PG 101Photius Patriarch of Constantinople
Part One: Exegetical Works
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected (sonnet, page-by-page) · Migne scan — scholarios OCR + scan in the Page/Facsimile views — PG column chips mark the printed columns.
col. 345–346page 173 of 591
PG 101:345εἰρημένον χλεύασμα· τῶν γὰρ κακοχόλων τε καὶ ἀγνωμόνων Ἰουδαίων νῦν λεγόντων ἐπὶ διαβολῇ καὶ ὕβρει Σωτῆρος, Οὐχ οὗτός ἐστιν τοῦ τέκτονος υἱός; νῦν δὲ οὐχ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ παρ' ἡμῖν; Καὶ πάλιν· ι Τοῦτον δὲ οἴδαμεν πόθεν ἐστίν. Ἔπειτα καὶ τότε διδάσκοντος καὶ τὴν ψυχικήν σωτηρίαν εἰσηγουμένου, τῷ πλήθει διεφθόνουν τε καὶ διεβάσκαινον καὶ πρὸς διαβολὰς ἀνεφλέγοντο· οὐκ ἦν δὲ πόρος ὅλως διαβολῆς ἐπὶ τὴν συνήθη λοιδορίαν καταφεύγουσι, καὶ τὴν μητέρα πάλιν καὶ τοὺς ἀδελφοὺς εἰς ψόγον καὶ ἐξουθένημα προκομίζουσι, μονονουχί λέγοντες· Τίνα διδάσκεις; τίνα δὲ σαυτὸν κομίζεις; Οὐχὶ γυναικὸς πένητος ὑπάρχεις υἱός; καὶ οἱ ἀδελφοί σου οὐδὲν διαφέρουσιν, ὧν ὁ βίος διὰ χειρῶν; Ἰδοὺ οὗτοι ἐστήκασιν ἔξω ζητοῦντές σε· ἔα τὸ διδάσκειν καὶ πρὸς τοὺς συγγενεῖς ἀπότρεχε, τὴν ἐκείνοις ἴσην μετιὼν πολιτείαν, ἀλλὰ μὴ πρὸς τὸ διδασκαλικὸν ἀναβαίνων ἀξίωμα. Ταῦτ᾽ οὖν ἐκείνων, ὡς ἔθος, πονηρευομένων ὁ Σωτὴρ ἀντιτιθεὶς καὶ ἀντεπεξάγων τῇ μακροθυμίᾳ καὶ πραότητι, Τοσοῦτον, φησίν, ἀπέχω τοῦ ἐπαισχύνεσθαι μητρὶ καὶ τοῖς ἀδελφοῖς, ὅτι οὐ μόνον ἣν ἡ φύσις ἔδωκεν καὶ οὓς εἰς γένος ἡ ὑπόληψις ἔθετο οὐκ ἀποστρέφομαι, οὐδὲ αἰσχύνην ἡγοῦμαι οὐδὲ ὄνειδος, ἀλλὰ καὶ τούτους ἅπαντας οὓς ὁρᾶτε τῶν ἱερῶν λόγων ὄντας σωτηρίων ἀκροατάς, καὶ πατέρας καὶ ἀδελφοὺς οὐκ ἀπαξιῶ κατονομάζειν, τὸ πατρικὸν μόνον θέλημα ποιοῦντας, κἂν μήτε τῇ φύσει, μήτε τῇ ὑπολήψει τὰς εἰρημένας φιλοστόργους σχέσεις ἔχωσι βοηθουμένας. Τίς οὖν ἐστιν ἡ μήτηρ μου καὶ ἡ ἀδελφή μου; τί μοι τὰς κλήσεις ταύτας εἰς ὕβριν καὶ ὄνειδος μεταπλάττεις; ἐγὼ τοσοῦτον ἐπαισχύνεσθαι τούτοις διέστηκα, ὥστε καὶ τοὺς ἀληθινοὺς μαθητὰς ταῖς κλήσεσι ταύταις καὶ σχέσεσιν ἐμαυτῷ συνάπτειν προειλόμην. Καὶ ἔστιν ἐντεῦθεν συνορᾶν ὡς οὐ μόνον οὐδὲν ἀγνωμοσύνης, οὐδὲ παροράσεως μητρικῆς τὰ προενηνεγμένα ῥήματα ἦν, ἀλλὰ καὶ τὴν μεγίστην αὐτῇ καὶ πρέπουσαν συγκατασκευάζει τιμήν. Τοσοῦτον γὰρ αὐτῇ τὴν σεβασμιότητα καὶ τὸ γέρας ἀπονέμει καὶ τὸ δίκαιον τῆς στοργῆς, ὥστε καὶ τοὺς ἐκτελοῦντας τὸ πατρικὸν θέλημα, καὶ πρὸς τοσοῦτον ἐπαρθέντας ὕψος ἀρετῆς, ὡς εἰς μέγα τι δόξης καὶ ἐξαίρετον, εἰς τὴν μητρικὴν σχέσιν καὶ κλῆσιν τούτους ἀνάγειν, δι᾿ ἣν καὶ ἡ τῶν ἀδελφῶν νῦν τιμῆς ἀπολαύει προσηγορία· τοῦ γὰρ ἦν ἔκρινεν, εἴπερ ἔκρινεν, ἀποσκευάζεσθαι σχέσιν, ποῦ δ᾽ ἂν ἦν ἐδικαίου, εἴπερ ἐδικαίου, παραγράφεσθαι κλῆσιν, ταύτην ὡς κορωνίδα καὶ κεφάλαιον τῶν ἀγαθῶν τοῖς τῶν οὐρανῶν βασιλείας κληρονόμοις ἐπιφέρειν τε καὶ χαρίζεσθαι χώραν εἶχεν; Ἐμφανέστατον οὖν οἶμαι καθὰ καὶ προείρηται γέγονεν, ὡς οὐ μόνον οὐκ ἔστιν οὐδὲ εἰς ὕβριν τῆς μητρικῆς στοργῆς, καὶ αἰδοῦς τὸ τίς ἐστιν ἡ μήτηρ μου, κ. τ. λ. εἰρημένα, ἀλλὰ καὶ τὴν πρέπουσαν αὐτῇ πανταχόθεν συνάγει δόξαν καὶ εὐφημίαν. Οὕτω δ᾽ ἂν περιτραπείη τοῖς ἀνοήτοις πρὸς τοὐναντίον ἢ ἐφρυάττοντο, πρὸς δὲ τὴν εὐσεβῆ καὶ οἰκείαν ἀπευθύνοιτο θεοσοφίαν καὶ τό· Τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου.
