PG 66Theodore of Mopsuestia
Commentary on the Twelve Minor Prophets
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (86% of openings; remainder still OCR), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 683–684page 288 of 299
PG 66:683Κανταῦθα οὖν τὸ, Διαγγελήσονται ἐν συντελείς, ἀντὶ τοῦ Ἔσονται. Αρὰν δὲ καὶ ψεῦδος καλεῖ τὰ παρ' ἐκείνων γιγνόμενα, ώς ψεύδους μεστὰ καὶ κατάρας ἄξια. Ἀπὸ τοίνυν τούτων, φησὶν, ὧν πράττουσιν, ἀπὸ τούτων συντελεσθήσονται, καὶ ἀποθανοῦνται ταῦτα γὰρ αὐτοῖς τῆς συντελείας ἔσται καὶ τοῦ θα νάτου τὰ αίτια. Δι' ὅλου δὲ ἑαυτῷ ἠκολούθησεν, ἀπὸ τοῦ τρόπου μείζονος αὐτοὺς τιμωρίας ἀξίους δείξει βουλόμενος. Ούτω γάρ φησιν· Οὐκ ἔνεστιν αὐτοὺς κερδάναι τὴν παρὰ σοῦ τιμωρίαν, ὡς μεμνημένους ἢ εἰδότας σε· ὅτι δ' αὐτὸ τοῦτο μᾶλλον ἄξιοι φαί νονται τιμωρίας, ἀφ᾽ ὧν λέγουσί τε καὶ ποιοῦσι ταῦτα γὰρ μάλιστα αναγκαίαν αὐτοῖς ἐπάγει την τιμωρίαν· ἔτι δὲ καὶ τὴν συντέλειαν. σου, Στίχ. ιδ'. — Καὶ ἐπειδὴ πολλάκις ἡμῖν ὀνειδίζουσιν, ὡς τῆς παρὰ σοῦ προστασίας οὐκ ἀξιωθεῖσι, καὶ διὰ τοῦτο μάλιστα αδεέστερον ταῖς καθ' ἡμῶν ἐπιβουλαῖς ἐχρῶντο· διὰ τῆς τιμωρίας γνώσονται, ὅτι δεσπότης τε καὶ Κύριος οὐχ ἡμῶν μόνον, ἀλλὰ γὰρ καὶ πάσης τῆς γῆς· διὰ τοῦτο ἡμῖν ἐπάμυνον, τοὺς ἀδικοῦντας τιμωρούμενος ὅσα ἐθέλεις. Από δωκε δὲ τὸ πᾶν κατὰ ἀκολουθίαν, τὸ μὴ ἀποκτείνης αὐτούς· εἶτα ἀναλαμβάνει ἄνωθεν τὴν κατ' αὐτῶν κατάραν, καί φησιν Στίχ. ιε'.— υπερ ἄνω εἶπεν ἐπαρώμενος αὐτοῖς. τοῦτο κανταῦθα αναλαμβάνων λέγει, μετὰ τὸ δεῖξαι αὐτοὺς ἀξίους όντας τῆς τιμωρίας. Οὐκοῦν, φησίν, ἐπειδὴ καὶ φείσασθαι αὐτῶν οὐχ οἷόν τε, ὡς νῦν μὲν σου φροντιζόντων, ἐπιλησομένων δὲ εἰ ἀποθάνοιεν τοὐναντίον δὴ ἀγνώμονες ὄντες, ἀπὸ τῆς τιμωρίας τὸ δέον ἐπιγνώσονται· δικαιοτάτην οὖν τιμωρίαν ὑπομεινάτωσαν, καὶ τῇ παρὰ σοῦ τιμωρία βληθέντες. Ολολυζέτωσαν δίκην τῶν κατὰ τὴν πόλιν εκπεριιόντων κυνῶν ἐν τῷ τῆς νυκτός καιρῷ. ΨΑΛΜΟΣ ΝΘ'. Στίχ. γ'. — Αλλ' εἰ καὶ ταῦτα παθεῖν συνεχώρησας, οὐ μὴν ἐναφῆκας τοῖς κακοῖς, ὀξυτάτην τὴν παρὰ σοῦ φιλανθρωπίαν ἡμῖν παρεχόμενος. Στίχ. δ'. - Οἱ προσπαθοῦντες τοῖς ὁλικοῖς, καὶ τὰ ἐπίγεια φρονοῦντες, τερπόμενοι ἐπ' αὐτοῖς, τῷ ἐμπαθεῖς εἶναι, οἴονται εὐστάθειαν καὶ ἀταραξίαν ἔχειν βλάβην δὲ ἡ τοιαύτη κατάστασις φέρει· ὅθεν χρήσιμον, ἐλέῳ Θεοῦ συσεισθῆναι αὐτὴν καὶ ταραχθήνει μεταμελείας τρόπῳ. Γνοῦσα γὰρ ὡς ἐπιβλαβές το ὑλικοῖς ἐνέχεσθαι, καὶ φρονεῖν τὴν τοῦ χοϊκοῦ εἰκόνα, τάραχον καὶ συσσεισμόν σχοίη, μετατιθεμένη ἐκ προτέρου φαύλου βίου ἐπὶ σπουδαῖον καὶ μακαριότητος πλήρη· ἀμέλει γοῦν, συντριβεῖσα αἴσθησιν λα βοῦσα τῶν ὑπαρξάντων συντριμμάτων ἐκ τῶν ἀορά των πολεμίων, παρακαλέσει τὸν λέγοντα, ἐγώ εἰμι Κύριος ὁ ἰώμενός σε· ἰατρὸς γὰρ ὑπάρχων, ιάσετει αὐτήν. Δυνατὸν δὲ καὶ σάλον ἐπαχθῆναι τῇ γῇ μετα τιθεμένων τῶν ἐπ' αὐτῆς δαιμόνων ἐπὶ παραδοχὴν θείων θεσπισμάτων. Ἐπειδὴ τὰ αὐτῶν πάθη ἀνέλαβεν ἐπὶ τῆς γῆς, ε οἰκείᾳ ἐχρήσατο ἀκολουθίᾳ· καὶ διὰ τοῦτο ὡσαγεί
col. 685–686page 289 of 299
PG 66:685ἀπὸ τῆς ὑπερβολῆς τοῦ σεισμοῦ τῆς γῆς συντριβείσης καὶ διαλυθείσης ούτω φησί Θεράπευσον τὰ πάθη, καὶ διάλυσον τὰς συμφοράς. Κατάνυξιν λέγει τὸ ἐφόσῳ δήποτε πράγματι παθεῖν τὴν ψυχὴν· οὕτως ὅταν λέγῃ, τὸ διεσχίσθησαν, καὶ οὐ κατενύγησαν, τουτέστιν, ἀποτυχόντες πολλάκις, οὐδὲ οὕτως ἔπαθον τὴν ψυχὴν, οὐδὲ κατέγνωσαν έκυτῶν. Τοιοῦτόν ἐστι καὶ τὸ, Σέγεται ἐν ταῖς καρδίαις ὑμῶν, ἐν ταῖς κοίταις ὑμῶν κατανύγητε. Τουτέστιν, & βουλεύεσθε κατὰ διάνοιαν, ἐφ' ἡσυχίας ὄντες, ἐν τῇ κλίνῃ λογισάμενοι κατάγνωτε ἑαυτῶν, καὶ μεταμελήθητε ἐφ' οἷς διεπράξασθε. Οὕτω καὶ ἐπὶ τῆς Σουσάννας περὶ τῶν πρεσ Ευτέρων φησίν, ὅτι κατενύγησαν τῇ καρδίᾳ· του τέστιν, ἔπαθον ἐπ' αὐτῇ ὑπὸ τῆς ἐπιθυμίας συνεχόμενοι. Κάνταῦθα οὖν κατάνυξιν καλεῖ τὴν ἐπιθυμίαν, ὡς πόθος ἐνεργαζόμενον τῇ ψυχῇ. Ὡς γὰρ μεταμέ λεις καὶ κατάνυξις πράγματος πάθος ἐμποιεῖ, καὶ ὡς ἐπιθυμία καὶ ἔρως χαλεπόν, οὕτως ἀθυμία πάθος ἐνεργάζεται. Τὸν δὲ οἶνον ἐπὶ τῆς συμφορᾶς ἀεὶ λέγει καὶ της τιμωρίας· ἀπὸ τοῦ τὸν οἶνον πλείονα δοθέντα παράγειν τους λογισμούς, καὶ παραφέρειν, καὶ τὴν τας τοῦ Θεοῦ τιμωρίαν ἐκτὸς τοῦ καθεστῶτος ἐρ γαζεσθαι. Τοῦτο οὖν φησιν· Ὅτι τιμωρίαν ἡμῖν ἐπενεχθῆκαι συνεχώρησας, οὕτω μὲν δαψιλῶς, ὥστε δαπεῖν εἰς ἀπόγνωσιν τῆς τιμωρίας μετέχειν· οὕτω δὲ χαλεπήν, ὡς πάθους καὶ ἀθυμίας αὐτάρκως πλη τῶν τὴν ψυχήν. Στίχ. Γ'. 