PG 6Pseudo-Justin Martyr
Appendix to St. Justin, Tatian, and Theophilus
Printed pages · scan text
diplomatic · pgworks
Diplomatic text · pgworks clean digital edition (verified) — PG column chips mark the printed columns.

Appendix to St. Justin, Tatian, and TheophilusAppendix ad S. Justinum, Tatianum et Theophilum

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 6:1181ΠΡΟΣΘΗΚΑΙ Περιέχουσαι νόθα εἰς τὰ ἅπαντα Ἰουστίνου, πράξεις τοῦ μαρτυρίου αὐτοῦ καὶ τῶν σὺν αὐτῷ, πρὸς δὲ καὶ τεμάχια τῶν ἀπολεσθέντων συγγραμμάτων Ἰουστίνου, Τατιανοῦ καὶ Θεοφίλου.

Letter to Zenas and SerenusEpistola Ad Zenam et Serenum

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 6:1183ΙΟΥΣΤΙΝΟΣ ΖΗΝΑι ΚAI ΣΕΡΗΝΩι ΤΟΙΣ ΑΔΕΛΦΟΙΣ ΧΑΙΡΕΙΝ. Περὶ μὲν τῆς κατὰ πρόλημμά τινων ἀλογίστου παι δείας, μαθήσεώς τε ἀνωφελοῦς, κατὰ παράδοσιν ἀνθρώπων κληρονομηθείσης ὑπὸ τῶν τὰ ὅμοια τοῖς Φαρισαίοις νοούν των τε καὶ πραττόντων, ἐν τῇ πρὸς Πάπαν ἐπιστολῇ μετὰ πάσης ἀκριβείας ἐξεθέμην. Ἵνα δὲ μὴ πάνυ μεμπτικὸς εἶναι δόξαιμι, παρέχοιμι δὲ καὶ λαβὰς σωτηρίους τοῖς βουλομένοις εὖ πράττειν, ἐν τῇ γραφείσῃ πρὸς ἄρχοντάς μοι λίαν ἐπι μελῶς, ὡς ἐγὼ νομίζω, συντάξας, οὐκ ὤκνησα καὶ ὑμῖν ἐπι στεῖλαι, χάριν τοῦ γινώσκειν ὑμᾶς τὰς παιδαριώδεις τινῶν πολιτείας. Τὸ γὰρ εἰδέναι τῶν μὴ κατὰ λόγον πολιτευομέ νων τὰς ἀναστροφὰς σωφρονίζει τοὺς μὴ ἐμπίπτειν εἰς τὰ ὅμοια σπεύδοντας. Ὑμᾶς μὲν οὖν καλῶς ἔχει τὰ ἐκ παρα σκευῆς ἀνδραγαθεῖν· ἀλλ' ἐπεὶ τοῦ νῦν αἰῶνος ταῖς περιφο ραῖς τὰ τῆς γνώμης ἡμῶν συνταράττεται κατασπωμένων εἰς τὸν κόσμον, ὅθεν ὁ σωτήρ, οὐκ εἶναι λέγων ἑαυτὸν καὶ ἡμᾶς τούτου, τῆς πρὸς τοῦτον κοινωνίας ἀπέστρεψε, συμ βουλεύω ὑμῖν φίλους τῆς ἀληθείας γίνεσθαι, καὶ τὸ ἀποτέ λεσμα τῆς ἐν οὐρανοῖς δυνάμεως καταδεχομένους πᾶν τὸ κατὰ τὸ θέλημα τοῦ πατρὸς τῶν αἰώνων ἀπαρτίζειν, μάχης τε καὶ ζηλοτυπίας κοσμικῆς μακρὰν ἵστασθαι. Διαφέρεται γὰρ ἑαυτῷ πᾶς ὁ ὀργιζόμενος καὶ τὸ τῆς θυμομαχίας εἶδος εἰς ἑαυτὸν καταντᾶν εἴωθεν. Ἤδη γοῦν τινας ἴσμεν ἐφ' οἷς ἂν κινηθῶσιν τῶν πλησίον, δι' οὓς τὰ τῆς λύπης αὐτοῖς ἀποβέβηκε, μηδὲν εἰδότας, ἑαυτοὺς δὲ ἐσθίοντας καὶ ὀδυνῶντας. Ῥητέον οὖν πρὸς τὸν ἐναντιοῦσθαι πειρώμε νον χαλεπὸν μηδέν, καθεσταμένῃ δὲ τῇ γνώμῃ καὶ ἀταράχῳ τῇ διαθέσει τοσοῦτον· Οὐχ οὕτως ἔσται σου τὸ τῆς ἰσχύος δυνατόν, ἵνα μου κινήσῃς τὴν προαίρεσιν. Προνοητέον δὲ καὶ τῆς πρὸς τοὺς διαφερομένους εἰρήνης καὶ μὴ τῷ δόγματι τῆς ὀργῆς συναποφερομένους λέγειν ποτὲ μὲν Φύσεώς εἰμι τοι αύτης καὶ οὐ δύναμαι μὴ ὀργίζεσθαι, ποτὲ δὲ καὶ τῆς κοινω νίας κατὰ τὴν εὐχὴν ἀποχωρεῖν. Τὸ μὲν γὰρ ἔτι κατὰ φύσιν βιοῦν οὐδέπω πεπιστευκότος ἐστίν, τὸ δὲ ζηλοτυπεῖν διὰ φθό νον μακρὰν τῆς ἀληθείας ἱσταμένου. Παιδευτέον οὖν πάντα ὁντινοῦν ἀμνησικάκως, μὴ κατεπιτηδεύοντας τὴν νουθεσίαν. Ἤδη δέ τινας ἴσμεν κατὰ τὸ σαρκικὸν ἐν προκοπῇ γινομέ νους, ἕλκοντας πρὸς τὴν ἑαυτῶν ὀργὴν τὸ εὐαγγέλιον καὶ βου λομένους ἐφαρμόζειν τῷ δόγματι τῆς καταφορᾶς αὑτῶν τὰ λόγια τοῦ σωτῆρος ἡμῶν· οἷς εἰ ἀποβεβήκει τὸ δύνασθαι ἐν γεέννῃ παραδιδόναι τινάς, καὶ ὁ κόσμος ἂν ὅλος ὑπ' αὐτῶν
PG 6:1185κατηνάλωτο· πλήν, τὸ ὅσον ἐφ' ἑαυτοῖς, καὶ κατακρίνουσι καὶ τοῦ πυρὸς τὰς καμίνους ἀνοίγουσιν. Διὰ τοῦτο μὴ ὦμεν ἡμεῖς τοιοῦτοι. Καὶ ἔτι γνώμην ὑμῖν δίδωμι, βλέπειν ἃ προσ ήκει θεωρεῖν, καὶ παιδεύειν τὸν πλησίον ὡς δέον ἐστὶν αὐτόν τινα πρῶτον μελετήσαντα πολλάκις τὸ ὑπονοούμενον, μήτι ἄρα ψευδοδοξεῖ· καὶ εἰ δόξειεν εὖ φρονεῖν, νουθετεῖν τότε, μέχρις ἂν ἢ πεισθῇ ταῖς συμβουλίαις ἢ αὐτὸς αὑτὸν κατά φωρον ποιήσῃ. Παρέχεσθαι δὲ ἡμῖν ἀταραξίαν πολλὴν δύναται τὸ μὴ κατεπιτηδεύειν πρωτείων ἀπολαύειν μηδ', εἰ βούλοιντό τινες εἶναι τοιοῦτοι, λυπεῖσθαι, παραχωρεῖν δὲ τοῖς ἐγκρί νουσιν ἑαυτοὺς ἐφ' ἅπερ ὁ σωτὴρ τοὺς πιστεύοντας οὐ προσ κέκληκεν. Πρὸς δὲ τὸν κεκραγότα σιωπητέον, καὶ τὸν οἰόμε νον περιγεγονέναι τινὸς καταγελαστέον, μὴ ὑπὸ κενοδοξίας ματαίας ἀγόμενον διὰ τοὺς παρόντας καὶ ἀκούοντας ταῖς τῶν λόγων ἀνθυποφοραῖς ἐπ' ἴσης καὶ αὐτὸν τὴν ἐπανάστασιν κρατύνειν. Λογιζέσθω μὲν γὰρ ὁ καλῶς ἀποφαινόμενος, ὅτι Καὶ ἠδίκησε, καὶ ἀντειπεῖν οὐκ ἠθέλησα ἢ οὐκ ἐτόλμησα, παρείη δέ μοι διὰ τὴν ἀγαθὴν συνείδησιν εὐφρασία καὶ ἀνά παυσις· ὅ τε ἀδικῶν μὴ ὑπερηφανείτω πείθειν τὸν ἀδελφόν, καὶ ὁ νουθετούμενος μὴ ὀργιζέσθω, παρακαλείτω δὲ αὐτὸς τὸν οἰκεῖον. Συναντᾶν γὰρ ἑαυτοῖς προσήκει τοὺς δύο πρὸς τὴν εἰρήνην κατάγεσθαι σπεύδοντας, ὅτι καὶ ὁ πατὴρ τῷ μετα νοήσαντι συναντήσας υἱῷ φαίνεται καὶ οὐ περιμείνας, ἀνθυπενεγκὼν δὲ ἑαυτὸν πρὸς τὴν ἐκείνου μετάνοιαν. Χρηστότης γὰρ ἡ κατὰ πίστιν ἑκατέροις ἐργάζεται τὴν εἰρήνην, καὶ ὁ μὲν ἀδικήσας πείθει διὰ τὴν ἁμαρτίαν τὸν φίλον, ὁ δὲ ἀδικηθεὶς μετανοήσει καὶ αὐτὸς ὅτι πρὸς τὸν οἰκεῖον ὠργίσθη. Πάσης οὖν ἐπιθυμίας καὶ ὀρέξεως σαρκικῆς ἐκτὸς εἶναι δεῖ τὸν πι στόν· λῃστεύει γὰρ ὁ μὴ τοιοῦτος καὶ τὸν ναὸν τοῦ θεοῦ ἱερο συλεῖ, καί, ἵνα τολμηρότερον εἴπωμεν, ἐκβάλλει τὸν θεὸν αὐ τὸς ἀφ' ἑαυτοῦ, καὶ διὰ τὴν συνείδησιν ἀπηλγηκώς ἐστι καὶ πρὸς τοὺς νουθετοῦντας ἀλλοτρίως διάκειται, καὶ τὸν Ἀδὰμ προβάλλεται καὶ τῇ πράξει τῆς Εὔας σεμνύνεται, δέον συναποθνήσκειν τῷ Χριστῷ. Προσήκει δὲ ἡμᾶς, πολλὰ σκεπτομένους πρὸς ἑαυ τούς, ἀκατηγορήτους ποιεῖσθαι τὰς ὁμιλίας, μηδὲ λαλεῖν διὰ τὸ βούλεσθαι φλυαρεῖν, σιωπῶντας δὲ τὸ πλεῖστον μεμετρη μένως ἀποκρίνεσθαι πρὸς οὓς καὶ ἡ χρεία κατεπείγει. Φευκτέον δὲ καὶ ὑπονοίας πονηράς, καὶ τὴν ὑπόληψιν τὴν ἑαυτῶν δοκι μαστέον. Καὶ ἡσυχαστέον μακροθυμοῦντα καὶ μὴ ὀργιζόμενον. Ἀλλ' οὐδὲ φθονητέον φιλοστοργουμένῳ τινί, τήν τε ὑπηρεσίαν οὐκ ἐπιτηδευτέον, οὐδ' ὥσπερ κατὰ πρόλημμα δουλευτέον, τὸ πικρόν, ὥς φασιν, ἀκουσίως καταπίνοντα. Πρακτέον δὲ πᾶν τὸ κατὰ πίστιν ὀρθῷ κανόνι· πᾶς γὰρ ὁ μὴ τοιοῦτος καὶ ἐπὶ τῶν σχοινίων ὥσπερ βαδίζων ὅσον οὐδέπω καταπεσεῖται, κἂν θαυμαστὸς πάνυ εἶναι δόξῃ τοῖς διὰ τὴν ἰδίαν ἀπραξίαν κεχηνόσι πρὸς τὴν ἑτέρων μεγαλαυχίαν. Ἰστέον οὖν, τί μὲν τὸ ἐπιτηδευόμενον δόξης ἕνεκα, ποταπὸν δὲ τὸ κατὰ ἀλήθειαν
PG 6:1188πραττόμενον. Καὶ διὰ τοῦτο οἰακιστέον τὴν ἑαυτοῦ νῆα, μὴ καταψευδόμενον τῆς κυβερνητικῆς μηδὲ δεδιότα τοὺς χειμῶ νας, καὶ πᾶν τὸ ἐξ ἐναντίας ἀποβησόμενον προσδοκῶντα. Σάρκες γὰρ ἀκμήν ἐσμεν, καὶ οὐδὲν ἡμῖν ἀγαθὸν ἐνοικεῖ. Παρακλητέον οὖν τὸν ἰατρὸν πρὸς τὴν θεραπείαν· ὁ γὰρ οὕτω διακείμενος ἰαθήσεται καὶ τὴν νόσον φεύξεται. Σπουδαστέον δὲ μήτε ἰδιώτην περὶ τὸν λόγον φαίνεσθαι μήτε ἀνεῤῥω γότι τῷ στόματι καταχρῆσθαι· τὸ μὲν γὰρ ὀκνηρὸν ἢ ἄπι στον, τὸ δὲ θηρατικὸν τοῦ κατὰ τὸν κόσμον σπουδαίου δείκνυσιν. Τροφαῖς δὲ χρηστέον οὐ διὰ τὴν ἀπόλαυσιν, ἀλλὰ διὰ τὸ βούλεσθαι ζῆν ἐπί τι χρήσιμον. Ἐὰν δέ ποτε καὶ ὑπὸ ἐνδείας καταληφθῶμεν, πρὸς τὴν πενίαν εὐαρεστῶμεν. Καὶ εἰ θέλετε ἀκοῦσαι τῆς ἀλυπίας κατὰ συντομίαν τὸ εἶδος, ἐν πᾶσιν εὐάρεστοι γίνεσθε· καὶ οὔτε πλουτήσαντες διὰ τὴν μεγαλαυχίαν καταπεσεῖσθε οὔτε ἐν ἐνδείᾳ διάγοντες ὑπὸ τῆς λύπης πτερνισθήσεσθε, τῆς ἐννοίας ὑμῶν ἀεὶ κατὰ τὸν ἐνά ρετον λόγον μονοπροσώπου φαινομένης. Ἔτι δὲ ὑποληπτέον πάντα τὸν κόσμον ἀλλότριον, καὶ μὴ ἴδιον πλέον πίστεως. Οὔτε οὖν φιλίαν ἐπίγειον ζητητέον οὔτε αὖ πολυτέλειαν ὑπὸ ἀνοήτων μακαριζομένην ἐν μεγέθει πόλεως ἢ δαψιλείᾳ τῶν ἐπιτηδείων, ὧν οὐδ' ἐπιθυμητέον. Oὐ γάρ ἐσμεν ἐκ τούτου τοῦ αἰῶνος, χωρὶς εἰ μὴ συγγενεῖς εἶναι τούτου τοῦ κόσμου βουλόμεθα. Συνελόντι δ' εἰπεῖν, ὁ θέλων εὖ διάγειν μήτε ὁράτω πολλὰ μήτε ἀκούειν ἐπιτηδευέτω μήτ', ἂν ἀκούῃ ἢ θεωρῇ, βλέπειν ἢ ἀκούειν νομιζέτω· τὸ γὰρ τῆς ἀταραξίας εἶδος ἐντεῦθεν λαμβάνει τὴν ἀρχήν. Ὁ δὲ πολλὰ πραγμα τευόμενος ἑαυτὸν ἀδικεῖ, καὶ τὸν πλησίον ἔτι καὶ ἀκουσίως ἁμαρτάνειν διὰ τὴν πρὸς αὐτὸν φιλονεικίαν ποιεῖ. Πολ λάκις οὖν διασκεπτέον τὸ ὑποπεπτωκὸς πρᾶγμα, καὶ τότε μόλις χωριστέον ἀπ' αὐτοῦ τὸν μήτε καυστῆρσι μήτε σμιλίοις τὴν νόσον φυγεῖν δεδυνημένον. Ὁμιλητέον δὲ κοσμικὸν οὐδέν, ἀλλὰ τὸ καταρτίζον ἡμᾶς πρὸς τὴν ἀρετήν· τοῦτο γὰρ ἢν μὴ γίνηται, πολλὴν ἡμῖν τὴν εὐτραπελίαν ἐργάζεται, καὶ ὁ φιλόνεικος ἐντεῦθεν λαμβάνει τὴν ἀφορμήν. Ἤδη γοῦν τινας ἴσμεν δόγματι τῆς ἑαυτῶν προαιρέ σεως, τὸ ὅσον ἐφ' ἑαυτοῖς, τὴν ἡμέραν νύκτα ποιοῦντας, καὶ διὰ τὴν ἐσκιῤῥωμένην φαντασίαν ἀλλόκοτον ἀπιστοῦντας τοῖς ἐνίων κατορθώμασιν, ἀχθομένους δὲ ἐπὶ τούτοις, καὶ ἅμα τῷ πονηρόν τι ἀκοῦσαι τῷ καταψευδομένῳ μᾶλλον πιστεύοντας. Τί γάρ μοι λέγειν περὶ τῶν διὰ τὸ δυσσυνείδητον τὰς ἀπὸ τῶν πλησίον ὁμιλίας εἰς ἑαυτοὺς ἑλκόντων καί, ἵνα ἄλλο τις φθέγξηται περὶ οὑτινοσοῦν, οἰομένων πρὸς ἑαυτοὺς τείνειν τὸ λεγόμενον, ἀναπλαττόντων κατὰ τὸ εἰκὸς ἐκ τούτων δρᾶμα καὶ σκηνήν, οἷς ἀπόχρη τὸ καθ' ὑπόνοιαν λέγειν καὶ γράφειν; Γελάσαιμι δ' ἂν καὶ τοὺς ἐν παραβύστῳ μετά τινος τῶν πλη σίον συντάττοντας λόγων κεφάλαια καὶ ὁμιλίας πρὸς μηδὲν εὔθετον ἀνηκούσας, μάχας δὲ διὰ τῶν ψιθυρισμῶν καὶ πο λέμους ἐξαρτιζούσας, ἄνω τε καὶ κάτω σκηνοβατοῦντας.
PG 6:1190Καθάπερ ὁ λίαν μεγαλοφώνως τὸν Ὀρέστην ὑποκρινόμενος φοβερὸς εἶναι καὶ μέγας παρὰ τοῖς ἀνοήτοις διὰ τῶν ξυλίνων ποδῶν καὶ κοιλίας ἐπιπλάστου καὶ στολῆς ἀλλοκότου καὶ προσ ώπου τερατώδους ὑπείληπται, τρόπῳ τῷ αὐτῷ καὶ οἱ ζῆλον ἔχειν ἐπαγγελλόμενοι καὶ τὸ παῤῥησιαστικὸν ἐπιτηδεύοντες, διὰ τὸ βούλεσθαι νικᾶν, πᾶν εἶδος ἐλευθερίας προσποιήτου περιτιθέασιν ἑαυτοῖς, οἱ φιλόνεικοι τὸν ζηλωτὴν καταπεπω κότες, ὥσπερ αἱ Βάκχαι διὰ σχήματος εἰρηνικοῦ τὰς λόγχας ἐν τοῖς θύρσοις περιφέρουσιν. Ἔτι δὲ καὶ τοῦτο φυλακτέον, τὸ μὴ ποτὲ μὲν φαιδρῷ τῷ προσώπῳ προϊέναι, ποτὲ δὲ σκυθρωπῷ· καὶ εἰ χρὴ τὸ ἀληθὲς εἰπεῖν, παραιτητέον πᾶν τὸ δωδεκαμερὲς καθ' ἑκάστην ἡμέραν ἀπαγγελλόμενον δρᾶμα. Τὸ γοῦν ἐμοὶ δοκοῦν εἴποιμ' ἄν, ὅτι πᾶς ὁ τὴν γνώμην κοσμικὸς καὶ τοῦ ὀρθοῦ κανόνος ἔξω γινόμενος αὐτοκατάκριτός ἐστιν, εἰδὼς ἃ πράττει κατ' ἐπιτήδευσιν, καὶ γινώσκων μὲν τὸν ἐν αὑτῷ πόλεμον, τὴν δὲ εἰρήνην ἐν τοῖς σπλάγχνοις μὴ ἐπισπώμενος. Φίλους δὲ τι μητέον πάντας· τό τε ἐλεγκτικὸν οὐ πρακτέον μόνον, ἀλλ' ἔτι καὶ ἀκουστέον. Οἴνῳ δὲ χρηστέον, ἐπειδὰν μηκέτι τοῖς ἀναγνώσμασι σχολάζωμεν· ὁ μὲν γὰρ τοιοῦτος οἰνόφλυξ τέ ἐστιν καὶ τὴν γνώμην παράφορος καὶ θερμαίνεται συνεχῶς. Λαλοῦντος δὲ τοῦ πλησίον οὔτε χλευαστέον οὔτε κωλυτέον, ἐατέον δὲ μέχρις ἂν διὰ τὴν σιωπὴν αἰδεσθεὶς παύσηται. Συμβουλευτέον δὲ τὸ συμφέρον δι' ἑνὸς κοινῇ πᾶσιν. Νου θετητέον δὲ τὸν ἁμαρτάνοντα, μὴ κατὰ κοινόν, ἐκτὸς εἰ μὴ χρῄζοι διὰ τὸ ὑπεροπτικόν. Καὶ γυναιξὶν ὁμιλητέον ἐπιστρεφέστερον διὰ τὸ ἐκ τετυφωμένον αὐτῶν· μέχρι γάρ τις περίβλεπτον ἑαυτὴν ποιεῖ καὶ τὸ εἶναι γυνὴ προβάλλεται καὶ τὸ ἄπρακτον ἐπιτετήδευκε, θήλειά ἐστιν καὶ διὰ τὴν τοιαύτην γνώμην οὐκ ἔστιν πιστή. Μήτε οὖν αὐτὰς διώκωμεν, ἀλλὰ μήτε θωπεύωμεν· τὸ δ' ὅπερ ἀγάπης ἐστὶν μὴ κεκινδυνευμένως πράττωμεν. Πολυμε ρεῖς γὰρ αἱ τῆς κακίας πραγματεῖαι. Διὰ τοῦτο γρηγορητέον, τοῖς λογίοις τοῦ σωτῆρος σχολάζοντας, μηδὲν περὶ μηδενὸς φαῦλον λέγοντας ἢ ἀκούοντας· ψωριᾷ γὰρ ἡ γνώμη καὶ πολ λῆς ἐμπέπλησται κακοχυμίας ἀπὸ τῶν ἄλλων ὁμιλιῶν. Διὰ τοῦτο ἀκουστέον μόνον τὰ ὠφέλιμα, καὶ ποιητέον κατὰ τὸ εὐαγγέλιον· τὰ δ' ὥσπερ ὑποσκελίζοντα τὴν γνώμην παραιτη τέον. Ζητητέον δὲ περὶ τῶν λογίων· καλόν, εἰ συνετῶς, εἰ δ' οὔ, κἂν ὥσπερ ἰδιώτῃ. Ἀνοήτῳ γὰρ ἐπερωτήσαντι σο φίαν σοφία λογισθήσεται· τῷ δὲ κατὰ τὴν ἑαυτοῦ φαντασίαν φρονίμῳ δόξαντι εἶναι πολὺ τὸ τῆς ἀτιμίας προσγραφήσε ται. Λέγεται δὲ ὑπὸ τοῦ πνεύματος ἀνόητος ὁ κατ' ἰδιω τισμὸν παρενεχθεὶς τὴν αἴσθησιν, ἵν' ᾖ τὸ ἀνόητον ἰδιωτικόν, ὥσπερ καὶ τὸ ἀφελές. Γράφει δὲ καὶ Παῦλος· Τίς ἔγνω νοῦν κυρίου, ὃς συμβιβάσει αὐτόν; Καὶ πάλιν· Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν. Ὁ γὰρ διὰ τὴν ἀλογιστίαν τὰ μὴ δέοντα λέγων ἢ πράττων, οὗτος, δόξας εἶναι φρόνιμος, μωρὸς λογι σθήσεται.
PG 6:1192Ταπεινωτέον δ' αὑτὸν οὐ λόγῳ μόνον ἀλλ' ἔτι καὶ τοῖς ἔργοις, ὅπως μὴ ὦμεν γόητες καὶ θῶπες, πραεῖς δὲ καὶ μὴ κόλακες. Καὶ ἔτι προσήκει τὸν ὀρθῶς πολιτευόμενον ἡσυ χάζειν τε καὶ ἀπραγμονεῖν, μὴ ὀργιζόμενον μηδὲ νείκους ἕνε κεν σιωπῶντα, σκεπτόμενον δὲ πᾶν τὸ ἐγχρῇζον, εἰ καλῶς δύναται λέγεσθαι, καὶ τότε μόλις φθεγγόμενον. Ὕμνους τε καὶ ψαλμοὺς καὶ ᾠδὰς καὶ αἶνον ·ητέον· μὴ ὥσπερ τὸν δια μαχόμενον αὐτῷ κατακρίνοντα παρακολουθεῖν ἐνίοις αἰνιγμα τωδῶς, διὰ ψαλμῳδίας τὸν πλησίον λυπεῖν, ἵνα μηδὲ δοκῇ διαφέρεσθαι, καί πως τιτρώσκειν ὥσπερ διὰ τέχνης νομίζων ἐκεῖνον ἀκατηγόρητον ποιῆται τὴν φιλονεικίαν. Ἀκουστέον δὲ καὶ τοῦ συμβουλεύοντος, οὐ μόνον διδακτέον. Πειστέον δὲ κατὰ τὸ ὅμοιον τῷ βουλομένῳ συγκαταινοῦντα αὐτῷ τὸν πλησίον γίνεσθαι. Φρονίμους δ' ὑποληπτέον εἶναι ἄλλους, καὶ τὸ συνετὸν οὐκ ἀπονεμητέον ἑαυτῷ μόνον. Δόγματι δὲ τῆς περὶ αὑτὸν οἰήσεως οὐ κινδυνευτέον. Ἀλλ' οὐδὲ κατα φρονητέον τοῦ παιδεύοντος, ἀλλ' ἢ ὅτι μὴ ὀρθῶς φρονεῖ, τὰ περὶ αὑτοῦ διδακτέον, ἢ κἂν ἀληθεύῃ, πειστέον τε αὐτῷ καὶ ἀκολουθητέον. Φιλόνεικος γὰρ ἀνὴρ διπλασιάζει τὸ ἀδί κημα· καὶ δέον μεταθέσθαι, νικᾶν, ὥς φησιν ὁ μῦθος, τὴν Καδμείαν νίκην ἐσπούδακεν· τὸ δ' αἴτιον, ἵνα τε κενοδοξῇ καθάπερ οὐδ' ἁμαρτάνων καὶ τῷ δόγματι τῆς κινδυνώδους αὑτοῦ διαθέσεως ἐπαναπαύηται. Γελοῖοι γὰρ οἱ κεκραγότες ὁσημέραι διὰ τὸ πιστεύειν ἐπικρατεῖν τινος πράγματος· οὕστινας ἡ Ἔρις ἐμβαλοῦσα τὸ μῆλον, ἐπειδὰν εἰρηνεύειν νομίζωσιν, ταράττει, περὶ τῶν ἐν κόσμῳ διαφέρειν νομιζο μένων λαλεῖν πραγματευομένη. Μιμώδεις δὲ καὶ ἄθλιοί τινες, οἱ μηδενὸς ἀπείρως ἔχειν λέγοντες, ἀλλὰ τοῦτο μὲν τεκτονικήν, τοῦτο δὲ σκυτοτομικὴν καὶ πᾶν τὸ ὑποβαλλόμενον αὐτοῖς ἐπιτήδευμα κατὰ καιρὸν εἰδέναι φάσκοντες, καὶ πρὸς τὸν ἐπέχοντα τὸν λῆρον αὐτῶν διεχθρεύοντες. Κενόδοξοι δὲ καὶ οἱ διὰ τὸν ἀπὸ τῶν ἀνθρώπων ἔπαινον τῶν πλησίον τὰς ἐπιμελείας ποιούμενοι. Μέγας τε ὁ κίνδυνος παρὰ τοῖς τὴν ἡμέραν κυρίου ἐπικαλουμένοις· ἢ πιστεύειν γὰρ δέον, ὅπως φύγῃ τὴν κρίσιν, ἢ καὶ τῷ πλησίον ἀφιέναι, χάριν τοῦ καὶ αὐτῷ παρὰ θεοῦ γί νεσθαι τῶν ἁμαρτημάτων τὴν ἄφεσιν· οἱ δὲ τῇ παραφορᾷ τῆς ὀργῆς δεσμεύουσι καθ' ἑαυτῶν συναλλάγματα. Φυλακτέον δὲ ἔτι καὶ τήν τινων ἀλαζονείαν, οἵ, δέον ἐπανορθοῦν ἑαυτούς, πειθόμενοι τοῖς συμβουλεύουσι, πάνυ βλακωδῶς· Οὐδ' ἀπο λογοῦμαί σοι, φασίν· ἔχε ταύτην ἣν ἔχεις ὑπόνοιαν περὶ ἐμοῦ. Τί γάρ μοι λέγειν περὶ τῶν ἑαυτοῖς ἀρεσκόντων, ἐπειδάν τις αὐτοὺς βούληται νουθετεῖν; Oἳ πάνυ κοσμικῶς· Οὔτε σύ με, φασίν, σώζεις, ἀλλ' οὐδὲ κατακρίνειν ἰσχύεις. Γινώσκω δὲ ἐγὼ πολλοὺς διὰ τὸ δυσσυνείδητον καὶ τὸ μὴ καθαρὸν τῆς γνώ μης τοῖς τῶν πλησίον ἁμαρτήμασιν ἐπιχαίροντας. Καταγνω στέον καὶ τῶν ψευδομένων ὅτι μὴ χαλεπαίνουσιν, καὶ τῶν πρᾴως μὲν ὁμιλεῖν ἐπιτηδευόντων, ὑπὸ δὲ τοῦ χρώματος καὶ τῶν ὀφθαλμῶν καὶ τοῦ λεληθότος κινήματος ἤτοι κεφαλῆς ἢ
PG 6:1195ὀφρύων ἢ χειρῶν πατάγου διαβαλλομένων· ἀδύνατον γὰρ μὴ ἑαυτοῦ κατήγορόν τινα γενέσθαι. Πᾶς δὲ πιστός, ἐπειδὰν διαπαίζεσθαι νομίζηται ὑπό τινος, κατὰ τὴν τοῦ οὕτω πρὸς αὑτὸν διακειμένου σύνεσιν ἀντιβουκολεῖ τὴν ἐκείνου κα κίαν ἐν τῷ γινώσκειν αὐτοῦ τῆς ἀγνωμοσύνης τὴν διάθεσιν. Συνελόντι δ' εἰπεῖν, πᾶς ὁ κρίνων ἑαυτὸν ἔξω παντὸς ἔσται πλημμελήματος· τῶν δὲ κεκραγότων οὐδεὶς σώφρων ἐστίν. Ὁ δὲ νῦν μὲν ὠχρός, εἶτα ἐρυθρός, τῷ δὲ συγκρίματι τοῦ σώ ματος ποικιλλόμενος, οὗτος ὥσπερ χαμαιλέοντες ἐν τῷ καύ σωνι καὶ τῇ ἐρημίᾳ περινοστεῖ. Κατανοητέον δὲ ἔτι καὶ τὰς ἐνίων διαθέσεις ἐπὶ τῆς τῶν ἀναγνωσμάτων ἐπιτηδεύσεως· ἅμα γάρ τις ἀναγινώσκει καὶ ὁ τρόπος αὐτοῦ τῆς φρονήσεως δῆλος γίνεται παρὰ τοῖς ἐῤῥωμένοις κριτικοῖς. Ποιότητες δὲ ψυχῶν καὶ ἀπὸ τοῦ βίου δείκνυνται· διὰ γὰρ τοῦ περὶ τὴν ἀναστροφὴν ἐπιτηδεύματος γινώσκονται καὶ τῶν μὴ φαινομέ νων αἱ ὑποστάσεις. Παραιτητέον δὲ καὶ τὸν ἐριστικὸν διὰ τέχνης αὑτὸν ὑποτιθέμενον, ἐν τῷ μὴ ἀντιφιλονεικεῖν, νικᾶ σθαι· ᾧ ἄμεινον, ὑπὲρ τοῦ μὴ κινδυνεύειν νικᾶν σπουδάζοντα, τὸ μὴ κατὰ τὸν ὀρθὸν λόγον ἐπιτηδεύειν. Ὁμιλίας δὲ ποιεῖσθαι χρὴ τὰς εὐσυνειδήτους. Καὶ οἱ περίπατοι διὰ τὸ σωμάτιον γινέσθωσαν, μὴ διά τινα πραγματείαν, συναλλάγματα βίαια κατὰ τοῦ πλησίον συγ καττύοντας. Οὐκ ἄτοπον δὲ χαριεντιζομένους ἡμᾶς τὸ δύστρο πον ἀπαλεῖψαι τῶν ὑπὲρ λίαν συνετῶν. Διὰ γὰρ τὸ κατὰ φύσιν ἀναγκαῖον, χάριν τοῦ ἀποτρίψασθαι, ἐπὶ τόπων τινῶν ἀφωρισμένων ἔθος ἐστὶν ἐνίοις προσποιητῶς ὑποχωρεῖν καὶ τὸ τέλος τῆς κατά τινων σκέψεως ἐν τοῖς ἀφεδρῶσι συντάτ τειν. Ὥσπερ δὲ ὁ κωμικὸς πατὴρ ἀσωτευόμενον τὸν υἱὸν βαστάζειν φησίν, κἂν ὀσφρανθῇ τοῦ μύρου, μὴ ὀσφραίνεσθαι λέγει, δυσωδίᾳ περιγράφειν αὐτοῦ τὸ ἁμάρτημα πειρώμενος, οὕτως κἀγὼ συμβουλεύω τοῖς ἄγαν ἐσκληραγωγημένοις τοὺς φρονιμωτέρους ἐμφαίνειν, ὅτι μήτε ἃ πράττουσιν ἐπίστανται μήτε ἃ λέγουσι γινώσκουσιν. Ὁ δὲ παρ' ἑαυτῷ φρόνιμος εἶναι νομίζων ἀντικρούει πρὸς τὰς νουθεσίας καὶ ἀντιδοξεῖ καὶ τοῦ συμβουλεύοντος ἀντίδικος γίνεται καὶ μελετᾷ καθ' ἑαυτὸν τὸ ἀνθρώπινον καὶ ἄπιστον. Διὰ τοῦτο παρέχωμεν ἑαυ τοὺς ἀλήπτους, μὴ τὸ δοκοῦν ἑαυτοῖς μόνον πράττοντες ἀλλὰ καὶ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν. Ὀργιστέον δέ, καλὸν μέν, εἰ μηδέποτε· μανίας γάρ ἐστι τὸ τοιοῦτον εἶδος· εἰ δέ ποτε καὶ κατεπείγει, συγχρηστέον τῇ ὀργῇ πρὸς τὴν τοῦ πλησίον θεραπείαν. Ὁ γὰρ παρὰ λόγον αὐτὸν πραγματευόμενος μισεῖ πρῶτον μὲν ἑαυτόν, ἔπειτα δὲ καὶ τὸν πλησίον, ἑαυτὸν μὲν ταράττων, ἐκεῖνον δὲ ὀδυνῶν. Γέγραπται γάρ, ὅτι Πᾶς ὁ ὀργιζόμενος εἰκῆ τῷ ἀδελφῷ αὑτοῦ ἔνοχος ἔσται τῇ κρίσει. Τὸ δὲ τοῦ κινήματος αὐτός τις καθ' ἑαυτὸν γινόμενος κατα μαθεῖν δυνατός. Ἤδη δέ τινας ἴσμεν διὰ τῆς πρὸς τοὺς πλησίον νουθεσίας ἑαυτοὺς κατακρίνοντας· ὃ γάρ τις παι δεύει τὸν ἕτερον, τοῦτ' αὐτὸς ποιείτω πρότερον, μήπως λάθῃ διὰ τοῦ πλησίον καθ' ἑαυτοῦ ποιούμενος τὴν ἀπόφασιν.
PG 6:1197Ῥητέον οὖν τῷ εὐγνώμονι πρὸς ἑαυτόν, ἐπειδάν τινων ἁμαρτήμασι τὸν ἑαυτοῦ χρήσῃ νοῦν· Μήτι ἄρα κἀγὼ τοι οῦτος; Ὁ δὲ οἶνος μήτε ὁσημέραι ἐπὶ τὸ μεθύειν πινέσθω, μήτε ὡς ὕδωρ ἐπιζητείσθω. Τὰ μὲν γὰρ ἑκάτερα θεοῦ ποιή ματά ἐστιν· ἀλλὰ τὸ μὲν ὕδωρ ἀναγκαῖον, ὁ δὲ οἶνος βοη θείας χάριν τοῦ σώματος γέγονεν. Ὁ δὲ πρῶτον μὲν τὴν γλῶτταν δεσμευόμενος, πῦρ δὲ ὥσπερ ἀπὸ τῶν ὀφθαλμῶν λάμπων, τρέμων δὲ καὶ τὰς βάσεις καὶ ἀναισθητῶν, φάρμακον προσίεται θανάσιμον, τὸν μὲν σίδηρον οὐ ποιῶν δρέπανον ἤ τι τῶν ἐργαζομένων τὴν γῆν, μάχαιραν δὲ αὐτὸν ἢ λόγχην κατασκευάζων καὶ μεταπλάττων τοῦ θεοῦ τὴν οἰκονομίαν. Ὁ γὰρ οἰνοποτῶν, δέον τοῦ μὲν χειμῶνος διὰ τὸ κρύος πίνειν μέχρι τοῦ μὴ ·ιγοῦν, τοῦ δὲ θέρους διὰ τὴν τῶν ἐντὸς θερα πείαν, παραχρώμενος δὲ αὐτῷ ληραίνει καὶ δίκην κυνῶν ἢ συῶν, ·εύματι τῆς θεραπείας ὑπερζέων, ἀσχημονεῖ. Χρὴ δὲ μὴ καθάπερ ἀσωτευομένους ἡμᾶς παραχρῆσθαι τοῖς τοῦ θεοῦ ποιήμασιν, τὴν δίψαν εἰς τὴν μέθην ἕλκοντας, ἀλλὰ μεταλαμβάνειν ποτοῦ χάριν τοῦ μὴ διψᾶν· ὅσοι δὲ ·οφῶντες τὸν οἶνον καθάπερ οἱ πυρέττοντες καυσωνιζόμενοι πίνουσιν, ὅσον οὐδέπω διὰ τὴν ἀκρασίαν τεθνήξονται. Παραιτητέον δὲ καὶ τὴν λιχνείαν, ὀλίγων τινῶν καὶ τῶν ἀναγκαίων μεταλαμβάνοντα. Καθάπερ γὰρ σῶμα νοσοῦν πολλῶν καὶ μυρίων δεῖται φαρμάκων, οὕτως καὶ ἡ δι' αὑτὴν ἀτυχοῦσα ψυχὴ μονονουχὶ καὶ δερμάτων ἐμπίπλασθαι βούλε ται. Κἂν πύθηταί τις τὸ αἴτιον, πάθος ἀναπλάττει σωμα τικόν. Πρὸς οὓς ·ητέον· Oὐ πᾶν ἐπιτήδευμα δόγματι τῆς ἐννοίας κρατυνόμενον εὐαπολόγητον ἔχει τὴν ἀπόδειξιν, ὡς καὶ μέχρι μοιχοῦ καὶ φονέως καὶ δραπέτου πολλὴν εὑρίσκεσθαι τὴν ἀπολογίαν, ὅτι καλῶς πράττεται τὸ ὑπ' αὐτῶν γινόμενον; Ὁ δὲ εἰπὼν πρὸς τὸν πυνθανόμενον τὸ αἴτιον τοῦ κακοῦ καὶ ἀποκρινόμενος δόγμα πάνυ θαυμαστῶς ἐξεφώνησεν. Τρο φαῖς ἄρα χρηστέον ἐπὶ τὸ μὴ πεινᾶν. Ὁ δὲ μὴ τοιοῦτος ἑκα τοντάχειρ, τὸ ὅσον ἐφ' ἑαυτῷ, βούλεται περιπατεῖν καὶ πεντηκοντακέφαλος, Γηρυόνας τρικεφάλους καὶ ἑξάχειρας ζη τῶν, πολλαῖς χερσὶ καὶ πλείοσι στόμασι λαιμαργεῖν ἐπιτε τηδευκώς. Ἐγκωμιαστέον δὲ πλοῦτον μὲν οὐδαμῶς, πενίαν δὲ οὐ λοιδορητέον. Ὁ μὲν γὰρ ἐξηλεγμένης ὕλης κρατύνεται, φθορὰ δὲ τὸ τέλος ὕλης ἐστὶν καὶ σκώληκες καὶ εὐλαὶ καὶ πῦρ καὶ πτώσεις καὶ λῃσταὶ καὶ τύραννος· ἡ δὲ κεχώρισται μὲν τοῦ νῦν αἰῶνος, ζητεῖ δὲ τὸ ἀληθὲς μόνον, ὑπὸ μηδενὸς περισπωμένη προσκαίρου. Ταῦτα δὲ ὑμῖν ἐγγράφως ὑπε θέμην, νουθετεῖν βουλόμενος τὸ ἀτάραχον, καταρτίζειν τε ὑμᾶς πρὸς τὸ τέλειον καὶ ἐνάρετον σπεύδων. Ὁ γὰρ μὴ τοι οῦτος ἔξω τρέχει τοῦ δοθέντος αὐτῷ κανόνος καὶ διὰ τὸ ἄτακτον ἔξαθλος γίνεται· κἂν πάνυ ταλαιπώρως τῆς ἀπὸ τῶν γενναίων ἀθλητῶν ἐπικουρίας τύχῃ, βρώσεως ἢ πόσεως ἢ ἐσθῆτος ἀπολαύσας, ὅμως οὐδὲν ἧττον ἀστεφάνωτός ἐστιν.
PG 6:1200Καὶ οἱ μὲν εἰσελάσαντες εἰς τὴν ἠγαπημένην πόλιν τοῦ πα τρὸς γέρως ἀϊδίου μεταλήψονται, τοῖς δὲ ἀποβήσεται διὰ τῆς ἐνταῦθα τροφῆς τῆς κατὰ ἀληθείαν ἀπολαύσεως μὴ μεταλαμ βάνειν. Γύναια δὲ τιμητέον, προνοοῦντας μὴ ἄρα σφαλῶμεν. Καὶ προσιτέον αὐταῖς ὑγιῶς καὶ μὴ περιέργως, δεδιότας τῆς μετ' αὐτῶν ἀναστροφῆς τὸ κινδυνῶδες, καὶ προγινώσκοντας τό τε εὐμετάβολον αὐτῶν καὶ τὴν εἰς ὅπερ οἴονται γεγονέναι συνείδησιν. Φυλακτέον δὲ πρὸ πάντων τὰς ἐν παραβύστῳ κωμικὰς αὐτῶν ἐπιτηδεύσεις, αἵτινες κρύφα γινόμεναι κατα γινώσκονται μὲν καὶ ὑπ' αὐτῶν, γίνονται δὲ ἐπὶ τὸ τοὺς πλησίον καταπίνειν. Συμβαίνει γοῦν ἐνίαις κλεπτούσαις ἑαυ τάς, διὰ τὸ μὴ ἐκ προδήλου τολμᾶν καλλωπίζειν τὰς ὄψεις, διὰ τέχνης τοῦτο πράττειν· εἰς ὕδωρ γὰρ ἢ ἔλαιον κατα κύπτουσαι κρίνουσιν ἑαυτάς, εἰ πρὸς τὴν σωφροσύνην δύναιντ' ἂν πολεμεῖν. Ἀλλά τις καὶ ἕτερος τρόπος τῆς τοιαύτης ἐπι βουλῆς ὑπ' αὐτῶν πραγματεύεται· κρύφα γὰρ κεφαλῆς ἐπι ψαύουσαι τῶν πλοκάμων, τοὺς πλησίον ὥσπερ κλέπτουσαι διακοσμεῖν τὰς ἐθείρας περιέργως, καὶ τῶν παρειῶν καὶ τῆς ὑπήνης ἄκροις δακτύλοις ψαύουσιν. Περιβλέπουσι δὲ καὶ ἑαυ τὰς τῆς κεφαλῆς ἀκινητούσης. Ὁμιλητέον οὖν πρὸς τὰς τοιαύτας ·ωμαλεώτερον, τοὺς κεχυμένους κλάδους αὑτῶν ἀποκόπτοντας· ἅμα γὰρ τῷ καταληφθῆναι κατανεύουσιν, καὶ ὁ καρπὸς ὑπὸ τῶν ἀλωπέκων κατεσθίεται τῶν φωλευόντων εἰς τὴν γῆν. Διὰ τοῦτο κατὰ τὸν προφήτην κεντριστέον μὲν τὸν ὄνον, μαστικτέον δὲ τὸν ἵππον, ἵνα διεγείρηται μὲν ὁ νω θής, τύπτηται δὲ ὑπὸ τῶν νουθεσιῶν διὰ τὸ ἀχαλίνωτον ὁ ἀφηνιάζων. Ὥστε κατὰ τὸν Ἱερεμίαν μὴ καταρτίζωμεν ἑαυ τοὺς ἵππους θηλυμανεῖς, μηδὲ πρὸς τὴν γυναῖκα τοῦ πλησίον χρεμετίζωμεν. Γυνὴ δ' ἐστὶν ἀδελφὴ μὲν πᾶσα, τοῦ δὲ πλησίον εἴ ρηται γυνή, τοῦτ' ἔστιν Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν (ὅντινα μετὰ τὴν πρὸς θεὸν καὶ πατέρα τῶν ὅλων ἀγάπην, ὅτι πλησίον ἐστὶν αὐτοῦ, τιμητέον καὶ ἀγαπητέον), ὡς Παῦ λος· Ἡρμοσάμην, λέγει, πάντας ὑμᾶς ἑνὶ ἀνδρί, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Ἔστιν δὲ καὶ ἡ πλησίον γυνὴ σὰρξ ἐν ἡμῖν, ἐφ' ἣν οὐ χρεμετιστέον· χρεμετίζει δὲ καὶ ὁ μηδέπω πεποιηκὼς τὴν ἐπιθυμίαν, ἀναθυμιωμένης αὐτῷ τῆς ὀρέξεως, κἂν μὴ λαμβάνῃ τὸ τέλος. Προσεκτέον δὲ καὶ παιδίοις, ὅτι τῶν τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. Νοσούντων δὲ οὐκ ἀμελητέον, οὐδὲ ·ητέον ὅτι Διακονεῖν οὐκ ἔμαθον. Ὁ γὰρ τὴν τρυφερίαν ἢ τὸ ἀσύνηθες προβαλλόμενος ἴστω καὶ αὐτὸς τὰ αὐτὰ πεισόμε νος· καὶ ἐπειδὰν πάσχῃ τι τοιοῦτον, τῆς γνώμης αὑτοῦ τὸ αὐτοκατάκριτον αἰτιάσθω, συμβαινόντων αὐτῷ ταὐτὰ ἅπερ διέθηκε καὶ αὐτός. Οὐδὲ οὖν τοῦ ἀμελοῦς ἀμελητέον. Θεὸς γὰρ ὁ κρίνων ἐστίν. Καὶ ὁ βουλόμενος εὖ πάσχειν θησαυρι ζέτω διὰ τῆς εὐποιίας τὴν εἰς ἑαυτὸν ἀπὸ τοῦ πλησίον εὐερ γεσίαν. Αἰσχύνεσθαι δὲ οὐκ ὀρθῶς ἔχει μή τις ἄρα διὰ τὴν
PG 6:1202αὐτουργίαν ἀθλίους ἡμᾶς καὶ ἀβοηθήτους ὑπολάβῃ, μόνον δὲ φυλακτέον μή τις ἐπὶ κακίᾳ καὶ πονηρῷ βίῳ διαβάλῃ τοὺς εἰ δέναι θεὸν φάσκοντας. Συνελόντι δ' εἰπεῖν, ἡ μὲν τοῦ κόσμου λύπη θάνα τον ἐργάζεται τοῖς ὑπ' αὐτῆς κρατουμένοις, ἡ δὲ κατὰ θεὸν λύπη τὸν τῆς ζωῆς τίκτει νοῦν. Πρὸ πάντων δὲ γινώσκωμεν ὅτι καὶ νόσος ἀπόκειται τοῖς σαρκίοις ἡμῶν καὶ ζημία καὶ ἔνδεια, καὶ ὁ χαριστήσων ἐγγύς. Καὶ διὰ τοῦτο χρὴ προμελετᾶν τὸ ἀποβησόμενον, ἵνα μὴ συμβαῖνον θαῦμα καὶ ἔκπληξιν παρέχῃ ταῖς καρδίαις ἡμῶν. Ὁ γὰρ τοιοῦτος ἐρεῖ πρὸς τὸ συμβεβηκὸς πάθος· Ἤιδειν ὅτι μέλλεις ἐπιέναι, τῆς προσ δοκίας σου οὐκ ἀπέτυχον, προεγίνωσκόν σου τὴν ἔφοδον. Κἂν τοιοῦτός τις ᾖ, στήσεται καὶ οὐ καταπεσεῖται· τὸ δὲ ἐπὶ τῷ αἰφνιδίῳ ταράσσεσθαι ἢ κεκραγέναι, πολλάκις δὲ καὶ ὀδύρε σθαι, λίαν ἐστὶν ταλαιπώρου γνώμης. Προσεκτέον οὖν τῇ ἀρετῇ μόνον, καὶ τοῖς τὰ περὶ αὐτῆς διηγουμένοις προσιτέον· οἷς δ' ἂν μὴ παρῇ τῶν λεγομέ νων ἡ πρᾶξις, τούτοις διὰ τὸ ἐνεδρευτικὸν χαίρειν εἰπόντες τοὺς συστρατευομένους ἡμῖν ἐπιζητῶμεν. Ὁ γὰρ λέγειν μὲν τοὺς συστρατευομένους ἡμῖν ἐπιζητῶμεν. Ὁ γὰρ λέγειν μὲν ἐπιτηδεύων ὅτι Οὐκ ἄρχων εἰμὶ καὶ δικαστής, πράττων δ' ἀγαθὸν μηδέν, οὗτος, ὡς ὑπὸ τυράννων πολλῶν κρατούμενος, λανθάνει τῇ ἁμαρτίᾳ δουλεύων καὶ ἀποδιδράσκων τοὺς ὁδῷ βαδίζειν σπεύδοντας. Μακάριος οὖν ὁ τῇ καρδίᾳ καθαρός· ὑπὸ τούτου γὰρ ὁρᾶσθαι μόνον τὸ θεῖον δυνατόν. Φθόνου δὲ καὶ βασκανίας μακρὰν κεχωρίσθαι δεῖ τὸν πιστόν· εὔχεσθαι δὲ ὁσημέραι καὶ λόγῳ πλουσίους εὑρίσκεσθαι καὶ πράξει δυ νατούς. Μέλη γὰρ ἀλλήλων ἐσμέν. Διὰ τοῦτο τῷ μὲν πάσχοντι συμπάσχωμεν, τῷ δὲ δοξαζομένῳ συγχαίρωμεν, φυ λαττόμενοι τοὺς μὴ οἰκείους τῆς Χριστοῦ νομοθεσίας. Ταῦθ' ὑμῖν, ὦ ἀδελφοί, συμβουλεύων πράττειν ἔτι καὶ τοὺς λοιποὺς δι' ὑμῶν ἐπὶ τὸ ποιεῖν τὰ βουλήματα τοῦ θεοῦ προετρεψά μην. Ὁ δὲ κύριος τῆς δόξης, ὁ ὢν εἰς τοὺς αἰῶνας, δῴη πᾶσιν ὑμῖν τῆς μετὰ τῶν ἐκλεκτῶν τιμῆς καὶ ἀναπαύσεως ἐπιτυχεῖν. Ἡ χάρις μετὰ πάντων ὑμῶν.

Exposition of the Right ConfessionExpositio Rectae Confessionis

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 6:1207ΕΚΘΕΣΙΣ ΤΗΣ ΟΡΘΗΣ ΠΙΣΤΕΩΣ. Ἱκανῶς τὸν κατὰ Ἰουδαίων καὶ Ἑλλήνων ἐπελθόντες ἔλεγχον, ἀκολούθως αὖθις τὸν ὑγιᾶ τῆς πίστεως ἐκτιθέμεθα λόγον. Ἐχρῆν γὰρ δήπου μετὰ τὴν τῆς ἀληθείας ἐπίδειξιν, ὅπως καὶ φρονεῖν περὶ αὐτῆς προσῆκεν, προϊόντας εἰδέναι. Oὐ γὰρ ἁπλῶς ἡ πρὸς τὸν πατέρα καὶ υἱὸν δοξολογία τὴν σωτηρίαν ἡμῖν πορίζει, ἀλλ' ἡ ὑγιὴς τῆς τριάδος ὁμολογία τῶν ἀποκειμένων τοῖς εὐσεβέσιν ἀγαθῶν τὴν ἀπόλαυσιν δωρεῖ ται· ἐπεὶ καὶ τῶν ἑτεροφρόνων ἀκούσεταί τις τὸν πατέρα καὶ υἱὸν ἀνυμνούντων, ἀλλ' οὐ κατ' ὀρθὴν ἔννοιαν τὸ σέβας προσαγόντων. Ὅθεν ἀναγκαίως ἡμῖν ἡ τοῦδε τοῦ γράμματος ἐδέησεν ἔκθεσις, εἰς τὴν ἀκραιφνῆ τῆς ἀληθείας ἀνάγουσα τοὺς ἐντυγχάνοντας κατανόησιν. Ἕνα τοίνυν θεὸν σέβειν ἡμᾶς αἵ τε θεῖαι γραφαὶ δι δάσκουσιν καὶ αἱ τῶν πατέρων διδασκαλίαι παιδεύουσιν. Δεῖ γὰρ ἕνα πάντων αἰτιώτατον εἶναι, ἵνα μηδὲν ἔξωθεν περιστὰν λυμαίνηται τὰ γινόμενα. Καὶ γὰρ εἴ τι τὴν ἀρχὴν ἔξωθεν ἦν τοῦ θεοῦ, τοῦτο πάντως ἀναγκαῖον ἢ θεὸν ὁμολο γεῖν ἢ δύναμιν ἑτέραν. Ἀλλ' εἰ μὲν θεὸν εἴποι τις, διέ γραψεν τὰς θείας φωνὰς ἀναφανδὸν βοώσας· Ἐγὼ θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν θεός. Eἰ δὲ οὐ θεόν, ἀγγέλους ἢ δυνάμεις φήσειεν δηλονότι. Ἀλλὰ καὶ οὕτως ἀθετήσει τὰς γραφὰς παρὰ τοῦ θεοῦ καὶ τούτους γενέσθαι λεγούσας. Αἰνεῖτε γάρ, φησίν, τὸν θεὸν ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις, αἰνεῖτε αὐτὸν πάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτὸν πᾶσαι αἱ δυνάμεις αὐτοῦ! Καὶ ἑξῆς· Ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. Οὐκοῦν ὁμολογούμενον ἂν εἴη μηδὲν τὴν ἀρχὴν τῷ θεῷ τῶν ὅλων συνυπάρχειν, ἐπείπερ ἅπαντα παρῆχθαι παρ' αὐτοῦ ἀπεδείχθη. Εἷς οὖν ταῖς ἀληθείαις ἐστὶν ὁ τῶν ἁπάντων θεός, ἐν πατρὶ καὶ υἱῷ καὶ πνεύματι ἁγίῳ γνωριζόμενος. Ἐπεὶ γὰρ ἐκ τῆς ἰδίας οὐσίας ὁ πατὴρ τὸν υἱὸν ἀπεγέννησεν, ἐκ δὲ τῆς αὐτῆς τὸ πνεῦμα προήγαγεν, εἰκότως ἂν τῆς αὐτῆς καὶ μιᾶς οὐσίας μετέχοντα τῆς αὐτῆς καὶ μιᾶς θεότητος ἠξίωνται. Πῶς οὖν, φησίν, εἰ διαφέρει τὸ γεννῶν τοῦ γεννω μένου καὶ τὸ ἐκπορευτὸν τοῦ ἀφ' οὗπερ ἐκπορεύεται (ἔστιν δὲ ὁ πατὴρ ἀγέννητος, ἀφ' οὗ καὶ ὁ υἱὸς γεγέννηται καὶ τὸ πνεῦμα προῆλθεν), ταὐτὸν τῷ πατρὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα; Ὅτι τὸ μὲν ἀγέννητον καὶ γεννητὸν καὶ ἐκπορευτὸν οὐκ οὐσίας ὀνόματα, ἀλλὰ τρόποι ὑπάρξεως· οἱ δὲ τῆς ὑπάρξεως τρό ποι τοῖς ὀνόμασιν χαρακτηρίζονται τούτοις. Ἡ δὲ τῆς οὐσίας δήλωσις τῇ θεὸς ὀνομασίᾳ σημαίνεται, ὡς εἶναι μὲν τὴν διαφορὰν τῷ πατρὶ πρὸς τὸν υἱὸν καὶ τὸ πνεῦμα κατὰ τὸν τῆς ὑπάρξεως τρόπον, τὸ δὲ ταὐτὸν κατὰ τὸν τῆς οὐσίας λό γον. Ἠι γὰρ ὁ μὲν ἀγεννήτως ἔχει τὸ εἶναι, ὁ δὲ γεννητῶς, τὸ δὲ ἐκπορευτῶς, τὰ τῆς διαφορᾶς ἐπιθεωρεῖσθαι πέφυκεν· ᾗ δὲ τῆς ὑποστάσεως αὐτοῦ τὸ κατ' οὐσίαν εἶναι σημαίνεται,
PG 6:1210καὶ τῷ κοινῷ τῆς θεότητος ὀνόματι παραδηλοῦται. Οὕτως δ' ἂν ὃ λέγω σαφέστερον γένοιτο. Ὁ περὶ τῆς ὑπάρξεως τοῦ Ἀδὰμ σκοπούμενος, ὅπως εἰς τὸ εἶναι παρήχθη, εὑρήσει τοῦτον οὐ γεννητόν, οὐ γὰρ ἐξ ἄλλου τινὸς ἀνθρώπου, ἀλλ' ἐκ τῆς θείας διαπλασθέντα χειρός. Ἀλλ' ἡ διάπλασις τὸν τρόπον τῆς ὑπάρξεως δηλοῖ· τὸ γὰρ ὅπως ἐγένετο ση μαίνει. Ὡσαύτως πάλιν ὁ τῆς ὑπάρξεως τρόπος τὴν διά πλασιν χαρακτηρίζει· δηλοῖ γὰρ ὁμοίως ὅτι γε πλασθεὶς ὑπῆρξεν. Eἰ δὲ τὴν οὐσίαν αὐτοῦ ζητοίης, καθ' ἣν τοῖς ἐξ αὐτοῦ πρὸς κοινωνίαν συνάπτεται, ἄνθρωπον εὑρήσεις τὸ ὑποκείμενον. Ὥσπερ οὖν ἡ πλάσις τὸν τρόπον τῆς ὑπάρξεως δηλοῖ, ὁ δὲ τῆς ὑπάρξεως τρόπος τὴν διάπλασιν χαρακτη ρίζει, ὁ δὲ τῆς οὐσίας λόγος ἄνθρωπον τὸ ὑποκείμενον δεί κνυσιν, οὕτως ἐπὶ τοῦ θεοῦ καὶ πατρὸς εὑρήσομεν. Eἰ μὲν γὰρ τὸν τρόπον τῆς ὑπάρξεως αὐτοῦ ζητοίης, ἐξ οὐδενὸς ἑτέρου γεγεννημένον ὁρῶν, ἀγέννητον προσαγορεύσεις· εἰ δὲ τὴν ἀγέννητος προσηγορίαν σκοποίης, τῆς ὑπάρξεως τὸν τρόπον ἑρμηνεύουσαν εὑρήσεις. Eἰ δὲ καὶ τὴν οὐσίαν αὐτὴν γνωρίζειν ἐθέλοις, καθ' ἣν υἱῷ καὶ πνεύματι πρὸς κοινω νίαν συνάπτεται, τῇ θεὸς ὀνομασίᾳ δηλώσεις. Ὥστε τὸ ἀγέννητον καὶ τῆς ὑπάρξεως ὁ τρόπος ἀλλήλων εἰσὶν γνω ριστικά, τῆς δὲ οὐσίας τὸ θεὸς δηλωτικόν. Ὡς γὰρ ὁ Ἀδάμ, καίτοι γέννησιν οὐ προσηκάμενος, τοῖς ἐξ αὐτοῦ γεννηθεῖσιν κατὰ τὸ τῆς οὐσίας ταὐτὸν εἰς κοινωνίαν συνάπτε ται, οὕτως οὐδεὶς λόγος τὸ κοινὸν τῆς οὐσίας πατρὸς πρὸς τὸν υἱὸν καὶ τὸ πνεῦμα διασπᾶσαι διὰ τὸ ἀγέννητον δυνή σεται. Ὥστε τὸ ἀγέννητον καὶ τὸ γεννητὸν καὶ τὸ ἐκπορευ τὸν οὐκ οὐσίας δηλωτικά, σημαντικὰ δὲ τῶν ὑποστάσεών ἐστιν· ἱκανὰ γὰρ ἡμῖν διακρίνειν τὰ πρόσωπα καὶ τὴν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἰδιαζόντως δεικνύειν ὑπόστασιν. Καθάπερ γὰρ σφραγὶς ἡμῖν τις λεχθὲν τὸ ἀγέννητον εὐθὺς τὴν πατρὸς ἀφορίζει ὑπόστασιν, καὶ πάλιν ὥς τι σημεῖον τὴν τοῦ γεννητοῦ προσηγορίαν ἀκούοντες τὴν υἱοῦ λαμβάνομεν ἔννοιαν, καὶ αὖθις διὰ τῆς τοῦ ἐκπορευτοῦ σημασίας τὸ ἰδικὸν τοῦ πνεύματος πρόσωπον παιδευόμεθα. Καὶ ταῦτα μὲν ἀρκεῖ πρὸς ἀπόδειξιν τοῦ μὴ τὴν οὐσίαν αὐτὴν δηλοῦν τὸ ἀγέννητον καὶ γεννητὸν καὶ ἐκπορευτόν, ἀφοριστικὰ δὲ τῶν ὑποστάσεων εἶναι, πρὸς τῷ καὶ τὸν τῆς ὑπάρξεως τρόπον διασημαίνειν. Ὑπόλοιπον δ' ἂν εἴη περὶ τῆς οὐσίας δεικνύναι πῶς μία πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Ὁρῶμεν τοίνυν ἐν τῇ κοινῇ συνηθείᾳ τῆς αὐτῆς οὐσίας ὑπάρχοντα τοῖς γεν νῶσιν τὰ γεννώμενα. Μᾶλλον δὲ ἄνωθεν ἡμῖν ἀρκτέον, ὡς ἂν μὴ τὸ συνεχὲς τοῦ λόγου διακόπτοι ζήτημά τι παρεμπεσὸν εἰς μέσον. Καὶ πρῶτόν γε τὰ ὄντα διαιρήσωμεν. Εὑρήσομεν γὰρ ἅπαντα εἴς τε κτιστὸν καὶ ἄκτιστον διαιρούμενα· εἴ τι γάρ ἐστιν ἐν τοῖς οὖσιν, ἢ ἄκτιστος φύσις ἐστὶν ἢ κτιστή. Ἀλλ' ἡ μὲν ἄκτιστος καὶ δεσποτικὴ καὶ πάσης ἀνάγκης ἐλευθέρα, ἡ δὲ κτιστὴ δουλικὴ καὶ νόμοις δεσποτικοῖς ἑπομένη· καὶ ἡ
PG 6:1212μὲν κατ' ἐξουσίαν ἃ ἂν βούληται καὶ ποιοῦσα καὶ δυναμένη, ἡ δὲ τὴν διακονίαν ἣν παρὰ τῆς θεότητος εἴληφεν μόνην καὶ δυναμένη καὶ πληροῦσα. Οὕτω τῆς διαιρέσεως ἐχούσης, εἰς μέσον τὰς θείας παραθεμένους φωνὰς σκοπεῖν δεῖ μετὰ ἀκριβείας, τίνι συντάττειν παιδεύουσιν τὸν υἱὸν καὶ τὸ πνεῦμα· δεῖ γὰρ πρὸς τοὺς τῆς ἐκκλησίας τροφίμους μὴ λογισμοῖς ἀνθρωπίνοις διευθύνειν τὰ θεῖα, ἀλλὰ πρὸς τὸ βούλημα τῆς διδασκαλίας τοῦ πνεύματος τῶν λόγων ποιεῖ σθαι τὴν ἔκθεσιν. Καὶ πρῶτος ἡμᾶς Δαυῒδ διδασκέτω. Ὕμνον γὰρ οὗτος ἐξ ὁλοκλήρου τῆς κτίσεως συνθεὶς τῷ θεῷ, εἶτα περὶ τῶν κατ' οὐρανὸν ἁπάντων διαλαβών, πάσας τε τὰς ἐν αὐτῷ δυνάμεις ἀπαριθμησάμενος, ὁμοίως δὲ καὶ περὶ γῆς καὶ τῶν ἐν αὐτῇ ἁπάντων τὴν ἀφήγησιν ποιησά μενος, οὐ συμπαραλαμβάνει τῇ δοξολογίᾳ ταύτῃ τὸν υἱὸν καὶ τὸ πνεῦμα, ὡς τῇ θείᾳ φύσει συνεζευγμένα δηλονότι· οὐ γὰρ ἄν, εἰ τῆς κτιστῆς οὐσίας ἠπίστατο, ταῦτα μόνα ἀφῆκεν ἀκατονόμαστα, ὧν γε πρῶτον καὶ μάλιστα τῶν ἄλ λων ἁπασῶν δυνάμεων εἰκότως ἂν ἐμνημόνευσεν. Ὁμοίως δὲ καὶ ὁ μακάριος Παῦλος, θείῳ πυρὶ κάτοχος ὢν καὶ τὸ δια καὲς τῆς περὶ τὸν θεὸν ἀγάπης ἐνδεικνύμενος καὶ τὸ βέ βαιον τοῦ φίλτρου μαρτυρούμενος, οὕτως φησίν· Πέ πεισμαι γὰρ ὅτι οὔτε ζωὴ οὔτε κόσμος οὔτε θάνατος, οὔτε ἄγγελοι οὔτε δυνάμεις οὔτε ἀρχαί, οὔτε ἐνεστῶτα οὔτε μέλ λοντα, οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνή σεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. Ὁμοίως γὰρ καὶ αὐτὸς ἀπαριθμη σάμενος καὶ κόσμον καὶ ζωὴν καὶ θάνατον, ἀγγέλους τε καὶ δυνάμεις καὶ ἀρχάς, καὶ ἐνεστῶτα καὶ μέλλοντα, ὕψωμά τε καὶ βάθος, ἐπεὶ μηδὲν ηὕρισκεν ὑπολιμπανόμενον τῇ κτιστῇ φύσει, ἔτι δὲ τοῦ βοᾶν καὶ μαρτύρεσθαι τῆς ὁρμῆς ἐχόμε νος, ὑπερβολικόν τι προσθεὶς τὸν λόγον ἐπλήρωσεν, κτίσιν ἑτέραν ἐπαγαγών. Ἀρα οὖν, καὶ τῇ τοῦ λεχθέντος ὑπερ βολῇ τὸν ἀμετακίνητον αὑτοῦ περὶ τὸν θεὸν πόθον παραδη λώσας, εἰ τῆς κτιστῆς οὐσίας ἠπίστατο τὸν υἱὸν καὶ τὸ πνεῦμα, οὐκ ἂν αὐτῶν μετὰ τῶν ἄλλων τὴν ἀφήγησιν ἐποιή σατο; Ἀλλ' ὅτι μὲν οὐ συνέζευκται τῇ κτιστῇ φύσει ὁ υἱὸς καὶ τὸ πνεῦμα, ἀπὸ τούτων καὶ τῶν τοιούτων ἰστέον· ἐνῆν δὲ παραθέσθαι καί τινας ἄλλας τοιαύτας παμπληθεῖς μαρ τυρίας, ἀλλ', ἐπεὶ πρὸς ἐκκλησίας υἱεῖς ὁ λόγος, ἡμῖν δὲ ὁ σκοπὸς διὰ συντόμων εἰπεῖν, ἀποχρῆν ἡγοῦμαι καὶ τὰ ·η θέντα. Ὑπόλοιπον δ' ἂν εἴη ἐπιδεικνύναι ὡς τῇ θείᾳ φύσει ὁ υἱὸς συντέτακται καὶ τὸ πνεῦμα. Καὶ πρῶτόν γε τοῦ και ριωτάτου μνησθήσομαι. Ὁ οὖν κύριος ἡμῶν Ἰησοῦς Χριστὸς μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, τὴν εἰς οὐρανοὺς ἄνοδον ποι εῖσθαι μέλλων, καὶ τὴν τῶν ἐθνῶν μαθητείαν καὶ τὴν τοῦ βαπτίσματος διδαχὴν τοὺς ἀποστόλους ἐπαίδευσεν· Πορευ θέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.
PG 6:1215Καὶ Κορινθίοις δὲ γράφων ὁ μακάριος Παῦλος τῷ τέλει τῆς ἐπιστολῆς, οἱονεὶ σφραγῖδά τινα τῇ διδασκαλίᾳ περιτιθείς, ἐπάγει· Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ πατρὸς καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος μετὰ πάντων ὑμῶν. Καὶ πάλιν πρὸς Ἐφεσίους οὕτως φη σίν· Ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν κυρίῳ, ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι. Ὁρᾷς ὅπως τὴν οἰκοδομὴν τὴν ἐν Χριστῷ δι δάσκων, δι' ἧς ναὸς κυρίου γινόμεθα, κατὰ τὸ Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν θεός, τὰ τρία συνημμένως ἡμῖν συνεισάγει πρόσωπα. Χριστὸν γὰρ καὶ θεὸν καὶ πνεῦμα, τὴν μίαν θεότητα, κατοικεῖν ἐν ἡμῖν κατ' ἐνέργειαν, τοῖς τῆς χάριτος ἀξιουμένοις, διὰ τῆς τοιαύτης διδασκαλίας ἐπαίδευσεν. Καὶ τοῦτο δῆλον ἀφ' ὧν καὶ ἐν ἑτέρῳ φησίν· Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνάμει κρα ταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστόν. Ἰδοὺ γὰρ πάλιν ἐνοικήσεως θείας μνημονεύων πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα συμ περιλαμβάνων δείκνυται. Καὶ πανταχοῦ δὲ τῆς διδασκα λίας συντάττων τὰ τρία φαίνεται πρόσωπα. Κορινθίοις γὰρ ἐν ἐπιστολῇ δευτέρᾳ γράφων οὕτως φησίν· Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς θεός, καὶ σφραγι σάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν· σαφῶς κἀνταῦθα καὶ πατέρα (καὶ θεὸν) καὶ Χριστὸν υἱὸν καὶ ἅγιον πνεῦμα ἐν τῇ διδασκαλίᾳ συ ζεύξας. Καὶ αὖθις πρὸς Γαλάτας· Ὅτι δέ ἐστε υἱοί, ἐξ απέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κρᾶζον Ἀββᾶ ὁ πατήρ· ὁμοίως πάλιν συνημμένως ἡμῖν τὴν περὶ πατρὸς καὶ υἱοῦ καὶ πνεύματος ἔννοιαν παρα διδούς. Καὶ βλέπε τῆς ἄκρας συναφείας πῶς τίθησι τὰ γνωρίσματα. Oὐ γὰρ ἁπλῶς εἶπεν· Ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα, ἀλλά· τοῦ υἱοῦ αὐτοῦ· νῦν μὲν αὐτὸ συνάπτων υἱῷ, νῦν δὲ προσνέμων πατρὶ ἐν οἷς φησιν· Ὑμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβετε, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ καὶ πατρός· καὶ πάλιν τοῦ υἱοῦ αὐτοῦ τὸ πνεῦμα τῆς ἀληθείας καλοῦντος, ἐπειδὴ αὐτός ἐστιν ἡ ἀλήθεια, καὶ αὖθις τοῦ πατρὸς εἶναι διδάσκοντος· ὃ γὰρ παρὰ τοῦ πατρὸς ἐκπορεύεται. Καὶ διὰ πάντων ἁπλῶς βεβαιούσης ἡμῖν τῆς θείας γραφῆς τὴν διάνοιαν, ἀχώριστον περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος κέκτῃσθε τὴν ἔννοιαν. Ἀλλ' οὐδὲ τῆς τοῦ παντὸς δημιουργίας υἱοῦ καὶ πνεύματος τὴν ἐνέργειαν κεχωρισμένην τοῦ πατρὸς τὸ θεῖον ἡμᾶς ἐπαίδευσεν λόγιον. Καὶ τούτου σοι Δαυῒδ ὧδέ πως λέ γων γινέσθω διδάσκαλος· Καὶ σύ, κύριε, κατ' ἀρχὰς τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί· συν
PG 6:1217ειληφὼς μὲν διὰ τῆς τοῦ κυρίου σημασίας καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα, οὐδὲν ἔλαττον δὲ διὰ τοὺς ἀγνώμονας καὶ τῇ κατὰ πρόσωπον χρησάμενος διαιρέσει ἐν οἷς φησιν· Τῷ λόγῳ κυ ρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Ἀλλ' οὐδὲ τῆς τοῦ πατρὸς ἐξουσίας ἐλαττοῦσθαι τὸν υἱὸν καὶ τὸ πνεῦμα παρὰ τῆς θείας γραφῆς μεμαθήκαμεν· καὶ πῶς, ἄκουε τοῦ γράμματος· Ὁ δὲ θεὸς ἡμῶν, φησίν, ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ἐποίησεν. Τοῦτο περὶ τοῦ πατρὸς ὁ Δαυΐδ φησιν. Ταύτην ὁ υἱὸς δεικνὺς ἐπὶ τοῦ λεπροῦ τὴν ἐξουσίαν· Θέλω, φησίν, καθαρίσθητι! Ταύτην ὁ μακάριος Παῦλος καὶ τῷ ἁγίῳ πνεύματι προσμαρτυρῶν τοιαῦτα γράφει· Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Eἰ τοίνυν ἐν τῇ τοῦ κόσμου μαθητείᾳ, ἔν τε τῇ τοῦ βαπτίσματος διδαχῇ, ἔτι γε μὴν καὶ τῷ τῆς δημιουρ γίας λόγῳ καὶ τῇ τῆς ἐξουσίας δυνάμει συνημμένως ἡμῖν τὸ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἓν ὄνομα παρα δέδοται, τίς ἀφαιρήσεται λόγος τὸν υἱὸν καὶ τὸ πνεῦμα μὴ τῆς θείας οὐσίας καὶ μακαρίας ὑπάρχειν; Καὶ μή τις ἡμῖν ἐνσκήψειεν, ὡς ἄλλα μὲν ὑποσχο μένοις, ἄλλα δὲ διεξελθοῦσιν, εἴπερ, τὸ τῆς οὐσίας ταὐτὸν ἐπαγγειλάμενοι δείξειν, ὅτι συντέτακται τῷ πατρὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὰς πίστεις παρεσχόμεθα. Oὐ γὰρ ἄλλο τι τῆς συντάξεως ὁ λόγος παρίστησιν ἀλλ' ἢ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος τὸ τῆς οὐσίας ταὐτόν, καί μοι τὴν διαίρεσιν ἀναλαβὼν ὁ ἀντιλέγων δι' ἀκριβείας σκοπείτω· εὑρήσει γὰρ ἐκεῖ τῆς οὐσίας τὸν λόγον ἐν τῇ τάξει τῆς συναφείας πληρού μενον. Ἄνωθεν τοίνυν ἡμῖν εἰς δύο τὰ ὄντα διῄρητο, εἴς τε ἄκτιστον καὶ κτιστὴν φύσιν· καὶ τῆς μὲν ἀκτίστου τεκμήρια παρ' ἡμῶν ὡμολόγητο, δεσποτικήν τε αὐτὴν εἶναι καὶ πά σης ἀνάγκης ἐλευθέραν, ἔτι τε κατ' ἐξουσίαν ἃ ἂν βούληται καὶ ποιοῦσαν καὶ δυναμένην, τῆς δὲ κτιστῆς, δουλικήν τε ἐξ ἀντιθέτου καὶ νόμοις δεσποτικοῖς ἑπομένην, ἔτι τε τὴν δια κονίαν ἣν παρὰ τῆς θεότητος εἴληφεν μόνην καὶ δυναμένην καὶ πληροῦσαν. Οὕτω τῆς διαιρέσεως ἐχούσης, θεότητος καὶ κτίσεως μηδὲν εἶναι μέσον βεβαιούσης, πᾶν ὃ τῆς κτίσεως παρήλλακται τῇ θείᾳ οὐ παρήλλακται δηλονότι. Eἰ τοίνυν διὰ πλειόνων παρ' ἡμῶν ἐδείκνυτο τῆς μὲν κτίσεως διαλ λάττων ὁ υἱὸς καὶ τὸ πνεῦμα, ἐπεὶ μηδενὶ κτιστῷ συνη ρίθμηνται, τῷ δὲ πατρὶ πανταχοῦ συνέζευκται, πῶς οὐ τῆς ἐσχάτης ἀνοίας ἐστὶν τὸ μὴ τῆς ἀκτίστου οὐσίας αὐτὰ νο μίζειν; Τῶν γὰρ δύο τὸ ἕτερον ἀναγκαίως διαπεσεῖται· δεῖ γὰρ ἢ τῆς κτιστῆς αὐτὰ ἀποδεικνύντα τῆς ἀκτίστου ἀφορί ζειν, ἢ τῆς ἀκτίστου δηλοῦντα τῆς κτιστῆς ἀναγκαίως χωρί ζειν. Ἀλλὰ καὶ τῆς κτιστῆς ἐφάνη κεχωρισμένα καὶ τῇ ἀκτίστῳ συνεζευγμένα· μέσον δὲ τούτων ὡμολογήθη μηδέν. Λειπόμενον ἂν εἴη τὸ κοινωνεῖν αὐτὰ τῆς οὐσίας ᾧ καὶ πανταχοῦ συνεζεύχθησαν. Eἰ γάρ, ὅπερ εἴρηται (καλὸν γὰρ ἀναλαβεῖν πρὸς ἐντελεστέραν ἀπόδειξιν), ἐπί τε τῆς ἐν
PG 6:1220Χριστῷ τοῦ κόσμου μαθητείας, ἐπί τε τῆς διδαχῆς τοῦ βα πτίσματος, ἔτι μὴν καὶ ἐπὶ τῆς θείας διδασκαλίας καὶ τῆς τοῦ παντὸς δημιουργίας, οὐ μὴν ἀλλὰ καὶ ἐπὶ τῆς κατ' ἐξουσίαν αὐθεντίας, παραπλήσια καὶ ταὐτὰ περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος παραδέδοται, τίς οὕτω σκαιὸς ὡς διαμφισβητεῖν περὶ τῆς κατ' οὐσίαν ἀλλήλων κοινωνίας; Ἕνα τοίνυν θεὸν προσῆκεν ὁμολογεῖν, ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι γνωριζόμενον, ᾗ μὲν πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, τῆς μιᾶς θεότητος τὰς ὑποστάσεις γνωρίζον τας, ᾗ δὲ θεός, τὸ κατ' οὐσίαν κοινὸν τῶν ὑποστάσεων νο οῦντας. Μονὰς γὰρ ἐν τριάδι νοεῖται, καὶ τριὰς ἐν μονάδι γνωρίζεται. Καὶ πῶς τοῦτο, διερωτᾶν οὔτε ἄλλον βουλοίμην, οὔτε αὐτὸς ἐμαυτὸν δυναίμην πείθειν τοὺς περὶ τῶν ἀποῤῥήτων λόγους γλώσσῃ πηλίνῃ καὶ σαρκίῳ ῥυπῶντι κατατολμᾶν. Eἰ γὰρ καὶ νοῦς ἡμῖν καθαρὸς ἐνίδρυται, δι' οὗ τῶν ὑπὲρ ἡμᾶς πολλάκις τῷ λόγῳ περιδραττόμεθα, ἀλλά γε τῇ συζύγῳ σαρκὶ βαρυνόμενος ἀτονεῖ τὴν ἐναργῆ τῶν μειζόνων κατάληψιν, ἐπείπερ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφρόντιδα. Oὐ δενὶ οὖν ἂν τρόπῳ ἀνθρώποις οὖσιν δυνατὸν ἐξικέσθαι τῆς πρώτης ἐκείνης καὶ μακαρίας οὐσίας. Καὶ τί λέγω τῆς θείας οὐσίας! Ἀλλ' οὐδὲ τῶν περὶ αὐτὴν μυστικῶς τελουμένων. Οὐδὲν γὰρ ἀνθρώποις τῶν θείων σαφές, ὡς Ἑλλήνων σο φός τις ἐφθέγξατο· ἐγὼ δὲ τὸ λεχθὲν ὡς ἀληθὲς δέχομαι. Ὅταν γὰρ ἀκούσω τοῦ Παύλου, τοῦ σκεύους τῆς ἐκλογῆς, τοῦ τρίτον οὐρανὸν ἐμβεβηκότος, τοῦ ·ημάτων ἀῤῥήτων ἀκη κοότος ἃ μὴ θέμις γλώσσαις ἀνθρωπίναις ἐκλαλεῖν, τοῦ λαλοῦντα ἐν ἑαυτῷ ἔχοντος τὸν τῶν λόγων χορηγόν, μερικὴν ἐν ἑαυτῷ τὴν γνῶσιν προσμαρτυροῦντος καὶ λέγοντος· Ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην, καὶ πάλιν· Ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέ ρους προφητεύομεν· πῶς τὴν τελείαν τῶν θείων γνῶσιν ἀν θρώποις οὖσιν πιστεύσω; Eἰ γὰρ τοῖς εἰς τὸ Παύλου μέτρον ἐφθακόσιν ἀμυδρά τις καὶ μερικὴ γέγονεν (τὸ γὰρ δι' ἐσό πτρου βλέπειν καὶ ἐν αἰνίγματι τὸ ἀμυδρὸν παραινίσσεται), τίς οὕτω τολμηρὸς πρὸς ἀπόνοιαν ὡς τελείαν τῶν θείων γνῶσιν ἑαυτῷ προσμαρτυρεῖν; Αὐτίκα δὲ καὶ ἡμεῖς, τὸ τῶν ἀποῤῥήτων ἀδιεξίτητον εἰδότες, τὰ τοῦ Δαυῒδ πρὸς τὸν τῶν ὅλων θεὸν ἐπιφθεγγόμεθα· Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν. Ἀλλὰ ταῦτα μὲν καὶ λέγειν ὅσιον καὶ φρονεῖν ὁσιώτερον· τοῖς γὰρ θείοις παραχωρεῖν εὐσεβοῦς ἀνδρὸς ἂν εἴη καὶ σώφρονος. Οὐκοῦν ὅσον μὲν τῶν θείων εἰς ἀσφαλῆ ἔρευναν, ὅσον δὲ πρὸς εὐσεβῆ θρησκείαν θεοπρεπῶς νοοῦμεν. Oὐ γάρ, ἐπειδὴ πάμπαν ἀκατάληπτον τὸ θεῖον, διὰ τοῦτό που πάν τως μηδ' ὅλως ζητεῖν περὶ αὐτοῦ προσῆκεν, ἀλλ' ἐν ·ᾳστώνῃ τὸν τοῦ βίου καταναλίσκειν χρόνον· κατὰ δὲ τὸ μέτρον τὸ μερισθὲν ἑκάστῳ παρὰ τοῦ κυρίου τῆς γνώσεως τὴν ἐξέτασιν φιλοπόνως ποιεῖσθαι, ὅτι μὲν ἀκατάληπτον ἀκριβῶς πε
PG 6:1222πεισμένους, ἐφ' ὅσον δὲ χωροῦμεν διὰ τῆς θεωρίας ἑαυτοὺς ἐκείνῳ συνάπτοντας. Οὕτω τοίνυν νοοῦμεν τὸν υἱὸν ἐκ πατρὸς γεγεννῆσθαι, ὡς φῶς ἐκ φωτὸς ἐκλάμψαν. Ἱκανὴ γὰρ ἡ εἰκὼν παραστῆσαι τό τε συναΐδιον τό τε τῆς οὐσίας ταὐτὸν τό τε τῆς γεννήσεως ἀπαθές. Eἰ γὰρ ἐξελάμφθη, τῷ ἐκλάμψαντι ἀχρόνως συνυπέστη. Τίνι γὰρ φωτὸς ἔκλαμψις χρόνου μέσῳ διακόπτοιτο; Καὶ εἰ φῶς ἐκ φωτός, τὸ ταὐτὸν ἐκείνῳ δηλώσειεν, ἀφ' οὗ καὶ γεγέννηται. Eἰ δὲ πάλιν φῶς καὶ τὸ γεγεννημένον, ἀπαθὴς ἂν εἴη καὶ ἡ γέννησις. Oὐ γὰρ κατὰ τομὴν ἢ ·εῦσιν ἢ διάστασιν τοῦ φωτὸς ἡ ἔκλαμψις γίνεται, ἀλλ' ἐκ τῆς οὐσίας αὐτῆς ἀπαθῶς προ έρχεται. Τὴν αὐτὴν δὲ γνῶσιν καὶ περὶ τοῦ ἁγίου πνεύμα τος κατέχωμεν, ὅτι, ὥσπερ ὁ υἱὸς ἐκ τοῦ πατρός, οὕτως καὶ τὸ πνεῦμα· πλήν γε δὴ τῷ τρόπῳ τῆς ὑπάρξεως διοίσει. Ὁ μὲν γάρ, φῶς ἐκ φωτός, γεννητῶς ἐξέλαμψεν, τὸ δέ, φῶς μὲν ἐκ φωτὸς καὶ αὐτό, οὐ μὴν γεννητῶς ἀλλ' ἐκπορευτῶς προῆλθεν· οὕτως συναΐδιον πατρί, οὕτως τὴν οὐσίαν ταὐ τόν, οὕτως ἀπαθῶς ἐκεῖθεν ἐκπορευθέν. Οὕτως ἐν τῇ τριάδι τὴν μονάδα νοοῦμεν, καὶ ἐν τῇ μονάδι τὴν τριάδα γνω ρίζομεν. Ταῦτα χωρήσαντες καὶ τοῦτο τὸ μέτρον παρὰ τοῦ κυρίου τῆς γνώσεως λαβόντες τοῖς υἱέσι τῆς ἐκκλησίας τὸ κατα ληφθὲν ἐκτιθέμεθα, οὕτω μὲν φρονεῖν παρακαλοῦντες, ἕως ἂν τελεωτέραν τῆς γνώσεως τὴν ἔκλαμψιν δέξωνται, ἐπεί γε τοῖς παρ' ἡμῶν ἐκτεθεῖσιν σὺν ἐπιμελείᾳ προσέχειν σωφρο νικόν. Oὐ γάρ τι κομψὸν ἢ ὑπέρογκον ἢ μεγαλαυχίας ἔχον ἀπόδειξιν ἐφαντάσθημεν, ὅσον δὲ εὐσεβὲς μᾶλλον καὶ πρέ πον τῇ ἀληθεῖ γνώσει κατὰ δύναμιν συλλέξαντες τῆς μιᾶς θεότητος τὴν ἐν τελείαις τρισὶν ὑποστάσεσιν γνῶσιν ἐξεθέ μεθα. Καὶ περὶ μὲν τῆς ἁγίας τριάδος οὕτω δοξάζοντες ἐπὶ τὴν ἐξ οἰκονομίας χάριν τοῦ λόγου τῷ λόγῳ προσέλθω μεν. Ἄῤῥητος μὲν γὰρ καὶ τῆς οἰκονομίας ὁ λόγος· ἀλλὰ τὸ κατὰ δύναμιν πάλιν ἡμῖν καὶ τοῦτον ἐξεταστέον. Ὅτε τῶν οἰκείων πλασμάτων συνεῖδεν ὁ λόγος χρῆ ναι τὴν ἀνάπλασιν γενέσθαι καὶ τῆς τοῦ Ἀδὰμ τιμωρίας, ἣν παραβὰς ὤφλησε, τὸ χρέος ἀποδοθῆναι, τότε δή, τῶν οὐρα νῶν οὐκ ἀποστάς, πρὸς ἡμᾶς κατελήλυθεν· οὐ γὰρ ἦν σώ ματος ἡ κατάβασις, ἀλλὰ θείας ἐνεργείας βούλησις. Μέσῃ δὲ παρθένῳ, ἐκ Δαυϊτικοῦ καταγομένῃ γένους διὰ τὰς πρὸς αὐτὸν ἐπαγγελίας, πρὸς τὴν τῆς οἰκονομίας χρείαν χρησάμε νος, καὶ ταύτης τὴν νηδὺν εἰσδὺς οἱονεί τις θεῖος σπόρος, πλάττει ναὸν ἑαυτῷ, τὸν τέλειον ἄνθρωπον, μέρος τι λαβὼν τῆς ἐκείνης φύσεως καὶ εἰς τὴν τοῦ ναοῦ διάπλασιν οὐσιώσας. Ἐνδὺς δὲ τοῦτον κατ' ἄκραν ἕνωσιν, θεὸς ὁμοῦ καὶ ἄν θρωπος προελθών, οὕτω τὴν καθ' ἡμᾶς οἰκονομίαν ἐπλή ρωσεν. Ἐπειδήπερ ἁμαρτὼν ὁ Ἀδὰμ θανάτῳ τὸ γένος ὑπέβαλεν καὶ τὴν φύσιν ὅλην ὑπεύθυνον τῷ χρέει πεποίηκεν, θεὸς ὑπάρχων ὁ υἱὸς καὶ ἄνθρωπος ἀνακαλεῖται τοῦ Ἀδὰμ τὸ παράπτωμα. Καὶ ᾗ μὲν ἄνθρωπος, ἀμέμπτως πολιτεύεται καὶ θάνατον ἑκούσιον καταδέχεται, διὰ μὲν τῆς ἄκρας πολι
PG 6:1225τείας ἀφανίζων τὸ παράπτωμα, διὰ δὲ τοῦ μὴ χρεωστουμένου θανάτου καταργῶν τὸν ὀφειλόμενον· ᾗ δὲ θεός, καὶ τὸ λυ θὲν ἀνιστᾷ καὶ τὸν θάνατον αὐτὸν παντελῶς καταλύει. Εἷς οὖν ἐστιν ὁ υἱός, ὅ τε λυθεὶς ὅ τε τὸ λυθὲν ἀναστήσας· ᾗ γὰρ ἄνθρωπος, ἐλύθη, ᾗ δὲ θεός, ἀνέστησεν. Ὅταν οὖν ἀκούσῃς περὶ τοῦ ἑνὸς υἱοῦ τὰς ἐναντίας φωνάς, καταλ λήλως μέριζε ταῖς φύσεσιν τὰ λεγόμενα, ἂν μέν τι μέγα καὶ θεῖον, τῇ θείᾳ φύσει προσνέμων, ἂν δέ τι μικρὸν καὶ ἀνθρώ πινον, τῇ ἀνθρωπίνῃ λογιζόμενος φύσει. Οὕτω γὰρ καὶ τὸ τῶν φωνῶν ἀσύμφωνον διαφεύξῃ, ἑκάστης ἃ πέφυκεν δεχομένης φύσεως, καὶ τὸν υἱὸν τὸν ἕνα καὶ πρὸ πάντων αἰώνων καὶ πρόσφατον κατὰ τὰς θείας γραφὰς ὁμολογήσεις. Καὶ μή με τις ἐρωτάτω τῆς ἑνώσεως τὸν τρόπον. Oὐ γὰρ αἰδεσθήσομαι τὴν ἄγνοιαν ὁμολογῶν, τοὐναντίον δὲ καὶ μᾶλλον καυχήσομαι, τοῖς ἀποῤῥήτοις πιστεύων καὶ μύστης τούτων ὑπάρχων ὧν καὶ λόγος καὶ νοῦς ἀτονεῖ τὴν κατάληψιν. Ὥστε μηδὲν ἐναργὲς περὶ τούτου μήτε παρ' ἐμοῦ μήτε παρ' ἑτέρου μανθάνειν ἐλπίσειεν. Eἰ δ' ὅσον ὁ νοῦς ἡμῶν ἐχώ ρησεν περὶ τούτου βούλει γνῶναι, φθόνος μὲν οὐδεὶς πρὸς παῖδας ἐκκλησίας, τοσοῦτον δὲ τοῖς λεγομένοις ἐπισημηνά μενος, ὡς δεῖ τοῖς ἐγχειροῦσιν τὴν ἔκθεσιν τῆς ἄνωθεν ·οπῆς τε καὶ συνεργίας, ἐπὶ τὴν εἰς δύναμιν κατάληψιν εἶμι. Τινὲς μὲν οὖν τὴν ἕνωσιν ὡς ψυχῆς πρὸς σῶμα νοήσαντες, οὕτως ἐκδεδώκασιν· καὶ ἁρμόδιόν γε τὸ παράδειγμα, εἰ καὶ μὴ κατὰ πάντα, κατὰ τὶ γοῦν. Ὡς γὰρ εἷς μέν ἐστιν ὁ ἄν θρωπος, ἔχει δὲ φύσεις ἐν ἑαυτῷ δύο διαφόρους, καὶ κατ' ἄλλο μὲν λογίζεται, κατ' ἄλλο δὲ τὸ λογισθὲν ἐνεργεῖ (ψυχῇ μὲν γὰρ νοερᾷ λογισάμενος, εἰ τύχοι, τοῦ πλοίου τὴν σύμ πηξιν, χερσὶν τὸ νοηθὲν εἰς πέρας ἄγει), οὕτως ὁ υἱός, εἷς ὢν καὶ δύο φύσεις, κατ' ἄλλην μὲν τὰς θεοσημείας εἰργά ζετο, κατ' ἄλλην δὲ τὰ ταπεινὰ παρεδέχετο. Ἠι μὲν γὰρ ἐκ πατρὸς καὶ θεός, ἐνεργεῖ τὰ θαύματα, ᾗ δὲ ἐκ παρθένου καὶ ἄνθρωπος, τὸν σταυρὸν καὶ τὸ πάθος καὶ τὰ παραπλήσια φυσικῶς ἐθέλων ὑπέμενεν. Eἴ τις ἕως τούτου τὰ τοῦ παραδείγματος δέχοιτο, ἔχει καλῶς ἡ εἰκών· εἰ δὲ ὅλον ὅλῳ τῷ παραδείγματι συγκρίνοι, τὰ τῆς διαφορᾶς ἀναφανήσε ται. Ὁ γὰρ ἄνθρωπος, εἰ καὶ διττὰς ἐν ἑαυτῷ δείκνυσιν τὰς φύσεις, οὐ δύο φύσεις ἐστίν, ἀλλ' ἐκ τῶν δύο· ὡς γὰρ τὸ σῶμα σύγκειται μὲν ἐκ πυρὸς καὶ ἀέρος, ὕδατός τε καὶ γῆς, οὐκέτι δὲ τὸ σῶμα πῦρ εἴποις εἶναι οὐδὲ ἀέρα ἤ τι τῶν ἄλλων (οὐδὲ γὰρ ταὐτὸν τοῖς ἐξ ὧν ἐστίν, ἐπεὶ καὶ διάφορος ὁ λόγος τοῦ τε συγκειμένου τῶν τε συντεθέντων), οὕτως ὁ ἄνθρωπος, εἰ καὶ ἐκ ψυχῆς καὶ σώματός ἐστιν, ἕτερος παρὰ τὰ ἐξ ὧν ἐστίν. Ὧδε δὲ μάθοις ὃ λέγω σα φέστερον. Ἐκ διαφόρων ὑλῶν τὸν οἶκον οἰκοδομοῦμεν· ἀλλ' οὐκ ἄν τις εἴποι τὸν οἶκον ταὐτὸν ὑπάρχειν ταῖς ὕλαις ταῖς ἐξ ὧν ἐστίν. Oὐ γὰρ ἁπλῶς οἱ λίθοι καὶ τὰ ξύλα καὶ τὰ λοιπὰ ὁ οἶκός ἐστιν· εἰ γὰρ τοῦτο ἦν, καὶ πρὸ τῆς οἰκο δομίας διῃρημένας αὐτὰς τὰς ὕλας οἶκον ἄν τις δικαίως κα
PG 6:1227λέσειεν. Ἀλλ' ἡ τοιάδε τῶν ὑλῶν πρὸς ἀλλήλας σύμπηξις τὸν οἶκον ἡμῖν ἀποτελεῖν πέφυκεν. Ἀμέλει τῆς οἰκίας λυ θείσης μένουσιν μὲν ὁμοίως αἱ ὕλαι τὸν οἰκεῖον ἐπέχουσαι λό γον, ἀπολωλέναι δέ φαμεν τὴν οἰκίαν, ἣν ἡ τοιάδε τῶν ὑλῶν σύζευξις ἀπετέλεσεν. Οὕτως ἐπὶ τοῦ ἀνθρώπου. Κἂν ἐκ ψυχῆς καὶ σώματος ὑπάρχῃ, οὐ ταὐτὸν ἂν εἴη τοῖς ἐξ ὧν ἐστίν, ἀλλ' ἕτερον, ὡς εἶναι τὸν ἄνθρωπον ἐξ αὐτῆς τῆς συναφείας ψυχῆς πρὸς σῶμα τρίτον ἀποτελούμενον ἄλλο. Καὶ τοῦτο δῆλον ἀφ' ὧν, τῆς διαζεύξεως τῆς τούτων γενομένης, μένει μὲν οὕτως τὸ σῶμα τὸν οἰκεῖον σῶζον λόγον (τριχῇ γάρ ἐστιν διαστατόν, κἂν νεκρὸν ὑπάρχῃ), ἡ ψυχὴ δὲ πάλιν ὁμοίως λογικὴ τυγχάνουσα, κἂν διαζευχθῇ· ἀπόλωλε δὲ ὁ ἄνθρωπος, ὃν ἀπετέλεσεν ἑκατέρων ἡ σύζευξις. Ὁ δὲ Χριστὸς οὐκ ἐκ θεότητος καὶ ἀνθρωπότητος ἀπετελέσθη Χρι στός, ἄλλος ὢν παρὰ τὰ δύο, ἀλλὰ καὶ θεὸς καὶ ἄνθρωπος ἑκάτερα τυγχάνει, θεὸς μὲν νοούμενος τῇ τῶν τεραστίων ἐνεργείᾳ, ἄνθρωπος δὲ δεικνύμενος τῇ τῆς φύσεως ὁμοιοπα θείᾳ. Ἄλλως τε καὶ ἡ ψυχὴ πολλοῖς τῶν τοῦ σώματος προκατεχομένη παθῶν καὶ προπάσχει πολλάκις τοῦ σώματος, καὶ συμπάσχει διηνεκῶς, φαινομένη πολλάκις τὴν τομὴν τοῦ σώματος ἀγωνιῶσα καὶ πρὸ τοῦ πάθους τοῦ σώματος ἀλλοιου μένη καὶ μετὰ τὴν τομὴν οὐδὲν ἧττον τὰ τῆς ὀδύνης ἐμ παθῶς δεχομένη. Ὅπερ ἐπὶ τῆς θεότητος τοῦ Χριστοῦ οὐκ ἄν τις τῶν εὐσεβῶν τολμήσειεν εἰπεῖν ἢ παραδέξασθαι. Ὥστε τοῦ ἀνθρώπου τὸ παράδειγμα κατὰ τὶ μὲν δεκτέον, κατὰ τὸ λοιπὸν δὲ φευκτέον. Ἡμεῖς δὲ καὶ πάλαι μὲν προδιωμολογήσαμεν τῆς ἀληθείας ταύτης τὴν ἐναργῆ κατάληψιν ἀγνοεῖν, καὶ νῦν οὐδὲν ἔλαττον εὐγνωμονοῦμεν ὁμολογοῦντες τὴν κατὰ τὸ μέτρον τὸ δοθὲν ἡμῖν γνῶσιν, ὅσον τε πρὸς εὐσεβέστερον ἐναργῆ λό γον τὰ τοῦ παραδείγματος ἀνάγειν σπουδάζομεν, καὶ τὴν ἕνω σιν οὐ μικρᾷ τινι καὶ τῶν εὐτελῶν εἰκόνι παρεικάζειν ἐθέλο μεν, ἀλλὰ μεγάλῃ καὶ τῇ γεννήσει πρεπούσῃ τῇ ἐκ πατρός. Ἐπεὶ οὖν φῶς ἐλήλυθεν εἰς τὸν κόσμον ὁ λόγος, ἐκ φωτὸς ἐκλάμψας τοῦ ἀναιτίου, φῶς εἶναι καὶ τὸ παράδειγμα βού λομαι τῆς ἑνώσεως. Νοείσθω τοίνυν ὁ λόγος φῶς εἶναι τὸ ἀρχέγονον, ὃ πρώτῃ φωνῇ θεοῦ δι' αὐτοῦ τοῦ λόγου γεγένηται, σῶμα δὲ ἡλιακὸν τὸ σῶμα τὸ ἀνθρώπινον, ᾧ κατὰ ἀπόῤ ῥητον λόγον ὁ λόγος ἡνώθη. Καὶ μή μοι τὸν ἥλιον φῶς ἕτερον παρὰ τὸ πρότερον γενόμενον νόμιζε· οὐ γὰρ ὡς ἐλλείποντος τοῦ πρώτου φωτὸς πρὸς τὸν τοῦ παντὸς φωτισμὸν ὁ ἥλιος γέγονεν τὸ λεῖπον ἀναπληρῶν· οὐ γὰρ τοιοῦτος ὁ τεχνίτης, ὡς μήτε προϊδέσθαι τὸ τέλειον μήτε τὴν αὐγὴν πρὸς τὴν ἐξ αὐτοῦ παρεχομένην δημιουργῆσαι χρείαν. Ἓν τοίνυν ἐστὶν τὸ φῶς τὸ ἀρχέγονον, τὸ δὲ ἡλιακὸν σῶμα τούτῳ κατεσκευάσθη, ἐφ' οὗ συναιρεθὲν τὸ φῶς πανταχοῦ τὴν ἀρχὴν κεχυμένον ἐποχεῖται. Τοῦτο καὶ τῶν ὡρῶν ἡμῖν τῆς ἡμέρας τὸν δρό μον διὰ τοῦ σώματος ἀμέμπτως ἀποπληροῖ. Eἰ γὰρ μὴ ἐνεδέθη τῷ σώματι, ἀλλ' ὅλον ἐν ὅλῳ τῷ ἀέρι περιεκέ
PG 6:1230χυτο, οὐκ ἂν ἡμῖν οὐδὲ τὰ μέτρα τῆς ἡμέρας διώρισεν οὔτε κίνησιν εὔτακτον καὶ τὸν πεποιηκότα παρέστησεν. Eἰ δὲ λέγεις μοι ὅτι καὶ πρὸ τῆς τοῦ ἡλίου γενέσεως ἡμέρα καὶ νὺξ ἐγένετο, πρῶτον μὲν ὁμολογήσεις ὁμοίως ὅτι ἤρκει τοῦ φω τὸς ἡ φύσις ἅπαντα καταυγάζειν, ἀκολούθως δὲ λοιπὸν ζη τήσας τῆς γενέσεως τοῦ ἡλίου τὴν αἰτίαν εὑρήσεις οὐκ ἄλλην οὖσαν ἢ τὴν παρ' ἡμῶν ἀρτίως εἰρημένην. Πάλαι μὲν γὰρ ὅλον δι' ὅλου τὸ φῶς τῷ ἀέρι περικεχυμένον οὔτε κίνησιν ὁμαλὴν διέτρεχεν οὔτε τῆς ἡμέρας τὰ μέτρα διώριζεν, ἀλλὰ συστελλόμενον τῇ νυκτὶ τὴν πάροδον ἐδίδου. Ὥστε οὖν ἕτερον μέν ἐστιν τὸ φῶς, ἕτερον δὲ τὸ ἡλιακὸν σῶμα τὸ τοῦτο δεξάμενον. Οὕτω τοίνυν ἔχοντος τοῦ φωτὸς πρὸς τὸ ἡλια κὸν σῶμα, σκοπεῖτε λοιπὸν ὑμεῖς δι' ἀκριβείας τὸν λόγον. Ὥσπερ γὰρ μετὰ τὴν ἕνωσιν τοῦ πρωτογόνου φωτὸς πρὸς τὸ ἡλιακὸν σῶμα οὐκ ἄν τις ἀπ' ἀλλήλων αὐτὰ διέλοι, οὐδὲ τὸ μὲν ἥλιον ἰδιαζόντως καλέσοι, τὸ δὲ πάλιν φῶς διῃρη μένως, ἀλλ' εἷς ἥλιος τὸ φῶς λέγεται μετὰ τοῦ σώματος, οὕτως ἐπὶ τοῦ ἀληθινοῦ φωτὸς καὶ τοῦ ἁγίου σώματος οὐκ ἄν τις εἴποι μετὰ τὴν ἕνωσιν τὸν μὲν κεχωρισμένως υἱὸν τὸν θεῖον λόγον, τὸν δὲ πάλιν υἱὸν τὸν ἄνθρωπον, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν ἑκάτερα νοήσει, ὡς ἓν φῶς καὶ ἕνα ἥλιον τό τε δεχθὲν φῶς τό τε δεξάμενον σῶμα. Πάλιν ὡς ἓν μὲν φῶς καὶ εἷς ἥλιος, φύσεις δὲ δύο, ἡ μὲν φωτός, ἡ δὲ σώματος ἡλιακοῦ, οὕτω κἀνταῦθα εἷς μὲν υἱὸς καὶ κύριος καὶ Χριστὸς καὶ μονογενής, φύσεις δὲ δύο, ἡ μὲν ὑπὲρ ἡμᾶς, ἡ δὲ ἡμετέρα. Καὶ αὖθις ὥσπερ ἐπὶ τοῦ φωτὸς τὴν ἐνέρ γειαν οὐκ ἄν τις χωρίσειεν τοῦ σώματος αὐτοῦ τοῦ δεκτικοῦ, τῷ δὲ λόγῳ διελὼν γνωρίσειεν τὴν φύσιν, ἧς ἐστιν ἰδία ἡ ἐνέργεια, οὕτως ἐπὶ τοῦ ἑνὸς μονογενοῦς υἱοῦ τοῦ θεοῦ πᾶ σαν μὲν ἐνέργειαν οὐκ ἄν τις χωρίσειεν τῆς μιᾶς υἱότητος, τῆς δὲ φύσεως ἧς ἐστιν οἰκεῖον τὸ γινόμενον τῷ λόγῳ γνω ρίσειεν. Οὕτως ἡμεῖς τὸ παράδειγμα τῆς ἑνώσεως τῆς θείας ποιήσαντες ὡς ἂν ἐπ' εὐσεβεστέραν ἔννοιαν κατεφύγομεν, τῆς μὲν ἀληθείας αὐτῆς εἰ καὶ μὴ καθάπαξ ἐφικόμενοι, εἰκόνα γοῦν ἐξαρκοῦσαν ἡμῖν πρὸς εὐσεβῆ ζήτησιν συλ λεξάμενοι. Τούτων εἴ τί σοι δόξειεν ἐγγύτερόν πως τῆς ἀληθείας εἶναι, ἀνύμνει τὸν δεδωκότα τῆς γνώσεως τὸ μέ τρον· εἰ δέ τι μᾶλλον εὐσεβὲς παρ' ἄλλου μεμάθηκας, αὐ τὸν πάλιν ἀνύμνει τὸν κηδεμόνα· αὐτὸς γὰρ πάλαι ὢν εἰς ἄλλον ἐνήργησεν. Ἀποχρώντως τοίνυν εἰς δύναμιν τὴν ὀρ θὴν ὁμολογίαν ἐκθέμενοι, χαίρειν μὲν τοῖς τῆς ἐκκλησίας υἱέσιν εἰπόντες, χάριν δὲ τῷ δεδωκότι τοῦ λόγου τὴν χορη γίαν ὁμολογήσαντες, ἐπὶ τῆς καθ' ἡσυχίαν διαγωγῆς τὸν λόγον εὐνάσαντες τοῦ λοιποῦ βιοτεύσομεν. Ἀλλὰ γὰρ ὁρῶ τινας ἀνακαλουμένους πάλιν τὸν λό γον καὶ ζητήσεως ἑτέρας στάδιον ὑποδεικνύντας καὶ τρέχειν αὖθις βιαζομένους, τάχα που καὶ πειρῶντας εἰ μὴ τοῖς προ λαβοῦσι διαύλοις ἀπείρηκεν. Ὁ δὲ λόγος μιμεῖται πηγήν, ἣ συνεχέστερον ἀντλουμένη διειδέστερα προχεῖ τὰ νάματα. Ὅλος
PG 6:1232δὲ νένευκεν πρὸς τὸν δρόμον καὶ τῶν θυρῶν ὅσον οὐκ ἤδη προέκυψεν καὶ τοῦ σημαντῆρος ἀναμένει τὸ σύνθημα· σοί τε βουλομένῳ τὸ ζήτημα σημᾶναι ἕτοιμος παρορμῆσαι καὶ κατα βαλεῖν τὴν ἀπιστίαν καὶ περικλεῖσαι τὰς θεομάχους γλώσσας καὶ διαστεῖλαι, τί μὲν δεῖ περὶ τῶν θείων ζητεῖν, τί δὲ πι στεύειν, καὶ τῷ νόμῳ τοῦ δρόμου νικητὴς ἀναῤῥηθῆναι. Πῶς οὖν, φησίν, ὁ λόγος πανταχοῦ κατ' οὐσίαν ἐστὶν καὶ πῶς ἐν τῷ οἰκείῳ ναῷ; Eἰ γὰρ ὡς ἐν ἅπασιν κἀκεῖ, οὐδὲν πλέον ὁ ναὸς τῶν πάντων ἕξει. Καὶ ποῦ θήσομεν τὸ Ἐν ᾧ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς; Eἰ δὲ ἐν τῷ ναῷ δοίη τις πλέον εἶναι, οὐ τοῖς πᾶσιν κατ' οὐσίαν πάρεστιν, ὅπερ ἴδιον θεοῦ. Σαφὴς ἔλεγχος ἀπιστίας τὸ πῶς ἐπὶ θεοῦ λέγειν. Πῶς γὰρ οὐρανοῦ δημιουργός, πῶς γῆς καὶ θαλάσσης, ἀέρος τε καὶ φυτῶν καὶ τῶν ζώων ἁπάντων καὶ σοῦ γε αὐτοῦ, τοῦ πάντα μετὰ ἀκριβείας περὶ θεοῦ ζητοῦντος; Ἀλλὰ πάντως ἐρεῖς ὅτι δυνάμεως περιουσίᾳ πάντα παρήγαγεν. Ἀρ' οὖν ἡ τοῦ θεοῦ δύναμις τοῖς γινομένοις κατὰ συμβεβηκὸς ἢ κατ' οὐσίαν παρῆν; Eἰ μὲν οὖν κατὰ συμβεβηκός, ὡς οὖσίν γε, καὶ πρὸ τοῦ γενέσθαι, ἐπείπερ τὸ συμβεβηκὸς οὐ καθ' αὑτὸ πέ φυκεν, ἀλλ' ἔν τισιν προϋποκειμένοις ὑπάρχει. Eἰ δὲ γελοῖον τοῦτο, λείπεται κατ' οὐσίαν τὴν δύναμιν παρεῖναι πᾶσιν. Ἀρ' οὖν, ἐπειδὴ πᾶσιν κατ' οὐσίαν ἡ δύναμις τοῖς γινομέ νοις παρῆν, οὐδὲν πλέον αὐτῶν εἶχεν ὁ κεκλημένος ναός; Ἄπορος οὗτος ὁ λόγος, ἄπορος κἀκεῖνος, καὶ πίστις ἀμ φοτέρων ἡ λύσις. Εἶδες πῶς ὁρμήσας ὁ λόγος κατέβαλεν τὴν ἀπιστίαν· βλέπε περικλειομένας τὰς θεομάχους γλώσσας. Εἴπατε γὰρ ἡμῖν οἱ τὸν χριστιανισμὸν πρεσβεύειν σχηματιζόμενοι, οἱ ἐπ' ἀναιρέσει τῶν δύο φύσεων τὰ τοιαῦτα καὶ ζητοῦντες καὶ προϊσχόμενοι, οἱ τὰ τῆς κράσεως καὶ συγ χύσεως καὶ τῆς ἀπὸ σώματος εἰς θεότητα μεταβολῆς καὶ τὰς τοιαύτας ἐπαπορήσεις πραγματευόμενοι, οἱ ποτὲ μὲν σάρκα τὸν λόγον γεγενῆσθαι λέγοντες, ποτὲ δὲ τὴν σάρκα εἰς λόγον οὐσιωθῆναι, καὶ διὰ τὰς τοιαύτας τοῦ νοὸς ὑμῶν παρατροπὰς μηδὲ ὁτιοῦν φρονεῖτε δῆλοι καθιστάμενοι· λέγετε τοίνυν ἡμῖν, πῶς ὁ λόγος σὰρξ γενόμενος τοὺς οὐρανοὺς οὐ κατέλιπεν. Πάντως ἐρεῖτε, ὅτι μείνας θεὸς οὕτως ἐγένετο. Πάλιν οὖν ἡμῖν εἴπατε, πῶς μείνας ἐγένετο. Eἰ γὰρ ἔμεινεν ὃ ἦν, πῶς γέγονεν ὃ οὐκ ἦν; Eἰ δὲ γέγονεν ὃ οὐκ ἦν, πῶς ἔμεινεν ὅπερ ἦν; Ἀπορεῖς τὴν ἐπίλυσιν· ἀπόρει καὶ τῆς ἑνώσεως τὸν τρόπον. Ἀλλὰ πιστεύεις ὅτι μείνας ἐγένετο· πίστευε καὶ παρεῖναι πανταχοῦ κατ' οὐσίαν τὸν λόγον καὶ κατ' ἐξαί ρετον λόγον ὑπάρχειν ἐν τῷ οἰκείῳ ναῷ. Πάλιν ἐρωτή σωμεν, πῶς μετὰ τὴν ἕνωσιν ἀπεθεώθη τὸ σῶμα. Ἀρ' εἰς θεότητος οὐσίαν μεταπεσόν, ἢ ἔμεινεν μὲν ἀνθρώπου σῶμα τὸ σῶμα, ἄφθαρτον δὲ καὶ ἀθάνατον διὰ τὴν ἕνωσιν τοῦ λόγου διέμεινεν; Ἀλλ' εἰ μὲν τοῦτο, μένει μὲν σῶμα τὸ σῶμα, εἴπερ οὐ σῶμα θεός, μετείληφεν δὲ θείας ἀξίας, οὐ φύσεως, εὐδοκίᾳ τοῦ λόγου. Eἰ δὲ ὁ λόγος διὰ τὴν ἕνωσιν
PG 6:1235εἰς τὴν ἑαυτοῦ οὐσίαν μετέβαλεν τὸ σῶμα, πάλιν ἐρωτή σωμεν, πῶς εἰς τὴν οὐσίαν τοῦ λόγου μετεβλήθη τὸ σῶμα. Ἀρα μεταβληθὲν εἰς τὴν οὐσίαν τοῦ λόγου προσθήκην τῇ οὐσίᾳ παρέσχηκεν; Οὐκοῦν ἐλλιπὴς ἂν ἦν πρὸ τούτου, εἴ γε προσθήκην δεξαμένη. Ἀλλ' οὐδὲν ἀπὸ τούτου προσέλαβεν. Οὐκοῦν τὸ μεταβληθὲν οὐδὲν ἂν εἴη. Καὶ πῶς εἰς θείαν τὸ μηδὲν μετέπεσεν οὐσίαν; Ἀλλ' οὐκ εἰς τὴν οἰκείαν, φησίν, οὐσίαν ὁ λόγος ἀνέλυσεν τὸ σῶμα, ἀλλ' εἰς θείαν τοῦτο μετ εποίησεν. Πάλιν οὖν ἡμῖν ἀποκρινέσθωσαν, θείαν ὡς ἄλ λην παρὰ τὴν αὐτοῦ, ἢ ταὐτὸν τῇ αὐτοῦ; Καὶ εἰ μὲν ταὐτὸν τῇ αὐτοῦ, δύο θείας οὐσίας τοῦ λόγου κηρύξωμεν, μίαν μέν, καθ' ἣν ἐκ πατρὸς γεννηθεὶς εἶχεν, ἑτέραν δέ, καθ' ἣν καὶ αὐτὸ τὸ σῶμα κατ' αὐτὴν πεποίηκεν. Eἰ δὲ ἑτέραν παρὰ τὴν αὐτοῦ, οὐ θείαν δέ, κτιστὴν πάντως ἐροῦσιν. Θεότητος γὰρ καὶ κτίσεως οὐδὲν μέσον ἂν εἴη. Καὶ τί τῆς μεταβολῆς τῷ σώματι τὸ ἀναγκαῖον, εἴπερ εἰς κτιστὴν οὐσίαν πάλιν μετεποιεῖτο; Ἰλιγγιᾷς ἐπὶ ταῖς ἀπορίαις, καὶ τάχα που καὶ δέ διας μή πού τι τῶν εἰρημένων τὸν τῆς πίστεως ἡμῶν παραλύσῃ λόγον. Ἀλλ' ὅταν ἐγὼ ζητῶν ἀπορήσω, τότε τοῦ μυστηρίου τῶν Χριστιανῶν ἀνακράξω τὸ θαῦμα, ὅτι ὑπὲρ νοῦν, ὑπὲρ λόγον, ὑπὲρ κατάληψιν τὰ ἡμέτερα. Ὅταν δὲ καὶ σοὶ τὰ τοι αῦτα ζητοῦντι ἀπορία τις ἐπείη, πρόσφερε τοῖς ζητουμένοις ἑτοίμην λύσιν τὴν πίστιν, λογιζόμενος, ὅτιπερ ὅπου θεός, κἂν ἀγνοῆταί τι τῶν λεγομένων, ἢ δι' ὑπεροχὴν φύσεως ἢ δι' οἰκονομίας τρόπον, οὐδὲν ἀπὸ τούτου βλάβος τοῖς ἀγνοοῦσιν ἐγγίνεται. Πῶς δὲ ὅλως οὐ δεδίατε τὴν τόλμαν, τὰ θεῖα διευθύνειν ἐπιχειροῦντες; Ἢ τῶν θείων οὐκ ἀκηκόατε λόγων, οἳ τοὺς καθ' ἡμᾶς τῶν τοιούτων ἐγχειρήσεων ἀνείργοντες τὴν τοῦ πηλοῦ καὶ τοῦ κεραμέως ἡμῖν εἰκόνα προέθηκαν, ταύτῃ παιδεύοντες ἡμᾶς μὴ δεῖν περιέργους ἢ ἐξεταστὰς τῶν θείων καθίστασθαι, ἀλλ' εἴκειν τῇ βουλήσει τῇ θείᾳ, καθάπερ τὸν πηλὸν τῷ κεραμεῖ; Εὐλαβήθητε γοῦν ὀψέ ποτε καὶ φρο νήματι λίαν ἐπιεικεῖ τοὺς ὑμετέρους λογισμοὺς κοιμίσατε καὶ τὰς ἐν ὑμῖν ἐπαπορήσεις πίστις ἐπιλυέτω μόνη καὶ τοὺς λόγους τοὺς θείους κατὰ τὸ γεγραμμένον τρέμετε, ἵνα τῆς ἐπαναπαύσεως τῆς θείας ἄξιοι γενόμενοι τῶν μακαρίων ἐκείνων ·ημάτων παρὰ τοῦ θεοῦ τῶν ὅλων ἐπακούσητε, Ἐπὶ τίνα ἐπιβλέψω, λέγοντος, ἀλλ' ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύ χιον καὶ τρέμοντά μου τοὺς λόγους; Τούτοις οὖν περικλει σθεισῶν τῶν θεομάχων γλωσσῶν, πρὸς τὴν διαστολὴν ὁ λόγος ἐπειγόμενος τρέχει. Ὑμεῖς δὲ οἱ τῆς ἐκκλησίας υἱεῖς, οἱ τὴν ζήτησιν εὐσεβῶς ποιούμενοι καὶ τῶν ἐπαπορουμένων τὰς πεύσεις οὐ πειράζοντες ἀλλ' εἰ δυνατὸν μανθάνειν προσ άγοντες, ὧδέ μοι τὸν νοῦν εὐτρεπίσατε. Πολυσχιδὲς μὲν τῆς θείας διδασκαλίας τὸ σχῆμα, συναιρεῖται δὲ ὡς ἐν κε φαλαίῳ εἴς τε μάθησιν ἐντολῶν καὶ φυλακήν, εἴς τε τὴν θείαν γνῶσιν καὶ προσκύνησιν. Oἱ τοίνυν τῆς εὐσεβείας ἐρα σταὶ τὴν μὲν τῶν ἐντολῶν φυλακὴν καὶ μάθησιν κατ' οὐδὲν
PG 6:1237ἀγνοεῖν πειράσονται καὶ πρὸ τούτων γε τὴν θείαν προσκύνη σιν. Τήν γε μὴν τῶν θείων γνῶσιν βουλήσονται μὲν ἰχνεύειν εἰς δύναμιν· ἀτονοῦντες δὲ προσκυνείτωσαν ὡς ἀνέφικτον, ἵνα μὴ κενοῦται τὰ τῆς πίστεως ἡμῶν. Ταύτῃ δὲ ἐπιστα μένων ἡμῶν, ἃ μὲν δεῖ ζητεῖν, ἃ δὲ πιστεύειν, ἐπὶ τοὺς ἀγῶ νας οὖν τοῦ δρόμου τὸν λόγον ἐμβιβάσαντες νικητὴν ἀπο φῆναι σπουδάσωμεν. Ἔμβηθι λοιπὸν εἰς τοὺς ἀγῶνας ὁ λόγος. Ὁμολογοῦμεν ἀγνοεῖν τὴν ἐναργῆ τῆς ἀληθείας γνῶ σιν, ἐπείπερ μέρος πολύ που τῆς νίκης. Ὅσον δὲ ἐφικτὸν ἀνθρώπου φύσει, τοῦτο ἐξετάσας εὐσεβῶς ὑμῖν τὸ ζητούμενον λύσω. Πῶς γάρ, φησίν, ὁ λόγος ἔν τε τῷ οἰκείῳ ναῷ κατ' οὐσίαν ἐστὶν ἔν τε τοῖς οὖσιν ἅπασιν ὁμοίως, καὶ τί πλέον ὁ ναὸς τῶν πάντων ἕξει; Ἀκούσωμεν δὴ λοιπὸν τοῦ λόγου λέγοντος; Ὅς ἐστιν ἐν τοῖς κόλποις τοῦ πατρός, κατ' οὐσίαν καὶ τοῖς πᾶσιν ἀμερίστως πάρεστιν. Καὶ οὐχ οὕτως αὐτὸν ἐν τῷ πατρὶ λέγομεν ὡς ἐν τοῖς λοιποῖς εἶναι, οὐ διὰ τὸ τὴν οὐσίαν ἐν τοῖς ἄλλοις γινομένην συστέλλεσθαι, ἀλλὰ διὰ τὸ τῶν δεχομένων μέτρον, ἀτονούντων τὴν εἰσδοχὴν τὴν θείαν. Οὕτως ἐν τῷ οἰκείῳ ναῷ ἀχώριστον λέγοντες καὶ οἱονεὶ τὸ πλήρωμα τῆς θεότητος κατοικεῖν καθομολογοῦντες καὶ τοῖς πᾶσιν αὐτὸν παρεῖναι κατ' οὐσίαν λέγομεν, καὶ οὐχ ὁμοίως· οὐ γὰρ δέχεται τὸ σῶμα ·υποῦν ἀκτῖνας θεότητος. Καὶ μάνθανε τὸ λεχθὲν παραδείγματι· οὐ γὰρ ἂν ὑπο σταλείην τοῦ ζητουμένου τὸ μέγεθος, τοῖς τῆς ἐκκλησίας υἱέσιν εὐσεβῶς διαλεγόμενος. Κοινὸς ὁ ἥλιος ἡμῖν τοῖς πᾶσιν καθ' ἑκάστην πρόκειται, καὶ οὐ τῷ μὲν ἔλαττον, τῷ δὲ πλέον προσβάλλει, ἀλλὰ κοινὴν αὑτοῦ τὴν ἐνέργειαν τοῖς πᾶσιν ἐπ' ἴσης ἀφίησιν. Ἀλλ' εἴ τις ἐῤῥωμένας τὰς ὄψεις ἔχοι, δέχεται μὲν τούτου τῆς ἀκτῖνος τὸ πλέον, οὔτι διὰ τὸν ἥλιον ὡς μᾶλλον εἰς αὐτὸν τῶν λοιπῶν ἐφηπλωμένον, ἀλλὰ διὰ τὴν οἰκείαν τῆς ὄψεως δύναμιν· ὁ δὲ τὰς ὄψεις ἀσθε νῶν οὐδ' αὐτῷ τοῦ φωτὸς τῷ ἀπαυγάσματι προσβλέπειν νῶν οὐδ' αὐτῷ τοῦ φωτὸς τῷ ἀπαυγάσματι προσβλέπειν δυνήσεται διὰ τὴν τῶν ὀμμάτων ἀσθένειαν. Οὕτω μοι νόει τὸν τῆς δικαιοσύνης ἥλιον πᾶσιν μὲν ἐπ' ἴσης κατ' οὐσίαν ἅτε θεὸν παρεῖναι, ἡμᾶς δὲ πάντας, οἷον ἀσθενεῖς ὀφθαλ μοὺς καὶ λημῶντας τῷ ·ύπῳ τῶν ἁμαρτιῶν, τὴν εἰσδοχὴν τοῦ φωτὸς ἀτονοῦντας, τὸν δὲ οἰκεῖον ναόν, οἷον ὀφθαλμὸν κα θαρώτατον, καὶ χωροῦντα τοῦ φωτὸς ὅλου τὴν αἴγλην, ἅτε πλασθέντα μὲν ἐκ πνεύματος ἁγίου, ἁμαρτίας δὲ καθάπαξ κεχωρισμένον. Ὡς γὰρ ὁ ἥλιος, τοῖς πᾶσιν ὁμοίως κατ' ἐνέργειαν προσβάλλων, οὐχ ὁμοίως ὑπὸ πάντων χωρεῖται, οὕ τως ὁ λόγος, τοῖς πᾶσιν κατ' οὐσίαν παρών, οὐχ ὁμοίως τοῖς ἄλλοις καὶ τῷ οἰκείῳ ναῷ πάρεστιν. Εἶδες πῶς ἀθλήσας τὸν δρόμον ὁ λόγος νικητὴς ἀπε φάνθη. Στεφανηφορείτω λοιπὸν καὶ πομπευέτω καὶ τοῖς τῆς νίκης στεφάνοις ὡραϊζέσθω καὶ θριαμβευέτω τῶν ἀντι πάλων τὴν ἧτταν! Ἡμεῖς δὲ τοῦ Χριστοῦ προάγοντος τὸν
PG 6:1240ἐπινίκιον ᾄδωμεν, Τὸν ἀγῶνα τὸν καλόν, βοῶντες, ὁ λόγος, ἠγώνισαι, τὸν δρόμον τετέλεκας, τὴν πίστιν τετήρηκας, λοιπὸν ἀπόκειταί σοι ὁ τῆς δικαιοσύνης στέφανος. Μᾶλλον δὲ τὸν χορηγήσαντα τὴν νίκην ἀνυμνήσωμεν, τὸν θειότατον λόγον, τὸ φῶς τὸ ἀληθινόν, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, τὸν δι' οὗ τὰ πάντα, τὸν ἐν ᾧ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, τὸν δι' οὗ τὰς τοιαύτας τῶν λόγων στρο φὰς διαλύομεν, τὸν κηδεμόνα, τὸν πρύτανιν, τὸν εὐεργέτην, ᾧ καὶ θύομεν διηνεκῶς θυσίαν αἰνέσεως καὶ σπένδομεν ὡς θεῷ δεήσεις εἰλικρινεῖς καὶ θύομεν εὐωδίαν πράξεων, αὐ τὸν ἑαυτοῖς ἀναστρέφοντες, αὐτὸν ἀναπνέοντες, αὐτὸν λογι ζόμενοι, αὐτῷ προσανέχοντες, αὐτὸν ἐν πᾶσιν ὑμνοῦντες, τὴν μακαρίαν ἐλπίδα καὶ χορηγὸν τῆς ἀνωτάτω βασιλείας.