col. 347–348page 174 of 591
PG 101:347τῆς συνεργούσης τε καὶ τῇ μελέτη συναντιλαμβανομένης, εὑρήσει τῇ μητρὶ μᾶλλον δόξαν περιάπτοντα καὶ τιμὴν, ἢ παρόρασιν ὅλως ἀφιέντα. Καὶ γὰρ ἐπὶ τοῖς θαύμασιν οὐδὲν ἦν κοινὸν τῆς Μητρὶ καὶ τῷ Υἱῷ· ἐπεὶ καὶ θεότητος μὲν ἦν τὸ θαυματουργεῖν καθ᾽ ἑαυτήν· ἀνθρωπίνης δὲ φύσεως οὐκέτι καθ᾽ ἑαυτήν, ἀλλὰ διὰ τὸν προσειληφότα Λόγον. Πλὴν καὶ ἐφ᾽ οἷς κοινὸν οὐδὲν ἦν μητρὶ καὶ υἱῷ, ἄρα πῶς τὴν ὑπερβολὴν τῆς τιμῆς καὶ ἐν τῇ διαφορᾷ συνιστᾷ. Θαυματουργεῖν γὰρ τῆς μητρὸς ἀξιούσης, ἐπισημήνας μὴ εἶναι τοῦτο κοινὸν αὐτῆς τε καὶ ἑαυτοῦ, καὶ τὸν καιρὸν μὴ παρεῖναι προσθείς, καθ᾽ ἃν ἔδει τὰς θεοσημείας ἐνεργεῖν, τὴν πρὸς τὴν μητέρα αἰδῶ καὶ τιμὴν ἔδειξε καὶ τοῦ καιροῦ καὶ τῆς διαλλαττούσης δυνάμεως ἐπικρατεστέραν· ὥστε τοσοῦτον τὰ εἰρημένα τῆς μητρικῆς δόξης ἔνδειαν ποιεῖν, ὡς καὶ πολλαπλασίονα ταύτην ἀποτελεῖν. Τὸ γὰρ καὶ καιροῦ κυριωτέραν ἡγεῖσθαι, καὶ τῆς ἐν θαύμασιν ἀκολουθίας ὑπερβαίνουσαν τοὺς νόμους, εἶτα πράττειν τὸ παρ᾽ αὐτῆς προτεινόμενον, πόσῳ πολλαπλασίονα τὴν τιμὴν καὶ τὴν αἰδῶ κατασκευάζει· ἢ εἰ μὴ ταῦτα εἴρητό τε καὶ ἐπεδείκνυτο· μονονουχὶ γὰρ δι᾽ ὧν ἐφθέγγετό τε καὶ ἔπραττεν, ἐπιδείκνυται λέγων· Ἡ κοινωνία μὲν τῆς φύσεως, κοινωνίαν οὐ συνάγει τοῦ θαυματουργεῖν. Τί ἐμοὶ καὶ σοί, γύναι; Οὐδὲ ὁ καιρὸς πάρεστιν ὁ ἐπιτήδειος τῶν θεουργιῶν. Πλὴν ἵνα γνῷς, σύ τε καὶ ὅσους ὁρᾶν καὶ ἀκούειν ἡ χρεία συνήγαγεν, ὅτι καὶ τὰ μητρικά σοι δίκαια ἀκαινοτόμητα διασώζω, καὶ αὐτὸς ὁ νόμον θέμενος εἰμι μητρὶ τοὺς παῖδας τὴν σεβασμιότητα νέμειν, μᾶλλον δὲ ὅτι καὶ τῶν ἐν τῇ φύσει θεωρουμένων εἱρμῶν καὶ τῆς ἐπιτηδειότητος τοῦ καιροῦ τὴν σὴν αἰδῶ καὶ ὑπακοὴν καὶ δόξαν ἔμπροσθεν ποιοῦμαι, ἰδοὺ μεταβάλλω τὸ ὕδωρ εἰς οἶνον, τῆς σῆς ἀξιώσεως ἐκεῖνα δεύτερα ποιησαμένης. Οὐδὲ γὰρ κατὰ τὸν ἴσον τρόπον ἐνταῦθα εἴρηται τὸ «Τί ἐμοί, καὶ σοί,» καθ᾽ ἃν εἴρηται πρὸς τὸν ἐπιζητοῦντα διαιτητήν αὐτῷ τοῦ πατρικοῦ κλήρου χρηματίσαι. Ἐκεῖ γὰρ εἶπεν, «Τί ἐμοὶ καὶ σοί; καὶ τίς με κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ᾽ ὑμᾶς;» Τῇ πράξει τὴν ἐν τῷ λόγῳ παραίτησιν ἐβεβαίωσε, καὶ δικαστὴς ἀμφισβητήσεως χαμαιζήλου καὶ προσύλου κέρδους οὐχ εἵλετο γενέσθαι, ἀλλὰ τὴν ἐν τοῖς βήμασιν ἀπαγόρευσιν, ἡ διὰ τῶν ἔργων παραγραφὴ διεδέξατο. Ἐνταῦθα δὲ τῷ σχήματι χρησάμενος τῆς φωνῆς, τὴν μητρικὴν οὐκ ἀπεπέμψατο περὶ τῷ θαύματι γνώμην· οὐδὲ τῆς αἰτήσεως εἰσηγήσατο τὴν ἀθέτησιν, ἀλλ᾽ ἐν τῇ κοινωνίᾳ τῆς φύσεως τὴν διαφορὰν διδαξάμενος τῶν θεουργημάτων, τὸ ἔργον σύνδρομον ἔδειξε τῇ ἀξιώσει· σαφῶς, ὡς εἴρηται, πολλάκις παριστῶν καὶ τῆς ἐπιτηδειότητος τοῦ καιροῦ καὶ τῆς ἐν θαύμασιν ἰδιότητος τὴν μητρικὴν στοργὴν καὶ τὸ κλέος μεῖζον ἰσχύειν παρ᾽ αὐτῷ.
col. 349–350page 175 of 591
PG 101:349Πῶς οὐ μάχεται τὸ Ἐῤῥήθη τοῖς ἀρχαίοις· Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος· ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ᾽ ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιάν, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Πρῶτον μὲν διότι ὁ εἰπών· «Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι,» αὐτός ἐστιν ὁ ψῆφον ἑκατέραν ἐξενεγκών· οὐδεὶς δὲ ἄρα οὐδὲ τῶν τυχόντων, μήτι γε νομοθέτης, ἅμα τἀναντία λέγει ἑαυτῷ, οὐδ᾽ ὁ λέγων καταλύειν τὸν νόμον, οὐκ ἂν τὰς καταλυούσας αὐτὸν προεκόμιζε φωνάς, καὶ μάλιστα οὐκ ἐν ἄλλῳ καὶ ἐν ἄλλῳ χρόνῳ, οὐδ᾽ ἐν ἑτέρᾳ φράσει καὶ ἑτέρᾳ, ἀλλ᾽ ἐπὶ τῶν αὐτῶν ῥημάτων καὶ ἑξῆς· οὐκοῦν οὐκ ἀντίκειται ταῦτα, ἀλλὰ πολλοῦ δεῖ. Ἀλλ᾽ ἡ μὲν τῶν ἐντολῶν λόγον ἔχουσα νομοθεσία ῥυθμίζει τε καὶ καταρτίζει τὸν κριτὴν ἀδέκαστον μὲν ἔχειν τὴν γνώμην, ἀδυσώπητον δὲ τὴν ψῆφον, ἰσόῤῥοπον δὲ παρέχειν τοῖς δικαζομένοις τὸν τῆς δίκης ὀφθαλμόν. Ἡ δὲ λέγουσα μὴ ἀντιστῆναι τῷ πονηρῷ, ἐν ἴσῳ ἐστὶ τοῦ μὴ ἐπεξελθεῖν μηδ᾽ ἀμύνασθαι κατὰ τὰ πονηρεύματα αὐτοῦ τὸν ἄρξαντα χειρῶν ἀδίκων· καὶ οὐκ ἔτι αὐτὴ πρὸς τὸν κριτὴν ἀφορᾷ, ἀλλὰ τὸ ἠδικημένον πρόσωπον εἰς ἐπιείκειαν καὶ εὐλάβειαν παρακαλεῖ. Τοῦτό γε καὶ τὸν ἠδικηκότα αἰσχύνει καὶ μετάγει τῆς θρασύτητος καὶ ἀπονοίας ἐπὶ τὸ μεταμελούμενον καὶ κατηφές, εἰ μήπου θηρίον ᾖ μορφὴν ἀνθρώπου περιβαλλόμενον, καὶ τὸν ἠδικημένον τῷ τῆς πραότητος καὶ φιλοσοφίας στεφάνῳ κοσμεῖ. Καὶ γὰρ ἐξουσίαν αὐτῷ δίδωσιν ὁ νόμος τὸν λελυπηκότα δίκην εἰσπράττεσθαι· ὁ δὲ τὴν ἐξουσίαν ἂν εἰς φιλανθρωπίαν τρέψῃ καὶ τοῦ ὁμοφύλου λάβῃ ἔλεον, εἰς μόνον τὸν ἀρχηγὸν τῶν κακῶν καὶ τὸν ἀρχαῖον πολέμιον τοῦ γένους ἡμῶν ἀποτείνων τὸν δίκαιον θυμόν, οὗτός ἐστιν ὡς ἀληθῶς ὁ καὶ τῆς ἀνθρωπίνης φύσεως ἐξευγενίζων τὸ αὐτεξούσιον, καὶ τὸν κοινὸν Δεσπότην τὰς ἀνθρωπίνας ὀφειλὰς ἔχων διαλύοντα. Οὐ γὰρ πρὸς ἄλλο τοῦ ἐναντίου φύσις συμπλέκεται· ἀλλὰ διὰ τῶν αὐτῶν οἷς ἂν πρόεισιν, ἡ μάχη πρόεισιν. Ἔλαβες κράτος τὸν ἠδικηκότα νόμῳ κολάζειν· εἰ μὲν κολάσεις, ἄδηλον, εἰ καὶ μὴ λαβὼν τῇ τιμωρίᾳ τοῦ πλησίον ἐπεπήδησας, καὶ τὸ φθάσαι παθεῖν τοῦ μὴ ποιῆσαι, ἀλλὰ μὴ φιλανθρώπῳ γνώμῃ καὶ φιλαδέλφῳ τὴν πρᾶξιν ἐξήνεγκας. Εἰ δὲ μὴ κολάσεις, στήλην ἔστησας ἀνεξάλειπτον καὶ φιλανθρωπίας καὶ πραότητος, καὶ τῷ βίῳ παράδειγμα καταλέλοιπας, φιλανθρώπως τε καὶ πράως τοῖς ὁμογενέσι συναναστρέφεσθαι, μάλιστα δὲ τὸ ἐρασμιώτατον καὶ μακαριώτατον πρὸς τὴν θείαν ἐστὶν ἀναχθῆναι διὰ τῆς τοιαύτης πράξεως μίμησίν τε καὶ ἀγαθότητα, καὶ Υἱὸν Θεοῦ κατὰ χάριν καὶ χρηματίσαι καὶ γνωσθῆναι, ὡς ἡ ἐνυπόστατος ἐβεβαίωσε σοφία καὶ ἀλήθεια· γίνεσθε γὰρ οἰκτίρμονες καθὼς καὶ ὁ Πατὴρ ἡμῶν οἰκτίρμων ἐστί. Σὺ δ᾽ εἰ βούλει καὶ ἔτι τοῖς νόμοις

Question XLVIIQuæstio XLVII

col. 351–352page 176 of 591
Quæstio XLVI
PG 101:351ἐφιλοσοφεῖν, τὴν συμφωνίαν αὐτῶν ἐντεῦθεν ἐπόψει. Ὁ μὴν ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ τὸν κριτὴν ἐκκόπτειν ἀξιῶν, φόβῳ δηλονότι τοῦ παθεῖν ἃ μὴ ἐστι φυγεῖν, τὴν ἐπ' ἀδίκοις τόλμαν ἀναστέλλει· ἡ δὲ τοῦ μὴ ἀμύνασθαι ἀρετὴ τὸν ἠδικημένον κρείττω περιπαθοῦς διαθέσεως καὶ ἀνθρωπίνης ἀντιλυπήσεως καὶ θαυμάζειν ἀνακηρύττουσα ἄξιον· δι' ἑκατέρου δὲ τρόπου ἐστὶ τὴν φιλανθρωπίαν ὁρᾶν προϊοῦσαν καὶ καθαρὸν τὸν ἔλεον ἐπὶ τοῖς ὁμοφύλοις προχεόμενον. Εἰ δὲ δι' ἑκατέρας πράξεως ἡ φιλανθρωπία καὶ ἡμερότης συνίσταται, δῆλον ὅτι οὐδεμία μάχεται ταῖς ἐντολαῖς, οὐδὲ παρὰ θατέρας ἡ τῆς ἑτέρας ἀναίρεσις. Πῶς γὰρ ἂν παραπλησίως ἄμφω τὴν τῶν ἀνθρώπων σωτηρίαν κατεσκεύαζον· ἡ μὲν τῶν ἀδίκους χεῖρας ἐπανατεινόντων τὴν ὁρμὴν ἀνακόπτουσα· ἡ δὲ τοὺς ἠδικημένους ὑψηλότερον μικροψυχίας πάσης τιθεῖσα καὶ οὐκ ἀξιοῦσα δουλεύειν πάθεσιν ὕβρεως. Καὶ ἡ μὲν δεικνύουσα οἷος καθ' οἷου τὴν πληγὴν ἀφῆκε, καὶ ὡς ὁ παθεῖν ἄξιος τὸν κρείττω ἐτιμωρήσατο· καὶ πολλὰ ἄλλα δι' ἀμφοῖν τῶν ἐντολῶν τῶν σωτηριωδῶν καὶ ὠφελίμων εἰς ἓν συντρέχει καὶ συναπαρτίζεται. ΕΡΩΤΗΣΙΣ ΜΖ'. Τοῦ Κυρίου λέγοντος· «Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ» ζητοῦμεν τίνα λέγει διάβολον, καὶ τίνα τὸν πατέρα αὐτοῦ; Διάφορος δόξα τοῖς πρὸ ἡμῶν περὶ τούτου προελήλυθε τοῦ ζητήματος. Οἱ μὲν γὰρ λέγουσι πατέρα τοῦ διαβόλου, τὸν εἰς ἄκρον κακίας ἐλάσαντα καὶ τοῦ πονηροῦ ἐν ἑαυτῷ πολλαπλασιάσαντα γεννήματα, καὶ πολλάκις πολλὰ ἀποτεχόντα τοιαύτας πράξεις, οἵας ἂν ὁ πονηρὸς οὐκ ἐτόλμησε πρόςτερον. Εἰ δὲ ταῦτα οὐδὲν κωλύει καὶ τὸν πατέρα τῷ τόπῳ τῶν ἐξ αὐτοῦ προελθόντων ἐλαττωθέντα, αὐτὴν μὲν τὴν τοῦ υἱοῦ μεταλαβεῖν τάξιν, τὴν δὲ πλεονεκτήσαντα ἐν τῇ κακίᾳ καὶ τρόπον τινὰ τὸν γεννήσαντα γεγεννηκότα εἰς τὴν πατρικὴν ἀντιμετελθεῖν σχέσιν. Οἷον ὁ Κάϊν, εἰ βούλει· πολλοὺς γὰρ οὗτος ἅμα διαβόλους τέτοκε· τουτέστι τὰς τοῦ διαβόλου πράξεις συλλαβὼν ἀπεκύησεν, οὔπω πρότερον θάρσος ἐχούσας λύειν τὰς ὠδῖνας, ψεύδει φενακίζειν ἐπιχειρῶν οὐχ ἕτερόν τινα, ἀλλὰ τὸν πάντα καὶ πρὶν γενέσεως ἐπιστάμενον, ἀπάτῃ μετερχόμενος ἀδελφόν· καὶ δόλον κατὰ τῶν φιλτάτων σπλάγχνων ἐντείνων τῆς στοργῆς τῷ σχήματι καλυπτόμενον, φόνον ἀδελφικῇ δεξιᾷ παλαμώμενος, καὶ τὴν γῆν πρῶτος