'Αλλ' ἐν μέσῳ τοσούτων ὄντας κακῶν οὐκ ἀφῆκες παθεῖν, ὥσπερ δὲ σημείῳ τινὶ διακρίνας ἡμᾶς· οὕτως ἐν μέσῳ τῶν κακῶν στρεφομένους ἀνεπιβουλεύτους φυλαχθῆναι ἐποίησας τῆς τῶν ἐναντίων ἐπιβουλής. Τοῦτο δὲ ἐκ μεταφορᾶς λέγει τῶν ἐν τοῖς πολέμοις πολλάκις αναμιγνυμένων τοῖς πολεμίοις, αίτινες ἀλλήλοις διδόασι σημεία καὶ σύμβολα οικειό της, καὶ γινώσκουσιν ἀλλήλους ἐν ἀπομιμήσει τοῦ σχήματος, ὡς μὴ ἁθρόαν καὶ ἀπροσδόκητον ὑπο στάσι τὴν τιμωρίαν· οἱ γὰρ τοῦτο ποιοῦντες, ἀεὶ ση μενόν τι πάντως ἀλλήλοις καὶ σύνθημα διδόασιν, ὡς ἂν μὴ ἀπὸ τῆς κατὰ τὸ σχῆμα κοινότητος ἀλλήλους ἀντὶ τῶν πολεμίων ἀνέλωσι· σημείῳ δέ τινι γνωρίμῳ καρίνατε; ἀλλήλους, φυλάττονται μὲν τὰς κατ' Ελλήνων σφαγάς, πράττουσι δὲ μετὰ πάσης ἀδείας τὰ δοκούντα εἰς τοὺς πολεμίους· δ δὴ ποιῆσαί τε καὶ φλέξασθαι ἐκείνους οὐχ οἷόν τε τῷ σχήματι μὲν απατωμένους, τὸ σύνθημα δὲ οὐκ εἰδότας. Τοῦτο οὖν εξεν· Ὅτι ὥσπερ σημείῳ τινὶ διακρίνας, πάσης ἐμᾶς ἐῤῥύσω τῆς παρ' ἐκείνων ἐπιβουλῆς, ὡς ἂν μήτε ἀπὸ τόξων φερομένων μήτε ὑπό τινος ἑτέρου πεθαμέν τι δεινόν. Τοῦτο δὲ καὶ ἀπὸ τῶν κατ' Αίγυ του λαβὼν εἶπεν, ὅτι ὥσπερ σημείῳ τινὶ τῷ ἐπὶ τῶν φλιων αίματι διακρίνας τούτους ἀπὸ τῶν Αἰγυπτίων, τά τους μὲν ἀθλαβείς διετήρησεν, ἐκείνους δὲ ἐτιμω Στίχ. ζ. - Ταύτα δὲ, φησὶν, ἐποίησας ὑπὲρ ἡμῶν των αγαπημένων ὑπὸ σοῦ, ἵνα ἡμεῖς ἀπαλλαγῶμεν τῆς ἐκείνων ἐπιβουλῆς. Εἶτα καὶ εὐχόμενος ἐπιφέρει, Ὅπως γάρ, φησίν, ἀβλαβεῖς διαμείναντες, ῥυσθῶμεν (Ρεαί. Στειν.
col. 687–688page 290 of 299
PG 66:687σαν σημείωσιν ἔδωκας. Δεκτέον δὲ καὶ ὧδε, τότε ῥυσθῆναι ἀπὸ πολεμίων ἀοράτων δυνήσονται. Όταν σώσῃ ἡ δεξιά σου, ὁ μονογενής σου Υιός. Οὗτος γὰρ δεξιὰ Θεοῦ ἡρμήνευτας πολλάκις, μάλιστα ότε προ έκειτο τό, Ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαία μου· καὶ, 'Η δεξιά μου εστερέωσε τὸν οὐρανόν. Επιστατέον ὡς ἔμπαλιν τῇ τάξει τῆς νοήσεως ἔχει τὰ τῆς προφοράς. Πρότερον γὰρ εἰσακούσας, σώζει Θεός· καὶ αὕτη ἡ ἀκολούθως αρμονία τῆς λέξεως, μετὰ τὸ Σῶσον τὸ Επάκουσόν μου ἐχούσης. Εἰ μὴ ἄρα οὕτω νοηθείη· Σώσας τῇ δεξιᾷ ἐπάκουσόν μου, εὐχῆς οὔσης ἐμοὶ τῷ σωθέντι περὶ θείων ἀγαθῶν αἰ του μένῳ· οὐκ ἄλλα δὲ ταῦτα τῶν τοῦ πνεύματος χαι ρισμάτων. Αγαπητοὶ δὲ τοῦ Θεοῦ τυγχάνουσιν, οἱ διὰ καλοκαγαθίαν ὄντες ἄξιοι τοῦ ἀγαπᾶσθαι υπ' αὐτοῦ. ἀπὸ προσώπου τόξου, τοῖς ἀγαπητοῖς σου τὴν λεχθεί ΨΑΛΜΟΣ ΙΖ'. Στίχ. ιη'. - Ἐπειδὴ οὖν ὁ λαὸς ὡς αἰχμάλωτος ἦν ἐν τῇ Αἰγύπτῳ δουλεύων, ἐξέσπασεν αὐτοὺς τῆς δουλείας ὁ Θεὸς, καὶ ἀπήλλαξε πολέμου νόμῳ· τιμω ρησάμενος γὰρ τοὺς ἐναντίους, οὕτω τούτους ἀφείλεν. Δίχμαλωσία δὲ λέγεται, ἅπαν τὸ ἐν πολέμου νόμῳ λαμβανόμενον. Τοῦτό φησιν· ὡς ἂν εἴπῃ τὴν αἰ χμαλωσίαν (δηλονότι ἡμᾶς, τοὺς ὡς ἐν αἰχμαλωσίᾳ δουλεύοντας) αἰχμαλωτεύσας (ὡς ἰσχυρὸς στρα τιώτης πολέμου νόμῳ νικήσας) ἀφείλες, καὶ ἀπ έσπασας. Τὸ δὲ, ανέβης εις ύψος, ἐδείχθης, φησί, μέγας καὶ ὑψηλός· διὰ τοῦτο ἔλαβες θύματα εν ἀνθρώποις. Προσέταξε γὰρ αὐτοῖς τότε ὁ Θεός, α! τῆσαι σκεύη ἀργυρᾶ καὶ χρυσᾶ· καὶ ταῦτα αἰτήσαντες ἔλαβον· εἶτα καταλαβόντος τοῦ θανάτου τῶν πρωτοτόκων, ἐξώρμησαν τῆς Αἰγύπτου τῷ προστάγματι τοῦ Θεοῦ, ἔχοντες καὶ τὰ σκεύη. Οὐχ ἡμᾶς οὖν, φησί, μόνον ἀφείλου, καὶ τῆς δουλείας ἀπήλλαξες ἀλλὰ καὶ δόματα ἔλαβες παρὰ τῶν ἀνθρώπων, ώσανεί μετὰ δώρων πάντων αὐτοὺς ἐκπεμψάντων. Εχρή σατο δὲ ὁ ᾿Απόστολος ταύτῃ τῇ μαρτυρία, ὡς περὶ τοῦ Χριστοῦ· ὅτι καὶ αὐτὸς αἰχμαλώτους ἡμᾶς ὄντας ὑπὸ τοῦ διαβόλου, μάχῃ τῇ πρὸς αὐτὸν νικήσας, ἀφεί λετο. Διὰ τοῦτο ἐπειδὴ τὸ ῾Ελαβες δόματα ούχ ε μοττε κατὰ τὸ παρ' ἡμῖν ἔθος, ὥσπερ ἐν ταῖς δια λέξεσι ταῖς ἐκκλησιαστικαῖς κεχρήμεθα, υπαλλάξας τὸ Ελαβες, εἶπεν τὸ Εδωκας. Τοῦτο γὰρ ἀρμοδιώτε ἐπὶ Χριστοῦ, οὐ λαβόντος, ἀλλὰ μετὰ τὴν ἀναίον τὴν ἐν τοῖς οὐρανοῖς δεδωκότος τοῦ πνεύματος τέ χα ρίσματα. ΨΑΛΜΟΣ ΣΗ'.