Responses to the OrthodoxResponsiones ad Orthodoxos

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 6:1249ΤΟΥ ΑΓΙΟΥ ΙΟΥΣΤΙΝΟΥ ΦΙΛΟΣΟΦΟΥ ΚAI ΜΑΡΤΥΡΟΣ ΑΠΟΚΡΙΣΕΙΣ ΠΡΟΣ ΤΟΥΣ ΟΡΘΟΔΟΞΟΥΣ ΠΕΡΙ ΤΙΝΩΝ ΑΝΑΓΚΑΙΩΝ ΖΗΤΗΜΑΤΩΝ. Ἐρώτησις α. Eἰ τὴν ἀρχαίαν μὲν λατρείαν ἀνεῖλεν ὁ θεὸς ὡς αὐτὴν μὴ ἀρεσκόμενος, τὴν δὲ τῶν Χριστιανῶν ὡς ἀρεστὴν αὑτῷ ἀντεισ ήγαγεν, οἱ δὲ ὀρθόδοξοι, οἱ μόνοι θεῷ ἀρέσκοντες, τῶν Ἑλ λήνων τε καὶ Ἰουδαίων καὶ πάντων τῶν αἱρετικῶν οὐκ ἴσοι τὸν ἀριθμὸν τυγχάνουσιν ἀλλ' ἥσσονες, τίς ἡ ἀπόδειξις τοῦ μὴ κατὰ πτωχείαν δυνάμεως τοῦ ταύτην ἀντ' ἐκείνης ἑλομένου τὴν λατρείαν μένειν ἀνεκρίζωτον τὴν πλάνην; Πῶς δὲ οὐκ ἀνωφελὴς ἡ ἐκείνης τῆς λατρείας λύσις, πλάνης ἔτι πολλῆς κατεχούσης τὸν κόσμον; Ἀπόκρισις ἤτοι λύσις τῆς ἐρωτήσεως. Τὴν ἀρχαίαν τοῦ θεοῦ λατρείαν λύσαντος, τὴν νέαν δὲ ἀντεισαγαγεῖν διὰ τῆς παλαιᾶς διαθήκης προθεμένου, εἰ μὲν ἀντεισήγαγε ταύτην ἀντ' ἐκείνης, πρῶτον μὲν κηρυττομέ νην λόγοις θείαις δυνάμεσι μαρτυρουμένοις, ἀνεῖλεν ἰουδαϊσμόν τε καὶ ἑλληνισμόν· ὕστερον δὲ ἔργοις θείαις ὡσαύτως δυνάμεσι γινομένοις πάσης τῆς ἐν ἀνθρώποις τε καὶ δαίμοσι πλάνης ποιεῖ τὴν ἐκρίζωσιν, σὺν ταύτῃ δὲ καὶ πάντων τῶν ἐν τῷ κόσμῳ κακῶν αἱρέσεων ἀνεῖλε τὴν λατρείαν καὶ πονηρίαν πίστεώς τε καὶ ποιήσεως. Eἰ μὴ πάντες οἱ δεξάμενοι τὴν λατρείαν τὴν αὐτὴν δόξαν περὶ τῶν αὐτῶν πραγμάτων τηροῦσι καὶ ἔχουσιν, ἀλλ' οἱ μὲν ὀρθῶς, ἄλλοι δὲ οὐκ ὀρθῶς, τοῦτο οὐκ ἔστι κατηγόρημα τοῦ θεοῦ ἐπὶ πτωχείᾳ δυνάμεως τὸ ἐκείνους ἐκ τῆς οἰκείας ἀμελείας ἢ ἑτέρας ἀσθενείας ὀρθῶς μὴ νοεῖν τὰ ὑπ' αὐτῶν πιστευόμενα, ἀλλὰ τῆς ἐκείνων ἀμε λείας. Εἴρηται δὲ ἐν τῇ εἰσαγομένῃ λατρείᾳ περὶ τῆς τῶν ὀρ θοδόξων ὀλιγότητος ποτὲ μὲν Πολλοὶ μέν εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί, ποτὲ δὲ Ὅτι στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. Ὡσαύτως καὶ περὶ τῶν αἱρέσεων, ἃς ὁ κύριος ἐν ταῖς ἑαυ τοῦ παραβολαῖς ζιζάνια καὶ σαπροὺς καλεῖ ἰχθύας. Eἰ τοίνυν μηδὲν ἐψευσμένον ἐστὶν ἐν τῇ τῶν Χριστιανῶν λατρείᾳ, ὡς ἡ τῶν πραγμάτων μαρτυρεῖ ἀλήθεια, ἐκ τῶν προλαβόντων πε πιστευμένα ποιοῦσα τὰ μέλλοντα, οὐδαμῶς ἄρα ὑπολέλειπται πρόφασις τοῦ διαβάλλειν τὸν θεὸν ἐπὶ πτωχείᾳ δυνάμεως ἢ τοῦ ἀνωφελῆ λέγειν τὴν ἀντὶ λατρείας λατρείαν εἰσαγομένην, τὴν νῦν μὲν λυτικὴν οὖσαν ἰουδαϊσμοῦ τε καὶ ἑλληνισμοῦ, ὕστε ρον δὲ καὶ τῶν αἱρέσεων. Ἐρώτησις β. Eἰ τὰ μέλλοντα γίνεσθαι, οἷον πολέμων τρόπαια, ἐχθρῶν ἔφοδον καὶ πόλεων ἀναιρέσεις διὰ τῶν ἐπιτιθεμένων αὐταῖς, προειρήκασι προφῆται καὶ ἀπόστολοι, προεῖπον δὲ καὶ παρ' Ἕλλησι χρησμῶν λόγοι, πόθεν οἱ τούτων κρείττους γνωρίζον ται τῶν ἔξωθεν, παρ' ἑκατέρου μέρους τῆς τῶν ἐσομένων
PG 6:1251γεγενημένης προῤῥήσεως; Ἀπόκρισις. Τοῦ αὐτοῦ θεοῦ ἐστι πάντα ταῦτα, καὶ ἡ πρόῤῥησις τῶν λόγων καὶ ἡ ἔκβασις τῶν ἔργων, τοῦ καὶ διὰ τῶν προφητῶν τε καὶ ἀποστόλων προμηνύσαντος ἃ ἔμελλε ποιεῖν· ὡσαύτως δὲ καὶ διὰ τῶν ἔξωθεν τῆς εὐσεβείας αὐτὸς προεμήνυσεν ἃ ἔμελλε ποιεῖν. Ὥσπερ γὰρ διὰ τοῦ μάντεως Βαλαὰμ τὸν μὲν Ἰσραὴλ εὐλόγησε, τοὺς δὲ ἐχθροὺς αὐτοῦ κατηράσατο, ἑκάτερον δὲ ποιήσας διὰ τῆς προμηνύσεως τῶν ἐσομένων, ὡσαύτως δὲ καὶ διὰ μαντείας τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος τὴν ἅλωσιν τῆς Ἱερουσαλὴμ προεμήνυσε, καθά φησιν ὁ προφήτης Ἰεζεκιήλ· Καὶ στήσεται βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν ἀρχαίαν ὁδόν, ἐπ' ἀρχῆς τῶν δύο, τοῦ μαντεύσασθαι μαντείαν καὶ τοῦ ἀναβράσαι ·άβδον καὶ ἐπερωτῆσαι ἐν τοῖς γλυπτοῖς καὶ κατασκοπήσασθαι ἐκ δεξιῶν αὑτοῦ· καὶ ἐγένετο ἐπὶ Ἱερου σαλήμ, καὶ τὰ ἑξῆς. Οὕτως καὶ διὰ τῶν παρ' Ἕλλησι μάν τεων ὅσα διὰ τῶν ἔργων τὴν ἔκβασιν ἐδέξατο αὐτὸς προεμήνυσε. Διαφορὰ δὲ τῶν προφητῶν καὶ τῶν μάντεων πολλή· πρῶτον μὲν ὅτι θεόν, οὗ τῷ ὀνόματι προεφήτευσαν οἱ προ φῆται καὶ οἱ ἀπόστολοι, τούτου ἐσχήκασι τὴν γνῶσιν καὶ τὴν πίστιν καὶ τὴν λατρείαν, καὶ πάντα ὅσα περί τε τῆς τῶν ἑλ ληνικῶν θεῶν τε καὶ μαντείων καθαιρέσεως καὶ τῆς τῶν χρι στιανικῶν πραγμάτων συστάσεως προεῖπον οἱ προφῆται τὴν ἔκβασιν ἐδέξατο· ἔπειτα δὲ οὐδὲν ὧν προεῖπον οἱ μάντεις, ἢ κατὰ τοῦ τῆς ἀληθείας θεοῦ καὶ τῶν σεβομένων αὐτὸν ἢ ὑπὲρ τῆς συστάσεως τῶν ἑλληνικῶν πραγμάτων, τὴν ἔκβασιν ἐδέξατο. Καὶ τούτων μάρτυς ἡ τῶν Ἀσσυρίων ἀναίρεσις, οἳ ἀπὸ τῆς οἰκείας μαντείας ὁρμώμενοι ἔλεγον μὴ ἄνευ κυρίου ἀναβῆναι ἐπὶ τὴν γῆν ταύτην τοῦ ἐρημῶσαι αὐτήν· Κύριός μοι εἶπεν Ἀνάβηθι καὶ ἐρήμωσον αὐτήν· καὶ ἀναβὰς παρὰ τὴν μαν τείαν ἠρημώθη. Ἐρώτησις γ. Eἰ πάντες μὲν ἐν τῇ ἀναστάσει οἱ ἡμαρτηκότες κολάζον ται, πλέον δὲ οἱ ἐγνωκότες τὸ τοῦ θεοῦ θέλημα καὶ μὴ ποιή σαντες, τί τὸ κέρδος τοῦ Χριστιανοῦ καὶ τοῦ Ἕλληνος, τοῦ βαπτισθέντος καὶ τοῦ μὴ βαπτισθέντος, τοῦ ὀρθοδόξου καὶ τοῦ μὴ ὀρθοδόξου; Ἀπόκρισις. Eἰ κατὰ τὸν ἀπόστολον Παῦλον ὁ πιστὸς ὁ μὴ προνοῶν τῶν ἰδίων ἀρνησίθεός ἐστι καὶ τῶν ἀπίστων χείρων, ὁ μὴ σὺν τῇ γνώσει καὶ πίστει καὶ τῷ βαπτίσματι καὶ τὸν τρόπον ἐπαγόμενος χαρακτηριστικὸν τῆς τοῦ Χριστοῦ μαθητείας, ἀλλὰ μόρφωσιν μὲν ἔχων εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημέ νος, χείρων ἐστὶ τῶν ἀπίστων. Οὕτως τοσοῦτον χεῖρόν ἐστι τὸ μετὰ γνώσεως ἁμαρτάνειν τοῦ ἄνευ γνώσεως, ὅσον τὸ ἀνα πολόγητον ἁμάρτημα τοῦ ἀπολογίαν ἔχοντος ἁμαρτήματος. Ἐρώτησις δ. Eἰ πάσῃ δυνάμει ἔσπευσαν οἱ αἱρετικοὶ γνῶναι καὶ φυ λάξαι τὴν τῶν δογμάτων ἀλήθειαν καὶ οὐκ ἴσχυσαν, πῶς οὐκ
PG 6:1253ἄδικον τὸ τούτους ὡς ἀποσφαλέντας τῆς ἀληθείας ὑποβάλλειν κολάσεσιν; Ἀπόκρισις. Τοσοῦτον οὐκ ἐζήτησαν οἱ αἱρετικοὶ πάσῃ δυνάμει τὴν ἀλήθειαν, ὅτι καὶ ἀποδεικνυμένην αὐτοῖς παρὰ τῶν ταύτην εὑρηκότων οὔτε ἤκουσαν οὔτε ἠνέσχοντο δέξασθαι αὐτήν. Καὶ εἰ μὲν ἀληθὴς αὕτη ἡ ἀπολογία, ἐχρῆν αὐτοὺς ἀλλήλοις συγ γινώσκειν σφαλλομένοις, ὡς ἀσθενείᾳ δυνάμεως καὶ οὐ πονηρίᾳ γνώμης τὰς αἱρέσεις συστησαμένοις μαχομένας ἑαυταῖς τε καὶ τῇ ἀληθείᾳ. Νῦν δέ, καθὰ κατακρίνουσιν ἀλλήλους ἐπὶ τῷ ἀλλοτρίῳ τοῦ φρονήματος, δῆλοί εἰσιν ὅτι ἐκ φιλοδοξίας ἢ ἀντιπαθείας τῶν αἱρεσιαρχῶν πᾶσαι αἱ αἱρέσεις τὰς ἀφορμὰς ἐσχήκασι τῆς συστάσεως αὐτῶν· δι' ἣν αἰτίαν λύκοι βαρεῖς ὑπὸ τοῦ ἀποστόλου ὠνομάσθησαν οἱ τῶν αἱρέσεων ἀρχηγοί. Ὅτι δὲ ἀδύνατόν ἐστι μὴ τυχεῖν τῆς εὑρέσεως τῷ ἐν ὅλῃ καρ δίᾳ τε καὶ δυνάμει ἐπιζητοῦντι τὴν ἀλήθειαν, μαρτυρεῖ ὁ κύ ριος λέγων· Πᾶς ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρήσει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. Ἐρώτησις ε. Eἰ ἐν ταῖς ἐκκλησίαις τῶν αἱρετικῶν δυνάμεις ἐνεργοῦν ται, οἷον νοσημάτων ἰάσεις καὶ πνευμάτων διωγμοὶ ἀκαθάρ των, καρπῶν γῆς φορὰ καὶ ἐλαίου ἀναβλύσεις, πῶς οὐκ ἀνάγκη ἐκ τούτων ἐν τῇ πλάνῃ βεβαιοῦσθαι ἐκείνους; Ἀπόκρισις. Ὥσπερ τὸ ἀνατέλλειν τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγα θοὺς καὶ βρέχειν ἐπὶ δικαίους καὶ ἀδίκους οὐκ ἔστι βεβαιω τικὸν πονηρῶν καὶ ἀδίκων ἐν τῇ πονηρίᾳ καὶ ἀδικίᾳ ἀλλὰ παρασκευαστικὸν εἰς δικαίαν τιμωρίαν, οὕτως οὐκ ἔστι βε βαιωτικὸν τῶν αἱρετικῶν ἐν τῇ πλάνῃ τὸ ἐνεργεῖν τινας ἐν αὐτοῖς δυνάμεις. Eἰ γὰρ ἦν ἀπόδειξις καὶ σημεῖον εὐσεβείας τὸ ἐνεργεῖν δυνάμεις, οὐκ ἂν ὁ κύριος ἀδοκίμους τε καὶ ἀνα ξίους τῆς πρὸς αὑτὸν οἰκειώσεως ἀπεφαίνετο τοὺς εἰρηκότας· Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν καὶ τῷ σῷ ὀνό ματι δαιμόνια ἐξεβάλομεν καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; λέγων πρὸς αὐτούς· Οὐδέποτε ἔγνων ὑμᾶς, ἀπο χωρεῖτε ἀπ' ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν! Οὐκ εἰπών, διδάξας ἡμᾶς, ψωμίζειν καὶ ποτίζειν τὸν πεινῶντα καὶ δι ψῶντα, πολὺ μᾶλλον αὐτὸς τὰ ὅμοια ὧν ἐδίδαξεν ἡμᾶς ποιεῖ, σωρεύων πῦρ ἐπὶ τὰς κεφαλὰς αὐτῶν τῶν ἀξίως τὸν δωτῆρα τῆς πίστεως οὐκ ἐγνωκότων; Ἐρώτησις . Eἰ ἐν τοῖς ἀλγοῦσι καὶ ἡδομένοις τὸ παθητικὸν διαδεί κνυται, τούτου δὲ οἱ ἁμαρτωλοὶ κἀκείνου οἱ δίκαιοι ἐν τῇ κρίσει, πῶς ἀληθεύει ὁ λέγων ἀπάθειαν τοῖς ἀνθρώποις μετὰ τὴν ἀνάστασιν κομίζεσθαι; Ἀπόκρισις. Ἀπαθεῖς λέγομεν ἀναστήσεσθαι, ὅτι ἀφ' ὧν ἐσμεν κατὰ φύσιν τροπὴν οὐ δεχόμεθα, οὔτε εἰς τὰ ἀντικείμενα κατὰ τὸ ὂν καὶ μὴ ὄν, οὔτε εἰς τὰ ἐναντία κατὰ τὸ μᾶλλον καὶ ἧττον·
PG 6:1255οἷον ἐκ τῆς χαρᾶς οὐ τρεπόμεθα εἰς τὴν λύπην, οὔτε χαίρομεν ἐπὶ τοῦ αὐτοῦ ἀγαθοῦ ποτὲ μὲν μᾶλλον, ποτὲ δὲ ἧττον, κἂν ἐπὶ μείζονος ἀγαθοῦ μᾶλλον χαίρωμεν, ἐπὶ ἐλάττονος δὲ ἧτ τον· ἀλλὰ καὶ οὕτως κατὰ τὴν ἀναλογίαν τῶν ἀγαθῶν μένει τὸ ποσὸν τῆς χαρᾶς ἄτρεπτον. Καὶ τοῦτο μὲν ἐπὶ τῶν εἰς ζωὴν ἀνισταμένων· ἐπὶ δὲ τῶν εἰς κρίσιν ἀνισταμένων ὁ αὐτὸς λό γος, ὅταν ἀπαλλάττωνται ὥσπερ τοῦ θανάτου κρίσεως· καὶ γὰρ τῶν ἀνισταμένων οἱ μὲν εἰς ζωήν, οἱ δὲ εἰς κρίσιν ἀνί στανται. Ἐρώτησις ζ. Eἰ τροπῆς γνώρισμα τὸ τὰ καλὰ καὶ τὰ φαῦλα λαμβάνειν εἰς ἔννοιαν, πῶς ἄτρεπτοι οἱ κολαζόμενοι καὶ τὴν τῶν δικαίων λογιζόμενοι ἄνεσιν, ἢ πάλιν οἱ ἐν ἀνέσει τυγχάνοντες καὶ τὴν τῶν ἁμαρτωλῶν ἐνθυμούμενοι κόλασιν; Τότε γὰρ ἑκάτερον ἐν θατέρῳ δίδωσι πλείονα τὴν αἴσθησιν, ὅτε τῶν ἐναντίων ἡ παράθεσις γίνεται. Ἀπόκρισις. Ἐν τῷ μέλλοντι αἰῶνι τὸ ποσὸν τῆς αἰσθήσεως τιμῆς τε καὶ τιμωρίας ἐν τῷ μέτρῳ κεῖται, καὶ οὐκ ἐνδέχεται τῇ παρα θέσει τῶν ἀντικειμένων δέξασθαι τὴν αἴσθησιν τὴν αὔξησιν ἢ τὴν μείωσιν. Ἄτρεπτα γὰρ τὰ ἐκεῖ πάντα, ὥσπερ κατὰ τὸ ποιὸν οὕτως καὶ κατὰ τὸ ποσόν. Ἐρώτησις η. Eἰ τὴν γνῶσιν καλοῦ τε καὶ κακοῦ παρὰ τοῦ θεοῦ καὶ τὸ εἶναι εἰλήφαμεν, πῶς οὐκ ἔστιν αἴτιος ἑκατέρου ὁ καὶ τὴν γνῶσιν ἀμφοτέρων καὶ δύναμιν ἐγκαταβεβλημένος τῇ φύσει πρὸς τὴν ἐκείνων ἐκπλήρωσιν; Ἀπόκρισις. Oὐ μόνον τοῦ εἶναι ἡμᾶς καὶ τοῦ γινώσκειν τε καὶ πράτ τειν τὸ καλόν τε καὶ τὸ κακὸν δέδωκεν ἡμῖν τὴν δύναμιν ὁ θεός, ἀλλὰ καὶ τὸ αὐθαίρετον ἡμῖν ἐχαρίσατο καὶ τοῦ κατὰ προτίμησιν αἱρεῖσθαι τῶν γινωσκομένων τὸ δοκοῦν κατέστησεν ἡμᾶς κυρίους, καὶ τὸ ἀγαθοὺς ἡμᾶς εἶναι ἢ κακοὺς οὐκ ἐν τῇ γνώσει ἔθηκε τῶν γινωσκομένων ἀλλὰ ἐν τῇ αἱρέσει τῶν αἱ ρουμένων. Οὐκ ἄρα ὁ θεός ἐστιν αἴτιος τοῦ εἶναι ἡμᾶς ἀγα θοὺς ἢ κακούς, ἀλλὰ ἡ προαίρεσις. Ὥσπερ γὰρ ὁ ὁρῶν γυ ναῖκα πόρνην καὶ γινώσκων ταύτην εἶναι πόρνην οὐκ ἔστι πόρνος ἀπὸ τῆς γνώσεως, ἀλλ' οὔτε εἰ ἡ γνῶσις ἐξυπνίσει τὸ τῆς ἐπιθυμίας πάθος οὐδ' οὕτως πόρνος ἐστίν, ἐὰν δὲ συγ κατατίθηται τῷ πάθει ἡ προαίρεσις τότε ἐστὶ πόρνος ἢ κατὰ τὴν πρᾶξιν ἢ κατὰ τὴν διάθεσιν, οὕτως καὶ τῶν ἀγαθῶν καὶ κακῶν ἀνθρώπων οὐχ ἡ γνῶσίς ἐστιν αἰτία τοῦ ἀγαθοὺς αὐ τοὺς εἶναι ἢ κακούς, ἀλλ' ἡ προαίρεσις κατὰ προτίμησιν τὸ δοκοῦν αἱρησαμένη. Ἐρώτησις θ. Eἰ τὰ προλεχθέντα δέδωκεν ὁ θεός, στεφανοῖ δὲ καὶ κο λάζει πρὸς τὴν πρᾶξιν τῶν ἀνθρώπων ἕκαστον, πῶς δικαίως ποιεῖται ἀμφότερα, ἑκάτερα παρ' αὐτοῦ τοῦ ἀνθρώπου ἔχοντος; Ἀπόκρισις.
PG 6:1258Τὸ ἡμῖν καὶ τὸ ἐφ' ἡμῖν ἀλλήλων διαφέρει. Ἡμεῖς μὲν ἄῤῥενες καὶ θήλειαί ἐσμεν, ἐφ' ἡμῖν δὲ τὸ εἶναι σώφρονας ἢ πόρνους. Στεφανούμεθα οὖν ἢ κολαζόμεθα διὰ τὸ ἐφ' ἡμῖν· ἐφ' ἃ γὰρ ἡ προαίρεσις ἡμῶν ἄγει ἡμᾶς, διὰ ταῦτα ἢ στεφα νούμεθα ἢ κολαζόμεθα. Καὶ γὰρ πρὸς τὸ πράττειν δέδωκεν ἡμῖν ὁ θεὸς δυνάμεις, ἀλλὰ ταύτας ὑπέταξε τῇ ἐξουσίᾳ τῆς προαιρέσεως, καὶ πρὸς τὴν προαίρεσιν ἔχει ὁ θεὸς τὴν δίκην, κυβερνητικὴν τῶν ἐν ἡμῖν προαιρετικῶν δυνάμεων, καὶ οὐ πρὸς τὴν φύσιν. Ἐλάβομεν δὲ παρὰ τοῦ θεοῦ τοῦ πράττειν καὶ τοῦ μὴ πράττειν τὴν δύναμιν· πράττειν μὲν τὰ δίκαια, οὐ πράττειν δὲ τὰ ἄδικα. Ὅταν οὖν οὕτως πράττωμεν καὶ μὴ πράττωμεν, δικαίως στεφανούμεθα· μετατιθέντες δὲ τὸ πράτ τειν καὶ τὸ μὴ πράττειν εἰς τὸ ἀντικείμενον, δικαίως κολα ζόμεθα. Ἐρώτησις ι. Eἰ τὰ σωματικὰ περὶ τῶν ἐν Ἕλλησι θεῶν παρὰ τῶν ποιητῶν καὶ περὶ τοῦ θεοῦ παρὰ τῶν προφητῶν εἰρημένα κατ' ἀλληγορίαν ἑτέραν ἔχει τὴν νόησιν, πῶς οὐ μῦθος ἀμφότερα δείκνυται; Ἀπόκρισις. Τὰ ἀλληγορικῶς παρὰ τῶν προφητῶν περὶ τοῦ θεοῦ λε χθέντα κατ' ἀναφορὰν ἐλέχθη ἐκ τῶν φύσει εἰς τὸ οὐ φύσει, οἷον ὡς τὸ Ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας. Ἐπὶ μὲν τῶν ἀνθρώπων ὠσφράνθη κατὰ φύσιν, ἐπὶ δὲ τοῦ θεοῦ καταχρη στικῶς καὶ οὐ φύσει. Τὰ δὲ παρὰ τῶν ποιητῶν μυθικῶς περὶ τῶν θεῶν λεγόμενα οὐ λέγεται κατ' ἀναφορὰν ἐκ τῶν φύσει εἰς τὸ μὴ φύσει· οὐ γὰρ καταπίνει ἄνθρωπος ἄνθρωπον κατὰ φύσιν, ἵνα κατ' ἀναφορὰν νοήσωμεν καὶ τὸν Κρόνον καταπιόντα τὸν Δία· ἔστι δὲ ὁ περὶ τοῦ καταποθῆναι τὸν Δία μῦθος πλὴν τοῦ ψεύδους οὐκ ἔχων ἄλλο τι. Ἐρώτησις ια. Eἰ τὸ περιέχον μεῖζον μέν ἐστι τοῦ περιεχομένου κατ' οὐσίαν, ἧττον δὲ κατ' ἀξίαν, οἷον οὐρανὸς καὶ γῆ ἀγγέλων καὶ ἀνθρώπων, οἶκος οἰκούντων, σῶμά τε ψυχῆς, περιέχει δὲ τὸ πᾶν ὁ θεός, πῶς οὐκ ἔστιν ἥττων τοῦ παντὸς τῷ λόγῳ τῆς ἀναξίας; Ἀπόκρισις. Ὁ λόγος οὗτος οὐκ ἔστι καθόλου· διὸ οὔτε ὑγιῶς ἠρω τήθη. Ὧν γὰρ τὸ ἐναντίον διὰ τῶν αὐτῶν ἐνδέχεται εὑρε θῆναι, ταῦτα ὡς μὴ ἔχοντα τὸ ἀναγκαῖον οὐδὲ τὸ πιστὸν ἔχει. Ἔστι γάρ τινα περιεχόμενα ἥσσονα ὄντα τῶν περιεχόντων, καὶ τῇ οὐσίᾳ καὶ τῇ ἀξίᾳ, ὡς τὰ γίγαρτα τῶν ὀπωρῶν. Ἔτι δὲ τὰ λεχθέντα περιεκτικὰ τῷ εἶναι περιέχει τὰ περιεχόμενα· μόνος δὲ ὁ θεὸς περιέχει τῇ βουλήσει τὸ πᾶν. Καὶ τὰ μὲν ἄλλα περιέχοντα χρῄζουσι καὶ αὐτὰ τοῦ περιέχοντος· ὁ δὲ θεὸς οὐ χρῄζει τοῦ περιέχοντος αὐτόν. Καὶ τοῖς μὲν ἄλλοις περιε χομένοις τὸ εἶναι καὶ τὸ διαμένειν οὐκ ἔστιν ἐκ τῶν περιεχόν των αὐτά· τῷ δὲ παντὶ ἀμφότερα ὑπάρχει ἐκ τοῦ θεοῦ. Καὶ τὰ μὲν λεχθέντα περιεκτικὰ διὰ τὰ περιεχόμενα ὑπάρχουσιν·
PG 6:1260ὁ δὲ θεὸς οὐ διὰ τὸ πᾶν ὑπάρχει. Διὸ μείζων ὁ θεὸς τοῦ παντός, ὥσπερ τῇ οὐσίᾳ οὕτως καὶ τῇ ἀξίᾳ. Ἐρώτησις ιβ. *) Eἰ τὸ περιέχον ἐπὶ φρουρᾷ καὶ συντηρήσει ἐστὶ τοῦ περιεχομένου, πῶς ὁ θεὸς περιέχων τὸ πᾶν οὐκ ἐπὶ φρουρᾷ τοῦ κακοῦ καὶ διαμονῇ περιέχει τὸ πᾶν; Καὶ γὰρ ἐν τῷ μέρει τοῦ παντὸς τὸ κακὸν θεωρεῖται. Ἀπόκρισις. Τὸ πᾶν ἔργον ἐστὶ τοῦ θεοῦ, καὶ τηρῶν ὁ θεὸς τὸ πᾶν τὸ ἔργον ἑαυτοῦ τηρεῖ· καὶ ὥσπερ οὐκ ἐποίησεν ὁ θεός τι φύσει κακόν, οὕτως οὐδὲ τηρεῖ τι φύσει κακόν. Ἐρώτησις ιγ. Eἰ γίνεται ἡ ἀνάστασις διὰ τὴν τῶν βεβιωμένων ἑκάστῳ ἀντίδοσιν, πῶς τὰ βρέφη ἢ καὶ τὰ ἐν γαστρὶ τελευτήσαντα περιττῶς οὐκ ἀνίστανται, οὔτ' ἔργων ἀμοιβὰς κομιζόμενα οὔτε ἀνέσεως ἢ θλίψεως διὰ τὸ τῆς ἡλικίας ἄωρον λαβεῖν δυνάμενα αἴσθησιν; Ἀπόκρισις. Τῷ πιστεύοντι ἀληθὲς εἶναι τὸ Σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει, τούτῳ δυνατὸν καὶ πρέπον ἐστὶ τὸ πι στεύειν καὶ τῶν βρεφῶν τὴν ἀνάστασιν. Ὁ γὰρ τὴν ἀφθαρσίαν αὐτοῖς παρέχων δύναται καὶ τὴν αἰσθητικὴν τῶν προσόντων ἀγαθῶν χαρίσασθαι αὐτοῖς δύναμιν. Ὧν εἰ μὴ γίνεται ἀνά στασις, εὑρεθήσεται ὁ θεὸς μάτην πλασάμενος αὐτά· εἰ δὲ μάτην ποιεῖ ὁ θεὸς οὐδέν, ἀνάγκη ἄρα καὶ τὰ βρέφη εἰς τὸ εἶναι παραγενέσθαι διὰ τῆς ἀναστάσεως. Πῶς δ' οὐκ ἄκαιρον τὸ πρὸς τὴν ἐκδίκησιν τῆς τῶν βρεφῶν ἀναιρέσεως κατακρί νειν τὸν Ἡρώδην, τῶν βρεφῶν οὐκ ὄντων τῶν ἐκδικουμένων; Μαρτυρεῖ δὲ τούτοις τὰ τοῦ βαπτιστοῦ Ἰωάννου ἐν τῇ κοιλίᾳ τῆς μητρὸς τῆς ἀγαλλιάσεως σκιρτήματα καὶ ὁ ὕμνος τῶν νηπίων καὶ θηλαζόντων. Ἐρώτησις ιδ. Eἰ ἐψευσμένον τυγχάνει καὶ μάταιον τὸ ὑπὸ τῶν αἱρετι κῶν διδόμενον βάπτισμα, διὰ τί οἱ ὀρθόδοξοι τὸν προσφεύ γοντα τῇ ὀρθοδοξίᾳ αἱρετικὸν οὐ βαπτίζουσιν, ἀλλ' ὡς ἐν ἀληθεῖ τῷ νόθῳ ἐῶσι βαπτίσματι; Eἰ δὲ καὶ χειροτονίαν τύχοι παρ' ἐκείνων δεξάμενος, καὶ ταύτην ὡς βεβαίαν αὐτοὶ ἀπο δέχονται. Πῶς οὖν ὁ δεχθεὶς καὶ οἱ δεξάμενοι τὸ ἄμεμπτον ἔχουσιν; Ἀπόκρισις. Τοῦ αἱρετικοῦ ἐπὶ τὴν ὀρθοδοξίαν ἐρχομένου τὸ σφάλμα διορθοῦται τῆς μὲν κακοδοξίας τῇ μεταθέσει τοῦ φρονήμα τος, τοῦ δὲ βαπτίσματος τῇ ἐπιχρίσει τοῦ ἁγίου μύρου, τῆς δὲ χειροτονίας τῇ χειροθεσίᾳ, καὶ οὐδὲν τῶν πάλαι μένει ἄλυτον. Ἐρώτησις ιε. Eἰ οὐχ ἥμαρτεν ὁ Ἰὼβ ἀρασάμενος τὴν ἡμέραν, δῆλον ὅτι ὡς δίκαιος ἠκούσθη. Καὶ εἰ μὲν ἠκούσθη, τὸν οἰκεῖον ὁ θεὸς ἀνέτρεψεν ὅρον, καὶ ἀνάγκη ζητεῖν ἐν τῇ θείᾳ γραφῇ τὴν
PG 6:1262ἐκείνης τῆς ἡμέρας ἀπώλειαν. Eἰ δὲ οὐκ ἠκούσθη, πῶς οὐ δεῖ λέγειν ὅτι ἁμαρτωλὸς ὢν παρηκούσθη; Θέλημα γὰρ τῶν φοβουμένων αὐτὸν ποιήσει ὁ θεός. Περὶ δὲ τῶν ἁμαρτωλῶν εἴρηται ὅτι Ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Ἀπόκρισις. Ὁ σκοπὸς τοῦ Ἰὼβ οὗτος ἦν ἐν τῇ προκειμένῃ κατάρᾳ ὡς εἰ ἔλεγεν· Εἴθε ἦν ἡ ἡμέρα ἐκείνη, ἐν ᾗ ἐγεννήθην, κατὰ τὴν κατάραν ταύτην κεκατηραμένη! Διὰ τί; Ἵνα ἐγώ, φησί, μὴ ἐγεννήθην. Oὐ γὰρ ἐνδέχεταί τινα γεννηθῆναι ἐν τῇ τοιαύτῃ ἡμέρᾳ τῇ οὕτως κεκατηραμένῃ. Οὐκ ἔστιν οὖν ἡ κατάρα αὕτη οὕτως κεκατηραμένη ὡς ἀναμένουσα τὴν ἔκβασιν· εἰ γὰρ ἦν οὕτως γεγενημένη ἡ κατάρα ὡς ἀναμένουσα τὴν ἔκβασιν, ἀνε καλέσατο ἂν τὴν ἰδίαν φωνήν, ἀπαλλαγέντος αὐτοῦ τῶν θλί ψεων καὶ ἐν τοῖς κρείττοσι γενομένου. Διὰ γοῦν τὴν ὑπερ βολὴν τῆς αὐτοῦ θλίψεως τὰ τῆς καρδίας ἐφθέγξατο ·ήματα· ἧς ἀπ' αὐτοῦ, δῆλον ὅτι οὐκέτι τὴν αὐτὴν περὶ τῆς αὐτῆς ἡμέρας ἔσχε τὴν γνώμην. Ἐρώτησις ι . Eἰ κατὰ τὴν ἡμετέραν φύσιν, εἴ τι γέννημα, τοῦτο τῷ γεννήσαντι ὁμοούσιον, πῶς οὐχὶ κατὰ ταύτην, εἴ τι γεγέννηται, μεθυπάρχει τοῦ γεννήσαντος; Eἰ δὲ μὴ τὸ δεύτερον, οὐδ' ἄρα τὸ πρῶτον ὁμοίως ἡμῖν ἐπὶ τῆς θείας γεννήσεως νοη θήσεται. Ἀπόκρισις. Ἡμεῖς, ὡς προηγουμένην τῆς γεννήσεως ἔχοντες τὴν ὕπαρ ξιν, μετὰ τὴν ὕπαρξιν γεννῶμεν· ὁ δὲ θεὸς ἅμα τῷ ὑπάρχειν ἐγέννησε. Διὸ οὐκ ἔστι παρὰ τῷ θεῷ μεθύπαρξις γεννήμα τος, ἐπειδὴ οὐδὲ προΰπαρξις γεννήσεως. Ἐρώτησις ιζ. Eἰ τῶν θείων ὑποστάσεων ἡ ἕνωσίς ἐστιν ἀδιαίρετος, πῶς δύνανται τρεῖς ὑποστάσεις καὶ τρία ὀνομάζεσθαι πρόσωπα καὶ οὐχὶ μᾶλλον μία ὑπόστασις τριώνυμος ἢ τριπρόσωπος; Ἀπόκρισις. Τῶν θείων ὑποστάσεων τὸ μὲν τῆς οὐσίας ἕν ἐστιν ἀδιαί ρετον, τὸ δὲ αὐτῶν τρεῖς ἐστι διαιρετόν. Διὸ αἱ τρεῖς ὑπο στάσεις ἰδιάζουσιν ὀνόμασίν εἰσι τρεῖς· καὶ τὴν ὑπόστασιν ἣν καλοῦμεν πατέρα, οὐκέτι τὴν αὐτὴν ὑπόστασιν καλοῦμεν καὶ υἱὸν ἀλλ' ἄλλην. Τὴν γὰρ τριάδα τῶν ὀνομάτων τῆς τριάδος λέγομεν εἶναι τῶν ὑποστάσεων, οὐχὶ τῆς μονάδος αὐτῶν. Διὸ εἷς ἐστιν ὁ θεὸς τῷ ἑνὶ καὶ ἀδιαιρέτῳ τῆς οὐσίας, τρία δὲ τὰ πρόσωπα τῇ διαιρέσει τῶν ὑποστάσεων. Ἐρώτησις ιη. Eἰ τὸ μὲν θεὸς τῆς οὐσίας, τὸ δὲ πατὴρ τοῦ προσώπου ἐστὶ δηλωτικόν, πῶς ταὐτὸν τὸ λέγειν υἱὸν θεοῦ τῷ λέγειν υἱὸν τοῦ πατρός; Ἀπόκρισις. Ἐὰν διεζευγμένως λέγωμεν τὸν υἱόν, ποτὲ μὲν υἱὸν τοῦ πατρὸς ποτὲ δὲ υἱὸν τοῦ θεοῦ, ἀλλὰ διεζευγμένως αὐτὸν οὐδέ
PG 6:1264ποτε νοοῦμεν. Υἱὸς οὖν ἐστι τοῦ πατρὸς ὁ υἱὸς τοῦ κατ' οὐ σίαν θεοῦ. Ταὐτὸν δὲ τὸ λέγειν υἱὸν τοῦ πατρὸς τῷ λέγειν υἱὸν τοῦ θεοῦ, ἐπειδή, εἴ τί ἐστι τοῦ προσώπου, τοῦτό ἐστι καὶ τῆς τοῦ προσώπου οὐσίας. Ἐρώτησις ιθ. Eἰ ἐν τοῖς ἀπηγορευμένοις ὑπὸ τῶν εὐσεβῶν ἡ τῶν παλ μῶν ἐστι παρατήρησις, διὰ τί οἱ εὐσεβεῖς πάσῃ δυνάμει ταύ την ἀπωθεῖν βουλόμενοι οὐκ ἰσχύουσιν, ἢ φαιδρὸν ἢ σκυθρω πὸν μηνυούσης ταύτης; Καὶ εἰ μὲν φαῦλον τοῦτο, πῶς παρὰ τὴν ἡμετέραν ἐπιγίνεται πρόθεσιν; Eἰ δὲ ἀγαθόν, ὅπερ οὐκ οἶμαι, τίνος ἕνεκεν ἀπηγόρευται; Ἀπόκρισις. Ἡ μὲν πρόγνωσις τῶν μελλόντων τῆς ψυχῆς ἐστιν ὑπὸ τοῦ θείου πνεύματος φωτιζομένης πρὸς τὴν εἴδησιν τῶν τέως ἀδήλων, καὶ οὐχ ὑπὸ τῆς ἀβουλήτου κινήσεως τοῦ σώματος· ὁ δὲ παλμὸς πάθος ἐστὶ σωματικὸν ἐκ τῆς διαδρομῆς τοῦ φυσικοῦ πνεύματος ἐν τῷ σώματι ὑφισταμένου πάντων τῶν ζώων. Διὸ ἀνάξιον ἔκρινον οἱ ἅγιοι εἶναι κριτήριον τῶν μελ λόντων τὸ τοιοῦτον σωματικὸν κίνημα. Καὶ καθάπερ οἱ πταρμοὶ ·ινῶν καὶ οἱ ἦχοι ὤτων παρὰ τὴν ἡμετέραν ἐπιγίνον ται πρόθεσιν, οὕτως καὶ ὁ παλμός. Ἔτι δὲ τοῖς εἰληφόσι τῆς μελλούσης καταστάσεως τὴν ἐλπίδα, καὶ ἕνα ἔχουσι τὸν σκο πὸν τὸ πρὸς ἐκείνην διὰ παντὸς παρεσκευασμένως ἀποβλέ πειν, περιττόν ἐστι τὸ φαιδρὸν ἢ σκυθρωπὸν ἐνταῦθα διὰ παλμῶν προγινώσκειν. Καὶ εἰ ὁ αὐτὸς παλμὸς ὁ προμηνύων πλοῦτον προσγίνεται τῷ βιωτικῷ ἀνθρώπῳ καὶ τῷ ἀσκητῇ, πῶς οὐ διέψευσται ἡ διὰ παλμοῦ προμήνυσις τοῦ πλούτου τῆς προαιρέσεως τοῦ ἀσκητοῦ, οὐ μόνον τὴν ἐπίκτησιν τῶν οὐ παρόντων οὐχ αἱρουμένης ἀλλ' οὐδὲ τὴν κτῆσιν τῶν παρ όντων; Ἐρώτησις κ. Eἰ πρὸς θάνατον καὶ φθορὰν οἱ ἁλιεῖς τοὺς ἰχθύας ἀπὸ τῶν ὑδάτων λαμβάνουσι, πῶς εἰς ζωὴν αἰώνιον ὁ δεσπότης Χριστὸς μέλλων διὰ τῶν ἀποστόλων τοὺς ἀνθρώπους εἰσαγα γεῖν ἁλιέας αὐτοὺς ποιεῖν ἀνθρώπων ἐπηγγείλατο; Ἀπόκρισις. Ἐπειδὴ ἐχρῆν τοὺς ὑπὸ τῶν ἀποστόλων ἀγρευομένους ἀνθρώπους τῇ σαγήνῃ τῆς βασιλείας ἀποθανεῖν ἀπὸ τῆς προ τέρας αὐτῶν ἐν ἁμαρτίαις ζωῆς, διὰ τοῦτο τῇ ἄγρᾳ τῶν ἰχθύων παρείκασεν ὁ κύριος τὴν ἄγραν τῶν ἀνθρώπων· προσέθηκε δὲ τὸ εἰς ζωήν, τὸ ἐλλεῖπον τοῦ ὑποδείγματος τῷ ὑποδεικνυμένῳ προσθέμενος. Ἐρώτησις κα. Eἰ σώφρονι λογισμῷ κατεχόμενοι οἱ μοναχοὶ τὰς γαμικὰς ἡδονὰς ἀπεστράφησαν, διὰ τί ἐν ταῖς καθ' ὕπνον φαντασίαις τὰ ἀβούλητα πάσχουσι, καὶ οὐ μόνον εἰς τὰς τυχούσας, ἀλλ' ἔστιν ὅτε καὶ μητράσι καὶ ἀδελφαῖς ὁμιλεῖν ἐν τῇ φαντασίᾳ νομίζουσι; Τίσιν οὖν χρηστέον πρὸς τὴν ἀπαλλαγὴν τοῦ τοιού του πολέμου; Καὶ εἰ τὸν πολεμηθέντα δεῖ τῶν μυστηρίων
PG 6:1266ἀπέχεσθαι, καί, εἰ προσιέναι αὐτοῖς ἀναγκαῖον, ἢ λουσάμενον ἢ ἑτέρῳ τοιούτῳ τινὶ χρησάμενον, ὥστε μὴ ἰουδαϊκῶς καθαί ρεσθαι, δίδαξον· ἐπειδὴ πολλή ἐστι περὶ τούτου καὶ παρ' αὐτῶν ἡ ζήτησις. Ἀπόκρισις. Ἐπειδὴ οἱ ἀνακείμενοι θεῷ ἄγρυπνον ἔχουσιν ἀντίπαλον, τὸν πᾶσι τοῖς δυνατοῖς αὐτῷ τρόποις μηχανώμενον θεῖναι τοῖς εὐσεβέσι μῶμον, διὰ τοῦτο ἀβούλητα καθ' ὕπνους πάσχουσι. Καίτοι εἰδὼς ὁ ἀντίπαλος ὅτι ἐν τοῖς οὐκ ἐφ' ἡμῖν οὔτ' ἐπὶ τοῖς σεμνοῖς ἐπαινούμεθα οὔτ' ἐπὶ τοῖς αἰσχροῖς ψεγόμεθα (οἱ γὰρ ἔπαινοι καὶ οἱ ψόγοι τῶν μετὰ συγκαταθέσεως τοῦ λογισμοῦ ὑφ' ἡμῶν πραττομένων εἰσί) καὶ ὅτι τὰ ἐνύπνια τῶν οὐκ ἐφ' ἡμῖν ἐστιν, ἀλλ' ὅμως καὶ διὰ τῶν ἐνυπνίων κινεῖ ἐν ἡμῖν ἀμφοτέρων τὰς πράξεις, καὶ τῶν σεμνῶν καὶ τῶν αἰσχρῶν, ταύτας ἔχων ἐν αὑτῷ τὰς ἐλπίδας, μήπως ἢ τῇ τῶν σεμνῶν ἐργασίᾳ ἐξεγείραι ἡμᾶς εἰς ματαίαν καύχησιν τῶν ἡμῖν μὴ πεπραγμένων, ἢ τῇ τῶν αἰσχρῶν ἐργασίᾳ δυνηθείη εὑ ρεῖν ἡμᾶς ἐπὶ ἀνόμῳ πράξει τερπομένους. Ἀλλὰ τὸ μὲν ἰδεῖν τὰ τοιαῦτα ἐνύπνια οὐκ ἔστιν ἐφ' ἡμῖν, τὸ δὲ τερφθῆναι ἐπὶ τῇ οὕτως ἀβουλήτῳ πράξει ἢ λυπηθῆναι τοῦτο ἐφ' ἡμῖν ἐστι. Κἂν μὲν οὖν εὕρῃ ἡμᾶς ἐπὶ τῇ ἀβουλήτῳ πράξει τερπομένους, καυχᾶται ὡς νικητὴς ὁ ἀντίπαλος, ἐὰν δὲ λυπουμένους, μα ταιοῦται τῇ βουλῇ ἡττώμενος. Ἱκανὸν οὖν ὑπάρχει πρὸς τὴν ἀπαλλαγὴν τοῦ κακοῦ μηχανήματος τὸ λυπηθῆναι ἐπὶ τῷ ἀβουλήτως συμβεβηκότι καὶ δάκρυσιν ἀποπλύνειν τὸ μυσα ρὸν τῶν οὕτως ἀβουλήτως ἐν ἡμῖν ὑφισταμένων φαντασιῶν. Ἀπέχεσθαι δὲ τοὺς οὕτως τὰ ἀβούλητα πάσχοντας τῆς κοινω νίας τῶν θείων μυστηρίων, οὐδ' ὅλως δίκαιόν ἐστιν· εἰ δὲ μή γε, ἀναιροῦμεν κατὰ τοῦτο τῶν βουλητῶν τε καὶ τῶν ἀβου λήτων κακῶν τὴν διαφοράν. Ἐρώτησις κβ. Eἰ τῷ σίτῳ συναυξάνεσθαι τὰ ζιζάνια ὁ δεσπότης Χρι στὸς ἀπεφήνατο, πῶς τὰ μὲν ζιζάνια πεπλήθυνται, σχεδὸν δὲ ὁ σῖτος ἐξέλιπε; Καὶ τίς ἡ ἀπόδειξις τοῦ εἶναι σῖτον τὸν ἐκλείψαντα; Πῶς δὲ τῆς συναυξήσεως τούτων ἡ πρόῤῥησις οὐ διέψευσται; Ἀπόκρισις. Ἀπόδειξις τοῦ σῖτον εἶναι τὸν ἐκλείψαντα αὕτη ἐστὶν ἡ παρ' αὐτοῦ πρόῤῥησις λέγουσα· Διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. Καὶ πάλιν· Ἐν ὑστέροις καιροῖς ἀφίστανταί τινες τῆς πίστεως καὶ προσέχουσι πνεύμασι πλάνοις καὶ διδασκαλίαις ἀνθρώπων. Καὶ πάλιν· Ἀπὸ μὲν τῆς ἀληθείας ἀποστρέφονται, πρὸς δὲ τοὺς μύθους ἐκτραπήσονται. Καὶ πάλιν· Εἰσελεύσονται εἰς ὑμᾶς λύκοι βαρεῖς, μὴ φειδόμενοι τοῦ ποιμνίου, τοῦ ἀποσπᾶν τοὺς μα θητὰς ὀπίσω αὑτῶν. Ὅτι δὲ ἕως τῆς συντελείας τοῦ αἰῶνος οὐκ ἐκλείπει ὁ σῖτος, δηλοῖ ὁ κύριος λέγων· Διὰ δὲ τοὺς ἐκλεκτούς, οὓς ἐξελέξατο ὁ πατήρ, κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι. Ἀλλ' εἰ μὲν συνέβη τι τῷ σίτῳ τὸ μὴ εἰρημένον περὶ
PG 6:1268αὐτοῦ αὐξομένου τε καὶ ἐκλείποντος, δῆλον ὅτι διέψευσται ὁ περὶ αὐτοῦ λόγος· εἰ δὲ ἐξ ἀρχῆς τοῦ κηρύγματος ἕως τῆς συντελείας τοῦ αἰῶνος πάντα τὰ συμβησόμενα αὐτῷ διὰ τῶν προῤῥήσεων δέδοται, φανερὸν ὑπάρχει ὅτι οὐδαμῶς διέψευσται ὁ περὶ αὐτοῦ λόγος. Ἀλλ' εἰ μὲν ἔστι τὰ ζιζάνια, ἀνάγκη εἶναι καὶ τὸν σῖτον· ἐκ γὰρ τῆς ἀλλήλων παραθέσεως ὁ μὲν σῖτος γνωρίζεται ὅπερ ἐστίν, ὡσαύτως καὶ τὰ ζιζάνια· καὶ θατέρου μὴ ὄντος οὐδὲ τὸ ἕτερον γνωρίζεται ὅπερ ἐστίν. Ἐρώτησις κγ. Eἰ πρὸ μὲν τοῦ πάθους ὁ κύριος ηὔχετο ἁγιασθῆναι ὑπὸ τοῦ πατρὸς τοὺς μαθητάς, μετὰ δὲ ταῦτα ὁ Ἰούδας ἀπώλετο, πῶς ἡ ὑπὲρ αὐτῶν προσενεχθεῖσα εὐχὴ φαίνεται δεδεγμένη; Πῶς δὲ δείκνυται ἀληθὲς καὶ τὸ Οἶδα ὅτι πάντοτέ μου ἀκούεις; Ἀπόκρισις. Ἡ μὲν τοῦ Ἰούδα ἀπώλεια ἔκτοτε γεγένηται, ἐξ ὅτου λα βὼν ὁ Χριστὸς τὸ ψωμίον καὶ βάψας αὐτῷ δέδωκε· καὶ λα βὼν τὸ ψωμίον ὁ Ἰούδας εἰσῆλθεν εἰς αὐτὸν ὁ σατανᾶς, καὶ ἐξελθὼν ἀπέῤῥηξεν ἑαυτὸν τῶν λοιπῶν μαθητῶν. Ἡ δὲ ὑπὲρ τῶν μαθητῶν εὐχὴ μετὰ τὸν χωρισμὸν τοῦ Ἰούδα ἐγένετο· καὶ τοῦτο δείκνυται ἐξ αὐτῆς τῆς εὐχῆς, ὅτε εὐξάμενος ὁ κύριος ἔλεγεν· Οὓς δέδωκάς μοι ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώ λετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ. Γέγονε μὲν οὖν πρῶτον ἡ τοῦ Ἰούδα ἀπώλεια, ὕστερον δὲ ἡ ὑπὲρ τῶν μαθητῶν εὐχή, ἔπειτα δὲ τὸ πάθος τοῦ σωτῆρος. Ἐρώτησις κδ. Eἰ θεός ἐστι δημιουργὸς καὶ δεσπότης τῆς κτίσεως, πῶς τὰ Ἀπολλωνίου τελέσματα ἐν τοῖς μέρεσι τῆς κτίσεως δύ νανται; Καὶ γὰρ θαλάττης ὁρμὰς καὶ ἀνέμων φορὰς καὶ μυῶν καὶ θηρίων ἐπιδρομάς, ὡς ὁρῶμεν, κωλύουσι. Καὶ εἰ τὰ ὑπὸ τοῦ κυρίου μὲν γινόμενα θαύματα ἐν μόνῃ τῇ διηγήσει φέρεται, τὰ δὲ παρ' ἐκείνου πλεῖστα καὶ ἐπ' αὐτῶν τῶν πραγμάτων δεικνύμενα, πῶς οὐκ ἀπατᾷ τοὺς ὁρῶντας; Καὶ εἰ μὲν κατὰ θείαν τοῦτο συγχώρησιν γέγονε, πῶς ὁδηγὸς εἰς ἑλληνισμὸν οὐ γέγονεν ἡ τοιαύτη συγχώρησις; Eἰ δὲ μὴ τοῦτο, πῶς οὐ δυνάμει τῶν δαιμόνων ἐκεῖνα γεγένηνται; Πάλιν δὲ εἴπερ θεὸς ὡς ἀγαθῷ τῷ γινομένῳ ἡδόμενος ἐκείνῳ συνήρ γησε, διὰ τί μὴ διὰ προφητῶν ἢ ἀποστόλων τὰ τοιαῦτα γεγέ νηνται; Eἰ δὲ μὴ ἠρέσκετο ὡς φαύλῳ, τίνος ἕνεκεν τὸ φαῦλον ἢ εὐθὺς οὐκ ἐκώλυσεν ἢ μετὰ βραχὺ οὐ κατέλυσεν, ἀλλ' ἕως αἰῶνος τῶν ἡμερῶν τῆς κτίσεως κρατεῖν συνεχώρησεν; Ἀπόκρισις. Ὁ μὲν Ἀπολλώνιος, ὡς ἀνὴρ ἐπιστήμων τῶν φυσικῶν δυνάμεων καὶ τῶν ἐν αὐταῖς συμπαθειῶν τε καὶ ἀντιπαθειῶν, κατὰ ταύτην τὴν ἐπιστήμην τὰ τελέσματα ἐποιεῖτο, οὐ κατὰ τὴν θείαν αὐθεντίαν· διὸ ἐν ἅπασι τοῖς ἀποτελέσμασιν ἐδεήθη τῆς τῶν ἐπιτηδείων ὑλῶν παραλήψεως, συνεργούσης αὐτῷ πρὸς τὴν τοῦ τελουμένου ἐκπλήρωσιν. Ὁ δὲ σωτὴρ ἡμῶν Χριστός, κατὰ τὴν θείαν αὑτοῦ αὐθεντίαν ποιῶν τὰ θαύματα, οὐδα
PG 6:1271μῶς ἐδεήθη ὕλης, ἀλλὰ τοῖς προστάγμασί τε καὶ προῤῥήσεσιν αὐτοῦ ἠκολούθει καὶ ἀκολουθοῦσι τὰ πράγματα. Καὶ τὰ μὲν ὑπὸ τοῦ Ἀπολλωνίου γεγονότα τελέσματα, ἐπειδὴ κατὰ τὴν ἐπιστήμην γεγένηνται τῶν φυσικῶν δυνάμεων πρὸς τὴν σωματικὴν ἐργασίαν ἀνθρώπων, οὐκ ἀνέτρεψεν ὁ κύριος· αὐτὸν δὲ τὸν δαίμονα τὸν ἐν τῷ ἐκείνου ἀγάλματι ἱδρυμένον, τὸν ἐν ταῖς μαντείαις ἀπατήσαντα τοὺς ἀνθρώπους, ὡς θεὸν σέβειν καὶ τιμᾶν τὸν Ἀπολλώνιον, ἐφίμωσε, καταργήσας αὐ τοῦ τὰς μαντείας· σὺν αὐτῷ δὲ καὶ τῶν λοιπῶν δαιμόνων τῶν ἐν τῷ θεῶν ὀνόματι ὑπὸ τῶν Ἑλλήνων τιμωμένων καθεῖλε τὴν δυναστείαν, καθὼς ὁρᾶται τὰ πράγματα. Ἔχοντες δὲ ἐν τούτοις τῆς τοῦ Χριστοῦ θείας δυνάμεως τὰ γνωρίσματα, οὐ χρὴ λέγειν τὰ τοῦ Χριστοῦ θαύματα ἐν ψιλῇ κεῖσθαι διηγήσει. Ἐρώτησις κε. Eἰ ἐπαιδεύθη Μωϋσῆς ἐν πάσῃ σοφίᾳ Αἰγυπτίων καὶ ἦν δυνατὸς ἐν ἔργοις καὶ λόγοις, καθώς φησιν ἡ θεία γραφή, πῶς ἀστρονομίαν καὶ γεωμετρίαν καὶ ἀστρολογίαν καὶ τὰ τού τοις ἑπόμενα μετῆλθεν ὁ αὐτὸς μακάριος προφήτης; Τῶν γὰρ Αἰγυπτίων τότε ἡ σοφία τὰ τῆς πλάνης ὑπῆρχε διδάσκουσα διδάγματα. Διὰ τί οὖν ἐπὶ τοιούτοις λόγοις ἢ ἔργοις ὑπὸ τῆς γραφῆς θαυμάζεται; Ἀπόκρισις. Θαυμάζει τὸν προφήτην ἡ θεία γραφὴ ἐπὶ τῇ δυναστείᾳ τῶν λόγων καὶ τῶν ἔργων, οὐχ ἕνεκεν τῶν λόγων καὶ τῶν ἔρ γων καθ' αὑτά· ἀνάξια γὰρ ἦν ἐκεῖνα καθ' αὑτὰ πρὸς τὰ ἐγ κώμια τοῦ προφήτου. Ἀλλ' ἐπειδὴ δι' ἑκατέρας μὲν περί βλεπτος ὑπῆρχε τοῖς Αἰγυπτίοις ὁ προφήτης, τῆς δὲ τοῦ λόγου παιδείας καὶ τῆς τοῦ βίου κοσμικῆς λαμπρότητος, ἀμφοτέρων δὲ τὴν εἰς θεὸν εὐσέβειαν τιμήσας, διὰ τοῦτο αὐτὸν ἐθαύ μασεν ἡ θεία γραφή. Ἀστρονομία δὲ καὶ ἀστρολογία καὶ γεωμετρία παρ' Αἰγυπτίοις τότε χυδαῖά τε καὶ πεζὰ καὶ ἀγο ραῖα μαθήματα λελόγιστο. Τίμια δὲ ἦν τότε παρ' αὐτοῖς μαθήματα τὰ ἱερογλυφικὰ καλούμενα, τὰ ἐν τοῖς ἀδύτοις οὐ τοῖς τυχοῦσιν ἀλλὰ τοῖς ἐγκρίτοις παραδιδόμενα· ὧν ὁ προ φήτης εἰ καὶ τὴν εἴδησιν ἔσχεν, ἀλλ' οὐκέτι καὶ τὴν χρῆσιν, ὡς ἀντικειμένην τῇ κατὰ θεὸν πολιτείᾳ τῶν Ἑβραίων, δι' ἣν καταφρονήσας τῆς ἐν Αἰγύπτῳ πάσης βασιλικῆς δυναστείας εἵλετο συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ. Ἐρώτησις κ . Eἰ πάντα τὰ ὕδατα αἷμα ὑπὸ Μωϋσέως γεγένηνται, πῶς ἐπάγει ἡ γραφὴ τὸ Ἐποίησαν δὲ καὶ οἱ ἐπαοιδοὶ τῶν Aἰ γυπτίων ὡσαύτως; Ἢ γὰρ ψευδὲς τὸ πάντα τὰ ὕδατα γενέ σθαι αἷμα ὑπὸ Μωϋσέως, ἢ πάλιν τὸ τοὺς ἐπαοιδοὺς πεποιη κέναι ὡσαύτως. Καὶ περὶ τῶν λοιπῶν τῶν κατ' αὐτοὺς θαυ μάτων ὁ αὐτὸς λόγος. Ἀπόκρισις. Πάντων τῶν ὑδάτων τῶν ἐπάνω τῆς γῆς αἷμα γενομένων, ἠναγκάζοντο οἱ Αἰγύπτιοι κύκλῳ τοῦ ποταμοῦ ὀρύττειν φρέατα καὶ ἀντλεῖν ὕδωρ καὶ ποτίζειν ἐξ αὐτοῦ ἑαυτούς τε καὶ τὰ ζῶα
PG 6:1273αὐτῶν καὶ τὰ θρέμματα. Ἐκ τούτου τοῦ ὕδατος τοῦ ἐκ τῶν φρεάτων ἀντλουμένου ἐποίησαν οἱ ἐπαοιδοὶ τὸ αἷμα, καὶ οὐ δαμῶς διέψευσται ὁ λόγος. Καὶ τὰ μὲν ὑπὸ Μωϋσέως γενό μενα θαύματα, ἅτε κατὰ τὴν θείαν γεγενημένα ἐνέργειαν, κατὰ μεταβολὴν γεγένηνται φύσεως τοῦ προκειμένου εἰς τὴν φύσιν τοῦ ἐκτελουμένου, τὰ δὲ ὑπὸ τῶν ἐπαοιδῶν γενόμενα κατὰ τὴν ἐνέργειαν ἐγένοντο τῶν δαιμόνων, τῶν φαντασάντων τὰς ὄψεις τῶν ὁρώντων, τὸν μὴ ὄφιν ὁρᾶν ὡς ὄφιν, καὶ τὸ μὴ αἷμα ὡς αἷμα, καὶ τοὺς μὴ βατράχους ὡς βατράχους. Ἐρώτησις κζ. Eἰ ἐναντία ἑαυτῷ Μωϋσῆς οὐκ ἐδίδασκε τὰ μὲν ὀστέα τοῦ Ἰωσὴφ ἐπαγόμενος, τὸν δὲ ἁπτόμενον νεκροῦ ὡς ἀκάθαρ τον μυσαττόμενος; Καὶ εἰ ἦν τις εὔλογος παρὰ τούτῳ αἰτία, ταύτην μὲν νυνὶ μάθωμεν. Τίνος δὲ ἕνεκεν ἡ γραφὴ οὐκ εἶπε, δι' ἣν αἰτίαν ἐκεῖνα ποιῶν Μωϋσῆς ταῦτα ἐδίδασκεν; Ἀπόκρισις. Ἐπειδὴ τελευτῶν ὁ Ἰωσὴφ περὶ τῆς μετακομιδῆς τῶν ὀστέων αὑτοῦ ὥρκισε τοὺς υἱοὺς Ἰσραήλ, καὶ ἦν ἀμφότερα τῷ Μωϋσῇ εἰς φυλακὴν προκείμενα, τὸ μὴ παραβαίνειν τὸν ὅρκον καὶ τὸ μὴ ἅπτεσθαι νεκροῦ, διὰ τοῦτο τῇ λύσει τοῦ νόμου λέ γοντος μὴ ἅψασθαι νεκροῦ ἐφύλαξε τὸν ὅρκον ἀπαράβατον· ἀδύνατον γὰρ ἦν αὐτῷ ἀμφότερα φυλάξαι ἀπαράβατα, καὶ τὸν νόμον καὶ τὸν ὅρκον. Τῇ μείζονι οὖν φυλακῇ τοῦ ὅρκου ἔλυσε τὴν ἐλάττονα φυλακὴν τοῦ νόμου· πανταχοῦ γὰρ τὸ ἔλαττον κακὸν αἱρετώτερον τοῦ μείζονος. Καὶ τοιαῦτα πολλὰ εὑ ρίσκεται ἐν τῇ θείᾳ γραφῇ, ἅτινα οὐ λογίζεται ὁ θεὸς εἰς ἁμαρτίαν τῶν παραβαινόντων αὐτὰ διὰ τὴν ἐν αὐτοῖς συμβεβη κυῖαν ἀνάγκην, ὡς τὴν ὀκταήμερον περιτομὴν καὶ τὴν ἑπτα ήμερον περικύκλωσιν τῆς Ἱεριχὼ καὶ τὴν ἐν σαββάτῳ προσ αγωγὴν τῶν θυσιῶν, ἅτινα περιέχουσι τοῦ σαββάτου τὴν λύσιν. Ἔτι εἰ ἔταξεν ὁ προφήτης τοὺς ἐκ διαδοχῆς βαστάζοντας τοῦ Ἰωσὴφ τὰ ὀστέα καὶ κατὰ ἑπτὰ ἡμέρας ἀκαθάρτους ὄντας διὰ τῆς ἐν τῷ καθαρσίῳ κατὰ τὸν νόμον τοῦ Μωϋσέως τού του τοῦ ἀριθμοῦ διατηρήσεως καθαρίζεσθαι, οὐδ' ἐναντίον ὧν εἶπέ τι διεπράξατο ὁ προφήτης. Τὸ δὲ ζητεῖν, διὰ τί οὐκ εἶπεν ὁ προφήτης τούτων τὴν αἰτίαν, ὅμοιόν ἐστι τῷ λέγειν, διὰ τί μὴ πᾶσαι αἱ γραφαὶ ἡρμηνευμέναι παρεδόθησαν παρὰ τῶν ἐκτεθεικότων αὐτάς· ἐπειδὴ ἐν τῇ τοῦ πράγματος διηγήσει ἐμφαντικῶς περιέχεται ἡ τοῦ πράγματος ἔννοια. Διότι οὐκ ἐδοκίμασεν ἡ γραφὴ τὸ ἐκθετικῶς ταύτην δηλῶσαι. Ἐρώτησις κη. Eἰ τὴν τῶν Φαρισαίων ἐσχηματισμένην εὐλάβειαν ἐλέγχων ὁ κύριος ἔλεγεν ὅτι τάφοι κεκονιαμένοι εἰσίν, πεπληρωμένοι ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας, καὶ ἐν τῷ νόμῳ ὁ ἁπτόμενος νεκροῦ ἀκάθαρτος ἐλογίζετο, ὡς ἄτοπον ἐργαζό μενός τι, τούς τε νεκροὺς καὶ τοὺς τούτων μυσαττόμεθα τά φους, ὑπό τε παλαιᾶς καὶ καινῆς ἀκαθάρτου τοῦ νεκροῦ κα λουμένου· πῶς ἀμφοτέρων ὁ Χριστὸς ἐναντίως οὐκ ἔπραξεν, ὅτι τὸν υἱὸν τῆς χήρας ἀνιστῶν ἥψατο τῆς σοροῦ καὶ τὴν
PG 6:1275θυγατέρα τοῦ Ἰαείρου τῆς χειρὸς ἐκράτησεν; Eἰ γὰρ καὶ ἀμ φότεροι τελευταῖον ἀνέστησαν, ἀλλὰ τὴν ἁφὴν τὰ νεκρὰ ἐδέ ξαντο σώματα. Ἀπόκρισις. Τῶν πτωμάτων τὰ νεκρὰ σώματα καὶ οἱ τούτων τάφοι μυσάττονται διὰ τὴν ἑπομένην αὐτοῖς βαρεῖαν δυσωδίαν καὶ οὐ διὰ τὴν νέκρωσιν. Eἰ γὰρ ἁπλῶς διὰ τὴν νέκρωσιν ἐμυσάττοντο τῶν νεκρῶν τὰ σώματα, οὐκ ἄρα ἐχρῆν τοῖς τῶν ζώων νεκρῶν σωμάτων μέρεσι κεχρῆσθαι πρὸς τὴν τῶν ζώντων χρείαν, ὡς τοῖς δέρμασι καὶ τοῖς κέρασι καὶ θριξὶ καὶ χολαῖς καὶ τοῖς στέασι καὶ ταῖς σαρξίν, ἅτινα οὐδεὶς λόγος δύναται ὑπεξελεῖν τῆς προσούσης αὐτοῖς νεκρώσεως. Eἰ δὲ νεκρὰ μὲν καὶ ταῦτα, οὐ μυσαττόμενα δὲ διὰ τὴν ἐξ αὐτῶν χρείαν, πῶς οὐκ ἔστι τῶν ἀτοπωτάτων τὸ καθαρὰ μὲν ἡγεῖσθαι ταῦτα διὰ τὴν ἐξ αὐτῶν χρείαν, μυσάττεσθαι δὲ τῶν ἁγίων μαρτύρων τὰ σώματα καὶ τοὺς τάφους ὑπὸ Ἑλλήνων, φυλακτικὰ ὄντα ἀπὸ τῆς τῶν δαιμόνων ἐπιβουλῆς καὶ ἰαματικὰ νοσημάτων τῶν κατὰ τὴν ἰατρικὴν τέχνην ἀνιάτων; Παρείκαζε δὲ ὁ κύριος τὴν τῶν Φαρισαίων ἐσχηματισμένην εὐλάβειαν τάφοις κεκονιαμέ νοις, ὅτι ὥσπερ τῇ νοήσει τῶν ζώντων βδελυκτή ἐστι τῶν νε κρῶν σωμάτων ἡ δυσωδία καὶ ἀκαθαρσία, οὕτως καὶ ἡ ἐκεί νων ἀνομία βδελυκτή ἐστι τῇ νοήσει τῶν εὐσεβῶν, τρόπον τινὰ οὖσα αὐτῶν ψυχῆς νέκρωσις καὶ δυσωδία καὶ ἀκαθαρσία. Ὥσπερ γὰρ χωρισθείσης τῆς ψυχῆς τοῦ σώματος νεκρὸν τὸ σῶμα καὶ δυσῶδες καὶ ἀκάθαρτον, οὕτως χωρισθέντος τοῦ φόβου τοῦ θεοῦ τῆς ψυχῆς νεκρὰ ὑπάρχει ἡ ψυχὴ καὶ δυσώδης καὶ ἀκάθαρτος. Κατ' ἐναντίωσιν δὲ ἔπραξεν ὁ κύριος οὐδὲν οὔτε τῇ παλαιᾷ οὔτε τῇ καινῇ. Οὐκ ἦν γὰρ ὑπὸ τὸν νόμον, ὅτε τοὺς ἐν τῇ ἐρωτήσει εἰρημένους νεκροὺς ἤγειρεν. Ἀπὸ γὰρ τοῦ βαπτίσματος ἤρξατο ὁ κύριος τῆς εὐαγγελικῆς πολιτείας, οὔσης ἔξωθεν τῆς τοῦ νόμου φυλακῆς· διὸ οὐκ ἐμιάνθη ἁψά μενος τοῦ νεκροῦ. Κατὰ δὲ τὴν καινὴν ἐκεῖνα μόνα ἦν μιαν τικὰ ἀνθρώπων τὰ ἐκ τῆς καρδίας ἐξερχόμενα κακά· τὸ δὲ ἅπτεσθαι νεκροῦ οὐ μιαίνει τὸν ἄνθρωπον. Ἐρώτησις κθ. Eἰ πεπλήρωτο ὁ οἶκος, ἔνθα ὁ κύριος ἦν ὁπηνίκα ὁ πα ράλυτος ἔμελλε θεραπεύεσθαι, καὶ διὰ τοῦτο ἠναγκάσθησαν οἱ βαστάζοντες αὐτὸν καταλῦσαι τὴν ὀροφὴν καὶ δι' αὐτῆς καθεῖναι τὸν ἀσθενοῦντα, πῶς οἱ ἐν τῷ οἴκῳ ἠθροισμένοι ὄχλοι οὐκ ἐπλήγησαν τῆς ὀροφῆς λυομένης; Ἀπόκρισις. Αἰσθανόμενοι οἱ ἐν τῷ οἴκῳ μελλούσης τῆς ὀροφῆς ἀπο στεγοῦσθαι πάντως ὑπεχώρησαν. Oὐ γὰρ οὕτως ἦσαν ἀνόητοι οἱ τὴν ὀροφὴν ἀποστεγοῦντες, ὥστε μὴ βοᾶν τοῖς ἐν τῷ οἴκῳ ὑποχωρεῖν ἵνα μὴ πλήσσωνται. Οὐδὲ γὰρ ὅλης τῆς ὀροφῆς ἦν χρεία ἀποστεγοῦσθαι, ἀλλὰ τόσον ὅσον ἤρκει εἰς τὴν ὑπο χάλασιν τοῦ παραλύτου. Ἐρώτησις λ. Eἰ ἑκάστῳ ἀνθρώπῳ ἄγγελος παρέπεται φύλαξ, καθὼς
PG 6:1277ἡ θεία γραφὴ λέγει, οἱ δὲ ἄνθρωποι ποτὲ μὲν αὔξησιν, ποτὲ δὲ μείωσιν, ὡς ἐπὶ τοῦ κατακλυσμοῦ καὶ τῶν λοιπῶν συμφο ρῶν, διὰ τὰς ἑαυτῶν πράξεις ὑπέμειναν, οἱ τῆς αὐξήσεως καὶ μειώσεως ὄντες ἀνεπίδεκτοι ποίαν τότε λειτουργίαν ἐπλή ρουν, ἑκάστου τῶν ἀγγέλων παρὰ θεοῦ λειτουργίαν ἐξ ἀρχῆς εἰληφότος; Ἀπόκρισις. Oἱ μὲν ἄγγελοι πάντες, ἄρχοντές τε καὶ ἀρχόμενοι, λει τουργίαν ἐκπληροῦσι χρειώδη τοῖς οὐρανοῖς καὶ τοῖς διὰ τὸν ἄνθρωπον· οἱ δὲ λειτουργεῖν εἰληφότες τὸ παρέπεσθαι τοῖς ἀνθρώποις φύλακες ἀεὶ μὲν αὔξονται, μειοῦνται δὲ οὐδέποτε. Ἢ γὰρ παρέπονται τῷ συναμφοτέρῳ, ψυχῇ λέγω καὶ σώματι, ἢ παρέπονται τῇ ψυχῇ μετὰ τὴν ἐκ τοῦ σώματος ἔξοδον τῆς ψυχῆς ἕως τοῦ καιροῦ τῆς τοῦ κόσμου ἀνακτίσεως. Πρὶν ἢ δὲ ταγῶσι παρέπεσθαι τοῖς ἀνθρώποις καὶ φυλάττειν αὐτούς, ἐν ταῖς ἄλλαις ὑπὲρ ἀνθρώπων λειτουργίαις λειτουργοῦσι τοῖς οἰκείοις ἄρχουσιν. Ἐρώτησις λα. Eἰ νεύματι θείῳ αἱ νεφέλαι τὸν ὑετὸν τῇ γῇ καταπέμ πουσι, διὰ τί τὰς νεφέλας οἱ καλούμενοι νεφοδιῶκται ἐπαοι δίαις τισὶ κατασκευάζονται, ἔνθα βούλονται, χαλάζας καὶ ἀμέτρους ὑετοὺς ἀκοντίζειν; Ἀπόκρισις. Τοῦτο ἐπειδὴ κατὰ τὰς ἁγίας γραφὰς μαρτυρεῖς, τοὺς ὑετοὺς εἶναι ἐκ τῶν ἐπαοιδῶν ἄπιστον. Καὶ γὰρ αὐτὸς ὁ ταύτην περὶ τούτου ἐρωτήσας τὴν ἐρώτησιν οὐκ ἀφ' ὧν ἐθεάσω γινομένων τὴν ἐρώτησιν πεποίηκας, ἀλλ' ἀφ' ὧν ἤκουσας. Ἐρώτησις λβ. Eἰ θνητὴν ὁ θεὸς τὴν ἡμετέραν ἔκτισε φύσιν, πῶς λέγεις ὅτι Ὁ θεὸς θάνατον οὐκ ἐποίησεν; Ἀπόκρισις. Οὐκ, εἴ τι θνητὸν τῇ φύσει, τοῦτο ἀνάγκη πάντως ἀπο θανεῖν· καὶ τούτου ἡ ἀπόδειξις τὸ θνητοὺς ὄντας τὴν φύσιν τόν τε Ἐνὼχ καὶ τὸν Ἡλίαν ἐν ἀθανασίᾳ ἔτι διαμένειν, τοῦ Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ γενομένους ἀνωτέρω. Ἀληθὲς οὖν τὸ θνητὴν τὴν φύσιν ἡμῶν πεποιηκέναι τὸν θεόν, καὶ εἰσ ελθεῖν τὸν θάνατον εἰς τὸν κόσμον τῇ τοῦ ἀνθρώπου παρακοῇ. Eἰ μὲν γὰρ ὥσπερ ἐποίησεν ὁ θεὸς θνητὴν τὴν φύσιν οὕτως ἐποίησε καὶ τὸν θάνατον, οὐκ ἂν διὰ τῆς παρακοῆς ὁ θάνα τος· καὶ εἰ ὁ θεὸς τὴν παρακοὴν οὐκ ἐποίησεν, οὐδ' ἄρα τὸν θάνατον. Ἐρώτησις λγ. Eἰ τῶν ἀνθρώπων ἡ φύσις ὡς θνητῶν μὲν τὸ οἰκεῖον ἐπιγινώσκει πέρας, ὁ δὲ ἑκάστου χρόνος οὐ κατά τινά ἐστιν ὅρον, ὅπερ καλοῦσιν οἱ ἐκτὸς εἱμαρμένην, πῶς τῷ Ἐζεκίᾳ προσετέθησαν χρόνοι; Τὸ γὰρ προστεθὲν ἐπὶ τοῦ προορι σθέντος ἀριθμοῦ δῆλον ὅτι λαμβάνεται. Πόθεν οὖν ἐπὶ τῶν τελευτώντων τὸ τοῦ χρόνου ἀόριστον δείκνυται;
PG 6:1279Ἀπόκρισις. Ὅτι δὲ οὐχ ὥρισται τῆς ἑκάστου ζωῆς ὁ χρόνος, δείκνυται ἐκ τῶν γραφικῶν φωνῶν οὕτως· Ἐάν, φησίν, ἐν τῷ πεδίῳ εὕρῃ ἄνθρωπος νεάνιδα μεμνηστευμένην καὶ βιασάμενος αὐτὴν κοιμηθῇ μετ' αὐτῆς, τὸν μὲν ἄνδρα ἀποκτείνατε, τὴν δὲ νεά νιδα μὴ ἀποκτείνητε. Ὃν γὰρ τρόπον ἐπάταξεν ἄνθρωπος ἐπὶ τὸν πλησίον αὐτοῦ, καὶ πατάσσων αὐτὸν οὐχὶ παρῆν ὁ βοηθῶν, οὕτως ἐγένετο τὸ πρᾶγμα τοῦτο. Καὶ ἐβόησεν ἡ νεᾶ νις, καὶ ὁ βοηθῶν αὐτῇ οὐκ ἦν. Οὐκ ἂν δὲ παρείκασεν ἡ θεία γραφὴ τὴν βεβιασμένην κοίμησιν τῇ βεβιασμένῃ ἀναιρέ σει, εἰ ἦν ὁ θάνατος ὡρισμένος· τὸ γὰρ παρὰ θεοῦ ὡρισμένον ἀβίαστόν τε καὶ ἀπαράβατον. Ἀλλ' εἰ τοῦτο, δῆλον ὅτι οὐ τῇ προωρισμένῃ ζωῇ τοῦ Ἐζεκίου προσετέθησαν χρόνοι ζωῆς, ἀλλὰ τοῖς ἀορίστως προλαβοῦσιν ἔτεσιν αὐτοῦ, ὧν τὸ τέλος ἐγίνετο διὰ τοῦ θανατικοῦ πάθους, μὴ τοῦ θεοῦ ἐκ τοῦ πά θους ἰασαμένου αὐτὸν καὶ εἰς τὸ ζῆν αὐτὸν ἀποκαταστήσαντος. Ἐρώτησις λδ. Eἰ, καθώς τινές φασιν, ὁ κατακλυσμὸς ἐν παντὶ τόπῳ τῆς γῆς οὐ γέγονεν, ἀλλ' ἐν ᾧ οἱ τότε ἄνθρωποι ᾤκουν, πῶς ἀληθὲς ὅτι ὑψώθη τὸ ὕδωρ ἐπάνω πάντων τῶν ὑψηλῶν ὀρέων δεκατέσσαρας πήχεις; Ἀπόκρισις. Oὐ δοκεῖ ἀληθὲς εἶναι τὸ μὴ ἐν παντὶ τῷ κόσμῳ τὸν κατακλυσμὸν γεγονέναι, εἰ μή τι ἄρα κοιλότεροι ἦσαν οἱ τόποι, ἔνθα ὁ κατακλυσμὸς ἐγένετο, τῶν λοιπῶν τόπων τῆς γῆς. Ἐρώτησις λε. Eἰ τῶν ἀλόγων ἁπάντων δημιουργός ἐστιν ὁ θεός, διὰ τί τὸ διχηλοῦν ὁπλὴν καὶ μηρυκισμὸν ἔχον καθαρὸν εἶναι ἀπεφήνατο; Καὶ πάλιν διὰ τί τὸ μηρυκισμὸν μὲν ἔχον, οἷον κάμηλος, ὁπλὴν δὲ μὴ διχηλοῦν, ἐν τοῖς κακοῖς τέτακται, καὶ τὸ διχηλοῦν μὲν τὴν ὁπλήν, μηρυκισμὸν δὲ μὴ ἔχον, οἷον χοῖ ρος, ἐν τοῖς μὴ καθαροῖς λελόγισται; Καὶ ἐν τοῖς ἰχθύσι δὲ τὰ ἀλεπίδωτα; Καὶ τὰ πετεινὰ διὰ τί διῄρηνται, καίτοι τινῶν καθαρῶν, εἴ γε συγχωροῦνται, ταὐτὰ τοῖς ἀκαθάρτοις ἐσθιόν των καὶ πραττόντων; Ἀπόκρισις. Φύσει μὲν καθαρὰ ὑπάρχει πάντα τὰ ζῶα καὶ καλὰ ὑπὸ τοῦ θεοῦ ἐξ ἀρχῆς γεγονότα κατὰ τὸ εἰρημένον· Καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν· καὶ τῆς θείας τετυχηκότα εὐλογίας λεγούσης· Αὐξάνεσθε καὶ πληθύνεσθε. Ἀλλ' ἐπειδὴ ἐβούλετο ὁ θεὸς ὥσπερ ἐν πᾶσι τοῖς ἐσθιομέ νοις ὑπὸ τὸν ζυγὸν τῆς τοῦ νόμου δουλείας ποιήσασθαι τοὺς Ἰουδαίους, διὰ τοῦτο τῶν ζώων καὶ πετεινῶν καὶ ἰχθύων τινὰ μὲν ὠνόμασε καθαρά, ὧν καὶ τὴν σφαγὴν καὶ τὴν βρῶσιν τοῖς Ἰουδαίοις ἐπέτρεψε, τινὰ δὲ ἀκάθαρτα ὠνόμασεν, ὧν τὴν βρῶ σιν αὐτοὺς ἀπεῖργε. Καθαρὰ οὖν ταῦτα καὶ ἀκάθαρτα λέ γονται· καθαρὰ μὲν διὰ τὴν φύσιν, ἀκάθαρτα δὲ διὰ τὸν νό μον. Ἄλλως δὲ πάλιν καθαρὰ καὶ ἀκάθαρτα λέγονται διὰ ταύτην τὴν αἰτίαν· ἐπειδὴ ἐν τῇ Αἰγύπτῳ τότε πάντα τὰ ζῶα
PG 6:1281πλὴν τοῦ χοίρου ἐθεοποιοῦντο, διὰ τοῦτο τῶν ζώων τὰ μὲν καθαρά, τὰ δὲ ἀκάθαρτα ὠνόμασε· καὶ τὰ μὲν καθαρὰ ἐπέ τρεψεν αὐτοῖς θύειν, τὰ δὲ μὴ ἐσθίειν ὡς ἀκάθαρτα, δι' ἑκατέρου δεικνύων αὐτὰ ἀνάξια ὄντα τῆς τοῦ θεοῦ προσηγορίας τε καὶ τιμῆς, καὶ διὰ τοῦ θύεσθαι καὶ ἐσθίεσθαι, καὶ πάλιν διὰ τοῦ καλεῖσθαι αὐτὰ ἀκάθαρτα. Ἐρώτησις λ . Eἰ τὸ θεῖον τροπῆς ἀνεπίδεκτον, διὰ τί περὶ τῆς χρί σεως τοῦ Σαοὺλ λέγει μεταμελεῖσθαι καὶ περὶ τῆς καταστρο φῆς τῆς Νινευῒ ὅτι μετενόησεν; Ἀπόκρισις. Ὁ δεσπότης θεὸς καὶ κατὰ τὸ ὑπάρχειν καὶ κατὰ τὸ πράττειν τὰς πρεπούσας αὐτῷ πράξεις ἄτρεπτός ἐστι. Προ νοῶν δὲ τῶν τρεπομένων πρὸς τὸ λυσιτελὲς τοῖς ὑπ' αὐτοῦ προνοουμένοις τρέπει τὰ πράγματα· διὸ καὶ πρὸς τὸ συγγι νώσκειν καὶ πρὸς τὸ μὴ συγγινώσκειν ἀτρέπτως ἔχει. Συγ γινώσκει γὰρ ἀτρέπτως τοῖς διορθοῦσι τὰ ἑαυτῶν πταίσματα, τοῖς δὲ ἀδιορθώτως ἔχουσι πρὸς τὰ κακὰ ἀτρέπτως οὐ συγγι νώσκει. Τὸ οὖν Μεταμεμέλημαι τὸ ἄτρεπτον αὐτοῦ ἐμφαίνει τὸ κατὰ τὸ μὴ συγγινώσκειν, τὸ δὲ Μετενόησεν ὁ κύριος τὸ ἄτρεπτον αὐτοῦ δηλοῖ τὸ κατὰ τὸ συγγινώσκειν. Ἄτρεπτος γάρ ἐστιν ὁ θεός, καὶ ἀεὶ ἐν τοῖς αὐτῷ πρέπουσι ποιεῖν δια μένει· τροπὴν δ' εἰς τὸ ποιεῖν τὰ μὴ πρέποντα αὐτῷ οὐ δέ χεταί ποτε. Ἐρώτησις λζ. Eἰ τὸ Ἰωάννου βάπτισμα μὴ κατὰ νόμον ἦν, ὥσπερ οὖν οὔτοι ἦν, πῶς οὐκ ἦν παρὰ τὸν νόμον, καὶ πῶς ὑπὸ τῶν ἐννόμων ἐδέχθη; Πῶς δὲ οὐ παράνομοι οἱ ὑπὸ τὸν νόμον ὄντες καὶ τὸ παρὰ τὸν νόμον δεξάμενοι βάπτισμα; Eἰ δὲ ὑπὸ τὸν νόμον ἐτύγχανε τὸ τῆς χάριτος βάπτισμα, μήτε κατὰ νό μον μήτε ὑπὲρ νόμον μήτε παρὰ νόμον λεγόμενον, κατὰ τί γι νόμενον εὑρεθήσεται; Ἀπόκρισις. Τὸ βάπτισμα Ἰωάννου προοίμιον ἦν τοῦ εὐαγγελίου τῆς χάριτος· διὸ καὶ ὑπὲρ τὸν νόμον οὐκ ἦν. Οὐδὲ γὰρ ἐνεδέχετο τοὺς κατὰ τὸν νόμον ἁμαρτήσαντας ἐν τούτῳ διὰ μετανοίας τε καὶ πίστεως τοῦ Χριστοῦ δέξασθαι τὴν συγχώρησιν. Ἐρώτησις λη. Eἰ πιστώσασθαι τοὺς μαθητὰς ὁ Ἰωάννης περὶ τοῦ Χρι στοῦ, ὅτι αὐτός ἐστιν, ἐβούλετο, ὅτε ἀπέστειλεν αὐτοὺς πρὸς αὐτόν (τοῦτο γάρ τινες εἰρήκασι), διὰ τί μὴ κατὰ ἀπόφασιν εἶπεν αὐτοῖς, ἀλλὰ πεῦσιν δι' αὐτῶν τῷ Χριστῷ προσήγαγεν; Eἰ δὲ αὐτὸς διὰ τὸ τῇ εἱρκτῇ ἑαυτὸν ἐμβεβλῆσθαι ἐκ τῶν νοουμένων ποικίλως εἰς τὴν περὶ αὐτοῦ ἀμφιβολίαν κατέστη (καὶ γὰρ τοῦτο εἰρήκασιν ἕτεροι), διὰ τί ὡς μηδέπω αὐτὸν ἐλθόντα ἐγνωκὼς ἐρωτᾷ; Τὸ γὰρ Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; ὡς μηδέπω μὲν τὸν Χριστὸν παραγενόμενον, ἔρχεσθαι δὲ αὐτὸν προσδοκώμενον τὴν ὑπόνοιαν δίδωσι. Πε πεισμένος γὰρ τοῦτο οὐκ ἂν ἐπηρώτησε· Σὺ εἶ ὁ Χριστὸς ἢ
PG 6:1284ἕτερός τις παρ' ἐκεῖνον; Ἀπόκρισις. Ἐπειδὴ διάφοροι φῆμαι περὶ ὧν ἐποιήσατο θαυμάτων ὁ Ἰησοῦς διέτρεχον, τῶν μὲν λεγόντων· Ἡλίας ἐστὶν ὁ ταῦτα ποιῶν, τῶν δέ· Ἱερεμίας, τῶν δέ· Ἄλλος τις τῶν προφητῶν, ταύτας τὰς φήμας ἀκούων ὁ Ἰωάννης ἐν τῇ εἱρκτῇ πέμπει τοὺς μαθητὰς αὑτοῦ μαθεῖν, εἰ ὁ τὰ σημεῖα ποιῶν αὐτός ἐστιν ὁ ὑπ' αὐτοῦ μαρτυρηθείς, ἢ ἕτερός τις ὁ παρὰ τῶν πολλῶν θρυλλούμενος. Γνοὺς δὲ ὁ Ἰησοῦς τοῦ Ἰωάννου τὸν σκοπὸν ἐπὶ τῆς παρουσίας τῶν μαθητῶν Ἰωάννου ἐποίησε πολλὰ θαύματα, πείθων αὐτοὺς καὶ τὸν Ἰωάννην δι' αὐτῶν, ὡς αὐτὸς εἴη ὁ πεποιηκὼς καὶ τὰ ἐπ' ὀνόματι ἑτέρων φημιζόμενα θαύ ματα, ὁ ὑπ' αὐτοῦ μαρτυρηθείς. Ἐρώτησις λθ. Eἰ πάντας ἕλκειν πρὸς ἑαυτὸν ὁ δεσπότης Χριστὸς μετὰ τὴν οἰκείαν ὕψωσιν ἐπηγγείλατο, πῶς οὐ πάντες τῇ εἰς αὐτὸν πίστει προσέδραμον; Πῶς δὲ αὐτὸς ἐπαγγειλάμενος πρὸς αὑ τὸν ἕλκειν οὐκ ἐναντιοῦται τῷ Οὐδεὶς ἔρχεται πρός με, ἐὰν μὴ ὁ πατήρ μου ἑλκύσῃ αὐτόν; Ἀπόκρισις. Ἀπὸ τοῦ οἰκείου τέλους πᾶς λόγος κρίνεται. Τέλος δέ, τὸ πάντας ἕλκειν πρὸς ἑαυτόν, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν. Oὐ χρὴ οὖν πρὸ τοῦ τέλους τὰ τοῦ τέλους ἀπαιτεῖν. Ἕλκει δὲ ὁ πατὴρ πρὸς τὸν υἱὸν τῷ διδόναι καὶ τῷ υἱῷ ἐξουσίαν καὶ δύναμιν τοῦ δύνασθαι πάντας ἕλκειν πρὸς ἑαυτόν. Οὐκ ἄλλοτε οὖν ἕλκει ὁ πατὴρ πρὸς τὸν υἱὸν καὶ ἄλλοτε ὁ υἱὸς πρὸς ἑαυτόν· διὸ οὐδὲν ἐναντίον ἐν τοῖς λόγοις. Ἐρώτησις μ. Eἰ ἐν τοῖς δαιμονῶσιν οἱ δαίμονες διηνεκῶς ἐνοικοῦσι, πῶς ἑτέροις κατασκευάζουσι βλάβας; Eἰ δὲ τοῦτο ποιοῦσι τῶν πασχόντων πρὸς βραχὺ χωριζόμενοι, πῶς, ὅτε ἀοράτῳ δυνά μει ἀπ' αὐτῶν διωχθῶσιν, οὐκέτι ἐν αὐτοῖς ἴχνη τῆς οἰκείας παρουσίας δεικνύουσιν; Ἀπόκρισις. Ἀδύνατον τὸν τοῖς δαίμοσι κάτοχον ποιῆσαί τι ἀπόν τος τοῦ δαίμονος· ὅσα γὰρ ποιεῖ τῇ παρουσίᾳ παρόντος τοῦ δαίμονος ποιεῖ, οὗ ἀποχωρήσαντος οὐδὲ τὰ ἴχνη αὐτοῦ πάρ εστιν· ἡ γὰρ ἀπελαύνουσα αὐτὸν ἀόρατος δύναμις φόβον αὐτῷ ἐντίθησι τοῦ μηκέτι πλησιάζειν τῷ τεθεραπευμένῳ. Ἐρώτησις μα. Eἰ μόνου θεοῦ ἐστι ζωὴν καὶ ἰσχὺν διδόναι τοῖς σώμασι, πῶς τοῦτο ποιοῦσιν οἱ δαίμονες, ἐνισχύοντες τῶν δαιμονών των τὰ σώματα, ὥστε τὰ δεσμὰ καὶ τὰς ἁλύσεις συντρίβειν; Ἐδεσμεῖτο γὰρ ἁλύσεσι καὶ πέδαις, καὶ διαῤῥήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὴν ἔρημον. Ἀπόκρισις. Oὐ τῷ σώματι παρέσχεν ὁ δαίμων τὴν δύναμιν πρὸς τὸ δύνασθαι συντρίβειν καὶ διαῤῥήσσειν τὰ δεσμὰ καὶ τὰς ἁλύ
PG 6:1286σεις, ἀλλὰ αὐτὸς ὁ δαίμων συνέτριβε καὶ διέῤῥηξε τὰ δεσμὰ καὶ τὰς ἁλύσεις, εἰ καὶ ἡ θεία γραφὴ τῷ δαιμονιῶντι προσῆψε τοῦ δαίμονος τὰ ἔργα. Ἐρώτησις μβ. Eἰ τῶν μερῶν τῆς κτίσεως οἱ δαίμονες οὐκ ἐξουσιάζουσι, διὰ τί παρακουσθέντων τῶν χρησμῶν τοῖς Ἕλλησι τιμωρίας ἐπήγαγον, καὶ θεραπευθέντων τῶν εἰδώλων ταύτας ἀνέσχον καὶ ἀγαθὰ αὐτοῖς ἀντὶ τούτων παρέσχον; Πόθεν οὖν αὐτοῖς δυνατὸν εἰς τὴν ἑκατέρου ἔννοιαν; Ἀπόκρισις. Ἔθος ἦν τοῖς δαίμοσι πρὸς πλάνην ἀνθρώπων προστι θέναι ἑαυτοῖς ὥσπερ τοῦ θεοῦ τὸ ὄνομα οὕτως καὶ τὴν ἰσχύν. Ὅτι δὲ οὐκ ἔστι τοῖς δαίμοσιν ἰσχὺς ἀμυντικὴ τῶν ἀνηκόων καὶ εὐεργετικὴ τῶν ὑπηκόων, δείκνυται ἐκ τῆς καταλύσεως ἧς ὑπέμεινεν ὁ ἑλληνισμὸς ὑπὸ τοῦ χριστιανισμοῦ. Φανερῶς γὰρ ὤφθη ὁ ἑλληνισμὸς οὐχ ἑτέρᾳ δυνάμει κατὰ τοῦ χριστιανισμοῦ χρησάμενος πλὴν τῇ διὰ χειρὸς ἀνθρώπων καὶ ξιφῶν· εἰ γὰρ εὐπόρει ὁ ἑλληνισμὸς θείας δυνάμεως ὑπερμαχούσης αὐτοῦ καταλυομένου, οὐκ ἂν τῇ ἀνθρωπίνῃ δυνάμει ἐχρήσατο σώζειν ἑαυτόν, μάτην προσδοκήσας θεοὺς αὑτοῦ, ἐκ τῆς καταλύσεως· ὅπερ ἐστὶ μέγιστος ἔλεγχος τῆς τῶν δαιμόνων ἀσθενείας καὶ τοῦ μηδέποτε αὐτοὺς δυνηθῆναι θεῖα ἔργα ἐκτελεῖν, τιμωρη τικὰ τῶν ἀνηκόων καὶ εὐεργετικὰ τῶν ὑπηκόων. Ἔτι δὲ εἰ πᾶσα θεραπεία ἐστὶ ζώντων τε καὶ αἰσθανομένων, πῶς οὐκ ἔστι προδήλως ψευδὲς τὸ Θεραπευθέντων δὲ τῶν εἰδώλων ἀνέσχον τὰς τιμωρίας, τῶν μήτε ζώντων μήτε αἰσθανομένων, ἀλλ' ὥσπερ πρὸς τὰς θεραπείας οὕτως καὶ πρὸς τὴν παρακοὴν τῶν χρησμῶν ἀναισθήτως ἐχόντων; Ἐρώτησις μγ. Eἰ ἐν τῷ καιρῷ τοῦ κατακλυσμοῦ λέγει ὅτι δύο δύο καὶ ἑπτὰ ἑπτὰ ἐν τῇ κιβωτῷ εἰσηνέχθησαν ἀλογίστως, οὐ τέσσαρα καὶ δεκατέσσαρα ἐκ τῶν ἀκαθάρτων καὶ καθαρῶν, καί τινες τέσσαρα εἰρήκασι, τινὲς δὲ ὅτι δύο ἀκάθαρτα μόνον, ὁτιοῦν ἐκ τῶν δύο ἀληθέστερον; Ἀπόκρισις. Ἀληθέστερον εἶπεν ὁ εἰπὼν τέσσαρα καὶ δεκατέσσαρα τοῦ εἰπόντος δύο καὶ ἑπτά· τὰ γὰρ δύο δύο εἶπεν ἀντὶ τοῦ δύο ἄῤῥενα καὶ δύο θήλεα, καὶ ἑπτὰ ἑπτὰ ἀντὶ τοῦ ἑπτὰ ἄῤῥενα καὶ ἑπτὰ θήλεα. Ἀκάθαρτα δὲ τὰ δύο δύο. Ἐρώτησις μδ. Ἐπειδὴ τὴν τῶν πολυομμάτων ζώων Ἡσαΐας καὶ Ἰεζε κιὴλ ἐθεάσαντο ὀπτασίαν, ἆρα ἀμφοτέροις ἕν τι ἀπεκα λύπτετο ἢ θατέρῳ ἐδείκνυτο θάτερον; Τί δὲ καὶ ἐδείκνυτο δεικνύμενον; Ἀπόκρισις. Διὰ μὲν τῆς κατὰ τὸν προφήτην Ἡσαΐαν ὀπτασίας τὸ κατὰ τὸν Χριστὸν ἐδήλου μυστήριον, καθήμενον ἐπὶ θρόνου δόξης καὶ τῇ βρώσει τῆς ἁγίας αὐτοῦ σαρκὸς καθαρισμὸν ποι οῦντα ἁμαρτίας ἀσεβῶν ἀνθρώπων, τῶν ἐν πάσῃ τῇ γῇ δοξα
PG 6:1288ζόντων τὴν ἁγίαν καὶ ὁμότιμον τριάδα ἐπὶ τῷ μεγέθει τῶν θείων δωρεῶν, ἧς τῷ ὀνόματι βαπτισθέντες ἐδικαιώθησαν λαβόντες τῆς τῶν οὐρανίων καὶ αἰωνίων ἀγαθῶν μετουσίας τὴν ἐλπίδα. Ὃν γὰρ ἐθεάσατο ὁ προφήτης ἄνθρακα τοῖς ἀκα θάρτοις αὑτοῦ χείλεσι προσαγόμενον εἰς κάθαρσιν ἀνομιῶν τε καὶ ἁμαρτιῶν, μήνυμα εἶχε τῆς δεσποτικῆς σαρκὸς καθαρι ζούσης τὸ συνειδὸς τῶν ἐσθιόντων αὐτὴν ἀπὸ πάσης ἀσεβείας. Διὰ δὲ τῆς κατὰ τὸν προφήτην Ἰεζεκιὴλ ὀπτασίας τὰ μέλλοντα ἐδήλου συμβήσεσθαι τῷ Ναβουχοδονόσορ, βασιλεῖ Βαβυλῶνος, ψυχαγωγίαν ὄντα τῶν ἐν τῇ αἰχμαλωσίᾳ ἐν Βαβυλῶνι ὄντων Ἰσραηλιτῶν. Ἐθεάσατο δὲ ὁ προφήτης τετραπρόσωπα ζῶα, ὁμοιώματα ἔχοντα ἀνθρώπου τε καὶ λέοντος, μόσχου τε καὶ ἀετοῦ· λέγει δὲ καὶ ὁ προφήτης Δανιὴλ περὶ τοῦ Ναβουχοδο νόσορ, ὅτι ηὐξήνθησαν οἱ ὄνυχες αὐτοῦ ὡς ἀετοῦ καὶ αἱ τρίχες αὐτοῦ ὡς λέοντος, καὶ χόρτον ἐψώμισαν αὐτὸν ὡς τὸν μόσχον, καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῷ. Ἐκ ταύτης δὲ τῆς ὀπτα σίας ψυχαγωγίαν τινὰ ἐντίθησι τοῖς Ἰσραηλίταις, τοὺς πρὸς τὴν κραταιάν τε καὶ ἰσχυρὰν σφόδρα τῶν Βαβυλωνίων δυνα στείαν ἀποβλεψαμένους καὶ ἐν ἀπογνώσει καθεστῶτας τοῦ μὴ δύνασθαι ἔτι ἐκ τῆς τοιαύτης αἰχμαλωσίας τυχεῖν ἐλευθερίας· ἵνα οὖν ἀπὸ ταύτης τῆς ἀπογνώσεως μεταστήσῃ τοὺς Ἰσραη λίτας ὁ θεὸς καὶ παρασκευάσῃ αὐτοὺς πρὸς τὴν αὐτοῦ δυνα στείαν ἀποβλέπειν, δείκνυσι τῷ προφήτῃ ἡμέρου τε καὶ ἀνη μέρου ζώου τὴν σύζευξιν καὶ βαρυσώμου καὶ πετεινοῦ τὴν σύμ πηξιν· ἥμερον μὲν γὰρ ζῶον ὁ ἄνθρωπος, ἀνήμερον δὲ ὁ λέων, καὶ βαρύσωμον μὲν ζῶον ὁ μόσχος, πετεινὸν δὲ καὶ κοῦφον ζῶον ὁ ἀετός. Ἐν ἐκείνοις μὲν οὖν δηλοῖ τὴν τῆς βασιλείας ἐξ ἀνημέρου εἰς ἡμερότητα μετάστασιν, ἐν τούτοις δὲ τῆς βαρύτητος τῆς δουλείας εἰς τὴν ἐλευθερίαν μεταβολήν· ὑπό ζυγος γὰρ ὁ μόσχος, ζυγοῦ δὲ ἐλεύθερος ὁ ἀετός. Δείκνυσι δὲ τῷ προφήτῃ καὶ τροχὸν ἐν τῷ τροχῷ, μηνύων δι' αὐτῶν τὴν τῶν Ἰουδαίων ἀπαγωγὴν εἰς αἰχμαλωσίαν καὶ ἀπαγωγὴν εἰς τὰ ἴδια. Ἐρώτησις με. Διὰ τί ἐπὶ τοῦ Ἰεζεκιὴλ κατακέχρηται ὁ θεῖος ὁρισμὸς τῷ τοῦ υἱοῦ τοῦ ἀνθρώπου προσρήματι, ὅπερ ἐπὶ τῶν ἄλλων προφητῶν οὐκ ἐποίησε; Καὶ εἰ τὴν παγκόσμιον ἀνάστασιν ἐπὶ τῶν ξηρῶν ὀστέων ὁ αὐτὸς προφήτης τεθέαται, καὶ εἰ τῷ ὄντι ἀνέστησαν τὰ ὀστέα ἄνθρωποι γενόμενοι τέλειοι, καθὼς ἡ τοῦ αὐτοῦ προφήτου διδάσκει βίβλος; Ἀπόκρισις. Ἐπειδὴ ἔμελλε διὰ τοῦ προφήτου Ἰεζεκιὴλ κατ' ὀπτασίαν προγράφεσθαι τῶν νεκρῶν ἡ ἀνάστασις, μέλλουσα γίνεσθαι ἐπὶ πραγμάτων διὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου κατὰ τὸ εἰρημέ νον· Ἔρχεται ἡμέρα καὶ νῦν ἐστίν, ὅτε πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ ἀνθρώπου, καὶ οἱ ἀκούσαντες ζήσονται· διὰ τοῦτο καλεῖται τῷ τοῦ υἱοῦ τοῦ ἀνθρώπου ὀνόματι. Καθάπερ Ἰησοῦς, ὁ τοῦ Ναυῆ, μέλλων κατ' αὐθεντίαν ἡλίῳ καὶ σελήνῃ προστάσσειν τὴν στάσιν,
PG 6:1290λαμβάνει τοῦ Ἰησοῦ τὸ ὑπὸ τῆς κτίσεως τῇ ὑπακοῇ τοῦ προστάγματος τιμώμενον, οὕτως καὶ ὁ Ἰεζεκιὴλ λαμβάνει τοῦ υἱοῦ τοῦ ἀνθρώπου τὸ ὄνομα καὶ διὰ τῆς ὀπτασίας ἐγείρει τοὺς νεκροὺς τῇ δυνάμει τοῦ προσρήματος. Ἠν δὲ ἐπὶ τοῦ Ἰεζεκιὴλ τὰ πάντα ὀπτασία, καὶ τὰ ὀστέα καὶ ἡ τούτων ἀνάστασις. Δείκνυσι δὲ τῷ προφήτῃ ταύτην τὴν ὀπτασίαν ὁ θεός, προη γουμένως μὲν μηνύων δι' αὐτῆς τὴν ἐσομένην διὰ Χριστοῦ πάντων κοσμικὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν, ἔπειτα δὲ διὰ τὴν ψυχαγωγίαν τῶν Ἰσραηλιτῶν τῶν ἀπογνόντων ἑαυτοὺς τῷ δεδουλῶσθαι ὅτι ἐλεύθεροι ἔσονται τῆς τῶν Βαβυλωνίων βασι λείας. Καθάπερ γὰρ τὰ νεκρὰ σώματα ἐν τοῖς μνημείοις κεί μενα, ἐλπίδα οὐκ ἔχοντα ἐγέρσεως, οὕτως ἑαυτοὺς ἐλογίσαντο εἶναι ἐν Βαβυλῶνι, χωρὶς πάσης ἐλπίδος τῆς ἐπανόδου. Δηλοῖ δὲ τοῦτο ὁ αὐτὸς προφήτης ἐν οἷς λέγει· Καὶ ἐλάλησε κύριος πρός με λέγων· Υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα πᾶς οἶκος Ἰσραήλ ἐστιν. Αὐτοὶ λέγουσι· Ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, ἀπώλετο ἡ ἐλπὶς ἡμῶν, καὶ τὰ ἑξῆς. Ἐρώτησις μ . Eἰ καλὰ τὰ τοῦ βίου πάντα, διὰ τί οἱ τούτων ἀπεχόμενοι ἐν γραφαῖς ἐπαινοῦνται, καὶ οἱ ἀντεχόμενοι αὐτῶν διαβάλλον ται; Eἰ δὲ φαῦλα τυγχάνει, διὰ τί τὰ φαῦλα τῇ ἡμετέρᾳ ζωῇ συμπαρέζευκται, καὶ ταῦτα ἀγαθοῦ τοῦ δημιουργοῦ τυγχά νοντος; Ἀπόκρισις. Οὐχ ἁπλῶς ἐπαινετὸν τὸ ἀπέχεσθαι τῶν τοῦ βίου κα λῶν, οὔτε ἁπλῶς ψεκτὸν τὸ ἀντέχεσθαι αὐτῶν, ἀλλ' ἑκάτερον πρέποντι λόγῳ γιγνόμενον, καὶ τὸ ἀπέχεσθαι καὶ τὸ ἀντέχε σθαι αὐτῶν, ἐστὶν ἐπαινετόν· ἐναντίως δὲ γιγνόμενον, ἀμ φότερά ἐστι ψεκτά. Ὅτι δὲ οὐδὲν φαῦλον κατ' οὐσίαν συμ παρέζευκται τῇ ἡμετέρᾳ ζωῇ, δηλοῖ ἡ θεία γραφὴ τῶν δη μιουργημάτων ἐπαινοῦσα τὴν γένεσιν, λέγουσα· Καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. Παρατρεψάν των δὲ ἡμῶν ἑκουσίως τὰ καλά, φαῦλα ὑφίσταται. Οὐκ ἔστι γὰρ φαῦλον ἐν τῷ ὑγιεῖ, τῶν ἐν αὐτῷ καλῶν ἀνατρέπτων με νόντων· ὥστε μηδὲν εἶναι φαῦλον παρὰ τὴν παρατροπὴν τοῦ καλοῦ. Οὐδὲν οὖν συμπαρέζευκται φαῦλον τῇ ἡμετέρᾳ ζωῇ· τὰ γὰρ φαῦλα χρήσει ἀλόγῳ εἰσὶ φαῦλα καὶ οὐ φύσει, προαι ρετὸν δὲ τὸ κεχρῆσθαι ἢ καλῶς ἢ φαύλως. Ἐρώτησις μζ. Eἰ τοῖς στοιχείοις οὐ πρόσεστιν αἴσθησις, διὰ τί Μωϋσῆς μὲν οὐρανὸν καὶ γῆν τῷ λαῷ διαμαρτύρεται, Ἡσαΐας δὲ κατη γορῶν τοῦ αὐτοῦ λαοῦ τούτοις ἀκούειν ἐγκελεύεται; Ἀπόκρισις. Τὰ λεγόμενα πρὸς τὸν οὐρανὸν καὶ τὴν γῆν πρὸς τοὺς ἐν αὐτοῖς λέγεται λογικούς, ὡς τὰ λεγόμενα πρὸς τὴν πόλιν πρὸς τοὺς πολίτας λέγεται, ὡς τὸ Ἱερουσαλὴμ Ἱερουσαλὴμ ἡ ἀπο κτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμέ νους πρὸς αὐτήν. Oὐ γὰρ ἡ πόλις ἀπέκτεινε καὶ ἐλιθοβό λησεν ἀλλὰ οἱ πολῖται.
PG 6:1292Ἐρώτησις μη. Διὰ τί ὁ κύριος ἔλεγε πρὸς τὴν Μαρίαν μετὰ τὴν ἔγερ σιν· Μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου; Eἰ μὲν οὖν πρὸ τῆς ἀναλήψεως οὐδενὶ ἐξῆν αὐτοῦ ἅπτε σθαι, πῶς μετὰ μικρὸν τοῖς μαθηταῖς καὶ τῷ Θωμᾷ ποιεῖν ἐπέτρεπε τοῦτο; Eἰ δὲ ἐξῆν, πῶς ὃ ἔμελλε μετὰ μικρὸν τοῖς πολλοῖς ἐπιτρέπειν ἀπηγόρευσε τῇ Μαρίᾳ πρὸ μικροῦ; Ἀπόκρισις. Τὸ Μή μου ἅπτου εἴρηται πρὸς τὴν Μαρίαν ὑπὸ τοῦ σω τῆρος κατὰ τὴν ἔννοιαν τοῦ Μή μοι ἀκολούθει, ὥστε διὰ παν τὸς συνεῖναί μοι κατὰ τὴν πρὸ τοῦ σταυροῦ μου διαγωγήν. Ἐβούλετο γὰρ κατὰ μικρὸν ἀπεθίζειν τοὺς μαθητὰς τῆς τοῦ σώματος αὐτοῦ θέας τε καὶ παρουσίας· διὸ οὔτε διὰ παντὸς ὡρᾶτο τοῖς μαθηταῖς ἐν ταῖς ἡμέραις ἐν αἷς διέτριβεν ἐπὶ τῆς γῆς μετὰ τὴν ἀνάστασιν, οὔτε πάντη ἀθέατον αὐτοῖς ἑαυ τὸν κατέστησεν, ἀλλ' ἐκ διαλείμματος ἀμφότερα ἐποιεῖτο, καὶ τὸ ὁρᾶσθαι αὐτοῖς καὶ τὸ μὴ ὁρᾶσθαι. Ἐρώτησις μθ. Τίς ἡ ἀπόδειξις τοῦ μόνα δύο θηρία τε καὶ κτήνη, ἄρσεν καὶ θῆλυ, ἐν τῇ κοσμοποιΐᾳ παρῆχθαι, ἐπειδὴ τοῦτό τινες τῶν εὐσεβῶν εἰρήκασι πρὸς σύστασιν τοῦ μὴ ἐξ ἀλόγων δορᾶς τοὺς δερματίνους χιτῶνας τοῖς πρώτοις ἀνθρώποις ὑπὸ τοῦ θεοῦ δίδοσθαι; Ἀπόκρισις. Eἰ ἐν ἑκάστῳ γένει ἐστί τινα γεναρχῆ, καὶ τὰ μὲν γεναρχῆ ἐστιν ἔργα θεοῦ, τὰ δὲ ὑπὸ τὰ γεναρχῆ εἰσιν ἔργα φύσεως διὰ σπορᾶς καὶ γενέσεως ὑφεστῶτα, δῆλον ὅτι ἑκάστου γένους πλὴν τῆς μιᾶς ζυγῆς ἀῤῥενοθήλεος οὐκ ἐποίησεν ὁ θεός. Χιτῶνας δὲ δερματίνους ἐποίησεν ὁ θεὸς οὐκ ἀνθρωπίνως ἀλλὰ δη μιουργικῶς· οὐ γὰρ ζῶα σφάξας καὶ τούτων τὰ δέρματα συῤ ῥάψας χιτῶνας ἐποίησεν, ἀλλ' αὐτοὺς τοὺς χιτῶνας ἐδημιούρ γησε τοὺς δερματίνους. Ἀλλ' ἴσως ἐρεῖ τις ὅτι Eἰ ἐδημιούρ γησεν ὁ θεὸς τοὺς δερματίνους χιτῶνας μετὰ τὰς ἑπτὰ ἡμέρας τῆς δημιουργίας, πῶς λέγει ἡ θεία γραφὴ ὅτι Κατέπαυσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων ὧν ἤρ ξατο ποιεῖν; Κατέπαυσε τὴν ποίησιν, τουτέστι τοῦ ποιεῖν τὰ μὴ ὄντα· τὰ δὲ δέρματα, ἃ νῦν ποιεῖ, οὐ νῦν ἄρχεται ποιεῖν, ἀλλ' ἐν τῇ ποιήσει τῶν ζώων καὶ τὰ δέρματα αὐτῶν ἐγίνοντο πάλαι. Κατὰ ταῦτα δὲ καὶ τὸ Ἔπλασεν ἔτι κύριος ὁ θεὸς ἀπὸ τῆς γῆς πάντα τὰ κτήνη καὶ τὰ θηρία τῆς γῆς, καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδάμ, καὶ τὰ ἑξῆς· τὸ γὰρ ἔτι τὴν δευτέραν σημαίνει τούτων γένεσιν. Ἐρώτησις ν. Ἐπειδὴ πάλαι μὲν οἱ παῖδες, νῦν δὲ ἡμεῖς ὑμνοῦντες τῇ ὠσαννὰ φωνῇ καὶ τῇ τοῦ ἀλληλούϊα κεχρήμεθα, τίς ἐστιν ἡ τούτων ἑρμηνεία; Ἀπόκρισις. Ἑρμηνεία ἐστὶ τοῦ μὲν ἀλληλούϊα τὸ ὑμνήσατε μετὰ μέ λους τὸ ὄν, τοῦ δὲ ὠσαννὰ μεγαλωσύνη ὑπερκειμένη.
PG 6:1294Ἐρώτησις να. Eἰ ἄτρεπτον τὸ θεῖον, πῶς βλασφημούμενον καὶ εὐφη μούμενον τὰς ἀμοιβὰς ἀμφοτέροις τῆς ἑκατέρων πράξεως πολλάκις ἀξίας ἀπέδωκεν; Ἀπόκρισις. Μένων ὁ θεὸς ἐν τῇ οἰκείᾳ αἰσθήσει τε καὶ δικαιοσύνῃ ἀτρέπτως ἑκάστῳ τὰ κατ' ἀξίαν ἀποδίδωσιν· οὐ μὴν κατὰ παρατροπὴν τοῦτο ποιεῖ εὑρών, ἀλλ' ἀεὶ ἐσχηκὼς ἔχει τὸ ἐν τούτοις ἄτρεπτον· καὶ ἔχων ἐν ἴσῃ τάξει ἔχει περί τε βλασφή μους καὶ τοὺς ὑπὸ ἀναισθησίας κατεχομένους ἢ ἀδικίας, ἅπερ ἐστὶ τὰ ἀλλότρια. Ἐρώτησις νβ. Eἰ εὐσεβεῖ ζήλῳ κινούμενος ὁ Σαοὺλ τὰς ἐγγαστριμύ θους ἀνεῖλε, διὰ τί συνηλάθη ὥστε παρὰ ἐγγαστριμύθου ζη τῆσαι πρόῤῥησιν; Καὶ εἰ τῷ ὄντι ἐκείνη τὸν Σαμουὴλ ἀνήγαγεν, ἐπειδὴ τοῦτό φησιν ἡ γραφή; Καὶ ὅτι ἀληθεύει μὲν αὕτη, τὸ δὲ πρᾶγμα ἀσεβὲς δῆλον. Ἀπόκρισις. Ὁ ζήλῳ θείῳ ποιῶν τι οὗτος οὐ θεομαχεῖ. Ὑπόνοιαν δὲ ὁ Σαοὺλ ἐσχηκὼς εἰς τὸν Δαυΐδ, ὡς εἰς αὐτὸν μετέθηκεν ὁ θεὸς τὴν αὐτοῦ βασιλείαν, παντελῶς ἐμηχανᾶτο ἀναιρεῖν τὸν Δαυΐδ, ἵνα εἰς ἔργον μὴ ἐκβῇ ἐπ' αὐτὸν ἡ θεία ψῆφος. Ἀνεῖλε δὲ τὰς ἐγγαστριμύθους, τούτῳ προσδοκήσας διαλλάξαι τὸν θεόν, ὥστε ἀναστρέψαι τὴν ἀποδοκιμάσασαν αὐτὸν τῆς βασι λείας οἰκείαν ψῆφον, οὐ τὴν ἀσέβειαν τῶν ἐγγαστριμύθων μι σῶν, ἀλλὰ τὴν βασιλείαν φιλῶν· καὶ ἐπειδὴ οὐ προσεδέξατο ὁ θεὸς τὸν σκοπὸν αὐτοῦ, διὰ τοῦτο αὐτὸν ἐγκατέλιπεν ἐπι δεηθῆναι ὧν οὐκ ἀγαθῷ σκοπῷ ἐποιήσατο τὴν ἀναίρεσιν. Τὰ δὲ ἄλλα πάντα ὑπὸ τῆς ἐγγαστριμύθου γεγονότα κατὰ τὴν ἐνέρ γειαν τοῦ δαίμονος τοῦ τὰς ὄψεις φαντάσαντος τῶν ὁρώντων τὸν οὐκ ὄντα Σαμουήλ. Ἡ δὲ ἀλήθεια τῶν ·ημάτων γέγονεν ἐκ τοῦ θεοῦ τοῦ δεδωκότος τῷ δαίμονι ἐν σχήματι τοῦ Σαμουὴλ ὀφθῆναι τῇ ἐγγαστριμύθῳ καὶ δεῖξαι τοῦ μέλλοντος τὴν δή λωσιν. Καὶ ἐπειδὴ τοῦ Σαμουὴλ οὐκ ἤκουσεν ὁ Σαοὺλ τοῦ εἰρηκότος αὐτῷ τῆς βασιλείας τὴν ἀφαίρεσιν, ἀλλὰ καὶ μετὰ τὴν θείαν ψῆφον ἀποδοκιμάσασαν αὐτὸν τῆς βασιλείας ἔτι ἀντεποιεῖτο τῆς βασιλείας, διὰ τοῦτο ἀνάξιον αὐτὸν ἔκρινεν ὁ θεὸς τοῦ διὰ τῶν ἀνακειμένων αὐτῷ προμηνῦσαι αὐτῷ τὰ ἐσόμενα, καθάπερ πεποίηκε καὶ ἐπὶ τὸν Ἀχαὰβ βασιλέα τοῦ Ἰσραήλ, τὸν ἀπιστήσαντα τοῖς τῆς ἀληθείας προφήταις καὶ πιστεύσαντα τοῖς ψευδοπροφήταις, δι' ἣν αἰτίαν ἔπεμψεν αὐτῷ πνεῦμα ψευδές, καθώς φησιν ἡ βίβλος τῶν Βασιλειῶν, καὶ πιστεύσας ὁ Ἀχαὰβ καὶ πλανηθεὶς ἀπῆλθεν εἰς τὴν Ρεμμὰθ καὶ ζῶν οὐκ ἀνέκαμψεν. Ἐρώτησις νγ. Eἰ ἄρσεν καὶ θῆλυ ἕνεκεν τῆς παιδοποιΐας ἐκτίσθη, τῆς ἀναστάσεως γινομένης ἆρα ἀνίστανται οἱ ἄνθρωποι τὴν τῶν παιδοποιῶν μορίων διαφορὰν ἔχοντες; Καὶ εἰ τοῦτο, πῶς οὐκ ἔστι περιττὸν τὸ μέλη ἐπάγεσθαι ἄπρακτα;
PG 6:1296Ἀπόκρισις. Eἰ καὶ πρὸς παιδοποιΐαν οὐκ ἔστι χρήσιμα τὰ γεννητικὰ μόρια μετὰ τὴν ἀνάστασιν, ἀλλὰ πρὸς ἀνάμνησιν τοῦ διὰ τῶν τοιούτων μορίων εἰληφέναι τοὺς ἀνθρώπους τὴν γένεσίν τε καὶ τὴν αὔξησιν καὶ τὴν διαμονήν ἐστι χρήσιμα· εἰσαγόμεθα γὰρ δι' αὐτῶν εἰς ἔννοιαν τῆς τηλικαύτης Χριστοῦ σοφίας τῆς ταῦτα κτισάσης, καὶ τῆς ἀνθρωπότητος διὰ τοῦ θανάτου αὐξανομένης, φυλακῆς τε τοῦ γένους ἡμῶν ἐν ἀθανασίᾳ τῇ διαδοχῇ τῶν τικτομένων. Ἐρώτησις νδ. Eἰ διὰ τὴν παράβασιν τὴν μέλλουσαν ταύτην ἐπάγεσθαι τῷ λαῷ τιμωρίαν ὁ Μωϋσῆς προεφήτευσε, διὰ τί μετ' ᾠδῆς αὐτὰ ἔλεγε, χαύνωσιν μᾶλλον ἤπερ ὠφέλειαν εἰδότων τῶν ­σμάτων τοῖς ἀνθρώποις ἐνεργάζεσθαι; Ἀπόκρισις. Κατὰ τὰ ἐν ταῖς ᾠδαῖς ἐμφερόμενα διηγήματα ἁρμοδίως οἱ ·υθμοὶ τῶν μελῶν ἐγίνοντο, ἄγοντες τὰς ψυχὰς εἰς τὴν πρέ πουσαν τοῖς ­δομένοις αἵρεσιν. Ἢ γὰρ γοερῶς τὰ δεινὰ τοῦ λαοῦ ἁμαρτήματα καὶ τὰς ἐπενεχθείσας αὐτοῖς πικρὰς τιμωρίας καταλέγουσιν, ἢ γανυρῶς τὰς φιλόφρονας τοῦ θεοῦ παρηγορίας καὶ τὴν ἐναργῶς δι' αὐτοῦ μετανοοῦντι τῷ λαῷ ἐπιφανεῖσαν ἀπαλλαγὴν μελῳδοῦσιν. Ἐρώτησις νε. Eἰ ἡ ἰατρικὴ τέχνη συμφέρει λίαν τοῖς ἀνθρώποις, πῶς διὰ τῶν ἐναντίων ἡ τοῦ τοιούτου ἀγαθοῦ γεγένηται εὕρεσις; Ἀπόκρισις. Πολλὰ μὲν εὕρηται καὶ ὑπὸ τῶν εὐσεβῶν ἰαματικὰ τῶν σωματικῶν νοσημάτων, καὶ ὑπὸ Σολομῶνος τοῦ βασιλέως μέν, οὐδεὶς δὲ τῶν ἔξωθεν τῆς εὐσεβείας εἶχε τὴν κατάληψιν ἰα τρικὴν τῶν ψυχῶν. Ἐρώτησις ν . Eἰ τὰ τελευτῶντα βρέφη ἔπαινον ἢ μέμψιν οὐκ ἔχουσιν ἐξ ἔργων, τίς ἡ διαφορὰ ἐν τῇ ἀναστάσει τῶν ὑπὸ ἄλλων μὲν βαπτισθέντων καὶ μηδὲν πραξάντων, καὶ τῶν μὴ βαπτισθέν των καὶ ὁμοίως μηδὲν πραξάντων; Ἀπόκρισις. Αὕτη ἐστὶν ἡ διαφορὰ τῶν βαπτισθέντων πρὸς τὰ μὴ βαπτισθέντα, τοῦ τυχεῖν μὲν τὰ βαπτισθέντα τῶν διὰ τοῦ βαπτίσματος ἀγαθῶν, τὰ δὲ μὴ βαπτισθέντα μὴ τυχεῖν· ἀξιοῦνται δὲ τῶν διὰ τοῦ βαπτίσματος ἀγαθῶν τῇ πίστει τῶν προσφερόντων αὐτὰ τῷ βαπτίσματι. Ἐρώτησις νζ. Eἰ δύο ἡμῖν ὁ Μωϋσῆς οὐρανῶν ἐξέθετο τὴν γένεσιν, πῶς πλειόνων διδάσκει ἡμᾶς ἡ γραφὴ ὕπαρξιν, ποτὲ μὲν λέ γουσα· Oἱ οὐρανοὶ τῶν οὐρανῶν, ποτὲ δέ. Ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί, καί· Θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους, καί· Ἡρπάγη ἕως τρίτου οὐρανοῦ· καὶ οὐκ εἶπεν· Ἕως τοῦ τρίτου μέρους τοῦ οὐρανοῦ, ἀλλ' ἀπολύτως· Ἕως τρίτου οὐ ρανοῦ; Καὶ πολλὰ δὲ τούτοις εὑρήσεις ἐν τῇ γραφῇ παραπλή
PG 6:1299σια. Πῶς οὖν οὐ τἀναντία ἑαυτοῖς λέγουσι, κατ' ἀμφότερα δ' ὅμως ἀληθεύουσιν; Ἀπόκρισις. Ὁ Μωϋσῆς μὲν εἶπεν αὐτὸς οὐρανούς, ἀριθμῷ δὲ οὐ δέ δωκεν οὔτε ἕνα οὔτε δύο οὔτε πλείονας. Ἔμελλε δὲ ἡ θεία γραφὴ τὰ διαστήματα ἐν τῷ ἀέρι ὑπερκείμενα οὐρανοὺς ὀνο μάζειν, ὡς Τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ Ἄρτος ἐξ οὐρα νοῦ, καὶ Τὰ ἄστρα τοῦ οὐρανοῦ. Ἐκ τῆς ἀκολουθίας οὖν τῶν κειμένων φωνῶν νοοῦμεν οὐρανοὺς κατ' οὐσίαν μὲν δύο, κατὰ διαστήματα δὲ πλείονας· οὕτω δὲ νοουμένων τῶν οὐρα νῶν, οὐδεμία ἐναντίωσις ἐν τοῖς λόγοις ὑποληφθήσεται. Ἐρώτησις νη. Eἰ τὸ προσάπτειν τῷ Χριστῷ ἄγνοιάν ἐστιν ἀσεβές, δῆλον ὅτι πάντων ἔχει τελείαν τὴν πρόγνωσιν. Πῶς οὖν οὐκ ἔστιν αἴτιος τῆς τοῦ Ἰούδα προδοσίας καὶ τῆς τοῦ Πέτρου ἐνωμότου ἀρνήσεως, ὁ ταῦτα μὲν προγνούς, μὴ κωλύσας δέ; Καὶ περὶ τῆς τοῦ διαβόλου καὶ τοῦ πρωτοπλάστου ἀπὸ τοῦ θεοῦ ἐκ πτώσεως ὁ αὐτὸς λόγος ἁρμόσειεν. Ἀπόκρισις. Eἰ ἔδει τὸν Χριστὸν δι' ἑνὸς τῶν αὑτοῦ μαθητῶν παρα δοθῆναι, ἵνα ἡ γραφὴ πληρωθῇ, δῆλον ὅτι αἴτιός ἐστιν Χρι στὸς τῆς ἐκπληρώσεως τῆς γραφῆς καὶ οὐ τῆς προδοσίας τοῦ Ἰούδα· ταύτης γὰρ αὐτὸς ὁ Ἰούδας ἦν αἴτιος, ἣν μέλλουσαν ὁ θεὸς προειδὼς προεῖπε διὰ τῆς γραφῆς. Καὶ οὐκ ἔστιν ἡ πρόγνωσις αἰτία τοῦ μέλλοντος ἔσεσθαι, ἀλλὰ τὸ μέλλον ἔσε σθαι αἴτιον τῆς προγνώσεως· οὐ γὰρ τῇ προγνώσει ἕπεται τὸ μέλλον, ἀλλὰ τῷ μέλλοντι ἡ πρόγνωσις, καὶ οὐδαμῶς ὁ προ γινώσκων αἴτιός ἐστι τοῦ μέλλοντος ἔσεσθαι. Ὥστε οὐχὶ ὁ Χριστὸς αἴτιός ἐστι τῆς προδοσίας, ἀλλ' ἡ προδοσία αἰτία τῆς τοῦ κυρίου προγνώσεως. Καὶ ἐπὶ τοῦ διαβόλου καὶ τοῦ πρω τοπλάστου ὁ αὐτὸς λόγος. Ἐρώτησις νθ. Eἰ ἐν τῇ νυκτὶ ὁ ἥλιος ἀποκρύπτεται, πῶς οὐ σφαῖρα ὁ οὐρανὸς ἀποδείκνυται; Ὁ γὰρ ἀπὸ φιλοσόφων θεῖος ἀνὴρ εἶπε τὸν ἥλιον τῇ ἡμετέρᾳ ὄψει ἀποκρύπτεσθαι, οὐ σώματι. Oὗ τος ὁ οὐρανὸς ἐπίκειται τῇ γῇ· καὶ ὁ μὲν διὰ τὸ κοῦφον ἀνω φερής, ἡ δὲ διὰ τὸ βαρύ ἐστι κατωφερής· διὸ διὰ τὴν ἀνθολ κὴν ὑπὸ ἀλλήλων συνέχονται. Eἰ δὲ τοῦτο ἀληθές, ὅλου τοῦ οὐρανίου κύκλου εἰς τὴν τοῦ παντὸς καταύγασιν λειτουργοῦν τος πρὸς τὸ ὑπάρχειν τοὺς φωστῆρας καὶ φαίνειν ἀεί, πῶς οὖν ἀποκρύπτονται; Ἀπόκρισις. Eἰ ὁμολογουμένως πολλά ἐστιν ἕτερα τὰ ἐν τῷ αὐτῷ καὶ ἴσῳ ἐπιπέδῳ ὄντα καὶ διὰ τὸ μῆκος τοῦ διαστήματος κεκρυμ μένα ὄντα τῆς ὄψεως, οἷον τὰ πλοῖα τὰ ἐν τῇ θαλάσσῃ ὑπὸ ἀλλήλων μὴ ὁρώμενα, τοῦ πλάτους τῇ τῶν ὑδάτων ἐπιφανείᾳ περιορίζοντος τὴν ὄψιν περαιτέρω μὴ ἀποτείνεσθαι τοῦ ὁρί ζοντος, τί θαυμαστὸν εἰ καὶ ἐπὶ τῶν φωστήρων γίνεται ἡ ἐπί κρυψις διὰ τὴν αὐτὴν αἰτίαν; Ἠι δὲ διὰ τὴν ἀνθολκὴν οὐρα
