PG 1Clement of Rome, pt. 1
Letters of the Superiors
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 453–454page 1 of 3
Fragmenta
PG 1:453Τί δοκεῖτε, ἀγαπητοί; οὐ π[ροέγνω] Μωϋσῆς τοῦτο μέλλειν [ἔσεσθαι]; Μάλιστα ᾔδει, ἀλλ᾽ ἵνα μὴ ἀ[κατα στα]σία γένηται ἐν τῷ Ἰσραὴλ, οὕτως ἐνό]ησεν, εἰς τὸ δοξασθῆναι τὸ ὄνο]μα τοῦ ἀληθινοῦ καὶ μόνου [Θεοῦ] (ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν). Καὶ οἱ ἀπόστολοι ἡμῶν ἔγνωσαν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι ἔρις ἔσται ἐπὶ τοῦ ὀνόματος τῆς ἐπισκοπῆς. Διὰ ταύτην οὖν τὴν αἰτίαν πρόγνωσιν εἰληφότες τελείαν, κατέστησαν τοὺς προειρημένους, Α.
col. 455–456page 2 of 3
PG 1:455Α' καὶ μεταξὺ ἐπινομὴν δεδώκασιν, ὅπως ἐὰν κοιμηθῶσιν, διαδέξωνται ἕτεροι δεδοκιμασμένοι ἄνδρες τὴν λειτουργίαν αὐτῶν... συνευδοκησάσης τῆς Ἐκκλησίας πάσης Τοῦ ἁγίου Κλήμεντος ἐπισκόπου Ρώμης.. Αὐτάρκης εἰς σωτηρίαν ἡ εἰς Θεὸν ἀνθρώπου ἀγάπη. Ευγνωμοσύνης γάρ ἐστι τὸ πρὸς τὸν τοῦ εἶναι ἡμᾶς αἴτιον ἀποσώζειν στοργήν, ὑφ᾽ ἧς καὶ εἰς δεύτερον, Τοῦ αὐτοῦ. Ἐπείρασεν ὁ Θεὸς τὸν ᾿Αβραάμ, οὐκ ἀγνοῶν τίς ἦν, ἀλλ᾽ ἵνα τοῖς μετὰ ταῦτα δείξῃ, καὶ μὴ κρύψῃ τὸν τοιοῦτον, καὶ διεγείρῃ εἰς μίμησιν τῆς ἐκείνου πίστεως καὶ ὑπομονῆς, καὶ πείσῃ καὶ τέκνων στοργῆς ἀμελεῖν πρὸς ἐκπλήρωσιν θείου προστάγματ τος· ὅθεν ἔγγραφον περὶ αὐτοῦ ἱστορίαν γενέσθαι εκοι Τοῦ ἁγίου Κλήμεντος ἐπισκόπου Ρώμης ἐκ τῆς β ἀπονομήν, ἐπιλογήν, ἐπιταγήν, δ' ἀπόστολός τε καὶ ἡμεῖς, πρὸς Κορινθίους ἐπιστολῆς. Μὴ ταρασσέτω τὴν καρδίαν ὑμῶν, ὅτι βλέπομεν καὶ ὡς καθώς) φησὶν ὁ μακάριος
col. 457–458page 3 of 3
PG 1:457τοὺς ἀδίκους πλουτούντας, καὶ στενοχωρουμένους τοὺς τοῦ Θεοῦ δούλους. Οὐδεὶς γὰρ τῶν δικαίων ταχὺν καρπὸν ἔλαβεν, ἀλλ' ἐκδέχεται αὐτόν. Εἰ γὰρ τὸν μια σθὸν τῶν δικαίων ὁ Θεὸς εὐθέως ἀπεδίδου, ἐμπορίαν ἡ σκοῦμεν, καὶ οὐκ εὐσέβειαν, οὐ διὰ τὸ εὐσεβές, ἀλλὰ τὸ κερδαλέον διώκοντες. ν. Τοῦ ἁγίου Κλήμεντος ἐκ τῆς πρὸς Κορινθίους β'. Ὁ τῶν παρόντων αἰσθητικὸς, συνέησιν ὡς οὔτε ἀ λογίζονταί τινες εἶναι τερπνὰ; ξένα καὶ μακράν ἐστι τῶν ἀπεχθῶν. ᾿Αλλὰ καὶ πλοῦτος πολλάκις μᾶλλον πε νίας ἔθλιψε, καὶ ὑγεία πλέον ἡνίασε νόσου. Καὶ καθό λου τῶν λυπηρῶν καὶ φευκτῶν πάντων ὑπόθεσις καὶ ὅλη, ἡ τῶν ἀσπαστῶν καὶ κατ᾽ εὐχὴν περιβολὴ γίνεται. Κλήμεντος Ρώμης. Οὐ δίκαιόν ἐστι, τοῦ δεδωκότος ἐγκαταλειφθέντος, τὰ δοθέντα παραμένειν τοῖς ἀγνώμοσιν. Περὶ συνηθείας καὶ ἔθους, 156. Κλήμεντος Ρώμης. Διαφορὰ τυγχάνει ἀληθείας καὶ συνηθείας· ἡ μὲν γὰρ ἀλήθεια γνησίως ζητουμένη εὑρίσκεται, τὸ δὲ ἔθος ὁποῖον ἂν παραληφθῇ, εἴτε ἀληθὲς, εἴτε ψευδές, ἀκρίτως ὑφ᾽ ἑαυτοῦ κρατύνεται· ἐν αἷς γὰρ ἕκαστος ἐκ παιδόθεν ἐθίζεται, ταύταις ἐμμαίνειν το ήδεται. "Ο γὰρ μισεῖ τις διὰ τὴν ἐπιοῦσαν τῇ ἡλικίᾳ σύνεσιν, τοῦτο διὰ τὴν πολυχρόνιον τῶν κακῶν συνήθειαν πράττειν ἀναγκάζεται, δεινὴν συνοίκον τὴν ἁμαρ-, τίαν παρειληφώς. ᾿Αλλὰ καὶ Κλήμης ἀρχαιότερος· Ζῇ, φησὶν, ὁ Θεός, καὶ Κύριος Ἰησοῦς Χριστὸς, καὶ τὸ Πνεῦμα ἅγιον. ἐμμένειν. Περὶ τῶν προσκαίρων καὶ τῶν αἰωνίων ἀγαθῶν, καὶ ὅτι χρὴ τῶν παρόντων τὰ μέλλοντα προτιμῶν ὃ γὰρ μισεί τις
Page scan enlarged

Notebook

Full View