col. 689–690page 291 of 299
PG 66:689Στίχ. κζ'. Καὶ ἀπέκειντο πάντα ὁρῶντες 27. καθ' ἡμῶν, ἀεὶ ταῖς προλαμβανούσαις συμφοραῖς ἑτέρας εἰσάγοντες, καὶ οὐδέποτε λήγοντες τοῦ πρὸς ἡμᾶς πολέμου. Στίχ. κη'. – Οὐκ ἔχει ὁ Θεὸς αἰτίαν, εἰ πρὸς ἐν 28. επόθησαν παραδέδονται, δηλαδὴ τῷ Θεοῦ ἀποστατήσαντι διαβόλῳ· ἐξαπέστειλε γοῦν αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν· διὸ προστιθέασιν ἀνομίας ἐπ' ἀνομίαις. Τὴν σκιὰν δὲ τοῦ νόμου τῆς Ελθούσης προτιμήσαντες ἀληθείας, ἐξώσθησαν καὶ τοῦ τόπου τῆς τυπικής λατρείας, τῇ προτέρᾳ προσο τιθέντες ἁμαρτία, ἐν τῷ τῆς Ἰουδαίας έξω βούλεσθαι ταῦτα ποιεῖν, δι' οὐκ εἰσέρχονται ἐν δικαιοσύνῃ τῇ διὰ πίστεως Ἰησοῦ Χριστοῦ· περὶ ἧς εἴρηται· Νῦν τὰ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται, η μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητών. " 111, 21). Περὶ σκιὰν γὰρ ἔχοντες ἀεὶ, πῶς εἰσήρχοντο ἐν δι καιοσύνῃ ἐν ἡγνόησαν Θεοῦ; Την ιδίαν γὰρ ζητούν τις στήσει, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετά σαν ταὐτὸν γὰρ τὸ ὑποταγήναι, τῷ εἰσελθεῖν ἐν είπα. Στίχ. χθ'. Ἐξαλειφθεῖεν, τουτέστιν ἀποθά γοιεν. Βίβλον δὲ λέγει ζώντων, ὡς τοῦ Θεοῦ ὥσπερ ἐν βάλῳ τινὶ τοὺς ζῶντας ἔχοντος καταλεγομένους, και μεταφοράς τῶν βασιλέων, τῶν ἐν ταῖς βίβλοις ἐχόντων εγγεγραμμένους τοὺς τῶν στρατιωτών και ταλόγους. ΨΑΛΜΟΣ ΟΔ'. Στίχ. ε. - Τὸ πρὸ οὐχ ὡς ἐπὶ χρόνον λέγει, ως τις ᾠήθησαν· ἐπεὶ ποίαν ἔξει πρὸς τὸ παραμένειν ἀκολουθίαν; Συμπαραμενεῖ γὰρ, φησί, τῷ ἡλίῳ καὶ πρὸ τῆς σελήνης γενεάς γενεών. Τὸ μὲν γὰρ συμπαραμένειν εἰς τὸ ἑξῆς λέγεται, τὸ δὲ πρὸ ἐπὶ τῶν προλαβόντων. Οὐδεὶς οὖν λέγει ὅτι πρὸ τοῦδε συμπαραμενει. Εἰ δέ τις τὸ συμπαραμενεῖ μὴ βού λε το κατά κοινοῦ νιεῖσθαι, καὶ τὸν πρὸ τῆς σελήνης γιστές γενεών, οὐδὲν ποιήσει, ἀλλ᾽ ἢ χωλὸν καὶ ἐπλήρωτον ἔχον τὴν διάνοιαν· οὐ γὰρ συνῆπται αὐτῷ, ὅτι ἔστιν, ὅτι ὑπάρχει, ἢ ὅτι ἦν, ή τι τοιοῦτον. Τὸ τὰν οὖν συμπαραμενεῖ κατὰ κοινοῦ λέγει· τὸ δὲ πρό οὐκ ἐπὶ τῆς τοῦ χρόνου λέγει ὑπεροχῆς, ἀλλ' ἐπὶ της κατ' αὐτὸ τὸ διαμένειν. Διαμενεῖ τοίνυν, φησί, καὶ διαφυλαχθήσονται ἡ εἰρήνη καὶ τὸ δίκαιον ἴσα τῷ την λάμποντα, καὶ ὑπὲρ τὴν σελήνην, ὥστε καὶ τρέχειν τῆς σελήνης κατὰ τοῦτο. Διὰ τί δὲ καὶ τρέχει της σελήνης; Ὅτι ἡ μὲν ἔχει καὶ μειώσεως πολλούς καιρούς, αὕτη δὲ ἐν τῷ διαμένειν ἀεὶ, καὶ είξει, καὶ φυλάττεται. Τὸ δὲ, γενεάς γενεών, κατὰ τὰ εἰκεῖον Ιδίωμα εἶπεν ἀντὶ τοῦ ἐπὶ πολύ.
col. 691–692page 292 of 299
PG 66:691ΟΙ Στίχ. 5. Ἔδειξεν ὅτι τὸ, συμπαραμενεῖ τῷ ἡλίῳ, ἐπὶ τῆς εἰρήνης εἶπε καὶ τοῦ δικαίου· ἐχρήσ σατο οὖν καὶ τῇ ὁμοιότητι, τὸ ἀνατελεῖ ἐπὶ τοῦ ἡλίου εἰπών· ἀντὶ τοῦ φανήσεται. Οὕτως λάμψει, φησὶν, ὡς ὁ ἥλιος. Νῦν οὖν αὐτὸ ἐδήλωσε σαφέσει ρον. Καὶ οὕτω, φησί, βαθεία πάντα καθέξει ἡ εἰρήνη διὰ τὴν παρὰ σοῦ κηδεμονίαν, ὡς ὁμοίως αδύνατον εἶναι, λυθῆναι τε τὴν ἐπ' αὐτοῦ εἰρήνην καὶ τῆς σε λήνης τὴν ὑπαρξιν. Ταῖς δὲ ὑπερβολαῖς ἐπὶ τῶν τοιούτων ἔθος κεχρῆσθαι τῇ θείᾳ Γραφῇ, ὡς καὶ ἐν τῷ πη' ψαλμῳ, τὸν θήσομαι εἰς τὸν αἰῶνα τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέν ρας τοῦ οὐρανοῦ. Υπερβολικώτερον εἰπὼν, τὴν βασιλείαν ἐν τοῖς διαδόχοις τοῦ Δαβὶδ ἴσα τῷ οὐρανῷ ἀδιάλυτον παραμένειν· καὶ ἑξῆς δὲ πάλιν, Καὶ ὁ θρό νος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰώνα· ἅπερ κατὰ μὲν τὸ ἀκριβὲς οὐχ οὕτω γέγονεν, ὑπερβολικώτερον δὲ εἴρηται τῇ θείᾳ Γραφῇ. Στίχ. η'. - Οὐχ ὅτι κρατήσει πάντως καὶ βασι λεύσει, ἀλλ' ὅτι τῇ φήμῃ καὶ τῇ δόξῃ πάντες ὡς Κύριον ἑαυτῶν θαυμάσονται· δ καὶ ἀληθῶς γεγονός εὑρίσκεται. Στίχ. ιζ. — Έδειξε κἀνταῦθα ὅτι τὸ πρὸ οὐκ ἐπὶ χρόνου λέγει, ἵνα τῷ Χριστῷ ἁρμόττειν νομισθῇ, δ τινες ψήθησαν. Εἰ γὰρ τὸ πρὸ ἐπὶ χρόνου λέγει καὶ προϋπάρξεως, πῶς τὸ διαμενεῖ, ὅπερ ἐπὶ τῶν ἑξῆς λέγει; Οὕτω τοίνυν, φησί, τὸ ὄνομα αὐτοῦ μένει θαυμαζόμενον, οὐκ ἔλαττον ἢ ὁ ἥλιος καὶ ἡ σελήνη. Καὶ τούτου ἀπόδειξις, τὸ ἄχρι τῆς δεῦρο τοῦ τε ἡλίου καὶ τῆς σελήνης διαμενόντων, διαμένειν κἀκεῖνον