PG 5Maximus of Jerusalem
Maximus, Bishop of Jerusalem: Fragment from the Book On Matter
Printed pages · scan text
machine OCR · Migne scan
Diplomatic text · TLG-E clean (TLG1488.001, upgraded from OCR floor via verified sweep) — PG column chips mark the printed columns.

ProemProoemium

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 5:1339μαχιμι, θυι συβ φινεμ σαεξυλι σεξυνδι φλορυιτ, φραγμεντυμ. αβ ευσεβιο λιβρο ιι. πραπαρατ. εανγ. ξαπ. υλτ. αλλατυμ. εχ λιβρο δε ματερια, θυι ιν διαλογι μοδυμ ξομποσιτυς εστ. Ὅτι μὲν ἀδύνατον ὑπάρχειν ἀγέννητα δύο ἅμα, οὐδὲ σὲ ἀγνοεῖν νομίζω, εἰ καὶ τὰ μάλιστα δοκεῖς προλαβὼν τοῦτο προστεθεικέναι τῷ λόγῳ· ὡς πάντως ἐξ ἀνάγκης τὸ ἕτερον δεῖ λέγειν, ἢ ὅτι κεχώρισται τῆς ὕλης ὁ Θεὸς, ἢ αὖ πάλιν, ὅτι ἀμέριστος αὐτῆς τυγχάνει. εἰ μὲν οὖν ἡνῶσθαί τις αὐτὰ εἰπεῖν ἐθέλοι, ἓν τὸ ἀγέννητον λέξει· ἑκάτερον γὰρ τούτων, μέρος ἔσται τοῦ πλησίον. ἀλλήλων δὲ μέρη τυγχάνοντα, οὐκ ἔσται ἀγέννητα δύο, ἀλλ’ ἓν ἐκ διαφόρων συνεστός. οὐδὲ γὰρ τὸν ἄνθρωπον ἔχοντα διάφορα μέλη κατακερματίζομεν εἰς πολλὰ γεννητά. ἀλλ’, εἰ ὡς ὁ λόγος ἀπαιτεῖ, ἕν τι γεννητὸν, τὸν ἄνθρωπον, πολυμερὲς πρὸς τοῦ Θεοῦ γεγονέναι φαμέν· οὕτως ἀνάγκη εἰ μὴ κεχώρισται τῆς ὕλης ὁ Θεὸς, ἓν τὸ ἀγέννητον εἶναι λέγειν. εἰ δὲ κεχωρίσθαι φήσει τις, ἀνάγκη εἶναί τι τὸ ἀνὰ μέσον ἀμφοτέρων, ὅπερ καὶ τὸν χωρισμὸν αὐτῶν δείκνυσιν. ἀδύνατον γὰρ ἐν διαστάσει ἐξετάζεσθαί τι ἀπό τινος, οὐκ ὄντος ἑτέρου καθ’ ὃ ἡ διάστασις ἑκατέρου γίνεται. ὅπερ οὐ μέχρι τούτου ἵσταται καὶ μόνου, ἀλλὰ καὶ πλείστων ὅσων. ὃν γὰρ ἐπὶ τῶν δύο ἀγεννήτων εἴπομεν λόγον, τοῦτον ἐξ ἀνάγκης ὁμοίως προχωρεῖν ( φορ. αδδενδ. δεῖ), εἰ τὰ ἀγέννητα δοθείη τρία. Καὶ γὰρ ἐπὶ τούτων ἐροίμην ἂν, εἰ κεχώρισται ἀλλήλων, ἢ αὖ πάλιν ἕκαστον ἥνωται τῷ πλησίον· εἰ μὲν γὰρ ἡνῶσθαί τις εἰπεῖν ἐθέλοι, τὸν αὐτὸν ἀκούσει τῷ πρώτῳ λόγον· εἰ δ’ αὖ πάλιν κεχωρίσθαι, οὐ φεύξεται τὴν ἐξ ἀνάγκης τοῦ χωρίζοντος ὑπόστασιν. Ἂν δ’ ἄρα τις καὶ τρίτον εἶναι λέξει λόγον, ὡς ἁρμόζοντα περὶ τῶν ἀγεννήτων λέγεσθαι, τουτέστι τὸ μήτε κεχωρίσθαι τῆς ὕλης τὸν Θεὸν, μήτ’ αὖ πάλιν ὡς ἐν μέρει ἡνῶσθαι, εἶναι δὲ καθάπερ ἐν τόπῳ τῇ ὕλῃ τὸν Θεὸν, ἢ καὶ τὴν ὕλην ἐν τῷ Θεῷ, τὸ συνέχον ἀκουέτω, ὅτι ἐὰν τόπον τοῦ Θεοῦ τὴν ὕλην εἴπωμεν, ἐξ ἀνάγκης αὐτὸν καὶ χωρητὸν λέγειν δεῖ, καὶ πρὸς τῆς ὕλης περιγραφόμενον. ἀλλὰ μὴν καὶ ὁμοίως αὐτὸν τῇ ὕλῃ ἀτάκτως φέρεσθαι, μὴ ἵστασθαί τε μηδὲ μένειν αὐτὸν ἐφ’ ἑαυτοῦ ἀνάγκη, τοῦ, ἐν ᾧ ἐστιν, ἄλλοτ’ ἄλλως φερομένου. πρὸς δὲ τούτοις, καὶ ἐν χείροσι γεγονέναι τὸν Θεὸν εἰπεῖν ἀνάγκη. εἰ γὰρ ἦν ποτε ἄκοσμος ἡ ὕλη, ἐκόσμησε δὲ αὐτὴν εἰς τὸ κρεῖττον τρέψαι προαιρούμενος, ἦν ποτε ὅτε καὶ ἐν ἀκοσμήτοις ἦν ὁ Θεός. Δικαίως δ’ ἂν καὶ τοῦτον ἐροίμην τὸν λόγον, πότερον ἐπλήρου τὴν ὕλην ὁ Θεὸς, ἢ ἐν μέρει τινὶ τῆς ὕλης ἦν. εἰ μὲν γὰρ ἐν μέρει τινὶ τῆς ὕλης εἰπεῖν τις ἐθέλοι τὸν Θεὸν, πλεῖστον ὅσον μικρότερον αὐτὸν τῆς ὕλης λέγει· εἴ γε δὴ μέρος αὐτῆς, ὅλον ἐχώρησεν αὐτόν. εἰ δ’ ἐν πάσῃ εἶναι λέγοι, καὶ δι’ ὅλης κεχωρηκέναι τῆς ὕλης, πῶς ταύτην ἐδημιούργει φραστέον. ἀνάγκη γὰρ ἢ συστολήν τινα τοῦ Θεοῦ λέγειν, ἧς γενομένης ἐδημιούργει ἐκεῖνο, ἀφ’ οὗ ὑπεχώρησεν, ἢ καὶ ἑαυτὸν τῇ ὕλῃ συνδημιουργεῖν, οὐκ ἔχοντα ὑποχωρήσεως τόπον. Εἰ δὲ τὴν ὕλην ἐν τῷ Θεῷ εἶναί τις λέξει, ὁμοίως ἐξετάζειν δεῖ, πότερον ὡς διϊσταμένου αὐτοῦ ἀφ’ ἑαυτοῦ, καὶ ὥσπερ ἐν ἀέρι ζώων ὑπάρχει γένη, διαιρουμένου καὶ μεριζομένου αὐτοῦ εἰς ὑποδοχὴν τῶν γινομένων ἐν αὐτῷ, ἢ ὡς ἐν τόπῳ, τουτέστιν ὥσπερ ἐν γῇ ὕδωρ. εἰ μὲν γὰρ εἴποιμεν ὡς ἐν ἀέρι, μεριστὸν ἀνάγκη τὸν Θεὸν εἰπεῖν. εἰ δ’ ὥσπερ ἐν γῇ τὸ ὕδωρ, ἦν δὲ ἄτακτος ἡ ὕλη καὶ ἀκόσμητος, πρὸς δὴ τούτοις ἔχουσα καὶ κακὰ, τὸν Θεὸν λέγειν ἀνάγκη τόπον εἶναι τῶν ἀκοσμήτων καὶ τῶν κακῶν. ὅπερ οὐκ εὔφημον εἶναί μοι δοκεῖ, ἐπισφαλὲς δὲ μᾶλλον. ὕλην γὰρ συνεῖναι θέλεις, ἵνα μὴ τῶν κακῶν ποιητὴν εἴπῃς τὸν Θεὸν καὶ τοῦτο φεύγειν προαιρούμενος, δοχεῖον αὐτὸν τῶν κακῶν εἶναι λέγεις. Εἰ μὲν οὖν τὴν ὕλην, ἐκ τῶν ὑποστάντων γενητῶν ὑπονοῶν, ἀγέννητον ὑπάρχειν ἔλεγες, πολὺν ἂν περὶ αὐτῆς ἐποιησάμην λόγον, εἰς ἀπόδειξιν τοῦ ὅτι ἀδύνατον ὑπάρχειν αὐτὴν ἀγέννητον. ἐπεὶ δὲ τὴν τῶν κακῶν γένεσιν, αἰτίαν ἔφησθα εἶναι τῆς τοιαύτης ὑπόνοιας, διὰ τοῦτ’ ἐπὶ τὴν ἐξέτασιν τούτων ἔρχεσθαι δοκῶ. φανεροῦ γὰρ γενομένου τοῦ λόγου, καθ’ ὃν τρόπον ἐστὶ τὰ κακὰ, καὶ ὅτι οὐχ οἷόν τέ ἐστιν ἀναίτιον τῶν κακῶν εἰπεῖν τὸν Θεὸν, ἐκ τοῦ ὕλην αὐτῷ ὑποτιθέναι, τὴν τοιαύτην ὑπόνοιαν ἀναιρεῖσθαί μοι δοκεῖ.
PG 5:1343Φὴς τοίνυν ἄποιον ὕλην συνυπάρχειν τῷ Θεῷ, ἐξ ἧς τὴν τοῦδε τοῦ κόσμου γένεσιν ἐδημιούργησεν;

