 279 24, ε.3 ὥστε ἄβρωτα εἶναι νεοσσοῖς ἀετῶν Οὗτος ἄβρωτός ἐστι τοῖς δαίμοσιν ὁ ὑπὸ τοῦ κυρίου καθαρθεὶς καὶ ἀπεχόμενος ἀπὸ πάσης κακίας. 280 30, 2 ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων, καὶ φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοί Ἀφρονέστατον ἑαυτὸν εἶπεν κατὰ στέρησιν τῆς ἀνθρωπίνης φρονήσεως. 281 30, 4. τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη; «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν ἄνω, εἰ μὴ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ἀπὸ τοῦ οὐρανοῦ κατελθών.» α 30, 4.2–4 τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ; τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ; τίς ἐκράτησεν πάντων τῶν ἄκρων τῆς γῆς; Τίς πίστει ἢ πάντως συνήγαγε τοὺς «ἀπ' ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης» ἐν τῇ γνώσει τῇ τοῦ θεοῦ καὶ δέδωκεν αὐτοῖς θεωρίαν πνευματικὴν ἐναποθεῖναι ταῖς ἀρεταῖς; Καὶ ἄλλως. Τίς διὰ τῆς ἀληθοῦς γνώσεως ἔκρυψε γνῶσιν ψευδῆ; 283 Τίς ἀληθῆ γνῶσιν ἐναπέθετο ταῖς ἀρεταῖς; 284 Τίς «ἀπ' ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης» συνήγαγε πάντα τὰ ἔθνη πυκνώσας αὐτὰ ταῖς ἀρεταῖς καὶ τὸ ἐπουράνιον ὕδωρ ἐναποθέμενος τὸ ῥέον ἐκ τῆς πηγῆς τῆς ζωῆς; 285 30, 6 μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ, ἵνα μὴ ἐλέγξῃ σε καὶ ψευδὴς γένῃ Τῷ γὰρ νόμῳ κυρίου «οὐκ ἔστιν προσθεῖναι καὶ ἀπ' αὐτοῦ οὐκ ἔστιν ἀφελεῖν». 286 30, 8. μάταιον λόγον καὶ ψευδῆ μακράν μου ποίησον Ψευδώνυμον γνῶσιν μακράν μου ποίησον. α 30, 9 ἵνα μὴ πλησθεὶς ψευδὴς γένωμαι καὶ εἴπω· τίς με ὁρᾷ; ἢ πενηθεὶς κλέψω καὶ ὀμόσω τὸ ὄνομα τοῦ θεοῦ Ἵνα μή, φησί, πλησθεὶς γνώσεως ἀκροτάτης ὑπερήφανος γένωμαι καὶ εἴπω· οὐδεὶς τὴν ἐμὴν ἐπιγνώσεται σοφίαν. Ἵνα μὴ πλησθεὶς ἀπροσίτου γνώσεως ψεύστης τοῖς ἀνθρώποις φανῶ, τοιαῦτα λέγων ὁποῖα μὴ δύνανται γινώσκειν οἱ ἐνδεδεμένοι αἵματι καὶ σαρκί. Καλῶς δὲ καὶ τὸ ἑξῆς προστέθειται τὸ «ἵνα μὴ πενηθεὶς κλέψω καὶ ὀμόσω τὸ ὄνομα τοῦ θεοῦ»· κλέπτει γάρ τις ἀλλότρια θεωρήματα, ἵνα νοῦν ἐμπλήσῃ πεινῶντα. Ἀλλὰ τοῦτο μὲν πρὸ τῆς ἐπιδημίας τοῦ σωτῆρος ἐγίνετο· νυνὶ δὲ ὁ Παῦλός φησιν· «ὁ κλέπτων μηκέτι κλεπτέτω», μᾶλλον δὲ ἐργαζέσθω δικαιοσύνην, ἵνα γνῶσιν κτησάμενος μεταδῷ καὶ τῷ χρείαν ἔχοντι. Τί γὰρ καὶ ἔστιν ὃ μὴ ἔστιν ἡμέτερον, ἵνα καὶ κλέψωμεν οἱ πεπιστευκότες Χριστῷ; Πάντα γὰρ ἡμῶν ἐστιν, ἡμεῖς δὲ Χριστοῦ, δι' οὗ τὰ πάντα ἐγένετο, Χριστὸς δὲ θεοῦ.
288 Οὗτος κλέπτει γνῶσιν οὐχ ὁ τὴν τοῦ προλαβόντος λαμβάνων, ἀλλ' ὁ ἐκ τῆς ψευδωνύμου ὑφαιρούμενος γνώσεως. Καὶ γὰρ πάντες οἱ πεπιστευκότες Χριστῷ ἀπὸ τῶν ἁγίων προφητῶν καὶ ἀποστόλων λαμβάνοντες θεωρήματα οὐ λέγονται κλέπται ἀλλοτρίων θεωρημάτων, ἀλλὰ μᾶλλον κληρονόμοι πατρῴων χρημάτων. 289 30, 10 μὴ παραδῷς οἰκέτην εἰς χεῖρας δεσπότου, μήποτε καταράσηταί σε καὶ ἀφανισθῇς Φυγόντα νοῦν τὴν κακίαν μὴ πάλιν παραδῷς τῇ κακίᾳ, εἴπερ «πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας». Ἁμαρτία δὲ νῦν ὀνομάζεται ὁ ἐνεργῶν τὴν ἁμαρτίαν διάβολος. 290 24, 25 οἱ δὲ ἐλέγχοντες βελτίους φανοῦνται· ἐπ' αὐτοὺς δὲ ἥξει εὐλογία ἀγαθή Ἡ εὐλογία ἡ ἀγαθὴ ἡ νοητή ἐστιν εὐλογία, ἥτις ἀντιδιαιρεῖται πρὸς τὴν αἰσθητὴν εὐλογίαν. 291 24, 27.1–2 ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου καὶ παρασκευάζου εἰς τὸν ἀγρόν Ὁ μὲν κύριος ἡμῶν ἐν τοῖς εὐαγγελίοις ἀγρὸν τὸν κόσμον ὠνόμασεν· ὁ δὲ Σολομὼν ἀγρὸν νῦν εἴρηκεν τὴν θεωρίαν τοῦ κόσμου. Ἀλλ' ὁ μὲν ἐν τοῖς εὐαγγελίοις ἀγρὸς τοῦ συνεστῶτος ἐκ ψυχῆς καὶ σώματος ἀνθρώπου ἐστίν· αἰσθητὸς γάρ ἐστιν· ὁ δὲ ἐνταῦθα δηλούμενος ἀγρὸς τοῦ νοῦ μόνου ἐστίν, νοητὸς ὢν καὶ συνεστὼς ἐκ τῶν λόγων τούτου τοῦ κόσμου, εἰς ὃν καρδίαι εἰσβαίνουσι καθαραί. 292 24, 27.3–4 καὶ πορεύου κατόπισθέν μου καὶ ἀνοικοδομήσεις τὸν οἶκόν σου «Μετὰ γὰρ σοφίας οἰκοδομεῖται οἶκος»· «εἰς δὲ κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία.» 293 24, 31 ἐὰν ἀφῇς αὐτόν, χερσωθήσεται καὶ χορτομανήσει ὅλος καὶ γίνεται ἐκλελειμένος· οἱ δὲ φραγμοὶ τῶν λίθων αὐτοῦ κατασκάπτονται Φραγμός ἐστιν ἀπάθεια ψυχῆς λογικῆς ἐκ τῶν πρακτικῶν ἀρετῶν συνεστῶσα. 294 30, 17 ὀφθαλμὸν καταγελῶντα πατρὸς καὶ ἀτιμάζοντα γῆρας μητρὸς ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων καὶ καταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετῶν Οὗτοι οἱ κόρακες τοὺς μὲν δικαίους τρέφουσι μυστικῶς, τοὺς δὲ ἀδίκους κολάζουσι τοὺς τῆς ἀδικίας ὀφθαλμοὺς ἐξορύττοντες, διότι τοῦ πάντων πατρὸς καὶ θεοῦ κατεγέλασαν καὶ τὴν γεννῶσαν αὐτοὺς ἀρχαίαν γνῶσιν ἠτίμασαν. Καὶ τοὺς μὲν ἐξορύσσοντας τοὺς ὀφθαλμοὺς τοῦ ἀσεβοῦς κόρακας εἶπεν· τοὺς δὲ ὅλον αὐτὸν κατεσθίοντας ὠνόμασεν ἀετούς, διὰ τὸ τοὺς μὲν τὴν μερικήν, τοὺς δὲ τὴν καθόλου κάθαρσιν πεπιστεῦσθαι. 295 30, 31. καὶ τράγος ἡγούμενος αἰπολίου Εἰ ἔριφοί εἰσιν οἱ ἀκάθαρτοι ἐξ ἀριστερῶν ὑπὸ τοῦ σωτῆρος ἱστάμενοι, ὁ δὲ τράγος ἡγεῖται τούτων, μήποτε ὁ τράγος νῦν τὸν διάβολον σημαίνει. 296 31, 5 ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας καὶ ὀρθὰ κρίνειν οὐ μὴ δύνωνται τοὺς ἀσθενεῖς Οὐ μὴ δύνωνται ὀρθῶς διδάσκειν. 297 31, 6 δίδοτε μέθην τοῖς ἐν λύπαις 31, 7 καὶ οἶνον πίνειν τοῖς ἐν ὀδύναις, ἵνα ἐπιλάθωνται τῆς πενίας καὶ τῶν πόνων μὴ μνησθῶσιν ἔτι Ὁ μεθυσθεὶς ἀπὸ τῆς πιότητος τοῦ οἴκου κυρίου ἐπιλανθάνεται τῶν ὀδυνῶν. 298 31, 9 ἄνοιγε σὸν στόμα καὶ κρῖνε δικαίως· διάκρινε δὲ πένητα καὶ ἀσθενῆ Πένητα λέγει τὸν ἐστερημένον τῆς γνώσεως, ἀσθενῆ δὲ τὸν ἀκάθαρτον. 299 25, 2 δόξα θεοῦ κρύπτει λόγον· δόξα δὲ βασιλέως τιμᾷ προστάγματα Τὸν ἔχοντα τὴν δόξαν τοῦ θεοῦ δόξαν εἶπεν θεοῦ καὶ τὸν ἔχοντα τὴν δόξαν τοῦ ἐπουρανίου βασιλέως δόξαν βασιλέως ὠνόμασεν. Οὗτοι γὰρ κρύπτουσι τὸν τοῦ θεοῦ λόγον ἐν ἑαυτοῖς, ὅπως ἂν μὴ ἁμάρτωσι καὶ τιμῶσι τὰ προστάγματα, δι' ὧν ποιοῦσιν αὐτά. Πολλάκις δὲ τοῦτο παρεσημειωσάμεθα ὅτι ἀπὸ τῶν ἀρετῶν ὀνομάζονται καὶ
τῶν κακιῶν οἱ ἔχοντες τὰς ἀρετὰς καὶ τὰς κακίας. Οὕτω «δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν», ἀντὶ τοῦ δικαίους· καὶ «φόβος κυρίου μισεῖ ἀδικίαν, ὕβριν τε καὶ ὑπερηφανίαν», τουτέστιν ἄδικον καὶ ὑβριστὴν καὶ ὑπερήφανον. Καὶ ἐνταῦθα δὲ τὸν ἔχοντα τὴν τοῦ θεοῦ δόξαν καὶ τὸν ἔχοντα τὴν δόξαν τοῦ βασιλέως δόξαν θεοῦ καὶ δόξαν βασιλέως ὠνόμασεν. Ἢ τάχα δόξαν θεοῦ λέγει τὸν δοξάζοντα τὸν θεὸν καὶ δόξαν βασιλέως τὸν δοξάζοντα τὸν βασιλέα, ἵν' ᾖ τοιοῦτον τὸ λεγόμενον· ὁ δοξάζων τὸν θεὸν κρύπτει τὸν λόγον αὐτοῦ καὶ ὁ δοξάζων τὸν βασιλέα τιμᾷ τὰ προστάγματα αὐτοῦ· ὁ γὰρ ἀτιμάζων αὐτὸν διὰ τῆς παραβάσεως τοῦ νόμου ἀτιμάζει αὐτόν. 300 25, 5 κτεῖνε ἀσεβεῖς ἐκ προσώπου βασιλέως, καὶ κατορθώσει ἐν δικαιοσύνῃ ὁ θρόνος αὐτοῦ Ὁ λόγῳ πνευματικῷ τὸν παλαιὸν ἄνθρωπον ἀποκτέννων τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης κατορθοῖ ἐν δικαιοσύνῃ τὸν ἑαυτοῦ νοῦν, ὅστις λέγεται εἶναι θρόνος θεοῦ. Οὐδαμοῦ γὰρ πέφυκεν ἀλλαχοῦ καθέζε-σθαι σοφία καὶ γνῶσις καὶ δικαιοσύνη εἰ μὴ ἐν φύσει λογικῇ· ταῦτα δὲ πάντα ἐστὶν ὁ Χριστός. 301 25, 6 μὴ ἀλαζονεύου ἐνώπιον βασιλέως μηδὲ ἐν τόποις δυναστῶν ὑφίστασο· 25, 7.1–2 κρεῖσσον γὰρ τὸ ῥηθῆναί σοι· ἀνάβαινε πρός με, ἢ ταπεινῶσαί σε ἐν προσώπῳ δυνάστου Μὴ εἴπῃς· «ἐπάνω τῶν ἄστρων θήσομαι τὸν θρόνον μου· ἔσομαι ὅμοιος τῷ ὑψίστῳ.» Κρεῖσσον γὰρ τὸ ῥηθῆναι περὶ σοῦ τὸ «διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα». 302 25, 8.1–2 μὴ πρόσπιπτε εἰς μάχην ταχέως, ἵνα μὴ μεταμεληθῇς ἐπ' ἐσχάτων Διὰ τῆς μάχης τὴν κακίαν ᾐνίξατο. 303 25, 8.3 ἡνίκα δ' ἄν σε ὀνειδίσῃ ὁ φίλος, 25, 9 ἀναχώρει εἰς τὰ ὀπίσω, μὴ καταφρόνει Καὶ ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις ὀνειδίζει ταῖς πόλεσιν, «ἐν αἷς αἱ πλεῖσται αὐτοῦ δυνάμεις γεγόνασιν ὅτι οὐ μετενόησαν, οὐαί σοι Χοραζίν, οὐαί σοι λέγων Βηθσαϊδά». 304 25, 10.1–2 χάρις καὶ φιλία ἐλευθεροῖ, ἃς τήρησον σεαυτῷ, ἵνα μὴ ἐπονείδιστος γένῃ Πυκνότερον ὁ Σολομὼν φίλου τε μέμνηται καὶ φιλίας. Διὸ καλῶς ἔχει νῦν προσέχειν τῷ ὀνόματι, τί βούλεται αὐτῷ σημαίνειν ἡ φιλία· «χάρις γάρ, φησίν, καὶ φιλία ἐλευθεροῖ.» Καίτοι ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους φησίν· «ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.» Παῦλος δὲ πάλιν γράφει· «Χριστὸς ἡμᾶς ἠλευθέρωσεν ἐκ τῆς κατάρας τοῦ νόμου.» Εἰ οὖν ἡ φιλία ἐλευθεροῖ καὶ ἡ ἀλήθεια ἐλευθεροῖ καὶ ὁ σωτὴρ ἐλευθεροῖ, Χριστός ἐστιν ἡ ἀλήθεια καὶ ἡ φιλία. Ὅθεν καὶ πάντες οἱ ἔχοντες τὴν γνῶσιν τοῦ Χριστοῦ φίλοι ἀλλήλων εἰσίν. Οὕτω καὶ τοὺς μαθητὰς φίλους εἴρηκεν ὁ σωτὴρ καὶ Ἰωάννης φίλος ἦν τοῦ νυμφίου, Μωσῆς καὶ πάντες οἱ ἅγιοι. Καὶ ἐπὶ ταύτης μόνον τῆς φιλίας οἱ τοῦ αὐτοῦ φίλοι καὶ ἀλλήλων εἰσὶ φίλοι. 305 25, α.3 ἀλλὰ φύλαξον τὰς ὁδούς σου εὐσυναλλάκτωσ Ὁ διδαχθεὶς περὶ τῶν ἀρετῶν καὶ κατ' αὐτὰς ἐνεργῶν τὰς ὁδοὺς αὐτοῦ φυλάσσει εὐσυναλλάκτως. 306 25, 11 μῆλον χρύσεον ἐν ὁρμίσκῳ σαρδίου, οὕτως εἰπεῖν λόγον ἐπὶ ἁρμόζουσιν αὐτῷ Ὥσπερ μῆλον χρύσεον ἁρμόζει σαρδίῳ, οὕτω γνῶσις θεοῦ ψυχῇ καθαρᾷ. 307 25, 12 εἰς ἐνώτιον χρυσοῦν σάρδιον πολυτελὲς δέδεται· λόγος σοφὸς εἰς εὐήκοον οὖσ Ἔμβαλε σάρδιον πολυτελὲς εἰς ἐνώτιον χρυσοῦν καὶ σοφίαν κυρίου εἰς νοῦν ἀπαθῆ. 308 25, 13.1–2 ὥσπερ ἔξοδος χιόνος ἐν ἀμήτῳ κατὰ καῦμα ὠφελεῖ, οὕτως ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας αὐτόν Ὥσπερ χιὼν ψύχει καύσωνα, οὕτως γνῶσις ἁγίων διαλύει κόπον ψυχῆς. 309 25, 15 ἐν μακροθυμίᾳ εὐοδία βασιλεῦσιν· γλῶσσα δὲ μαλακὴ συντρίβει ὀστᾶ Νῦν τὴν θυμώδη ψυχὴν ὠνόμασεν μαλακήν, ἥτις συντρίβει τὰ ὀστᾶ τὰ πεφυκότα λέγειν· «κύριε, τίς ὅμοιός σοι;» 310 25, 17 σπάνιον εἴσαγε σὸν πόδα πρὸς τὸν σεαυτοῦ φίλον, μήποτε πλησθείς σου μισήσῃ σε Σπανίως δεῖ ἅπτεσθαι θεολογικῶν προβλημάτων καὶ μὴ πυκνῶς τοῦτο ποιεῖν, μήποτε εἴπωμέν τι τῶν οὐ λεγομένων ἐπὶ θεοῦ καὶ ὡς ἀσεβοῦντες τῆς πνευματικῆς ἐκπέσωμεν γνώσεως, τοῦ νοῦ δι' οἰκείαν ἀσθένειαν
συνεχῶς ἐνατενίζειν τῇ τοιαύτῃ θεωρίᾳ μὴ δυναμένου. 311 25, 19 ὀδοὺς κακοῦ καὶ ποὺς παρανόμου ὀλεῖται ἐν ἡμέρᾳ κακῇ Τουτέστιν ἡ κακία καὶ ἡ παρανομία ἀπολεῖται ἐν ἡμέρᾳ τῆς κρίσεως. 312 25, 20 ὥσπερ ὄξος ἕλκει ἀσύμφορον, οὕτω προσπεσὸν πάθος σώματι καρδίαν λυπεῖ Τὰ προσπίπτοντα τῇ καρδίᾳ πάθη αἱ κακίαι εἰσίν, ὧν κατὰ στέρησιν ὁ ἀπαθὴς ὀνομάζεται. 313 25, α ὥσπερ σὴς ἱματίῳ καὶ σκώληξ ξύλῳ, οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν Λύπη ἐστὶ ψεκτὴ στέρησις φθαρτῆς ἡδονῆς· λύπη δέ ἐστιν ἐπαινετὴ στέρησις ἀρετῶν καὶ γνώσεως θεοῦ. 314 25, 21 ἐὰν πεινᾷ ὁ ἐχθρός σου, τρέφε αὐτόν, ἐὰν διψᾷ, πότιζε αὐτόν· 25, 22. τοῦτο γὰρ ποιῶν ἄνθρακας σωρεύσεις ἐπὶ τὴν κεφαλὴναὐτοῦ Διὰ τῆς χρηστότητος καὶ εὐποιΐας καθαρίζων αὐτοῦ τὸ ἡγεμονικόν. 315 25, 23 ἄνεμος βορέας ἐξεγείρει νέφη· πρόσωπον δὲ ἀναιδὲς γλῶσσαν ἐρεθίζει Τὸν διάβολον εἶπεν πρόσωπον ἀναιδὲς ἐρεθίζοντα τὴν ψυχήν. Πανταχοῦ δὲ ὁ Σολομὼν γλῶσσαν τὸν νοῦν λέγει. Τοῦτο οὖν τὸ πρόσωπον αἰδεῖσθαι ἐν κρίσει οὐ καλόν. 316 25, 25 ὥσπερ ὕδωρ ψυχρὸν ψυχῇ διψώσῃ προσηνές, οὕτως ἀγγελία ἀγαθὴ ἐκ γῆς μακρόθεν Οὕτως γνῶσις θεοῦ ἐκ γῆς πραέων. 317 25, 26 ὥσπερ εἴ τις πηγὴν φράσσοι καὶ ὕδατος ἔξοδον λυμαίνοιτο, οὕτως ἄκοσμον δίκαιον πεπτωκέναι ἐνώπιον ἀσεβοῦσ Τῶν νοημάτων τοῦ νοῦ, τὰ μὲν πτώματα αὐτοῦ λέγεται, τὰ δὲ ἐγέρσεις, τὰ δὲ καθέδρα, τὰ δὲ στάσις· καὶ ἄλλα περίπατος καί τινα αὐτοῦ προσκόμματα ὀνομάζεται· καὶ ἄλλα σκληρὰ καὶ μαλακὰ καὶ εὐώδη καὶ γλυκέα καὶ πικρὰ καὶ λεῖα καὶ ὀρθὰ καὶ σκολιά· καὶ πάλιν τὰ μὲν αὐτοῦ καλεῖται ἄκανθαι καὶ τρίβολοι, τὰ δὲ φῶς καὶ σκότος καὶ ζωὴ καὶ θάνατος, τὰ δὲ νόσοι καὶ ὑγεῖαι· καὶ ἄλλα πάλιν ὀνομάζεται ψεῦδος καὶ ἀλήθεια· καὶ πολλὰ ἕτερα ὀνόματα τίθησιν ἡ γραφὴ κατά τε τῆς ψυχῆς καὶ τῶν νοημάτων αὐτῆς. Ἃ δὲ τίθησι κατ' αὐτῆς, ὡς ἔστιν ὀλίγα ἐκ πολλῶν εἰπεῖν, ἔστι ταῦτα· νοῦν, ψυχήν, καρδίαν, ἄνθρωπον, ἄνδρα, γυναῖκα, δοῦλον, οἰκέτην, πατέρα, υἱόν, πνεῦμα, ὀφθαλμόν, στόμα, χείλη, γλῶσσαν, λάρυγγα, κοιλίαν, κόλπον, βραχίονα, δάκτυλον, ξύλον, μυκτῆρα, πρόβατον, ἔριφον, ποιμένα· καὶ ἄλλα πλείονά ἐστιν ὀνόματα τῆς ψυχῆς, ἃ οὐ δυνατὸν νῦν παραθέσθαι διὰ τὸ εἶδος τῶν σχολίων πολυλογίαν μὴ ἐπιδεχόμενον. Ἐνταῦθα οὖν πίπτει δίκαιος νοῦς ἐνώπιον τοῦ σατανᾶ, λογισμὸν ἀκάθαρτον ἢ ψευδὲς δόγμα ὑποδεξάμενος. Καὶ ὁ Δαυὶδ δέ φησιν· «ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν»· ἀλλὰ τοῦτο τὸ πτῶμα περιέχει γνῶσιν ἀληθῆ καὶ λογισμοὺς καθαρούς. 318 25, 28 ὥσπερ πόλις τὰ τείχη καταβεβλημένη καὶ ἀτείχιστος, οὕτως ἀνὴρ ὃς οὐ μετὰ βουλῆς τι πράσσει Βουλὴν εἶπεν ἐνταῦθα τὴν ἐπὶ τὸ κρεῖττον ῥοπὴν τῆς καρδίας. 319 26, 3 ὥσπερ μάστιξ ἵππῳ καὶ κέντρον ὄνῳ, οὕτως ῥάβδος ἔθνει παρανόμῳ Ἡ ῥάβδος νῦν σύμβολόν ἐστι κολάσεως. 320 26, 6 ἐκ τῶν ἑαυτοῦ ὁδῶν ὄνειδος ποιεῖται ὁ ἀποστείλας δι' ἀγγέλου ἄφρονος λόγον Οὐ δεῖ τοῖς κυσὶ διδόναι τὰ ἅγια οὐδὲ βάλλειν τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. 321 26, 7 ἀφελοῦ πορείαν σκελῶν καὶ παρανομίαν ἐκ στόματος ἀφρόνων Περίελε ἄφρονος ὁδὸν κακὴν καὶ γνῶσιν ψευδῆ μακρὰν ποίησον ἀπ' αὐτοῦ. 322 26, 8 ὃς ἀποδεσμεύει λίθον ἐν σφενδόνῃ, ὅμοιός ἐστι τῷ διδόντι ἄφρονι δόξαν Οὐχ ἁρμόσει ἄφρονι γνῶσις καὶ λίθος ἄτιμος ἐν σφενδόνῃ χρυσῇ. 323 26, 10 πολλὰ χειμάζεται πᾶσα σὰρξ ἀφρόνων· συντρίβεται γὰρ ἡ ἔκστασις αὐτῶν Ἐὰν συντριβῇ ἡ ἔκστασις τῶν ἀφρόνων, καθ' ἣν ἐξέστησαν θεοῦ, πάλιν καθαροὶ γενόμενοι προσέρχονται θεῷ· «πᾶσα γὰρ σὰρξ ὄψεται τὸ σωτήριον τοῦ θεοῦ.» Προσεκτέον δὲ ἐνταῦθα ὅτι τὰς παχυνθείσας ψυχὰς ἀπὸ τῆς κακίας σάρκας ἀφρόνων ὠνόμασεν. Οὕτω δὲ καὶ ὁ κύριός φησιν· «οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας.» 324 26, 11 ὥσπερ κύων ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἑαυτοῦ ἔμετον καὶ μισητὸς γένηται,
οὕτως ἄφρων τῇ ἑαυτοῦ κακίᾳ ἀναστρέψας ἐπὶ τὴν ἑαυτοῦ ἁμαρτίαν Ὁ ἀποβαλὼν κακίαν αὐτοῦ καὶ ἐπιστρέψας πάλιν πρὸς αὐτήν, ὅμοιός ἐστι κυνὶ ἐσθίοντι τὸν ἑαυτοῦ ἔμετον. 325 26, 15 κρύψας ὀκνηρὸς τὴν χεῖρα ἐν τῷ κόλπῳ αὐτοῦ οὐ δυνήσεται ἐπενεγκεῖν εἰς τὸ στόμα Εἰ «ἀπὸ καρπῶν δικαιοσύνης φύεται δένδρον ζωῆς», πᾶς ὁ κρύπτων τὴν δικαιοσύνην τῇ ἀδικίᾳ οὐ βρώσεται ἐκ τούτου τοῦ δένδρου. 26, 17 ὥσπερ ὁ κρατῶν κέρκου κυνός, οὕτως ὁ προεστὼς ἀλλοτρίας κρίσεωσ Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς ψηφιζομένους τινὰς τῶν ἀναξίων ἐν ἱερωσύνῃ ἢ ἐν κλήρῳ. 327 26, 20 ἐν πολλοῖς ξύλοις θάλλει πῦρ· ὅπου δὲ οὐκ ἔστι δίθυμος, ἡσυχάζει μάχη Τὸν θυμώδη δίθυμον εἶπεν. 328 26, 23. χείλη λεῖα καρδίαν καλύπτει λυπηράν Καρδίαν καθαρὰν οὐ καταλήψεται λύπη· ἐπιθυμίας γὰρ φθαρτὰς ἀπώσατο ἀπ' αὐτῆς. 329 26, 25. ἐάν σου δέηται ὁ ἐχθρὸς μεγάλῃ τῇ φωνῇ, μὴ πεισθῇς αὐτῷ Δέεται ἡμῶν ὁ σατανᾶς ποτε μὲν διὰ τῶν ἀκαθάρτων λογισμῶν γαργαλίζων ἡμᾶς καὶ τῷ λείῳ τῆς ἡδονῆς ἐπι-σπώμενος, ποτὲ δὲ καὶ φωνὴν ὄντως ἔναρθρον ὡς ἡττηθεὶς προβαλλόμενος, ᾧ οὐ δεῖ πείθεσθαι ἄσπονδον ἔχοντι τὸν πόλεμον τὸν πρὸς ἡμᾶς. 330 26, 25. ἑπτὰ γάρ εἰσι πονηρίαι ἐν τῇ καρδίᾳ αὐτοῦ Τοῖς ἑπτὰ πνεύμασιν ἀντίκεινται αὗται αἱ πονηρίαι. 331 27, 7 ψυχὴ ἐν πλησμονῇ οὖσα κηρίοις ἐμπαίζει· ψυχῇ δὲ ἐνδεεῖ καὶ τὰ πικρὰ γλυκεῖα φαίνεται Ψυχὴ καθαρὰ κατατρυφᾷ γνώσεως· ψυχὴ δὲ ἀκάθαρτος καὶ τὴν ψευδώνυμον γνῶσιν ἀληθῆ γνῶσιν νομίζει. 332 27, 8 ὥσπερ ὄρνεον ὅταν καταπετασθῇ ἐκ τῆς ἰδίας νοσσιᾶς, οὕτως ἄνθρωπος δουλοῦται, ὅταν ἀποξενωθῇ ἐκ τῶν ἰδίων τόπων Τόπος τῆς καρδίας ἐστὶν ἀρετὴ καὶ γνῶσις, ἀφ' ὧν ἀποξενωθεὶς ἄνθρωπος ἐμπίπτει εἰς κακίαν καὶ ἀγνωσίαν καὶ γίνεται δοῦλος, ἐπειδὴ «πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας». 333 27, 9 μύροις καὶ οἴνοις καὶ θυμιάμασι τέρπεται καρδία· καταρρήγνυται δὲ ὑπὸ συμπτωμάτων ψυχή Νοῦς ἀπαθὴς πολυποικίλῳ τέρπεται σοφίᾳ· νοῦς δὲ ἐμπαθὴς ἐν ἀγνωσίᾳ πεσεῖται. 334 27, 10. φίλον σὸν καὶ φίλον πατρῷον μὴ ἐγκαταλίπῃσ «Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος καὶ ὤρυξαν ἑαυτοῖς λάκκους.» 335 27, 10. εἰς δὲ τὸν οἶκον τοῦ ἀδελφοῦ σου μὴ εἰσέλθῃς ἀτυχῶν Τοιοῦτος ἦν ὁ εἰσελθὼν εἰς τοὺς γάμους καὶ μὴ ἔχων ἔνδυμα γάμου. 336 27, 10.3 κρεῖσσον φίλος ἐγγὺς ἢ ἀδελφὸς μακρὰν οἴκων Κρεῖσσον ὁ συναπτόμενός μοι διὰ τῆς ἀληθοῦς γνώσεως ὑπὲρ τὸν συναπτόμενόν μοι μόνον διὰ τῆς φύσεως. 337 27, 13 ἀφελοῦ τὸ ἱμάτιον αὐτοῦ, παρῆλθεν γὰρ ὑβριστὴς ὅστις τὰ ἀλλότρια λυμαίνεται Τοῦτό ἐστιν τὸ ἐν τῷ εὐαγγελίῳ λεγόμενον τὸ «καὶ ἀπὸ τοῦ μὴ ἔχοντος καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ' αὐτοῦ». Δηλοῖ δὲ τοῦτο, ὡς οἶμαι, τὰ κατὰ διάνοιαν λείψανα τῶν ἀρετῶν καὶ τῆς γνώσεως τοῦ θεοῦ λαμβανόμενα ἀπὸ τῶν κακῶς αὐτοῖς χρησαμένων ἀνθρώπων. 338 27, 18 ὃς φυτεύει συκῆν φάγεται τοὺς καρποὺς αὐτῆς· ὃς δὲ φυλάσσει τὸν ἑαυτοῦ κύριον τιμηθήσεται Ὁ κύριος ἡμῶν ἐστιν ἡ συκῆ· ὁ γὰρ καρπὸς αὐτῆς λέπραν θεραπεύει. 339 27, 22 ἐὰν μαστιγοῖς τὸν ἄφρονα ἐν μέσῳ συνεδρίῳ ἀτιμάζων, οὐ μὴ περιέλῃς τὴν ἀφροσύνην αὐτοῦ Οὐκ ἀτιμάζων τὸν ἄφρονα ἀποστήσεις αὐτὸν τῆς ἀφροσύνης, ἀλλὰ διδάσκων αὐτὸν ὁποίας ἀτιμίας ἡ ἀφροσύνη γίνεται πρόξενος. 340 27, 23 γνωστῶς ἐπιγνώσῃ ψυχὰς ποιμνίου σου καὶ ἐπιστήσεις καρδίαν σου σαῖς ἀγέλαις· 27, 24 ὅτι οὐ τὸν αἰῶνα ἀνδρὶ κράτος καὶ ἰσχὺς οὐδὲ παραδίδωσιν ἐκ γενεᾶς εἰς γενεάν Πρόσεχε σεαυτῷ καὶ τὰς ἀρετάς σου κατεύθυνε, ὅτι οὐκ ἀεὶ ἐν αὐταῖς ἰσχύουσιν ἐπίσης οἱ ἄνθρωποι οὐδὲ ἀπὸ ἀρετῆς ἐπ' ἀρετὴν ἢ ἀπὸ γνώσεως ἐπὶ γνῶσιν ὑγιῶς μεταβαίνουσιν, τῆς ἀνθρωπίνης καταστάσεως τοῦτο ῥᾳδίως μὴ δεχομένης. Ὅτι δὲ γενεὰς λέγει τὰς ἀρετὰς καὶ τὰς γνώσεις, καθ' ἃς γεννῶνται οἱ ἅγιοι, δείκνυσι δι' ὧν γράφει· «γενεὰ σοφίας φόβος κυρίου καὶ πλοῦτος καὶ δόξα καὶ ζωή.» Χρηστέον δὲ