ἀνθρωπίνῳ καὶ ὑβρίζων αἵματι, πληγὴν ἐπάγων τοῖς γεννησαμένοις ἀθεράπευτον· καὶ τοῦ τόκου μισθὸν ἀπαιτεῖν, τὸ μὴ δευτέροις τόκοις ἐπαγάλλεσθαι, ἀπονοίᾳ καὶ ἀντιλογίᾳ χαλεπωτέρᾳ τὰ φθάσαντα διελέγχουσι· καὶ ὅσα ἄλλα τοιαῦτα. Εἰ δὲ καὶ ἐκ τῶν ἐναντίων ἐστὶν ἀναλόγως τὰ ὅμοια συνορᾶν· ὥσπερ ὁ εἰς ἄκρον ἀρετῆς τῇ τοῦ παναγίου πάντως ἐπιφοιτήσει καὶ ἐνεργείᾳ ἥκων, καὶ πολυπλασιάζων ἐν ἑαυτῷ τὴν χάριν, καὶ πολλοῖς ὠφέλιμος καὶ σωτηρίοις τῷ τόκῳ γινόμενος, πνεῦμα λέγεται τικτὸν Θεοῦ. Διὰ γὰρ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν, πνεῦμα σωτηρίου σου ἐκυήσαμεν ἐπὶ τῆς γῆς. Οὕτω δή, οὕτω καὶ ὁ εἰς ἄκρον κακίας ἐλάσας ἄνθρωπος τὰ τοῦ πονηροῦ σπέρματα ἐν ἑαυτῷ συλλαβὼν καὶ τοῦ-
col. 353–354page 177 of 591
PG 101:353λυπλασιάσας τὸν τόκον καὶ τὰ τῆς πονηρίας κυήματα, τίκτειν ἂν εἰκότως λέγοιτο τὸν διάβολον καὶ πατὴρ χρηματίζειν αὐτοῦ. Οἱ δὲ οὐδέτερον μὲν τῶν εἰρημένων ἐγκρίνουσι, τὸν ὄφιν δὲ τοῦ διαβόλου πατέρα κληθῆναι νομίζουσι· διατί; Ὅτι πρῶτον ὁ ὄφις τὴν ἐκείνου διαβολὴν συλλαβών, τῇ γλώττῃ ἀπέτεκε· πρὸ γὰρ τῆς ἀνθρώπου πλάσεως καὶ τῆς τοῦ ὄφεως ὑποστάσεως, οὐκ ἦν ὁ ἀποῤῥυεὶς τῆς ἀγγελικῆς εὐγνωμοσύνης καὶ τάξεως, τὰ τοῦ διαβόλου πράττων, καίτοι ζητῶν κακὸς εἶναι καὶ χώραν οὐκ ἔχων παρεισοδύσεως· οὐκοῦν τὸ ἑρπετὸν ὁ ὄφις τοὺς διαβόλους ἐγκυμονήσας λογισμοὺς καὶ τῇ γλώσσῃ εἰκότως ἂν τοῦ διαβόλου πατὴρ λέγοιτο. Ἀλλὰ ταῦτα μὲν ἕτερα τοιαῦτα εἰς ἀνάπτυξιν τοῦ ῥητοῦ, τίς τε καλοῖτο διάβολος, καὶ τίς ὁ τούτου πατὴρ, ἑτέροις πεφιλοσόφηται· ἐμοὶ δὲ τὰς εἰρημένας ἐπιλύσεις οὔτε λίαν ἔπεισι θαυμάζειν, οὔτε μὲν φιλολόγων εἶναι πόνους ἀνδρῶν· ὅσοις δὲ μᾶλλον τὰ τοιαῦτα εὐτρέπισται συνορᾶν, δικαιότεροι ἂν εἶεν οὗτοι καὶ τὴν ἀμείνω περὶ αὐτῶν ψῆφον ἐξενεγκεῖν· ἃ δ᾽ ἂν προσταίη ἐμοί τε καὶ ἴσως ἑτέρῳ τινὶ τὴν τελειότητα ταύτης μὴ καταλαβεῖν, ἐκεῖνα καὶ δὴ τῷ λόγῳ διέξειμι. Πρῶτον μὲν οὐδαμοῦ τῆς ἱερᾶς ἡμῶν Γραφῆς γέγονα δυνατὸς εὑρεῖν, οὔτε κατὰ τὰ παλαιότερα τῆς νομοθεσίας, οὔτε ἐν οἷς ἡ χάρις τὸ τῆς εὐσεβείας φῶς λαμπρότερον ἔστραψεν, οὐμενοῦν οὐδαμοῦ πατέρα τινὰ τοῦ διαβόλου λεγόμενον· καίτοιγε πολλαὶ πολλάκις χωρίων περίοδοι τῆς πονηρᾶς ἐκείνης καὶ ἀλιτηρίου μνήμην καταβάλλονται προαιρέσεως· ἀλλὰ Σατανᾶν μὲν καὶ διάβολον καὶ ἀποστάτην καὶ νοῦν Ἀσσύριον καὶ τῶν παθῶν ἄρχοντα καὶ τῶν τῆς πονηρίας πνευμάτων ἐξουσιαστὴν καὶ τοιαῦτά τινα τὸν ἀρχέκακον ἐχθρὸν τοῦ γένους ἡμῶν ὀνομαζόμενον ἐκδιδάσκουσι· καὶ υἱὸν ἔσθ᾽ ὅτε διαβόλου μᾶλλον τὸν τὰς μοχθηρὰς αὐτοῦ γονὰς ἐν ἑαυτῷ συλλαβόντα καὶ τῷ τῆς πλάνης τόκῳ υἱοθετούμενον· ἐξ οὗ καὶ ὁ θεσπέσιος Παῦλος υἱὸν διαβόλου τὸν Ἐλύμαν ἐπωνόμασε· πατέρα τοῦ διαβόλου μέχρι νῦν ἕτερόν τινα οὐκ ἔχω τέως ἀπισχυρίσασθαι τὴν ἱερὰν ἡμῶν ἐπιστάνηνἐπονομάζουσαν Γραφήν· ἀλλ᾽ ἓν μὲν τοῦτο τὸ μηδαμοῦ πατέρα τοῦ διαβόλου τῶν τοῦ Πνεύματος λογίων τῷ ἰδιώματι μήτε γινώσκεσθαι μήτε ὀνομάζεσθαι. Δεύτερον δὲ οὐδ᾽ ἔνθα δοκοῦσι μνήμην αὐτοῦ γεγενῆσθαι, οὐδ᾽ ἐνταῦθα παρασχεῖν τὴν ὑπόληψιν ἀσφαλῆ δύνανται· καὶ γὰρ ὁ τῶν Ἰουδαίων δῆμος οὐκ εἰς πατέρα τοῦ Θεοῦ ἀναφέρειν οὐδαμοῦ διετείνετο ἑαυτόν, ἀλλὰ τὸν Θεὸν μὲν ἐσπούδαζον τῷ ῥήματι ἐπιγράφεσθαι πατέρα, παῖδας δὲ τοὺς ἐξ Ἰσραήλ· καὶ τῷ Δημιουργῷ καὶ Σωτῆρι ἡμῶν οὐκ ἦν σκοπὸς δεῖξαι τοὺς Ἰουδαίους τοῦ πατρὸς τοῦ διαβόλου τέκνα χρηματίζειν· ἕτερον γὰρ ἂν ἐκείνοις ἠλαζονεύετο· καὶ πρὸς ἕτερον οὗ μήπω μὲν ὄνειδος, μήπω δὲ κατηγορίαν εἶχον, μεθεῖλεν ἂν καὶ μετέφερεν, ὅπερ οὐκ ἦν συντηροῦντος τὸ ἀκόλουθον, ἀλλ᾽ αὐτοῦ γε δηλονότι τοῦ διαβόλου παῖδας ὠνόμαζεν, οὗ καὶ τὴν ἐν τῇ κλήσει σχέσιν κἂν καὶ τῇ γνώμῃ καὶ τῇ μιμήσει τῶν πράξεων συνεφέροντο, βαρύ τε ἦν αὐτοῖς ἀκούειν καὶ ἀποτρόπαιον· ἐπεὶ οὖν ὁ Ἰουδαῖος πατέρα τὸν Θεὸν ἐπέγραφεν ἑαυτοῦ, καὶ ὁ Σωτὴρ ἐσπούδαζε δεικνύειν διὰ τῶν ἔργων τοῦτο μὲν ψευ-
col. 355–356page 178 of 591