παρὰ πᾶσιν ἀνθρώποις μνημονευόμενόν τε, καὶ θαυ μαζόμενον ἐπὶ τῇ σοφίᾳ, ἐπὶ τῇ δόξῃ, ἐπὶ τῇ τιμή. ἧς παρὰ πάντων έτυχε. Ἐνταῦθα μάλιστα συνήγαγε τῶν εἰς αὐτὸν λίγων τὴν αἰτίαν, ὅτι διὰ τὸ κοινὸν τοῦ πλήθους τὰ περὶ αὐτὸν διηγεῖται καλά. Πᾶσα γὰρ τιμὴ βασιλέως, καὶ μάλιστα ἡ τοῦ δικαίου φροντίς, κοινὸν ὄφελος τῶν βασιλευομένων. Θαυμασθήσονται γάρ, φησί, δι' αὐτὸν πᾶσαι αἱ φυλαί, τουτέστι, πᾶς ὁ Ἰσραήλ. Καὶ τούτου ἀπόδειξις, τὸ τὴν τοῦ νότου βασίλισσαν παραγενομένην, μακαρίσαι τοὺς ὑπηρετουμένους, ὅτι διηνεκώς ταύτης ἀπήλαιον τῆς σοφίας. ΨΑΛΜΟΣ ΟΒ'. Στίχ. ι'. - Καὶ ζήσονται μετὰ ἀδείας, συγκροτουμένης αὐτοῖς τῆς ζωῆς, ὡς μὴ παραιρεῖσθαι μηδε μίαν αὐτῶν ἡμέραν, τοῦ βίου προλαμβανομένων ὑπὸ τοῦ θανάτου. Τοῦτο δὲ λέγει, οὐχ ὡς πάντως ώρισμέ τον καιρὸν παντὸς ἀνθρώπου ζῶντος, ἀλλ' ὡς πολ λάκις, ἡμῶν διὰ τὸ παθητοὺς εἶναι τὴν φύσιν, ὑπὸ συμφορῶν καὶ θλίψεων ἢ καὶ τινων τοιούτων ὑπομεν γόντων θάνατον· ὃν εἰ δυνηθείημεν ἂν ἐκκλίναντες, ἐπὶ μήκιστον βιῶναι. Ετεροι γὰρ οἱ ἀπὸ τῶν συμ φορών γιγνόμενοι θάνατοι, καὶ ἕτεροι οἱ οὐκ ἐκ τῶν ἔξωθεν κακῶν, ἀλλ' ἀπ' αὐτῶν ἐν τῇ κατασκευή της φύσεως συμβαίνοντες. Κἂν γὰρ μηδὲν ἔξωθεν ἐπι
col. 693–694page 293 of 299
PG 66:693γένηται (οἷον ὁ διὰ ξίφους ἢ τινὸς τοιούτου θάνατος), ( ἀλλ' αὐτὴ πάντως ἡ φύσις εἰς γῆρας ἐλάσασα, ἀναγ καίως ἐφέλκεται τὸν θάνατον. Ὡς οὖν πρότερον αὐτ τῶν πολλὰ τοιαῦτα ὑπομενόντων, καὶ ὑπὸ τῶν κατ εχόντων κακών πολλάκις προλαμβανομένων εἰς τὸν θάνατον, τοῦτό φησι ὅτι οὐκέτι πείσονται τοιοῦτον οὐδὲν, ἀλλ᾽ ἔξουσι τὰς ἡμέρας πλήρεις, τὸν ἀπὸ τῆς φύσεως θάνατον ἐκδεχόμενοι μόνον. ΨΑΛΜΟΣ ΟΓ. Στίχ. Ε. -Έχει μὲν πολλὴν ἀπὸ τῆς ἑρμηνείας τὴν δυσκολίαν τὸ ῥητόν. Λέγει δὲ αὐτὸ Σύμμαχος σαφῶς Ἔθεντο τὰ σημεῖα αὐτῶν ἐπισήμως, γνώρισμα κατὰ τὴν εἴσοδον ἐπάνω. Ἐπειδὴ γὰρ ἔθος ἦν τοῖς πελατοῖς, εἴπου τινὰ ἐκράτησαν πόλιν, ἐπὶ τῆς πύλης γράμματα διαχαράττειν, τὴν ἑαυτῶν προσηγορίαν ἐμφαίνοντα, ὡς ἐνίκησάν τε καὶ ἔλαβον τὴν πόλιν εἰχμάλωτον· πολλάκις δὲ καί τινα ὡς σημεῖα καὶ σύμβολα εγκαταπηγνόμενοι, οἷα δὴ πολλὰ ἡμῶν τὰ τρέπεια καὶ τὰ σύμβολα, επισήμως πρὸ τῆς πύλης ἔθηκεν, ὡς κρατήσαντες, ὡς αἰχμάλωτον αὐτὴν λαβόντες. Στίχ. 5.- ούτω τε αὐτὴν ἀφειδῶς ἀπόρθησαν, ὡς καὶ τὰς τῶν οἰκημάτων θύρας ἀξίναις κατακόπτειν, ὡς ἂν εἰ ξύλα τις ἐν ὕλαις τέμνοι, ἀναγκαίως διὰ τὴν τῶν ἀνθρώπων τεμνόμενα χρείαν. ΨΑΛΜΟΣ ΟΔ'. Στίχ. β. — Καὶ ἀπὸ τοῦ σοῦ ὀνόματος, φησί, καλέ σαμεν ἑαυτούς. Αντί του, Δεσπότην σε ὁμολογήσο μεν, εὐεργέτην, προστάτην, εἰκότως ἀφ᾽ ὧν ἀπηλαύ σεμεν τὸ ὠφέλιμον παιδευόμενοι. Ιδιον γὰρ τῶν ἀνθρώπων, τὸ ἀπ' ἐκείνων καλεῖσθαι τῶν δεσποζόν των ἢ εὐεργετούντων. Οἷον ὅταν λέγωμεν, Ὁ τοῦδε είτε δοῦλος, εἴτε οἰκεῖος, εἴθ' ὅτι δήποτε τοιοῦτον. Στίχ. γ. - Ἐνταῦθα ἐνικῶς εἶπεν, οὐ Διηγησόμεθα πάντα τὰ θαυμάσιά σου, ἀλλὰ Διηγήσομαι. Οὐκ άλλο τι βουλόμενος εἰπεῖν, ἀλλ' ὡς ἑκάστου τοῦ λέ γοντας ὅπερ ἐν τῇ κοινῇ πάντων γίγνεται φωνῇ. Αα βόμενος οὖν σχολῆς καὶ εὐκαιρίας, καὶ ἀπαλλαγείς τῆς ἐφόδου τῶν πολεμούντων ἔργον θήσομαι, τῶν γεωμένων τὸ μέγεθος διηγείσθαι. Τοῦτο δὲ αὐτὸ τὴν εἰχαριστίαν λέγει. Εὐχαριστία γὰρ εἰς Θεὸν, τὸ ὁμο λογείν εὐεργετείσθαι, διηγούμενον τὰς χάριτας· οἷον καὶ ἐν τῷ θ' ψαλμῷ τό· Εξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ τῇ καρδίᾳ μου· διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Ποία οὖν θαυμάσια διηγεῖται; Εγώ ευθύτητας κρινῶ. Ταῦτα, ὅτι ἐπηγγείλω κρί σαν ευθύτητας, ὡς τοῦ Θεοῦ τοῦτο εἰπόντος καὶ ἐπαγ. γειλαμένου. Δέδεικται γὰρ πολλαχοῦ, ἀντὶ τοῦ ἔργου τὸν λόγον καὶ τὴν ἐπαγγελίαν λαμβάνων. Οὐ δεῖ δὲ θαυμάζειν, ὅτι μὴ εἶπε, Διηγήσομαι τὰ θαυμάσιά σου, όταν λάβιο χαιρόν. Ιδιον γὰρ αὐτοῦ, τὸ ἐκ τῆς ἀκο λαυθίας λέγειν τὰ ἔκ τινων βηθέντα, καὶ μὴ προστι Μένει τὸ εἰπών, ἢ λέγων, ή τι τοιοῦτον. Καὶ πολλα τοῦ ἂν τις εὕροι ζητήσας τῶν Ψαλμῶν· οἷον ἐν τῷ Αιθ, Πιές Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα. η ν.