ταύτῃ τῇ παροιμίᾳ καὶ πρὸς τοὺς ποιμένας τῶν ἐκκλησιῶν, οὓς δεῖ μὴ προσώποις, ἀλλὰ καρδίαις προσέχειν καὶ νοητῶς ποιμαίνειν τὰ πρόβατα. 341 27, 25 ἐπιμελοῦ τῶν ἐν τῷ πεδίῳ χλωρῶν καὶ κερεῖς πόαν καὶ συνάγαγε χόρτον ὀρεινόν Πεδίον λέγει τὸν νοῦν, χλωρὰ δὲ τὰς ἐν αὐτῷ κατὰ δύναμιν ἐνυπαρχούσας ἀρετάς, ὧν ὁ ἐπιμελούμενος κερεῖ πόαν, σύμβολον οὖσαν τῆς γνώσεως τοῦ θεοῦ, ἣν καὶ χόρτον πάλιν ὀρεινὸν ὀνομάζει· χόρτος γάρ ἐστιν ὀρεινὸς γνῶσις ἁγίων δυνάμεων ἁρμόζουσα τῇ ἀλογωτέρᾳ τῶν ψυχῶν καταστάσει. Ἔθος δὲ τῇ γραφῇ τοὺς ἁγίους ὄρη καλεῖν. Οὕτω καὶ ὁ Δαυὶδ αἴρει τὴν ψυχὴν αὐτοῦ «εἰς τὰ ὄρη πόθεν ἥξει ἡ βοήθεια» αὐτοῦ· καὶ πάλιν· «ὄρη σκιρτῶσιν ὡς κριοὶ καὶ βουνοὶ ὡς ἀρνία προβάτων» ἐπὶ τῇ σωτηρίᾳ τοῦ Ἰσραήλ. Εἰ γὰρ ἐπὶ ἑνὶ μετανοοῦντι χαίρουσιν ἄγγελοι, πόσῳ μᾶλλον ἐπὶ πλήθει τοσούτῳ ὁδεύοντι ἀπὸ κακίας εἰς ἀρετήν. Διὸ καὶ μόνη ἡ γνῶσις τῶν ἁγίων ἀγγέλων τρέφει τὰς ἐν ἡμῖν ἀρετάς, ἀφ' ὧν ἐνδύεται ψυχὴ σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, μακροθυμίαν, ταπεινοφροσύνην, πίστιν, ἐγκράτειαν, ἀγάπην καὶ τὰ ἐκ ταύτης γεννώμενα ἀγαθά. Ὅτι δὲ πεδία καὶ ὁ Δαυὶδ λέγει τὰς λογικὰς ψυχάς, ἐντεῦθεν ἔστι μαθεῖν· «καὶ τὰ πεδία σου γάρ, φησίν, πλησθήσονται πιότητος»· καὶ πάλιν μετ' ὀλίγα· «καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον· κεκράξονται καὶ γὰρ ὑμνήσου-σιν»· ὕμνος δὲ καὶ κραυγὴ μόνῃ πέφυκεν ἐπισυμβαίνειν τῇ φύσει τῇ λογικῇ. 342 28, 3 ἀνδρεῖος ἐν ἀσεβείαις συκοφαντεῖ πτωχούς, ὥσπερ ὑετὸς λάβρος καὶ ἀνωφελήσ Εἰ ἔστιν ἀνδρεῖος ἐν ἀσεβείαις, ἔστιν ἀνδρεῖος καὶ ἐν ἀρεταῖς· καὶ εἰ ὁ ἀνδρεῖος ἐν ἀσεβείαις συκοφαντεῖ πτωχούς, ὁ ἀνδρεῖος ἐν ἀρεταῖς παρακαλεῖ πτωχούς· οὐκοῦν πᾶς ὁ παρακαλῶν πτωχοὺς ἀνδρεῖός ἐστιν ἐν εὐσε-βείαις. 28, 4 οὕτως οἱ ἐγκαταλείποντες τὸν νόμον ἐγκωμιάζουσιν ἀσέβειαν· οἱ δὲ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχοσ Πᾶς ὁ ἀγαπῶν τὸν νόμον ποιεῖ τὸν νόμον· πᾶς δὲ ὁ ποιῶν τὸν νόμον ἀπάθειαν κτᾶται καὶ γνῶσιν θεοῦ. Εἰ δὲ «οἱ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος», νῦν τὸ τεῖχος τὴν ἀπάθειαν σημαίνει καὶ τὴν γνῶσιν τὴν τοῦ θεοῦ, ἅπερ μόνα πέφυκε φυλάσσειν τὴν φύσιν τὴν λογικήν. 344 28, 7 φυλάσσει νόμον υἱὸς συνετός· ὃς δὲ ποιμαίνει ἀσωτίαν ἀτιμάζει πατέρα αὐτοῦ Ποιμένα λέγει τὸν νοῦν, πρόβατα δὲ τὰ ἐν αὐτῷ ἐμπαθῆ νοήματα, ἅπερ ἐκτρέφων ἐν ἑαυτῷ «διὰ τῆς παρα-βάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζει». Ἀσωτία γὰρ ψυχῆς ἐστι λογισμοὶ ἐμπαθεῖς διὰ τοῦ σώματος ἐκτελού-μενοι· ἀσωτία δὲ νοῦ ἐστι ψευδῶν δογμάτων καὶ θεωρημάτων ὑπόληψις. 345 28, 8 ὁ πληθύνων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκων καὶ πλεονασμῶν τῷ ἐλεῶντι πτωχοὺς συνάγει αὐτόν Εἰ πλοῦτος ἀσεβῶν κακία, ἄνδρες δὲ σοφοὶ ἀπο-λέσουσιν αὐτόν, δηλονότι κακίαν ἀπολλύουσιν οἱ δίκαιοι καὶ σοφοί, διὰ τῆς πνευματικῆς διδασκαλίας τοὺς ἀκαθάρτους πρὸς τὴν ἀρετὴν ἐπανάγοντες. 346 28, 9 ὁ ἐκκλίνων τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι νόμου καὶ αὐτὸς τὴν προσευχὴν αὐτοῦ ἐβδέλυκται Οὐχ ὁ νόμος βδελύσσεταί τινος τὴν προσευχήν, ἀλλ' ὁ δεδωκὼς τὸν νόμον θεός. Καὶ ὁ Παῦλός φησιν· «προϊδοῦσα δὲ ἡ γραφὴ» τὸ μέλλον, ἀντὶ τοῦ ὁ τὴν γραφὴν δεδωκώς. 347 28, 13 ὁ ἐπικαλύπτων ἀσέβειαν ἑαυτοῦ οὐκ εὐοδωθήσεται· ὁ δὲ ἐξηγούμενος ἐλέγχους ἀγαπηθήσεται «Εἶπα· ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ κυρίῳ καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.» 348 28, 15 λέων πεινῶν καὶ λύκος διψῶν ὃς τυραννεῖ πτωχὸς ὢν ἔθνους πενιχροῦ Εἰ «μακάριοί» εἰσιν «οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην», λέοντες καὶ λύκοι εἰσὶν οἱ διψῶντες καὶ πεινῶντες τὴν ἀδικίαν. 349 28, 16 βασιλεὺς ἐνδεὴς προσόδων μέγας συκοφάντης· ὁ δὲ μισῶν ἀδικίαν μακρὸν χρόνον ζήσεται Αἱ πρόσοδοι τοῦ πονηροῦ βασιλέως εἰσὶν αἱ κακίαι καὶ τὰ ψευδῆ δόγματα· ταῦτα γὰρ αὐτῷ προσοδεύουσιν οἱ βασιλευόμενοι ὑπ' αὐτοῦ. 350 28, 17
ἄνδρα τὸν ἐν αἰτίᾳ φόνου ὁ ἐγγυώμενος φυγὰς ἔσται καὶ οὐκ ἐν ἀσφαλείᾳ Ὁ ἐγγυώμενος τὸν σατανᾶν ἐγγυᾶται τὴν ἀδικίαν, ὑπισχνούμενος αὐτῷ τοὺς τῆς ἀδικίας ἀποδώσειν καρπούς. Περὶ τούτου δὲ καὶ τὸ εὐαγγέλιον λέγει ὡς διὰ φόνον καὶ στάσιν βεβλημένου εἰς φυλακήν. 351 28, α παίδευε υἱὸν καὶ ἀγαπήσει σε καὶ δώσει κόσμον τῇ σῇ ψυχῇ· οὐ μὴ ὑπακούσῃ ἔθνει παρανόμῳ Ἔθνος παράνομον τὸ τάγμα τῶν δαιμόνων ἐστίν, ᾧ οὐχ ὑπακούει ὁ παιδευθεὶς υἱός. 352 28, 19 ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν πλησθήσεται ἄρτων· ὁ δὲ διώκων σχολὴν πλησθήσεται πενίασ Ὁ καθαίρων ἑαυτὸν πλησθήσεται γνώσεως· ὁ δὲ ἀκάθαρτος πλησθήσεται ἀγνωσίας. 353 28, 21 ὃς οὐκ αἰσχύνεται πρόσωπα δικαίων οὐκ ἀγαθός· ὁ τοιοῦτος ψωμοῦ ἄρτου ἀποδώσεται ἄνδρα Εἰ πρόσωπα τῶν δικαίων εἰσὶν αἱ ἀρεταί, οὐκ ἀγαθὸς ὁ μὴ τὰς ἀρετὰς αἰσχυνόμενος. Καὶ εἰ πρόσωπα τῶν ἁμαρτωλῶν εἰσιν αἱ κακίαι, ἀγαθὸς ὁ τὰς κακίας μὴ αἰσχυνόμενος. 354 28, 22 σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος καὶ οὐκ οἶδεν ὅτι ἐλεήμων κρατήσει αὐτοῦ Οἱ νῦν ἐλεήμονες ἐν τῷ αἰῶνι τῷ μέλλοντι ἐλεηθέντες ὑπὸ θεοῦ καὶ γενόμενοι ἄγγελοι ἄρξουσι τῶν ἀσεβῶν. Τοιοῦτον δὲ ἀξίωμα καὶ τοῖς μαθηταῖς αὐτοῦ ὑπέσχετο δώσειν ὁ κύριος τοῦ καθίσαι αὐτοὺς ἐπὶ δώδεκα θρόνων κρίνοντας τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ· θρόνος δέ ἐστιν, ἐν ᾧ νοῦς καθέζεται, γνῶσις πνευματικὴ τοὺς πλανηθέντας ἀπὸ τῆς θεοσεβείας ἐπισυνάγουσα. Τὸ δὲ κρίνειν ἐνταῦθα τὸ διδάσκειν σημαίνει ὡς καὶ τὸ «ἄνοιγε σὸν στόμα λόγῳ θεοῦ καὶ κρῖνε πάντας ὑγιῶς», ἀντὶ τοῦ δίδασκε. Ἅμα δὲ καὶ τοῦτο ἰστέον ὅτι ὁ ἐλεήμων κρατήσας τοῦ βασκάνου, αὐτὸς μὲν οὐ γενήσεται βάσκανος, ἐλεήμονα δὲ ποιήσει μᾶλλον τὸν βάσκανον. 355 28, 28 ἐν τόποις ἀσεβῶν στένουσι δίκαιοι· ἐν δὲ τῇ ἐκείνων ἀπωλείᾳ πληθυνθήσονται δίκαιοι Ἐὰν ἀποθῶνται οἱ ἀσεβεῖς τὸ εἶναι ἀσεβεῖς, γενήσονται δίκαιοι· ἡ γὰρ ἀπώλεια νῦν τὴν ἀναίρεσιν τῆς ἀσεβείας σημαίνει. Οὕτω καὶ Ματθαῖον τὸν τελώνην ἀπολέσας ὁ κύριος δικαιοσύνην αὐτῷ ἐχαρίσατο. 356 29, 1 κρείσσων ἀνὴρ ἐλέγχων ἀνδρὸς σκληροτραχήλου· ἐξαπίνης γὰρ φλεγομένου αὐτοῦ οὐκ ἔσται ἴασισ Οὐκ εἶπεν ὅτι παυσαμένης τῆς φλογὸς οὐκ ἔστιν ἴασις, ἀλλὰ φλεγομένου αὐτοῦ οὐκ ἔσται ἴασις, ὡς ἔχοντος ἔτι δηλονότι ξύλα, χόρτον, καλάμην, εἴπερ καὶ τοῖς καιομένοις μετὰ τὸν καυτῆρα πέφυκεν ἡ ὑγεία προσγίνεσθαι. 357 29, 2 ἐγκωμιαζομένου δὲ δικαίου εὐφρανθήσονται λαοί· ἀρχόντων δὲ ἀσεβῶν στένουσιν ἄνδρεσ Ὅσοι εἰσὶν ὑπὸ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, οὗτοι πάντως καὶ στένουσιν. α 29, 3 ἀνδρὸς φιλοῦντος σοφίαν εὐφραίνεται ὁ πατὴρ αὐτοῦ· ὃς δὲ ποιμαίνει πόρνας ἀπολεῖ πλοῦτον Ὁ δὲ ἐκτρέφων κακίας ἀπολεῖ γνῶσιν. Ἄλλως. Ποιμήν ἐστιν ἀγαθὸς νοῦς ἀπαθεῖς λογισμοὺς κεκτημένος καὶ ποιμήν ἐστι πονηρὸς νοῦς ἐμπαθεῖς λογισμοὺς κεκτημένος. Εἰ δὲ τοῦτο, οὐκοῦν ἔριφός ἐστιν λογισμὸς ἐμπαθὴς καὶ πρόβατόν ἐστιν λογισμὸς ἀπαθής. Διὸ καὶ τοὺς ἐρίφους ὁ κύριος ἵστησιν ἐξ ἀριστερῶν, τὰ δὲ πρόβατα ἐκ δεξιῶν· ἐρίφους δὲ καὶ πρόβατα λέγει τοὺς κεκτημένους ἐρίφους καὶ πρόβατα, τουτέστιν τοὺς ἔχοντας λογισμοὺς ἐμπαθεῖς καὶ ἀπαθεῖς. Οὕτω καὶ τοὺς ἔχοντας τὰ ζιζάνια, ζιζάνια προσηγόρευσε καὶ τοὺς τὸν σῖτον ἔχοντας σῖτον, ἀπὸ τῆς χειρίστης καὶ ἀρίστης ἕξεως ὀνομάσας αὐτούς. Τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Παύλῳ λεγόμενον τὸ «ἡ ἀγάπη οὐ περπερεύεται», ἀντὶ τοῦ ὁ ἔχων τὴν ἀγάπην. 359 29, 4 βασιλεὺς δίκαιος ἀνίστησιν χώραν· ἀνὴρ δὲ παράνομος κατασκάπτει Ὁ μὲν Χριστὸς ἀνίστησι τὴν φύσιν τὴν λογικήν· ὁ δὲ ἀντίχριστος κατασκάπτει. 360 29, 7 ἐπίσταται δίκαιος κρίνειν πενιχροῖς· ὁ δὲ ἀσεβὴς οὐ συνήσει γνῶσιν καὶ πτωχῷ οὐχ ὑπάρχει νοῦς ἐπιγνώμων Οὐκοῦν πτωχός ἐστιν ὁ μὴ ἔχων νοῦν ἐπιγνώμονα. 361 29, 9 ἀνὴρ σοφὸς κρίνει ἔθνη· ἀνὴρ δὲ φαῦλος ὀργιζόμενος
καταγελᾶται καὶ οὐ καταπτήσσει «Καὶ ἐπ' αὐτόν, φησὶν ὁ Δαυίδ, γελάσονται καὶ ἐροῦσιν· ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν θεὸν βοηθὸν αὐτοῦ.» 362 29, 10 ἄνδρες αἱμάτων μέτοχοι ζητήσουσιν ὅσιον· οἱ δὲ εὐθεῖς ἐκζητήσουσιν ψυχὴν αὐτοῦ Οὗτος ἐκζητεῖ ψυχὴν δικαίου ὁ τὰ αὐτῇ νενοημένα νοῆσαι βουλόμενος. 363 29, 11 ὅλον τὸν θυμὸν αὐτοῦ ἐκφέρει ἄφρων· σοφὸς δὲ ταμιεύεται κατὰ μέροσ Οὗτος ταμιεύεται τὸν θυμὸν κατὰ μέρος ἤτοι ὁ ἐπὶ τοῖς δικαίοις ὀργιζόμενος πράγμασιν ἢ ὁ διὰ τῆς μακρο-θυμίας καταναλίσκων τὸν θυμὸν κατὰ μέρος. Καὶ πρὸς μὲν τοὺς ἁπλουστέρους λεκτέον τὸ πρότερον, πρὸς δὲ τοὺς σπουδαίους τὸ δεύτερον. 364 29, 18 οὐ μὴ ὑπάρξῃ ἐξηγητὴς ἔθνει παρανόμῳ· ὁ δὲ φυλάσσων τὸν νόμον μακαριστόσ Τοῖς μὲν φυλάξασι τὸν νόμον ὑπάρξει ἐξηγητής· τοῖς δὲ παρανομήσασιν ἐξηγητὴς μὲν οὐχ ὑπάρξει, κολαστὴς δὲ ὑπάρξει, εἴπερ οὐ λόγος, ἀλλὰ ῥάβδος παρανόμῳ δίδοται ἔθνει. 365 29, 19 λόγοις οὐ παιδευθήσεται οἰκέτης σκληρός· ἐὰν γὰρ καὶ νοήσῃ, οὐχ ὑπακούσεται Ὅτι οὐδεὶς κατὰ φύσιν σκληρός, παρίστησι τὸ «ἐὰν γὰρ καὶ νοήσῃ, οὐχ ὑπακούσεται»· ὁ γὰρ κατὰ φύσιν σκληρὸς οὐκ ἂν ὀρθόν τι νοήσοι ποτέ. Τοῦτο δὲ λέγω διὰ τὸν Φαραὼ σκληρυνθέντα ἐπὶ τὸν Ἰσραὴλ καὶ μὴ λόγοις, ἀλλὰ μάστιξι παιδευθέντα. 366 29, 21 ὃς κατασπαταλᾷ ἐκ παιδός, οἰκέτης ἔσται· ἔσχατον δὲ ὀδυνηθήσεται ἐφ' ἑαυτῷ Εἰ τὸ σπαταλᾶν ἁμαρτάνειν ποιεῖ, «πᾶς δὲ ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας», πᾶς ἄρα ὁ σπαταλῶν δοῦλός ἐστι τῆς ἁμαρτίας. 367 29, 23 ὕβρις ἄνδρα ταπεινοῖ· τοὺς δὲ ταπεινόφρονας ἐρείδει δόξῃ κύριοσ Νῦν τὴν κακίαν ὕβριν ψυχῆς λογικῆς ὀνομάζει. 368 29, 24. ὃς μερίζεται κλέπτῃ μισεῖ τὴν ἑαυτοῦ ψυχήν «Ὁ κλέπτης, φησίν, οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ.» 369 29, 24. ἐὰν δὲ ὅρκου προτεθέντος ἀκούσαντες μὴ ἀναγγείλωσιν, 29, 25. φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους ὑποσκελισθήσονται Ὅρκον εἶπε τὸν νόμον· ὥσπερ γὰρ ὁ ὅρκος τίθησι θεὸν ἐν ψυχῇ, οὕτω καὶ ὁ νόμος εἰσάγει θεὸν εἰς ψυχήν· καὶ ὃν τρόπον πάλιν ἀναιρεῖ ἡ ἐπιορκία θεὸν ἐκ ψυχῆς, οὕτω καὶ παρανομία ἐκβάλλει θεὸν ἀπ' αὐτῆς. Ἐὰν οὖν, φησίν, νόμου τεθέντος ἀκούσαντες μὴ ἐξαγορεύσωσιν ἑαυτῶν τὰς ἁμαρτίας, «φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους ὑποσκε-λισθήσονται». Οὕτω φησὶ καὶ ὁ Δαυίδ· «ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου.» Καὶ πάλιν ὁ Σολομών φησιν· «ὁ ἐπικαλύπτων ἀσέβειαν ἑαυτοῦ οὐκ εὐοδωθήσεται· ὁ δὲ ἐξηγούμενος καὶ ἐλέγχων ἀγαπηθήσεται.» Καὶ ὁ Δαυίδ· «εἶπα, φησίν, ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ κυρίῳ καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου»· καὶ «λέγε σὺ πρῶτος τὰς ἀνομίας σου.» 370 29, 26 πολλοὶ θεραπεύουσι πρόσωπα ἡγουμένων· παρὰ δὲ κυρίου γίνεται τὸ δίκαιον ἀνδρί Ἐν τῷ κατορθοῦν θεραπεύομεν τοὺς ἀγγέλους· αὐτοὶ γάρ εἰσιν οἱ ἡγούμενοι ἡμῶν ἀπ' ἀρχῆς λαβόντες ἡμᾶς, «ὅτε διεμέριζεν ἔθνη ὁ ὕψιστος» καὶ «ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων αὐτοῦ». Τὸ δὲ ἐκ τῆς κρίσεως δίκαιον ὑπάρξει ἡμῖν παρὰ τοῦ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὅτε κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, εἴγε πᾶσαν τὴν κρίσιν ὁ πάτηρ δέδωκε τῷ υἱῷ. 371 31, 10. γυναῖκα ἀνδρείαν τίς εὑρήσει; Ἀνδρεία ἐστὶν ἕξις ἀρίστη λογικῆς ψυχῆς, καθ' ἣν τῶν ἀντικειμένων αὐτῇ κεκράτηκεν ἐχθρῶν. 372 '31, 11. ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει Νικήσαντες τὴν ἀντικειμένην δύναμιν σκυλεύομεν αὐτὴν τοὺς περὶ αὐτῆς λόγους μανθάνοντες. 373 '31, 13 μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστα ταῖσχερσὶν αὐτῆσ Μηρύεται ἔρια καὶ λίνον ψυχὴ τοὺς περὶ ἐμψύχων καὶ ἀψύχων λόγους γυμνάζουσα ἢ τοὺς περὶ πρακτικῆς καὶ φυσικῆς ἐξετάζουσα λόγους. Ἔλεγε δέ τις ὅτι μηρύεται ἔρια καὶ λίνον ψυχὴ τὴν περὶ σωμάτων καὶ ἀσωμάτων θεωρίαν διὰ τῆς πρακτικῆς ἕλκουσα πρὸς αὐτήν. 374 '31, 15.1–2 καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ Τὴν ἐκ νυκτὸς
ἀνισταμένην ψυχὴν ἐγρηγορυῖαν εὑρίσκει ὁ τῆς δικαιοσύνης ἥλιος, πάντως δὲ καὶ προσευ-χομένην, ἵνα μὴ ἐμπέσῃ εἰς πειρασμόν· σπεύδει γὰρ καὶ αὐτὴ εἰπεῖν τὸ «ἠγρύπνησα καὶ ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματι». 375 '31, 18 ἐγεύσατο δὲ ὅτι καλόν ἐστιν τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆσ Λύχνος ἐστὶ νοῦς καθαρὸς πνευματικῆς θεωρίας πεπληρωμένος. 376 '31, 19 τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα· τοὺς δὲ πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον Ἄτρακτός ἐστι νοῦς καθαρὸς συμπλέκων ἀρετὴν ἀρετῇ καὶ δόγματι δόγμα ἢ λόγος προφορικὸς ἕλκων ἀπὸ τοῦ νοῦ πνευματικὴν θεωρίαν. 377 '31, 21 οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅτανπου χρονίζῃ· πάντες γὰρ οἱ παρ' αὐτῆς ἐνδιδύσκονται Οὐκ ἂν προέλθοι ὁ νοῦς οὐδ' ἐν τῇ θεωρίᾳ γένοιτο τῶν ἀσωμάτων μὴ τὰ ἔνδον διορθωσάμενος· ἡ γὰρ ταραχὴ τῶν οἰκείων ἐπιστρέφειν αὐτὸν εἴωθε πρὸς τὰ ἀφ' ὧν ἐξελήλυθεν. Ἀπάθειαν δὲ κτησάμενος χρονίσει τε ἐν τῇ θεωρίᾳ καὶ οὐ φροντίσει τῶν ἐν οἴκῳ· ἐνδέδυται γὰρ θυμὸς μὲν πραΰτητα καὶ ταπεινοφροσύνην, ἐπιθυμία δὲ σωφροσύνην καὶ ἐγκράτειαν. 378 '31, 22 δισσὰς χλαίνας ἐποίησεν τῷ ἀνδρὶ αὐτῆς· ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα Γῆς καὶ θαλάσσης οἱ λόγοι ἐνδύματά εἰσι ψυχῆς λογικῆς ἐκ βύσσου καὶ πορφύρας. Ἄλλος δέ τις ἐρεῖ τὴν θεωρίαν τῶν γεγονότων καὶ τὴν θεωρίαν τῆς ἁγίας τριάδος ἔνδυμα εἶναι νοῦ καθαροῦ ἐκ βύσσου καὶ πορφύρας. 379 '31, 24 σινδόνας ἐποίησεν καὶ ἀπέδοτο, περιζώματα δὲ τοῖς Χαναναίοισ Ἡ φανεῖσα σινδὼν ἐπὶ τοῦ δώματος Πέτρῳ σύμβολον ἦν τοῦ κόσμου τοῦ αἰσθητοῦ· τὰ γὰρ ἐν αὐτῇ περιεχόμενα ζῷα τὰ διάφορα ἤθη τῶν ἀνθρώπων ἐδήλου καθαρισθέντα τῷ σταυρῷ τοῦ Χριστοῦ. Εἰ οὖν ἡ μία σινδὼν τὸν κόσμον τοῦτον ἐσήμαινεν, μήποτε αἱ πλείους σινδόνες τὴν περὶ διαφόρων κόσμων περιέχουσι θεωρίαν, ἣν ἡ καθαρὰ ψυχὴ θεωρήσασα καὶ ἄλλοις μετέδωκεν. Εἰ δὲ οἱ Χαναναῖοι ταπεινοὶ ἑρμηνεύονται, καλῶς οὐ τοῖς ταπεινοῖς τὴν διάνοιαν ἀπέδοτο τὰς σινδόνας, ἀλλὰ καθαροῖς μὲν τὰς σινδόνας, τοῖς δὲ Χαναναίοις περιζώματα, ἅπερ πρακτικῆς ἐστι σύμβολα τὸ παθητικὸν μέρος τῆς ψυχῆς περισφίγγοντα. 380 '31, 27. στεγναὶ διατριβαὶ οἴκων αὐτῆσ Εἰ ὁ διάβολος «βασιλεύς» ἐστι «πάντων τῶν ἐν τοῖς ὕδασι» καὶ «δι' ἀνύδρων τόπων ἀνάπαυσιν οὐχ εὑρίσκει», καλῶς τῆς καθαρᾶς ψυχῆς στεγναὶ αἱ διατριβαὶ λέγονται εἶναι. 381 '31, 27. σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν Σῖτα ὀκνηρὰ τὰς κακίας εἶναί φασιν. 382 '31, 30.2–3 γυνὴ γὰρ συνετὴ εὐλογεῖται· φόβον δὲ κυρίου αὕτη αἰνείτω Εἰ «ἀρχὴ σοφίας φόβος κυρίου», δικαίως ἡ τυχοῦσα τῆς σοφίας ψυχὴ αἰνεῖ τὸν φόβον κυρίου, ὅστις γέγονεν αὐτῇ τῆς τοιαύτης γνώσεως πρόξενος. 383 11, 29 ὁ μὴ συμπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ κληρονομήσει ἄνεμον, δουλεύσει δὲ ἄφρων φρονίμῳ Ἐγκώμιον τοῦτο τοῦ ἄφρονος. Πᾶς φαῦλος ἄφρων, πᾶς ἄφρων δοῦλος, πᾶς ἄρα φαῦλος δοῦλος. 384 14, 20 φίλοι μισήσουσιν φίλους πτωχούς, φίλοι δὲ πλουσίων πολλοί Ἀγαπῶσι γὰρ οἱ ἅγιοι ἄγγελοι τοὺς ἁγίους διὰ τὰς ἀρετάς· τοὺς δὲ ἁμαρτωλοὺς μισοῦσι διὰ τὴν τούτων πενίαν.
Sententiae ad monachos Πρὸς τοὺς ἐν κοινοβίοις ἢ συνοδίαις μοναχούς. 1 Κληρονόμοι θεοῦ ἀκούσατε λόγων θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ δέξασθε ῥήσεις Χριστοῦ, ἵνα δῶτε αὐτὰς καρδίαις τέκνων ὑμῶν, λόγους δὲ σοφῶν διδάξητε αὐτούς. 2 Πατὴρ ἀγαθὸς παιδεύει υἱοὺς αὐτοῦ, πατὴρ δὲ πονηρὸς ἀπολέσει αὐτούς. 3 Πίστις ἀρχὴ ἀγάπης, τέλος δὲ ἀγάπης γνῶσις θεοῦ. 4 Φόβος κυρίου διατηρήσει ψυχήν, ἐγκράτεια δὲ ἀγαθὴ ἐνισχύσει αὐτήν. 5 Ὑπομονὴ ἀνδρὸς τίκτει ἐλπίδα, ἐλπὶς δὲ ἀγαθὴ δοξάσει αὐτόν. 6 Ὁ δουλαγωγῶν σάρκας αὐτοῦ ἀπαθὴς ἔσται, ὁ δὲ ἐκτρέφων αὐτὰς ὀδυνηθήσεται ἐπ' αὐταῖς. 7 Πνεῦμα πορνείας ἐν σώμασιν ἀκρατῶν, πνεῦμα δὲ σωφροσύνης ἐν ψυχαῖς ἐγκρατῶν. 8 Ἀναχώρησις ἐν ἀγάπῃ καθαίρει καρδίαν, ἀναχώρησις δὲ μετὰ μίσους ἐκταράσσει αὐτήν. 9 Κρείσσων χιλιοστὸς ἐν ἀγάπῃ ἢ μόνος μετὰ μίσους ἐν ἀδύτοις σπηλαίοις. 10 Ὁ ἐναποδεσμεύων μνησικακίαν ἐν ψυχῇ αὐτοῦ ὅμοιός ἐστι τῷ κρύπτοντι πῦρ ἐν ἀχύροις. 11 Μὴ δῷς βρώματα πολλὰ τῷ σώματί σου, καὶ οὐ μὴ ἴδῃς καθ' ὕπνους φαντασίας κακάς. ὃν τρόπον γὰρ φλὸξ καταναλίσκει δρυμόν, οὕτω φαντασίας αἰσχρὰς σβέννυσι πεῖνα. 12 Ἀνὴρ θυμώδης πτοηθήσεται, ὁ δὲ πραῢς ἄφοβος ἔσται. 3 Ἄνεμος σφοδρὸς ἀποδιώκει νέφη, μνησικακία δὲ τὸν νοῦν ἀπὸ γνώσεως. 14 Ὁ προσευχόμενος ὑπὲρ ἐχθρῶν ἀμνησίκακος ἔσται, φειδόμενος δὲ γλώσσης οὐ λυπήσει τὸν πλησίον αὐτοῦ. 15 Ἐὰν παροξύνῃ σε ὁ ἀδελφός σου, εἰσάγαγε αὐτὸν εἰς τὸν οἶκόν σου, καὶ πρὸς αὐτὸν μὴ ὀκνήσῃς εἰσελθεῖν, ἀλλὰ φάγε τὸν ψωμόν σου μετ' αὐτοῦ. τοῦτο γὰρ ποιῶν ῥύσῃ σὴν ψυχὴν καὶ οὐκ ἔσται σοι πρόσκομμα ἐν καιρῷ προσευχῆς. 16 Ὥσπερ ἡ ἀγάπη χαίρει πενίᾳ, οὕτω τὸ μῖσος τέρπεται πλούτῳ. 17 Οὐκ ἐπιτεύξεται πλούσιος γνώσεως καὶ κάμηλος οὐκ εἰσελεύσεται εἰς ὀπὴν ῥαφίδος, ἀλλ' οὐδὲν τούτων ἀδυνατήσει παρὰ κυρίῳ 18 Ὁ φιλῶν ἀργύριον οὐκ ὄψεται γνῶσιν, καὶ ὁ συνάγων αὐτὸ σκοτισθήσεται. 19 Ἐν σκηναῖς ταπεινῶν αὐλισθήσεται κύριος, ἐν οἴκοις δὲ ὑπερηφάνων πληθυνθήσονται ἀραί. 20 Ἀτιμάζει θεὸν ὁ παραβαίνων νόμον αὐτοῦ, ὁ δὲ φυλάσσων αὐτὸν δοξάζει τὸν ποιήσαντα αὐτόν. 21 Ἐὰν ζηλώσῃς Χριστόν, γενήσῃ μακαριστός, τὸν δὲ θάνατον αὐτοῦ ἀποθανεῖται ἡ ψυχή σου, καὶ οὐ μὴ ἐπισπάσηται ἀπὸ σαρκὸς αὐτῆς κακίαν, ἀλλ' ἔσται ἡ ἔξοδός σου ὡς ἔξοδος ἀστέρος, καὶ ἡ ἀνάστασίς σου ὥσπερ ὁ ἥλιος ἐκλάμψει. 22 Οὐαὶ ἀνόμῳ ἐν ἡμέρᾳ θανάτου, καὶ ἄδικος ὀλεῖται ἐν καιρῷ πονηρῷ. ὃν τρόπον γὰρ ἀφίπταται κόραξ ἐκ τῆς αὐτοῦ νοσσιᾶς, οὕτως ἀκάθαρτος ψυχὴ ἐκ τοῦ ἰδίου σώματος. 23 Ψυχὰς δικαίων ὁδηγοῦσιν ἄγγελοι, ψυχὰς δὲ πονηρῶν παραλήψονται δαίμονες.
24 Οὗ ἐὰν εἰσέλθῃ κακία, ἐκεῖ καὶ ἀγνωσία, καρδίαι δὲ ὁσίων πληρωθήσονται γνώσεως. 25 Ἀνελεήμων μοναχὸς ἐνδεὴς ἔσται, διατρέφων δὲ πτωχοὺς κληρονομήσει θησαυρούς. 26 Κρείσσων πενία μετὰ γνώσεως ἢ πλοῦτος μετὰ ἀγνωσίας. 27 Κόσμος κεφαλῆς στέφανος, κόσμος δὲ καρδίας γνῶσις θεοῦ. 28 Κτῆσαι γνῶσιν καὶ μὴ ἀργύριον καὶ σοφίαν ὑπὲρ πλοῦτον πολύν. 29 Δίκαιοι κληρονομήσουσι κύριον, ὅσιοι δὲ τραφήσονται ὑπ' αὐτοῦ. 30 Ὁ ἐλεῶν πένητας διαφθείρει θυμόν, καὶ ὁ διατρέφων αὐτοὺς πλησθήσεται ἀγαθῶν. 31 Ἐν καρδίᾳ πραείᾳ ἀναπαύσεται σοφία, θρόνος δὲ ἀπαθείας ψυχὴ πρακτική. 32 Τέκτονες πονηρῶν λήψονται μισθὸν κακόν, τέκτοσι δὲ ἀγαθῶν δοθήσεται μισθὸς ἀγαθός. 33 Ὁ τιθεὶς παγίδα συλληφθήσεται ἐν αὐτῇ καὶ ὁ κρύπτων αὐτὴν ἁλώσεται ὑπ' αὐτῆς. 34 Κρείσσων κοσμικὸς πραῢς μοναχοῦ θυμώδους καὶ ὀργίλου. 35 Γνῶσιν διασκορπίζει θυμός, μακροθυμία δὲ συνάγει αὐτήν. 36 Ὥσπερ νότος ἰσχυρὸς ἐν πελάγει οὕτως θυμὸς ἐν καρδίᾳ ἀνδρός. 37 Ὁ προσευχόμενος συνεχῶς ἐκφεύγει πειρασμούς, ἀμελοῦντος δὲ καρδίαν ἐκταράσσουσι λογισμοί. 38 Μὴ εὐφραινέτω σε οἶνος καὶ μὴ τερπέτω σε κρέας, ἵνα μὴ διαθρέψῃς σάρκας σώματός σου, καὶ λογισμοὶ αἰσχροὶ οὐκ ἐκλείψουσιν ἀπό σου. 39 Μὴ εἴπῃς· σήμερον ἑορτὴ καὶ πίομαι οἶνον, καὶ αὔριον πεντηκοστὴ καὶ φάγομαι κρέα, διότι οὐκ ἔστιν ἑορτὴ παρὰ μοναχοῖς οὐδὲ τὸ πλῆσαι ἄνθρωπον κοιλίαν αὐτοῦ. 40 Πάσχα κυρίου διάβασις ἀπὸ κακίας, πεντηκοστὴ δὲ αὐτοῦ ἀνάστασις ψυχῆς. 41 Ἑορτὴ θεοῦ ἀμνηστία κακῶν, τὸν δὲ μνησικακοῦντα λήψονται πένθη. 42 Πεντηκοστὴ κυρίου ἀνάστασις ἀγάπης, ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ πεσεῖται πτῶμα ἐξαίσιον. 43 Ἑορτὴ θεοῦ γνῶσις ἀληθής, ὁ δὲ προσέχων γνώσει ψευδεῖ τελευτήσει αἰσχρῶς. 44 Κρείσσων νηστεία μετὰ καθαρᾶς καρδίας ὑπὲρ ἑορτὴν ἐν ἀκαθαρσίᾳ ψυχῆς. 45 Ὁ διαφθείρων λογισμοὺς κακοὺς ἀπὸ καρδίας αὐτοῦ ὅμοιός ἐστι τῷ ἐδαφίζοντι τὰ νήπια αὐτοῦ πρὸς τὴν πέτραν. 46 Μοναχὸς ὑπνώδης ἐμπεσεῖται εἰς κακά, ὁ δὲ ἀγρυπνῶν ὡς στρουθίον ἔσται. 47 Μὴ δῷς σεαυτὸν ἐν ἀγρυπνίᾳ διηγήμασι κενοῖς καὶ μὴ ἀπώσῃ λόγους πνευματικούς, ὅτι κύριος σκοπεύει σὴν ψυχὴν καὶ οὐ μὴ ἀθωώσῃ σε ἀπὸ παντὸς κακοῦ. 48 Ὕπνος πολὺς παχύνει διάνοιαν, ἀγρυπνία δὲ ἀγαθὴ λεπτύνει αὐτήν. 49 Ὕπνος πολὺς ἐπάγει πειρασμούς, ὁ δὲ ἀγρυπνῶν ἐκφεύξεται αὐτούς. 50 Ὥσπερ πῦρ τήκει κηρόν, οὕτως ἀγρυπνία ἀγαθὴ λογισμοὺς πονηρούς. 51 Κρείσσων ἀνὴρ καθεύδων ἢ μοναχὸς ἀγρυπνῶν περὶ λογισμοὺς ματαίους. 52 Ἐνύπνιον ἀγγελικὸν εὐφραίνει καρδίαν, ἐνύπνιον δὲ δαιμονιῶδες ἐκταράσσει αὐτήν. 53 Μετάνοια καὶ ταπείνωσις ἀνώρθωσαν ψυχήν, ἐλεημοσύνη δὲ καὶ πραΰτης ἐστήριξαν αὐτήν. 54 Μέμνησο διὰ παντὸς σῆς ἐξόδου καὶ μὴ ἐπιλάθῃ κρίσεως αἰωνίας, καὶ οὐκ ἔσται πλημμέλεια ἐν ψυχῇ σου. 55 Ἐὰν πνεῦμα ἀκηδίας ἀναβῇ ἐπί σε, οἶκόν σου μὴ
ἀφῇς καὶ μὴ ἐκκλίνῃς ἐν καιρῷ πάλιν ἐπωφελεῖ. ὃν τρόπον γὰρ εἴ τις λευκάνοι ἄργυρον, οὕτως λαμπρυνθήσεται ἡ καρδία σου. 56 Πνεῦμα ἀκηδίας ἀπελαύνει δάκρυα, πνεῦμα δὲ λύπης συντρίβει προσευχήν. 57 Ἐπιθυμῶν χρημάτων μεριμνήσεις πολλά, καὶ ἀντεχόμενος αὐτῶν πενθήσεις πικρῶς. 58 Μὴ χρονιζέτω σκορπίος ἐν κόλπῳ σου καὶ λογισμὸς πονηρὸς ἐν καρδίᾳ σου. 59 Κτείνειν γεννήματα ὀφέων μὴ φείσῃ, 59 καὶ μὴ ὠδίνῃς λογισμοὺς καρδίας αὐτῶν. 60 Ὥσπερ ἀργύριον καὶ χρυσίον δοκιμάζει πῦρ, οὕτως καρδίαν μοναχοῦ πειρασμοί. 61 Περίελε σεαυτοῦ ὑπερηφανίαν καὶ κενοδοξίαν μακρὰν ποίησον ἀπό σου. ὁ γὰρ ἀποτυχὼν δόξης λυπηθήσεται, ὁ δὲ ἐπιτυχὼν ὑπερήφανος ἔσται. 62 Μὴ δῷς ὑπερηφανίᾳ σὴν καρδίαν καὶ μὴ εἴπῃς πρὸ προσώπου τοῦ θεοῦ· δυνατός εἰμι, ἵνα μὴ κύριος ἐγκαταλίπῃ σὴν ψυχήν, καὶ πονηροὶ δαίμονες ταπεινώσουσιν αὐτήν. τότε γάρ σε δι' ἀέρος πτοήσουσιν οἱ ἐχθροί, νύκτες δὲ φοβεραὶ διαδέξονταί σε. 63 Πολιτείαν μοναχοῦ διαφυλάττει γνῶσις, ὁ δὲ καταβαίνων ἀπὸ γνώσεως περιπεσεῖται λῃσταῖς. 64 Ἐκ πέτρας πνευματικῆς ἀπορρεῖ ποταμός, ψυχὴ δὲ πρακτικὴ πίεται ἀπ' αὐτοῦ. 65 Σκεῦος ἐκλογῆς ψυχὴ καθαρά, ἡ δὲ ἀκάθαρτος πλησθήσεται πικρίας. 66 Ἄνευ γάλακτος οὐ τραφήσεται παιδίον, καὶ χωρὶς ἀπαθείας οὐχ ὑψωθήσεται καρδία. 67 Πρὸ ἀγάπης ἡγεῖται ἀπάθεια πρὸ δὲ γνώσεως ἀγάπη. 68 Γνώσει προστίθεται σοφία, ἀπάθειαν δὲ τίκτει φρόνησις. 69 Φόβος κυρίου γεννᾷ φρόνησιν, πίστις δὲ Χριστοῦ δωρεῖται φόβον θεοῦ. 70 Βέλος πεπυρωμένον ἀνάπτει ψυχήν, ἀνὴρ δὲ πρακτικὸς κατασβέσει αὐτό. 71 Κραυγὴν καὶ βλασφημίαν ἀποστρέφεται γνῶσις, λόγους δὲ δολίους φεύγει σοφία. 72 Ἡδὺ μέλι καὶ γλυκὺ κηρίον, γνῶσις δὲ θεοῦ γλυκυτέρα ἀμφοτέρων. 73 Ἄκουε, μοναχέ, λόγους πατρός σου καὶ μὴ ἀκύρους ποίει νουθεσίας αὐτοῦ. Ἡνίκα ἂν ἀποστείλῃ σε, ἐπάγου αὐτὸν καὶ κατὰ διάνοιαν συνόδευε αὐτῷ. τούτῳ γὰρ τῷ τρόπῳ διαφεύξῃ λογισμοὺς κακούς, καὶ πονηροὶ δαίμονες οὐκ ἰσχύσουσι κατά σου. ἐὰν πιστεύσῃ σοι ἀργύριον, οὐ διασκορπιεῖς αὐτό, καὶ κἂν ἐπεργάσῃ, ἀποδώσεις αὐτό. 74 Πονηρὸς οἰκονόμος ἐκθλίψει ψυχὰς ἀδελφῶν, καὶ μνησίκακος οὐκ ἐλεήσει αὐτάς. 75 Ὁ διασκορπίζων τὰ ὑπάρχοντα τῆς μονῆς ἀδικεῖ θεόν, καὶ ὁ ἀμελῶν αὐτῶν οὐκ ἀτιμώρητος ἔσται. 76 Ἄδικος οἰκονόμος διαμεριεῖ κακῶς, ὁ δὲ δίκαιος πρὸς ἀξίαν δώσει. 77 Ὁ κακολογῶν τὸν ἀδελφὸν αὐτοῦ ἐξολοθρευθήσεται, ἀμελῶν δὲ ἀσθενοῦντος οὐκ ὄψεται φῶς. 78 Κρείσσων κοσμικὸς ἐν ἀσθενείᾳ δουλεύων ἀδελφῷ ὑπὲρ ἀναχωρητὴν μὴ οἰκτείροντα τὸν πλησίον αὐτοῦ. 79 Ἄφρων μοναχὸς ἀμελήσει ὀργάνων τέχνης αὐτοῦ, ὁ δὲ φρόνιμος ἐπιμελήσεται αὐτῶν.
80 Μὴ εἴπῃς· σήμερον μενῶ καὶ αὔριον ἐξελεύσομαι, ὅτι οὐκ ἐν φρονήσει λελόγισαι περὶ τούτου. 81 Κυκλευτὴς μοναχὸς μελετήσει ῥήσεις ψευδεῖς, τὸν δὲ ἑαυτοῦ παραλογίσεται πατέρα. 82 Ὁ καλλωπίζων τὰ ἱμάτια αὐτοῦ καὶ πληρῶν γαστέρα αὐτοῦ ποιμαίνει λογισμοὺς αἰσχροὺς καὶ μετὰ σωφρόνων οὐ συνεδριάζει. 83 Ἐὰν εἰσέλθῃς εἰς κώμην, μὴ προσεγγίσῃς γυναιξὶ καὶ μὴ χρονίσῃς ἐν λόγοις πρὸς αὐτάς. ὃν τρόπον γὰρ εἴ τις ἄγκιστρον καταπίοι, οὕτως ἑλκυσθήσεται ἡ ψυχή σου. 84 Μακρόθυμος μοναχὸς ἀγαπηθήσεται, ὁ δὲ παροξύνων τοὺς ἀδελφοὺς αὐτοῦ μισηθήσεται. 85 Πραῢν μοναχὸν ἀγαπᾷ ὁ κύριος, τὸν δὲ θρασὺν ἀπώσεται ἀπ' αὐτοῦ. 86 Ὀκνηρὸς μοναχὸς γογγύσει πολλά, καὶ ὑπνώδης προφασίσεται κεφαλαλγίαν αὐτοῦ. 87 Ἐὰν λυπῆται ὁ ἀδελφός σου, παρακάλεσον αὐτόν, καὶ ἐὰν ἀλγῇ, συνάλγησον αὐτῷ. τοῦτο γὰρ ποιῶν εὐφραίνεις καρδίαν αὐτοῦ, καὶ θησαυρὸν μέγαν σωρεύσεις ἐν οὐρανῷ. 88 Μοναχὸς ἀπολειπόμενος φυλάξαι λόγους πατρὸς βλασφημήσει πολιὰν γεννήσαντος αὐτὸν καὶ κακολογήσει βίους τέκνων αὐτοῦ, ὁ δὲ κύριος ἐξουδενώσει αὐτόν. 89 Ο πρόφασιν ζητῶν χωρίζεται ἀδελφῶν, τὸν δὲ ἑαυτοῦ αἰτιάσεται πατέρα. 90 Μὴ δῷς ἀκοὴν λόγοις κατὰ πατρός σου καὶ μὴ διεγείρῃς ψυχὴν ἀτιμάζοντος αὐτόν, ἵνα μὴ κύριος ὀργισθῇ ἐπὶ ποιήμασι σου καὶ ἐξαλείψῃ σου τὸ ὄνομα ἐκ βίβλου ζώντων. 91 Ὁ ὑπακούων πατρὶ ἑαυτοῦ ἀγαπᾷ ἑαυτόν, ὁ δὲ ἀντιλέγων αὐτῷ ἐμπεσεῖται εἰς κακά. 92 Μακάριος μοναχὸς ὁ φυλάσσων ἐντολὰς κυρίου καὶ ὅσιος ὁ διατηρῶν λόγους πατέρων αὐτοῦ. 93 Ὀκνηρὸς μοναχὸς πολλὰ ζημιωθήσεται, ἐὰν δὲ θαρσύνηται καὶ τὸ σχῆμα αὐτοῦ προσθήσει. 94 Ὁ φυλάσσων γλῶσσαν αὐτοῦ ὀρθοτομεῖ τὰς ὁδοὺς αὐτοῦ, καὶ ὁ τηρῶν καρδίαν αὐτοῦ πλησθήσεται γνώσεως. 95 Μοναχὸς δίγλωσσος ταράσσει ἀδελφούς, ὁ δὲ πιστὸς ἡσυχίαν ἄγει. 96 Ὁ πεποιθὼς ἐπὶ ἐγκρατείᾳ αὑτοῦ πεσεῖται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. 97 Μὴ δῷς σεαυτὸν χορτασίᾳ κοιλίας, καὶ μὴ πλησθῇς ὕπνου νυκτερινοῦ. τούτῳ γὰρ τῷ τρόπῳ γενήσῃ καθαρὸς καὶ πνεῦμα κυρίου ἐπελεύσεται ἐπί σε. 98 Ψάλλοντος ἡσυχάζει θυμὸς καὶ μακροθυμοῦντος ἀπτόητος ἔσται. 99 Ἐκ πραΰτητος τίκτεται γνῶσις, ἐκ δὲ θρασύτητος ἀγνωσία. 100 Ὥσπερ ὕδωρ αὔξει φυτόν, οὕτως ταπείνωσις θυμοῦ καρδίαν ὑψοῖ. 101 Ἰχνεύοντος συμπόσια σβεσθήσεται λαμπτήρ, ἡ δὲ ψυχὴ αὐτοῦ ὄψεται σκότος. 102 Στῆσον ζυγῷ τὸν ἄρτον σου καὶ πίε μέτρῳ τὸ ὕδωρ σου καὶ πνεῦμα πορνείας φεύξεται ἀπό σου. 103 Δὸς γέρουσιν οἶνον καὶ ἀσθενοῦσι πρόσφερε τροφάς, διότι κατέτριψαν σάρκας νεότητος αὐτῶν. 104 Μὴ ὑποσκελίσῃς τὸν ἀδελφόν σου καὶ πτώματι αὐτοῦ μὴ ἐπιχαρῇς. ὁ γὰρ κύριος γινώσκει σὴν καρδίαν καὶ παραδώσει σε ἐν ἡμέρᾳ θανάτου. 105 Μοναχὸς φρόνιμος ἀπαθὴς ἔσται, ὁ δὲ ἄφρων ἐξαντλήσει κακά.
106 Ὀφθαλμὸν πονηρὸν ἐκτυφλοῖ κύριος, τὸν δὲ ἁπλοῦν ῥύσεται ἀπὸ σκότους. 107 Ὥσπερ ἑωσφόρος ἐν οὐρανῷ καὶ ὥσπερ φοίνιξ ἐν παραδείσῳ, οὕτως ἐν ψυχῇ πραείᾳ νοῦς καθαρός. 108 Ἀνὴρ σοφὸς ἐρευνήσει λόγους θεοῦ, ὁ δὲ ἄσοφος καταγελάσεται αὐτῶν. 109 Ὁ μισῶν γνῶσιν θεοῦ καὶ ἀπωθούμενος θεωρίαν αὐτοῦ ὅμοιός ἐστι τῷ λόγχῃ νύσσοντι τὴν καρδίαν αὑτοῦ. 110 Κρείσσων γνῶσις τριάδος ὑπὲρ γνῶσιν ἀσωμάτων καὶ θεωρία αὐτῆς ὑπὲρ λόγους πάντων τῶν αἰώνων. 111 Πολιὰ γερόντων πραΰτης, ζωὴ δὲ αὐτῶν γνῶσις ἀληθείας. 112 Νέος πραῢς πολλὰ ὑποφέρει, ὀλιγόψυχον δὲ γέροντα τίς ὑποίσεται; εἶδον ὀργίλον γέροντα ἐπαιρόμενον ἐπὶ θρόνου αὐτοῦ, ἐλπίδα δὲ μέντοι μᾶλλον ἔσχεν ὁ νέος αὐτοῦ. 113 Ὁ σκανδαλίζων κοσμικοὺς οὐκ ἀτιμώρητος ἔσται, καὶ ὁ παροξύνων αὐτοὺς ἀτιμάζει τὸ ὄνομα αὐτοῦ. 114 Ταράσσοντα ἐκκλησίαν κυρίου ἐξαναλώσει πῦρ, ἀνθιστάμενον δὲ ἱερεῖ καταπίεται γῆ. 115 Ὁ ἀγαπῶν μέλισσαν φάγεται κηρίον αὐτῆς καὶ ὁ συνάγων αὐτὴν πλησθήσεται πνεύματος. 116 Τίμα τὸν κύριον καὶ γνώσῃ λόγους ἀσωμάτων, καὶ δούλευε αὐτῷ καὶ δείξει σοι λόγους αἰώνων. 117 Χωρὶς γνώσεως οὐχ ὑψωθήσεται καρδία, καὶ δένδρον οὐκ ἀνθήσει ἄνευ ποτοῦ. 118 Σάρκες Χριστοῦ πρακτικαὶ ἀρεταί, ὁ δὲ ἐσθίων αὐτὰς γενήσεται ἀπαθής. 119 Αἷμα Χριστοῦ θεωρία τῶν γεγονότων καὶ ὁ πίνων αὐτὸ σοφισθήσεται ὑπ' αὐτοῦ. 120 Στῆθος κυρίου γνῶσις θεοῦ, ὁ δ' ἀναπεσὼν ἐπ' αὐτὸ θεολόγος ἔσται. 121 Γνωστικὸς καὶ πρακτικὸς ὑπήντησαν ἀλλήλοις, μέσος δὲ ἀμφοτέρων εἱστήκει κύριος. 122 Ὃς ἐκτήσατο ἀγάπην, ἐκτήσατο θησαυρόν, ἔλαβε δὲ χάριν παρὰ κυρίου. 123 Δόγματα δαιμόνων ἐπιγινώσκει σοφία, πανουργίαν δὲ αὐτῶν ἐξιχνιάζει φρόνησις. 124 Μὴ ἀθετήσῃς δόγματα ἅγια, ἃ ἔθεντο οἱ πατέρες σου, πίστιν δὲ βαπτίσματός σου μὴ ἐγκαταλίπῃς καὶ μὴ ἀπώσῃ σφραγῖδα πνευματικήν, ἵνα γένηται κύριος ἐν σῇ ψυχῇ καὶ σκεπάσῃ σε ἐν ἡμέρᾳ κακῇ. 125 Λόγοι αἱρετικῶν ἄγγελοι θανάτου, καὶ ὁ δεχόμενος αὐτοὺς ἀπολεῖ τὴν ἑαυτοῦ ψυχήν. 126 Νῦν οὖν, υἱέ, ἄκουέ μου, καὶ μὴ προσέλθῃς θύραις ἀνδρῶν ἀνόμων μηδὲ περιπατήσῃς ἐπὶ παγίδων αὐτῶν, ἵνα μὴ ἀγρευθῇς. ἀπόστησον δὲ σὴν ψυχὴν ἀπὸ γνώσεως ψευδοῦς. καὶ γὰρ ἐγὼ πλεονάκις λελάληκα πρὸς αὐτούς, σκοτεινοὺς δὲ λόγους αὐτῶν ἐξιχνίασα, καὶ ἰὸν ἀσπίδων εὕρηκα ἐν αὐτοῖς. οὐκ ἔστι φρόνησις καὶ οὐκ ἔστι σοφία ἐν λόγοις αὐτῶν. πάντες οἱ δεχόμενοι αὐτοὺς ἀπολοῦνται, καὶ οἱ ἀγαπῶντες αὐτοὺς πλησθήσονται κακῶν. εἶδον ἐγὼ πατέρας δογμάτων αὐτῶν καὶ ἐν τῇ ἐρήμῳ συνέβαλον αὐτοῖς. ἐχθροὶ γὰρ κυρίου ἀπήντησάν μοι καὶ δαίμονες ἐν λόγοις ἠγωνίσαντο πρός με καὶ οὐκ εἶδον φῶς ἀληθινὸν ἐν ῥήμασιν αὐτῶν. 127 Ἀνὴρ ψευδόμενος ἐκπεσεῖται θεοῦ, ἀπατῶν δὲ τὸν πλησίον αὐτοῦ ἐμπεσεῖται εἰς κακά. 128 Κρείσσων παράδεισος θεοῦ ὑπὲρ κῆπον λαχανίας καὶ ποταμὸς κυρίου ὑπὲρ ποταμὸν μέγαν ἐπισκοτοῦντα τῇ γῇ.