PG 101:355Ἡ γάρ τοι δι' ὑποφορᾶς πρὸς τοὺς Ἰουδαίους ἀποτεινομένη τοῦ Σωτῆρος φωνή, οὐδὲν αὐτῶν συναντιλήψεται τῇ προθέσει· τὸ μὲν γὰρ πρόχειρον καὶ τὴν διαστολὴν οὐκ εἰδὼς τῆς ἀναγνώσεως, καὶ πρὸς ἣν μάλιστα τῶν πολλῶν ἡ γλῶττα παρασύρεται αὐτοσχεδιάζειν, εὗρεν ἕτοιμον πατέρα τοῦ διαβόλου, ὃν οὐδεμία χρῆσις οὐδ' ἐν τῇ κλήσει τὴν φύσιν ἔχειν ἐγνώρισε· τὸ δὲ περιεσκεμμένον τῷ τρόπῳ τῆς διαστολῆς, ῥυθμιζόμενον καὶ ταῖς προλαβούσαις ἐννοίαις συνδιαιρούμενον, αὐτόν τε τὸν διάβολον πατέρα τῶν ἀγνωμόνων Ἰουδαίων ἀπαγγέλλει· καὶ ὃν ὁ ἀνεπίσχετος τῆς γλώττης δρόμος τὴν διαστολὴν ὑπερβαίνων περιαγγέλλει πατέρα τοῦ διαβόλου πλάττων, οὗτος μὲν οὐδαμῶς συνεπίσταται· ἐπιτιμήσεως δὲ τρόπῳ τὸν λόγον ὁ Σωτὴρ προάγων, ἐπείπερ ἔλεγεν ὁ Ἰουδαίων δῆμος, «Ἕνα πατέρα ἔχομεν τὸν Θεόν,» τολμᾶτε δέ γε ἆρα, φησί, καὶ οὐκ ἐγκαλύπτεσθε πατέρα κατονομάζειν τὸν Θεόν; ἢ οὐχὶ ὑμεῖς τοῦ διαβόλου ἐστέ, δι' ὧν τὰς ἐντολὰς αὐτοῦ θέλετε ποιεῖν, υἱοὺς αὐτοῦ δεικνύντες ἑαυτούς; οὗ γάρ τις κατὰ τὰς ἐντολὰς μορφοῦται καὶ διαπλάττεται, τούτου καὶ υἱὸς κατονομάζεσθαι δίκαιος εἴη ἄν· τίνας δ' ἂν ἐντολὰς οἱ Ἰουδαῖοι ἐσπούδαζον, ἢ δι' ὧν ὁ διάβολος ἐδοξάζετο; δόξαν παρ' ἄλλων λαμβάνοντες, ταῖς συκοφαντίαις τοὺς πλησίον κατεσθίοντες, φθόνῳ τὰ κάλλιστα λυμαινόμενοι, φόνον κατὰ τοῦ Σωτῆρος μηχανώμενοι, καὶ γλώσσῃ καὶ γνώμῃ τὸν θάνατον συσκευάζοντες, τὸ ψεῦδος τῆς ἀληθείας ἔμπροσθεν ἄγοντες, καὶ δόλον καὶ διαβολὴν καὶ φιλαργυρίαν τὸν βίον ποιούμενοι, καὶ ὅσα τούτοις παραπλήσια, δι' ὧν καὶ τὴν τοῦ διαβόλου συγγένειαν, ὡς ἀρχηγοῦ καὶ σπορέως τούτων, περιφανῶς ᾠκειώσαντο· ἐπὶ τούτοις καὶ τὸ ἐπαγόμενον καὶ συνηρτημένον λόγιον, τὸ μὲν οὐκ οἶδεν ὅλως, πατέρα λέγω τινὰ τοῦ διαβόλου, κατονομάζεσθαι· τὸ δὲ πάλιν ὑποβάλλει καταγγέλλεσθαι πατέρα τῶν Ἰουδαίων τὸν διάβολον καὶ εἶναι καὶ ὀνομάζεσθαι· φησὶ γάρ, «Ἐκεῖνος ἀπ' ἀρχῆς ἀνθρωποκτόνος ἦν,» τὸν διάβολον δηλονότι, ἀλλ' οὐχ ἕτερόν τινα πατέρα τοῦ διαβόλου· τίνι δ' ἂν ἑτέρῳ τὸ «ἀνθρωποκτόνος,» καὶ τὸ «ἀπ' ἀρχῆς,» ἐφαρμόσει; καὶ τὸ «μηδαμῶς ἐν τῇ ἀληθείᾳ ἑστάναι,» εἰ μὴ αὐτῷ γε τῷ διαβόλῳ, ὅς τὴν γλῶσσαν μὲν κατὰ τοῦ Δημιουργοῦ τῷ ψεύδει παρώξυνε, τῷ δόλῳ δὲ ταύτην γλυκάνας τῷ πρωτοπλάστῳ προὔτεινε· καὶ λόγοις ἐπικλόπως καταγοητεύσας, τῆς ἐν παραδείσῳ ζωῆς καὶ τρυφῆς ἀϊδίου ὑπερώρισεν, ἐργαστήριον θανάτου, τῆς ἀθανασίας τὸ χωρίον ἐργασάμενος; θάνατον γὰρ ὁ Θεὸς οὐκ ἐποίησεν· ἀλλ' ἡ τοῦ πρωτοπλάστου παράβασις τὴν συμβουλὴν συλλαβοῦσα τοῦ ὄφεως, τὸν θάνατον ἀπεκύησεν· οὐκοῦν καὶ ἀνθρωποκτόνος ἀπ' ἀρχῆς ὁ διάβολος, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν· καὶ αὐτοὶ ζητοῦντες ἀποκτεῖναι τὸν Κύριον, καὶ τὸ ψεῦδος ἀεὶ πρὸ τῆς ἀληθείας ἑλόμενοι, τὴν μορφὴν τοῦ γεγεννηκότος ἀπαραχάρακτον διασώζουσι. Καὶ φανερὸν ἐκ τῶν εἰρημένων ὅτι πατὴρ μὲν τῶν Ἰουδαίων ὁ διάβολος ὀνομάζεται· πατρὸς δὲ τοῦ διαβόλου οὔτε λαβεῖν ἔστι φύσιν, οὔτε κλῆσιν οὐδαμῶς παραδηλουμένην, οὔτε τῷ νοήματι·
col. 357–358page 179 of 591
PG 101:357ζήτησιν ἀνατεινομένην τοῦ ἐξῃρημένου νοήματος τῆς προκειμένης ἐξ ἀρχῆς ὑποθέσεως τελευταία περίοδος δόξει μὲν ἴσως τοῖς πρὸς μηδὲν τῶν βαθυτέρων ἐμφιλοχωρεῖν κέρδος ποιουμένοις, ὡς εἴη τοῦ διαβόλου πατέρα ὑποσημαίνουσα· τοὐναντίον δὲ ἅπαν κατασκευάζει καὶ τοῖς πρὸ αὐτῆς συνάδει ἐνθυμήμασιν, πατέρα καὶ αὐτὴ τῶν Ἰουδαίων ἐπιδεικνυμένη τὸν διάβολον· διπλῆς γὰρ προσβολῆς παντὸς τοῦ προκειμένου λόγου ἐνθυμημάτων γενομένης, καὶ νῦν μὲν ἐκ τῆς τῶν γεγεννημένων κακίας τοῦ γεγεννηκότος τὴν μίμησιν ἐπιδεικνυμένης, νῦν δὲ διὰ τοῦ γεννησαμένου τῶν γεγεννημένων τὴν ὁμοιότητα παριστώσης, ἔτι πάλιν ἀπὸ τῶν γεγεννημένων ἐπὶ τὸν γεγεννηκότα διαβαίνουσα, ἀπαράλλακτον τὴν ὁμοιότητα στηλιτεύει, καὶ τὴν συγγένειαν αὐτῶν οὐδὲν ἐπιφερομένην ἐπιδείκνυσι νόθον· φησὶν οὖν· Ὅταν ὁ Ἰουδαῖος τὸ ψεῦδος λαλεῖ, ὥσπερ καὶ νῦν πατέρα λέγων ἑαυτοῦ τὸν Θεὸν, ἐκ τῶν ἰδίων λαλεῖ· ἴδιος γὰρ κλῆρος τῷ πατρὶ, τοῦ πατρὸς ὁ πλοῦτος· ἐκ τῶν ἰδίων οὖν ὁ Ἰουδαῖος λαλεῖ τὸν πατρῷον ὑπελθὼν κλῆρον· καὶ αὐτὸς γὰρ ψεύστης ἐστὶν ὥσπερ ὁ πατὴρ αὐτοῦ· δῆλον οὖν ὡς ἡ τοῦ λόγου αὕτη περικοπή, οὐ μονονοὺ συμφθέγγεται τοῖς πατέρα πλάττουσι τοῦ διαβόλου, ἀλλὰ καὶ τῶν Ἰουδαίων πατέρα τὸν διάβολον μόνον ἀφορίζει. Ἀλλὰ ταῦτα μὲν συγγυμνασίας εἶδος καὶ λόγον ἐχέτω τὴν τοῦ δόγματος τέως προσηγορίαν εὐλαβούμενον· ἕως ἂν ὁ ὑψηλότερος λόγος ἀναφανείς, καὶ δόγμα εἶναι τῇ διανοίᾳ, καὶ τῷ κράτει τὴν κρίσιν λαβὼν, καὶ τῶν διὰ βίου φιλοσοφούντων τὴν ἱερὰν ἐμπλήσας ἐπιθυμίαν, δείξῃ μὴ μάτην ἀεὶ πρὸς τῶν πολλῶν καταλήψεως. ΕΡΩΤΗΣΙΣ ΜΗ. Πόσαι εἰσὶν αἱ τὸν Κύριον ἀλείψασαι μύρῳ; Οὐχὶ τὴν αὐτὴν εὑρίσκω προϊοῦσαν δόξαν παρ᾽ οἷς ταῦτα διερευνᾶσθαι γέγονεν ἡ σπουδή. Οἱ μὲν γὰρ ἁπλούστερον καὶ ἐπιπολαιότερον, ἵνα μὴ ἀμαθέστερον εἴπω, τῇ διαφόρῳ κλήσει τῶν ἀναγραψαμένων τὴν ἱστορίαν ταύτην καὶ τὰ τῶν γυναικῶν συνδιαροῦσι πρόσωπα. Καὶ τέσσαρας ταύτας εἶναί φασι, πρὸς οὐδὲν, οἶμαι, βαθύτερον λογισμὸν ἐπιστήσαντες, ἢ πρὸς μόνην τὴν τῶν εὐαγγελισαμένων ποσότητα. Τοῖς δὲ εἰς δύο περιεστάλη τὰ πρόσωπα· καὶ τὴν μέν φασι σεμνὴν εἶναι καὶ σώφρονα καὶ ἀδελφὴν τοῦ Λαζάρου καὶ τῆς Μάρθας· τὴν δὲ διαφόρου μὲν ἀναγραφῆς τυχεῖν, μίαν δὲ εἶναι καὶ ταύτην ἐξ ἀσέμνου καὶ πανδήμου βίου παρθενικοὺς ἀγῶνας ἐξ ἀκαθαρσίας μετελθοῦσαν· περὶ ταύτης δὲ τόν τε Ματθαῖον καὶ Μάρκον, ἀλλὰ καὶ τὸν Λουκᾶν διαλαβεῖν· καὶ τὴν αὐτὴν ἱστορίαν διαφόροις ῥήμασιν ἀπηγγελκότας ἀναγράψασθαι. Οἱ δὲ καὶ πρὸς μίαν πάσας συνάγουσιν, οὐδεμίαν τῇ δόξῃ ἀσφάλειαν περιθέμενοι· ἀλλ᾽ οὐδ᾽ ἀπὸ τῆς τῶν προσώπων ποιότητος τῆς τοιαύτης ὑπολήψεως, ἐπιφερομένης τὸ αἰδέσιμον. Ἀπολινάριος γὰρ καὶ ὁ Μοψουεστίας Θεόδωρος ταύτης εἰσὶν οἱ γεννήτορες· ἐμὲ δὲ οὐδὲ δύο ταύτας ἐπιτρέπουσι λέγειν, οὔτε τοῦ Σωτῆρος οἱ λόγοι, οὔτε τῶν φιλοθέων γυναικῶν αἱ πράξεις, οὔτε τὸ διάφορον τοῦ καιροῦ, ἀλλ᾽ οὐδὲ τῶν θεατῶν καὶ ἀκροατῶν ἡ ἐπὶ τῷ προ-

Question XLVIIIQuæstio XLVIII

col. 359–360page 180 of 591
PG 101:359χθέντι γνώμη, καὶ ἄλλα δὲ τούτων οὐκ ἐλάττονα, τμεῖς εἶναι ταύτας· ἀλλ᾽ οὔτε πλείους τῶν τριῶν οὔτε ἐλάττους ἐκδιδάσκει. Πρώτη μὲν οὖν ἐστιν ἡ παρὰ τῷ Λουκᾷ ἀναγεγραμμένη, ἥτις καὶ πρὸ πολλῶν πράξεων καὶ διδασκαλιῶν τοῦ Ἰησοῦ εἰς ἱστορίας μνήμης παρελήφθη· μετὰ ταῦτα γὰρ εἰς τὸ κήρυγμα καὶ τοὺς μαθητὰς ἀποστέλλει, καὶ τὸ τῶν πέντε ἄρτων θαυματουργεῖται πλῆθος, καὶ ἡ περὶ τοῦ διδασκάλου τῶν μαθητῶν ὑπόληψις λογοθετεῖται, καὶ ἡ τῆς μεταμορφώσεως ὑπὲρ νοῦν καὶ λόγον πρᾶξις θεουργεῖται. « Ἐγένετο γάρ, φησί, μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ καὶ παραλαβὼν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι· καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν, τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον, καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων, » καὶ ἑξῆς. Ἀλλὰ γὰρ καὶ οἱ ἑβδομήκοντα μαθηταὶ μετὰ ταῦτα ἀναδείκνυνται καὶ παραβολαὶ ταῖς νουθεσίαις συνυφαίνονται· δῆλον δὲ ὡς οὐδὲ τὸ πάθος οὔπω ἐνεστήκει· οὐδ᾽ ἡ τῶν μιαιφόνων Ἰουδαίων ἐπιβουλὴ διὰ βουλῆς καὶ μελέτης τὸ κῦρος ἐλάμβανεν. Ἀπὸ μὲν τοῦ καιροῦ τὸ διάφορον τῆς παρὰ τῷ Λουκᾷ γυναικὸς πρὸς τὰς ἄλλας οὕτω φανερῶς καὶ ἀναμφιβόλως ἔξεστιν ἐννοεῖν τοῖς βουλομένοις· καὶ γὰρ τῶν ἄλλων ἑκατέρας ἤδη τοῦ Δεσποτικοῦ πάθους ταῖς τῶν Ἰουδαίων μελέταις ἐνεργουμένου αἱ ἱστορίαι τὴν μνήμην εἰσάγουσι· τὴν μὲν πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα, τὴν δὲ πρὸ δύο τοῦ πάθους· καὶ τῆς μὲν τὴν πρᾶξιν ὁ ἠγαπημένος καὶ παρθένος μαθητὴς ἀναγράφει, ἥτις καὶ ἀδελφὴ τοῦ τε Λαζάρου καὶ τῆς Μάρθας ἐχρημάτιζε, καὶ τῶν ἀγαπωμένων ἐγνωρίζετο τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ τῶν θαυμαζομένων, ὅσα γε ἐπὶ τῇ τοῦ βίου σεμνότητι· ἥτις καὶ πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα τὴν ἱερὰν ἐκείνην ἱερουργήσασα τελετήν, τὸν οἶκον αὐτῆς ἱερὸν ἀνάκτορον ἀπειργάσατο· ἐπὶ ταύταις ἡ τρίτη καὶ ἡ τελευταία, ἡ πρὸ δύο ἡμερῶν ἀλείψασα τοῦ πάθους τὸν Σωτῆρα, περὶ ἧς Ματθαῖός τε καὶ Μάρκος τὴν διήγησιν ἀνετάξαντο· οὐκοῦν ὁ λόγος εὐλόγως αὐτὰς τρεῖς ἀνακηρύττει. Καὶ ὅρα κἀντεῦθεν· καὶ ἡ μὲν ἁπλῶς τῷ τῆς κακίας ὀνόματι ἁμαρτωλὸς ὀνομάζεται, καὶ εἰς τὴν οἰκίαν τοῦ Φαρισαίου, οὐχὶ δὲ τοῦ Σίμωνος τοῦ λεπροῦ, τὸν Ἰησοῦν ὁρᾷ, τῇ παρακλήσει τοῦ ἑστιῶντος ἁλῶν καὶ τραπέζης κοινωνῆσαι κατακεκλιμένον· αὕτη καὶ τοῦ μύρου προχέει τὰ δάκρυα, καὶ τοὺς πόδας βρέχει τοῦ Ἰησοῦ, καὶ ταῖς θριξὶ τῆς κεφαλῆς ἐκμάσσει, καὶ καταφιλεῖν λαμβάνει θάρσος, κἀκεῖθεν παρρησιάζεται, καὶ τῷ μύρῳ τοὺς πόδας ἀλείφει· καὶ σιωπῶσι μὲν ἐπὶ τῇ πράξει πάντες οἱ παρόντες, καὶ οὐδεὶς οὐδεμίαν ἐπιτίμησιν ἐπάγει τῷ γυναίῳ· ὁ δὲ Φαρισαῖος μόνος καὶ τότε ἐν ἑαυτῷ τῇ πράξει δυσχεραίνων ἐγνώσθη· φησὶ γάρ· « Οὗτος εἰ ἦν προφήτης ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν· » εἶτα ὁ Ἰησοῦς ἐκεῖνον μὲν ἐκ τῶν οἰκείων λόγων συμποδίζει τε καὶ ἐπιστομίζει, τῆς δὲ γυναικὸς τὴν πρᾶξιν ἐπαίρει τε, καὶ τοῖς πρέπουσιν ἐγκωμίοις ἀποσεμνύνει, καὶ μισθὸν αὐτῇ
col. 361–362page 181 of 591
PG 101:361τῆς πράξεως ἀντιδίδωσιν τὸ μέγα δῶρον, τῶν ἁμαρτημάτων τὴν ἄφεσιν· καὶ οὐδὲ μέχρι τούτου ἵσταται, ἀλλὰ καὶ τὴν τῆς γυναικὸς σωτηρίαν εἰς τὴν αὐτῆς ἀνάγει γνώμην, « Ἡ πίστις σου γάρ, φησί, σέσωκέ σε. » Αὕτη μὲν οὖν ἡ παρὰ τῷ Λουκᾷ τοσαύταις πρὸς ταῖς ἄλλαις ἀφορίζεται διαφοραῖς. Ἡ δὲ παρὰ τῷ Ἀγαπημένῳ μαθητῇ ἐμφανεστάτην μὲν ἔχει τὴν διαφοράν, ὅτι καὶ γένους λαμπροῦ καὶ οἰκίας ἐπισήμου καὶ θαυμαζομένου βίου, καὶ τὸν ἀδελφὸν ἀπέλαβεν ἄρτι τῶν πυλῶν ἀναδεδυκότα τοῦ ᾅδου· ὡς καὶ συνανέκειτο ἐν τῷ δείπνῳ τοῦ Ἰησοῦ, τῆς Μαρίας αὐτῆς διακονούσης, ἡνίκα καὶ προσάγει τὸ μύρον, καὶ ἐκμάσσει καὶ αὐτὴ ταῖς θριξίν, οὐ πρὸς ἀντάμειψίν τινα τὸ θεοπρεπὲς ἔργον καταβαλλομένη, ἀλλ᾽ εὐχαριστίας μᾶλλον τῆς γεγενημένης περὶ τὸν ἀδελφὸν θεουργίας ἀφοσίωσίν τινα ἐπινοοῦσα. Κἀνταῦθα μὲν οἱ μαθηταὶ πάντες, σιγῇ τὴν πρᾶξιν ἠσπάζοντο· καὶ τοῦ περὶ τὸν Λάζαρον θαύματος ἴσως τὴν ὑπερβολὴν ἐννοούμενοι καὶ τῆς γυναικὸς τὴν εὐλάβειαν δι' αἰδοῦς φέροντες· μόνος δὲ τῆς φιλαργυρίας τὸ ἀνδράποδον, τῆς προδοσίας ὁ κάπηλος καταγογγύζει τῆς πράξεως· καὶ ὁ Ἰησοῦς τὴν νόσον ὑφ' ἧς κεκρατημένος ταῦτα ἔπραττεν εἰς μέσον ἄγων, εἶπεν αὐτῷ· « Ἄφες αὐτήν, εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό. » Ἀντὶ τοῦ, Σὺ μὲν τὸν ἐμὸν σπουδάζεις θάνατον, διὰ τοῦτό σοι καὶ ἡ τοῦ μύρου τιμὴ περισπούδαστον· αὕτη δέ σου τὴν ἔκθεσμον πρᾶξιν καὶ δι' ὧν εἰργάσατο στηλιτεύει· καὶ διδάσκει κἂν μὴ μαθεῖν ἐπωρώθης, ὅτι ὅνπερ σὺ προδοῦναι σπουδάζεις, αὕτη Θεῷ ἴσα θυσιάζει καὶ σέβεται· ἀλλὰ τοιαύτη μὲν καὶ ἡ τοῦ Λαζάρου ἀδελφή. Ἡ δὲ λοιπὴ τρίτη τῶν ἐπιχεαμένων τῷ Δεσπότῃ τὸ μύρον, περὶ ἧς Μάρκος καὶ Ματθαῖος ἱστορήκασιν, ἀπὸ δὲ τοῦ τῆς πορνείας ἄγους ἐπονομάζεται, ἐν τῇ οἰκίᾳ μὲν παραγίνεται Σίμωνος τοῦ λεπροῦ, οὐ τότε λεπρῶντος, ἀλλὰ πάλαι μὲν τῷ πάθει κατεχομένου, τότε δὲ τῇ τοῦ Ἰησοῦ φιλανθρωπίᾳ κεκαθαρμένου, ὃν καὶ ἡ πόρνη συνεπισταμένη καὶ ἐξ οἵου βδελύγματος εἰς οἵαν ὄψιν ἀποκατέστη τὸν χρῶτα, ἐλπίδας τε ἀνελάμβανε χρηστὰς ἀπαλλαγῆναι τοῦ ψυχικοῦ μύσους, καὶ παρρησίας ἐγίνετο προσελθεῖν τῷ Ἰησοῦ, καὶ δὴ προσελθοῦσα οὐχ ἅπτεται μὲν τῇ χειρί, οὐδὲ ταῖς θριξὶν ἐκμάσσει· οὐδὲ γὰρ οὐδενὶ μέλει τοῦ σώματος ψαῦσαι τοῦ Σωτῆρος ἀτόλμητον ἐποιεῖτο, ἀλλ᾽ ἄψαυστον αὐτὸ τοῦ ἐῤῥυπωμένου χρωτὸς συντηροῦσα, κλέπτει τὴν διὰ τοῦ μύρου τιμὴν καὶ θυσίαν· καὶ τὸ ἀλάβαστρον συντρίψασα, ἀθρόον τὸ μύρον τῆς κεφαλῆς ἐπιχέει· καὶ ἀγανακτοῦσι τηνικαῦτα οὐχ ὁ Φαρισαῖος, οὐδὲ μόνος ὁ προδότης, ἀλλὰ τῶν μαθητῶν οὐκ ὀλίγοι. Ἡ δὲ γεγενημένη διαφόρως ἀγανάκτησις οὐκ ἀπὸ τῆς αὐτῆς ἀνερρίπιζετο γνώμης, ἀλλὰ τοῦ μὲν Σίμωνος ὡς οὐδὲν ὑψηλὸν περὶ τὸν θεραπευτὴν καὶ Σωτῆρα φανταζομένου, τοῦ δὲ Ἰούδα ὡς τῷ τῆς φιλαργυρίας πάθει κεκρατημένου, τῶν δὲ μαθητῶν ὡς ἐλέῳ τῶν πενομένων ἐκνενικημένων· οὐχ ὥστε τὸ Δεσποτικὸν φίλτρον καὶ σέβας δευτερωθῆναι, ἀλλ' ὅτι κἀκεῖνον ᾔδεισαν τὸν ἔλεον καὶ αὐτῆς προκρίνοντα τῆς θυσίας· Ἔλεον γάρ, φησί,