col. 695–696page 294 of 299
PG 66:695; καὶ εἰσήκουσέ μου· καὶ οὐ προστεθείκως τὸ εἰπών επήγαγε, Κύριε, ῥῦσαι τὴν ψυχήν μου, κατὰ ἀποσιώπησιν σημάνας ἐκ τῆς ἀκολουθίας τὸ εἰπών· καὶ σαφέστερον ἐν τῷ δευτέρῳ ψαλμῷ, Παρέστησαν γάρ, φησίν, οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Διαῤῥήξωμεν τους δεν σμοὺς αὐτῶν. Νῦν δὲ παραλιπὼν τὸ λέγοντες, ἐχρή σατο τῇ οἰκείᾳ δι᾿ ὅλων ἀκολουθίᾳ. Καὶ ὅλως πολύ λαχοῦ τοῦτο ἔστιν εὑρεῖν. Ἀρκεῖ γὰρ ταῦτα παρα θεμένους εἰς μαρτυρίαν τοῦ παρ' ἡμῶν λεγομένου, Ἐν αὐτῇ καθεξῆς ἑρμηνείᾳ δείξαι πολλαχού φερόμενον τὸ ἰδίωμα· τῶν ἀναγινωσκόντων μέντοι εἴη δι αν μνημονεύειν ἀπανταχοῦ τῆς ἐπισημασίας. Στίχ. ζ. - "Εξοδον πολλαχού καλεῖ τὴν τοῦ ἡλίου ἀνατολήν, ὡς τὸν Ἐξόδους πρωΐας καὶ ἑσπέρας τέρψεις. Ἐπειδὴ καὶ ἔξοδον τοῦ ἡλίου καλεῖ αὐτὴν τὴν ἀνατολήν· ὡς τὸν Ἀπ᾿ ἄκρου τοῦ οὐρανοῦ ἡ έξοδος αὐτοῦ. Εξοδον οὖν λέγει τῶν ἀνατολῶν, ἔρη μον δὲ ὀρέων ἄρκτου καὶ μεσημβρίας. Ἐπειδὴ γὰρ τῶν δύο τούτων κλιμάτων τὰ μέν ἐστιν ἄοικα καὶ ἔρημα, δι' ὑπερβολὴν κρύους (λέγω δὲ τὰ ἀρκτῷα), τὰ δὲ δι᾽ ὑπερβολὴν θάλπους (ὡς τὰ μεσημβρινά), ἐρήμων ὀρέων ἐκάλεσε ταῦτα τὰ δύο κλίματα. Βού λεται δὲ εἰπεῖν, ὅτι οὐδαμόθεν ἔστι διαφυγεῖν τὸν Θεόν. Οπου ποτὲ γὰρ ἂν ἀπέλθῃς τῶν τεσσάρων κλι μάτων τοῦ οὐρανοῦ, διαφυγεῖν οὐχ οἷόν τε τὸν Θεὸν κοινὸν ὄντα δικαστὴν καὶ πανταχού παρόντα. Στίχ. η'. - Τὸν οἶνον ἐπὶ τῆς τιμωρίας λαμβάνει, ἀπὸ τοῦ περιάγεσθαι, καὶ καταπίπτειν τῇ τοῦ Θεοῦ πληγῇ, τοὺς τιμωρουμένους δίκην μεθυόντων. Έχει γὰρ, φησὶν, ἐν τῇ ἑαυτοῦ χειρὶ ποτήριον πεπληρωμένον ἀκράτου οἴνου· ἵνα εἴπῃ φοβερωτέρας τιμωρίας, ἀπὸ τοῦ τὸν ἄκρατον οἶνον μειζόνως καθάπτεσθαι. Τὸ δὲ κεράσματος οὐ κεκραμένου λέγει· (πῶς γὰρ οἷόν τε εἰπόντα ἀκράτου, πάλιν εἰπεῖν κεκραμένου;) ἀλλ' ἐπειδὴ κρᾶσιν πολλάκις καλούμεν τὸ μέτρον, δ πρὸς πόσιν ἀρκεῖ. Τοῦτο ἠβουλήθη εἰπεῖν, ὅτι τοιαύ την κράσιν οὕτω μεγίστην, ὥστε πληρῶσαι τὸ ποτή ριον. Βούλεται δὲ εἰπεῖν ἐξ ἀμφοτέρων της τιμωρίας την ἐπίτασιν· καὶ ἐκ τοῦ ἄκρατον εἶναι τὸν οἶνον, καὶ ἐπ τοῦ πεπληρῶσαι τὸ ποτήριον· τῷ μὲν ἀκράτῳ τὸ αὐστηρὸν καὶ εὔτονον δεικνὺς, τῷ δὲ πλήρει τὸ διαρκές, καὶ πάντων ἀπτόμενον. Τὴν χαλεπωτέραν δὲ τιμωρών τρυγίαν ἐκάλεσεν. Εγώ, φησί, τὸ διειδέστερον ἔπον τουτέστιν, ἐλάττωσιν ὑπεβλήθην κακοῖς. Αὐτὴν δὲ τὴν ὑποστάθμην Βαβυλώνιοι πίονται· ἀντὶ τοῦ, χαλε πώτερα ὧν εἰργάσαντο πείσονται. 'Ασσύριοι
col. 697–698page 295 of 299

Ejusdem Theodori reprobantis et librum Job et sibi et filiæ suæ ad fabularum Agmenta communio contra conscriptorem ejus, id est, sanctum Spi ritum, dicentis quod pagana sapiens hunc librum conscripsit. His quæ pro doctrina hominum scripta sunt, et Salomonis libri connumerandi sunt, id est, Pro verbia et Ecclesiastica, quæ ipse ex sua persona ad aliorum utilitatem composuit, cum prophetiæ quidem gratiam non accepisset, prudentiæ vero gratiam, quæ evidenter altera est præter illam, secundum beati Pauli vocem. Et post alia. Erət igitur satis idoneum, supervacua quidem omnia verba auferre Scripturæ: quæ autem ad si gnificationem vitæ ejus necessaria erant exponere, que omnia sufficiebant quemlibet ad meliora con vertere, et æmulatorem facere boni. Nunc vero cam hoc non fecisset, ad vani honoris amatorem non necessarium respiciens, non in miuiniis existi mationi justi nocuit apud eos, qui divinas Scri p-uras non cum debita devotione judicare solent, et ex hoc multos fecit scripta inculpare, et ad accu sationem en trahere beati Job. Et post alia. Ipsa statim verba, ex quibus incipere eum dicit Conscriptor, cum pervenissent amici, quis consi deranter omnia videns, omnia vel dicens, putet aut dicat justi unquain menti convenire? Maledicta caim tam multa colligere statim ab initio, et re bus ea imponere quæ maledictum suscipere non possunt, quia nec subsistere creduntur, quis exi stmel viro convenire, qui cum tanta sapientia et virtute et reverentia suam vitam gubernasset? Et per omnia reprobans scripturam Job, et con scriptori maledicens (idem autem est dicere san cle Spiritui ), in fine interpretationis blasphemiæ sue ita dicit Parvum autem et istud flagitium ad hoc quod in fine positum est. Hoc enim quod dixit, tertiam Tam suam Amaltheæ cornu eum vocasse, nihil akud est, quam ostendere eum paganicis fabulis assentientem, et idololatriæ figmenta diligentem, certo quidem constituto, quod nec scire quidem de Juve et Saturno et Junone paganicas fabulas poterat Job beatus, homo barbarus et Edomitanus praere. Quod si et sciret, sed non filiæ suæ mira ¿ tiliter divinitus natæ, ex idololatriæ paganis fabulis nomen imponeret, decorare eam existimans si ita Þ‹minata fuisset. Hoc enim erat paganis fabulis consentientis, et idololatriæ diligentis figmenta, et Miam decorare per ea volentis, et desiderantis et nem esse videri. Sed quod omne hoc figmentum est, omnibus certum est. Et post atia. Et conscriptor quidem manifestus est, ex amore magno et importuno vani honoris hoc passus. Ut enim semetipsum ostenderet et extranea erudi tum esse doctrina, et paganorum fabularum scien tiam habuisse, quas de illis quos deos putabant, firmas habebant, minimum existimavit nominatio neni istam inde acceptam justo imponere, quasi per eam filiam suam decorari volenti. Mihi vero ex tota libri conscriptione liquet conscriptorem pa ganica scientia esse eruditum, ad cujus imitatio nem præsentem volens scripturam componere, no cuit historiæ pulchritudini. Qui eniın apud illos tra gœdias componunt, causas quidem accipiunt ab his quæ multi loquuntur, quando eliam eam contigerit quodammodo apud plurimos opinionem veritatis babere pura autem causa utentes, suam artem et sapientiam in compositione fabularum osten dere festinant, et personas introducentes sibi pla citas, et voces circumponentes eis, a quibus cla riores fieri arbitrantur et decorari, ut et queri moniam et laudem quæ a scriptis infertur, sive per intellectum, sive per ipsa verba scriptor pec caverit, non ad persoṇas quarum verba confingit, legentes referant, sed ad fabulæ conscriptorem. Et iste autem cum invenisset et de beato Job hi storiam maximam et claram, quæ in ore omnium similiter ferebatur non solum Israelitici generis, sed