129 Ἀξιοπιστότερον ὕδωρ οὐράνιον ὑπὲρ ὕδωρ Αἰγυπτίων σοφῶν ἀντλούντων ἐκ γῆς. 130 Ὃν τρόπον οἱ τοὺς τροχοὺς ἀναβαίνοντες κάτω εἶσιν, οὕτως οἱ ὑψοῦντες λόγους αὐτῶν τεταπείνωνται ἐν αὐτοῖς. 131 Σοφία κυρίου ὑψοῖ καρδίαν, φρόνησις δὲ αὐτοῦ καθαίρει αὐτήν. 132 Λόγοι προνοίας σκοτεινοὶ καὶ δυσνόητοι κρίσεως θεωρίαι, ἀνὴρ δὲ πρακτικὸς ἐπιγνώσεται αὐτούς. 133 Καθαίρων ἑαυτὸν ὄψεται φύσεις νοεράς, λόγους δὲ ἀσωμάτων ἐπιγνώσεται μοναχὸς πραΰς. 134 Ὁ κτίσμα λέγων τὴν ἁγίαν τριάδα βλασφημεῖ θεὸν καὶ ὁ ἀθετῶν τὸν Χριστὸν αὐτοῦ οὐ γνώσεται αὐτόν. 135 Κόσμων θεωρίαι πλατύνουσι καρδίαν, λόγοι δὲ προνοίας καὶ κρίσεως ὑψοῦσιν αὐτήν. 136 Γνῶσις ἀσωμάτων ἐπαίρει τὸν νοῦν καὶ τῇ ἁγίᾳ τριάδι παρίστησιν αὐτόν. 137 Μέμνησθε τοῦ δεδωκότος ὑμῖν ἐν κυρίῳ σαφεῖς παροιμίας, καὶ μὴ ἐπιλάθησθε τῆς ταπεινῆς μου ψυχῆς ἐν καιρῷ προσευχῆς.
Sententiae ad virginem Παραίνεσις πρὸς παρθένον. 1 Ἀγάπα τὸν κύριον καὶ ἀγαπήσει σε, καὶ δούλευε αὐτῷ καὶ φωτιεῖ τὴν καρδίαν σου. 2 Τίμα τὴν μητέρα σου ὡς μητέρα Χριστοῦ, καὶ μὴ παροξύνῃς πολιὰν τεκούσης σε. 3 Ἀγάπα τὰς ἀδελφάς σου ὡς θυγατέρας μητρός σου, καὶ μὴ ἐγκαταλίπῃς ὁδὸν εἰρήνης. 4 Ἀνατέλλων ὁ ἥλιος βλεπέτω τὸ βιβλίον ἐν ταῖς χερσί σου, καὶ μετὰ δευτέραν ὥραν τὸ ἔργον σου. 5 Προσεύχου ἀδιαλείπτως, καὶ μέμνησο Χριστοῦ τοῦ γεννήσαντός σε. 6 Συντυχίας ἀνδρῶν παραιτοῦ, ἵνα μὴ γένηται εἴδωλα ἐν σῇ ψυχῇ καὶ ἔσται σοι πρόσκομμα ἐν καιρῷ προσευχῆς. 7 Χριστὸν ἔχεις ἀγαπητόν· ἀπόρριψον ἀπό σου ἄνδρας ἅπαντας καὶ οὐ μὴ βιώσῃς ἐπονείδιστον βίον. 8 Θυμὸν καὶ ὀργὴν μακρὰν ποίησον ἀπό σου, καὶ μνησικακία μὴ αὐλιζέσθω ἔν σοι. 9 Μὴ εἴπῃς· σήμερον βρώσομαι καὶ αὔριον οὐ βρώσομαι, ὅτι οὐκ ἐν φρονήσει ποιεῖς τοῦτο. ἔσται γὰρ βλάβη τῷ σώματί σου καὶ ὀδύνη τῷ στομάχῳ σου. 10 Ἐσθίειν κρέα οὐ καλὸν καὶ πίνειν οἶνον οὐκ ἀγαθόν, προσφέρειν δὲ χρὴ ταῦτα ταῖς ἀσθενούσαις. 11 Παρθένος θρασεῖα οὐ σωθήσεται καὶ σπαταλῶσα οὐκ ὄψεται τὸν νυμφίον αὐτῆς. 12 Μὴ εἴπῃς, ὅτι λελύπηκέ με ἡ θεραπαινὶς καὶ τίσομαι αὐτήν, διότι οὐκ ἔστιν δουλεία ἐν θυγατράσι θεοῦ.
13 Μὴ δῷς ἀκοήν σου λόγοις ματαίοις, καὶ διηγήματα γραῶν φεῦγε κυκλευουσῶν. 14 Ἑορτὰς μεθύσων μὴ ἴδῃς, καὶ εἰς γάμους ἀλλοτρίων μὴ εἰσέλθῃς. ἀκάθαρτος γὰρ παρὰ κυρίῳ πᾶσα παρθένος ποιοῦσα ταῦτα. 15 Ἄνοιγε σὸν στόμα λόγῳ θεοῦ, καὶ κώλυε ἀπὸ πολυλογίας τὴν γλῶσσαν σου. 16 Ἔναντι κυρίου ταπείνου σεαυτήν, καὶ ὑψώσει σε ἡ δεξιὰ αὐτοῦ. 17 Μὴ ἀποστρέφου πένητα ἐν καιρῷ θλίψεως, καὶ οὐ λείψει ἔλαιον ἐν τῇ λαμπάδι σου. 18 Πάντα ποίει διὰ τὸν κύριον, καὶ μὴ ζήτει παρὰ ἀνθρώπων δόξαν, ὅτι δόξα ἀνθρώπων ὡς ἄνθος χόρτου, δόξα δὲ κυρίου μένει εἰς τὸν αἰῶνα. 19 Παρθένον πραεῖαν ἀγαπᾷ ὁ κύριος, παρθένος δὲ ὀργίλος μισηθήσεται. 20 Ὑπακούουσα παρθένος ἐλεηθήσεται, ἡ δὲ ἀντιλέγουσα ἰσχυρῶς ἄφρων. 21 Γόγγυσον παρθένον ἀπολεῖ κύριος, τὴν δὲ εὐχάριστον ῥύσεται ἐκ θανάτου. 22 Αἰσχρὸν γέλως καὶ ἐπονείδιστον ἀναισχυντία, πᾶσα δὲ ἄφρων τοῖς τοιούτοις συμπλέκεται. 23 Ἡ καλλωπίζουσα ἱμάτια αὐτῆς καὶ σωφροσύνης ἐκτὸς ἔσται. 24 Μὴ συναυλίζου κοσμικαῖς, ἵνα μὴ διαστρέψωσι σὴν καρδίαν καὶ ἀκύρους ποιήσωσι βουλὰς δικαίας. 25 Δάκρυσιν ἐν νυκτὶ παρακάλει τὸν κύριον, καὶ μηδεὶς αἴσθηται προσευχομένης σου καὶ εὑρήσεις χάριν.
26 Ἐπιθυμία περιπάτων καὶ πόθος οἰκιῶν ἀλλοτρίων ἀνατρέπει κατάστασιν ψυχῆς καὶ διαφθείρει προθυμίαν αὐτῆς. 27 Πιστὴ παρθένος οὐ δειλιάσει, ἡ δὲ ἄπιστος φεύξεται καὶ τὴν σκιὰν αὐτῆς. 28 Φθόνος τήκει ψυχήν, καὶ ζῆλος κατεσθίει αὐτήν. 29 Καταφρονοῦσα τῆς ἀδελφῆς τῆς ἀσθενούσης καὶ τοῦ Χριστοῦ μακρὰν ἔσται. 30 Μὴ εἴπῃς· ἐμὸν τοῦτο καὶ σὸν τοῦτο. ἐν γὰρ Χριστῷ Ἰησοῦ τὰ πάντα κοινά. 31 Οὐ περιεργάσῃ ζωὴν ἀλλοτρίαν, καὶ πτώματι ἀδελφῆς σου οὐκ ἐπιχαρήσῃ. 32 Ἐπάρκει δεομέναις παρθένοις, καὶ ἐπὶ εὐγενείᾳ σου μὴ ἐπαίρου. 33 Μὴ προενέγκῃς λόγον ἐκ στόματός σου ἐν ἐκκλησίᾳ κυρίου, καὶ μὴ μετεωρίσῃς τοὺς ὀφθαλμούς σου. ὁ γὰρ κύριος γινώσκει σὴν καρδίαν, καὶ πάντας τοὺς διαλογισμούς σου σκοπεύει. 34 Πᾶσαν κακὴν ἐπιθυμίαν ἄπωσαι ἀπό σου, καὶ οὐ μὴ λυπήσωσίν σε οἱ ἐχθροί σου. 35 Ψάλλε ἀπὸ καρδίας σου, καὶ μὴ κίνει μόνον τὴν γλῶσσαν σου ἐν τῷ στόματί σου. 36 Ἄφρων παρθένος ἀγαπήσει ἀργύριον, ἡ δὲ φρονίμη προσθήσει καὶ τὸν ψωμὸν αὐτῆς. 37 Ὥσπερ ὁρμὴ πυρὸς δυσκάθεκτος, οὕτως ψυχὴ παρθένου τρωθεῖσα δυσίατος. 38 Μὴ δώῃς τὴν ψυχήν σου διαλογισμοῖς πονηροῖς, ἵνα μὴ μιάνωσι σὴν καρδίαν καὶ καθαρὰν προσευχὴν μακρὰν ποιήσωσι ἀπό σου.
39 Βαρεῖα λύπη καὶ ἀνυπόστατος ἀκηδία, δάκρυα δὲ πρὸς θεὸν ἰσχυρότερα ἀμφοτέρων. 40 Λιμὸς καὶ δίψα μαραίνει ἐπιθυμίας κακάς, ἀγρυπνία δὲ ἀγαθὴ καθαίρει διάνοιαν. 41 Ὀργὴν καὶ θυμὸν ἀποστρέφει ἀγάπη, μνησικακίαν δὲ ἀνατρέπει δῶρα. 42 Ἡ καταλαλοῦσα λάθρα τῆς ἀδελφῆς αὐτῆς ἐξωσθήσεται τοῦ νυμφῶνος, καὶ βοήσεται πρὸς ταῖς θύραις αὐτοῦ καὶ οὐκ ἔσται ὁ ὑπακούων. 43 Παρθένου ἀνελεήμονος σβεσθήσεται λαμπάς, καὶ οὐ μὴ ἴδῃ προελθόντα τὸν νυμφίον αὐτῆς. 44 Ὕαλος προσπίπτων λίθῳ συντριβήσεται, καὶ παρθένος ἁπτομένη ἀνδρὸς οὐκ ἀθωωθήσεται. 45 Κρείσσων γυνὴ πραεῖα παρθένου ὀργίλου καὶ θυμώδους. 46 Ἡ ἐξέλκουσα ἐν γέλωτι λόγους ἀνδρός, ὁμοία ἐστὶν τῇ περιβαλλούσῃ βρόχον τῷ ἑαυτῆς τραχήλῳ. 47 Ὥσπερ μαργαρίτης ἐν σφενδόνῃ χρυσῇ, οὕτως παρθένος καλυπτομένη ὑπὸ αἰδοῦς. 48 Ὠιδαὶ δαιμόνων καὶ αὐλοὶ ἐκλύουσιν ψυχὴν καὶ ἀπολλύουσιν εὐτονίαν αὐτῆς, ἣν φύλαξον διὰ παντός, ἵνα μὴ ἐπονείδιστος γένῃ. 49 Μὴ τέρπου ἐπὶ γελοίοις, καὶ ἐπισκωπτούσαις μὴ εὐφραίνου, ὅτι κύριος ἐγκατέλιπεν αὐτάς. 50 Οὐκ ἐξουδενώσεις τὴν ἀδελφήν σου ἐσθίουσαν καὶ ἐπὶ ἐγκρατείᾳ σου μὴ ἐπαρθῇς. οὐ γὰρ οἶδας, τί βεβούλευται ὁ κύριος ἢ τίς στήσεται ἐνώπιον αὐτοῦ.
51 Ἡ οἰκτείρουσα πελιδνουμένους τοὺς ὀφθαλμοὺς καὶ τηκομένας τὰς σάρκας αὐτῆς, οὐκ εὐφρανθήσεται ἐπὶ ἀπαθείᾳ ψυχῆς. 52 Βαρεῖα ἐγκράτεια καὶ δυσκατόρθωτος ἁγνεία, ἀλλ' οὐδὲν γλυκύτερον τοῦ ἐπουρανίου νυμφίου. 53 Ψυχαὶ παρθένων φωτισθήσονται, ψυχαὶ δὲ ἀκαθάρτων ὄψονται σκότος. 54 Εἶδον ἄνδρας φθείροντας παρθένους ἐν δόγμασι καὶ ματαίαν ποιοῦντας τὴν παρθενείαν αὐτῶν. σὺ δὲ ἄκουε, τέκνον, δογμάτων ἐκκλησίας κυρίου, καὶ μηδεὶς ἀλλότριος μεταπείσῃ σε. δίκαιοι γὰρ κληρονομήσουσι φῶς, ἀσεβεῖς δὲ οἰκήσουσι σκότος. 55 Παρθένοι ὀφθαλμοὶ ὄψονται κύριον. ἀκοαὶ δὲ παρθένων ἀκούσονται λόγων αὐτοῦ. παρθένων στόμα φιλήσει νυμφίον αὐτοῦ. ὄσφρησις δὲ παρθένων ἐπ' ὀσμὴν μύρων αὐτοῦ δραμεῖται. χεῖρες παρθένοι ψηλαφήσουσι κύριον, καὶ ἁγνεία σαρκὸς εὐπρόσδεκτος ἔσται. παρθένος ψυχὴ στεφανωθήσεται, καὶ μετὰ τοῦ νυμφίου αὐτῆς βιώσεται διὰ παντός. ἔνδυμα πνευματικὸν δοθήσεται αὐτῇ, καὶ μετὰ ἀγγέλων ἐν οὐρανοῖς ἑορτάσει. ἄσβεστον ἀνάψει λαμπάδα, καὶ ἔλαιον οὐ λείψει ἐν τοῖς ἀγγείοις αὐτῆς. λήψεται πλοῦτον αἰώνιον, καὶ κληρονομήσει βασιλείαν τὴν τοῦ θεοῦ. 56 Οἱ ἐμοὶ λόγοι, τέκνον, εἴρηνται πρός σε, τὰ δὲ ἐμὰ ῥήματα τηρείτω σὴ καρδία. μέμνησο Χριστοῦ τοῦ φυλάσσοντός σε, καὶ μὴ ἐπιλάθῃ τῆς προσκυνητῆς τριάδος.
Spiritales sententiae per alphabeticum dispositae Ἀρχὴ σωτηρίας ἡ ἑαυτοῦ κατάγνωσις. 2 Βέλτιον λίθον εἰκῆ βαλεῖν ἢ λόγον. 3 Γίνου τοῖς πᾶσιν ὡς σὺ θέλεις τοὺς πάντας. 4.Δικαιοσύνην μᾶλλον εργῳ ἢ λόγῳ ασκει. 5 Εὐσεβὴς οὐχ ὁ πολλοὺς ἐλεῶν, ἀλλ' ὁ μηδένα ἀδικῶν. 6 Ζῆν ἄμεινον ἐπὶ στιβάδος κατακείμενον καὶ θαρρεῖν ἢ ταράττεσθαι χρυσῆν εχοντα κλίνην. Ἡδὺς ἐκεῖνος φίλων ὁ τὴν ψυχὴν διατρέφων. 8 Θεὸν ἔργοις μὲν σέβου, λόγῳ δὲ ὕμνει, ἐννοίᾳ δὲ τίμα. Ἱερέα φρόνησις καὶ βίος καὶ εὐγένεια ποιεῖ. 10 Κάκιστόν ἐστι πάθεσι δουλεύειν αἰσχροῖς. 11 Λόγῳ μὲν τὴν ἀρετὴν δίδασκε, ἔργῳ δὲ αὐτὴν κήρυσσε. 12 Μὴ τὸ ἔχειν ἀρετὴν καλὸν εἶναι νόμιζε, ἀλλὰ τὸ ὡς δεῖ. 13 Νόμον τιμῶν κατὰ νόμον ζήσεις. 14 Ξένος ἐκεῖνος, οὗ ξένα τὰ τοῦ κόσμου. Ὁ φθονῶν ἑαυτὸν ζημιοῖ· ὁ γὰρ κατ' ἄλλου κακῶς φθεγγόμενος φθάνει πάσχων ὑφ' ἑαυτοῦ κακῶς. 16 Πλούσιον μήτε κολάκευε μήτε παρόξυνε. Ῥώννυσι μὲν οινος τὸ σῶμα, τὴν δὲ ψυχὴν λόγος θεοῦ. 18 Σιτίοις χρῶ οὐ τοῖς ἡδέσιν, ἀλλὰ τοῖς ὠφελίμοις. 19 Τοῖς οχλοις πειρώμενος ἀρέσκειν τῶν οχλων εσῃ ὅμοιος. Ὑπὲρ πάντα καταχρῶ τῷ σώματι. 21 Φιλόπονος ἐκεῖνος, ᾧ χρόνος περισσεύει. 22 Χριστιανοῦ ἀνδρὸς μὴ τὸ σχῆμα ἀποδέχου, ἀλλὰ τὸ τῆς ψυχῆς φρόνημα. 23 Ψέγειν τὸν ἀνεπίληπτον εἰς θεὸν ἁμαρτία. Ὤτων καὶ γλώσσης μέγας ὁ κίνδυνος.
Aliae sententiae Ἄτοπόν ἐστιν τὸ διώκοντα τὰς τιμὰς φεύγειν τοὺς πόνους, δι' ὧν αἱ τιμαί. 26 Βούλει γνῶναι θεόν, προλαβὼν γνῶθι σεαυτόν. 27 Γνήσιος φίλων ὁ τὰς περιστάσεις κοινούμενος. 28 Δεινόν ἐστι μέγα φρονεῖν μικρὰ πράττοντα. Ἐν παντὶ τὸ οἴεσθαι εἰς τὸ εἰδέναι ἐμποδίζει. 30 Ζωῆς ἀλόγου δαίμων ἡγεμών. Ἡ τῆς ψυχῆς εὐγένεια ἐκ τῆς εὐτονίας ἀναφαίνεται. 32 Θεοσεβὴς ἐκεῖνος ὁ μὴ καθ' ἑαυτοῦ φθεγγόμενος. Ἱερὸν θεοῦ ανθρωπος ἀνεπίληπτος. 34 Κάκιστον κτῆμα βίος ἀδόκιμος. 35 Λάλει ἃ δεῖ καὶ ὅτε δεῖ καὶ οὐκ ἀκούσεις ἃ μὴ δεῖ. 36 Μέγιστον κτῆμα φίλος ἀδιάπτωτος. 37 Νόσημα ψυχῆς γνώμη φιλόδοξος. 38 Ξένος καὶ πένης θεοῦ κολλούριον– Ὁ δεχόμενος αὐτὸν ταχέως ἀναβλέψει. 40 Πάντας μὲν εὐεργετεῖν καλόν, μᾶλλον δὲ τοὺς μὴ δυναμένους ἀμείβεσθαι. Ῥήτωρ ἐν δικαιότητι ποτήριον ψυχροῦ ὕδατος. 42 Σωφροσύνη καὶ πραΰτης ψυχῆς Χερουβίμ. 43 Τὸ εντιμον ἐν γήρᾳ εἶναι ἀπόδειξις τοῦ φιλόπονον πρὸ γήρως γεγονέναι· τὸ σπουδαῖον ἐν νέῳ ἐχέγγυον τοῦ εντιμον ἐν γήρᾳ εσεσθαι. Ὑπερῷον ψυχῆς θεωρία ἀληθής. 45 Φιλῶν ἃ μὴ δεῖ οὐ φιλήσεις ἃ δεῖ. 46 Χρυσὸν κίβδηλον ἄμεινον ἢ φίλον κεκτῆσθαι. 47 Ψυχὴ καθαρὰ μετὰ θεὸν θεός. Ὢ ἀπὸ τῆς φιλαυτίας τῆς πάντα μισούσης.
Aliae sententiae Ἀρχὴ ἀγάπης ὑπόληψις δόξης. 50 Καλὸν πλουτεῖν ἐν πραΰτητι καὶ ἀγάπῃ. 51 Λικμήτωρ ἀρετῆς λογισμὸς ὑπερήφανος. 52 Λεία ὁδὸς ὑπὸ ἐλεημοσύνης γίνεται. Ἄδικος δικαστὴς μεμολυσμένη συνείδησις. 54 Δεινόν ἐστι πάθεσι δουλεύειν σαρκός. 55 Εἰ θέλεις αλυπος ειναι, θεῷ ἀρέσκειν σπούδαζε. Ὁ καλῶς φροντίζων ἑαυτοῦ φροντίζεται ὑπὸ θεοῦ. 57 Σώφρων καρδία λιμὴν θεωρημάτων. Ὅταν θέλῃς σαυτὸν γνῶναι τίς εἶ, μὴ συγκρίνῃς τίς ἦς, ἀλλὰ τί γέγονας ἐξ ἀρχῆς. 59 Λάκκος ανυδρος φιλόδοξος ψυχή. Ὑπερήφανος ψυχὴ πανδοχεῖον λῃστῶν, μισεῖ δὲ ἦχον γνώσεως. Ἀληθοῦς ἀνδρὸς πλάνη κακὴ τὸ μὴ εἰδέναι τὰς Γραφάς. 62 Εἰ
φοβῇ τὸν θεόν, ἐκ τῶν δακρύων γνῶθι. Ἄρρηκτον ὅπλον ταπεινοφροσύνη ψυχῆς. 64 Δένδρον παραδείσου φιλάρετος ἀνήρ. Ἰησοῦς Χριστὸς ξύλον ἐστὶ ζωῆς. χρῶ αὐτῷ ὡς δεῖ καὶ οὐ μὴ ἀποθάνῃς εἰς τὸν αἰῶνα. 66 Εὐεργέτει τοὺς οντως πτωχοὺς καὶ βρώσῃ Χριστόν. Ῥώμη ἀληθὴς τὸ τοῦ Χριστοῦ σῶμα ἐσθίειν. 68 Εἰ φιλεῖς τὸν Χριστόν, τὰς ἐντολὰς αὐτοῦ τηρεῖν οὐκ ἐπιλήσῃ· ἐκεῖθεν γὰρ ἀναφαίνεται εὐεργέτης μετὰ θεόν. Ὁ κατὰ θεὸν φίλος ῥέει γάλα καὶ μέλι τοῖς ἀληθέσι λόγοις, ῥᾴθυμος δὲ ψυχὴ τοιοῦτον οὐχ ἕξει φίλον. Ὠμὸς δεσπότης φιλήδονος λογισμός. 71 Σιγᾶν τὴν ἀλήθειαν χρυσόν ἐστι θάπτειν. Ὁ φοβούμενος τὸν θεὸν κατὰ θεὸν πάντα ποιεῖ.
Tractatus ad Eulogium (sub nomine Nili Ancyrani) ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΠΡΟΣ ΕΥΛΟΓΙΟΝ ΜΟΝΑΧΟΝ. 79.1093 ΚΕΦΑΛ. Αʹ. Οἱ τὸν οὐράνιον χῶρον νεμόμενοι τοῖς πόνοις, οὐ τῇ γαστρὶ, οὐδὲ τῇ μερίμνῃ τῶν φθαρτῶν ἀτενί.1096 ζουσι· καθάπερ οἱ κέρδους ἕνεκα τὰς εὐχὰς ποιούμενοι νομίζοντες πορισμὸν εἶναι τὴν εὐσέβειαν, ἀλλὰ νοερᾷ ὁράσει τῆς τροφίμου τῶν ὑψηλῶν αὐτῆς μεταλαμβάνουσιν ἀκήρατοι θίασοι ἐκ τῆς δόξης τὸ φῶς περιλαμπόμενοι. Καὶ αὐτὸς (ὦ μύστα τῶν ἀρετῶν Εὐλόγιε) τῇ τῶν ὑπερτάτων λαμπηδόνι τὴν ἱερὰν οὐσίαν ἐκτρεφόμενος ταῖς συναγωγαῖς τῶν λογισμῶν τὸν ὄγκον τῆς σαρκὸς ἐπαποδύῃ, εἰδὼς ὅτι ὕλη σαρκὸς, τροφὴ λογισμῶν καθίσταται, ὥσπερ τὰς μεθοδείας τῷ κέντρῳ τῶν πόνων κατειληφὼς, ἐμὲ προχειρίζῃ στόμα σῶν ἔργων κατ' αὐτῶν γενέσθαι, καὶ εἰ μὴ τολμηρὸν ἀγάπης ἐπίταγμα διαῤῥῆξαι, παρητησάμην ἂν τὴν τοιαύτην τοῦ πλοὸς ποντοπορίαν· ἐπειδὴ δὲ πείθεσθαι δεῖ μᾶλλον τοῖς ὁμοψύχοις, οὐκ ἀντιτάσσεσθαι· ἔσο μοι σὺ τὰ πρὸς τὸν Θεὸν, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου, κἀγώ σοι ἔσομαι τὰ τῆς ὑπακοῆς, ἵνα δοθῇ σοι τοῦ σπόρου τοὺς καρποὺς ἀμήσασθαι. ΚΕΦΑΛ. Βʹ. Πρώτη τῶν λαμπρῶν ἀγωνισμάτων ἐστὶ ξενιτεία, μάλιστα ὅταν πρὸς ταύτην, καὶ μόνος ἐκδημοίης, πατρίδα, γένος, ὕπαρξιν ἀθλητικῶς ἀποδυόμενος ἔμπροσθεν τῶν λαμπρῶν ἑστηκὼς ἀγώνων· ἂν οὕτως ἄρξῃ κατὰ Θεὸν εἰς ἀρχῆς ὁδὸν βαδίζων πίστει διαπύρῳ, καὶ Πνεύματι θεϊκῷ, καὶ τῷ τέλει τῆς ὑπομονῆς σώαν ταύτην ἀποσώζων, πτέρυξιν ἀρετῆς ἔσται περικεχρυσωμένη ψυχὴ τῶν οἰκείων τόπων ἀφισταμένη, καὶ πρὸς αὐτὸν πτῆναι τὸν οὐρανὸν ἐπειγομένη. Ἀλλὰ τῆσδε τὰ πτερὰ τῆς πολιτείας ὁ τῆς κακίας γεννητὴς μηχανᾶται περικόψαι, γῆς, ἀφ' ἧς ἐξελήλυθε τὸ γένος ἐσοπτρίζων, ἐν ταῖς κατ' ἀῤῥωστίαν μάλιστα ἐπισυμβαινούσαις εἰσβολαῖς· καὶ ἐν μὲν τῇ ἐνδημίᾳ τῆς θερμοτάτης ἐκδημίας ὑπαναχαιτίζει πρὸς ὀλίγον ἕως τὴν ψυχὴν περὶ τὰς θλίψεις καταμάθοι ναυτιῶσαν καὶ τότε τὴν τῶν λογισμῶν νύκτα ἐπιφερόμενος ὁ νυκτικόραξ ἐπισκοτεῖ τῇ ψυχῇ τῆς τῶν κρειττόνων ἀκτῖνος. Εἰ δὲ κατὰ μόνας παρατάττοιτο ἐν τῇ τῆς ἐρημίας παλαίστρᾳ, καὶ τύχῃ τὸ σῶμα ὑπὸ ἀῤῥωστίας τρωθῆναι τοσούτῳ μᾶλλον χαλεπὴν ἐπιδείκνυσι τῇ ψυχῇ τὴν ξενιτείαν. οὐκ ἐν τόπῳ, ἀλλ' ἐν τρόπῳ κατορθοῦσθαι τὰ τῶν ἀρετῶν ὑποβάλλων, καὶ ὅτι παράκλησιν ἔχων οἴκοι τὴν ἀπὸ γένους, ἐκεῖσε τὰ τῆς ἀποτάξεως ἆθλα ἀκόπως εἶχε διασώζειν· ἔνθα καὶ τῆς ἀσθενείας προσηνὴς ὑπηρεσία, καὶ οὐχ ὡς νῦν κακουχία, καὶ ἐπώδυνος λειποθυμία· ἐν τῷ καὶ μάλιστα ἐκ τῆς ἀδελφότητος σπανίσαι τὴν τῆς φιλοξενίας σπουδήν· διὸ καὶ μάλιστα, Ἄπιθι, φησὶ, χαρὰν τῷ σῷ γένει, καὶ δόξαν σαυτὸν ἀποκομίζων, οἷς καὶ τὸ πένθος ἀφόρητον καταλέλοιπας ἀσυμπαθῶς· οἱ πολλοὶ γὰρ, καὶ πατρίδα μὴ φυγόντες, ἐκ μέσου τοῦ γένους εἵλοντο τὴν ἀρετήν. Ἀλλ' ὁ τὴν πορφύραν τῶν θλίψεων ἐν τῇ παρατάξει τῆς ξενιτείας περιβεβλημένος, καὶ τῶν κόπων τὰς ἐλπίδας περιεστεμμένος πίστει, ὑπομονῇ 79.1097 τῆς εὐχαριστίας τῶνδε τῶν λογισμῶν τὰς νιφάδας ἐκ τῶν ἐκτὸς ἐκτινάσσει, καὶ ὅσῳπερ ὑποστρέφειν τὴν καρδίαν διορύττουσι, τοσοῦτον ἔτι μᾶλλον καταψάλλωμεν αὐτῶν· «Ἰδοὺ ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ·» καὶ γὰρ ὀνειδίζοντες θλίβουσι, καὶ τραπῆναι κολακεύουσιν, ἵνα τῆς προθέσεως
κενώσαντες, καὶ τῆς ἐν τῇ ὑπομονῇ εὐχαριστίας διακόψωσιν, καὶ οὕτω λοιπὸν τὰς πάγας μετὰ πολλῆς ἀδείας, καὶ ἐκ τῶν προσηκόντων εὐρύνωσι. ΚΕΦΑΛ. Γʹ. Διὰ τοῦτο ὁ ἀρχόμενος ἀρετῆς ἐφάπτεσθαι, ψηφιζέτω καὶ τὸν κατ' αὐτῆς ἐπιόντα πόλεμον, ἵνα μὴ ἀγύμναστος ὀφθεὶς ὡς ἀνέτοιμος κατασπασθῇ. Ἐπαινετὴ μὲν γὰρ τῆς ἀρετῆς ἡ ἀνδρεία καὶ εἰρήνης οὔσης, ὑπερεπαινετὴ δὲ ἡ ταύτης ἀνδραγαθία, καὶ πολέμου ἐπιστάντος· τοῦτο γὰρ ἡ ἀρετὴ, οὐ δι' ὧν ἐργάζεται μόνον, ἀλλὰ καὶ δι' ὧν πολεμεῖται δεινῶν, ἀπαθὴς ὁ διὰ πλείστων πολέμων τὸ πάσχειν νικήσας, ἐμπαθὴς δὲ ὁ ἀρετὴν λέγων ἀπολέμητον κεκτῆσθαι· κατὰ τὴν παράταξιν γὰρ τῆς ἐναρέτου τῶν πόνων στρατηγίας, ἀντιπαρατάττεται καὶ ἡ τῶν ἐναντίων κακία· ἀφῄρηται τὸ εἶναι ἐν ἀρετῇ καρδία πόλεμον οὐκ ἔχουσα. Ἀρετὴ γὰρ ἐκ τῶν ἀριστείων πρακτικὸν ὄνομα κέκληται. Ἀρετὴ τὰς παρ' ἀνθρώπων εὐφημίας οὐ ζητεῖ, οὐ γὰρ τέρπεται τιμῇ, τῇ μητρὶ τῶν κακῶν. Ἀρχὴ γοῦν τιμῆς ἀνθρωπαρέσκεια, τὸ δὲ τέλος ταύτης, ὑπερηφανία. Ὁ γὰρ τιμὰς ἀπαιτῶν, ὑψοῖ ἑαυτὸν, καὶ ἐξουδένωσιν φέρειν ὁ τοιοῦτος οὐκ οἶδε· τιμῆς ὄρεξις φαντασία, ὁ γὰρ αὐτῆς ἐρῶν καὶ κλῆρον φαντάζεται. Ἔστω σοι τιμὴ ὁ πόνος τῶν ἀρετῶν, καὶ ἀτιμία ὁ κατὰ θέλησιν ἔπαινος, δόξαν ἀπὸ σαρκὸς μὴ ζήτει ὁ τὰ σαρκὸς πάθη καταλύων, τὸ δὲ κρεῖττον ἐπιζήτει, καὶ ἔσται σοι δόξα, ὁ τιμᾶσθαι θέλων τῷ παρευδοκιμοῦντι φθονεῖ. Καὶ τούτῳ τὸ μῖσος τῷ ζήλῳ σωρεύει ὁ ταῖς ἄγαν τιμαῖς ἡττηθεὶς, ἑαυτοῦ προτιμᾶσθαι οὐδένα θέλει, ἁρπάζει δὲ τὰ πρωτεῖα, μήπως ἥττων φανῇ, οὐ βαστάζει ἀπόντα τὸν εὐδοκιμοῦντα τιμᾷν, ἀλλὰ καὶ ἐν τοῖς αὐτοῦ πόνοις κομωδεῖ τὴν χαμαίζηλον δόξαν, ἡ ὕβρις τῷ φιλοδόξῳ ὀξυτάτη σφαγὴ, καὶ μῆνιν ἐκ ταύτης οὐ πάντως ἐκφεύγει. ΚΕΦΑΛ. Δʹ. Ὁ τοιοῦτος, βαρβάρῳ δεσποίνῃ δουλεύει καὶ πολλοῖς δεσπόταις μετεπράθη, ἐπάρσει, καὶ φθόνῳ, καὶ ζήλῳ καὶ ταῖς προῤῥηθείσαις τῶν πνευμάτων λογάσιν, ὁ δὲ τῆς τιμῆς τὸ πνεῦμα ταπεινώσει ῥάσσων, τὸν λεγεῶνα τῶν δαιμόνων ὅλον καθαιρήσει, ὁ τῇ ταπεινώσει δοῦλον ἑαυτὸν πᾶσι παρέχων, ἀφωμοιωμένος ἔσται τῷ ταπεινώσαντι ἑαυτὸν, καὶ μορφὴν 79.1100 δούλου λαβόντι. Ἐὰν μετρῇς τῷ ἐλαχίστῳ μέτρῳ σεαυτὸν, οὐκ ἀντιμετρήσῃς σεαυτὸν ἑταίρῳ, καὶ ὁ τῆς ψυχῆς τὴν ἀσθένειαν θρήνοις ἐκκαλύπτων, οὐ μέγα ἐπὶ τοῖς ἐφ' ἑαυτοῦ πονουμένοις φρονήσει. Δαίμονες εὐτέλειαν, καὶ ὕβριν τοῖς ταπεινοφρονοῦσιν ἐπάγουσιν, ἵνα τὴν ἐξουδένωσιν οὐ φέροντες, τὴν ταπεινοφροσύνην φύγωσιν, ὁ δὲ διὰ ταπεινώσεως τὰς ἀτιμίας γενναίως φέρων εἰς φιλοσοφίας ὕψος δι' ἐκείνων μᾶλλον ἀνωθεῖται. Ὁ Δαβὶδ ὑβριζόμενος οὐκ ἀντέλεγεν, ἀλλὰ καὶ τὴν Ἀβεσσᾶ ἐκδικίαν κατέστελλε. Καὶ σὺ ὑβριζόμενος μὴ ἀνθύβριζε, ἀλλὰ καὶ τὸν ἐκδικοῦντά σε ὀρθῶς καταπράϋνε· ὕβριν φέρε, τὴν σὴν προκοπὴν, καὶ χείλεσι σύγκλειε τοῦ θυμοῦ τὴν θύραν· ἀποκριθήσῃ τοῖς ἀπειλοῦσιν οὐδ' ὅλως, ἵνα τῇ σιγῇ κοιμίσῃς τὰ καπνίζοντα χείλη, ἀπειλοῦντας τότε καὶ ὑβριστὰς ὀδυνήσεις ὅταν χαλινοὺς σαῖς σιαγόσι ἐπιθήσῃς. Σὺ μὲν γὰρ σιγῶν, οὐ βρωθήσῃ τῇ ὕβρει, ὁ δὲ πολὺ μᾶλλον δάκνεται ὑπὸ τῆς σῆς σιωπῆς, ἐπὰν ὑβριστοῦ θάρσος μακροθύμως ὑπενέγκῃς· τὸν τῶν ἀνθρώπων ἔπαινον ἐκ τῶν ἐντὸς ἀποσείου, ἵνα τὸν φιλενδείκτην λογισμὸν πρὸ αὐτοῦ ἐκτινάξῃς. Ἐπιτήρει δὲ καὶ τὸ αὐτάρεσκον μάλιστα καθ' ἡσυχίαν, μή ποτέ σε μεγαλύναν ὑπὲρ τὸν θρασυθέντα ἐξουδενώσῃς ἐκεῖνον. Τὶς τῶν ἀδελφῶν ὕβρισται παρὰ εὐλαβοῦς, καὶ ἀδικίαν ὑπομείνας ἀπῄει χαρᾷ τε μεριζόμενος, καὶ λύπῃ, τὸ μὲν ὅτι ἀδικούμενος ὑβρίσθη καὶ οὐκ ἀντεταράχθη, τὸ δὲ ὅτι ὁ εὐλαβὴς ἠπατήθη καὶ ἀπατήσας ἐχάρη. Νόει δέ μοι καὶ τὸν ἀπατεῶνα τὰ δύο πεπονθέναι ἐφ' ᾧ μὲν ἐτάραξε πάντως χαρέντα, ἐφ' ᾧ οὐκ ἀντεταράχθη, μᾶλλον λυπηθέντα.
ΚΕΦΑΛ. Εʹ. Ὅταν ἴδωσιν ἡμᾶς οἱ δαίμονες εἰς τὸ αὐτὸ ξέσμα τῶν ὕβρεων μὴ ἐξαφθέντας, τότε καθ' ἡσυχίαν ἐπιστάντες, ἀναμοχλεύουσι τὸ ἡγεμονικὸν, ἵνα οἷς παροῦσιν εἰρηνεύσαμεν, τούτοις ἀπιοῦσι διαθρασυνώμεθα. Ἐπὰν οὖν ἀντιλογίαν, ἢ ὕβριν πρὸς τὸν ἀδελφὸν ἐκτελέσῃς, σεαυτὸν λογίζου σφαλέντα, ἵνα μὴ ἡσυχάζων μάχην λογισμῶν ἐν τῇ καρδίᾳ σου εὕρης, τοῦ μὲν ἐπονειδίζοντος τῶν ὕβρεων τὸν τρόπον, τοῦ δὲ ἀντονειδίζοντος ὡς τὰ δεινὰ καὶ σοῦ μὴ ἀνθυβρίσαντος. Ὁπόταν παροξυσμὸς ἐκπικράνῃ τοὺς ἐν κοινοβίῳ ἀδελφοὺς, τότε οἱ λογισμοὶ τὸν μόνον μακαρίζειν εἰσβάλλουσιν, ἵνα τῆς μακροθυμίας κενώσαντες, καὶ τῆς ἀγάπης ἀφορίσωσιν. Ὁ δὲ μακροθυμίᾳ τὴν ὀργὴν, καὶ ἀγάπῃ τὴν λύπην ἀνατρέπων, πονηροὺς δύο θῆρας διτταῖς ἀνδραγαθίαις ἀνατρέπει θυμομαχοῦντας· ὁ παρακαλῶν, καὶ γονυπετῶν, ἵνα τὴν ὀργὴν ἀπελάσῃ, τὸν παροξύναντα, τοὺς ἀμφοτέρους ἐξ αὐτοῦ ἀπελαύνει, ὅτι τὸ πνεῦμα τῆς ὀργῆς ἐκπολεμεῖ ὁ τοὺς ὀργιζομένους εἰρηνεύων· μηνιάσει δὲ τούτῳ ὀργὴν ὁμογενῶν ἐπ' αὐτῷ ἐκθρασύνων, ὅτι τὴν τῶν πλησίον εἰς ἑαυτὸν ἐδέξατο τὴν μάχην, ὁ 79.1101 τὸν θρασυκάρδιον βαστάζων ἕνεκεν εἰρήνης, οὗτος ἐκβιάζεται γενέσθαι τῆς εἰρήνης υἱός· ἀλλ' οὐκ ἐπ' ἀνθρώπων μόνον ζητητέος ὁ τῆς εἰρήνης σύνδεσμος, ἀλλὰ καὶ ἐν τῷ σώματί σου, καὶ ἐν τῷ πνεύματί σου, καὶ ἐν τῇ ψυχῇ. ΚΕΦΑΛ. ςʹ. Ὅταν γὰρ τῆς σῆς ταύτης τριάδος τὸν σύνδεσμον ἑνώσῃς τῇ εἰρήνῃ, τότε ὡς τῆς θείας Τριάδος ἐντολῇ ἑνωθεὶς ἀκούεις· «Μακάριοι οἱ εἰρηνοποιοὶ, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.» Καὶ γὰρ ἂν τὴν ἀντεπίθυμον τοῦ πνεύματος σάρκα εἰρηνεύσης τοῖς πόνοις, κλέος ἕξεις τῶν μακαρισμῶν ἐπέκεινα αἰῶνος, νικήσας πόλεμον τὸν ἐν τῷ σώματί σου τὸν ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός σου, καὶ αἰχμαλωτίζοντά σε τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ἐν τοῖς μέλεσί σου. Μέγας ὁ τῆς εἰρήνης σύνδεσμος ἐν ᾧπερ ἥνωται καὶ ἡ χαρὰ φωτίζουσα τὸ ὄμμα τῆς διανοίας εἰς τὴν τῶν κρειττόνων θεωρίαν, εἴπερ οὖν ἐπικτησώμεθα τὴν εἰρηνικὴν ἐν τοῖς πόνοις χαρὰν, τὰ ἐπιόντα χαλεπὰ εὐχαρίστως δι' αὐτῆς ἀποκρουσόμεθα, καὶ τὸν τῆς λύπης δαίμονα μυκώμενον οὐκ εἰσδεξόμεθα, ὅστις, ἀκρωτηριάζων ἐν ταῖς θλίψεσι μάλιστα, τῇ ψυχῇ ἐφάλλεται, καὶ τῷ πνεύματι τῆς ἀκηδίας χώραν ἑτοιμάζεται ὅπως τὴν ψυχὴν σκοτίσωσι, καὶ ἅμα τοὺς πόνους ἀναλέξωσιν. Ἔστω τοίνυν νόμος ἡμῶν τῆς καρδίας ἔγγραφος ἡ τῆς εἰρήνης χαρὰ, καὶ τὴν λύπην καταποντίζουσα καὶ τὸ μῖσος ἀπελαύνουσα, καὶ τὴν μῆνιν ἀφανίζουσα, καὶ τὴν ἀκηδίαν καταλύουσα, καὶ τὴν λύπην ἀμείβουσα. Ἐν γὰρ τῇ εἰρηνικῇ μακροθυμίᾳ ἐμφωλεύουσα, καὶ τῇ εὐχαριστίᾳ, καὶ τῇ ὑπομονῇ ἐλλιμνάζουσα, πέλαγός ἐστιν ἀρετῶν τὴν ἀντιπαράταξιν τοῦ διαβόλου τῷ σταυρῷ καταποντίζουσα. Νόει δέ μοι τὴν ἐναντίαν χαρὰν τεταραγμένην ἐφίστασθαι, μή πως ἄλλην ἀντ' ἄλλης σκιασθεὶς ἀπατηθῇς κατέχειν. Συσχηματίζονται γὰρ καὶ τοῖς πνευματικοῖς χαρίσμασιν οἱ δαίμονες ἵνα τῷ παρασκιάσματι τὸν νοῦν ἀποπλανήσαντες. τῶν φρενῶν ἀποστήσωσιν· ἐφίσταται γὰρ χαρὰ πνευματικὴ καρδίᾳ οὐδενὸς προκειμένου, ὅτι τὸν ἡγεμόνα τῆς κατὰ Θεὸν λύπης μετέωρον εὐρίσκει, ἔπειτα δὲ, καὶ τῷ Πνεύματι τῆς λύπης τὴν ψυχὴν παραδίδωσιν, ὅτι τῆς πνευματικῆς αὐτὴν χαρᾶς αἰχμάλωτον ἐποίησε. ΚΕΦΑΛ. Ζʹ. Φημὶ δὲ καὶ τοῦτο, ὡς ὑπηγόρευσέ τινι τῶν ἀδελφῶν ἡ πεῖρα τῶν ζητουμένων, ὅτι ἀντὶ μὲν τοῦ χαίρειν ἐν Κυρίῳ, χαρὰν οἰκείαν ὁ ἀλάστωρ ἀντεισάγει. Ἀντὶ δὲ τῆς κατὰ Θεὸν λύπης, τὴν ἐναντίαν τῷ νῷ παραπειράζει, ἵνα ταῖς ἀντιστρόφοις μεταβολαῖς τῆς τῶν κρειττόνων ἀκτῖνος μερίμναις τὴν ψυχὴν
ἀμαυρώσῃ. Διτταὶ τῆς κακίας αἱ λύπαι τυγχάνουσιν ἐν ἑκάστῃ ἐργασίᾳ ἐπιζευγμέναι, καὶ ἡ μὲν ἐφίσταται καρδίᾳ λυπηρᾶς αἰτίας οὐ βλεπομένης, ἡ δὲ τίκτεται ἐξ ἀλλοκότων αἰτιῶν ὠθουμένη, ἡ κατὰ Θεὸν 79.1104 λύπη τοῖς δάκρυσι τὴν ψυχὴν ἀνακαλεῖται, τὴν ἀπεναντίας χαράν τε καὶ λύπην μὴ παραδεχομένη, τὸν δὲ ἐπιόντα θάνατον μεριμνᾷ, καὶ κρίσιν· καὶ τοῦτο κατ' ὀλίγον κέχηνε προσδεχομένη. Ἐπιθυμίαι ἀποτυχοῦσαι φυτεύουσι λύπας· εὐχαὶ δὲ, καὶ εὐχαριστίαι μαραίνουσι ταύτας· μεταξὺ ὀργιζομένων μέση λύπη δονεῖται. Ὁ οὖν πρῶτος ἐκνήψας, ἐὰν τοῦ πάθους ἀναστῇ, καὶ τῷ ἑτέρῳ δώσῃ χεῖρα, ἀπολογίᾳ, τὴν πικρὰν λύπην ἀπελαύνει. Λύπη, ψυχῆς νόσος καὶ σαρκὸς τυγχάνει, καὶ τὴν μὲν αἰχμαλώτιδα αἵρει, τὴν δὲ ἐπὶ τόπῳ μαραίνει. Ἐξ ἐναντίων λύπη γεννᾶται, ἐκ δὲ λύπης μῆνις, τίκτεται δὲ ἐκ τούτων φρενῖτις, λοιδορία· λύπην καὶ μῆνιν εἰ θέλεις συμπατῆσαι, τὴν μακροθυμίαν τῆς ἀγάπης ἐναγκαλίζου, καὶ τὴν χαρὰν τῆς ἀκακίας περιβάλλου, ἡ σὴ χαρὰ ἑτέρῳ λύπη μὴ ἔστω· ἐπ' ἀδικίᾳ ὁ χαίρων ἐν εὐδοκίᾳ θρηνήσει, καὶ ὁ ὑποφέρων λύπας πάσχων ἀδίκως, λαμπρῶς ἀγαλλιάσεται· τὰ γὰρ μέλλοντα τοῖς παροῦσιν ἐναντία. ΚΕΦΑΛ. Ηʹ. Ἐν ταῖς θλίψεσιν εὐχάριστος ἔσο μάλιστα, ὅτι δι' αὐτῶν τῆς ἀντιλήψεως τὴν χάριν σαφέστερον αἰσθάνῃ. Οὕτω γὰρ τὰς ἐπιούσας θλίψεις εὐχαρίστως ἐκτινάσσων οὐκ ἀμαυρώσεις τῆς καρτερίας τὸ λαμπρότατον κάλλος, ἐπάν σοι μάστιγα κατὰ σαρκὸς δαίμων καταῤῥάξῃ, μεγίστου σοι μισθοῦ πρόξενος εὑρέθη, ἐὰν ὑπόθεσιν εὐχαριστίας τὴν πληγὴν καταδέξῃ. Οὕτω γὰρ καὶ αὐτὸν ἐκ σοῦ φυγαδεύσεις, Ἵνα δὲ πλεῖον ὁ μισθός σου διὰ τῆς ὑπομονῆς ἐπομβρήσῃ, διόλων τῶν ἀνδρείων πόνων ἡ ὑπομονή σου στρατηγείτω, ὅτι διὰ πάσης κακίας, καὶ ἡ ἀκηδία ἀντιστρατηγεῖ σοι, καὶ κατασκοποῦσά σου τοὺς πόνους ἅπαντας πειράζει, ὃν δὲ μὴ εὕρῃ τῇ ὑπομονῇ ἐνηλωμένον, τοῦτον καταβαρύνει ὑφ' ἑαυτὴν, καὶ κατακάμπτει, ἐὰν δὲ δαίμων τῆς ἀκηδίας πρὸς τὴν ὑπομονὴν τῶν πόνων ἀτονήσῃ, ἀπονοίας πάλιν ὁ θὴρ τὸ κατόρθωμα δάκνει· εἰ οὖν συνέσει τῆς ἀσφαλείας τοῦτο ἐλάσεις, καὶ κενόδοξον πνεῦμα ἐν αὐτῷ ἐλάσεις ἐν καιρῷ συνάξεως. Ἐπάν σοι τὸ τῆς ἀκηδίας ἐπιπέσῃ πνεῦμα, ὡς φορτικὴν ἐπιψηφίζει τῇ ψυχῇ τὴν ψαλμῳδίαν, τὸν ὄκνον, ὡς ἀντίπαλον τῇ σπουδῇ παραβάλλει, ἵνα ψαύσας τῷ τάχει τὴν σάρκα ἀνακλίνῃ τῇ μνήμῃ, ὡς κοπωθεῖσαν δῆθεν ἔκ τινος αἰτίας. Ἐπὰν οὖν ἐγρηγορότες ὦμεν νυκτὸς μὴ τὴν σύναξιν τῇ ἀκηδίᾳ ἀνακλίνωμεν, ἵνα μὴ οἱ δαίμονες ἐπιστάντες τὰ ζιζάνια τῶν λογισμῶν συνάξωσι, καὶ ἅμα τῇ καρδίᾳ κατασπείρωσιν· ὅταν γὰρ τὴν σύνοδον τῶν ὕμνων ἀπολέσωμεν, τότε τὸν σύλλογον τῶν λογισμῶν ἐπισυνάγομεν· πρὸ συνάξεως διυπνισθέντες, λογισμοὺς φωτὸς ἐν τῇ καρδίᾳ προγυμνάζωμεν, ἵνα εὐτρεπισθέντες ἔχωμεν, γρηγορούσῃ διανοίᾳ, τῇ ψαλμωδίᾳ παρίστασθαι. 79.1105 ΚΕΦΑΛ. Θʹ. Πὴ μὲν ῥοίζῳ τὸν ψαλμὸν ἐν τῇ νήψει λεκτέον, πὴ δὲ ἀδολεσχεῖν ἐν τῇ ψαλμῳδίᾳ δοκιμαστέον· κατὰ γὰρ τὴν ἔνεδραν τοῦ ἐναντίου ἀνάγκη καὶ ἡμᾶς μεταμορφοῦσθαι, διότι ποτὲ μὲν ἐλαύνειν τὴν γλῶτταν ὑποτίθενται, τῆς ἀκηδίας τὴν ψυχὴν περιεχούσης, ποτὲ μελῳδεῖσθαι τὰς λέξεις ἐρεθίζουσι, τοῦ νοεροῦ ὄμματος καθάπερ ἰσχὺν τὴν τροφὴν ἐκ τοῦ φωτὸς λαμβάνοντος. Ὁ γὰρ τῇ ὀπτασίᾳ τῶν ὑψηλῶν ἐπεκτεινόμενος ὀξυδερκέστερον ὄμμα λήψεται, κατὰ τὸ ὑπόδειγμα Ἐλισσαιέ. Ὅταν λογισμός σου ἐπιστῇ καρδίᾳ πολέμιος, μὴ ἄλλα ἀντ' ἄλλων δι' εὐχῆς ἐπιζήτει, κατὰ δὲ τοῦ πολεμίου τὸ ξίφος τῶν δακρύων ἀκόνα· οὕτω γὰρ σφοδροτάτως ἂν τῇ μάχῃ προσρήξωμεν, θᾶττον αὐτὸν ἀφ' ἡμῶν ἀποστῆναι ποιήσομεν. Φιλοκάλει σὺν τῷ ἔργῳ τῶν χειρῶν, καὶ μάλα τῆς εὐχῆς τὴν μνήμην· τὸ μὲν γὰρ οὐ πάντοτε, τὸ δὲ ἀδιάλειπτον ἔχει τῆς ἐργασίας τὸν πόρον. Μὴ ἀναβάλλου δοῦναι τῆς εὐχῆς τὸ χρέος, λογισμοῦ ἀκούων διὰ πρόσβασιν ἔργων, καὶ μὴ θορυβοῦ
ἐν τῷ ἔργῳ ταράττων τὸ σῶμα, ἵνα μὴ συνταράξῃς καὶ εὐχῆς τὴν καρδίαν. Ὥσπερ ὁ ἐκτὸς ἡμῶν ἄνθρωπος χερσὶν ἐργάζεται πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα, οὕτως ὁ ἐν ταῖς φρεσὶν ἐργαζέσθω, πρὸς τὸ μὴ ἐπιβαρηθῆναι τὸν νοῦν. Τότε γὰρ οἱ λογισμοὶ τὴν οἰκείαν ἐργασίαν τῇ ψυχῇ προσφέρουσιν, ὅταν αὐτὴν ταῖς κατὰ Θεὸν ἐννοίαις ἀργὴν καταλάβωσιν. Ἀροτρία, τὰ μὲν ἔργα τῶν χειρῶν εἰς τὸ φιλάνθρωπον, τὴν δὲ φρένα τοῦ λογιστικοῦ εἰς τὸ φιλόσοφον, ἵνα τὸ μὲν ᾖ ξένων ξενία, καὶ ὀκνηρίας ἐμπρησμὸς, τὸ δὲ, θεωρίας στρατηγὸς, καὶ λογισμῶν ἀποβρασμός· τῶν λογισμῶν ταῖς ἡδοναῖς μετὰ θάρσους ἐπιπλήξωμεν, ἅπασαν εἰς αὐτοὺς τὴν ὀργὴν περιτρέποντες, ἵνα μὴ, ἡδονῇ τὰ παρ' αὐτῶν δεχόμενοι, πρᾶοι πρὸς αὐτοὺς ἀντιστρόφως γενώμεθα. ΚΕΦΑΛ. Ιʹ. Ἑτοίμαζε σεαυτὸν πρᾶον εἶναι, καὶ μαχητὴν, τὸ μὲν τῷ ὁμοφύλῳ, τὸ δὲ τῷ πολεμίῳ· ἐν τούτῳ γὰρ ἡ χρῆσις τοῦ θυμοῦ, ἐν τῷ κατὰ τὴν ἔχθραν ἀντιμάχεσθαι τῷ ὄφει· ἐν δὲ τούτῳ καὶ τοῦ πράου τὸ ἐπιεικὲς, ἐν τῷ κατὰ τὴν ἀγάπην μακροθυμεῖν τῷ ἀδελφῷ, καὶ πολεμεῖν τῷ λογισμῷ. Ὁ πρᾶος οὖν ἔστω μαχητὴς διαιρουμένης τῆς πραότητος ἐκ τῶν δολοφρόνων λογισμῶν, καθάπερ καὶ τῆς μάχης ἐκ τῶν τῆς φύσεως ὁμογενῶν· μὴ ἀντιστρέψῃς τοῦ θυμοῦ τὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν, ὥστε θυμοῦσθαι μὲν τῷ ἀδελφῷ, κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, φιλιοῦσθαι δὲ τῷ ὄφει κατὰ τὴν συγκατάθεσιν τῶν λογισμῶν. Ὁ πραῢς, κἂν πάσχῃ τὰ δεινὰ, τῆς ἀγάπης οὐκ ἐξίσταται· εἵνεκεν γὰρ ταύτης μακροθυμεῖ καὶ στέγει, χρηστεύεται καὶ ὑπομένει. Εἰ γὰρ τῆς ἀγάπης τὸ μακροθυμεῖν, οὐ τῆς ἀγάπης τὸ θυμομαχεῖν· θυμὸς γὰρ λύπην διεγείρει, καὶ μῆνιν, ἀγάπη δὲ τὰ τρία μειοῖ. Εἰ παγίαν ἔχεις ἐν τῇ ἀγάπῃ τὴν βάσιν, μᾶλλον πρόσεχε ταύτῃ, ἤπερ τῷ πταίοντί σε· φόβῳ, καὶ ἀγάπῃ δούλευε τῷ Θεῷ τὸ μὲν ὡς Δεσπότῃ καὶ κρι.1108 τῇ, τὸ δὲ ὡς φιλανθρώπῳ, καὶ τροφεῖ· ὁ τῆς ἀγάπης ἀρετὰς κτησάμενος, τὰ πάθη τῶν φαύλων αἰχμαλωτίζει, καὶ ὁ παρὰ τῆς ἁγίας Τριάδος ἔχων ταῦτα τὰ τρία, πίστιν, ἐλπίδα, ἀγάπην, τρίτειχος ἔσται πόλις ταῖς ἀρεταῖς πυργωθεῖσα. Οὐκ ἐν τῷ μὴ λαμβάνειν μόνον παρ' ἑτέρου ἀγαπητικὸς ἀναδειχθήσῃ, ἀλλ' ἐν τῷ διδόναι ἀφειδῶς ἀποτακτικὸς ἐπιγνωσθήσῃ, ἐν τῷ διδόναι σε τὴν ὕλην ἀγωνίζου τὰ σπέρματα καθαρὰ βάλλειν, ἵνα μὴ ἀντὶ πυροῦ, ἐξέλθῃ σοι κνίδη. Θεοῦ ἐν οἷς παρέχεις μνημόνευε, καὶ δότου, καὶ λήπτορος, ὅπως σοι μετ' ἐγκωμίων λογίσηται τοὺς τῆς ἀποτάξεως μισθούς. ΚΕΦΑΛ. ΙΑʹ. Ὁ ἀκτήμων ἀμέριμνον ἔχει τοῦ βίου τὴν ἡδονὴν, ὁ δὲ φιλοκτήμων μέριμναν ἔχει τὴν ὀδύνην τοῦ πλούτου διὰ παντός· τότε δῆμον λογισμῶν αἰχμάλωτον ἐλάσεις, ὅταν ταῖς φροντίσι τῶν ὑλῶν τὴν καρδίαν μὴ δῷς· τότε καὶ τὸν σταυρὸν ἀπερισπάστως βαστάσεις, ὅταν τοῦ κτᾶσθαι τὴν ἐπιθυμίαν ἀρνήσῃ, ἀλλ' ὁ τῆς ὕλης λογισμὸς γῆράς σοι μαντεύεται· καὶ νόσους, ἵνα σου τὴν εἰς Θεὸν ἐλπίδα τοῖς χρήμασι μερίσῃ. Ὁ τὴν ἀποταγὴν ἀσκεῖν προῃρημένος, πίστει τειχιζέσθω, καὶ ἀγάπῃ κραταιούσθω, καὶ ἐλπίδι βεβαιούσθω. Ἔστι γὰρ ἡ πίστις, οὐκ ἐγκατάλειψις, ἀλλὰ τῶν κρειττόνων ὑπόστασις ἐν ἐλπίδι τῆς ὑπομονῆς, καὶ τῇ ἀγάπῃ τῆς ζωῆς. Ὅταν ἀποτάξῃ ταῖς ἔξωθεν ὕλαις ἁπάσαις, πρόσεχε τοὺς ζοφεροὺς λογισμοὺς τὴν πενίαν ἐπονειδίζοντάς σοι, καὶ ἔνδειαν, καὶ εὐτέλειαν, καὶ ἀδοξίαν σοι προσφέροντας, ἵνα τῆς τοιαύτης λαμπρᾶς ἀρετῆς μετάγνωσιν οἱ φόνιοι δολοφρόνως ἐργάσωνται. Ἐὰν οὖν τῇ συνέσει τῆς ἀθλήσεως πρόσχῃς, μᾶλλον ἐκεῖνο εὑρήσεις, ὅτι δι' ὦν σε ὀνειδίζουσι, δι' αὐτῶν ὁ στέφανός σοι πλέκεται· καὶ γὰρ ἀποτασσόμενος, δι' ἐκείνους ἀποτάσσῃ δι' ὧν ἄθλων ὀνειδίζῃ. Μὴ οὖν τῇ πάλῃ τῶν ἐντὸς λογισμῶν ἐνδώσῃς, ὅτι οὐκ ἐν ἀρχῇ τῆς ἀποταγῆς τὸ τέλος εὐφημεῖται, ἀλλ' ἐν τῷ τέλει τῆς ὑπομονῆς αἱ ἀρχαὶ στεφανοῦνται, οὐδὲ ἐν τῇ σωματικῇ
γυμνασίᾳ μόνον οἱ ἀγῶνες συγκροτοῦνται, ἀλλὰ καὶ ἐν τῇ τῶν λογισμῶν πάλῃ τὸ περὶ στεφάνου ζητεῖται. ΚΕΦΑΛ. ΙΒʹ. Δίκαζε τοὺς λογισμοὺς ἐν τῷ βήματι τῆς καρδίας, ἵνα τῶν λῃστῶν ἀναιρουμένων, ὁ ἀρχιλῃστὴς φοβηθῇ· καὶ γὰρ ὁ ὢν ἀκριβὴς τῶν λογισμῶν ἐξεταστὴς, ἔστι καὶ ἀληθὴς τῶν ἐντολῶν ἐραστής. Ἐπὰν οὖν λογισμὸς ἐπιστῇ σου τῇ καρδίᾳ δυσεύρετος, τότε ἐπὶ πλεῖον συντόνους πόνους ἐπ' αὐτὸν ἐκπύρωσον· ἢ γὰρ τὴν θέρμην ὡς ἐναντίαν οὐ φέρων ἀποδρᾷ, ἢ ταύτην ὑπομένει ὡς οἰκεῖος ὢν τῆς εὐθείας ὁδοῦ. Ἔστι δ' ὅταν οἱ δαίμονες λογισμὸν δῆθεν καλὸν ὑποβάλλοντες τῇ καρδίᾳ, καὶ παρευθὺ μεταμορφούμενοι ἐναντιοῦσθαι τούτῳ προσποιοῦνται, ἵνα ἐκ τῆς ἐναντιώσεως, νομίσῃς αὐτοὺς καὶ τὰς ἐνθυμήσεις τῆς καρδίας σου εἰδέναι· οὐ μόνον δὲ, ἀλλ' ἴνα δικάζωνται 79.1109 τὴν συνείδησίν σου κρίνειν, ὡς τῇ ἐναντιώσει τοῦ κακοῦ ἡττηθέντος τῷ καλῷ· ἔστι δὲ πάλιν ὅτε τὴν οἰκείαν σκευωρίαν ὑπεμφαίνουσί σοι ἵνα παρὰ σεαυτῷ δόξῃς φρόνιμος εἶναι. Ὅταν λογισμοὶ μεταστήσωσί σε εἰς ὃν ὑπέβαλον ἐρᾷν ἡμᾶς τόπον, τότε μεταμελεῖσθαι πάλιν ποιοῦσιν ἵνα ἀστάτους ἡμᾶς ποιήσωσι πανταχόθεν, καὶ ἀκάρπους. Διὸ μὴ πετάζωμεν ἑαυτοὺς ἀπὸ τόπων εἰς τόπους, ἀλλὰ καμπτώμεθα μᾶλλον εἰς ἡσυχίαν, καὶ κόπους, ὅτι ἐκ τῆς ἡμετέρας ῥᾳθυμίας λαμβάνουσιν καθ' ἡμῶν οἱ λογισμοὶ τὴν δύναμιν. Ὁ δὲ εἰδὼς λογισμοῦ πεῖραν ἐν ᾧ τόπῳ ἐκλήθη, ἐν τούτῳ μενέτω παρὰ Θεῷ, ὁ δὲ μὴ εἰδὼς, ἐν ἀγῶνι ἔτι βαδίζει. Ἡ τῶν τόπων μετάθεσις, ἤτω εἰς τὰ πνευματικώτερα, καὶ μὴ εἰς τὰ ἀναπαυστικώτερα· ὑπομονὴ γὰρ, καὶ μακροθυμία, καὶ ἀγάπη, ἐν ταῖς θλίψεσιν εὐχαριστεῖ· ἀκηδία δὲ, καὶ ἐλαφρία, καὶ φιλαυτία, ἐν ταῖς ἀναπαύσεσι χαίρει. Ἀνήσυχος διὰ τῶν περὶ τὰς ὄψεις αἰσθήσεων τὴν ψυχὴν πολεμεῖται, ὁ δὲ φιλήσυχος, τὰς αἰσθήσεις φυλάσσων, τοὺς λογισμοὺς πολεμεῖ. ΚΕΦΑΛ. ΙΓʹ Τῷ οὖν διατάγματι τοῦ νόμου τῶν αἰσθήσεων τὴν τάξιν ὁ ἡγεμών σου συναγαγέτω, ἵνα μὴ βλέμματι, καὶ ἀκοῇ, μάστιγας κακῶν τῇ ψυχῇ σου ταράξῃς· ἐν δυσὶν οὐσίαις ὑπάρχων, ἑκάστῃ διανέμειν τὴν τάξιν φυλάττου, ἵνα ἡ μὲν ἀριστεύῃ, ἡ δὲ μὴ ἀντερῇ, καὶ τῷ τυράννῳ τὰ ἐπιτάγματα μὴ δίδου, ὅτι τῷ πυρὶ τούτου δοθέντος, καὶ τὸν ἔσχατον κοδράτην ἀποδώσεις. Ὅταν τὰ αἴτια τῶν παθῶ ἀντιπολεμῶν τροποῦσαι, μή σε λογισμὸς μεγαλυνέτω πονηρὸς, μή πως πνεύματι πλάνης πιστεύσας, καὶ τῶν φρενῶν ἐκπλαγῇς· ἐπιζήτει δὲ λογιστεύειν τὰς ἐφ' οἷς πονεῖς ὑπερβολὰς, ὅπως τὰ τέλη τῶν κατορθωμάτων διὰ τῶν ἔνδον μὴ κλαπῇς. Τινὲς ἐπὶ κατορθώμασιν εὐφημισθέντες, τῷ χρόνῳ τοὺς πόνους ἠκηδίασαν, καὶ ἡ μὲν εὐφημία διώδευσεν, οἱ δὲ πόνοι ἐλύθησαν. Τινὲς δι' ὄγκον καλῶν σκληρουχούμενοι, μεγάλοι ἐνομίσθησαν καὶ τῆς μὲν ψυχῆς τὸ συνειδὸς ἡλκοῦτο, τῆς δὲ εὐφημίας ἡ νόσος ἐνευρύνετο, οἱ δὲ λογισμοὶ τῶν τραυμάτων τὴν ψυχὴν ἀποπλανῶντες ἐν ταῖς εὐφημίαις τοὺς πόνους ἀπέφερον. Ὁπηνίκα ταῖς παρὰ ἀνθρώπων τιμαῖς οἱ πονικώτατοι πλουτήσουσι, τὸ τηνικαῦτα καὶ τὰς ἀτιμίας οἱ δαίμονες σκευάσαντες ἐπάγουσιν, ἵνα, ἀπὸ τῶν τιμῶν ὄντες, τὰς ἀτιμίας μὴ φέρωσι, καὶ τὰς ὕβρεις μὴ βαστάσωσιν. Ὅταν ἐφ' ἁμαρτίαις μεγάλην μετάνοιαν διδῷς, τότε οἱ λογισμοὶ τοὺς ἀγῶνας τῶν πόνων μεγαλύνοντες ἁμαρτίας σμικρύνουσιν, καὶ πολλάκις τῇ λήθῃ καλύπτουσιν, ἢ καὶ συγκεχωρῆσθαι ταύτας σημαίνουσιν, ἵνα ὑπενδοὺς τοῖς πόνοις, μὴ ἀναλογίζῃ τῶν πταισμάτων τοὺς θρήνους τοὺς κατ' αὐτῶν ὠρύεσθαι πλειόνως. ΚΕΦΑΛ. ΙΔʹ. Ὁ δὲ τὰ προσπεσόντα πάθη πυκτεύων ἐκκόψαι, 79.1112 πλείονας παθῶν ὁπλίτας ἐπιστρατηγήσει τῇ μάχῃ. Μὴ ἀμνημόνει πταίσας, κἂν μετανοήσῃς,