PG 6:1301νοῦ καὶ γῆς ἵστασθαι τὸν οὐρανὸν καὶ τὴν γῆν, ἐπὶ μὲν τοῦ πρώτου οὐρανοῦ καὶ τῆς γῆς ἐστι τοῦτο εἰκάσαι διὰ τὸ ἅμα γεγενῆσθαι αὐτά, ἐπὶ δὲ τοῦ στερεώματος καὶ τῆς γῆς οὐκέτι δυνατὸν τοῦτο νοηθῆναι· ἵστατο γὰρ ἡ γῆ πρὸ τοῦ στερεώμα τος, τὴν ἅπασαν βαστάζουσα ὑγρὰν οὐσίαν χωρὶς ἀνθολκῆς τοῦ στερεώματος· ὕστερον γὰρ τῆς γῆς γέγονε τὸ στερέωμα. Ἐρώτησις ξ. Eἰ ἡ διαφορὰ κατὰ τὰς μορφὰς χρήσιμος ἡμῖν ὑπάρχει ἐνταῦθα διὰ τὰς τοῦ σώματος χρείας καὶ τὰ ἐπιτηδεύματα καὶ τὰ συναλλάγματα, ἀνενδεοῦς ἐν τῇ ἀναστάσει ἀνισταμένου τοῦ σώματος, εἰ μὲν τῇ αὐτῇ τῶν μορφῶν διαφορᾷ ἀνιστάμεθα, πῶς οὐκ ἄχρηστος αὕτη; Eἰ δὲ ἐν ὁμοιώματι τῷ αὐτῷ, τίς ἡ τούτου ἀπόδειξις; Πῶς δὲ καὶ ἡ τοῦ Λαζάρου καὶ τοῦ πλου σίου παραβολὴ τῶν μορφῶν οὐ δείκνυσι τὸ διάφορον; Πάν τως γὰρ ἐκ ταύτης δῆλον. Eἰ δὲ λέγοιέν τινες ὡς γνῶσίς τις ἐδόθη αὐτῷ πρὸς τὴν τοῦ Λαζάρου καὶ τοῦ Ἀβραὰμ ἐπίγνω σιν, πόθεν τοῦτο παραστήσουσι καὶ ἐπὶ τοῦ κυρίου, ἡνίκα σώματα τῶν ἁγίων τῶν κεκοιμημένων ἀνέστη καὶ ἐνεφανίσθη σαν πολλοῖς; Πάντως τῇ ἰδίᾳ μορφῇ τοῖς γνωρίμοις ἕκαστος εὐεπίγνωστος γέγονεν. Ἀπόκρισις. Πολλαὶ μέν εἰσιν αἱ αἰτίαι δι' ἃς χρὴ τοὺς ἀνισταμένους ἐν τῇ οἰκείᾳ ἀνίστασθαι μορφῇ. Πρῶτον μὲν πρὸς τὴν ἔν δειξιν τῆς μεγάλης τε καὶ θείας γνώσεως τοῦ θεοῦ, τοῦ δύ νασθαι ἐν τοσούτῳ ἀναριθμήτῳ πλήθει τῶν ἀνισταμένων ἑκά στῳ ἀποσωθῆναι τὴν οἰκείαν μορφήν. Ἔπειτα δὲ ἵνα μὴ νο μισθῇ δημιουργῶν καινοὺς ἀνθρώπους καὶ μὴ τοὺς τεθνηκότας ἀνιστῶν, διὰ τοῦτο ἕκαστον τῶν ἀνισταμένων τὴν οἰκείαν ἔχειν μορφήν. Ἀγνοουμένων γὰρ τῶν μορφῶν τοῦ τε ἀδικήσαντος καὶ τοῦ ἀδικηθέντος ἀπόλλυται τῆς κρίσεως τὸ δίκαιον. Ἔτι δὲ εἰ λυθεισῶν τῶν χρειῶν, δι' ἃς ἀναγκαία γέγονε τῶν μορ φῶν ἡ διαφορά, περιττὴ καὶ ἄχρηστος εὑρίσκεται αὕτη, πε ριττὴ καὶ ἄχρηστός ἐστι καὶ τῶν ὀνομασιῶν ἡ διαφορά. Πῶς οὖν ὁ πλούσιος τὸν Ἀβραὰμ καὶ τὸν Λάζαρον ἐξ ὀνόματος καλεῖ, ἐκ τῆς κατὰ τὴν ὀνομασίαν διαφορᾶς μὴ γνωριζομένων τῶν προσώπων; Τὸ δὲ κατὰ τὸν Λάζαρον καὶ τὸν πλούσιον διήγημα οὔτε παραβολή ἐστιν οὔτε ἱστορία· εἴγε ἡ μὲν παρα βολή ἐστι λόγος ὁμοιότητα περιέχων τοῦ γεγονότος πράγματος πρὸς τὸ ἐσόμενον, ἱστορία δὲ λόγος διήγησιν περιέχων τοῦ ἤδη γεγονότος πράγματος· οὔτε γὰρ πρὸ τῆς ἀναστάσεως τῶν ἑκά στῳ βεβιωμένων ἡ ἀνταπόδοσις γίνεται, οὔτε μετὰ τὴν ἀνά στασιν ἀληθὲς τὸ Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας, ἀκου σάτωσαν αὐτῶν. Ἔστι δὲ τὸ περὶ τοῦ Λαζάρου καὶ τοῦ πλου σίου διήγημα ὑποτύπωσις λόγου διδασκαλίαν ἔχοντος τοῦ μὴ δύνασθαι μετὰ τὴν ἐκ τοῦ σώματος ἔξοδον τῆς ψυχῆς κατὰ πρόνοιάν τινα ἢ σπουδὴν ὠφελείας τινὸς τυχεῖν τοὺς ἀν θρώπους. Ἐρώτησις ξα. Eἰ μόνος ἀθάνατός ἐστιν ὁ θεὸς κατὰ τὸν ἀπόστολον,
PG 6:1303πῶς ἀληθὲς κατ' αὐτὸν τὸ Πάντες μὲν οὐ κοιμηθησόμεθα; Ἀπόκρισις. Μόνος ἔχων τὴν ἀθανασίαν λέγεται ὁ θεός, ὅτι οὐκ ἐκ θελήματος ἄλλου ταύτην ἔχει, καθάπερ οἱ λοιποὶ πάντες ἀθά νατοι, ἀλλ' ἐκ τῆς οἰκείας οὐσίας. Ἐρώτησις ξβ. Eἰ τῇ τετάρτῃ ἡμέρᾳ τῶν φωστήρων ἡ ποίησις γέγονεν, ἐξ αὐτῶν δὲ τῶν ἡμερῶν ὁ ἀριθμὸς συνίσταται, πῶς αἱ πρὸ τῆς παραγωγῆς τῶν φωστήρων τρεῖς ἡμέραι ἀμφίβολον τὸν μετὰ τὴν παραγωγὴν τῶν φωστήρων ἀριθμὸν τῶν ἡμερῶν οὐ δεικνύουσιν; Ἀπόκρισις. Ἐκ τῆς παραγωγῆς τοῦ φωτὸς ὁ διαχωρισμὸς γέγονε φω τὸς καὶ σκότους, καὶ ἐκ τοῦ διαχωρισμοῦ φωτὸς καὶ σκότους ἡ ἡμέρα ὑπέστη καὶ ἡ νύξ. Πρὸ δὲ τῆς τῶν φωστήρων ποιή σεως ἡ κατὰ τὸν ὅρον τοῦ θεοῦ ἐπικράτεια φωτὸς ἐποίει τὴν ἡμέραν καὶ ἡ ἐπικράτεια τοῦ σκότους τὸ σκότος ἤτοι τὴν νύκτα. Γενομένων δὲ τῶν φωστήρων ἐτάχθησαν ἐξουσιάζειν, ὁ μὲν τοῦ φωτὸς καὶ τῆς ἡμέρας, ἡ δὲ τοῦ σκότους καὶ τῆς νυκτός. Ὁ γὰρ δημιουργὸς τὸ φῶς μετὰ τῆς ὡρισμένης αὐτοῦ ἐπικρα τείας τῷ μείζονι τῶν φωστήρων ἐκληρώσατο, καὶ τοιαύτας ἡμέρας ἃς ποιεῖ νῦν τὸ φῶς μετὰ τοῦ φωστῆρος τοιαύτας ἐποίει καὶ πρὸ τῆς ποιήσεως τῶν φωστήρων, κατὰ τὸν ὅρον τοῦ θεοῦ τοῦ τὴν ἐπικράτειαν αὐτοῦ ὁρίσαντος δωδεκάωρον· ἐκεῖνος ὁ ὅρος ἐπείγει τὸν ἥλιον πρὸς τὴν ἐξ ἀρχῆς ἔμμετρον δωδεκάωρον κίνησιν. Ἐρώτησις ξγ. Ἐπειδὴ διαφόρως τινὲς ἡρμήνευσαν καὶ ἀσαφῶς τὸ Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, τὴν σαφήνειαν αὐτοῦ δί δαξον. Ἀπόκρισις. Εἴπομεν ἐν τοῖς ἀνωτέρω ὅτι οὐρανοὺς οἶδεν ἡ θεία γραφὴ καλεῖν ἢ τοὺς κατ' οὐσίαν, ὡς τὸν πρῶτον οὐρανὸν καὶ τὸ στερέωμα, ἢ τὰ κατὰ τὸν ἀέρα διαστήματα. Τὸ οὖν Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, ἵνα εἴπῃ· Τοὺς οὐρανοὺς ἔθετο σκήνωμα τοῦ ἡλίου. Ἡ γὰρ ἐκ τῆς τῶν Ἑβραίων γλώττης εἰς τὴν τῶν Σύρων γλῶτταν μεταγωγὴ τῆς λέξεως οὕτως γεγένη ται· Ἐν αὐτοῖς ἔθετο τοῦ ἡλίου τὸ σκήνωμα. Δηλοῖ δὲ δι' ἑτέρου ψαλμοῦ ὁ προφήτης Δαυῒδ αὐτὸ τοῦτο, καί φησιν· Ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέριν (ἡ γὰρ ἔκτασις τῶν δέρεων τὴν σκηνὴν ἀποτελεῖ), τῇ ποικιλίᾳ οὖν τῶν οὐσιῶν καὶ τῇ διαφορᾷ τῶν χρειῶν δεικνύων αὐτοὺς εἶναι γενητούς· ἡ γὰρ ἀγένητος φύσις πρὸς τὴν ἀγένητον φύσιν κατὰ φύσιν οὐκ ἔχει διαφοράν, τὸ δὲ καὶ χρείας ἕνεκα τοιόνδε ἢ τοιόνδε ἀλλό τριόν ἐστι τῆς ἀγενήτου φύσεως. Ἐρώτησις ξδ. Eἰ ὥσπερ ὁ Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τὸ τριήμερον οὕτως καὶ ὁ Χριστὸς ἐν τῇ καρδίᾳ τῆς γῆς, πῶς οὐ δοκήσει τοῦ κυρίου ὁ θάνατος γέγονεν; Ἰωνᾶς γὰρ μὴ θανὼν ἐνομίσθη
PG 6:1305τεθνάναι. Eἰ δὲ κατ' ἀλήθειαν ὁ κύριος τοῦ θανάτου ἐγεύ σατο, πῶς τὸ κατὰ τὸν Ἰωνᾶν ὑπόδειγμα οὐ διέψευσται; Ἀπόκρισις. Oὐ θανάτῳ τὸν θάνατον συμπαρέβαλεν, ἀλλὰ τὴν τριή μερον ἐν τῷ τάφῳ παραμονὴν τοῦ σωτῆρος τῇ τριημέρῳ ἐν τῷ κήτει παραμονῇ τοῦ Ἰωνᾶ. Ἄλλως τε εἰ κατὰ τὰ ὅμοια ἦν τὰ κατὰ τὸν Ἰωνᾶν τοῖς κατὰ τὸν σωτῆρα, οὐκέτι ἠδύνατο ἐκεῖνα τούτων εἶναι τύπος ἢ εἰκών. Χρὴ οὖν τὴν ἀλήθειαν πλέον τι τοῦ τύπου ἔχειν, κατὰ τὸ εἰρημένον· Πλέον Ἰωνᾶ ὧδε. Ὑπόδειγμα δὲ ἀψευδὲς νοεῖται τὸ κατὰ τὸν Ἰωνᾶν τοῦ κατὰ τὸν σωτῆρα τοῦτον τὸν τρόπον, ὅτι, ὥσπερ ὁ Ἰωνᾶς σημεῖον πίστεως εἶχε τοῦ παρὰ τοῦ θεοῦ ἀποσταλῆναι αὐτὸν κήρυκα τῆς καταστροφῆς τῶν Νινευϊτῶν τὴν τριήμερον ἐκ τοῦ κήτους ἀναγωγήν, οὕτως καὶ ὁ σωτὴρ σημεῖον πίστεως εἶχε τοῦ παρὰ τοῦ θεοῦ ἀποσταλῆναι αὐτὸν κήρυκα τῆς βασιλείας τῶν οὐρα νῶν τὴν τριήμερον ἐκ τοῦ τάφου ἀνάστασιν. Ἐρώτησις ξε. Ἐπειδή τινες τὴν τοῦ κυρίου παράδοσιν τῇ τετράδι λέ γουσι γεγονέναι, ἐκ τῆς ποσότητος τοῦτο τῶν τότε πραχθέν των στοχαζόμενοι, τίς ἡ ἀπόδειξις τῆς ἡμέρας ἐν ᾗ ἡ παρά δοσις γέγονεν; Ἀπόκρισις. Ἀπόδειξις τοῦ μὴ τῇ τετράδι ἀλλὰ τῇ πέμπτῃ παραδε δόσθαι τὸν Χριστὸν αὕτη ἐστίν. Ἐν τῇ νυκτὶ ᾗ παρεδόθη, ἐν ταύτῃ ὑπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων ἐκρίθη καὶ κατε κρίθη· τῷ πρωῒ δὲ ἐχομένῳ τῆς νυκτὸς ταύτης παρέδωκαν αὐτὸν τῷ Πιλάτῳ· ἐν ᾗ δὲ ἡμέρᾳ παρέλαβεν αὐτὸν ὁ Πιλάτος, ἐν ταύτῃ αὐτὸν καὶ ἐσταύρωσε· παραλαβὼν δὲ αὐτὸν τῷ πρωῒ τῆς παρασκευῆς, τῇ ἕκτῃ ὥρᾳ τῆς αὐτῆς παρασκευῆς ἐσταύ ρωσεν. Oὐ χρὴ οὖν ταῖς γραφικῶς ὡρισμέναις ὥραις προστι θέναι κατὰ στοχασμὸν τὸ ἀσύστατον. Φησὶ γὰρ Ματθαῖος ὁ εὐαγγελιστὴς οὕτως· Πρωΐας δὲ γενομένης συμβούλιον ἔλα βον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ, ὅπως θανατώσωσιν αὐτόν· καὶ δήσαντες αὐτὸν ἀπή γαγον καὶ παρέδωκαν αὐτὸν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι. Ὡσαύτως δὲ καὶ Ἰωάννης ὁ εὐαγγελιστής φησιν· Ἄγουσι τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐ. Καὶ πάλιν· Ὁ Πιλάτος οὖν ἀκούσας τούτων τῶν λόγων ἤγα γεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, ἑβραϊστὶ δὲ Γαββαθᾶ· ἦν δὲ παρα σκευὴ τοῦ πάσχα, ὥρα δὲ ὡσεὶ ἕκτη. Eἰ τοίνυν τῇ νυκτὶ μὲν παρεδόθη καὶ ἐκρίθη ὑπὸ τῶν ἀρχιερέων καὶ κατεκρίθη, τῷ πρωῒ δὲ παρεδόθη τῷ Πιλάτῳ καὶ τῇ ἕκτῃ ὥρᾳ τῆς παρα σκευῆς ἐσταυρώθη, δῆλον ὅτι τῇ πέμπτῃ ἡ παράδοσις γε γένηται. Ἐρώτησις ξ . Ἐπειδὴ συνεχῶς ὁ κύριος υἱὸν τοῦ ἀνθρώπου καὶ οὐχὶ τῆς ἀνθρώπου ἑαυτὸν ὀνομάζει, καὶ διὰ τοῦτο πειρῶνται οἱ ἄπι στοι δεικνύναι ὡς ἐκ γαμικῆς συναφείας ὁ δεσποτικὸς γέγονε
PG 6:1307τόκος· τὸ γὰρ τοῦ ἀνθρώπου, φασίν, οὐ θηλείας ἐστὶν ἀλλὰ ἄῤῥενος τὸ ὄνομα· τίσιν οὖν λόγοις χρησάμενοι τὴν τοιαύτην λοιδορίαν μάτην λεγομένην ἐλέγξομεν; Ἀπόκρισις. Eἰ ἐκ γαμικῆς συναφείας ὁ δεσποτικὸς τόκος ἐγένετο, οὐκ ἂν εἶπεν ἡ γραφὴ τὸ Ὡς ἐνομίζετο υἱὸς τοῦ Ἰωσήφ. Τὸ γὰρ Ὡς ἐνομίζετο ἐπὶ τῶν ἐκ γαμικῆς συναφείας τικτομένων ·η θῆναι χώραν οὐκ ἔχει. Τὸ δὲ διὰ μιᾶς ἀσαφοῦς τε καὶ ἐλλι ποῦς φωνῆς πάσας τὰς φωνὰς ἐκείνας τὰς προδήλως καταγγελ λούσας τὸν Χριστὸν ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρ θένου γεγεννημένον ἀνατρέπειν τῶν ἀτοπωτάτων ἐστί. Πρὸς ἀναίρεσιν δὲ τῆς ματαίας αὐτῶν ἐπιχειρήσεως κεχρήμεθα λό γοις τοιούτοις. Eἰ διὰ τὸ μὴ εἰπεῖν ἑαυτὸν τὸν Χριστὸν υἱὸν τῆς ἀνθρώπου οὐκ ἔστι διὰ τοῦτο υἱὸς τῆς ἀνθρώπου δηλονότι, ἄρα καὶ διὰ τὸ μὴ εἰπεῖν ἑαυτὸν υἱόν τινος ἀνθρώπου οὐκ ἔστιν υἱός τινος ἀνθρώπου. Eἰ δὲ μή τινος ἀνθρώπου ἐστὶν ὁ Χριστὸς υἱός, ἐξ ἀνάγκης οὐδὲ ἀνθρώπου ἐστὶν υἱός. Ἔτι δὲ εἰ καθώσπερ υἱὸς τοῦ Ἡλεὶ ἐχρηματίσθη ὁ Ἰωσὴφ κατὰ τὸν νόμον χωρὶς γαμικῆς συναφείας, τοῦ θεοῦ τούτῳ τῷ τρόπῳ βουληθέντος δοῦναι τὸν Ἰωσὴφ υἱὸν τῷ Ἡλεί, τί ἄτοπον τὸ οὕτως δοῦναι καὶ υἱὸν χωρὶς γαμικῆς συναφείας τῷ Ἰωσήφ; Τούτου γὰρ ἕνεκεν προῳκονόμησεν ἡ θεία χάρις τὴν παρθένον μνηστευθῆναι ἀνδρὶ δύο πατέρας ἐσχηκότι, ἕνα μὲν κατὰ φύσιν ἐκ γαμικῆς συναφείας, ἕτερον δὲ κατὰ τὸν νόμον χωρὶς γαμι κῆς συναφείας, ἐν τῇ ἐκείνου γεννήσει προζωγραφοῦσα τοῦ Χριστοῦ τὴν γέννησιν, τοῦ γεννηθέντος μὲν ἐκ πνεύματος ἁγίου υἱοῦ τῷ θεῷ, γεννηθέντος δὲ ἐκ τῆς γυναικὸς τοῦ Ἰωσὴφ υἱοῦ τῷ Ἰωσήφ. Πνεῦμα, φησίν, ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον τῷ κυρίῳ κληθήσεται υἱὸς θεοῦ. Ἀλλ' εἰ τὸ γεννώμενον ἐκ τῆς γυναικὸς τοῦ Ἡλεὶ υἱός ἐστι τοῦ Ἡλεὶ κατὰ τὸν νόμον τοῦ θεοῦ, πολὺ μᾶλλον ἐκ τῆς γυναικὸς τοῦ Ἰωσὴφ κατὰ τὴν θείαν εὐδοκίαν υἱός ἐστι τοῦ Ἰωσὴφ χωρὶς γαμικῆς συναφείας. Ἐρώτησις ξζ. Ἐπειδὴ ὁ Ἡσαΐας εἰς τὸν δεσπότην Χριστὸν προφητεύων φησί· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ἐπὶ δυσδιηγήτου ἄρα ἢ ἀδιηγήτου τῆς γενεᾶς, καὶ ἐπὶ τῆς θεότητος ἢ τῆς σαρκὸς ταύτην ἐκληπτέον τὴν λέξιν; Ἀπόκρισις. Ἡ μὲν κατὰ σάρκα γέννησις τοῦ Χριστοῦ γενεαλογεῖται, καὶ ὁ τρόπος ταύτης ἐν γραφικῇ διηγήσει καταγγέλλεται· ἐκ πνεύματος γὰρ ἁγίου καὶ τῆς παρθένου Μαρίας· ἡ δὲ κατὰ τὴν θεότητα αὐτοῦ γέννησίς ἐστιν ἀγενεαλόγητος, διὸ καὶ ἀδιή γητος. Ἐμφαίνει οὖν ἡ προφητικὴ ·ῆσις τὸ ἀδιήγητον, οὐ τὸ δυσδιήγητον τῆς γεννήσεως. Ἐρώτησις ξη. Eἰ μὴ τὸ αἷμα τοῦ ἀνθρώπου ἐστὶν ἡ ψυχὴ διὰ τὸ ἐκ χυθέντος ἐκείνου τὸ ζῶον ἀπόλλυσθαι, διὰ ποίων λόγων καὶ ὑποδειγμάτων δείκνυται ὅτι ἐστὶ ψυχὴ ἐν τῷ σώματι ἕτερόν
PG 6:1309τι κτίσει καὶ ἀόρατον; Ἀπόκρισις. Ἔχοντες τὰς φωνὰς τοῦ δημιουργοῦ τῆς κτίσεως τὰς δια στελλούσας ψυχὴν σώματος, ἀξιοπιστότερα τούτων ὑποδείγ ματα εἰς παράστασιν τῆς τοῦ ζητουμένου ἀληθείας οὐκ ὀφεί λουσιν ἀπαιτεῖν. Τὸ γὰρ δοῦναι τῷ διαβόλῳ κατὰ πάσης τῆς σωματικῆς τοῦ Ἰὼβ συστάσεως τὴν ἐξουσίαν τοῦ πατάξαι αὐτὴν ὡς βούλεται, καὶ κωλῦσαι αὐτὸν τοῦ ἅψασθαι αὐτοῦ τῆς ψυχῆς, δείκνυσι τὴν ἀσώματον ψυχὴν ἕτερόν τι παρὰ τὴν πε πληγμένην σάρκα αὐτοῦ. Ὡσαύτως δὲ καὶ τὸ Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι, τοῦτο δηλοῖ τὸ εἶναί τι τοῦ ἀναιρεθέντος ἀνθρώ που τὸ ἐν ἀθανασίᾳ διαμένον καὶ μετὰ τὸν τοῦ σώματος θά νατον. Ὥστε ἄτοπον λέγειν αἷμα τὸ ἐκχυθὲν καὶ φθαρὲν ψυ χήν. Πρόδηλον ἄρα ἐστὶν ὅτι ἡ ψυχὴ ἀόρατον τοῖς ἀνθρώποις κατὰ τὴν οἰκείαν φύσιν. Ἐρώτησις ξθ. Διὰ τί ὁ ἑπτὰ ἀριθμὸς ἐναλλαγὴν δέχεται; Καὶ γὰρ ἐν σαββάτῳ ὡς τὰ πολλὰ ὁ ἀὴρ μεταβάλλεται, καὶ ἡ τοῦ ἀνθρώ που κατὰ τὴν ἡλικίαν προκοπὴ ἐν τούτῳ τῷ ἀριθμῷ λαμβάνει ἐπίδοσιν, ὀδόντων μὲν φυομένων τῷ ἑβδόμῳ μηνί, τῷ δ' αὐτῷ ἔτει ἀλλασσομένων τούτων, διπλασιασθέντων δὲ πάλιν σπερ ματικὴν προσκτωμένων δύναμιν, καί, ἵνα συντόμως εἴπω, ὁ ἀριθμὸς τῶν ἑπτὰ τὴν αὔξησιν καὶ λῆξιν τῶν ἀνθρώπων ἐρ γάζεται, καὶ τῶν νοσημάτων ποιεῖται διάκρισιν, καὶ ἐν νόμῳ τῶν λοιπῶν ἀριθμῶν τὸ αἰδέσιμον κέκτηται. Ἀπόκρισις. Πρὸς τὴν δύναμιν τῆς φύσεως τῶν ἔργων τῆς φύσεως ἡ ἐκπλήρωσις γίνεται, καὶ οὐ πρὸς τὴν χρονικὴν παράστασιν ἑβδομάδι μηνῶν ἢ ἐνιαυτῶν ὡρισμένην. Διὸ τὰ ὀνομασθέντα ἔργα τῆς φύσεως ἐν τῇ ἐρωτήσει πολλάκις θᾶττον ἢ βραδύτε ρον τῶν ἑπτὰ ἀριθμῶν ἐπὶ τὴν οἰκείαν ἄγει ἡ φύσις τελειό τητα· ἅπερ οὐκ ἂν ἐγίνετο, εἰ ἡ φύσις τῇ ἑβδομάδι καὶ μὴ ἡ ἑβδομὰς τῇ φύσει ἠκολούθει. Οὐχ ἡ ἑβδομὰς οὖν ἐστιν αἰτία τῆς ἐκπληρώσεως τῶν ἔργων τῆς φύσεως, ἀλλὰ ἡ δύναμις τῆς φύσεως αἰτία τῆς ἑβδομάδος, καθ' ἣν οὖν λαμβάνει τῇ φύσει τὰ οἰκεῖα ἔργα ἐκτελέσαι. Ὡσαύτως δὲ καὶ περὶ τῶν ἄλλων ἀριθμῶν μηνῶν τε καὶ ἐνιαυτῶν, δι' ὧν ἐκπληροῦται τὸ ἔργον τῆς φύσεως ἐν τοῖς λοιποῖς ζώοις τε καὶ φυτοῖς, ἡ δύναμις τῆς φύσεώς ἐστιν αἰτία τοῦ ἴσου χρόνου, καὶ τοῦ πλείονος καὶ τοῦ ἐλάττονος. Αἰδεσιμώτερος δὲ ἐν τῇ θείᾳ γραφῇ ὁ ἑπτὰ ἀριθμὸς παρὰ τοὺς λοιποὺς ἀριθμούς, ὅτι ἐν αὐτῷ ὁ πᾶς χρόνος τῆς τε τοῦ κόσμου ποιήσεως καὶ τῆς τοῦ πεποιηκότος αὐτὸν καταπαύσεως· ἑξὰς μὲν τῆς ποιήσεως, μονὰς δὲ τῆς καταπαύσεως. Ἵνα οὖν φυλαχθῇ ἡ μνήμη τῆς τοῦ κόσμου ποιήσεως ἐν τοῖς ἀνθρώποις, διὰ τοῦτο τιμιώτερον τῶν ἄλ λων εὑρίσκειν ἔταξε τὸν ἑπτὰ ἀριθμὸν ἐν τῇ θείᾳ γραφῇ. Ἐρώτησις ο. Eἰ τὸ χαίρειν καὶ γαυριᾶν ἐπὶ τοῖς χαρίσμασιν ἀπηγόρευ
PG 6:1312ται ὡς ὑπερηφανείας ποιητικόν, ταπεινοφροσύνη δὲ καὶ ἐπιεί κεια τοῖς ταῦτα εἰληφόσιν ὑπὸ τῆς θείας γραφῆς παραδέδο ται, πῶς οὐκ ἀνωφελῆ αὐτοῖς τὰ δωρήματα, αἴσθησιν ἐπὶ τοῦ παρόντος ἐκείνοις τοῦ οἰκείου καλοῦ παρασχεῖν μὴ δυνάμενα; Ἀπόκρισις. Τὸ χαίρειν ἐπὶ τοῖς χαρίσμασι μετὰ τῆς ὑπερηφανείας ἀπαγορεύει ὡς ἀναιρετικὸν τοῦ χαίρειν καλῶς, τὸ χαίρειν δὲ ἐπὶ τοῖς χαρίσμασι μετὰ τῆς ἐπιεικείας οὐ μόνον οὐκ ἀπο τρέπει, ἀλλὰ τοὐναντίον ἐπὶ τὴν τοιαύτην χαρὰν καὶ ἐπιτρέπει ποτὲ μὲν λέγων ὁ σωτήρ· Χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς· ποτὲ δὲ ὁ ἀπόστολός φησιν· Ἀδελ φοί, χαίρετε ἐν κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε· τὸ ἐπιει κὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις· τῷ διπλασιασμῷ τοῦ χαίρετε τὴν ἐπίτασιν τῆς χαρᾶς ἐμφαίνων. Οὔτε οὖν ἡ χαρὰ ἀναιρεῖ τὴν ἐπιείκειαν, οὔτε ἡ ἐπιείκεια ἀναιρεῖ τὴν αἴσθησιν τῆς χαρᾶς, ἀλλὰ δι' ἑκατέρας ἑκατέρα φυλάττεται. Ἐρώτησις οα. Ἐπειδή τινες περὶ τῆς τοῦ κόσμου συστάσεως ἔφασαν στοχαζόμενοι ὡς ἑξακισχίλια μόνα ἔτη συστήσεται, εἰ ἀληθὲς τοῦτο δι' ὑποδειγμάτων ἐναργῶν δείκνυται, εἰ δὲ ἐκ τῆς θείας γραφῆς, καὶ εἰ ἄδηλον, μάθωμεν. Ἀπόκρισις. Ἔνεστι διὰ πολλῶν γραφικῶν φωνῶν τεκμήρασθαι ἀλη θεύειν τοὺς λέγοντας ἑξακισχίλια ἔτη εἶναι τὸν χρόνον τῆς παρούσης τοῦ κόσμου συστάσεως, ποτὲ μὲν λέγουσα· Ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ· ποτὲ δέ· Εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε· ποτὲ δέ· Ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου. Πᾶσαι δὲ αἱ τοιαῦται φωναὶ ἐν τῇ ἕκτῃ ἐῤῥήθησαν χιλιάδι. Ἐρώτησις οβ. Eἰ τότε ἄφθονος δείκνυται ἕκαστος, ὅτε ὅπερ ἐπίσταται ἢ καὶ δύναται καλὸν ποιεῖν τοῖς πλησίον χαρίζεται, πῶς οὐ φθονερὸς ὁ θεός, πάντας δυνάμενος ποιῆσαι θεοὺς καὶ μὴ ποιήσας, ἐπεὶ καλὸν ὁ θεός; Eἰ δὲ οὐ φθονερός, ἀλλ' ἀδύ νατος ὢν τοῦτο οὐκ ἐποίησε· δυοῖν γὰρ θάτερον λέγειν ἀνάγκη. Ἀπόκρισις. Οὐχ ὅμοιός ἐστιν ὁ θεὸς τοῖς χαριζομένοις τοῖς πλησίον ἃ δύνανται ποιεῖν ἢ ἐπίστανται καλά. Τὸ γὰρ πλησίον θεοῦ οὐ χρῄζει θεοῦ εἰς παροχήν· ἔχει γὰρ πρὸς αὐτὸν ἐν ἅπασι τὸ ἴσον. Ἔτι δὲ εἰ θεοὺς μόνον ἐποίει ὁ θεός, τὸν κόσμον οὐκ ἂν ἐποίει· ἀναγκαίως γὰρ χρῄζει ὁ κόσμος τῶν μερῶν τῶν καθ' ὑπέρβασιν καὶ ὑπόβασιν θέσεως ἀλλήλων διαφερόντων. Ἔτι δὲ εἰ τῶν ἀδυνάτων γίνεται οὐδέν, ἀδύνατον δὲ γενέσθαι θεόν (ἄκτιστος γὰρ καὶ ἀποίητος ὁ θεός), πῶς οὐκ ἔστιν ἄλο γον τό τε λέγειν τὸν θεὸν ἄφθονον, ὅτι τὰ μὴ ἐνδεχόμενα ποιεῖ; Ἔτι δὲ καλόν ἐστιν ὁ θεός, ὅτι ἄκτιστός ἐστι καὶ κτί στης· οὐδὲν δὲ τῶν κτιστῶν κατ' οὐσίαν δύναται γενέσθαι ἄκτιστον, τουτέστι θεός. Ἔοικε δὲ αὕτη ἡ ἐρώτησις τῷ λέγοντι
PG 6:1314λόγῳ· Καλός ἐστιν ὁ ὀφθαλμὸς καὶ τιμιώτερος τῶν ποδῶν· ἀλλ' εἰ ἄφθονός ἐστιν ὁ θεός, διὰ τί οὐκ ἐποίησε τοὺς πόδας ὀφθαλμούς; Συνάγει γὰρ καὶ ὁ λόγος οὗτος τὴν αὐτὴν ἄλογον ἀτοπίαν, τὸ ἢ διὰ φθόνον ἢ δι' ἀδυναμίαν μὴ πεποιηκέναι τὸν θεὸν τοὺς πόδας ὀφθαλμούς. Ἐρώτησις ογ. Eἰ τότε τὸ καλὸν φαίνεται καλόν, ὅτε συγκρίνεται τῷ κακῷ, καλὸν δὲ ὁ κόσμος, δῆλον ὅτι κακὸν ὁ μὴ κόσμος, του τέστι τὸ πρὸ κόσμου. Καὶ εἰ μὲν ἀμφότερα ἐκ θεοῦ, τουτέστι τὸ πρὸ κόσμου καὶ ὁ κόσμος, πῶς οὐχ ἑκάτερα ἐξ αὐτοῦ, του τέστι τὸ καλὸν καὶ τὸ φαῦλον; Eἰ δὲ θάτερον μὲν ἐξ αὐτοῦ, ἕτερον δὲ οὐκ ἐξ αὐτοῦ, πῶς οὐκ ἔστιν αὐτόματον καὶ μὴ ὑπ' αὐτὸν τὸ μὴ ἐξ αὐτοῦ; Πῶς δὲ ἀληθεύει ὁ λέγων· Ὅτι ἐξ αὐτοῦ τὰ πάντα; Ἐν γὰρ τοῖς πᾶσι καὶ τὰ πρώην οὐκ ὄντα καὶ τὰ νῦν ὄντα περιέχεται. Ἀπόκρισις. Τὸ κακὸν οὐδὲν ἕτερόν ἐστι παρὰ τὴν ἐκτροπὴν τοῦ κα λοῦ· διὸ ὕστερόν ἐστι τοῦ καλοῦ τὸ κακόν· ἐκτροπὴ γάρ ἐστι τοῦ καλοῦ. Ἀλλὰ τοῦτο δῆλον ὅτι οὐκ ἐκ τῆς συγκρίσεως τοῦ κακοῦ τὸ καλὸν φαίνεται καλόν, ἀλλ' ἐκ τῆς οἰκείας φύσεως. Τὸ δὲ πρὸ τοῦ κόσμου μὴ ὄν, πάντη μὴ ὄν, οὔτε καλὸν ἦν οὔτε κακόν· διὸ τῷ οὕτω μὴ ὄντι οὐδὲν συγκρίνεται. Ἔτι δὲ τὸ πάντη μὴ ὂν οὔτε ἐκ τοῦ θεοῦ οὔτε ἐξ ἄλλου οὔτε αὐτόματόν ἐστι. Πρὸ τοῦ κόσμου οὖν οὐδὲν ἕτερον πλὴν θεοῦ ἦν· τοίνυν τῆς συγκρίσεως τῶν ὄντων οὔσης πρὸς τὰ ὄντα, οὐκ ἄρα συγ κρίνεται ὁ κόσμος τῷ μὴ κόσμῳ, οὐδὲ ἐν τῷ κόσμῳ περιέχεται τὸ μὴ κόσμος. Τὸ γὰρ μὴ κόσμος οὐδέν ἐστι, τὸ δὲ περιεχό μενόν ἐστί τι. Καὶ ὅτε λέγομεν ἐκ τοῦ μὴ ὄντος τὸν θεὸν πε ποιηκέναι τὰ ὄντα, οὐ θέσιν τοῦ ὄντος διδόαμεν τῷ μὴ ὄντι, ἀλλὰ τὴν παντελῆ ἀναίρεσιν τοῦ μὴ ὄντος. Ἐρώτησις οδ. Eἰ διὰ τὸ νενικῆσθαι τὸν ἑλληνισμὸν ὑπὸ τοῦ χριστια νισμοῦ ἐλπίδα οὐκ ἔχει ὁ ἑλληνισμὸς ἀνακλήσεως, πῶς πάλαι ὑπὸ τοῦ ἑλληνισμοῦ νικηθεῖσα ἡ ἀληθὴς θεοσέβεια νυνὶ τὴν ἀνάκλησιν δέδεκται; Ὅτι γὰρ πρὸ τῆς πλάνης ἐπεκράτει ἡ ἀλήθεια μαρτυροῦσιν αἱ θείαι γραφαί, τὸν Ἀδὰμ καὶ πολλοὺς ἐφεξῆς μετ' αὐτὸν δηλοῦσαι οὐκ εἰδώλοις ἀλλὰ τῷ θεῷ λατρεύ σαντας, κἄν τινες αὐτῶν ἐν ἀτόποις ἐξητάσθησαν πράξεσιν. Ἀπόκρισις. Eἰ τῆς παρούσης καταστάσεως τὸ τέλος ἐστὶν ἡ διὰ τοῦ πυρὸς κρίσις τῶν ἀσεβῶν, καθά φασιν αἱ γραφαὶ προφητῶν τε καὶ ἀποστόλων, ἔτι δὲ καὶ τῆς Σιβύλλης, καθώς φησιν ὁ μακάριος Κλήμης ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ, γίνε ται δὲ αὕτη ἡ κρίσις διὰ Ἰησοῦ Χριστοῦ τοῦ σταυρωθέντος ὑπὸ τῶν Ἰουδαίων, τοῦ αἰωνίως βασιλεύοντος τῶν Χριστιανῶν βασιλείαν ἀτελεύτητον, τὴν κατὰ τὸν προφήτην Δανιὴλ δο θεῖσαν αὐτῷ, διὰ τοῦτο οὐδεμίαν ἀνακλήσεως ἔχει ὁ ἑλληνισμὸς τὴν ἐλπίδα. Ἄλλως τε εἰ, καθ' ἣν ἐκράτει δυναστείαν ὁ ἑλ ληνισμὸς τὸν λαὸν τοῦ θεοῦ, λυθείσης ταύτης οὐδαμῶς πάλιν
PG 6:1316αὐτὴν ἀνέλαβε, πῶς οὐ μάτην νῦν προσδοκᾷ τὴν ἀνάκλησιν τῆς παλαιᾶς αὑτοῦ δυναστείας; Τίνος δὲ ἕνεκεν προσδοκᾷ ὁ ἑλληνισμὸς τῆς παλαιᾶς αὑτοῦ δυναστείας τὴν ἀνάκλησιν; Πάντως ἵνα βασάνοις ἀναγκάσῃ τοὺς Χριστιανοὺς ἀφίστασθαι μὲν τῆς τοῦ υἱοῦ τοῦ θεοῦ λατρείας τε καὶ πίστεως, προσέχον τας δὲ ἕπεσθαι τῇ θρησκείᾳ τῶν δαιμόνων. Ἀλλ' αἱ βάσανοι αὗται, αἷς καὶ πρώην ἦν χρησάμενος ὁ ἑλληνισμὸς προσδο κήσας δι' αὐτῶν ἄλυτον φυλάττειν ἑαυτόν, τὸν μὲν ἑλληνισμὸν κατέπαυσαν, τὸν δὲ χριστιανισμὸν ἔστησαν παγιώτερον. Ἐρώτησις οε. Eἰ ἕως τῆς τῶν σωμάτων ἐγέρσεως ἡ ψυχὴ τοῦ σώμα τος ἀπαλλαγεῖσα τὰς ἀμοιβὰς οὐ κομίζεται, ἆρα ἐν τῷ με ταξὺ ὑπόκειται τῇ ἐξετάσει μέχρι τῆς ἀναστάσεως; Ἀπόκρισις. Οὐχ, ἣν ἔχουσιν αἱ ψυχαὶ ἐνταῦθα μετὰ τοῦ σώματος κα τάστασιν, ταύτην ἔχουσι καὶ μετὰ τὴν ἐντεῦθεν ἀπὸ τοῦ σώ ματος ἔξοδον. Ἐνταῦθα μὲν γὰρ τὰ τῆς ἑνώσεως πάντα κοινὰ ὑπάρχει δικαίων τε καὶ ἀδίκων, καὶ οὐδεμία ἐστὶν ἐν αὐτοῖς διαφορὰ κατὰ τοῦτο· οἷον τὸ γενέσθαι καὶ τὸ ἀποθνήσκειν, καὶ τὸ ὑγιαίνειν καὶ τὸ νοσεῖν, καὶ τὸ πλουτεῖν καὶ τὸ πένε σθαι, καὶ τὰ ἄλλα τὰ τούτοις ὅμοια. Μετὰ δὲ τὴν ἐκ τοῦ σώματος ἔξοδον εὐθὺς γίνεται τῶν δικαίων τε καὶ ἀδίκων ἡ διαστολή. Ἄγονται γὰρ ὑπὸ τῶν ἀγγέλων εἰς ἀξίους αὐτῶν τόπους· αἱ μὲν τῶν δικαίων ψυχαὶ εἰς τὸν παράδεισον, ἔνθα συντυχία τε καὶ θέα ἀγγέλων τε καὶ ἀρχαγγέλων, κατ' ὀπτα σίαν δὲ καὶ τοῦ σωτῆρος Χριστοῦ κατὰ τὸ εἰρημένον· Ἐκ δημοῦντες ἐκ τοῦ σώματος καὶ ἐνδημοῦντες πρὸς τὸν κύριον· αἱ δὲ τῶν ἀδίκων ψυχαὶ εἰς τοὺς ἐν τῷ ᾅδῃ τόπους κατὰ τὸ εἰρημένον περὶ τοῦ Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος· Ὁ ᾅδης κάτωθεν ἐπικράνθη συναντήσας σοι, καὶ τὰ ἑξῆς. Καί εἰσιν ἐν τοῖς ἀξίοις αὑτῶν τόποις φυλαττόμεναι ἕως τῆς ἡμέ ρας τῆς ἀναστάσεως καὶ ἀνταποδόσεως. Ἐρώτησις ο . Eἰ πρὸ τῆς ἀναστάσεως οὐκ ἔστιν ἡ τῶν ἔργων ἀντίδοσις, ποῖον τῷ λῃστῇ προσγέγονεν ὄφελος, πρὸς τὸν παράδεισον αὐτοῦ τῆς ψυχῆς εἰσαχθείσης, καὶ μάλιστα ὅτι ὁ μὲν παρά δεισος αἰσθητός, οὐκ αἰσθητὴ δέ ἐστι τῆς ψυχῆς ἡ οὐσία; Ἀπόκρισις. Ὄφελος γέγονε τῷ λῃστῇ εἰς τὸν παράδεισον εἰσελθόντι τὸ ἔργοις μαθεῖν τῆς πίστεως τὸ ὠφέλιμον, δι' ἧς ἠξιώθη τοῦ συναθροίσματος τῶν ἁγίων, ἐν ᾧ φυλάττεται ἕως τῆς ἡμέρας τῆς ἀναστάσεώς τε καὶ ἀνταποδόσεως. Ἔχει τε τοῦ παραδεί σου τὴν αἴσθησιν κατὰ τὴν ἐννοηματικὴν λεγομένην αἴσθησιν, καθ' ἣν ὁρῶσιν αἱ ψυχαὶ ἑαυτάς τε καὶ τὰ ὑπ' αὐτάς, ἔτι δὲ καὶ τοὺς ἀγγέλους τε καὶ τοὺς δαίμονας· οὐ γὰρ νοεῖ οὔτε ὁρᾷ ψυχὴ ψυχὴν οὔτε ἄγγελος ἄγγελον οὔτε δαίμων δαίμονα, ἀλλὰ κατὰ τὴν ·ηθεῖσαν ἐννοηματικὴν αἴσθησιν ὁρῶσιν ἑαυτούς τε καὶ ἀλλήλους, ἔτι δὲ καὶ τὰ σωματικὰ πάντα. Ἐρώτησις οζ.
PG 6:1318Eἰ τῇ συνεργίᾳ τῶν τοῦ σώματος αἰσθήσεων τῶν αἰσθη τῶν ἡ ψυχὴ λαμβάνει τὴν αἴσθησιν, αἰσθητὰ δὲ τὰ καλὰ καὶ τὰ φαῦλα τυγχάνουσι, πῶς οὐκ ἀναισθητεῖ ἡ ψυχὴ χωρισθεῖσα τοῦ σώματος; Eἰ δὲ ἀναισθητεῖ, δῆλον ὅτι νενέκρωται· νε κρῶν γὰρ καὶ ζώντων διαφορὰν ἀναισθησία διακρίνει καὶ αἴσθησις. Ἀπόκρισις. Πᾶσαι αἱ κτισταί τε καὶ λογικαὶ οὐσίαι διπλᾶς ἔχουσι καταληπτικὰς δυνάμεις, αἰσθητικήν τε καὶ νοητικήν· καὶ ἐννοητικὴν μὲν λεγομένην, καθ' ἣν καταλαμβάνουσιν αὑτάς τε καὶ ἀλλήλας· νοητικὴν δέ, καθ' ἣν δέχονται τὴν γνῶσιν τοῦ ὑπὲρ αὐτάς. Oὐ συνεργίᾳ οὖν τοῦ σώματος αἱ ψυχαὶ τῶν αἰ σθητῶν λαμβάνουσι τὴν αἴσθησιν, ἀλλὰ αὐτὴ ἡ ψυχὴ αἴσθησιν παρέχουσα τῇ αὑτῆς παρουσίᾳ αἰσθητικὸν τὸ ζῶον ποιεῖ· καὶ ὡς μὲν πρὸς τὸ ζῶόν ἐστιν αἰσθητικόν, ὡς δὲ πρὸς ἑαυ τήν ἐστιν αἰσθητική, καὶ οὐδέποτε γίνεται νεκρὰ ἡ ψυχή· νέκρωσις τοῦ ἐμψύχου γὰρ ὑπάρχει, καὶ οὐ τῆς ψυχῆς. Συν εργίας οὖν δέεται τοῦ σώματος πρὸς τὴν κατάληψιν τῶν αἰ σθητῶν τὸ ἔμψυχον καὶ ἡ ἐμψυχία, οὐχὶ ἡ ψυχή· ἄλλο γὰρ τὸ ἔμψυχον καὶ ἄλλο ἡ ψυχή, καὶ ἄλλο τὸ κατὰ μετουσίαν καὶ ἄλλο τὸ κατ' οὐσίαν. Ἐρώτησις οη. Eἰ κατὰ τὴν ἑαυτοῦ καρδίαν εἶναι τὸν Δαυῒδ ὁ θεὸς ἀπε φήνατο, πῶς μετὰ ταῦτα μοιχείαν καὶ φόνον ὁ αὐτὸς προφή της εἰργάσατο; Καὶ εἰ ταῦτα ὑπὸ θεοῦ ὡς φαῦλα μεμίσηνται, διὰ τί ἐκ τῆς μοιχαλίδος τὸ γένος ὁ θεὸς τοῦ προφήτου συν έστησε, καὶ τὸν δεσπότην Χριστὸν ἐξ αὐτῆς γενεαλογεῖσθαι ἐποίησε; Τούτου δὲ ἔχοντος οὕτως, πῶς ἡ γραφὴ ἀληθεύει λέγουσα ὅτι Τέκνα μοιχῶν ἀτέλεστα; Ἀπόκρισις. Καὶ γὰρ ὁ διὰ μετανοίας τὰ οἰκεῖα σφάλματα διορθω σάμενος Δαυῒδ καὶ κατὰ τοῦτο εὑρέθη ὡς καρδία θεοῦ, τοῦ μὴ βουλομένου τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. Καὶ ὃν μὲν μοιχικῶς ἐγέννησεν ἐκ τῆς τοῦ Οὐρίου τοῦτον ἐθανάτωσεν ὁ θεός, διὰ τὸ εἶναι τέκνα μοιχῶν ἀτέλεστα, τοὺς δὲ μετὰ τοῦτον γεννηθέντος οὐκ ἐθανάτωσε, διὰ τὸ λαβεῖν αὐτὸν ταύτην μετὰ τὴν ἀναίρεσιν τοῦ Οὐρίου εἰς γυναῖκα ἐπιεικῶς. Τιμῶν δὲ τὴν μετάνοιαν ὁ θεὸς ἐν τοῖς ἐκ τῆς τοῦ Οὐρίου γεννηθεῖσι συνεστήσατο τοῦ Δαυῒδ τὸ γένος ὁ θεός, καὶ τὸν Χριστὸν διὰ τὴν αὐτὴν αἰτίαν ἐξ αὐτῆς κατά γεσθαι ἐποίησεν. Ἐρώτησις οθ. Eἰ πάντων τῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδα τὸν περὶ εὐ σέβειαν ζῆλον ὁ Ἰωσίας θερμότατον ἐπεδείξατο, τὰς στήλας τῶν εἰδώλων συντρίψας, καὶ σὺν τοῖς εἰδωλικοῖς θυσιαστηρίοις τῶν Ἑλλήνων τὰ ὀστέα τεφρώσας, καὶ τὰ ἄλση τῆς πλάνης ἄρδην ἐκκόψας, καὶ τοὺς ἐν τοῖς ὑψηλοῖς θυμιῶντας καὶ θύον τας τοῦ ταῦτα ἐκτελεῖν ἀποστήσας, καὶ τὴν θείαν ἀνυψώσας λατρείαν, καὶ λαμπρῶς τὰς τοῦ νόμου ἑορτάς, ὡς μαρτυρεῖ ἡ
PG 6:1320γραφή, τὸν λαὸν ἐπιτελέσαι ποιήσας, καὶ ξίφει μὲν ἑλληνικῷ τὴν ζωὴν ἐκεῖνος βιαίως ἀπέθετο, οἱ δὲ τούτου παῖδες αἰχμά λωτοι εἰς Βαβυλῶνα ἀπήχθησαν καὶ πρὸς δουλείαν ἐξεδόθη σαν πολυχρόνιον Ἕλλησι, πῶς ἐπὶ τούτοις οὐκ ἂν εἴποιεν ἀλη θεύοντες Ἕλληνες, ὅτι ἀνθ' ὧν εἰς τὰ σεβάσματα αὐτῶν ἐπλημμέλησεν ἡ οὕτως αὐτῷ πικρὰ συνήντησεν ἔκβασις; Ποῦ δὲ καὶ εὑρήσομεν αὐτὸν ἀμοιβὰς τοσούτων κατορθωμάτων δεξάμενον; Καὶ πρὸς ποῖον τῶν ἔπειτα ὄφελος αἱ μετὰ τοσούτων κατορ θωμάτων μέγεθος τοῖς περὶ τὸν Ἰωσίαν συναντήσασαι συμ φοραὶ γραφῇ παρεδόθησαν; Ἀπόκρισις. Ὁ καιρὸς τῆς ἀμοιβῆς τῶν ἐν εὐσεβείᾳ μετ' ἀρετῆς κατορ θωσάντων οὐχ ὁ παρών ἐστιν ἀλλ' ὁ μέλλων, καθ' ὃν αἱ ἀμοι βαὶ ἀναφαίρετοι εἰς ἀεὶ προσμένουσι τοῖς ἐκδεχομένοις αὐτάς. Ὀδυνηρὸν δὲ τέλος ἐδέξατο τῆς ζωῆς Ἰωσίας, διὰ τὸ παρα κοῦσαι αὐτὸν τοῦ προστάγματος Ἱερεμίου εἰρηκότος αὐτῷ ἐκ προστάγματος θεοῦ μὴ ἐξελθεῖν εἰς συνάντησιν τοῦ βασιλέως Αἰγύπτου εἰς πόλεμον, καθώς φησιν ὁ Ἱερεμίας. Ἵνα οὖν καθαρὸν αὐτὸν ἁμαρτημάτων παραλάβῃ ἐκ τοῦ βίου ὁ δεσπό της θεός, διὰ τοῦτο συνεχώρησεν ἑλληνικῷ ξίφει δίκας δοῦναι ταύτης τῆς παρακοῆς, πρὸς τὴν διδασκαλίαν τῶν ἑξῆς ἀν θρώπων, τοῦ τε μὴ ἀπειθεῖν τοῖς προφήταις καὶ τοῦ Eἰ ὁ δίκαιος μόλις σώζεται, ὁ ἁμαρτωλὸς καὶ ἀσεβὴς ποῦ φανεῖ ται; Oἱ δὲ υἱοὶ τοῦ Ἰωσίου εἰ μεινάντων αὐτῶν ἐν τῇ εὐσεβείᾳ τοῦ πατρὸς αὐτῶν αἰχμάλωτοι ἐγένοντο, εἶχεν ἂν χώραν ὁ τῶν Ἑλλήνων λόγος, ὅτι ἀνθ' ὧν ἐπλημμέλησεν ὁ Ἰωσίας εἰς τὰ τῶν εἰδώλων σεβάσματα οἱ υἱοὶ αὐτοῦ αἰχμάλωτοι ἐγένοντο· εἰ δὲ ἀπέστησαν μὲν τῆς εὐσεβείας τοῦ πατρὸς αὐτῶν, ἀνέλαβον δὲ τῶν εἰδώλων τὴν λατρείαν καὶ εἰδωλολατροῦντες ᾐχμαλωτίσθησαν, προδήλως ψευδὴς ὁ λόγος τῶν Ἑλλήνων. Ἐρώτησις π. Eἰ μακροθυμεῖν ἡμᾶς πρὸς πάντας ἡ γραφὴ διδάσκει, πῶς οὐκ ἔπταισεν Ἐλισσαῖος, θανατώσας δι' ἀρᾶς τοὺς ὑβρίσαν τας αὐτὸν παῖδας καὶ μάλιστα βρέφεσιν ἀπειροκάκοις μνησικακήσας, καὶ τὸν διὰ τῶν θηρίων αὐτοῖς ἀντὶ ψιλῆς τῆς εἰς αὐτὸν ὕβρεως ἐπήγαγε θάνατον; Ἀπόκρισις. Ὅτε διὰ τῆς μακροθυμίας τῶν ὑβριζομένων οὐ γίνεται ἡ διόρθωσις, τότε ἡ ἀποτομία τῆς μακροθυμίας τοῖς ἀδιορθώ τοις μάλιστά ἐστι χρησιμωτέρα. Oὐ χρὴ οὖν διαβάλλειν τὸν προφήτην ἐπὶ τῇ ἀποτομίᾳ. Εὑρηκὼς γὰρ τὴν μακροθυμίαν μὴ παρέχουσαν τοῖς ἁμαρτάνουσι τῆς ἁμαρτίας τὴν αἴσθησιν, καὶ ἐπειδὴ τὰς φωνὰς ταύτας, ἃς ἀτιμάζοντες τὸν προφήτην ἔλεγον οἱ παῖδες, παρὰ τῶν γονέων αὐτῶν ἐδιδάχθησαν ἀεὶ πρὸς τοὺς προφήτας ἀπεχθῶς ἐσχηκότων (τὸ γὰρ Ἀνάβαινε φαλακρέ! πρὸς διασυρμὸν ἔλεγον τῆς τοῦ Ἡλία ἀναλήψεως, ὡς ἂν εἰ τοῦτο λέγοντες· Λαμβανέτω καί σε πνεῦμα καὶ ·ι ψάτω σε εἰς ὄρος ἄβατον ὡς κἀκεῖνον ἔῤῥιψεν, ἵν' ἀπαλλαγῶ μεν καὶ σοῦ ὡς κἀκείνου ἀπηλλάγημεν!), διὰ τοῦτο τῇ ἀναιρέσει
PG 6:1322τῶν παίδων ἐμαστίγωσε τοὺς γονεῖς, ἵνα μάθωσι μὴ ἀτιμάζειν τοὺς προφήτας καὶ δι' αὐτῶν τὸν θεόν. Ἐρώτησις πα. Eἰ πᾶσα πλάνη τῇ Χριστοῦ παρουσίᾳ κατήργηται, πῶς διὰ τῶν καλουμένων ἐγγαστριμύθων οἱ δαίμονες φθέγγονται; Πῶς δὲ οὐκ εὐτελῆ καὶ καταφρονήσεως ἄξιον τὸν χριστιανισμὸν παριστῶσιν, ὅταν ἐν σώμασι Χριστιανῶν τὰ μὲν τῆς ἀπάτης ἐπιδείκνυνται ἔργα, τὰ δὲ τῆς μαντείας ἀποφθέγγονται λόγια; Ἀπόκρισις. Eἰ κατὰ τὸ εἰρημένον οὐδέπω τὰ πάντα αὐτῷ ὑποτεταγ μένα εἰσίν, ἄχρις ἂν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν, ὡς εἶναι δῆλον ὅτι οὔπω κατήργηται πᾶσα τῶν δαιμόνων ἡ πλάνη· ἀλλ' οἷς μὲν ὁ Χριστὸς πεπίστευται ἐν τούτοις πᾶσα τῶν δαιμόνων ἡ πλάνη κατήργηται, οἷς δὲ ὁ Χριστὸς ἔτι ἀπι στεῖται ἐν αὐτοῖς ἐνεργοῦσιν οἱ δαίμονες τὴν πλάνην. Καὶ τὰ φαντάσματα, οἷς οἱ ἐγγαστρίμυθοι κέχρηνται πρὸς τὸ λα λεῖν καὶ πράττειν τὰ τῆς μαντείας λόγια καὶ ἔργα, οὐκ ἔστιν ἀληθινὰ σώματα, ἀλλὰ φαντάζουσιν οἱ δαίμονες τὰς ὄψεις τῶν ὁρώντων, ὡς σώματα ὁρᾶν τὰ μὴ σώματα. Ἐρώτησις πβ. Eἰ οὐδαμοῦ ὀνόματα δαιμόνων ἡ γραφὴ τοῖς ἀνθρώποις ἔδειξε, πῶς οἱ Ἰουδαῖοι ἐπὶ τοῦ κυρίου τὸ τοῦ Βεελζεβοὺλ ὡς ἐγνωσμένον ὠνόμαζον ὄνομα, ἐν τούτῳ φάσκοντες αὐτὸν τοὺς δαίμονας ἐκβάλλειν; Πῶς δὲ καὶ αὐτὸς ὁ δεσπότης ὡς γινώ σκουσι τοῖς μαθηταῖς τὴν τοῦ δαίμονος κλῆσιν ἔλεγεν· Eἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν; Τίς δὲ ἡ ἑρμηνεία τοῦ τοιούτου ὀνόματος; Ἀπόκρισις. Ὥσπερ τὸ εἶναι δαίμονας ὑπ' αὐτῶν τῶν δαιμόνων ἐμάν θανον οἱ ἄνθρωποι, οὕτως καὶ τὰς ὀνομασίας αὐτῶν παρ' αὐτῶν ἐδιδάχθησαν. Πρῶτον γὰρ ἔθυσαν οἱ ἄνθρωποι τοῖς δαίμοσι, καὶ ὕστερον εἶπεν ἡ θεία γραφὴ τὸ Ἔθυσαν δαιμο νίοις καὶ οὐ θεῷ. Καὶ καθάπερ περὶ τοῦ εἶναι τοὺς δαίμονας οὐδὲν φαίνεται ἡ γραφὴ εἰρηκυῖα, ὅμως δὲ λέγει· Ἔθυσαν τοῖς δαιμονίοις καὶ οὐ θεῷ· οὕτως καὶ περὶ τῆς ὀνομασίας αὐτῶν μηδὲν εἰρηκυῖα λέγει τὰ ὀνόματα τῶν δαιμόνων, τοῦ τε Βεελ ζεβοὺλ καὶ τοῦ Βελίαρ. Ποία, φησί, συμφώνησις Χριστῷ πρὸς Βελίαρ; Οἷς γὰρ ἐκέχρηντο οἱ ἐπαοιδοὶ ὀνόμασι πρὸς τὰ προκείμενα αὐτοῖς ἔργα, ταῦτα ἀναγκαίως παρ' αὐτῶν ἐμάνθανον· κατὰ γὰρ τὸν τρόπον τῆς θεραπείας οὕτως καὶ τὴν προσηγορίαν τῆς κλήσεως αὐτῶν ὠνόμαζον. Εἴρηται δὲ τῷ Ὠριγένει τούτων τῶν ὀνομάτων ἡ ἑρμηνεία ἐν τῇ Ἑρμηνείᾳ τῶν ἑβραϊκῶν ὀνομάτων. Ἐρώτησις πγ. Eἰ ταῖς τῶν ἀλόγων θυσίαις τὸ θεῖον οὐχ ἥδετο, καθώς τινες ἔφασαν καὶ ἡ νῦν δὲ διδάσκει κατάστασις, διὰ τί πρὸ τοῦ νόμου τῷ Νῶε τὸ θύειν προσέταττε, καὶ μάλιστα ὅτε εἰ δωλικαὶ θυσίαι οὐδέπω ἐγίνοντο; Eἰ δὲ ἥδετο ταύταις, διὰ τί μετὰ τὸν νόμον ἡ τούτων χρῆσις ἐπαύσατο;
PG 6:1324Ἀπόκρισις. Οὐδεὶς τῶν θυσάντων τὰ ἄλογα θυσίαν τῷ θεῷ πρὸ τοῦ νόμου κατὰ τὴν θείαν διάταξιν ἔθυσε, κἂν φαίνηται ὁ θεὸς ταύτην προσδεξάμενος, τῇ ταύτης ἀποδοχῇ δεικνύων τὸν θύ σαντα εὐάρεστον αὐτῷ. Ἂ δὲ προσέταξε τῷ Ἀβραὰμ λαβεῖν ζῶα τριετίζοντα, ὡσαύτως δὲ καὶ κριὸν ὃν ὑπὲρ τοῦ Ἰσαὰκ προσήνεγκε θῦσαι, οὐχ ὡς ταῖς τούτου θυσίαις ἡδόμενος, ἀλλὰ χρείας ἕνεκα προμηνυτικῆς τῶν ἐσομένων. Τῷ δὲ Νῶε οὐδαμοῦ φαίνεται ὁ θεὸς προστάξας προσαγαγεῖν αὐτῷ τὴν τῶν ἀλόγων θυσίαν. Ἐρώτησις πδ. Eἰ διπλοῦν τὸ ἐν Ἡλίᾳ χάρισμα λαβεῖν Ἐλισσαῖος ἠκού σθη, πῶς οὔτε ἁπλᾶ οὔτε διπλᾶ θαύματα ἐποίησεν, οἷον ὑε τὸν ἐπέχειν καὶ λιμῷ πιέζειν τὴν γῆν, πυρὸς κατὰ θυσιῶν οὐρανίου φοράν, ἱερέων ἀνομούντων σφαγάς, πεντηκοντάρχων ὁλοκαύτωσιν, καὶ τὰ λοιπά; Πόθεν οὖν Ἐλισσαῖος δειχθή σεται τὴν ἑαυτοῦ αἴτησιν καὶ τὴν τοῦ Ἡλία ὑπόσχεσιν κομι σάμενος; Ἀπόκρισις. Οὐκ ᾐτήσατο Ἐλισσαῖος τὸ διπλοῦν τοῦ πνεύματος πρὸς ποίησιν τῶν αὐτῶν διπλῶν ἔργων, ἀλλὰ πρὸς τὸ ἰσχύειν ἁπλῶς ἐκτελεῖν ὅσα ἦν χρεία τοῦ γενέσθαι ὑπ' αὐτοῦ μετὰ μείζονος περιουσίας δυνάμεως. Τῆς δὲ αἰτήσεως ὅτι οὐκ ἀπέτυχε μαρ τυροῦσι τὰ δι' αὐτοῦ γεγονότα θαύματα, ὧν τινὰ μὲν διπλᾶ, τινὰ δὲ ἁπλᾶ ἐξετέλεσε. Τὸ γὰρ ἐγεῖραι δύο νεκρούς, ἕνα μὲν ζῶντος αὐτοῦ, ἕνα δὲ τελευτήσαντος, τὸ διπλοῦν ἐδήλου τῆς ἐν τοῖς λοιποῖς θαύμασιν, εἰ ἐβούλετο, περιουσίας τῆς ἐν αὐτῷ θείας τοῦ πνεύματος χάριτος. Καὶ ἐπὶ μὲν τοῦ Ἡλία πρὸς τὴν χρείαν ἐγίνετο τοῦ ἐλαίου ἡ ἐπίδοσις, ἐπὶ δὲ τοῦ Ἐλισσαίου καὶ ὑπὲρ τὴν χρείαν. Καὶ ὁ μὲν Ἡλίας πῦρ κατή γαγεν ἐκ τοῦ οὐρανοῦ πρὸς τὴν ἄμυναν τῶν ἐχθρῶν, ὁ δὲ Ἐλισσαῖος ἵππους καὶ ἀναβάτας πυρὸς κατήγαγεν ἐκ τοῦ οὐρανοῦ πρὸς βοήθειαν τῷ Ἰσραήλ. Ἐρώτησις πε. Eἰ τότε ἐστὶ τελεία ἀνάστασις, ὅτε ὁ τέλειος ἀνίσταται ἄνθρωπος, πῶς λέγει μετὰ τὸ δεσποτικὸν πάθος ἡ γραφὴ ὅτι πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη; Ὅπερ οὐκ εἶπεν ἐπὶ τῶν ἄλλων ὧν ὁ κύριος ἤγειρεν, οἷον ἐπὶ Λα ζάρου καὶ ἐπὶ τοῦ υἱοῦ τῆς χήρας ἢ περὶ τῆς θυγατρὸς Ἰαείρου, ἀλλ' ἀπολύτως ὅτι τόνδε ἢ τήνδε ἀνέστησε. Πῶς οὖν ἐπὶ τού των μόνων σωμάτων ἀναστάσεως μέμνηται καὶ ἐπάγει ὅτι ἐνεφανίσθησαν πολλοῖς; Ὅπερ τῷ πλείστῳ μέρει φαντασίας ὑπόνοιαν δίδωσι. Καὶ εἰ τῷ ὄντι ἔμψυχα ἀνέστησαν σώματα, καὶ εἰ ἐπεβίωσαν ἢ εὐθέως ἐτελεύτησαν, ἢ μένουσιν ἐν ἀθα νασίᾳ καὶ ὅποι, καὶ τί τοῖς μετ' ἐκείνους ἐκ τῶν ἐπ' αὐτοῖς γεγονότων τὸ ὄφελος δίδωσι, δίδαξον. Ἀπόκρισις. Eἰ τελείαν ἀνάστασιν ταύτην καλοῦμεν τῶν ἀνισταμένων ἀνθρώπων, τῶν ψυχῶν εἰσοικιζομένων πάλιν εἰς τὰ σώματα
PG 6:1327τῶν ἀνισταμένων, δῆλον ὅτι πάντες οἵ τε ἀναστάντες οἵ τε μέλλοντες ἀνίστασθαι ὑπὸ τοῦ κυρίου τέλειοι ἀνέστησαν· ἀδύνατον γὰρ γενέσθαι νεκρῶν ἀνάστασιν, τῆς ψυχῆς μὴ εἰσοι κιζομένης εἰς τὸ οἰκεῖον σῶμα. Κἂν οὖν εἴπῃ ἡ θεία γραφὴ ὅτι ὁ δεῖνα ἀνέστη ἐκ τῶν νεκρῶν ἢ ὅτι σώματα ἀνέστησαν ἐκ τῶν νεκρῶν, χρὴ ἡμᾶς δι' ἑκατέρας φωνῆς τὴν τελείαν νοεῖν ἀνάστασιν, τὴν κατὰ ἀπόδοσιν ψυχῆς τῷ σώματι γινομένην. Καὶ καθάπερ, ὅταν εἴπῃ ἡ θεία γραφή· Ὁ ἐγείρας τὸν κύ ριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ τῶν νεκρῶν ζωοποιήσει τὰς ψυ χὰς καὶ τὰ σώματα ἡμῶν, οὔτε ἀτελῆ λέγει τὴν ἀνάστασιν οὔτε φαντασίας δίδωσιν ὑπόνοιαν, ἀλλὰ τελείαν ἀναστάσεως τὴν πίστιν, οὕτως καί, ὅταν λέγῃ· Ἠγέρθη πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἐκ νεκρῶν, τὴν τελείαν λέγει ἀνάστασιν. Γέγονε δὲ τούτων τῶν ἁγίων ἡ ἀνάστασις ἀπόδειξις τοῦ λύτρον εἶναι τὸν τοῦ Χριστοῦ θάνατον τοῦ θανάτου πάντων ἀνθρώπων τοῖς ἐν τῷ παρόντι βίῳ καὶ πάσαις ταῖς ἐν τῷ ᾅδῃ ψυχαῖς. Δι' ἣν αἰτίαν οὐδὲ ἐτελεύτησαν πάλιν, ἀλλὰ μέ νουσιν ἐν ἀθανασίᾳ, καθάπερ ὁ Ἐνὼχ καὶ ὁ Ἡλίας, καί εἰσι σὺν αὐτοῖς ἐν τῷ παραδείσῳ ἀναμένοντες τὴν ἤδη αἰωνίαν τῆς τοῦ Χριστοῦ ἀναστάσεως γινομένην κατὰ ἐναλλαγήν, καθ' ἥν, ὥς φησιν ὁ θεῖος ἀπόστολος, πάντες ἀλλαγησόμεθα. Εἰς γὰρ ἀθάνατόν τε καὶ ἄφθαρτον ζωὴν οὔπω γέγονέ τινος ἡ ἀνάστασις, πλὴν τοῦ σωτῆρος Χριστοῦ· διὸ καὶ πρωτότοκος τῶν νεκρῶν καὶ ἀπαρχὴ τῶν κεκοιμημένων ἀνηγόρευται. Ἐρώτησις π . Τί ἑρμηνεύεται ἡ μνᾶ, τὸ οἶφι, τὸ νέβελ, τὸ γόμορ, τὸ σίκλον, τὸ βασιλικόν, τὸ ἅγιον, ὁ στατήρ, ἡ δραχμή, ὁ κο δράντης, ὁ ὁρμίσκος, τὸ δίδραχμον, τὸ τάλαντον, τὸ ἀσσά ριον, τὸ σεραφείμ, τὸ βεζέλ, τὸ σαβαώθ, τὸ ἀδωναΐ, τὸ ἐφούδ; Ἀμφοτέρων γὰρ ἡμῖν ἀναγκαία ἡ γνῶσις, ἐπειδὴ ἑκάτερα τῇ γραφῇ περιέχεται. Ἀπόκρισις. Εἴρηται τῷ Ὠριγένει, ἀνδρὶ ἐπισταμένῳ τὴν τῶν Ἑβραίων διάλεκτον, πάντων τῶν ἐν ταῖς θείαις γραφαῖς φερομένων ἑβραϊκῶν ὀνομάτων ἢ μέτρων ἡ ἑρμηνεία. Ἐκείνην ζητήσας εὑρήσεις ἐν αὐτῇ τὴν πάντων ἑρμηνείαν ὧν ἐζήτησας. Ἐρώτησις πζ. Eἰ πρὸ τῆς τοῦ Βαπτιστοῦ ἀναιρέσεως τῇ ποιήσει τῶν θαυμάτων ὁ δεσπότης διέπρεπεν, ὥς φησιν ὁ Ματθαῖος, καὶ πάντας ἡ περὶ τούτου φήμη τοὺς ἐν τῇ Ἰουδαίᾳ κατέλαβε, πῶς μετὰ τὴν τοῦ προδρόμου ἀναίρεσιν ἀκούων τὰ ὑπὸ τοῦ Χριστοῦ γινόμενα θαύματα ὁ Ἡρώδης σὺν τοῖς Ἰουδαίοις ἔλεγεν ὅτι Ἰωάννης ἐστὶ πρὸς ζωὴν ὑποστρέψας καὶ ποιῶν τὰ σημεῖα; Ταῦτα γὰρ ἡμῖν διηγεῖται ὁ μακάριος Μάρκος. Ἀπόκρισις. Ὅτι μὴ πάντα τὰ ὑπὸ τοῦ σωτῆρος γεγονότα θαύματα πάντες οἱ ἀκούσαντες ἐν ἑνὶ καιρῷ ἤκουσαν, ἀλλ' οἱ μὲν πρό τερον, ἄλλοι δὲ ὕστερον, μαρτυροῦσιν αἱ φωναὶ τῶν εἰρηκότων τὸν Ἰωάννην εἶναι ἐργάτην τῶν θαυμάτων τῶν γεγενημένων
PG 6:1329ὑπὸ τοῦ σωτῆρος μετὰ τὴν ἀναίρεσιν τοῦ Ἰωάννου· οὐκ ἂν γὰρ ἔλεγον τοῦτο, εἰ ἦσαν ἀκούσαντες τὰ πρὸ τῆς ἀναιρέσεως Ἰω άννου γεγονότα θαύματα ὑπὸ τοῦ σωτῆρος. Οὐδὲν οὖν ἦν θαυμαστόν, εἰ καὶ ὁ Ἡρώδης μετὰ τὴν ἀναίρεσιν τοῦ Ἰωάννου ἀκούει τὰ ἔργα τῶν μαθητῶν τοῦ Ἰησοῦ, τὰ ἐπ' ὀνόματι τοῦ Ἰησοῦ γεγονότα· τότε γὰρ ἤκουσεν ὁ Ἡρώδης τὸ ὄνομα τοῦ Ἰη σοῦ, ὅτε ἀπέστειλεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὑτοῦ εἰς τὰς κώμας καὶ πόλεις κηρύττειν τὴν μετάνοιαν καὶ θεραπεύειν τὰς νόσους, καθά φησι Μάρκος ὁ εὐαγγελιστής. Καὶ γὰρ αὐτὸς ὁ Ἰωάννης πρὸ τῆς ἐγέρσεως τοῦ υἱοῦ τῆς χήρας οὐκ ἦν ἀκού σας πάντα ὅσα ἐποίησεν ὁ Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ τε καὶ τῇ Ἱερουσαλήμ, καίτοι πολλῶν ὄντων τῶν ἤδη γεγενημένων ὑπὸ τοῦ σωτῆρος θαυμάτων, καὶ πρὸ τοῦ βληθῆναι τὸν Ἰωάννην εἰς φυλακὴν καὶ μετὰ τὸ βληθῆναι αὐτὸν εἰς φυλακήν· τότε γὰρ ἀπέστειλε τοὺς μαθητὰς αὑτοῦ ὁ Ἰωάννης πρὸς τὸν Ἰη σοῦν μαθεῖν, εἰ αὐτὸς εἶ ὁ προσδοκώμενος ἐλθεῖν. Καθά φησι Μάρκος μὲν ὁ εὐαγγελιστὴς τοῦτο, Ματθαῖος δὲ ὁ εὐαγγελιστὴς ἐκεῖνο. Ἐρώτησις πη. Eἰ, καθὼς ἡ θεία διδάσκει γραφὴ καὶ ἡμεῖς πεπιστεύκα μεν, ἁμαρτίαν γεννηθεὶς ὁ Χριστὸς οὐκ ἐποίησε, πῶς πάλιν ἀληθεύει ἡ γραφὴ μεθ' ὅρκου βοῶσα ὅτι Οὐδεὶς γεννηθεὶς ὃς οὐχ ἥμαρτεν, οὐδὲ πεφυκὼς ὃς οὐκ ἠνόμησε; Πῶς δὲ καὶ βρέφος, τὸ σύγχρονον τῷ τόκῳ τέλος δεξάμενον ἢ βραχὺ μέρος ζωῆς κομισάμενον, ἁμαρτίαν καὶ ἀνομίαν ἢ τὰ τούτων ἐναντία ποιῆσαι ἠδύνατο; Ἀπόκρισις. Τὸ Οὐδεὶς γεννηθεὶς ὃς οὐχ ἥμαρτεν, οὐδὲ πεφυκὼς ὃς οὐκ ἠνόμησεν, οὐ δείκνυσι ψευδὲς τὸ περὶ τοῦ Χριστοῦ εἰρη μένον, τὸ Ἁμαρτίαν οὐκ ἐποίησε. Περὶ γὰρ τοῦ ἐξ ἀνδρὸς καὶ γυναικὸς γεννηθέντος εἴρηται ὁ λόγος οὗτος. Ὁ δὲ Χριστὸς ἐκ πνεύματος ἁγίου καὶ τῆς ἁγίας ἐγεννήθη παρθένου. Νοεῖ ται δὲ ὁ λόγος οὕτως· Οὐδεὶς πεφυκὼς ἁμαρτάνειν ἢ ἀνομεῖν, ὃς οὐχ ἥμαρτεν ἢ οὐκ ἠνόμησε· πέφυκε δὲ ἁμαρτάνειν ὁ κατὰ τὴν αὐθαίρετον προαίρεσιν ἄγων ἑαυτὸν εἰς τὸ πράττειν ἃ βού λεται, εἴτε ἀγαθὰ εἴτε φαῦλα. Τὸ δὲ βρέφος, ἅτε οὔπω ὂν τῆς τοιαύτης δυνάμεως, δῆλον ὅτι οὐδὲ πέφυκεν ἁμαρτάνειν. Καὶ τὸ Τίς γὰρ καθαρὸς ἔσται ἀπὸ ·ύπου; Ἀλλ' οὐδείς, ἐὰν καὶ μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς, –οὐδενὶ τρόπῳ ἁρμόζει τῷ βρέφει· τὸ γὰρ βίος ἀντὶ τῆς πολιτείας ἔλεξε ἡ γραφή· τῷ δὲ βρέφει ὥσπερ οὐκ ἔστι πολιτεία οὕτως οὐδὲ βίος. Ἐρώτησις πθ. Eἰ τὸ σκεῦος, ὅπερ ὁ Πέτρος ἐν τῇ ὀπτασίᾳ τεθέαται, εἶχε τὰ καθαρά τε καὶ ἀκάθαρτα πάντα, καθὼς ἡμῖν ἡ γραφὴ παραδίδωσι· ἡ γὰρ τοῦ πάντα φωνὴ περιληπτικὴ ἀμφοτέρων τῶν προλεχθέντων καθὼς ἕστηκεν· εἶτα θῦσαι καὶ φαγεῖν ἐκ τῶν δειχθέντων ὁ αὐτὸς ἀπόστολος ἀπροσδιορίστως κελευό μενος παρῃτήσατο, Μηδαμῶς, κύριε, λέγων, ὅτι οὐδέποτε
PG 6:1331κοινὸν ἢ ἀκάθαρτον ἔφαγον· πῶς διὰ τῶν τοιούτων ·ημάτων οὐ δείκνυται πάντα μὲν ἀπαγορεύων τὰ ἄλογα ὡς ἀκάθαρτα, μεμφόμενος δὲ τῷ τὴν βρῶσιν ἀπὸ τῆς ἐξ αὐτῶν ἐπιτρέψαντι, ὡς ἀκαθάρτου ἐδωδῆς κελεύσαντι ἀπογεύεσθαι; Ἀπόκρισις. Ἀπὸ τῆς τοῦ Πέτρου ἀποκρίσεως μανθάνομεν τίνα ἦν τὰ ἐνόντα ἐν τῇ σινδόνι, τουτέστι τὰ ἀκάθαρτα μόνα, καὶ οὐκ ἐξ ἀνάγκης ἡ τοῦ πάντα φωνὴ περιέχει καὶ τὰ καθαρά· δυνατὸν γὰρ πάντα τὰ τετράποδα καὶ τὰ πετεινὰ τῆς γῆς λέγεσθαι καὶ τὰ ἀκάθαρτα. Τὸ δὲ Οὐδαμῶς, κύριε· οὐδέποτε κοινὸν οὔτε ἀκάθαρτον ἔφαγον· πρὸς τὴν θέαν πάντων τῶν ἐν τῇ σινδόνι δειχθέντων αὐτῷ ἀπεκρίνατο καὶ οὐ περὶ τινῶν. Τὸ οὖν Σκεῦος ἐν ᾧ ἦν πάντα τὰ πετεινὰ καὶ τὰ τετράποδα καὶ τὰ ἑρπετὰ κατὰ παράληψιν εἴρηται τοῦ ἀκαθάρτου, ἀντὶ τοῦ Σκεῦος ἐν ᾧ ἦν πάντα τὰ ἀκάθαρτα πετεινὰ καὶ πάντα τὰ τετράποδα τῆς γῆς. Καὶ ὥσπερ, ὅταν λέγῃ ἡ θεία γραφή· Παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν, ἡ τοῦ παντὸς φωνὴ οὐ περιέχει πιστόν τε καὶ ἄπιστον ἄνδρα, ἀλλὰ πιστὸν μόνον· ὁ γὰρ πιστὸς ἀνήρ ἐστι σῶμα τοῦ Χριστοῦ, καὶ ὁ Χριστὸς τοῦ πιστοῦ ἀνδρὸς λέγεται κεφαλή· οὕτως οὐδὲ ἡ τοῦ πάντα φωνὴ περιεκτική ἐστι καθαρῶν τε καὶ ἀκαθάρτων, ἀλλὰ τῶν ἀκαθάρτων μόνων, δι' ὧν προεμηνύθη τῷ Πέτρῳ ἡ παράληψις τῶν ἀκαθάρτων ἐθνῶν, ὧν τῇ πίστει τοῦ Χριστοῦ ὁ θεὸς ἐκαθάρισε τὰς καρδίας. Ἐρώτησις %. Eἰ εὐσεβεῖ λογισμῷ οἱ πατριάρχαι κινούμενοι ἑαυτοῖς καὶ τοῖς παισὶ τὰς γαμετὰς ἐκ τῆς οἰκείας συγγενείας εἰλήφασι, πῶς οὐ παρὰ τὸν εὐσεβῆ τῶν προγόνων σκοπὸν Ἰωσὴφ καὶ Μωϋσῆς διεπράξαντο, ὁ μὲν Αἰγυπτίαν, ὁ δὲ Μαδιανίτιδα γυναῖκα γημάμενος; Ἀπόκρισις. Eἰ μὲν πατριάρχαι φόβῳ τοῦ μὴ ἐκτραπῆναι τοὺς υἱοὺς αὐτῶν τῆς εὐσεβείας οὐκ ἐπέτρεπον αὐτοὺς ἐκ τῶν ἐθνικῶν λαβεῖν γαμετάς, ὁ δὲ Μωϋσῆς καὶ ὁ Ἰωσὴφ τοῦ τοιούτου φό βου ἦσαν ἀνώτεροι, οὐδὲν οὖν κατὰ παράβασιν τοῦ σκοποῦ τῶν πατέρων πεποιηκότες φαίνονται ὅ τε Μωϋσῆς καὶ ὁ Ἰωσὴφ λαβόντες ἐθνικὰς γαμετάς. Oὐ γὰρ μόνον αὐτοὶ οὐκ ἐξετρά πησαν τῆς εὐσεβείας ὑπὸ τῶν ἑαυτῶν γυναικῶν, ἀλλὰ καὶ τὰς ἑαυτῶν γυναῖκας εἰς τὴν ἑαυτῶν μετέφερον εὐσέβειαν. Ἐρώτησις %α. Eἰ πρὸ τῆς παραβάσεως ὁ Ἀδὰμ λογικοῦ ἢ ἀλόγου οὐ τεθέαται θάνατον, πῶς ὃν οὐκ εἶδεν, ὡς ἑωρακώς, ἀπειλη θέντα ἐδειλίασε θάνατον; Πῶς δὲ τοῦτον ἀγνοούμενον αὐτῷ ὡς ἐγνωσμένον ἠπείλησεν ὁ θεός; Ἀπόκρισις. Eἰ λογικὸν ἐκεῖνον καλοῦμεν τὸν ἔχοντα ἐν ἑαυτῷ τῶν ὑπὸ τῶν λόγων σημαινομένων τὰς ἐννοίας, δῆλον ὅτι καὶ ὁ Ἀδὰμ λογικὸς ὢν εἶχεν ἐν ἑαυτῷ τοῦ θανάτου τὴν ἔννοιαν. Καὶ κα θώσπερ μὴ ἑωρακὼς μὲν ὁ Ἀδὰμ λογικὸν ἐπὶ τῇ ἑαυτοῦ γυ
PG 6:1333μνώσει αἰσχυνόμενον, ὅμως δὲ γυμνωθεὶς ᾐσχύνθη, ἐσχηκὼς ἐν ἑαυτῷ τῆς αἰσχύνης τὸ ὄνομα καὶ τὴν ἔννοιαν, οὕτως εἶχεν ἐν ἑαυτῷ καὶ τοῦ θανάτου τὴν ἔννοιαν, κἂν τὸ πρᾶγμα ἐν ἄλλῳ μήπω ἦν θεασάμενος. Διὸ εὐλόγως ἐδειλίασε τὸν θάνατον, εἰδὼς αὐτὸν ἀπὸ τῆς ἐννοίας αὐτοῦ ἀντικείμενον ὄντα τῆς ζωῆς. Ἐρώτησις %β. Ἐπειδὴ ἡ γραφὴ λέγει κρίματα καὶ δικαιώματα, καὶ μαρτύρια καὶ νόμον, ἐντολὰς καὶ προστάγματα, εἰ ταὐτά εἰσιν ἀμφότερα ἀλλήλοις ἢ ἑκάτερον ἔχει λόγον ἰδιάζοντα, δίδαξον. Ἀπόκρισις. Κρίματα μὲν λέγει τοὺς λόγους τοὺς διαστείλαντας τῶν οὐ πρακτέων τὰ πρακτέα, καὶ τιμὴν μὲν τὴν ἐπὶ τῇ ὑπακοῇ, ἀτιμίαν δὲ τὴν ἐπὶ τῇ παρακοῇ ὡρισμένας· δικαιώματα δὲ λέγει τῶν κριμάτων τὴν ὀρθότητα ἀπονεμητικὴν τῶν κατ' ἀξίαν ἑκάστῳ. Νόμον δὲ λέγει τὴν ἔγγραφον περίληψιν πάσης τῆς ἰουδαϊκῆς λατρείας τε καὶ πολιτείας· μαρτυρίαν δὲ καλεῖ τὴν ἐπὶ τοῖς πεπραγμένοις ὑπὸ τῶν δεξαμένων τὸν νόμον δι' εὐλογίας καὶ κατάρας ἀμοιβήν, ἣν οὐρανὸν καὶ γῆν ὁ Μωϋσῆς διαμαρτυρόμενος ἔλεγε τοῖς Ἰουδαίοις συμβήσεσθαι αὐτοῖς πει θομένοις ἢ ἀπειθοῦσιν. Ἐντολὰς δὲ καὶ προστάγματα λέγει τὸν κατὰ * λόγων ὀνομάζων τοὺς λόγους ἐνταλτικῶς ἢ προσ τακτικῶς λεχθέντας, κατὰ τὴν ἔμφασιν τῆς θείας αὐθεντίας τοῦ ταῦτα ἐντειλαμένου ἢ προστάξαντος. Ἐρώτησις %γ. Eἰ τὰ νῶτα τοῦ οὐρανοῦ πεφόρτωται ὕδασι, καθώς φησιν ἡ γραφή, ὅπερ τινὲς ἔφασαν γεγονέναι διὰ τὴν πυρώδη τῶν φωστήρων οὐσίαν, ὥστε τοῖς ἐπικειμένοις τὸν οὐρανὸν πιαι νόμενον ὕδασι τῇ ὑποκειμένῃ τῶν φωστήρων φλογὶ μένειν ἀχείρωτον, πῶς οἱ ταῦτα λέγοντες ἀληθεύουσι, τῶν φωστήρων οὐκ ἐν τῷ οὐρανῷ ἀλλ' ὑπὸ τὸν οὐρανὸν κινουμένων; Eἰ δὲ τούτους ἐν τῷ οὐρανῷ λέγομεν εἶναι, πῶς τὴν κινητικὴν ἐνέρ γειαν ἔχουσι, τοῦ οὐρανίου σώματος τὸ ἀκίνητον ἔχοντος; Eἰ δὲ σὺν τῷ οὐρανῷ τὰ ἄστρα λαμβάνει τὴν κίνησιν, πῶς οὐκ ἀληθεύει ὁ σφαῖραν τὸν οὐρανὸν προσαγορεύων μῦθος; Eἰ δὲ τοῦτο μὲν ἀπρεπές, τὸ δὲ προλεχθὲν περὶ τῶν φωστήρων νοῆσαι ἀκόλουθον, πῶς οὐκ ἄχρηστος τῶν ἄνω ὑδάτων ἡ σύ στασις; Τίς δὲ καὶ αὐτὴ ἐν τῇ συντελείᾳ γενήσεται, ἄνω μὲν τῶν δικαίων, κάτω δὲ τῶν ἁμαρτωλῶν τὰς τῶν πρακτέων ἀμοιβὰς τότε μελλόντων κομίζεσθαι; Ἀπόκρισις. Κἂν ὑπὸ τὸν οὐρανόν εἰσιν οἱ φωστῆρες, ἀλλ' ἡ φορὰ τῆς τῶν πυρωδῶν οὐσιῶν ἐνεργείας κατὰ φύσιν ἐπὶ τὰ ἄνω γί νεται· διὸ εὔλογον αἰτίαν ἐπιδεδώκασιν οἱ εἰρηκότες πρὸς διαμονὴν τοῦ στερεώματος πεφορτῶσθαι τὰ νῶτα τοῦ οὐρανοῦ τοῖς ὕδασιν. Oὐ τοῦτο δὲ μόνον ἐστὶν αἴτιον τοῦ εἶναι τὰ ὕδατα ἐν τοῖς νώτοις τοῦ οὐρανοῦ, τὸ ἀχείρωτον αὐτὸν εἶναι τῇ ὑποκειμένῃ φλογὶ τῶν φωστήρων, ἀλλὰ καὶ τὸ βαρεῖσθαι αὐτὸν ἐπὶ τὸ κάτω ὑπὸ τοῦ πλήθους τῶν ἐν νώτοις αὐτοῦ ὑδάτων, καὶ μὴ δονεῖσθαι ὑπὸ τῆς βιαίας τῶν ἀνέμων φορᾶς,
PG 6:1335καὶ τὸ τὴν ἄκραν ἐξ αὐτῶν ἐπὶ τὸ κάτω πέμπεσθαι ψυχρό τητα, ἀφ' ἧς μιγείσης τῇ ἄκρᾳ τοῦ ἡλίου θερμότητι ἀποτε λεῖται τῶν ἀέρων ἡ εὐκρασία πρὸς τὴν διαμονὴν τῶν ἐπὶ γῆς ζώων τε καὶ φυτῶν. Ἐν δὲ τῇ συντελείᾳ οὐκ ἐν τῷ νῦν οὐ ρανῷ καὶ ἐν τῇ νῦν γῇ κομίζονται τῶν πρακτέων τὰς ἀμοιβὰς οἱ ἄνθρωποι, ἀλλ' ἐν τῷ καινῷ οὐρανῷ καὶ ἐν τῇ καινῇ γῇ κατὰ τὸ εἰρημένον, ὥσπερ τὸ Ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, ἣν ἐγὼ ποιῶ, μένει ἐνώπιόν μου εἰς τοὺς αἰῶνας. Καὶ πάλιν· Κατ' ἀρχὰς σύ, κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί· καὶ αὐτοὶ μὲν ἀπολοῦν ται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται. Καὶ πάλιν· Ἔτι ἅπαξ ἐγὼ σείω οὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὸν οὐρανόν. Τὸ δὲ σαλευόμενον δηλοῖ τὴν αὐτοῦ μετάστασιν, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα ἀκίνητα. Ἐρώτησις %δ. Eἰ ὡς βιβλίον τὸν οὐρανὸν εἱλίσσεσθαι, καὶ τὰ ἄστρα ὡς φύλλα πίπτειν ἐπὶ τῆς γῆς προλέγει μὲν ὁ κύριος, καὶ ὁ προφήτης δὲ τούτοις προκατήγγειλε σύμφωνα, πῶς ἡ παντελὴς τοῦ στερεώματος ἀπώλεια διὰ τῶν ἐκείνων λόγων οὐ δείκνυ ται; Τίς οὖν ἡ τῶν τοιούτων ·ημάτων διάνοια; Καὶ πῶς τὸ τῶν στοιχείων συνίστασθαι ἄφθαρτον δύναται; Ἀπόκρισις. Ὥσπερ τοῦ στερεώματος τὴν ποίησιν παραβολικῶς ἡ θεία γραφὴ παρείκασε ποτὲ μὲν τῇ ἐκτάσει τῆς δέρεως, λέγουσα· Ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέριν· ποτὲ δὲ τῷ καπνῷ ἐστε ρεωμένῳ· Ὁ οὐρανός, φησίν, ὡσεὶ καπνὸς ἐστερεώθη· ποτὲ δὲ τῷ περιφερεῖ τῆς καμάρας· Ὁ τανύσας, φησί, τὸν οὐρανὸν ὡσεὶ καμάραν· οὕτως καὶ τὴν ἀνάλυσιν αὐτοῦ παραβολικῶς παρείκασε ποτὲ μὲν βιβλίῳ εἱλισσομένῳ, ποτὲ δὲ στοιχείῳ λυομένῳ πυρί, καθά φησιν ὁ ἀπόστολος Πέτρος ἐν τῇ δευ τέρᾳ αὐτοῦ καθολικῇ ἐπιστολῇ, ποτὲ δὲ ἱματίῳ παλαιουμένῳ. Ἀνάγκη γὰρ τῇ εἰσαγωγῇ τοῦ κρείττονος οὐρανοῦ τοῦ καινῶς γινομένου ἀναιρεῖσθαι τὸ στερέωμα, ὡς ἄχρηστον ὂν πρὸς ἐκείνην τὴν κατάστασιν, ἵνα τῇ αὐτοῦ ἀπωλείᾳ κἂν τότε τὸ μάταιον τοῦ περὶ τῆς ἀγενεσίας καὶ ἀφθαρσίας τοῦ οὐρα νοῦ φερομένου δόγματος γινώσκωσιν ὅσοι ἀγένητόν τε καὶ ἀΐδιον κατὰ τρόπον ἄφρονα τοῦτον εἰρηκότες. Ἐρώτησις %ε. Eἰ διὰ τὴν ἡμετέραν χρείαν καὶ ὠφέλειαν ἡ παραγωγὴ τῆς κτίσεως γέγονε, καὶ διὰ τὴν ἡμετέραν ὁμοίως χρείαν τὰ μὲν φθείρεται, τὰ δὲ ἀφθαρσίαν ἐν τῇ συντελείᾳ ἐνδύσονται, οἷον κτήνη μὲν καὶ πετεινὰ καὶ θηρία φθείρεται, οὐρανὸς δὲ καὶ ἡ γῆ φθορᾶς ἀπαλλάττεται· καὶ τὰ μὲν φθείρεται, ὡς ἀνεν δεοῦς ἡμῶν ἀνισταμένου τοῦ σώματος, ἐν ἀφθαρσίᾳ δὲ τὰ δη λωθέντα διαμένει στοιχεῖα, τῶν πραχθέντων ἡμῖν μελλόντων ἡμῶν ἐν αὐτοῖς κομίζεσθαι τὴν ἀντίδοσιν· ἀὴρ καὶ θάλαττα πῶς οὐκ ἄχρηστα, εἰ τότε μένει ἄφθαρτα, οὔτε εἰς ἀναπνοὰς οὔτε εἰς ἐμπορίας οὔτε ἰχθυοφαγίας ἢ ἑτέρας τινὸς βοηθείας
PG 6:1337ἐξ αὐτῶν χρῃζόντων ἡμῶν, διὰ τὸ ἀνενδεές, καθὼς ἔφην, τοῦ σώματος; Ἀπόκρισις. Eἰ κατὰ τὸν ἀπόστολον Παῦλον παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου ὁ θεός, δῆλον ὅτι ἐξ ἀνάγκης καὶ τὰ ἄλλα πάντα τὰ τοῦ σχήματος ἕνεκεν τοῦ κόσμου γεγονότα συμπαραχθή σεται τῷ τοῦ κόσμου σχήματι. Εἰσαχθήσεται δὲ καινὸς οὐ ρανὸς καὶ καινὴ γῆ, ἐν οἷς μέλλουσι δίδοσθαι δικαίοις τε καὶ ἀδίκοις τῶν πρακτέων αἱ ἀμοιβαί. Τῷ δὲ ἀέρι εἰ καὶ πρὸς ἀναπνοὴν τότε οὐ χρῄζομεν, ἀλλὰ πρὸς τὴν κίνησίν τε καὶ το πικὴν μετάστασιν ἀναγκαίως αὐτῷ χρησόμεθα. Ἁρπαγησό μεθα γάρ, φησίν, ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα. Ἐρώτησις % . Eἰ μὴ τοῖς παρὰ γνώμην ἀλλὰ τοῖς κατὰ γνώμην καλοῖς παρὰ θεοῦ ὁ ἔπαινος δίδοται, οἱ παῖδες οἱ παρὰ Ἡρώδου τὴν διὰ τὸν Χριστὸν λαβόντες ἀναίρεσιν, καὶ τὰ ἐπὶ τοῦ αὐ τοῦ, ἡνίκα ἐπὶ τοῦ κτήνους καθήμενος τὴν Ἱερουσαλὴμ κατε λάμβανε, τὸν ὕμνον φθεγξάμενα πλήθη, πότερον ἔχουσι δι καίως χρεωστούμενον ἔπαινον, ἐπειδὴ κἀκεῖνοι τὴν σφαγὴν παρὰ γνώμην ἐδέξαντο, καὶ ταῦτα οὐ γνώμῃ οἰκείᾳ ἀλλὰ χά ριτι θείᾳ ἐν Ἱερουσαλὴμ τὸν ὕμνον ἐκεῖνον ἐφθέγξαντο; Ἀπόκρισις. Eἰ χάρισμα θεοῦ ἐστι τὸ ὑπὲρ Χριστοῦ πάσχειν (Ἡμῖν, φησίν, ἐχαρίσθη οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν), ἔπασχον δὲ καὶ τὰ βρέφη ὑπὲρ Χρι στοῦ, θείας ἄρα ἠξιώθησαν χάριτος. Τίς οὖν οὐκ ἐπαινέσειε ταῦτα δικαίως τῇ δόσει τῆς θείας χάριτος ἐπαινεθέντα ὑπὸ τοῦ θεοῦ, τοῦ καὶ τοῖς παρὰ γνώμην καλοῖς τὸν ἔπαινον δα ψιλευομένου; Ἔτι δὲ εἰ πρὸς τὸν ἔπαινον τῶν διὰ τὴν εὐσέ βειαν θλιβομένων ἀνταποδίδωσιν ὁ θεὸς θλίψιν τοῖς θλίψα σιν, ἀνάγκη ἄρα καὶ τὰ βρέφη τὰ ἀναιρούμενα ὑπὸ Ἡρώδου ἐπαινεῖσθαι τούτῳ τῷ ἐπαίνῳ τῷ διὰ τὴν ἐκδίκησιν τῶν θλί ψεων. Δίκαιον, φησὶν ὁ ἀπόστολος Παῦλος, παρὰ τῷ θεῷ ἀνταποδοῦναι τοῖς θλίψασιν ὑμᾶς θλίψιν, ὑμῖν δὲ τοῖς θλι βομένοις ἄνεσιν μεθ' ἡμῶν ἐν τῇ βασιλείᾳ αὐτοῦ. Ἐρώτησις %ζ. Eἰ ἡ χάρις διὰ τοῦτο κέκληται χάρις, διὰ τὸ τοῖς παριοῦσι τοῦ νόμου συγχωρεῖν ἑτοιμότερον, πῶς τὰ τῇ χάριτι πρέποντα ἐν τῷ νόμῳ μᾶλλον εὑρίσκεται; Ὁ μὲν γὰρ ·αντισμοῖς τισι καὶ θυσίαις ἀλόγων καὶ διαφοραῖς βαπτισμάτων τοὺς πταίον τας καθ' ἑκάστην ἀπολύει τῆς μέμψεως, ἡ δὲ χάρις ἓν μόνον χαρίζεται βάπτισμα. Ἅπαξ δὲ μόνον εἰ μὲν ὑπεπίπτομεν πταίσμασιν, ἅπαξ μόνον καὶ τῆς ἀφέσεως ἐδεόμεθα· πολλά κις δὲ ἁμαρτάνοντες δῆλον ὅτι καὶ πολλάκις τῆς ἀφέσεως χρῄ ζομεν· ὅπερ οὐχ ἡ χάρις ἀλλ' ὁ νόμος διὰ τῶν προλεχθέντων ·αντισμῶν καὶ τῶν λοιπῶν παρέχειν ἐπίσταται. Πῶς οὖν δειχθήσεται τοῦ νόμου ἡ χάρις φιλανθρωποτέρα περὶ τοὺς ἁμαρτάνοντας, ὥσπερ εἴρηται ἐχόντων τῶν πραγμάτων;
PG 6:1340Ἀπόκρισις. Τῶν τοιούτων πταισμάτων ὁ νόμος διὰ τοῦ βαπτίσματος καὶ θυσίας δίδωσι τὴν ἄφεσιν τῶν μηδὲν συντελούντων εἰς βλάβην πολιτείας καὶ ζωῆς ἀνθρώπων, οἷον ὡς τὸ ἅψασθαι νεκροῦ ἢ λεπροῦ ἤ τινος τῶν τοιούτων. Τῶν δὲ ἄλλων πται σμάτων γεγενημένων εἰς βλάβην πολιτείας ἢ ζωῆς ἀνθρώπων, τῶν τοιούτων πταισμάτων οὐ δίδωσι συγχώρησιν, οὔτε διὰ τοῦ βαπτίσματος οὔτε διὰ τῆς τῶν ἀλόγων θυσίας, ἀλλὰ δικαίαν τε καὶ ἀξίαν ἀμοιβὴν δίδωσι τοῖς πταίσασι διὰ τοῦ ἴσου τῆς ἀντιπλήξεως. Ψυχήν, φησίν, ἀντὶ ψυχῆς, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ὀδόντα ἀντὶ ὀδόντος. Ὅπου δὲ τὸ ἴσον τῆς ἀντι δόσεώς ἐστιν ἀπρεπές, ἐκεῖ τὸν διὰ πυρὸς ἢ λίθου ἢ ξίφους θάνατον ἀνταποδίδωσι τοῖς πταίσασι· τὴν μὲν γὰρ θυγατέρα τοῦ ἱερέως πορνεύουσαν διὰ πυρὸς ἀναλίσκει, τὴν δὲ τοῦ λαϊ κοῦ ἀνδρὸς διὰ λίθου, τὴν δὲ ὕπανδρον διὰ ξίφους. Καὶ οὐ δαμοῦ ἰσχὺς τῷ νόμῳ ἐκ φιλανθρωπίας διὰ βαπτισμῶν τε καὶ θυσιῶν σῶσαι τῶν τοιούτων τινά. Τῆς δὲ χάριτος πολλή τίς ἐστι πρὸς τὴν τῶν ἁμαρτανόντων ἡ ἰσχύς· αὕτη γὰρ καὶ τοῦ νόμου κρατοῦντος εἰ μὴ κατέλαβε τὸν βασιλέα Δαυῒδ διπλοῖς θανατηφόροις περιπεπτωκότα ἁμαρτήμασιν, ἀνοίξασα αὐτῷ τῆς μετανοίας τὴν θύραν, οὐκ ἂν εὗρε παρὰ τῷ νόμῳ σωστικὴν ἁμαρτωλῶν φιλανθρωπίαν. Αὕτη ἔταξεν ἐν τῷ κόσμῳ τῶν ἁμαρτωλῶν ἰατρὸν δόκιμον τὴν μετάνοιαν, τὴν δυναμένην καὶ τοὺς ἑβδομηκοντάκις ἑπτὰ πταίοντας ἰᾶσθαι, μόνον εἰ βουλη θεῖεν χρήσασθαι τῷ τῆς μετανοίας βουλήματι. Ἐρώτησις %η. Eἰ τὸν φόβον ὁ κύριος οὐκ ἀναγκαῖον δι' ὧν λέγει παρί στησι· φησὶ γὰρ Ὁ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ· πῶς πάλιν ὁ αὐτὸς διδάσκει τοὺς μαθητὰς Φοβεῖσθε, λέγων, τὸν τὴν ψυχὴν καὶ τὸ σῶμα ἐν γεέννῃ ἀπολέσαι δυνάμενον; Ἀπόκρισις. Οὐκ εἴρηται μὲν τῷ κυρίῳ τὸ Ὁ φοβούμενος οὐ τετελείω ται ἐν τῇ ἀγάπῃ, εἰ καὶ ὁ εἰρηκὼς τοῦτο κατὰ κύριον εἴρηκε· τὸ δὲ Φοβεῖσθε μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ οὐκ εἴρηται πρὸς ἀναίρεσιν τῆς τελείας ἀγάπης. Ὁ γὰρ τῷ μείζονι φόβῳ τοῦ θεοῦ τὸν ἐλάττονα ἐκλύων τῶν ἀνθρώπων φόβον τῇ ἀγάπῃ τοῦ θεοῦ τοῦτο ποιεῖ, ὥστε εἶναι τὸν μείζονα φόβον τοῦ θεοῦ ἕνεκεν τοῦ μὴ ἐκπεσεῖν τῶν ἠγαπημένων. Ὅσον γὰρ τίμιόν ἐστι τὸ πιστευόμενον, τοσοῦτον ἀγαπᾶται· καὶ ὅσον ἀγαπᾶται, τοσοῦτον ὁ ἀγαπῶν τὴν ἔκ πτωσιν αὐτοῦ φοβεῖται, ἕως ἂν ᾖ ἐν τῷ ὑπὲρ τοῦ ἀγαπωμένου ἀγῶνι. Λυθέντος δὲ τοῦ ἀγῶνος σὺν ἐκείνῳ λύεται καὶ ὁ φόβος τῆς τῶν ἀγαπωμένων ἐκπτώσεως. Ὥστε ἕως τότε ἀναγκαῖός ἐστιν ὁ τοῦ θεοῦ φόβος· οὐδὲ γὰρ ὡς τὸ μισεῖν ἀναιρετικόν ἐστι τῆς ἀγάπης (ἀδύνατον γὰρ τὸ τὸν αὐτὸν καὶ ἀγαπᾶν καὶ μισεῖν), οὕτως καὶ τὸ φοβεῖσθαι· ἐνδέχεται γὰρ τὸν αὐτὸν καὶ ἀγαπᾶν καὶ φοβεῖσθαι. Ἐρώτησις %θ. Eἰ τὰς τῶν ἀλόγων θυσίας ὁ θεὸς ἐν τῷ νόμῳ προσέταξε
PG 6:1342γίνεσθαι, ὥστε ταύταις τὴν περὶ αὐτὸν τοὺς ἀνθρώπους τιμὴν ἐπιδείκνυσθαι, πῶς διὰ τὸ θύειν ἀνθρώπους Ἕλληνες δείκνυν ται αὐτῶν ἀσεβέστεροι; Ὅπερ φάσκουσιν ὑπὸ τῶν παλαιῶν γεγονέναι χάριν τοῦ πλείονος τιμῆς τὸν παρ' αὐτοῖς νομιζό μενον θεὸν μείζονα ἀξιοῦσθαι, τιμώντων αὐτὸν τῇ τῶν λογι κῶν θυσίᾳ· ὅσῳ γὰρ τοῦ ἀλόγου τὸ λογικὸν τιμιώτερον, το σούτῳ καὶ ἡ τούτου θυσία σεμνοτέρα ἐκείνης. Καὶ τοῦτο δείκνυται ἐκ τῶν κατὰ τὸν Ἰεφθάε σαφέστερον, ὅς, τὴν ἰδίαν θυγατέρα προσκομίσας θυσίαν, ἐν τῇ πρὸς Ἑβραίους ἐπι στολῇ ὑπὸ τοῦ ἀποστόλου ἐν τῷ καταλόγῳ τῶν εὐσεβῶν μνη μονεύεται. Ἀπόκρισις. Oὐ χρὴ σκοπεῖν τὴν κατὰ τὸν νόμον θεῷ προσφερομέ νην θυσίαν, ὅτι τῶν ἀλόγων ἐστὶν αἵματα, ἀλλὰ τὸ πῶς προσ εδέξατο ταύτην ὁ θεὸς προσαγομένην αὐτῷ. Eἰ μὲν γὰρ τὸ αἷμα τῶν ἀλόγων ζώων τὸ προσφερόμενον οὕτως προσεδέξατο ὡς εἰ τὴν ἑαυτοῦ ψυχὴν προσήνεγκεν ὁ τοῦτο προσφέρων, δῆλον ὅτι ἡ μὲν θυσία τὴν πρώτην τάξιν ἔλαβεν ἀπὸ τῆς εὐδοκίας τοῦ ταύτην οὕτως προσδεξαμένου καὶ ὁ θεὸς τὴν πρώ την τιμήν. Ὅτι δὲ ὡς τὴν ἑαυτοῦ ψυχὴν οὕτως προσέφερε τῷ θεῷ ὁ τὸ αἷμα τῶν ἀλόγων προσενέγκας, μαρτυρεῖ ἡ θεία γραφὴ λέγουσα· Ἀντὶ τῆς ψυχῆς, φησί, τῶν προσφερόντων τὸ αἷμα τῶν θυσιῶν αὐτῶν προσφέρεται εἰς τὰ ἅγια τῶν ἁγίων. Μὴ οὖν ἀπὸ τῆς φύσεως τοῦ προσαγομένου ἀλλ' ἀπὸ τῆς δια θέσεως τοῦ προσδεχομένου κριτέον τῆς θυσίας τὴν τάξιν καὶ τοῦ θεοῦ τὴν τιμήν, τοῦ διὰ τὸ φείδεσθαι τοῦ γένους τῶν ἀν θρώπων μὴ βουληθέντος ἀναλῶσαι τοὺς ἀνθρώπους εἰς θυσίαν καθ' ἡμέραν προσαγομένους καὶ ἀφανίσαι τὸ γένος, ἀλλὰ δε δωκότος τοῖς μὲν ἀνθρώποις τὸ αὐξάνεσθαί τε καὶ τὸ διαμέ νειν, ταῖς δὲ θυσίαις αὐτῶν τὴν μεγίστην τάξιν. Oἱ δὲ παρ' Ἕλλησι θρησκευόμενοι θεοί, ἅτε δαίμονες ὄντες πονηροί τε καὶ μισάνθρωποι, θυσίαις ἔχαιρον μειωτικαῖς τε καὶ ἀφανι στικαῖς τοῦ γένους τῶν ἀνθρώπων· ὅπερ ἐστὶ δεῖγμα μέγιστον τῆς μὲν τῶν ἑλληνικῶν θεῶν θηριώδους ἀπανθρωπίας, τῆς δὲ τῶν Ἑλλήνων ἀθεότητος, τῷ ἀφανισμῷ τοῦ γένους τῶν ἀνθρώ πων μειζόνως, ὥς φασι, μᾶλλον δὲ αἰσχίστως πειρωμένων τιμᾶν τοὺς ἑαυτῶν θεούς. Αἰτία δέ, δι' ἣν ὁ Ἰεφθάε ἐν τῷ καταλόγῳ τῶν εὐσεβῶν ἠριθμήθη, ἔστιν αὕτη. Ἠιτήσατο ὁ Ἰεφθάε νίκην κατὰ τῶν ἐχθρῶν· ὑπὲρ δὲ ταύτης τῆς νίκης εὐ χαριστικὴν εὐχὴν ἀορίστως ηὔξατο, τὸ προσαγαγεῖν εἰς θυ σίαν τὸ ἐκ τοῦ οἴκου αὐτοῦ ἐξερχόμενον εἰς ἀπάντησιν αὐτῷ ἐκ τοῦ πολέμου τροπαιούχῳ ἐπανερχομένῳ. Δεξάμενος δὲ ὁ διά βολος τὸ ἀόριστον τῆς εὐχῆς ἐμηχανᾶτο ἐξ αὐτοῦ θεῖναι τῷ Ἰεφθάε παγίδα παραβάσεως, καὶ κινεῖ τὴν θυγατέρα αὐτοῦ, μονογενῆ οὖσαν, μετὰ κιθάρας ἐξελθεῖν ἐκ τοῦ οἴκου εἰς συν άντησιν αὐτῷ, ἵνα φεισαμένου τοῦ Ἰεφθάε τῆς θυγατρὸς ἀναγ κασθῇ ποιήσασθαι τῆς εὐχῆς τὴν ἀθέτησιν. Ἀλλ' ὅμως πα γίδα θεὶς ὁ διάβολος τοῦ θηράματος οὐκ ἔτυχε, προτιμοτέραν ἡγησαμένου τοῦ Ἰεφθάε τῆς ζωῆς τῆς θυγατρὸς τὴν ἀπόδοσιν
PG 6:1344τῆς εὐχῆς. Συνεχώρησε δὲ ὁ θεὸς προσενεχθῆναι αὐτὴν εἰς θυσίαν, οὐχ ὡς ἀνθρωπίνου αἵματος τερπόμενος, ἀλλὰ πρὸς διδασκαλίαν τῶν ἑξῆς ἀνθρώπων τοῦ μηδέποτε ἀορίστως εὔξασθαι τῷ θεῷ. Πολλὰ γάρ ἐστιν ἄτοπα κατὰ τὴν οὕτως ἀόριστον εὐχὴν εὐλαβησόμενα, ὧν τοῦ μὴ γενέσθαι ὁ θεὸς προνοησάμενος συνεχώρησε θυσίαν γενέσθαι τοῦ Ἰεφθάε τὴν θυγατέρα· ὅπερ οὐκ ἦν τῆς προαιρέσεως προηγουμένως οὔτε τοῦ θεοῦ οὔτε τοῦ Ἰεφθάε, ἀλλὰ συμβεβηκός πως τῷ ἀορίστῳ τῆς εὐχῆς. Ἐπειδὴ οὖν ὁ Ἰεφθάε τὴν εἰς θεὸν εὐσέβειαν φυ λάττων διὰ τῆς θυσίας τῆς θυγατρὸς ἀνεδείχθη, διὰ τοῦτο αὐ τοῦ γέγονεν ἡ μνήμη ἐν τῷ καταλόγῳ τῶν δικαίων. Ἐρώτησις ρ. Eἰ πρὸς σύστασιν τοῦ ἀληθῆ εἶναι τὴν παρὰ τῶν ὀρθο δόξων γενομένην λατρείαν τὴν τῶν θαυμάτων χάριν ἐν ταῖς αὐτῶν ἐκκλησίαις κατ' ἀρχὰς ὁ δεσπότης δεδώρηται, διὰ τί, ἡνίκα αἱρετικοὶ ἐν αὐταῖς λατρεύσαντες ἀπ' αὐτῶν τῶν ὀρθο δόξων ἀπέστησαν, οὐ συναπέστη τοῖς ὀρθοδόξοις ἀπὸ τῶν ἐκκλησιῶν καὶ τὰ θεῖα χαρίσματα, ἀλλ' ἡ μὲν τῆς πλάνης λα τρεία ταῖς ἐκκλησίαις ἐπεισέφρησε, τὰ δὲ πρὸς τὴν αὔξησιν τῆς ὀρθοδοξίας ὑπὸ τοῦ θεοῦ δωρηθέντα καὶ ἐπὶ τῶν αἱρετι κῶν τὴν αὐτὴν ἐν ταῖς ἐκκλησίαις εἶχεν ἐνέργειαν; Ἀπόκρισις. Eἰ μὲν διὰ τῶν αἱρετικῶν ζώντων ἢ ἀποθανόντων ἡ θεία χάρις ἐνήργει τὰ χαρίσματα, εἶχεν ἂν τὸ γινόμενον εὔλογον ἀπο ρίαν· εἰ δὲ οἱ τὰ θεῖα θαύματα ἐν ταῖς ἐκκλησίαις ἐνεργοῦντες ἅγιοί εἰσιν ἀπόστολοι, προφῆταί τε καὶ μάρτυρες, δῆλον ὅτι τοῖς θείοις ἔργοις διαμαρτύρεται τῷ κόσμῳ ὁ θεὸς ἐκείνων εἶναι τὰς ἐκκλησίας, δι' ὧν θαύματα ἐκτελεῖται, τουτέστι τῶν ὀρθοδόξων. Ἐρώτησις ρα. Eἰ μελέτῃ λογικὸς ἅπας τὴν γνῶσιν κομίζεται, γνώσεως δὲ νόμος τῶν μειζόνων προτάσσειν τὰ ἥσσονα, ὅπερ κρατῆσαν ἐπὶ τῶν Ἰουδαίων σαφέστερον δείκνυται, πρότερον τὰ τοῦ νό μου, εἶθ' οὕτως τὰ εὐαγγέλια παρειληφότων μαθήματα, πῶς ἡμεῖς οὐκ ἀνακολούθως μανθάνομεν, πρὸ τῶν ἡσσόνων τὰ μείζονα διδασκόμενοι; Λέγω δὴ τὰ τοῦ νόμου ἥσσονα, τὰ δὲ τῶν εὐαγγελίων μείζονα. Μιᾶς γὰρ ἡμῶν τε καὶ τῆς αὐτῶν φύσεως, μίαν εἶναι καὶ τὴν τάξιν ἐχρῆν τῆς μαθήσεως, ἐπειδὴ καί, ἐὰν μὴ ἐν τοῖς μαθήμασι φθάσῃ τὰ χείρονα, τὰ ἀμείνω κωλύεται. Ἀπόκρισις. Eἰ τὴν ἀνάγκην, ἣν ἔχει ἐκεῖνα τὰ μαθήματα, ὧν, εἰ μὴ προηγεῖται τῶν ἡσσόνων ἡ μάθησις, τὰ ἀμείνω κωλύεται, ταύ την εἶχε τὰ ἡμέτερα μαθήματα, καὶ ἀνακολούθως μαθεῖν τὰ ἡμέτερα μαθήματα· ἀλλ' ἐπειδὴ δυνατὸν τὰ ἡμέτερα μαθή ματα καὶ ἀνακολούθως μαθεῖν, δῆλον ὅτι ἀπήλλακται τὰ ἡμέ τερα μαθήματα ἐκείνης τῆς ἀνάγκης. Τὸ ἀνάγκης δὲ ἀπηλ λαγμένον, ὡς ἂν γίνηται, ἀδιάβλητόν ἐστιν ἐπὶ τῇ ἀνακολου θίᾳ. Καὶ ταῦτα μὲν ὡς πρὸς τὴν λύσιν τοῦ ἐν τῇ ἐρωτήσει
PG 6:1346σοφίσματος· πρὸς αὐτὴν δὲ τὴν ἐρώτησιν οὕτως ἀποκρινόμεθα, ὅτι οὐδὲ ἡμεῖς ἀνακολούθως διδασκόμεθα, ἀλλ' ὡς ἐμάνθανον οἱ ἀπόστολοι, πρῶτον μὲν τὰ τοῦ νόμου, ὕστερον δὲ τὰ εὐαγ γέλια, οὕτως καὶ ἡμᾶς ἐδίδαξαν. Μαρτυροῦσι δὲ τοῦτο αἱ αὐτῶν φωναί, ἐν αἷς κατήγγειλαν τὸ εὐαγγέλιον· πανταχοῦ γὰρ ἐκ τοῦ νόμου τὸν Χριστὸν κηρύξαντες, ἐκ τῶν πρώτων τὰ ὕστερα καὶ ἐκ τῶν ἡσσόνων τὰ μείζονα. Τὸ γὰρ Προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ἡμῶν κατ' ἐμέ· καὶ τὸ Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· καὶ Ὅτι οὐκ ἐγκατέλειψας τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ ἡ σάρξ μου εἶδε διαφθοράν· φωναί εἰσι τοῦ νόμου προκαταγγείλασαι ἐν αὐταῖς τὸν Χριστόν, αἷς καὶ ὁ ἀπόστολος χρησάμενος τοῖς Ἰουδαίοις τὸ εὐαγγέλιον ἐκήρυξε. Καὶ ὡς μὲν πρὸς τὴν μάθησιν, οὐδὲν διέστηκε τὰ εὐαγγέλια τοῦ νόμου· ὡς δὲ πρὸς τὴν ἐπαγγελίαν καὶ ἀπόδοσιν, διέστηκε. Τί γάρ ἐστιν ὁ νό μος; Εὐαγγέλιον προκατηγγελμένον. Τί δὲ τὸ εὐαγγέλιον; Νόμος πεπληρωμένος. Ἐρώτησις ρβ. Eἰ περιττὸν καὶ λεῖπον ἐν τῇ τοῦ σώματος ἡμῶν κατα σκευῇ ὁ δημιουργὸς οὐ πεποίηται, διὰ τί ὡς περιττὸν τὸ τῆς ἀκροβυστίας μέρος τῶν Ἰουδαίων ἀπετέμνετο; Εἰς τί δὲ χρή σιμον οὐκ ἐν ἑτέρῳ μέρει, ἀλλ' ἐν τῷ παιδοποιῷ μορίῳ τὴν περιτομὴν οἱ πρὸ τῆς τοῦ δεσπότου Χριστοῦ παρουσίας εἰλή φασι; Διὰ τί δέ, ἐκείνων ὡς χρησίμην ταύτην λαβόντων, τῇ τοιαύτῃ χειρουργίᾳ ὁμοίως καὶ ἡμεῖς οὐ κεχρήμεθα; Ἀπόκρισις. Ἐπειδὴ διὰ τὸ γῆρας αὐτοῦ τε καὶ τῆς ἐλευθέρας γαμετῆς ἐν ἀπογνώσει τοῦ παιδοποιεῖν ἐκ τῆς ἐλευθέρας καθιστάμε νος ὁ Ἀβραὰμ ἐπαγγελίαν παιδοποιΐας ἐδέξατο παρὰ τοῦ θεοῦ, καὶ πιστεύσας θεῷ παρὰ τὸν χρόνον τῆς ἡλικίας ἔσεσθαι πατὴρ τοῦ ἐκ τῆς γεγηρακυίας στείρας αὐτῷ γενομένου υἱοῦ, διὰ τοῦτο ἔδωκεν αὐτῷ ὁ θεὸς σφραγῖδα ταύτης τῆς πί στεως τὴν περιτομὴν τῆς ἀκροβυστίας μορίου τοῦ διὰ μὲν τὸ γῆρας πρὸς παιδοποιΐαν ἀχρήστου γενομένου, διὰ δὲ τὴν πί στιν τοῦ Ἀβραὰμ εἰς παιδοποιΐαν γεγονότος χρησίμου. Παρέ πεμψε δὲ ταύτην τὴν περιτομὴν εἰς ὅλον τὸ γένος τὸ ἐκ τοῦ παρ' ἐλπίδα πατρὸς γενομένου, ὑφιστάμενον εἰς ἀνεξάλειπτον μνημόσυνον τῆς τε τοῦ Ἀβραὰμ πίστεως καὶ τῆς τοῦ θεοῦ δυ νάμεως, τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα. Περιτεμνόμεθα δὲ καὶ ἡμεῖς τῇ περιτομῇ τοῦ Χριστοῦ διὰ τοῦ βαπτίσματος, ἐκδυόμενοι τὸν Ἀδάμ, δι' ὃν ἁμαρτωλοὶ γεγονότες τεθνήκαμεν, καὶ ἐνδυόμενοι τὸν Χριστόν, δι' ὃν δικαιωθέντες ἀνιστάμεθα ἐκ τῶν νεκρῶν· ἐν ᾧ, φησὶν ὁ ἀπόστολος, περιετμήθητε περιτομὴν ἀχειροποίητον τῇ ἀπεκ δύσει τοῦ σώματος ὑμῶν. Ἐρώτησις ργ. Eἰ ὁ προσταχθεὶς ποιῆσαι τὰ κατὰ δύναμιν ἔπαινον ἢ μέμψιν ἐν τῷ ποιῆσαι ἢ μὴ ποιῆσαι κομίζεται, δῆλον ὅτι ὁ
PG 6:1348τὰ ὑπὲρ δύναμιν μὴ ποιήσας, ἐπεί εἰσιν ἀδύνατα, ὑπάρχει ἀνεύθυνος. Πῶς οὖν ὁ θεὸς τὰ ὑπὲρ δύναμιν ἐπιτάττων, τουτέστι τὸ μὴ ἁμαρτάνειν, τὸν ἁμαρτάνοντα ὑποβάλλει κολά σεσι, τοῦ ἀνθρώπου ἀδυνάτου ὄντος πρὸς τὴν τοῦ νόμου ἐκ πλήρωσιν; Μαρτυρεῖ δὲ τούτοις καὶ ὁ ἀπόστολος, Oὐ δι καιωθήσεται, λέγων, ἐξ ἔργων νόμου πᾶσα σάρξ. Ἀπόκρισις. Τὸ παντὶ ἀνθρώπῳ ἀδύνατον τοῦτο καὶ τινὶ ἀνθρώπῳ ὑπάρχει ἀδύνατον, οἷον τὸ πέτεσθαι ἐν τῷ ἀέρι ὡς ἀετὸς τινὶ ἀνθρώπῳ ἀδύνατόν ἐστιν, ὅτι καὶ παντὶ ἀνθρώπῳ ἐστὶν ἀδύ νατον· καὶ ἀνάπαλιν τὸ τινὶ ἀνθρώπῳ δυνατόν, ὡς τὸ πλεῖν, καὶ παντὶ ἀνθρώπῳ δυνατὸν ὑπάρχει. Ἀλλ' εἰ, καθώς φησιν ἡ θεία γραφή, τινὲς τῶν ὑπὸ τὸν νόμον δικαιοσύνῃ γεγόνασιν ἄμεμπτοι, δῆλον ὅτι καὶ πᾶσι τοῖς ὑπὸ τὸν νόμον ὑπῆρχε δυ νατὸν τῷ ὁμοίῳ τρόπῳ κατὰ τὴν ἐκ νόμου δικαιοσύνην γενέσθαι ἀμέμπτοις. Λέγει γὰρ ὁ μὲν μακάριος Παῦλος ὁ ἀπόστολος περὶ ἑαυτοῦ ὅτι Κατὰ τὴν δικαιοσύνην τὴν ἐκ νόμου γενόμενος ἄμεμπτος· ὁ δὲ μακάριος Λουκᾶς ὁ εὐαγγελιστὴς περὶ τοῦ Ζαχαρίου καὶ τῆς γυναικὸς αὐτοῦ Ἐλισσάβετ ὅτι Ἠσαν δί καιοι ἀμφότεροι ἐναντίον τοῦ θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ κυρίου ἄμεμπτοι. Τί δέ ἐστι πᾶσα ἡ κατὰ τὸν νόμον δικαιοσύνη; Τὸ ἀγαπᾶν τὸν θεὸν μὲν ὑπὲρ ἑαυτόν, τὸν πλησίον δὲ ὡς ἑαυτόν· ὅπερ οὐκ ἔστιν ἀδύνατον ἀνθρώποις βουληθεῖσι. Τὸ οὖν Ἐξ ἔργων νόμου μὴ δικαιωθῆναι πᾶσαν σάρκα οὐ διὰ τὸ μὴ δύνασθαι τὰ ἀδύνατα λέγει, ἀλλὰ διὰ τὸ μὴ βούλεσθαι τὰ δυνατά. Τῇ γὰρ βουλήσει πρὸς τὰ δυνατὰ κεχρήμεθα, οὐ πρὸς τὰ ἀδύνατα· τοῖς γὰρ δυνατοῖς καὶ ἐφ' ἡμῖν οὖσιν ὁ ἔπαινος ἢ ὁ ψόγος γίνεται πραχθεῖσιν ἢ μὴ πραχθεῖσι. Τοῦ δὲ Διὰ τὸ μὴ αἱρεῖσθαι καὶ οὐ διὰ τὸ μὴ δύνασθαι ἁμαρτάνομεν ἄνθρωποι ἔστι τοῦτο σημεῖον, τὸ μὴ πάντας ἀνθρώπους πᾶσι τοῖς τῆς ἁμαρτίας εἴδεσιν ἐμπεσεῖν, ἀλλὰ τινὰς μὲν τούτῳ τῷ εἴδει τῆς ἁμαρτίας ἐμπεσεῖν, τινὰς δὲ ἐκείνῳ, καὶ τινὰς μὲν πλείοσι, τινὰς δὲ ἐλάττοσι, τινὰς δὲ οὐδενὶ κατὰ τοὺς προει ρημένους δικαίους· ὅπερ οὐκ ἂν συνέβη ἀνθρώποις, τὸ τινὶ μὲν εἴδει τῆς ἁμαρτίας ἁμαρτάνειν, τινὶ δὲ οὐδέποτε ἁμαρ τάνειν, εἰ ἀδυναμίᾳ φύσεως καὶ οὐκ ἀβουλίᾳ προαιρέσεως ἡμάρτανον οἱ ἄνθρωποι. Ἐρώτησις ρδ. Eἰ ἐπὶ τῶν ἐγκλημάτων χώραν μετανοίας τοῖς ἡμαρτη κόσιν ὁ νόμος οὐ δίδωσιν, ἀλλὰ κίνδυνον αὐτοῖς ἐπάγει ἀπα ραίτητον, πῶς μοιχείαν καὶ φόνον ὁ προφήτης Δαυῒδ ἐργα σάμενος οὐ παρὰ τὸν νόμον συγγνώμης ἠξίωται; Καὶ εἰ μὲν ἀγαθὸν ἡ συγγνώμη, διὰ τί τὸ ἀσύγγνωστον τῷ νόμῳ συνέ ζευκται; Eἰ δὲ φαῦλον, ὅπερ οὐκ οἶμαι, πῶς ὁ τῶν ἀγαθῶν χορηγὸς τὸ φαῦλον τῷ προφήτῃ κεχάρισται; Ἀπόκρισις. Eἰ ἐπὶ τῶν ἐγκλημάτων χώραν μετανοίας τῷ ἡμαρτηκότι ὁ νόμος οὐ δίδωσι, πῶς ἐν τῇ ἐνενηκοστῇ ἑβδόμῃ ἐρωτήσει
PG 6:1350προτέτακται τῆς χάριτος ὁ νόμος, ὥστε τις ἑτοιμότερος καὶ φιλανθρωπότερος εἰς ἄφεσιν ἁμαρτημάτων τοῖς ἁμαρτάνου σιν, οὓς καθ' ἑκάστην ἡμέραν διὰ τοῦ βαπτίσματός τε καὶ τῆς τῶν ἀλόγων θυσίας τῆς μέμψεως ἀπολύει, νῦν δὲ ἐν τῇ προκειμένῃ ἐρωτήσει ·ανὶς οὐχ ὑπολέλειπται τῷ νόμῳ φιλαν θρωπίας, ἀλλὰ συνέζευκται αὐτῷ τὸ ἀσύγγνωστον, κίνδυνον ἐπάγον τῷ ἡμαρτηκότι ἀπαραίτητον; Καὶ πρὸς μὲν τὸ μὴ ἀνεπισήμαντον καὶ τῶν ἐρωτήσεων τὴν ἐναντίωσιν εἰρήσθω ταῦτα· πρὸς δὲ τὴν ἐρώτησιν ἀποκρινόμεθα, ὅτι εἰ καὶ ὁ νόμος τὸ ἀσύγγνωστον ἔχει, ἀλλὰ καὶ ἡ χάρις μετάνοιαν δέδωκε τῷ ἡμαρτηκότι. Τὸ γὰρ Aἱ χεῖρες ὑμῶν αἵματος πλήρεις, ἀλλὰ λούσασθε καὶ καθαροὶ γένεσθε, καί, ἐὰν ὦσιν αἱ ἁμαρ τίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ, καὶ τὸ Oὐ βού λομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν, φωναί εἰσι τῆς θείας χάριτος ἁμαρτωλοὺς καλοῦσαι εἰς εὐπάθειαν τοῦ νόμου, διὰ μετανοίας εἰληφότας τῶν προη μαρτημένων τὴν συγγνώμην. Ἀγαθὴ μὲν οὖν ἐστιν ἡ συγ γνώμη καὶ τῆς θείας χάριτος δῶρον, οὐκ ἔστι δὲ οὐδὲ κατὰ τὸν νόμον οὐδὲ κατὰ τοῦ νόμου, ἀλλ' ὑπὲρ τὸν νόμον καὶ ὑπὲρ τοῦ νόμου· ὑπὲρ τὸν νόμον μέν, ὅτι χάρις, ὑπὲρ τοῦ νόμου δέ, ὅτι διὰ μετανοίας ἄγει τοὺς ἁμαρτωλοὺς εἰς εὐπάθειαν τοῦ νόμου, καθάπερ καὶ τὸν Δαυΐδ. Ἐρώτησις ρε. Eἰ πᾶσι μὲν ἀνθρώποις διὰ τὸ ἀσθενὲς τῆς φύσεως ἀναγ καία ἡ διὰ τῆς εὐχῆς ὑπάρχει βοήθεια, ταῦτα δὲ οὐ πρόσεστι τῷ δεσπότῃ Χριστῷ, οἷα δεσπότῃ καὶ ἀρκοῦσαν πρὸς πάντα κεκτημένῳ τὴν δύναμιν, διὰ τί τῶν ἀποστόλων συχνότερον ὑπὸ τῆς γραφῆς τὸν Χριστὸν μανθάνομεν προσευχόμενον; Ἀπόκρισις. Ὥσπερ πεινάσας ὁ κύριος καὶ διψήσας καὶ κοπιάσας, δακρύσας τε καὶ ἱδρώσας, καίτοι δυνάμενος διὰ περιουσίας δυνάμεως μηδὲν τούτων ὑπομένειν, διὰ δὲ τὸ παρέχειν γνώ ρισμα τῆς ἀνθρωπίνης αὑτοῦ φύσεως ἑκουσίως ὑπέμεινε τὰ τῆς φύσεως ἀσθενῆ, οὕτως καὶ τὸ εὔξασθαι διὰ τὴν αὐτὴν αἰ τίαν. Eἰ γὰρ ἑκουσίως ὑπομεμενηκότος αὐτοῦ τὰ ἀσθενήματα τῆς ἑαυτοῦ φύσεως τολμῶσί τινες λέγειν μὴ ὑπάρχειν αὐτὸν τῆς ἡμετέρας φύσεως, πῶς οὐκ ἂν ἔλεγον αὐτὸ τοῦτο μετὰ τῆς περιουσίας τῆς ἀποδείξεως, εἰ συνέβη αὐτῷ μηδαμῶς αὐτὸν εὔξασθαι τῷ θεῷ καὶ πατρί; Καὶ ἐπειδὴ περὶ τῶν ἀποστό λων οὐδεμία γέγονεν ἀμφιβολία εἰ ἄνθρωποι ἦσαν, περὶ δὲ τοῦ σωτῆρος ἔμελλε γίνεσθαι ἀμφιβολία, διὰ τοῦτο συχνότερον αὐτῶν τε καὶ τῶν λοιπῶν ἀνθρώπων καὶ τὸ εὔξασθαι αὐτὸν κατήγγειλεν ἡ θεία γραφή. Eἰ γὰρ τῶν τῆς σαρκὸς ἀσθενειῶν ἀνώτερος διὰ τῆς ἀναστάσεως γενόμενος ὡς ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν ἐντυγχάνει τῷ θεῷ ὑπὲρ ἡμῶν, πῶς οὐχὶ μᾶλ λον ἔτι ὑποκειμένου αὐτοῦ τῇ ἀσθενείᾳ τῆς σαρκὸς ἐδεῖτο με γάλης κραυγῆς καὶ ἰσχυρᾶς καὶ δακρύων, μεθ' ὧν τὴν δέησιν προσέφερε τῷ δυναμένῳ ·ύσασθαι αὐτὸν ἐκ θανάτου; Ἐρώτησις ρ .