So it seems to meΟὕτω μοι δοκεῖ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
οὕτω μοι δοκεῖ. Οὐκοῦν εἰ ἄποιος ἐτύγχανεν ἡ ὕλη, γέγονε δὲ κόσμος πρὸς τοῦ Θεοῦ, ἐν δὲ τῷ κόσμῳ αἱ ποιότητες, τῶν ποιοτήτων ποιητὴς γέγονεν ὁ Θεός; οὕτως ἔχει. Ἐπεὶ δέ σου καὶ λέγοντος ἔμπροσθεν ἤκουον, ὡς ἀδύνατον ἐξ οὐκ ὄντων γίνεσθαί τι, πρὸς τὴν ἐρώτησιν ἀπόκριναι τὴν ἐμήν. δοκεῖ σοι τὰς τοῦ κόσμου ποιότητας μὴ ἐξ ὑποκειμένων ποιοτήτων γεγονέναι;

It SeemsΔοκεῖ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
δοκεῖ. Ἕτερον δέ τι παρὰ τὰς οὐσίας ὑπάρχειν αὐτάς. οὕτως ἔχει. Εἰ μὲν οὖν μήτε ἐξ ὑποκειμένων ποιοτήτων τὰς ποιότητας ἐδημιούργησεν ὁ Θεὸς, μήτε ἐκ τῶν οὐσιῶν, τῷ μηδὲ οὐσίας αὐτὰς εἶναι, ἐκ μὴ ὅντων αὐτὰς ὑπὸ τοῦ Θεοῦ γεγονέναι εἰπεῖν ἀναγκαῖον. ὅθεν περιττῶς ἐδόκεις μοι λέγειν, ἀδύνατον εἶναι δοξάζειν, ἐξ οὐκ ὄντων γεγονέναι τι πρὸς τοῦ Θεοῦ. ἀλλ’ ὁ μὲν περὶ τούτου λόγος ὧδε ἐχέτω. καὶ γὰρ παρ’ ἡμῖν θεωροῦμεν ἀνθρώπους ἐξ οὐκ ὄντων ποιοῦντάς τινα, εἰ καὶ ὅτι μάλιστα δοκοῦσι ποιεῖν ἔν τινι, οἷον ἐπὶ τῶν ἀρχιτεκτόνων τὸ παράδειγμα λάβωμεν. Καὶ γὰρ οὗτοι ποιοῦσι πόλεις οὐκ ἐκ πόλεων, καὶ ναοὺς ὁμοίως οὐκ ἐκ ναῶν. εἰ δ’, ὅτι τούτοις οὐσίαι ὑπόκεινται, οἴει ἐξ ὄντων αὐτοὺς ταῦτα ποιεῖν, σφάλλῃ τῷ λόγῳ. οὐδὲ γὰρ ἡ οὐσία ἐστὶν, ἡ ποιοῦσα τὴν πόλιν, ἢ αὖ πάλιν τοὺς ναοὺς, ἀλλ’ ἡ περὶ τὴν οὐσίαν τέχνη· ἡ δὲ τέχνη οὐκ ἐξ ὑποκειμένης τινὸς ἐν ταῖς οὐσίαις τέχνης γίνεται, ἀλλ’ ἐξ οὐκ οὔσης ἐν αὐταῖς γίνεται. ἀπαντήσειν δέ μοι δοκεῖς οὕτω τῷ λόγῳ, ὅτι ὁ τεχνίτης ἐξ ἧς ἔχει τέχνης τὴν ἐν τῇ οὐσίᾳ τέχνην ποιεῖ. πρὸς δὲ τοῦτο λέγεσθαι τοῦτ’ εὖ ἔχειν μοι δοκεῖ, ὅτι οὐδὲ ἐν τῷ ἀνθρώπῳ ἔκ τινος ὑποκειμένης τέχνης προσγίνεται. Οὐ γὰρ ἔνεστιν αὐτὴν ἐφ’ ἑαυτῆς οὖσαν δοῦναι τὴν τέχνην· τῶν γὰρ συμβεβηκότων ἐστὶν, καὶ τῶν τότε τὸ εἶναι λαμβανόντων, ὁπόταν ἐν οὐσίᾳ τινὶ γίνωνται. ὁ μὲν γὰρ ἄνθρωπος, καὶ χωρὶς τῆς ἀρχιτεκτονικῆς ἔσται· ἡ δ’ οὐκ ἔσται, ἐὰν μὴ πρότερον ἄνθρωπος ᾖ. ὅθεν τὰς τέχνας ἐξ οὐκ ὄντων εἰς ἀνθρώπους πεφυκέναι γίνεσθαι, λέγειν ἀναγκαῖον. Εἰ τοίνυν τοῦτο οὕτως ἔχον ἐπ’ ἀνθρώπων ἐδείξαμεν, πῶς οὐχὶ προσῆκε τὸν Θεὸν μὴ μόνον ποιότητας ἐξ οὐκ ὄντων φάναι δύνασθαι ποιεῖν, ἀλλὰ καὶ οὐσίας; τῷ γὰρ δυνατὸν φανῆναι γίνεσθαί τι ἐξ οὐκ ὄντων, τὸ καὶ τὰς οὐσίας οὕτως ἔχειν δείκνυται. Ἐπεὶ δὲ πόθος ἐστί σοι περὶ τῆς τῶν κακῶν γενέσεως ζητεῖν, ἐπὶ τὸν τούτων ἐλεύσομαι λόγον. καί σου βραχέα πυθέσθαι βούλομαι. τὰ κακὰ πότερον οὐσίαι σοι δοκοῦσιν εἶναι, ἢ ποιότητες οὐσιῶν; ποιότητας οὐσιῶν εὖ ἔχειν λέγειν μοι δοκεῖ.

Was the matter without quality and form?Ἡ δὲ ὕλη ἄποιος ἦν καὶ ἀσχημάτιστος;

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἡ δὲ ὕλη ἄποιος ἦν καὶ ἀσχημάτιστος; οὕτω προλαβὼν ἐξεῖπον τῷ λόγῳ. Οὐκοῦν εἰ τὰ κακὰ ποιότητες ὑπάρχουσιν οὐσιῶν, ἡ δὲ ὕλη ἄποιος ἦν, τῶν δὲ ποιοτήτων ποιητὴν εἶπας τὸν Θεὸν εἶναι, ἔσται καὶ τῶν κακῶν δημιουργὸς ὁ Θεός. ὅτε τοίνυν οὐδ’ οὕτως ἀναίτιον τῶν κακῶν εἰπεῖν δυνατὸν τὸν Θεὸν, ὕλην αὐτῷ προσάπτειν περιττὸν εἶναί μοι δοκεῖ. εἰ δέ τι πρὸς ταῦτα λέγειν ἔχεις, ἄρχου τοῦ λόγου. εἰ μὲν ἐκ φιλονεικίας ἡμῖν ἡ ζήτησις ἐγίνετο, οὐκ ἂν δεύτερον περὶ τῶν κακῶν ἠξίουν ὁρίζεσθαι. ἐπεὶ δὲ φιλίας ἕνεκα μᾶλλον, καὶ τῆς πρὸς τὸν πλησίον ὠφελείας τὴν ἐξέτασιν ποιούμεθα τῶν λόγων, ἄνωθεν περὶ τούτων ὁρίζεσθαι ἀξιῶ συγχωρεῖν. Τὴν μὲν προαίρεσιν τὴν ἐμὴν, ἐκ πολλοῦ σοι φανερὰν εἶναι δοκῶ, καὶ τὴν ἐν τοῖς λόγοις σπουδὴν, ὅτι οὐ πιθανῶς εἰπὼν ψεῦδος νικῆσαι θέλω, ἀλλὰ δειχθῆναι τὴν ἀλήθειαν μετὰ ἀκριβοῦς ἐξετάσεως. καί σε δὲ οὕτω διακεῖσθαι σαφῶς ἐπίσταμαι· ὅθεν οἵῳ τρόπῳ χρώμενος νομίζεις δύνασθαι τὸ ἀληθὲς εὑρεῖν, τούτῳ χρῆσαι μηδὲν δυσωπούμενος. οὐ γὰρ σεαυτὸν ὠφελήσεις μόνον, χρησάμενος τῷ κρείττονι, ἀλλὰ πάντως κᾀμὲ περὶ ὧν ἀγνοῶ. Σαφῶς παραστῆναί μοι δοκεῖς καὶ τὰ κακὰ οὐσίας ὑπάρχειν τινάς. οὐδὲ γὰρ ἐκτὸς οὐσιῶν αὐτὰ ὄντα βλέπω. Ἐπεὶ τοίνυν, ὦ οὗτος, καὶ τὰ κακὰ οὐσίας εἶναι λέγεις, ἀνάγκη τὸν τῆς οὐσίας ἐξετάζειν λόγον. δοκεῖ σοι τὴν οὐσίαν σωματικήν τινα σύστασιν εἶναι; δοκεῖ. Ἡ δὲ σωματικὴ σύστασις αὐτὴ ἐφ’ ἑαυτῆς ὑπάρχει οὐ δεομένη τινὸς, οὗ γενομένου τὸ εἶναι λήψεται;
PG 5:1347οὕτως ἔχει. Δοκεῖ δέ σοι τὰ κακὰ ἐνεργείας εἶναί τινος; οὕτω μοὶ φαίνεται. Αἱ δὲ ἐνέργειαι τότε τὸ εἶναι λαμβάνουσιν, ὁπότ’ ἂν ὁ ἐνεργῶν παρῇ; οὕτως ἔχει. Οὐκ ὄντος δὲ τοῦ ἐνεργοῦντος, οὐδ’ ὅπερ ἐνεργεῖ ἔσται ποτέ; οὐκ ἔσται. Οὐκοῦν εἰ ἡ οὐσία σωματική τίς ἐστι σύστασις, ἡ δὲ σωματικὴ σύστασις οὐ δεῖταί τινος, ἐν ᾧ γενομένη τὸ εἶναι λήψεται· τὰ δὲ κακὰ ἐνέργειαι ὑπάρχουσί τινος, αἱ δὲ ἐνέργειαι δέονταί τινος, ἐν ᾧ γενόμεναι τὸ εἶναι λαμβάνουσιν· οὐκ ἔσονται οὐσίαι τὰ κακά. εἰ δὲ οὐσίαι τὰ κακὰ, κακὸν δὲ ὁ φόνος, οὐσία ἔσται ὁ φόνος· ἀλλὰ μὴν ὁ φόνος, ἐνέργεια ὑπάρχει τινός· οὐκ ἔστιν ἄρα οὐσία ὁ φόνος. εἰ δὲ τὰ ἐνεργοῦντα οὐσίας εἶναι θέλεις, σύμφημι κᾀγώ. οἷον ἄνθρωπος ὁ φονεὺς, καθ’ ὃν μὲν λόγον ἄνθρωπός ἐστιν, ὑπάρχει οὐσία· ὁ δὲ, ὃν ποιεῖ, φόνος, οὔκ ἐστιν οὐσία, ἀλλ’ ἔργον τὶ τῆς οὐσίας. λέγομεν δὲ τὸν ἄνθρωπον, ποτὲ μὲν κακὸν, διὰ τὸ φονεύειν· ποτὲ δ’ αὖ πάλιν ἀγαθὸν διὰ τὸ ἐνεργεῖν ἀγαθόν. καὶ προσπλέκεται ταῦτα τὰ ὀνόματα τῇ οὐσίᾳ ἐκ τῶν συμβεβηκότων αὐτῇ, ἅτινα οὐκ ἔστιν αὐτή· οὔτε γὰρ φόνος ἐστὶν ἡ οὐσία, οὔτ’ αὖ πάλιν ἡ μοιχεία, οὔτε τι τῶν ὁμοίων κακῶν· ἀλλ’ ὥσπερ ἀπὸ τῆς γραμματικῆς ὁ γραμματικὸς λέγεται, καὶ ἀπὸ τῆς ῥητορικῆς, ὁ ῥήτωρ, καὶ ἀπὸ τῆς ἰατρικῆς, ὁ ἰατρὸς, τῆς οὐσίας οὔτ’ ἰατρικῆς οὔσης, οὔτε μὴν ῥητορικῆς, οὔτε γραμματικῆς· ἀλλ’ ἀπὸ τῶν συμβεβηκότων αὐτῇ τὴν προςηγορίαν λαμβανούσης, ἀφ’ ὧν οὕτως ὀνομάζεσθαι δοκεῖ, οὐδ’ ὁπότερον αὐτῶν οὖσα· ὁμοίως μοὶ φαίνεται καὶ ἀπὸ τῶν δοκούντων εἶναι κακῶν τὴν οὐσίαν ὄνομα προςλαμβάνειν, οὐδ’ ὁπότερον οὖσαν αὐτῶν. καί μοι ὁμοίως ἐπινόησον, εἴ τινα ἕτερον ἀναπλάττεις ἐν τῷ νῷ τῶν κακῶν τοῖς ἀνθρώποις αἴτιον· ὡς κᾀκεῖνος, καθὸ ἐν τούτοις ἐνεργεῖ καὶ ὑποβάλλει ποιεῖν τὰ κακὰ, ἔστι καὶ αὐτὸς κακὸς ἐξ ὧν ποιεῖ. διὰ τοῦτο γὰρ κᾀκεῖνος κακὸς εἶναι λέγεται, ὅτι τῶν κακῶν ἐστι ποιητής. ἃ δέ τις ποιεῖ, οὐκ ἔστιν αὐτὸς, ἀλλ’ αἱ ἐνέργειαι αὐτοῦ, ἀφ’ ὧν τὴν προσηγορίαν τοῦ κακὸς λέγεσθαι λαμβάνει. εἰ γὰρ αὐτὸν ὑπάρχειν εἴποιμεν, ἃ ποιεῖ, ποιεῖ δὲ φόνους, καὶ μοιχείας, καὶ κλοπὰς, καὶ ὅσα τούτοις ὅμοια, αὐτὸς ἔσται ταῦτα. εἰ δὲ ταῦτ’ ἐστὶν αὐτὸς, ταῦτα δ’ ὅτε γίνεται τὴν σύστασιν ἔχει, οὐ γινόμενα δὲ καὶ τοῦ εἶναι παύεται, γίνεται δὲ ταῦτα πρὸς ἀνθρώπων, ἔσονται καὶ ἑαυτῶν οἱ ἄνθρωποι ποιηταὶ, καὶ τοῦ εἶναι καὶ τοῦ μηκέτ’ εἶναι αἴτιοι. εἰ δὲ ταῦτα ἐνεργείας αὐτοῦ φὴς, ἐξ ὧν ποιεῖ τὸ κακὸς εἶναι ἔχει, οὐκ ἐξ ὧν ἐστὶν ἡ οὐσία. κακὸν δὲ εἴπομεν λέγεσθαι ἀπὸ τῶν συμβεβηκότων τῇ οὐσίᾳ, ἅτινα οὔκ ἐστιν ἡ οὐσία, ὡς ἀπὸ τῆς ἰατρικῆς, ὁ ἰατρός. εἰ δὲ ἐξ ὧν ἐνεργεῖ, ἕκαστος ὑπάρχει κακὸς, ἃ δὲ ἐνεργεῖ ἀρχὴν τοῦ εἶναι λαμβάνει, ἤρξατο κᾀκεῖνος εἶναι κακὸς, ἤρξατο δὲ καὶ ταυτὶ τὰ κακά. εἰ δὲ οὕτως ἔχει, οὐκ ἔσται ἀνάρχως τις κακὸς, οὐδὲ ἀγέννητα τὰ κακὰ, τῷ γεννητὰ πρὸς αὐτοῦ εἶναι φάναι. Τὸν μὲν πρὸς τὸν ἕτερον, ὦ φίλε, λόγον ἱκανῶς μοι πεποιηκέναι δοκεῖς. ἐξ ὧν γὰρ προὔλαβες τῷ λόγῳ, ἐκ τούτων συνάγειν ἔδοξας καλῶς. ὡς ἀληθῶς γὰρ, εἰ ἄποιος ἐτύγχανεν ἡ ὕλη, τῶν δὲ ποιοτήτων δημιουργὸς ὑπάρχει ὁ Θεὸς, ποιότητες δὲ τὰ κακὰ, τῶν κακῶν ἔσται ποιητὴς ὁ Θεός. οὗτος μὲν οὖν ὁ λόγος πρὸς ἐκεῖνον εἰρήσθω καλῶς, ἐμοὶ δὲ ψεῦδος δοκεῖ τὴν ὕλην ἄποιον εἶναι λέγειν. οὐδὲ ( φορ. οὐδενὶ) γὰρ ἔνεστιν εἰπεῖν περὶ ἡστινοσοῦν οὐσίας, ὡς ἔστιν ἄποιος· καὶ γὰρ ἐν ᾧ ἄποιον εἶναι λέγει, τὴν ποιότητα αὐτῆς μηνύει, ὁποία ἐστὶ ἡ ὕλη διαγραφόμενος, ὅπερ ἐστὶν ποιότητος εἶδος. ὅθεν εἴ σοι φίλον ἐστὶν, ἄνωθεν ἔχου πρὸς ἐμὲ τοῦ λόγου. ἐμοὶ γὰρ ἡ ὕλη ἀνάρχως ποιότητας ἔχειν δοκεῖ. οὕτως γὰρ καὶ τὰ κακὰ ἐκ τῆς ἀποῤῥοίας αὐτῆς εἶναι λέγω, ἵνα τῶν κακῶν ὁ μὲν Θεὸς ἀναίτιος ᾖ, τούτων δὲ ἁπάντων ἡ ὕλη αἰτία. Τὴν μὲν προθυμίαν τὴν σὴν ἀποδέχομαι, ὦ φίλε, καί σου τὴν ἐν τοῖς λόγοις σπουδὴν ἐπαινῶ. προσῆκε γὰρ ὡς ἀληθῶς ἕκαστον τῶν φιλομαθῶν, μὴ ἁπλῶς, καὶ ὡς ἔτυχε συγκατατίθεσθαι τοῖς λεγομένοις, ἀλλ’ ἀκριβῆ ποιεῖσθαι τὴν ἐξέτασιν τῶν λόγων. οὐδὲ γὰρ εἰ ὁ προσζητῶν, παρὰ λόγον ὁρισάμενος ἀφορμὴν παρέσχε τῷ προσδιαλεγομένῳ συνάγειν ὡς ἐθέλει, τοῦτο καὶ τὸν ἀκροατὴν πείσει·
PG 5:1351ἀλλ’ εἴ τι ( φορ. εἰ ὅ, τι ιγερ. ) δοκεῖ δυνατὸν εἶναι λέγεσθαι καλῶς, τοῦτο λέξει· παρ’ ὧν δυοῖν θάτερον ἔσται· ἢ γὰρ καὶ πρὸς ( φορ. πρὸς ἐκείνου) ὃ κινεῖσθαι δοκεῖ ἀκούσας, τέλεον ὠφεληθήσεται, ἢ τὸν προσδιαλεγόμενον ἐλέγξει οὐ τἀληθῆ λέγοντα. Οὐ δοκεῖς δέ μοι δεόντως εἰρηκέναι τὴν ὕλην ἄνωθεν ποιότητας ἔχειν, εἰ γὰρ τοῦθ’ οὕτως ἔχει, τίνος ἔσται ποιητὴς ὁ Θεός; εἴτε γὰρ οὐσίας ἐροῦμεν, προεῖναι ταύτας φαμέν· εἴτ’ αὖ πάλιν ποιότητας, καὶ ταύτας ὑπάρχειν λέγομεν. οὐκοῦν οὐσίας τε οὔσης, καὶ ποιοτήτων, περιττὸν εἶναί μοι δοκεῖ δημιουργὸν λέγειν τὸν Θεόν. ἵνα δὲ μὴ ἐμαυτῷ κατασκευάζειν τινὰ δόξω λόγον, ἀπόκριναί μοι νῦν ἐρωτώμενος, τίνι τρόπῳ δημιουργὸν εἶναί φης τὸν Θεόν; πότερον ὅτι τὰς οὐσίας ἔτρεψεν εἰς τὸ μηκέθ’ ὑπάρχειν ἐκείνας, αἵπερ ἦσάν ποτε, ἀλλ’ ἑτέρας παρ’ αὐτὰς γενέσθαι; ἢ ὅτι τὰς μὲν οὐσίας ἐφύλαξεν ἐκείνας, αἵπερ ἦσαν προτοῦ· τὰς δὲ ποιότητας ἔτρεψεν αὐτῶν; οὔ τι μοι δοκεῖ ἀλλαγήν τινα οὐσιῶν γεγονέναι· καὶ γὰρ ἄτοπον τοῦτο λέγειν μοι φαίνεται. τροπὴν δέ τινα τῶν ποιοτήτων γεγονέναι φημὶ, καθ’ ἃς ( φορ. καθ’ ἣν) δημιουργὸν εἶναι λέγω τὸν Θεὸν, καὶ ὥσπερ εἰ τύχοι λέγειν ( φορ. λέγομεν) ἐκ λίθων οἰκίαν γεγονέναι, ἐφ’ ὧν οὐκ ἔστιν εἰπεῖν ὡς οὐκ ἔτι λίθοι μένουσι τῇ οὐσίᾳ, οἰκία γενόμενοι οἱ λίθοι· τῇ γὰρ ποιότητι τῆς συνθέσεως τὴν οἰκίαν γεγονέναι φημὶ, τραπείσης δηλονότι τῆς προτέρας τῶν λίθων ποιότητος· οὕτω μοὶ δοκεῖ καὶ τὸν Θεὸν, ὑπομενούσης τῆς οὐσίας, τροπήν τινα τῶν ποιοτήτων αὐτῆς πεποιηκέναι, καθ’ ἣν τὴν τοῦδε τοῦ κόσμου γένεσιν πρὸς τοῦ Θεοῦ γεγονέναι λέγω. Ἐπεὶ τοίνυν τροπήν τινα τῶν ποιοτήτων πρὸς τοῦ Θεοῦ γεγονέναι φὴς, ἀπόκριναί μοι βραχέα πυθέσθαι προαιρουμένῳ. λέγε δή. Εἰ ὁμοίως καί σοι δοκεῖ τὰ κακὰ ποιότητας εἶναι τῶν οὐσιῶν;