ἀλλὰ μνήμην ἔχε τῆς σῆς ἁμαρτίας τὸ πένθος πρὸς ταπείνωσίν σου, ὅπως, ταπεινωθεὶς, τὴν ὑπερηφανίαν ἀνάγκῃ ἐκκόψῃς. Εἴ τις τῶν ἄθεσμα δρασάντων βούλοιτο μεταβιῶσαι ἀρίστως, κατ' ἄντικρυς τῶν πράξεων στήτω ἐναλλαγῇ τῶν κρειττόνων· καὶ γὰρ ὁ τὴν ἄντικρυς πρᾶξιν τῇ ἑκάστῃ πονηρίᾳ ἀνθιστῶν, τῇ συνετῇ τῶν ἀρετῶν βελοθήκῃ τοξεύει τὸν δράκοντα, τοῦ δὲ θηρὸς ὀξύτατον ὅπλον ἐστὶν ἡ κενοδοξία, τοὺς πόνους κατατοξεύουσα, ἥνπερ ὁ ταῖς κρυπταῖς τῶν ἔργων στρατηγίαις προκαταλαβὼν, ἤγγισεν ἅπασαν τὴν τοῦ διαβόλου κατενέγκαι κεφαλήν. Τὰ ἀρώματά σου τῶν πόνων σφράγισον τῇ σιγῇ, ἵνα μὴ γλώττῃ λυθέντα ὑπὸ δόξης κλαπῶσι· κρύπτε σου τὴν γλῶτταν ἐν τῷ πρακτικῷ τῆς ἀσκήσεως τρόπῳ· καὶ γὰρ σιγῶν, μάρτυρας σχοίης τοῦ βίου τοὺς ἀξιοπίστους συμβιώτας σου πόνους. Ὁ μαρτυρεῖσθαι ἀπὸ τῶν παρόντων πόνων οὐκ ἔχων τίσι ποτὲ, ἑαυτῷ μὴ γλώττῃ μαρτυρείτω· τινὲς γὰρ τῶν πόνων τῆς σκληρουχίας ἑαυτοὺς ἐκδύσαντες ὡς προκάλυμμα τῆς ῥᾳθυμίας τῶν ἀπελθόντων χρόνω τὰς πράξεις παραβάλλουσι μάρτυρας ἐκδήλους ἔργοις οὐ παροῦσιν ἀβεβαίως παρέχοντες. Ὥσπερ ἐκ τῶν ἀνθρώπων κρύπτεις σου τὰς ἁμαρτίας, οὕτω καὶ τοὺς πόνους ἐξ αὐτῶν ἀπόκρυπτε· καὶ γὰρ τὸ ἀντίτεχνον τῶν κρυφίων τῆς καρδίας, σκελισμάτων τὰ κρυφῆ, καὶ τὰ ἀναπαλαίσματα, κατ' αὐτῶν ἀντιστηρίζουσι· εἰ δὲ τὰ μὲν πλημμελήματα μετὰ ἀσφαλείας ἀποκρύπτομεν, τὰ δὲ κατ' αὐτῶν πονήματα σφαλερῶς ἀνακαλύπτομεν, καὶ τοῖς ἀμφοτέροις τὰ ἐναντία ἀναπραττόμεθα. Ἀλλ' ἐπαισχύνῃ τῶν αἰσχρῶν τὴν δημοσίευσιν, μήπως ὄνειδος, καὶ ἐξουδένωσιν ποιήσῃ τὰ τῆς ψυχῆς σου σύμφορα. Φοβοῦ καὶ τῶν πόνων τὴν ἐπίδειξιν, μή πως ἔγκλημα ἀνθρωπάρεσκον κομίσῃ τὸν τῆς ψυχῆς ὄλεθρον· εἰ δὲ καὶ μόνῳ Θεῷ ἐκφαίνεις τὰ τῆς αἰσχύνης παραπτώματα, μὴ ἀνθρώποις ἔκφαινε τὰ κατ' αὐτῶν ἀνταγωνίσματα ἵνα μὴ νομισθῶσι, νίκης εἶναι στεφανώματα. ΚΕΦΑΛ. ΙΕʹ. Οἱ τὴν δύναμιν τῶν πόνων ἀπὸ τῆς χάριτος λαμβάνοντες μὴ ὡς ἐξ οἰκείας ἰσχύος ἔχειν ταύτην νομιζέτωσαν· αἴτιος γὰρ ἁπάντων τῶν καλῶν ἡμῖν ἐστιν ὁ τῶν ἐντολῶν λόγος, ὥσπερ καὶ τῶν κακῶν ὁ ἀποβολῶν ἀπατηλός. Ἅπερ οὖν διαπράττῃ καλὰ, τὴν εὐχαριστίαν τῷ αἰτίῳ τῶν καλῶν πρόσφερε· ἃ δὲ διοχλεῖ σοι κακὰ, τῷ ἀρχηγέτῃ τούτων πρόσριπτε. Πάσης πραγματείας τὸ τέλος πρόσνεμε εὐχαριστίαν τῷ κρείττονι, ἵνα τῆς προσφορᾶς σου νομικῶς προσενεχθείσης ἡ κακία καταισχύνηται. Ὁ γὰρ τῇ πράξει τὴν εὐχαριστίαν συνάψας, ἀπόρθητον ἕξει τὸν θησαυρὸν τῆς καρδίας, διπλοῦν κατὰ τῆς κακίας πυργώσας τὸ τεῖχος. Ἐπαινετὸς οὗτος ἀνὴρ, ὁ τῇ πρακτικῇ τὴν γνωστικὴν συζεύξας, ἵνα ἐξ ἀμφοτέρων πηγῶν τὸ τῆς ψυχῆς χωρίον ἀρδεύοιτο πρὸς ἀρετήν· ἡ γὰρ γνωστικὴ πτεροῖ τὴν νοερὰν οὐσίαν 79.1113 τῇ τῶν κρειττόνων θεωρίᾳ, ἡ δὲ πρακτικὴ νεκροῖ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν πάθος, κακίαν, ἐπιθυμίαν κακήν· οἱ οὖν διὰ τῶν ἀμφοτέρων τούτων τῇ πανοπλίᾳ περιπεφραγμένοι, εὐκόλως κατεπιβήσονται λοιπὸν τῆς τῶν δαιμόνων πονηρίας. Οἱ δαίμονες διὰ τῶν λογισμῶν τῇ ψυχῇ πολεμοῦσι, κακεῖνοι χαλεπωτέρως διὰ τῆς ὑπομονῆς ἀντιπολεμοῦνται, καὶ δειλιῶντες προσίασι λοιπὸν τῇ μάχῃ κραταιὸν τὸν στρατηγὸν τῆς πυγμῆς ὑφορῶντες. Εἰ βούλει στρατηγῆσαι κατὰ τῆς φάλαγγος τῶν δαιμόνων, ἡσυχίᾳ φράττε τὰς τῆς ψυχῆς σου πύλας, θίγε δὲ καὶ τὸ οὖς σου τοῖς τῆς πατροσύνης λόγοις, ἵνα τότε μᾶλλον λογισμῶν ἀκάνθας μαθὼν ἐμπρήσῃς, ἐπὰν πατρικῆς νουθεσίας ἀκροᾶσαι. Μὴ τῶν ἔργων ἕσο δικαστὴς, ἀλλὰ τῶν ῥήσεων ἐξεταστής. ΚΕΦΑΛ. Ιςʹ. Ἔθος γὰρ τοῖς τοιούτοις λογισμοῖς εἰς τὸ πρακτικὸν τοῦ νουθετοῦντός σε ἀπάγειν, ἵνα δεινόν σε τούτου καταστήσαντες κριτὴν, τῆς
ἐπωφελοῦς νουθεσίας ἀποστήσωσι. Μὴ ἀπαναίνου νουθετούμενος, κἂν γνωστικὸς ὑπάρχῃς· ἐὰν γὰρ τὸ πρακτικὸν τῆς γνωστικῆς ἀποζευχθῇ, χρεία τοῦ ζευγνύντος τὴν ὁποτέρων τῶν ἀρετῶν ἁρμονίαν τῇ φρικτῇ τῆς κρίσεως δίκῃ. Ὁ τὴν πατρῴαν ἐντολὴν ἐκ τοῦ ὠτὸς ἐκτινάσσων, καὶ νομικῆς ἐντολῆς παρήκοος ἔσται, μὴ μόνον κατορθώματα Πατέρων τερπόμενος λάλει, ἀλλὰ καὶ σεαυτὸν ἐργάτην τούτων πονικώτατον ἀπαίτει. Ὁ πονικώτερον ἐπιζητῶν οἷός τε οἵῳ πόνῳ λογισμὸς ἀντίκειται, τεχνίτης ἐν πάλῃ κατὰ τῆς πλάνης εὑρίσκεται, ἐν ὅλοις δὲ τοῖς νοεροῖς σου πόνοις, οἷς ἐὰν ἐλλείψῃ, ὁ τοῦτον συλήσας ἀντ' αὐτοῦ παρεισδύει. Μνημόνευε τῇ συνέσει τῶν πόνων συντηρεῖν τὴν καρδίαν, μήπως ἡ λήθη τῆς τῶν κρειττόνων μερίμνης ταύτην συλήσασα τῇ τῶν λογισμῶν αἰχμαλωσίᾳ παραδῷ· ἡ γὰρ λήθη τῆς αἰχμαλωσίας προσπηδᾷ τῇ κακίᾳ, ἵνα ὑπ' ἐκείνης τοῦ νοῦ κλαπέντος, ἑτοίμως αὕτη παρεισέλθοι, νοῦς κλεπτόμενος ἀπὸ Θεοῦ, καὶ μνήμης μακρυνόμενος, καὶ διὰ τῶν ἐκτὸς αἰσθήσεων ἀδιαφόρως ἁμαρτάνει· ἀκοὴν γὰρ καὶ γλῶτταν ὁ τοιοῦτος ἀδυνατεῖ παιδαγωγῆσαι, ὅτι τὸ φίλτρον τῶν πόνων ἐκ τῶν ἐκτὸς ἐξαφῆκεν. Ὁ φιλῶν ἐξακούειν τοῦ ψέγοντος τὸν δεῖνα, δυσὶ συνεργοῖς πνεύμασι συνεργοῦσιν οἱ δύο· ἡ γὰρ κακηκοΐα τῆς κατηγορίας συνεργὸς τυγχάνει, καὶ ἐρῶσιν ἀλλήλων εἰς λύμην καρδίας. ΚΕΦΑΛ. ΙΖʹ. Ἐκ τῶν καταλαλιῶν τὰ ὦτά σου φράξον, ἵνα μὴ διττῶς σὺν αὐτοῖς ἀνομήσῃς, σαυτὸν μὲν δεινῷ πάθει ἐθίζων, γλωσσαλγεῖν δὲ ἐκείνους οὐκ ἀνακόπτων. Ψυχὴν τῶν κρειττόνων ὁ φιλοσκώπτης λῃστεύει, σαθρὰν ἀκοὴν διαβολαῖς διορύττων· ὁ δὲ διαδρῶν τὴν τοῦ πέλας λοίδορον γλῶσσαν, καὶ τὴν οἰκείαν λοιδορίαν φυγαδεύει· ἡδεῖς ἀκοὰς ὁ τῷ λοιδόρῳ παρέχων, ἰὸν θηρὸς τοῖς ὠσὶν ἀμέλγει. Μὴ γευέσθω τὸ οὗς σου τῆς 79.1116 πικρᾶς ταύτης ἀντιδότου, μή πως τοιαύτην καὶ σὺ συγκεράσῃς ἑτέρῳ, μὴ γοητεύου καταλαλιαῖς τὸ οὗς σου, ἵνα μὴ πάθει πραθεὶς, πολυπαθείᾳ δουλεύσῃς· ἓν γὰρ τῶν πολλῶν πάθος τόπον ἐν σοὶ εὑρὼν, εἰς τὸν αὐτὸν σηκὸν καὶ ἄλλα συνεισφέρει· τότε πλήθει κακῶν ὁ ἡγεμὼν δουλοῦται, ὅταν πάθει ζευχθεὶς τοὺς πόνους ἀποζεύξῃ. Ὁ τὰς ἑτέρων σκέψεις πειρώμενος ἐρευνᾷν, τὰς ἑαυτοῦ πράξεις ἕργῳ οὐκ ἐρευνᾷ, μὴ ὡς ἀμελῶς ζήσαντα, τὸν ἀποβιώσαντα σκῶπτε, ἵνα μὴ ὡς ἐκ συνηθείας τῶν ζώντων, καὶ τοῦ νεκροῦ γένῃ πικρὸς δικαστής· μὴ τοῖς πταίουσιν ἔπεχε λογισμῷ ἀλαζόνι ἐπαίροντί σε ὡς δικαστὴν, ἀλλὰ σαυτῷ πρόσεχε λογισμῷ νήφοντι, καὶ τῶν σῶν πράξεων δοκιμαστῇ. Στένε πταίων, καὶ μὴ φυσῶ κατορθῶν ἀκαταφρόνητος εἶναι μὴ μεγαλαύχει, ὅπως μὴ ὡς κόσμον τὸ κακὸν ἐνδύσῃ. Τινὲς γὰρ ἀπὸ εὐλαβείας μὴ δυνάμενοι γνωσθῆναι, ἔσπευσαν, κἂν ἀπὸ κακίας οὕτω γνωσθῆναι· ἕτεροι δὲ αὐξηθέντες τῷ φθόνῳ, προφάσεις ἀκροβολοῦσι, τοὺς εὐσταθοῦντας ταῖς ἀρεταῖς ἐξουθενοῦσι. Τοῖς πέριξ τινὲς εἰς φαῦλα θρυλλούμενοι, βίον σεμνὸν ἀμφιέννυνται, οὐχ ἵνα τὰ φαῦλα πταίσματα τοῖς πόνοις θρηνήσωσιν, ἀλλ' ἵνα τῶν ψόγων τὰς φήμας σκιάσωσιν. Ἀλλὰ μὴ τῷ ἀπατῶντί σε καλλωπίζου, μηδὲ τῷ ἀπατᾶσθαι ἐναγάλλου· ἐὰν γὰρ δι' ὄνομα ψιλὸν τῶν σπουδαίων ἐφάπτῃ, οὐ Θεῷ, ἀλλὰ ἀνθρώποις ἐργάζῃ, μὴ παῤῥησίαν ἄγε τῷ ἀπόνως βιοῦντι, κἂν ὄνομα τούτῳ μέγα πομπεύῃ· ἔστι φίλος πρὸς προσώπου χάριν, καὶ χρόνος κατήγορος τούτου γίνεται. ΚΕΦΑΛ. ΙΗʹ. Δεδοικότα φίλον σκώπτην κτῆσαι, ἵνα σκέπην εὕρῃς τῶν σῶν πταισμάτων, τὸ δὲ φθονούμενον ἐν σοὶ κρύπτε μᾶλλον τοῦ φθονοῦντος. Ὅταν ὁ σὸς φίλος ταῖς σαῖς τῶν πόνων εὐφημίαις ἐλαττούμενος εἰς φθόνον ἐκτραπῇ, ὡς καὶ τοῖς πέριξ ῥήματα κενοδοξίας ἀκοντίζειν σου τοῖς πόνοις, ὅπως τὴν διατρέχουσαν περὶ σοῦ δόξαν συσκιάσῃ τοῖς σοῖς σκώμμασι, τότε μὴ τῇ ἐκείνου βασκανίᾳ
προσέχων δηχθῇς, ἵνα μὴ ἰὸν πικρὸν τῇ ψυχῇ σου σιφωνίσῃς. Τοῦτο γὰρ ἔργον τοῦ Σατανᾶ, ἵνα ἐκεῖνον μὲν τῷ φθόνῳ ἐκπυρώσῃ, σὲ δὲ πικρίᾳ ἀναλώσῃ. Ταπεινώμεθα δὲ μᾶλλον, καὶ τῇ τιμῇ τοὺς τοιούτους προηγώμεθα ἐξημεροῦντες αὐτῶν, καὶ διὰ τραπέζης τὸ ἀγριωθὲν τῷ ζήλῳ φρόνημα. Μὴ ὡς ἐξ ἑτέρου προσώπου ψέγε ζήλῳ τὸν φίλον, ἵνα ὡς ἐξ ἄλλου δῆθεν στόματος ψέγων ἐκεῖνον, σαυτὸν ὡς ἀθῶον ποιήσῃς, καὶ ὡς ἄψογον ὑψώσῃς. Τοῦτο γὰρ μετασχημάτισμα τοῦ Σατανᾶ, τοῦ ἐκ προσώπου ὄφεως τὸν Ὕψιστον ψέγοντος, ἵνα ὡς ἐξ ἑτέρου δῆθεν στόματος τὸν ἑαυτοῦ φθόνον τῷ Θεῷ προσάψας, αὐτὸς ὡς ἄφθονος νομίζηται. Μὴ ὡς ὑπόδουλον θέλων ἔχειν τὸν ἀδελφὸν, πειρῶ τούτου πταῖσμα καταλαβεῖν, ἵνα μὴ συνεργὸς εὑρεθῇς τοῦ Σατανᾶ. Ὁ πταίσας, καὶ ἑτέρους λέγειν, ἢ πταίειν μὴ ἐπιτηρείτω, ἵνα ὡς μὴ μόνος ᾖ συμπεσὼν 79.1117 τῷ κακῷ, ὅπερ τῆς ἐκπτώσεως τοῦ διαβόλου πρῶτον καὶ τοῦτο ἔργον ἐστίν. Ἔστω δὲ μεταμελούμενος ἐφ' οἷς ἀτόποις ἔπραξεν ἔργοις· τὸν τῆς λύπης θρῆνον κατ' αὐτῶν ἐπιγινώσκων, ἐπισπάσεται δὲ καὶ τὴν πρωτοστάτην τῶν πόνων ἡσυχίαν, φαίνουσαν αὐτῷ τὴν πολυόμματον τῶν ἀρετῶν θεωρίαν. Ὁ ἡσυχάζων τῇ γλώττῃ, κατὰ τῶν λογισμῶν ἀνδριζέσθω· ἡ γὰρ τῆς ψυχῆς ἀνδρεία οὐκ ἐν τῇ ἡσυχίᾳ δείκνυται μόνον τοῦ στόματος, ἀλλὰ καὶ ἐν τῇ τῶν λογισμῶν ἀνδραγαθίᾳ, καὶ τῇ τῶν ὕβρεων, καὶ ἀδικιῶν εὐσταθείᾳ· ἐντεῦθεν γὰρ αἱ δειναὶ μάστιγες τοῦ διαβόλου περιτινάσσονται ἐν ταῖς συντυχίαις. ΚΕΦΑΛ. ΙΘʹ. Μὴ στόμα μόνον, ἀλλὰ καὶ καρδία τηρείσθω, τοτὲ γὰρ ἀμαυροῦται τῆς ψυχῆς τὸ ὄμμα τῷ τῆς ἀρεσκείας ὄμματι, τοῦ νοῦ παυσομένου. Ἔστω σου πηρὸς ὁ νοῦς περὶ τὰ αἴσχιστα, Κύριος γὰρ σοφοῖ τοὺς τοιούτους τυφλοὺς, διορατικὸς δὲ περὶ τὰ κάλλιστα, ἵνα ἐκτυφλώττῃ περὶ τὰ κάκιστα. Νόει δέ μοι, πορνείας εἶναι δύο ἐν διαιρέσει ἐζυγωμένας, τὴν τοῦ σώματος, καὶ τὴν τοῦ πνεύματος· ὅταν λογισμὸς πορνείας τῷ πνεύματί σου μίγνυται, τότε ἐκτυπώματι πλάνης ἡ ψυχή σου συγγίνεται. Προσώπῳ θηλείας σχηματίζεται δαίμων, ἵνα φαρμάξῃ τὴν ψυχὴν μετ' αὐτοῦ συμμιγῆναι· μορφῆς γλύμμα φορεῖ ἄσαρκος δαίμων ἵνα λογισμῷ ἀκολάστῳ τὴν ψυχὴν ἐκπορνεύσῃ. Μὴ οὖν συγκαλύπτου εἰδωλείῳ ἀνυπάρκτῳ, ἵνα μὴ καὶ τῇ σαρκὶ τὸ ὅμοιον δράσῃς, πνεύματι πορνείας ἐπλανήθησαν οἱ τοιοῦτοι οἱ τὰς ἔνδον μοιχείας τῶν πνευμάτων τῳ σταυρῷ μὴ σοβοῦντες. Αἴκιζε τοὺς λογισμοὺς ἀσιτίᾳ βρωμάτων, ἵνα μὴ πορνείᾳ, ἀλλὰ πείνῃ λαλῶσιν· εὐχῆς ἀγρυπνίᾳ στῆσον δάκρυον, ἵνα βοήθειαν λάβῃς του παρόντος πολέμου. Ἐν καιρῷ τοῦ τῆς πορνείας πολέμου τὰς κλήσεις τῶν ἑστιατόρων παραίτησαι, καὶ τὸν μὲν ξένον ἐπιστάντα ὑπηρετῶν ἀναπαύσεις, σεαυτὸν δὲ περικεκαλυμμένως, ἀσιτίᾳ περιφράξεις. Διπλοῦς ἔστω σοι τῶν ἀμφοτέρων ἔργων ὁ μισθὸς ἑνὶ ἑκάστῳ τὸ πρακτικὸν δι' ἀρετὴν ἀπονέμοντι· μὴ ἕνεκεν γαστρὸς συνέσθιε τῷ ἀδελφῷ, ἀλλ' ἕνεκεν Χριστοῦ συναυλίζου τῇ ἀγάπῃ. Κόρος σιτίων λογισμοὺς σιτίζει, καὶ μέθυσος ὕπνον φαντασίας ποτίζει. Τέθνηκε μετὰ τὸν φάραγγα τῆς τρυφῆς ἡδονὴ καὶ πνεῖ ἐν τῷ τάφῳ τὰ τῆς γαστρὸς λαγνεύματα. Οἱ πόνοι τῆς κληρουχίας τελευτῶσιν εἰς ἀνάπαυσιν, οἱ δὲ τρόποι τῆς τρυφῆς τελευτῶσιν εἰς κατάκαυσιν. Ὁ τῆς σαρκὸς τὸ ἄνθος τῇ ἀσκήσει μαραίνων καθ' ἡμέραν ἐν τῇ σαρκὶ μελετᾷ τὴν ἑαυτοῦ τελευτήν. Καρδίας λογιστεία τὸ σῶμα συμμετρείτω, ἵνα μὴ τούτου πληγέντος, καὶ αὕτη κοπιάσῃ· ἀρκείσθω σὰρξ τὰ φυσικὰ περικόπτειν· ἡ σωματική σου γυμνασία ἐν τοῖς ἤθεσιν οἰκονομείσθω, ἵνα μάθῃς καρδίᾳ πονεῖν, καὶ ψυχῇ συμπονεῖν. ΚΕΦΑΛ. Κʹ. Οἱ τοῦ προσώπου τὴν ὠχρείαν ἐν τῇ ἀσκήσει λάμποντες τὸν παρὰ τῶν ἀνθρώπων ἔπαινον καὶ πρὶν 79.1120 ἐλθεῖν ῥιπτέτωσαν, τοῦτον τοῦ λογισμοῦ, καὶ πρὸ τῆς συντυχίας ἔνδον ἐμβάλλοντος. Ὅταν χρονίσῃς ἀπεχόμενος οἴνου, καὶ