et aliorum, quem etiam clariorem Dei testi monium faciebat quod factum est ad prophetam gloriam ex magnitudine causæ volens suscipere, hanc scripturam composuit, non cogitans, quod multa differentia est, inter historiam justi secun dum divinæ Scripturæ et simplicitatem et subtili tatem propositam, et inter verba superflua, et ad probationem conficta. Inde et illas plasmationes fecit, in quibus certamen ad Deum fecit diabo lum, et voces sicut voluit circumposuit, alias quidem justo, alias vero amicis: in quibus voci bus quantum competenti excessit, dictum est etiam in superioribus. Jilum autem Elium in po. stremo introduxit tantæ injuriæ plena dicentem adversus justum, et in fine personæ magnitudinis divinæ naturæ circumposuit talem dictionem, in qua non piguit etiam figmentum cetus addere. Ex hoc autem importuno vani honoris amore, et no minationem hanc ex fabulis paganicis arreptam, beato Job applicavit. Ex concilio (:P. supra laudato, ut sequentia etiam fragmenta.

Exposition on the Song of SongsExpositio in Canticum canticorum

col. 699–700page 296 of 299

vocantium ea quæ cognita sunt. Et post alia. Ad hæc autem despernit idem Theodorus et Canti- tanquam insipientium, et sine causa alienigena cum canticorum, et sicut ad amatam sibi hæc Sa lomonem scripsisse, dicit, infanda Christianorum auribus de hoc exponens. Habet autem sic Cum me piguisset Cantica canticorum perlegere, quoniam neque secundum propheticam speciem exposita sunt, neque secundum historiarum tradi tionem, sicut scriptura regnorum, neque demon strativa admonitione studii utuntur, nescio quo modo tuarum litterarum præceptum de Cantico canticorum exigens a nobis irrecusabiliter cau sam, fecit me circa eum diligentiorem, violenter quidem. Et sic nec enim cessavi, et initio ipso le ctionis quasi studiosa alacritate oscitans frequen ter, et dormitans, sicut convivio codicis nuptiali, et hoc regali, percantatus. Et post pauca. Qui enim canit on,nem cantationem, se dele clat: ego vero quidem cano propositam cantatio nem quibus vero cano, non cum illis me delectans cano: nolebam enim mearum nuptiarum detractio nis esse in sæcula conscriptor. Necessitate autem excusationis volens canere, quorum non volo, cantationem canere cogor, ut sit mihi canticum super morem cantici. Canere enim modo cum sponsa cugor, quæ vituperant publicam excusatio nem, et clamare ea quæ abscondere nubentibus decet. Quoniam enim confligere nos vituperationi bus putant, et reprehensionum opprobriis dividere, audiant nos nostros amplexus canentes calidius, et nuptialium nostrorum unguentorum amplius odo rem accipiant: circumsonent canticis tragicis no strorum osculorum: clama tuam nigritudinem, sponsa, purpuream, gratiosam clama: tuum genus vituperatur laudabilis originis, Israel congentile. Incipe initio responsionis ad eos: Ex calidis oscu lis meis cognoscant, quod 'amatoriis sermonibus adinvicem fruimur; discant percutientes vitupera tionibus tacitam eitharam nuptias amantem; co gnoscant maledictionibus, quod saltare in meis nuptiis a nobis putati sunt. Non maledicere sciant, quod excitaverunt amorem resonantem jucundiora vituperatoribus; intret aures eorum amarus ali intellectus quidem conscriptori ejusmodi est, ha bebat vero intellectum, eo quod sine nomine con scriptionem fecit, tantummodo non clamans ad Israel, quod non ipsius Salomonis est conscriptor, sed necessitate æmulationis. Sed sic per sapientiam gentibus et Judæis præ dicabilem et terribilem exsistentem ut solertem. Unde et pax ei firmior, quam in anterioribus tem poribus erat, timore summæ circa ea prudentiæ frenatis gentibus bella amantibus, Egyptiacum convivium facit, Salomonem apud Judæos vitio sum, tanquam legum paternarum prævaricatorem, abdicantium alienigenas nuptias, et ad puellæ convivium cecidit fugiendæ quidem etiam ipso pa trio deformi colore (nocturnorum enim colorum Egyptus genitrix), magis vero fugiendæ, quoniam qui genus habebat ex Cham, qui hæres fuit anti quæ maledictionis Noe, ex quibus passus est ali quid Salomon circa conjugis desiderium, et op- quis in corde stimulus nostroram osculorum. Sed probrio prævaricationis irritatus, componit canti cam excusationem, ut gratior etiam uxori sit, canticis delectatus pro ea factis: et improperantes sapienter percussit, tanquam conscripti causam illi dantes lætitiarum, et non pœnitentiæ propter nuptias tanquam pravas. Unde ab osculis nuptiali bus statim ei et initium est, tanquam sistenti no vam nuptam reclamantem vituperantibus: Oscu letur me sponsus ab osculis oris ejus, et vestrum mihi cura nulla opprobrium latrantium. Et iterum Irritatio ad vituperationes pro sponsa sua calidior. Nigra sum et bona, filiæ Jerusalem, sicut taberna cula Cedar, sicut pellis Salomonis. Ne mihi, dicit, colorem ad vituperationem proponite, nisi forte etiam bene compositarum 2 ædificationum ex nigro lapide Arabiæ miraculum, vituperationem esse pu tatis: quorum lapidum mihi membra similia sunt, sicut quidam lapides pretiosi. Cæruleo enim ipso coloris, quod vituperantes canitis, similitudo est talium lapidum, et regalis purpuræ, et regalis non simpliciter, sed qualem Salomon circundatur, qui plus omnibus regibus ornamenta amat. Sed et cœ teri cantici expositio, irritatio est vituperationum Ex eadem concilo Constanţ Et post pauca. Quæ omnia oportet legentes librum cogitando, nec ad impudicitiæ hortationem putare esse con scriptionem sapientissimi, et propter hoc odisse (qualis enim esset utilitas Salomoni festinare ad conscriptionem impudicitiæ, cui et sine conscri ptione potestas erat impudicitiæ?), nec collaudare codicem, sicut habentem prophetiam dictationem bonorum Ecclesiæ. Si enim propheticam grat:am meruisset, mentionem alicubi Dei fecisset (in nulla enim prophetica scriptura Deus non men:0 ratur), sed scire debent omnes, æmulationis ui ptialis codicem mensale canticum esse, sicut of de amore postea convivium Plato conscripsit. Unde nec Judæis, nec nobis publica lectio unquam Can tici canticorum facta est, tanquam domesticus el nuptialis Salomonis conviviis cantus opprobria sponsæ sonans.