It Seems 2Δοκεῖ 2

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
δοκεῖ. Ἄνωθεν δὲ ἦσαν αἱ ποιότητες αὗται ἐν τῇ ὕλῃ, ἢ ἀρχὴν ἔσχον τοῦ εἶναι; συνεῖναί φημι ἀγεννήτως τῇ ὕλῃ ταυτασὶ τὰς ποιότητας.

Do you not say that God is some change of...Οὐχὶ δὲ τὸν Θεὸν φῂς τροπήν τινα τῶν…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Οὐχὶ δὲ τὸν Θεόν φης τροπήν τινα τῶν ποιοτήτων πεποιηκέναι; τοῦτό φημι. Πότερον οὖν εἰς τὸ κρεῖττον, ἢ εἰς τὸ χεῖρον; εἰς τὸ κρεῖττον λέγειν μοι δοκεῖ. Οὐκοῦν εἰ ποιότητες τῆς ὕλης τὰ κακὰ, τὰς δὲ ποιότητας αὐτῆς εἰς τὸ κρεῖττον ἔτρεψεν ὁ Θεὸς, πόθεν τὰ κακὰ, ζητεῖν ἀνάγκη. οὐ γὰρ ἔμειναν αἱ ποιότητες ὁποῖαί ποτ’ ἦσαν τῇ φύσει· ἢ εἰ μὲν πρότερον οὐκ ἦσαν κακαὶ, ἐκ δὲ τοῦ τραπῆναι πρὸς τοῦ Θεοῦ τὰς πρώτας τοιαύτας περὶ τὴν ὕλην γεγονέναι ποιότητάς φης, αἴτιος ἔσται τῶν κακῶν ὁ Θεὸς, τρέψας τὰς οὐκ οὔσας ποιότητας κακὰς, εἰς τὸ εἶναι κακάς. Ἢ τὰς μὲν κακὰς ποιότητας, εἰς τὸ κρεῖττον οὐ δοκεῖ σοι τρέψαι τὸν Θεὸν, τὰς δὲ λοιπὰς καὶ μόνας ὅσαι ἀδιάφοροι ἐτύγχανον τῆς διακοσμήσεως ἕνεκα πρὸς τοῦ Θεοῦ τετράφθαι λέγεις. οὕτως ἄνωθεν ἔσχον ἐγώ. Πῶς τοίνυν αὐτὸν τὰς τῶν φαύλων ποιότητας ὡς εἶχον καταλελοιπέναι λέγεις; πότερον δυνάμενον μὲν κᾀκείνας ἀνελεῖν, οὐ βουληθέντα δὲ, ἢ τὸ δύνασθαι μὴ ἔχοντα; εἰ μὲν γὰρ δυνάμενον λέξεις, οὐ βουληθέντα δὲ, αὐτὸν αἴτιον τούτων εἰπεῖν ἀνάγκη, ὅτι δυνάμενος ποιῆσαι μὴ εἶναι κακὰ, συνεχώρησεν αὐτὰ μένειν ὡς ἦν, καὶ μάλιστα ὅτε δημιουργεῖν τὴν ὕλην ἤρξατο. εἰ γὰρ μηδ’ ὅλως ἔμελεν αὐτῷ τῆς ὕλης, οὐκ ἂν αἴτιος ἦν ὧν συνεχώρει μένειν· ἐπεὶ δὲ μέρος μέν τι αὐτῆς ἐδημιούργει, μέρος δέ τι οὕτως εἴα, δυνάμενος κᾀκεῖνο τρέπειν εἰς τὸ κρεῖττον, αἰτίαν ὀφλισκάνειν ἄξιος εἶναί μοι δοκεῖ, καταλιπὼν μέρος ὕλης εἶναι πονηρὸν ἐπ’ ὀλέθρῳ οὗ ἐδημιούργησε μέρους. ἀλλὰ μὴν καὶ τὰ μέγιστα κατὰ τοῦτο τὸ μέρος ἠδικῆσθαί μοι δοκεῖ, τοῦθ’ ὅπερ κατεσκεύασε τῆς ὕλης μέρος ἀντιλαμβανόμενον τανῦν τῶν κακῶν. εἰ γάρ τις ἐξετάζοι ἐπ’ ἀκριβὲς τὰ πράγματα, χαλεπώτερον νῦν εὑρήσει τὴν ὕλην πεπονθυῖαν τῆς προτέρας ἀκοσμίας. πρὶν γὰρ αὐτὴν διακριθῆναι, τὸ μηδὲ αἰσθέσθαι τῶν κακῶν παρῆν αὐτῇ· νυνὶ δὲ ἕκαστον τῶν μερῶν αὐτῆς αἴσθησιν λαμβάνει τῶν κακῶν. καί μοι ἐπ’ ἀνθρώπου τὸ παράδειγμα λάβε. πρὶν γὰρ εἰκονισθῇ καὶ ζῶον γένηται τῇ τοῦ δημιουργοῦ τέχνῃ, τὸ μήθ’ ἑνὸς ἀντιλαμβάνεσθαι τῶν κακῶν, παρὰ τῆς φύσεως εἶχεν·