PG 6:1353Eἰ πάντων τῶν ἀνθρώπων μίαν ἔχει ἡ σὰρξ καὶ μίαν ἡ ψυχὴ οὐσίαν, πῶς ὁ μὲν ἀργός, ὁ δὲ περὶ τὴν νόησίν ἐστιν ὀξύτερος; Ἀλλ' εἰ μὲν ἡ ψυχὴ τῆς τοιαύτης ἐστὶ διαφορᾶς αἰτία, ἀνάγκη τῶν ψυχῶν ὑπονοεῖν τὴν οὐσίαν διάφορον κατὰ τὴν διαφορὰν τῆς νοήσεως· εἰ δὲ ἡ σάρξ, ὁ αὐτὸς καὶ περὶ αὐτῆς λόγος ἁρμόσειεν. Eἰ δὲ ἔκ τινος χυμοῦ, οἷον ξηροῦ ἢ ὑγροῦ ἢ θερμοῦ ἢ ψυχροῦ, πλεονασμοῦ ἢ ἐλλείψεως τοῦ θατέ ρου τὸ ἕτερον ἐπικρατέστερον γίνεται, οἷον ἀφροσύνη ἢ φρό νησις, πόθεν ἢ ὅπως γέγονέ τις τοιαύτης ποιότητος ἡ ἐπικρά τεια, ἡ παρασκευάσασα τὸ ἔννουν ἢ ἄνουν ἐν ἡμῖν πλεονάζειν; Ἀπόκρισις. Τῆς τοῦ νοεῖν ὀξύτητος ἢ νωθρότητος αἰτίαν ἀποδεδώκασί τινες τῶν τε στοιχείων, ἐξ ὧν σύγκειται τὰ ἡμέτερα σώματα, τὴν εὐκρασίαν καὶ τὴν δυσκρασίαν καὶ τῶν ὀργανικῶν μορίων τὴν συμμετρίαν, καὶ δοκοῦσιν ὀρθῶς ἀποδεδωκέναι τούτων τὰς αἰτίας. Εἰσὶ γάρ τινες ἐν μέν γε νεότητι γεννητικοί τε καὶ ἐπιδεκτικοὶ νοημάτων τυγχάνοντες, ἐν δὲ τῷ γήρᾳ εἰς τὸ ἐναντίον μεταβαλλόμενοι γίνονται περὶ τὸ νοεῖν ἀργοί· ἔστι δὲ τοῦτο σημεῖον τοῦ τὴν εὐκρασίαν τε καὶ δυσκρασίαν εἶναι αἰτίαν τῆς τοιαύτης μετοχῆς. Ὡσαύτως δὲ καὶ οἱ λίαν μεγα λοκέφαλοι, λεγόμενοι βαρυκέφαλοι, διὰ τὸ μὴ σώζειν σύμμε τρον ἀναλογίαν πρὸς τὰ ἄλλα μέρη τοῦ σώματος δι' ὑπερβολὴν μικρότητος ἢ μεγέθους, καὶ αὐτοὶ ἀνεπιτήδειοί εἰσι τοῦ δύνα σθαι εἶναι γεννητικοί τε καὶ ἐπιδεκτικοὶ νοημάτων. Γίνονται δὲ καὶ ἄλλοι πρὸς τὴν κατάληψιν τῶν τῇ φύσει συνεστώτων πραγμάτων ὀξεῖς τε καὶ ἕτοιμοι, καὶ ἀπὸ τῆς θείας χάριτος, ὡς τὸ Ὁ κύριος ἔδωκε τῷ Σολομῶντι πλάτος καρδίας, ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης· καὶ ὡς τὸ Οἷς δέδοται μὲν διὰ πνεύματος λόγος σοφίας, ἄλλοις δὲ λόγος γνώσεως. Ἐρώτησις ρζ. Eἰ ὑπὸ τῶν ἀπίστων πρὸς ἀπάτην εὑρέθη τὰ ᾄσματα, τοῖς δὲ ἐν νόμῳ εἰσηγήθη διὰ φρενῶν νηπιότητα, οἱ τῆς χάριτος τέλεια καὶ τῶν ·ηθέντων τρόπων ἀλλότρια παρειληφότες μα θήματα διὰ τί ἐν ταῖς ἐκκλησίαις κατὰ τοὺς ἐν τῷ νόμῳ νη πίους τοῖς ᾄσμασι κέχρηνται; Ἀπόκρισις. Oὐ τὸ ¶σαι ἁπλῶς ἐστι τοῖς νηπίοις ἁρμόδιον, ἀλλὰ τὸ μετὰ τῶν ἀψύχων ὀργάνων ¶σαι καὶ μετὰ ὀρχήσεως καὶ κρο τάλων· διὸ ἐν ταῖς ἐκκλησίαις προαιρεῖται ἐκ τῶν ­σμάτων ἡ χρῆσις τῶν τοιούτων ὀργάνων καὶ τῶν ἄλλων τῶν νηπίοις ὄντων ἁρμοδίων, καὶ ὑπολέλειπται τὸ ¶σαι ἁπλῶς. Ἡδύνει γὰρ τὴν ψυχὴν πρὸς ζέοντα πόθον τοῦ ἐν τοῖς ᾄσμασιν ­δο μένου, κοιμίζει τὰ ἐκ τῆς σαρκὸς ἐπανιστάμενα πάθη, τοὺς ὑπὸ τῶν ἀοράτων ἐχθρῶν ἐμβαλλομένους ἡμῖν λογισμοὺς πο νηροὺς ἀπωθεῖται, ἀρδεύει τὴν ψυχὴν πρὸς καρποφορίαν θείων ἀγαθῶν, γενναίους πρὸς τὴν ἐν τοῖς δεινοῖς καρτερίαν τοὺς ἀγωνιστὰς ἐργάζεται τῆς εὐσεβείας, πάντων τῶν ἐν τοῖς βιω τικοῖς λυπηρῶν ἰαματικὸν γίνεται τοῖς εὐσεβέσι. Μάχαιραν
PG 6:1355τοῦ πνεύματος τοῦτο ὁ Παῦλος ὀνομάζει, ἐν ᾧ κατὰ τῶν ἀο ράτων πολεμίων ὁπλίζει τοὺς ὁπλίτας τῆς εὐσεβείας· ῥῆμα γάρ ἐστι θεοῦ, ὃ καὶ ἐνθυμούμενον καὶ ­δόμενον καὶ ἀνα κρουόμενον δαιμόνων γίνεται ἀπελατικόν. Ἔστιν οὖν τὰ τοιαῦτα τελειωτικὰ τῆς ψυχῆς ἐν ταῖς κατ' εὐσέβειαν ἀρεταῖς, διὰ τῶν ­σμάτων τῶν ἐκκλησιαστικῶν τοῖς εὐσεβέσι προσ γινόμενα. Ἐρώτησις ρη. Eἰ συγγνώμην ἡ ἀκούσιος ἐφέλκεται ἄγνοια, καθὼς ὑπὸ τῆς γραφῆς διδασκόμεθα, πῶς οἱ μὲν πάλαι Ἰουδαῖοι, τὸν Χριστὸν ἐξ ἀγνοίας σταυρώσαντες, πλείστων καὶ ἀνυποίστων δεινῶν ἐπειράθησαν, ὡς ἐν τοῖς Περὶ τῆς ἁλώσεως λόγοις μαρτυρεῖ ὁ Ἰώσηπος, οἱ δὲ νῦν τῷ Χριστῷ ἀπειθοῦντες αὐτῶν, τῆς μὲν οἰκείας πατρίδος ἀπελαθέντες, εἰς πᾶσαν τὴν γῆν ἐλικμήθησαν, τοῖς δὲ ἔθνεσιν εἰς δουλείαν ἐξεδόθησαν ἄτιμον, ὡς τὰ πράγματα στήλης βοᾷ περιφανέστερον; Τὴν δὲ ἐν ἑκα τέροις αὐτῶν συνίστησιν ἄγνοιαν ποτὲ μὲν ὁ κύριος, Πάτερ, λέγων, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσι· ποτὲ δὲ ὁ ἀπό στολος φάσκων· Eἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. Καὶ ταῦτα μὲν περὶ τῶν πάλαι Ἰουδαίων· περὶ δὲ τῶν νῦν, Μαρτυρῶ, φησίν, αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχου σιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν. Ἀπόκρισις. Ὅτε ἡ ἀκούσιος ἄγνοια τοῖς ἀγνοοῦσι νομισθῇ γνῶσις, τότε ἡ ἀπόβασις τοῦ κατ' ἄγνοιαν πραττομένου πράγματος δείκνυσι κατ' ἀλήθειαν οὖσαν γνῶσιν ἢ κατὰ πλάνην καὶ ἄγνοιαν. Δειχθείσης δὲ τῆς νομιζομένης γνώσεως διὰ τῆς ἀποβάσεως ἀγνοίας ὑπαρχούσης τοῦ πράγματος, ἂν ἐμμένῃ τῇ αὐτῇ ἀγνοίᾳ ὁ ἀγνοήσας, οὐδεμίαν ἐφέλκεται συγγνώμην ἀλλὰ τιμωρίαν ἀπαραίτητον. Ἀλλ' ὅτι μὲν οὕτως ἐσταύρωσαν οἱ Ἰουδαῖοι τὸν Χριστὸν ὡς γινώσκοντες αὐτὸν ἀντίθεον καὶ σύμψηφον ἔχοντες τὸν θεὸν ἐν τῇ ἀναιρέσει αὐτοῦ, παντί που δῆλον· οὐκ ἂν γὰρ αὐτὸν ἐσταύρωσαν, εἰ ἦσαν γινώσκοντες ὅτι μετὰ τὸν θάνατον αὐτὸν ὁ θεὸς ἐγερεῖ ἐκ τῶν νεκρῶν. Ἐγερθεὶς δὲ ἐκ τῶν νεκρῶν ὑπὸ τοῦ θεοῦ ἔδειξε τὴν νομιζομένην κατὰ Χρι στοῦ γνῶσιν τῶν Ἰουδαίων κατὰ ἀλήθειαν ἄγνοιαν οὖσαν. Ἐπειδὴ οὖν μετὰ τὸ ἀναστῆναι τὸν κύριον ἐκ νεκρῶν, καὶ δειχθῆ ναι μήτε τὸν θεὸν σύμψηφον γεγονότα τοῖς Ἰουδαίοις ἐν τῷ θανάτῳ τοῦ Χριστοῦ μήτε τὸν Χριστὸν ἀνεγέρτως μένειν ἐν τῷ θανάτῳ κατὰ τὴν προσδοκίαν τῶν αὐτὸν σταυρωσάντων, ἔτι τοὺς Ἰουδαίους ἐν τῇ ἀπειθείᾳ μένειν, διὰ τοῦτο οὐκ ἦσαν συγγνώμης ἄξιοι. Τὸ γὰρ ἐξαργυρίζειν αὐτοῦ τὴν ἀνάστασιν καὶ κλοπὴν ταύτην νομίζειν, καὶ κωλύειν τοὺς ἀποστόλους ἐπὶ τῷ ὀνόματι αὐτοῦ μὴ ἐκτελεῖν θεῖα ἔργα ἐν τῇ δυνάμει τοῦ ἁγίου πνεύματος γινόμενα, οὐκ ἔστιν ἀκουσίου ἀγνοίας συγ γνώμην ἐφελκομένης, ἀλλ' ἐγνωσμένης ἑκουσίου θεομαχίας τι μωρίαν ἐφελκομένης. Eἰ μὲν γὰρ ταύτῃ τῇ ἐλπίδι ἐσταύρωσαν τὸν Χριστὸν οἱ Ἰουδαῖοι, τοῦ μὴ κρατῆσαι τὴν διδασκαλίαν αὐτοῦ καὶ τοῦ μὴ λυθῆναι τὸν ἰουδαϊσμόν, πῶς οὐκ ἔστιν ἀμφο
PG 6:1357τέρων ἀποτυχία λυτικὴ τῆς Ἰουδαίων κατὰ Χριστοῦ ἀκουσίου ἀγνοίας; Τὸ δὲ Σὺ πάτερ ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσι, κατὰ ταύτην εἴρηται τὴν ἔννοιαν· Ὅτι, γνόντες ὅτι κατ' ἄγνοιάν με ἐσταύρωσαν, καὶ αἰτοῦσι λύτρον τῶν πλημ μελειῶν αὑτῶν, παράσχοις αὐτοῖς. Oὐ γὰρ δίδοται ἄφεσις τῷ νομίζοντι τὴν ἑαυτοῦ ἁμαρτίαν μὴ εἶναι ἁμαρτίαν ἀλλὰ δι καιοσύνην. Καὶ τὸ εἰρημένον τῷ Παύλῳ, τὸ Μαρτυρῶ αὐ τοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν, πεφει σμένως εἴρηται τῇ τοῦ λόγου συγκαταβάσει· ἀσθενὴς τοῖς ἀσθενέσι γινόμενος, ἵνα κατὰ τὸ εἰρημένον σώσῃ τοὺς ἀσθενεῖς. Ἐρώτησις ρθ. Eἰ τὸ τῆς ἀναστάσεως δῶρον πᾶσι τοῖς θανοῦσιν ὁ θεὸς διδόναι ὑπέσχετο, καὶ πάντες ἐκ τῶν τάφων ἀναστάντες τῷ κριτῇ παρίστασθαι μέλλουσι, πῶς πληρωθήσεται τὸ κρίνειν νεκροὺς καὶ ζῶντας τὸν κύριον; Πῶς δὲ νεκροὶ κριθῆναι δυ νήσονται, ὧν τὰ μὲν σώματα ἐν μνήμασιν ἔῤῥιπται, αἱ δὲ ψυχαὶ τῶν σωμάτων κεχωρισμέναι εἰσίν; Ἀπόκρισις. Oὐ πάντες, φησί, κοιμηθησόμεθα. Κρινεῖ οὖν ζῶντας μὲν τοὺς τότε ζῶντας, νεκροὺς δὲ τοὺς ἀνισταμένους ἐκ τῶν νεκρῶν. Ἔρχεται, φησίν, ὥρα καὶ νῦν ἐστίν, ὅτε πάντες οἱ ἐν τοῖς μνήμασιν ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ ἐξέρχονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. Ἐχρῆν οὖν κατὰ τὸ πιστὸν τοῦ λόγου θεωρεῖν τὸ δυνατὸν τοῦ πράγματος καὶ μὴ ἀπορεῖν τὴν ἄλογον ἀπορίαν. Ἐρώτησις ρι. Eἰ τοῖς καταλιμπάνουσι πατέρα ἢ μητέρα ἢ τέκνα καὶ τὰ ἑξῆς ἑκατονταπλασίονα ἐπηγγείλατο διδόναι ὁ κύριος, ἆρα καὶ γυναῖκας ἑκατὸν οἱ τοιοῦτοι ἀντιλήψονται; Πῶς δέ, πολ λῶν τὰ εἰρημένα διὰ τὴν ἐντολὴν καταλιπόντων ἐν πτωχείᾳ καὶ μονότητι καὶ ἐρημίᾳ τελευτησάντων, οὐ διέψευσται ἡ τοι αύτη ὑπόσχεσις; Ἀπόκρισις. Ὥσπερ πατέρας καὶ μητέρας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς λέγει τοὺς κατ' οἰκειωτικὴν διάθεσιν προσλαμβανομένους τὸν Χριστόν, καταλείψαντας πατέρα τε καὶ μητέρα, ἀδελφούς τε καὶ ἀδελφάς, οὕτως καὶ γυναῖκα λέγει τὴν ἐν καιρῷ τῆς διὰ Χριστὸν ἐγκαταλείψεως προνοουμένην τοῦ καταλείψαντος τὴν φύσει γυναῖκα. Ἡ δὲ ἐκκλησία τοῦ δεσπότου Χριστοῦ, ἡ ἐξ ἀρχῆς τοῦ χριστιανικοῦ κηρύγματος ὑπὸ τῶν αὐτῇ ἀντικειμένων Ἑλλήνων τε καὶ Ἰουδαίων διωκομένη καὶ ἁρπαζομένη πολυχρονίως, πόθεν ἔν τε τοῖς πνευματικοῖς καὶ ἐν τοῖς ἀνθρωπικοῖς τοσαύτην ἣν ὁρῶμεν ἐπίδοσιν ἐδέξατο, μὴ τῆς θείας τε καὶ ζώσης τοῦ σωτῆρος φωνῆς, τῆς κατὰ πολυπλασιασμὸν ὑπο σχομένης, καὶ τὴν ἀντίδοσιν ἐνεργησάσης ἐν αὐτῇ; Πόθεν δὲ πλούσιοι ἄνδρες τε καὶ γυναῖκες τὰς ἑαυτῶν ὑπάρξεις ἐπιφε ρόμενοι ἐν τῇ ἐρήμῳ τοὺς ἐκεῖσε ἀναχωρητὰς ἐζήτησαν καὶ τούτων τὰ ὑστερήματα ἐπλήρωσαν, καθὰ ἔγνωμεν ἐκ τῆς ἱστο
PG 6:1359ρίας τῶν ἁγίων ἀρχαίων ἀνδρῶν, μηδὲ τοῦ δεσπότου Χριστοῦ δι' αὐτῶν τὴν ἰδίαν ὑπόσχεσιν ἀγαγόντος εἰς πέρας; Ἐρώτησις ρια. Eἰ πρὸς σύστασιν τῆς τῶν σωμάτων ἀναστάσεως ὡς και ρίῳ τῷ κατὰ τὰ σπέρματα ὑποδείγματι ὁ ἀπόστολος ἐν τῇ πρὸς Κορινθίους ἐχρήσατο, πῶς οἱ τεμνόμενοι ἢ καιόμενοι ἀναστήσονται, τῶν σπερμάτων μετὰ τομὴν ἢ καῦσιν οὐ βλα στανόντων ἀλλὰ εἰς τὸ παντελὲς φθειρομένων; Ἀπόκρισις. Τῆς φύσεως οὔσης τῆς ἐργαζομένης τὰ ἐκ τῶν σπερμάτων γιγνόμενα, ὡς ἔμμετρον λαβούσης παρὰ τοῦ δημιουργοῦ τὴν δύναμιν, ἀνάγκη ἐπιτήδεια εἶναι τὰ σπέρματα πρὸς ποίησιν τῶν ἐξ αὐτῶν γιγνομένων· διὸ ἐὰν καῇ ἢ τμηθῇ τὰ σπέρματα, ἄχρηστα γίγνεται τῇ φύσει πρὸς ποίησιν τῶν ἐξ αὐτῶν γιγνο μένων. Ὁ δὲ θεὸς οὐκ ἔμμετρον ἔχει τὴν δύναμιν· διὰ τοῦτο οὐδὲν αὐτῷ ἐστιν ἀνεπιτήδειον πρὸς ποίησιν πάντων ὧν βού λεται, οὐδὲ κωλύεται ὑπὸ τῆς τομῆς καὶ καύσεως τῶν σωμά των τοῦ ποιήσασθαι αὐτῶν τὴν ἀνάστασιν. Oὐ γὰρ νόμῳ καὶ μέτρῳ φύσεως ἐργάζεται ὁ θεός, ἀλλ' αὐθεντίᾳ βουλῆς τῆς ἐν μηδενὶ ἀπορουμένης πρὸς ποίησιν ὧν βούλεται ποιεῖν. Ἐχρή σατο δὲ ὁ ἀπόστολος τῷ κατὰ τὰ σπέρματα ὑποδείγματι εἰς πίστωσιν τῆς τῶν νεκρῶν ἀναστάσεως, ἵνα κατὰ ἀναλογίαν πιστώσηται τῆς ἀναστάσεως τὸν λόγον, ὅτι, ὥσπερ οὐκ ἀπι στοῦμεν τὴν βλάστησιν τοῦ σπέρματος, ὁρῶντες ἐν τῇ γῇ ἀπο θανόντος καὶ ἀποβεβληκότος τοῦ σπέρματος τὴν φύσιν, οὕ τως οὐκ ὀφείλομεν ἀπιστεῖν τῶν νεκρῶν τὴν ἀνάστασιν· ὁ γὰρ θεός, ὁ δεδωκὼς τῇ φύσει τὸ διὰ τοῦ σπέρματος ἐργάσασθαι τὴν βλάστην, πολὺ μᾶλλον αὐτὸς δύναται ἐκ τοῦ θανάτου ἐγεῖραι τοὺς νεκρούς. Ἐρώτησις ριβ. Eἰ τὴν βασιλείαν τοῦ Ἰσραὴλ δόξαν καὶ τρυφὴν καὶ ἄνεσιν ἐπίγειον οἱ ἀπόστολοι ὑπελάμβανον, καθά τινες ἔφασαν, διὰ τί ὁ κύριος περὶ ταύτης πρὸς αὐτῶν ἐρωτώμενος οὐ μόνον αὐ τοὺς οὐ διωρθώσατο, ἀλλὰ καὶ ἐπέσφιγξεν αὐτῶν τὴν ἄγνοιαν φήσας πρὸς αὐτούς· Οὐχ ὑμῶν ἐστὶ γνῶναι χρόνους ἢ και ρούς, οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ; Αὕτη δὲ ἡ ἀπό κρισις βεβαιοῖ τὴν ἐκείνων ἐρώτησιν. Ἀπόκρισις. Καὶ τοῦτο ἕν ἐστι τῶν πρὸ τῆς ἐπιφοιτήσεως τοῦ ἁγίου πνεύματος μὴ δυναμένων γνωσθῆναι ὑπὸ τῶν ἀποστόλων κατὰ τὸ εἰρημένον· Πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βα στάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ τὸ πνεῦμα τῆς ἀληθείας, ἐκεῖνο ὁδηγήσει ὑμᾶς πρὸς πᾶσαν τὴν ἀλήθειαν. Μαθόντες δὲ ὑπὸ τοῦ πνεύματος τὸ Τὴν κοιλίαν καὶ τὰ βρώματα ὁ θεὸς καταρ γεῖ, ἐκ τῆς ἰουδαϊκῆς ὑπολήψεως εἰς τὴν ἔννοιαν μετηνέχθησαν τὴν πρέπουσαν τῇ καταστάσει τῶν ἀνισταμένων ἐκ τῶν νε κρῶν, ἐν ᾗ οὔτε βρῶσις οὔτε πόσις οὔτε γάμος, ἀλλὰ ἰσάγγε λοι ἔσονται οἱ τῆς ἀναστάσεως υἱοί. Τὸ οὖν Οὐχ ὑμῶν ἐστὶ γνῶναι χρόνους ἢ καιρούς, οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξου
PG 6:1361σίᾳ, οὐκ ἔχει σχῆμα βεβαιωτικὸν ἐρωτησάντων ἐν τῇ κατ' ἄγνοιαν ὑπολήψει, ἀλλὰ ἀπορητικὸν ἀμφοτέρων, τῆς τε κατὰ τὸν χρόνον καὶ τῆς κατὰ τὸν τρόπον ὑπολήψεως τῶν ἐρωτη σάντων. Δηλοῖ δὲ καὶ ὁ ἀπόστολος Παῦλος τὸν τρόπον ἐκεί νης τῆς καταστάσεως ἐν οἷς λέγει· Ἡ βασιλεία τοῦ θεοῦ οὐκ ἔστι βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ. Ἐρώτησις ριγ. Eἰ τέλειον τότε νοοῦμεν τὸ τέλειον κατὰ τὸ εἰωθὸς ὅτε πάντα κέκτηται τέλεια, τέλειον δὲ ἄκρως τὸ καθ' ὁτιοῦν προσ θήκην ἢ αὔξησιν μὴ δεχόμενον, πῶς ὁ θεὸς μὲν προϋπάρχων τῆς κτίσεως, ὕστερον δὲ τὴν κτίσιν ποιησάμενος, οὕτω θεὸς τὸ δημιουργὸς ὄνομά τε καὶ πρᾶγμα προσέλαβε, καὶ ἐκ τοῦ θεὸς εἰς τὸ καὶ δημιουργὸς εἶναι τὴν αὔξησίν τε καὶ τὴν γένεσιν δέδεκται; Ἀπόκρισις. Ἄλλο τὸ αὐτὸ εἶναι, καὶ ἄλλο τὸ ἄλλου εἶναι· ἄσχετον μὲν τὸ αὐτὸ εἶναι, σχετικὸν δὲ τὸ ἄλλου εἶναι. Ἐπειδὴ οὖν τὸ τέλειον τοῦ θεοῦ ἐν τῷ αὐτὸ εἶναι, διὰ τοῦτο οὐκ αὔξει αὐτὸν τὸ ἄλλου εἶναι. Καὶ καθάπερ τὸ ἀρχὴν εἶναι ἀριθμοῦ οὐδὲν συντελεῖ τῷ ἑνὶ πρὸς τὴν αὐτοῦ τελειότητα (καὶ γὰρ μὴ ὄντος αὐτοῦ ἀρχῆς ἀριθμοῦ τέλειον ἦν, καὶ γινομένου αὐτοῦ ἀρχῆς ἀριθμοῦ οὐκ ηὐξήθη), οὕτως καὶ ὁ θεὸς πρὸ τῆς κτίσεως ἦν τέλειος, καὶ μετὰ τὴν κτίσιν οὐκ ηὐξήθη. Οὐδὲν οὖν τῶν διὰ τῆς κτίσεως αὔξει θεόν (Σὺ γάρ, φησίν, ὁ αὐτὸς εἶ), ἀλλὰ τὴν σχέσιν ἣν ἔχει πρὸς τὴν κτίσιν πολυτρόπως (Σφόδρα, φησίν, ὑπερυψώθης ὑπὲρ πάντας τοὺς θεούς), καὶ γὰρ ὡς πατὴρ καὶ δεσπότης καὶ κριτὴς καὶ ποιμὴν καὶ τὰ τούτοις ὅμοια. Καὶ καθάπερ ὁ θεὸς μὴ ποιήσας πλείονας κόσμους, καίπερ τοῦτο καὶ δύναται ποιεῖν, οὐκ ἀτελὴς ἐκ τούτου ἐδείχθη ἡ αὐτοῦ τελειότης εἰς τὸ ὑπερυψοῦσθαι αὐτόν· εἰ δὲ μὴ ποιήσας πλείονας κόσμους ὁ θεὸς οὐκ ἐμειώθη, οὐδ' ἄρα ποιήσας ἕνα κόσμον ηὐξήθη. Ἐρώτησις ριδ. Eἰ τὸ εἶναι τῇ δυνάμει τοῦ εἶναι τῇ ἐνεργείᾳ καθέστηκεν ἔλαττον, πῶς ὁ τοῦ κόσμου ποιητής, πρὸ τῆς τοῦ κόσμου ποιήσεως ποιητὴς ὢν δυνάμει καὶ οὐκ ἐνεργείᾳ, τῷ τῆς ἐλατ τώσεως οὐχ ὑποπίπτει ὀνόματι; Ἀπόκρισις. Ὧν ἡ δύναμις τῆς ἐνεργείας φυσικῇ τινι ἀνάγκῃ ὑφέστηκεν, τούτων ἡ δύναμις ἐλάττων τῆς ἐνεργείας καθέστηκεν· οὗ δὲ ἡ δύναμις τῆς ἐνεργείας οὐ φυσικῇ ἀνάγκῃ ἀλλὰ ἰδίᾳ βουλῇ ὑφέ στηκεν, οὗτος ἀνυπόβλητος τῷ τῆς ἐλαττώσεως ὀνόματι. Διε νοήθης, φησί, καὶ πάντα σοι πάρεστιν. Ἐρώτησις ριε. Eἰ τὸ κλίνειν τὸ γόνυ ἐν ταῖς προσευχαῖς τοῦ ἑστῶτας εὔχεσθαι μᾶλλον θεῷ τοὺς εὐχομένους παρίστησι καὶ πλεῖον ἐφέλκεται τὴν θείαν συμπάθειαν, διὰ τί ἐν ταῖς κυριακαῖς ἡμέραις καὶ ἀπὸ τοῦ πάσχα ἕως τῆς πεντηκοστῆς γόνυ οὐ κλί
PG 6:1363νουσιν οἱ εὐχόμενοι; Πόθεν δὲ καὶ ἡ τοιαύτη ἐν ταῖς ἐκκλη σίαις εἰσῆλθε συνήθεια; Ἀπόκρισις. Ἐπειδὴ ἀμφοτέρων ἐχρῆν ἡμᾶς ἀεὶ μεμνῆσθαι, καὶ τῆς ἐν ταῖς ἁμαρτίαις πτώσεως ἡμῶν καὶ τῆς χάριτος τοῦ Χριστοῦ ἡμῶν, δι' ἧς ἐκ τῆς πτώσεως ἀνέστημεν, διὰ τοῦτο ἡ ἐν ταῖς ἓξ ἡμέραις ἡμῶν γονυκλισία σύμβολόν ἐστι τῆς ἐν ταῖς ἁμαρ τίαις πτώσεως ἡμῶν, τὸ δὲ ἐν τῇ κυριακῇ μὴ κλίνειν γόνυ σύμβολόν ἐστι τῆς ἀναστάσεως, δι' ἧς τῇ τοῦ Χριστοῦ χάριτι τῶν τε ἁμαρτημάτων καὶ τοῦ ἐπ' αὐτῶν τεθανατωμένου θα νάτου ἠλευθερώθημεν. Ἐκ τῶν ἀποστολικῶν δὲ χρόνων ἡ τοι αύτη συνήθεια ἔλαβε τὴν ἀρχήν, καθώς φησιν ὁ μακάριος Εἰρηναῖος, ὁ μάρτυς καὶ ἐπίσκοπος Λουγδούνου, ἐν τῷ Περὶ τοῦ πάσχα λόγῳ, ἐν ᾧ μέμνηται καὶ περὶ τῆς πεντηκοστῆς, ἐν ᾗ οὐ κλίνομεν γόνυ, ἐπειδὴ ἰσοδυναμεῖ τῇ ἡμέρᾳ τῇ κυριακῇ κατὰ τὴν ·ηθεῖσαν περὶ αὐτῆς αἰτίαν. Ἐρώτησις ρι . Eἰ ἀνιστάμενος ὁ δεσπότης ἀπὸ τοῦ μνήματος τὰ ἐν τάφια ἐν τῷ τάφῳ κατέλιπε, πῶς μετὰ τὴν ἀνάστασιν ἢ γυμνὸν αὐτὸν ὀφθέντα ἢ ἑτέρωθεν αὐτὸν ἐσθῆτα κομισάμενον ἡ γραφὴ οὐχ ἱστόρησεν; Eἰ δὲ μήτε ἑτέρωθεν ἀμφιάσματα εἴληφε μήτε γυμνὸς τοῖς τότε αὐτὸν ὁρῶσιν ἐφαίνετο, πῶς ἀληθὲς ὅτι τὰ ἱμάτια ἐν τῷ τάφῳ κατέλιπεν; Ἀπόκρισις. Τὰ μὲν ἱμάτια τοῦ σωτῆρος μετὰ τὸ σταυρωθῆναι αὐτὸν οἱ στρατιῶται διεμερίσαντο, τὰ δὲ μετ' αὐτοῦ εἰσενεχθέντα εἰς τὸν τάφον εἰς ὑπηρεσίαν τοῦ ζῶντος ἀνεπιτήδεια ἦν. Τὰ δὲ ἱμάτια, ἃ ἐφόρει ὁ κύριος μετὰ τὴν ἀνάστασιν, ἢ ἐδημιούρ γησεν ἢ ἔλαβεν ἀλλαχόθεν, ὡς ἔλαβε καὶ τὸν πῶλον εἰς κά θισμα· ἑκάτερον γὰρ ἠδύνατο, καὶ τὸ δημιουργῆσαι καὶ τὸ λα βεῖν ἀλλαχόθεν. Πολλῶν δὲ ὄντων τῶν ὑπὸ τοῦ κυρίου πρα χθέντων, ὧν ἡ θεία γραφὴ τὰς ἱστορίας οὐ περιέχει, ἐξ ἀνάγκης καὶ τὰ μετὰ τὴν ἀνάστασιν ἐνδύματα ἐν τοῖς ἀνιστορήτοις τίθενται· καὶ οὐκ ἔστιν εὔλογον τὸ ἐκ πάντων τῶν ἀνιστο ρήτων μόνου τούτου ἀνιστορήτου ζητεῖν τὴν αἰτίαν, οὐδ' ἐκ τοῦ ἀνιστορήτου κατασκευάζειν τὴν ἀπορίαν περὶ τοῦ ἐνδύμα τος τοῦ κυρίου, ἀλλ' ἐκ τῆς δυνάμεως αὐτοῦ λαβεῖν τὴν πίστιν περὶ τοῦ ἐνδύματος αὐτοῦ. Ἐρώτησις ριζ. Eἰ σῶμα παχυμερὲς θυρῶν κεκλεισμένων κεκωλυμένην ἔχει τὴν πάροδον, πῶς μετὰ τὴν ἀνάστασιν πρὸς τοὺς μα θητὰς τῶν θυρῶν κεκλεισμένων εἰσῆλθεν ὁ κύριος; Ἀλλ' εἰ μὲν ἀληθὲς ὅτι τὸ κεκλεισμένων τῶν θυρῶν ἔνδον ὁρώμενον σῶμα ἐτύγχανε, πῶς ὁ λίθος ὁ τῷ δεσποτικῷ ἐπικείμενος μνή ματι ὑπὸ τοῦ ἀγγέλου ἀπεκυλίσθη διὰ τὴν αὐτοῦ τοῦ σώματος ἔγερσιν; Eἰ δὲ ἀληθεύει ἡ γραφὴ περὶ τῆς τῶν θυρῶν λέγουσα κλείσεως, δῆλον ὅτι οὐ σῶμα ἀλλὰ πνεῦμα εἰσῆλθεν. Eἰ δὲ τὸ σῶμα ποτὲ μὲν ἦν σῶμα, ποτὲ δὲ πνεῦμα ἐγίνετο, πῶς οὐχὶ τροπὴν τὰ τῆς τοῦ σώματος οὐσίας ἐδέχετο;
PG 6:1365Ἀπόκρισις. Ὥσπερ οὐ κατὰ τὴν ἐκ τοῦ σώματος εἰς τὸ πνεῦμα τρο πὴν περιεπάτησεν ὁ κύριος ἐπὶ τὴν θάλασσαν, ἀλλὰ τῇ θείᾳ αὑτοῦ δυνάμει βατὴν ἐποίησε τὴν εἰς περιπάτησιν ἄβατον θάλασσαν οὐ μόνον τῷ ἑαυτοῦ σώματι ἀλλὰ καὶ τῷ τοῦ Πέτρου, οὕτως τῇ ἑαυτοῦ θείᾳ δυνάμει καὶ τοῦ μνήματος ἐξῆλθε τοῦ λίθου ἐπικειμένου τῷ μνήματι, καὶ πρὸς τοὺς μαθητὰς εἰσῆλθε τῶν θυρῶν κεκλεισμένων. Oὐ γὰρ διὰ τὴν αὐτοῦ ἔγερσιν τοῦ λίθου ἐκ τοῦ μνήματος ἐγένετο ἡ ἀφαίρεσις, ἀλλὰ διὰ τὸ δη λωθῆναι τοῖς ὁρῶσι τὴν ἀνάστασιν· τὸ γὰρ ἐν τῷ μνήματι τὰ μὲν τοῦ ἐνταφιασμοῦ αὐτοῦ ὁρᾶν ἱμάτια, αὐτὸν δὲ μὴ ὁρᾶν, δεῖγμα τῆς αὐτοῦ ἐναργέστατον γέγονεν ἀναστάσεως. Χρὴ δὲ ἡμᾶς ἐννοῆσαι ὅτι τὰ ἰσοδύναμα τὴν αὐτὴν ἔχει πίστιν συγχω ρουμένων αὐτῶν καὶ τὴν αὐτὴν ἔχει πίστιν ἀναιρουμένων αὐτῶν· ἰσοδυναμεῖ δὲ τὸ περιπατεῖν ἐπὶ τὴν θάλασσαν ἐν ἀτρέπτῳ σώματι τῷ εἰσελθεῖν πρὸς τοὺς ἀποστόλους ἐν ἀτρέπτῳ σώματι τῶν θυρῶν κεκλεισμένων. Καὶ ὅτι τὰ ὑπὲρ φύσιν ἐν τῇ φύσει γιγνόμενα κατὰ τὴν θείαν δύναμιν ἀδύνατον κατὰ τὸν λόγον τῆς φύσεως ποιήσασθαι τὴν παράστασιν, διὸ πτοηθέντων τῶν μαθητῶν ἐπὶ τῇ τοιαύτῃ εἰσόδῳ ἐπέτρεψεν αὐτοῖς ψηλαφᾶν τοὺς πεπονθότας τόπους τοῦ σώματος αὑτοῦ, ὅτι οὐ κατὰ τροπὴν τοῦ σώματος εἰς τὸ πνεῦμα ἐποίησεν εἰς αὐτοὺς τὴν εἴσοδον, ἀλλὰ ἐν παχυμερεῖ σώματι τῇ θείᾳ αὑ τοῦ δυνάμει ποιητικῇ τῶν ὑπὲρ φύσιν. Ἐρώτησις ριη. Eἰ πάντα ὁ θεὸς ποιήσας κατὰ κύκλον τῆς φύσεως τοῦ παντὸς δεσπότης καθέστηκε, διὸ καὶ Δαυῒδ ἐν παντὶ τόπῳ τῆς τοῦ κυρίου δεσποτείας εὐλογεῖν ἡμῖν τὸν κύριον ἐγκελεύε ται, ὁμοίως δὲ καὶ ὁ ἀπόστολος ἐν παντὶ τόπῳ ἐπαίρειν ἡμᾶς πρὸς τὸν θεὸν ὁσίους χεῖρας ἐντέλλεται, διὰ τί, ὡς σεμνὸν ἔργον τε καὶ οἰκητήριον θεῖον τὸ πρὸς τὸ ἡλιακὸν κλίμα νομί ζοντες, ἐν αὐτῷ ἀφορῶντες τοὺς ὕμνους καὶ τὰς προσευχὰς τῷ θεῷ ἀναπέμπομεν; Τίνες δὲ καὶ οἱ ταύτην τὴν συνήθειαν τοῖς Χριστιανοῖς ἐκδιδάξαντες; Ἀπόκρισις. Ἐπειδὴ τῶν παρ' ἡμῖν τὰ τιμιώτερα εἰς τιμὴν τοῦ θεοῦ ἀφορίζομεν, κατὰ δὲ τὴν τῶν ἀνθρώπων ὑπόληψιν τιμιωτέρα ἐστὶν ἡ ἀνατολὴ τῶν ἄλλων μερῶν τῆς κτίσεως, διὰ τοῦτο ἐν τῷ καιρῷ τῆς προσευχῆς νεύομεν πρὸς ἀνατολὴν πάντες. Κα θάπερ τῇ δεξιᾷ χειρὶ ἐν ὀνόματι Χριστοῦ κατασφραγίζομεν τοὺς τῆς σφραγῖδος ταύτης δεομένους, ἐπειδὴ τιμιωτέρα νενό μισται τῆς ἀριστερᾶς, καίτοι θέσει καὶ οὐ φύσει διαφέρουσα ταύτης ὑπάρχει, οὕτως καὶ ἡ ἀνατολή, ὡς τιμιώτερον μέρος τῆς κτίσεως, εἰς προσκύνησιν θεοῦ ἀφώρισται. Οὐκ ἐναντιοῦ ται δὲ τῇ προφητικῇ τε καὶ ἀποστολικῇ φωνῇ τὸ πρὸς τὴν ἀνατολὴν ποιεῖν ἡμᾶς τὰς εὐχάς. Ἐν παντὶ γὰρ τόπῳ ὑπάρχει ἡ ἀνατολὴ τοῖς εὐχομένοις· καὶ ἐπειδὴ ἐφ' ὃ μέρος τὴν ὁρατὴν αἴσθησιν κεκτήμεθα κατὰ τοῦτο τὸ μέρος προσκυνοῦμεν, ἀδύ νατον δὲ ἐν τῷ καιρῷ τῆς προσευχῆς εἰς τὰ τέσσαρα μέρη τῆς
PG 6:1368κτίσεως ἀποβλέπειν, διὰ τοῦτο εἰς τὸ ἓν μέρος τῆς κτίσεως ἀφορῶντες ποιοῦμεν τὴν προσκύνησιν, οὐχ ὡς μόνον ἔργον τοῦ θεοῦ οὐδ' ὡς εἰς κατοικητήριον τοῦ θεοῦ τοῦτο ἀφωρισμένον, ἀλλ' εἰς τόπον προσκυνήσεως τῆς παρ' ἡμῶν προσαγομένης θεῷ τεταγμένον. Τὸ δὲ ἔθος, παρ' ὧν εἴληφεν ἡ ἐκκλησία τὸ εὔχεσθαι, παρὰ τούτων εἴληφε καὶ τὸ ποῦ εὔχεσθαι, τοῦτο δὲ παρὰ τῶν ἁγίων ἀποστόλων. Ἐρώτησις ριθ. Eἰ μήτε τοὺς ἐκ τῶν δένδρων καρποὺς μήτε τῆς τῶν κρεῶν ἐδωδῆς οἱ πρὸ τοῦ κατακλυσμοῦ μετελάμβανον, καθώς τινες τῶν πατέρων ἐδίδαξαν, πῶς ὁ Ἄβελ ἐκ τῶν στεάτων τῶν προβάτων ὧν ἐποίμαινε, καὶ ὁ Κάϊν ἐξ ὧν ἐγεώργει καρ πῶν τῆς γῆς ὁμοίως προσέφερε; Καὶ δῆλον ὡς ἑκάτερος αὐ τῶν, τῆς οἰκείας βρώσεως προτιμῶν τὸ θεῖον, τῇ τοιαύτῃ θυ σίᾳ ἐκέχρητο. Eἰ δὲ τὰ ἄχρηστα αὐτοῖς τῷ θεῷ προσεκό μιζον, πῶς τῇ τοιαύτῃ προσφορᾷ τὸ ἀεὶ ὂν οὐχ ὕβριζον; Ἀζήμιον γὰρ αὐτῷ καὶ χλευαστικὴν χάριν ἕκαστος αὐτῶν κατε τίθετο. Πῶς οὖν ἡ μὲν τοῦ Κάϊν θυσία ἀπόβλητος, τὰ δὲ τοῦ Ἄβελ δῶρα αἰδέσιμα γέγονεν; Ἀπόκρισις. Ὁ μακάριος ἀπόστολος, ὁ τῶν πατέρων πατὴρ καὶ εὐσε βείας διδάσκαλος, φησί· Τίς φυτεύει ἀμπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; Τίς ποιμαίνει ποίμνιον, καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει; –ἀντὶ τοῦ οὐδείς. Ἀλλ' εἰ μηδείς, δῆλον ἄρα ὅτι οὐδὲ ὁ Ἄβελ ἐποίμαινε τὴν ποίμνην, ἵνα μὴ ἐσθίῃ τοῦ γάλακτος τῆς ποίμνης αὑτοῦ, οὔτε ὁ Κάϊν ἐγεώργει τὴν γῆν, ἵνα μὴ ἐσθίῃ τῶν καρπῶν αὐτῆς. Ἔτι δὲ εἰ ἄχρηστοι ἦσαν τῷ Κάϊν οἱ καρποὶ τῆς γῆς, τίνος ἕνεκεν τοῖς χείροσι μὲν ἐτίμα τὸν θεόν, τοῖς κρείττοσι δὲ αὑτὸν τοῦ θεοῦ προετίμησε (διὸ ἀπόβλητος αὐτοῦ γέγονεν ἡ θυσία), μὴ χρῄ ζων τῶν καρπῶν τῆς γῆς; Eἰ δὲ προετίμησεν ὁ μὲν Ἄβελ τῆς ἰδίας χρείας τὸν θεόν, ὁ δὲ Κάϊν τὴν ἰδίαν χρείαν τοῦ θεοῦ, δῆλον ἄρα ὅτι ἕκαστος αὐτῶν τῆς ἐκ τῶν οἰκείων πόνων ἔχρῃζε θεραπείας. Ἐρώτησις ρκ. Eἰ βασιλείαν τοῦ θεοῦ τὴν ἀνάστασίν τινες ὑπειλήφασι, δίκαιοι δὲ καὶ ἁμαρτωλοὶ ταύτης ἀξιωθῆναι πιστεύονται, πῶς τοὺς τὰ ἀπηγορευμένα ποιήσαντας ἀποκληρονόμους ὁ Παῦλος ἀπέφαινε, φήσας ὅτι Οὔτε πόρνοι οὔτε μοιχοὶ καὶ οἱ ἐφεξῆς βασιλείαν θεοῦ κληρονομήσουσιν; Ἀπόκρισις. Βασιλείαν θεοῦ οἶδεν ἡ θεία γραφὴ ὀνομάζειν οὐ τὴν ἀνάστασιν ἁπλῶς, ἀλλὰ τὴν μετὰ τὴν ἀνάστασιν ἀποκατάστα σιν, ἐν ᾗ γίνεται κολαζομένων τε καὶ δοξαζομένων ἡ διαίρεσις, τοῦ θεοῦ ὑπὸ πάντων ἀναμφιβόλως ὁμολογουμένου, τοῦ τὴν δόξαν ἐν τοῖς δοξαζομένοις ἐνεργοῦντος καὶ τὴν κόλασιν ἐν τοῖς κολαζομένοις. Ἀκούσονται, φησί, τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ οἱ ἐν τοῖς μνημείοις, καὶ ἐξελεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς
PG 6:1370ἀνάστασιν κρίσεως. Διῄρηται οὖν ἡ ἀνάστασις εἰς ζωὴν καὶ κρίσιν, κατὰ τὰς διαφορὰς δικαίων τε καὶ ἀδίκων. Ἐπὶ πλέον γὰρ ἡ ἀνάστασις τῆς βασιλείας τοῦ θεοῦ· ἡ μὲν γὰρ ἀνάστασις δικαίους τε καὶ ἀδίκους περιέχει, ἡ δὲ βασιλεία τοῦ θεοῦ μόνους τοὺς δικαίους περιέχει. Ἐρώτησις ρκα. Eἰ ἀναθεματισμὸν μόνον ἐπὶ τῶν ἀτόπων ἡ παλαιά τε καὶ νέα διαθήκη ἐπίσταται, πῶς ὁ μακάριος Πέτρος, ἐν τῷ πάθει τὸν δεσπότην ἀρνούμενος, ἀναθεματίζειν ἤρξατο; Τίς δὲ ἡ διαφορὰ ἑκατέρων, τουτέστι τοῦ ἀναθεματισμοῦ, καὶ τοῦ καταθεματισμοῦ, καὶ τί τὸ ὑπὸ θατέρου σημαινόμενον; Ἀπόκρισις. Ἀνάθεμα λέγεται τὸ ἀνακείμενον καὶ ἀφωρισμένον θεῷ καὶ εἰς κοινὴν χρῆσιν μηκέτι λαμβανόμενον, ἢ τὸ ἀπηλλοτριω μένον θεοῦ διὰ κακίαν· κατάθεμα δέ ἐστι τὸ συνθέσθαι τοῖς ἀναθεματίζουσιν. Ἐρώτησις ρκβ. Eἰ ὥραις καὶ ἡμέραις τὰ καθ' ἡμᾶς οὐ κατέχεται, πῶς ἐν τῷ γάμῳ ὁ κύριος ἔλεγε τὸ Οὔπω ἥκει ἡ ὥρα μου; καὶ ὁ εὐαγγελιστὴς περὶ αὐτοῦ τὸ Οὐδεὶς ἔβαλε τὰς χεῖρας ἐπ' αὐ τόν, ὅτι οὔπω ἦλθεν ἡ ὥρα αὐτοῦ; Ἀπόκρισις. Eἰ καὶ ὥραις καὶ ἡμέραις τὰ καθ' ἡμᾶς οὐ κατέχεται, ἀλλ' ὅμως τῶν παρ' ἡμῶν ἢ περὶ ἡμᾶς γιγνομένων τὰ μὲν γίνεται ἐν ἐπιτηδείῳ καιρῷ, τὰ δὲ ἐν ἀνεπιτηδείῳ. Καλεῖ οὖν ἡ θεία γραφὴ τὸν ἐπιτήδειον πρὸς τὸ γινόμενον πρᾶγμα καιρὸν παρου σίαν τῆς ὥρας, τὸν δὲ ἀνεπιτήδειον ἀπουσίαν τῆς ὥρας. Καὶ ἐπειδὴ μετὰ τὴν ποίησιν τοῦ οἴνου καιρὸν ἐπιτήδειον ἡγεῖτο ὁ κύριος τῆς ἐκ τοῦ γάμου ἀναχωρήσεως, διὰ τοῦτο πρὸ τῆς ποιήσεως τοῦ οἴνου εἶπεν ὁ κύριος· Οὔπω ἧκεν ἡ ὥρα μου. Καὶ πάλιν ἐπειδὴ ἐν τῷ καιρῷ τοῦ πάσχα τῶν Ἰουδαίων ἐχρῆν τὸν κύριον συλληφθῆναι καὶ παθεῖν ἃ ἔπαθε, διὰ τοῦτο πρὸ τοῦ πάσχα ἐῤῥήθη περὶ αὐτοῦ τὸ Ἀλλ' οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας, ὅτι οὔπω ἐλήλυθεν ἡ ὥρα αὐτοῦ· οὐ τῆς ἀνάγκης τῆς ὥρας κωλυούσης αὐτοῦ τὴν σύλληψιν, ἀλλ' ἡ τοῦ θεοῦ πρόνοια ἄλλον αὐτῇ τόπον προωρίσατο· ἄλλως γὰρ τῇ ἀνάγκῃ τῆς ὥρας ἐκωλύετο τοῦ κυρίου ἡ σύλληψις, καὶ οὐκ ἂν ταύτην προσῆψεν ἡ θεία γραφὴ τῷ χωρίῳ τῷ τοῦ τόπου. Ἀνεχώρησε, φησίν, ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν· οὐ γὰρ ἤθε λεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι οἱ Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἀποκτεῖναι. Ἀλλ' οὐδὲ πρὸ τούτου εἰς Αἴγυπτον ἀνεχώρει, ἱκανῆς οὔσης τῆς ἀνάγκης τῆς ὥρας φυλάττειν αὐτὸν ἀσύλ ληπτον. Ἐρώτησις ρκγ. Eἰ τὸ ἀγαθὸν ἁπάντων ἐστὶ τὸ κάλλιστον, καὶ τὸ κακυ νόμενον τῶν ὄντων ἐστὶ τὸ χείριστον, καὶ ἀγαθὸς μέν ἐστιν ὁ θεός, κακυνόμενος δὲ ὁ ἄνθρωπος, πῶς οὐχ ὁ ἄνθρωπος ἁπάντων τὸ κάκιστον; Οὐδὲ γὰρ τῶν ὄντων ἕτερον, οὐρανοῦ λέγω καὶ γῆς, ἀέρος, φωστήρων καὶ τῶν τοιούτων δυνάμεων,
PG 6:1372κακύνεσθαι κέκτηται. Ἀπόκρισις. Eἰ ἀνθρώπου ἕνεκεν τὰ ἄλλα ὀνομασθέντα ἔστι, τὰ δέ τινος ἕνεκεν ὑπάρχοντα ἐλάττονα ἐκείνου ἐστί, κάλλιστος ἄρα ἐστὶν ὁ ἄνθρωπος, ὁ ὑπὲρ τὰ δι' αὐτὸν ὑπάρχοντα. Eἰ δὲ καὶ αὐτὸ τὸ κακύνεσθαι συντελεῖ τι πρὸς τὴν βελτίωσιν τοῦ ἀνθρώπου, κάλλιστόν ἐστιν ὁ ἄνθρωπος, καὶ κατὰ τοῦτο ὑπὸ τῆς θείας προνοίας τοῖς κακωτικοῖς ἰατρευόμενος ἀπὸ τῆς ἰδίας γνωμικῆς αὐτοῦ κακίας. Χρὴ δὲ τὸν βουλόμενον τὸ ἀγαθὸν ἀνθρώπου καταμαθεῖν πρὸς τὸ τέλος ἀποβλέπειν τὸ μετὰ τὴν ἀποβίωσιν ἀποκείμενον ἀνθρώπῳ· ἐκεῖνος γὰρ τῆς παρούσης ζωῆς ἐστιν ὁ καρπός, τουτέστι μακαριότης ἀτελεύ τητος ἀντὶ τῆς ὀλιγοχρονίου κακυνομένης ζωῆς. Ἐρώτησις ρκδ. Eἰ τῆς ἑκάστου βιώσεως προγνώστης ὁ δεσπότης καθέ στηκε, διὰ τί μὴ τῶν εὐσεβῶν τὰς ψυχὰς ἐν σώμασιν εὐσθε νέσιν εἰσῴκισεν; Eἰ δέ, θησαυρίζων αὐτοῖς τὰς ἀμοιβὰς ἐν τοῖς μέλλουσιν, ἐν τοῖς παροῦσιν αὐτοὺς συνεχώρησε θλίβε σθαι, διὰ τί μὴ πάντες ἐν ταῖς θλίψεσιν ὁμοίως οἱ εὐσεβεῖς ἐξητάζοντο, ὥστε δῆλον ἐκ τούτου τὸ καλὸν καὶ τὸ δεινὸν διαδείκνυσθαι; Eἰ δὲ ἀμφότερα παρ' ἀμφοτέροις εὑρίσκεται, πῶς οὐκ ἄδηλος ὁ τὸ κρεῖττον ἑλόμενος; Πῶς δὲ ὡς ἔτυχε τὰ πάντα φερόμενα ἀπρονόητα τὰ ἐν τῷ κόσμῳ οὐ δείκνυσιν, εὐσεβοῦς καὶ ἀσεβοῦς οὐκ οὔσης τινὸς διακρίσεως; Ἀπόκρισις. Οὐκ ἐβούλετο ὁ θεὸς τοῖς παροῦσιν ὑπὲρ ἀρετῆς τιμῆσαι τοὺς αὐτῷ ἀνακειμένους. Τὰ γὰρ ἐν τῷ θανάτῳ τῶν εὐσεβῶν οὐκ ἔστι μισθὸς ἀρετῆς· καὶ καθώσπερ λέγονται οἱ εὐσεβεῖς μὴ εἶναι ἐκ τοῦ κόσμου, οὕτως καὶ ἡ δόξα αὐτῶν καὶ ὁ πλοῦ τος οὐκ ἔστι γήϊνα. Ὅταν οὖν ὁρῶμεν προσόντα τοῖς εὐσε βέσιν ἃ πρόσεστι καὶ τοῖς ἀσεβέσιν, ἀναλογισώμεθα ἐκ τού του μὴ εἶναι ἄξια τὰ παρόντα τῶν τῆς ἀρετῆς πόνων. Καὶ εἰ φαίνεται θεὸς τοῖς ἀνθρώποις ποτὲ ὑψώσας τινὰς τῶν αὐτῷ ἀνακειμένων, ὡς τὸν Ἰωσὴφ καὶ τὸν Δαυΐδ, ἀλλ' ὅμως οὐ τὰς ἀρετὰς αὐτῶν τούτοις ἀμειβόμενος, ἀλλὰ διὰ μὲν τοῦ Ἰω σὴφ τῆς τοῦ ἰσραηλιτικοῦ γένους αὐξήσεως προνοησάμενος, διὰ δὲ τοῦ Δαυῒδ τὴν τοῦ πνεύματος βασιλείαν συνεστήσατο. Δια φέρουσι δ' οἱ εὐσεβεῖς τῶν ἀσεβῶν ἐν τοῖς ὑλικοῖς τε καὶ σω ματικοῖς οὐδαμῶς· πάντα γὰρ πάρεστιν ἀμφοτέροις, τά τε ἡδέα καὶ τὰ λυπηρά· διαφέρουσι δὲ ἀλλήλων προηγουμένως μὲν τῇ τε ἐλπίδι τῶν μελλόντων καὶ τοῖς ὑπὲρ τῆς εὐσεβείας παθήμασιν, ἔπειτα δὲ καὶ ταῖς θείαις συμμαχίαις, ἐν αἷς πολλάκις περιβλέπτους ἐποίησεν ὁ θεὸς τοὺς ἰδίους, ποτὲ μὲν τὴν τῶν Αἰγυπτίων δυναστείαν καταλύων, ποτὲ δὲ τοὺς Χαναναίους τοῖς Ἰσραηλίταις ὑποτάσσων, ποτὲ δὲ τῶν Ἀσσυ ρίων τὸ θράσος κοιμίζων, ποτὲ δὲ τῶν Βαβυλωνίων καθαιρῶν τὴν βασιλείαν, ποτὲ δὲ δρόμον τε καὶ στάσιν παρὰ φύσιν προστάσσων τῷ ἡλίῳ. Ἐν τούτοις μὲν ἡ πρόνοια διαδείκνυται τοῦ θεοῦ, ἐν ἐκείνοις δὲ παρασκευάζει τοὺς εὐσεβεῖς πρὸς
PG 6:1374ἄλλον βίον ἀφορᾶν, ἐν ᾧ γίνεται κατὰ δόξαν τε καὶ ἀδοξίαν δικαίων τε καὶ ἀδίκων ἡ διάκρισις. Ἐρώτησις ρκε. Eἰ ἀποδιδόναι κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδο ρίας ὁ ἀπόστολος Παῦλος ἀπηγόρευσε, πῶς αὐτὸς ὧν εἶπεν ἐναντία ἔπραξε, ποτὲ μὲν τῷ ἀρχιερεῖ ποτὲ δὲ Ἀλεξάνδρῳ τῷ χαλκεῖ ἀρασάμενος; Ἀπόκρισις. Eἰ μὲν ἀντέτυπτεν ὁ Παῦλος τὸν τυπτήσαντα αὐτὸν ἀρ χιερέα, ἢ ἀντεκάκωσε τὸν κακώσαντα αὐτὸν Ἀλέξανδρον, ἐνῆν λέγειν ὅτι τὰ ἐναντία ὧν ἐδίδαξεν ἔπραττε. Τὸ δὲ λέγειν τὰ ἑκάστῳ μέλλοντα συμβήσεσθαι παρὰ τοῦ θεοῦ, τῷ μὲν ἀρχιε ρεῖ· Τύπτειν σε μέλλει ὁ θεός, τοῖχε κεκονιαμένε· τῷ δὲ Ἀλεξάνδρῳ τὸ Ἀποδῴη αὐτῷ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· οὐκ ἔστιν οὔτε κατάρα οὔτε λοιδορία, ἀλλὰ προῤῥήσεις πρέ πουσαι ἀνδρὶ ἀποστόλῳ, μὴ ἐκδικοῦντι ἑαυτὸν ἀλλὰ διδόντι τόπον τῇ ὀργῇ. Ἐρώτησις ρκ . Eἰ τοὺς εὐσεβεῖς ἀμείβεται ὁ θεὸς τῇ κατὰ τόνδε τὸν βίον λαμπρότητι, ὡς τὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ τοὺς ἐξ αὐτῶν πλούτῳ καὶ εὐπαιδίᾳ καὶ καρπῶν εὐφορίᾳ, πόθεν καὶ τὰ ὅμοια παρείχοντο Ἕλλησιν, ἡνίκα τὰ εἴδωλα πανταχοῦ ἐθεράπευον; Πῶς δὲ ὁ ἑλληνισμὸς οὐ δείκνυται ὁσιώτερος, ὅτι, ἕως μὲν ἐκεῖνος κατεῖχε τὰς πόλεις, πᾶσαν αἱ πόλεις καὶ οἱ ἀγροὶ εὐπραγίαν καὶ εὐθηνίαν ἐκέκτηντο, καὶ ταῦτα συχνότερον πολεμούμεναι, ἀφ' οὗ δὲ αὐτὰς τὸ χριστιανικὸν κατέλαβε κήρυγμα, καὶ οἴκων καὶ οἰκούντων καὶ τῆς λοιπῆς εὐθηνίας κατέστησαν ἔρημοι, καὶ μόλις τὰ λείψανα τῶν πάλαι ὑπὸ τῶν Ἑλλήνων γεγενημένων κτισμάτων κατέχουσαι τό ποτε πόλεις γεγενῆσθαι δεικνύουσι, τῆς παλαιᾶς εὐθηνίας καὶ τῆς νέας ἐρημίας ἑκατέρας τὰς θρησκείας αἰτίας ἀμφοτέρων προ φέρουσαι; Ἀπόκρισις. Παρὰ τοῦ δεσπότου θεοῦ, τοῦ τὸν ἥλιον αὑτοῦ ἀνατέλ λοντος ἐπὶ πονηρούς τε καὶ ἀγαθοὺς καὶ βρέχοντος ἐπὶ δι καίους καὶ ἀδίκους, ἀμφοτέροις χορηγεῖται ἡ κατὰ τὸν παρόντα βίον σωματικὴ λαμπρότης (οὗ γὰρ τῇ δυνάμει ὁ κόσμος γε γένηται, τούτου καὶ τῇ προνοίᾳ διοικεῖται), ἵνα γοῦν ἑαυτοὺς ὁρῶντες οἱ δίκαιοι πλεονάζοντας μὲν ἐν τοῖς ὑπὲρ τῆς εὐσε βείας πόνοις, ἰσαζομένους δὲ τοῖς ἀσεβέσι τοῖς βιωτικοῖς, βίον ἕτερον προσδοκήσωσιν, ἐν ᾧ γίνεταί τις διαφορὰ τιμῆς τε καὶ τιμωρίας, δικαίων τε καὶ ἀδίκων τὴν διανομήν, καθάπερ εἴρηται. Ὅτι δὲ κρατοῦντος τοῦ ἑλληνισμοῦ ἐγίνοντο οἱ ἀφα νισμοὶ πόλεών τε καὶ ἀγρῶν, μαρτυρεῖ ἡ ἐρημία τῶν Βαβυ λωνίων καὶ Ἀσσυρίων καὶ τῆς Νινευῒ καὶ ἑτέρων πολλῶν ἐθνῶν· ποία δὲ πόλις τῶν ἀμφοτέρων πόλεων κρατοῦντος τοῦ χριστιανισμοῦ ἠρημώθη, οὐκ ἔστι δεῖξαι. Ἀπὸ δὲ τῆς εὐθηνίας τε καὶ εὐφορίας οἰκήσεών τε καὶ ἐρημίας πόλεών τε καὶ ἀγρῶν οὐκ ἔνεστι τεκμήρασθαι τῶν κρειττόνων τὴν ὁσιό
PG 6:1376τητα, τοῦ δεσπότου θεοῦ τῶν τοιούτων πρὸς τὸ λυσιτελὲς πᾶσι τοῖς ἀνθρώποις τὴν παροχὴν ποιοῦντος καὶ τὴν ἀφαί ρεσιν· κρίνεται δὲ τῶν κρειττόνων ἡ ὁσιότης ἐκ τῶν κατὰ προ αίρεσιν ὑπ' αὐτῶν πραττομένων καλῶν. Τὸ δὲ ἀνθρώπους προσαγαγεῖν τοῖς δαίμοσιν εἰς θυσίαν (Ἔθυσαν, φησί, τοὺς υἱοὺς αὑτῶν καὶ τὰς θυγατέρας αὑτῶν τοῖς δαιμονίοις) καὶ τὸ τοῖς ἀψύχοις τὴν θεῷ πρέπουσαν προσφέρειν τιμὴν τῶν Ἑλ λήνων κρατούντων ἐγίνετο· τὸ δὲ κωλύεσθαι τὰς τοιαύτας ἑλ ληνικὰς ἀνοσιουργίας τῶν Χριστιανῶν κρατούντων ἐγίνετο. Χρὴ οὖν ἀπὸ τῶν τοιούτων Χριστιανῶν γνωρίζειν τὴν ὁσιότητα, καὶ μὴ ἀπὸ τῆς εὐθηνίας τε καὶ οἰκήσεως, πόλεών τε καὶ ἀγρῶν. Τοσοῦτον δὲ πλεονάζει ὁ χριστιανισμὸς καὶ ἐν τού τοις, ὅσον κρατοῦντος αὐτοῦ ἔλαττον πολεμεῖται ὁ κόσμος ὧν ἐπολεμεῖτο κρατήσαντος τοῦ ἑλληνισμοῦ. Ἐρώτησις ρκζ. Eἰ τὸ ἀναιρούμενον ὑπὸ τοῦ ἀναιροῦντος ἀπόλλυται, καὶ τὸ ἀναιροῦν φαυλότητι τὰ τῆς ἀπωλείας ἐργάζεται, πλεῖστα δὲ τοιαῦτα ἐν τοῖς ἐμψύχοις πάντων τῶν ἀλόγων εὑρίσκεται, καὶ ἐν αὐτοῖς ἔστι θεάσασθαι οὐ μόνον κατ' ἀλλήλων ἀλλὰ καὶ κατ' ἀνθρώπων τὰ τῆς ἐπιβουλῆς ἐπεκτεινόμενα, πῶς ἀληθεύει ὁ λέγων ὅτι ὁ θεὸς πάντα καλὰ καὶ λίαν καλὰ ἐποίησεν; Eἰ δὲ ἀληθεύει, ἀγαθὰ δὲ καὶ φαῦλα ἐν τῇ κτίσει ὑπάρχουσι, πῶς τὰ μὲν ἀγαθὰ ἀγαθοῦ, τὰ δὲ φαῦλα φαύλου δημιουργοῦ οὐ γνωρίζονται, καὶ δύο ἐναντίαι ἀρχαὶ κατὰ Μα νιχαίους δείκνυνται; Eἰ δὲ ἡ ἀναίρεσις τῶν ἀναιρουμένων ἐπ' ἀγαθῷ τινι γίνεται, καθὼς τοῦτο παρ' ἐνίοις ὑπείληπται, πῶς οὐκ ἦν ἀγαθώτερον τὸ ἐν ἀρχῇ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι αὐτῶν κωλυθῆναι τὴν πάροδον; Ἀπόκρισις. Ὁ ἐκ τῆς δημιουργίας τῶν ἐμψύχων λογικῶν τε καὶ ἀλό γων περὶ τοῦ δημιουργοῦ ἀκόλουθον ποιούμενος τὴν ζήτησιν, κατὰ τὴν φύσιν αὐτῶν, ὀφείλει ἀποβλέπειν τὴν κατὰ τὸν τοῦ δημιουργοῦ ὅρον ἄγουσαν τὰ θνητὰ πάντα ὥσπερ εἰς γένεσιν, οὕτως καὶ εἰς φθορὰν αὐτὰ καὶ ἀπώλειαν. Eἰ δὲ κατὰ ταῦτα μὲν ζώου κατὰ λόγον οὐκ ἔστι διαφορά, τῶν δὲ ἀδιαφόρων εἷς καὶ ὁ αὐτός ἐστι δημιουργός, ἣν δὲ ἐκ τῆς ἀλλήλων ἐπι βουλῆς ὑπομένουσιν ἀπώλειαν, κατὰ τὴν θείαν πρόνοιαν συγ κεχώρηται συμβαίνειν αὐτοῖς. Eἰ γάρ, ὑποκειμένων αὐτῶν τῇ τε κατὰ φύσιν καὶ τῇ κατὰ ἐπιβουλὴν φθορᾷ τε καὶ ἀπωλείᾳ, οὐ παρῃτήσαντό τινες θεοποιῆσαι αὐτά, πόσῳ μᾶλλον ἂν ἐθεο ποιοῦντο, εἰ βλάβης τε καὶ ἀπωλείας διὰ παντὸς μεμενήκασιν ἐκτός; Ἵνα οὖν ἀφ' ὧν ὑπομένουσι γνωρισθῶσιν ἅπερ εἰσί, τουτέστιν ἀνάξια τῆς τοῦ θεοῦ τιμῆς τε καὶ προσηγορίας, διὰ τοῦτο καὶ φύσει καὶ ἐπιβουλῇ ὑπὸ ἀλλήλων φθοράν τε καὶ ἀπώλειαν ὑπομένουσι. Γέγονε δὲ τὰ ἄλογα ζῶα τὰ μὲν ἐπὶ ὑπουργίᾳ ἀνθρώπου, τὰ δὲ εἰς τροφήν, τὰ δὲ εἰς παιδείαν, ὡς τὸ Ὀδόντας θηρίων ἐπαποστελῶ ἐπ' αὐτοὺς μετὰ θυμοῦ συρόντων ἐπὶ γῆς. Ἀλλ' εἰ ἀγαθόν ἐστι τὸ τρέφεσθαι τὸν ἄνθρωπον ἐκ τῶν ἀλόγων ζώων καὶ ὑπουργεῖσθαι ὑπ' αὐτῶν
PG 6:1378καὶ παιδεύεσθαι δι' αὐτῶν, ἀγαθὴ ἄρα ἡ εἰς τὸ εἶναι αὐτῶν πάροδος καὶ ἀδιάβλητος ἐπὶ φαυλότητι φύσεώς τε καὶ τῆς ἐξ αὐτῶν χρείας. Eἰ δὲ τοῦτο, δῆλον ὅτι ἑνὸς δημιουργοῦ ἀγαθοῦ ἐστι πάντα τὰ ἄλογα ζῶα δημιουργήματα. Ἐρώτησις ρκη. Eἰ τὴν προλεχθεῖσαν φαυλότητα φθόνῳ τῆς τῶν ἀνθρώ πων σωτηρίας ἐν τοῖς ἀνθρώποις ὁ ἐχθρὸς κατεργάζεται, μη χανώμενος διὰ τούτων ταῖς μελλούσαις αὐτοὺς ὑποβάλλειν κολάσεσι, τὰ ἄλογα δὲ μήτε σωτηρίαν μήτε τιμωρίαν ἐν τοῖς μέλλουσι κομίζεσθαι μέλλοντα, καὶ διὰ τοῦτο ἀπολέμητον ἔχοντα τὴν φαυλότητα, πῶς οὐ μόνῃ φαυλότητι φύσεως τὰ φαῦλα μετέρχονται; Ἀπόκρισις. Τὸ ἐπὶ φαυλότητι πράξεως διαβάλλειν τῶν ἀλόγων τὰς φύσεις οὐκ ἔστιν εὔλογον. Τῶν γὰρ λόγου μετεχόντων ἐστὶ τὸ ἀγαθῶς ἢ φαύλως διαπράξασθαι, οὐχὶ τῶν λόγου ἀμετόχων. Καὶ ἐπειδὴ διὰ τὴν προλεχθεῖσαν χρείαν γέγονε τῶν ἀλόγων ἡ φύσις, διὰ τοῦτο δῆλον ὅτι, ἀγαθῆς οὔσης τῆς χρείας, ἀγα θόν ἐστι καὶ ἡ φύσις. Ἐρώτησις ρκθ. Eἰ ἁπλοῦν μὲν τὸ καθ' ἑαυτό, ὡς ἐπὶ τῶν κατὰ τὰ γράμ ματα στοιχείων, οἷον ἰῶτα, σύνθετον δὲ τὸ μεθ' ἑτέρου, οἷον πῖ, καὶ τῷ τῆς αὐτῆς εἶναι οὐσίας ἀμφότερα, τό τε ἰῶτα καὶ τὸ ἐκ τριῶν ἰῶτα συγκείμενον, οὐκ ἀφαιρεῖται τὸ ἐξ ἀμφοτέ ρου συγκειμένου σύνθετον, πῶς ὁ θεὸς ἀσύνθετος λέγεται, τὴν ἐκ δύο προσώπων ὁμοουσίων νοουμένων, πατρὸς λέγω καὶ υἱοῦ, καὶ ἑνὸς προσώπου ἰδιαζούσης οὐσίας ἐκ τοῦ προχείρου ὑπόνοιαν διδόντος, τοῦ πνεύματός φημι τοῦ ἁγίου, τὴν σύν θεσιν ἔχων, καὶ εἷς καλεῖται καὶ ἀπερίγραπτος, τοσαύτης καὶ τοιαύτης οὔσης τῆς τῶν ὑποστάσεων αὐτοῦ, εἴτουν τῶν προσ ώπων, διακρίσεως καὶ διαιρέσεως; Ἀπόκρισις. Τὸ ἰῶτα καὶ τὸ πῖ κατ' οὐσίαν ἀλλήλων οὐδὲν διαφέ ρουσι. Γραμμὴ γὰρ ὑπάρχει ἑκάτερον. Γραμμὴ δὲ γραμμῆς, ᾗ γραμμή, οὐδὲν διαφέρει. Διαφέρει δὲ τὸ ἰῶτα τοῦ πῖ τῇ τοιᾷδε θέσει, καθ' ἣν τοῦτο μὲν ἰῶτα, τοῦτο δὲ πῖ ὑπάρχει. Καὶ τὸ μὲν πῖ, ᾗ γραμμή ἐστιν, ἕν ἐστιν· ᾗ δὲ πῖ ἐστι, τριάς ἐστι, καὶ σύνθετον καὶ γενητόν. Κατὰ μέρος γὰρ καὶ χρονικῇ παρατάσει τὸ εἶναι πῖ ὑπέστη ὑπὸ τοῦ συμβεβληκότος καὶ πεποιηκότος αὐτό. Χρὴ οὖν τὸν κατά τινα φυσικὴν ἀναλο γίαν θεωρεῖν πειρώμενον τὸν ὑπὲρ φύσιν ὄντα ἐκεῖνα μόνα λαβεῖν ἐκ τῆς ἀναλογίας τὰ ἁρμόττοντα τῷ ἐκ τῆς ἀναλογίας θεωρουμένῳ· οἷον τὸ ἓν καὶ τὸ τρεῖς πρόσεστι τῷ πῖ καὶ τῷ θεῷ, ἀλλὰ τῷ μὲν πῖ γενητῶς καὶ συνθέτως, τῷ δὲ θεῷ ἀγε νήτως τε καὶ ἀσυνθέτως· ὁ γὰρ μὴ ἔχων τὸν πεποιηκότα καὶ συντεθεικότα οὔτε γενητός ἐστιν οὔτε σύνθετος. Διὸ ἐπὶ μὲν τοῦ θεοῦ τὴν ἀΐδιον λέγομεν συνύπαρξιν, οὐκέτι δὲ καὶ σύν θεσιν, ἐπὶ δὲ τοῦ πῖ τὴν σύνθεσιν, διὰ τὴν κατὰ μέρος αὐτοῦ γένεσιν. Εἷς τοίνυν ἐστὶν ὁ θεός, ἡ τριὰς τῇ μονάδι τῆς οὐ
PG 6:1381σίας, χωρὶς πάσης κατὰ τοῦτο διαιρέσεως καὶ διακρίσεως, ὥσπερ ἓν τὸ πῖ τῇ μονάδι τῆς γραμμῆς χωρὶς πάσης τῆς κατὰ τοῦτο διαιρέσεως καὶ διακρίσεως. Διαφορὰ δέ ἐστιν ἐν μὲν τῇ ἁγίᾳ τριάδι κατὰ τοὺς τρόπους τῆς τῶν ὑποστάσεων ὑπάρ ξεως, ἐν δὲ τῷ πῖ κατὰ τὴν ποιὰν θέσιν τῆς γραμμῆς. Ἐρώτησις ρλ. Eἰ διὰ τὸ καθ' Ἕλληνας σφαῖραν εἶναι τὸν οὐρανὸν καὶ κινεῖσθαι ἐν τόπῳ, πῶς διὰ τὸ ὡς καμάραν πεπῆχθαι ἢ ὡς δέριν κατὰ τὴν γραφὴν ἐκτετάσθαι ὁ οὐρανὸς οὐκ ἐν τόπῳ ἐστίν; Ὥσπερ γὰρ τὸ κινούμενον, οὕτως καὶ τὸ πηγνύμενον ἐν τόπῳ ἀνάγκη νομίζεσθαι. Eἰ δὲ τοῦτο, πῶς τὴν ἐπὶ τῇ περιγραφῇ τοῦ οὐρανοῦ παρ' ἀλλήλων κατάγνωσιν δικαίαν οὐχ ἕξομεν; Eἰ δ' ὁ οὐρανὸς κατ' ἀμφοτέρους ἐν τόπῳ, καὶ ἑκα τέροις ἡ τοῦ τόπου ποιότης καὶ ποσότης καθέστηκεν ἄγνωστος, τί πλέον θάτεροι θατέρων κατεγνῶσθαι δυνάμεθα, τῆς περὶ τῶν προλελεγμένων καταγνώσεως καὶ ἀγνοίας ἑκατέρους ἐπ' ἴσης κατεχούσης; Ἀπόκρισις. Eἰ μὲν γὰρ ἔλεγον οἱ Χριστιανοὶ τὸν οὐρανὸν μὴ εἶναι ἐν τόπῳ, καθάπερ λέγουσιν οἱ Ἕλληνες, ἴση ἂν ἔμελλεν εἶναι ἡ παρ' ἀλλήλων κατάγνωσις, λεγόντων μὲν μὴ εἶναι τὸν οὐ ρανὸν ἐν τόπῳ, φωναῖς δὲ σημαντικαῖς τοῦ ἐν τόπῳ εἶναι τὸν οὐρανὸν πρὸς ἀλλήλους χρησαμένων. Eἰ δὲ τοῦ μὲν σφαῖραν εἶναι τὸν οὐρανὸν καὶ σφαιρικῶς κινεῖσθαι ἀδυνάτου ὄντος, τοῦ δὲ ὡς καμάραν εἶναι αὐτὸν δυνατοῦ δεικνυμένου, οὐδεμία ἄρα ἡ τῶν Χριστιανῶν ἐπὶ τῇ ἀγνοίᾳ κατάγνωσις. Περὶ δὲ τοῦ τόπου ἐκ τῶν καθ' ἡμᾶς στοχαζόμεθα περὶ αὐτοῦ ὅτι, ὥσπερ παρ' ἡμῖν, ὅταν ᾖ περιφερές τι σῶμα ὁμαλόν τε καὶ κοῖλον, πανταχόθεν ἰσοπεριμέτρητον, ἐὰν πωμασθῇ ἐπὶ τὰ ὕδατα, βαστάζεται ὑπὸ τῶν ὑδάτων, τούτῳ τῷ τρόπῳ βαστά ζεται ὁ οὐρανὸς ὑπὸ τῶν ὑδάτων. Ὁ τανύσας, φησί, τὸν οὐρανὸν ὡς καμάραν. Τῷ τῆς καμάρας ὀνόματι τὸ περιφερὲς ἐδήλωσε τοῦ σώματος τοῦ οὐρανοῦ. Βαστάζει οὖν τὸν μὲν οὐρανὸν τὰ ὕδατα, τὰ δὲ ὕδατα ἡ γῆ, τὴν δὲ γῆν τὸ θεῖον πρόσταγμα. Ὁ κρεμάσας, φησί, τὴν γῆν ἐπ' οὐδενός. Ἐρώτησις ρλα. Eἰ οἱ εὐαγγελισταὶ Ματθαῖός τε καὶ Λουκᾶς, τὸ κατὰ σάρκα γενεαλογοῦντες τὸν κύριον, ὁ μὲν τὴν κατὰ φύσιν, ὁ δὲ τὴν κατὰ νόμον γενεαλογίαν συνέγραψε, διὰ τὸ οὕτως τὰ κατὰ τῶν Ἰουδαίων συνίστασθαι, πῶς ὁ μακάριος Λουκᾶς οὐ δείκνυται τῷ Ματθαίῳ μαχόμενος, πλείονας τοὺς κατὰ νόμον τῶν κατὰ φύσιν τοῦ Χριστοῦ γεννήτορας διὰ τοῦ οἰκείου εὐαγ γελίου ἐκθέμενος, τοὐναντίον παρ' αὐτοῦ γραφῆναι ὀφείλοντας, ἐπειδὴ ἥσσονας τοὺς κατὰ θέσιν τῶν κατὰ φύσιν πατέρων ἀναλογίζεσθαι ἀνάγκη; Ἐνδέχεται γὰρ γενέσθαι κατὰ νόμον πατέρα, τετελευτηκότος τοῦ κατὰ φύσιν πατρὸς τοῦ παῖδα γεννήσαντος. Πῶς οὖν, καθάπερ ἔφην, παρὰ τοῖς εὐαγγελι σταῖς ἡ γενεαλογία οὐκ ἀντέστραπται, καὶ ὁ Λουκᾶς, ἴσους μᾶλλον δὲ ἥσσονας τοὺς κατὰ νόμον τῶν κατὰ φύσιν ὀφείλων
PG 6:1383τοὺς τοῦ Χριστοῦ ὀνομάζειν γεννήτορας, πλείονας ὀνομάζων εὑρίσκεται; Eἰ δὲ ἐν τῇ γενεαλογίᾳ ἑαυτοῖς καὶ ἀλλήλοις μαχό μενα λέγουσι, πῶς ἐν τοῖς λοιποῖς περὶ τοῦ σωτῆρος διδάγμασι τὸ ἀξιόπιστον κεκτῆσθαι δυνήσονται, ἐκ προοιμίων πρὸς ἀν τίῤῥησιν κινοῦντες τὸν μετὰ λόγου τῇ ἡμετέρᾳ θρησκείᾳ προσ τεθῆναι βουλόμενον; Ἀπόκρισις. Ἐν τῇ γενεαλογίᾳ τῇ κατὰ Λουκᾶν ὁ Ἡλεὶ μόνος ἐστὶ πατὴρ τοῦ Ἰωσὴφ κατὰ τὸν νόμον· ἀπὸ δὲ τοῦ Ἡλεὶ ἕως τοῦ Ναθὰν πάντες οἱ ὑποτεταγμένοι κατὰ φύσιν εἰσὶν υἱοὶ τῶν ὑπερτεταγμένων, τῶν διὰ τὴν σχέσιν, ἣν ἔχει ὁ Ἡλεὶ πρὸς τὸν Ἰωσήφ, πάππων καταλογιζομένων, τοῦ Ἰωσὴφ μὲν μό νου κατὰ τὸν νόμον, τῶν λοιπῶν δὲ πάντων κατὰ φύσιν. Τούτου δὲ οὕτως νοουμένου, ἀναιρεῖται πᾶσα ἡ τῶν εὐαγγελι στῶν ἐπὶ τῇ ἀντιλογίᾳ διαβολή, ἡ ἐκ τῆς παρανοίας τῶν ἐκεί νων φωνῶν νομισθεῖσα τοῖς παρανοήσασιν. Ἐρώτησις ρλβ. Eἰ κατὰ τὸν μωσαϊκὸν νόμον ὁ ἀδελφὸς τοῦ τελευτήσαν τος ἄπαιδος τὴν γυναῖκα τοῦ μετηλλαχότος λαμβάνων ἐπαιδο ποίει ἐξ αὐτῆς, κατὰ φύσιν μὲν ἑαυτῷ, κατὰ νόμον δὲ τῷ ἀδελφῷ, ἆρα, εἰ συνέβη τὸν περιόντα ἀδελφὸν ἔχειν γαμετήν, σὺν ταύτῃ καὶ τὴν τοῦ τελευτήσαντος ἀδελφοῦ γαμετὴν εἰς γυ ναῖκα ἐλάμβανε; Καὶ πῶς τοῦτο οὐκ ἄτοπον; Eἰ δὲ ἡ τοιαύτη καὶ στεῖρα ἐτύγχανε, πῶς πρὸς τῷ ἀτόπῳ καὶ τὸ ἀνωφελὲς ὁ γάμος οὐκ ἐπήγετο, καὶ τοῦ νόμου τὸ πρόσταγμα πανταχόθεν ἐδείκνυτο ἄπορον, τοῦ τελευτήσαντος οὐ λαμβάνοντος τὸ διὰ παιδοποιΐας μνημόσυνον; Τί δὲ καὶ τῷ ἀποθανόντι προσγί νεται τὸ ὄφελος, τὸ διὰ παιδοποιΐας ἑτέρου ἐκεῖνον μετὰ τέλος πατέρα ἀλλοτρίας γονῆς ὀνομάζεσθαι; Ἀπόκρισις. Τοῦ νόμου μὴ κωλύσαντος τοὺς Ἰσραηλίτας γυναῖκα λα βεῖν εἰ βούλοιντο, οὐ μόνον συγγενίδα ἀλλὰ καὶ αἰχμαλωτίδα καὶ παλλακίδα, οὐδὲν ἄρα ἄτοπον οὐδὲ βλάπτει ἐκ τοῦ γυναῖκα ἐπὶ γυναικὶ λαβεῖν τὸν περιόντα ἀδελφὸν τοῦ τετελευτηκό τος, τοῦ νόμου μὴ καταλυομένου. Πᾶσα γὰρ ἀτοπία ἐπὶ τῇ παραβάσει τοῦ νόμου ὑφίσταται. Κἂν συμβαίη δὲ στεῖραν τὴν τοῦ τελευτήσαντος γυναῖκα ὑπάρχειν, ἀλλ' ἄδηλον τοῦτο εἶναι δύναται τῇ γυναικί· τῷ δὲ ἀδήλῳ οὐκ ἔστι παραβῆναι ἢ παριδεῖν τὸν νόμον. Ἐτέθη δὲ ὁ νόμος οὗτος, ἵνα ὧν ἀφεί λετο ὁ θάνατος τὸν τετελευτηκότα, τουτέστι τῆς τε πατρότητος καὶ τοῦ κληρονόμου, ταῦτα παράσχῃ αὐτῷ τῇ τοῦ νόμου προ νοίᾳ. Eἰ γὰρ μνημοσύνης ἕνεκεν καὶ κληρονομίας πρὸς τὸν γάμον οἱ ἄνθρωποι ἔρχονται, δῆλον ὅτι, ᾧτινι ἂν τρόπῳ παρακληθείη θεὸς ταῦτα παρασχεῖν ἀνθρώποις, ἀνωφελὲς οὐ γίνεται τὸ πρᾶγμα. Πρόσεστι δὲ τούτῳ τῷ νόμῳ καὶ ἕτερόν τι ὠφέλιμον, ἵνα ταύτῃ τῇ ἐπιγαμίᾳ ὁ κληρονόμος μείνῃ ἐν τῇ αὐτῇ φυλῇ καὶ μὴ μεταβῇ εἰς ἑτέραν φυλήν. Καὶ ἐπειδὴ ἅπαξ συναφθεῖσα ἡ γυνὴ τῷ ἀνδρὶ τῷ πρώτῳ ἓν σῶμα γέγονε, διὰ τοῦτο οὐ γίνεται πατὴρ ἀλλοτρίας γονῆς ὁ τελευτήσας, ἀλλὰ
PG 6:1385τοῦ ἐκ τοῦ ἰδίου αὐτοῦ σώματος τικτομένου. Ὥσπερ γὰρ ὁ τικτόμενος ἐκ τῆς τοιαύτης συναφείας ὀνομάζεται τοῦ τελευ τήσαντος, οὕτως καὶ ἡ γυνὴ ἐκείνου ὀνομάζεται γυνή. Ἐρώτησις ρλγ. Eἰ ὁ προλεχθεὶς νόμος πρὸ τῶν χρόνων τοῦ Δαυῒδ τοῖς Ἰσραηλίταις ἐντέταλται, πῶς ὁ εὐαγγελιστὴς Ματθαῖος τῶν κατὰ φύσιν πατέρων πρὸ τοῦ Δαυῒδ καὶ μετὰ τὸν Δαυῒδ ἐμνη μόνευσεν, ὁ δὲ Λουκᾶς πρὸ μὲν τοῦ Δαυῒδ τῶν κατὰ φύσιν, μετὰ δὲ τὸν Δαυῒδ τῶν κατὰ νόμον πατέρων τὴν μνήμην πε ποίηται; Καὶ εἰ τὰ ὀνόματα τῶν κατὰ φύσιν καὶ κατὰ νόμον πατέρων ἀπαραλείπτως μετὰ τὴν μετοίκησιν Βαβυλῶνος ἐν ταῖς θείαις γραφαῖς οὐχ εὑρίσκεται, ἀλλὰ κατὰ ἀπόφασιν γέ γραπται, πῶς τὰ κατὰ ἀπόφασιν γραφέντα ὑπὸ τῶν ἀκρι βεστέρων ἀποδεχθῆναι δυνήσονται; Ἀπόκρισις. Καὶ ὁ Λουκᾶς τῶν κατὰ φύσιν πατέρων τοῦ Ἡλεὶ ἐμνή σθη, τῶν τε πρὸ τοῦ Δαυῒδ καὶ τῶν μετὰ τὸν Δαυΐδ. Ὁ δὲ Ἡλεὶ μόνος ἦν κατὰ τὸν νόμον πατὴρ τοῦ Ἰωσήφ, τοῦ διὰ τὴν κατὰ νόμον υἱότητα ἕως τοῦ Ναθὰν κατὰ τὴν αὐτὴν σχέσιν ἀναγομένου. Τὸ δὲ τὸν δεσπότην Χριστὸν ὀνομασθῆναι υἱὸν τοῦ Ἰωσὴφ δύο πατέρας ἐσχηκότος, τὸν μὲν κατὰ νόμον, τὸν δὲ κατὰ φύσιν, ἡ θεία χάρις ᾠκονόμησεν, ἵνα, ὅταν ἀκούωμεν τὸν Χριστὸν υἱὸν μὲν ὄντα τοῦ Ἰωσήφ, μὴ γεννηθέντα δὲ κατὰ φύσιν ἐξ αὐτοῦ, μὴ ξενισθῶμεν. Ὥσπερ γὰρ αὐτὸς ὁ Ἰωσὴφ υἱὸς μὲν ἐκλήθη τοῦ Ἡλεῖ, μὴ γεννηθεὶς δὲ ἐξ αὐτοῦ, ὅτι τῷ θείῳ νόμῳ οὕτως ἔδοξεν ἐκ τῆς γυναικὸς τοῦ Ἡλεῖ δοῦναι υἱὸν τῷ Ἡλεί, οὕτως ἔδοξε τῷ θεῷ ἐκ τῆς γυναικὸς τοῦ Ἰωσὴφ δοῦναι υἱὸν τῷ Ἰωσὴφ μὴ γεννηθέντα κατὰ φύσιν ἐξ αὐτοῦ. Ἰωσήφ, φησίν, υἱὸς Δαυΐδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου. Τὸ γὰρ ἐκ γυναικός τινος χωρὶς πορνείας τικτόμενον υἱός ἐστιν ἐξ ἀνάγκης τοῦ ἀνδρὸς καὶ τῆς γυναικός, ᾧ τρόπῳ βούλεται ὁ θεὸς δοῦναι υἱὸν τῷ ἀνδρί, ἢ διὰ συνα φείας ἢ χωρὶς συναφείας. Οὐκ ἀποφάσει δὲ χρώμενοι οἱ εὐαγγελισταὶ τὴν ἔκθεσιν ἐποιήσαντο τῶν ἐν ταῖς γενεαλογίαις ὀνομασθέντων, ἀλλὰ ταῖς ἐγγράφοις ἱστορίαις. Ἑβραῖοι γὰρ ἦσαν ἐξ Ἑβραίων οἱ τὰς γενεαλογίας συγγραψάμενοι ἅγιοι εὐαγ γελισταί, παρ' οἷς πολλή τις ἦν σπουδὴ τοῦ ἐγγράφως ἔχειν τῆς βασιλικῆς τε καὶ ἱερατικῆς φυλῆς τὴν γενεαλογίαν. Ἀμέ λει μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον ὁ Ἔσδρας, οὓς οὐχ εὗρεν ἐν τῷ τῶν ἱερέων καταλόγῳ γενεαλογουμένους, τούτους ἐξέβαλεν ἀπὸ τῆς ἱερατικῆς λειτουργίας. Καὶ τοῦτο δείκνυται ἐκ τῆς βίβλου τῶν Παραλειπομένων. Ἐρώτησις ρλδ. Eἰ τὸν νόμον τοῖς Ἰσραηλίταις ὁ θεὸς διὰ Μωϋσέως κατέπεμψε, πῶς ἐν πλείοσι τόποις τῆς θείας γραφῆς οὐ νό μος ἀλλ' αὐτὸς ὁ νομοθέτης ὁ Μωϋσῆς ὀνομάζεται; Ἀπόκρισις. Ἔθος ἐστὶν οὐ μόνον τοῖς ἀνθρώποις, ἀλλὰ καὶ τῇ θείᾳ γραφῇ, τῷ τοῦ εἰρηκότος τὸν λόγον ὀνόματι ὀνομάζειν τὸν λό
PG 6:1387γον, εἰς δήλωσιν τοῦ τίνος ἐστὶν ὁ λόγος, ὡς τὸ Ἐκάθητο ὁ εὐνοῦχος ἐπὶ τοῦ ἅρματος καὶ ἀνεγίνωσκε τὸν προφήτην Ἡσαΐαν, καὶ πάλιν Τὸ βδέλυγμα, φησί, τῆς ἐρημώσεως τὸ εἰρημένον τῷ προφήτῃ Δανιήλ. Ὡσαύτως δὲ καὶ ἡμῖν ἔθος λέγειν· Ἐκτη σάμην τὸν προφήτην Ἱερεμίαν ἢ τὸν ἀπόστολον. Ἐρώτησις ρλε. Eἰ ἀληθινός ἐστιν ὁ Χριστὸς ὁ τὴν πρᾶξιν καὶ τὴν κλῆσιν κατὰ τὴν θείαν γραφὴν ἐπιδεικνύμενος, Ἐμμανουὴλ δὲ καλεῖ σθαι τὸν Χριστὸν ἡ θεία γραφὴ προηγόρευσε, πῶς ἀληθινὸς ὁ κύριος νομισθήσεται ὁ μετὰ τὸ τεχθῆναι μηδαμοῦ τοῦ Ἐμ μανουὴλ τὴν προσηγορίαν δεξάμενος; Οὐδεὶς γὰρ τὸν ἐλθόντα Χριστὸν τῇ κλήσει τοῦ Ἐμμανουὴλ ἐπὶ λέξεως προσηγό ρευσεν. Ἀπόκρισις. Eἰ ἐν τοῖς εὐαγγελικοῖς διηγήμασι περιέχεται τῶν θείων περὶ Χριστοῦ προῤῥήσεων ἡ ἔκβασις, παραδέδωκε δὲ ἡμῖν αὐτὸν εἶναι τὸν κατὰ θείαν πρόῤῥησιν προορισθέντα τῷ τοῦ Ἐμμανουὴλ καλεῖσθαι ὀνόματι ὁ μακάριος Ματθαῖος, πῶς οὐ καλεῖται τῷ τοῦ Ἐμμανουὴλ ὀνόματι; Oὐ διέλιπε δὲ ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία, μαθοῦσα ἐκ τῆς διδασκαλίας τοῦ ἁγίου εὐαγγελίου, Ἐμμανουὴλ ὀνομάζειν τὸν κύριον. Ἔχομεν δὲ ἐν τῇ ὀνομασίᾳ τοῦ Χριστοῦ πάσας τὰς λοιπὰς ὀνομασίας τοῦ Χριστοῦ περιεχομένας, εἰ καὶ μὴ πάσαις ἀεὶ κεχρήμεθα. Οὐδὲ γὰρ ἐπειδὴ καλεῖται Ἐμμανουὴλ ἔστι, ἀλλ' ἐπειδὴ ἔστι κα λεῖται. Ἐρώτησις ρλ . Eἰ τὸ τοὺς γονέας ἀθετεῖν ὑπὸ τῆς θείας γραφῆς ἀπηγό ρευται, καὶ ὁ μετιὼν τὰ ἀπηγορευμένα ἁμαρτωλὸς ὀνομάζεται, πῶς ἐν διαφόροις τόποις τοὺς οἰκείους γονεῖς ὁ δεσπότης Χριστὸς ἀθετήσας ἀναμάρτητος δείκνυται; Ἐν μὲν γὰρ τῷ γάμῳ, διὰ τὸ Τί ἐμοὶ καὶ σοὶ γύναι; τῇ μητρὶ λέγειν, ἐπέ πληξεν. Ἡνίκα δὲ θεάσασθαι αὐτὸν ἡ μήτηρ ἠθέλησε, μη τέρα καὶ ἀδελφοὺς τοὺς τὸ θέλημα τοῦ θεοῦ ποιοῦντας ὠνό μασε. Καὶ πάλιν, ὅτε ἐμακαρίζετο ἡ βαστάσασα αὐτὸν κοιλία καὶ οἱ μαστοὶ οὓς ἐθήλασε, τοὺς ποιοῦντας τὸ θέλημα τοῦ θεοῦ αὐτὸς ἐμακάριζεν. Ἅπερ ἅπαντα ἐφ' ὕβρει τῆς μητρὸς παρ' αὐτοῦ νομίζονται λέγεσθαι, διότι, τῆς μητρὸς αὐτοῦ ὀνομασθείσης καὶ μακαρισθείσης, κατὰ ἀντιδιαστολὴν αὐτῆς ὑπ' αὐτοῦ ἐμακαρίσθησαν ἕτεροι. Ἡ δὲ ἀντιδιαστολὴ δῆλον ὅτι ἐπ' ἐναντίων πραγμάτων λαμβάνεται. Ἄλλως τε εἰ τὴν ἁγίαν παρθένον εἰς τὴν τοσαύτης οἰκονομίας ὑπουργίαν ἐκλέ λεκται, πῶς ἀναξία μακαρισμοῦ κατὰ τὰ προλεχθέντα ἡ παρ θένος νενόμισται; Eἰ δὲ τὰ ·ηθέντα ἐναντίως ἔχει πρὸς ἄλ ληλα, πῶς τὰ ἀλλήλοις ἐναντία τὴν παρ' ἀλλήλων οὐ λαμ βάνει κατάλυσιν; Ἀπόκρισις. Τὸ Τί ἐμοὶ καὶ σοὶ γύναι; οὐ πρὸς ἐπίπληξιν εἴρηται τῇ μητρὶ ὑπὸ τοῦ σωτῆρος, ἀλλὰ πρὸς ἔνδειξιν τοῦ μὴ ἡμᾶς, φησίν, εἶναι τοὺς ἀναδεδεγμένους τοῦ ἐν τῷ γάμῳ ἀναλισκο
PG 6:1389μένου οἴνου τὴν φροντίδα· ὅμως ἐκ πολλῆς ἀγάπης, εἰ θέλεις, ἵνα μὴ λείψῃ αὐτοῖς οἶνος, εἰπὲ τοῖς ὑπηρέταις ἵνα ποιήσωσιν ἃ λέγω αὐτοῖς, καὶ βλέπεις ὅτι οὐ μὴ λείψει αὐτοῖς οἶνος· ὅπερ καὶ γέγονεν. Οὐκ ἂν οὖν λέξει τὴν μητέρα ἐπέπληξεν, ἣν τοῖς ἔργοις ἐτίμα. Ἐν δὲ ταῖς ἄλλαις φωναῖς οὐχ ὡς ἀπο στερῶν τὴν μητέρα τῆς πρεπούσης τιμῆς, ἀλλὰ δείκνυσι κατὰ ποίαν μητρότητα μακαριστή ἐστιν ἡ παρθένος. Eἰ γὰρ ὁ ἀκούων τὸν λόγον τοῦ θεοῦ καὶ φυλάττων αὐτὸς ἀδελφός ἐστι τοῦ θεοῦ καὶ ἀδελφὴ καὶ μήτηρ, προσῆν δὲ τῇ μητρὶ αὐτοῦ ἀμφότερα, δῆλον ὅτι κατὰ ταύτην τὴν μητρότητα ἐχρῆν μακα ρίζεσθαι τὴν μητέρα αὐτοῦ· τὸ γὰρ ἀκούειν τὸν λόγον τοῦ θεοῦ καὶ φυλάττειν ἀρετῆς ἐστι καὶ καθαρᾶς ψυχῆς, ὅλης πρὸς τὸν θεὸν βλεπούσης. Καὶ ἐπειδὴ οὐ τὴν τυχοῦσαν γυναῖκα ἐπε λέξατο ὁ θεὸς γενέσθαι μητέρα τοῦ Χριστοῦ, ἀλλὰ τὴν πασῶν γυναικῶν ταῖς ἀρεταῖς ὑπερκειμένην, διὰ τοῦτο καὶ ὁ Χριστὸς ἀπὸ ταύτης τῆς ἀρετῆς ἐβούλετο μακαρίζεσθαι τὴν μητέρα αὑ τοῦ, δι' ἧς ἠξιώθη παρθένος μήτηρ γενέσθαι. Ὅτι δὲ πρὸς ἀτιμίαν ἢ ἀπείθειαν γονέων οὐδαμῶς ἐμφαίνεται ὁ Χριστὸς πεποιηκώς τι, μαρτυρεῖ Λουκᾶς ὁ εὐαγγελιστής, λέγων περὶ αὐτοῦ ὅτι Κατέβη μετὰ Ἰωσὴφ καὶ Μαρίας ἀπὸ Ἱερουσαλήμ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. Ἐρώτησις ρλζ. Eἰ πρὸ τοῦ τάφου ἡ Μαρία τὸν κύριον τῷ μύρῳ ἤλειψεν, ἡμεῖς δὲ τοῦ πάθους καὶ τῆς ἀναστάσεως αὐτοῦ ἐν τῷ βαπτί σματι τελοῦμεν τὰ σύμβολα, πῶς πρῶτον μὲν ἐλαίῳ χριό μεθα, ἔπειτα δὲ τὰ προλεχθέντα ἐν τῇ κολυμβήθρᾳ τελέσαντες σύμβολα τῷ μύρῳ σφραγιζόμεθα ὕστερον, καὶ κατ' ἐναντίωσιν τῶν περὶ τὸν κύριον γεγονότων ταῦτα ποιεῖν οὐ νομίζομεν, εἴ γε πρῶτον ὁ κύριος τῷ μύρῳ ἠλείψατο καὶ ὕστερον ἔπαθε; Πῶς δὲ καὶ οὐ περιττὴ ἡ χρῖσις τοῦ ἐλαίου προσφέρεται τοῖς βαπτίζεσθαι μέλλουσιν, εἴ γε μόνῳ τῷ μύρῳ πρὸς τῷ πάθει ἐχρίσθη ὁ κύριος; Ἀπόκρισις. Ἐπειδὴ ἃ ποιεῖ ἡ ἐκκλησία πρὸς τὸν ἐνταφιασμὸν μετὰ τὸν θάνατον αὐτοῦ ποιεῖ τοῦ ἐνταφιαζομένου, ἡ δὲ μακαρία Μαρία πρὸ τοῦ θανάτου ἐμύρισε τὸν κύριον (κατὰ τὸ γεγραμ μένον· Ὃ ἐποίησε, φησίν, αὕτη πρὸς ἐνταφιασμόν μου ἐποίησε· προλαβοῦσα γὰρ ἐμύρισέ μου τὸ σῶμα· τὸ δὲ Προ λαβοῦσα ἀντὶ τοῦ Πρὸ τοῦ δέοντος καιροῦ ἐμύρισέ μου τὸ σῶμα), διὰ τοῦτο οὐδὲν γίνεται κατ' ἐναντίωσιν, ἀλλὰ τὸ ἐπὶ τοῦ κυρίου γεγονὸς πρὸ τοῦ καιροῦ τοῦτο ἐπὶ τῶν βαπτιζομέ νων γίνεται ἐν τῷ δέοντι καιρῷ. Χριόμεθα δὲ τῷ παλαιῷ ἐλαίῳ ἵνα γινώμεθα χριστοί, τῷ δὲ μύρῳ πρὸς ἀνάμνησιν τοῦ τὴν χρῖσιν τοῦ μύρου ἐνταφιασμὸν ἑαυτοῦ λογιζομένου, καὶ τύπῳ μὲν ἐπὶ τοῦ παρόντος, ἀληθείᾳ δὲ ἐπὶ τοῦ μέλλοντος εἰς τὴν κοινωνίαν τῶν τε ἑαυτοῦ παθημάτων καὶ τῆς δόξης ἡμᾶς καλεσαμένου σωτῆρος Χριστοῦ. Ἐρώτησις ρλη. Eἰ δίκαιός ἐστιν ὁ τὸν ἡμαρτηκότα ὑπὲρ ὧν ἥμαρτε τι
PG 6:1391μωρούμενος, πῶς δίκαιος ὁ θεὸς ὁ τοσοῦτον λαὸν διὰ πταί σματα θανατώσας ἑτέρων; Λέγω δὲ πταίσαντας τὸν Ἰωνάθαν καὶ τὸν Δαυΐδ· τὸν μὲν ἐξ ἀγνοίας λύσαντα τὴν νηστείαν τῇ γεύσει τοῦ μέλιτος, τὸν δὲ προπετῶς τὸν λαὸν ἀριθμήσαντα. Eἰ δέ τις λέγοι ὡς τῶν ὑπηκόων ὁ θάνατος ἐπὶ τιμωρίᾳ τῶν ἀρχόντων ἐγίνετο, πῶς οὐκ ἀδικεῖ τοὺς ἀναιτίους ὑποβάλλων κολάσεσιν; Ἐναντιοῦται δὲ τῇ λεγούσῃ γραφῇ ὅτι Ψυχὴ ἡ ἁμαρτήσασα αὐτὴ ἀποθανεῖται. Ἀπόκρισις. Ὅτι πικροτάτη τιμωρία τῶν ἡμαρτηκότων βασιλέων ἡ τι μωρία τοῦ λαοῦ, δηλοῖ αὐτὸς ὁ μακάριος Δαυΐδ, δεόμενος τοῦ θεοῦ εἰς αὑτόν τε καὶ εἰς τὸν οἶκον αὑτοῦ μεταγαγεῖν ἀπὸ τοῦ λαοῦ τὴν πληγήν. Σάλος γάρ ἐστι τῆς βασιλείας ἡ μείωσις τῶν βασιλευομένων. Ὡσαύτως δὲ καὶ ὁ Σαοὺλ ἔμελλεν ἀναι ρεῖν τὸν υἱὸν αὑτοῦ Ἰωνάθαν, ἵνα τῇ ἀναιρέσει αὐτοῦ τὴν πληγὴν ἰάσηται τοῦ λαοῦ, εἰ μὴ φθάσας ὁ λαὸς ὤμοσε μὴ ἀπο θανεῖν ἐᾶσαι τὸν Ἰωνάθαν. Καὶ ὡς σύγκειται ὁ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος, οὕτως καὶ ἡ βασιλεία σύγκειται ἐκ τοῦ βασιλέως καὶ τῶν βασιλευομένων. Καὶ ὥσπερ, ἁμαρτήσας ὁ ἄνθρωπος ἁμάρτημα διὰ χειρὸς κἂν τυπτηθῇ εἰς τὸν νῶτον, οὐκ ἀδικεῖ ὁ τυπτήσας αὐτόν, οὕτως οὐκ ἀδικεῖ θεὸς ἐπὶ τοῖς τῶν βασιλέων πταίσμασιν τὸν λαὸν τιμωρούμενος. Μεγάλως γὰρ οἶδεν ἀνιᾶν τοὺς βασιλεῖς ἡ πληγὴ τοῦ λαοῦ. Τῆς γὰρ βασιλείας ἐστὶ τιμωρία ἡ πληγὴ τοῦ λαοῦ. Ἐρώτησις ρλθ. Eἰ εἷς ἐστι θεὸς ὁ θεός, δῆλον ὅτι καὶ πάντα κέκτηται τὸ εἶναι ἕν· οἷον τὸ ἁπλοῦν ἢ τὸ σύνθετον, τὸ θνητὸν ἢ τὸ ἀθάνατον, τὸ γεννητὸν ἢ τὸ ἀγέννητον, τὸ γεννᾶν ἢ τὸ μὴ γεν νᾶν. Πῶς οὖν, τοῦ μὲν πατρὸς γεννήσαντος καὶ τοῦ υἱοῦ μὴ γεννήσαντος, καὶ τοῦ υἱοῦ γεννηθέντος, τοῦ δὲ πατρὸς μὴ γεν νηθέντος, δύναται εἷς θεὸς καλεῖσθαι ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα, ἐξ αὐτοῦ τοῦ γεννᾶσθαι ἢ μὴ γεννᾶσθαι, καὶ τοῦ γεννᾶν καὶ μὴ γεννᾶν, τὴν ἐναντίωσιν κεκτῆσθαι νομιζομένου; Ἀπόκρισις. Εἷς ἐστιν ὁ θεὸς τῇ συνυπάρξει τῶν τριῶν θείων ὑπο στάσεων, τῶν διαφερουσῶν ἀλλήλων οὐ τῇ οὐσίᾳ ἀλλὰ τοῖς τῆς ὑπάρξεως τρόποις. Ἡ διαφορὰ δὲ τῶν τῆς ὑπάρξεως τρό πων οὐ διαιρεῖ τὸ ἓν τῇ οὐσίᾳ. Καὶ ὥσπερ ἐπὶ τοῦ Ἀδὰμ καὶ τῆς Εὔας καὶ τοῦ Σὴθ εἷς μέν ἐστιν ὁ τῆς οὐσίας λόγος (ψυχὴ γὰρ λογικὴ καὶ σῶμα θνητόν), τρόποι δὲ τῆς ὑπάρξεως διάφοροι (ὁ μὲν γὰρ Ἀδὰμ γέγονεν ἀπὸ τῆς γῆς, ἡ δὲ Εὔα ἐκ τῆς πλευρᾶς, ὁ δὲ Σὴθ ἐκ τοῦ σπέρματος), καὶ ἐν διαφόροις τῆς ὑπάρξεως τρόποις μένει ὁ τῆς οὐσίας λόγος εἷς ἀδιαίρετός τε καὶ ἀπαράλλακτος, οὕτως καὶ ἐπὶ τοῦ θεοῦ, τῇ ταὐτότητι τῆς τῶν προσώπων οὐσίας, εἷς θεὸς πεπίστευται, ὅ τε πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα. Οὐδὲν γὰρ συντελεῖ πρὸς τὸν τῆς οὐσίας λόγον ὁ τρόπος τῆς ὑπάρξεως. Τὰ μὲν οὖν ἐπὶ τῶν θείων τριῶν ὑποστάσεων ὡσαύτως ἀπαραλλάκτως λεγό μενα, ἐν τούτοις νόει τὸ ἓν τῆς οὐσίας· τὰ δὲ μὴ ὡσαύτως,
PG 6:1394ταῦτα νόει τῷ τρόπῳ τῆς τῶν προσώπων ὑπάρξεως. Ἐρώτησις ρμ. Eἰ κληρονόμον ἑαυτὸν ὁ Χριστὸς ὀνομάζει, τοῦτον δὲ κατὰ τὴν παραβολὴν οἱ γεωργοί, τουτέστιν οἱ Ἰουδαῖοι, ἐπέ γνωσαν, καί, τῆς γεωργίας δεσπόται γενέσθαι ποθήσαντες, ὡς κληρονόμον τὸν κληρονόμον ἀπέκτειναν, πῶς αὐτὸς ὁ Χριστὸς καὶ ὁ ἀπόστολος Παῦλος τοῦ τολμήματος αὐτοῖς ἐμαρτύρησαν ἄγνοιαν, ὁ μὲν λέγων· Ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποι οῦσιν· ὁ δὲ φάσκων· Eἰ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν; Ἀπόκρισις. Διχῶς ἡ ἄγνοια λέγεται. Ἢ γὰρ μὴ βουλόμενός τις ἀγνοεῖ, ὅταν τὰ πράγματα ὁδηγοῦντα εἰς γνῶσιν οὐκ ἔχῃ· ἢ βουλόμενος ἀγνοεῖ, ὅταν τὰ μὲν πράγματα ἔχῃ ὁδηγοῦντα εἰς γνῶσιν, μὴ βουλόμενος δὲ γνῶναι. Ταύτην δὲ τὴν βουλητὴν ἄγνοιαν οἶδεν ἡ θεία γραφὴ ποτὲ μὲν ἄγνοιαν, ποτὲ δὲ γνῶ σιν ὀνομάζειν. Γνῶσιν μέν, ὡς ὅταν λέγῃ· Καὶ ἐμὲ οἴδατε καὶ πόθεν εἰμὶ οἴδατε· ἀντὶ τοῦ Δύνασθε ἀφ' ὧν ἐργάζομαι γνῶναι τῆς τε ὀνομασίας τῆς ἐμῆς καὶ τῶν λόγων μου τὴν ἀλή θειαν· ψευδόμενος γὰρ οὐ δύναται τοιαῦτα ἔργα ποιεῖν. Τὸ δὲ ὑπὸ τῶν γεωργῶν γνωρισθῆναι τὸν κληρονόμον, καθὸ ἐθεάσαντο τοῦτον ὑπὲρ πάντα εἶναι ἄνθρωπον ἐν τῇ παρούσῃ ζωῇ, τοῖς ἔργοις οἷς ἐποίει, καὶ τῇ κλήσει τοῦ υἱοῦ, κατὰ τὴν ὑποτύπωσιν τῆς παραβολῆς. Ὅτι δὲ μετὰ τὸ ἀποθανεῖν αὐτὸν ἀνίστησιν αὐτὸν ὁ θεὸς ἐκ τῶν νεκρῶν εἰς ἀθάνατον ζωὴν καὶ τίθησιν αὐτὸν πάντων κληρονόμον, οὐκ ἔγνωσαν· οὔτε γὰρ ἡ ὑποτύπωσις τῆς παραβολῆς ἔσχε τούτου τὴν ἔμφασιν. Κατὰ ταύτην οὖν τὴν ἄγνοιαν εἶπεν ὁ Χριστός· Πάτερ ἄφες αὐ τοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Ὡσαύτως δὲ καὶ ὁ ἀπό στολος· Eἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύ ρωσαν. Ἐρώτησις ρμα. Eἰ μόνος ὁ Χριστὸς τὸν θεῖον νόμον ἀκριβῶς ἐξετέλεσε, πῶς ἐπορεύοντο ἐν τῷ νόμῳ ἄμεμπτοι ὅ τε Ζαχαρίας καὶ ἡ Ἐλισσάβετ, περὶ ὧν ταῦτα ὁ Λουκᾶς ἐμαρτύρησε, καὶ ὁ Παῦ λος δέ, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος; Ἀπόκρισις. Ἄλλο τὸ ἄμεμπτον καὶ ἄλλο τὸ ἀναμάρτητον. Ὁ μὲν γὰρ ἀναμάρτητος ἐκ παντὸς καὶ ἄμεμπτος, οὐκέτι δὲ ὁ ἄμεμπτος ἐξ ἀνάγκης καὶ ἀναμάρτητός ἐστιν. Ὁ γὰρ ἁμαρτάνων παρὰ τὸν νόμον συγγνωστὴν ἁμαρτίαν, τῇ προσαγωγῇ τῶν θυσιῶν καὶ τῇ ἐξαγορεύσει τοῦ πταίσματος λαβὼν τὴν ἄφεσιν, γίνεται καθαρὸς καὶ ἄμεμπτος κατὰ τὴν ἐκ νόμου δικαιοσύνην. Ὁ δὲ Χριστός, ἅτε ἀναμάρτητος ὢν καὶ οὐδαμῶς παραβὰς τὸν νό μον, οὔτε διεπράξατό τι διορθώσεως δεόμενον· ἐδέξατο δὲ καὶ τὸν βαπτιστὴν Ἰωάννην καὶ ἐβαπτίσθη ὑπ' αὐτοῦ, ἵνα πληρώσῃ πᾶσαν δικαιοσύνην, ἣν ὁ Παῦλος πρὸ τοῦ πιστεῦσαι Χριστῷ οὔπω ἦν δεξάμενος· ἐπεὶ οὐκ ἂν ἐδίωξε τὴν ἐκκλη σίαν. Διὰ τοῦτο ὁ Χριστὸς μόνος λέγεται ἀναμάρτητος γε
PG 6:1396γονέναι. Ἐρώτησις ρμβ. Eἰ ὁ ἄγγελος τοῦ ἀνθρώπου ἀνώτερος, καὶ θεοὺς τοὺς ἀνθρώπους ἡ γραφὴ ὀνομάζει, πῶς οὐχ ἁρμόζει καὶ τοὺς ἀγ γέλους θεοὺς παρ' ἡμῶν ὀνομάζεσθαι; Ἀπόκρισις. Τῶν ἀγγέλων ὅσοι ἐν τάξει θεοῦ ὤφθησαν ἢ ἐλάλησαν τοῖς ἀνθρώποις ἐσχήκασι καὶ αὐτοὶ τοῦ θεοῦ τὴν κλῆσιν, ὡς ὁ λαλήσας τῷ Ἰακὼβ καὶ τῷ Μωϋσῇ. Ἐκλήθησαν δὲ καὶ οἱ ἄνθρωποι θεοί. Ἑκατέροις δὲ διὰ τὴν ἐγχειρισθεῖσαν αὐτοῖς χρείαν ἐδόθη τοῦ θεοῦ τὴν τάξιν καὶ τὴν προσηγορίαν ἔχειν· πληρωθείσης δὲ τῆς χρείας παύονται τοῦ καλεῖσθαι θεοὶ οἱ χρείας τινὸς ἕνεκεν εἰληφότες τοῦ θεοῦ τὴν κλῆσιν. Ὅτε μὲν γὰρ ἐνεχείρισε τῷ ἀγγέλῳ τὴν ἐπιστασίαν τοῦ λαοῦ, ἔφασκε τῷ Μωϋσεῖ περὶ αὐτοῦ· Μὴ ἀπειθήσῃς αὐτῷ, ὅτι ὄνομά μου κεῖται ἐπ' αὐτόν. Ὅτε δὲ ἐνεχείρισε τοῖς ἄρχουσι τὴν κρίσιν τοῦ λαοῦ, φησὶ πρὸς αὐτούς· Δικαίαν κρίσιν κρίνατε, ὅτι ἡ κρίσις τοῦ θεοῦ ἐστι. Καὶ πάλιν· Ἐγὼ εἶπα Θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες. Θεοὺς αὐτοὺς ἔλεγεν ἀντὶ τοῦ Ἔδωκα ὑμῖν τὴν τιμὴν τὴν ἐμὴν καὶ τὴν τάξιν καὶ τὴν κλῆσιν· ὡς οὖν ἐμοῦ κρίνοντος οὕτως κρίνατε τὸν λαόν. Ἐρώτησις ρμγ. Eἰ ὑπεραναβέβηκε μὲν ὁ θεός, ὑποβέβηκε δὲ τὸ ἄνθρω πος, πῶς οὐκ ἀτάκτως ὁ ἄνθρωπος θεὸς προσηγόρευται; Ἀπόκρισις. Αὕτη ἡ ἐρώτησις οὔτε Χριστιανῷ ἁρμόττει οὔτε Ἕλληνι. Καθ' ἕτερον δὲ εἰς τοὺς ὑποβεβηκότας μετενήνεκται τοῦ ὑπεραναβεβηκότος ἡ κλῆσις, κατὰ τὴν ἑκάστου δόξαν. Oὐ χρὴ δὲ ἐκ τῶν ὁμολογουμένων κατασκευάζειν τὴν ἀπορίαν, ἀλλὰ ἐκ τῶν ἀμφιβόλων. Ἐρώτησις ρμδ. Eἰ ἔχει ὁ θεὸς ὑπόστασιν ὑπάρχουσαν καὶ βουλὴν ἐνυ πάρχουσαν καὶ υἱὸν ὑπάρχοντα, πῶς, ἐκ τοσούτων συγκείμε νος, ἁπλοῦς ὀνομάζεται; Ἀπόκρισις. Ὁ θεὸς ὥσπερ ὅλος ἐστὶ πανταχοῦ καὶ ὅλος ἐν ἑκάστῳ καὶ ὅλος ἐφ' ἑαυτοῦ, καὶ τούτου πίστιν ἔχομεν, οὕτως καὶ τὸ ἁπλοῦν αὐτοῦ ὅλον υἱός ἐστι καὶ ὅλον υἱὸν ἔχον ἐστί, καὶ ὅλον βουλή ἐστι καὶ ὅλον βουλὴν ἔχον ἐστίν. Oὐ γάρ ἐστι κατὰ τὴν κτιστὴν φύσιν ὁ θεός, ὥστε τὸ εἶναι αὐτὸν καὶ τὸ ἔχειν νοηθῇ ἐν συνθέσει, ὥσπερ ἐν τῇ κτιστῇ φύσει· ἀλλ', ὥσπερ τὴν φύσιν ὤν, οὕτως καὶ τὸ εἶναι αὐτὸν καὶ τὸ ἔχειν ἐστὶν ὑπὲρ τὴν σύνθεσιν. Ἐρώτησις ρμε. Eἰ δι' ὧν ἡ σάρξ, διὰ τούτων καὶ τὸ αἷμα συνίσταται, διὰ τί τὴν μὲν βρῶσιν τῆς τῶν ζώων σαρκὸς ὁ θεὸς ἐπιτρέ πει, τὴν δὲ ἐν τῷ αἵματι ἀπαγορεύει μετάληψιν, Πλὴν κρέας, λέγων, ἐν αἵματι οὐ φάγεσθε; Ἀπόκρισις.
PG 6:1398Ἵνα καὶ ἐν τούτῳ χωρίσῃ ἡμᾶς ὁ θεὸς τῆς τῶν θηρίων ὁμοιότητος, τῶν σὺν τῇ βρώσει τῆς σαρκὸς λαπτόντων καὶ τὸ αἷμα ὧν τὰς σάρκας ἐσθίουσιν. Ἐρώτησις ρμ . Eἰ ὁ θεὸς ἐπὶ τῶν ἀληθῆ τὴν ἔκβασιν ἐσχηκότων καὶ διὰ τῶν παρ' Ἕλλησι μάντεων τὸ μέλλον ἔσεσθαι προεμήνυσε, πῶς, ὁπηνίκα Ἕλληνες πρὸς Ἕλληνας διεμάχοντο, πολλάκις κατὰ χρησμὸν πράξαντές τι, ὧν ἡ θεία γραφὴ τὴν πρᾶξιν ἀπη γόρευσε, τῶν ἐν τῇ δευτέρᾳ πεύσει κειμένων δεινῶν ἀπηλλά γησαν; Οἷον ἐπὶ μὲν πολέμου, ὡς ὅταν οἱ ἑπτὰ ἐπὶ Θήβαις ἄρδην μὲν καταστρέφειν τὴν προῤῥηθεῖσαν πόλιν ἔμελλον, μαντευσαμένου δὲ Τειρεσίου ὁ Μενοικεὺς κατὰ τὸ δοκοῦν τῇ μαντείᾳ ἑαυτὸν ἑτοίμως κατέσφαξε, καὶ οὕτως κατὰ τὴν πρόῤ ῥησιν τῆς μαντείας ἡ μὲν πόλις διεσώθη, οἱ δὲ πολέμιοι ὑπὸ τῶν ἐν τῇ πόλει ἀνῃρέθησαν. Καὶ τοῦτο μὲν περὶ τῶν ἐν πο λέμοις τροπαίων ἓν ἐκ πολλῶν ἡμῖν εἴρηται. Ἀπόκρισις. Ὁ ποιῶν τὴν λύσιν τῶν ζητουμένων πρῶτον ὀφείλει θεῖ ναι τὰ ὁμολογήματα, εἶτα ἐξ αὐτῶν ποιήσασθαι τῶν ζητου μένων τὴν λύσιν. Ἔστι δὲ τῶν ὁμολογουμένων τὸ ἕνα εἶναι θεὸν δημιουργόν τε καὶ προνοητὴν τοῦ κόσμου παντός, ὃν καταγγέλλουσιν αἱ θεῖαι τῶν Χριστιανῶν γραφαὶ λόγοις θείαις δυνάμεσι μεμαρτυρημένοις· παρ' οὗ ἐστι τῶν μελλόντων ἥ τε πρόῤῥησις καὶ ἡ ἔκβασις. Ἐκβάλλουσι δὲ αἱ γραφαί, αἱ τοῦτον καταγγέλλουσαι, τοὺς τῶν Ἑλλήνων θεούς· Eἰ ἀλλάξουσι, φησί, τὰ ἔθνη τοὺς θεοὺς αὑτῶν, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί. Ὧν δὲ οὐκ εἰσὶν οἱ θεοὶ θεοί, τούτων οὐδὲ οἱ μάντεις εἰσὶν ἀλη θείας προφῆται, οὐδ' ἡ αὐτῶν πρόῤῥησις ἀναπόδραστόν τε καὶ ἀληθῆ ἔχει τὴν ἔκβασιν. Ὥσπερ γάρ εἰσι μακρὰν τῆς ἀληθι νῆς θεότητος, οὕτως καὶ τῆς τῶν μελλόντων προγνώσεως. Ὅτι δὲ καὶ ἐν τῇ μάχῃ τῶν Ἑλλήνων πρὸς Ἕλληνας, τῶν πο λυτρόπως, μάλιστα ἐν τοῖς πολέμοις, ταῖς μαντείαις χρησα μένων, ὁ τῶν Χριστιανῶν θεὸς τὴν ἰδίαν ἔστησε βούλησιν, μαρτυρεῖ μὲν ἡ μάχη Ἀλεξάνδρου καὶ Δαρείου, τοῦ μὲν κρα τύνας τὰς μαντείας, τοῦ δὲ καταργήσας, μαρτυρεῖ δὲ καὶ τοῦ Ἀσσυρίου ἡ μάχη ἣν εἶχε πρὸς τὰ ἄλλα πολλὰ καὶ ἰσχυρὰ ἔθνη, ὃν ὁ θεὸς ·άβδον τῆς ὀργῆς καὶ πρίονα ἐκάλεσε, ποτὲ μὲν λέγων· Ἰδοὺ ὁ Ἀσσύριος ·άβδος ἐστὶ τῆς ὀργῆς μου, ἐπὶ ἔθνος ἁμαρτωλὸν ἀποστελῶ αὐτόν· ποτὲ δὲ λέγων περὶ αὐ τοῦ· Μὴ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν; Καί τοι πρόδηλός ἐστιν ὁ Ἀσσύριος ὅτι κατὰ τὰς ἐπιτυχίας τῶν χρησμολογημένων, ἃ εἴληφε παρὰ τῶν θεῶν αὑτοῦ διὰ τῶν μάντεων, πρίζει καὶ σπαράσσει τὰ ἐλεεινὰ ἔθνη, τὰ ὁμοίως αὐτῷ τῇ πεποιθήσει τῶν χρησμῶν συμβεβληκότα αὐτῷ εἰς πό λεμον, καὶ ἀποτετυχηκότα τῆς διὰ χρησμῶν ἐλπίδος, τοῦ θεοῦ συγχωρήσαντος ἐπιτυχεῖν μὲν τῶν χρησμῶν τὸν Ἀσσύριον, ἀπο τυχεῖν δὲ τὰ ἔθνη. Περὶ ὧν ὁ μὲν θεὸς διὰ τοῦ προφήτου Ἡσαΐου φησίν· Ὁ θεὸς ἀνῆκα τὴν χεῖρά μου, καὶ ἐξηράν θησαν· ὁ δὲ Ἀσσύριός φησι· Μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν
PG 6:1400τὴν γῆν αὐτῶν ἐκ τῶν χειρῶν μου, ὅτι ·ύσεται κύριος τὴν Ἱε ρουσαλὴμ ἐκ τῆς χειρός μου; Κατὰ δὲ τοὺς χρησμούς, οὓς ἐδέ ξατο ὁ Ἀσσύριος παρὰ τῶν μάντεων, τοιαύτας ἐφθέγξατο φωνάς, καὶ κατὰ τῶν ἐθνῶν καὶ κατὰ τῆς Ἱερουσαλήμ· καὶ τοῦ θεοῦ συγχωρήσαντος ἐπέτυχεν ὁ Ἀσσύριος τῶν χρησμῶν κατὰ τῶν ἐθνῶν, κατὰ δὲ τῆς Ἱερουσαλὴμ ἀπέτυχε τῶν χρησμῶν τοῦ θεοῦ μὴ συγχωρήσαντος. Πῶς οὖν ἀπέτυχον τῆς μαν τείας οἱ ἑπτὰ ἐπὶ Θήβαις τοῦ ἄρδην ἀπολέσαι τὴν πόλιν; Ἡ γὰρ ἀποτυχία τῆς μαντείας ἔλεγχος γίνεται τῆς ἀσθενείας τοῦ θεοῦ, τοῦ διὰ τῆς μαντείας προμηνύσαντος τὰ ἀνέκβατα. Καὶ εἰ κατὰ τὴν ἀψευδῆ τοῦ σωτῆρος φωνὴν χωρὶς θεοῦ στρου θίον οὐ πεσεῖται ἐπὶ τῆς γῆς, πολὺ μᾶλλον ἔθνος ὅλον ἢ πόλις ὅλη οὐκ ἂν ἀπόλοιτο μὴ τοῦ θεοῦ συγχωρήσαντος. Ὅτι δὲ πᾶν ἔθνος ἑλληνικὸν ὑπὸ ἔθνους ἑλληνικοῦ ἀπολλύμενον ὑπὸ ·άβδου καὶ πρίονος τῆς ὀργῆς τοῦ θεοῦ ἀπόλλυται, φανερὸν καθέστη κεν ἐκ τῶν περὶ τοῦ Ἀσσυρίου εἰρημένων. Ἔτι δὲ εἰ τὰ παρὰ τῶν Ἑλλήνων περὶ τοῦ μάντεως Τειρεσίου εἰρημένα παντάπασίν ἐστι καταγέλαστα, πῶς ἐνδέχεται τὰ δι' αὐτοῦ λεχθέντα εἶναι ἀληθῆ; Φασὶ γὰρ περὶ αὐτοῦ ἄνδρα καὶ γυναῖκα γεγονέναι αὐ τόν, καὶ ἀμφοτέρων ἔχειν τὰς πλάσεις, καί, πολλὰς μάχας τῶν θεῶν διαλύσαντος, διὰ ταύτην τὴν αἰτίαν ἡ μὲν Ἥρα χολωθεῖσα αὐτῷ ἐπήρωσεν αὐτόν, ὁ δὲ Ζεὺς εἰς παραμυθίαν τῆς πηρώσεως αὐτοῦ ἐχαρίσατο αὐτῷ τὴν μαντικήν. Ἀλλ' εἰ ἀλλότρια πίστεως ὑπάρχει τὰ περὶ αὐτοῦ μυθευόμενα, πῶς ἐνδέχεται ἀληθῆ εἶναι τὰ ὑπ' αὐτοῦ μυθευόμενα; Ἔτι δὲ εἰ, καθώς φασιν Ἕλληνες, τὰ ὑπὸ τῶν Μοιρῶν ἐπικλωθόμενα ἀδύνατόν ἐστιν ἀνακλωθῆναι, πῶς οὐκ εἰσὶν ἀνωφελεῖς αἱ μαν τεῖαι τοῖς αὐταῖς χρωμένοις, τῶν Μοιρῶν ἐπὶ τὸ ἀναπόδραστον τέλος ἀναγκαίως ἀγουσῶν τὰ ὑπ' αὐτῶν ἐπικλωθόμενα; Ἀλλ' εἰ ταῦτα οὕτως ἔχει, πῶς οὐκ εἰσὶ ψευδεῖς αἵ τε Μοῖραι καὶ αἱ μαντεῖαι, ὑπ' ἀλλήλων ἀναιρούμεναι; Πῶς δὲ οὐκ ἔστιν ὁ Μενοικεὺς μάτην κατασφάξας ἑαυτὸν κατὰ τὸ δοκοῦν τῇ μαν τείᾳ, τῆς αἰτίας τοῦ ἀναιρεῖσθαι μὲν τοὺς πολεμίους, σώζεσθαι δὲ τὴν πόλιν, μὴ ἐκ τοῦ δαίμονος τοῦ διὰ μάντεως χρηματί σαντος ὑπαρχούσης, ἀλλ' ἐκ τῆς τοῦ δεσπότου τοῦ ἀληθινοῦ θεοῦ συγχωρήσεως;