col. 701–702page 297 of 299

TH. DR. ET IN ACADEMIA TURICENSI P. P. O., BIBLIOTHECÆ REIPUBLICÆ TURIC. H. T. PRÆFECTUF (Turici, sumptu Meyeri et Zelleri. 1847, in 8°.) Cum in commentatione, quam ante hos undecim annos de Theodori Mopsuesteni vita et scriptis Halæ edid: me mox quæ restarent de Theodoro disputaturum significarem, non fore existimavi, ut fideın datam tam diu fallerem. Sed ut fit, alia me alio traxerunt. Et primum quidem, cum paulo post patriam Helvetia commutassem, novi muneris rationes rerumque vicissitudines effecerunt, ut ad alia ani appellerem; deinde vero cum mibi interdum otium, quo nihil est dulcius, fecissem, alia studia sainium sive erectum oblectarunt sive dejectum erexerunt. Sed nihil ad alios domesticæ meæ sive delectationes, sive sollicitudines, quanquam seposui quæ aliquando depromam. Ad Theodorum ut rever tar, nunquam quidem ejus prorsus immemor ſui, sed cum viderem quotannis fere nova ejus fragmentə es tenebris ad lucem protrahi, satius habui opportunitatem disserendi opperiri. Nunc vero tempus esse credidi, ut primum omnia ejus fragmenta, quæ hucusque publicata sunt, in unum colligamus et digera mas. Hæc enim præterquam quod diversissimis in libris, quorum aditus non multis patet leguntur, fieri ita poterit, ut et adulterinis genuina facilius discernamus et cum uno quasi tenore animo ea persequi possimus qualis Theodorus ejusque mens fuerit accuratius indagemus. Omnino quod præteriens moneo non eam hucusque quam oportuit viri docti in eorum scriptorum ecclesiasticorum, quorum libri maxi mam partem perierunt, fragmentis colligendis operam impenderunt. Cui rei si magis vacaverint, mihi credite plures eorum quasi ex mortuis resuscitabuntur, neque solum historia litteraria, verum ipsa etiam bistoria ecclesiastica magnam inde percipiet utilitatem. Boe igitur libro Theodori commentariorum in Novum Testamentum reliquias comprehendi et cum J. C. Orellius, collega et amicus egregius, potestatem mihi fecisset indici lectionum per semestre quod instat hibernum in nostra academia habendarum præludendi, hac occasione usus sum Theodori De Incarnatione Filii Dei librorum quæ supersunt collecta et emendata exhibere, qui libellus Turici typis Orelli Fusslini et sociorum 4 impressus est. Quæ restant Theodori fragmenta dogmatica et in Vetus Testamentum exegetica tum edam cum hoc virorum doctorum interesse cognovero. De hujus libri instituto paucis defungi licet. Nam cum non id agerem, ut Theodorum explicarem, sed ut ejus verba emendata exhiberem, raro notas subjeci et fere verbo tantum significavi si quid sive per linguæ sive per alias rationes notabile mihi esse videretur. In textu emendando non audacia et vi grassatus sum, sed quam fieri potuit maxime codicis vestigia legi. Scio catenarum textum ple rumque admodum esse vitiatum et corruptum, alia esse omissa, alieno loco posita alia, denique li center egisse auctores; verumtamen si quis hac re nisus libros scriptos minus curaverit, is ut multa ingeniose, ad veritatem pauca disputabit. Sed haud raro levi mutatione interpunctionis vel accentuum genuinæ lectiones restitui poterant. Reliquum est, ut quæstionem perdifficilem de Theodoro monacho paucis attingam. Codex Crameri Exstat initio hujus voluminis,

col. 171–172page 298 of 299
PG 66:171κήρυξαν ἐν αὐτῇ, ὅτι ἀνέβη κραυγὴ τῆς κακίας αὐτῶν πρός με, » Αποκάλυψιν θείαν ἐδέξατο, φησὶν, Ίωνὰς ὁ προφήτης εἰς Νινευὴ τὴν πόλιν ἀπελθεῖν τε καὶ κηρύξαι ἐν αὐτῇ, ὡς μεγάλα γε αὐτῶν παρανομούντων, καὶ τοιαῦτα οἷα ἱκανὰ τῷ μεγέθει συγκινῆσαι τὸν Θεόν· μεγίστην δὲ ἄγαν οὖσαν τὴν πόλ λιν καὶ ὑπὸ πλήθους στενοχωρουμένην, καὶ τῶν ἐν Ασσυρίοις ἀπασῶν τότε περιφανεστέραν οὖσαν, ἀναγ καῖον ἦν ἐξ ἀκοῆς τοῖς κατὰ τὴν Ἰουδαίαν ἐγνῶσθαι· ὅθεν δὴ καὶ ὡς ἐπὶ γνωρίμην αὐτὸν ἀποστέλλει πόλιν, ὡς οὐκ ὄψει γε ἀλλ᾽ ἀκοῇ μόνον αὐτὴν εἰδότα· ἐνταῦθα μὲν οὖν τοῦτο μόνον φησίν, ότι ο Κήρυξον ἐν αὐτῇ· ο δῆλον δὲ ὡς ἐπὶ τούτῳ γε ἐπέμπετο, ἐπὶ τῷ καὶ τὴν καταστροφὴν ἀπειλῆσαι τῇ πόλει, καὶ νουθετήσει τοὺς οἰκοῦντας ἅπαντας πρὸς μετάνοιαν Κεῖν, ὡς οὕτω γε κερδανοῦντας τῆς πόλεως τὴν και Β αστροφήν· τῆς θείας Γραφῆς τὰ πολλὰ συντέμνειν ειωθυίας, ὅτ' ἂν τοῖς ἀναγινώσκουσι τὰ ἀκόλουθα συλ λογίζεσθαι δυνατὸν ὑπάρχῃ· οὔτε γὰρ ἐπειδὴ ἐνταῦθα εἶπε, ο Κήρυξον ἐν αὐτῇ, ν ἀπέστειλε τον προφήτην καὶ οὐ διδάξας τούτο μόνον εἰπὼν ὁ Θεὸς, (p. 241) ὅ τι ποτέ κηρύξαι προσῆκον ἦν αὐτόν· οὔθ' ὅτ' ἂν λέγε, ο Έτι τρεῖς ἡμέραι, καὶ Νινευή κατασκαφήσεται, ο ἐκεῖνο μόνον εἰπεῖν ὁ προφήτης