PG 5:1355ἀφ’ οὗ δὲ πρὸς τοῦ Θεοῦ ἄνθρωπος γίνεται, καὶ τὴν αἴσθησιν τοῦ προσπελάζοντος κακοῦ προσλαμβάνει· καὶ τοῦθ’ ὅπερ ἐπ’ εὐεργεσίᾳ τῆς ὕλης πρὸς τοῦ Θεοῦ γεγονέναι λέγεις, εὑρίσκεται μᾶλλον ἐπὶ τῷ χείρονι προσγενόμενον αὐτῇ. εἰ δ’ ἐκ τοῦ μὴ δύνασθαι τὸν Θεὸν ἀνελεῖν τὰ κακὰ, τὸ μὴ πεπαῦσθαι λέγεις, ἀδύνατον τὸν Θεὸν φήσεις ὑπάρχειν. τὸ δὲ ἀδύνατον, ἤτοι τῷ φύσει ἀσθενῆ ὑπάρχειν αὐτὸν ἔσται, ἢ τῷ νικᾶσθαι τῷ φόβῳ δεδουλωμένον πρός τινος κρείττονος. εἰ μὲν οὖν τὸν Θεὸν φύσει ἀσθενῆ ὄντα τολμήσεις εἰπεῖν, περὶ τῆς σωτηρίας αὐτῆς κινδυνεύειν μοι δοκεῖς. εἰ δὲ τῷ νικᾶσθαι φόβῳ πρὸς τοῦ μείζονος, μείζονα ἔσται τοῦ Θεοῦ τὰ κακὰ, νικῶντα τῆς προαιρέσεως αὐτοῦ τὴν ὁρμήν· ὅπερ ἄτοπον εἶναί μοι λέγειν περὶ Θεοῦ δοκεῖ. διὰ τί γὰρ οὐχὶ μᾶλλον ταῦτ’ ἔσονται Θεοὶ, νικᾷν κατὰ τὸν λόγον τὸν σὸν δυνάμενα τὸν Θεὸν, εἴπερ Θεὸν ἐκεῖνό φαμεν, ὃ τὴν ἁπάντων ἐξουσίαν ἔχει; Βραχέα δέ σου καὶ περὶ τῆς ὕλης αὐτῆς πυθέσθαι βούλομαι· καί μοι φέρων λέγε, πότερον ἁπλῆ τις ἦν ἡ ὕλη, ἢ σύνθετος. ἡ γὰρ διαφορὰ τῶν γεγονότων εἰς τοιαύτην με περιί̈στησιν ἐξέτασιν τοῦδε τοῦ λόγου. εἰ γὰρ ἁπλῆ τις ἐτύγχανεν ἡ ὕλη καὶ μονοειδής· σύνθετος δὲ ὁ κόσμος, καὶ ἐκ διαφόρων οὐσιῶν τε καὶ κράσεων τὴν σύστασιν ἔχει· ἀδύνατον τοῦτο ( ξορ. τοῦτον) ἐξ ὕλης γεγονέναι λέγειν, τῷ τὰ σύνθετα μὴ οἷόν τε ἐξ ἑνὸς ἀποίου τὴν σύστασιν ἔχειν, τὸ γὰρ σύνθετον ἁπλῶν τινῶν μίξιν μηνύει. εἰ δ’ αὖ πάλιν τὴν ὕλην σύνθετον λέγειν ἐθέλοις, πάντως ἐξ ἁπλῶν τινῶν συντεθεῖσθαι φήσεις. εἰ δὲ ἐξ ἁπλῶν συνετέθη, ἦν ποτὲ καθ’ ἑαυτὰ τὰ ἁπλᾶ, ὧν συντεθέντων, γέγονεν ἡ ὕλη, ἐξ οὗπερ καὶ γεννητὴ οὖσα δείκνυται. εἰ γὰρ σύνθετος ἡ ὕλη, τὰ δὲ σύνθετα ἐξ ἁπλῶν τὴν σύστασιν ἔχει, ἦν ποτὲ καιρὸς, ὅτε ἡ ὕλη οὐκ ἦν, τουτέστι πρὶν τὰ ἁπλᾶ συνελθεῖν. εἰ δὲ ἦν ποτὲ καιρὸς, ὅτε ἡ ὕλη οὐκ ἦν· οὐκ ἦν δέ ποτε καιρὸς, ὅτε τὸ ἀγέννητον οὐκ ἦν, οὐκ ἔσται ἀγέννητος ἡ ὕλη. τὸ δ’ ἐντεῦθεν ἔσται πολλὰ τὰ ἀγέννητα. εἰ γὰρ ἦν ἀγέννητος ὁ Θεὸς, ἦν δὲ ἀγέννητα καὶ τὰ ἁπλᾶ ἐξ ὧν ἡ ὕλη συνετέθη, οὐκ ἔσται δύο καὶ μόνα τὰ ἀγέννητα. ἵνα παρήσω τὸ ἐπιζητῆσαι τί ὄντα ἐστὶν ( φορ. ἐστὶν ὄντα) ἁπλᾶ· ὕλη ἢ εἶδος· πολλὰ γὰρ οὕτως ἄτοπα ἀκολουθήσειαν. δοκεῖ δέ σοι μηδὲν τῶν ὄντων αὐτὸ ἑαυτῷ ἀντικεῖσθαι;

It Seems 3Δοκεῖ 3

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
δοκεῖ. Ἀντίκειται δὲ τῷ πυρὶ τὸ ὕδωρ; ἀντικεῖσθαί μοι φαίνεται. Ὁμοίως δὲ καὶ τῷ φωτὶ τὸ σκότος, καὶ τῷ ψυχρῷ τὸ θερμὸν, πρὸς δὴ τούτοις καὶ τῷ ξηρῷ τὸ ὑγρόν;

So it seems to me to beΟὕτως ἔχειν μοι δοκεῖ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
οὕτως ἔχειν μοι δοκεῖ. Οὐκοῦν εἰ μηδὲν τῶν ὄντων αὐτὸ ἑαυτῷ ἀντίκειται, ἀλλήλοις δὲ ταῦτα ἀντίκειται, οὐκ ἔσονται ὕλη μία, οὐδὲ μὴν ἐξ ὕλης μιᾶς. ὅμοιον δέ τινα τούτῳ λόγον πάλιν πυθέσθαι σου βούλομαι. δοκεῖ σοι τὰ μέρη μὴ ἀναιρετικὰ τυγχάνειν ἀλλήλων; δοκεῖ. Εἶναι δὲ τῆς ὕλης μέρη, τό τε πῦρ καὶ ὕδωρ, ὡσαύτως δὲ καὶ τὰ λοιπά;

So I holdΟὕτως ἔχω

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
οὕτως ἔχω. Τί δὲ, οὐ δοκεῖ σοι ἀναιρετικὸν μὲν εἶναι τοῦ πυρὸς τὸ ὕδωρ, τοῦ δὲ σκότους τὸ φῶς, καὶ τἄλλα ὅσα τούτοις παραπλήσια;

