PG 5Quadratus of Athens
Quadratus, Bishop of Athens: Fragment from his Apology for the Christians
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
PG 5:1265Τοῦ δὲ Σωτῆρος ἡμῶν τὰ ἔργα ἀεὶ παρήν ἀληθῆ γὰρ ἦν· οἱ θεραπευθέντες, οἱ ἀναστάντες ἐκ νεκρῶν. Οἱ οὐκ ὤφθησαν μόνον θεραπευόμενοι, καὶ ἀνιστάμενοι, ἀλλὰ καὶ ἀεὶ παρόντες. Οὐδὲ ἐπιδημοῦντος μόνον τοῦ Σωτῆρος, ἀλλὰ καὶ ἀπαλλαγέντος, ἦσαν ἐπὶ χρόνον ἱκανόν Ωστε καὶ εἰς τοὺς ἡμετέρους χρόνους τινὲς αὐτῶν ἀφίκοντο Τοῦ δὲ Σωτῆρος ἡμῶν, Τραϊανοῦ δὲ ἐφ' ὅλοις ἔτεσιν εἴκοσι τὴν ἀρχὴν μησιν, ἐξ δέουσι κρατήσαντος, Αίλιος Αδριανός δια δέχεται τὴν ἡγεμονίαν. Τούτῳ Κοδρᾶτος λόγον προσω φωνήσας ἀναδίδωσιν, ἀπολογίαν συντάξας ὑπὲρ τῆς καθ᾿ ἡμᾶς θεοσεβείας· ὅτι δή τινες πονηροὶ ἄνδρες τοὺς ἡμετέρους ἐνοχλεῖν ἐπειρῶντο. Εἰσέτι δὲ φέρεται παρὰ πλείστοις τῶν ἀδελφῶν, ἀτὰρ καὶ παρ' ἡμῖν τὸ σύγγραμμα· ἐξ οὗ κατιδεῖν ἐστι λαμπρὰ τεκμήρια, τῆς τε τοῦ ἀνδρὸς διανοίας, καὶ τῆς ἀποστολικῆς ὀρθοτομίας. Ο δ' αὐτὸς τὴν καθ᾿ ἑαυτὸν ἀρχαιότητα παραφαίνει, δι' ὧν ἱστορεί ταῦτα ἰδίαις φωναῖς· τοῦ δὲ Σωτῆρος ἡμῶν, ἡ Ἐπὶ χρόνον ἱκανόν. Ἐπὶ χρόνῳ ἱκανῷ Ὥστε καὶ εἰς τοὺς ἡμετέρους χρόνους τινὲς αὐτῶν ἀφίκοντο. Αὐτῶν γραμμα
Page scan enlarged

Notebook

Full View