ἐκελεύσθη, ἀλλ᾿ ὥστε τῇ μηνύσει τῆς καταστροφῆς βελτίονας αὐτ τοῖς ἀπεργάσασθαι · ἐλπίδα λαβόντας τοῦ, εἰ μεταμεληθείεν, κερδάναι τὴν ἀπειλήν· ἐπεὶ καὶ περιττὸν ἦν ἀπειλεῖν τὴν καταστροφὴν, εἰ γενέσθαι πάντως αὐτὴν ἐχρῆν, οὐθὲν τῆς ἀπειλῆς κέρδος· ὥστε ἢ με τα βελομένους γοῦν κερδἶναι τὴν τιμωρίαν, ἢ μὴ μεταβαλομένοις δικαίως αὐτὴν ἐπαχθεῖσαν παρὰ Θεοῦ ἐκ τῆς αὐτῶν δείκνυσθαι κακίας. - Ταῦτα δὲ καὶ ὁ προφήτης εἰδὼς, Στίχ. γ. θαρσείς, φησίν, ἔφυγεν ἐκ προσώπου Κυρίου οὐκ ἄν γε τοῦτο πεποιηκὼς εἰ τὴν καταστροφὴν ἐσομένην πάντως ἐπίστατο, καὶ ἐπὶ τούτῳ γε ἀπεστάλ ἀπ, ὡς ἂν μηνύσειεν μόνον ἐσόμενον τὸ τοσοῦτο και πόν, σύθενὸς ἐσομένου καθάπαξ βελτίονος ἐντεῦθεν. θεραπεῖς δὲ οἱ μὲν ἔφασαν λέγεσθαι τὴν Ταρσόν, ἀπὸ τῆς κατὰ τὴν ἔκφωνησιν ἐγγύτητος, ὡς ἔοικε, πλανηθέντες. Ταρσὸς μὲν γὰρ παραθαλασσία πόλις οὐκ ἐστιν· τὴν δὲ προσηγορίαν ταύτην εἰς δήλωσιν παραθαλασσίων πόλεων είωθεν ἡ θεία λέγειν Γραφή· ὡς παρὰ τῷ μακαρίφ Δαυτό τό, Εν πνεύματι βιαίω συντρίψεις πλοία θαρσεῖς· ὅπερ οὖν ἐπὶ μὲν τῆς παραθαλασσίου (34) πόλεως καὶ παρ' αὐτὴν ἐχούσης λέγεσθαι δυνατόν, ἐπὶ δὲ ἑστῶτα τὰ πλοῖα (p. 242) τῆς ἀπομχισμένης ὅσον περ ἡ Ταρσὸς ἀφεστῶσα φαίντας τῆς θαλάσσης, οὐδαμῶς ἁρμόττον· ἕτεροι δὲ στο Ρόδον έφασαν· ἀλλ' ἔγωγε πᾶσαν τὴν ἀκρίβολο τίαν ταύτην περιττήν εἶναι πρὸς τὸ προκείμενον να μένως, ὅτι τοῦ κατὰ τὸν προφήτην διηγήματος ἐρέων μέσον δὴ πάντως ὁμοίως, Εντινα δήποτε εἴ τις εἶναι να μίζει την πόλιν· ἐπισημαντέον δὲ ἐκεῖνο μᾶλλον, ὅτι οὐκ εἶπεν, ἔφυγεν ἐκ τοῦ Θεοῦ, ἀλλ' Ἐκ προστο Αιγίου· οὐ γὰρ Θεὸν φεύγειν ὁ προφήτης
col. 173–174page 299 of 299
PG 66:173τοῦτο μὲν εὐθὺς ἐπιβὰς πεποίηκε τοῦ πλοίου· ἡ δὲ Γραφὴ τὰ κατὰ τὴν κλύδωνα διηγησαμένη, ὕστερον επήγαγε τὰ παρὰ τοῦ προφήτου κατ' ἐκεῖνον (p. 245) γενόμενα τὸν καιρόν· ὅτι τε ὁ πρωρεὺς ὡς ἐν ταραχή τοσαύτῃ καθεύδοντα τὸν προφήτην ἰδεῖν ἀπεληλυθὼς, διήγειρέ τε αὐτὸν, καὶ ἐθαύμαζεν ὅτι τοσούτου γινομένου κακοῦ, μηδεμίαν αίσθησιν ἔχοι τῶν κατα εχόντων αὐτοὺς κακῶν, ἀλλ' ὡς ἀδείᾳ πολλῇ καθεύδει σε καὶ ῥέγχει· ὑπεμίμνησκε δὲ αὐτὸν ἀναστάντα τὸν θεὸν καλεῖν τὸν ἴδιον, εἴ πως ὑπ' αὐτοῦ γοῦν διασω θείεν. Στίχ. 5-0. ἂν δὲ ὁ μὲν προφήτης οὐδὲν δι επράττετο· τοιοῦτο σφαλερὸν εἶναι νομίζων δεήσεις προσάγειν τούτῳ ούπερ πεφεύγει. Ἐπετείνετο δὲ τοῦ κλύδωνος τὸ κακόν· ἐδοκίμασαν λοιπόν κλήρῳ διαγνώναι τὸν τοῦ παρόντος αἴτιον κακοῦ· τοῦτο δὲ ἐδήτου μὴ κοινὸν κατά πάσης θαλάσσης εἶναι τὸν χειμῶνα, ἀλλὰ περὶ αὐτό γε μόνον τὸ πλοῖον τὴν σύμπασαν ταραχήν κινεῖσθαι· ἀφ' οὗπερ οἱ ἐν αὐτῷ λογικό μενοι τὴν αἰτίαν, κλήρῳ διαγινώσκειν τὸν αἴτιον ἐβού άστο τῶν κακῶν· τυχὸν καὶ τοῦ Δεσπότου Θεοῦ ταύτην αὐτοῖς ἐμβεβληκότος τὴν διάνοιαν, ὡς ἂν ἀκολούθως τα λοιπά με πραχθείη· οἱ μὲν γὰρ ἐχρήσαντο τοῖς κλήρα;· ἐδείκνυτο δὲ ὁ μακάριος Ἰωνᾶς τῶν γεγονότων αἴτιος· ἐφ᾽ ᾧ δὴ καὶ θαυμάσαντες οἱ ναυτικοὶ λοιπὸν, εἰ τοις τό τι πεπραγμένον αὐτῷ τυγχάνοι ὥστε καὶ ποσο του γεννήσαι κακόν, μετὰ σφοδρᾶς τῆς ἐπιτιμήσεως καὶ μονονουχί δικαστικά λοιπόν κεχρημένοι το σχήματα, (ρ. 240) ὡς ἂν πρὸς ἄνθρωπον καταδεδιχασμένον ηδη τῷ κλήρῳ διαλεγόμενοι, ἀπῄτουν μαθεῖν ὅ τί περ αὐτῷ πεπραγμένον εἴη, τί δὲ καὶ ἐπιτίσευμα μετήει, ὅθεν τε ἔρχοιτο, καὶ ὅποι περ ἄπειαν ἐκ ποίας τε ὁρμᾶται χώρας, καὶ ᾧτινι ἔθνει ερωτήσε τῶν ἀνθρώπων· πρὸς οὓς σαφῶς ἀπεκρίνετο· • Δούλος Κυρίου ἐγώ εἰμι, καὶ Κύριον τὸν Θεὸν τοῦ ἀφανοῦ ἐγὼ σέβομαι, ὃς ἐποίησε τὴν θάλασσαν καὶ την ξηράν. ο ὡς γὰρ ἐκείνων περὶ εἴδωλα ἐχόντων, εντὸς τὸ τῆς οἰκείας θρησκείας ἐξαίρετον ἐδήλωσεν · ετών ότι δοῦλος εἴη τοῦ Θεοῦ, τουτέστι φροντίδα ἔχων τασαν τῆς θεραπείας ἐπιμελεῖσθαι τοῦ αὐτοῦ· εἰ γὰρ ἐξ κατὰ τὸ κοινὸν εἶπε, Δοῦλος, καθ' δ καὶ τοὺς ναύτας ἦν ἀνάγκη δούλους εἶναι τοῦ Θεοῦ ὑπ' εντος γεγονότας· εἶτα καὶ τὸ ἰδιάζον λέγων τοῦ Θεοῦ ἐν ἐθρήσκευε. Τὸν τοῦ παντὸς, φησί, ποιητὴν ἐγὼ σέβομαι, &ς καὶ οὐρανοῦ καὶ θαλάσσης καὶ πάντων D πατητής ἐστιν. Στίχ. ι-ι. Ἐφοβήθησαν οἱ ἄνδρες ἀκηκοότες τότε, ὡς ἂν τοῦ πάντων ποιητοῦ κατ' αὐτῶν κεκινη μένο,· ὅθεν καὶ τὸν προφήτην ἠρώτων· Τί τοῦτο ἐποίητες; καὶ ἐπειδήπερ ἔγνωσαν αὐτὸν ἐκ τοῦ Θεοῦ Σεφευγέναι τὴν ὑπόμνησιν ἐκκλίνοντα τὴν ἐκεῖθεν, Στα τῷ παρόντι σὺν αὐτοῖς περιπεπτωκέναι κακῷ, 1. 217) ὡς ἂν γνοίη πανταχού παρόντα τε τὸν Θεὸν, καὶ ἡμίως ἀπανταχοῦ τὰ δοκοῦντα εργαζόμενον, καὶ Ετε εάν τε εἶναι φυγεῖν τὸν τοιοῦτον· πρὸς αὐτὸν Ο αυτόν τον προφήτην φασίν· ε Τί σοι ποιήσομεν, και στάσει ἡ θάλασσα ἀφ᾽ ἡμῶν ; » Ἐκ γὰρ τῶν εισταμένων τὰ περὶ αὐτὸν ἐγνωκότες, καὶ ὅτι ὑπηρέ Το τι και προφήτης ἐστὶ τοῦ Θεοῦ, καὶ δὴ καὶ τὰ
Page scan enlarged

Notebook

Full View