Christian Questions to the GreeksQuaestiones Christianae ad Graecos

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 6:1401ΤΟΥ ΑΓΙΟΥ ΙΟΥΣΤΙΝΟΥ ΦΙΛΟΣΟΦΟΥ ΚAI ΜΑΡΤΥΡΟΣ EΡΩΤΗΣΕΙΣ ΧΡΙΣΤΙΑΝΙΚΑΙ ΠΡΟΣ ΤΟΥΣ ΕΛΛΗΝΑΣ. Πρώτη ἐρώτησις χριστιανικὴ πρὸς τοὺς Ἕλληνας. Eἰ τῷ μεγίστῳ ἐν ἀνθρώποις ἀγαθῷ μέγιστον ἀντίκειται κακόν, μέγιστον δὲ ἐν ἀνθρώποις ἀγαθὸν τὸ γνῶναι τὸν ὄν τως ὄντα θεόν, μέγιστον ἄρα κακὸν τὸ τοῦτον ἀγνοεῖν. Ἀλλ' ἐπειδή ἐστι τοῦτο κακὸν ἔν τισι τῶν ἀνθρώπων, ποῖόν ἐστι τῷ δημιουργῷ τοῦ κόσμου θεῷ πρεπωδέστερον τὸ ἐναλλάξαι τὴν τοῦ παρόντος βίου κατάστασιν καὶ ἀπαλλάξαι τοὺς ἀν θρώπους τοῦ μεγίστου κακοῦ, καθὼς ὁ τῶν Χριστιανῶν βού λεται λόγος, ἢ τὸ ἐᾶσαι μένειν τὸν κόσμον ἐπὶ τῆς αὐτῆς κατα στάσεως καὶ τοὺς ἀνθρώπους τῷ μεγίστῳ κακῷ ἀεὶ κατε χομένους; Ἀπόκρισις ἑλληνικὴ πρὸς τοὺς Χριστιανούς. Πρῶτον μὲν πρὸς τὸ πρῶτον ἄπορον ·ητέον, ὡς μέγιστον κακὸν οὐδέν ἐστιν. Eἰ γὰρ τῶν ἀγαθῶν τὸ μέγιστον ὁ θεός ἐστι, δῆλον ὅτι, εἴ τις ὑπόθοιτο μέγιστον κακόν, εὑρεθήσεται ἑτέρα ἀρχὴ ἐναντία τῷ θεῷ, ὅπερ οἱ Μανιχαῖοι κακῶς λέγοντες λέγουσι. Καὶ γὰρ ἄτοπον τὸν θεὸν μὴ πάντα καταλαμβάνειν, μὴ πᾶσι τὴν ἑαυτοῦ ἀγαθότητα ἐπιλάμπειν. Μέγιστον τοίνυν κακὸν οὐδέν. Καὶ γὰρ ἡ ἄγνοια πολλάκις ἐπ' ἀγαθῷ δίδοται τοῖς ἀνθρώποις· ὁρῶμεν οὖν ἐπὶ πολλῶν ὡς πολλάκις συμ βαίνει μᾶλλον καταφρονεῖν τῶν γινωσκομένων ἢ τῶν ἀγνοουμέ νων. Ἄλλως τε καὶ τὸ ἀγνοεῖν τὸν ὄντως ὄντα θεὸν οὐκ ἔκ τινος ἄλλου ἀλλ' ἐκ τῆς οἰκείας λήθης ἡ ψυχὴ πάσχει. Παρα γίνεται δὲ καὶ ταῖς ἐνταῦθα ψυχαῖς γνῶσις θεοῦ· ὥσπερ οὖν ὁρῶμεν καὶ ἐνταῦθα ἀνθρώπους γινώσκοντας τὸν θεόν. Eἰ δέ τις ἐθέλοι τὸ ἀληθὲς λέγειν, οὐδέ ἐστιν ὅλως ἄγνοια περὶ θεοῦ· πάντες γὰρ ὅτι ἔστιν ὁ θεὸς ὁμολογοῦσι κοινῇ ἐννοίᾳ. Ὅτι δὲ καὶ ἐνταῦθα ὄντες δύνανται οἱ ἄνθρωποι γινώσκειν τὸν θεόν, καὶ ἡ τῶν ὀρθοδόξων πίστις σαφῶς δηλοῖ, λέγουσα τὸν θεὸν αὐτὸν κατεληλυθέναι καὶ ἐγνῶσθαι τοῖς ἀνθρώποις. Eἰ τοίνυν δυνατὸν καὶ ἐνταῦθα τοὺς ἀνθρώπους ὄντας γινώσκειν τὸν θεόν, οὐδὲν αὐτοῖς μέγιστον κακὸν συμβαίνει ἐκ τοῦ ἐν ταῦθα εἶναι. Τοῖς ἀγνοοῦσι γάρ, καθὼς εἴρηται, ἐκ τῆς ἀπί στου φύσεως τὸ ἀγνοεῖν τὸν θεὸν συμβαίνει. Eἰ δέ τις καὶ συγχωρήσει, ὅπερ ἄτοπον, μέγιστον εἶναι κακὸν τὰ ἐνταῦθα, καὶ κάλλιον ὑπάρχειν τὸ μὴ εἶναι τὰ τῇδε τοῦ εἶναι, εἰ μὲν λέγει κακὰ πεποιηκέναι τὰ τῇδε τὸν δημιουργὸν δι' ἀσθένειαν, ἀνοηταίνει, τὴν τοῦ θεοῦ δύναμιν φάσκων μὴ καταλαμβάνειν πάντα. Eἰ δέ, δυνάμενος καλὰ ποιῆσαι τὰ τῇδε, συνεχώρησεν ἑτέροις κακὰ ποιεῖν, καὶ τοῦτο ἔσται κατηγόρημα θεοῦ· ὁ γὰρ δυνάμενος μὲν παῦσαι, περιορῶν δέ, ἀληθέστερον αὐτὸς δρᾷ. Eἰ δὲ αὐτός ἐστιν ὁ θεὸς ὁ ποιήσας τὰ τῇδε, δῆλον ὅτι τοῦ αὐτοῦ θεοῦ μένοντος καὶ εἰς ὕστερον καὶ ἀεὶ τὰ αὐτὰ ἔσται. Ἂ γὰρ πάλαι ἠδύνατο καὶ νῦν δύναται. Eἰ δὲ νῦν τι πλεῖον δύναται παρὰ τὰ πρὸ τοῦ, ἔγχρονος αὐτοῦ ἔσται ἡ τοιαύτη
PG 6:1403δύναμις, ὅπερ ἄτοπον· τὸ γὰρ ἔγχρονον φθαρτόν. Eἰ δέ, δυ νάμενος καὶ πάλαι κωλῦσαι τὸ μέγιστον οὕτω κακόν, οὐκ ἐκώ λυσε, φθονερὸς ἂν εἴη· ὅπερ ἀσεβὲς καὶ φαντάζεσθαι. Δεῖ οὖν τὸν αὐτὸν ἐπὶ τῶν αὐτῶν μένοντα τὰ αὐτὰ ποιεῖν. Ἔλεγχος τῆς ἀποκρίσεως οὐκ ὀρθῶς γεγενημένης. Ἱκανὸς μὲν ἦν εἰς ἔλεγχον τοῦ ἀσυστάτου λόγου αὐτὸς ὁ λόγος νοούμενος. Τῷ γὰρ λέγειν ἐν ἀρχῇ μὲν τοῦ λόγου μὴ εἶναι μέγιστον κακόν, ἐν τῷ τέλει δὲ τοῦ λόγου τὸ ἀσεβὲς εἶναι καὶ ἐκ μόνης φαντασίας τὸ τὰ ἀνάξια περὶ θεοῦ φρονεῖν, πῶς οὐκ ἔστι κεκριμένως εἰσαγόμενον τὸ μέγιστον κακόν, τὸ ἀκρί τως ἐκβληθὲν παρὰ τοῦ ἀποκριναμένου; Eἰ δὲ προστεθείη τῇ τοιαύτῃ ἐκ μόνης φαντασίας ἀσεβείᾳ καὶ τὸ λέγειν, μείζων γίνεται ἡ ἀσέβεια· εἰ δὲ σὺν τῷ λέγειν καὶ τὸ γράφειν, ἐξ ἀνάγκης πᾶσαν κακίας ὑπερβολὴν ἡ ἀσέβεια ἔχουσα. Eἰ δὲ ταῦτα οὕτως ἔχει, καὶ ἔστιν ἐν πᾶσι τοῖς ἀναξίως περὶ θεοῦ λεγομένοις τε καὶ γραφομένοις ἢ καὶ μόνον φανταζομένοις ἀσέ βεια καθαιρετικὴ τῆς δόξης τοῦ θεοῦ, ἔστιν ἄρα ἐξ ἀγνοίας θεοῦ τὸ μέγιστον κακὸν ἐν ἀνθρώποις. Ἀλλ' ἐπειδὴ ἔδοξε τῇ σῇ θεοσεβείᾳ τὸ καὶ παρ' ἡμῶν ἐγγράφως ἐλεγχθῆναι τοῦ λόγου τὸ ἀσύστατον, διὰ τοῦτο ἐν συντόμῳ γράφω τὰ ὑποτε ταγμένα. Τὸ γὰρ διὰ πλειόνων ἐλέγξαι πρόδηλον ψεῦδος ναρ κῶδες καὶ τῷ γράφοντι καὶ τῷ ἀναγινώσκοντι. Δύο εἴδη τοῦ μεγίστου κακοῦ ἔθηκεν ὁ ἀποκρινάμενος ἐν τῇ ἑαυτοῦ ἀποκρίσει, καὶ τρία εἴδη τῆς ἀγνοίας τοῦ θεοῦ· ἐκεῖνα μὲν κατὰ τοὺς Μανιχαίους, ταῦτα δὲ κατ' αὐτὸν τὸν ἀποκρινάμενον. Καὶ τῶν δύο εἰδῶν τοῦ μεγίστου κακοῦ τὸ μὲν ἔλεγε κατ' οὐσίαν, τὸ δὲ κατ' ἐνέργειαν τοῦ κατ' οὐσίαν· τῶν δὲ τριῶν εἰδῶν τῆς τοῦ θεοῦ ἀγνοίας τὸ μὲν ἔλεγε κατὰ λήθην, τὸ δὲ κατὰ τὴν ἄπιστον φύσιν, τὸ δὲ κατὰ τὴν ἀγαθὴν δόσιν. Ποιῶν δὲ σύντομον τὴν ἀναίρεσιν καὶ τῶν κατὰ Μανι χαίους καὶ τῶν κατ' αὐτὸν ἔφασκε, ποτὲ μὲν ἀναιρῶν τῶν Μανιχαίων τὴν δόξαν, ὅταν φησί· Μέγιστον κακὸν οὐδέν ἐστιν· εἰ δέ τις ὑπόθοιτο μέγιστον κακόν, εὑρεθήσεται ἑτέρα ἀρχὴ ἐναντία τῷ θεῷ, ὅπερ οἱ Μανιχαῖοι κακῶς λέγοντες λέ γουσι· ποτὲ δέ, ὅταν φησί· Τὸ ἀγνοεῖν τὸν ὄντως ὄντα θεὸν οὐκ ἐξ ἄλλου τινὸς ἀλλ' ἐκ τῆς οἰκείας λήθης ἡ ψυχὴ πάσχει· ἐν ἐκείνοις μὲν ἀναιρῶν τὸ κατ' οὐσίαν μέγιστον κακόν, ἐν τούτοις δὲ τὸ κατ' ἐνέργειαν. Ἀναιρῶν δὲ καὶ τὰ εἴδη τῆς ἀγνοίας τοῦ θεοῦ, ἃ αὐτὸς ἔθηκε, καί φησιν· Οὐδέ ἐστιν ὅλως ἄγνοια περὶ θεοῦ· πάντες γὰρ ὅτι ἔστι θεὸς ὁμολογοῦσι κοινῇ ἐννοίᾳ. Eἰ μὲν οὖν οὐκ ἔστιν ὅλως ἄγνοια περὶ θεοῦ, δῆλον ὅτι ψευδὲς τὸ Ἀγνοεῖν τὸν θεὸν συμβαίνει τοῖς ἀνθρώποις ἢ κατὰ λήθην ἢ κατὰ τὴν ἄπιστον φύσιν ἢ κατὰ τὴν ἀγαθὴν δό σιν. Eἰ δὲ κοινὴν ἔννοιαν πάντων λέγει τὴν κατὰ τὴν εἰδικὴν ἔννοιαν ἑκάστης τῶν κακοδόξων αἱρέσεως ἀναιρουμένην, οὐδ' οὕτως ἔσται γνῶσις θεοῦ ἐν τοῖς πᾶσιν. Ἡμεῖς δὲ οὔτε τὸ κατὰ τοὺς Μανιχαίους μέγιστον κακὸν οὐδὲ τὴν κατ' αὐτὸν τὸν ἀποκρινάμενον ἄγνοιαν θεοῦ ἐθήκαμεν ἐν τῇ ἐρωτήσει, ἀλλὰ μέγιστον κακὸν κατ' ἔννοιαν εἴπομεν, τὸ κατὰ τοῦ θεοῦ ψεῦ
PG 6:1406δος, ἄγνοιαν δὲ θεοῦ τὴν τὸ ψεῦδος εἰρηκυῖαν· ὅπερ ἐστὶ τρί τον εἶδος τοῦ μεγίστου κακοῦ, ἐκ τῆς ἑκουσίου ἀπειθείας τε καὶ ἀπιστίας ἀνθρώπων συμβαῖνον αὐτοῖς. Ὃ προθέμενος ὁ ἀποκρινάμενος ἀναιρεῖν, ἀνεῖλε μὲν τὰ κατὰ τοὺς Μανιχαίους δύο τοῦ μεγίστου κακοῦ εἴδη, τὸ δὲ καθ' ἡμᾶς οὐκ ἀνεῖλε. Διὸ δυοῖν θάτερον ἀνάγκη ἡμᾶς λέγειν περὶ τοῦ ἀποκριναμένου, ἢ τὸ μὴ νοῆσαι τὸ καθ' ἡμᾶς τρίτον εἶδος τοῦ μεγίστου κακοῦ, ἢ τὸ μὴ εὐπορῆσαι δικαίας ἀντιλογίας τούτου ἀναιρετικῆς. Ὅτι δέ ἐστι τὸ καθ' ἡμᾶς μέγιστον κακὸν ἐξ ἀγνοίας θεοῦ συμβαῖ νον τοῖς ἀνθρώποις, δείκνυται οὕτως. Τὸ μέγιστον κακόν, τὸ μὴ ὂν κατ' οὐσίαν, τοῦτο διὰ τὴν ἄγνοιαν τοῦ θεοῦ ὑπέθεντο οἱ ἄνθρωποι εἶναι τοῖς ἑαυτῶν δόγμασι. Μαρτυρεῖ δὲ τούτῳ καὶ αὐτὸς ὁ ἀποκρινάμενος ἐν οἷς ἔλεγε· Μέγιστον κακὸν οὐδέν ἐστι· καὶ εἴ τις ὑπόθοιτο μέγιστον κακόν, εὑρεθήσεται ἑτέρα ἀρχὴ ἐναντία τῷ θεῷ, ὅπερ οἱ Μανιχαῖοι κακῶς λέγοντες λέ γουσι. Καὶ γὰρ ἄτοπον τὸν θεὸν μὴ πάντα καταλαμβάνειν, μὴ πᾶσι τὴν ἑαυτοῦ ἀγαθότητα ἐπιλάμπειν. Μέγιστον τοίνυν κακὸν οὐδέν. Ἐν τούτοις ἀνῄρηται μὲν τὸ κατ' οὐσίαν μέγιστον κακόν, ὑπολέλειπται δὲ τὸ καθ' ὑπόθεσιν ἐν δόγματι, ὃ ἐθή καμεν ἡμεῖς ἐν τῇ ἐρωτήσει. Ἀλλ' ἐπειδὴ πρὸς ἀναίρεσιν τοῦ καθ' ἡμᾶς μεγίστου κακοῦ ὁ ἀποκρινάμενος ἀποτεινόμενος ἔλεγε Μέγιστον κακὸν οὐδέν ἐστι, διὰ τοῦτο δῆλός ἐστιν ὁ ἀποκρινάμενος ἢ μὴ νοήσας, καθὰ εἴρηται, τὸ καθ' ἡμᾶς μέ γιστον κακόν, ἢ μὴ εὐπορήσας δικαίας ἀντιλογίας. Ἀλλ' εἰ τοῦτο οὕτως ἔχει, δῆλον ὅτι ἔστι μέγιστον κακὸν ἐν ἀνθρώποις καθ' ὑπόθεσιν ἐν δόγματι. Eἰ γάρ, φησί, μέγιστον τῶν ἀγα θῶν ὁ θεός ἐστιν, ἀληθὴς μὲν καὶ εὐσεβὴς ἡ φωνὴ ἡ λέγουσα τὸν θεὸν μέγιστον εἶναι τῶν ἀγαθῶν. Ἀλλ' ἐπειδή τινες τῶν ἀνθρώπων ἐξ ἀγνοίας θεοῦ ἀποστεροῦσι μὲν τὸν ὄντως ὄντα θεὸν τῶν δικαίων αὐτοῦ προσηγοριῶν τε καὶ τιμῶν, καὶ προσ άπτουσιν αὐτὰς τοῖς οὐκ οὖσιν, ἆρά γε οὐ δοκεῖ τῷ ἀποκρινα μένῳ ἀσέβειαν εἶναι διπλῆν, ἧς μείζων οὐκ ἔστι, τὸ τὸν μὲν ὄντως ὄντα θεὸν ἀγνοεῖν, τὸν δὲ οὐκ ὄντα ταῖς ἐκείνου τιμᾶν προσηγορίαις καὶ τιμαῖς; Πῶς δὲ ἐνδέχεται κατὰ τὴν ἐκείνου ἀπόφασιν λέγουσαν μὴ εἶναι μέγιστον κακὸν ἐν ἀνθρώποις, τῆς μεγίστης ἀσεβείας οὔσης ἐν ἀνθρώποις, εἰ μή τι γε ἄρα τὴν μεγίστην ἀσέβειαν οὐχ ἡγεῖται μέγιστον εἶναι κακόν; Eἴ τις, φησίν, ὑπόθοιτο μέγιστον κακόν, εὑρεθήσεται ἑτέρα ἀρχὴ ἐναντία τῷ θεῷ, ὅπερ οἱ Μανιχαῖοι κακῶς λέγοντες λέγουσι. Καὶ γὰρ ἄτοπον τὸν θεὸν μὴ πάντα καταλαμβάνειν, μὴ πᾶσι τὴν ἑαυτοῦ ἀγαθότητα ἐπιλάμπειν. Μέγιστον τοίνυν κακὸν οὐδέν. Eἰ μέγιστον κακὸν οὐδέν ἐστιν ἐν ἀνθρώποις, πῶς διέ βαλες τοὺς Μανιχαίους ὡς κακῶς λέγουσιν ἃ λέγουσιν; Eἰ μὲν γὰρ κακῶς λέγουσιν οἱ Μανιχαῖοι ἃ λέγουσιν, δῆλον ὅτι κακόν ἐστι τὸ λεγόμενον παρ' αὐτῶν· πᾶς γὰρ ὁ λέγων κακῶς τὸ κακὸν λέγει κακῶς· τὸ δὲ κατὰ τοὺς Μανιχαίους κακὸν τοιοῦτόν ἐστιν, οὗ μεῖζον οὐκ ἔστιν. Ἀλλ' εἰ ἀληθὲς τοῦτο, ἀληθῶς ἄρα ἐστὶ μέγα κακὸν ἐν ἀνθρώποις, εἰ καὶ μὴ κατ' οὐσίαν, ἀλλ' ἐν ὑποθέσει καὶ δόγματι.
PG 6:1408Καὶ γάρ, φησίν, ἡ ἄγνοια πολλάκις ἐπ' ἀγαθῷ δίδοται τοῖς ἀνθρώποις· ὁρῶμεν γοῦν ἐπὶ πολλῶν ὡς πολλάκις συμ βαίνει μᾶλλον καταφρονεῖν τῶν γινωσκομένων ἤπερ τῶν ἀγνο ουμένων. Ἄλλως τε καὶ τὸ ἀγνοεῖν τὸν ὄντως ὄντα θεὸν οὐκ ἔκ τινος ἄλλου ἀλλ' ἐκ τῆς οἰκείας λήθης ἡ ψυχὴ πάσχει. Πα ραγίνεται δὲ καὶ ταῖς ἐνταῦθα ψυχαῖς γνῶσις τοῦ θεοῦ· ὥσπερ οὖν ὁρῶμεν καὶ ἐνταῦθα ἀνθρώπους γινώσκοντας τὸν θεόν. Eἰ δέ τις ἐθέλοι τὸ ἀληθὲς λέγειν, οὐδέ ἐστιν ὅλως ἄγνοια περὶ τοῦ θεοῦ· πάντες γὰρ ὅτι ἔστι θεὸς ὁμολογοῦσι κοινῇ ἐννοίᾳ. Ὅτι δὲ καὶ ἐνταῦθα ὄντες δύνανται οἱ ἄνθρωποι γινώσκειν τὸν θεόν, καὶ ἡ τῶν ὀρθοδόξων πίστις σαφῶς δηλοῖ, λέγουσα τὸν θεὸν αὐτὸν κατεληλυθέναι καὶ ἐγνῶσθαι τοῖς ἀνθρώποις. Εἶπεν ὅτι ἐπ' ἀγαθῷ δέδοται πολλάκις τοῖς ἀνθρώποις ἡ ἄγνοια. Ἀλλ' εἰ μὲν τὴν τοῦ θεοῦ λέγει ἄγνοιαν, περὶ ἧς ἐστιν ἡμῖν ὁ λόγος, προδήλως ἄτοπον τὸ τὴν ἄγνοιαν τοῦ θεοῦ λέγειν ἐπ' ἀγαθῷ δίδοσθαι τοῖς ἀγνοοῦσι· τούτῳ γὰρ τῷ λόγῳ ἔσονται πᾶσαι αἱ θρησκεῖαι αἱ ἀγνοοῦσαι τὸν θεὸν ἐπ' ἀγαθῷ ἑαυτῶν ἀγνοοῦσαι τὸν θεόν, ἡ δὲ τὸν θεὸν γινώσκουσα θρη σκεία οὐκ ἐπ' ἀγαθῷ ἑαυτῆς. Eἰ δὲ ἑτέραν λέγει ἄγνοιαν, περὶ ἧς προέκειτο ἡμῖν λέγειν, ἄκαιρος ἡ παράθεσις ἀντὶ τῆς ζητουμένης ἀγνοίας τὴν μὴ ζητουμένην ἔχουσα. Εἶπεν ὅτι ἐκ τῆς οἰκείας λήθης πάσχει ἡ ψυχὴ τὸ ἀγνοεῖν τὸν θεόν. Εἶπεν ὅτι καὶ ἐνταῦθα παραγίνεται ταῖς ψυχαῖς γνῶσις θεοῦ· εἶπεν ὅτι καὶ ἐνταῦθα ὁρῶμεν γινώσκοντας τὸν θεόν. Εἶπεν ὅτι οὐδ' ὅλως ἐστὶν ἄγνοια περὶ θεοῦ· πάντες γὰρ ὅτι ἔστι θεὸς ὁμολογοῦσι κοινῇ ἐννοίᾳ. Εἶπεν ὅτι καὶ ἐνταῦθα δύναν ται οἱ ἄνθρωποι γινώσκειν τὸν θεόν· καὶ τούτου εἰς ἀπόδειξιν παρέθετο τὴν πίστιν τῶν ὀρθοδόξων, λέγουσαν αὐτὸν τὸν θεὸν κατεληλυθέναι καὶ ἐγνῶσθαι τοῖς ἀνθρώποις. Ἀλλ' εἰ μὲν ἀληθὲς ὅτι τῇ οἰκείᾳ λήθῃ πάσχει ἡ ψυχὴ τὸ ἀγνοεῖν τὸν θεόν, δῆλον ὅτι ψευδὲς τὸ Οὐδέ ἐστιν ὅλως ἄγνοια περὶ θεοῦ· πάντες γὰρ ὅτι ἔστι θεὸς ὁμολογοῦσι κοινῇ ἐννοίᾳ. Τίς δὲ ἦν χρεία τοῦ παραγενέσθαι ταῖς ἐνταῦθα ψυχαῖς γνῶσιν τοῦ θεοῦ, πάν των γινωσκόντων τὸν θεὸν καὶ ὁμολογούντων κοινῇ ἐννοίᾳ; Τὸ δὲ Καὶ ἐνταῦθα ὁρῶμεν ἀνθρώπους γινώσκοντας τὸν θεόν, περὶ τίνων λέγει ἀνθρώπων; Eἰ μὲν περὶ τῶν ἐγνωκότων τὸν θεὸν κατελθόντα καὶ γνωρισθέντα αὐτοῖς κατὰ τὴν πίστιν τῶν ὀρθοδόξων, ἀληθὴς ὁ λόγος· ὁρῶμεν γὰρ αὐτούς. Πῶς δὲ ὁ τῇ τοῦ θεοῦ πρὸς ἀνθρώπους παρουσίᾳ ἀποδείξει χρησάμενος τοῦ δυνατὸν εἶναι τοῖς ἀνθρώποις καὶ ἐνταῦθα γνῶναι θεὸν αὐτὸς ἀπιστεῖ τοῖς παρ' αὐτοῦ ·ηθεῖσι περὶ τῆς τοῦ κόσμου ἀνακτίσεως; Ἡ γὰρ ἄπιστος ἀπόδειξις πιστὸν οὐ δείκνυσι τὸ εἰς δεῖξιν προκείμενον. Eἰ δὲ μὴ τοὺς ἐκ διδασκαλίας τοῦ κατελθόντος θεοῦ ἀνθρώπους λέγει ἐνταῦθα ἐγνωκότας τὸν θεόν, ψευδὴς ὁ λόγος ὁ λέγων· Ὁρῶμεν ἀνθρώπους ἐνταῦθα ἐγνωκότας τὸν θεόν. Ἐγὼ γὰρ τούτους οὐχ ὁρῶ. Καὶ εἰ οὐκ ἦν ὅλως ἄγνοια περὶ θεοῦ· πάντες γὰρ ὁμολογοῦσι κοινῇ ἐννοίᾳ· ποία γνῶσις τοῦ θεοῦ ἐνταῦθα παραγέγονε τοῖς ἀν θρώποις, εἰ μὴ ἡ εἰδικὴ γνῶσις, καθ' ἣν πᾶσαι αἱ οὖσαι ἐπὶ
PG 6:1410γῆς θρησκεῖαι τῆς μὲν τὸν ἀληθῆ λόγον πρεσβευούσης θρη σκείας ἁπλῶς τῷ ψεύδει, ἀλλήλων δὲ ταῖς διαφοραῖς τοῦ ψεύ δους διαφέρουσιν; Ἀλλ' εἰ τοῦτο οὕτως ἔχει, οὐκ ἄρα κατὰ τὸν λόγον τοῦ ἀποκριναμένου παραγίνεται ταῖς ἐνταῦθα ψυχαῖς γνῶσις θεοῦ, ἀλλὰ μᾶλλον ἡ ἄγνοια, εἴγε μὴ τῇ καθόλου γνώσει τοῦ θεοῦ οὔσῃ ἐν αὐταῖς ἀλλήλων διαφέρουσιν αἱ θρησκεῖαι, τῇ εἰδικῇ δὲ μᾶλλον τῇ ἐνταῦθα παραγενομένῃ αὐταῖς. Eἰ τοίνυν δυνατὸν καὶ ἐνταῦθα τοὺς ἀνθρώπους ὄντας γινώσκειν τὸν θεόν, οὐδὲν αὐτοῖς μέγιστον κακὸν συμβαίνει ἐκ τοῦ ἐνταῦθα εἶναι. Τοῖς ἀγνοοῦσι γάρ, καθὼς εἴρηται, ἐκ τῆς οἰκείας ἀπίστου φύσεως τὸ ἀγνοεῖν τὸν θεὸν συμβαίνει. Δύο φωνὰς ἀλλήλων ἀναιρετικὰς συμπλέξας ὁ ἀποκρινά μενος ἔθηκεν ἐν τῇ ἑαυτοῦ ἀποκρίσει τὸ Eἰ δυνατὸν τοὺς ἀν θρώπους ἐνταῦθα ὄντας γινώσκειν τὸν θεόν, οὐδὲν αὐτοῖς μέ γιστον συμβαίνει κακόν· καὶ τὸ Τοῖς ἀγνοοῦσιν ἐκ τῆς οἰκείας ἀπίστου φύσεως συμβαίνει τὸ ἀγνοεῖν τὸν θεόν. Καὶ τὸ μέ γιστον κακόν, ὃ ἐξέβαλε διὰ τῆς πρώτης φωνῆς, τοῦτο διὰ τῆς δευτέρας εἰσήγαγε φωνῆς· εἰ μέγιστόν ἐστι κακὸν τὸ κατὰ διπλῆν ἀσεβείαν ἀσεβεῖν εἰς τὸν ὄντως ὄντα θεόν, αὐτὸν μὲν ἀποστερεῖν τῆς κατ' οὐσίαν δόξης, τοὺς δὲ οὐκ ὄντας θεοὺς τῇ ἐκείνου δόξῃ ψευδῶς τιμᾶν· ὅπερ ὑπερβολὴν οὐδὲ μιᾶς ἀπολέλοιπε κακίας. Τὸ δέ, διὰ τὸ δυνατὸν εἶναι ἀνθρώποις ἐνταῦθα οὖσι γινώσκειν τὸν θεόν, μηδὲν αὐτοῖς μέγιστον συμ βαίνειν κακόν, τοῦτο οὐκ ἔστι τοῦ μεγίστου κακοῦ ἀναίρεσις ἀλλ' ἐπίτασις, ὅτι καὶ ἐν τῷ δυνατῷ ἀδυνατοῦσιν οἱ ἄνθρω ποι ἐκ τῆς οἰκείας ἑκουσίου ἀπιστίας, καί, δυνάμενοι κατὰ ἁπλῆν εὐσέβειαν σωστικὴν ἀνθρώπων εὐσεβεῖν, προτιμῶσι ταύτης τὴν διπλῆν ἀσέβειαν· ἣν μὴ λέγειν μέγιστον κακὸν τῶν ἀτοπωτάτων ἐστίν. Eἰ δέ τις καὶ συγχωρήσει, ὅπερ ἄτοπον, μέγιστον εἶναι κακὸν τὰ ἐνταῦθα, καὶ κάλλιον ὑπάρχειν τὸ μὴ εἶναι τὰ τῇδε τοῦ εἶναι, εἰ μὲν λέγει κακὰ πεποιηκέναι τὰ τῇδε τὸν δη μιουργὸν δι' ἀσθένειαν, ἀνοηταίνει, τὴν τοῦ θεοῦ δύναμιν φάσκων μὴ καταλαμβάνειν πάντα. Eἰ δέ, δυνάμενος ποιῆσαι καλὰ τὰ τῇδε, συνεχώρησεν ἑτέροις κακὰ ποιεῖν, καὶ τοῦτό ἐστι κατηγόρημα τοῦ θεοῦ· ὁ γὰρ δυνάμενος μὲν παῦσαι, πε ριορῶν δέ, ἀληθέστερον αὐτὸς δρᾷ. Eἰ κατὰ τὰ ἐν τοῖς ἀνω τέρω εἰρημένα συμβαίνει τοῖς ἀγνοοῦσι τὸν θεὸν τὸ ἀγνοεῖν τὸν θεὸν ἐκ τῆς οἰκείας ἀπίστου φύσεως, ὅπερ ἐστὶ μέγιστον ὁμολογούμενον κακόν, πῶς νῦν τοῦτο κατὰ τὴν ἄτοπον συγχωρεῖ συγχώρησιν ὁ ἀποκρινάμενος; Ἀλλ' εἰ μὴ τοῦτο ἀλλ' ἕτερον μέγιστον κακὸν κατὰ τὴν ἄτοπον συγχωρεῖ συγχώρησιν, ἀλλ' οὐ καθ' ἡμᾶς ἐστιν ἐκεῖνο τὸ μέγιστον κακὸν ἀλλὰ κατὰ τοὺς Μανιχαίους. Καθ' ἡμᾶς γὰρ καλὰ τὰ τῇδε πάντα, ὡς τὸν μέγιστον τῶν ἀγαθῶν ἔχοντα δημιουργόν, καὶ μέγιστον κακὸν κατ' οὐσίαν οὐδέν ἐστιν ἐν αὐτοῖς, οὔτε κατὰ τὴν ἐνέργειαν τοῦ κατ' οὐσίαν, ἀλλὰ κατὰ τὴν ἑκούσιον προαίρεσιν τῶν ἀν θρώπων, τὸ ψεῦδος προτιμῶσαν τῆς ἀληθείας κατὰ τὴν προ ειρημένην διπλῆν ἀσέβειαν. Ἣν διορθούμενος ὁ τοῦ κόσμου
PG 6:1412δημιουργὸς καὶ θεὸς ἔταξε τὴν ἡμέραν, καθ' ἣν πάντων τῶν ἐν τῷ κόσμῳ ἐξ ἀπιστίας τε καὶ ἀπειθείας τοῦ θεοῦ κα κῶν ποιεῖ τὴν ἀναίρεσιν κατὰ τὴν πίστιν τῶν ὀρθοδόξων, τῶν ἐνταῦθα ἐπεγνωκότων τὸν θεὸν καὶ κατὰ τὴν μαρτυρίαν τοῦ ἀποκριναμένου. Οὐκ ἐχρῆν οὖν τὸν ἀποκρινάμενον, πρὸς τὸ καθ' ἡμᾶς μέγιστον κακὸν ἔχοντα τὸν λόγον, πρὸς τὸ κατὰ τοὺς Μανιχαίους μέγιστον κακὸν ἀποτείνεσθαι· ἀγνοίας γὰρ τοῦτο σημεῖον καὶ ἀπορίας ἐλέγχου, καθὰ εἴρηται. Συγχωρεῖ δὲ ἡμᾶς πράττειν ἃ ἑκουσίως αἱρούμεθα κακά, οὐ διὰ τὴν ἀσθένειαν τῆς αὐτοῦ δυνάμεως, ἀλλ' ἵνα τὸ ἡμῶν αὐθαίρετον καὶ τὸ αὐτοῦ μακρόθυμον δειχθῇ, ὧν χωρὶς οὔτε ἡμεῖς ἄν θρωποι οὔτε αὐτὸς ἀγαθὸς ἐνεδέχετο εἶναι ἐπὶ τῆς παρούσης καταστάσεως. Eἰ δὲ αὐτός ἐστιν ὁ θεὸς ὁ ποιήσας τὰ τῇδε, δῆλον ὅτι τοῦ αὐτοῦ θεοῦ μένοντος καὶ ἐς ὕστερον καὶ ἀεὶ ταὐτὰ ἔσται. Ἂ γὰρ πάλαι ἠδύνατο καὶ νῦν δύναται. Eἰ δὲ νῦν πλέον τι δύναται παρὰ τὸ πρὸ τοῦ, ἔγχρονος αὐτοῦ ἔσται ἡ τοιαύτη δύναμις, ὅπερ ἄτοπον· τὸ γὰρ ἔγχρονον φθαρτόν. Ἐφ' ὧν λέγεται τὸ ποιήσας, ἐπὶ τούτων λέγεται καὶ τὸ πεποίηκε καὶ τὸ ποιήσει, καὶ ὡς ἰσοδυναμούντων ἀλλήλοις ἐστὶν αὐτῶν ἡ μετάληψις ἀκώλυτος· προηγεῖται δὲ τὸ ποιήσας τοῦ ποιήσει φυσικῇ ἀνάγκῃ, ἅτινά ἐστι σημαντικὰ τῶν δύο ἄκρων τοῦ χρό νου. Τὸν δὲ ἔχοντα τὰ δύο ἄκρα τοῦ χρόνου, τουτέστι τὸ παρεληλυθὸς καὶ τὸ μέλλον, ἀνάγκη ἔχειν καὶ τὸ μεταξὺ τῶν ἄκρων τοῦ χρόνου, τουτέστι τὸ ἐνεστώς. Καὶ ἐπειδὴ χρονικὴν ἔχει ἔμφασιν τὸ ποιήσας, ἐξ ἀνάγκης καὶ ὁ θεός, ποιήσας τὰ τῇδε κατὰ τὴν φωνὴν τοῦ ἀποκριναμένου, ἐν χρόνῳ αὐτὰ πε ποίηκεν. Ἀλλὰ ποιήσας ὁ θεὸς τὰ τῇδε τὰ ἄφθαρτα καὶ τὰ φθαρτὰ ἐποίησε· μέρη γὰρ ταῦτα τῶν τῇδε. Διὸ δῆλον ὅτι εὐλόγως μὲν ἔθηκεν ὁ ἀποκρινάμενος ἐπὶ τοῦ θεοῦ τὸ ποιήσας, ἀλόγως δὲ τῷ ἐγχρόνῳ τὰ φθαρτὰ τῶν ἀφθάρτων διέστειλε, τῶν τῇ τοῦ ποιήσας φωνῇ ἀλλήλων μὴ διαστελλομένων, εἴγε ἐποίησε τὰ φθαρτὰ καὶ τὰ ἄφθαρτα. Eἰ τοίνυν ὁ λέγων περὶ τοῦ θεοῦ τὸ ποιήσει τὴν ἀνάκτισιν κατὰ πρόσληψιν λέγει τῆς ἐγχρόνου δυνάμεως, ἔσται ἄρα καὶ ὁ λέγων περὶ αὐτοῦ τὸ ποιή σας κατὰ πρόσληψιν λέγων τῆς ἐγχρόνου δυνάμεως, εἴγε ἡγεῖται πανταχοῦ τὸ ποιήσας τοῦ ποιήσει· εἰ δὲ ποιήσας οὐ κατὰ πρόσ ληψιν ἐποίησε τῆς ἐγχρόνου δυνάμεως, οὐδ' ἄρα ποιήσει κατὰ πρόσληψιν τῆς ἐγχρόνου δυνάμεως. Eἰ δέ, δυνάμενος καὶ πάλαι κωλῦσαι τοῦτο τὸ μέγιστον κακόν, οὐκ ἐκώλυσε, φθονερὸς ἂν εἴη· ὅπερ ἀσεβὲς καὶ φαν τάζεσθαι. Δεῖ οὖν τὸν αὐτὸν ἐπὶ τῶν αὐτῶν μένοντα τὰ αὐτὰ ποιεῖν. Ὅτι ἕνεκεν ἀγνοίας θεοῦ πολυτρόπως ἀσεβοῦσιν οἱ ἄνθρωποι, εἰ τὸν ὄντως ὄντα θεὸν ἀγνοοῦσιν, ἐν τοῖς ἀνωτέρω ἐδείξαμεν. Ἢ γὰρ ἀθετοῦσι τὸν θεόν, ἀποστεροῦντες αὐτὸν τῆς ἰδίας δόξης, καὶ τοὺς οὐκ ὄντας θεοὺς τοῖς ἐκείνου ὀνό μασι καὶ πράγμασι ψευδῶς τιμῶσιν, ἢ τὴν δημιουργίαν τε καὶ πρόνοιαν τοῦ κόσμου ὑποτιθέασιν εἶναι μαχομένων ἀλλήλοις δημιουργῶν, ἢ τῷ τοῦ ἀγενήτου ὀνόματι, μόνῳ πρέποντι τῷ
PG 6:1415δημιουργῷ τοῦ κόσμου θεῷ, ὀνομάζουσι τὰ μέρη τοῦ κόσμου, καὶ χωρὶς τοῦ δημιουργεῖν προσριπτοῦσι τῷ θεῷ τὸ ὄνομα τοῦ δημιουργοῦ, ἵνα παραλείψω τὰ ἄλλα ἐν ἀνθρώποις εἴδη τῶν μεγίστων κακῶν, τὰ ἴσην ἢ καὶ μείζονα ἔχοντα ἀσέβειαν τῆς ἀσεβείας τῶν φθονερὸν τὸν θεὸν φανταζομένων. Ἀλλ' εἰ ταῦτα μὲν καὶ τὰ τοιαῦτά ἐστιν ἐν ἀνθρώποις μέγιστα κακά, τὴν δὲ ὑπὸ Χριστιανῶν κηρυττομένην ἀνάκτισιν, ἐν ᾗ γίνεται πάντων τῶν ἐν ἀνθρώποις κατὰ τὴν ψυχὴν καὶ κατὰ τὸ σῶμα κακῶν ἡ ἀναίρεσις, ὁ ἀποκρινάμενος ἀπιστεῖ, πῶς οὐκ ἔστι κατ' αὐτὸν ὁ θεὸς φθονερός, ὅς, δυνάμενος κωλῦσαι τὰ ἐν ἀνθρώποις μέγιστα κακά, οὐ κωλύει, ἀλλ' ἐπὶ τῶν αὐ τῶν μένων ἀεὶ ποιεῖ τοὺς εἰς αὐτόν τε καὶ εἰς ἀλλήλους ἀσε βοῦντας; Τίνος δὲ ἕνεκεν ἀπιστεῖ ὁ ἀποκρινάμενος τοῦ κόσμου τὴν ἀνάκτισιν; Διὰ τὴν ἀδυναμίαν τοῦ ποιοῦντος, ἢ διὰ τὸ ἀπρεπὲς τοῦ ἔργου; Ἀλλ' εἰ μὲν διὰ τὴν ἀδυναμίαν τοῦ ποι οῦντος, ἔσται ὁ θεὸς οὐδὲ ποιητής. Ὧν γὰρ τῆς μεταποιή σεως ὁ θεὸς οὐκ ἔχει τὴν δύναμιν, τούτων οὐδὲ τῆς ποιήσεως ἔχει· ἑπόμενα γάρ ἐστι ταῦτα ἀλλήλοις, τιθέμενα ἢ ἀναιρού μενα. Eἰ δὲ διὰ τὸ ἀπρεπὲς τοῦ ἔργου, ἔσται ἄρα τὸ κρεῖττον ἔργον μὴ πρέπον αὐτῷ· ὅπερ ἄτοπον, τὸ λέγειν φθαρτοὺς μὲν ἀνθρώπους πρέπειν αὐτῷ ποιεῖν, ἀφθάρτους δὲ μὴ πρέ πειν αὐτῷ ποιεῖν. Δευτέρα ἐρώτησις χριστιανικὴ πρὸς τοὺς Ἕλληνας. Eἰ ἀδύνατον εἶναι θεὸν τὸν μηδὲν πεποιηκότα, πῶς ἔστι θεός, εἰ ὁ κόσμος ἀγένητος, καθά τισι δοκεῖ; Ἀπόκρισις ἑλληνικὴ πρὸς τοὺς Χριστιανούς. Τὸ λέγειν ἀδύνατον εἶναι θεὸν τὸν μηδὲν πεποιηκότα ἄτο πόν ἐστι. Πάλιν γὰρ κἀνταῦθα ὁ αὐτὸς ἐφαρμόζει λόγος, ὡς οὐδὲν ἔγχρονόν ἐστι παρὰ τῷ θεῷ. Eἰ δὲ μηδὲν ἔγχρονόν ἐστι παρὰ τῷ θεῷ, δῆλον ὡς οὔτε τὸ παρεληλυθὸς τοῦ χρό νου ἁρμόζει ἐπιφέρειν τῷ θεῷ. Eἰ δὲ τοῦτο μὴ ἁρμόζει, καὶ τὸ πεποιηκέναι τὸν θεὸν τὸ ὁτιοῦν οὐχ ἁρμόττει λέγειν. Τί οὖν; Φαίης ἀνενέργητον τὸν θεὸν ἡμᾶς λέγοντας ἁμαρτάνειν; Ἀλλ' οὐ τοῦτό φαμεν, ἀλλ' ὅτι οὐ πεποίηκε μὲν ὁ θεὸς οὔτε ποιεῖ οὔτε ποιήσει ἐν χρόνῳ· οὐδὲν γὰρ μᾶλλον πεποίηκεν ἢ ποιεῖ, οὐδ' αὖ ποιεῖ ἢ ποιήσει· ἀλλὰ τό τε παρελθὸν παρὰ τῷ θεῷ ἐν τῷ ἐνεστῶτι καὶ τὸ μέλλον ἐν τῷ ἤδη γεγονέναι, ὡς οὐδὲν μὲν ῥευστὸν ἔχοντος τοῦ θεοῦ, ἀεὶ δὲ τὰ αὐτὰ ποιοῦντος διὰ τὴν τελείαν αὐτοῦ καὶ ἀμετάβλητον δύναμίν τε καὶ ἐνέρ γειαν. Ποιεῖ τοίνυν τὸν κόσμον ἐν αὐτῷ τούτῳ ὅπερ ἐστί, τὴν κίνησιν αὐτῷ ἄπαυστον παρέχων, τῷ ἐλλάμπειν αὐτὸν δι' αἰῶνος. Ὥστε πεποίηκε μὲν οὐδὲν οὔτε ποιήσει. Ποιεῖ δὲ ἀεὶ ὁ αὐτὸς τὸ αὐτό, μὴ ἔχων ἀρχὴν τῆς ποιήσεως, ἵνα μὴ καὶ τέλος· ὡς, εἴγε ἀρχὴν ἔχουσι καὶ τελευτὴν αἱ ἐνέργειαι αὐτοῦ, φθαρτὸς ἔσται ὁ θεὸς τῇ ἐνεργείᾳ· ὅπερ ἄτοπον. Ἔσται γὰρ καὶ ἡ δύναμις αὐτοῦ μεταβλητή, ὡς ἄλλοτε ἄλλαις κεχρημένη ἐνεργείαις· καὶ ἡ οὐσία σαλευθήσεται, ἄλλοτε ἄλλας γεννῶσα δυνάμεις καὶ μὴ μένουσα ἐν ταῖς αὐταῖς. Ὥστε, εἰ ταῦτα διὰ πάντων, δῆλον ὡς ὁ θεὸς ἔσται μεταβλητὸς οὐσίᾳ, δυνάμει
PG 6:1417καὶ ἐνεργείᾳ· ὅπερ ἄτοπον. Ὁ αὐτὸς τοίνυν μένων οὐδὲν ἔχει ἔγχρονον. Ποιεῖ τοίνυν τὸν κόσμον, τάττων αὐτὸν ἀεί, καὶ ὁ κόσμος τῷ μὲν ἀεὶ φρουρεῖσθαι γίνεται, τῷ δὲ ἀεὶ εἶναι ὁ αὐτὸς ἀγένητος ὑπάρχει. Ἔλεγχος τῆς ἀποκρίσεως οὐκ ὀρθῶς γεγενημένης. Τὸ λέγειν ἀδύνατον εἶναι θεὸν τὸν μηδὲν πεποιηκότα ἄτοπόν ἐστι. Πάλιν γὰρ κἀνταῦθα ὁ αὐτὸς ἐφαρμόζει λόγος, ὡς οὐδὲν ἔγχρονόν ἐστι παρὰ τῷ θεῷ. Eἰ διὰ τὸ Μηδὲν ἔγ χρονόν ἐστι παρὰ τῷ θεῷ ἄτοπόν ἐστι τὸ λέγειν περὶ αὐτοῦ τὸ πεποίηκε, τῆς αὐτῆς ἐστιν ἀτοπίας καὶ τὸ ποιεῖν, ἔγχρονον ὡς τὸ πεποίηκε. Πῶς οὖν ἀνάρμοστον μὲν λέγει ὁ ἀποκρι νάμενος τῷ θεῷ τὸ πεποίηκεν, εὐάρμοστον δὲ τὸ ποιεῖ; Καὶ εἰ μὲν τὸ ποιήσας ἴσον δύναται τῷ ποιεῖ, ὡσαύτως δὲ καὶ τὸ ποιεῖ τῷ ποιήσει, τῶν δὲ ἰσοδυναμούντων ἀκώλυτος ἡ μετά ληψις, πῶς ἐν μὲν τῇ πρώτῃ ἀποκρίσει ἔθηκεν ὁ ἀποκρινά μενος ἐπὶ τοῦ θεοῦ τὸ ποιήσας καὶ τὸ ποιεῖ, νῦν δὲ ἀναιρεῖ ἀπ' αὐτοῦ ἀμφότερα; Καὶ τὸ μὲν ποιήσας οὕτως ἔθηκεν ἐπὶ τοῦ θεοῦ· Ὁ αὐτός ἐστι, φησίν, ὁ θεὸς ὁ ποιήσας τὰ τῇδε· τὸ δὲ ποιεῖν οὕτως ἔθηκε· Δεῖ οὖν, φησί, τὸν αὐτὸν ἐπὶ τῶν αὐτῶν μένοντα τὰ αὐτὰ ποιεῖν. Ἀναιρῶν δὲ ἐν τῇ δευτέρᾳ ἀποκρίσει τὰ κείμενα ἐν τῇ πρώτῃ ἀποκρίσει οὕτως φησίν· Ἄτοπον τὸ λέγειν ἀδύνατον εἶναι θεὸν τὸν μηδὲν πεποιη κότα. Καὶ πάλιν· Οὔτε πεποίηκεν ὁ θεὸς οὔτε ποιεῖ οὔτε ποιήσει ἐν χρόνῳ. Ἀλλ' ἴσως τὸ αὐτὸς ἑαυτῷ ἀντιλέγειν κατὰ τὴν οἰκείαν λήθην ὑπέμεινε, καθ' ἥν, ὡς εἶπε, συμβαίνει τοῖς ἀνθρώποις τὸ ἀγνοεῖν. Ἐξετάσωμεν δὲ ἡμεῖς τὰ τού των ἑξῆς. Οὐδέν, φησίν, ἔγχρονόν ἐστι παρὰ τῷ θεῷ· δῆλον ὡς οὔτε τὸ παρεληλυθὸς τοῦ χρόνου ἁρμόζει ἐπιφέρειν τῷ θεῷ. Eἰ δὲ τοῦτο μὴ ἁρμόζει, καὶ τὸ πεποιηκέναι τὸν θεὸν τὸ ὁτι οῦν οὐχ ἁρμόττει λέγειν. Ἐν τούτοις τὸ ἄτοπον ὑποθέμενος ὁ ἀποκρινάμενος. ὡς οὐδὲν ἔγχρονον παρὰ τῷ θεῷ, τὰ τῷ ἀτόπῳ ἐξ ἀνάγκης ἑπόμενα ὡς εὔλογα ἐπιφέρει, τὸ Eἰ μηδὲν ἔγχρονον παρὰ τῷ θεῷ, δῆλον ὡς οὔτε τὸ παρεληλυθὸς τοῦ χρόνου ἁρμόζει ἐπιφέρειν τῷ θεῷ. Eἰ δὲ τοῦτο μὴ ἁρμόζει, καὶ τὸ πεποιηκέναι τὸν θεὸν τὸ ὁτιοῦν οὐχ ἁρμόζει λέγειν. Ὅτι δὲ ἀτόπως ὑπέθηκε τὸ μηδὲν ἔγχρονον εἶναι παρὰ τῷ θεῷ, οὗ πρὸς τὴν ἀπόδειξιν τοῖς ἑξῆς ἐπαγομένοις ἐχρήσατο, ἐλέγχει αὐτὸς ἑαυτὸν ὁ ἀποκρινάμενος ἐν οἷς ἔφασκεν ἐν τῇ πρώτῃ ἀποκρίσει· Eἰ δὲ αὐτός, φησίν, ὁ θεὸς ὁ ποιήσας τὰ τῇδε, δῆλον ὅτι τοῦ αὐτοῦ θεοῦ μένοντος καὶ ἐς ὕστερον καὶ ἀεὶ τὰ αὐτὰ ἔσται. Ἂ γὰρ πάλαι ἠδύνατο καὶ νῦν δύναται. Eἰ τοίνυν μηδὲν ἔγχρονόν ἐστι παρὰ τῷ θεῷ, δῆλον ὅτι οὔτε τὸ ποιήσας οὔτε τὸ ποιεῖ οὔτε τὸ πρότερον καὶ ὕστερον οὔτε τὸ πάλαι καὶ τὸ νῦν οὔτε τὸ ἠδύνατο καὶ δύναται. Τὸ γὰρ ποιήσας καὶ τὸ πρότερον καὶ τὸ πάλαι καὶ τὸ ἠδύνατο τοῦ παρεληλυθότος χρόνου ἐστὶ δηλωτικά, καὶ τὸ ποιεῖ καὶ τὸ ὕστερον καὶ τὸ νῦν καὶ τὸ δύναται τοῦ ἐνεστῶτος καὶ τοῦ μέλ λοντος χρόνου ἐστὶ σημαντικά. Eἰ δὲ ταῦτα κείμενα ἐπὶ τοῦ
PG 6:1419θεοῦ σημαντικά τε καὶ θετικὰ γίνονται τοῦ πάντα τὰ ποιήματα τοῦ θεοῦ ἔγχρονα εἶναι παρ' αὐτῷ, δῆλον ὅτι ἀτόπως ὑπέθηκε τὸ μηδὲν ἔγχρονον εἶναι παρ' αὐτῷ. Τούτου δὲ ὡς ἀτόπως ὑποτεθέντος ἀναιρουμένου, συναναιρεῖται ἐξ ἀνάγκης καὶ τὸ μὴ ἁρμόττειν τῷ θεῷ τὸ πεποίηκε. Καὶ τούτου γὰρ ἀναιρε θέντος, ἐξ ἀνάγκης τίθεται τὸ τούτου ἐναντίον, τουτέστι τὸ ἁρμόζειν τῷ θεῷ τὸ πεποίηκεν. Ἐπὶ παντὸς γὰρ χρὴ ἢ τὴν φάσιν εἶναι ἀληθῆ ἢ τὴν ἀπόφασιν. Κειμένου δὲ τοῦ ἁρμότ τειν τῷ θεῷ τὸ πεποίηκεν, ἀδύνατον λέγειν θεὸν τὸν μηδὲν πεποιηκότα· τοῦτο γάρ ἐστιν ἐκείνῳ ἑπόμενον. Τί οὖν; Φαίης ἀνενέργητον ἡμᾶς τὸν θεὸν λέγοντας ἁμαρτάνειν; Ἀλλ' οὐ τοῦτό φαμεν, ἀλλ' ὅτι οὐ πεποίηκε μὲν ὁ θεὸς οὐδὲν οὔτε ποιεῖ οὔτε ποιήσει ἐν χρόνῳ· οὐδὲν γὰρ μᾶλλον πεποίηκεν ἢ ποιεῖ, οὐδ' αὖ ποιεῖ ἢ ποιήσει· ἀλλὰ τό τε παρελθὸν παρὰ τῷ θεῷ ἐν τῷ ἐνεστῶτι καὶ τὸ μέλλον ἐν τῷ ἤδη γεγονέναι, ὡς οὐδὲν μὲν ῥευστὸν ἔχοντος τοῦ θεοῦ, ἀεὶ δὲ τὰ αὐτὰ ποιοῦντος διὰ τὴν τελείαν αὐτοῦ καὶ ἀμετάβλητον δύναμίν τε καὶ ἐνέργειαν. Ἀλλὰ τὸ φεύγειν μὲν τὴν ἁμαρτίαν λέγουσαν τὸν θεὸν ἀνενέργητον, λέγειν δὲ περὶ αὐτοῦ τὸ οὔτε πεποίηκεν οὔτε ποιεῖ οὔτε ποιήσει ἐν χρόνῳ, εἰς τὴν αὐτήν ἐστιν ἁμαρτίαν ἐμπεσεῖν. Eἰ γὰρ ἠβουλήθης ἁμαρτανεῖν καὶ λέγειν τὸν θεὸν ἀνενέργητον, τί πλέον εἶχες λέγειν ὧν νῦν εἴ ρηκας, μὴ βουλόμενος ἁμαρτάνειν καὶ λέγειν ἀνενέργητον τὸν θεόν, τοῦ μήτε πεποιηκέναι τὸν θεὸν μήτε ποιεῖν μήτε ποιή σειν; Τῶν γὰρ ·ημάτων, τῶν χρονικὴν ἔμφασιν δηλούντων καὶ ἐχόντων, ἐκ τῆς ἐνεργείας τοῦ θεοῦ ἀναιρουμένων εὑρεθήσεται ὁ θεὸς ἀνενέργητος, διὸ οὔτε ποιητής. Eἰ μηδὲν ἔγχρονόν ἐστι παρὰ τῷ θεῷ, δῆλον ὅτι οὔτε τὸ παρεληλυθὸς τοῦ χρόνου ἐστὶ παρ' αὐτῷ οὔτε τὸ ἐνεστὼς οὔτε τὸ μέλλον. Πῶς οὖν ὁ ἀποκρινάμενος, ἀναιρῶν ἀπὸ τοῦ θεοῦ τὰ ἔγχρονα, τίθησιν ἐπὶ τοῦ θεοῦ τὰ ἔγχρονα καί φησιν· Ἀλλὰ τό τε παρελθὸν παρὰ τῷ θεῷ ἐν τῷ ἐνεστῶτι καὶ τὸ μέλλον ἐν τῷ ἤδη γεγονέναι; Τοῦτο δυεῖν τινων ἔχει τὴν ἔμ φασιν, ἢ τοῦτο μὴ ὂν παρὰ τῷ θεῷ ἐστιν ἐν τῷ μὴ ὄντι, ἢ τοῦτο μὴ ὂν παρὰ τῷ θεῷ ἐστιν ἐν τῷ ὄντι. Ἀλλ' εἰ μὲν τὸ πρῶτον, ἔστιν ἀδύνατον· τὸ γὰρ ἔν τινι εἶναι ἢ μὴ εἶναι τοῦ ὄντος ἐστίν. Eἰ δὲ τὸ δεύτερον, ἔστι παρὰ τῷ θεῷ τὸ μὴ ὂν ἐν τῷ ὄντι, τουτέστι τὸ παρεληλυθὸς τοῦ χρόνου ἐν τῷ ἐνεστῶτι τοῦ χρόνου. Τούτου δὲ κειμένου, ἔλεγχος γίνεται τοῦ μὴ ὀρθῶς εἰρῆσθαι τὸ οὐδὲν ἔγχρονον παρὰ τῷ θεῷ τὸ παρ εληλυθὸς ἐν τῷ ἐνεστῶτι καὶ τὸ μέλλον ἐν τῷ ἤδη γεγονέναι, ἅτινά ἐστιν ἔγχρονα. Καὶ εἰ ἐνήλλαξε τὸν τρόπον τοῦ πῶς ἐστι παρὰ τῷ θεῷ τὰ τοῦ χρόνου μέρη, ἀλλ' ὅμως δέδωκεν εἶναι παρ' αὐτῷ τοῦ χρόνου τὸ παρεληλυθὸς καὶ τὸ ἐνεστὼς καὶ τὸ μέλλον· καὶ εἰ μὴ μᾶλλον τὸ πεποίηκε τοῦ ποιεῖ, οὐδ' αὖ τὸ ποιεῖ τοῦ ποιήσει. Ἐπεὶ τίς ἦν χρεία τῆς τοῦ μᾶλλον ἀναιρέσεως ἀπὸ τῶν ποιήσεων τῶν κατὰ τὸ πεποίηκε καὶ ποιεῖ καὶ ποιήσει ἀλλήλων διαφερουσῶν, τῶν ποιήσεων οὐσῶν τῶν κατὰ τὸ μᾶλλον καὶ ἧττον μὴ διαφερουσῶν ἀλ
PG 6:1421λήλων; Οὐδὲ γὰρ ἀναίρεσίς ἐστι τοῦ πεποιηκέναι τὸ μὴ μᾶλλον πεποίηκεν ἢ ποιεῖ, ἀλλὰ θέσις μᾶλλον τοῦ πεποίηκεν. Ἀλλὰ προδήλως πάντα ὅσα ἀνεῖλεν ἀπὸ τοῦ θεοῦ τὰ ἔγχρονα ἐν τῷ προοιμίῳ τῆς δευτέρας ἀποκρίσεως, ταῦτα αὐτῷ κατέλιπεν ἐνταῦθα· Ὡς οὐδὲν ῥευστὸν ἔχοντος τοῦ θεοῦ, ἀεὶ δὲ τὰ αὐτὰ ποιοῦντος διὰ τὴν τελείαν αὐτοῦ καὶ ἀμετάβλητον δύναμίν τε καὶ ἐνέργειαν. Ὁ ἀναιρῶν τὰ ἔγχρονα οὐ τίθησι τὰ ἔγχρονα. Πῶς οὖν, εἰ κατὰ τὸν ἀποκρινάμενον μηδὲν ἔγχρονον παρὰ τῷ θεῷ, ποιεῖ τὰ αὐτὰ ὁ θεός; Τὸ γὰρ ποιεῖ ἀδύνατον νοηθῆναι τοῦ ἐνεστῶτος χρόνου ἐκτός. Πῶς δὲ ἔχει τελείαν δύναμίν τε καὶ ἐνέργειαν ὁ θεός, εἰ δὴ ἀπαύστως ποιεῖ τὰ αὐτά; Eἰ γὰρ διὰ τοῦτο λέγεται ἡ κίνησις ἐνέργεια ἀτελής, διὰ τὸ ἀεὶ κινεῖ σθαι, ἧς εἰ κατὰ μίμησιν καὶ ὁ θεὸς ἐποίει, ἀτελὴς ἔσται ἡ αὐτοῦ ἐνέργεια καὶ οὐ τελεία· ἡ γὰρ τελεία ἐνέργεια ἐν τῷ ἤδη ἀποτελεσθέντι ἔργῳ θεωρεῖται καὶ οὐκ ἐν τῷ ἀτελέστῳ. Ἀλλ' εἰ μὲν διὰ τὸ ἀτελὲς τῆς ἐνεργείας καὶ διὰ τὸ ἀτελέστατον τοῦ λόγου λέγει τὸν θεὸν μηδὲν πεποιηκέναι ὁ ἀποκρινάμενος, οὐκ ἀληθεύσει, λέγων τελείαν εἶναι τὴν ἐνέργειαν τοῦ θεοῦ, τὴν μηδὲν οὔτε τῷ ὅλῳ οὔτε τῷ μέρει τελέσασαν. Eἰ δὲ τοῦ ἔργου μὴ τελεσθέντος ἀδύνατον τελείαν εἶναι τὴν ἐνέργειαν τοῦ ποι οῦντος, δῆλον ὅτι οὐδὲ ὁ θεὸς ἔχει τελείαν ἐνέργειαν, ἀεὶ ποιῶν τὸ ποιούμενον. Ποιεῖ τοίνυν τὸν κόσμον ἐν αὐτῷ τούτῳ ὅπερ ἐστί, τὴν κίνησιν αὐτῷ ἄπαυστον παρέχων, τῷ ἐλλάμπειν αὐτὸν δι' αἰῶνος. Eἰ ἐν τῇ παροχῇ τῆς κινήσεως ποιεῖ τὸν κόσμον ὁ θεός, δῆλον ὅτι ἔγχρονον ποιεῖ τὸν κόσμον· οὐ γὰρ ἄνευ χρό νου ἡ κίνησις ἡ τῷ κόσμῳ παρὰ τοῦ θεοῦ πρὸς τὴν αὐτοῦ κί νησιν παρεχομένη. Eἰ τοίνυν τὸ ποιεῖν τοῦ ἐνεστῶτός ἐστι χρόνου καὶ ἡ κίνησις ἔγχρονός ἐστι, πῶς οὐκ ἔστι ψευδὲς τὸ Οὐδὲν ἔγχρονόν ἐστι παρὰ τῷ θεῷ; Πῶς δὲ δυνατὸν κινεῖσθαι τὸν κόσμον τὸν μήπω γεγονότα, ἀλλ' ἢ ἐν τῷ ποιεῖσθαι ὄντα, τῷ τὸν μὲν θεὸν ποιεῖν ἀχρόνως, τὸν δὲ κόσμον ἐν τῷ χρόνῳ ποιεῖσθαι; Ἀνάγκη γάρ, ὥσπερ ποιεῖ ὁ ποιῶν, οὕτως ποιεῖσθαι τὸ ποιούμενον ἀχρόνως. Eἰ δὲ τῇ παροχῇ τῆς κι νήσεως ποιεῖ τὸν κόσμον ὁ θεός, καὶ οὐχ ἁρμόττει τὸ λέγεσθαι περὶ αὐτοῦ τὸ πεποίηκε τὸν κόσμον, οὐδ' ἄρα τῷ κόσμῳ ἁρ μόττει τὸ κινηθῆναι. Eἰ ἕτερον μὲν τὸ κινούμενον, ἑτέρα δὲ ἡ κίνησις, οἷον ἔστω τὸ μὲν κινούμενον ὁ ἥλιος, ἡ δὲ κίνησις αὐτοῦ μετάστασις κατὰ φορὰν ἐκ τόπου εἰς τόπον, καὶ ἡ κί νησις οὐ παρέχει μὲν τῷ ἡλίῳ τὴν οὐσίαν, παρέχει δὲ αὐτῷ τὸ κινεῖσθαι κατὰ φοράν, δῆλον ὅτι δύο ποιήσεις ἔχει ὁ ἥλιος, μίαν μὲν τῆς οὐσίας, ἑτέραν δὲ τῆς κινήσεως· οἷόν ἐστιν ὁ ἥλιος πίλημα, αἰθεροειδὴς τῇ οὐσίᾳ, λαμπρὸς τῷ εἴδει, σφαιροειδὴς τῷ σχήματι, ὧν οὐδὲν διὰ κινήσεως ἔχει ὁ ἥλιος. Ἀλλ' εἰ μηδὲν τούτων διὰ τῆς κινήσεως ἔχει ὁ ἥλιος, δῆλον ὅτι οὐδὲ διὰ τῆς ποιήσεως τῆς παρὰ τοῦ θεοῦ. Eἰ δὲ τῇ παροχῇ τῆς ἀπαύστου κινήσεως ποιεῖ τὸν ἥλιον ὁ θεός, τὸν ὄντα μέρος τοῦ κόσμου, ὥσπερ ποιεῖ ὅλον τὸν κόσμον, καὶ δεῖ πρῶτον εἶναι τὸ κινητὸν καὶ ὕστερον τὴν κίνησιν, ἢ ἄρα ἀποίητός ἐστιν
PG 6:1424ὁ ἥλιος τῇ οὐσίᾳ, ἢ κατὰ ἄλλην ποίησιν ἐποίησεν αὐτοῦ τὴν οὐσίαν καὶ κατὰ ἄλλην ποίησιν τὴν κίνησιν, καὶ ποιήσας μὲν πρῶτον αὐτοῦ τὴν οὐσίαν, ὕστερον δὲ παρασχὼν αὐτῷ τὴν κί νησιν. Ἀλλ' εἰ τὸ κινεῖσθαι αὐτὸν ἀεὶ ποιεῖ, τὴν δὲ οὐσίαν αὐτοῦ οὐκ ἀεὶ ποιεῖ, δῆλον ὅτι μετὰ τὴν ποίησιν τῆς οὐσίας αὐτοῦ παρέχει αὐτῷ τὴν ἄπαυστον κίνησιν, καὶ ἔστι τὸ τέλος τῆς οὐσίας τῆς ποιήσεως αὐτοῦ ἀρχὴ τῆς κινήσεως αὐτοῦ. Eἰ δὲ ταῦτα οὕτως ἔχει, δῆλον ὅτι οὐδὲν ἄχρονον παρὰ τῷ θεῷ· ἡ γὰρ ποίησις ποίησιν διαδεχομένη ἄχρονος οὐκ ἔστιν. Ὥστε πεποίηκε μὲν οὐδὲν οὔτε ποιήσει. Ποιεῖ δὲ ἀεὶ ὁ αὐτὸς τὸ αὐτό, μὴ ἔχων ἀρχὴν τῆς ποιήσεως, ἵνα μὴ καὶ τέλος. Δειχθέντος τοῦ ἄλλην εἶναι τοῦ ἡλίου τὴν ποίησιν τῆς οὐσίας, καὶ ἄλλην τὴν διὰ κινήσεως, ἣν ἄπαυστον ὠνόμασεν ὁ ἀποκρινάμενος, καὶ ὅτι προηγεῖται ἡ ποίησις τῆς οὐσίας αὐτοῦ τῆς διὰ κινήσεως ποιήσεως, πῶς οὐκ ἔστιν ἄτοπον τὸ ἄναρ χον λέγειν τοῦ ἡλίου τὴν ποίησιν τὴν διὰ τῆς κινήσεως, τοῦ ἡλίου πρὸ τῆς ἀπαύστου διὰ κινήσεως ποιήσεως τὴν τῆς οὐ σίας παυσαμένην ποίησιν ἐσχηκότος; Ἢ τοίνυν οὐκ ἔστι ποιη τὴς τῆς τοῦ ἡλίου οὐσίας ὁ θεός, ἢ οὐκ ἔστιν ἄναρχος ἡ διὰ τῆς κινήσεως ποίησις τοῦ ἡλίου. Ἀλλ' εἰ μὲν τὸ πρῶτον, εἰ οὐκ ἔστι ποιητὴς τῆς τοῦ ἡλίου οὐσίας ὁ θεός, οὐδ' ἄρα διὰ τῆς κινήσεώς ἐστιν αὐτοῦ ποιητής· παρ' οὗ γὰρ ἔχει τὴν οὐ σίαν, παρὰ τούτου ἀνάγκη ἔχειν καὶ τὴν κίνησιν. Eἰ δὲ τὸ δεύτερον, φθαρτὸς ἔσται ὁ θεὸς τὴν ἐνέργειαν, εἴγε κατὰ τὸν ἀποκρινάμενον παυσαμένης τῆς ἐνεργείας τοῦ θεοῦ φθείρεται ὁ θεὸς τῇ ἐνεργείᾳ. Eἰ δὲ ποιητὴς τῆς τοῦ ἡλίου οὐσίας ἐστὶν ὁ θεὸς καὶ ταύτην ἀεὶ οὐ ποιεῖ, δῆλον ὅτι πεποίηκε ταύτην πρὸ τοῦ κινεῖσθαι αὐτὸν καὶ οὐδὲν ποίημα ἄχρονον παρὰ τῷ θεῷ. Ὡς, εἴγε ἀρχὴν ἔχουσι καὶ τελευτὴν αἱ ἐνέργειαι αὐτοῦ, φθαρτὸς ἔσται ὁ θεὸς τῇ ἐνεργείᾳ· ὅπερ ἄτοπον. Ἔσται δὲ καὶ ἡ δύναμις αὐτοῦ μεταβλητή, ἄλλοτε ἄλλας ἐνεργείας προέχουσα. Eἰ δὲ ἡ δύναμις μεταβλητή, ἄλλοτε ἄλλαις κε χρημένη ἐνεργείαις, καὶ ἡ οὐσία σαλευθήσεται, ἄλλοτε ἄλλας γεννῶσα δυνάμεις καὶ μὴ μένουσα ἐν ταῖς αὐταῖς. Ὥστε, εἰ ταῦτα διὰ πάντων, δῆλον ὅτι ὁ θεὸς ἔσται μεταβλητὸς οὐ σίᾳ, δυνάμει, ἐνεργείᾳ· ὅπερ ἄτοπον. Ὥσπερ αὐτὸς ὁ θεὸς οὐκ ἔχει ἀρχὴν καὶ τελευτήν, οὕτως οὐδὲ ἡ ἐνέργεια αὐτοῦ οὐδὲ τὰ ἔργα αὐτοῦ· αἱ γὰρ ἐνέργειαι αὐτοῦ ἐν τοῖς ἔργοις αὐ τοῦ εἰσιν. Ἔσται ἄρα ὥσπερ μὴ χρῄζων αὐτὸς τοῦ ποιοῦντος, οὕτως οὐδὲ τὰ λεγόμενα αὐτοῦ ἔργα· ἔσται ψεῦδος καὶ τὸ λέγειν τὸν θεὸν ποιητὴν τῶν κατ' αὐτόν, ἀνάρχων τε ὄντων καὶ ἀτελευτήτων. Eἰ δὲ πανταχοῦ κατὰ διαφορὰν προϋ πάρξεώς τε καὶ μεθυπάρξεως διέστηκεν ὁ ποιητὴς τοῦ ποιή ματος, δῆλον ὅτι ὁ ἀναιρῶν ἀπὸ τοῦ θεοῦ καὶ τῶν ἔργων αὐτοῦ τὴν διαφορὰν ταύτην ἀμφότερα ἀποστερεῖ, τὸν θεὸν καὶ τὰ ποιήματα, τὸν μὲν τῆς τοῦ ποιητοῦ προσηγορίας, τὰ δὲ τῆς τῶν ποιημάτων. Καὶ εἰ ἔστι μὲν ἡ τοῦ θεοῦ δύναμις ἄπει ρος, ὥσπερ οὖν καὶ ἔστι, πεπερασμένα δὲ τὰ ἔργα αὐτοῦ, πῶς
PG 6:1426οὐκ ἔστιν ὁ θεὸς καθ' ἃς ἔχει μὲν δυνάμεις, μὴ ἐνεργῶν δὲ κατ' αὐτάς, φθαρτὸς κατὰ τὴν κρίσιν τοῦ ἀποκριναμένου; Eἰ δὲ καθ' ἃς ἔχει δυνάμεις, καὶ μὴ ἐνεργῶν κατ' αὐτάς, φθαρτὸς οὐκ ἔστιν, οὐδ' ἄρα παυσαμένης τῆς ἐνεργείας τοῦ θεοῦ, τῆς τὸν κόσμον παραγούσης, φθείρεται θεὸς τῇ ἐνεργείᾳ. Ὅσον δὴ καὶ βούλεται, καὶ οὐχ ὅσον δύναται, ἐνεργεῖ· καὶ οὐ ποιεῖ φθαρτὸν τὸν θεὸν ἡ τῆς ἐνεργείας συστολή. Οὐδ' ἄρα, ὅταν συστέλλῃ τὴν ἐνέργειαν, κατὰ μεταβολὴν συστέλλει τῆς δυνάμεως· ἀλλ' ἔστι μὲν ἡ δύναμις τοῦ θεοῦ ἀεὶ ἀμετά βλητος, κέχρηται δὲ ταῖς ἐνεργείαις ἐφ' ὅσον βούλεται. Oὐ γὰρ ἐνεργεῖ θεὸς καθάπερ ἐνεργοῦσιν οἱ ἐν τῷ ἐνεργεῖν τὸ εἶναι ἔχοντες, καὶ παυσαμένης τῆς ἐνεργείας παύσονται καὶ αὐτοὶ τοῦ εἶναι, οἷον τὸ πῦρ καὶ ἡ χιών. Eἰ γὰρ οὕτως ἐνεργεῖ θεός, οὐχ ἕνεκεν τῶν γινομένων μᾶλλον ἢ ἕνεκεν τοῦ εἶναι αὐτὸν ἐνεργεῖ, ὡς, εἰ παύσοιτο τοῦ ἐνεργεῖν, παύσεται καὶ τοῦ εἶναι. Eἰ δὲ ἄτοπον τοῦτο, ἄτοπον ἄρα καὶ τὸ λέγειν μετα βλητὴν τὴν τοῦ θεοῦ δύναμιν τῇ συστολῇ τῆς ἐνεργείας, ἢ σα λευομένην τὴν οὐσίαν αὐτοῦ ταῖς ποικίλαις ἐνεργείαις ἄλλοτε ἄλλας προβαλλομένην. Καὶ καθάπερ ποιῶν ἡμᾶς ὁ θεὸς πρῶτον μὲν βρέφη, ἔπειτα δὲ νεανίσκους, εἶτα γέροντας, οὐ κατὰ τὴν μεταβολὴν ποιεῖ τῆς δυνάμεως, οὐδὲ κατὰ τὴν φθο ρὰν τῆς ἐνεργείας, οὔτε κατὰ τὴν σαλευομένην αὐτοῦ οὐσίαν, ἐναλλάσσων ἡμῶν τὰς ἡλικίας κατὰ διαφόρους καιροὺς τῷ πρώτῳ καὶ ὑστέρῳ ἀλλήλων διαφερούσας, ἀλλὰ κατὰ τὴν προ βολὴν καὶ συστολὴν τῆς ἐνεργείας, οὕτως οὐ κατὰ τὴν μετα βολὴν τῆς δυνάμεως ἀρχὴν καὶ τέλος ἡ ἐνέργεια αὐτοῦ ἔχει, ἀλλὰ κατὰ προβολὴν καὶ συστολήν. Eἰ μὲν γὰρ συστελλομένης τῆς ἐνεργείας οὐκέτι ἠδύνατο ὁ θεὸς τῇ παυσαμένῃ ἐνεργείᾳ κεχρῆ σθαι, δικαίως ἂν ἐλέγετο φθορὰ ἐνεργείας· εἰ δὲ ἀεὶ δύναται τὴν αὐτὴν ἐνέργειαν, ὅτε βούλεται, προβάλλεσθαι, οὐκ ἄρα φθείρεται ἡ ἐνέργεια τοῦ θεοῦ συστελλομένη. Τῆς γὰρ δυνά μεως μὴ φθειρομένης ἀδύνατον φθαρῆναι τὴν ἐνέργειαν. Ἄλλη γάρ ἐστιν ἡ φθορὰ τῆς ἐνεργείας, καὶ ἄλλη ἡ συστολὴ τῆς ἐνεργείας, ὡς, εἰ μὴ συνεστέλλετο ἡ ἐνέργεια ἡ τὸν κόσμον ποιοῦσα, ἄπειροι ἂν κόσμοι ἐγένοντο τῷ πλήθει κατὰ τὴν ἄπαυστον ἐνέργειαν. Νῦν δέ, ἑνὸς μόνου τοῦ κόσμου γενομέ νου, τῷ πεπερασμένῳ τοῦ ἔργου δείκνυται πεπερασμένη ἡ ἐνέρ γεια ἡ τὸν κόσμον ποιήσασα. Ὁ αὐτὸς τοίνυν μένων οὐδὲν ἔχει ἔγχρονον. Ποιεῖ τοί νυν τὸν κόσμον, τάττων αὐτὸν ἀεί, καὶ ὁ κόσμος τῷ μὲν ἀεὶ φρουρεῖσθαι γίνεται, τῷ δὲ ἀεὶ εἶναι ὁ αὐτὸς ἀγένητος ὑπάρ χει. Eἰ μηδὲν ἔχει ἔγχρονον ὁ θεός, οὐδ' ἄρα τὸ ποιεῖν ἔχει· ἔγχρονον γὰρ τὸ ποιεῖν. Καὶ εἰ ποιεῖ τὸν κόσμον ὁ θεός, μὴ τὴν οὐσίαν αὐτοῦ παράγων, οὐ ποιεῖ τὸν κόσμον· ὁ γὰρ κόσμος χωρὶς οὐσίας οὐκ ἔστι κόσμος. Eἰ δὲ ὁ κόσμος οὐσίαν ἔχει ἀποίητον, ἐξ ἀνάγκης καὶ ἀφρούρητός ἐστιν· οὗ γὰρ πρὸς τὸ γενέσθαι κατ' οὐσίαν οὐ δέεται, τούτου οὐδὲ πρὸς τὸ φρου ρεῖσθαι ἐπιδέεται· ἡ γὰρ ἀγένητος φύσις οὐδενὸς τῶν ἔξωθεν ἑαυτῆς ἐστιν ἐπιδεκτική. Καὶ εἰ ἐπὶ παντὸς χρὴ ἢ τὴν φάσιν
PG 6:1428ἢ τὴν ἀπόφασιν εἶναι ἀληθῆ, πῶς ὁ ἀποκρινάμενος ἀμφότερα ἔθηκεν ἐπὶ τῆς τοῦ κόσμου γενέσεως, καὶ τὴν φάσιν καὶ τὴν ἀπόφασιν, λέγων αὐτὸν εἶναι γενητὸν καὶ ἀγένητον; Ἔτι δὲ εἰ, καθὰ εἶπεν ἐν τῇ τρίτῃ ἀποκρίσει, ἀγένητος ὢν ὁ θεὸς ἀγε νήτως ποιεῖ πάντα, οὐ γινόμενα ἀλλὰ συνυφιστάμενα, ἀλλ' ἐπειδὴ πᾶν συνυφιστάμενον τῇ τοῦ ᾧ συνυφίσταται σωτηρίᾳ σώζεται, μὴ χρῇζον ἑτέρας φρουρᾶς πλὴν τῆς ἐκείνου σωτη ρίας (σωζομένου γὰρ ἐκείνου σέσωσται καὶ αὐτό), διὰ τοῦτο, εἰ χρεία ἐστὶ φρουρᾶς πρὸς σωτηρίαν, ἐκεῖνο χρῄζει φρουρᾶς οὗ ὑφισταμένου συνυφίσταται τὰ συνυφιστάμενα, οὐχὶ τὰ συν υφιστάμενα. Ἀλλ' εἰ ταῦτα οὕτως ἔχει, οὐκ ἄρα ὁ κόσμος χρῄζει φρουρᾶς ὁ συνυφιστάμενος τῷ θεῷ, ἀλλ' αὐτὸς ὁ θεὸς ᾧ συνυφίσταται ὁ κόσμος. Eἰ δὲ τοῦτο ἄτοπον, ἄτοπον ἄρα καὶ τὸ τὸν κόσμον λέγειν συνυφιστάμενον τῷ θεῷ. Χρὴ οὖν λέγειν βουλήσει τοῦ θεοῦ ὑφίστασθαι τὸν κόσμον, καὶ βουλήσει τοῦ θεοῦ διαμένει ὁ αὐτός, εἰ καὶ μὴ ἀεί. Ὡσαύτως τὰ τῇ ὑποστάσει τινὸς συνυφιστάμενα τῇ ἐκείνου διαμονῇ διαμένει, οὐχὶ ἑαυτῶν· οἷον τῇ συνθέσει τῶν γραμμῶν συνυφίστανται αἱ γωνίαι, καὶ μενούσης τῆς συνθέσεως μένουσι καὶ αἱ γω νίαι, καὶ ἀναιρουμένης τῆς συνθέσεως ἀναιροῦνται καὶ αἱ γω νίαι· καὶ εἰ χρεία ἐστὶ τοῦ διαμένειν τὰς γωνίας, ἀνάγκη δοῦναι φρουρὰν τῇ συνθέσει τῶν γραμμῶν, οὐχὶ ταῖς γω νίαις καθ' ἑαυτάς, ἀλλὰ κατὰ συμβεβηκὸς μὲν ταῖς γωνίαις, καθ' ἑαυτὸ δὲ τῇ συνθέσει τῶν γραμμῶν. Κατὰ ταῦτα χρὴ νοεῖν τὸν κόσμον, εἰ ἀγενήτως συνυφίσταται τῷ θεῷ, καθά φησιν ὁ ἀποκρινάμενος. Τρίτη ἐρώτησις χριστιανικὴ πρὸς τοὺς Ἕλληνας. Eἰ τῷ εἶναι καὶ οὐ τῷ βούλεσθαι ποιεῖ ὁ θεός, οἷον θερ μαίνει τὸ πῦρ τῷ εἶναι, πῶς αὐτὸς μὲν ἕν ἐστί τε καὶ ἁπλοῦν καὶ μονοειδές, διαφόρων δὲ οὐσιῶν ἐστι ποιητής; Ἀπόκρισις ἑλληνικὴ πρὸς τοὺς Χριστιανούς. Οὐκ οἰητέον, ὥσπερ ἐν ἡμῖν ἄλλο μὲν ἔστι τὸ εἶναι, ἄλλο δὲ τὸ βούλεσθαι, οὕτω καὶ ἐν τῷ θεῷ· ἀλλὰ τὸ αὐτὸ ἄντικρυς ὑπάρχει τὸ εἶναι καὶ τὸ βούλεσθαι ἐν τῷ θεῷ. Ὃ γὰρ ἔστι καὶ βούλεται, καὶ ὃ βούλεται ἔστι· καὶ οὐδεμία διαίρεσις ἐπὶ τοῦ θεοῦ, διὰ τὸ αὐτοπάρακτον εἶναι τὸν θεόν. Ὥστε καὶ τὴν διαίρεσιν τοῦ εἶναι πρὸς τὸ βούλεσθαι ἐπὶ τοῦ θεοῦ ἀποῤῥιπτέον. Ἀλλὰ μὴν οὐδ' οὕτως τὸν θεὸν τῷ εἶναι ποι εῖν ὑποθετέον ὡς τὸ πῦρ θερμαίνει· τὸ γὰρ πῦρ, εἰ καὶ οὐ σιωδῶς, ἀλλ' ὅμως συμβεβηκυῖαν ἔχει τὴν θερμότητα, παρὰ δὲ τῷ θεῷ οὐδὲν οὔτε οὐσιωδῶς συμβέβηκεν οὔτε συμβεβηκό τως. Ἐπεὶ οὖν συμβέβηκε μὲν αὐτῷ οὐδέν, τὸ δὲ εἶναι καὶ τὸ βούλεσθαι ταὐτὸν ὑπάρχει τῷ θεῷ, ἁπλοῦν τέ ἐστι καὶ μονο ειδές, ποιητικὸν ἀγενήτως τῶν ὄντων. Ὥσπερ γὰρ ὁρῶμεν ὅτι τὰ γεννητά, οἷον ἄνθρωπος ὁ δεῖνα γεννητῶς γενόμενος γεννητικός τε ὤν, γεννητὰ ποιεῖ, καὶ καθόλου τὰ γεννητὰ γεν νητῶς γενόμενα γεννητὰ ποιεῖ καὶ ἐξ αὑτῶν ποιεῖ, τὸν αὐτὸν τρόπον καὶ ὁ θεός, ἀγένητος ὤν, ἀγενήτως ποιεῖ πάντα, οὐ γινόμενα ἀλλὰ συνυφιστάμενα, καὶ τῇ μὲν τῆς δυνάμεως ἀπει
PG 6:1430ρίᾳ διάφορα ποιεῖ. Μὴ προσέχωμεν δὲ τὸν θεὸν ἀνθρωπί νως. Oὐ γὰρ ὥσπερ ἡμεῖς, τὸ πρότερον ἄλλως ἔχοντες, ὕστε ρον εἰς ἄλλο μεταβάλλοντες, λεγόμεθα ποιεῖν, οὕτως καὶ ὁ θεὸς ποιεῖ· ἀλλά, δι' ἄῤῥητον ὑπερβάλλουσάν τε δύναμιν ἀχρόνως ποιῶν πάντα, τελειοῖ πάντα, καὶ ἅμα τῷ αὐτὸν εἶναι καὶ τὰ ὄντα ποιεῖ, οὐ χρείαν ἔχων ὥσπερ ἡμεῖς τὸ πρότερον γενέσθαι καὶ τελειωθῆναι, καὶ οὕτως ποιῆσαι τὸ ὕστερον, διὰ τὸ μηδὲν εἶναι ἐν αὐτῷ πρότερον καὶ ὕστερον. Ὁρῶμεν οὖν καὶ τὴν φύσιν αὐτῷ τῷ εἶναι ποιοῦσαν καὶ ἀθρόον ἀεὶ τὴν μεταβολὴν ἐργαζομένην, ὥσπερ καὶ ἐπὶ τῆς πήξεως τοῦ γά λακτος ἀθρόως τὴν πῆξιν θεώμεθα παραγινομένην τῷ γάλακτι. Πολλῷ τοίνυν τὸν θεὸν μᾶλλον οἰητέον ἀθρόως καὶ ἀχρόνως πάντα ποιεῖν, αὐτὸν μὲν ὄντα ἕν, τῇ δὲ ἀπειρίᾳ τῆς δυνά μεως τὰ διάφορα παράγοντα, καὶ αὐτὰ παντελῶς αὐτοπάρακτα τυγχάνοντα. Ἔλεγχος τῆς ἀποκρίσεως οὐκ ὀρθῶς γεγενημένης. Οὐκ οἰητέον, φησίν, ὥσπερ ἐν ἡμῖν ἄλλο μέν ἐστι τὸ εἶναι, ἄλλο δέ ἐστι τὸ βούλεσθαι, οὕτως καὶ ἐν τῷ θεῷ· ἀλλὰ τὸ αὐτὸ ἄντικρυς ὑπάρχει τὸ εἶναι καὶ τὸ βούλεσθαι ἐν τῷ θεῷ. Ὃ γὰρ ἔστι καὶ βούλεται, καὶ ὃ βούλεται ἔστι· καὶ οὐδεμία διαίρεσις ἐπὶ τοῦ θεοῦ, διὰ τὸ αὐτοπάρακτον εἶναι τὸν θεόν. Ὥστε τὴν διαίρεσιν τὴν τοῦ εἶναι πρὸς τὸ βούλε σθαι ἐπὶ τοῦ θεοῦ ἀποῤῥιπτέον. Τοῦ θεοῦ ἔχοντος οὐσίαν μὲν πρὸς ὕπαρξιν, βούλησιν δὲ πρὸς ποίησιν, ὁ ἀποῤῥίπτων οὐσίας τε καὶ βουλῆς τὴν διαφορὰν καὶ τὴν ὕπαρξιν ἀποῤῥί πτει τοῦ θεοῦ καὶ τὴν ποίησιν, ὕπαρξιν μὲν τὴν αὐτοῦ, ποίη σιν δὲ τῶν οὐκ ὄντων. Ὅτι δὲ ἄλλη ἐστὶν ἡ οὐσία τοῦ θεοῦ καὶ ἄλλη ἡ βουλή, δείκνυται καὶ ἐκ τοῦ λόγου τοῦ ἀποκρινα μένου, τοῦ εἰπόντος· Ὃ γὰρ ἔστι καὶ βούλεται, καὶ ὃ βούλεται ἔστιν. Ἀντέστρεψε τῇ οὐσίᾳ τὴν βουλήν, καὶ τῇ βουλῇ τὴν οὐσίαν. Ἀντιστροφὴ δὲ οὐδαμῶς ἐνδέχεται γενέσθαι τῶν ἀντι στρεφομένων οὐκ ὄντων ἄλλο καὶ ἄλλο ἢ λόγῳ ἢ ἀριθμῷ. Τὸ τῷ ἀριθμῷ ἓν ὂν οὐδὲν κωλύει τῷ λόγῳ ἄλλο καὶ ἄλλο εἶναι· οἷον ἡ εὐθεῖα γραμμὴ τῇ μὲν ὑποστάσει ἀριθμῷ μία ἐστί, τῷ δὲ λόγῳ τῆς εὐθείας καὶ τῆς γραμμῆς ἄλλο καὶ ἄλλο. Κατὰ τὸν τρόπον τοῦτον οὐ διαιρεῖται τοῦ θεοῦ ἡ φύσις τῷ λόγῳ τῆς οὐσίας καὶ τῆς βουλῆς; Eἰ ἄλλο τὸ ὑπάρχειν καὶ ἄλλο τὸ ἐνυπάρχειν, καὶ ὑπάρχει μὲν τοῦ θεοῦ ἡ οὐσία, ἐνυπάρχει δὲ τῇ οὐσίᾳ ἡ βουλή, ἄλλη ἄρα ἡ οὐσία τοῦ θεοῦ καὶ ἄλλη ἡ βουλή. Eἰ ἡ μὲν βουλὴ τοῦ θεοῦ ἐκ τῆς οὐσίας, ἡ δὲ οὐσία οὐκ ἐκ τῆς βουλῆς, ἄλλη ἄρα ἡ οὐσία τοῦ θεοῦ καὶ ἄλλη ἡ βουλή. Ἡ οὐσία τοῦ θεοῦ τὸ μὴ εἶναι οὐσία οὐ δέχεται, ἡ δὲ βουλὴ τοῦ θεοῦ δέχεται τὸ μὴ βούλεσθαι· οἷον ἐβούλετο ὁ θεὸς ποιῆσαι ἕνα ἥλιον, δεύτερον ἥλιον οὐκ ἐβούλετο ποιῆσαι, ὅτι, ὥσπερ ἐλυσιτέλει τοῖς οὖσι τὸ ἕνα εἶναι τὸν ἥλιον, οὕτως οὐκ ἐλυσι τέλει τοῖς οὖσι τὸ γενέσθαι δεύτερον ἥλιον· καὶ ἐβούλετο μὲν τὸ λυσιτελές, τὸ δὲ μὴ λυσιτελὲς οὐκ ἐβούλετο. Ἀλλ' εἰ τοῦτο, ἄλλη ἄρα ἡ οὐσία τοῦ θεοῦ καὶ ἄλλη ἡ βουλή. Eἰ ὃ ἔστιν ὁ θεὸς τοῦτο καὶ βούλεται, δῆλον ὅτι βουλητόν ἐστι καὶ οὐ
PG 6:1433βουλή. Πῶς οὖν ταὐτόν ἐστι τῇ οὐσίᾳ ἡ βουλή, τοῦ βουλητοῦ καὶ τῆς βουλῆς ἄλλου καὶ ἄλλου ὄντος, καθάπερ τὸ αἰσθητὸν καὶ ἡ αἴσθησις; Eἰ ἄναρχος καὶ ἀΐδιός ἐστι θεός, οὔτε αὐτο πάρακτός ἐστιν οὔτε ἑτεροπάρακτος· ὁ γὰρ ἁπλῶς αὐτοπάρακτος οὐδενὶ λόγῳ ἐστὶν ἀΐδιος καὶ ἄναρχος. Ὁ ἀποκρινά μενος δι' ἑτέρας φωνῆς ἀναιρεῖ τῆς οὐσίας τοῦ θεοῦ καὶ τῆς βουλῆς τὸ ἕτερον, δι' ἑτέρας δὲ φωνῆς τοῦτο τίθησιν. Ἀναι ρῶν μὲν τῆς οὐσίας τοῦ θεοῦ καὶ τῆς βουλῆς τὸ ἕτερον ἔλεγεν· Οὐκ οἰητέον, ὥσπερ ἐν ἡμῖν ἄλλο μέν ἐστι τὸ εἶναι, ἄλλο δὲ τὸ βούλεσθαι, οὕτω καὶ ἐν τῷ θεῷ. Τιθέμενος δὲ τὸ ἕτερόν φησιν· Ἀλλὰ τὸ αὐτὸ ἄντικρυς ὑπάρχει. Καὶ πάλιν· Τὸ δὲ εἶναι καὶ τὸ βούλεσθαι ταὐτὸν ὑπάρχει τῷ θεῷ. Ὥσπερ γὰρ τὸ ἕτερον ἄλλο ἄλλῳ ἐστὶν ἕτερον, οὕτως καὶ τὸ ταὐτὸν ἄλλο ἄλλῳ ἐστὶν ἄντικρυς ταὐτόν· ὡσαύτως δὲ καὶ τὸ ἄντι κρυς ἄλλο ἄλλῳ ἐστὶν ἄντικρυς. Ἀλλ' εἰ ταὐτόν ἐστιν ἡ οὐσία τοῦ θεοῦ καὶ ἡ βουλή, ἄντικρυς ἔσται ἄλλο καὶ ἄλλο· εἰ δὲ μή γε, ἀναιρουμένου τοῦ ἄλλου καὶ ἄλλου, ἀναιρεθήσεται ἐξ ἀνάγκης τὸ ταὐτὸν τῆς οὐσίας τοῦ θεοῦ καὶ τῆς βουλῆς καὶ τὸ ἄντικρυς. Ὥσπερ τὸ κινεῖσθαι ἐνέργειά ἐστι κινήσεως, οὕτως καὶ τὸ βούλεσθαι βουλῆς ἐστιν ἐνέργεια· καὶ ἣν ἔχει διαφορὰν ἡ δύναμις πρὸς τὴν ἐνέργειαν, ταύτην ἔχει ἡ βουλὴ πρὸς τὸ βούλεσθαι. Ἀδύνατον δὲ τὸ βούλεσθαι πρὸς μὲν τὴν βουλὴν ἔχειν τὴν διαφοράν, πρὸς δὲ τὸν βουλόμενον μὴ ἔχειν. Eἰ δὲ οὐδενὶ λόγῳ δυνατὸν ταὐτὸν εἶναι τὸ βούλεσθαι καὶ τὴν βουλὴν καὶ τὸν βουλόμενον, δῆλον ὅτι ὁ ἀποῤῥίπτων τοῦ θεοῦ καὶ τοῦ βούλεσθαι τὸ ἄλλο καὶ ἄλλο τοῦ ἐνεργοῦντος καὶ τῆς ἐνεργείας ἀποῤῥίπτει τὴν διαφοράν· ὅπερ ἄτοπον. Eἰ ἄλλο τὸ ἐνυπόστατον, καὶ ἄλλο τὸ ἀνυπόστατον, καὶ θεὸς μὲν ἐκεῖνο, τὸ βούλεσθαι δὲ τοῦτο, δῆλον ὅτι ὁ τοῦ θεοῦ καὶ τοῦ βούλεσθαι ἀποῤῥίπτων τὸ ἄλλο καὶ ἄλλο ἢ τὸ ἐνυπόστατον ἀποῤῥίπτει ἢ τὸ ἀνυπόστατον. Eἰ κατὰ τὸν λόγον τοῦ ἀντι κειμένου ὅπερ ἔστι θεὸς καὶ βούλεται, καὶ ὃ βούλεται ἔστι, δῆλον ὅτι, εἰ μὴ βουληθείη θεὸς τὸ μὴ φθείρεσθαι τὴν ἐνέρ γειαν αὑτοῦ, παυσαμένης αὐτῆς φθείρεται οὐ βουληθέντος αὐτοῦ. Οὐκ ἄρα ἔστιν ὁ θεὸς ὃ βούλεται. Eἰ τὸ ποιεῖν ἐστι τῆς τοῦ θεοῦ βουλῆς, δῆλον ὅτι, ὥσπερ διαφέρει τὸ ποι εῖν ἁπλῶς τοῦ ποῖα καὶ πόσα καὶ πότε ποιεῖν, οὕτω διαφέρει τὸ εἶναι τοῦ βούλεσθαι. Ἀλλὰ μὴν οὐδ' οὕτως τὸν θεὸν τῷ εἶναι ποιεῖν ὑπο θετέον ὡς τὸ πῦρ θερμαίνει· τὸ γὰρ πῦρ, εἰ καὶ οὐσιωδῶς, ἀλλ' ὅμως συμβεβηκυῖαν ἔχει τὴν θερμότητα, παρὰ δὲ τῷ θεῷ οὐδὲν οὔτε οὐσιωδῶς συμβέβηκεν οὔτε συμβεβηκότως. Ἐπεὶ οὖν συμβέβηκε μὲν αὐτῷ οὐδέν, τὸ δὲ εἶναι καὶ τὸ βούλεσθαι ταὐτὸν ὑπάρχει τῷ θεῷ, ἁπλοῦν τέ ἐστι καὶ μονοειδές, ποιη τικὸν ἀγενήτως τῶν ὄντων. Τὸ μὲν πῶς συμβέβηκε τῷ πυρὶ ἡ θερμότης, ὡς βούλεται λέγειν ὁ ἀποκρινάμενος, λεγέτω. Oὐ γὰρ περὶ τοῦ πῶς αὐτῷ συμβέβηκεν ἡ θερμότης νῦν ἐστι τὸ ζητούμενον, ἀλλὰ περὶ τῆς ἀβουλήτου ἐνεργείας, καθ' ἣν τῷ εἶναι ἐνεργεῖ. Τὸ βούλεσθαι ἢ οὐσίας ἐστὶν ἢ πρόσεστι τῇ
PG 6:1435οὐσίᾳ. Ἀλλ' εἰ μὲν οὐσία ἐστίν, οὐκ ἔστιν ὁ βουλόμενος, εἰ δὲ πρόσεστι τῇ οὐσίᾳ, ἐξ ἀνάγκης ἄλλο καὶ ἄλλο ἐστίν· οὐκ ἔστι γὰρ τὸ ὂν καὶ τὸ προσὸν ταὐτόν. Eἰ πολλὰ μὲν βούλεται ὁ θεός, πολλὰ δὲ οὐκ ἔστιν, οὐκ ἄρα ταὐτὸν παρὰ τῷ θεῷ τὸ εἶναι τῷ βούλεσθαι. Ὁ θεὸς εἰ ὅσα μὲν βούλεται ποιεῖν δύ ναται ποιεῖν, οὐχ ὅσα δὲ δύναται ποιεῖν βούλεται ποιεῖν, οὐ ταὐτὸν ἄρα παρ' αὐτῷ τὸ εἶναι τῷ βούλεσθαι. Ὁ θεὸς εἰ ἓν μέν ἐστι καὶ ἁπλοῦν καὶ μονοειδές, πολλὰ δὲ βούλεται καὶ πολλὰ οὐ βούλεται, οἷον βούλεται μὲν τῇ ποικιλίᾳ πολλὰ εἶναι τὰ ὄντα, ἄπειρα δὲ αὐτὰ εἶναι τῷ πλήθει οὐ βούλεται, οὐκ ἄρα ταὐτὸν παρ' αὐτῷ τὸ εἶναι τῷ βούλεσθαι. Ὁ θεὸς εἰ ὃ ὑπάρχει οὐ ποιεῖ, ποιεῖ δὲ ὃ βούλεται, βούλεται δὲ ποιεῖν τὸν κόσμον, οὐκ ἄρα ταὐτὸν παρ' αὐτῷ τῷ εἶναι τὸ βούλεσθαι. Eἰ ἀγενήτως ἀγένητα οὐ γίνεται, οὐδ' ἄρα ἀγενήτως ἀγένητα ποιεῖ ὁ θεός· ἀδύνατον γὰρ εἶναι ποιητὸν ἀγένητον. Ὥσπερ ἡ διδασκαλία ἐνέργειά ἐστι τοῦ διδάσκοντος ἐν τῷ μανθά νοντι, οὕτως ἡ ποίησις ἐνέργειά ἐστι τοῦ ποιοῦντος ἐν τῷ ποιουμένῳ· ὁ ἄρα ἀναιρῶν τὴν γένεσιν ἀπὸ τοῦ ποιουμένου ἀναιρεῖ καὶ τὴν ἐνέργειαν ἀπὸ τῆς ποιήσεως τοῦ ποιοῦντος. Μάτην ἐνεργεῖ θεὸς τὴν ποίησιν, οὐκ ὄντος τοῦ γινομένου. Eἰ ἀποιήτως οὐ ποιεῖ ὁ θεός, οὐδ' ἄρα ἀγενήτως ποιεῖ. Τὸ ποιεῖ ὁ θεὸς φάσις ἐστὶ ποιήσεως, τὸ δὲ ἀποιήτως ποιεῖ δυνάμει ἀπόφασίς ἐστι τῆς φάσεως. Μαχόμενα ὀνόματα τὸ ἀγένητον καὶ τὸ ποιητόν. Eἰ τὸ διὰ ποιήσεως ἀγένητον, οὐκ ἄρα ἀγένητον τὸ μὴ διὰ ποιήσεως. Οὐδὲν διαφέρει τὸ λέγειν· Ὁ μὲν ποιήσας ἐποίησε, τὸ δὲ ποιούμενον οὐκ ἐγένετο, τοῦ λέγειν· Ποιεῖ ὁ θεὸς τὰ ἀγένητα. Eἰ εὔλογον τὸ λέγειν· Ὁ θεὸς ἀγενήτως ἀγένητα ποιεῖ, εὔλογον ἄρα καὶ τὸ λέγειν· Ἀγενήτως τὰ ἀγένητα γίνεται. Ἀκολουθεῖ γὰρ τῷ ποιεῖ τὸ γίνεται φυσικῇ ἀνάγκῃ. Eἰ δὲ ἄτοπον τὸ δεύτερον, ἄτοπον ἄρα καὶ τὸ πρῶτον. Eἰ ἔγχρονον τὸ γίνεσθαι, ἔγχρονον καὶ τὸ ποιεῖσθαι· ἰσοδύναμα γάρ. Ἀδύνατον γὰρ ἐν τῷ ποιεῖν τὸν ποιοῦντα μὴ γίνεσθαι τὸ ποιούμενον. Eἰ ἀγενήτως οὐδὲν γίνεται, οὐδ' ἄρα ἀγενήτως ποιεῖταί τι· τὸ γὰρ γίνε σθαι καὶ τὸ ποιεῖσθαι λέξει μὲν οὐ ταὐτόν, ἔργῳ δὲ ταὐτόν. Ὁ θεός, εἰ τῷ εἶναι ποιεῖ, ἀναγκαστικῶς ποιεῖ ἃ ποιεῖ, εἰ δὲ τῷ βούλεσθαι ποιεῖ, αὐθεντικῶς ποιεῖ· αὐθεντικῶς δὲ ποιῶν ὅσα βούλεται καὶ οἷα βούλεται καὶ ὅτε βούλεται ποιεῖ. Ὁ θεὸς εἰ τῷ εἶναι ποιεῖ, εἰς οὐδὲν αὐτοῦ χρησιμεύει τὸ βού λεσθαι, ᾧ οὐδαμῶς δύναται κεχρῆσθαι. Δύο ἀσύμβατα τί θησιν ἐπὶ τοῦ θεοῦ ὁ ἀποκρινάμενος· ποιητικὸν αὐτὸν ὀνο μάζει τῶν ὄντων, καὶ προσάπτει αὐτῷ τὸ ἀγενήτως ποιεῖν. Eἰ γὰρ αὐτὸς μὲν ἀγενήτως ποιεῖ, τὸ δὲ ποιούμενον οὐδαμῶς γίνεται, οὔτε γενητῶς οὔτε ἀγενήτως, οὔτε ποιητῶς οὔτε ἀποιήτως, ὥσπερ ἄρα οὐ γίνεται τὸ ποιούμενον, οὕτως οὐδὲ ποιεῖ ὁ ποιῶν. Ὥσπερ, φησίν, ὁρῶμεν ὅτι τὰ γεννητά, οἷον ἄνθρωπος γεννητῶς γενόμενος γεννητικός τε ὤν, γεννητὰ ποιεῖ, καὶ καθόλου τὰ γεννητὰ γεννητῶς γενόμενα γεννητὰ καὶ τὰ ἐξ
PG 6:1437αὑτῶν ποιεῖ, τὸν αὐτὸν τρόπον καὶ ὁ θεός, ἀγένητος ὤν, ἀγενήτως ποιεῖ πάντα, οὐ γινόμενα ἀλλὰ συνυφιστάμενα, καὶ τῇ μὲν τῆς δυνάμεως ἀπειρίᾳ τὰ διάφορα ποιεῖ. Τίς οὖν ἐστιν ὁ ποιήσας τὸν ἄνθρωπον, τὸν κατὰ τὴν φωνὴν τοῦ ἀπο κριναμένου γεννητῶς γενόμενον, καὶ αὐτὸν ὄντα γεννητόν, γεν νητῶς γεννητὰ ποιοῦντα; Ἀλλ' εἰ μὲν ὁ θεός, πῶς οὐκ ἐψεύ σατο ὁ ἀποκρινάμενος, εἰπών· Ὁ θεός, ἀγένητος ὤν, ἀγε νήτως ἀγένητα ποιεῖ; Eἰ δὲ οὐχ ὁ θεός, πῶς οὐ τῶν ἀλλο τρίων προνοεῖ ὁ θεός, προνοῶν τῶν ἀνθρώπων, ὧν οὐκ ἔστι ποιητής; Eἰ δὲ ἄτοπον τὸ μὴ λέγειν τὸν θεὸν ποιητὴν τοῦ ἀν θρώπου, ἄτοπον ἄρα καὶ τὸ λέγειν τὸν θεὸν ἀγενήτως ἀγέ νητα ποιεῖν· ἰδοὺ γὰρ πεποίηκε τὸν ἄνθρωπον γεννητῶς ὄντα γεννητόν. Eἰ οὗ τὸ μέρος γεννητόν, τούτου ἐξ ἀνάγκης καὶ τὸ ὅλον γεννητόν, μέρος δὲ τοῦ κόσμου ὁ ἄνθρωπος, ὁ κατὰ τὴν φωνὴν τοῦ ἀποκριναμένου γεννητῶς γενόμενος, γενητὸς ἄρα καὶ ὁ κόσμος. Eἰ ἀγένητός ἐστιν ὁ θεὸς καὶ τὰ ἀγένητα ποιεῖ, πῶς οὐ κατὰ κοινοῦ φέρει τὸ τοῦ ἀγενήτου ὄνομα, τὸ μηδενὶ αὐτὸν ἀντιδιαστέλλον; Eἰ ὁ θεὸς ὅ ἐστιν οὐ ποιεῖ (ἀδύ νατον γάρ), ποιεῖ δὲ ἃ οὐκ ἔστι, γενητὰ ἄρα ποιεῖ, ἀγένητος αὐτὸς ὤν. Oὐ ζητοῦμεν δὲ πρῶτον τὸ πῶς ποιεῖ ὁ θεός, ἀλλὰ τὸ τί ποιεῖ· εὑρεθὲν γὰρ τὸ τί ποιεῖ εὕρηται καὶ τὸ πῶς ποιεῖ. Eἰ ἀγένητος ὑπάρχων ὁ θεὸς ἀγενήτως ἀγένητα ποιεῖ, καὶ ἀδέσποτος ἄρα ὑπάρχων ἀδεσπότως ἀδέσποτα ποιεῖ. Eἰ δὲ ἄτοπον τὸ δεύτερον, ἄτοπον ἄρα καὶ τὸ πρῶτον. Τὰ ἀδια στάτως συνυφιστάμενα ἀλλήλοις, οὐδὲν αὐτῶν οὐδενὸς αὐτῶν δύναται εἶναι ποιητής· εἰ δὲ μή γε, ἀλλήλων ἔσονται ποιηταί. Eἰ δὲ τοῦτο ἄτοπον, ἄτοπον ἄρα καὶ τὸ λέγειν τὸν θεὸν ποιη τὴν τῶν ἀδιαστάτως αὐτῷ συνυφισταμένων. Eἰ ἄπειρα μὲν δύναται ποιεῖν ὁ θεός, ἀλλὰ τῷ βούλεσθαι, ὁ θεὸς δὲ διάφορα μὲν εἶναι οὐ δύναται (ἓν γάρ ἐστι καὶ ἁπλοῦν καὶ μονοειδές), διάφορα δὲ βούλεται, οὐκ ἄρα τῷ εἶναι ποιεῖ, ἀλλὰ τῷ βού λεσθαι. Eἰ, ὥσπερ τῇ συνθέσει τῶν γραμμῶν συνυφίστανται αἱ γωνίαι, οὕτως καὶ ὁ κόσμος τῷ θεῷ, ἀναγκαστικῶς ἄρα καὶ ἀβουλήτως ποιεῖ τὸν κόσμον ὁ θεός, κατὰ συμβεβηκὸς καὶ οὐ καθ' αὑτό· ἀναγκαστικῶς γὰρ καὶ κατὰ συμβεβηκὸς συνυφίστανται αἱ γωνίαι τῇ θέσει τῶν γραμμῶν. Ὁ ποιῶν τὸ μὴ ὂν ποιεῖ· τὸ γὰρ ὂν οὐ χρῄζει ποιητοῦ. Ἀλλ' εἰ τοῦτο, οὐκ ἄρα ποιητής ἐστιν ὁ θεὸς τῶν συνυφισταμένων αὐτῷ, καθά φησιν ὁ ἀποκρινάμενος. Ὁ θεὸς οἰκίαν οὐκ ἐποίησεν, ἀλλ' ἐποίησε τὸν ἄνθρωπον, καὶ δέδωκεν αὐτῷ δύναμιν ποιητικὴν τῆς οἰκίας. Οὐδὲν οὖν τούτων ἀγενήτως παρὰ τῷ θεῷ, οὔτε ἡ ποίησις τοῦ ἀνθρώπου οὔτε ἡ δόσις τῆς δυνάμεως. Δύο κα νόνας ἔθηκεν ὁ ἀποκρινάμενος· ἕνα μὲν ἐπὶ τῆς ποιήσεως τῶν ἀγεννήτων ὄντων καὶ ἀγεννήτως ποιούντων, ἕνα δὲ ἐπὶ τῆς ποιήσεως τῶν γεννητῶν ὄντων καὶ γεννητῶς ποιούντων. Καὶ τὰ μέν, φησίν, ἔργα τῶν ἀγεννήτων συνυφίσταται τοῖς ἑαυ τῶν ποιηταῖς ἀγεννήτως, τὰ δὲ ἔργα τῶν γεννητῶν ἔγχρονα. Μηδενὸς τοίνυν τῶν ἀγεννήτων ἐγχρόνως ποιούντων, δῆλον ὅτι τὰ γεννητὰ οὔτε γέγονεν ὑπὸ τοῦ ἀγεννήτου οὔτε γενέσθαι
PG 6:1439δύναται. Μὴ προσέχωμεν δὲ τὸ ποιεῖν τὸν θεὸν ἀνθρωπίνως. Oὐ γὰρ ὥσπερ ἡμεῖς, τὸ πρότερον ἄλλως ἔχοντες, ὕστερον εἰς ἄλλο μεταβάλλοντες, λεγόμεθα ποιεῖν, οὕτως καὶ ὁ θεὸς ποιεῖ· ἀλλά, δι' ἄῤῥητον ὑπερβάλλουσάν τε δύναμιν ἀχρόνως ποιῶν πάντα, τελειοῖ πάντα, καὶ ἅμα τῷ αὐτὸν εἶναι καὶ τὰ ὄντα ποιεῖ, οὐ χρείαν ἔχων ὥσπερ ἡμεῖς τοῦ πρότερον γενέσθαι καὶ τελειωθῆναι, καὶ οὕτως ποιῆσαι, διὰ τὸ μηδὲν εἶναι ἐν αὐτῷ πρότερον καὶ ὕστερον. Ἡμεῖς μὲν τὸ πρότερον μετα βάλλομεν εἰς τὸ ὕστερον τῇ εὑρέσει τοῦ βελτίονος· ὁ δὲ θεὸς οὐχ οὕτως, ἀλλ', ὥσπερ προσήκει, τὸ ἐξ ἀρχῆς ποιεῖ, οὐ μετα βάλλων εἰς ὕστερον τὰ πρότερα. Eἰ γὰρ προέθηκε μὲν ἐξ ἀρ χῆς τὸ μεταβαλεῖν εἰς ὕστερα τὰ πρότερα καὶ οὐ μεταβάλλει, ἢ ἀσθένεια ἐνομίζετο τῆς δυνάμεως ἢ ὅτι εὗρε τοῦ προκειμένου τὸ βέλτιον, ὧν οὐδὲν πρόσεστι τῷ θεῷ, οὔτε ἡ ἀσθένεια τῆς δυνάμεως οὔτε τὸ ὕστερον εὑρεῖν τοῦ προτέρου τὸ βέλτιον. Eἰ ποιεῖ ὁ θεὸς πάντα, τὰ μὴ γινόμενα ἀλλὰ συνυφιστάμενα, περιττὸν ἦν τὸ ἅμα τῷ εἶναι αὐτὸν τὰ ὄντα ποιεῖν. Ὥσπερ γὰρ περιττὸν ἦν, οὔσης τῆς συνθέσεως τῶν γραμμῶν, ποιῆσαι τὰς γωνίας, οὕτως περιττὸν ἦν, ὄντος τοῦ θεοῦ σὺν τῷ κόσμῳ, ποιῆσαι τὸν κόσμον, εἰ ἄρα συνυφίσταται τῷ θεῷ, καθά φησιν ὁ ἀποκρινάμενος. Eἰ ἅμα τῷ εἶναι τὸν θεὸν ἔστι καὶ ὁ κόσμος, ὁ δὲ κόσμος ἀεὶ ἐν κινήσει, ἡ δὲ κίνησις ἐν χρόνῳ, ἐν χρόνῳ ἄρα ὁ θεὸς σὺν τῷ κόσμῳ. Eἰ ἀγένητος ὢν ὁ θεὸς καὶ ἀγενήτως ἀγένητα ποιεῖ, οὐ τὰ γινόμενα ἀλλὰ τὰ συνυφιστάμενα αὐτῷ, ἀγέννητος ἄρα καὶ ὁ ἄνθρωπος, μέρος ἂν τοῦ κόσμου. Πῶς οὖν γεννητὸν τοῦτον ὁ ἀποκρινάμενος καλεῖ; Καὶ εἰ ἀγένητος ὢν ὁ θεὸς καὶ ἀγενήτως ἀγένητα ποιεῖ, δῆλον ὅτι καὶ ἁπλοῦς ὢν ἁπλᾶ πάντα συνυφιστάμενα αὐτῷ ποιεῖ. Ἀλλ' εἰ τοῦτο, οὐκ ἄρα συνυφίσταται τῷ θεῷ ὁ κόσμος, σύνθετος ὢν καὶ ὅλῳ καὶ μέρει. Eἰ ἕν ἐστιν ὁ θεός, καὶ οὐχ ἓν τὸ συνυφιστάμενον αὐτῷ, οὐδ' ἄρα συνυφίσταται αὐτῷ τὰ γενητὰ ἀγενήτῳ ὄντι. Ὁ θεὸς εἰ νοητῶν τε καὶ αἰ σθητῶν ἐστιν ἐπέκεινα, καὶ οὐ ποιεῖ ἔργα νοητῶν τε καὶ αἰ σθητῶν ἐπέκεινα, οὐδ' ἄρα ἀγένητος ὢν ἀγένητα ποιεῖ. Eἰ ἀδύνατον συνυφίστασθαι τῷ ἐπέκεινα ἑαυτοῦ, πῶς συνυπέστη ὁ κόσμος τῷ θεῷ, ἐπέκεινα ὄντι αὐτοῦ; Eἰ ἀδύνατον εἶναι ἀγένητα τὰ σύνθετα, πῶς ὁ οὐρανὸς καὶ ὁ ἥλιος καὶ ὁ κόσμος εἰσὶν ἀγένητοι, σύνθετοι ὄντες, ἄλλοθεν ἔχοντες τὴν ὕλην καὶ ἄλλοθεν τὸ εἶδος; Ὁρῶμεν καὶ τὴν φύσιν αὐτῷ τῷ εἶναι ποιοῦσαν καὶ ἀθρόαν ἀεὶ τὴν μεταβολὴν ἐργαζομένην, ὥσπερ ἐπὶ τῆς πή ξεως τοῦ γάλακτος ἀθρόως τὴν πῆξιν θεώμεθα παραγινο μένην τῷ γάλακτι. Πολλῷ τοίνυν τὸν θεὸν μᾶλλον οἰητέον ἀθρόως καὶ ἀχρόνως πάντα ποιεῖν, αὐτὸν μὲν ὄντα ἕν, τῇ δὲ ἀπειρίᾳ τῆς δυνάμεως διάφορα προάγοντα, καὶ αὐτὰ παν τελῶς αὐτοπάρακτα τυγχάνοντα. Ἡ μὲν φύσις ἀθρόαν τὴν μεταβολὴν ἐργάζεται, οὐ πρὸς ποίησιν οὐσίας ἀλλὰ πρὸς ποίησιν τοῦ πάθους· ἡ γὰρ πῆξις ἐν τῷ γάλακτι πάθος ἐστὶ
PG 6:1442τοῦ γάλακτος, οὐσίαν δὲ οὐδαμῶς ἀθρόως ποιεῖ ἡ φύσις. Πῶς οὖν οὐκ ἔστιν ὁ ἀποκρινάμενος ἀνοικείῳ ὑποδείγματι, τῇ ἐργασίᾳ τῆς φύσεως, χρησάμενος πρὸς παράστασιν τῆς τοῦ θεοῦ ἀχρόνως ἐργασίας, δημιουργοῦ πολλῶν καὶ διαφό ρων οὐσιῶν ὄντος, ἅς, κἂν ἀθρόως ποιῇ ὁ θεός, οὐδ' οὕτως ἀχρόνως; Τὸ γὰρ ἀθρόον τοῦ χρόνου ἐστὶ τὸ ἄτομον. Τῶν αὐτοπαράκτων οὐ κυριεύει ἡ τοῦ θεοῦ βούλησις, κυριεύει δὲ ἡ βούλησις τοῦ θεοῦ ὧν αὐτὴ παράγει. Ἀλλ' εἰ κυριεύει ἡ βούλησις τοῦ θεοῦ πάντων, οὐδὲν ἄρα αὐτοπάρακτον. Αὐτο πάρακτον ὀνομάζει ὁ ἀποκρινάμενος καὶ τὸν θεὸν καὶ τὸν κόσμον. Ἀλλ' εἰ αὐτοπάρακτός ἐστιν ὁ κόσμος, συνυφιστά μενος τῇ αἰτίᾳ τῆς ὑποστάσεως αὐτοῦ, ἀνάγκη ἄρα καὶ τὸν θεόν, αὐτοπάρακτον ὄντα, συνυφίστασθαι τῇ αἰτίᾳ τῆς ὑπο στάσεως αὐτοῦ. Ἀλλ' εἰ τοῦτο ἄτοπον, ἄτοπον ἄρα καὶ τὸ λέγειν τὸν θεὸν καὶ τὸν κόσμον αὐτοπαράκτους, καὶ συνυ φισταμένους ἀλλήλοις ἀδιαστάτως. Eἰ καθ' αὑτὸ μὲν ἔστιν ὁ θεὸς αὐτοπάρακτος, κατὰ συμβεβηκὸς δὲ ὁ κόσμος ὁ συνυφιστάμενος αὐτῷ, πῶς οὐκ ἔστι ψευδὲς τὸ Οὐδὲν συμ βαίνει θεῷ, εἴγε, αὐτοπαράκτως παραγομένου τοῦ θεοῦ, συν υπέστη αὐτῷ αὐτοπάρακτος ὁ κόσμος; Eἰ τὰ φυσικῇ ἀνάγκῃ τινὶ συμβησόμενα ἀβουλήτως συμβαίνει αὐτῷ, πῶς, εἰ φυ σικῇ ἀνάγκῃ συνυφίσταται ὁ κόσμος τῷ θεῷ, οὐκ ἀβουλήτως αὐτῷ συνυφίσταται κατὰ συμβεβηκός; Eἰ ταὐτόν ἐστι παρὰ τῷ θεῷ τὸ εἶναι τῷ βούλεσθαι, δῆλον ὅτι ἐν οἷς οὐ βούλε ται ὁ θεὸς ἐν τούτοις οὐδέ ἐστι. Πῶς οὖν, μὴ ὄντος αὐτοῦ, ὁ κόσμος αὐτῷ συνυφίσταται; Ἀβουλήτως γὰρ αὐτῷ συνυφίσταται ὁ κόσμος. Eἰ ὁ ἀγένητος ἀγενήτως ἀγένητα ποιεῖ, δῆλον ὅτι καὶ ὁ ἀσύνθετος ἀσυνθέτως ἀσύνθετα ποιεῖ. Eἰ δὲ μὴ τὸ δεύτερον, οὐδ' ἄρα τὸ πρῶτον. Σύνθετος γὰρ ὁ κόσμος. Eἰ ὁ θεὸς θεϊκῶς θεοὺς οὐ ποιεῖ, πῶς ὁ ἀγένητος ἀγενήτως ἀγένητα ποιεῖ; Oὐ γὰρ αὐτὸς ἑαυτῷ συνυφίσταται, ἀλλὰ ἕτερος. Ἄλλο ὁ θεός, ἄλλο τὸ ἀγένητον· ἐκείνῳ μὲν ὑπάρχει, τούτῳ δὲ χωρίζεται τῶν γενητῶν. Καὶ ποιῶν ὁ θεὸς ὑπάρχει, ποιῶν οὐ χωρίζεται. Eἰ δὲ καὶ ᾧ χωρί ζεται ποιεῖ, ἀλλὰ κατὰ συμβεβηκὸς καὶ οὐ καθ' αὑτό, πῶς οὐδὲν συμβαίνει τῷ θεῷ κατὰ συμβεβηκὸς ποιοῦντι; Eἰ, ὥσπερ συνυφίσταται τῇ σφαίρᾳ τὸ κοῖλον καὶ τὸ κυρτόν, οὕτως συνυφίσταται τῷ θεῷ ὁ κόσμος, ἀλληλαίτιοι ἄρα ὁ μὲν θεὸς τοῦ κόσμου, ὁ δὲ κόσμος τοῦ θεοῦ, καθάπερ κἀ κεῖνα. Eἰ οὐ ποιεῖ τις βουλήσει ἃ καὶ μὴ βουλόμενος ἐποίει, πῶς οὖν βουλήσει τὸν κόσμον ἐποίησεν ὁ θεός, ὃν καὶ μὴ βουλόμενος ποιεῖν ἐξ ἀνάγκης ἐποίει; Eἰ ἓν μὲν τῇ οὐσίᾳ ὁ θεός, ἄπειρος δὲ τῇ δυνάμει, τὰ δὲ συνυφιστάμενα αὐτῷ μήτε ἓν κατὰ τὴν οὐσίαν αὐτοῦ μήτε ἄπειρα κατὰ τὴν δύ ναμιν αὐτοῦ, οὐδ' ἄρα συνυφίσταται αὐτῷ. Ὁ θεὸς ἀεὶ τέ λειός ἐστιν, ἀεὶ δυνατός ἐστιν· καὶ ἐν αὐτῷ μὲν πρότερον καὶ ὕστερον οὐδέν, ἐν δὲ τοῖς ἔργοις αὐτοῦ ἐστιν ἀμφότερα. Eἰ σύνθετα τὰ ἔργα αὐτοῦ, πᾶν δὲ σύνθετον ἐξ ἁπλῶν σύγ κειται, καὶ ἀδύνατον ἅμα εἶναι τὰ ἁπλᾶ τοῖς συνθέτοις·
PG 6:1444πρῶτα γὰρ τὰ ἁπλᾶ, ὕστερον δὲ τὰ σύνθετα. Ὥσπερ ἀδιά βλητος ὁ θεὸς ἐπὶ τῇ ἀσθενείᾳ τῆς δυνάμεως, ὅτι μὴ ποιή σας πλείους κόσμους, ἀλλὰ ποιήσας ἕνα κόσμον ἔπαυσε τὴν ποίησιν, οὕτως ἀδιάβλητος ὁ θεὸς ἐπὶ τῷ ἀτελεῖ τῆς δυνά μεως, ὅτι μὴ ἅμα τῷ εἶναι αὐτὸν τὸν κόσμον ἐποίησεν, ἀλλ' ὅτε ἐβούλετο. Οὐδὲν διαφέρει τὸ αὐτοπάρακτον τοῦ αὐτο γενοῦς· ἀλλ' εἰ αὐτοπάρακτος ὁ θεὸς καὶ αὐτοπάρακτος ὁ κόσμος, ἔσονται αὐτογένητοι ὅ τε θεὸς καὶ ὁ κόσμος. Eἰ, ὥσπερ ὁρῶμεν ἀθρόως τὴν πῆξιν τῷ γάλακτι παραγινομέ νην, οὕτως ἀθρόως παραγίνεται τῷ κόσμῳ τὸ εἶναι, γε νητὸς ἄρα ὁ κόσμος καὶ μεταβλητὸς ἐκ τοῦ ἀνουσίου εἰς οὐσίαν· τὸ γὰρ παραγίνεται τὸ γενέσθαι δηλοῖ. Eἰ αὐτο πάρακτος ὁ θεὸς καὶ αὐτοπάρακτος ὁ κόσμος, ἡ αὐτοπαραξία ἑκατέρου ἑκατέρου ἔσται ἀρχὴ τῆς ὑπάρξεως. Πῶς οὖν ἄναρ χος καὶ ἀΐδιος ὁ θεὸς καὶ ὁ κόσμος, τὰς αὐτοπαραξίας ἔχον τες αὑτῶν ἀρχὰς τῆς ὑπάρξεως αὑτῶν; Τὸ αὐτοπάρακτον παραγωγῆς ἔχει σημασίαν τοῦ ἀφ' ἑαυτοῦ παραγομένου. Ἀλλ' ἐπειδὴ πᾶν τὸ παραγόμενον ἢ τῇ παρουσίᾳ παράγεται κατὰ μετάστασιν ἐκ τόπου εἰς τόπον, ἢ τῇ οὐσίᾳ παράγεται κατὰ ποίησιν ἄγουσαν ἐκ τῆς ἀνυπαρξίας εἰς ὕπαρξιν, μηδὲν δὲ τούτων πρόσεστι τῷ θεῷ, δῆλον ὅτι οὐκ ὀρθῶς αὐτὸν ὠνόμασεν ὁ ἀποκρινάμενος αὐτοπάρακτον· τὸ γὰρ αὐτοπάρακτον τοῦ ἑτεροπαράκτου τῷ ὅλως αὐτοπαράκτῳ οὐδὲν δια φέρει. Eἰ ἀδύνατον εἶναι τὸ ἀγένητον ποιητόν, ἀδύνατον εἶναι τὸν κόσμον ἀγένητον καὶ τὸν ποιήσαντα αὐτὸν θεόν. Eἰ δὲ τῷ ποιητῷ διαφέρει ὁ κόσμος τοῦ θεοῦ, ἐξ ἀνάγκης καὶ τῷ γενητῷ διαφέρει· ποιητὸς γὰρ ὁ κόσμος, ἀποίητος δὲ ὁ θεός. Eἰ ὁ φυσικῇ ἀνάγκῃ τῷ ἀγενήτῳ συνυφιστάμενος ἀποίητός ἐστι, πῶς οὖν οὐκ ἔστι ψευδὲς τὸ Ἐποίησε ποιητὸν κόσμον ὁ θεός, ἀποίητον ὄντα καὶ ἀγένητον κατ' αὐτόν; Eἰ αὐτοπάρακτός ἐστιν ὁ κόσμος καὶ οὐ ποιητός, ἐξ ἀνάγκης καὶ αὐτοποίητός ἐστιν. Τοῦ αὐτοπαράκτου τὸ αὐτογένητον καὶ αὐτοποίητον οὐδὲν διαφέρει. Ἀλλ' εἰ αὐτοπάρακτος ὅ τε θεὸς καὶ ὁ κόσμος, αὐτογένητοι καὶ αὐτοποίητοι ἔσον ται. Eἰ δὲ τοῦτο ἄτοπον, ἄτοπον ἄρα καὶ τὸ λέγειν αὐτο πάρακτον μὲν τὸν ἄναρχόν τε καὶ ἀΐδιον θεόν, ἀγένητον δὲ καὶ αὐτοπάρακτον τὸν ποιητὸν κόσμον. Eἰ αὐτοπάρακτός ἐστιν ὁ κόσμος, οὐκ ἔστι θεοπάρακτος· καὶ εἰ μὴ θεοπάρακτος, οὐδὲ παρήγαγεν αὐτὸν ὁ θεός. Πῶς οὖν ὁ ἀποκρι νάμενος, ὅταν λέγῃ προάγοντα μὲν τὸν θεόν, αὐτοπάρακτον δὲ τὸν κόσμον, οὐκ ἔστι ψευδῆ καὶ ἀσύμβατα λέγων; Πολλῷ τοίνυν, φησί, τὸν θεὸν μᾶλλον οἰητέον ἀθρόως καὶ ἀχρόνως πάντα ποιεῖν, αὐτὸν μὲν ὄντα ἕν, τῇ δὲ ἀπειρίᾳ τῆς δυνά μεως τὰ διάφορα προάγοντα, καὶ αὐτὰ παντελῶς αὐτοπάρακτα τυγχάνοντα. Καὶ εἰ ἰσοδυναμεῖ τὸ ποιεῖν τῷ ποιή σειν, πῶς ὁ ἀναιρῶν ἀπὸ τοῦ θεοῦ τὸ ποιήσειν, ὡς ἔμφασιν μὲν ἔχον τοῦ μέλλοντος χρόνου, νῦν τίθησιν ἐπ' αὐτοῦ τὸ ποιεῖν, τὴν αὐτὴν ἔχον τοῦ χρόνου ἔμφασιν; Eἰ δὲ σὺν τῇ ἐμφάσει τοῦ μέλλοντος χρόνου ἔχει τὸ ποιεῖν καὶ τοῦ παρ
PG 6:1446εληλυθότος τὴν ἔμφασιν, πῶς οὐκ ἔστιν ἐν τῇ τοῦ θεοῦ ἐρ γασίᾳ τοῦ χρόνου πάντα τὰ μέρη ὑπάρχοντα; Τετάρτη ἐρώτησις χριστιανικὴ πρὸς τοὺς Ἕλληνας. Eἰ ἀδύνατον τῷ πρώην μὲν οὐκ ὄντι, ὕστερον δὲ ὄντι, συναΐδιον εἶναι τῷ ἀεὶ ὄντι, πῶς, εἰ γενητὸς ὁ κόσμος, συναΐδιός ἐστι παρὰ τῷ θεῷ; Ἀπόκρισις ἑλληνικὴ πρὸς τοὺς Χριστιανούς. Ὅτι· μὲν ἀδύνατον τὸ ἔγχρονον (τοῦτο γὰρ σημαίνει τὸ πάλαι μὲν μὴ ὄν, ὕστερον δὲ ὄν) ἀΐδιον εἶναι καὶ συναΐδιον τῷ ἀεὶ ὄντι, δῆλον. Ὅτι δὲ καὶ ἐκ τούτου τοῦ λόγου δείκνυται ὁ κόσμος ἀγένητος, καὶ τοῦτο παντί που δῆλον. Ἀλλ' εἴ τις ἐθέλοι λέγειν ὥς τινες τῶν παλαιῶν τὸν κόσμον γενητὸν κα λοῦσιν, εἰ μὲν ἐπιπολαίως σκέψοιντο τοὺς λόγους, μέμψοιντο ἂν δικαίως τοὺς τοῦτο λέγοντας· εἰ δὲ τὸ βάθος κατανοήσωσιν ἀκριβῶς τῶν λεχθέντων, εὑρήσουσιν ἀκριβῶς καὶ σαφῶς ἀγέ νητον τούτους τὸν κόσμον ἀποφαινομένους. Αὐτοὶ γάρ, λέ γοντες τήν τε παραδειγματικὴν καὶ τὴν ποιητικὴν αἰτίαν ἀγέ νητον εἶναι, δῆλον ὅτι καὶ τὸν κόσμον, δημιούργημα τούτων ὄντα, σαφῶς ἀγένητον ἀποφαίνουσι. Τοῖς γὰρ παλαιοῖς ἀπο δέδεικται τὰ καλούμενα πρὸς τὶ ἅμα τῇ φύσει ὑπάρχειν. Ἐπεὶ οὖν ἥ τε εἰκὼν πρὸς τὸ παράδειγμα καὶ τὸ παράδειγμα πρὸς τὴν εἰκόνα καὶ τὸ δημιούργημα πρὸς τὸν δημιουργὸν καὶ ὁ δημιουργὸς πρὸς τὸ δημιούργημα, ἅμα τῇ φύσει ὑπάρξει· εἰ τοίνυν ἀγένητος ὁ δημιουργὸς καὶ τὸ παράδειγμα ἀγένητον, καὶ ὁ κόσμος, τοῦ μὲν παραδείγματος εἰκὼν ὤν, τοῦ δὲ δη μιουργοῦ δημιούργημα. Ὅτι δὲ τὰ πρὸς τὶ ἅμα τῇ φύσει ὑπάρ χει, σαφῶς πᾶσιν ἀποδέδεικται καὶ ὡμολόγηται, καὶ αὐτόθεν ·ᾴδιον γινώσκειν. Τὸ γὰρ δεξιὸν καὶ ἀριστερὸν τῶν πρὸς τί. Ὥσπερ οὖν οὐκ ἐνδέχεται τὸ δεξιὸν εἶναι μὴ ὄντος τοῦ ἀρι στεροῦ μηδὲ τὸ ἀριστερὸν ἐκτὸς τοῦ δεξιοῦ, οὕτως οὐκ ἐνδέχε ται τὸν δημιουργὸν εἶναι ἄνευ τοῦ δημιουργήματος ἢ τὸ δη μιούργημα ἄνευ τοῦ δημιουργοῦ. Eἰ οὖν ἀγένητος ὁ δημιουρ γός, ἀγένητον καὶ τὸ δημιούργημα. Eἰ δέ τις θέλοι λέγειν ὅτι πρότερον μὲν ἦν ὁ δημιουργός, ὕστερον δὲ γέγονε τὸ δημιούρ γημα, καὶ ἄλλῳ περιπεσεῖται ἀτόπῳ. Εὑρεθήσεται γὰρ δυ νάμει εἶναι λέγων τὸν δημιουργὸν καὶ οὐκ ἐνεργείᾳ (ὅπερ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸν θεὸν ἀτελῆ λέγειν), καὶ πρὸς τούτοις οὐδὲν ἧττον συνυφίστασθαι τῷ δημιουργῷ τὸ δημιούργημα, δυνάμει ὂν καὶ τοῦτο ὥσπερ ὁ δημιουργός, ἁπανταχοῦ τῶν πρὸς τὶ ὑφισταμένων ἐπ' ἴσης. Eἰ μὲν οὖν ὁ δημιουργὸς δυνάμει, καὶ τὸ δημιούργημα δυνάμει· εἰ δὲ ὁ δημιουργὸς ἐνεργείᾳ καὶ τέλειος, καὶ τὸ δημιούργημα ὁμοίως. Σαφῶς τοίνυν παντὶ δῆλον ὑπάρχει τὸ συνυφίστασθαι τῷ δημιουργῷ, καθὰ δη μιουργός, τὸ δημιούργημα. Ἔλεγχος τῆς ἀποκρίσεως οὐκ ὀρθῶς γεγενημένης. Ὡς δείξας ἀποκρινάμενος ἐν ταῖς ἄλλαις αὑτοῦ ἀπο κρίσεσι τὸν κόσμον ἀγένητον, οὕτως καὶ ἐν τῇ παρούσῃ ἀπο κρίσει ἐπαγγέλλεται δεῖξαι τὸν κόσμον ἀγένητον· καίτοι ἐν ταῖς ἄλλαις αὑτοῦ ἀποκρίσεσιν οὔτε ἐκ τῶν φανερῶν τε καὶ
PG 6:1448γνωρίμων τοῦ κόσμου ἐδογμάτισε τὴν ἀγενεσίαν, οὔτε διὰ τῆς ἀποδείξεως ταύτην ἔθηκεν, ἀλλὰ μόνον κατὰ τὴν οἰκείαν αὐθεντίαν τὸ δοκοῦν αὑτῷ ἀπεφήνατο. Ἐλθὼν δὲ εἰς τὴν παροῦσαν ταύτην ἀπόκρισιν, ἐν ᾗ πειρᾶται δεῖξαι τὸν κόσμον ἀγένητον, πρῶτον μέμνηται τῶν παλαιῶν, γενητὸν εἰρηκό των τὸν κόσμον· οὓς δικαίας μέμψεως ἔλεξεν ἀξίους, γενητὸν τὸν κόσμον εἰρηκότας, εἰ μὴ ταῖς ἑτέραις αὑτῶν φωναῖς τὰς οἰκείας αὑτῶν φωνὰς ἀνέτρεψαν, λεγούσας τὸν κόσμον γενητόν. Τοῦτο δὲ οὐ δικαίας ἐστὶ μέμψεως ἀπαλλακτικόν, ἀλλὰ ποιητικὸν μᾶλλον τῆς μεγάλης καὶ δικαίας μέμψεως, τὸ θεῖ ναι ἐπὶ τῆς τοῦ κόσμου γενέσεως τὴν φάσιν καὶ τὴν ἀπόφασιν, καὶ τὸ τοῖς οἰκείοις λόγοις μάχεσθαι αὐτοὺς ἑαυτοῖς. Καὶ ταῦτα μὲν εἰρήσθω εἰς ἔλεγχον τοῦ μὴ δικαίως κεχρῆσθαι τὸν ἀποκρινάμενον ταῖς ἀλλήλαις μαχομέναις φωναῖς, πρὸς ἀπό δειξιν συστατικὴν τοῦ τὸν κόσμον εἶναι ἀγένητον. Ἡμεῖς δὲ ἐξετάσωμεν τὰς τῶν παλαιῶν ἐκείνων φωνάς, ἐν αἷς δε δειγμένως τὸν κόσμον ἀγένητον ἀποφαίνουσι, καθά φησιν ὁ ἀποκρινάμενος. Ὅτι δέ, φησί, καὶ ἐκ τούτου τοῦ λόγου δείκνυται ὁ κό σμος ἀγένητος, καὶ τοῦτο παντί που δῆλον. Ἀλλὰ καὶ εἴ τις ἐθέλοι λέγειν ὥς τινες τῶν παλαιῶν τὸν κόσμον γενητὸν καλοῦσιν, εἰ μὲν ἐπιπολαίως προσέχουσι τοῖς λόγοις, μέμ ψοιντο ἂν δικαίως τοὺς τοῦτο λέγοντας· εἰ δὲ τὸ βάθος κατα νοήσουσιν ἀκριβῶς τῶν λεχθέντων, εὑρήσουσιν ἀκριβῶς καὶ σαφῶς ἀγένητον τούτους τὸν κόσμον ἀποφαινομένους. Αὐτοὶ γάρ, λέγοντες τήν τε παραδειγματικὴν καὶ ποιητικὴν αἰτίαν ἀγένητον εἶναι, δῆλον ὅτι καὶ τὸν κόσμον, δημιούργημα τού των ὄντα, σαφῶς ἀγένητον ἀποφαίνουσιν. Eἰ κεῖται τοῖς πα λαιοῖς τὸ γενητὸν εἶναι τὸν κόσμον, καὶ ἐπιπολαίως μὲν νοούμενον τὸ κείμενον μένει ἀμετάβλητον, βαθέως δὲ νοού μενον εἰς τὸ ἀντικείμενον μεταπίπτει, διὰ τί μὴ τὴν παρα δειγματικήν τε καὶ ποιητικὴν αἰτίαν, τὴν κειμένην τοῖς πα λαιοῖς, ταῖς ὁμοίαις προσοχαῖς τοῦ ἐπιπολαίως τῷ βαθέως χρησαμένου εἰς ἀντικείμενον μεταβαλλομέναις χρησάμενος ὁ ἀποκρινάμενος τὸν γενητὸν κόσμον, τὸν κείμενον τοῖς παλαιοῖς, εἰς τὸν ἀγένητον μετέβαλεν, ἵνα τοὺς τοῦτο εἰρηκότας δικαίας μέμψεως ἀπαλλάξῃ; Eἰ δὲ τοῦτο ποιεῖν ἄτοπον, χρὴ ταῖς τῶν πραγμάτων φύσεσι νοῆσαι τῶν παλαιῶν τοὺς λόγους, καὶ μὴ ταῖς διαφόροις προσοχαῖς μεταβαλλούσαις τὰ κείμενα εἰς τὰ ἀντικείμενα. Eἰ ἄλλο τὸ παράδειγμα καὶ ἄλλο τὸ κατὰ τὸ παράδειγμα (ἁπλοῦν γὰρ τὸ παράδειγμα, σύνθετον δὲ τὸ κατὰ τὸ παράδειγμα), τὸ δὲ οὕτως ἄλλο καὶ ἄλλο ἐξ ἀνάγκης ἄλ λοτε καὶ ἄλλοτε, τὸ δὲ ἄλλοτε καὶ ἄλλοτε, πρότερον καὶ ὕστε ρον, οὐ δύναται ἅμα εἶναι τῇ φύσει, οὐκ ἄρα ἅμα τῇ φύσει τὸ παράδειγμα καὶ τὸ κατὰ τὸ παράδειγμα. Ὁ ἀποκρινάμενος ποτὲ μὲν κοινὸν δημιούργημα λέγει τὸν κόσμον τῆς τε παρα δειγματικῆς αἰτίας καὶ τῆς ποιητικῆς, καί φησι· Δῆλον ὅτι καὶ τὸν κόσμον, δημιούργημα τούτων ὄντα· ποτὲ δὲ τῆς μὲν ποιητικῆς δημιούργητα, τῆς δὲ παραδειγματικῆς εἰκόνα. Καὶ
PG 6:1451δῆλον ἐκ τούτου, ὅτι οὔτε τῷ δημιουργῷ πρὸς τὶ ἐστὶ καθὸ εἰκὼν ὁ κόσμος, οὔτε τῷ παραδείγματι καθὸ δημιούργημα. Ἀλλ' εἰ τοῦτο, οὐκ ἄρα ἀληθὲς τὸ τούτων εἶναι δημιούργημα τὸν κόσμον. Eἰ τῷ παραδείγματι δημιουργεῖ ὁ δημιουργὸς τὸν κόσμον, βουλόμενος αὐτὸν δημιουργεῖ, ἀλλ' εἰ τῷ εἶναι αὐτὸν δημιουργεῖ, περιττὸν τὸ παράδειγμα, τοῦ εἶναι τὸν θεὸν ἀρκοῦντος πρὸς ποίησιν τοῦ ποιουμένου, καὶ παράγει τὸ βούλημα· οὐ γὰρ γίνεται βουλητὰ ἃ καὶ μὴ βουλομένου τοῦ ποιοῦντος ἐγίνετο. Τοιοῦτον γὰρ τὸ ἔργον τῶν τῷ εἶναι ποιούντων. Ὁ θεὸς μὲν αὐτός ἐστιν ἀγένητος, τὸ δὲ παρά δειγμα ἐγέννησεν ἐκ τῆς ἑαυτοῦ διανοίας, τὸν δὲ κόσμον ἐδη μιούργησεν ἐκ τῆς ὕλης κατὰ τὸ παράδειγμα. Ἀλλ' εἰ κατὰ τὸν ἀποκρινάμενον, ἐπειδὴ δημιούργημα τοῦ ἀγενήτου δη μιουργοῦ ἐστιν ὁ κόσμος, διὰ τοῦτο καὶ αὐτὸς ἀγένητός ἐστιν, ἔσται ἄρα καὶ τὸ παράδειγμα ἀγένητον, ἐπεὶ γέννημα τοῦ ἀγε νήτου ἐστίν. Eἰ δὲ ἄτοπον τὸ λέγειν ἀγένητον τὸ γέννημα, ἄτοπον ἄρα καὶ τὸ λέγειν ἀγένητον τὸ γενητόν. Eἰ διὰ τὸ εἶναι τὸν δημιουργὸν ἀγένητον ἀνάγκη καὶ τὸ δημιούργημα εἶναι ἀγέ νητον, δῆλον ὅτι τούτῳ τῷ τρόπῳ ἀνάγκη εἶναι καὶ ἀδημιούργητον τὸ δημιούργημα· ἀδημιούργητος γὰρ ὁ δημιουργός. Eἰ δὲ τοῦτο ἄτοπον, ἄτοπον ἄρα καὶ τὸ λέγειν τὸν κόσμον ἀγέ νητον. Τὸ δημιουργητὸν τοῦ γενητοῦ λέξει μόνῃ διαφέρει, πράγματι δὲ οὐ διαφέρει· διὸ καθ' ὅλου ἀντιστρέφει ἀλλήλοις διὰ τὸ εἶναι αὐτὰ ἐπ' ἴσης· εἴ τι γὰρ γενητόν, τοῦτο ἐξ ἀνάγ κης καὶ δημιουργητόν, καὶ εἴ τι δημιουργητόν, τοῦτο ἐξ ἀνάγ κης καὶ γενητόν. Ἀλλ' ἐπειδὴ ἀδύνατόν ἐστι τὸν κόσμον εἶναι ἀγένητον καὶ γενητόν (ἐπὶ παντὸς γὰρ ἢ τὴν φάσιν ἀληθῆ εἶναι δεῖ ἢ τὴν ἀπόφασιν), πῶς ἄρα τὸν κόσμον δυνατὸν εἶναι δημιουργητὸν καὶ ἀγένητον; Τὸ δὶς εἶναι τὸ αὐτὸ ἐν ἄλλῳ ἐξ ἀνάγκης ἄλλοτε καὶ ἄλλοτε· οἷον τὸ παράδειγμά ἐστιν ἐν τῷ θεῷ καὶ ἐν τῇ ὕλῃ, καὶ ἐν τῷ θεῷ μὲν ἀποίητον, ποιητὸν δὲ ἐν τῇ ὕλῃ, καὶ ἐν τῷ θεῷ μὲν οὐ κόσμος ἀλλὰ τοῦ κόσμου παράδειγμα, ἐν τῇ ὕλῃ δὲ κόσμος. Ἀλλ' εἰ μὲν ἄλλοτε καὶ ἄλλοτε, καὶ ἄλλως καὶ ἄλλως, ἐξ ἀνάγκης καὶ πρότερον καὶ ὕστερον. Eἰ δὲ πρότερον καὶ ὕστερον, δῆλον ὅτι οὐ συναΐδιον. Τοῖς παλαιοῖς ἀποδέδεικται τὰ καλούμενα πρὸς τὶ ἅμα τῇ φύσει ὑπάρχειν. Ἐπεὶ οὖν ἥ τε εἰκὼν πρὸς τὸ παράδειγμα καὶ τὸ παράδειγμα πρὸς τὴν εἰκόνα καὶ τὸ δημιούργημα πρὸς τὸν δημιουργὸν καὶ ὁ δημιουργὸς πρὸς τὸ δημιούργημα, ἅμα τῇ φύσει τὰ τοιαῦτα ὑπάρξει· εἰ τοίνυν ἀγένητος ὁ δημιουρ γὸς καὶ τὸ παράδειγμα, ἀγένητος καὶ ὁ κόσμος, τοῦ μὲν παρα δείγματος εἰκὼν ὤν, τοῦ δὲ δημιουργοῦ δημιούργημα. Οἷς παλαιοῖς ἀποδέδεικται τὰ πρὸς τὶ ἅμα τῇ φύσει, αὐτοῖς ἀπο δέδοται τῆς εἰκόνος ὁ λόγος. Εἰκών, φησίν, ἔστιν ἧς ἡ γένεσις διὰ μιμήσεως. Ἀλλ' εἰ κατὰ τὸν ἀποκρινάμενον ἀγένητός ἐστιν ὁ κόσμος, δῆλον ὅτι ἀπώλεσεν ὁ κόσμος τῆς εἰκόνος τὸ ὄνομα, καὶ τὸ ὄνομα καὶ τὸ πρᾶγμα· ἐν ἀγενεσίᾳ γὰρ ἀδύ νατον τῷ κόσμῳ σώζειν τῆς εἰκόνος τὸν λόγον. Ὁ λέγων τὸ δημιούργημα ἀγένητον, ἐπειδὴ ὁ δημιουργὸς αὐτοῦ ἀγένητός
PG 6:1453ἐστιν, ὀφείλει καὶ ἀδημιούργητον λέγειν τὸ δημιούργημα, ἐπειδὴ ὁ δημιουργὸς αὐτοῦ ἀδημιούργητός ἐστιν· ἀντακολουθοῦσι γὰρ ἀλλήλοις ἐξ ἀνάγκης, τῷ μὲν ἀγενήτῳ τὸ ἀδημιούργητον καὶ τῷ ἀδημιουργήτῳ τὸ ἀγένητον. Eἰ δὲ τοῦτο ἄτοπον, ἄτοπον ἄρα καὶ τὸ λέγειν δημιούργημα ἀγένητον. Eἰ ἅμα τῇ φύσει τὰ πρὸς τὶ καὶ διὰ τοῦτο ἀνάγκη συναγένητον εἶναι τῷ δη μιουργῷ τὸ δημιούργημα, καθὰ τῷ ἀποκριναμένῳ δοκεῖ, ἀ νάγκη ἄρα τὸν αὐτὸν τρόπον συναγένητον λέγειν τὸ γενητὸν τῷ ἀγενήτῳ. Πρὸς τὶ γὰρ καὶ ταῦτά ἐστι· πρὸς γὰρ τὸ γε νητὸν τὸ ἀγένητον, καὶ πρὸς τὸ ἀγένητον τὸ γενητόν. Eἰ δὲ τοῦ γενητοῦ μὲν οὐκ ὄντος δυνάμει ἐστὶ τὸ ἀγένητον ἀγένητον, ὄντος δὲ τοῦ γενητοῦ ἐνεργείᾳ ἐστὶν ἀγένητον τὸ ἀγένητον, ἀνάγκη ἄρα καὶ ἐπὶ τοῦ δημιουργοῦ καὶ τοῦ δημιουργήματος καὶ τοῦ παραδείγματος καὶ τῆς εἰκόνος τοῦτο ὡσαύτως νοεῖν· καὶ οὐδὲν ἄτοπον συμβαίνει. Ἣν γὰρ ἔχει φύσιν τὸ πρὸς τὶ κατὰ τὸν δημιουργὸν καὶ τὸ δημιούργημα, τὴν αὐτὴν ἔχει καὶ κατὰ τὸ γενητὸν καὶ ἀγένητον. Καὶ τὸ πρῶτον καὶ ὕστερον τῶν πρὸς τὶ ἐστίν· πρὸς γὰρ τὸ πρῶτον τὸ ὕστερον καὶ πρὸς τὸ ὕστερον τὸ πρῶτον, καὶ ἅμα εἰσὶ τῇ φύσει δυνάμει ἢ τῇ φύσει ἐνεργείᾳ. Ἀλλ' εἰ κατὰ τὸν ἀποκρινάμενον τὸ δημιούρ γημα συναγένητόν ἐστι τῷ ἀγενήτῳ δημιουργῷ, ἐπειδὴ πρὸς τὶ ἐστὶ καὶ ἅμα τῇ φύσει, ἔσται ἄρα τούτῳ τῷ τρόπῳ καὶ τὸ γενητὸν συναγένητον τῷ ἀγενήτῳ θεῷ. Πρῶτος μὲν γὰρ ὁ θεός, ὕστερον δὲ τὸ γενητόν· καὶ ἔστιν ὡς πρὸς τὶ ἅμα τῇ φύσει τὸ πρότερον καὶ ὕστερον. Eἰ δέ, χωρὶς τοῦ ποτὲ μὲν δυνάμει, ποτὲ δὲ ἐνεργείᾳ, ἀδύνατόν ἐστι τὸ πρῶτον καὶ ὕστε ρον εἶναι ἅμα τῇ φύσει, οὐδ' ἄρα τὸ δημιούργημα συναΐδιόν ἐστι τῷ δημιουργῷ οὔτε ἡ εἰκὼν τῷ παραδείγματι. Ὅτι δὲ τὰ πρὸς τὶ ἅμα τῇ φύσει ὑπάρχει, σαφῶς πᾶσιν ἀποδέδεικται καὶ ὡμολόγηται, καὶ αὐτόθεν ·ᾴδιον γινώσκειν. Τὸ γὰρ δεξιὸν καὶ τὸ ἀριστερὸν τῶν πρὸς τί. Ὥσπερ οὖν οὐκ ἐνδέχεται τὸ δεξιὸν εἶναι μὴ ὄντος τοῦ ἀριστεροῦ μηδὲ τὸ ἀρι στερὸν ἐκτὸς τοῦ δεξιοῦ, οὕτως οὐκ ἐνδέχεται τὸν δημιουργὸν εἶναι ἄνευ τοῦ δημιουργήματος ἢ τὸ δημιούργημα ἄνευ τοῦ δη μιουργοῦ. Eἰ οὖν ἀγένητος ὁ δημιουργός, ἀγένητον καὶ τὸ δημιούργημα. Eἰ μὲν γάρ, ὥσπερ κατὰ τὴν αὐτὴν οὐσίαν ὑπῆρχε τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν ἐν τῷ ὅλῳ μέρει πρὸς ἄλ ληλα, οὕτως ὑπῆρχε καὶ ὁ δημιουργὸς καὶ τὸ δημιούργημα κατὰ τὴν αὐτὴν οὐσίαν ἐν τῷ ὅλῳ μέρει πρὸς ἄλληλα, εἶχεν ἂν χώραν τὸ ὑπόδειγμα, ᾧ χρησάμενος ὁ ἀποκρινάμενος ἐπειρᾶτο δεῖξαι συναγένητον τῷ δημιουργῷ τὸ δημιούργημα· εἰ δὲ τὸ μὲν δεξιὸν καὶ τὸ ἀριστερὸν κατὰ τὴν αὐτὴν οὐσίαν ἐστὶν ἐν τῷ ὅλῳ μέρει πρὸς ἄλληλα, ὁ δὲ δημιουργὸς καὶ τὸ δημιούρ γημα οὐκ ἔστι τοιοῦτον, δῆλον ὅτι ἀνοικείῳ ὑποδείγματι ἐχρή σατο ὁ ἀποκρινάμενος, πρὸς τὴν φύσιν τοῦ πράγματος μηδε μίαν ἀναλογίαν ἔχοντι πρὸς τὸ ὑποδεικνύμενον. Τῶν πρὸς τὶ τὰ μὲν ἀλλήλων λέγονται ὅπερ λέγονται, οἷον ὁ πατὴρ τοῦ υἱοῦ λέγεται πατὴρ καὶ ὁ υἱὸς τοῦ πατρὸς λέγεται υἱός, τὰ δὲ οὐ λέγονται ἀλλήλων ὅπερ λέγονται, ὡς τὸ εὐθὺ καὶ τὸ περι
PG 6:1455φερές, ὧν ἐστι κοινὸν τὸ ποτὲ μὲν δυνάμει λέγεσθαι θάτερον ὅπερ λέγονται, ποτὲ δὲ ἐνεργείᾳ, τὰ δὲ ἀμφότερα ἀεὶ ἢ δυνά μει ἐστὶν ἢ ἐνεργείᾳ, ὡς τὸ κοῖλον καὶ τὸ κυρτόν, τὰ δὲ ἀεὶ ἐνεργείᾳ, ὡς τὸ ἄνω καὶ κάτω. Τούτων οὐσῶν τῶν πρὸς τὶ τῶν διαιρέσεων, ὅταν βουλώμεθά τινος ζητουμένου λῦσαι τὸ ἄπορον διὰ τοῦ πρὸς τί, χρὴ πρῶτον καταμαθεῖν ποίας διαι ρέσεως τῶν πρὸς τὶ ἐστὶ τὸ ζητούμενον, εἶθ' οὕτως κατὰ τὴν φύσιν τῆς διαιρέσεως κατασκευάζειν τὴν ἀναλογίαν, ἣν ἔχει τὸ ὑπόδειγμα πρὸς τὸ ὑποδεικνύμενον· εἰ δὲ μή γε, εὑρεθή σεται τὸ ὑπόδειγμα ἀνοίκειον καὶ τὸ ἄπορον ἄλυτον. Eἰ ὁ δημιουργὸς καὶ τὸ δημιούργημα τῶν πρὸς τὶ ἐστὶ τῶν ἀλλήλων λεγομένων ὅπερ λέγονται (δημιουργοῦ γὰρ τὸ δημιούργημα καὶ τοῦ δημιουργήματος ὁ δημιουργός), ὁ δὲ ἀποκρινάμενος, βου λόμενος ὑποδείγματι δεῖξαι συναγένητον τῷ ἀγενήτῳ τὸ γε νητόν, ἔλαβεν εἰς τὴν τούτου δεῖξιν τὸ πρὸς τὶ τῶν ἀλλήλων μὴ λεγομένων (τὸ γὰρ δεξιὸν οὐ λέγεται τοῦ ἀριστεροῦ οὔτε τὸ ἀριστερὸν τοῦ δεξιοῦ), δῆλός ἐστιν ὅτι ἀνοικείῳ ὑποδείγματι ἐχρήσατο κατὰ τὴν φύσιν τοῦ δεικνυμένου ἀναλογίαν οὐκ ἔχοντι λυτικὴν ἀπορίας τοῦ ζητουμένου πρὸς τὸ ὑποδεικνύμενον. Eἰ δέ τις θέλει λέγειν ὅτι πρότερον μὲν ἦν ὁ δημιουρ γός, ὕστερον δὲ γέγονε τὸ δημιούργημα, καὶ ἄλλῳ περιπεσεῖται ἀτόπῳ. Εὑρεθήσεται γὰρ δυνάμει εἶναι λέγων τὸν δημιουργὸν καὶ οὐκ ἐνεργείᾳ (ὅπερ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸν θεὸν ἀτελῆ λέ γειν), καὶ πρὸς τούτοις οὐδὲν ἧττον συνυφίστασθαι τῷ δη μιουργῷ τὸ δημιούργημα, δυνάμει ὂν καὶ αὐτὸ ὥσπερ ὁ δη μιουργός, ἁπανταχοῦ τῶν πρὸς τὶ ὑφισταμένων ἐπ' ἴσης. Eἰ μὲν οὖν ὁ δημιουργὸς δυνάμει, καὶ τὸ δημιούργημα δυνάμει· εἰ δὲ ὁ δημιουργὸς ἐνεργείᾳ καὶ τέλειος, καὶ τὸ δημιούργημα ὁμοίως. Σαφῶς τοίνυν παντὶ δῆλον ὑπάρχει τὸ συνυφίστασθαι τῷ δημιουργῷ, καθὸ δημιουργός, τὸ δημιούργημα. Eἰ, ὥσπερ πρὸς τὸ δημιούργημα τὴν κατὰ τὸ πρὸς τὶ σχέσιν ἔχει ὁ θεὸς ὡς δημιουργός, οὕτως ἔχει τὴν αὐτὴν κατὰ τὸ πρὸς τὶ σχέσιν καὶ πρὸς τὸ γενητὸν ὡς ἀγένητος, καὶ πρὸς τὰ ὕστερα ὡς πρῶτος, καὶ οὐδὲν ἀτελὲς ἔχει οὔτε ἐν τῇ ἀγενεσίᾳ αὑτοῦ οὔτε ἐν τῇ πρωτείᾳ αὑτοῦ (οὐδενὶ γὰρ λόγῳ δυνατὸν εἰπεῖν τὸν θεὸν ἀγένητον ἀτελῆ ἢ πρῶτον ἀτελῆ, διὰ τὸ εἶναι αὐτόν ποτε δυνάμει ἀμφότερα, ἀγένητόν τε καὶ πρῶτον), οὕτως οὐκ ἐν δέχεται ἀτελῆ εἶναι τὸν θεόν, πρότερον ὄντα δυνάμει δημιουρ γόν. Eἰ δὲ διὰ τὸ εἶναι αὐτὸν πρῶτον μὲν δυνάμει δημιουρ γόν, ὕστερον δὲ ἐνεργείᾳ, διαβάλλεται εἰς ἀτέλειαν, ἀνάγκη ἄρα καὶ διὰ τὸ εἶναι αὐτὸν πρῶτον μὲν δυνάμει ἀγένητόν τε καὶ πρῶτον, ὕστερον δὲ ἐνεργείᾳ, διαβληθῆναι αὐτὸν εἰς ἀτέ λειαν. Eἰ δὲ ἄτοπον τὸ διαβάλλειν τὸν θεὸν ἐπὶ τῇ ἀτελείᾳ τῆς ἀγενεσίας τε καὶ πρωτείας, ἄτοπον ἄρα καὶ τὸ διαβάλ λειν αὐτὸν ἐπὶ τῇ ἀτελείᾳ τῆς δημιουργικῆς αὐτοῦ δυνάμεως, διὰ τὸ μὴ ἅμα τῷ εἶναι αὐτὸν πεποιηκέναι τὸν κόσμον, ἀλλὰ ὕστερον ὅτε ἐβούλετο. Οὐκ ἐνδέχεται γὰρ τὸν κατά τινα τοῦ πρὸς τὶ σχέσιν ἀτελῆ ὄντα μὴ κατὰ τὰς λοιπὰς πάσας τοῦ πρὸς τὶ σχέσεις ὁμοίως εἶναι ἀτελῆ.
PG 6:1457Πέμπτη ἐρώτησις χριστιανικὴ πρὸς τοὺς Ἕλληνας. Eἰ ἀγένητος ὁ οὐρανὸς καὶ ἀγένητος ὁ θεὸς καὶ οἰκεῖ ἐν τῷ οὐρανῷ ὁ θεός, πῶς κατοικῶν ἐν τοῖς οὐκ αὐτοῦ ὁ θεὸς οὐχ ὑβρίζεται; Ὃν γὰρ οὐκ ἐποίησεν οὐρανόν, οὗτος οὐκ ἔστιν αὐτοῦ. Ἀπόκρισις ἑλληνικὴ πρὸς τοὺς Χριστιανούς. Ὅτι μὲν ἀγένητος ὁ θεὸς καὶ ἀγένητος ὁ οὐρανός, δῆλον ἔκ τε τῶν ἐπιπολαίως τανῦν εἰρημένων καὶ ἐκ τῶν παρὰ πολ λῶν γενναίως ἀποδεδειγμένων. Ὅτι δὲ τὸν θεὸν φᾶναι κατοι κεῖν ἐν τῷ οὐρανῷ οὐκ ἔστιν εὔλογον, σκοπήσωμεν τῇδε. Πρῶ τον μὲν γὰρ τὸ οἰκούμενον τοῦ οἰκοῦντος πρὸς σωτηρίαν γέ γονεν· ὥστε, εἰ ὁ μὲν κόσμος οἰκητήριον, ὁ δὲ θεὸς οἰκῶν, δῆλον ὅτι ὁ μὲν κόσμος σώζει τὸν θεόν, ὁ δὲ θεὸς σώζεται ὑπὸ τοῦ κόσμου, ὅπερ ἐστὶ πάντων ἀτοπώτατον. Ἄλλως τε τὸ κρεῖττον τοῦ καταδεεστέρου ἐστὶ περιεκτικόν, τὸ δὲ κατα δεέστερον ὑπὸ τοῦ κρείττονος περιέχεται. Ἀλλὰ μὴν τὸ οἰ κοῦν ὑπὸ τῆς οἰκήσεως περιέχεται, καὶ τὸν θεὸν ἄρα περιέξει τὸ οἰκητήριον· καὶ ἔσται ἐκ τούτου τοῦ λόγου ὁ μὲν θεὸς ἐν τῇ χείρονι τάξει, τὸ δὲ δημιούργημα ἐν τῇ κρείττονι. Ἄλλως τε καὶ τὸ περιεχόμενον ἐν τόπῳ ἐστί, πᾶν δὲ ἐν τόπῳ ὂν σῶμά ἐστι· καὶ ὁ θεὸς ἄρα, εἰ ἐν τόπῳ ἐστί, σῶμα ἔσται. Πῶς οὖν συνέξει σῶμα ὂν ἔλαττον, καθὸ περιέχεται, τὸ μεῖζον σῶμα; Ἄτοπον λέγειν. Ὅτι δὲ τὸ οἰκοῦν ἐν τόπῳ περιεχό μενόν ἐστι τῇ οἰκίᾳ, παντί που δῆλον, καὶ τῷ αὐτόθεν τυ φλώττοντι. Τί οὖν; φαίης ἄν. Πῶς Ὅμηρος λέγει τοῦ δη μιουργοῦ οἴκημα τὸν οὐρανόν; Ὅτι, πανταχοῦ μὲν τὴν ἔλ λαμψιν τοῦ θεοῦ θεασάμενος περὶ τὸν κόσμον, οἴκησιν τὸν κόσμον ἐκάλεσε τοῦ θεοῦ, ὡς ὑποδοχὴν ὄντα τῆς ποιήσεως καὶ δημιουργίας πάσης τοῦ θεοῦ. Ἐξαιρέτως δὲ τὸν οὐρανὸν κα λοῦσι, διότι τοῦ παντὸς κόσμου τὸ ἀκρότατον τὸν οὐρανὸν πᾶσιν εἶναι ὡμολόγηται. Ἔλεγχος τῆς ἀποκρίσεως οὐκ ὀρθῶς γεγενημένης. Τὸ λέγειν δημιουργὸν μὲν τὸν θεόν, ἀδημιούργητον δὲ τὸν κόσμον· τὸ γὰρ ἀδημιούργητον ἴσον δύναται τῷ ἀγενήτῳ, καὶ τῶν ἰσοδυναμούντων ἀκώλυτος ἡ μετάληψις· καὶ τὸ λέγειν Ὁ ἀδημιούργητος θεὸς ἀδημιούργητα ποιεῖ, ὃ ἴσον ἐστὶ τῷ τὸν ἀγένητον θεὸν ἀγενήτως ἀγένητα ποιεῖν· καὶ τὸ λέγειν ἀΐδιον μὲν τὸν θεόν, συναΐδιον δὲ τὸν κόσμον, καὶ ἐκ τῆς ἀνυ παρξίας εἰς ὕπαρξιν τὸν θεὸν καὶ τὸν κόσμον αὐτοπαράκτως παραγόμενον· τὸ γὰρ αὐτοπάρακτον, ἐπὶ τοῦ θεοῦ καὶ τοῦ κόσμου λεγόμενον, ταὐτὴν ἔχει τὴν δήλωσιν· καὶ τὸ λέγειν αὐτοπάρακτον καὶ ἑτεροφρούρητον τὸν κόσμον· τὸ γὰρ θεο φρούρητον δηλοῖ τὸ ἑτεροφρούρητον (ἕτερος γὰρ ὁ κόσμος καὶ ἕτερος ὁ θεὸς ὁ τὸν κόσμον φρουρῶν, ὃν αὐτοπάρακτον ὄντα ἀναγκαίως ἐχρῆν καὶ αὐτοφρούρητον εἶναι)· καὶ τὸ λέγειν τὸν θεὸν καὶ τὸν κόσμον ἀγενήτους καὶ αὐτογενήτους· τὸ γὰρ αὐτοπάρακτον, ἐπὶ τοῦ θεοῦ καὶ τοῦ κόσμου λεγόμενον, δηλοῖ τὸ αὐτογένητον· καὶ τὸ λέγειν Ποιήσας τὰ τῇδε ὁ θεός, καὶ πάλιν τὸ Οὐκ ἐποίησεν· ἔγχρονον γὰρ ὡς τὸ ἐποίησεν οὕτως
PG 6:1460καὶ τὸ ποιήσας· καὶ τὸ λέγειν ἀϊδίως συνυφίστασθαι ἀδια στάτως τῷ θεῷ τὸν κόσμον, τὸν ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους γενητῶς διὰ συνθέσεως τὴν ὕπαρξιν παρὰ τοῦ δημιουργοῦ λαβόντα· καὶ τὸ λέγειν ἄφθαρτον καὶ φθαρτὸν εἶναι τὸν κό σμον· ἄφθαρτον μὲν τῷ εἶναι, φθαρτὸν δὲ τῷ φρουρεῖσθαι· καὶ τὸ λέγειν Γίνεται ὁ κόσμος, τὸ δὲ γενητὸν ἔγχρονον, καὶ τὸ ἔγχρονον φθαρτόν· καὶ τὸ λέγειν πάσης ποιήσεώς τε καὶ δημιουργίας θεοῦ ὑποδοχὴν εἶναι τὸν κόσμον, καὶ τὸ φθαρ τῶν μὴ εἶναι δημιουργὸν τὸν θεόν· ὁ γὰρ θεὸς κατὰ τὸν ἀπο κρινάμενον οὐδὲν ἔγχρονον ποιεῖ, τὰ δὲ γενητὰ καὶ ἔγχρονα πάντα κατ' αὐτόν ἐστιν ἀεὶ φθαρτά· ταῦτα καὶ τὰ τοιαῦτα οὐκ ἔστιν ἀνδρῶν τῶν κατὰ τὴν εἴδησιν τῆς τῶν πραγμάτων φύσεως διὰ γενναίας ἀποδείξεως τὰ περὶ τοῦ θεοῦ καὶ τοῦ κόσμου ἀποδεικνύντων, ἀλλὰ ·ιψοκινδύνων ἀνθρώπων τῶν κατὰ τὴν ἀναισχυντίαν τὸ δοκοῦν αὐτοῖς περὶ τοῦ θεοῦ καὶ τοῦ κόσμου ἀποφαινομένων. Τὸ δὲ κακίζειν μὲν τῆς τοῦ θεοῦ ἐν τῷ οὐρανῷ οἰκή σεως τὴν λέξιν, ὡς μὴ πρέπουσαν θεῷ, ἀνθρώπων ἐστὶν οὐκ ἐχόντων τῶν ἀτόπως λεγομένων τὴν αἴσθησιν· ἡ γὰρ κακέμ φατος λέξις κακέμφατον ἔχει καὶ τὴν ἔννοιαν. Ἡμεῖς δὲ οὐκ ἐθήκαμεν ἐν τῇ ἐρωτήσει τὸν τρόπον τῆς τοῦ θεοῦ ἐν τῷ οὐ ρανῷ οἰκήσεως, ὃν ὁ ἀποκρινάμενος διέβαλεν, ἀλλὰ τὸ Eἰ ἀγένητός ἐστιν ὁ οὐρανός, οὐκ ἔστι τοῦ θεοῦ, καὶ οἱ λέγοντες κατοικεῖν τὸν θεὸν ἐν αὐτῷ ἐφ' ὕβρει λέγουσι τοῦ θεοῦ κατοι κοῦντος ἐν τῷ οὐρανῷ οὐκ αὐτοῦ. Οἶκον δὲ καὶ θρόνον λέ γομεν τοῦ θεοῦ τὸν οὐρανόν, οὐχ ὡς τοῦ θεοῦ τούτου πρὸς οἴ κησιν ἢ πρὸς καθέδραν χρῄζοντος, ἀπεριγράπτου καὶ ἀνενδεοῦς παντελῶς ὑπάρχοντος· ἀλλ' ἵνα μή, πρὸς τὸ μέγεθος τῆς αὐ τοῦ ὑποστάσεως καὶ τὸ ἄφθαρτον τῆς οὐσίας αὐτοῦ ἀφορῶντες, θεὸν τοῦτον ἢ ἰσότιμον θεῷ ὑπολάβωμεν, διὰ τοῦτο ὀνομά ζομεν αὐτὸν οἶκον καὶ θρόνον τοῦ θεοῦ, ταύταις ταῖς ὀνομα σίαις πάσης τῆς πρὸς τὸν θεὸν κατ' οὐσίαν καὶ κατὰ τὰς τῆς οὐσίας προσηγορίας κοινωνίας αὐτὸν χωρίζοντες. Ὥσπερ γὰρ ὁ οἶκος καὶ ὁ θρόνος ὕστερός ἐστι τοῦ πεποιηκότος αὐτόν, οὕτως καὶ ὁ οὐρανὸς ὕστερός ἐστι τοῦ θεοῦ, ὡς γενητὸς τοῦ ἀγενήτου. Καὶ εἰ ἄφθαρτον λέγομεν τὸν οὐρανὸν τανῦν, οὐ συνωνύμως αὐτὸν τῷ θεῷ ὀνομάζομεν ἄφθαρτον· ὁ μὲν γὰρ θεὸς ἀκτίστως ἐκ τῆς αὑτοῦ οὐσίας καὶ ἀϊδίως τὸ ἄφθαρτον ἔχει, ὁ δὲ οὐρανὸς κτιστῶς ἐκ τῆς τοῦ θεοῦ βουλήσεως ἔχει τὸ ἄφθαρτον πρὸς τὴν χρείαν τῶν τῇδε, καὶ πληρωθείσης τῆς χρείας εἰς ἕτερον τρόπον ἀφθαρσίας μεταφέρεται. Ὁ γὰρ δε δωκὼς αὐτῷ θεὸς σώματος μέγεθος, ὅσον ἠβουλήθη καὶ οὐχ ὅσον ἠδυνήθη (ἠδύνατο γὰρ ποιῆσαι αὐτὸν τῷ μεγέθει πολὺ μείζονα ἢ ὅπερ ἐστί), νῦν αὐτὸς αὐτὸν ἔταξε τῷ οἰκείῳ ὅρῳ ἐν ἀφθαρσίᾳ διαμένειν, ἕως τοῦ καιροῦ τῆς τῶν ὄντων εἰς τὸ κρεῖττον μεταποιήσεως κατὰ τὴν πίστιν τῶν ὀρθοδόξων, τῶν ἐκ διδασκαλίας τοῦ γνωσθέντος αὐτοῖς θεοῦ θεὸν ἐγνωκότων καὶ κατὰ τὴν μαρτυρίαν τοῦ ἀποκριναμένου.
PG 6:28 facsimileOCR