It Seems 4Δοκεῖ 4

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
δοκεῖ. Οὐκοῦν εἰ τὰ μέρη οὔκ ἐστιν ἀλλήλων ἀναιρετικὰ, τὰ δὲ τῆς ὕλης μέρη ἀναιρετικὰ ἀλλήλων ἐστὶν, οὐκ ἔσται ἀλλήλων μέρη. εἰ δὲ οὔκ ἐστιν ἀλλήλων μέρη, οὐκ ἔσονται ὕλης μιᾶς. ἀλλὰ μὴν, οὐδ’ αὐτὰ ἔσονται ὕλη τῷ μηδέν τι τῶν ὄντων αὐτὸ ἑαυτοῦ ἀναιρετικὸν ὑπάρχειν, κατὰ τὸν τοῦ ἀντικειμένου λόγον. οὐδὲ γάρ ἐστί τι αὑτῷ ἀντικείμενον· τὰ γὰρ ἀντικείμενα, ἑτέροις ἀντικεῖσθαι πέφυκεν. οἷον τὸ λευκὸν, αὐτὸ ἑαυτῷ οὐκ ἀντίκειται, πρὸς δὲ τὸ μέλαν ἀντικείμενον λέγεται. καὶ τὸ φῶς ὁμοίως, ἑαυτῷ μὴ ἀντικεῖσθαι δείκνυται, πρὸς δὲ τὸ σκότος οὕτως ἔχον φαίνεται, καὶ ἄλλα γοῦν ὁμοίως πλεῖστα ὅσα. Εἰ τοίνυν καὶ ὕλη μία τὶς ἦν, οὐκ ἂν αὐτὴ αὑτῇ ἀντέκειτο. οὕτω δὲ τῶν ἀντικειμένων ἐχόντων, τὸ μὴ εἶναι τὴν ὕλην δείκνυται.

datur. Nec enim unius ab altero divortiam stitui dignoscive potest, nisi tertium aliquid erit, ex quo divortium illud æstimetur. Atque haec ratio, non tantum vel in hoc, vel in uno quopiam, sed etiam in pluribus locum habet. Quod enim de duobus ortu carentibus dictum est, id similiter valere necesse erit, si tria ponentur ortu carentia. Nam de illis eodem modo quæram, utrum disjunτὰ cta illa sint, an singula inter sese conjuncta. Si conjuncta quis esse defendet, idem ego contra, quod paulo ante argumentum opponam. Sin tincta fatebitur, nunquam illius quarti necessitatem effugiet, quod hoc dissidii genus efficiat. Quod si tertium quiddam existimet, de illis ortu carentibus commode satis responderi posse, Deum videlicet nec penitus a materia secretum, nec tainen partis in morem cum eadem esse conjunctum; sed vel materia Deum, vel materiam ipsam Deo, sic quam loco proprio contineri; ex hac opinione ἀκοconsequens illud omnino fuerit, ut, si Dei locum materiam esse dicamus, eumdem necessɔrio et capi ab aliquo, et materia ipsa circumscribi posse teamur. Quin etiam illum necesse erit, perinde ut materiam, perturbate ferri; nec eumdem in se ipso manere semper immotumque consistere, cum illud in quo erit, huc illucque perpetuo rapiatur. Ad hac, locum in deterioribus Deum ipsum habuisse conλήν cedendum erit. Nam si rudis olim et incondita materia fuit, eamque Deus in elegantiorem et tiorem speciem conformare statuit; fuit profecto, cum Deus in rudi et incondita mole versaretur. Præterea hunc etiam in modum urgere liceat utrum Deus materiam impleret universam, an in aliqua duntaxat ejus parte collocatus esset. Nam si in parte solum fuisse volent, mirum quam angustiorem illi nobis materia Deum faciunt, cum pars ejus aliqua Deum integrum contineret. Sin totam ab eo materiam occupatam esse dicent, dicant ipsi quoque, quemadmodum eam elaborare Deus ac perpolire potuerit. Siquidem aut sese Deum collegisse necesse erit, itaque partem eam conformasse, ex qua secesserat, aut quod loci in quem secederet, nihil omnino superesset, cum materia se ipsum una conformasse. aqua in terra, collocatur. Si quemadmodum in Malin cum altero ms. Post minor adhibenda distinctio, et mutandum in vel Leg. II. Jam vero, si materiam in Deo esse respondeant, quærendum similiter fuerit, utrum sic iu eo statuatur, ut a se ipso quasi disjunctus ille distractusque sit, quomodo sic in aere tot animantium genera versantur, ut idem ad ea capienda quæ in ipso funt, aliquam partium suarum divisionem pa tiatur: an potius, tanquam in loco, hoc est, ut aere, Deum jam habemus, qui in partes distrahi secarique possit. Sin ut aqua in terra est, materia vero perturbata atque indigesta erat, adeoque mala gremio suo continebat; superest omnino, ut ipsum quoque Deum, et rerum imperfectarun et malorum sedem ac locum esse dicamus. Quod mihi quidem cum minus religiose dici, tum abs te periculosius responderi videretur. Quippe materiam enim esse vis, ne malorum auctorem Deum esse fatearis; idem tamen, ut hoc ipsum effugias, malorum eum Disputationis hujus cardo postulat, ut inseratur; eamque vo cem proxime consequentia desiderant.

lectura nulla sit, homo tamen erit; eadem, si non homo fuerit, esse nulla poterit. Ita concludendum necessario est, ejusmodi artium esse naturam, ut in bominibus ex eo quod nusquam est, oriantur. Quod si verum in hominibus esse ostendimus, quisquam ne porro negare audeat, ex nihilo vel qualitates, vel ipsas quoque substantias a Deo fieri posse? Nam quæ ratio fieri omnino quidquam ex nihilo posse demoustrat, eadem in substantiis quoque valere debet. 1. Sed quoniam de malorum procreatione ali quid audire gestis, in eam deinceps disputationem ingreliar. Ac primum pauca ex le sciscitari libet. Utrum ergo mala, substantias an substantiarum qualitates esse putas? Substantiarum qualitates, inguis. Atqui materia ut qualitate, sic figura omni spoliata erat; hoc enim jam ante posito, institutam disputationem persecutus sum. Igitur, si et substantiarum qualitates mala sunt, et materia quali… tate omni carebat, Deum porro qualitatum auctorem esse confessus; erit idem malorum etiam architectus. Itaque Deo materiam adjungere supervacaneum est, cum ne sic quidem malorum proereatione solutam et immunem Deum habere possis. Tu, si quid habes, quod buie argumento respon deas, incipe vero. Et quidem si contentionis et pugna studio, hæc a nobis suscepta disputatio foret, malorum rationem in quæstionem iterum vocari non paterer. Sed quoniam amicitia potius, et proximi utilitas in bujusmodi nos sermonem adduxit, age, hane de integro quæstionem disceptare liceat. Equidem sensum tibi meum, quidve hac in disputatione sequar, notum abunde tibi et explo ratum esse non dubito: hoe me nimirum agere, non ut verisimilibus argumentis falsum extorqueam, sed ut accurata disquisitione illustratum et confirmatum verum habeamus. Nec alio te animo esse, prorsus intelligo. Qua te ergo ratione verum assequi posse arbitraris, ea tibi libere atque ingenue utendum statue. Nam dum eo quod melius est, abuteris, rem utique non tibi modo, sed etiam mihi quem ignorantia liberabis, perutilem feceris. Clarius esset, (æterum hoc argumentum firmius est. Usitatius fuerit, V. Nunc igitur substantias quasdan, opinor, mala esse voles; quod ea, præterquam in substantiis, nusquam omnino videantur. Ergo, bone vir, cum substantias mala esse putes, sequitur profecto, ut excutienda nobis substantiæ natura sit. An tu substantiam corporeæ molis coagmentationem aliquam esse arbitraris? Arbitror vero. Ista porro corporea moles num ita exsistit ipsa per sese, nullius ut opem omnino desideret, ac, eo præsente, tum esse incipiat? Prorsus. Quid? Num tibi mala in actione quadam videntur esse posita? Videntur sane. Actiones autem num esse tunc primum incipiunt, cum is qui agit, præsens adfuerit? Uuque. Sin qui aget, nullus erit, ne id quidem quod ipse agat, esse poterit? Non poterit. Ergo si et substantia corporem molis coagmentatio quædam est, nec ullius præsentiam requirit, in quosata exsistendi vim accipiat; contra vero mala alterius cujusdam actiones sunt, actiones istæ porro alicujus præΕἰ Mendosa hæc sunt; quæ facile sic emendes etc.