ἐλαίου, καὶ τῶν περιττῶν, τότε οἱ λογισμοὶ τοὺς χρόνους σοι μετ' ἐγκωμίων ψηφίζουσιν ὑπενδοῦναί σε τοῖς πόνοις διὰ τὸ σῶμα γυμνάζουσι. Εἰκότως οὖν τοῖς κακογνώμοσιν ἀντιφθέγξῃ διαψηφισταῖς, ὅσα πρὸς ἀνατροπὴν τῆς ἐκείνων σκαιωρίας ἀντίκεινται. Τίς τῶν ἀδελφῶν τοὺς πόνους κατὰ δαιμόνων, ὑπὸ τῶν ἔνδον ἐπαινούμενος ἔψαλλεν. «Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι· Εὖγε! εὖγε!» Μὴ τὸν λογισμὸν ἀνάσχῃ πολυετῆ σοι κύκλον ἐν τῷ μονήρει βίῳ φερόντων, ἵνα μή σου τοὺς πόνους τοῖς χρόνοις κρεμάσωσι, μηδὲ ἐν τῇ ὑπομονῇ τῆς ἐρημίας καυχήσει ζωγρηθῇς· ἀλλ' ἐν τῇ ὑπομονῇ τῆς εὐτελίας τοῦ δοῦλος ἀχρεῖος εἶναι μνήσθητι. Διὰ γῆρας βαθύ τινα τῶν καρτερικῶν μονηρεμίτην πρεσβύτην ἐκ τῆς ἐρημίας αἵρειν ἐβιάζετό τις. Ὁ δὲ πρὸς αὐτόν· Παῦσαι, φησὶ, βίας, οὔπω γὰρ τῆς ἐξορίας ὁ κακοῦργος ἀνακέκλημαι. Ζητοῦντος δέ μου τοῦτον τῆς διδασκαλίας λόγον μαθεῖν, ἔφη· Ζήτει, πρῶτον ἐμπόνως τὸν ἔμφυτον φόβον, καὶ τότε ἔνδον εὑρήσεις τὸν ἔμπειρον λόγον, τὸν διδάσκοντα ἄνθρωπον γνῶσιν. Ὁ δ' αὐτὸς ἐπερωθεὶς καὶ περὶ φόβου, οὕτως ἀπεκρίνατο· Ὁ μέριμναν ἔχων τοῦ θανάτου τὴν μνήμην, ὁδηγεῖται καὶ εἰς τὸν τῆς κρίσεως φόβον. Φόβῳ τῶν θείων Γραφῶν καθ' ἑκάστην συνόμιλος γίνου· τῇ γὰρ τούτων συνουσίᾳ λογισμῶν ἐξοίσεις ὁμιλίας. Ὁ μελέτῃ τὰς θείας Γραφὰς θησαυρίζων ἐν τῇ καρδίᾳ, τοὺς λογισμοὺς ἐκ ταύτης ῥᾳδίως ἐκβάλλει. Ἀναγνώσει νυκτερινῇ ἐν ταῖς ἀγρυπνίαις τῶν θείων ἀκροώμενοι, μὴ τὰς ἀκοὰς τῷ ὕπνῳ νεκρώσωμεν, μηδὲ τῇ τῶν λογισμῶν αἰχμαλωσίᾳ τὴν ψυχὴν προδώσωμεν, ἀλλὰ τῷ κέντρῳ τῶν Γραφῶν τὴν καρδίαν κατανύξωμεν, ὅπως τῇ τῆς ἐπιμελείας κατανύξει τὴν ἀντίζυγον ἀμέλειαν διχοτμήσωμεν. ΚΕΦΑΛ. ΚΑʹ. Τινὲς διὰ φήμην, καὶ οὐκ ἐπιμέλειαν ψυχῆς, τοῖς εὐλαβέσι φιλιοῦνται, ἵνα ἑαυτοῖς κόσμον περιποιήσωσιν ἀπόνως· ὁ δὲ διὰ μνήμην τῶν ἐπουρανίων, δι' ἀγάπην πυρούμενος, τὴν ἀρέσκειαν τῶν ἐπιγείων ἐκ τῆς ἐννοίας ἐκκαθαίρεται. Τὸ διαμαρτυροῦν σοι συνειδὸς μὴ παραπέμπου λογισμῷ καταφρονοῦντι, καὶ γλυκολογοῦντι τὸ πταῖσμα, τῷ φιλονεικοῦντι μὴ συνδιατείνου, ἵνα μὴ πάθει πάθος στρατεύσας τῆς ἀρετῆς ἡττηθῇς, τῷ ὑπερηφάνῳ μὴ συνεπαίρου λογισμῷ ἀντιφυσῶντι εἰς ἀντάνεμον πνεῦμα. Οὐκ αἶνος γλώσσῃ τροχαλῶς φθεγγομένῃ, ἀλλὰ χείλεσι δόξα εὐσταθῶς κινουμένοις· ἀκροώμενος λόγων, ἐρώτα τὸν νοῦν σου καὶ τότε διακρίνας τὸ ψήφισμα δώσεις· μὴ παραλογίζου τὸν νοῦν σου ἀβουλίᾳ ῥημάτων, ἵνα μὴ κρημνησθείη ἡ χανανιτίς σου γλῶσσα. Μή σε πνεῦμα πολυῤῥῆμον πλανήσῃ, ἐν αὐτῷ γὰρ φωλεύει τὸ δόλιον ψεῦδος. Ὁ ταῖς παρ' ἑτέρων λοιδορίαις 79.1121 δακνόμενος, καὶ μὴ ταύτας τῷ διαβόλῳ προσρίπτων. τὸν τῶν λογισμῶν αὐτοῦ δῆμον ἑαυτῷ ἐπεγείρει, καὶ εἰς ἑαυτὸν βέλη σκευάζειν ἔτι μᾶλλον ἐρεθίζει, ἐν τῷ τὴν ψυχὴν διὰ τῶν τοιούτων τιτρωσκομένην συμπίπτειν. Ἕνεκεν διακονίας ἐπ' ἀλλοδαπῆς ἐὰν βαδίσῃς, μὴ φιλοξενεῖσθαι παρὰ πάντων εὐτρεπίζου, ἀνάξιον σεαυτὸν τῆς δόξης καταλέγων ἵνα οὕτω τὸν τῆς λοιδορίας λογισμὸν φυγαδεύσῃς, κἂν λέγῃ τἀληθῆ. Νομίζω, ὡς, οὐκ οὔσης ἀγάπης, λοιδορούμενος τὰ μέγιστα, ἢ ἀδικούμενος, οὐ μνησικακήσεις, ἀλλ' εὐλογήσεις. Ὁ γὰρ δαίμοσι μνησικακῶν, ἀνθρώποις οὐ μνησικακεῖ· εἰρηνεύει δὲ μετὰ δαιμόνων, ὁ τῷ ἀδελφῷ μνησικακῶν. Ἐμπρησμὸς καρδίας μῆνις ἀντιλογίας, ψυχαὶ δὲ ἀμνησικάκων δροσίζονται πνευματικῶς· ἄνθρακες πυρὸς σπινθῆρας ἐρεύγονται, οὕτω καὶ μνησίκακοι ψυχαὶ λογισμοὺς πονηρούς· ὥσπερ πληγὴ σκορπίου δριμύτατον ἔχει τὸν πόνον, οὕτω καὶ μνησίκακος ψυχὴ πικρότατον ἔχει τὸν ἰόν. ΚΕΦΑΛ. ΚΒʹ. Πνεύμασι πορνείας μνησικάκει καὶ κενοδοξίας, δυσὶ πικροῖς δαίμοσιν ἐναντίοις ἀλλήλων· ὁ μὲν γὰρ πρόσωπα φεύγει, ὁ δὲ προσώποις χαίρει. Καὶ
ὁ μὲν τῆς ἀσελγείας δαίμων τῷ τῆς ἀσκήσεως ἀγωνιστῇ τὰς ῥυπαρίας ἄφνω ἀκοντίσας ἐφάλλεται ὀξέως, τῆς διαπύρου τῶν πόνων δᾳδουχίας τὴν θέρμην μὴ φέρων, τῷ δὲ τῆς ἐγκρατείας χαυνωθέντι κολακείᾳ ἡδονῶν τὸ κατ' ὀλίγον ἐπιβατεύει συνομιλεῖν τῇ καρδίᾳ, ἵνα ἐξαφθεῖσα ταῖς κακίαις διαλεχθῇ καὶ αἰχμαλωτισθῇ, καὶ τὸ τῆς ἁμαρτίας μῖσος εἰς πέρας ἀγάγῃ. Ὁ δὲ τῆς κενοδοξίας πλάνος δημοχαρὴς τυγχάνων παρεσκιασμένως ἐφίσταται τῇ ψυχῇ τῶν ἐθελοπόνων τὴν δι' ὧν πόνων ἐργάζονται δόξαν ἐν αὐτοῖς θηρώμενος. Εἴ τις οὗν βούλοιτο σὺν Θεῷ τούτων περιγενέσθαι, λεπτυνέτω τὴν σάρκα κατὰ τῆς πορνείας, ταπεινούτω δὲ τὴν ψυχὴν κατὰ τῆς κενοδοξίας. Οὕτω γὰρ ῥᾳδίως τοῦ μὲν τὴν ματαίαν δόξαν ἐξώσομεν, καὶ Θεῷ εὐαρεστήσομεν, τοῦ δὲ τὰς ἀκαθάρτους φαντασίας φυσήσομεν, καὶ καθαρὰν ἡδονῶν τὴν καρδίαν ποιήσομεν. Χαλεπώτατόν ἐστι συνηθείᾳ ἡδονῶν συνθάπτεσθαι τὴν καρδίαν, καὶ πολλῶν χρεία κόπων τὴν νομὴν κακῶν εἰς ἄκρον ἐκκόψαι. Μὴ οὖν ταῖς ἡδοναῖς τὸν λογισμὸν συνομιλεῖν ἐθίσῃς· ἐν γὰρ συλλόγῳ κακῶν ἐκκαίεται πῦρ οὕτω γὰρ ἐκθερμαίνοντές σε, λογίζεσθαι ποιοῦσι κόπον εἶναι τὴν πυρὰν τῆς φύσεως κρατῆσαι, καὶ ὅτι πολὺς ὁ τῆς ἐγκρατείας βίος, ἀναφέρουσι δέ σοι καὶ μνήμας ὧν σε νύκτωρ φαντάζουσιν αἰσχρῶν, μορφάζοντές σοι πυρωτικὰ τῆς πλάνης εἴδωλα, εἶτα καὶ σφοδρότερον ἐν τῇ σαρκὶ ἐξάψαντες τὸν πυρετὸν τῷ νόμῳ τῆς ἁμαρτίας γνωμοδοτοῦσί σοι ἔνδον, ὅτι οὐκ ἰσχύεις κατασχεῖν τὴν τῆς φύσεως βίαν, κἂν σήμερον ἁμαρτήσῃς δι' ἀνάγκην, ἀλλ' αὔριον μετανοήσεις διὰ τὴν ἐντολήν. Φιλάνθρωπος γὰρ ὁ νόμος, καὶ συγχωρῶν ἁμαρτίαν τοῖς μετανοοῦσι. Καὶ φέρουσί τινας τῶν μετ' 79.1124 ἐγκρατείας πταισάντων, καὶ πάλιν μετανοησάντων· ἵνα ἐκ τούτων πιθανοποιήσωσι τῆς ἑαυτῶν ἀπάτης τὴν συμβουλήν· ὅπως τῇ ἀντιστρόφῳ μετανοίᾳ ψυχὴν ἀνακαλέσαντες, τὸν ναὸν τῆς σωφροσύνης πορνεῖον ποιήσωσιν. Οὕτως ὑποσυρίζουσιν οἱ δίγλωττοι τὸν λογισμὸν ὄφεις ἐν τῶ κινουμένῳ τῆς καρδίας ἐργαστηρίῳ. ΚΕΦΑΛ. ΚΓʹ. Σὺ δὲ, ὦ τῆς ἐγκρατείας ἄνθρωπε, μὴ προφάσει πάλιν μετανοίας δελεάζου ἐλπίσιν ἀδήλοις, πολλοὶ γὰρ πεσόντες εὐθὺς ἀνηρπάγησαν, ἕτεροι δὲ ἀναστῆναι οὐκ ἴσχυσαν τῇ τῶν ἡδονῶν συνηθείᾳ ὡς ὑπὸ νόμον δεθέντες. Τί γὰρ οἶδας, ἄνθρωπε, εἰ ζήσεις, ἵνα καὶ μετανοήσῃς, ὅτι χρόνους ζωῆς ἑαυτῷ ὑπογράφεις; Κἀνταῦθα πταίων, τῇ σαρκί σου χαρίζῃ, δέον μᾶλλον χαρίσασθαι σεαυτῷ θανάτου τὴν μνήμην καὶ ἵνα ζωγραφῇ σου τῇ καρδίᾳ τὴν φοβερὰν τῆς κρίσεως δίκην, εἴ πως δυνηθείης τὸ πυρεταῖνον τῆς σαρκὸς φρόνημα κατασβέσαι· οὐ γὰρ ἄλλως κατασβέσεις τὰ πάθη, πρὶν ἢ τῇ σαρκί σου συγκεράσῃς τοὺς τῆς ἀνασκευῆς αὐτῶν πόνους. Οὔτε μὴν ψυχικὰ, πρὶν ἢ τῇ καρδίᾳ ἐξομβρήσεις τοὺς καρποὺς τῆς ἀγάπης. Τὰ μὲν σωματικὰ πάθη ἐκ τῶν φυσικῶν τῆς σαρκὸς τὴν ἀρχὴν λαμβάνει, καθ' ὧν καὶ ἡ ἐγκράτεια, τὰ δὲ ψυχικὰ ἐκ τῶν ψυχικῶν τὴν κύησιν ἔχει, καθ' ὧν καὶ ἡ ἀγάπη. Ἡ ἀγάπη ἀπαθείας ἐστὶ συνάφεια, παθῶν δὲ ἀπαλοιφὴ, τὴν μακροθυμίαν προφέρουσα, καὶ τὸν ζέοντα θυμὸν καταψύχουσα, τὴν ταπείνωσιν προβάλλουσα, καὶ τὴν ὑπερηφανίαν καταφέρουσα. Ἀγάπη ἔχει μὲν ἴδιον οὐδὲν πλὴν τοῦ Θεοῦ· αὕτη γάρ ἐστιν ὁ Θεός. Ὁ εἰς τὴν φαιδρὰν τῶν μοναχῶν σύγκλητον νεοπαγὴς τυγχάνων, ἀπωθείσθω τοὺς λογισμοὺς τοὺς προσιόντας αὐτῷ εὐφημίας ἀπὸ τῆς συγγενείας, ἵνα μὴ τὸν ἐξ ἀνθρώπων ἔπαινον, ἀλλὰ τὸν ἐκ τῶν ἐντολῶν μακαρισμὸν ἐπιζητοίη. Τῶν δὲ τὰς δειλίας εἰσβαλλόντων δαιμόνων καταθαρσείτω· οὐ γὰρ ἐλάβετε πνεῦμα δειλίας πάλιν εἰς φόβον· πνεύματι δειλίας ἑαυτὸν μὴ καταπτησσέτω, μήτε τοὺς νυκτερινοὺς κτύπους τῶν δαιμόνων τρεμέτω, ὁπόταν οὔτε κατὰ χοίρων ἔχωσιν ἐξουσίαν. Ἐν ταῖς ὀψιναῖς οὖν ἐξελθὼν τῆς κέλλης, μὴ θροείσθω, καὶ φεύγων ἀνόπιν εἰσπηδάτω, ὡς τῶν δαιμόνων δῆθεν κατατρεχόντων, ἀλλὰ κλίνας τὰ γόνατα
ἐν ᾧ τόπῳ δειλιᾷ εὐξάσθω, οὐ γάρ σοι ἐπιπεσοῦνται κἂν οὕτω σε θροήσωσιν· ἐπειδὰν δὲ ἀναστῇς θάῤῥυνε τὴν καρδίαν, παρακάλει τῇ ψαλμωδίᾳ, «Οὐ φοβηθήσῃ (λέγων) ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος, καὶ δαιμονίου μεσημβρινοῦ.» Οὕτω γὰρ ἅπαξ καὶ πολλοστὸν ποιήσας, τὸν δαίμονα τῆς δειλίας θᾶττον ἀφ' ἑαυτοῦ ἀπελάσεις. Ἀδυνατοῦντες γὰρ ἔργῳ βλάπτειν, ταῖς φαντασίαις τὴν ψυχὴν δειλοκοποῦσιν, ἵνα οἱ 79.1125 ἄνθρωποι τοὺς ἀσθενεῖς, καὶ ἀδυνάτους, ἰσχυροὺς καὶ δυνατοὺς εἶναι νομίσωσι. ΚΕΦΑΛ. ΚΔʹ. Καλλίστοις ἱματίοις μὴ σεαυτὸν περιστολίσῃς, ἵνα μὴ τὸν τῆς κενοδοξίας δαίμονα προφανέστερον ἐνδύσῃ· οὐ γὰρ ἐν κάλλει ἱματίων αἱ ἀρεταὶ φοροῦνται, ἀλλ' ἐν κάλλει ψυχῆς οἱ πόνοι χρυσοφοροῦνται· τὸν δὲ τοῦ Θεοῦ φόβον ἐπενδύου τῶν τῆς κρίσεως κολαστηρίων, ὅπως φόβῳ πυρὸς ἀκατάσβεστον τὴν θέρμην ἐπενδύσῃ, καὶ κατὰ τῆς κακοτεχνίας θᾶττον τῶν λογισμῶν σοφισθήσῃ, ἀρχὴ γάρ ἐστιν ὁ φόβος τῆς σοφίας. Ὁ τῶν λογισμῶν τὴν πλάνην διὰ πείρας ἐξαγγέλλων, οὐ πᾶσιν εὔγνωστος ἔσται πλὴν τῶν ἐν πείρᾳ, ὁδὸς γὰρ τῆς ἐν τούτῳ τῷ μέρει γνωστικῆς ἡ πεῖρα καθέστηκεν· αἰτία γὰρ ἀμφοτέρων ἐστὶν ἡ πρακτικὴ, ἥνπερ πονικώτερον κατέχοντες, ἑαυτοὺς ἐπιγνωσόμεθα καὶ λογισμῶν καταγνωσόμεθα, καὶ Θεὸν ἐπιγνωσόμεθα. Ὁ ἐκ πρακτικῆς ἐκδημίας, καὶ γνωστικῆς ἐνδημίας τῶν λογισμῶν τῇ τέχνῃ τοὺς ἀφελεῖς ἀλείφων, βλεπέτω μὴ εἰς ἔνδειξιν δόξης τὴν γνωστικὴν κομπάζῃ· εἰ δὲ λογισμὸς τούτων μεγαλύνων λῃστεύει, εἰς βοήθειαν λαβέτω τὸν Ἕλληνα Ἰοθὸρ, Μωϋσῇ τῷ μεγάλῳ προφήτῃ τὴν ἀπὸ τῆς χάριτος σοφὴν συμβουλίαν διὰ κρίσιν ἐκδόντα. Ἤτω σου τῶν λογισμῶν ἡ δύναμις τὰ ἔργα, τὰ γὰρ πρακτέα τῶν λεκτέων ἐστὶ φιλοσοφώτερα, καθάπερ, καὶ ἐπιπονώτερα· πράξεως παρούσης ὥσπερ οἱ λόγοι ἐξαστράπτουσιν, ἔργων δὲ μὴ παρόντων, οἱ λόγοι τῶν ἔργων δύναμιν οὐκ ἀστράπτουσι. Πολιῶν ἔγκλημα, λόγος νεώτερος, καὶ χείλη πέρπερα τινασσόμενα γέλωτι, ὁ δὲ ταράττων καὶ ταραττόμενος εἰκῆ, γαλήνης ἐκτὸς ἔσται, καὶ κλύδωνος οὐκ ὄντος, χειματίζεται. ΚΕΦΑΛ. ΚΕʹ. Μὴ τὴν ἄκαιρον γλῶσσαν λεξιθήρει, ἵνα μὴ τὸ αὐτὸ ὑφ' ὧν οὐ θέλεις ὑπομείνῃς. Φεῦγε πτερνίσαι τοῦ πλησίον τὴν γλῶτταν, ἵνα καὶ σὺ τοῦ διαβόλου τὸν πτερνισμὸν διαφύγῃς· φεῦγε ὀνειδίσαι ἀδελφοῦ σου τὸ πταῖσμα, ἵνα μὴ τῆς συμπαθείας ὡς ἀλλόφυλος ἐκπέσῃς. Ὁ τὴν χρηστότητα, καὶ τὴν ἀγάπην εἰς τὸν ἀδελφὸν μὴ ἔχων, πῶς τῆς χριστοφόρου ἀγάπης μέλος ἂν εἵη; Ἐπὰν τῇ συντόνῳ σου νηστείᾳ ἀδελφὸς παραβάλῃ, μὴ τῶν λογισμῶν τὴν ἀηδίαν παραδέξῃ ὑποτιθεμένων σοι ὄχλησιν τῇ ἡσυχίᾳ, ἐγκοπὴν δὲ τῇ νηστείᾳ, ποιοῦσι δὲ τοῦτο ἵνα ἰδὼν τὸν ἀδελφόν σου μὴ ὡς Θεὸν αὐτὸν ἴδῃς. Τὰς συνεχεῖς τῶν ἀδελφῶν ἐπιστασίας ὀχλήσεις εἶναι μὴ φάσκωμεν, συμμαχίαν δὲ μᾶλλον πέλειν· κατὰ τῆς φάλαγγος τοῦ ἀντιπάλου τὴν αὐτῶν χοροστασίαν ἐμπιστεύσωμεν. Οὕτω γὰρ τῷ φίλτρῳ τῆς ἀγάπης ἑνωθέντες, τὴν κακίαν ἐξωθήσομεν, καὶ τὰ ἔργα τῶν χειρῶν εἰς τὸν τῆς φιλοξενίας θησαυρὸν μετακομί.1128 σομεν. Μὴ, ὡς χάριν παρέχοντες τοῖς ἀδελφοῖς, τούτους δεξιωσώμεθα, ἀλλ' ὡς ὑπόχρεοι ὄντες τῷ δανείσματι μεθ' ἱκεσίας ξενίζωμεν, καθὼς ὑπέδειξε Λώτ. Τινὲς ἐπὶ ξένῳ ἀξιώματι καὶ ξένως ἐπαίρονται, καὶ ὅταν μὲν ξένον καλῶσιν οὐδόλως παρακαλοῦσιν, ἀλλὰ καὶ τὸν τῆς κλήσεως λόγον τῷ τύφῳ πλατύνουσι, τὸν δὲ παραιτούμενον ὡς ἐφ' ὑβρικότα μέμφονται· διὰ τοῦτο μέγα φύσημα ἐντεῦθεν ἀνακαίεται. Οἱ γὰρ λογισμοὶ τὸ ὄμμα τῆς ψυχῆς παρακεντοῦντες τυφλώττουσιν, ἵνα ταῖς καλλίσταις τῶν ἐντολῶν κακίστως χρησώμεθα.
ΚΕΦΑΛ. Κςʹ. Ὅταν λογισμὸς ἐγκόψῃ σε, μὴ ἄγαν βιάσασθαι τῇ τραπέζῃ τὸν ἀδελφὸν, τότε δι' αὐτοῦ κωμῳδεῖ σε, μὴ βεβιασμένην ἔχειν γλῶτταν εἰς τὴν βίαν τῆς ἀγάπης· σοὶ μὲν γὰρ ἴσως ὑποβάλλει τῶν κυκλευτῶν ἕνα τὸν ἀδελφὸν ὑπάρχειν, καὶ ὅτι ἄρτοις ἀρκεσθεὶς ἀφικέσθω, ἐκείνῳ δὲ ἐμβάλλει φιλοξενίαν παρὰ σοὶ τὸ παράπαν μὴ εὑρηκέναι· τῆς γὰρ πρακτικῆς αὐτοῦ μεταβολῆς τὸ ὄμμα βαστάζων, ἕνα τῷ ἑνὶ ἐν ταῖς καρδίαις ἐμβάλλει, ἵνα τοῦ μὲν τὴν φιλοξενίαν ὑπεκκόψῃ, τοῦ δὲ λοιδορίαν ἐκβλαστήσῃ. Ἀβραὰμ καθήμενος πρὸ τῆς σκηνῆς, εἰ που τινὰ τῶν παριόντων ἑώρα, ἔργῳ προσεδέχετο· ζῶσιν ἐν ἀσεβείᾳ ἐξήπλου τὴν τράπεζαν, βαρβάρους δεχόμενος, ἀγγέλων οὐκ ἀπέτυχεν. Ἴσασι τὴν τῆς φιλοξενίας γλυκύτητα ὅσοι ξενιτεύσαντες ὑπὸ ταύτην ἐξενίσθησαν, ὅτε καὶ λόγος προσηνὴς, γλυκεῖαν ἀρτύει τὴν τράπεζαν τῇ καρδίᾳ. Μετὰ πολλῆς οὖν σπουδῆς τὴν φιλοξενίαν χρηστοποιώμεθα, ἵνα μὴ μόνον ἀγγέλους, ἀλλὰ καὶ Θεὸν ὑποδεξώμεθα. «Ἐφ' ὅσον γὰρ, φησὶν, ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.» Τὶς τῶν γνωστικώτερον τὴν ἀρετὴν μετιόντων οὕτως ἀπεκρίνατο· Τὰς ἐνηχούσας τῶν δαιμόνων ἐν τῇ καρδίᾳ φαντασίας εἴωθεν ἐξαφανίζειν ἡ τῆς φιλοξενίας σπουδὴ, καὶ δαψιλὴς ὑπηρεσία προθύμως γινομένη, εἴπερ τις τῶν ὑλῶν ὁπωσδηποτοῦν ἀπήλλακται· ταῦτα δὲ γινόμενα μετὰ ταπεινώσεως, καὶ συντριβῆς καρδίας θᾶττον ἀπαλλάττειν τῶν φαντασιῶν τὸν κάμνοντα. Σφόδρα γὰρ δεδοίκασι τὴν ταπείνωσιν οἱ δαίμονες, εἰδότες ταύτην δεσποτικὴν γεγενῆσθαι ἐντολήν. Τίς τῶν δοκιμωτάτων περὶ ταπεινώσεως λόγον κινῶν, καὶ τοῦτο κατεμήνυσεν, ὅτι Πατὴρ, φησὶ, τῶν πάνυ δοκίμων ὑπὸ δαιμονῶντος, καὶ δεινῶς ἀφραίνοντος τὴν σιαγόνα κρουσθεὶς, εὐθὺς ἐναλλάξας, καὶ τὴν ἄλλην ἑτοίμην παρέθηκεν, ὁ δὲ ὡς ὑπὸ ἀστραπῆς τῆς ταπεινώσεως ἀντικρουσθεὶς, καὶ κραυγάσας, ἀθρόως τοῦ πλάσματος ἀφήλλατο. ΚΕΦΑΛ. ΚΖʹ. Ἐπιφανίου τοῦ ἁγίου ἐπισκόπου καὶ οὗτος ὁ λόγος. Ἐγένετο ὅτι, φησὶ, χήρας πιστῆς υἱὸς ἕχων 79.1129 δαίμονα Πύθωνος, ἐν τῇ πληγῇ χρονίσας θραπείαν οὐχ ὑφίστατο. Τῆς δὲ τούτου μητρὸς ἐπιταπεινωθείσης τῷ πένθει, εὐχαριστία τὸ πάθος κατέψυξεν, ἤπερ ἐκ σταυροῦ τὴν ψυχὴν κρεμάσασα, τὸν δαίμονα τοῦ παιδὸς ταῖς εὐχαῖς ἀπέῤῥηξε· τοῦ γὰρ νέου ἐν τοῖς μέρεσι τοῖς πέριξ πλανωμένου καὶ τῆς μητρὸς οἴκοι εὐχομένης, τὸ ταύτης ὅνομα βοῶν ὁ δαίμων βασάνοις ἠλαύνετο· ἡ δὲ αὐτὸ τοῦτο ἀκούουσα, οὐκ ἐπέδραμε τῷ πράγματι τὴν μάχην τῆς φύσεως τῇ ταπεινώσει δεσμεύουσα, ἑλκομένη δὲ παρ' ἄλλων ἀβουλήτως ἀπήγετο, ἐπέκεινα δὲ καὶ ὁ δαίμων χρῆσθαι τῇ φυγῇ ἐμαίνετο. Ἡ μὲν οὖν ἐπιστᾶσα, καὶ τοῖς δάκρυσι τὸν παῖδα περιπτυξαμένη, τὴν εὐχαριστίαν, καὶ ταπείνωσιν κατὰ τοῦ δαίμονος προὐβάλλετο, πικρῶς δὲ κλαυσάσης, καὶ Χριστὸν ἱκετευσάσης, καὶ τὸν σταυρὸν τυπωσάσης, πρὶν μαστίγων πολλῶν, θᾶττον τοῦ παιδὸς ὁ δαίμων ἀπέδρα. Ζηλοῦσιν οἱ δαίμονες τοὺς ἐν ὑποταγῇ Πατρὸς ἀστράπτοντας, καὶ τρίζουσι κατ' αὐτῶν τοὺς ὀδόντας, ὅτι ἐν τῇ ὑποταγῇ τὴν ἀποταγὴν ἀμερίμνως ἐζύγωσαν, καθ' ὧν καὶ προφάσεις ἀκριβολογοῦντες παροξυσμοὺς ἀρτύουσι, καὶ τῇ συμβαινούσῃ ὀργῇ, τὴν μῆνιν ἐγγλύφουσιν, ἔπειτα δὲ καὶ μῖσος πρὸς τὸν Πατέρα κατ' ὀλίγον ἑψοῦσιν, ὡς ἅτε δῆθεν ἀδίκως ἐπιπλήττοντα, καὶ κατὰ πρόσωπον προσέχοντα· ἵνα ἐκ διαφόρων τρόπων τὴν ψυχὴν περιτινάξαντες, τῶν ἀγκαλῶν σκορπίσωσι τῶν πατρικῶν. Ὁ οὖν ἐν ὑποταγῇ Πατρὸς ὑπάρχων, ὕβρεσιν ἡττάσθω, καὶ ταπεινώσει νικάτω, καὶ μακροθυμίᾳ ῥυθμιζέσθω, καὶ μὴ τῶν λογισμῶν ὑπογογγυζόντων ἀνεχέσθω πρὸς αὐστηρότητα, καὶ ἀδελφῶν θρασύτητα.