Greek Questions to the ChristiansQuaestiones Graecae ad Christianos

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 6:1463ΤΟΥ ΑΓΙΟΥ ΙΟΥΣΤΙΝΟΥ ΦΙΛΟΣΟΦΟΥ ΚAI ΜΑΡΤΥΡΟΣ EΡΩΤΗΣΕΙΣ ΕΛΛΗΝΙΚΑΙ ΠΡΟΣ ΤΟΥΣ ΧΡΙΣΤΙΑΝΟΥΣ περὶ τοῦ ἀσωμάτου καὶ περὶ τοῦ θεοῦ καὶ περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν. α. Πόθεν δῆλον εἰ ἔστι τι ἀσώματον, καὶ εἰ ἔστιν ἀσώ ματον; β. Πόθεν δῆλον ὅτι αὐτὸ ἐφ' ἑαυτοῦ δύναται εἶναι ἐκτὸς σώματος, καὶ εἰ ἔστιν αὐτὸ ἐφ' ἑαυτοῦ ἀσώματον; γ. Πόθεν δῆλον εἰ ἔστι κάλλιον τὸ ἀσώματον τοῦ σώμα τος, καὶ εἰ οὐ κάλλιον τὸ ἀσώματον τοῦ σώματος; δ. Τί ἐστι τὸ ἀσώματον, πότερον ψυχὴ ἢ κρεῖττον ψυ χῆς, οἷον θεός; ε. Καὶ τίνι διαφέρει ψυχὴ θεοῦ; . Καὶ πόθεν δῆλον εἰ ὅλως ἔστι θεός; ζ. Καὶ εἰ ἔστι θεός, ζητητέον εἴτε ποιεῖ εἴτε ἐποίησέ ποτε εἴτε καὶ μέλλει ποιεῖν τὸ ὅ τί ποτε; η. Καὶ εἴτε ἐποίησεν εἴτε ποιεῖ εἴτε ποιήσει; θ. Καὶ τί ποιεῖ καὶ πῶς ποιεῖ, εἴτε μετὰ βουλῆς εἴτε καὶ ἄνευ βουλῆς; ι. Καὶ εἰ μετὰ βουλῆς, ὀργάνῳ κεχρημένος ἢ ἄνευ ὀρ γάνου; ια. Καὶ εἰ ἄνευ βουλῆς, πότερον ἀλόγως ποιεῖ ἄνευ δια νοίας καὶ ἐπισκέψεως ἢ μετά τινος ἐπικρίσεως; ιβ. Καὶ εἰ μετὰ ἐπικρίσεως, τίνος ἐνδείᾳ ἐπικρίσεως δεῖ ται; Eἰ δὲ ἀκρίτως, ποίῳ τῷ λόγῳ διερευνητέον. ιγ. Καὶ εἰ δοίημεν γίνεσθαί τι παρ' αὐτοῦ, πότερον τὸ γινόμενον ἄφθαρτον ἢ φθαρτόν; Καὶ εἰ μὲν ἄφθαρτον, ἀπο ροῦμεν εἰ τὸ ὅλως γενητὸν ἄφθαρτον δύναται εἶναι καὶ ποίῳ τῷ λόγῳ; Καὶ εἰ φθείρεται, τί διαφέρει τὰ τοῦ ἀθανάτου ἔργα τῶν ἀνθρωπίνων; Καὶ γὰρ πολλαπλασίονα χρόνον πολ λάκις πολλὰ τούτων διαμένει, τοῦ ποιήσαντος αὐτοῦ φθαρέν τος, αὐτὰ ἄφθαρτα ὄντα, ὡς ἐπ' οἰκοδομῶν ἔστιν ἰδεῖν καὶ τῶν τοιούτων. ιδ. Καὶ εἰ φθείρεται τὸ γινόμενον παρὰ τοῦ θεοῦ, τίνος κακίᾳ φθείρεται, τοῦ ποιήσαντος ἢ τοῦ γεγονότος ἤ τινος ἔξω θεν ὑπεναντίου γινομένου τῷ ποιήσαντι; Ὅ τι δ' ἂν αὐτῶν ὑποθώμεθα, δῆλον ὅτι τοῦ ποιήσαντος ἡ κακία. Εἴτε γὰρ τὸ γεγονὸς διά τινα ἔμφυτον ἑαυτοῦ κακίαν ὀφείλει φθαρῆναι, ὁ ποιήσας αἴτιος, ὅτι τοιοῦτον αὐτὸ ἐποίησεν, ὥστε ὑπολιμπά νεσθαι ἐν αὐτῷ κακόν τι· εἴτε ἔξωθέν ἐστί τι ὑπεναντίον τῷ ποιήσαντι, καὶ οὕτως κακίᾳ τοῦ πεποιηκότος, διὰ τὸ μὴ δύ νασθαι κατακρατεῖν τῶν ἐναντίων· εἴτε ἐκ τοῦ ποιήσαντος ἡ κακία, πρόδηλον ὡς αὐτὸς ὁ κακός. Ταῦτα μὲν περὶ τούτων τέως ἐκ πολλῶν ὀλίγα· εἰ γὰρ ἐθέλομεν, ζητητέον καὶ τί ἐστι σῶμα καὶ ἐκ τίνων τὸ σῶμα, καὶ τὰς ἐπὶ τούτοις ἀπορίας. Ταῦτα δὲ τέως ἐάσαντες, ὡς ἐνούντων μηδὲν τῶν ἀπόρων, ζητοῦμεν τῶν γενναιοτέρων ἕν τι θαύματος ἀξιούμενον ἀπὸ τῶν περὶ τῆς ἀναστάσεως λόγων· ἓν γάρ τι τῶν οὐκ εὐτε

Christian ResponsesChristianae Responsiones

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 6:1465λῶν ἀπόρων, τῶν παρὰ τοῖς λιθοκαρδίοις κινουμένων, ἔστι καὶ τοῦτο. ιε. Eἰ γὰρ δεῖ, φησί, σώους ἀνίστασθαι τοὺς τετελευτηκότας, πῶς, εἰ συμβαίη ἄνθρωπον ἀποθανεῖν εἰς θάλατταν, εἶτα βρωθέντα τοῦτον ὑπὸ ἰχθύων αὖθις ὑπὸ ἄλλων ἀνθρώ πων καταβρωθῆναι διὰ μέσων τῶν ἰχθύων, πῶς ἂν ἀναλάβοι τὰς σάρκας τὰς εἰς ἄλλους ἀνθρώπους καταδαπανηθείσας; Ἢ γὰρ τοῦτον ἀνάγκη παρὰ τὰς σάρκας ἀναστῆναι, ἃς ἔφαγον οἱ ἄλλοι ἄνθρωποι διὰ μέσων τῶν ἰχθύων, καθὼς πολλάκις εἴ ρηται, ἢ ἐκείνους, μέλη τῶν ἑαυτοῦ σαρκῶν ἀπαιτουμένους, ἀποθέσθαι καὶ ἐλλιπεῖς γενέσθαι, ἵνα ἀποπληρώσωσι τὸ ἐλ λεῖπον τῶν ὑπ' αὐτῶν ἀδίκως καταβρωθέντων. Καὶ ταῦτα οἷα γελῶντες οἱ λιθοκάρδιοί φασιν. Ἐγὼ δὲ παρακαλῶ ἐκτὸς ἀπορίας κατασκευαστικὸν λόγον τῆς ἀναστάσεως μαθεῖν, τὸν ἐξ ἀνάγκης ἀποδεικνύντα ὅτι ἀνάγκη εἶναι ἀνάστασιν διά τι νων ἀποδεικτικῶν καὶ ἀληθῶν λόγων. Τῶν γὰρ ἀποδείξεων ἐῤῥωμένων ταῖς ἀληθείαις, οὐδένα τῶν ἀποριῶν λόγον εὖ ἴστε ποιήσομαι· καὶ γὰρ ἄτοπον καὶ φιλόνεικον πρὸς ἐῤῥωμένην ἀπόδειξιν ἐθέλειν ἐρίζειν. Ἀποκρίσεις χριστιανικαὶ πρὸς τὰς προῤῥηθείσας ἐρωτήσεις ἀπὸ τῆς εὐσεβείας τῶν φυσικῶν λογισμῶν. Οὗτοι οἱ λόγοι οὐκ εἰσὶ λογικαὶ ἀπορίαι, ἀλλ' ἐρωτήσεις ἄτεχνοι. Ὁ γὰρ λόγος, ὁ κατασκευάζων λογικὰς ἀπορίας, ἐν τοῖς ἀκολούθως πως λεγομένοις συνάγει τὸ ἄτοπον· οἷον μόνος ὁ ἄνθρωπος γελαστικόν, πᾶν γελαστικὸν ζῶον, μόνος ἄρα ὁ ἄνθρωπος ζῶον· αἵπερ εἰσὶν ἀκόλουθοι προτάσεις μέν, ἄτο πον δὲ τὸ συμπέρασμα. Ἐν δὲ τοῖς προκειμένοις λόγοις οὐδὲν ἄτοπον κατὰ ἀκολουθίαν συνήχθη· διὸ οὐκ εὐλόγως ἐκλήθη σαν ἀπορίαι. Ἐρώτησις. Πόθεν δῆλον εἰ ἔστι τι ἀσώματον; Ἀπόκρισις. Eἰ ἀδύνατον τὸ αὐτὸ τὰ αὐτὰ καὶ ἀγνοεῖν καὶ γινώσκειν (ἐπὶ παντὸς γὰρ ἀληθῆ τὴν κατάφασιν εἶναι δεῖ ἢ τὴν ἀπό φασιν), πῶς ὁ ἀγνοῶν, εἰ ἔστιν ἀσώματον, γινώσκει βούλησίν τε καὶ ἐπίκρισιν, διάνοιάν τε καὶ ἐπίσκεψιν, νοῦν τε καὶ λό γον, ἅτινά ἐστι τοῦ ἀσωμάτου ἐνεργήματα; Τὸ γὰρ ἐν ἀγνωσίᾳ τῆς τοῦ ἀσωμάτου ὑπάρξεως γινώσκειν τοῦ ἀσωμάτου τὰ ἐνερ γήματα τῶν οὐκ εἰδότων ὅ φασίν ἐστιν. Ἄλλο. Τὸ κατασκευάζειν ἀπορίαν καὶ λύειν ἀπορίαν, οὐκ ἔστιν αἰσθήσεως τοῦτο, οὐδὲ σώματός ἐστι. Τὸ δὲ μὴ ὂν σώματος, τοῦτο ἀνάγκη εἶναι τοῦ ἀσωμάτου. Ἄλλο. Πόθεν ζητοῦμεν τῆς τοῦ ἀσωμάτου ὑπάρξεως τὴν δήλωσιν; Eἰ μὲν γὰρ τὸ ζητεῖν περί τινος, εἰ ἔστιν ἢ οὐκ ἔστι, λόγου ἐστίν, ὁ δὲ λόγος τοῦ λογικοῦ ὑπάρχει ἐνέργημα, ἄλογον δὲ τὸ σῶμα καθ' ἑαυτό, δῆλον ὅτι ἔστι τι ἀσώματον, ᾧ ἴδιον ὑπάρχει τὸ ζητεῖν καὶ κρίνειν. Ἄλλο. Τῷ μὴ ὁμολογοῦντι εἶναί τι ἀσώματον ἀνοί κειον ὑπάρχει τὸ λόγῳ ζητεῖν καὶ κρίνειν εἰ ἔστι τι ἀσώματον·
PG 6:1467ἄλογον γὰρ τὸ κεχρῆσθαι μὲν ταῖς τοῦ ἀσωμάτου ἐνεργείαις, ἀγνοεῖν δὲ τοῦ ἀσωμάτου τὴν ὕπαρξιν. Ἄλλο. Δύο εἰσὶν ἐν ἡμῖν καταληπτικαὶ τῶν πραγμά των δυνάμεις, ἥ τε αἴσθησις καὶ ἡ νόησις· ὧν αἱ ἐνέργειαι τοσούτῳ ἀλλήλων διαφέρουσιν, ὅσῳ τὰ ὑπὸ θατέρου κατα λαμβανόμενα μὴ δύνανται καταλαμβάνεσθαι ὑπὸ τοῦ ἑτέρου. Ἀλλ' ἐπειδὴ πᾶσαι δυνάμεις οὐσιῶν εἰσι δυνάμεις, διὰ τοῦτο ἀνάγκη εἶναι οὐσίας δύο, ὧν τῆς μὲν ἴδιον τὸ αἰσθάνεσθαι, τῆς δὲ τὸ νοεῖν. Ἀλλ' εἰ τοῦτο, ἔστιν ἄρα οὐσία τις ἀσώ ματος, ἧς ἴδιον ὑπάρχει τὸ νοεῖν, ὥσπερ τὸ αἰσθάνεσθαι τῷ σώματι. Ἄλλο. Eἰ ἔστι τι ἔμψυχον, ἀνάγκη εἶναι τὴν ψυχήν· τῇ γὰρ τῆς ψυχῆς μετοχῇ τὸ ἔμψυχον ὑπάρχει ἔμψυχον. Eἰ ἡ ἐπιστήμη οὐκ ἔστιν ἐφ' ἑαυτῆς, ἀλλ' ἐν τῇ ψυχῇ, ἀνάγκη ἄρα εἶναι τὴν ψυχὴν ἐφ' ἑαυτῆς, ἐν ᾗ ὑπάρχει ἡ ἐπιστήμη. Ἄλλο. Eἰ τὸ μὲν σῶμα δεῖται τῆς ψυχῆς πρὸς τὸ ζῆν τε καὶ αἰσθάνεσθαι, ἡ δὲ ψυχὴ οὐ δεῖται τοῦ σώματος, οὔτε πρὸς τὸ ζῆν οὔτε πρὸς τὸ νοεῖν, ἕτερον ἄρα ἡ ψυχὴ παρὰ τὸ σῶμα. Ἄλλο. Eἰ ἡ μὲν ψυχὴ προστάττει τῷ σώματι, τὸ δὲ σῶμα ὑπουργεῖ τοῖς τῆς ψυχῆς προστάγμασιν, ἕτερον ἄρα τι ἡ ψυχὴ παρὰ τὸ σῶμα. Ἄλλο. Eἰ ἡ μὲν ψυχὴ τεχνίτου λόγον ἐπέχει, τὸ δὲ σῶμα ὀργάνου, οὐ ταὐτὸν δὲ ὑπάρχει τῷ τεχνίτῃ τὰ ὄργανα, οὐ ταὐτὸν ἄρα τῇ ψυχῇ τὸ σῶμα. Ἄλλο. Eἰ πρῶτος ὁ λόγος καὶ ὕστερον τὸ κατὰ τὸν λόγον (ἐν μὲν γὰρ τῇ ψυχῇ ὁ λόγος, ἐν δὲ τῇ ὕλῃ τὸ κατὰ τὸν λόγον), ἕτερον ἄρα τι ἡ ὕλη παρὰ τὴν ψυχήν. Τὸ δὲ ὕλης ἕτερον, τοῦτο καὶ σώματος ἕτερον. Ἄλλο. Eἰ τὸ μὴ ὂν σῶμα οὐδὲ οὐσία ἐστί, πῶς διαι ρεῖται ἡ οὐσία εἰς σῶμα καὶ ἀσώματον, τοῦ διαιρουμένου ἀνάγκῃ ὑπάρχοντος ἐν τοῖς εἰς ἃ διαιρεῖται; Ἐρώτησις. Eἰ ἔστι τι ἀσώματον, πόθεν δῆλον ὅτι αὐτὸ ἐφ' ἑαυτοῦ δύναται εἶναι; Ἀπόκρισις. Oὗ τῇ παρουσίᾳ τὸ σῶμα τὸ καθ' ἑαυτὸ ζωῆς τε καὶ αἰσθήσεως καὶ διανοίας μέτοχον, καὶ τῇ ἀπουσίᾳ πάλιν νε κρόν τε καὶ ἀναίσθητον καὶ ἀδιανόητον γίνεται, τοῦτο ἀνάγκη εἶναι ἐφ' ἑαυτοῦ, ὡς τῇ ἑαυτοῦ φύσει ὑπάρχον ἄφθαρτον. Ἄλλο. Τὸ κατασκευάζειν ἐπιστημόνως τὰς λογικὰς ἀπο ρίας, καὶ ταύτας ὁμοίως ἐπιστημόνως λύειν, οὐκ ἔστιν αἰσθή σεως ἔργον· ὡμολόγηται γὰρ τὸ μὴ δύνασθαι τὴν αἴσθησιν οὐσίας τε καὶ ἀληθείας ἐφάπτεσθαι γνώσεως. Eἰ δὲ τοῦτο, καὶ ἐπιστήμης μέν ἐστι τὸ ἐφάπτεσθαι οὐσίας τε καὶ ἀληθείας γνώσεως, αἰσθήσεως δὲ οὐκ ἔστι, τὸ δὲ μὴ ὂν τῆς αἰσθήσεως οὐδὲ σώματός ἐστιν, ἀνάγκη ἄρα εἶναί τι ἀσώματον ἐφ' ἑαυ τοῦ, ἐν ᾧ ὑπάρχει ἡ ἐπιστήμη. Ἄλλο. Eἰ δεῖ τὴν οὐσίαν εἶναι ἐφ' ἑαυτῆς, διαιρεῖται
PG 6:1469δὲ ἡ οὐσία κατὰ τὴν πρώτην διαίρεσιν εἰς σῶμα καὶ ἀσώματον, πῶς οὐκ ἔστι τὸ ἀσώματον οὐσία ἐφ' ἑαυτῆς ὑπάρχουσα; Ἄλλο. Τὸ δυνάμενον ἑαυτὸ χωρίζειν τοῦ προσπάσχειν σώματι καὶ μὴ φθείρεσθαι δύναται καὶ χωρισθῆναι τοῦ σώ ματος καὶ μὴ φθείρεσθαι· διὸ κάλλιον καὶ τιμιώτερόν ἐστι τοῦ σώματος, ὡς αἴτιον ὑπάρχον τοῦ καλὸν εἶναι τὸ σῶμα τῇ αὑτοῦ παρουσίᾳ. Τὸ τοιοῦτόν φαμεν εἶναι τὴν λογικὴν ψυ χήν, πνεῦμα οὖσαν νοερόν, ζωτικήν τε καὶ γνωστικὴν καὶ αὐτο κίνητον, ἧς ὁμοουσίους εἶναί φαμεν τούς τε ἀγγέλους καὶ τοὺς δαίμονας. Καί, καθόλου εἰπεῖν, πᾶν ἐνούσιον, τὸ ὑπό τινος δυνάμενον κρατεῖσθαι, σῶμά ἐστι τῷ κρατοῦντι αὐτό. Καὶ τὸ θεῖόν φαμεν εἶναι ἀσώματον, οὐχ ὅτι ἔστιν ἀσώματον (ἐπέ κεινα γάρ ἐστιν ὁ θεὸς τῇ αὑτοῦ οὐσίᾳ ὥσπερ τοῦ σώματος οὕτως καὶ τοῦ ἀσωμάτου, ὡς ἑκατέρου τούτων ὑπάρχων δη μιουργός· οὐδὲ γὰρ ἐποίησεν ὁ θεὸς ἃ αὐτὸς ὑπάρχει), ἀλλ', ὥσπερ εἰώθαμεν ἐν τοῖς παρ' ἡμῖν τιμιωτέροις ὑλικοῖς ἀεὶ γεραίρειν τὸ θεῖον, οὕτως καὶ ἐν τοῖς ὀνόμασιν, οὐχ ὡς τοῦ θεοῦ τούτων δεομένου, ἀλλ' ἡμῶν τὴν περὶ αὐτοῦ ἔννοιαν αὐ τοῖς ἐνδεικνυμένων. Τούτῳ οὖν τῷ τρόπῳ ὀνομάζομεν αὐτὸν ἀσώματον, καίτοι εἰδότες αὐτὸν ἐπέκεινα ὑπάρχοντα τοῦ ἀσω μάτου, ὡς τούτου δημιουργόν. Κείσθω δὲ ὅλως καὶ τοῦτο ἐν τῷ λόγῳ δεικτικὸν ὑπάρχον τοῦ εἶναί τι ἀσώματον. Eἰ δὲ μηδὲν ἦν ἐν τοῖς οὖσιν ἀσώματον, οὐδ' ἂν τὸ σῶμα. Ἀλλ' ἐπειδή ἐστί τι ἀσώματον, ὥσπερ ἐστί τι σῶμα, διὰ τοῦτο ἀνάγκη τοῖς ἐναντίοις ὀνόμασι τὰ ἐναντία ἀλλήλων διαστέλ λειν. Καὶ γὰρ τὸν θεὸν καλοῦμεν ἄκτιστον, τῷ τοῦ ἀκτίστου ὀνόματι τῶν κτιστῶν αὐτὸν διαστέλλοντες. Καὶ εἰ μὴ ἦσαν τὰ κτιστά, οὐδὲ θεὸς τούτων διεστέλλετο τῷ τοῦ ἀκτίστου ὀνόματι. Κατὰ ταύτην οὖν τὴν γινομένην τῷ τοῦ ἀκτίστου ὀνόματι διαστολὴν δείκνυται ὁ θεὸς σωμάτων τε καὶ ἀσωμάτων ὑπάρχων ἐπέκεινα. Eἰ γὰρ τὸ κτιστὸν ὄνομα πάντα συλλήβδην περιέχει τὰ σώματά τε καὶ τὰ ἀσώματα, δῆλον ὅτι ὁ τούτῳ τῷ ὀνόματι τῶν κτιστῶν διαστελλόμενος ἐξ ἀνάγκης καὶ σωμάτων τε καὶ ἀσωμάτων διέσταλται. Καὶ ὅπερ πρόσεστι τοῖς ἄλλοις ἀσωμάτοις, τὸ μὴ κρατεῖσθαι ὑπὸ σωμάτων, τοῦτο πρόσεστι καὶ τῷ θεῷ, ὡς τῷ ἀσωμάτῳ οὐχὶ ἀλλ' ὡς τῷ ἐπέκεινα τοῦ ἀσωμάτου. Καὶ ἐπειδὴ τὸ μὴ ἔχειν δημιουρ γὸν καὶ δεσπότην τοῦ ἔχειν δημιουργὸν καὶ δεσπότην τιμιώ τερόν ἐστι, διὰ τοῦτο τὸν θεὸν καλοῦμεν ἄκτιστον. Τὸ γὰρ ὑπάρχον ἄκτιστον οὔτε δημιουργὸν δύναται ἔχειν οὔτε δεσπό την. Ὡσαύτως δὲ ἐπειδὴ τὸ μὴ κρατεῖσθαι ὑπό τινος τοῦ κρατεῖσθαι τιμιώτερόν ἐστι, διὰ τοῦτο καλοῦμεν αὐτὸν ἀσώ ματον. Ἐρώτησις. Πόθεν δῆλον εἰ ὅλως ἔστι θεός; Ἀπόκρισις. Ἐκ τῆς τῶν ὄντων συστάσεώς τε καὶ διαμονῆς. Oὐ γὰρ ἂν ἦν τὰ ὄντα, μὴ τοῦ θεοῦ προϋπάρχοντος αὐτῶν, τοῦ πάντα τὰ μέρη τῆς κτίσεως χρειωδῶς πρὸς λυσιτέλειαν τῆς ὅλης κτί
PG 6:1471σεως ὑποστησαμένου, τοῦ ἡμῖν γνωσθέντος διὰ προῤῥήσεως καὶ διδασκαλίας προφητῶν τε καὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν αὐτοῦ ἀποστόλων λόγοις θείαις δυνάμεσι μεμαρτυρημένοις. Ἐρώτησις. Eἰ ποιεῖ θεὸς ἢ ἐποίησεν ἢ μέλλει ποιεῖν; Καὶ εἰ ποιεῖ, μετὰ βουλῆς ἢ ἄνευ βουλῆς; Ἀπόκρισις. Ἐποίησεν ὁ θεὸς καὶ ποιεῖ καὶ ποιήσει διὰ τῆς οἰκείας βουλήσεως. Ἐποίησε γὰρ τὴν κτίσιν οὐκ οὖσαν πρότερον βουληθεὶς αὐτός, ἣν τῇ ἑαυτοῦ προνοίᾳ ἐν τῷ εἶναι διατη ρεῖ, ὅπερ ἐστὶ ποιεῖ, ἣν καὶ μέλλει ἀνακτίζειν καὶ εἰς τὴν βελτίονα ἀγαγεῖν κατάστασιν διὰ τῆς ἀνακτίσεως, ὅπερ ἐστὶ ποιήσει, ἵνα καθαρίσῃ αὐτὴν ἀπὸ πάσης ἀτοπίας τῆς ἐκ τῆς τῶν λογικῶν ·ᾳθυμίας συμβάσης αὐτῇ, οὐκ ἐκ τῆς ἐπικρίσεώς τε καὶ ἐπισκέψεως ὕστερον εὑρὼν τὸ βέλτιον, ἀλλὰ ἄνωθεν καὶ πρὸ τῆς τοῦ κόσμου ποιήσεως ἦν αὐτῷ δεδογμένον τοῦτο ποιεῖν. Οὔτε γὰρ πρὸς γνῶσιν οὔτε πρὸς δύναμιν δυνατὸν προσγενέσθαι τῷ θεῷ ὕστερον ὃ μὴ πρότερον εἶχε. Δεῖγμα δὲ τοῦ βουλήσει τὸν θεὸν ποιεῖν τὸν κόσμον τοῦτό ἐστι, τό, δυναμένου τοῦ θεοῦ πλείονας ποιεῖν ἡλίους, οὐκ ἐποίησε πλείο νας, ἀλλ' ἕνα μόνον ἐποίησεν· ὁ γὰρ μὴ δυνάμενος πλείονας ποιῆσαι ἡλίους οὐδὲ ἕνα δύναται ποιεῖν, καὶ ὁ τὸν ἕνα ἥλιον δυνάμενος ποιῆσαι ἐξ ἀνάγκης καὶ πλείονας δύναται ποιεῖν. Πῶς οὖν οὐκ ἐποίησεν ὁ θεὸς πλείονας ἡλίους, οὓς ἐδύνατο ποιεῖν, εἰ μή τι ἄρα οὐκ ἐβούλετο πλείονας ποιεῖν ἡλίους; Eἰ δὲ οὓς οὐκ ἐποίησεν ἡλίους βουλήσει οὐκ ἐποίησε, δῆλον ἄρα ὅτι καὶ ὃν ἐποίησε βουλήσει ἐποίησε, καὶ καθάπερ τὸν ἥλιον, οὕτως καὶ τὰ λοιπὰ πάντα τὰ μέρη τῆς κτίσεως, τά τε ἄφθαρτα καὶ τὰ φθαρτά, τὰ ἐκ τῆς τοῦ θεοῦ βουλῆς τό τε εἶναι καὶ τὸ τοιάδε εἶναι ἔχοντα. Ἐρώτησις. Eἰ κάλλιον τὸ ἀσώματον τοῦ σώματος; Ἀπόκρισις. Eἰ ζωοῦται τὸ σῶμα καὶ διανοητικὸν γίνεται, οὐ σώματος ἑτέρου παρουσίᾳ ἀλλὰ τῇ τοῦ ἀσωμάτου, πῶς οὐκ ἔστι τὸ ἀσώ ματον τοῦ σώματος ὑπάρχον κάλλιον; Ἄλλο. Eἰ ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους ἐστὶ πᾶσα ἡ σω ματικὴ οὐσία, καὶ οὐκ ἐκ τῆς ὕλης τὸ εἶδος ἀλλ' ἀλλαχόθεν παραγίνεται τῇ ὕλῃ, πῶς οὐκ ἔστι τὸ ἀσώματον κάλλιον τῆς ὕλης, ἐξ οὗ παραγίνεται εἰς τὴν ὕλην τὸ εἶδος; Ἄλλο. Eἰ οὐκ ἐνδέχεται γνωσθῆναι τὸ ἴσον τοῦ ἀνίσου ἀγνοουμένου, πῶς ἐνδέχεται γνωσθῆναι τὸ σῶμα τοῦ ἀσωμά του ἀγνοουμένου; Ἄλλο. Eἰ τὰ σωματικὰ πάντα ἐν σώματι μὲν ὑπάρχει εἰδωλικῶς, ἡ ψυχὴ δὲ λογικῶς, πῶς οὐκ ἔστιν ἡ ψυχὴ ἀσώ ματος; Ἄλλο. Eἰ δυνατὸν τῇ ψυχῇ κατὰ νοῦν ἐνεργεῖν, ἐνεργεῖ δὲ κατὰ νοῦν ἡ ψυχή, ὅταν χωρίζῃ ἑαυτὴν πάσης αἰσθήσεως,
PG 6:1473πῶς οὐκ ἔστιν ἐφ' ἑαυτῆς ἡ ψυχή; Ἐρώτησις. Τί διαφέρει θεὸς ψυχῆς; Ἀπόκρισις. Ἠι διαφέρει τὸ δημιουργὸν καὶ δεσπότην εἶναι τοῦ δη μιουργὸν καὶ δεσπότην ἔχειν, καὶ ᾗ διαφέρει τὸ ὑπὲρ τὸ ὂν τοῦ ὄντος. Ἐρώτησις. Eἰ μετὰ βουλῆς ποιεῖ ὁ θεός, ὀργάνῳ κεχρημένος ἢ ἄνευ ὀργάνου; Ἀπόκρισις. Ἀνενδεής ἐστιν ὁ θεὸς παντὸς τοῦ ἔξωθεν τῆς ἑαυτοῦ φύσεως· καὶ ὥσπερ ἄνευ ὀργάνου βουλεύεται, οὕτως καὶ ἄνευ ὀργάνου ποιεῖ. Eἰ γὰρ ἅμα τῷ βούλεσθαι αὐτὸν γενέσθαι τι ὑφίσταται βουληθέντος, πῶς οὐ περιττὴ τῶν ὀργάνων ἡ χρῆσις τῶν γινομένων; Ἐρώτησις. Eἰ ἄνευ βουλῆς ποιεῖ ὁ θεός, πότερον ἀλόγως ποιεῖ ἄνευ διανοίας καὶ ἐπισκέψεως ἢ μετά τινος ἐπικρίσεως; Καὶ εἰ μετὰ ἐπικρίσεως, τίνος ἐνδείᾳ ἐπικρίσεως δεῖται; Eἰ δὲ ἀκρίτως, ποίῳ τῷ λόγῳ; Ἀπόκρισις. Eἰ γνωστὰ τῷ θεῷ τὰ ἔργα αὐτοῦ, τὰ δὲ γνωστὰ λόγῳ ἐστὶ γνωστά, πῶς οὐ λόγῳ γινώσκει ὁ θεὸς ἃ ποιεῖ; Τὸ δὲ μετὰ διανοίας καὶ ἐπισκέψεως καὶ ἐπικρίσεως ποιεῖν τι τῶν παρ' ἡμῖν τεχνιτῶν ἐστιν ἴδιον, τῶν τούτοις πρὸς ἄμεινον τέλος τῶν γινομένων ἀφικνουμένων, ὁ δὲ θεός, ἅτε μήτε προσ λαμβάνων γνῶσιν μήτε ἀποβάλλων γνῶσιν, οὐδενὸς τούτων δεῖται. Ἐρώτησις. Eἰ τὸ ὅλως γενητὸν δύναται ἄφθαρτον εἶναι, ποίῳ τῷ λόγῳ; Ἀπόκρισις. Ὧν ἡ ἀφθαρσία ἐκ τῆς ἑτέρου βουλῆς ἐξήρτηται, ταῦτα οὐ δύναται ἀγενήτως ἄφθαρτα εἶναι· διὸ μόνον τὸν θεὸν λέγομεν ἔχειν ἀθανασίαν, ὅτι ἐκ τῆς οἰκείας φύσεως καὶ οὐκ ἐκ τῆς ἑτέρου βουλῆς πρόσεστιν αὐτῷ ταῦτα. Ἄλλο. Ὁ θεὸς εἰ ὑπὲρ μὲν τοὺς ἀφθάρτους ἐστὶν ὡς τούτων ποιητής, ὑπὲρ δὲ τὸ ἀγένητον οὐκ ἔστιν (οὐδὲ γάρ ἐστιν τῶν ἀγενήτων δημιουργός), οὐκ ἄρα ἕπεται τῷ ἀφθάρτῳ τὸ ἀγένητον. Ἄλλο. Eἰ ἄφθαρτός ἐστιν ὁ θεὸς τῇ αὑτοῦ φύσει, ἄφθαρτος δὲ καὶ ἡ ψυχὴ τῇ βουλήσει τοῦ δημιουργοῦ, πῶς ἐν τοσαύτῃ ἀφθαρσίας διαφορᾷ ἕπεται καθ' ὑμᾶς τῷ ἀφθάρτῳ τὸ ἀγένητον; Ἄλλο. Eἰ οὖν τελεῖ τι πρὸς σύστασιν τῶν φθαρτῶν, πῶς οὐκ εἰσὶ τῶν φθορίμων πραγμάτων τὰ ἄφθαρτα ὑπουρ γικά, τῆς αἰτίας τῆς ἀφθαρσίας αὐτῶν πρὸς τὴν τοιαύτην ἀγούσης αὐτὰ ὑπουργίαν; Ἀλλ' εἰ τοῦτο, δῆλον ὅτι ἀφθαρσίαν
PG 6:1475μὲν διὰ χρειώδη τινὰ δύναταί τις ἔχειν, ἀγενεσίαν δὲ οὐκέτι· τὸ γὰρ ἀγένητον χωρὶς πάσης χρειώδους αἰτίας δεῖ ὑπάρχειν ἀγένητον. Ἄλλο. Eἰ πρῶτον μὲν σῶμα τὸ στοιχεῖον, δεύτερον δὲ σῶμα τὸ ἐκ στοιχείων, τὸ δὲ ἐκ στοιχείων σῶμα οὐκ ἐνδέχεται εἶναι ἀγένητον (οὐδὲν γὰρ ἀγένητον ὕστερον εἶναι δύναται γε νητοῦ), πῶς, εἰ ἔστι τὰ ἐκ στοιχείων σώματα ἄφθαρτα, οὐ γενητὰ ἔσονται ἄφθαρτα; Ἄλλο. Eἰ γενητὰ πάντα τὰ στοιχεῖα, πῶς οὐκ ἔστι ληρῶδες τὸ τὰ ἐκ στοιχείων λέγειν ἀγένητα; Eἰ γὰρ ἡ ὕλη καθ' ἑαυτὴν μὲν οὐκ ἔστιν οὔτε στοιχεῖον οὔτε οὐσία, προσλαβοῦσα δὲ ποιότητά τε καὶ ποσότητα στοιχεῖον γίνεται καὶ οὐσία, πῶς τὰ ἐκ τῶν τοιούτων στοιχείων ἀποτελούμενα δύναται εἶναι καὶ ἀγένητα, εἰ συμβαίη αὐτοῖς εἶναι ἄφθαρτα; Ἄλλο. Eἰ ἄλλο τὸ σῶμα καὶ ἄλλο τὸ ἄφθαρτον σῶμα καὶ ἄλλο τὸ φθαρτὸν σῶμα, κατὰ δὲ τὴν διαφορὰν ἀφθαρσίας τε καὶ φθορᾶς διαιρεῖται τὸ σῶμα εἰς ἄφθαρτόν τε καὶ φθαρ τὸν σῶμα, πῶς οὐκ ἔστιν ἀνάγκη ἴδιον εἶναι τοῦ διαιρουμένου σώματος τὸ γενητὸν ἢ τὸ ἀγένητον; Eἰ δὲ οὐδὲν τούτων ἴδιόν ἐστι τοῦ διαιρουμένου σώματος, πῶς οὐκ ἔσται τὸ διαιρού μενον σῶμα οὔτε γενητὸν οὔτε ἀγένητον; Eἰ δὲ τοῦτο ἀδύ νατον, τὸ μηδέτερον εἶναι τὸ διαιρούμενον σῶμα, ἀνάγκη ἄρα ἐστὶ τεθῆναι τὸ διαιρούμενον σῶμα τοῦτο εἶναι τὸ ἄφθαρ τον σῶμα καὶ τὸ φθαρτόν, εἰς ἃ διαιρεῖται τὸ διαιρούμενον σῶμα. Ἐρώτησις. Eἰ φθείρεται τὸ γινόμενον ὑπὸ τοῦ θεοῦ, τίνος κακίᾳ φθείρεται, τοῦ ποιήσαντος ἢ τοῦ γεγονότος ἤ τινος ἔξωθεν ὑπεναντίου γινομένου τῷ ποιήσαντι; Ἀπόκρισις. Οὔτε ἐκ τῆς τοῦ πεποιηκότος κακίας οὔτε ἐκ τῆς τοῦ ὑπεναντίου φθείρεται τὰ φθειρόμενα, ἀλλὰ τῷ ὅρῳ τοῦ δη μιουργοῦ, τοῦ ἐργαζομένου ἐν μὲν τοῖς καθέκαστον τὴν φθο ράν, ἐν δὲ τοῖς καθόλου τὴν ἀφθαρσίαν. Eἰ γὰρ ἐκ τῶν εἰ ρημένων τινὸς κακίας ἐφθείρετο τὰ φθειρόμενα, ὅλον ἂν τὸ γένος ἐφθείρετο, καὶ τὸ καθέκαστον καὶ τὸ καθόλου· εἰ γὰρ δῶμεν ἔκ τινος κακίας εἶναι τὴν φθοράν, οὐκ ἂν διεσώθη ἐν τοῖς γινομένοις τὸ γένος τῶν φθειρομένων ἄφθαρτον, τῆς κα κίας ὥσπερ τοῦ καθέκαστον οὕτως καὶ τοῦ καθόλου κυριευού σης. Eἰ δέ τινος κακίᾳ τὸ καθόλου φθαρῆναι ἀδύνατον, οὐδ' αὖ τὸ καθέκαστόν τινος φθείρεται κακίᾳ, ἀλλὰ τῷ ὅρῳ τοῦ θεοῦ. Eἰ γὰρ οὐκ ἔστιν ἐν τοῖς οὖσι κακία τις δυναμένη κω λῦσαι τὴν γένεσιν, οὐδ' ἄρα ἔστιν ἐν τοῖς οὖσι κακία τις ἡ φθείρουσα τὸ γένος. Ἀποκρίσεις περὶ ἀναστάσεως πρὸς τὰς προῤῥηθείσας ἐρωτήσεις περὶ αὐτῆς. α. Τὸ τὸν ἄνθρωπον εἶναι ἢ γενέσθαι ἰχθυόβρωτον καὶ τὸν ἰχθὺν ἀνθρωπόβρωτον οὔτε τὸν ἄνθρωπον εἰς ἰχθὺν ἀνα λύει οὔτε τὸν ἰχθὺν εἰς ἄνθρωπον, ἀλλ' ἑκατέρου ἡ ἀνάλυσις
PG 6:1478γίνεται εἰς τὰ στοιχεῖα ἐξ ὧν τὴν ἀρχὴν συνετέθησαν. Eἰ καὶ ὁ τρόπος τῆς μέρων ἀναλύσεως γίνεται διὰ τῆς ὑπ' ἀλλή λων βρώσεως, ἀλλὰ πάσης ἀναλύσεως τῆς καθ' οἱονδήποτε τρόπον γινομένης τὸ τέλος ἐστὶ τὸ εἰς τὰ στοιχεῖα χωρεῖν τὰ ἀναλυόμενα. Oὐ χρὴ οὖν διὰ τὴν ὑπ' ἀλλήλων βρῶσιν ἀν θρώπου καὶ ἰχθύος σεσοφισμένην κατασκευάζειν ἀπορίαν ἀναι ρετικὴν ἀναστάσεως, ἀλλὰ πρὸς τὴν δύναμιν ἀφορᾶν τοῦ θεοῦ, τοῦ μὴ μόνον ἐπαγγελλομένου ποιεῖν τῶν νεκρῶν τὴν ἀνάστα σιν, ἀλλὰ καὶ διὰ τῆς ἤδη ἠργμένης ἀναστάσεως τοῦ σωτῆρος ἡμῶν Χριστοῦ βεβαίαν παρεσχηκότος ἡμῖν ταύτης τὴν πίστιν. Ἀλλ' εἰ τὰ στοιχεῖα ὑπόκειται εἰς τὴν κτίσιν τῶν γινομένων καὶ εἰς ἀνάκτισιν τῶν φθαρέντων, πῶς, εἰ ἄπιστον καὶ ἀδύ νατον ἡγεῖται ὂν τὴν ἀνάκτισιν τῶν φθαρέντων, οὐκ ἄπιστος καὶ ἀδύνατος ἔσται καὶ ἡ κτίσις τῶν γινομένων τὴν ἀρχήν; Ὅπερ ἐστὶν ἄτοπον. β. Οὔτε τὴν κτίσιν τοῦ κόσμου οὔτε τὴν ἀνάκτισιν αὐτοῦ πιστεύουσιν Ἕλληνες. Ἀλλ' εἰ μὲν ἀληθεύουσι τὸ πρῶτον, οὕτως ἂν γένοιτο δῆλον. Λέγουσι γὰρ τὸν χρόνον εἶναι ἀΐ διον. Ἀλλ' εἰ μὲν ὁ χρόνος ἐστὶν ἀΐδιος, ἀνάγκη ἄρα καὶ τὰ μέρη τοῦ χρόνου εἶναι ἀΐδια, τουτέστι τάς τε ὥρας καὶ τὰς ἡμέρας, τούς τε μῆνας καὶ τὸν ἐνιαυτόν. Eἰ δὲ ταῦτα οὐκ ἔστιν ἀΐδια, διὰ τὸ εἶναι ἐν αὐτοῖς τὰ μὲν πρότερα, τὰ δὲ ὕστερα, οὐδ' ἄρα ὁ κόσμος, ὢν ἐν τῷ χρόνῳ, δύναται εἶναι ἀγένητος. γ. Διὰ δύο πράγματα χρὴ ἀπιστεῖν τῶν νεκρῶν τὴν ἀνά στασιν, ἢ διὰ τὸ μὴ δύνασθαι τὸν θεὸν ἐγείρειν τοὺς νεκρούς, ἢ διὰ τὸ μὴ λυσιτελεῖν τοῖς ἀνισταμένοις εἶναι αὐτοὺς ἀφθάρ τους. Τούτων δὲ τὸ μέν ἐστιν ἀσεβές, τὸ δὲ γελοῖον. Ἀλλ' εἰ τοῦτο, πῶς οὐκ ἐκ τῆς ἀσεβείας καὶ γέλωτος συνέστηκεν ὁ λόγος τῶν ἀπιστούντων τῶν νεκρῶν τὴν ἀνάστασιν; δ. Ἂ ποιεῖ ὁ θεὸς αὐτουργικῶς, ταῦτα προστάγματι ποιεῖ· σύγχρονος δὲ τῷ προστάγματι τοῦ θεοῦ ἡ ὕπαρξις τῶν ὑπ' αὐτοῦ ποιουμένων. Διενοήθης, φησί, καὶ πάρεστιν. Ἀλλ' εἰ τοῦτο ἁρμοδίως εἴρηται περὶ τοῦ θεοῦ, πῶς ὁ ἀπι στῶν τὴν ἀνάστασιν οὐκ ἀπιστεῖ καὶ τῷ θεῷ τὸ ἔχειν τὴν τοι αύτην δύναμιν; Οὐδὲ γὰρ ἑτέρου τινὸς δέονται οἱ ἀνιστάμενοι ἐκ τῶν νεκρῶν πλὴν τοῦ προστάγματος τοῦ θεοῦ. ε. Eἰ ἀληθές ἐστι τὸ Τῶν ἀδοκήτων πόρον εὗρε θεός, καθάπερ οὖν καὶ ἀληθές, πῶς οὐ ψευδῆ τὸν λόγον ποιεῖ ὁ τῶν νεκρῶν ἀπιστῶν τὴν ἀνάστασιν; . Eἰ, γινομένης τῆς ἀνακτίσεως, ἐξ ἀνάγκης ἀναιρεῖται πᾶσα ἡ περὶ τοῦ δημιουργοῦ τοῦ κόσμου κατὰ τῶν ἔργων αὐτοῦ ἐν ἀνθρώποις διχόνοια, πῶς οὐκ ἔσται τοῦ κόσμου ἡ ἀνάκτισις καλλίων τῆς τοῦ κόσμου κτίσεως; Διὰ γὰρ τὴν ἀνά κτισιν καλὴ καὶ ἡ κτίσις. Ἐκείνης δὲ ἀπιστουμένης ὡς ἀδυ νάτου, πῶς οὐ κακίστη ἔσται ἡ τοῦ κόσμου κτίσις; ζ. Ἄλλο τὸ πάντη ἀδύνατον, καὶ ἄλλο τὸ τινὶ ἀδύνατον. Πάντη μὲν ἀδύνατόν ἐστιν, ὡς τῇ διαμέτρῳ τὸ σύμμετρον εἶναι τῇ πλευρᾷ· τινὶ δὲ ἀδύνατόν ἐστιν, ὡς τῇ φύσει τὸ χωρὶς σπέρματος ποιεῖν ζῶον. Τίνι τούτων τῶν ἀδυνάτων ὑποβάλ
PG 6:1480λουσι τὴν ἀνάστασιν οἱ ταύτην ἀπιστοῦντες; Ἀλλ' εἰ μὲν τῷ πρώτῳ, ψευδής ἐστιν ὁ λόγος· οὐ γὰρ κατὰ ἀνάκτισιν ἀσύμ μετρος γίνεται ἡ διάμετρος τῇ πλευρᾷ, οἱ δὲ ἀνιστάμενοι κατὰ ἀνάκτισιν ἀνίστανται. Eἰ δὲ τῷ τινί, ἀλλὰ τῷ θεῷ πάντα δυνατὰ τὰ τινὶ ἀδύνατα. η. Eἰ ἐπὶ τοῦ παρόντος βίου ὁ εὐσεβὴς τοῦ ἀσεβοῦς ἐλ πίδι μόνῃ διαφέρει, πῶς ὁ ἀναιρῶν τῶν μελλόντων τὴν ἐλπίδα οὐκ ἀναιρεῖ εὐσεβοῦς τε καὶ ἀσεβοῦς τὴν διαφοράν; θ. Eἰ χωρὶς τοῦ καθέκαστον ἀδύνατόν ἐστιν ὑπάρχειν τὸ καθόλου, πῶς, εἰ κτιστὸν τὸ καθέκαστον, οὐ κτιστὸν ἔσται καὶ τὸ καθόλου; Ἀλλ' εἰ τοῦτο, πῶς οὐκ ἔστι ψευδὲς τὸ συν αΐδιον εἶναι τὸν ἄνθρωπον καὶ τὰ λοιπὰ μέρη τῆς κτίσεως τῷ θεῷ; Οἷον εἰ κτιστὸς ὁ Πλάτων, πῶς οὐ κτιστὸς ὁ ἄν θρωπος; ι. Πῶς οἱ Ἕλληνες, ὑποθέμενοι τὸ ἀΐδιον εἶναι τὸν κό σμον, τὰ τῇ ὑποθέσει ἐξ ἀνάγκης ἑπόμενα ἐδογμάτισαν; Ἀλλ' εἰ μὲν ἦν κατ' αὐτοὺς ἀΐδιος ὁ κόσμος, εὐλόγως ἂν ἔλεγον μὴ ἔσεσθαι τοῦ κόσμου τὴν ἀνάκτισιν· τοῦ γὰρ κτιστοῦ κόσμου ἐστὶν ἡ ἀνάκτισις καὶ οὐχὶ τοῦ ἀκτίστου. Ὅτι δὲ οὐκ ἔστιν ἀΐδιος ὁ κόσμος, δῆλον ἐκ τοῦ μὴ εἶναι τὸν ἄνθρωπον συν αΐδιον τῷ θεῷ. Eἰ γὰρ συναΐδιον τῷ θεῷ τὸ καθόλου, ἐξ ἀνάγκης καὶ τὸ καθέκαστον· εἰ δὲ μὴ τὸ καθέκαστον, οὐδὲ τὸ καθόλου. ια. Τὸ ἐφάπαξ πάντας τοὺς ἀνθρώπους διὰ τῆς ἀνακτί σεως εἰς τὸ εἶναι αὐτοὺς ἀφθάρτους μεταγαγεῖν πολὺ θειω δέστερον ὑπάρχει κατὰ μέγεθος τοῦ αὐτοὺς εἰς τὴν θνητὴν ταύτην κατάστασιν, ἐν ᾗ νῦν ἐσμεν, εἰσαγαγεῖν. Ἐφύλαττε δὲ ἡμῖν τὸ κατάλληλον καὶ θειωδέστερον εἰς ὕστερον, ὡς ἐν αὐτῷ τὸ τέλος τῆς ἡμῶν ὑποστάσεως κείμενον. Oὗ εἰ ἀπε στερημένοι ἦμεν κατὰ τοὺς ἀπιστοῦντας τὴν ἀνάστασιν, πόσῳ μᾶλλον ἂν ἦν κάλλιον τὸ μὴ εἶναι τοῦ εἶναι ἡμᾶς; Ἄχρηστον γὰρ πᾶν τὸ στερούμενον τοῦ οἰκείου τέλους. ιβ. Eἰ ἀδύνατόν τινι ὑπὲρ τοῦ μὴ ὄντος πράγματος τῆς ἑαυτοῦ ζωῆς προτιμῆσαι τὸν θάνατον, πῶς οὖν, καθ' ὑμᾶς οὐκ ὄντος ἀληθοῦς τοῦ περὶ τῆς ἀναστάσεως δόγματος, ὑπὲρ τούτου τῆς ἑαυτῶν ζωῆς προετίμησαν οἱ μάρτυρες τὸν ἑαυτῶν θάνατον; Ποίας δὲ ἄλλης θρησκείας πολυτρόποις βα σάνοις τε καὶ θανάτοις ἐβεβαιώθη τὸ δόγμα ἢ τῆς ἑαυτῶν θρησκείας, λέγω δὲ τῶν Χριστιανῶν περὶ τῆς τῶν νεκρῶν ἀναστάσεως; ιγ. Eἰ, ἃ μὴ πιστεύουσιν Ἕλληνες, ταῦτα οὔτε ἐστὶν οὔτε ἔσται, ἐν τῇ γνώσει ἄρα τῶν Ἑλλήνων κεῖται τῶν ὄντων ἡ ὕπαρξις. Πῶς οὖν ἐν τοῖς πλείστοις τῶν κυριωτάτων δογμά των ἑαυτοῖς τε καὶ ἀλλήλοις μαχόμενοι δείκνυνται; Ἡ γὰρ τοιαύτη μάχη οὐκ ἐᾷ κεῖσθαι ἐν τῇ γνώσει τῶν Ἑλλήνων τῶν ὄντων τὴν ὕπαρξιν. ιδ. Eἰ τῇ παραδόσει τῶν θεασαμένων τὸν ἀρχηγὸν τῆς ἀναστάσεως ἀναστάντα ἐκ τῶν νεκρῶν εἰς ἀθάνατον ζωὴν ἀπι στοῦσιν, ἀλύτῳ δὲ ἀποδείξει λύειν τὸ τῆς ἀναστάσεως δόγμα
PG 6:1482ἀσθενοῦσι. Τὸ γὰρ ἰχθυόβρωτον γενέσθαι τὸν ἄνθρωπον ἀπο ρίαν μὲν ἔχει, ἀπόδειξιν δὲ οὔ. Ἀδύνατον γὰρ τὸ αὐτὸ πρᾶγμα καὶ θεότητι ὑποπεσεῖν ὡς γεγονός· τοῦ δὲ πράγματος τῇ οὐσίᾳ δυνάμει ἀποδεδειγμένου, οὐδεὶς συλλογισμὸς δύναται ποιήσασθαι τὴν ἀνατροπήν. ιε. Ὁ ἥλιος, ὅτε ἐστὶν ὑπὲρ τὴν γῆν, ὑπὸ τὴν γῆν οὐκ ἔστι, καὶ ὅτε ἐστὶν ὑπὸ τὴν γῆν, ὑπὲρ τὴν γῆν οὐκ ἔστι. Πῶς οὖν ἀΐδιος καθ' ὑμᾶς οὗτος, τὸ εἶναι αὐτὸν ὑπὲρ τὴν γῆν ἢ ὑπὸ τὴν γῆν ἀϊδίως οὐκ ἔχων; Eἰ δὲ τὸν οὐκ ἀΐδιον ὡς ἀΐδιον ὑπολαμβάνουσιν Ἕλληνες, πῶς ἔσονται ἀξιόπιστοι νομοθέται τοῦ μὴ ἔσεσθαι τῶν νεκρῶν τὴν ἀνάστασιν; ι . Τὸ ποτὲ μὲν ἄνω, ποτὲ δὲ κάτω, τῶν ποτε οὐκ ὄν των ἐστὶν οὔτε ἄνω οὔτε κάτω. Πῶς οὖν ἀΐδιος ὁ ἥλιος, ὁ πρὸ τοῦ εἶναι ἄνω ἢ κάτω οὐκ ὤν; Τοῖς οὖν τὸν ἥλιον κατὰ τὴν οἰκείαν φύσιν γενητὸν ὄντα μὴ ἐπισταμένοις, πῶς οὐκ ἄτοπον τούτοις πιστεύειν περὶ τοῦ μὴ ἀνίστασθαι τοὺς νε κρούς, ὧν ὁ ἀρχηγὸς τῆς ἀναστάσεως πρωτότοκος αὐτῶν ἤδη γέγονεν ἐκ τῆς ἀναστάσεως; ιζ. Ὅτε ἡ δύναμις ἰσχύει τοῦ ποιοῦντος, τότε καὶ ἡ ὕλη ἐπιτήδειος πρὸς τὴν ποίησιν τοῦ γινομένου. Ἀλλ' εἴ τις νε κρὸς ἐπιτήδειός ἐστι τῷ θεῷ πρὸς ἔγερσιν, ἐξ ἀνάγκης καὶ πᾶς· καὶ εἰ μὴ πᾶς, οὐδείς. Oὐ χρὴ δὲ τοῖς ἡμετέροις ἐν θυμήμασι μετρεῖν τοῦ θεοῦ τὰ ἔργα· ὑπὲρ νοῦν γὰρ καὶ αἴ σθησιν καὶ λόγον τοῦ θεοῦ τὰ ἔργα, ἐν οἷς ἐστι καὶ τὸν ἰχθυό βρωτον νεκρὸν ἀνάγκῃ πάλιν εἰς τὸ εἶναι ἐλθεῖν, εἰ καὶ συνέβη αὐτὸν φθαρῆναι ὑπό τινος. ιη. Πῶς ἐστιν ἀληθὲς τὸ ζώντων καὶ νεκρῶν κυριεύειν τὸν κύριον, καθ' ὑμᾶς οὐκ ἔχοντα δύναμιν θατέρου εἰς ἕτερον μεταποιητικήν; ιθ. Eἰ ποιητὴς τῶν μὲν χειρόνων ἐστὶν ὁ θεός, τῶν δὲ βελτιόνων οὐκ ἔστι, πῶς οὐκ ἔστι τοῦτο δεῖγμα τῆς τοῦ θεοῦ ἀσθενείας; Ὅπερ ἐστὶν ἀσεβὲς λέγειν. Eἰ δὲ ἴση ἐστὶν ἡ τοῦ θεοῦ δύναμις πρὸς ποίησιν ἑκατέρου, διὰ τί ἀπιστεῖτε τὴν ἀνάστασιν τῶν νεκρῶν, τῶν εἰς ἀφθαρσίαν ἀνισταμένων; κ. Eἰ θεῷ μὲν πρὸς τὸ ποιεῖν ἐστιν οὐκ ἀδύνατον, ἡμῖν δὲ πρὸς τὸ γενέσθαι ἐστὶ λυσιτελὲς τὸ ἐκ τῆς πολυστενάκτου τε καὶ ἐμφθάρτου ζωῆς ἀγαγεῖν ἡμᾶς εἰς μακαρίαν τε καὶ ἄφθαρτον κατάστασιν διὰ τῆς ἀναστάσεως μᾶλλον, ἢ ἐκ τῆς τῶν φιλοσόφων φιλοπονίας εἰς τὴν τῶν μυρμήκων φιλοπονίαν ἀναγαγεῖν τοὺς φιλοσοφοῦντας Ἕλληνας διὰ τῆς μετεμψυχώ σεως, τί γελοιωδέστερον τοῦ ἐκείνῳ μὲν μεμαρτυρημένῳ ἀπι στεῖν, τοῦτο δὲ ἀσυστάτως πιστεύειν καὶ δογματίζειν, ὥστε τὸν πάλαι ἀθηναΐζοντα φιλόσοφον Πλάτωνα ὕστερον μυρ μηκίζειν; κα. Eἰ κατὰ τοὺς Ἕλληνας τῷ εἶναι καὶ οὐ τῷ βούλε σθαι ποιεῖ ὁ θεὸς τοὺς ἀνθρώπους, πῶς ὁ Πλάτων ποτὲ μέν ἐστι ζῶον λογικὸν καὶ ἄνθρωπος, ποτὲ δὲ ζῶον ἄλογον καὶ μύρμηξ διὰ τῆς μετεμψυχώσεως; Eἰ μὲν ἕπεται τῷ θεῷ τὸ γενέσθαι τὸν Πλάτωνα ἄνθρωπον, ἀνάγκη, μεταγομένου τοῦ
PG 6:1484Πλάτωνος ἐκ τοῦ εἶναι αὐτὸν ἄνθρωπον εἰς τὸ γενέσθαι αὐτὸν μύρμηκα, μεταγενέσθαι καὶ τὸν θεὸν τοῦ εἶναι ὅ ἐστιν. Eἰ δὲ ὁ Πλάτων μὲν μεταφέρεται, ὁ δὲ θεὸς τοῦ εἶναι ὅ ἐστιν οὐ μεταφέρεται, πῶς τῷ εἶναι καὶ οὐ τῷ βούλεσθαι ὁ θεὸς ποιεῖ τοὺς ἀνθρώπους; κβ. Eἰ τὸ ἔργον τοῦ θεοῦ οὐ φθείρεται, ὁ δὲ ἄνθρωπος φθείρεται, οὐκ ἄρα ἐστὶν ὁ ἄνθρωπος ἔργον τοῦ θεοῦ κατὰ τοὺς τοῦτο λέγοντας. κγ. Eἰ τὸ γένος ἡμῶν εἰς τὸ εἶναι εἰσάγεται διὰ τῆς γε νέσεως, καὶ τοῦ εἶναι ἐξάγεται διὰ τῆς φθορᾶς, πῶς ἐνδέχεται τὸν θεὸν τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι αἴτιον εἶναι, οὐ τῷ βού λεσθαι ἀλλὰ τῷ εἶναι αὐτόν; κδ. Eἰ τὰ ἐκ τῶν στοιχείων πάλιν στοιχεῖα, τί ἄτοπον ἢ ἀδύνατον φαίνεται τὸ πάλιν εἶναι τὰ ἐκ τῶν στοιχείων; κε. Eἰ οὐκ ἔστιν ὑπὸ τὸν ὅρον ὁ θεός, ἀλλὰ παντὸς ὅρου ὑπάρχει δεσπότης, πῶς τοῦ μὲν γίνεσθαι καὶ φθείρεσθαι τοὺς ἀνθρώπους δεσπόζει θεός, τοῦ δὲ γίνεσθαι καὶ μὴ φθεί ρεσθαι ἡμᾶς οὐ δεσπόζει; κ . Eἰ ἀνακτίζων ἡμᾶς ὁ θεὸς εἰς ἀφθαρσίαν ἐκ μετα μελείας καθ' ὑμᾶς τοῦτο ποιεῖ, πῶς οὐ μᾶλλον ἐκ μεταμελείας συνεχώρει εἶναι ἀεί; κζ. Eἰ ἀμεταμέλητα τὰ χαρίσματα τοῦ θεοῦ, ἐχαρίσατο δὲ ἡμῖν τὸ εἶναι ἡμᾶς, πῶς οὐ τὸν ἐξ ἀρχῆς περὶ ἡμᾶς πληροῖ σκοπὸν ὁ θεός, ἀνακτίζων ἡμᾶς εἰς ἀφθαρσίαν; κη. Κατὰ τοὺς πιστεύοντας τῶν νεκρῶν τὴν ἀνάστασιν τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ καὶ ἀποθνήσκομεν καὶ ἀναζωοποιού μεθα, ἐκεῖνο μὲν τῇ τοῦ ἀνθρώπου παρακοῇ, τοῦτο δὲ τῇ τοῦ ἀνθρώπου ὑπακοῇ. Παρ' οἷς οὖν ἄγνωστον τὸ αἴτιον τοῦ θανάτου, παρὰ τούτοις καὶ ὁ τῆς φύσεως τοῦ ἀνθρώπου δη μιουργός ἐστιν ἄγνωστος. Ἀγνοούντων δὲ αὐτῶν τὸ αἴτιον τοῦ θανάτου καὶ τὸν δημιουργὸν τῆς φύσεως ἀνθρώπου, πῶς οὐκ ἐξ ἀγνοίας λέγουσι τὸ μὴ εἶναι τῶν νεκρῶν τὴν ἀνά στασιν; κθ. Ἄλλο τὸ πάντη μὴ ὄν, καὶ ἄλλο τὸ τοιόνδε μὴ ὄν· οἷον ἄλλο τὸ τὴν ἀρχὴν μὴ γενέσθαι ἄνθρωπον, καὶ ἄλλο τὸ μετὰ τὸ γενέσθαι αὐτὸν φθαρῆναι. Καὶ ἐπειδὴ οὐκ ἔστι τῷ θεῷ ἔργον ἔργου ἐργωδέστερον, πῶς οὐκ ἔστιν ἄλογον τὸ πι στεύειν μὲν θεῷ ἐπὶ τῇ ποιήσει τῶν πάντη οὐκ ὄντων, ἀπιστεῖν δὲ αὐτῷ ἐπὶ τῇ μεταποιήσει τῶν φθαρέντων; λ. Eἰ, ὥσπερ πρὸ τοῦ γενέσθαι τὸν ἄνθρωπον ὁ ἄν θρωπος δυνάμει ἦν ἐν τοῖς στοιχείοις ἐξ ὧν γέγονεν, οὕτως καὶ μετὰ τὸ φθαρῆναι αὐτὸν ἔστι δυνάμει ἐν τοῖς στοιχείοις, πῶς ἀπιστοῦσιν οἱ Ἕλληνες θεῷ, ἐπαγγειλαμένῳ ἀνιστᾶν τοὺς νεκρούς, ὡς ἐπ' ἀδυνάτῳ πράγματι, τοῦ ἀνθρώπου δυνάμει ὄντος ἐν τοῖς στοιχείοις, ὥσπερ πάλαι κτιζομένου, οὕτως καὶ νῦν ἀνακτιζομένου; λα. Eἰ οὐκ ἠδύνατο ὁ θεὸς ἐξ ἀρχῆς ἀφθάρτους ποιεῖν τοὺς ἀνθρώπους, δῆλον ὅτι οὐδὲ νῦν δύναται. Eἰ δὲ καὶ ἐξ ἀρχῆς ἔσχε δύναμιν τοῦ ποιῆσαι ἡμᾶς ἀφθάρτους καὶ οὐκ
PG 6:1486ἀπέβαλε ταύτην, πῶς οὐκ ἔστιν ἄλογον τὸ ὡς ἐπ' ἀδυνάτῳ πράγματι ἀπιστεῖν θεῷ, ἐπαγγειλαμένῳ καθ' ὁμοίωσιν τοῦ ἐγερθέντος ἐκ τῶν νεκρῶν ὑπ' αὐτοῦ εἰς ἄφθαρτον ζωὴν ἀφθάρτους ποιεῖν καὶ τοὺς λοιποὺς ἀνθρώπους; λβ. Δυνάμει τὸ ζῶον ἐν τῷ σπέρματι τῇ φύσει, δυνάμει ἡ κλίνη ἐν τῷ ξύλῳ τῇ τέχνῃ, δυνάμει οἱ ἀνιστάμενοι ἐν τοῖς στοιχείοις τῷ θεῷ. Ἀλλ' εἰ τοῦτο, πῶς οὐκ ἔστιν ἄτοπον τὸ πιστεύειν μὲν τῇ φύσει τὰ φυσικά, καὶ τῇ τέχνῃ τὰ τεχνητά, ἀπιστεῖν δὲ θεῷ τὰ θεῖα; λγ. Τῇ θείᾳ αὐθεντίᾳ οὐδέν ἐστιν ἀπειθές. Eἰ ἡ θά λασσα καὶ ἡ γῆ τῷ θείῳ προστάγματι πάλαι δέδωκεν ἃ οὐκ ἔλαβε, πῶς οὐ νῦν μᾶλλον δώσει ἃ ἔλαβε, προστάξαντος τοῦ θεοῦ; λδ. Eἰ, ὥσπερ ἡ φύσις ἐκ τοῦ φθαρέντος σπέρματος οὐ δύναται ποιεῖν τὸ ζῶον καὶ ἡ τέχνη ἐκ τοῦ φθαρέντος ξύλου οὐ δύναται ποιεῖν τὴν κλίνην, οὕτως οὐδὲ ὁ θεὸς δύναται ἐκ τοῦ φθαρέντος ἀνθρώπου ἄφθαρτον ποιεῖν ἄνθρωπον, ἔμμε τρος ἄρα ἔσται ἡ δύναμις τοῦ θεοῦ, ὥσπερ τῆς φύσεως καὶ τῆς τέχνης. Eἰ δὲ τοῦτο ἄτοπον λέγειν, ἄτοπον ἄρα καὶ τὸ ἀπιστεῖν θεῷ ποιεῖν ἐκ τοῦ φθαρέντος ἀνθρώπου ἄφθαρτον ἄνθρωπον. λε. Eἰ, ὥσπερ ἀπίστοις ἀνθρώποις ἀδύνατον φαίνεται γενέσθαι τὴν ἀνάστασιν, οὕτως ἀδύνατόν ἐστι τῷ θεῷ τὸ ποιεῖν τὴν ἀνάστασιν, οὐδὲν ἄρα κατὰ τοῦτο διαφέρει θεὸς ἀνθρώ που. Eἰ δὲ ἀπειράκις διαφέρει, ὥσπερ οὖν καὶ διαφέρει, πῶς οὐκ ἔστιν ἄτοπον τὸ ἀπιστεῖν θεῷ τὴν ποίησιν ὧν ἔχει τοῦ ποιεῖν τὴν δύναμιν; λ . Ὧν ἰσχύει θεὸς τὴν ὑπὲρ φύσιν ποίησιν, τούτων πῶς οὐκ ἔστιν ἄτοπον τὸ ἀπιστεῖν αὐτῷ τὴν ὑπὲρ φύσιν μετα ποίησιν; λζ. Eἰ τὸ μὴ κατὰ φύσιν γινόμενον, τούτου ἄπιστον καὶ ἀδύνατον τὴν ποίησιν χρὴ ὑπολαμβάνειν, πῶς οὐκ ἔσται καὶ τοῦ πρώτου γεγονότος ἀνθρώπου ἄπιστος καὶ ἀδύνατος ἡ ποίησις, μὴ κατὰ φύσιν γεγενημένου; Ἀδύνατον γὰρ γενέσθαι ἐξ ἀνθρώπου ἄνθρωπον κατὰ φύσιν, μὴ πρῶτον τοῦ ἀνθρώ που γινομένου ὑπὲρ φύσιν. λη. Eἰ μὴ γίνομαι πάλιν ὅπερ ἤμην, πῶς ἀπολαμβάνω τῆς ἀρετῆς ἢ τῆς κακίας τὰς ἀμοιβάς, ὧν ἐπὶ τοῦ παρόντος οὐκ ἔτυχον; Eἰ γὰρ οὐ γίνεται τῶν νεκρῶν ἡ ἀνάστασις, πῶς οὐκ ἔσονται ἴσοι ἀλλήλοις οἵ τε δρῶντες τοὺς μαρτυρικοὺς ἀγῶνας καὶ οἱ ὑπομένοντες; Eἰ δὲ ἄδικον τοῦτο, πῶς οὐκ ἄδι κον τὸ μὴ γίνεσθαι τῶν νεκρῶν τὴν ἀνάστασιν, ἐν ᾗ μόνῃ ἐν δέχεται γίνεσθαι τῶν πεποιηκότων τὰ ἄδικα καὶ τῶν ὑπομε μενηκότων τὴν διάκρισιν, κατὰ τὴν διαφορὰν τιμῆς τε καὶ τιμωρίας; λθ. Eἰ τὸ τί ἦν ὁ ἄνθρωπος καὶ ἔστι, πῶς προεχώ ρησεν ἀποθανὼν τῆς τοῦ θεοῦ γνώσεως; Οὐκ ἀπέστη τὸ εἶναι αὐτὸν πάλιν ὃ ἦν. Τὰ γὰρ ἔργα τοῦ θεοῦ γνωστὰ αὐτῷ καὶ δυνατά· καὶ εἰ μὴ δυνατὰ αὐτῷ, οὐδὲ γνωστὰ αὐτῷ.
PG 6:1488μ. Eἰ καλὸν μὲν τὸ εἶναι ἡμᾶς ἐν τῷ παρόντι θνητούς, κάλλιον δὲ τὸ εἶναι ἡμᾶς ἀθανάτους ἐν τῷ μέλλοντι, πῶς οὐκ ἔστιν ἄτοπον τὸ λέγειν τὸν θεὸν δυνατὸν μὲν πρὸς ποίησιν τοῦ καλοῦ, ἀδύνατον δὲ πρὸς ποίησιν τοῦ καλλίονος; μα. Eἰ ἀδύνατον τῷ θεῷ τὸ θνητὸν σῶμα ποιῆσαι ἀθά νατον, πῶς οὐκ ἔσται ὁ θάνατος ἰσχυρότερος τοῦ θεοῦ, ἐξ αὐτοῦ μὴ δυναμένου ·ύσασθαι τοὺς αὐτῷ ὑποκειμένους; μβ. Eἰ ὁ θεὸς ἔχει δύναμιν ζωοποιητικὴν τῶν νεκρῶν, πῶς οὐκ εἰσὶν ἐπιτήδειοι πρὸς ἀνάστασιν οἱ ἀνιστάμενοι; Τοῦ θεοῦ δὲ πρὸς τὸ ἀνιστᾶν τοὺς νεκροὺς δυνατοῦ ὑπάρχοντος, καὶ τῶν ἀνισταμένων ἐπιτηδείων πρὸς τὸ ἀνίστασθαι ὑπαρ χόντων, ποίαν ἔχει χώραν ἡ ἀπιστία τῶν ἀπιστούντων τὴν ἀνάστασιν; μγ. Eἰ τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι ἡμᾶς δεσπόζει θεός, πῶς οὐκ ἔσται ἀπὸ τῆς αὐτῆς αὐτοῦ δεσποτείας τὸ γίνεσθαι ἡμᾶς ἀθανάτους; Eἰ δὲ τὸ γενέσθαι ἡμᾶς ἀθανάτους ἔξωθεν τῆς τοῦ θεοῦ δεσποτείας καθέστηκε, πῶς οὐκ ἔσται θεὸς τοῦ μὴ εἶναι ἡμᾶς μὴ δεσπόζων; μδ. Eἰ, ἣν ἔχουσι φύσιν τὰ ἀθάνατα καὶ τὰ θνητά, ἐκ τῆς τοῦ θεοῦ ἔχουσι βουλήσεως, πῶς οὐκ ἔστι δυνατὸν τὸ ἀθανατίζεσθαι τοὺς νεκροὺς βουληθέντος τοῦ θεοῦ; με. Ὧν τὰ ἀνθιστάμενα ἀσθενεῖ, τούτων ἡ σύστασις βε βαία. Ἀλλ' εἰ παντὶ ἀντιστάσεως τρόπῳ κεχρημένοι οἱ Ἕλ ληνες πρὸς ἀναίρεσιν τοῦ τῆς ἀναστάσεως δόγματος ἀναιρεῖν τοῦτο οὐκ ἴσχυσαν, τῇ τοῦ ποιοῦντος τὴν ἀνάστασιν θεοῦ δυ νάμει ἀσάλευτον ἐν ταῖς πολυτρόποις ἀντιστάσεσι φυλατ τόμενον τὸ δόγμα, κατὰ τί ἄπιστος τῶν νεκρῶν ἡ ἀνάστασις, τοῦ περὶ ταύτης δόγματος μήτε ὑπὸ χειρῶν μήτε ὑπὸ γλώσσης σαλευομένου; μ . Eἰ μέγιστόν ἐστι δεῖγμα τῆς τοῦ θεοῦ ἀηττήτου καὶ ἀπεριγράπτου δυνάμεως τὸ εἰδέναι πάντων τῶν ἀνθρώ πων, ζώντων τε καὶ νεκρῶν, τάς τε ἰδέας καὶ τὰς πράξεις ἀγαθάς τε καὶ φαύλας, πῶς οὐκ ἔστι τῶν νεκρῶν ἡ ἀνάστασις ἀπόδειξις τῆς τοῦ θεοῦ ἀπεριγράπτου δυνάμεώς τε καὶ γνώ σεως, δι' ἧς εἰς τὸ εἶναι πάλιν ἀποκαθιστᾷ τοὺς ἀνθρώπους; Ἀλλ' εἰ τοῦτο, πῶς οὐκ ἔσται ἀποστερῶν τὸν θεὸν τῆς τοι αύτης ἀποδείξεως ὁ ἀποστερῶν τοὺς νεκροὺς τῆς ἀναστά σεως; μζ. Eἰ ἐλπίσαντες Ἕλληνες ἀναιρεῖν διὰ τῆς οἰκείας ἀντι στάσεως τὸ περὶ τῆς ἀναστάσεως δόγμα ἀπέτυχον τῆς ἐλπίδος, πῶς οὐκ ἔσονται ἀποτυγχάνοντες πάλιν τῆς ἐλπίδος, ἐλπί ζοντες πάλιν μὴ ἔσεσθαι τῶν νεκρῶν τὴν ἀνάστασιν; μη. Ἐχρῆν τοὺς Ἕλληνας, μαχεσαμένους κατὰ τοῦ περὶ τῆς ἀναστάσεως δόγματος, ἢ μὴ ἡττᾶσθαι ἐν τῇ μάχῃ ἢ ἡττη θέντας μὴ ἀπιστεῖν τὴν ἀνάστασιν· εἰ δὲ μή γε, ἔσται αὐτῶν ἡ πρώτη ματαιοπονία ἔλεγχος τῆς ἀλόγου αὐτῶν ἀπιστίας.