net, ab ea sum tua hac ratione deductus. Esto. Nunc autem falsum illud mihi videtur, materiam qualitatibus vacuam fuisse. Nam substantia nulla qualitate omni carere dici potest: cum eo ipso, quo materiam quis omni qualitate spoliatam esse ret, propriam ejus qualitatem indicaret, dum, lis materia sit, explicaret, quod ipsum utique gularis quaedam ratio qualitatis est. Deinceps ergo, nisi molestum est, hanc mihi rursus a capite disὦ putationem arcesse. Jam enim materiam qualitaΠροσῆκε tibus ex onıni æternitate præditam, malaque simu̟l omnia ex quodam ejus deluxu nata esse defendo, ne Deo causa malorum assignetur, quæ solam in ὁρισάmateriam conferenda sit. Mibi vero tuus hic mus, o amice, admodum probatur; placet hoc in concertationis genere tam studiosa contentio. Atque idem profecto eorum omnium qui se discendi dos profitentur, consilium esse oporteret, ut non 8 simpliciter ac temere, quidquid ab aliis dicitur, riperent, sed rationum vim atque pondus suis accuΟὐ rate ac diligenter momentis æstimarent. Nec enim, si qui cum altero disserit, concinnatum abs sese fallax aliquod et captiosum argumenti genus, sua illi ex mente sensuque concludendum obtrudet, auditori propterea, quod volet, hac arte rit; sed aliquid tum demum is egerit, si quod abs se cum ratione dici posse videbitur, id in medium proferet. Nam tum e duobus alterum consequctur; aut enim qui audiet, quo impelli sese ferrique senserit, in eo tandem magno cum suo fructu acquiescet, aut adversarium ipse suum erroris falsique convincet. Ergo, ut ad rem veniam, equidem sic existimo, minus abs te vere qualitatibus ab omni ævo materiam instrui. Hoc enim, si verum est, cujus tandem rei Deum auctorem habebimus? Substantiarum? at eas jam prius exstitisse dicimus. Qualitatum? at illas quoque jam ante fuisse agnoscimus. Cum igitur et substantia per sese jam, et qualitates exsistant, quamobrem Deum conditorem appellemus, superest profecto nihil. VII. Verum ne arguti quidpiam ipse moliri velle videar, die ipsemet obsecro, qua tu ratione conditorem Deum esse putes. An quod substantiarum naturam immutarit, ut, quam nactæ prius fuerant exuentes, novam ipsæ quamdam et alienam induerent? an potius, quod substantiis in propria naturæ suæ ratione conservatis, earum tamen qualitates mutarit? Ego vero nullam in substantiis niutationem contigisse arbitror. Absurdum enim id utique fuerit. Qualitates ergo mutatas fuisse aio; quod VII. mutationis genus conditoris Deo nomen indiderit. Leg. Hic pro eo sumi arbitror, quod medium vulgo logici nominant, ejusque tam in majori quam in minori collocationem; autem 50phisticam et argumentandi rationem, qua quis velut quadam, ad facilius alterum in errorem inducendum abulatur. Quales Quemadmodum enim si domum aliquam e lapidibus factam esse dicamus, non tamen continuo verum sit, lapides, exuta priore substantia, eam in domum esse conversos; quippe certo quodam ex compositionis genere domum exstitisse contendo, priori lapidum qualitate mutata: sic videtur mihi Deus, integra manente substantia, quamdam ipsius Socratici captare videbantur. Ante minori tantum distinctione opus est; pro malim Post tollenda distinctio est. autem rescripsimus, pro quod manifeste vitiosum erat. Male ante legebatur.

quod tu divini erga materiam Nutrinis benefciuin Sensus postulat maxime cum sequatur Praestat omnino ut referatur ad non ad Mutila ista sunt. Commode sic expleas etc. PATROL. GR. V. interpretaris, hoc ipsi jàm in deterius cessisse reperies. Jam vero, si quod mala Deus tollere won potuerit, eadem perstitisse voles; Deum ergo im potentem facis. Impotens autem si erit, aut propter nativam imbecillitatem erit, aut quod servilem iu modum, potentioris alicujus terrore superetur. Natura imbecillum, citra manifestum salutis periculum, affirmare audebis nunquam. Sin majoris furmidine victum esse dices, mala Deo simul antepones, quæ vim ejus impetumque voluntatis impediant; quod sane de natura divina prædicari non nisi absurde potest. Quidni enim mala ipsa potius deorum loco habeantur, si et Deum, ut ais, superare possunt, et Deum illud esse demum agnoscimus, quod summam habeat rerum omnium potestatem? X. Sed juvat præterea, nonnulla ex te de materia quærere. Dic igitur, amabo te, simplicemne materiam, an compositam fuisse putes? Nam rerum tanta diversitas ad hujus me disceptationem quæstionis adducit. Si enim simplex, uniusque duutaxat formæ ac figuræ materia fuit; quomodo taldem compositus ex ea mundus, ex tanta substantiarum ac temperationum varietate consistit? Quod enim compositum dicitur, id sane plurium simplicium mistionem involvit. Sin eamdem compositam fuisse vis, ex simplicibus igitur composita fuit. Quod si verum est, fuerant jam olim simplicia illa per sese, quorum ex compositione materia conflata est. Hinc porro genitain esse materiam ostenditur. Nam si composita materia est; composita vero ex simplicibus coagmentata sunt; tempus illud certe fuit, quo nulla dum materia esset, hoc est antequam ea simplicium inter sese conjunctio fieret. Quod, si tempus ejusmodi aliquod fuit, quo materia necdum esset; nullum autem unquain ſuit, quo res ortu principioque carens, nondum exsisteret; ortu materia caruisse non poterit. Cæterum plura deinceps ortu carentia statuemus. Si enim et Deus, et simplicia isla ex quibus concreta materia est, ortu carebunt, non jam duo tantum ortu carentia censebuntur, ut prætermittam id quaerere, quid fuerint ipsa simplicia, materia an forma. Postremo, num tu reni plane nullam, quæ secum ipsa pugnel, esse concedis? Nullam. Cum igue vero num. aqua pugnat? Pugnat sane. Similiter et luci teuebræ, et frigido cadum, et sicco humidum adversatur? Utique. Igitur si res nulla secum ipsa pugnat, hæc autem secum pugnant, sequitur omnino, nec unicam esse materiam, nec unica tantum ex nae teria universa constare. Cui persimile ac gearinum illud est, quod sequitur. Nonne tibi videtur, Rescribe Negari facile posset, quod hic assumitur. Εt hæc consequentia oppido quam infirmia. Tota enim hac est

PG 5:1341
PG 5:1345
PG 5:1349
PG 5:1353
Page scan enlarged

Notebook

Full View