ΚΕΦΑΛ. ΚΗʹ. Καὶ ὅτι μοχθηρᾶς δουλείας ἡ ἐλευθερία ἰσόζυγος οὐ τυγχάνει, εἰσβάλλουσι γὰρ μάλιστα, καὶ περαιτέρω τούτων, ἵνα αὐθάδη τὸν ὑπεξούσιον ποιήσαντες, εὐχερῶς εἰς τὰς ὕλας περιπείρωσι· τοὺς μὲν γὰρ καὶ διὰ τούτων τῆς πατροσύνης χωρίσαι σπουδάζουσι, τοὺς δὲ καὶ δι' ἑτέρων. Ἔργασαι, καὶ κτῆσαι, καὶ ξένισαι, ἔνδον ἐπᾴδοντες, ὅπως ὄνομα καλὸν σεαυτῷ περιποιήσῃ· ἀπὸ γὰρ τῶν δῆθεν καλῶν τὰ ζιζάνια τῆς πονηρίας τὸ κατὰ μέρος ἐνσπείρουσι, καὶ παρὰ μὲν τὰς ἀρχὰς ἀφιᾶσιν αὐτὸν τῇ κενοδοξίᾳ ἐγγλυκαίνεσθαι, καὶ νήφειν τῇ συνεχεῖ νηστείᾳ, καὶ προθύμως ἀνίστασθαι ἐν ταῖς προσευχαῖς, καὶ ἐν ταῖς συνάξεσιν, ὡς ἵνα λογίζηται, ὅτι Ὑπεξούσιος ὢν τοιοῦτος οὐκ ἐτύγχανον· ἐκεῖ γὰρ καὶ ὕβρεις, καὶ λύπαι, καὶ ταραχαὶ, ἐνταῦθα δὲ εἰρήνη, καὶ γαλήνη, καὶ χαρὰ, ἐκεῖ Πατρὸς αὐστηρία, καὶ φόβος, καὶ ἐπιπληξία, ἐνταῦθα δὲ ἀμεριμνία, καὶ ἀφοβία, καὶ ἀπληξία. Καὶ οὕτω ἐν τοῖς τοιούτοις κλέψαντες αὐτοῦ τὸν νοῦν ὑφαρπάζουσιν· ἄφνω δὲ ἐπιστάντες ὕπνῳ ὑπερορίῳ τὴν ψυχὴν φόβῳ ῥαντίζουσι, καὶ τὰς συνάξεις ἀμελείᾳ καὶ ἀκηδίᾳ ὑπεκκόπτουσι, καὶ τὴν ξενοδοχίαν ὄχλησιν εἶναι ὑπομνηματίζουσι, καὶ πάντα μάγγανα τῆς κακίας ἐπάγουσιν, ἵνα τὴν ἀκηδίαν αὐτῷ προσρίψαντες, καὶ πρὸς αὐτὸν τὸν βίον μῖσος ἐργάσωνται, καὶ οὕτω γυμνὸν αὐτὸν τῶν 79.1132 ἀρετῶν στήσαντες τοῖς ἀγγέλοις δειγματίσωσι. Ποτὲ μὲν οἱ δαίμονες διὰ τῶν λογισμῶν τοὺς πόνους μεγαλύνουσι, ποτὲ δὲ τούτους εὐτελίζουσιν ὡς μηδὲν ἀνύοντας, ἵνα ὅπου μὲν ἀπόνοιαν ἐνθήσωσιν, ὅπου δὲ ἀπόγνωσιν ἐνσπείρωσι. Τοῖς γὰρ μὴ καμπτομένοις χαυνῶσαι, τοὺς πόνους μεγαλύνουσιν, ἵνα ἀπόνοιαν ἐνθήσωσι, τοῖς δὲ ἀπονοίᾳ κάμπτεσθαι μὴ πειθομένοις, οὐδὲν πλέον, ἀλλ' ἢ τοὺς πόνους ἐπᾴδουσιν ἀνύειν, ἵνα χαυνώσαντες, ἀπόγνωσιν ἐνσπείρωσιν. ΚΕΦΑΛ. ΚΘʹ. Ὅταν οὖν οἱ λογισμοὶ τοὺς πόνους μεγαλύνωσι, τούτους ἀποπτύοντες, τὴν ψυχὴν εὐτελίζωμεν, ὅταν δὲ πάλιν τοὺς πόνους σμικρύνωσιν ὡς μηδὲν ἀνύοντας, ἡμεῖς, ὅση δύναμις, τὰ ἐλέη Χριστοῦ μεγαλύνωμεν· ὅσον γὰρ ἐπὶ πλεῖον σκληραγωγεῖς σου τὸ σῶμα, τοσοῦτον διερευνᾷς σου τὸ συνειδός. Ἐπίγνωθι σαυτὸν, ἐπαισθανόμενον τῶν ἐν κρυφῇ τῶν λογισμῶν διαρπαγῶν, μήπως ἀναισθήτως φερόμενοι περὶ τὰς κρυπτὰς αὐτῶν λῃστείας σκιασθῶμεν, μόνῃ τῇ σκληρουχίᾳ τρυγᾷν τὰς ἀρετάς. Οὕτω γάρ τινες φαντασθέντες, τῶν φρενῶν ἐξετινάχθησαν ὡσεὶ ἀκρίδες, τῶν δαιμόνων φαντασιοκοπούντων, καὶ τὰς ὁράσεις παραφερόντων, ἐσθ' ὅτε δὲ, καὶ δειλίᾳ τὴν ψυχὴν διαρπαζόντων. Τινὶ τῶν ἀδελφῶν ἐγρηγορότι νύκτωρ φοβερὰς φαντασίας ἐξετύπουν οἱ δαίμονες, οὐ μόνον τῷ ἔξωθεν ὄμματι, ἀλλὰ καὶ τῷ ἔσωθεν βλέμματι, ὥστε μερίμνῃ τῆς ἐπιούσης νυκτὸς τὸν νοῦν ἀγωνιῶντα κινδυνεύειν τὴν τῶν φρενῶν διαρπαγὴν, καὶ ἐπὶ πλείους νύκτας ὁ πόλεμος τῇ ψυχῇ ἀφίπτατο, ὁ δὲ κινδυνεύων ἔνδον κατέχειν τὸν ἡγεμόνα τῶν φρενῶν ἐβιάζετο, τῷ τῆς εὐχῆς δοτῆρι τὴν ψυχὴν ἀποκρεμνῶν, καὶ τὰς πράξεις τῶν πταισμάτων καθ' ἑαυτοῦ προφέρων εἰσιδεῖν ἑαυτὸς ἠγωνίζετο· ἔπειτα καὶ τῇ πυρᾷ τῆς κρίσεως τὴν ψυχὴν περισπῶν ἐξεφόβει, ἵνα φόβῳ φόβον συγκρούσας τὴν δειλίαν ἀποκρούσηται, ὥσπερ οὖν καὶ γέγονεν, ὡς ἔφησεν ὁ πεπονθὼς τὸν πόλεμον. Τῶν γὰρ δαιμόνων πολυτρόπως τὴν ψυχὴν ἐκφοβούντων, ὁ κάμνων τῇ εὐχῇ τὸν Θεὸν ἐπεζήτει, ἐκείνων δὲ ταῖς φαντασίαι; τὴν ψυχὴν περισπώντων, οὗτος τῶν πταισμάτων τὸν ὄγκον ἀναλέγων, τῷ παντεπόπτῃ Θεῷ ἐπεδείκνυε· τῶν δὲ πάλιν τῆς εὐχῆς τὸ ὄμμα κατασπώντων, ἐκεῖνος τὸν φόβον τῆς κρίσεως ἀνταμείψας, τὸν φόβον τῶν φαντασμάτων ἐξηφάνισε· τὸ γὰρ ἕτερον μέρος τοῦ φόβου πλεονάσαν τοῦ ἄλλου, τῆς πλάνης σὺν Θεῷ περιεγένετο· τῇ γὰρ μνήμῃ τῶν ἁμαρτημάτων ἡ ψυχὴ ταπεινωθεῖσα καὶ τῷ φόβῳ τῆς κρίσεως διυπνισθεῖσα, τὰ φόβητρα τῶν δαιμόνων ἐκ τῶν ἐντὸς ἀπεφύσησε· τὸ δὲ πᾶν τῆς ἄνωθεν χάριτος γέγονε, τῶν μὲν δαιμόνων
ἀπελάσαι τὰ φόβητρα, τὴν δὲ ψυχὴν καταπίπτουσαν ὑποστηρίξαι. «Ὑποστηρίζει γὰρ Κύριος πάντας τοὺς καταπίπτοντας, καὶ ἀνορθοῖ πάντας τοὺς κατεῤῥαγμένους.» 79.1133 ΚΕΦΑΛ. Λʹ. Ἔστιν ὅτε βιαζόμεθα καθαρὰν τὴν εὐχὴν ποιῆσαι, καὶ ἴσως οὐ δυνάμεθα. Ἔστι δὲ καὶ πάλιν ὅτε, οὐ βιαζομένων ἡμῶν, καθαρᾷ τῇ προσευχῇ ἡ ψυχὴ ἐγγίνεται, ὅτι τὸ μὲν τῆς ἡμῶν ἀσθενείας, τὸ δὲ τῆς ἄνωθεν χάριτος ἐκκαλουμένης ἡμᾶς ἐπανελθεῖν εἰς τὴν τῆς ψυχῆς καθαρότητα, ἅμα δὲ καὶ δι' ἀμφοτέρων παιδευούσης ἡμᾶς μὴ ἑαυτοῖς ἀποδιδόναι ἐν τῷ προσεύχεσθαι, ἀλλ' ἐπιγινώσκειν τὸν δωρούμενον. Τὸ γὰρ τί προσευξόμεθα καθ' ὃ δεῖ, οὐκ οἴδαμεν. Ὅταν οὖν καθαρθῆναι τὴν εὐχὴν βιαζώμεθα, καὶ οὐ δυνάμεθα, ἀλλ' ἐσκοτίσμεθα, τότε δάκρυσι τὰς παρειὰς καταβρέξαντες, Θεὸν ἱκετεύσωμεν ἐπὶ τῷ διαλυθῆναι τοῦ πολέμου τὴν νύκτα, καὶ ἐλλαμφθῆναι τῆς ψυχῆς τὸ φέγγος. Ἔνεκεν διακονίας ἐπὰν ὁ συμβιώτης ἀδελφὸς ἐκδημοίῃ, κατὰ τὸ ἔθος τῶν εὐχῶν, ἀνακαίνιζε τούτου τὴν μνήμην· πέρα δὲ τοῦ μέτρου τοῦτον μὴ φαντάζου, μήπως τὴν ἀρχὴν τῆς μερίμνης ἀπὸ σοῦ λαβόντες οἱ δαίμονες, ταύτην ἀκονῶντες ἐπὶ πλεῖον ἐποξύνωσι, σκιάζοντές σοι τοῦτον ἐν τῇ τῶν ψαλμῶν ὑμνῳδίᾳ, καὶ ὑστεροῦντες ἐν Θεῷ τῆς κατὰ Θεὸν μερίμνης, ἵνα μερίμνῃ μέριμναν ἀντικρούσαντες αἰχμαλώτους ἡμᾶς τῶν κρειττόνων ἀπαγάγωσιν, εἰς τὸ μὴ λογίζεσθαι τὸ, «Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου.» Ἴσασι γὰρ, ὡς ἐκ τῆς περιττῆς περὶ τοῦ ἀδελφοῦ φροντίδος, ὅτι καὶ λύπας ἐντορνεύουσιν ὑποταράττοντες τὸ ἡγεμονικόν. Ἔτι δὲ καὶ μέμψεις βραδύτητος ὑφάπτουσιν, ὡς ὑπαμελήσαντος τοῦ ἀδελφοῦ περὶ τῆς διακονίας σπουδὴν, ὅπως ὁ πολυμέριμνος πόθος ἴσως καὶ εἰς μῖσος ἐκτραπῇ. Ἔθος δὲ ἐν ταῖς περὶ τὸν ἀπόδημον μερίμναις καὶ τοῦτο ποιεῖν τοῖς δαίμοσιν, ἐν ᾗ ἴδωσιν αὐτὸν παραγενόμενον ἡμέρᾳ κατόναρ τοῦτον ἐσοπτρίζειν, ἵνα ὡς ἐκ τοῦ ἀποβάντος ἐνυπνίου ποιήσωσιν ἡμᾶς ἐν καιρῷ τῶν ἀποδήμων τοὺς προφήτας τῶν ἐνυπνίων καὶ πάλιν προσδέχεσθαι, οὓς ἀποστρέφεσθαι δεῖ μᾶλλον καὶ σφόδρα ἐκτρέπεσθαι, μήπως ἐκ τούτων καὶ εἰς ἕτερα τὴν ψυχὴν ἀποπλανήσωσιν. ΚΕΦΑΛ. ΛΑʹ. Προΐσασι γὰρ οὗτοι μὲν οὐδὲν, ἃ δὲ βλέπουσι γινόμενα, ταῦτα μηνίουσι, καὶ φαντάζουσι· πολλάκις γοῦν καθ' ἡσυχίαν ὄντων ἡμῶν, θεασάμενοι πρὸς ἡμᾶς ἀδελφὸν ἐρχόμενον, διὰ τῶν λογισμῶν προεσήμαναν, οἷς οὐ χρὴ πιστεύειν, κἂν λέγειν τ' ἀληθῆ νομίζωσι· διὰ γὰρ τῆς δῆθεν ἀληθείας τὸ ψεῦδος παρεισφέρουσιν, ἵνα ἐκ τοῦ κατὰ μέρος ταῖς ἔμπροσθεν ὁδοῖς τοὺς βρόχους ὑπογράφωσιν. Ὥσπερ ἀνέργαστος χρυσὸς, ἐν χωνευτηρίῳ βαλλόμενος, καθαρώτερος γίνεται, οὕτω καὶ νέηλυς μοναχὸς, ἐν κοινοβίῳ τὰ ἤθη ἀναχωνευόμενος, φαιδρὸς ταῖς καρτερίαις ἀποκαθίσταται· διὰ γὰρ τῆς ἐπιταγῆς τῶν ἀδελφῶν τὴν ὑπακοὴν μανθάνειν κατεργάζεται· διὰ δὲ τοῦ ἐπιπλήττοντος ἑτοιμάζεται τὴν φύσιν μακρο.1136 θυμίαν ἔχειν. Ὅταν οὖν χαρᾷ τὰς ὕβρεις καταδέχηται, καὶ εὐτελείᾳ τὴν ταπείνωσιν ἀσπάζηται, ἀνώτερος τῶν ἄντικρυς παθῶν γενόμενος, ἐπέκεινα στίλβειν ταῖς ἀρεταῖς ἐπαγωνίζεται, τῆς χάριτος αὐτῷ ἐπὶ πλεῖον τὴν δύναμιν δωρουμένης. Ὥσπερ οἱ τὰς ῥίζας τῆς γῆς κατιόντες τὸν χρυσὸν ἀνορύττουσιν, οὕτως οἱ εἰς τὴν χρυσῖτιν ταπείνωσιν καταβαίνοντες ἀρετὰς ἀναφέρουσι. Τότε ὁ νοῦς ἀναπαύσεως αἰσθάνεται, ὁπότε τὰς τῶν παθῶν αἰτίας ἀποτεμὼν, περὶ θεωρίαν ἠσχόληται, πρὶν δὲ τῆς τούτων κοπῆς, κόπου, καὶ ταλαιπωρίας ἐπαισθάνεται, τῇ τῶν ἐναντίων μάχῃ ἀσθενῶς προσερχόμενος. ΚΕΦΑΛ. ΛΒʹ. Βαθμῷ τὴν ἀναχώρησιν γινομένην οἱ γέροντες ἄγαν ἀποδέχονται, εἴπερ τις τὰς ἐν κοινοβίῳ τελέσας ἀρετὰς εἰς τοῦτο παρελήλυθε· καὶ εἰ μὲν δύναιτο ἐν τῇ
ἀναχωρήσει προκόπτειν, ἑαυτὸν δοκιμαζέτω. Εἰ δὲ ἀδυνάτως ἔχων τῆς ἀρετῆς ἐλαττοῦται, εἰς τὸ κοινόβιον ἀνακαμπτέτω, μήπως ταῖς μηχαναῖς τῶν λογισμῶν μὴ δυνηθεὶς ἀπαντῆσαι, τῶν φρενῶν ἀποπέσῃ. Ὥσπερ χήρας πενθούσης παραμύθιον οἱ υἱοὶ, οὕτω καὶ ψυχῆς πταισάσης παρηγορία πόνοι, οἵτινες τὴν ἀπόγνωσιν τῶν λογισμῶν σκορπίζουσι, καὶ τὴν πίστιν τῆς μετανοίας κατασπείρουσι, καὶ τὰ ἐλέη Χριστοῦ ἀνακηρύττουσι, καὶ τὰ πραχθέντα ἁμαρτήματα ἀποκηρύττουσιν. Οὐκ ὀφείλομεν οὖν ὡς ἐκ συνηθείας μόνον τοὺς πόνους ἐργάζεσθαι, ἀλλὰ καὶ ἐν συνέσει εὐχαριστίας, ἵνα μὴ γυμνὴ τῆς τοιαύτης φιλοσοφίας ἡ ψυχὴ εὑρίσκοιτο· ἐὰν γὰρ ἐφ' ἑκάστῃ πράξει σύνισμεν τὸν διδόντα τὰ τέλη τῶν πόνων, εὐχαριστίᾳ σφραγίζωμεν Ὥσπερ ἄρτον ἀπὸ βρέφους ἐνεδρεύει σκύλαξ ἐξαρπάσαι, οὕτω σύνεσιν ἀπὸ καρδίας λογισμὸς πονηρός. Μὴ οὖν ἐννεάζωμεν τῶν ἐναντίων ἔργων τῇ κακίᾳ χρώμενοι, ἵνα μὴ εἰς διαρπαγὴν τούτοις τὴν ψυχὴν προεκδώσωμεν. Ὥσπερ ἡ τῶν ἀστέρων χορεία δᾳδουχοῦσα φαιδρύνει τὸν οὐρανὸν, οὕτως ἡ τῶν ῥημάτων ἀλήθεια λαμπαδουχοῦσα φαιδρύνει τὸν ἄνθρωπον. Ἕνα οὖν τῆς ἀληθείας τρόπον ἐπὶ γλώττης βαστάζωμεν, ὅτι Κύριος κατοικίζει μονοτρόπους ἐν οἴκῳ. Ὥσπερ ἀστραπαὶ σφοδραὶ προσπηδῶσαι, προμηνύουσι βροντὴν, οὕτω καὶ ῥήσεις ἀκριβεῖς προσιοῦσαι, προσημαίνουσι πίστιν. Πιστοὶ οὖν εἶναι τῇ ἀληθείᾳ σπουδάσωμεν, ἵνα καὶ εἰς τὴν μητρόπολιν τῶν ἀρετῶν τὴν ἀγάπην προκόψωμεν. Ὡς ἥλιος ταῖς χρυσαυγέσιν ἀκτίσιν ἁπάσῃ προσμειδιᾷ τῇ γῇ, οὕτως ἀγάπη ταῖς φωταυγέσι πράξεσιν ἁπάσῃ προσχαίρει ψυχῇ· ἥνπερ ἐὰν κατάσχωμεν, τὰ πάθη ἐσβέσαμεν, καὶ εἰς οὐρανοὺς ἐλάμψαμεν. Ἅπαντα πόνον ποιήσεις ἕως τῆς ὁσίας ἀγάπης ἐπιτεύξῃ, ὅτι, ταύτης ἀπούσης, ὅφελος τῶν παρόντων οὐδέν. Καὶ γὰρ ὀργὴ ἀγριαίνεται, καὶ ἤθη χαλεπαίνεται, πόνοι ἀπονοούμενοι τῇ δόξῃ συμμίγνυνται. Διὰ ψυχῆς ταπείνωσιν Δαβὶδ μετὰ πένθους 79.1137 ἐνήστευσε, καὶ ἡμεῖς διὰ νηστείας τὴν ψυχὴν ταπεινώσωμεν. ΚΕΦΑΛ. ΛΓʹ. Ὁ τοῖς σωματικοῖς πόνοις τραχυτέρως ἀσκούμενος, μηδὲ ἐπαίνῳ ἐργαζέσθω, μήτε δόξῃ ἐπαιρέσθω· εἰ γὰρ ἐν τούτοις οἱ δαίμονες ὀφρυώσουσι τὴν ψυχήν· καὶ τὴν τραχύτητα, καὶ τὴν ἄσκησιν τοῦ σώματος ἐνισχύσουσι τῇ δόξῃ, καὶ μειζόνων ἐφάπτεσθαι πόνων ἐφελκύσουσιν, ὡς ἵνα καὶ μειζόνως ἐπαίρηται· συλλαλοῦσι γὰρ ἔσωθεν διὰ τῶν λογισμῶν εἰσβάλλοντες ταῦτα, ὅτι Καθὼς ὁ δεῖνα ἀποσκλήρως ἀσκήσας, καὶ ὁ δεῖνα μεγάλως ὠνομάσθη, καὶ θανὼν ἔτι λαλεῖται, οὕτω καὶ αὐτὸς εἰς ἀκρότατον ἐπασκήσεως ἀνάβηθι ὕψος, ἵνα δόξαν σαυτῷ περιποιήσῃ, καὶ μέγα σου τὸ ὄνομα ἐξέλθῃ, ἐπὶ τῷ καὶ μετὰ θάνατον ὑπερβαλλόντως λαλεῖσθαι. Διὰ δὴ τῶν οὕτως ἀπατηθέντων, οὐ μόνον τοῖς σωματικοῖς σου πολεμοῦσι πόνοις, ἀλλὰ καὶ μᾶλλον εἰς συμμαχίαν καλοῦσιν, ὅτι δι' αὐτῶν ἐν τοῖς χαλεπωτέροις ψαύουσι τὴν ψυχὴν, καὶ γὰρ ἐνθρονίζουσιν αὐτὸν, καὶ εἰς τὸν διδασκαλικὸν ἐξυψοῦσι λόγον, ἵνα ὡς ἐκ τούτου τὰ πρῶτα τῶν μεγαλοπόνων τε καὶ γνωστικῶν ἔχειν εὐφημισθῇ. Ζηλοῦν δὲ καὶ φθονεῖν εἰσβάλλουσι τοῖς ἐπὶ κατορθώμασιν εὐφημουμένοις, καὶ ὧν θαυμαστὴ μᾶλλον ἡ πρᾶξις, καὶ γνῶσις γειτνιᾷ. Ἔσθ' ὅτε δὲ καὶ τῆς σαρκὸς αὐτοῦ τὴν πύρωσιν ἀποκοιμίζουσι δολερῶς τοὺς ἀκαθάρτους λογισμοὺς ἐκ τῶν ἐντὸς ἐκτοπίζοντες, ὡς ἵνα νομισθῇ τὸ πνεῦμα τῆς πορνείας τῇ κληρουχίᾳ νενικηκέναι, καὶ κατὰ τὴν λαμπρότητα τῶν ἁγίων τὴν καρδίαν ἡγνικέναι, καὶ εἰς τὴν τῆς ἀγιωσύνης ἁψῖδα ἀναβεβηκέναι. Περὶ δὲ ὧν τε, καὶ ὧν ἀπέσχετο βρωμάτων, καὶ συναπτῶν ἀσιτιῶν ἐπιψηφίζουσιν αὐτῷ τοὺς χρόνους ἐν οἷς ὀφείλει ὡς ἀριστεὺς ἐγκαυχᾶσθαι, καὶ τῆς ἀδελφότητος ὡς εὐτελοῦς κατεπαίρεσθαι· οὕτω δὲ ἐκδιηγεῖσθαι ποιοῦσιν αὐτὸν τοὺς ἀγῶνας ὡς ἐκ μόνης τῆς αὐτοῦ ἰσχύος κατορθωθέντας, ὅτι Ἐποίησα τάδε, καὶ ἤσκησα τοιῶσδε, καὶ
ἐκακουχήθην, ἀποστομοῦντες ἔτι τοῦτο λέγειν, Οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ ἐν ἐμοὶ βοήθεια. Θεὸν γὰρ βοηθὸν ἐφ' οἷς μεγαλαυχεῖν αὐτὸν ποιοῦσιν ὁμολογεῖν οὐκ ἐῶσιν, ἵνα ὡς ἐξ οἰκείας δῆθεν ἰσχύος τὸ πᾶν τῶν ἀγώνων τελέσας, τοὺς ἐπαίνους τῶν ἄθλων ὁλοκλήρως ἀπαιτοίη, ὅπως καὶ εἰς τὸν τῆς βλασφημίας βυθὸν ποντωθείη, αὐτοβόηθον ἑαυτὸν ἀνεπαισθήτως παρεμφαίνων. ΚΕΦΑΛ. ΛΔʹ. Οὕτω τοιγαροῦν τῆς καρδίας διὰ τῆς τῶν λογισμῶν δόξης ἐνηχουμένης, καὶ μὴ ἀντιταττομένης, οὐκ ἐκτὸς ἔσται τῆς ἐν ἀποκρύφῳ τῶν φρενῶν παραπληξίας, τοῦ ἡγεμόνος φρενῶν ἐκτιναχθῆναι κινδυνεύοντος, ἢ δι' ὀνειράτων πιστουμένων, ἢ ἐν ἀγρυπνίαις μεταμορφουμένων, ἢ ἐν μετασχηματισμῷ 79.1140 φωτὸς ὀπτανομένων. Αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτὸς πρὸς ἀπάτην ἡμετέραν, ἴσως χαρίσματα δώσειν ἐνδεικνύμενος, ὡς ἵνα πεσὼν προσκυνήσῃς, ἢ ἀναλαμβάνειν ὡς ἄλλον Ἠλίαν εὐαγγελιζόμενος, ἢ ἁγιάζειν ὑπισχνούμενος, ὧν τινες τὴν πίστιν δεξάμενοι περὶ τὴν ἀλήθειαν ἠστόχησαν, καὶ φρενοβλαβεῖς ἐγενήθησαν. Σὺ οὖν, ὦ τῆς ἁγίας Τριάδος ἱκέτα, εἰδὼς ταῦτα ἐν οἷς φιλοπονεῖς, πάσῃ φυλακῇ τήρει σὴν καρδίαν, μήπως τοῖς ἔξωθεν μόνον πόνοις προσέχων, τοῖς ἔσωθεν δολερῶς βροχισθῇς. Οἱ ἐμοὶ οὖν λόγοι, ὦ τέκνον, εἴρηνται πρὸς σὲ, τὰ δὲ ῥήματά μου τηρείτω σὴ καρδία· μέμνησο Χριστοῦ τοῦ φυλάσσοντός σε, καὶ μὴ ἐπιλάθῃ τῆς προσκυνητῆς καὶ ὁμοουσίου Τριάδος, ᾗ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
eis to pipi Εὐαγρίου εἰς τὸ πιπι. Διὰ τὴν ἑβραϊκὴν ἐπὶ τοῦ κυρίου παρασημείωσιν ταῦτα λεκτέον. δέκα ὀνόμασι παρ' Ἑβραίοις ὀνομάζεται ὁ θεός. ὧν ἓν μὲν Ἀδωναῒ λέγεται, ὅ ἐστιν κύριος, ἕτερον δὲ Ἰά, ὃ αὐτὸ ἐν τῷ ἑλληνικῷ εἰς τὸ κύριος μετελήφθη. ἕτερον δέ τι παρὰ ταῦτά ἐστι, τὸ τετραγράμματον, ἀνεκφώνητον ὂν παρ' Ἑβραίοις, ὃ καταχρηστικῶς παρὰ μὲν αὐτοῖς Ἀδωναῒ καλεῖται, παρὰ δὲ ἡμῖν κύριος. τοῦτο δὲ φασὶν ἐπὶ τῷ πετάλῳ τῷ χρυσῷ τῷ ἐπὶ τοῦ μετώπου τοῦ ἀρχιερέως γεγράφθαι κατὰ τὸ ἐν τῷ νόμῳ εἰρημένον «ἐκτύπωμα σφραγῖδος ἁγίασμα κυρίῳ πιπι». τὰ δὲ λοιπὰ ὀνόματά ἐστιν ταῦτα· Ἤλ, Ἐλωείμ, Ἀδών, Σαβαώθ, Σαδδαΐ, Αἰϊὲ ἐσεριὲ καὶ τὰ προγεγραμμένα τρία, ὧν ἐστὶν τὸ τετραγράμματον, τούτοις γραφόμενον τοῖς στοιχείοις ἰὼθ ἣ οὐαὺ ἣ . πιπι ὁ θεός. Τὸ ἐπὶ τοῦ κυρίου ταττόμενον ἀνεκφώνητον ὄνομα διὰ τεσσάρων γράφεται στοιχείων, διὰ τοῦ ἰώθ, διὰ τοῦ ἣ , διὰ τοῦ οὐὰβ καὶ διὰ τοῦ ἤθ . τούτων μέσον παρεντεθὲν μετὰ τὰ πρῶτα δύο παρ' Ἑβραίοις στοιχεῖον καλούμενον σέν, ὅ ἐστιν ὀδόντες, ὡς εἶναι τὸν εἱρμὸν τῶν πέντε γραμμάτων οὕτως· ἀρχὴ αὕτη, ὀδόντες ἐν αὐτῇ ὁ ζῶν. ἑρμηνεύεται τὰ τέσσαρα στοιχεῖα, τὸ ἰὼθ ἀρχή, καὶ διὰ τοῦ ἣ αὕτη, καὶ διὰ τοῦ οὐὰβ καὶ διὰ τοῦ ἤθ .
τούτων μέσον παρεντεθὲν μετὰ τὰ πρῶτα δύο παρ' Ἑβραίοις στοιχεῖον καλούμενον σέν, ὅ ἐστιν ὀδόντες, ὡς εἶναι τὸν εἱρμὸν τῶν πέντε γραμμάτων οὕτως· ἀρχὴ αὕτη, ὀδόντες ἐν αὐτῇ ὁ ζῶν. ἑρμηνεύεται τὰ τέσσαρα στοιχεῖα, τὸ ἰὼθ ἀρχή, καὶ διὰ τοῦ ἣ αὕτη, καὶ διὰ τοῦ οὐαὺ ἐν αὐτῇ καὶ διὰ τοῦ ἢθ ὁ ζῶν.