Refutation of Aristotelian DogmasAristotelis Dogmatum Confutation

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 6:1491ΤΟΥ ΑΓΙΟΥ ΙΟΥΣΤΙΝΟΥ ΦΙΛΟΣΟΦΟΥ ΚAI ΜΑΡΤΥΡΟΣ ΑΝΑΤΡΟΠΗ ΔΟΓΜΑΤΩΝ ΤΙΝΩΝ ΑΡΙΣΤΟΤΕΛΙΚΩΝ. Τῶν κατὰ τὴν ἀνθρωπίνην σπουδὴν εἰς θεραπείαν τοῦ θεοῦ ὑπὸ τῶν ἀνθρώπων γινομένων καλῶν οὐδὲν οὕτως ἐστὶ δεκτὸν τῷ θεῷ, ὡς τὸ κατὰ δύναμιν σπουδάζειν βελτίους ποιεῖν τοὺς ἀνθρώπους. Ταύτην οὖν τὴν προθυμίαν ἐν ὑμῖν, ὦ τιμιώτατε πρεσβύτερε Παῦλε, σφόδρα οὖσαν διάπυρον ὁρῶν, ἑτοίμως ὑμῖν ὑπήκουσα περὶ ὧν ἐνετείλασθέ μοι βραχεῖάν τινα ποιήσασθαι τὴν ἐκλογὴν τῶν ἑλληνικῶν περὶ θεοῦ καὶ κτίσεως δογμάτων, οὐχ ἵνα τι γνῷς ἀληθὲς ἐξ αὐτῶν (πῶς γὰρ ἂν ὁ ἄνωθεν ἔχων τὴν διὰ τῶν προφητῶν περὶ τούτων διδασκαλίαν παρ' αὐτοῦ τοῦ τὴν κτίσιν πεποιηκότος θεοῦ;), ἀλλ' ἵνα γνῷς μὴ κατὰ τὴν ἀποδεικτικὴν ἐπιστήμην, καθ' ἣν ἐπαγγέλλον ται Ἕλληνες περὶ θεοῦ τε καὶ κτίσεως τοὺς λόγους ποιεῖν, τοῦτο πεποιηκότας, ἀλλ' εἰκασμῷ τὸ δοκοῦν διορισαμένους. Τῶν περὶ θεοῦ καὶ κτίσεως τοὺς λόγους πεποιημένων ἀνθρώ πων οἱ μὲν παρ' αὐτοῦ τοῦ τὴν κτίσιν πεποιηκότος θεοῦ τὴν διδασκαλίαν ἐδέξαντο περὶ θεοῦ καὶ κτίσεως διὰ τῶν προφη τῶν, τῶν πρὸς τοῦτο ὑπουργησάντων τῷ θεῷ, οὓς πρῶτον θείοις ἔργοις τοῖς δι' αὐτῶν γιγνομένοις ἀξίους τοῦ πιστεύε σθαι ἀνέδειξεν, εἶθ' οὕτως περὶ τῶν τοῖς διδασκομένοις ἀδήλων τὴν διδασκαλίαν παρέσχεν· οἱ δέ, τοῖς διὰ τῶν προ φητῶν ἀπιστήσαντες λόγοις, τοῖς οἰκείοις αὑτῶν λογισμοῖς ἐπέτρεψαν θεογνωσίας τὴν εὕρεσιν. Καὶ κατ' ἐκείνους μὲν τοὺς ἐκ διδασκαλίας θεοῦ καὶ κτίσεως ἐγνωκότας τὴν διαφο ρὰν εἷς ἐστιν ὁ θεός, καθ' ἑκάτερον τὸν τῆς ἀγενεσίας τρό πον ἀγένητος ὤν, θεὸν δὲ ἢ θεοὺς οὔτε πρὸ αὑτοῦ οὔτε μεθ' αὑτὸν ἐσχηκώς, συναΐδιον οὐκ ἔχων οὔτε ὑποκείμενον οὔτε ἀντι κείμενον, ἄφθαρτον ἔχων τὴν οὐσίαν καὶ ἀνεμπόδιστον τὴν ἐνέργειαν, δημιουργὸς ὢν τοῦ κόσμου παντός, ἀρχὴν ἔχοντος τοῦ εἶναι καὶ τοῦ τὶ εἶναι καὶ τοῦ πῶς διαμένειν τὴν ἐκείνου θέλησιν. Ἢ γὰρ ἐν ἀφθαρσίᾳ διαμένει τὰ μέρη τοῦ κόσμου, ὡς ὁ οὐρανὸς καὶ τὰ οὐράνια καὶ αἱ ἀόρατοι δυνάμεις, ἢ ἐν τῷ γίνεσθαί τε καὶ φθείρεσθαι, ὡς τὰ ἐπὶ γῆς ζῶά τε καὶ φυτά. Καὶ ὥσπερ τὸ γεγονὸς οὐκ ἂν ἐγένετο μὴ ἐκείνου προσ τάξαντος Γενηθήτω, οὕτως οὐδ' ἂν διέμεινε μὴ ἐκείνου θε μένου τὸ πρόσταγμα, τοῖς μὲν ἀφθάρτοις τοῦ ἑστάναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τοῖς δὲ ἐν γενέσει καὶ φθορᾷ τοῦ Aὐ ξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν. Πρὸς ἔν δειξιν δὲ τῆς θείας αὐτοῦ δυνάμεως καὶ τοῦ μὴ νόμῳ φύσεως αὐτὸν δουλεύειν, ἀλλ' αὐθεντίᾳ βουλήσεως τὸ δοκοῦν ἐρ γάζεσθαι, τὰ μὲν ἐν ἀρχῇ τῶν ἐν γενέσει καὶ φθορᾷ φύσεως ἐκ τῆς γῆς καὶ τῶν ὑδάτων ἐποίησε, προστάξας· Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος καὶ φυτὰ ἔχοντα ἐν ἑαυτοῖς τὸ σπέρμα καὶ ξύλα ποιοῦντα καρπούς· καὶ πάλιν· Ἐξαγαγέτω τὰ ὕδατα ψυχὴν ζῶσαν κατὰ γένος· τὰ δὲ ἐκ τῶν γεναρχῶν γεγενημένα ἐκ τῆς καταβολῆς τοῦ σπέρματος γενέσθαι ὡρίσατο.
PG 6:1493Καὶ περὶ τούτων πάντες οἱ παρὰ τοῦ θεοῦ πρὸς πάντας ἀν θρώπους ἀποσταλέντες προφῆται ταὐτὰ φρονοῦντες διετέ λουν, καὶ διαφωνία ἐν αὐτοῖς γέγονεν οὐδεμία· κατὰ δὲ τοὺς ἀπιστήσαντας μὲν τοῖς τῶν προφητῶν λόγοις, οἰκείῳ δὲ εἰ κασμῷ περὶ θεοῦ καὶ κτίσεως τὸ δοκοῦν διορισαμένους, πολλή τίς ἐστιν ἡ πρὸς ἀλλήλους τε καὶ πρὸς ἑαυτοὺς διαφωνία ἐν τοῖς περὶ τῶν ὄντων καὶ τῆς τούτων ἀρχῆς κατ' οὐσίαν τε καὶ ἀριθμὸν καὶ κίνησιν καὶ πέρας, καθὼς δείκνυται ἐκ τοῦ πρώ του λόγου τῆς Φυσικῆς ἀκροάσεως Ἀριστοτέλους, μετὰ τοῦ μηδὲν αὐτὸν ἀληθεύειν περὶ ὧν διείληφε διορίσασθαι πραγ μάτων. α. Ἐκ τοῦ πρώτου λόγου τῆς Φυσικῆς ἀκροάσεως Ἀριστοτέλους. Ἀεὶ γὰρ ἔστι τι ὃ ὑπόκειται, ἐξ οὗ γίνεται τὸ γινόμε νον, οἷον τὰ φυτὰ καὶ τὰ ζῶα ἐκ σπέρματος. Γίγνεται δὲ τὰ γινόμενα ἁπλῶς τὰ μὲν μετασχηματίσει, οἷον ἀνδριάς, τὰ δὲ προσθέσει, οἷον τὰ αὐξανόμενα, τὰ δὲ ἀφαιρέσει, οἷον ἐκ τοῦ λίθου ὁ Ἑρμῆς, τὰ δὲ συνθέσει, οἷον οἰκία, τὰ δὲ ἀλ λοιώσει, οἷον τὰ τρεπόμενα κατὰ τὴν ὕλην. Πάντα δὲ τὰ οὕτω γινόμενα φανερὸν ὅτι ἐξ ὑποκειμένων γίνεται. Καὶ τοῦτο διττόν· ἢ γὰρ τὸ ὑποκείμενον ἢ τὸ ἀντικείμενον. Λέγω δὲ ἀντικεῖσθαι τὸ ἄμουσον, ὑποκεῖσθαι δὲ τὸν ἄνθρωπον. Eἰ πρῶτόν ἐστι τὸ σπεῖρον σπέρμα καὶ ὕστερον τὸ ἐκ σπέρματος γιγνόμενον καὶ γενητὰ ἀμφότερα, τῇ μὲν γενέσει τοῦ κειμένου ἐκ σπέρματος γιγνομένου ὑπόκειται τὸ σπέρμα, τῇ δὲ γενέσει τοῦ σπείραντος ὑποκεῖσθαι τὸ σπέρμα οὐ δυνα τόν· οὐκ ἄρα ἀεὶ τὰ ζῶα καὶ τὰ φυτὰ ἐκ σπέρματος γίνεται. Ἔτι εἰ ζῶον γενητὸν ἑκάτερον, τὸ σπεῖρον καὶ τὸ ἐκ σπέρμα τος γιγνόμενον, καὶ οὐκ ἐκ τοῦ αὐτοῦ ὑποκειμένου ἑκάτερον, ἀλλὰ θάτερον μὲν ἐκ τοῦ σπέρματος, ἕτερον δὲ οὐκ ἐκ τοῦ σπέρματος, πῶς οὐ ψευδὲς τὸ ἀεὶ τὰ ζῶα γίνεσθαι ἐκ τοῦ σπέρματος; Καὶ περὶ τῶν φυτῶν ὁ αὐτὸς λόγος. Ἔτι εἰ ἀρχὴ μὲν τοῦ ἐκ σπέρματος γιγνομένου ἐστὶ τὸ σπεῖρον, ἄγνωστον δὲ τοῦτο καὶ ἀδιόριστον ἐν τῇ πραγματείᾳ τῆς Φυσικῆς ἀκροά σεως Ἀριστοτέλους, τίνος ἕνεκεν ἐγράφη αὕτη ἡ πραγματεία, τῆς ἀρχῆς ἀγνοουμένης τοῦ πρώτου ζώου τε καὶ φυτοῦ; Ἀκο λουθεῖ γὰρ τῇ ἀγνωσίᾳ τῆς ἀρχῆς ἡ ἀγνωσία τῶν ἐξ ἀρχῆς. Eἰ τὸ ζῶον, τὸ ἐκ σπέρματος γιγνόμενον, γίνεται δὲ κατὰ φύσιν, δῆλον ὅτι τοῦ αὐτοῦ ζώου γιγνομένου μέν, μὴ ἐκ σπέρ ματος δέ, οὐ γίνεται κατὰ φύσιν. Εἰπάτωσαν οὖν οἱ Ἀριστο τελικοί, κατὰ τί γίνεται τὸ ζῶον τὸ μὴ κατὰ φύσιν γιγνό μενον. Ἔτι εἰ διαφορᾶς κατὰ γένεσιν τοῦ ζώου δοθείσης, τοῦ τε ἐκ σπέρματος καὶ κατὰ φύσιν καὶ τοῦ μὴ ἐκ σπέρματος μήτε κατὰ φύσιν γιγνομένου, ἀνάγκη πεπερασμένην εἶναι τὴν γένεσιν, πῶς οὖν συνάναρχα λέγουσιν Ἕλληνες τά τε ζῶα καὶ τὰ φυτὰ τῷ θεῷ, τὰ κατὰ φύσιν γεγονότα, τὰ μήτε τῷ πρώτῳ ζώῳ τε καὶ φυτῷ σύγχρονα εἶναι δυνάμενα; Ἔτι εἰ ἅπαν τὸ γιγνόμενον ἀεὶ σύνθετόν ἐστι, πῶς τὸν τρόπον τῶν κατὰ σύν θεσιν γινομένων τῇ οἰκείᾳ τοῦ τρόπου διαφορᾷ τῶν ἄλλων τῶν τῆς γενέσεως τρόπων διέστειλας; Eἰ γὰρ ἅπαν γενητὸν σύν
PG 6:1496θετον, κατὰ σύνθεσιν ἀνάγκη γίνεσθαι· ἀλλ' εἰ ὁ τρόπος τῆς κατὰ σύνθεσιν γενέσεως πάσῃ γενέσει ἁρμόττει, περιττῶς τῶν ἄλλων τῆς γενέσεως τρόπων διέσταλται τῇ οἰκείᾳ διαφορᾷ. Ἔτι εἰ τὰ ὑποκείμενα ταῖς ·ηθείσαις γενέσεσιν οὐσίαι εἰσὶ καὶ ἐν αὐταῖς θεωρεῖται τὸ διττὸν τοῦ ὑποκειμένου, τουτέστι τὸ ὑποκείμενον καὶ τὸ ἀντικείμενον, ἡ δὲ ὕλη οὐσία οὐκ ἔστι, πῶς ἁρμόττει ὁ τρόπος τῆς γενέσεως τῶν ἐξ οὐσιῶν γιγνομέ νων τῷ τρόπῳ τῆς γενέσεως τῶν μὴ ἐξ οὐσίας γιγνομένων; Ἀνάγκη ἄρα ἢ οὐσίαν εἶναι τὴν ὕλην, ἢ τρόπῳ ἑτέρῳ γίγνεσθαι τὰ ἐκ τῆς ὕλης γιγνόμενα παρὰ τοὺς ·ηθέντας τρόπους τῆς γε νέσεως. Ἀλλ' ἐπειδὴ τῇ πραγματείᾳ τῆς Φυσικῆς ἀκροάσεως ἡ ὕλη διώρισται μὴ εἶναι οὐσία καὶ ὁ τρόπος τῆς γενέσεως τῶν ἐξ αὐτῆς γιγνομένων οὐ παραδέδοται, πῶς οὐ περιττὴ αὕτη ἡ πραγματεία, ἐν ᾗ τὸ σαφὲς ἄπορον; Ἔτι εἰ, ὡς ἀνάγκη τῇ φύσει καὶ τῇ τέχνῃ τὸ μὴ ἐκ τοῦ τυχόντος ποιεῖν τὰ τυχόντα, ἀλλ' ἐκ τῶν ὡρισμένων τὰ ὡρισμένα, οὕτως ἀνάγκη καὶ τῷ θεῷ ἐκ τῶν ὡρισμένων ποιεῖν τὰ ὡρισμένα, τίς ἐστιν ὁ τῷ θεῷ τοῦτον τὸν ὅρον θέμενος; Ὅτι δὲ τῇ φύσει καὶ τῇ τέχνῃ ὁ θεὸς ἔθηκε τοῦτον τὸν ὅρον, φανερόν. Eἰ δὲ ὁ θεὸς ὑπὸ τὸν ὅρον οὐκ ἔστιν, ἀλλὰ ποιεῖ ἐκ τοῦ τυχόντος τὰ τυχόντα, τῇ τοῦ ὅρου ἀνάγκῃ μὴ κωλυόμενος τοῦ ποιεῖν ἃ βούλεται, πῶς οὐκ ἠλευθέρωται καὶ τοῦ ὅρου τοῦ ποιεῖν ἐκ τῶν ὑποκειμένων κατ' ἀνάγκην; β. Τοῦ αὐτοῦ Ἀριστοτέλους ἐκ τοῦ αὐτοῦ λόγου. Ἔστι δὲ τὸ ὑποκείμενον ἀριθμῷ μὲν ἕν, εἴδει δὲ δύο. Ὁ μὲν γὰρ ἄνθρωπος καὶ ὁ χρυσὸς καὶ ὅλως ἡ ὕλη ἀριθμητή· τόδε γάρ τι μᾶλλον, καὶ οὐ κατὰ συμβεβηκὸς ἐξ αὐτοῦ γίνεται τὸ γιγνόμενον· ἡ δὲ στέρησις καὶ ἡ ἐναντίωσις συμβεβηκός· ἓν δὲ τὸ εἶδος, οἷον ἡ τάξις, ἡ μουσικὴ ἢ τῶν ἄλλων τι τῶν οὕτω κατηγορουμένων. Δι' ὧν ἔστι μὲν ὡς δύο λεκτέον εἶναι τὰς ἀρχάς, ἔστι δὲ ὡς τρεῖς· καὶ ἔστι μὲν ὡς τὰ ἐναντία, οἷον εἴ τις λέγοι τὸ μουσικὸν καὶ τὸ ἄμουσον ἢ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἢ τὸ ἡρμοσμένον καὶ τὸ ἀνάρμοστον, ἔστι δὲ ὡς οὔ· ὑπ' ἀλλήλων γὰρ πάσχειν τὰ ἐναντία ἀδύνατον. Λύεται δὲ καὶ τοῦτο διὰ τὸ ἄλλο εἶναι τὸ ὑποκείμενον· τοῦτο γὰρ οὐκ ἐναντίον. Ὥστε οὔτε πλείους τῶν ἐναντίων αἱ ἀρχαὶ τρόπον τινά, ἀλλὰ δύο ὡς εἰπεῖν τῷ ἀριθμῷ, οὔτε αὖ παντελῶς δύο διὰ τὸ ἕτερον ὑπάρχειν τὸ εἶναι αὐτοῖς, ἀλλὰ τρεῖς. Eἰ ἔστι τὸ ὑποκείμενον ἀριθμῷ μὲν ἕν, εἴδει δὲ δύο, ἀφ' ὧν δεῖ ἓν τῷ ἑνὶ ὑποκεῖσθαι, πῶς οὐκ ἔστι τὸ ὑποκείμενον αὐτὸ ἑαυτῷ ὑποκείμενον; Eἰ δὲ τοῦτο ἀδύνατον, πῶς οὐκ ἔστι ψευδὲς τὸ εἴδει δύο εἶναι τὸ ὑποκείμενον; Ἔτι εἰ δεῖ ὑπο κεῖσθαί τι ἀεὶ τῶν γιγνομένων, ἔστι δὲ τοῦτο ἡ ὕλη, πῶς οὐκ ἔστιν ἡ ὕλη ἀεὶ γενητή; Ἀεὶ γὰρ τῷ ἑνὶ τῶν ἐναντίων ὑπόκειται. Ἢ γὰρ τῇ στερήσει ὑπόκειται ἢ τῷ εἴδει ἐναν τίῳ ὄντι τῇ στερήσει· καὶ τῷ εἴδει μὲν γίνεται ἔμμορφος, τῇ στερήσει δὲ ἄμορφος. Πῶς οὖν οὐκ ἔστιν οὐσία γενητὴ ἡ ὕλη, ἀεὶ τὸ εἶναι γενητῶς ἔχουσα; Ἔτι εἰ ἡ στέρησις οὐδέν
PG 6:1498ἐστιν ἕτερον παρὰ τὴν ἀναίρεσιν παντὸς τοῦ ὄντος, ἔχουσα δὲ ταύτην ἡ ὕλη, πῶς οὐκ ἀνῄρηται αὐτῆς καὶ τὸ εἶναι αὐτὴν ὕλην; Ἔτι εἰ ἀπόντος τοῦ εἴδους τῆς ὕλης ἄπεστιν αὐτῆς καὶ τὸ εἶναι αὐτὴν οὐσίαν καὶ τὸ τόδε τι καὶ τὸ ὄν, οὐδαμοῦ ἄρα ἡ ὕλη ἀπόντος αὐτῆς τοῦ εἴδους. Ἔτι εἰ ἀριθμητὴ ἡ ὕλη, τὰ δὲ ἐναντία τὰ ταύτῃ συμβεβηκότα οὐκ ἀριθμητά, πῶς τρεῖς ἀρχαί, ἥ τε ὕλη καὶ τὰ ταύτῃ συμβεβηκότα; Eἰ οὐδὲν ὧν ἐν τῇ συστάσει τῶν φύσεων γιγνομένων θεωροῦμεν ἔστιν ἐκ τῆς ὕλης, οὐδὲ τὸ ποιὸν οὐδὲ τὸ ποσόν, πῶς ἐξ αὐτῆς τὰ γιγνόμενα γίγνεται καθ' αὑτά; Eἰ ἀδύνατόν τι εἶναι καὶ μὴ εἶναι τόδε τι, πῶς διὰ τὴν στέρησιν τόδε τι μὴ οὖσα ἡ ὕλη τὸ εἶναι ἔχει; Eἰ ἡ στέρησις καὶ τὸ εἶδος τῇ ὕλῃ συμβέβηκεν, οὐ σία δὲ οὐκ ἔστιν ἡ ὕλη, πῶς ταύτῃ συμβέβηκε τὰ ἐναντία; Τῇ γὰρ οὐσίᾳ συμβαίνει τὰ συμβεβηκότα. Eἰ ὥσπερ ἡ τάξις ἐν τοῖς τεταγμένοις, οὕτως καὶ τὸ εἶδος ἐν τῇ ὕλῃ, πῶς τὰ μὲν ἄτακτα πρὸ τῆς τάξεως τὸ εἶναι τόδε τι ἔχει, ἡ δὲ ὕλη πρὸ τοῦ εἴδους τὸ εἶναι τόδε μὴ ἔχουσα, σώζεται ἐν τῇ ὕλῃ ἡ ἀνα λογία τῆς τάξεως ὡς πρὸς τὸ εἶδος; Eἰ ἐν τῇ συνθέσει μὲν τῶν γιγνομένων δύο θεωροῦνται μόναι ἀρχαί, ἥ τε ὕλη καὶ τὸ εἶδος, χωρὶς δὲ συνθέσεως τρεῖς εἰσιν ἀρχαί, ἥ τε ὕλη καὶ ἡ στέρησις καὶ τὸ εἶδος, δῆλον ἄρα ὅτι μὴ ὄντος μὲν τοῦ γιγνο μένου κείμεναι τρεῖς ἦσαν ἀρχαί· ὄντος δὲ τοῦ γιγνομένου οὐ τρεῖς, ἀλλὰ δύο. Πῶς οὖν οὐκ ἔστι τὸ γιγνόμενον ἀρχὴ τῆς ἀπωλείας τῆς μιᾶς ἀρχῆς, ἣ εἰ μὴ ἀπώλετο, οὐκ ἂν ἐγίνετο τὸ γιγνόμενον; Eἰ ὥσπερ πάσχει ὁ ἄνθρωπος ὑπὸ τοῦ μουσι κοῦ καὶ τοῦ ἀμούσου καὶ τὸ σῶμα ὑπὸ ψυχροῦ καὶ θερμοῦ καὶ ἡ φωνὴ ὑπὸ τῆς ἁρμονίας τε καὶ ἀναρμοστίας, οὕτως πάσχει ἡ ὕλη ὑπὸ τοῦ εἴδους καὶ τῆς στερήσεως, ἔστω ἡ ὕλη οὐσία, ὡς ἄνθρωπος καὶ τὸ σῶμα, ἢ συμβεβηκός, ὡς ἡ φωνή, ἵνα σωθῇ τὸ τῆς ἀναλογίας ἀκόλουθον. Eἰ δὲ οὔτε οὐσία ἐστὶν ἡ ὕλη οὔτε συμβεβηκός, οὐδ' ἄρα πάσχει ὑπὸ τῶν ἐναντίων. γ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Πόσαι μὲν οὖν αἱ ἀρχαὶ τῶν περὶ γένεσιν φυσικῶν, καὶ πῶς, εἴρηται· καὶ δῆλόν ἐστιν ὅτι δεῖ ὑποκεῖσθαί τι τοῖς ἐναντίοις καὶ τὰ ἐναντία δύο εἶναι. Τρόπον δέ τινα ἄλλον οὐκ ἀναγκαῖον· ἱκανὸν γὰρ τὸ ἕτερον τῶν ἐναντίων ποιεῖν τῇ παρουσίᾳ καὶ ἀπουσίᾳ τὴν μεταβολήν. Ἡ δὲ ὑποκειμένη φύσις ἐπιστητὴ κατὰ ἀναλογίαν. Ὡς γὰρ πρὸς ἀνδριάντα χαλκὸς ἢ πρὸς κλίνην ξύλον ἢ πρὸς τῶν ἄλλων τι τῶν ἐχόντων μορφὴν ἡ ὕλη καὶ τὸ ἄμορφον ἔχει πρὶν λαβεῖν τὴν μορφήν, οὕτως αὕτη πρὸς οὐσίαν ἔχει καὶ τὸ τόδε τι καὶ τὸ ὄν. Μία μὲν οὖν ἀρχὴ αὕτη, οὐχ οὕτω μία οὖσα οὐδὲ ἓν ὡς τὸ τόδε τι, μία δὲ ᾗ ὁ λόγος, ἔτι δὲ τὸ ἐναντίον τούτῳ ἡ στέ ρησις. Πότερον δὲ οὐσία τὸ εἶδος ἢ τὸ ὑποκείμενον, οὔπω δῆλον. Eἰ τὸ εἶδος τῇ παρουσίᾳ αὑτοῦ εἰδοποιεῖ τὴν ὕλην καὶ τῇ ἀπουσίᾳ αὑτοῦ ποιεῖ ἀνείδεον, εἰσὶ δὲ ἀρχαὶ δύο, τό τε εἶ δος καὶ τὸ ἀνείδεον, ποιεῖ δὲ αὐτὰ ταῦτα καὶ ἡ στέρησις τῇ
PG 6:1500παρουσίᾳ αὑτῆς καὶ τῇ ἀπουσίᾳ, ἔσονται ἄρα αἱ ἀρχαὶ ὑπ' ἀλλήλων γιγνόμεναί τε καὶ ἀναιρούμεναι καὶ οὐκ ἀΐδιοι· τὸ γὰρ ἀΐδιον παρουσίας τινὸς καὶ ἀπουσίας οὐ χρῄζει πρὸς τὸ εἶναι. Eἰ τῇ παρουσίᾳ καὶ ἀπουσίᾳ τῶν ἐναντίων γίνεται τῶν ἀρχῶν ἡ μεταβολή, δῆλον ὅτι γίνεται ἡ μεταβολὴ ἐκ τοῦ εἶναι αὐτὰς ἀρχάς. Πῶς οὖν δύνανται μένειν ἀρχαί, αἱ ἀποβεβλη κυῖαι τὸ εἶναι ἀρχαί; Eἰ ἡ ἀρχὴ ἀρχὴν ἔχουσα οὐκ ἔστιν ἀρχή, πῶς ἡ ὕλη, τοῦ μὲν εἶναι ἀρχὴν ἔχουσα τὸ εἶδος, τοῦ δὲ μὴ εἶναι τὴν στέρησιν, δύναται εἶναι ἀρχή; Τὸ φύσιν ὀνομάζειν τὸ ὑποκείμενον τῇ στερήσει, τὸ μήτε οὐσία ὂν μήτε τόδε τι μήτε ὄν, πῶς οὐκ ἔστι περιττόν; Eἰ ἀρχαὶ οὔτε ἐξ ἄλλων εἰσὶν οὔτε ἐξ ἀλλήλων, ἔστι δὲ ἐκ τῆς ἀπουσίας τοῦ εἴ δους ἡ στέρησις καὶ ἐκ τῆς ἀπουσίας τῆς στερήσεως τὸ εἶ δος, πῶς οὐκ εἰσὶν ἐξ ἀλλήλων ἀρχαί, τό τε εἶδος καὶ ἡ στέρησις; Τῇ γὰρ ἀπουσίᾳ ἀλλήλων ποιητικαὶ ἀλλήλων. Eἰ ὃν ἔχει λόγον ὁ χαλκὸς πρὸς τὸν μέλλοντα ἐξ αὐτοῦ γίνεσθαι ἀνδριάντα, τοῦτον ἔχει ἡ ὕλη πρὸς τὴν οὐσίαν καὶ τὸ τόδε τι καὶ τὸ ὄν, πῶς ὁ μὲν χαλκός, ἐὰν μὴ ᾖ οὐσία καὶ τόδε τι καὶ ὄν, λόγον ἔχειν πρὸς τὸν ἀνδριάντα οὐ δύ ναται, ἡ δὲ ὕλη, μήτε οὐσία οὖσα μήτε τόδε τι μήτε ὄν, ἀνα λογίαν ἔχειν πρὸς τὸν χαλκὸν δύναται; Eἰ πάντα τὰ ἐν συ στάσεσι τῶν φυσικῶν θεωρούμενα αἰσθήσει ἐστὶν ἐπιστητά, πῶς ἡ ὕλη, ἐξ ἧς τὰ αἰσθητά, ἀναλογίᾳ ἐστὶν ἐπιστητὴ καὶ οὐκ αἰσθήσει, ἢ πῶς ὅλως ἐκ μὴ αἰσθητοῦ δυνατὸν γενέσθαι τὰ αἰσθητά; Eἰ τόδε τί ἐστι καὶ τὸ μίαν ἀρχὴν εἶναι, πῶς ἡ ὕλη τὸ μὲν εἶναι μίαν ἀρχὴν ἔχει, τὸ δὲ εἶναι αὐτὴν τόδε τι οὐκ ἔχει; Καὶ εἰ τὸ εἶναι τόδε τι καὶ τὸ τόδε τι μὴ εἶναι οὐσία ἐστί, πῶς ἡ ὕλη τὸ μὲν τόδε τι μὴ εἶναί ἐστιν, οὐσία δὲ οὐκ ἔστι; Πῶς δὲ δύναταί τις ἐκβάλλειν τὴν ὕλην τοῦ εἶναι ἕν, ὁ διελὼν αὐτὴν εἰς δύο εἴδη, εἴς τε τὸ ὑποκεί μενον τῷ γιγνομένῳ καὶ εἰς τὸ ἀντικείμενον; Eἰ οὔπω δῆλον ἐκ τῶν εἰρημένων, εἰ οὐσία ἐστὶ τὸ εἶδος ἢ τὸ ὑποκείμενον, πῶς ἀποφαντικῶς εἴρηκε περὶ τῆς ὕλης τὸ μὴ εἶναι αὐτὴν οὐσίαν μήτε τόδε τι μήτε ὄν; Τὸ γὰρ ὑποκείμενον εἴρηκεν εἶναι τὴν ὕλην. Ποτὲ μὲν μὴ εἶναι αὐτὴν οὐσίαν μήτε τόδε τι μήτε ὄν, ποτὲ δὲ ἄδηλον εἰ οὐσία ἐστί, πῶς οὐκ ἔστι τῶν οὐκ εἰδότων ὅ φασιν; δ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ζητήσαντες οἱ κατὰ φιλοσοφίαν πρῶτοι τὴν ἀλήθειαν καὶ τὴν φύσιν τὴν τῶν ὄντων ἐξετράπησαν οἷον ὁδόν τινα ἄλλην ἀπωσθέντες ὑπὸ ἀπειρίας, καὶ φασὶν οὔτε γίγνεσθαι τῶν ὄντων οὐδὲν οὔτε φθείρεσθαι διὰ τὸ ἀναγκαῖον μὲν εἶναι γίγνεσθαι τὸ γινόμενον ἢ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος, ἐκ δὲ τούτων ἀμφοτέρων ἀδύνατον εἶναι· οὔτε γὰρ τὸ ὂν γίγνε σθαι (εἶναι γὰρ ἤδη) ἔκ τε μὴ ὄντος οὐθὲν ἂν γενέσθαι (ὑποκεῖσθαι γάρ τι δεῖ). Καὶ οὕτω δὴ τὸ ἐφεξῆς συμ βαῖνον αὔξοντες οὐδὲ εἶναι πολλά φασιν ἀλλὰ μόνον αὐτὸ τὸ ὄν. Ἱκανὰ καὶ ταῦτα μαρτυρῆσαι τῇ ἀληθείᾳ τοῦ ὑφ' ἡμῶν
PG 6:1502·ηθέντος περὶ τῶν παρ' Ἕλλησι φιλοσόφων, ὡς κατὰ τὴν ἀποδεικτικὴν ἐπιστήμην περὶ τῶν ὄντων τοὺς λόγους μὴ πεποιηκότων, ἀλλ' εἰκασμῷ τὸ δοκοῦν διορισαμένων. ε. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἡμεῖς δὲ λέγομεν ὅτι τὸ ἐξ ὄντος ἢ μὴ ὄντος γίνε σθαι, ἢ τὸ μὴ ὂν ἢ τὸ ὂν ποιεῖν τι ἢ πάσχειν ἢ ὁτιοῦν τόδε γίγνεσθαι, ἕνα μὲν τρόπον οὐδὲν διαφέρει ἢ τὸ τὸν ἰατρὸν ποιεῖν τι ἢ πάσχειν ἢ ἐξ ἰατροῦ εἶναί τι ἢ γίνεσθαι· ὥστε ἐπειδὴ τοῦτο διχῶς ἢ πλεοναχῶς λέγεται, δῆλον ὅτι καὶ τὸ ἐξ ὄντος καὶ τὸ ὂν ἢ ποιεῖν ἢ πάσχειν. Οἰκοδομεῖ μὲν οὖν ὁ ἰατρός, οὐχ ᾗ ἰατρὸς δὲ ἀλλ' ᾗ οἰκοδόμος, καὶ λευκὸς γίνεται, οὐχ ᾗ ἰατρὸς ἀλλ' ᾗ μέλας· ἰατρεύει δὲ καὶ ἀνία τρος γίνεται, ᾗ ἰατρός. Ἐπεὶ δὲ μάλιστα λέγομεν τὸν ἰα τρὸν κυρίως ποιεῖν τι ἢ πάσχειν ἢ γίγνεσθαι ἐξ ἰατροῦ, ἐὰν ᾗ ἰατρὸς ταῦτα ποιῇ ἢ πάσχῃ, δῆλον ὅτι καὶ τὸ μὴ ἐξ ὄντος γίγνεσθαι τοῦτο σημαίνει, τὸ ᾗ μὴ ὄν. Ὅπερ ἐκεῖνοι μὲν οὐ διελόντες ἀπέστησαν, καὶ διὰ ταύτην τὴν ἄγνοιαν τοσοῦτον προσηγνόησαν, ὥστε μηθὲν οἴεσθαι γίγνε σθαι μήτ' εἶναι τῶν ἄλλων, ἀλλ' ἀνελεῖν πᾶσαν τὴν γέ νεσιν. Ἡμεῖς δὲ καὶ αὐτοί φαμεν γίνεσθαι μὲν οὐδὲν ἁπλῶς ἐκ μὴ ὄντος, ὅμως μέντοι γίγνεσθαι ἐκ μὴ ὄντος, οἷον κατὰ συμβεβηκός· ἐκ γὰρ τῆς στερήσεως, ὅ ἐστι καθ' αὑτὸ μὴ ὄν, οὐκ ἐνυπάρχοντος γίνεται. Θαυμάζεται δὲ τοῦτο καὶ ἀδύνατον οὕτω δοκεῖ, γίγνεσθαί τι ἐκ μὴ ὄντος. Ὡσαύτως δὲ οὐδὲ ἐξ ὄντος οὐδὲ τὸ ὂν γίγνεσθαι, πλὴν κατὰ συμβεβηκός· οὕτω δὲ καὶ τοῦτο γίγνεσθαι τὸν αὐτὸν τρόπον, οἷον εἰ ἐκ ζώου ζῶον ἂν γίνοιτο καὶ ἐκ τινὸς ζώου τι ζῶον, οἷον εἰ κύων ἐξ ἵππου γίγνοιτο. Γίγνοιτο μὲν γὰρ ἂν οὐ μόνον ἐκ τινὸς ζώου ὁ κύων, ἀλλὰ καὶ ἐκ ζώου, ἀλλ' οὐχ ᾗ ζῶον· ὑπάρχει γὰρ ἤδη τοῦτο· εἰ δέ τι μέλλοι γίγνεσθαι ζῶον μὴ κατὰ συμβεβηκός, οὐκ ἐκ ζώου ἔσται, καὶ εἴ τι ὄν, οὐκ ἐξ ὄντος οὐδὲ ἐκ μὴ ὄντος. Τὸ γὰρ ἐκ μὴ ὄντος εἴρηται ἡμῖν τί σημαίνει, ὅτι ᾗ μὴ ὄν. Ἔτι δὲ καὶ τὸ εἶναι ἅπαν ἢ μὴ εἶναι οὐκ ἀναιροῦμεν. Eἰ τὸ Μήτε ἐκ τοῦ ἁπλῶς ὄντος μήτε ἐκ τοῦ ἁπλῶς μὴ ὄντος δυνατόν ἐστι γενέσθαι τι κοινόν ἐστι τῶν ἐξ ἀπειρίας τε καὶ ἀγνοίας ἀναιρούντων τὴν γένεσιν, καὶ τούτου τοῦ τοὺς σφαλλομένους διορθωσαμένου, πῶς οὐκ ἀνῄρηται ἡ γένεσις κατὰ τὸν διορθωσάμενον, ὡς ἀνῄρηται κατὰ τοὺς σφαλλομέ νους; Eἰ ἀδύνατόν ἐστι γενέσθαι τι κατὰ συμβεβηκὸς ἐξ ὄντος καὶ ἐκ μὴ ὄντος, μὴ προεπινοουμένης τῆς γενέσεως τοῦ καθ' αὑτὸ γιγνομένου, οἷον ἀδύνατον τὸν ἰατρὸν γενέσθαι λευκὸν μὴ τοῦ μέλανος λευκοῦ γιγνομένου, καὶ ἀδύνατον τὸν ἰατρὸν οἰκοδομεῖν μὴ τοῦ οἰκοδόμου οἰκοδομοῦντος, ἐὰν ᾖ μέλας καὶ οἰκοδόμος ὁ ἰατρός, πῶς γίνεταί τι κατὰ συμβεβηκὸς ἐξ ὄντος καὶ ἐκ μὴ ὄντος, μηδενὸς προηγουμένως καθ' αὑτὸ γιγνομένου; Eἰ πρῶτον μὲν τὸ ζῶον, ὕστερον δὲ τὸ ζῶον ἐκ ζώου καὶ τό τι ζῶον ἐκ τινὸς ζώου, καὶ τῇ μὲν γενέσει τοῦ ζώου ἐκ ζώου ὑπόκειται τὸ σπέρμα, τῇ δυνάμει μὲν ζῶον, ἐνεργείᾳ δὲ οὐ
PG 6:1505ζῶον, τῇ δὲ γενέσει τοῦ ἁπλῶς ζώου τὸ ὑποκείμενον οὐκ ἦν σπέρμα, πῶς οὐκ ἔστι παρὰ φύσιν γιγνόμενον τὸ ζῶον ἐκ μὴ ζώου; Eἰ πρὸ τοῦ γενέσθαι τὸ γιγνόμενον ἡ μὲν ὕλη ἦν, τὸ δὲ γιγνόμενον ἐξ αὐτῆς οὐκ ἦν, τί ἦν ἡ ὕλη; Οἷον εἰ ὕλη ἦν τοῦ ἵππου πρὸ τοῦ γενέσθαι τὸν ἵππον, εἰ πάντα τὰ ἐν τῇ οὐσίᾳ τοῦ ἵππου θεωρούμενά ἐστι γενητά, πῶς ἦν ἀγένητος ἡ ὕλη, ἐξ ἧς γέγονεν ἵππος; Eἰ καθ' αὑτὸ μὲν οὔτε ἡ στέρησις ὄν ἐστιν οὔτε ἡ ὕλη, τὸ δὲ συμβεβηκὸς τῷ καθ' αὑτὸ ὄντι συμβαίνει, πῶς κατὰ συμβεβηκὸς δυνατὸν γενέσθαι τι ἐκ τῆς στερήσεως, μήτε καθ' αὑτὸ μήτε κατὰ συμβεβηκὸς οὔσης; Ὧν διεζευγμένων ὄντων ἀδύνατόν ἐστι γενέσθαι τι ἐξ οὐ δενὸς αὐτῶν, τούτων οὔτε συμπεπλεγμένων δυνατὸν γενέσθαι τι· οἷον ἐκ τοῦ ὄντος ἁπλῶς οὐ δυνατὸν γενέσθαι τι, ὡσαύ τως καὶ ἐκ τοῦ ἁπλῶς μὴ ὄντος, ἵνα ταῖς Ἀριστοτέλους χρη σώμεθα φωναῖς. Πῶς ἀμφότερα γέγονε δυνατά, καὶ τὸ γε νέσθαι ἐξ ὄντος καὶ τὸ γενέσθαι ἐκ μὴ ὄντος; Eἰ τὸ ὑποκεί μενον, ἐξ οὗ γίγνεται τὸ γιγνόμενον, τοῖς ἐναντίοις ἀνάγκη ὑποκεῖσθαι, οὐκ ἄρα γίγνεταί τι ἐκ τῆς στερήσεως κατὰ συμ βεβηκὸς τοῖς ἐναντίοις μὴ ὑποκειμένης; Ὁ τὸ πᾶν μὴ ἀναι ρῶν μήτε εἶναι μήτε τὸ μὴ εἶναι, ἀλλὰ συγχωρῶν τὸ πᾶν εἶναι καὶ μὴ εἶναι, πῶς δύναται ἀληθεύειν λέγων τὴν ὕλην μὴ εἶναι μήτε οὐσίαν μήτε τόδε τι μήτε ὄν; Eἰ γίγνεται μὲν τὸ γιγνόμενον, οὐκ ἐξ ἁπλῶς δὲ μὴ ὄντος οὔτ' ἐξ ἁπλῶς ὄντος, ἀλλὰ ἐξ ἀμφοτέρων, γίγνεται ἄρα καὶ ἐκ τῆς ὕλης ὡς ἐκ τοῦ ὄντος καὶ ἐκ τοῦ μὴ ὄντος, καὶ ὡς ἐκ τοῦ τόδε τι ὄντος καὶ τόδε τι μὴ ὄντος. Ἀλλ' εἰ ταῦτα οὕτως ἔχει, ψευδὲς ἄρα τὸ ·ηθὲν περὶ τῆς ὕλης, τὸ μήτε αὐτὴν εἶναι οὐσίαν μήτε τόδε τι μήτε ὄν. Ὥσπερ ἡ ὕλη ἐστὶν ἄμορφος, οὕτως καὶ τὸ εἶδός ἐστιν ἄϋλον. Ἀλλ' εἰ μὲν ἡ ὕλη καὶ τὸ ἄμορφον αὐτῆς εἰσι δύο ἀρχαί, καὶ τὸ εἶδος ἄρα καὶ τὸ ἄϋλον αὐτοῦ δύο ἔσον ται ἀρχαί. Πῶς οὖν τεσσάρων οὐσῶν τῶν ἀρχῶν τρεῖς μό ναι ἐτέθησαν ἀρχαί. . Ἐκ τοῦ αὐτοῦ λόγου. Ἡμεῖς γὰρ ὕλην καὶ στέρησιν ἕτερον εἶναί φαμεν, καὶ τούτων τὸ μὲν οὐκ ὂν εἶναι κατὰ συμβεβηκός, τὴν ὕλην, τὴν δὲ στέρησιν καὶ καθ' αὑτήν, καὶ τὴν μὲν ἐγγὺς καὶ οὐσίαν πως, τὴν δὲ οὐδαμῶς. Oἱ δὲ τὸ μὴ ὂν εἶναί φασι, τὸ μέγα καὶ τὸ μικρὸν ὁμοίως, ἓν τὸ συναμφότερον ἢ τὸ χωρὶς ἑκάτερον. Ὥστε παντελῶς ἕτερος ὁ τρόπος οὗτος τῆς τριάδος κἀκεῖνος. Eἰ κατὰ συμβεβηκὸς οὐκ ὂν εἶναι τῇ ὕλῃ ἐστί, δῆλον ὅτι κατὰ συμβεβηκὸς ἡ ὕλη οὔτε ὕλη ἐστὶν οὔτε ἀρχή· ὄντος γάρ ἐστι τὸ εἶναι ὕλη καὶ τὸ εἶναι ἀρχή. Καὶ εἰ κατὰ συμβεβηκὸς οὐκ ὂν εἶναί ἐστι τῇ ὕλῃ διὰ τὴν στέρησιν, δῆλον ὅτι κατὰ συμβεβηκὸς ὄν ἐστι διὰ τὸ εἶδος. Ἔσται ἄρα τῇ ὕλῃ καθ' αὑτὸ μὲν οὐδέποτε ὄν, κατὰ συμβεβηκὸς δὲ ἀεί, ποτὲ μὲν οὐκ ὂν εἶναι, ποτὲ δὲ ὂν εἶναι. Πῶς οὖν οὐκ ἔστιν ἄτοπον τὸ λέγειν ἐγγὺς εἶναι οὐσίας καὶ οὐσίαν πως τὸ μηδέποτε καθ' αὑτὸ ὄν; Eἰ ἄλλο τὸ ὕλην εἶναι καὶ ἄλλο τὸ τινὸς εἶναι ὕλην,
PG 6:1507καὶ στερεῖται μὲν ἡ ὕλη τοῦ τινὸς εἶναι ὕλην, τοῦ δὲ εἶναι αὐτὴν ὕλην οὐ στερεῖται, ἔσται ἄρα ἡ ὕλη ὂν καὶ οὐκ ὄν, ὂν μὲν διὰ τὸ εἶναι αὐτὴν ὕλην, οὐκ ὂν δὲ διὰ τὸ μὴ εἶναι αὐ τὴν τινὸς ὕλην. Ἀλλ' εἰ μηδενός ἐστιν ὕλη ἡ ὕλη, οὐδὲν ἄρα τῆς ἀμορφίας ἐστὶν ἡ ὕλη. Eἰ δὲ τῆς ἀμορφίας ἐστὶν ἡ ὕλη, οὐδέποτε ἄρα ἦν ἡ ὕλη ᾗ ὕλη, ἀλλ' ἀεὶ τινὸς ὕλη, ποτὲ μὲν τῆς ἀμορφίας, ποτὲ δὲ τῆς μορφῆς. Ὅτι δέ τί ἐστιν ἡ ἀμορφία δῆλον ἐξ οὗ ἐτέθη ἀρχὴ εἶναι τῶν γιγνομένων. Ἀλλ' εἰ ταῦτα οὕτως ἔχει, οὐδέποτε ἄρα οὐκ ὂν εἶναι τὴν ὕλην, ἀλλ' ἀεὶ ὂν εἶναι, ποτὲ μὲν ἄμορφον, ποτὲ δὲ μεμορφωμένην· διὸ καὶ ἀεὶ γενητή. Eἰ δύναται ἡ ὕλη τὴν συν αΐδιον αὑτῆς ἀποβαλεῖν ἀμορφίαν, δύναται ἄρα καὶ τὴν συναΐδιον αὑτῆς ἀποβαλεῖν ἀγενεσίαν. Eἰ δὲ μὴ τὸ δεύτε ρον, οὐδ' ἄρα τὸ πρῶτον. Πῶς οὖν γίγνεται τὸ γιγνόμενον ἐκ τῆς ὕλης, τῆς ὕλης τὴν συναΐδιον αὑτῆς ἀμορφίαν μὴ ἀποβαλ λομένης; Eἰ, ὥσπερ ὁ τρόπος τῆς κατὰ τὸν Ἀριστοτέλην τριάδος ἕτερός ἐστι παρὰ τὸν τρόπον τῆς κατὰ Πλάτωνα τριά δος, οὕτω καὶ ἡ τριὰς ἑτέρα, πῶς οὐκ ἔστιν ἀρχὴ τῶν γιγνο μένων ἡ ἑξὰς ἀλλ' ἡ τριάς; Καὶ εἰ ἡ τριὰς οὐχ ἑτέρα, πῶς ὁ τρόπος αὐτῆς ἕτερος; ζ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἡ μὲν γὰρ ὑπομένουσα συναιτία τῇ μορφῇ τῶν γιγνο μένων ἐστίν, ὥσπερ μήτηρ· ἡ δὲ ἑτέρα μοῖρα τῆς ἐναντιώ σεως πολλάκις ἂν φαντασθείη τῷ πρὸς τὸ κακοποιὸν αὐτῆς ἀτενίζοντι τὴν διάνοιαν οὐδὲ εἶναι τὸ παράπαν. Ὄντος γάρ τινος θείου καὶ ἀγαθοῦ καὶ ἐφετοῦ, τὸ μὲν ἐναντίον αὐτῷ φαμεν εἶναι, τὸ δὲ πεφυκέναι ἐφίεσθαι καὶ ὀρέγεσθαι αὐτοῦ κατὰ τὴν φύσιν αὑτοῦ. Τοῖς δὲ συμβαίνει τὸ ἐναντίον ὀρέ γεσθαι τῆς αὑτοῦ φθορᾶς. Καίτοι οὔτε αὑτοῦ οἷόν τε ἐφίε σθαι τὸ εἶδος διὰ τὸ μὴ εἶναι ἐνδεές, οὔτε τὸ ἐναντίον· φθαρτικὰ γὰρ ἀλλήλων τὰ ἐναντία. Ἀλλὰ τοῦτό ἐστιν ἡ ὕλη, ὥσπερ ἂν εἰ θῆλυ ἄῤῥενος καὶ αἰσχρὸν καλοῦ· πλὴν οὐ καθ' αὑτὸ αἰσχρόν, ἀλλὰ κατὰ συμβεβηκός, οὐδὲ θῆλυ, ἀλλὰ κατὰ συμβεβηκός. Φθείρεται δὲ καὶ γίνεται ἔστι μὲν ὥς, ἔστι δὲ ὡς οὔ. Ὡς μὲν γὰρ τὸ ἐν ᾧ, καθ' αὑτὸ φθείρεται· τὸ γὰρ φθειρόμενον ἐν τούτῳ ἐστὶν ἡ στέρησις· ὡς δὲ κατὰ δύναμιν, οὐ καθ' αὑτό, ἀλλ' ἄφθαρτον καὶ ἀγένητον ἀνάγκη αὐτὴν εἶναι. Εἴτε γὰρ ἐγίνετο, ὑποκεῖσθαί τι δεῖ πρῶ τον, τὸ ἐξ οὗ ἐνυπάρχοντος· τοῦτο δ' ἐστὶν αὐτὴ ἡ φύσις, ὥστ' ἔσται πρὶν γενέσθαι. Λέγω γὰρ ὕλην τὸ πρῶτον ὑπο κείμενον ἑκάστῳ, ἐξ οὗ γίνεταί τι ἐνυπάρχοντος μὴ κατὰ συμβεβηκός. Εἴτε φθείρεται, εἰς τοῦτο ἔσχατον ἀφίξεται, ὥστε ἐφθαρμένη ἔσται πρὶν φθαρῆναι. Eἰ, ὥσπερ ἀρχὴ τῶν γιγνομένων ἡ ὕλη καὶ τὸ εἶδος, οὕτω καὶ ἡ στέρησις, πῶς ἡ μὲν ὕλη συναιτία τῇ μορφῇ τῶν γιγνο μένων, ἡ δὲ στέρησις οὐ συναιτία; Eἰ διὰ τοῦτο ἀρχὴ τὸ εἶ δος, ἐπειδὴ ἐξ αὐτοῦ τὸ εἶναι τῷ γιγνομένῳ, δῆλον ὅτι καὶ ἡ στέρησις διὰ τοῦτο ἀρχή, ἐπειδὴ δι' αὐτὴν τὸ μὴ εἶναι τῷ γιγνομένῳ. Πῶς οὖν ἀρχὴ λέγεται τῶν γιγνομένων ἡ στέ
PG 6:1509ρησις; Eἰ, ὅτε πάρεστι τὸ εἶδος, τότε ἡ στέρησις οὐχ ὑπομέ νει, δῆλον ὅτι μὴ παρόντος τοῦ εἴδους ὑπομένει ἡ στέρησις. Πῶς οὖν οὐκ ἔστιν ἄτοπον τὸ λέγειν μὴ εἶναι τὸ ὑπομένον; Ὄντος γάρ ἐστι τὸ ὑπομένειν. Eἰ ἑτέρα μοῖρα τῆς ἐναν τιώσεώς ἐστιν ἡ στέρησις, καὶ τὸ κακοποιὸν ταύτης ἐστὶ τὸ εἶδος, πῶς οὐκ ἔστι τὸ εἶδος ἀγαθόν τε καὶ κακόν, ἀγαθὸν μὲν τῇ ὕλῃ, ὡς δι' αὐτοῦ ὑπάρχειν τῇ ὕλῃ τὸ οὐσίᾳ εἶναι, κακὸν δὲ τῇ στερήσει, ὡς δι' αὐτοῦ ἀναιρουμένῃ; Eἰ ἔστι τι θεῖόν τε καὶ ἀγαθὸν καὶ ἐφετόν, καὶ ἔχει τὸ ἐναντίον ὃ οὐκ ἔστιν οὔτε ἀγαθὸν οὔτε ἐφετόν, ἔσται ἄρα τὸ θεῖον ἀγαθόν τε καὶ οὐκ ἀγαθόν, ἐφετόν τε καὶ οὐκ ἐφετόν, διὸ καὶ θεῖόν τε καὶ οὐ θεῖον. Eἰ δὲ ἄτοπον τοῦτο, οὐκ ἄρα τὸ θεῖον τὸ ἀγα θόν τε καὶ ἐφετὸν ἔχει τι ἐναντίον· τὸ γὰρ ἁπλῶς ἀγαθὸν πᾶσιν ἀγαθόν, οὔ τισι μόνον. Eἰ τὸ ἐναντίον τοῦ ἀγαθοῦ οὐκ ἐφίεται τοῦ ἀγαθοῦ (φθορᾶς γὰρ τῆς αὐτοῦ φύσεως ἐφίεται, εἰ ἐφίεται τοῦ ἀγαθοῦ) καὶ τὸ εἶδος ἑαυτοῦ οὐκ ἐφίεται (ἀνεν δεὲς γὰρ τὸ εἶδος), ἔστι δὲ τὸ θεῖον ἐφετόν τε καὶ ὀρεκτόν, τίνι δὲ ἐφετόν τε καὶ ὀρεκτὸν εἰ μὴ τῇ ὕλῃ; Ἔμψυχος ἄρα ἡ ὕλη· ἐμψύχου γάρ ἐστι τὸ ἐφίεσθαι καὶ ὀρέγεσθαι. Eἰ δὲ ἔμψυχος ἡ ὕλη, πῶς οὐκ ἔστι ψευδὲς τὸ οὐκ ὂν εἶναι κατὰ συμβεβηκὸς τὴν ὕλην; Ἡ γὰρ ψυχὴ ὄν ἐστι, καὶ τὸ ψυχὴν ἔχον ὄν ἐστιν. Eἰ, ὡς θῆλυ ἐφίεται τοῦ ἄῤῥενος καὶ ὡς αἰσχρὸν τοῦ καλοῦ, ἡ ὕλη ἐφίεται τοῦ ἀγαθοῦ, καὶ οὐκ ἔστιν ἡ ὕλη καθ' αὑτὸ θῆλυ καὶ αἰσχρόν, ἀλλὰ κατὰ συμβεβηκός, δῆλον ὅτι οὐδὲ καθ' αὑτὸ ἐφίεται τοῦ ἀγαθοῦ, ἀλλὰ κατὰ συμβεβη κός. Ἔσται ἄρα καὶ τὸ θεῖον οὐ καθ' αὑτὸ ἀγαθόν τε καὶ ἐφετὸν καὶ ὀρεκτόν, ἀλλὰ κατὰ συμβεβηκός· ὅπερ ἐστὶν ἄτο πον λέγειν. Eἰ ἔστιν ἡ ὕλη γενητὴ μὲν διὰ τὸ εἶδος, φθαρτὴ δὲ διὰ τὴν στέρησιν, ἀγένητος δὲ δι' ἑαυτὴν καὶ ἄφθαρτος, ἔσται ἄρα ἡ ὕλη ἀεὶ μὲν φθαρτὴ ἢ γενητή, ἄφθαρτος δὲ καὶ ἀγένητος οὐδέποτε· ἀεὶ γὰρ ἢ στερήσει ὑπόκειται τῇ ἐν αὐτῇ φθειρομένῃ, ἢ τῷ εἴδει τῷ ἐν αὐτῇ γιγνομένῳ. Τὸ ἀγένητον ἐπὶ μὲν τῶν γενητῶν τὴν στέρησιν σημαίνει γενέσεως δυναμέ νης ἔσεσθαι, ἐπὶ δὲ τῶν ἀϊδίων τὴν ἀπόφασιν πάσης σημαίνει γενέσεως τῆς τε προγεγονυίας καὶ τῆς μελλούσης ἔσεσθαι· οἷον ὁ χαλκὸς ὁ μέλλων ἔσεσθαι ἀνδριάς, πρὶν γένηται ἀν δριάς, ἀγένητος λέγεται κατὰ στέρησιν, διὰ τὸ δύνασθαι αὐτὸν γενέσθαι ἀνδριάντα· ἐπὶ δὲ θεοῦ τὸ ἀγένητον πάσης ἀπό φασιν σημαίνει τῆς κατ' οὐσίαν γενέσεως προγεγονυίας τε καὶ μελλούσης. Δύο τοίνυν ὄντων τῶν τῆς ἀγενεσίας τρόπων, κατὰ ποῖόν ἐστιν ἀγένητος ἡ ὕλη; Eἰ μὲν κατὰ στέρησιν, ἀγέ νητος ἄρα ἡ ὕλη ὥσπερ ὁ χαλκός, εἰ δὲ κατὰ ἀπόφασίν ἐστιν ἡ ὕλη ἀγένητος, οὐδὲν ἄρα γίνεται ἡ ὕλη· οὔτε, ὃν λόγον ἔχει ὁ χαλκὸς πρὸς τὸν ἀνδριάντα, τοῦτον δύναται ἔχειν ἡ ὕλη πρὸς τὴν οὐσίαν, καθὰ εἶπεν Ἀριστοτέλης. Eἰ οὕτως ἐστὶ ἡ ὕλη ἀγένητος ὡς ὁ θεός, καὶ δύναται ὁ θεὸς ἐκ τοῦ ἀγενήτου ποιῆσαί τι, δῆλον ὡς δύναται ὁ θεὸς καὶ ἐκ τοῦ ἁπλῶς μὴ ὄντος ποιῆσαί τι. Ἣν γὰρ ἔχει ἀνεπιτηδειότητα τὸ μὴ ὂν πρὸς τὸ μὴ γενέσθαι τι ἐξ αὐτοῦ κατὰ φύσιν καὶ κατὰ τέχνην, τὴν
PG 6:1511αὐτὴν ἔχει καὶ τὸ ἀϊδίως ἀγένητον πρὸς τὸ γενέσθαι τι ἐξ αὐτοῦ κατὰ φύσιν καὶ κατὰ τέχνην. Πῶς οὖν ἐκ μὲν τοῦ ἀϊ δίως ἀγενήτου ἠδυνήθη ὁ θεὸς ποιῆσαί τι, ἐκ δὲ τοῦ ἁπλῶς μὴ ὄντος οὐκ ἠδυνήθη; Ἀλλὰ προδήλως ἡ ἀπιστία τοῦ δύ νασθαι τὸν θεὸν ἐκ μὴ ὄντος ποιῆσαί τι τοὺς μὲν πρώτους φιλοσόφους εἰς ἄρνησιν πάσης τῶν ὄντων ἐκ τῆς ὕλης γενέ σεως ἀπώσατο, τὸν δὲ τοῦτο διορθωσάμενον Ἀριστοτέλην εἰς ἀναίρεσιν τῆς γενέσεως τῆς ὕλης. Eἰ ἔστι τι γιγνόμενον καὶ ἔστι τι ὃ τοῦτο γίγνεται, καθὰ εἶπεν ἐν τοῖς ἀνωτέρω, οὐδὲν ἄρα τούτων ἐστὶν ἡ ὕλη, εἰ ἀγένητός ἐστι καὶ ἄφθαρτος. Eἰ ἀγένητός ἐστιν ὕλη καὶ ἄφθαρτος, ἐξ ἀνάγκης καθ' ἑκά τερον τὸν τῆς ἀγενεσίας τρόπον ἀγένητός ἐστιν· οὔτ' ἄρα γίνεταί τι ἐξ αὐτῆς οὔτε φθείρεται ἐν αὐτῇ. Πῶς οὖν φθεί ρεται ἐν ἀφθάρτῳ ἡ στέρησις; Eἰ μία ἐστὶν ἡ ὕλη, πολλὰ δὲ καὶ διάφορα τὰ ἐξ αὐτῆς γιγνόμενα, πῶς ἀνάγκη μένειν τὴν ὕλην ἀγένητον, τοῦ ἀεὶ διαιρετοῦ αὐτῆς μὴ δυναμένου μένειν ἀδιαιρέτου; Eἰ ἀριθμῷ μὲν μία ἐστὶν ἡ ὕλη, εἴδει δὲ δύο, καὶ ἔστιν ἀγένητος καὶ ἄφθαρτος, ἢ ἄρα ὅλη ἐστὶν ἀγένητος καὶ ἄφθαρτος ἢ τὸ ἥμισυ αὐτῆς. Ἀλλ' εἰ μὲν ὅλη ἐστὶν ἀγένη τος καὶ ἄφθαρτος, δῆλον ὅτι καὶ τὸ ἥμισυ αὐτῆς τοιοῦτον· εἰ δὲ τὸ ἥμισυ αὐτῆς ἐστιν ἀγένητόν τε καὶ ἄφθαρτον καὶ τὸ ἥμισυ αὐτῆς οὐ τοιοῦτον, ἔσται ἄρα ἡ ἀντίφασις περὶ τοῦ αὐ τοῦ ἀληθής· ὅπερ ἀδύνατον. Eἰ τὸ δεχόμενον τὸ εἶδος ἢ ἐκεῖνο γίγνεται ἢ ἐξ ἐκείνου γίγνεται, πῶς ἀγένητος ἡ ὕλη τὸ εἶδος δεχομένη; Eἰ τῶν ὄντων ἐστὶ τὸ ἀγένητον εἶναι καὶ ἄφθαρτον, πῶς ἡ ὕλη καὶ ὂν οὐκ ἔστι καὶ ἀγένητος καὶ ἄφθαρ τός ἐστιν; Eἰ τὸ ἀγενήτως ὂν ἐν τῷ ἀγενήτῳ ἀγένητον καὶ τοῦτο, πῶς ἡ ἀγένητος οὖσα ἐν τῇ ὕλῃ στέρησις γίνεται καὶ φθείρεται; Eἰ, καθὼς εἴρηται, ἱκανὸν τὸ ἕτερον τῶν ἐναντίων τῇ ἑαυτοῦ παρουσίᾳ τε καὶ ἀπουσίᾳ ποιεῖν τὴν μεταβολήν, τί τὸ μεταβαλλόμενον τῆς ὕλης ἀγενήτου καὶ ἀφθάρτου οὔσης; Eἰ τὸ ἀγένητον καὶ ἄφθαρτον περὶ τὴν οὐσίαν θεωρεῖται τοῦ ἀγενήτου καὶ ἀφθάρτου ὄντος, ποῦ τὸ ἀγένητον καὶ ἄφθαρτον τῆς ὕλης, οὐσίας μὴ οὔσης τῆς ὕλης; Eἰ μὴ ἦν γενητὸς ὁ χαλκὸς κατὰ τὴν προγεγονυῖαν αὐτοῦ γένεσιν, οὐδὲ ἀνδριὰς ἐγίνετο. Πῶς τοίνυν γίνεται ἡ ὕλη ἢ ἐκ τῆς ὕλης τι, τῆς ὕλης μὴ προγεγονυίας; Eἰ μὴ ἐφθείρετο ὁ χαλκός, οὐδὲ τὸ χαλκοῦν ἐφθείρετο. Πῶς τοίνυν φθείρεται τὸ ὑλικόν, τῆς ὕλης ἀφθάρ του οὔσης; Eἰ ἐκ τῶν ἀσωμάτων σῶμα οὐκ ἀποτελεῖται, πῶς γέγονε σῶμα ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους, καθ' αὑτὰ ἀσωμά των ὄντων; Eἰ φυσικῇ ἀνάγκῃ ἀκολουθεῖ τῷ ἀγενήτῳ καὶ ἀφθάρτῳ τὸ ἀδιαίρετον καὶ τὸ ἄτρεπτον, πῶς ἐν τοῖς διῃρη μένοις κατὰ γένη εἴδεσίν ἐστιν ἡ ἀγένητος καὶ ἄφθαρτος ὕλη, καὶ πῶς κατὰ ἀλλοίωσιν γίνεται τὰ τρεπόμενα κατὰ τὴν ὕλην, καθὼς ἐν τῇ ἐκθέσει τῶν τῆς γενέσεως τρόπων διωρίσατο ἐν τοῖς ἀνωτέρω; η. Ἐκ τοῦ δευτέρου λόγου τῆς Φυσικῆς ἀκροάσεως Ἀριστοτέλους. Ἕνα μὲν οὖν τρόπον ἡ φύσις οὕτω λέγεται, ἡ πρώτη ἑκάστῳ ὑποκειμένη ὕλη τῶν ἐχόντων ἐν αὑτοῖς ἀρχὴν κινήσεως
PG 6:1514καὶ μεταβολῆς, ἄλλον δὲ τρόπον ἡ μορφὴ καὶ τὸ εἶδος τὸ κατὰ τὸν λόγον. Ὥσπερ γὰρ τέχνη λέγεται τὸ κατὰ τὴν τέχνην καὶ τὸ τεχνικόν, οὕτω καὶ φύσις τὸ κατὰ φύσιν λέγεται καὶ τὸ φυσικόν. Τί οὖν ἂν εἴποιμεν τὸ κατὰ τὴν ὕλην καὶ τὸ ὑλικὸν εἰ μὴ ὕλην; Εἰπὲ τί ἕτερον; Eἰ δὲ ὕλην λέγοιμεν τοῦτο, ἔσται ἄρα τότε ὕλην εἶναι τὴν ὕλην, ὅτε τὸ κατὰ τὴν ὕλην καὶ τὸ ὑλικόν· καὶ γὰρ ἡ φύσις τότε φύσις, ὅτε τὸ κατὰ φύσιν καὶ τὸ φυσι κόν· ὡσαύτως δὲ καὶ ἡ τέχνη. Τὰ γὰρ κατὰ τὸν αὐτὸν τρόπον ἐκφωνούμενα τὸν αὐτὸν πρὸς ἄλληλα ἔχει λόγον. Ἀλλ' εἰ τότε ἡ ὕλη ὑπάρχει, ὅτε τὸ κατὰ τὴν ὕλην καὶ τὸ ὑλικόν, οὐκ ἄρα ἀγένητος ἡ ὕλη. θ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ὥστε ἄλλον τρόπον ἡ φύσις ἂν εἴη τῶν ἐχόντων ἐν αὑ τοῖς κινήσεως ἀρχὴν ἡ μορφὴ καὶ τὸ εἶδος, οὐ χωριστὸν ὂν ἀλλ' ἢ κατὰ τὸν λόγον. Τὸ δὲ ἐκ τούτων φύσις μὲν οὐκ ἔστι, φύσει δέ, οἷον ἄνθρωπος. Eἰ κατὰ φύσιν ἐστὶν ὁ ἄνθρωπος καὶ φυσικόν τι ζῶον, πῶς οὐκ ἔστι φύσις ὁ ἄνθρωπος; Διορισάμενος γὰρ ἔλεγε· Φύσις λέγεται τὸ κατὰ φύσιν καὶ τὸ φυσικόν. ι. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἐν μὲν οὖν τοῖς κατὰ τέχνην ἡμεῖς ποιοῦμεν τὴν ὕλην τοῦ ἔργου ἕνεκα, ἐν δὲ τοῖς φυσικοῖς ὑπάρχει οὖσα. Ἐπειδή ἐστιν ἔργον ἕτερον τὸ μήτε κατὰ φύσιν μήτε κατὰ τέχνην, ποῦ τούτου τοῦ ἔργου τὴν ὕλην θετέον; Γίνεται γὰρ ζῶον ἐκ ζώου· καὶ εἰ μὴ πρῶτον τὸ ζῶον, οὐδὲ ζῶον ἐκ ζώου. Καὶ κατὰ φύσιν μὲν γίνεται τὸ ἐκ ζώου ζῶον, οὐ κατὰ φύσιν δὲ τὸ ζῶον ἁπλῶς. Ἀλλ' εἰ μὲν ἐν τοῖς κατὰ τέχνην ἡ ὕλη ἔξωθεν, ἐν δὲ τοῖς κατὰ φύσιν ἡ ὕλη ἐν τοῖς φυσικοῖς, δῆλον ὅτι ἐν τοῖς μήτε κατὰ τέχνην μήτε κατὰ φύσιν ἔργοις ἡ ὕλη ἑτέρως ὑπάρχει· ἧς εἰ μὴ ποιήσειε τὸν διορισμὸν ὁ περὶ τῶν φυσικῶν τὴν πραγματείαν ἔχων, ἀσύστατα ποιεῖ καὶ τὰ ἤδη διορισθέντα. Eἰ γὰρ τότε οἰόμεθα εἰδέναι ἕκαστον, ὅταν τὰ αἴτια γνωρίζωμεν τὰ πρῶτα καὶ τὰς ἀρχὰς τὰς πρώτας, πῶς ἂν γνωρίσειεν ἄν τις τὸ ἐκ ζώου ζῶον, ὁ τὸ ζῶον ἀγνοῶν τὸ μὴ ἐκ ζώου; Ἐκεῖνο γὰρ τούτου ἀρχή τε καὶ αἴτιον. ια. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἐπειδή ἐστι τὸ αὐτόματον καὶ ἡ τύχη αἴτια ὧν ἂν νοῦς γένοιτο αἴτιος ἢ φύσις, ὅταν κατὰ συμβεβηκὸς αἴτιόν τι γένη ται τούτων αὐτῶν, οὐθὲν δὲ κατὰ συμβεβηκός ἐστι πρότερον τῶν καθ' αὑτό, δῆλον ὅτι οὐδὲ τὸ κατὰ συμβεβηκὸς αἴτιον πρότερον τοῦ καθ' αὑτό. Ὕστερον ἄρα τὸ αὐτόματον καὶ ἡ τύχη νοῦ καὶ φύσεως· ὥστε εἰ ὅτι μάλιστα τοῦ οὐρανοῦ αἴτιον τὸ αὐτόματον, ἀνάγκη πρότερον νοῦν αἴτιον καὶ φύσιν εἶναι καὶ ἄλλων πολλῶν καὶ τοῦδε τοῦ παντός. Ἐν τούτοις οὐ μόνον τῶν πρώτων καὶ τῶν δευτέρων αἰ τίων ἣν οὐκ ἐφύλαξεν εἶπε τὴν τάξιν, ἀλλὰ καὶ τὸν οὐρανόν, ὃν καὶ αὐτὸν ἐν τῷ δευτέρῳ λόγῳ τῆς Φυσικῆς ἀκροάσεως ἐν τοῖς ἀνωτέρω ὑπεξείλετο τῆς αὐτομάτου γενέσεως, ἐνταῦθα
PG 6:1516ὑπέβαλε τῇ γενέσει οὐ μόνῃ τῇ αὐτομάτῳ, ἀλλὰ καὶ τῇ διὰ νοῦ τε καὶ φύσεως· ὅπερ ἐστὶ προδήλως ἄτοπον, τὸ τὸν εἰ ληφότα διὰ νοῦ τε καὶ φύσεως τὴν κατ' οὐσίαν γένεσιν, διὰ τῶν πρώτων αἰτίων, τοῦτον πάλιν διὰ τῶν δευτέρων αἰτίων τὴν αὐτὴν λαβεῖν γένεσιν. Ἔτι δὲ πῶς οὐκ ἔστι τῶν ἀτοπω τάτων τὸ τὸν αὐτὸν ποτὲ μὲν ἐξελεῖν τῆς αὐτομάτου γενέ σεως, ποτὲ δὲ ὑποβάλλειν ταύτῃ, καὶ ποτὲ μὲν ἀγένητον ὀνομάζειν, ποτὲ δὲ γενητὸν ὑπὸ φύσεως; Ποιήσομαι δὲ τῶν φωνῶν τούτων τὴν ἔκθεσιν, ἐν αἷς ταῦτα ποιεῖ, ἵν' ἐκ πα ραλλήλου γνωσθῇ τὸ ἐν αὐτῷ περιεχόμενον ψεῦδος. ιβ. Ἐκ τοῦ αὐτοῦ λόγου. Εἰσὶ δὲ οἳ καὶ τοῦ οὐρανοῦ τοῦδε καὶ τῶν κοσμικῶν πάντων αἰτιῶνται τὸ αὐτόματον· ἀπὸ ταὐτομάτου γάρ φασι γενέσθαι τὴν δίνην καὶ τὴν κίνησιν τὴν διακρίνασαν καὶ κατα στήσασαν εἰς ταύτην τὴν τάξιν τὸ πᾶν. Καὶ μάλα τοῦτό γε αὐτὸ θαυμάσαι ἄξιον λέγοντας· τὸ γὰρ τὰ μὲν ζῶα καὶ τὰ φυτὰ ἀπὸ τύχης μήτε εἶναι μήτε γίνεσθαι, ἀλλ' ἤτοι φύσιν ἢ νοῦν ἢ τοιοῦτον ἕτερον εἶναι τὸ αἴτιον (οὐ γὰρ ὅ τι ἔτυχεν ἐκ τοῦ σπέρματος ἑκάστου γίνεσθαι, ἀλλ' ἐκ μὲν τοιουδὶ ἐλαίαν, ἐκ δὲ τοιουδὶ ἄνθρωπον), τὰ δὲ θειότερα τῶν φανερῶν ἀπὸ τοῦ αὐτομάτου γίνεσθαι, τοιαύτην δὲ αἰτίαν μηδεμίαν εἶναι οἵαν τῶν ζώων ἢ τῶν φυτῶν. Καίτοι εἰ οὕτως ἔχει, τοῦτό γ' αὐτὸ αἴτιον εἴη ἂν ζητήσεως, καὶ καλῶς ἔχει λεχθῆναί τι περὶ αὐτοῦ τούτου. Πρὸς γὰρ τῷ καὶ ἄλλως ἄλογον εἶναι τὸ λεγόμενον, ἔτι ἀτοπώτερον τὸ λέγειν ταῦτα ὁρῶντας ἐν μὲν τῷ οὐρανῷ οὐθὲν ἀπὸ ταὐτομάτου γιγνόμενον, ἐν δὲ τοῖς οὐκ ἀπὸ τύχης πολλὰ συμβαίνοντα ἀπὸ τύχης· καίτοι εἰκός γε ἦν τὸ ἐναντίον. Ὅτι μὲν ἀπὸ ταὐτομάτου γεγονέναι τὸν οὐρανὸν καὶ πάλιν μὴ ἀπὸ ταὐτομάτου, δηλοῦσιν αἱ λέξεις, ὧν τὴν ἔκθεσιν πεποιήκαμεν ἐκ τοῦ δευτέρου λόγου τῆς Φυσικῆς ἀκροάσεως ἐν τοῖς δυσὶ κεφαλαίοις, τῷ τε ἑνδεκάτῳ καὶ τῷ δωδεκάτῳ. Ὅτι δὲ ἀγένητον καὶ πάλιν γενητὸν ὑπὸ φύσεως λέγει αὐτόν, ποιήσομαι καὶ τούτων τῶν λέξεων τὴν ἔκθεσιν, ἐν αἷς τοῦτο πεποίηκεν. ιγ. Ἐκ τοῦ δευτέρου Περὶ οὐρανοῦ λόγου Ἀριστοτέλους. Ὅτι μὲν οὖν οὐ γέγονεν ὁ πᾶς οὐρανὸς οὔτε ἐνδέχεται φθαρῆναι, καθάπερ τινές φασιν, ἀλλ' ἔστιν εἷς καὶ ἀΐδιος, ἀρχὴν μὲν καὶ τελευτὴν οὐκ ἔχων τοῦ παντὸς αἰῶνος, ἔχων δὲ καὶ περιέχων ἐν ἑαυτῷ τὸν ἄπειρον χρόνον, ἔκ τε τῶν εἰρημέ νων ἐξέσται λαμβάνειν τὴν πίστιν. Ταῦτα περὶ τῆς ἀγενεσίας τοῦ οὐρανοῦ εἰπὼν Ἀριστο τέλης, ὅρα οἷα πάλιν περὶ τῆς γενέσεως αὐτοῦ λέγει ἐν τῷ πρώτῳ Περὶ οὐρανοῦ λόγῳ. ιδ. Ἐκ τοῦ πρώτου Περὶ οὐρανοῦ λόγου. Καὶ ὀρθῶς ἔοικεν ἡ φύσις τὸ μέλλον ἔσεσθαι ἀγένητον καὶ ἄφθαρτον ἐξελέσθαι ἐκ τῶν ἐναντίων· ἐν τοῖς ἐναντίοις γὰρ ἡ γένεσις καὶ ἡ φθορά. Eἰ τῶν ἀδυνάτων μὲν οὐδὲν οὔτε ἐστὶν οὔτε ἔσεσθαι δυ
PG 6:1518νατόν, ἐστὶ δὲ τῶν ἀδυνάτων τὸ μέλλον ἔσεσθαι ἀγένητον εἶναι, ἄναρχόν τε καὶ ἀτελεύτητον, ἔχον τε καὶ περιέχον ἐν ἑαυτῷ τὸν ἄπειρον χρόνον, ἔσται ἄρα ὁ ταῦτα λέγων δυνατοῦ τε καὶ ἀδυνάτου πράγματος ἀγνοῶν τὴν διαφοράν. ιε. Ἐκ τοῦ πρώτου Περὶ οὐρανοῦ λόγου Ἀριστοτέλους, ἐν τῷ τέλει τοῦ λόγου. Οὐθὲν γὰρ ἀπὸ ταὐτομάτου οὔτε ἄφθαρτον οὔτε ἀγένη τον οἷόν τε εἶναι. Πῶς οὖν ἄν τις πιστεύσειε τῷ ἀμφότερα λέγοντι περὶ τοῦ οὐρανοῦ; Ἐν μὲν τῷ ἑνδεκάτῳ κεφαλαίῳ τὸ αὐτόματον αἴτιον εἶναι λέγει τοῦ οὐρανοῦ, ἐν δὲ τῷ τρισκαιδεκάτῳ ἄναρ χόν τε καὶ ἀγένητον τὸν οὐρανὸν εἶναι λέγει. ι . Ἐκ τοῦ δευτέρου λόγου τῆς Φυσικῆς ἀκροάσεως. Διτταὶ δὲ ἀρχαὶ αἱ κινοῦσαι φυσικῶς, ὧν ἡ ἑτέρα οὐ φυσική· οὐ γὰρ ἔχει κινήσεως ἀρχὴν ἐν ἑαυτῇ. Τοιοῦτον δέ ἐστιν εἴ τι κινεῖ μὴ κινούμενον, ὥστε τό τε παντελῶς ἀκίνη τον καὶ τὸ πάντων πρῶτον. Πῶς ἂν οὖν κινήσειε φυσικῶς ἡ ἀρχή, ἡ μήτε φυσικὴ οὖσα μήτε κατὰ φύσιν κινοῦσα; Τῇ γὰρ μόνῃ φυσικῇ ἀρχῇ τῇ κατὰ φύσιν κινούσῃ ἀκόλουθόν ἐστι τὸ φυσικῶς κινεῖν. Eἰ ἀρχὴ ἡ μὴ οὖσα φυσικὴ οὐκ ἔχει ἐν ἑαυτῇ ἀρχὴν κινήσεως, δῆλον ὅτι ἡ φυσικὴ ἀρχὴ ἔχει ἐν ἑαυτῇ ἀρχὴν κινήσεως· ἀλλ' ἡ ἀρχὴ ἡ ἀρχὴν ἔχουσα οὐκ ἔστιν ἀρχή. Eἰ ἐν τοῖς ἀϊδίως ἀγενήτοις οὐδὲν οὐδενὸς πρότερον ἢ ὕστερον εἶναι δύναται, πῶς ἡ ἀρχὴ ἀκίνητος, ἡ μὴ κινουμένη, κινοῦσα, πάντων πρῶτόν ἐστιν ἢ ὅλως ἀρχή; ιζ. Ἐκ τοῦ τρίτου λόγου τῆς αὐτῆς πραγματείας. Τοῦ δὲ εἶναι ἄπειρον τὴν πίστιν λαμβάνουσιν ἔκ τε τοῦ χρόνου· οὗτος γὰρ ἄπειρος· ἔτι τῷ οὕτως ἂν μόνως μὴ ὑπο λείπειν γένεσιν καὶ φθοράν, εἰ ἄπειρον εἴη ὅθεν ἀφαιρεῖται τὸ γινόμενον. Eἰ ὁ χρόνος ἀεὶ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει, τὸ δὲ γιγνόμενον πρὸ τοῦ γίνεσθαι οὐκ ἦν, πῶς ἄπειρος ὁ χρόνος, οὗ ἀεὶ τῆς ὑπάρξεως προηγεῖται ἡ ἀνυπαρξία; Καὶ γὰρ τὸ μήπω ὂν μέλλει παρεῖναι, καὶ τὸ μέλλον μέλλει παρελθεῖν, καὶ τὸ παρελθὸν ἔμελλε γίνεσθαι. Eἰ τῷ μὴ ὑπολείπεσθαι τὴν γένεσιν καὶ τὴν φθορὰν ἀνάγκη ἄπειρον εἶναι τὴν γένεσιν καὶ τὴν φθοράν, ἔσται ἄρα καὶ ἡ γένεσις καὶ ἡ φθορὰ ἄναρ χος, ὥσπερ τὸ ἀγένητον καὶ τὸ ἄφθαρτον· εἰ δὲ τοῦτο ἀδύνα τον, οὐκ ἄρα ἄπειρος ἡ γένεσις καὶ ἡ φθορά. ιη. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἀλλὰ μὴν οὐδὲ ἀριθμὸς οὕτως ὡς κεχωρισμένος καὶ ἄπειρος· ἀριθμητὸν γὰρ ὁ ἀριθμὸς ἢ τὸ ἔχον ἀριθμόν. Eἰ οὖν τὸ ἀριθμητὸν ἐνδέχεται ἀριθμῆσαι, καὶ τὸ διεξελθεῖν ἂν εἴη δυνατὸν τὸ ἄπειρον. Eἰ τοῦ ἀριθμητοῦ καὶ τοῦ ἔχοντος ἀριθμὸν οὐκ ἔστιν ἄπει ρος ὁ ἀριθμός, ἀριθμητὸς δὲ ὁ γεγονὼς χρόνος, πεπερασμένος ἄρα ἂν εἴη γεγονὼς χρόνος. ιθ. Ἐκ τοῦ αὐτοῦ λόγου.
PG 6:1520Ὅτι δέ, εἰ μή ἐστιν ἄπειρον οὐδαμῶς, πολλὰ ἀδύνατα συμβαίνει, δῆλον· τοῦ τε γὰρ χρόνου ἔσται τις ἀρχὴ καὶ τε λευτή, καὶ τὰ μεγέθη οὐ διαιρετὰ εἰς μέγεθος, καὶ ἀριθμὸς οὐκ ἔσται ἄπειρος. Eἰ τοῦ ἀπείρου τὸ μέν ἐστιν ἐνεργείᾳ, τὸ δὲ δυνάμει, ἀδύνατον δὲ τὸ νῦν ἐνεργείᾳ ὂν τοῦ ἀπείρου μὴ πρότερον εἶναι δυνάμει, ἀδύνατον ἄρα τὸ ἄπειρον ἀεὶ τὸ μὲν εἶναι ἐνεργείᾳ, τὸ δὲ δυνάμει, ἀλλὰ εἰ πρότερον μὲν δυνάμει, ὕστερον δὲ ἐνεργείᾳ. Eἰ, ὥσπερ κατὰ τὸ μέλλον ἀτελεύτητος ὁ χρόνος, οὕτως καὶ κατὰ τὸ παρεληλυθὸς ἄναρχος, ἔσται ἄρα ὁ χρόνος ὥσπερ ἀγένητος κατὰ τὸ μέλλον οὕτως καὶ κατὰ τὸ παρεληλυθὸς. Eἰ δὲ τοῦτο ἀδύνατον ἀγένητον εἶναι τὸν χρόνον κατὰ τὸ μέλλον, καθ' ὃ οὔπω ἦν γεγονώς, γεγονὼς δὲ κατὰ τὸ παρεληλυθός, οὐκ ἄρα ἄναρχος ὁ χρόνος. Τοῦ μὲν γὰρ ἀνάρ χου οὐκ ἔστι γένεσις, τοῦ δὲ χρόνου ἐστίν. Eἰ οὐδὲν δύναται ἐνεργείᾳ εἶναι ἄπειρον, οὐκ ἄρα αἱ ἤδη ληφθεῖσαι διχοτομίαι τοῦ μεγέθους ἄπειροί εἰσιν, οὔτε ὁ ἤδη ληφθεὶς ἀριθμός· ἀμφότεροι γὰρ ἐνεργείᾳ εἰσίν. Eἰ δὲ οὐκ εἰσὶν ἄπειροι, πε περασμένοι ἄρα· εἰ δὲ πεπερασμένοι, καὶ ἀρχὴν ἄρα ἔχουσι, τὸ μὲν τοῦ διχοτομεῖσθαι, ὁ δὲ τοῦ ἀριθμεῖσθαι. κ. Ἐκ τοῦ αὐτοῦ λόγου. Τὸ ἄπειρον ἔστι μὲν προσθέσει, ἔστι δὲ ἀφαιρέσει. Τὸ δὲ μέγεθος ὅτι μὲν κατ' ἐνέργειαν οὐκ ἔστιν ἄπειρον, εἴρηται, διαιρέσει δέ ἐστι. Λείπεται οὖν δυνάμει εἶναι τὸ ἄπειρον. Oὐ δεῖ δὲ τὸ δυνάμει ὂν λαμβάνειν, ὥσπερ, εἰ δυνατὸν τουτὶ ἀνδριάντα εἶναι, ὡς καὶ ἔσται τουτὶ ἀνδριάς, οὕτω τι καὶ ἄπειρον, ὃ ἔσται ἐνεργείᾳ· ἀλλ' ἐπεὶ πολλαχῶς τὸ δυνάμει εἶναι, ὥσπερ ἡμέρα ἐστὶ καὶ ὁ ἀγών, τῷ ἀεὶ ἄλλο καὶ ἄλλο γίνεσθαι, οὕτω καὶ τὸ ἄπειρον. Καὶ γὰρ ἐπὶ τούτων ἐστὶ καὶ δυνάμει καὶ ἐνεργείᾳ. Ὅλως μὲν γὰρ οὕτως ἐστὶ τὸ ἄπειρον, τῷ ἀεὶ ἄλλο καὶ ἄλλο λαμβάνεσθαι, καὶ τὸ λαμ βανόμενον ἀεὶ πεπερασμένον εἶναι, ἀλλ' ἀεὶ ἕτερον καὶ ἕτερον. Eἰ κατ' ἐνέργειαν οὐκ ἔστι τι ἄπειρον, δῆλον ὅτι πᾶν τὸ ἐνεργείᾳ ὂν ἀεὶ πεπερασμένον ἐστί· πεπερασμένον δὲ ὂν ἐξ ἀνάγκης ἀρχὴν ἔχει, ἀρχὴν δὲ ἔχον ἐξ ἀνάγκης ἐστὶ γενητόν, γενητὸν δὲ ὂν ἦν ἄρα ποτὲ ὅτε οὐκ ἦν. Τοῦτο ἐπὶ παντὸς ἀπείρου προσθέσει τε καὶ ἀφαιρέσει, δυνάμει τε καὶ διαιρέσει λεγομένου. κα. Ἐκ τοῦ αὐτοῦ λόγου. Οὐδ' εἴ τι ἔξω ἐστί, τοῦτο ἄπειρόν ἐστιν· ἀλλὰ τὸ δε χόμενον τὸ ἔξωθεν μεῖζον γίνεται οὗ ἦν πρὸ τοῦ δέξασθαι τὸ ἔξωθεν. Τὸ δὲ τῇ προσθήκῃ τοῦ ἔξωθεν μεῖζον ἑαυτοῦ γιγνό μενον ἀεὶ πεπερασμένον ἐστίν. Eἰ τὸ ἄπειρον ἀεὶ ἐν προσθήκῃ καὶ ἀφαιρέσει, ἀεὶ ἄρα ἐν γενέσει τὸ ἄπειρον. Πῶς οὖν ἄναρχον τὸ ἀεὶ ἐν τῷ γί νεσθαι τὸ εἶναι ἔχον; Γενητὸν γὰρ ἄναρχον οὐκ ἔστιν. κβ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἄπειροι αἱ διχοτομίαι τοῦ μεγέθους. Ὥστε δυνάμει
PG 6:1523μέν ἐστιν, ἐνεργείᾳ δὲ οὔ· ἀλλ' ἀεὶ ὑπερβάλλει τὸ λαμβα νόμενον παντὸς ὡρισμένου πλήθους. Ἀλλ' οὐχ ὁριστὸς οὗτος ὁ ἀριθμός, οὐδὲ μένει ἡ ἀπειρία ἀλλὰ γίνεται, ὥσπερ καὶ ὁ χρόνος καὶ ὁ ἀριθμὸς τοῦ χρόνου. Eἰ οὐ μένει ἡ ἀπειρία ἀλλὰ γίνεται, ὥσπερ καὶ ὁ χρόνος καὶ ὁ ἀριθμὸς τοῦ χρόνου, οὐδὲν ἄρα ἄπειρον ἀγένητον. Eἰ δὲ πᾶν ἄπειρον γενητόν, γενητὰ ἄρα καὶ τὰ ἄλλα πάντα ἐν οἷς λέγεται εἶναι τὸ ἄπειρον. Eἰ τὸ συμβαῖνον τῷ ἀπείρῳ ἐξ ἀνάγκης συμβαίνει κ­κείνοις ἐν οἷς ἐστιν ἡ ἀπειρία, συμ βαίνει δὲ τῷ ἀπείρῳ τὸ γενέσθαι καὶ τὸ εἶναι ἠργμένον, γε νητὸς ἄρα ὁ χρόνος καὶ ἠργμένος· ὡσαύτως δὲ καὶ ἡ κίνησις, ἧς ὁ χρόνος ἐστὶν ἀριθμός. κγ. Ἐκ τοῦ τετάρτου λόγου τῆς αὐτῆς πραγματείας. Τὸ γὰρ μὴ ὂν οὐδαμοῦ εἶναι. Πῶς οὖν ἡ ὕλη μηδὲν οὖσα, μήτε οὖσα μήτε ὂν μήτε τόδε τι; κδ. Ἐκ τοῦ αὐτοῦ λόγου. Δόξειε δ' ἂν καὶ Ἡσίοδος ὀρθῶς λέγειν, ποιήσας πρῶ τον τὸ χάος. Λέγει γοῦν Πάντων μὲν πρώτιστα χάος γέ νετ', αὐτὰρ ἔπειτα γαῖ' εὐρύστερνος”, ὡς δέον πρῶτον ὑπάρ ξαι χώραν τοῖς οὖσι, διὰ τὸ νομίζειν, ὥσπερ οἱ πολλοί, πάντα εἶναί που καὶ ἐν τόπῳ. Eἰ δέ ἐστι τοιοῦτον, θαυ μαστή τις ἂν εἴη ἡ τοῦ τόπου δύναμις καὶ προτέρα πάν των· οὗ γὰρ ἄνευ τῶν ἄλλων οὐδέν ἐστιν, ἐκεῖνο τῶν ἄλλων ἀνάγκη πρῶτον εἶναι. Eἰ τοίνυν πρῶτος ὁ τόπος καὶ ὕστερα τὰ ἐν τῷ τόπῳ φυσικῇ ἀνάγκῃ, καθὼς εἶπεν ὁ Ἡσίοδος καὶ ὁ Ἀριστοτέλης προσεμαρτύρησε τῇ τοῦ λόγου ὀρθότητι, πῶς οὐκ ἔστι τῶν ἀδυνάτων τὸ τὸν ὄντα ἐν τῷ τόπῳ οὐρανὸν λέγειν ἀγένητον; Τοῦτο γὰρ ἴσον ἐστὶ τῷ λέγειν πρὸ τοῦ ἀγενήτου εἶναι τὸ γενητόν. κε. Ἐκ τοῦ αὐτοῦ λόγου. Πρῶτον μὲν οὖν δεῖ κατανοῆσαι ὅτι οὐκ ἂν ἐζητεῖτο ὁ τόπος, εἰ μὴ ἡ κίνησις ἦν ἡ κατὰ τὸν τόπον· διὰ γὰρ τοῦτο καὶ τὸν οὐρανὸν οἰόμεθα μάλιστα ἐν τῷ τόπῳ, ὅτι ἀεὶ ἐν κινήσει. Eἰ ἀδύνατόν ἐστι τὸ ἀγένητον πρὸς τὸ εἶναί τε καὶ πρὸς τὸ κινηθῆναι δεῖσθαι τοῦ κινητοῦ, ἀδύνατον ἄρα τὸν οὐρανὸν εἶναι ἀγένητον· ἐπιδέεται γὰρ τοῦ τόπου πρὸς τὸ εἶναί τε καὶ πρὸς τὸ κινηθῆναι. κ . Ἐκ τοῦ αὐτοῦ λόγου. Μέγεθος μὲν γὰρ ἔχει ὁ τόπος, σῶμα δὲ οὐθέν. Eἰ μὲν πεπερασμένα ἔχει ὁ τόπος τὰ διαστήματα καὶ τὸ μέγεθος, γενητὸς ἄρα ὁ τόπος· εἰ δὲ ἄπειρα, ἢ ἄρα δυ νάμει ἢ ἐνεργείᾳ. Ἀλλὰ εἰ μὲν δυνάμει, ἔστι γενητὸς ἄρα ὁ τόπος, ὥσπερ ὁ χρόνος καὶ ὁ τοῦ χρόνου ἀριθμός· εἰ δὲ ἐνεργείᾳ, ψευδὴς ἄρα ὁ λόγος ὁ λέγων μηδὲν ἐνεργείᾳ δύνα σθαι εἶναι ἄπειρον. Eἰ κατὰ μὲν πρόνοιάν τινός ἐστιν ὁ τόπος ὅ ἐστι καὶ ἔχει ὃ ἔχει, γενητὸς ἄρα ὁ τόπος καὶ τῆς
PG 6:1525προνοίας δεύτερος· εἰ δὲ ἀγενήτως τε καὶ ἀνάρχως ἐστὶν ὁ τόπος ὅ ἐστι καὶ ἔχει ὃ ἔχει, ἀγένητος ἄρα ὁ τόπος καὶ πρῶτος τῶν ἐν τόπῳ πάντων, ἐν οἷς ἐστιν ὁ οὐρανὸς καὶ τὰ ἐν τῷ οὐρανῷ φαινόμενα· οὗ γὰρ ἄνευ τῶν ἄλλων οὐδέν ἐστιν, ἐκεῖνο δὴ τῶν ἄλλων ἀνάγκη πρῶτον εἶναι. κζ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ὡς γάρ, εἰ ἀλλοιοῦται, ἔστι τοῦτο ὃ νῦν μὲν λευκὸν πάλαι δὲ μέλαν (διό φαμεν εἶναί τι τὴν ὕλην), οὕτως καὶ ὁ τόπος διὰ τῆς τοιαύτης τινὸς δοκεῖ εἶναι φαντασίας, πλὴν ἐκεῖνο μὲν διότι ὃ ἦν ἀὴρ τοῦτο νῦν ὕδωρ, ὁ δὲ τόπος ὅτι οὗ ἦν ὁ ἀὴρ ἐνταῦθά ἐστι νῦν ὕδωρ. Eἰ ὃν ἔχει λόγον ὁ τόπος πρὸς τὰ ἐν αὐτῷ, τοῦτον ἔχει ἡ ὕλη πρὸς τὰ ἐν αὐτῇ διὰ τῆς ὁμοίας φαντασίας, ἄληπτος δ' ὁ τόπος καὶ ἡ ὕλη, οὐδὲν ἄρα ἐστὶν ἡ ὕλη τῶν ἐν αὐτῇ ἀλλοιουμένων τε καὶ γιγνομένων καὶ οὐκ οὐσία. Πῶς οὖν ἐτέθη ἡ ὕλη οὐσία εἶναι τῶν ἁπλῶς γιγνομένων; κη. Ἐκ τοῦ αὐτοῦ λόγου. Πᾶν σῶμα ἢ κατὰ φορὰν ἢ κατ' αὔξησιν κινητὸν καθ' αὑτό που, ὁ δὲ οὐρανός, ὥσπερ εἴρηται, οὔ που ὅλως οὐδὲ ἔν τινι τόπῳ ἐστίν, εἴ γε μηδὲν αὐτὸν περιέχει σῶμα. Eἰ τὸ κατὰ φορὰν κινητὸν καθ' αὑτό που, κατὰ φορὰν δὲ κινητὸς ὁ οὐρανός, καὶ καθ' αὑτὸ ἄρα ἀνάγκη εἶναί που τὸν οὐρανόν. Eἰ δὲ μὴ τὸ δεύτερον, οὐδ' ἄρα τὸ πρῶτον· ἀχώριστα γὰρ ἀλλήλων, καὶ τῇ ἀναιρέσει τοῦ θατέρου ἀκο λουθεῖ ἡ τοῦ δευτέρου ἀναίρεσις. Eἰ οὐκ ἔστιν ὁ οὐρανὸς ἐν τόπῳ καθ' αὑτό, πῶς κυκλικὴν φορὰν φερόμενος τῶν μερῶν αὐτοῦ τὰ μὲν ἄνω γίνεται κάτω, τὰ δὲ κάτω γίνεται ἄνω; Ἄνω δὲ καὶ κάτω ὢν τοῖς ἑαυτοῦ μέρεσι, πῶς οὐκ ἔστι ψευδὲς τὸ λέγειν τὸν οὐρανὸν μὴ εἶναι ἐν τόπῳ; κθ. Ἐκ τοῦ αὐτοῦ λόγου. Στιγμῆς οὐκ ἔστιν ὁ τόπος. Οὐκοῦν οὐκ ἔστι ποῦ ἡ στιγμή, ὥσπερ καὶ τὸ μὴ ὄν· εἰ δὲ ψευδὲς τοῦτο, ὂν ἄρα ἐστὶν ἡ στιγμὴ καὶ ποῦ. Eἰ δὲ ποῦ, καὶ τόπον αὐτῆς εἶναι ἐξ ἀνάγκης. λ. Ἐκ τοῦ αὐτοῦ λόγου. Καὶ ἔστιν ὁ τόπος καὶ ποῦ, οὐχ ὡς ἐν τόπῳ δέ, ἀλλ' ὡς τὸ πέρας ἐν τῷ πεπερασμένῳ. Oὐ γὰρ ἐν τόπῳ τὸ ὄν, ἀλλὰ τὸ κινητὸν σῶμα. Eἰ πᾶν τὸ ἐν τόπῳ ποῦ ἐστι, καὶ οὐ πᾶν τὸ ποῦ ἐν τόπῳ ἐστί, πλέον ἄρα τὸ ποῦ τοῦ ἐν τόπῳ. Πῶς οὖν μιᾶς κατηγορίας εἶναι λέγεται τὸ ποῦ καὶ τὸ ἐν τόπῳ, τὰ τοσοῦ τον ἀλλήλων διαφέροντα, ὥστε καὶ τὸν τόπον λέγειν εἶναι μὲν ποῦ, οὐκ ἐν τόπῳ δέ; Καὶ εἰ τὸ πέρας τοῦ πεπερασμέ νου, ἑτέρου μὲν πεπερασμένου ἐστὶ τόπος, ἑτέρου δὲ πέρας, πῶς οὐκ ἔστιν ἀνάγκη ἀεὶ τὸν τόπον εἶναι καὶ τόπον καὶ πέρας; Καὶ εἰ πρὸ τῶν ἐν τόπῳ ὁ τόπος ἐστί, πῶς οὐ λέλυται ἡ ἀνάγκη τοῦ ἀεὶ τὸν τόπον εἶναι τόπον μὲν ἄλλου, πέρας δὲ ἄλλου; Καὶ εἰ τὸ μηδαμῶς ὂν οὐκ ἔστιν ἐν τόπῳ (εἴη γὰρ ἄν που, καθὼς εἶπε), πῶς οὐκ ἔστι ταὐτὸν τὸ
PG 6:1527ποῦ τῷ ἐν τόπῳ; Καὶ εἰ μὴ ἅπαν ἐν τόπῳ τὸ ὄν, πῶς οὐκ ἔσται ταὐτὰ τῷ μὴ ὄντι τινὰ τῶν ὄντων, εἴ γε τὸ μὴ εἶναι ἐν τόπῳ κοινόν ἐστιν ἀμφοτέρων; Καὶ εἰ τὸ κινητὸν σῶμα μόνον ἐν τόπῳ ἐστί, πῶς ὁ οὐρανός, σῶμα ὂν κι νητόν, οὐκ ἔστιν ἐν τόπῳ; λα. Ἐκ τοῦ αὐτοῦ λόγου. Ὅτι μὲν οὖν ἢ ὅλως οὐκ ἔστιν ἢ μόλις καὶ ἀμυδρῶς, ἐκ τῶνδέ τις ἂν ὑποπτεύσειε. Τὸ μὲν γὰρ αὐτοῦ γέγονε καὶ οὐκ ἔστι, τὸ δὲ μέλλει καὶ οὔπω ἐστίν. Ἐκ δὲ τούτων καὶ ὁ ἄπειρος καὶ ὁ ἀεὶ λαμβανόμενος χρόνος σύγκειται. Τὸ δὲ ἐκ μὴ ὄντων συγκείμενον ἀδύνατον ἂν δόξειε μετέχειν οὐσίας. Παντὸς γὰρ μεριστοῦ, ἐάν περ ᾖ, ἀνάγκη, ὅτε ἔστιν, ἤτοι ἔνια ἢ πάντα τὰ μέρη εἶναι· τοῦ δὲ χρόνου τὰ μὲν γέγονε, τὰ δὲ μέλλει, ἔστι δὲ οὐθέν, ὄντος μεριστοῦ. Τὸ δὲ νῦν οὐ μέρος· μετρεῖν γὰρ τὸ μέρος καὶ συγκεῖσθαι δεῖ τὸ ὅλον ἐκ τῶν μερῶν· ὁ δὲ χρόνος οὐ δοκεῖ συγκεῖσθαι ἐκ τῶν νῦν. Eἰ πᾶν τὸ γιγνόμενον πρὸ τοῦ γενέσθαι οὐκ ἦν, οὐκ ἄρα ἀΐδιός τε καὶ ἄναρχος ὁ χρόνος· διὸ οὔτε ἡ κίνησίς ἐστιν ἀΐδιός τε καὶ ἄναρχος, ἧς ὁ χρόνος ἐστὶν ἀριθμός. Eἰ γὰρ τὸ μέλλον μέρος τοῦ χρόνου οὔπω ἐστίν, ἦν δὲ καὶ τὸ γεγονὸς μέρος τοῦ χρόνου πρὸ τοῦ γενέσθαι μέλλον, ἦν ἄρα ὅτε οὐκ ἦν τὸ γεγονὸς μέρος τοῦ χρόνου. Καὶ εἰ δεῖ τὸ ἄπειρον ἄναρχον εἶναι, οὐκ ἄρα ἄπειρος ὁ χρόνος, τὴν μετα βολὴν τοῦ μέλλοντος ἔχων ἀρχὴν τοῦ εἶναι. Καὶ εἰ μὲν τὸ γεγονὸς μέρος τοῦ χρόνου ἐνεργείᾳ ἐστὶ χρόνος, τὸ δὲ μέλλον δυνάμει, ἐν δὲ τοῖς οὖσιν ἡ ἐνέργεια καὶ δύναμις, οὐκ ἄρα ἐκ μὴ ὄντων σύγκειται ὁ ἐκ τοῦ γεγονότος καὶ μέλλοντος συγκείμενος χρόνος. Καὶ εἰ τῆς οὐσίας οὐ μετέχει ὁ χρόνος, ἀλλ' ὅμως τοῦ παρακεῖσθαι ταῖς οὐσίαις μετέχει, ὡς καὶ ἐκ τούτου φανερὸν ὅτι τῶν ὄντων ἐστὶν ὁ χρόνος. Καὶ εἰ τὸ γεγονὸς μέρος τοῦ χρόνου ἐν τοῖς γεγονόσι μέρεσι τοῦ μερι στοῦ θεωρεῖται, πῶς οὐθὲν μέρος ἐστὶ τοῦ χρόνου, μεριστοῦ ὄντος; Καὶ εἰ τὸ νῦν οὐκ ἔστιν ἐλάχιστον μέρος τοῦ χρόνου, τί ἐστι τὸ ἐξαίφνης καὶ τὸ ἄτομον καὶ ἡ στιγμὴ τοῦ χρό νου λεγόμενον; Πῶς ἐνδέχεται ἐκ μὲν τοῦ μέλλοντος γί νεσθαι εἰς τὸ νῦν τὴν μεταβολήν, ἐκ δὲ τοῦ νῦν εἰς τὸ παρεληλυθός, τοῦ νῦν μὴ ὄντος μέρους τοῦ χρόνου; Πάντα γὰρ μέρος τοῦ χρόνου, πρῶτον, μέλλον, ὕστερον, νῦν, ἔπειτα, παρεληλυθός. λβ. Ἐκ τοῦ αὐτοῦ τετάρτου λόγου τῆς αὐτῆς πραγματείας. Ὅτι μὲν τοίνυν οὔτε κίνησις οὔτε ἄνευ κινήσεως ὁ χρόνος ἐστί, φανερόν. Ἀλλ' ὅτι γενητὸς ὁ χρόνος καὶ οὐκ ἀΐδιος, ἠργμένος καὶ οὐκ ἄναρχος, πεπερασμένος καὶ οὐκ ἄπειρος, φανερόν ἐστι καὶ τοῦτο. Eἰ δὲ ὁ χρόνος τοιοῦτος, ἐξ ἀνάγκης καὶ ἡ κί νησις, ἧς ἀριθμός ἐστιν ὁ χρόνος. λγ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ὅση γὰρ ἡ κίνησις, τοσοῦτος καὶ ὁ χρόνος ἀεὶ δοκεῖ
PG 6:1529γεγονέναι. Οἷς τὸ γενητὸν καὶ τὸ γεγονέναι πρόσεστι, τούτων ἐξ ἀνάγκης τὸ ἀΐδιόν τε καὶ ἄναρχον καὶ τὸ ἄπειρον ἄπεστιν. λδ. Ἐκ τοῦ αὐτοῦ λόγου. Τότε φαμὲν γεγονέναι χρόνον, ὅταν τοῦ προτέρου καὶ ὑστέρου ἐν τῇ κινήσει αἴσθησιν λάβωμεν. Ὁρίζομεν δὲ τῷ ἄλλο καὶ ἄλλο ὑπολαβεῖν αὐτὰ καὶ τὸ μεταξὺ αὐτῶν ἕτε ρον. Ὅταν γὰρ ἕτερα τὰ ἄκρα τοῦ μέσου νοήσωμεν, καὶ δύο εἴπῃ ἡ ψυχὴ τὰ νῦν, τὸ μὲν πρότερον τὸ δὲ ὕστερον, τότε καὶ τοῦτό φαμεν εἶναι χρόνον· τὸ γὰρ ὁριζόμενον τῷ νῦν χρόνος εἶναι δοκεῖ· ἔστι γὰρ ὁ χρόνος ἀριθμὸς κινήσεως κατὰ τὸ πρότερον καὶ ὕστερον. Οὐκ ἄρα κίνησις ὁ χρόνος, ἀλλ' ᾗ ἀριθμὸν ἔχει ἡ κίνησις. Σημεῖον δέ· τὸ μὲν πλεῖον καὶ ἔλαττον κρίνομεν ἀριθμῷ, κίνησιν δὲ πλείω καὶ ἐλάττω χρόνῳ. Ὁ τὴν γένεσιν τοῦ χρόνου τῷ ἐν τῇ κινήσει προτέρῳ καὶ ὑστέρῳ ὁριζόμενος ἀΐδιόν τε καὶ ἄναρχον καὶ ἄπειρον οὔτε τὸν χρόνον λέγει οὔτε τὴν κίνησιν· εἰ γὰρ γέγονεν, οὔτε ἀΐδιόν ἐστιν οὔτε ἄναρχον, καὶ εἰ τοῖς οἰκείοις ἄκροις ἐστὶ περατουμένη, ἄπειρος οὐκ ἔστιν. λε. Ἐκ τοῦ αὐτοῦ λόγου. Τὸ δὲ νῦν τὸν χρόνον μετρεῖ, ᾗ πρότερον καὶ ὕστερον, καὶ ἀκολουθεῖ τῷ μεγέθει ἡ κίνησις, ταύτῃ δὲ ὁ χρόνος. Eἰ οὐκ ἔστι τὸ νῦν μέρος τοῦ χρόνου, καθὼς εἶπεν ἐν τῷ τριακοστῷ πρώτῳ κεφαλαίῳ, πῶς μετρεῖ τὸν χρόνον; Ἢ ἄρα οὐ μετρεῖ τὸν χρόνον τὸ νῦν, ἢ μέρος αὐτὸ ἀνάγκη εἶναι τοῦ χρόνου. Καὶ εἰ ἀκολουθεῖ τῷ μεγέθει ἡ κίνησις, ταύτῃ δὲ ὁ χρόνος, γενητὸν ἄρα τὸ μέγεθος, ὥσπερ ἡ κίνησις καὶ ὁ χρόνος, τὰ ἐκείνῳ ἀκολουθοῦντα. λ . Ἐκ τοῦ αὐτοῦ λόγου. Τῆς γραμμῆς ἐλάχιστος ἀριθμὸς πλήθει μέν ἐστι δύο ἢ μία, μεγέθει δὲ οὐκ ἔστιν ἐλάχιστος· ἐλάχιστος γὰρ κατὰ μὲν ἀριθμόν ἐστιν ὁ εἷς ἢ δύο, κατὰ δὲ μέγεθος οὐκ ἔστιν. Eἰ μὴ ἐλάχιστόν ἐστι μέρος ἐν τῇ γραμμῇ μὲν ἡ στιγμή, ἐν τῷ χρόνῳ δὲ τὸ νῦν, τί ἕτερόν ἐστιν ἡ στιγμὴ ἐν τῇ γραμμῇ καὶ τὸ νῦν ἐν τῷ χρόνῳ; Eἰ δὲ οὐκ ἐλάχιστόν ἐστι μέρος, ἀλλὰ πέρας, πῶς οὖν χωρὶς μὲν τοῦ πεπερασμένου ἀδύνατόν ἐστιν εἶναι τὸ πέρας, χωρὶς δὲ τῆς γραμμῆς ἐν δέχεται εἶναι τὴν στιγμήν; Καὶ εἰ ἐν οἷς οὐκ ἔστι τὸ ἐλάχι στον, ἐν τούτοις οὐδὲ τὸ μέγιστον, κατὰ τί ἡ λοιπὴ διαφορὰ τῶν μερῶν, τοῦ μεγίστου καὶ τοῦ ἐλαχίστου ἀναιρουμένης τῆς διαφορᾶς; λζ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ὥστε φανερὸν ὅτι τὰ ἀεὶ ὄντα ἢ τὰ ἀεὶ μὴ ὄντα οὐκ ἔστιν ἐν χρόνῳ· οὐ γὰρ περιέχεται ὑπὸ χρόνου, οὐδὲ με τρεῖται τὸ εἶναι αὐτῶν ὑπὸ τοῦ χρόνου. Πῶς οὖν τὴν κίνησιν εἴρηκας εἶναι ἀΐδιον, καὶ τὸν χρό νον ταύτης ἀριθμόν; Ὧν γὰρ ὁ χρόνος ἐστὶν ἀχώριστος, ταῦτα οὐκ ἐνδέχεται μὴ εἶναι ἐν χρόνῳ.
PG 6:1532λη. Ἐκ τοῦ αὐτοῦ λόγου. Ὅσα μήτε κινεῖται μήτε ἠρεμεῖ, οὐκ ἔστιν ἐν χρόνῳ· τὸ μὲν γὰρ ἐν χρόνῳ εἶναι ἐστὶ τὸ μετρεῖσθαι χρόνῳ, ὁ δὲ χρόνος κινήσεως καὶ ἠρεμίας μέτρον. Eἰ τὸ ὂν ἐν τῷ χρόνῳ ἐκεῖνο κινεῖται καὶ ἠρεμεῖ, κι νεῖται δὲ ὁ οὐρανὸς κατὰ τὸν λέγοντα καὶ ἠρεμεῖ ἡ γῆ, ἐν χρόνῳ ἄρα ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ ἡ τούτων κίνησίς τε καὶ ἠρεμία. Καὶ εἰ γενητὸς ὁ χρόνος, ἐξ ἀνάγκης ἄρα γενητὸς καὶ ὁ οὐρανὸς καὶ ἡ γῆ. λθ. Ἐκ τοῦ πέμπτου λόγου τῆς αὐτῆς πραγματείας. Ὥστε ἀνάγκη ἐκ τῶν εἰρημένων τρεῖς εἶναι μεταβολάς, τήν τε ἐξ ὑποκειμένου εἰς ὑποκείμενον, καὶ τὴν ἐξ ὑποκει μένου εἰς μὴ ὑποκείμενον, καὶ τὴν ἐκ μὴ ὑποκειμένου εἰς ὑποκείμενον. Ἡ γὰρ οὐκ ἐξ ὑποκειμένου εἰς μὴ ὑποκεί μενον οὐκ ἔστι μεταβολὴ διὰ τὸ μὴ εἶναι κατ' ἀντίθεσιν· οὔτε γὰρ ἐναντία οὔτε ἀντίφασίς ἐστιν. Ἡ μὲν οὖν οὐκ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον μεταβολὴ κατ' ἀντίφασιν γέ νεσίς ἐστιν, ἡ δ' ἐξ ὑποκειμένου εἰς οὐχ ὑποκείμενον φθορά. Οὐδαμοῦ ἄρα ἡ ὕλη, ἣν εἶπες ἐν τοῖς ἀνωτέρω ὑποκει μένην τοῖς γινομένοις τε καὶ φθειρομένοις, τοῖς μὲν ὡς ἐξ οὗ, τοῖς δὲ ὡς εἰς ὅ. μ. Ἐκ τοῦ αὐτοῦ λόγου. Τὸ μὲν γὰρ μὴ λευκὸν ἢ μὴ ἀγαθὸν ὅμως ἐνδέχεται κινεῖσθαι κατὰ συμβεβηκός (εἴη γὰρ ἄνθρωπος τὸ μὴ λευ κόν), τὸ δὲ ἁπλῶς μὴ τόδε οὐδαμῶς· ἀδύνατον γὰρ τὸ μὴ ὂν κινεῖσθαι. Eἰ ἐκ τοῦ μὴ κινουμένου ἀδύνατον γενέσθαι οὐσίαν, καὶ τὸ ἁπλῶς τόδε μὴ ὂν οὐδαμῶς κινεῖται (ἀδύνατον γὰρ τὸ μὴ ὂν κινεῖσθαι), πῶς γέγονεν ἐκ τῆς ὕλης οὐσία ἁπλῶς τόδε τι οὐκ οὔσης; μα. Ἐκ τοῦ ὀγδόου λόγου τῆς αὐτῆς πραγματείας. Eἰ δὲ ἀδύνατον εἶναι καὶ νοῆσαι χρόνον ἄνευ τοῦ νῦν, τὸ δὲ νῦν μεσότης τις, καὶ ἀρχὴν καὶ τελευτὴν ἔχον, ἀλλ' ἀρχὴν μὲν τοῦ ἐσομένου χρόνου, τελευτὴν δὲ τοῦ παρελθόν τος, ἀνάγκη ἀεὶ εἶναι τὸν χρόνον· τὸ γὰρ ἔσχατον τοῦ τε λευταίου ληφθέντος χρόνου τὸ νῦν ἐστιν· οὐδὲν γὰρ ἔστι λαβεῖν ἐν τῷ χρόνῳ παρὰ τὸ νῦν. Ὥστε ἐπεί ἐστιν ἀρχὴ καὶ τελευτή, ἀνάγκη ἐπ' ἀμφότερα εἶναι χρόνον. Ἀλλ' εἰ χρόνον, ἀνάγκη καὶ κίνησιν, εἴπερ ὁ χρόνος πάθος ἐστὶ κι νήσεως. Ἐν τούτοις κατασκευάζει ὁ Ἀριστοτέλης τὸν οὐρανὸν εἶναι ἀΐδιον. Eἰ γὰρ μεσότης τις ἐστὶ καὶ ἀρχὴ καὶ τελευτή, καὶ ἑκατέρωθεν ἀεὶ ἔχει χρόνον, ᾧ τεθέντι ἀναγκαίως ἕπεται τὸ τὸν χρόνον εἶναι ἀΐδιον· καὶ εἰ ὁ χρόνος ἀΐδιος, καὶ ἡ κί νησις ἐξ ἀνάγκης ἐστὶν ἀΐδιος, ἧς ὁ χρόνος ἐστὶν ἀριθμός· καὶ εἰ ἡ κίνησις ἀΐδιος, ἐξ ἀνάγκης καὶ τὸ κινούμενον σῶμα ἀΐδιόν ἐστι. Τοῦτο δὲ ἀτόπως ἔθηκε τὸ συναΐδιον εἶναι· καὶ ἐλεγχθήσεται οὕτως. Ὡς γὰρ γενήσεται ὁ μέλλων γί
PG 6:1534νεσθαι χρόνος, οὕτως γέγονε καὶ ὁ παρελθών. Ἀλλ' ὁ μέλλων γίνεσθαι χρόνος, ὥσπερ τὴν μέλλουσαν γένεσιν ἔχει, οὕτως καὶ τὴν ἀρχήν· καὶ ὥσπερ οὐδὲν τοῦ παρελθόντος ἐστὶν ἐν τῷ μέλλοντι, οὕτως οὐδὲν τοῦ μέλλοντός ἐστιν ἐν τῷ παρόντι. Ἀλλ' εἰ τὸ νῦν ὄν ἐστι καὶ πάρεστι, τὸ δὲ μέλλον οὔπω ἐστὶν οὔτε ὂν οὔτε παρόν, οὐκ ἄρα ἐστὶ τὸ παρὸν νῦν ἀρχὴ τοῦ μέλλοντος χρόνου, ἀλλὰ τὸ μέλλον ἔσεσθαι νῦν ἐκεῖνό ἐστιν ἀρχὴ τοῦ μέλλοντος, ὃ οὔτε μεσότης τις ἐστίν, ἔχον ἐπ' ἀμφότερα χρόνον, ἀλλ' ἐπὶ θάτερον, οὔτε ἀρχὴ καὶ τελευτή, τὸ αὐτὸ μὲν νῦν, ἄλλου δὲ καὶ ἄλλου χρόνου, οἷον ἀρχὴ μὲν τοῦ μέλλοντος, τελευτὴ δὲ τοῦ παρελθόντος· ἀλλ' ἄλλο μὲν νῦν ἀρχὴ καὶ ἄλλο τελευτή, τοῦ αὐτοῦ δὲ χρόνου. Ἄλλως δὲ εἰ ἀδύνατον τὸ νῦν εἶναι νῦν, ἐὰν μὴ πρότερον ᾖ μέλλον καὶ οὐκ ὄν, ἀδύνατον ἄρα τὸ νῦν συναΐδιον εἶναι. Eἰ γὰρ πᾶν τὸ πρότερον οὐκ ὄν, ὕστερον δέ, γενητὸν τοῦτο, τοιοῦτον δὲ καὶ τὸ νῦν, γενητὸν ἄρα τὸ νῦν· εἰ δὲ τὸ νῦν, ἐξ ἀνάγκης καὶ ὁ πᾶς χρόνος, οὗ ἀρχὴ καὶ τελευτὴ τὸ νῦν· καὶ εἰ ὁ χρόνος, ἐξ ἀνάγκης καὶ ἡ κίνησις, ἧς ὁ χρόνος ἐστὶν ἀριθμός· καὶ εἰ ἡ κίνησις, ἐξ ἀνάγκης καὶ τὸ κινούμενον σῶμά ἐστι γενητόν. μβ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ὅλως δὲ τὸ νομίζειν ταύτην τὴν ἀρχὴν εἶναι ἱκανήν, ὅτι ἀεὶ ἔστιν οὕτως ἢ γίνεται, οὐκ ὀρθῶς ἔστιν ὑπολαβεῖν, ἐφ' ὃ Δημόκριτος ἀνάγει τὰς περὶ φύσεως αἰτίας, ὅτι οὕτως καὶ τὸ πρότερον ἐγίνετο· τοῦ δὲ ἀεὶ οὐκ ἀξιοῖ ἀρχὴν ζητεῖν, λέγων ἐπί τινων ὀρθῶς, ὅτι δὲ ἐπὶ πάντων, οὐκ ὀρθῶς. Καὶ γὰρ τὸ τρίγωνον ἔχει δυσὶν ὀρθαῖς ἀεὶ τὰς γωνίας ἴσας, ἀλλ' ὅμως ἐστί τι τῆς ἀϊδιότητος ταύτης ἕτε ρον αἴτιον ἀΐδιον· τῶν μέντοι ἀρχῶν οὐκ ἔστιν αἴτιον ἀϊδίων οὐσῶν. Eἰ τοίνυν ὡς γίνεται νῦν, οὕτως καὶ τὸ πρότερον ἐγί νετο, οὐκ ὀρθῶς ἔστιν ὑπολαβεῖν ἀρχὴν εἶναι τῶν ἀεὶ κατὰ φύσιν γιγνομένων, ἐξ ἀνάγκης ἄρα ὀρθῶς ἔστιν ὑπολαβεῖν ἀρχὴν εἶναι τῶν κατὰ φύσιν γιγνομένων τὸ μὴ οὕτως γεγονός, ὡς τὸ νῦν γίγνεται, ἀλλ' ἑτέρως· διὸ δίκαιόν ἐστι καὶ τοῦ ἀεὶ γινομένου ζητεῖν τὴν ἀρχήν. Ἄλλως γίνεται ζῶον ἐκ ζώου, καὶ ἄλλως γέγονε ζῶον ἐκ μὴ ζώου· καὶ τὸ μὲν ζῶον ἐκ μὴ ζώου οὔτε κατὰ φύσιν γέγονεν οὔτε ἀεὶ γίνεται, τὸ δὲ ζῶον ἐκ ζώου ἀεί τε καὶ κατὰ φύσιν γίνεται, ἐξ ὅτου ἔλαβεν ἀρχὴν τοῦ γίνεσθαι ἐκ ζώου τοῦ μὴ ἐκ ζώου. Καὶ τοῦτο ἐπὶ πάντων τῶν ἀεὶ κατὰ φύσιν γιγνομένων, οὐκ ἐπὶ τινῶν μόνον· ἀδύνατον γὰρ τὰ ἐξ ἀρχῶν γενητῶν τὴν αὐτὴν ἔχειν γένεσιν, ἣν ἐσχήκασιν αἱ ἀρχαί. Ἡ ἐν τοῖς γενητοῖς ἀϊ διότης ἄναρχος εἶναι οὐ δύναται. Καὶ γὰρ τὸ τρίγωνον ἀεὶ ταῖς δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς τρεῖς γωνίας, ἀρχὴν ἔχον γενητὴν τὴν εὐθεῖαν, ἧς ὁ λόγος ἐστὶ γραμμὴ ἄκρως τετα μένη. Αὕτη γάρ ἐστιν αἰτία τοῦ τὸ τρίγωνον δυσὶν ὀρ θαῖς ἴσας ἔχειν τὰς τρεῖς γωνίας· καὶ ταύτης μὲν οὐκ οὔσης οὐκ ἐνδέχεται εἶναι τρίγωνον, τριγώνου δὲ μὴ ὄντος ἐνδέχεται
PG 6:1536εἶναι εὐθεῖαν. Aἱ ἀρχαὶ τῶν κατὰ φύσιν ἀεὶ γινομένων ἀΐδιοι εἶναι οὐ δύνανται. Eἰ γὰρ ἣν ἔχουσι φύσιν ταύτην μεταδιδόασι τοῖς ἐξ αὐτῶν γιγνομένοις, γενητὴ δὲ αὕτη, γενητὴ ἄρα καὶ ἡ τῶν ἀρχῶν φύσις, εἰ καὶ ὁ τρόπος τῆς γε νέσεως ἐνήλλακται καὶ ἔστιν ἕτερος τῆς τῶν ἐξ ἀρχῶν. μγ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἀνάγκη εἶναί τι ἓν καὶ ἀΐδιον τὸ πρῶτον κινοῦν. Δέ δεικται γὰρ ὅτι ἀνάγκη ἀεὶ κίνησιν εἶναι. Eἰ δὲ ἀεί, ἀνάγκη συνεχῆ εἶναι· καὶ γὰρ τὸ ἀεὶ συνεχές· τὸ γὰρ ἐφεξῆς οὐ συνεχές. Eἰ δὲ συνεχής, μία· μία δ' ἡ ὑφ' ἑνός τε κινοῦν τος καὶ ἑνὸς τοῦ κινουμένου· εἰ γὰρ ἄλλο καὶ ἄλλο κινήσει, οὐ συνεχὴς ἡ κίνησις ἀλλ' ἐφεξῆς. Eἰ τὸ πρῶτον κινοῦν τὴν κατὰ φορὰν κίνησιν, ἡ δὲ κατὰ φορὰν κίνησίς ἐστι τοῦ οὐρανοῦ, ὁ δὲ οὐρανός ἐστι φυσικὸν σῶμα, τὸ δὲ φυσικὸν σῶμα ἐν ἑαυτῷ ἔχει φυσικῶς τῆς κατὰ φύσιν κινήσεως τὴν ἀρχήν, περιττῶς ἄρα κινεῖται ὁ οὐρανὸς τοῦ πρώτου κινοῦντος τὴν κατὰ φορὰν κίνησιν· ἣν καὶ εἰ μὴ τὸ πρῶτον κινοῦν ἐκίνει αὐτόν, ἐκινεῖτο ἂν αὐτὸς ὑφ' ἑαυτοῦ, διὰ τὸ εἶναι αὐτὸν πέμπτον στοιχεῖον μήτε βαρύτητα ἔχον κι νοῦσαν αὐτὸν ἐπὶ τὸ κάτω, μήτε κουφότητα κινοῦσαν αὐτὸν ἐπὶ τὸ ἄνω, ἀλλὰ ἑτέραν δύναμιν ἀνώνυμον κινοῦσαν αὐτὸν περὶ τὸ μέσον. Eἰ τὸ πρῶτον κινοῦν τὴν κατὰ φορὰν κίνησιν τὸν οὐρανὸν οὔτε κατὰ φύσιν αὐτὸν κινεῖ (περιττὸν γὰρ τὸ οὕτως κινεῖν) οὔτε παρὰ φύσιν (δευτέρα γάρ ἐστι κίνησις ἡ παρὰ φύσιν τῆς κατὰ φύσιν κινήσεως), οὐκ ἄρα κινεῖ τι τὸν οὐρανόν. Eἰ πᾶσα κίνησις, ὡς γίνεται νῦν, οὕτως καὶ τὸ πρότερον ἐγίνετο, γίνεται δὲ νῦν κατὰ μεταβολὴν τοῦ μέλλοντος γίνεσθαι, τὸ δὲ μέλλον γίνεσθαι πρὸ τοῦ γενέσθαι οὔπω ἦν, τὸ δὲ πρῶτον μὲν οὐκ ὄν, ὕστερον δέ, γενητὸν τοῦτο πᾶν, τὸ δὲ γενητὸν ἄναρχόν τε καὶ ἀΐδιον οὐ δυνατὸν εἶναι, οὐκ ἄρα ἡ κίνησις ἀΐδιός τε καὶ ἄναρχος. μδ. Ἐκ τοῦ αὐτοῦ λόγου. Φανερὸν ὅτι ἡ φορὰ πρώτη. Τὸ γὰρ πρῶτον ὥσπερ ἐφ' ἑτέρων, οὕτως καὶ ἐπὶ κινήσεως ἂν λέγοιτο πλεοναχῶς. Λέγεται δὲ πρότερον, οὗ γε μὴ ὄντος οὐκ ἔσται τὰ ἄλλα, ἐκεῖνο δὲ ἄνευ τῶν ἄλλων, καὶ τὸ χρόνῳ, καὶ τὸ κατ' οὐσίαν. Ὅτι ἀνάγκη τὴν φορὰν εἶναι πρώτην. Οὐδὲ γὰρ μία ἀνάγκη οὔτε αὔξεσθαι οὔτε ἀλλοιοῦσθαι τὸ φερόμενον, οὐδὲ δὴ γίνεσθαι ἢ φθείρεσθαι· τούτων δὲ οὐδεμίαν ἐνδέχεται τῆς συνεχοῦς μὴ οὔσης, ἣν κινεῖ τὸ πρῶτον κινοῦν. Ἔτι χρόνῳ πρώτη· τοῖς γὰρ ἀϊδίοις μόνον ἐνδέχεται κινεῖσθαι ταύτην. Ἀλλ' ἐφ' ἑνὸς μὲν τῶν ἐχόντων τὴν γένεσιν τὴν φορὰν ὑστάτην ἀναγκαῖον εἶναι τῶν κινήσεων· μετὰ γὰρ τὸ γε νέσθαι πρῶτον αὔξησις καὶ ἀλλοίωσις, φορὰ δὲ ἤδη τε λειουμένων κίνησίς ἐστιν. Ἀλλὰ ἕτερον ἀνάγκη κινούμενον εἶναι κατὰ φορὰν πρότερον, ὃ καὶ τῆς γενέσεως αἴτιον ἔσται τοῖς γιγνομένοις, οὐ γιγνόμενον, οἷον τὸ γεννῆσαν τοῦ γεννηθέντος, ἐπεὶ δόξειεν ἂν ἡ γένεσις εἶναι πρώτη τῶν κινήσεων διὰ τοῦτο, ὅτι γενέσθαι δεῖ τὸ πρᾶγμα πρῶτον.
PG 6:1538Τὸ δὲ ἐφ' ἑνὸς μὲν ὁτουοῦν τῶν γιγνομένων οὕτως ἔχει, ἀλλ' ἕτερον ἀναγκαῖον πρότερόν τι κινεῖσθαι τῶν γιγνο μένων, ὂν αὐτὸ καὶ μὴ γιγνόμενον, καὶ τούτου ἕτερον πρό τερον. Eἰ τὸ αὐξανόμενον τοῦτό ἐστι γενητόν, αὐξάνει δὲ ἡ φορὰ τῷ ποσῷ τῆς κινήσεως, οὐκ ἀΐδιος ἡ φορά· τὸ γὰρ φερόμενον σῶμα ἔχει τόπους διαφόρους, ἐν οἷς κατατεῖνον τὴν μετάστασιν τῶν αὑτοῦ μερῶν φερόμενον ποιεῖ τῆς κατὰ φορὰν κινήσεως τὴν αὔξησιν. Eἰ ἐν αὑτῇ ἔχει ἡ φορὰ τῷ ποσῷ τῆς κινήσεως τὴν αὔξησιν, πῶς λέγεται ἡ φορὰ τῆς κατ' αὔξησιν κινήσεως εἶναι πρώτη; Eἰ ἀδύνατόν ἐστι τὸ μὴ ἠργμένον καὶ πεπερασμένον δέξασθαι τῇ προσθήκῃ τὴν αὔξη σιν, οὐκ ἄρα ἄναρχος ἡ φορά, τῷ ποσῷ τῆς κινήσεως ἀεὶ μείζων γινομένη. Eἰ ἡ φορὰ ἐν τῷ γίνεσθαι καὶ ἀπογί νεσθαι τὸ εἶναι ἔχει, οὐκ ἄρα ἀΐδιος ἡ φορά, ἧς ἀεὶ προη γεῖται τοῦ εἶναι τὸ μὴ εἶναι· πᾶσα γὰρ κίνησις κατὰ μετα βολὴν γίνεται τοῦ μήπω ὄντος, ἀλλὰ μέλλοντος. Eἰ πᾶσα φορὰ τῷ παρελθόντι πεπερασμένον ἐστί, τὸ δὲ πεπερασμέ νον πᾶν ἐξ ἀνάγκης καὶ ἠργμένον, τὸ δὲ ἠργμένον πᾶν γε νητόν, γενητὴ ἄρα ἡ φορά. Καὶ εἰ ἡ φορὰ τοῦ φερομένου σώματος οὐκ ἔστι προτέρα, γενητὸν ἄρα καὶ τὸ φερόμενον. Eἰ ἐν τοῖς ἀϊδίοις τὸ μὲν μόνον κινεῖ, τὸ δὲ μόνον κινεῖται ἀϊδίως τὴν κατὰ φορὰν κίνησιν, πῶς οὐκ ἔστι τῶν ἀδυνάτων τὸ ἄναρχον ἠργμένην κινεῖσθαι κίνησιν; Eἰ τὸ οὗ ἄνευ τῶν ἄλλων οὐδέν ἐστι τοῦτο οὐσίᾳ τε καὶ χρόνῳ τῶν ἄλλων πρῶ τόν ἐστι, πῶς οὖν ἐστιν ἀγένητον; Ἐτέθη γὰρ τὸ πρῶτον κινοῦν πάντων πρῶτον εἶναι καὶ ἀγένητον, ἔτι δὲ ὁ οὐρανὸς καὶ τὰ ἐν τῷ οὐρανῷ φαινόμενά τε καὶ κινούμενα εἶναι ἀγέ νητα πάντα· ὅπερ ἐστὶν ἄτοπον, τὸ λέγειν ἀγένητόν τι εἶναι πρό τινος ἀϊδίου ἐν τοῖς ἀϊδίοις. Eἰ τὸ πρῶτον κινοῦν τὴν συνεχομένην κίνησιν κινεῖ, κινεῖ δὲ οὔτε τὴν κατὰ φύσιν οὔτε τὴν παρὰ φύσιν, ἐκείνην μὲν ὡς περιττήν, καθὼς ἐῤ ῥέθη, ταύτην δὲ ὡς δευτέραν οὖσαν τῆς κατὰ φύσιν κινήσεως, οὐκ ἄρα κινεῖ τὴν συνεχῆ κίνησιν οὐδέν. Eἰ τῶν ἀϊδίων κινουμένων οὔτε ἡ κίνησις προτέρα τῶν κινουμένων, οὔτε τὰ κινούμενα πρότερα τῆς κινήσεως, ἔστι δὲ ἡ κίνησις πᾶσα κατὰ μεταβολὴν τοῦ μήπω ὄντος ἀλλὰ μέλλοντος, ἔσται ἄρα τὰ κινούμενα πάντα ἐκ μεταβολῆς τοῦ μήπω ὄντος, ἀλλὰ μέλλοντος, τὸ εἶναι ἔχοντα. Eἰ ἐφ' ἑνὸς τῶν γινομένων ἡ φορὰ ὑστάτη τῶν κινήσεων, ἀλλ' ἀνάγκη ἕτερον κινούμενον κατὰ φορὰν εἶναι πρότερον, ὃ καὶ τῆς γενέσεως αἴτιον ἀγέ νητον ὄν, πῶς ἐνδέχεται τὸ αὐτὸ τῆς κατὰ φύσιν γενέσεως αἴτιον εἶναι, καὶ τῆς ὑπὲρ τὴν φύσιν γενέσεως; Ὁ γὰρ πρώ τως γεννήσας οὐκ ἐγεννήθη. Καίτοι τὸ πρότερον κινού μενον οὕτως ἐκινεῖτο ἐπὶ τῆς γενέσεως τοῦ πρώτως γινομέ νου, ὡς ὕστερον ἐκινήθη ἐπὶ τῆς γενέσεως τῶν ἐξ ἐκείνου. Ἢ ἄρα οὐκ ἔστιν αἴτιον τῆς πάσης γενέσεως τὸ οὕτως κι νούμενον ἀγενήτως, ἢ οὐ κινεῖ τὸ πρῶτον κινοῦν τὴν συνεχῆ κίνησιν, διαφορᾶς γενέσεως ἐν τοῖς γιγνομένοις θεωρουμένης,
PG 6:1541καθ' ἣν τὰ μὲν ὑπὲρ τὴν φύσιν γέγονε, τὰ δὲ κατὰ φύσιν. Eἰ ἔστιν ἀγένητον τὸ πρότερον καὶ ὕστερον, ἔσται ἄρα ὅτε τὸ ἀγένητον οὐκ ἀγένητον· ὅπερ ἐστὶν ἄτοπον, τὸ ποτὲ μὴ εἶναι τὸ ἀγένητον. με. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἐν δὲ τῷ συνεχεῖ ἔνεστι μὲν ἄπειρα ἡμίσεα, ἀλλ' οὐκ ἐντελεχείᾳ ἀλλὰ δυνάμει. Eἰ ἐντελεχείᾳ μὲν οὐδὲν ἄπειρον, δῆλον ὅτι οὐδὲ ἡ κίνησις οὐδὲ ὁ χρόνος ἐστὶν ἄπειρος. Κινήσεώς τε καὶ χρόνου τῷ παρελθόντι πεπερασμένων ὄντων, ἐξ ἀνάγκης εἰσὶν ἠργμένοι· ἠργμένων δὲ αὐτῶν, ἐξ ἀνάγκης εἰσὶ καὶ γενητοί· εἰ δὲ ἡ κίνησις καὶ ὁ χρόνος εἰσὶ γενητοί, ἐξ ἀνάγκης ἄρα καὶ τὸ κινούμενον σῶμα, τὸ ἀεὶ ἐν τῷ κινεῖσθαι τὸ εἶναι ἔχον· εἰ δὲ καὶ ἀεὶ τὸν ληφθέντα χρόνον τούτου τὰ ἡμίσεα ἐνδέχεται ληφθῆναι ἐκ τοῦ μέλλοντος καὶ προστεθῆναι τῷ παρελθόντι, ἀλλ' οὐδ' οὕτως ἐνδέχεται τὸν χρόνον τῷ παρελθόντι ἄπει ρον εἶναι ἐντελεχείᾳ ποτέ. μ . Ἀριστοτέλους ἐκ τοῦ Περὶ οὐρανοῦ πρώτου λόγου. *) Ἀναγκαῖον εἶναί τι σῶμα ἁπλοῦν, ὃ πέφυκε φέρε σθαι τὴν κύκλῳ κίνησιν κατὰ τὴν ἑαυτοῦ φύσιν. Τίς οὖν χρεία τοῦ πρώτως κινοῦντος κινεῖν τοιοῦτον σῶμα, τὸ κατὰ τὴν ἑαυτοῦ φύσιν τὴν κύκλῳ κινούμενον κίνησιν; μζ. Ἐκ τοῦ αὐτοῦ λόγου. Φανερὸν ὅτι πέφυκέ τις οὐσία σώματος ἄλλη παρὰ τὰς ἐνταῦθα συσταθείσας, θειοτέρα καὶ προτέρα τούτων ἁπάντων. Eἰ τοῦτο τὸ σῶμα ἀϊδίως καὶ ἀνάρχως περὶ τὴν γῆν τὴν ἐνταῦθα οὖσαν οὐσίαν κινεῖται, πῶς δύναται τῆς γῆς εἶναι πρότερον, ἧς χωρὶς οὐκ ἂν ἐκινεῖτο τὴν κύκλῳ κίνησιν; Καὶ εἰ τὸ ἀΐδιον καὶ τὸ ἀγένητον καὶ τὸ χρήσιμον πρὸς σύ στασιν τῶν ἐνταῦθα γιγνομένων, ὡς πρόσεστι τῷ τοιούτῳ σώματι, οὕτως πρόσεστι τῇ γῇ, διὰ τί τὸ σῶμα ἐκεῖνο τι μιώτερον καὶ πρότερον τῆς γῆς; μη. Ἐκ τοῦ αὐτοῦ λόγου. Τὸ δὲ κύκλῳ σῶμα φερόμενον ἀδύνατον ἔχειν βάρος ἢ κουφότητα. Eἰ τὸ μὴ ἔχον βάρος καὶ κουφότητα οὐ δυνατὸν εἶναι ἁπτόν (ἐν γὰρ τοῖς ἔχουσι βάρος καὶ κουφότητά ἐστι τὸ ἁπτόν), πῶς τὸ ἐκείνων ἄνευ μὴ δυνάμενον εἶναι ἔχει, ἐκεῖνα δὲ οὐκ ἔχει; Πῶς δὲ τῇ αὑτοῦ κινήσει θερμαντικήν τινα δύναμιν ἀέρος ἀποτελεῖ, καθάπερ τὰ ἐνταῦθα σώματα τὰ ἔχοντα βαρύτητα καὶ κουφότητα, τὰ ταῖς ἑαυτῶν κινήσεσι θερμαντικὰς ἐκτελοῦντα ἐνεργείας; μθ. Ἐκ τοῦ αὐτοῦ λόγου. Aἱ δὲ τῆς φορᾶς ἐναντιώσεις κατὰ τὰς τῶν τόπων εἰσὶν ἐναντιώσεις· εἰ μὲν γὰρ ἴσαι ἦσαν, οὐκ ἂν ἦν κίνησις αὐτῶν, εἰ δὲ ἡ ἑτέρα κίνησις ἐπεκράτει, ἡ ἑτέρα οὐκ ἂν ἦν. Ὥστε εἰ ἀμφότερα ἦν, μάτην ἂν ἦν θάτερον σῶμα μὴ κι νούμενον τὴν αὑτοῦ κίνησιν· μάτην γὰρ ὑπόδημα τοῦτο λέ
PG 6:1543γομεν, οὗ μή ἐστιν ὑπόδεσις. Ὁ δὲ θεὸς καὶ ἡ φύσις οὐδὲν μάτην ποιοῦσιν. Eἰ ἦσαν ἐν φορᾷ σωμάτων κινήσεις ἐναντίαι, ἢ ἴσαι κατὰ τὴν ἀντιπερίστασιν κωλύουσαι τὰς ἀλλήλων κινήσεις, εἴτε ἄνισοι, καὶ διὰ τὴν ἐπικράτειαν τοῦ θατέρου τὸ ἕτερον ἀκίνητον ἐγίνετο, τῇ βίᾳ τοῦ ἐπικρατοῦντος ἐπικρατούμενον, τὴν αὑτοῦ κατὰ φύσιν μὴ ἀνύον κίνησιν, μάτην ἂν ἐγένετο τὰ οὕτως πρὸς τὰς οἰκείας τε καὶ κατὰ φύσιν κινήσεις ἐμ πεποδισμένα, καὶ θεοῦ οὐκ ἂν ἦν ἔργα ταῦτα οὔτε φύσεως δηλονότι. Eἰ τῶν μάτην γινομένων ὁ θεὸς τούτων ποιητὴς οὐκ ἦν οὔτε ἡ φύσις, τῶν οὐ μάτην ἄρα γιγνομένων, ἀλλ' ἀνεμποδίστως τὰς κατὰ φύσιν αὑτῶν κινήσεις ἐντελούντων, ὁ θεὸς τούτων ἐστὶ ποιητὴς καὶ ἡ φύσις. Πῶς οὖν οὐκ ἔστι τῶν ἀτοπωτάτων τὸ ἀγένητα λέγειν ἀΐδιά τε καὶ ἄναρχα ταῦτα, ὧν ὁ θεὸς καὶ ἡ φύσις ἐστὶ ποιητής; Καὶ εἰ ὑποδή ματα ἔργα τεχνίτου ἐκεῖνα λέγομεν τὰ ἔχοντα ὑπόδεσιν, διὰ τί μὴ καὶ τὰ σώματα τὰ κατὰ φύσιν τὰς οἰκείας ἐκτελοῦντα κινήσεις λέγομεν νοήματα θεοῦ τε καὶ φύσεως; ν. Ἐκ τοῦ αὐτοῦ λόγου. Τὸ μὲν οὖν ἕτερον εἶναι τὸν λόγον τὸν ἄνευ τῆς ὕλης καὶ τὸν ἐν τῇ ὕλῃ τῆς μορφῆς καλῶς λέγεται, καὶ ἔστω τοῦτο ἀληθές. Ἀλλ' οὐδὲν ἧττον οὐδεμία ἀνάγκη διὰ τοῦτο πλείους εἶναι κόσμους, οὐδὲ ἐνδέχεται πλείους γενέσθαι, ἐπείπερ οὗτος ἐκ πάσης ἐστὶ τῆς ὕλης, ὥσπερ ἔστιν. Eἰ τὸ ἀΰλως καὶ ἐνύλως ἐστὶ τοῦ λόγου πρὸς τὸν λόγον ἡ διαφορά, δῆλον ὅτι ὕστερον τοῦ λόγου τοῦ ἀΰλου ὁ λόγος ὁ ἔνυλος. Πῶς οὖν ἀγένητος ὁ κόσμος ἐκ τοῦ ὑστέρου λόγου τὴν σύστασιν ἐσχηκώς; Eἰ ἀνείδεος καὶ ἀνούσιος καὶ τοῦ εἶναι τόδε τι ἐστερημένη ἡ ὕλη πρὸ τοῦ λαβεῖν τὸ εἶδος καὶ γε νέσθαι οὐσία καὶ τόδε τι, πῶς ἀγένητος ὁ κόσμος ἐκ τῆς τοιαύτης ὕλης γεγονώς; Eἰ ὁ ἐσχηκὼς τὸν λόγον τοῦ ἑνὸς κόσμου οὗτος καὶ πλειόνων κόσμων εἶχε τοὺς λόγους, καὶ μὴ τῷ ἀρεσκομένῳ τοῦ κόσμου ἐποίει τὴν ποίησιν κατὰ τὴν οἰκείαν βούλησιν, ἀλλὰ τῇ εὐπορίᾳ τῆς ὕλης ἴσχυσε ποιεῖν κόσμον ἕνα καὶ τῇ ἀπορίᾳ αὐτῆς οὐκ ἴσχυσε ποιεῖν πλείονας κόσμους, πῶς οὐ δοκεῖ μάτην ἐσχηκέναι πλειόνων κόσμων τοὺς λόγους, ὧν τὴν ποίησιν οὐκ ἴσχυσε διὰ τὴν ἀπορίαν τῆς ὕλης; Eἰ ἐξ ἀγενήτου ἀδύνατον γενέσθαι ἀγένητον, πῶς, εἰ ἀγένητος μὲν ἡ ὕλη, ἀγένητος δὲ καὶ ὁ κόσμος, γίνεται οὗτος ἐξ ἐκείνης; Eἰ μή, ὡς ἐποίησεν ὁ θεὸς τὰ ἐκ τῆς ὕλης, οὕ τως καὶ τὴν ὕλην ἐποίησεν, οὐκ ἄρα ποιεῖ ὁ θεὸς ὅσα βού λεται, ἀλλ' ὅσα ἰσχύει. Eἰ δὲ ἴσην τῇ βουλήσει ἔχει τὴν ἰσχὺν ἐν πᾶσι, ποιητὴς ἄρα τῆς ὕλης ὁ θεός, ὥσπερ καὶ τῶν ἐκ τῆς ὕλης. Eἰ ἡ ὕλη ὑποκειμένη θεῷ εἰς ποίησιν τῶν ἐξ αὐτῆς, ἀνείδεος οὖσα καὶ ἀνούσιος, ἄποιός τε καὶ ἄποσος, ὑπὸ τῆς τοῦ θεοῦ δυνάμεως μετεβλήθη εἰς ταῦτα πάντα καὶ γέγονεν οὐσία πεποιωμένη καὶ πεποσωμένη, πῶς οὐκ ηὐξήθη ὑπὸ τῆς αὐτῆς τοῦ θεοῦ δυνάμεως τὰς τοσαύτας ἐν αὐτῇ ἐργασαμένης μεταβολὰς εἰς τοσοῦτον, ὥστε καὶ πλείονας
PG 6:1545κόσμους γενέσθαι ἐξ αὐτῆς, ἀλλ' εἰς γένεσιν ἑνὸς κόσμου ἀναλωθεῖσα ἄκοντα τὸν θεὸν ἔπαυσε τοῦ ποιεῖν πλείονας κόσμους; να. Ἐκ τοῦ αὐτοῦ λόγου. Ὁ δὲ οὐρανὸς ἔστι μὲν τῶν καθ' ἕκαστα καὶ τῶν ἐκ τῆς ὕλης· ἀλλ' εἰ μὴ ἐκ μορίου αὐτῆς συνέστηκεν ἀλλ' ἐξ ἁπάσης, τὸ μὲν εἶναι αὐτῷ οὐρανῷ καὶ τῷδε τῷ οὐρανῷ ἕτε ρόν ἐστιν, οὐ μέντοι οὔτε εἴη ἂν ἄλλος οὔτ' ἂν ἐνδέχοιτο γενέσθαι πλείους διὰ τὸ πᾶσαν τὴν ὕλην περιειληφέναι τοῦτον. Eἰ ἔστιν ὁ οὐρανὸς τῶν καθ' ἕκαστα καὶ τῶν ἐκ τῆς ὕλης καὶ λόγου συγκειμένων, ὥστε τὸ μὲν εἶναι αὐτῷ οὐρανῷ, τῷ ἀΰλῳ δὲ λόγῳ εἶναι ἕτερον, πῶς οὐκ ἔστι γενητὸς ἀρχὴν ἔχων τῆς οἰκείας οὐσίας, τὴν σύνθεσιν ὕλης τε καὶ λόγου ἐξ ὧν ἔστιν; Eἰ ἡ ὕλη καθ' ἑαυτὴν οὔτε βαρύτητα ἔχει οὔτε κουφότητα (ἔστι γὰρ ταῦτα τῶν ἐξ αὐτῆς γινομένων σωμά των πάθη), εἰ ἐκ πάσης τῆς τοιαύτης ὕλης γέγονεν ὁ οὐρανὸς ὁ μήτε βαρύτητα ἔχων μήτε κουφότητα, πόθεν γέγονε τὰ ἄλλα πάντα, τῆς ὕλης ἀναλωθείσης πάσης εἰς τὴν τοῦ οὐρανοῦ ποίησιν; Eἰ πρὸ τοῦ εἰδοποιηθῆναι τὴν ὕλην τῷ εἴδει τοῦ οὐρανοῦ οὕτως οὐκ εἶχε βαρύτητα καὶ κουφότητα, ὡς νῦν οὐκ ἔχει μετὰ τὸ εἰδοποιηθῆναι αὐτήν, πῶς οὐκ ἐκινεῖτο πρὸ τῆς εἰδοποιήσεως, ὡς νῦν κινεῖται μετὰ τὴν εἰδοποίησιν; Eἰ τὸ κινεῖσθαι οὐσίας ἐστί, καὶ τὸ μὴ ἔχειν βαρύτητα καὶ κουφό τητα ὕλης ἐστὶ καὶ οὐκ οὐσίας, κινεῖται δὲ ὁ οὐρανὸς τὴν κύκλῳ κίνησιν διὰ τὸ μὴ ἔχειν βαρύτητα καὶ κουφότητα, δῆλον ὅτι διὰ τὴν ὕλην τὸ κινεῖσθαι οὕτως ἔχει ὁ οὐρανὸς καὶ οὐ διὰ τὸ εἶδος. Πῶς οὖν ἀκίνητος ἡ ὕλη πρὸ τοῦ εἴ δους κατὰ τὴν κύκλῳ κίνησιν, οὔτε βαρύτητα ἔχουσα οὔτε κουφότητα; νβ. Ἐκ τοῦ δευτέρου λόγου Περὶ οὐρανοῦ. Ἕκαστόν ἐστιν, ὧν ἐστιν ἔργον, ἕνεκα τοῦ ἔργου. Θεοῦ δὲ ἐνέργεια ἀθανασία· τοῦτο δ' ἐστὶ ζωὴ ἀΐδιος. Ὥστε ἀνάγκη τῷ θεῷ κίνησιν ἀΐδιον ὑπάρχειν. Ἐπεὶ δὲ ὁ οὐρα νὸς τοιοῦτον (σῶμα γάρ τι θεῖον), διὰ τοῦτο ἔχει ἐγκύκλιον σῶμα, ὃ φύσει κινεῖται ἀεί. Eἰ τοῦ μὲν ἀγενήτου καὶ ἀϊδίου οὐδέν ἐστι τοῦ εἶναι αἴτιον, ὧν δέ ἐστιν ἔργον ταῦτα ἕνεκεν τοῦ ἔργου ἐστίν, οὐκ ἄρα ἀΐδια ὧν τὰ ἔργα τοῦ εἶναί ἐστιν αἴτια. Eἰ ἀψύχων ἐστὶ τὸ τῇ παρουσίᾳ μόνον ἐνεργεῖν τὰς κατὰ φύσιν ἐνεργείας, λογι κῶν δὲ τὸ τῇ βουλήσει, πῶς ἐστι θεὸς ὁ οὐρανός, ὁ μὴ βου λήσει τὴν ἀθανασίαν ἐνεργῶν, ἀλλὰ τῇ κινήσει τε καὶ τῇ μεταστάσει τῶν ἑαυτοῦ μερῶν; Eἰ τὸ ἀγένητον οὔτε πρὸς τὸ εἶναι οὔτε πρὸς τὸ ποιεῖν χρῄζει τινὸς ἤ τινων τῶν ἔξωθεν τῆς συνεργείας, πῶς ὁ οὐρανός, καὶ πρὸς τὸ εἶναι αὐτὸν κι νητὸν χρῄζων τῆς γῆς, περὶ ἣν κινεῖται, καὶ πρὸς τὸ ποιεῖν τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ τῶν λοιπῶν ἄστρων, ἐστὶν ἀγένητος; Eἰ τοῦ ἀγενήτου οὐκ ἔστι λόγος ἐν τῷ ποιοῦντι, πῶς, εἰ ἀγένητος ὁ οὐρανός, ἔχει λόγον ἄϋλον ἐν τῷ ποιοῦντι
PG 6:1547καὶ λόγον ἔνυλον ἐν τῇ ὕλῃ, δι' ὃν ἕτερον τὸ οὐρανῷ εἶναι τῷ τόδε οὐρανὸν εἶναι; Eἰ οὐ δύναται ὁ οὐρανὸς ποιῆσαι τῇ βουλήσει ἃ ποιεῖ τῇ κινήσει, πῶς θεὸς οὗτος ἀΐδιος, ἀΐδιον ἐνεργῶν ζωὴν ἀβουλήτως; Eἰ ἐν τοῖς ἀϊδίοις οὐκ ἐνεργεῖ ὁ οὐρανὸς τὴν αἰώνιον ζωήν (ἔχουσι γὰρ ταύτην ἐκ τῆς οἰκείας φύσεως), τὰ γενητὰ δὲ καὶ φθαρτὰ αἰωνίως οὐ ζῶσι, ποῦ ἡ αἰώνιος ζωή, ἣν ἐνεργεῖ ὁ οὐρανός· Eἰ μὴ μόνον πρὸς γένεσιν τῶν γιγνομένων, ἀλλὰ καὶ πρὸς τὴν τῶν φθειρομένων φθο ρὰν χρησίμη ἡ τοῦ οὐρανοῦ κίνησις, πῶς θεὸς ὁ οὐρανὸς καὶ ἡ ἐνέργεια αὐτοῦ ζωὴ αἰώνιος, δι' ἧς φθείρεται τὰ φθαρτά; Eἰ ἐκ τῆς ὕλης συναγένητον τῇ ὕλῃ οὐ δυνατὸν εἶναι, πῶς ἀγένητος ὁ οὐρανός, ὁ ὢν ἐκ τῆς ὕλης; Eἰ τὸ ἐξ ἀμφοτέρων ὕστερον ἀμφοτέρων, πῶς ὁ οὐρανός, ὁ ὢν ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους, συναΐδιός ἐστιν ἀμφοτέροις; Eἰ τὸ εἶδος οὐκ ἐκ τῆς ὕλης, ἀλλὰ ἐκ τοῦ ποιοῦντος, πῶς ὁ οὐρανός, ἄλλοθεν ἔχων τὴν ὕλην καὶ ἑτέρωθεν τὸ εἶδος, ἀγένητός ἐστιν; Eἰ ὑλικόν ἐστι σῶμα ὁ οὐρανὸς καὶ σφαιρικὸν ἔχει τὸ σχῆμα καὶ ἔστιν ἀγένητος, πῶς οὐκ ἀμφότερα ἔχει ἐκ τῆς ὕλης, καὶ τὸ εἶναι ὅ ἐστι καὶ τὸ ἔχειν ὃ ἔχει; Eἰ ἔστιν ἡ ὕλη τὸ τοῖς καθ' αὑτὸ ἐξ αὐτῆς γιγνομένοις πρώτως ὑποκείμενον καὶ ἐνυπάρχον, πῶς ἀγένητος ὢν ὁ οὐρανός, ὡς τὰ γενητὰ τὴν ὕλην ἔχει ὑποκειμένην τε καὶ ἐνυπάρχουσαν; νγ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἐπειδὴ ὁ οὐρανὸς σῶμά τι θεῖον, διὰ τοῦτο ἔχει τὸ ἐγκύκλιον σῶμα, ὃ φύσει κινεῖται κύκλῳ ἀεί. Διὰ τί οὖν οὐχ ὅλον τὸ σῶμα τοῦ οὐρανοῦ τοιοῦτον; Ὅτι ἀνάγκη μένειν τι τοῦ σώματος τοῦ φερομένου κύκλῳ τὸ ἐπὶ τῷ μέσῳ, τούτου δ' οὐδὲν οἷόν τε μένειν μόριον οὔθ' ὅλως οὔτ' ἐπὶ τοῦ μέ σου. Καὶ γὰρ ἂν ἡ κατὰ φύσιν κίνησις ἦν αὐτοῦ ἐπὶ τὸ μέσον· φύσει δὲ κύκλῳ κινεῖται· οὐ γὰρ ἂν ἦν ἀΐδιος ἡ κί νησις· οὐθὲν γὰρ παρὰ φύσιν ἀΐδιον. Ὕστερον δὲ τὸ παρὰ φύσιν τοῦ κατὰ φύσιν, καὶ ἔκστασίς τίς ἐστιν ἐν τῇ γενέσει τὸ παρὰ φύσιν τοῦ κατὰ φύσιν. Ἀνάγκη τοίνυν γῆν εἶναι· τοῦτο γὰρ ἠρεμεῖ ἐπὶ τοῦ μέσου. Ἀλλὰ μὴν εἰ γῆν, ἀνάγκη καὶ πῦρ εἶναι· τῶν γὰρ ἐναντίων εἰ θάτερον φύσει, ἀνάγκη καὶ θάτερον εἶναι φύσει, ἐάνπερ ᾖ ἐναντίον, καὶ εἶναί τινα αὐτοῦ φύσιν· ἡ γὰρ αὐτὴ ὕλη τῶν ἐναντίων καὶ τῆς στερή σεως προτέρα, λέγω δὲ οἷον τὸ θερμὸν τοῦ ψυχροῦ. Ἀλλὰ μὴν εἴπερ ἔστι πῦρ καὶ γῆ, ἀνάγκη καὶ τὰ μεταξὺ αὐτῶν εἶναι σώματα· ἐναντίωσιν γὰρ ἕκαστον ἔχει πρὸς ἕκαστον τῶν στοιχείων. Τούτων δὲ ὑπαρχόντων ἀνάγκη γένεσιν εἶναι διὰ τὸ μηδὲν οἷόν τ' αὐτῶν εἶναι ἀΐδιον· πάσχει γὰρ καὶ ποιεῖ τὰ ἐναντία ὑπ' ἀλλήλων, καὶ φθαρτικὰ ἀλλήλων ἐστίν. Ἔτι δὲ οὐκ εὔλογον εἶναί τι κινητὸν ἀΐδιον, οὗ μὴ ἐνδέχεται κατὰ φύσιν εἶναι τὴν κίνησιν ἀΐδιον· τούτων δ' ἐστὶ κίνησις. Ὅτι μὲν τοίνυν ἀναγκαῖον εἶναι γένεσιν, ἐκ τούτων δῆλον. Eἰ δὲ γένεσιν, ἀναγκαῖον εἶναι καὶ ἄλλην φθοράν, ἢ μίαν ἢ πλείους· κατὰ γὰρ τὴν τοῦ ὅλου ὡσαύτως ἀναγκαῖον ἔχειν τὰ στοιχεῖα τῶν σωμάτων πρὸς ἄλ
PG 6:1550ληλα. Νῦν δὲ τοσοῦτόν ἐστι δῆλον, διὰ τίνα αἰτίαν πλείω τὰ ἐγκύκλιά ἐστι σώματα, ὅτι ἀνάγκη γένεσιν εἶναι, γέ νεσιν δέ, εἴπερ καὶ πῦρ, τοῦτο δὲ καὶ τὰ ἄλλα, εἴπερ καὶ τὴν γῆν· ταύτην δέ, ὅτι ἀνάγκη μένειν τι ἀεί, εἴπερ καὶ κινεῖσθαί τι ἀεί. Eἰ διὰ μὲν τὸ μὴ ἔχειν βαρύτητα καὶ κουφότητα ἐστὶ σῶμα ἀεὶ κινητὸν περὶ τὸ μέσον τοῦ οὐρανοῦ σῶμα, ἀνάγκη ἄρα ὅλον τὸ σῶμα τοῦ οὐρανοῦ κινεῖσθαι περὶ τὸ μέσον· εἰ δὲ σῶμα μὲν τοιοῦτον ἔχει ὁ οὐρανός, κίνησιν δὲ τοιαύτην οὐκ ἔχει, δῆλον ὅτι παρὰ φύσιν κινεῖται. Eἰ περὶ τὸ μέσον κινεῖται τοῦ οὐρανοῦ σῶμα, οὐχ ὅλον δὲ κατὰ τὴν φορὰν τοῦ στοιχείου, ἐξ οὗ εἶναι λέγεται τὸ σῶμα, ἀλλὰ σφαιρικῶς κατὰ ἀντιμετάστασιν τῶν μερῶν, πῶς οὐχὶ ἡ σφαιρικὴ κί νησις ἐπικρατεῖ τὴν στοιχείου κίνησιν; Καίτοι οὐδαμῶς τοῖς ἐκ τῶν στοιχείων σώμασιν ἡ κίνησις κατὰ τὸ εἶδος ὑπάρχει, ἀλλὰ κατὰ τὰ στοιχεῖα ἐξ ὧν εἰσί. Πῶς οὖν ἐκ τοῦ οὐρανοῦ σώματος ἡ ἀνάγκη τῆς κινήσεως ἐνήλλακται; Σώματι μήτε βαρύτητα ἔχοντι μήτε κουφότητα ἀναγκαῖόν ἐστιν ἔχειν στάσιν ἀκίνητον μᾶλλον ἢ κίνησιν ἄστατον· εἰ γὰρ μήτε ὑπὸ βαρύτητός ἐστι κατωφερὲς μήτε ὑπὸ κουφό τητος ἀνωφερές, ἀνάγκη μένειν αὐτὸ ἀκίνητον. Eἰ ἐσχη ματίζετο λίθος τῷ τῆς σφαίρας σχήματι καὶ ἐτίθετο ἐν τῷ ἀέρι, ἐνεχθῆναι κάτω εἰς τὴν ἑαυτοῦ χώραν, οὐκ ἂν ἐφέρετο κάτω κυλιόμενος σφαιρικῶς διὰ τὸ σχῆμα, ἀλλὰ κατ' εὐθεῖαν ἐφέρετο κατὰ τὴν ἑαυτοῦ βαρύτητα. Πῶς οὖν τὸ πέμπτον στοιχεῖον, ἐξ οὗ ἔστιν ὁ οὐρανός, τὸ πεφυκὸς περὶ τὸ μέσον κινεῖσθαι διὰ τὸ μὴ ἔχειν βαρύτητα ἢ κουφότητα, οὐ κατὰ τὴν οἰκείαν φύσιν ὅλον σὺν τοῖς ἑαυτοῦ μέρεσι φέρεται περὶ τὸ μέσον, ἀλλὰ σφαιρικῶς κατὰ ἀντιμετάστασιν τῶν μερῶν κινεῖται τὴν κίνησιν, οὐκ οὖσαν τῆς τοῦ στοιχείου φύσεως ἀλλὰ τοῦ σφαιρικοῦ σχήματος; Eἰ οὔτε παρὰ φύσιν οὔτε πε ριττὸν οὔτε μάτην ἐστί τι ἐν τοῖς ἀϊδίοις, πῶς οὐκ ἔστιν ὁ οὐρανὸς παρὰ φύσιν κινούμενος, καὶ μάτην ἔχει τοῦ στοι χείου τὴν φύσιν, καθ' ἣν οὐ κινεῖται, καὶ περιττῶς ὑπὸ τοῦ πρώτως κινοῦντος μὴ κινουμένου κινεῖται κίνησιν, ἣν καὶ χωρὶς ἐκείνου ἠδύνατο κινηθῆναι; Eἰ μὴ τὸ ἠρεμοῦν ἠρέμει ἀεὶ ἐπὶ τοῦ μέσου, οὐκ ἂν τὸ κινούμενον ἀεὶ περὶ τὸ μέσον ἐκινεῖτο. Πῶς οὖν οὐκ ἔστι ψευδὲς τὸ τὸν οὐρανὸν κινεῖσθαι ἀεὶ τῇ ἑαυτοῦ φύσει; Eἰ μὴ τὴν φύσιν καὶ τὴν θέσιν ἣν ἔχει ἔσχεν ἡ γῆ, ὡσαύτως δὲ καὶ ὁ οὐρανὸς εἰ μὴ τὴν φύσιν καὶ τὴν θέσιν ἣν ἔχει ἔσχεν, οὐκ ἂν τὸ κινούμενον ἐκινεῖτο, οὔτ' ἂν τὸ ἠρεμοῦν ἠρέμει. Πῶς οὖν ἀΐδια ταῦτα καὶ ἀγένητα, ὧν τὸ τὶ εἶναι καὶ τὸ πῶς εἶναί ἐστιν ἑκατέρου διὰ θάτερον· ὅπερ ἐστὶν ἴδιον τῶν γενητῶν; Eἰ ἐν τοῖς ἀϊδίοις οὔτε κατὰ πρόνοιάν ἐστί τι οὔτε τι αὐτόματον (τὰ γὰρ κατὰ πρόνοιαν δεύτερα τῆς προνοίας, καὶ τὸ κατ' αὐτόματον ἢ παρὰ φύσιν ἢ συμβεβηκὸς ἐν τοῖς κατὰ προαίρεσιν γιγνομένοις ἐστίν· ἀλλὰ τὸ μὲν παρὰ φύσιν δεύτερόν ἐστι τοῦ κατὰ φύσιν· κατὰ γὰρ τὴν ἐκτροπὴν τοῦ κατὰ φύσιν γίνεται τὸ παρὰ φύσιν·
PG 6:1552καὶ τὸ συμβαῖνον ἐν τοῖς κατὰ προαίρεσιν γινομένοις δεύ τερόν ἐστι τῆς προαιρέσεως), πῶς ὑπάρχει ἐν τοῖς ἀϊδίοις τὸ εἶναι τόδε τι διὰ τὸ εἶναι ἄλλο τόδε τι, οἷον ἐπειδὴ ὁ οὐρανός ἐστιν ἀναγκαῖον εἶναι καὶ τὴν γῆν, εἰ δὲ γῆ καὶ οὐ ρανός ἐστι; Τοῦτο δὲ προνοίας ἐστὶν ἔργον, τῆς τόδε τὸ πᾶν ἐκ διαφόρων κατ' οὐσίαν τε καὶ χρείαν μερῶν ποιησά σης. Ἢ ἄρα οὐκ ἀΐδια ὅ τε οὐρανὸς καὶ ἡ γῆ καὶ τὰ ἐν αὐτοῖς πάντα, τὰ πρὸς τὸ εἶναί τε καὶ ποιεῖν καὶ πάσχειν ἀλλήλοις συντελοῦντα, ἢ εἰ ἀΐδια, οὐκ ἀνάγκη τόδε τόδε εἶναι, ἐπειδὴ τόδε τόδε ἐστίν. Μίαν ἀΐδιον ἀνάγκην ὑποθέμενος ὁ Ἀριστοτέλης πολλὰς ἄλλας ἀϊδίους ἀνάγκας ἐκ τῆς ὑπο τεθείσης ἐξήρτησεν. Ἀνάγκη, φησίν, εἶναι κίνησιν ἀΐδιον. Eἰ δὲ κίνησις, ἀνάγκη εἶναι καὶ χρόνον ἀΐδιον· ἀριθμὸς γὰρ κινήσεως ὁ χρόνος. Eἰ δὲ ἀΐδιος ἡ κίνησις, ἀνάγκη ταύτῃ εἶναι συνεχῆ. Eἰ δὲ συνεχὴς ἡ κίνησις, ἀνάγκη εἶναι σῶμα ἁπλοῦν παρὰ τὰ ἐνταῦθα σώματα, μήτε βαρύτητα μήτε κου φότητα ἔχον· τὰ γὰρ βαρέα καὶ κοῦφα σώματα, ἐπειδὴ κατ' εὐθεῖαν κινεῖται, συνεχῶς κινεῖσθαι οὐ δύναται. Eἰ δὲ συνε χῶς κινεῖται, ἀνάγκη σφαιρικὸν ἔχειν σχῆμα· τούτῳ γὰρ τῷ σχήματι ἐνδέχεται μόνῳ τὴν συνεχῆ γενέσθαι κίνησιν. Eἰ δὲ σφαιρικῶς κινεῖται, ἀνάγκη τὴν γῆν εἶναι ἐν τῷ μέσῳ ἀεὶ ἠρεμοῦσαν, ἵνα περὶ αὐτὴν γίνηται τῆς σφαίρας ἡ κίνησις. Eἰ δὲ ἡ γῆ, ἀνάγκη καὶ τὰ μεταξὺ γῆς τε καὶ πυρὸς σώματα. Eἰ δὲ ταῦτα, ἀνάγκη εἶναι τὴν γένεσιν, ἐπειδὴ ταῦτα ἀΐδια εἶναι οὐ δύναται. Eἰ δὲ ἡ γένεσις, ἀνάγκη εἶναι καὶ ἄλλα ἐγκύκλια σώματα. Ἀλλ' εἰ, εἰ τόδε τόδε ἐστίν, ἀνάγκη τόδε τόδε εἶναι ἐν τοῖς ἀγενήτοις τε καὶ ἀϊδίοις χώραν οὐκ ἔχει, οὐκ ἄρα ἀΐδιά τε καὶ ἀγένητα τὰ ·ηθέντα. Eἰ δὲ ἀΐδια ταῦτα καὶ ἀγένητα, οὐκ ἄρα τοῦτο δι' ἐκεῖνο οὔτε ἐκεῖνο διὰ τοῦτο. Ἐπειδὴ εἰ ἡ γῆ ἐστιν, ἀνάγκη καὶ τὸ πῦρ εἶναι καὶ τὰ μεταξὺ αὐτῶν σώματα, πῶς, εἰ ἡ μὲν γῆ ἀγένητός τε καὶ ἀΐδιος, τὸ πῦρ οὐκ ἀΐδιον, τὸ ὑπάρχον κοῦφόν τε καὶ ἀνωφερές; Eἰ γάρ, ὥς φησιν, ὧν ἐναντίων τὸ θάτερον φύσει καὶ τὸ θάτερον ἀνάγκη φύσει εἶναι, πῶς οὐκ ἄτοπον τὸ τὴν γῆν εἶναι ἀΐδιόν τε καὶ ἀγένητον, τὸ δὲ πῦρ μὴ εἶναι ἀΐδιον, ἢ τὸ πῦρ εἶναι ἀΐδιον, τὴν δὲ γῆν μὴ εἶναι ἀΐδιον, τὰ δι' ἄλληλα ὄντα; Eἰ διὰ τὴν γένεσιν ἀνάγκη εἶναι ἄλλα ἐγκύκλια σώματα, πῶς οὐχ ἡ γένεσίς ἐστιν αἰτία τῶν ἀϊδίων; Ἀΐδια γὰρ τὰ ἐγκύκλια σώματα, καὶ ἡ γένεσις κατὰ τὴν τούτων κίνησιν. Eἰ δὲ τοῦτο ἄτοπον, οὐκ ἄρα τὰ ἐγκύκλια σώματα ἀγένητα· ὧν γὰρ τὸ εἶναι διὰ τὸ ἄλλα γενέσθαι ἐστί, γενητὰ ταῦτα καὶ οὐκ ἀΐδια. Eἰ ἐνδέχεται ἐν τοῖς ἀϊ δίοις ὑπάρξειν τὸ ὑπάρξον ἐν τοῖς γενητοῖς, τόδε ἀνάγκη εἶναι, ἐπεὶ τόδε ἐστὶ τόδε, οὐδὲν ἄρα διαφέρει τὰ ἀγένητα τῶν γενητῶν· ἐν γάρ, φησί, τοῖς ἀϊδίοις τὸ ἐνδεχόμενον οὐδὲν διαφέρει τοῦ εἶναι. νδ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἐπειδὴ ἔστι διχῶς ἐπὶ τοῦ κύκλου κινηθῆναι, καὶ οὐκ εἰσὶν ἐναντίαι αὗται. Ἀλλὰ εἰ μηθὲν ὡς ἔτυχε μηδ' ἀπὸ
PG 6:1554ταὐτομάτου ἐνδέχεται ἐν τοῖς ἀϊδίοις εἶναι, ὁ δὲ οὐρανὸς ἀΐδιος καὶ ἡ κύκλῳ φορά, διὰ τίνα ποτὲ αἰτίαν ἐπὶ θάτερα φέρεται, ἀλλ' οὐκ ἐπὶ θάτερα; Ἀνάγκη γὰρ καὶ τοῦτο ἀρ χὴν εἶναι ἢ εἶναι αὐτοῦ ἀρχήν. Eἰ γὰρ ἡ φύσις ἀεὶ ποιεῖ τῶν ἐνδεχομένων τὸ βέλτιστον, ἔστι δὲ καθάπερ τῶν ἐπὶ τῆς εὐθείας φορῶν ἡ πρὸς τὸν ἄνω τόπον τιμιωτέρα (θειότερος γὰρ ὁ τόπος ὁ ἄνω τοῦ κάτω), τὸν αὐτὸν τρόπον καὶ ἡ εἰς τὸ πρόσθεν τῆς εἰς τὸ ὄπισθεν ἔχει, εἴπερ καὶ τὸ δεξιὸν καὶ τὸ ἀριστερόν. Μαρτυρεῖ δ' ἡ ·ηθεῖσα ἀπορία, ὅτι τὸ πρότερον καὶ τὸ ὕστερον· αὕτη γὰρ ἡ αἰτία λύει τὴν ἀπο ρίαν. Eἰ γὰρ ἔχει ὡς ἐνδέχεται βέλτιστα, αὕτη ἂν εἴη αἰ τία καὶ τοῦ εἰρημένου· βέλτιστον γὰρ κινεῖσθαι ἁπλῆν τε κίνησιν καὶ ἄπαυστον, καὶ ταύτην ἐπὶ τὸ τιμιώτερον. Eἰ τὸν οὐρανὸν ἡ φύσις ἐποίησε κινηθῆναι εἰς τὸ ἔμ προσθεν καὶ μὴ εἰς τὸ ὀπίσω, ἡ ἀεὶ τῶν ἐνδεχομένων τὸ βέλτιστον ποιουμένη, πῶς ἀΐδιος ὁ οὐρανὸς καὶ ἡ τούτου φορά, ὑπὸ τῆς φύσεως γεγενημένος καὶ τὸ τὴν βελτίστην κι νηθῆναι κίνησιν ἔχων; Eἰ τὴν διαφοράν, ἣν ἔχει ὁ ἄνω τόπος πρὸς τὸν κάτω, ταύτην ἔχει ἡ εἰς τὸ πρόσθεν κίνησις πρὸς τὴν εἰς τὸ ὄπισθεν κίνησιν κατὰ τὸ τιμιώτερον καὶ θειότερον καὶ βέλτιστον, πῶς οὐκ εἰσὶν ἐναντίαι αἱ κινήσεις αὗται το σοῦτον ἀλλήλων διαφέρουσαι; Eἰ τῶν ἁπλῶν σωμάτων ἡ κίνησις ἁπλῆ, οὐ κατὰ τὸ ἐνδεχόμενον ἀλλὰ κατὰ τὸ ἀναγ καῖον, πῶς διχῶς κινηθῆναι δύναται ὁ οὐρανὸς ἁπλοῦν σῶμα ἔχων καὶ κινεῖται ἐνδεχομένως; Eἰ πανταχόθεν ἐστὶν ὁ οὐρανὸς ἴσος ἑαυτῷ, καὶ ἴσα ἔχων τὰ μέρη τοῖς μέρεσι, καὶ ὡς ἐὰν κινηθῇ τὴν σφαιρικήν τε καὶ ἔγκυκλον σώζει κί νησιν, δύναται ἄρα καὶ ἀπὸ μεσημβρίας κινηθῆναι εἰς ἄρκτον καὶ ἀπὸ ἄρκτου εἰς μεσημβρίαν, ὡς δύναται κινηθῆναι ἀπὸ ἀνατολῆς εἰς δύσιν καὶ ἀπὸ τῆς δύσεως εἰς ἀνατολήν. Πῶς οὖν οὐ μάτην ἡ φύσις τῷ σώματι τοῦ οὐρανοῦ ἐνέθηκε το σούτων κινήσεων τὰς δυνάμεις, εἰ τετραχῶς μὲν ἔχει τὰς δυνάμεις, μοναχῶς δὲ κινεῖται; νε. Ἐκ τοῦ αὐτοῦ λόγου. Περὶ δὲ τῶν καλουμένων ἄστρων ἑπόμενον ἂν εἴη λέ γειν, ἐκ τίνων συνεστᾶσι καὶ τίνες αἱ κινήσεις αὐτῶν. Εὐλο γώτατον δὲ καὶ τοῖς εἰρημένοις ἑπόμενον τὸ ἕκαστον τῶν ἄστρων ποιεῖν ἐκ τούτου τοῦ σώματος ἐν ᾧ τυγχάνει τὴν φορὰν ἔχον, ἐπειδὴ ἔφαμέν τι εἶναι ὃ κύκλῳ φέρεσθαι πέ φυκεν· ὥσπερ γὰρ οἱ πύρινα φάσκοντες εἶναι διὰ τοῦτο λέ γουσιν, ὅτι τὸ ἄνω σῶμα πῦρ εἶναί φασιν, ὡς εὔλογον ὂν ἕκαστον συνεστάναι ἐκ τούτων ἐν οἷς ἕκαστον ἐστίν, ὁμοίως καὶ ἡμεῖς λέγομεν. Ἡ δὲ θερμότης ἀπ' αὐτῶν καὶ τὸ φῶς γίνεται παρατριβομένου τοῦ ἀέρος ὑπὸ τῆς ἐκείνων φορᾶς. Πέφυκε γὰρ ἡ κίνησις ἐκπυροῦν καὶ λίθους καὶ ξύλα καὶ σίδηρον· εὐλογώτερον οὖν τὸ ἐγγύτερον τοῦ πυρός, ἐγγύτερον δὲ ὁ ἀὴρ οἷον καὶ ἐπὶ τῶν φερομένων βελῶν· ταῦτα γὰρ ἐκπυροῦται οὕτως ὥστε τήκεσθαι τὰς μολυβδίδας, καὶ ἐπεί περ αὐτὰ ἐκπυροῦται, ἀνάγκη καὶ τὸν κύκλῳ αὐτῶν ἀέρα τὸ
PG 6:1556αὐτὸ πάσχειν. Ταῦτα μὲν οὖν αὐτὰ ἐκθερμαίνεται διὰ τὸ ἐν ἀέρι φέρεσθαι, ὃς διὰ τὴν πληγὴν τῇ κινήσει γίνεται πῦρ· τῶν δὲ ἄνω ἕκαστον ἐν τῇ σφαίρᾳ φέρεται, ὥστε αὐτὰ μὲν μὴ ἐκπυροῦσθαι, τοῦ δὲ ἀέρος ὑπὸ τὴν τοῦ κυκλι κοῦ σώματος σφαῖραν ὄντος ἀνάγκη φερομένης ἐκείνης θερ μαίνεσθαι, καὶ ταύτην μάλιστα ᾗ ὁ ἥλιος τυγχάνει ἐνδεδε μένος. Διὸ δὴ πλησιάζοντός τε αὐτοῦ καὶ ἀνίσχοντος καὶ ὑπὲρ ἡμᾶς ὄντος γίνεται θερμότης. Ὅτι μὲν οὖν οὔτε πύρινά ἐστιν οὔτε ἐν τῷ πυρὶ φέρεται, ταῦθ' ἡμῖν εἰρήσθω περὶ αὐτῶν. Eἰ ἐκ τῆς αὐτῆς ὕλης, ἐξ ἧς ἐστιν ὁ οὐρανός, ἐκ ταύ της ἐστὶ καὶ τὰ ἄστρα, πῶς οὐκ ἔστι ψευδὲς τὸ Ἐκ πάσης γέγονε τῆς ὕλης ὁ οὐρανός, καὶ τὸ Πᾶσαν τὴν ὕλην περιεί ληφεν; Eἰ τὸ κινούμενον καὶ τῇ κινήσει θερμαντικὸν ἑτέρου γιγνόμενον, ἐὰν μὴ προηγουμένως αὐτὸ τῇ ἑαυτοῦ κινήσει θερμανθῇ, θερμαντικὸν ἑτέρου γενέσθαι οὐ δύναται, πῶς ἡ σφαῖρα καὶ τὰ ἐν αὐτῇ ἄστρα θερμαίνουσι τῇ ἑαυτῶν κινήσει τὸν ἀέρα, αὐτὰ μὴ θερμαινόμενα; Eἰ τὸ τῇ ἑαυτοῦ κινήσει θερμαντικὰς ἐνεργείας ἐκτελοῦν ἀνάγκη τοῦτο ἢ βαρύτητα ἔχειν ἢ κουφότητα, πῶς ὁ οὐρανὸς καὶ τὰ ἐν αὐτῷ ἄστρα μήτε βαρύτητα ἔχοντα μήτε κουφότητα τὰς θερμαντικὰς ἐκ τελεῖ ἐνεργείας; Eἰ τὰ τὴν αὐτὴν ἔχοντα κινητὴν οὐσίαν, τούτοις ἀνάγκη τὴν αὐτὴν καθ' αὑτὸ κινεῖσθαι κίνησιν καὶ μὴ κατὰ συμβεβηκός, πῶς οὐκ ἔστιν ὁ ἥλιος κατὰ συμβεβηκὸς κινούμενος, εἰ τῇ σφαίρᾳ ἐνδέδεται; Καὶ περὶ τῶν ἄλλων ἄστρων ὁ αὐτὸς λόγος, εἰ μὴ δι' ἑαυτῶν κινοῦνται τὰς κατὰ φύσιν αὑτῶν κινήσεις, ἀλλὰ διὰ τῶν σφαιρῶν αἷς εἰσιν ἐνδε δεμένα. Eἰ ἐκ τῆς αὐτῆς ὕλης ἐστὶν ὁ ἥλιος ἧς ἐστιν ὁ οὐρα νός, τῆς μήτε βαρύτητα μήτε κουφότητα ἐχούσης, καὶ σφαιρι κὸν ἔχει τὸ σχῆμα, ὥσπερ ἔχει καὶ ὁ οὐρανός, διὰ τί μὴ ὡσαύ τως κινοῦνται ἀμφότεροι ἢ κατὰ ἀντιμετάστασιν τῶν μερῶν ὥσπερ κινεῖται ὁ ἥλιος; Eἰ οὐδὲν παρὰ φύσιν ἐν τοῖς ἀϊδίοις, πῶς οὐκ ἔστι παρὰ φύσιν τὸ τὴν κίνησιν, ἣν ἔχει τις κατὰ φύσιν, ταύτην μὴ δι' ἑαυτοῦ κινεῖσθαι ἀλλὰ δι' ἑτέρου; Κι νοῦνται γὰρ ὅ τε ἥλιος καὶ τὰ ἄστρα οὐ δι' ἑαυτῶν, ἀλλὰ διὰ τῶν σφαιρῶν ἐν αἷς εἰσιν ἐνδεδεμένοι. Eἰ, ὥσπερ τὰ γενητὰ κατὰ λόγον ἐστὶν ὃ γέγονεν, οὕτως καὶ τὰ ἀγένητα κατὰ λόγον ἐστὶν ὅ ἐστιν, ὕστερα ἄρα τοῦ λόγου τὰ ἀγένητα. Eἰ δὲ τοῦτο ἀδύνατον, οὐκ ἄρα κατὰ λόγον ἐστὶ τὰ ἀγένητα. Μὴ ὄντων δὲ αὐτῶν κατὰ λόγον, πῶς ἕκαστον αὐτῶν χρειωδῶς ἐστιν ὅ ἐστι καὶ ἔχει ὃ ἔχει καὶ ποιεῖ ὃ ποιεῖ; Τὰ γὰρ χρειω δῶς ὄντα λόγου τε καὶ προνοίας ἐστὶν ἔργα. Eἰ ἀκολουθεῖ τοῖς γενητοῖς τὸ ἐκ λόγου εἶναι καὶ ὕλης, οὐκ ἄρα ἐκ λόγου καὶ ὕλης τὰ ἀγένητα. Πῶς οὖν ἀγένητα ὅ τε οὐρανὸς καὶ τὰ ἐν αὐτῷ πάντα καὶ ἔστιν ἐκ λόγου καὶ ὕλης; Eἰ, καθὰ εἶπεν ὁ Ἀριστοτέλης, ἐν τοῖς ἀϊδίοις οὐδὲν μάτην οὐδὲ παρὰ φύσιν, πῶς ἀφ' ὧν εἶπε περὶ τῆς τοῦ ἡλίου κινήσεως συμβαίνει τῷ ἡλίῳ ἀμφότερα, καὶ τὸ μάτην καὶ τὸ παρὰ φύσιν; Eἰ γὰρ τοῦ ἡλίου τῇ κινούσῃ αὐτὸν σφαίρᾳ μὴ ἐνδεδεμένου τὴν αὐτὴν κατὰ
PG 6:1559φύσιν ἐκινεῖτο κίνησιν ἣν νῦν κινεῖται, πῶς οὐ μάτην ἐνεδέθη τῇ σφαίρᾳ; Eἰ δὲ μὴ ταύτην ἐκινεῖτο κατὰ φύσιν, ἀλλ' ἑτέ ραν παρὰ ταύτην εἴτε τῷ ποσῷ εἴτε τῷ ποιῷ, πῶς οὐ παρὰ φύσιν κινεῖται νῦν; ν . Ἐκ τοῦ αὐτοῦ λόγου. Τοὺς μὲν κύκλους κινεῖσθαι, τὰ δὲ ἄστρα ἠρεμεῖν καὶ ἐνδεδεμένα τοῖς κύκλοις φέρεσθαι. Eἰ μὲν κατὰ φύσιν ἠρεμεῖ ἐν τοῖς κύκλοις τὰ ἄστρα, μάτην ἐνδέδεται τοῖς κύκλοις, εἰ δὲ παρὰ φύσιν ἠρεμεῖ, δῆλον ὅτι βίᾳ ἠρεμεῖ· ἀλλὰ ἐν τοῖς ἀϊδίοις οὐθὲν οὔτε μάτην οὔτε παρὰ φύσιν. Οὐκ ἄρα εὗρεν ὁ Ἀριστοτέλης τὸν περὶ τῆς τῶν ἄστρων κινήσεως λόγον· ἀΐδια γὰρ λέγει τὰ ἄστρα, καὶ ἐν οἷς εἶπε περὶ τῆς αὐτῶν κινήσεως ἀμφότερα φαίνεται, τὸ μάτην καὶ παρὰ φύσιν. Eἰ ἀΐδια μὲν τὰ ἄστρα, ἀΐδιος δὲ καὶ ὁ οὐρανὸς ἐν ᾧ ἐστι τὰ ἄστρα δεδεμένα, καὶ θεὸς ἕκα στον αὐτῶν προσηγόρευται, πῶς οὐκ εἰσὶ θεοὶ ὑπὸ θεῶν συ ρόμενοι; Τὰ γὰρ τῷ κινουμένῳ ἐνδεδεμένα συρομένως κινεῖ ται. Eἰ ἄλλη ἡ σύνθεσις οὐσίας (ἐξ ὕλης γὰρ καὶ εἴδους) καὶ ἄλλη ἡ σύνθεσις ἡ ἐκ τῶν οὐσίαν ἐχόντων μερῶν, πῶς ἀΐδια ταῦτα λέγεται τὰ ἀμφοτέρας ἔχοντα τὰς συνθέσεις; Ὁ γὰρ οὐρανός, ἔχων τὸν ἥλιον καὶ τὰ ἄστρα ἐνδεδεμένα μέρη, σύνθετος ἐξ αὐτῶν ἐστιν· ἔχων γὰρ ταῦτα ἐν ἑαυτῷ ἐστιν ὁ οὐρανός. νζ. Ἐκ τοῦ αὐτοῦ λόγου. Πρὸς δὲ τούτοις ἄλογον τὸ μηθὲν ὄργανον αὐτοῖς ἀπο δοῦναι τὴν φύσιν πρὸς τὴν κίνησιν· οὐθὲν γὰρ ὡς ἔτυχε ποιεῖ ἡ φύσις, οὐδὲ τῶν μὲν ζώων φροντίσαι, τῶν δὲ οὕτω τιμίων ὑπεριδεῖν, ἀλλ' ἔοικεν ὥσπερ ἐπίτηδες ἀφελεῖν πάντα δι' ὧν ἐνδέχεται προϊέναι καθ' αὑτά. Eἰ τῶν ἀϊδίων τε καὶ ἀγενήτων οὐδείς ἐστι ποιητής, οὐδὲ φροντίδι τινός εἰσιν ἅ εἰσιν ἢ ἔχουσιν ἃ ἔχουσι κατὰ φύσιν, πῶς, εἰ ἀγένητός ἐστιν ὁ οὐρανὸς καὶ τὰ ἐν τῷ οὐ ρανῷ φαινόμενα συναγένητα ὑπάρχει αὐτῷ, τὴν φύσιν ἔχει ποιητήν τε καὶ φροντιστὴν τῶν πρὸς τὴν σύστασιν αὐτῶν τελουμένων; Eἰ ἥρμοττε τῷ περὶ τῆς κινήσεως τῶν ἀϊδίων τὸν λόγον ποιουμένῳ τὸ λέγειν τὴν φύσιν μηδὲν ὡς ἔτυχε ποιεῖν, πῶς οὐκ ἔστι δῆλον ὅτι ἔργα εἰσὶ τῆς φύσεως ὅ τε οὐρανὸς καὶ τὰ ἐν τῷ οὐρανῷ φαινόμενα, τῆς ἀφελούσης αὐτῶν τὰ ὄργανα τῆς κινήσεως; νη. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἐπεὶ οὖν δεῖ τὸν μὲν οὐρανὸν κινεῖσθαι τὴν ἑαυτοῦ κίνησιν, τὰ δ' ἄλλα ἄστρα μὴ προϊέναι δι' αὑτῶν, εὐλόγως ἂν ἑκάτερον εἴη σφαιροειδές· οὕτω γὰρ ἂν μάλιστα τὸ μὲν κινηθήσεται, τὸ δὲ ἠρεμήσει. Eἰ τὸ ἠρεμοῦν ἐκεῖνο λέγεται τὸ δυνάμενον κινηθῆναι τὴν κίνησιν ἐκείνην ἀφ' ἧς ἠρεμεῖ, πῶς ἠρεμεῖ τὰ ἄστρα ἰδίαν οὐκ ἔχοντα κίνησιν, καθ' ἣν κινεῖσθαι ἐχρῆν; Eἰ δὲ δύναμιν μὲν ἔχει τοῦ κινεῖσθαι, κωλύεται δὲ διὰ τὸ ἐνδε δέσθαι τῇ σφαίρᾳ, πῶς οὐ παρὰ φύσιν ἔχει τὸ κινεῖσθαι
PG 6:1561ἀεί; Eἰ τοῖς ἀεὶ κινουμένοις ὡς ἁρμόδιον ἐδόθη τὸ σφαιρι κὸν σχῆμα, πῶς τῶν ἐχόντων τὸ σφαιρικὸν σχῆμα τὸ μὲν κινεῖται ἀεὶ ὡς ὁ οὐρανός, τὸ δὲ ἀεὶ ἠρεμεῖ ὡς τὰ ἄστρα; νθ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ὥστε, ἐπείπερ οὐ φαίνεται τοῦτο ἀεὶ συμβαῖνον, οὔτε ἂν ἔμψυχον οὔτε βίαιον φέροιτο φορὰν οὐθὲν αὐτῶν, ὥσπερ τὸ μέλλον ἔσεσθαι προνοούσης τῆς φύσεως, ὅτι μὴ τοῦτον τὸν τρόπον ἐχούσης τῆς κινήσεως οὐθὲν ἂν ἦν τῶν περὶ τὸν δεῦρο τόπον ὁμοίως ἔχον. Πῶς οὖν ἀΐδια καὶ ἀγένητα τὰ κατὰ τὴν πρόνοιαν τῆς φύσεως τὸ εἶναι τοιάδε καὶ τὸ κινεῖσθαι τοιῶσδε εἰληφότα; Τὰ γὰρ κατὰ πρόνοιαν δεύτερα τῆς προνοίας, καὶ τὰ ἀΐδια οὐδενός ἐστι δεύτερα. Eἰ τὸ μέλλον ἔσεσθαι πρὸ τοῦ εἶναι οὐκ ἦν, πῶς ἐνδέχεται περὶ τοῦ οὐρανοῦ καὶ τῶν ἄστρων καὶ τῆς αὐτῶν κινήσεως ἀμφότερα εἶναι ἀληθῆ, τὸ μέλλον ἔσεσθαι καὶ τὸ ἀΐδια καὶ ἀγένητα αὐτὰ εἶναι; Τὸ γὰρ μέλλον οὔπω ἐστί, καὶ τὸ ἀΐδιόν τε καὶ ἀγένητον πάντοτε ἔνεστιν. Eἰ ἕνεκα τοῦ τὰ περὶ τὸν δεῦρο τόπον ὡς ἔσχεν ὁμοίως ἔχειν τὸν εἰρημένον τρόπον τῆς κινήσεως τοῦ οὐρανοῦ ἡ φύσις προενόη σεν εἶναι, πῶς ἀΐδιά τε καὶ ἀγένητα ταῦτα, ἃ ἕνεκεν τῶν γε νητῶν ἐστιν ὡς ἔστι καὶ κινεῖται ὡς κινεῖται; ξ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἐπειδὴ γὰρ δέδεικται ὅτι οὐ πεφύκασι κινεῖσθαι δι' αὑτῶν, ἡ δὲ φύσις οὐδὲν ἀλόγως οὐδὲ μάτην ποιεῖ, δῆλον ὅτι καὶ σχῆμα τοιοῦτον ἀποδέδωκε τοῖς ἀκινήτοις ὃ ἥκιστά ἐστι κινητικόν. Ἥκιστα δὲ κινητικὸν ἡ σφαῖρα διὰ τὸ μηδὲν ἔχειν ὄργανον πρὸς τὴν κίνησιν. Ὥστε δῆλον ὅτι σφαιροειδῆ ἂν εἴη τὸν ὄγκον. Eἰ ἡ φύσις δέδωκε τοῖς ἀεὶ κινητοῖς τὸ σφαιρικὸν σχῆμα ἐπιτήδειον πρὸς τὴν εὐκινησίαν, πῶς οὐκ ἔστι τὰ ἄστρα μάτην εἰληφότα σχῆμα τοιοῦτον, ἐνδεδεμένα τοῖς κύκλοις καὶ τὴν κατὰ φύσιν αὑτῶν μὴ δυνάμενα ἐκτελεῖν κίνησιν; Eἰ οὐ πεφύκασι τὰ ἄστρα δι' αὑτῶν κινεῖσθαι, οὐκ ἄρα ἔχουσι κατὰ φύσιν τὴν ἀΐδιον κίνησιν. Πῶς οὖν εἰσιν ἐκ τοῦ αὐτοῦ στοιχείου ἐξ οὗ καὶ ὁ οὐρανός, τοῦ μήτε βαρύτητα ἔχοντος μήτε κουφότητα; Eἰ ὁ μὲν οὐρανὸς διὰ τὸ εἶναι αὐτὸν ἐκ τοιούτου στοιχείου καὶ διὰ τὸ σφαιρικὸν ἔχειν τὸ σχῆμα πέφυκε περὶ τὸ μέσον κινεῖσθαι ἀεὶ δι' ἑαυτοῦ, τὰ δὲ ἄστρα ἐκ τοῦ αὐτοῦ ὄντα στοιχείου καὶ τὸ αὐτὸ ἔχοντα σχῆμα οὐ πεφύκασι κινεῖσθαι δι' ἑαυτῶν, μάτην ὡς ἔοικε δέδωκεν αὐ τοῖς ἡ φύσις οὐσίαν τε καὶ σχῆμα πρὸς τὴν ἀεὶ κίνησιν ἐπιτήδειον, εἰ στάσιν ἔχουσιν ἀκίνητον. Τὸ οὐσίαν ἔχειν καὶ σχῆμα ἀεὶ κινητὸν τὰ ἄστρα καὶ στάσιν ἀκίνητον πῶς οὐκ ἔστι δεῖγμα τῆς ἀλόγου τε καὶ ματαίας ποιήσεως τῆς παρὰ τὴν φύσιν πεποιηκυίας ἠρεμεῖν τὰ ἄστρα; Eἰ τῶν ἀγενήτων τε καὶ ἀϊδίων αἱ οὐσίαι πάσης ποιήσεως τῆς τε κατὰ τὸν λόγον καὶ τῆς παρὰ τὸν λόγον ἀνώτεραί εἰσι, πῶς, εἰ ἀγένητος ὁ οὐρανὸς καὶ τὰ ἄστρα, κατὰ πρόνοιαν τῆς φύ σεως τῆς μηθὲν ἀλόγως μήτε ματαίως ποιούσης εἰσὶν ὅ εἰσι
PG 6:1563καὶ ἔχουσιν ἃ ἔχουσιν; Eἰ οὐκ ἐχρῆν κινεῖσθαι τὰ ἄστρα, διὰ τί ὅλως κινοῦνται δι' ἑτέρων; Eἰ δὲ ἐχρῆν κινεῖσθαι, διὰ τί μὴ δι' ἑαυτῶν κινοῦνται ἀλλὰ δι' ἑτέρων, δυναμένης τῆς φύ σεως ποιεῖν αὐτὰ κινεῖσθαι δι' ἑαυτῶν τὴν κίνησιν ἣν νῦν κι νοῦνται δι' ἑτέρων, τῆς ἐν εὐκινητοτάτῃ αὐτῶν οὐσίᾳ πεποιη κυίας αὐτὰ ἀκίνητα καθ' αὑτά; Eἰ ἐν τοῖς ἀϊδίοις οὐδὲν παρὰ φύσιν, παρὰ φύσιν δὲ τὸ οὐσίαν μὲν καὶ σχῆμα ἔχειν ἀεὶ κινητόν, στάσιν δὲ ἀκίνητον, ἄρα οὐκ ἀΐδια τὰ ἐν οἷς τι παρὰ φύσιν, ἢ ψευδὲς τὸ ἐν τοῖς ἀϊδίοις οὐδὲν παρὰ φύσιν. Eἰ οὐδὲν τῶν ἀγενήτων οὔτε ὃ ἔχει οὔτε ὃ μὴ ἔχει κατὰ πρόνοιάν τινος ἔχει ἢ οὐκ ἔχει, πῶς, εἰ ἀγένητος ὁ οὐ ρανὸς καὶ τὰ ἄστρα, κατὰ πρόνοιαν τῆς φύσεως ὄργανον μὲν οὐκ ἔχει κινήσεως, σχῆμα δὲ ἔχει σφαιρικὸν ἀντὶ τοῦ ὀργάνου, πρὸς τὴν συνεχῆ κίνησιν ἐπιτηδειότερον ὂν τῶν πορευτικῶν ὀργάνων; ξα. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἡ μὲν πρώτη μία οὖσα πολλὰ κινεῖ τῶν σωμάτων τῶν θείων, αἱ δὲ πολλαὶ οὖσαι ἓν μόνον ἑκάστη· τῶν γὰρ πλα νωμένων ἓν ὁτιοῦν πλείους φέρεται φοράς. Ταύτῃ οὖν ἀνι σάζει ἡ φύσις καὶ ποιεῖ τινα τάξιν, τῇ μὲν μιᾷ πολλὰ ἀποδιδοῦσα σώματα, τῷ δὲ ἑνὶ σώματι πολλὰς φοράς. Ἐν πολλαῖς γὰρ σφαίραις ἡ μία σφαῖρα ἐνδεδεμένη φέρεται, ἑκάστη δὲ σφαῖρα σῶμα τυγχάνει ὄν. Eἰ τῶν ἀγενήτων τε καὶ ἀϊδίων οὐσιῶν ποιητὴς οὐδείς, πῶς ἀΐδιά τε καὶ ἀγένητα ταῦτα, ὧν ἡ φύσις τῆς τάξεώς ἐστι ποιητής, τῇ μὲν μιᾷ ἀποδιδοῦσα πολλὰ σώματα, τῷ δὲ ἑνὶ σώματι πολλὰς φοράς, τὰ πλήθη τῶν τοῦ ἑνὸς σώ ματος φορῶν ἰσάζουσα τῷ πλήθει τῶν σωμάτων. Eἰ τὰ ἀγένητα ταῦτα καὶ ἀποίητα, πῶς ἐνδέχεται ἐν τοῖς ἀγενήτοις πεποιημένην εἶναι τάξιν φυσικήν; Σφαῖρα σφαίρᾳ ἐνδεδε μένη, τὴν αὐτὴν ἔχουσα οὐσίαν ἣν ἔχει ἡ σφαῖρα ᾗ ἐνδέδεται, πῶς οὐ φαίνεται ἀμφοτέρας ἔχουσα τὰς ἀτοπίας τὰς ἐν τοῖς ἀϊδίοις μὴ ὑπαρχούσας, τὸ μάτην ἔχειν τὴν κινητὴν οὐ σίαν καθ' ἣν οὐ κινεῖται, καὶ τὸ παρὰ φύσιν κινεῖσθαι κατὰ συμβεβηκός; ξβ. Ἐκ τοῦ τρίτου λόγου Περὶ οὐρανοῦ. Τῶν φύσει λεγομένων τὰ μέν εἰσιν οὐσίαι, τὰ δὲ ἔργα καὶ πάθη τούτων· λέγω δὲ οὐσίας μὲν τὰ ἁπλᾶ σώματα, οἷον πῦρ καὶ γῆν καὶ τὰ σύστοιχα τούτοις, καὶ ὅσα ἐκ τού των, τόν τε σύνολον οὐρανὸν καὶ τὰ μόρια τούτου, πάλιν τά τε ζῶα καὶ τὰ φυτὰ καὶ τὰ μόρια τούτων. Ὁ εἰρηκὼς τὸν οὐρανὸν εἶναι ἐξ ἁπλοῦ τινος στοιχείου ἑτέρου ὄντος παρὰ τὰ ἐνταῦθα στοιχεῖα, καὶ ὅτι οὐκ ἐνδέχεται οὐρανὸν ἄλλον γενέσθαι διὰ τὸ τοῦτον πᾶσαν περιειληφέναι τὴν ὕλην, πῶς νῦν λέγει ἐκ τῶν αὐτῶν εἶναι στοιχείων τὸν οὐρανόν, ἐξ ὧν καὶ τὰ ζῶα καὶ τὰ φυτά; Ἀλλ' εἰ μὲν ἄλλον οὐρανὸν λέγει ἐξ ἄλλων στοιχείων γενέσθαι, πῶς οὐ ψεύδεται λέγων· Οὐκ ἐνδέχεται ἄλλον οὐρανὸν εἶναι πλὴν ἑνός; Eἰ δὲ τὸν αὐτὸν λέγει οὐρανὸν ποτὲ μὲν ἐξ ἄλλου θειοτέρου στοι
PG 6:1565χείου παρὰ τὰ ἐνταῦθα ποτὲ δὲ ἐκ τῶν αὐτῶν στοιχείων, πῶς οὐκ ἔστι θατέρως ψευδόμενος; ξγ. Ἐκ τοῦ αὐτοῦ λόγου. Περὶ μὲν οὖν τοῦ πρώτου τῶν στοιχείων εἴρηται, καὶ ποῖόν τι τὴν φύσιν, καὶ ὅτι ἄφθαρτον καὶ ἀγένητον. Eἰ στοιχεῖόν ἐστι τὸ ἐξ οὗ γίγνεται τὸ γιγνόμενον ἐνυ πάρχον αὐτῷ, πῶς ἐνδέχεται τὸ αὐτὸ καὶ στοιχεῖον εἶναι καὶ ἀγένητον; Eἰ πρῶτον τὸ στοιχεῖον καὶ ὕστερον τὸ ἐκ τοῦ στοιχείου, πῶς ἀγένητον τὸ στοιχεῖον, ἐξ οὗ ὁ οὐρανός, καὶ συναγένητος αὐτῷ ὁ οὐρανός; Eἰ διὰ τοῦτο ἀγένητον τὸ στοι χεῖον ὅτι οὐκ ἐκ στοιχείου, πῶς ἀγένητος ὁ οὐρανὸς ὁ ὢν ἐκ στοιχείου; ξδ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἀΐδια μὲν οὖν εἶναι ἀδύνατον· ὁρῶμεν γὰρ καὶ πῦρ καὶ ὕδωρ καὶ ἕκαστον τῶν ἁπλῶν σωμάτων διαλυόμενον. Ὥστ' ἀνάγκη γενητὰ καὶ φθαρτὰ εἶναι τὰ στοιχεῖα τῶν σωμάτων. Eἰ στοιχεῖον τῶν σωμάτων ἐστὶ καὶ ἡ γῆ, πῶς τὴν μὲν γῆν συναΐδιόν τε καὶ συναγένητον εἴρηκας τῷ οὐρανῷ, τὰ δὲ ἄλλα στοιχεῖα γενητὰ καὶ φθαρτά; ξε. Ἐκ τοῦ αὐτοῦ λόγου. Τῶν στοιχείων ἡ γένεσις ἐξ ἀλλήλων. Πῶς γίνεται ἐξ ἀλλήλων τὰ στοιχεῖα πρῶτον μὴ γινομέ νων κατὰ τὴν γένεσιν τὴν ἐξ ἀλλήλων; Ταύτην γὰρ τὴν γέ νεσιν ἀνάγκη προηγεῖσθαι ἐκείνης τῆς γενέσεως· ὄντων γὰρ αὐτῶν μεταβάλλεται εἰς ἄλληλα καὶ γίνονται ἐξ ἀλλήλων. ΠΡΟΣ ΤΟΥΣ ΕΛΛΗΝΑΣ. α. Ἡ φύσις ἡ ποιοῦσα τὰ φυσικά, ἐὰν μὴ προηγουμέ νως γίνηται ὑπὸ τοῦ μὴ κατὰ φύσιν ποιοῦντος, οὔτε ὑπάρχει οὔτε ποιεῖ. β. Ὅτι οὐχ ἁπλῶς πᾶν πρᾶγμα γενητόν τε καὶ φθαρτὸν ἐν τῇ γενέσει ἔχει τὸν τετραμερῆ χρόνον, ἀρχὴν καὶ ἐπίδοσιν, ἀκμὴν καὶ παρακμήν, ἀλλὰ τὸ φύσει ἢ τέχνῃ γινόμενον. γ. Eἰ τοῖς ἡμετέροις ὀνόμασι καλεῖται ὁ θεὸς πᾶν εἴ τι καλεῖται, οὐκ ἔστιν ἀνάγκη ἕπεσθαι τῷ θεῷ διὰ τὸ ὄνομα ὅσα ἕπεται τῷ ἡμετέρῳ ὀνόματι. Καλεῖται δὲ ὁ θεὸς καὶ ἀλήθεια καὶ ἀγαθός· καὶ τῇ μὲν ἀληθείᾳ ἀντίκειται τὸ ψεῦ δος, τῷ δὲ ἀγαθῷ τὸ κακόν, τῷ δὲ θεῷ οὐδὲν ἀντίκειται. Τοῦτο μὴ νοήσας ὁ Πλάτων ὑπεναντίον τι ἐδογμάτισε τῷ θεῷ, κακὸν ἀναγκαῖόν τε καὶ ἀΐδιον. δ. Οὐκ ἔστι τὸ ὂν μὴ τόδε τι ὄν, οἷον οὐκ ἔστι σῶμα μὴ τόδε σῶμα ὄν. Ἀλλ' εἰ ἡ ὕλη τὸ εἶναι τόδε οὐκ ἔχει, οὐδ' ἄρα τὸ εἶναι ἔχει· ἀχώριστον γὰρ τὸ εἶναι τοῦ τόδε εἶναι. ε. Ἡ φύσις καὶ ἡ τέχνη ἐκ τῶν οὐσιῶν ποιοῦσιν ἅπερ ποιοῦσιν, οἷον ἐκ σπέρματος ποιεῖ ἡ φύσις τὸν ἄνθρωπον καὶ ἐξ ἀνθρώπου τὸ σπέρμα· οὐσίαι δέ εἰσι τό τε σπέρμα καὶ ὁ ἄνθρωπος. Ὡσαύτως καὶ αἱ τέχναι ποιοῦσιν ἐκ τοῦ χαλκοῦ ἀνδριάντα καὶ ἐκ πλίνθων οἰκίαν· οὐσίαι δ' εἰσὶν ὅ τε χαλκὸς
PG 6:1568καὶ αἱ πλίνθοι. Τοίνυν τῆς ὕλης οὐκ οὔσης οὐσίας, τίς ἐστιν ὁ ποιήσας ἐξ αὐτῆς τὰ γεγονότα ἐξ αὐτῆς, τῆς φύσεώς τε καὶ τέχνης ἀδυνατούσης ποιεῖν τι ἐκ μὴ οὐσίας; . Eἰ, καθώς φησιν Ἀριστοτέλης, ἔστι σῶμα μήτε βαρὺ μήτε κοῦφον μήτε ἓν τῶν τεσσάρων στοιχείων μήτε ἐκ τῶν τεσσάρων στοιχείων, δῆλον ὅτι, εἰ ἀληθὲς τοῦτο, ἔσται σῶμα μήτε θερμὸν μήτε ψυχρὸν μήτε κατὰ φύσιν μήτε κατὰ πάθος· τὸ γὰρ κατὰ φύσιν ἢ κατὰ πάθος θερμὸν ἢ ψυχρὸν ἢ τῶν τεσσάρων στοιχείων ἐστὶν ἢ ἐκ τῶν τεσσάρων ἐστὶ στοιχείων. Eἰ δὲ σῶμα οὐκ ἔστι μήτε κατὰ φύσιν θερμὸν ἢ ψυχρὸν μήτε κατὰ πάθος, οὐδ' ἄρα ἐστὶ σῶμα μήτε βαρὺ μήτε κοῦφον μήτε ὂν τῶν τεσσάρων στοιχείων μήτε ὂν ἐκ τῶν τεσσάρων στοιχείων. Πῶς οὖν λέγει θερμὸν εἶναι τὸν αἰθέρα διὰ τὴν κίνησιν τοῦ οὐρανίου σώματος καὶ τῶν ἐν αὐτῷ κινουμένων σωμάτων; Τὰ γὰρ ταῖς κινήσεσι θερμαί νοντα σώματα πρὸ τῶν θερμαινομένων ὑπ' αὐτῶν θερ μαίνεται· ἀλλ' εἰ θερμαίνεται, δῆλον ὅτι κατὰ πάθος θερμαί νεται· εἰ δὲ κατὰ πάθος, δῆλον ὅτι κατὰ ἀλλοίωσιν· εἰ δὲ κατὰ ἀλλοίωσιν, δῆλον ὅτι κατὰ μεταβολήν· εἰ δὲ κατὰ μετα βολήν, δῆλον ὅτι ἐκ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον μεταβάλ λεται. Ἐναντίον δὲ τῷ ψυχρῷ τὸ θερμόν· ἐκ τοῦ ψυχροῦ ἄρα εἰς τὸ θερμὸν μεταβάλλεται. Ἀλλ' ἐπειδὴ οὐκ ἔστι σῶμα ἐκ τοῦ ψυχροῦ εἰς τὸ θερμὸν κατὰ πάθος μεταβαλλόμε νον, μὴ ὂν μήτε τῶν τεσσάρων στοιχείων μήτε ἐκ τῶν τεσ σάρων στοιχείων, διὰ τοῦτο οὐκ ἔστι τὸ οὐράνιον σῶμα ἕτερον στοιχεῖον παρὰ τὰ τέσσαρα στοιχεῖα· θερμαίνεται γὰρ κατὰ πάθος ἐκ τοῦ ψυχροῦ εἰς τὸ θερμὸν μεταβαλλόμενον. ζ. Eἰ τὰ ἐκ τῆς κινήσεως θερμαινόμενα σώματα τῷ πλείονι τῆς κινήσεως πλειόνως θερμαίνεται, πῶς, εἰ κατὰ τὸν Ἀριστοτέλην σῶμά ἐστιν ὁ ἥλιος οὐ κατὰ φύσιν θερμὸν ἀλλὰ κατὰ κίνησιν, τῷ πλείονι τῆς κινήσεως πλειόνως οὔτε θερμαίνεται οὔτε θερμαίνει, ἀλλὰ ἀεὶ τῷ ἀνίσῳ τῆς κινήσεως τὸ ἴσον ἔχει τῆς θερμότητος; η. Eἰ κατὰ τὸν Ἀριστοτέλην ὅρος τῆς οὐσίας ἐστὶ τὸ τῶν ἐναντίων ἀνὰ μέρος δεκτικόν, πῶς λέγει πάλιν ὁ αὐτὸς Ἀριστοτέλης τὴν ὕλην μὴ εἶναι οὐσίαν, οὖσαν τῶν ἐναντίων ἀνὰ μέρος δεκτικήν, τῆς στερήσεως γὰρ καὶ ἕξεως; θ. Eἰ ὁ στερούμενος τοῦ εἶναι τόδε οὗτος καὶ τοῦ εἶναι ἐστέρηται, πῶς λέγει ὁ Ἀριστοτέλης ἀδύνατον ἐκ τοῦ πάντη μὴ ὄντος γενέσθαι τι, τῆς ὕλης κατ' αὐτὸν ἀμφο τέρων στερουμένης, καὶ τοῦ εἶναι καὶ τοῦ τόδε εἶναι; ι. Eἰ ἐκ τοῦ πάντη μὴ ὄντος οὐ γίνεταί τι, δῆλον ὅτι ἐκ τοῦ ὄντος γίνεταί τι. Ἀλλ' εἰ ἡ ὕλη τοῦτο, πῶς ἀλη θεύει Ἀριστοτέλης λέγων τὴν ὕλην οὐκ ὄν; ια. Eἰ μὴ ἀλλοιοῦται ἡ ὕλη, οὐ δυνατὸν γενέσθαι τι ἐξ αὐτῆς. Ἀλλ' εἰ πᾶν τὸ ἀλλοιούμενον ἐκ τοῦδε εἰς τόδε ἀλλοιοῦται, οὐκ ἔστι δὲ ἡ ὕλη τόδε, οὐκ ἄρα ἀλλοιοῦται· διὸ οὐδὲ γίνεταί τι ἐξ αὐτῆς. ιβ. Eἰ ἐκ τοῦ τυχόντος εἰς τὸ τυχὸν οὐ γίνεται μετα
PG 6:1570βολή, ἀλλὰ εἰς τὸ ἐναντίον ἐν τῷ αὐτῷ γένει, οἷον ἐν τῇ ποιότητι οὐ γίνεται μεταβολὴ ἐκ τοῦ λευκοῦ εἰς τὸ μέγα ἀλλ' εἰς τὸ μέλαν, κατὰ τί οὖν μεταβάλλεται ἡ ὕλη ἐν τῇ γενέσει τῶν ἐξ αὐτῆς γινομένων οὐσιῶν, μηδὲν ἔχουσα δυ νάμενον μεταβάλλεσθαι; ιγ. Eἰ, ὥσπερ ἐν τοῖς ζωϊκοῖς τὸ ζῶον καὶ ἐν τοῖς χρωϊκοῖς τὸ χρῶμα, οὕτως καὶ ἐν τοῖς ὑλικοῖς ἡ ὕλη, πῶς ἀναιρουμένων τῶν ζωϊκῶν συναναιρεῖται τὸ ζῶον καὶ ἀναι ρουμένων τῶν χρωϊκῶν ἀναιρεῖται τὸ χρῶμα, καὶ ἀναιρουμέ νων τῶν ὑλικῶν οὐκ ἀναιρεῖται ἡ ὕλη; Eἰ δὲ συναναιρεῖται τοῖς ὑλικοῖς ἡ ὕλη, πῶς προϋπάρχει τῶν ὑλικῶν ἡ ὕλη; ιδ. Eἰ τὸ ἀπέχειν καὶ τὸ μετέχειν τῶν ὄντων ἐστί, δῆλον ὅτι τὸ πάντη μὴ ὂν οὔτε ἀπέχει τινὸς οὔτε μετέχει. Πῶς οὖν μετέχει ἡ ὕλη τῆς στερήσεως, καὶ τῶν ὄντων οὐκ ἔστιν; ιε. Eἰ ἀδύνατον τὸ αὐτὸ ἐν τῷ αὐτῷ ἀμφοτέρας κινεῖ σθαι τὰς κινήσεις, τήν τε κατὰ φύσιν καὶ τὴν παρὰ φύσιν, πῶς ὁ ἥλιος κατὰ φύσιν μὲν κινεῖται ἀπὸ τῆς ἀνατολῆς εἰς δύσιν, παρὰ φύσιν δὲ ἀπὸ τῆς δύσεως εἰς ἀνατολὴν διὰ τὴν σφαῖραν; Oὐ γὰρ δυνατὸν τὸ αὐτὸ ἐν τῷ αὐτῷ τὰς ἐναν τίας κατὰ φύσιν κινεῖσθαι κινήσεις. ι . Τοῦ ἡλίου μὴ ὄντος περιττὸς ἦν ὁ ὀφθαλμός, καὶ τοῦ ὀφθαλμοῦ μὴ ὄντος περιττὸς ἦν ὁ ἥλιος. Ἀλλ' ἐπειδὴ δι' ἑκάτερον ἀναγκαῖος ἑκάτερος, γενητὸς ἄρα ἑκάτερος· τὸ γὰρ ἀγένητον δι' οὐδέν ἐστιν ἀγένητον, ἀλλὰ δι' αὐτὸ μό νον, μᾶλλον δὲ οὐ δι' αὐτό· ἀναίτιον γὰρ τὸ ἀναίτιον. ιζ. Eἰ ἀδύνατον χρόνου ὄντος τὸ γενόμενον γενέσθαι μὲν κατ' αἰτίαν, οὐ κατὰ χρόνον δέ, πῶς λέγουσιν οἱ Ἕλληνες τὸν κόσμον γεγενῆσθαι κατ' αἰτίαν καὶ οὐ κατὰ χρόνον; ιη. Eἰ ἀδύνατον τὸν κόσμον εἶναι χωρὶς ἐνιαυτοῦ, πῶς ἀΐδιος καὶ ἀγένητος ὁ κόσμος, τοῦ ἐνιαυτοῦ οὐκ ὄντος ἀϊδίου ἀλλ' ἐκ περιόδου πλειόνων ἡμερῶν τὸ εἶναι ἔχοντος; ιθ. Eἰ γενητὸς ὁ ἐνιαυτός, πῶς ἀΐδια καὶ ἀγένητα τὰ ἐν τῷ ἐνιαυτῷ;
Page scan enlarged

Notebook

Full View