col. 363–364page 182 of 591
PG 101:363θέλω καὶ οὐ θυσίαν· ἄλλως τε δὲ καὶ τῷ περὶ τὸν διδάσκαλον σεβάσματι, φρικτὸν ἡγοῦντο τὴν γυναῖκα κατὰ τῆς κεφαλῆς τὸ μύρον ἐπιχέαι· ἔνθεν καὶ ὁ Ἰησοῦς διὰ τῆς κατ' αὐτὴν ἀγανακτήσεως ἀπάγων τοὺς μαθητάς, Οὐδὲν τολμηρόν, φησὶν, ἔπραξεν, ἀλλ' ἔργον ἀγαθὸν εἰργάσατο. Καὶ πρὸς μὲν τῶν μαθητῶν τοὺς εὐγνώμονας ταῦτα· πρὸς δὲ τὸν Ἰούδαν πάλιν εἰς μέσον ἄγων τῷ αἰνίγματι τὴν μεμελετημένην προδοσίαν φησί· Βαλοῦσα τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με πεποίηκεν. Ἀγανακτεῖς, φησί, τοῦ μύρου κενουμένου· πόσης ἀγανακτήσεως ἄξιον ταὐτὸν προσῆκεν ἡγεῖσθαι κατὰ τοῦ Δεσπότου καὶ διδασκάλου προδοσίαν καὶ θάνατον καὶ τάφον διαμελετῶντα· πτωχῶν ἔστι σοι φροντίς; καὶ πῶς τοῦ ἀστέγου, μηδὲ τὴν κεφαλὴν ἔχοντος ἔνθα κλινεῖ, τὴν σφαγὴν σπουδάζεις; ἐφ' ᾧ μηδὲν τῶν ἰδίων ἀποκενοῖς, τούτου βαρὺ καὶ ἀφόρητον τὴν συνουσίαν νομίζεις; Ἐν οἷς σε δεῖ καὶ τῶν οἰκείων πολλὰ καταβάλλειν, ἐλέῳ τὴν ἔνδειαν τῶν πενομένων ἀναπληροῦντα, πῶς ἀνεπαχθῶς καὶ φιλανθρώπως τούτων τὴν συνδιατριβὴν οἴσεις; Ἀναλαβόντες οὖν χωρίς τινος προλήψεως καὶ προσπαθείας ἔνεστι συνιδεῖν καὶ φιλαλήθως εἰπεῖν, ὡς ἡ μὲν τῶν ἀλειψαμένων μύρῳ τὸν Κύριον, πολλῷ τῶν ἄλλων τῷ μέσῳ προέλαβεν· αἱ δὲ περὶ τὸ πάθος τὴν ἱερουργίαν ταύτην ἐπὶ νοῦν βάλλονται· καὶ τούτων ἡ μὲν πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα, ἡ δὲ πρὸ δύο τοῦ πάθους· καὶ ἡ μὲν ἁμαρτωλός, ἡ δὲ πόρνη ἀπὸ τῶν παθῶν μᾶλλον ἢ ἀπὸ τῶν κυρίων τῆς κλήσεως γνωσκόμεναι, ἡ δὲ ἀπὸ τοῦ ἀδελφοῦ φέρει τὸ ἐπώνυμον· καὶ ἡ μὲν ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου τοὺς Δεσποτικοὺς πόδας ἀλείφει τῷ μύρῳ καὶ τοῖς δακρύοις προαποπλύνει, ἡ δὲ ἐν τῇ οἰκίᾳ τῇ ἰδίᾳ καὶ δακρύων καιρὸν οὐ γινώσκει· δεξιοῦται δὲ μᾶλλον τραπέζῃ καὶ εὐφροσύνῃ αὐτόν τε τὸν Ἰησοῦν, καὶ οὗ τὸν τάφον ἡ σωτήριος φωνὴ γενέσεως ἔδειξεν ἐργαστήριον, καὶ χωρίον ἀναβιώσεως· κενοῖ δὲ καὶ αὕτη κατὰ τῶν ἀχράντων ποδῶν τὸ μύρον καὶ ταῖς θριξὶν ἀπομάσσει· ἡ δὲ λοιπὴ τρίτη ἐν τῇ οἰκίᾳ μετὰ τοῦ λεπροῦ παραγίνεται πολύτιμον· καὶ αὐτὴ μύρου φέρουσα, οὐδαμῶς δὲ τοῖς μέλεσι τοῦ Σωτῆρος ψαύει, ἀλλ' ἄφνω τὸ ἀλάβαστρον συντρίψασα, κατὰ τῆς κεφαλῆς τὸ μύρον ἐπιχέει, τέχνῃ προφθάνουσα καὶ σπουδῇ τοὺς εἴ τινες ἐπιχειρεῖν μελετήσειαν τὴν πρᾶξιν κωλύειν· καὶ ἡ μὲν τὴν πόλιν φέρει μάρτυρα τῆς ἀκολασίας· ἐν τῇ πόλει γὰρ ἁμαρτωλὸς ὠνομάζετο· ἡ δὲ τὴν κώμην· ἡ δὲ τοῖς τῆς σωφροσύνης καὶ καθαρότητος ἀνακτόροις ἐθαλαμεύετο· καὶ ἐπὶ μὲν τῆς πρώτης ὁ Φαρισαῖος μόνος ἀγανακτεῖ, ἐπὶ δὲ τοῦ Λαζάρου μόνος ὁ Ἰούδας· ἐπὶ δὲ τῆς τελευταίας ἄλλοι τε τῶν μαθητῶν, καὶ τὸ τῆς φιλαργυρίας λάφυρον, πάλιν ὁ προδότης· καὶ τῇ μὲν τοῦ Λαζάρου ἀδελφῇ, οὐδεὶς μισθὸς τῆς τοῦ μύρου κενώσεως ἐπαγγέλλεται· προκαταβληθείσης γὰρ ὑπὲρ λόγον εὐεργεσίας καὶ δωρεᾶς, τὸ παρ' αὐτῆς τελούμενον ὑπῆρχε χαριστήριον· μόνη δὲ κἀνταῦθα ἡ τοῦ Ἰούδα προδοσία καὶ προπέτεια γνωρίζεταί τε καὶ διελέγχεται. Καὶ ἡ μὲν παρὰ τῷ Λουκᾷ ἄφεσιν ἁμαρτιῶν εὑρίσκει, τὴν μισθαποδοσίαν καὶ τοῦ μύρου καὶ τῆς πίστεως· τῇ δὲ παρὰ Ματθαίῳ καὶ Μάρκῳ, τὸ μνημόσυνον ἐπαγγέλλεται δι' αἰῶνος εἰς τὴν οἰκουμένην κηρύττεσθαι· διάφορος μὲν ἡ μισθαποδοσία ἑκατέρᾳ τῶν
col. 365–366page 183 of 591
PG 101:365γυναίων ἐπαγγέλλεται· οὐ μέντοι θατέρας ὁ μισθός, τὴν ἑτέραν ἀγέραστον καταλείπει. Καὶ γὰρ ἄμφω μὲν τῶν ἁμαρτημάτων τὴν ἄφεσιν εὕραντο, ἄμφω δὲ διὰ τῆς ἱερᾶς ταύτης πράξεως ἐν ὅλῳ τῷ κόσμῳ κηρύσσονται, καὶ δι' αἰῶνος ἐκληρώσαντο τὸ μνημόσυνον φέρειν τοῖς ἐπαίνοις στεφανούμενον. Ἀλλ' ὁ μὲν ἡρμόζεν ἑκατέρᾳ πρὸς παραμυθίαν καὶ ἀποδοχὴν τῆς ἐργασίας ἐπαγγέλλεσθαι, τοῦτο εἴρηται· καὶ γὰρ τὴν μὲν ἐπετίμων οἱ ἀπόστολοι ὡς παραχρωμένην τῷ μύρῳ καὶ μάτην ἐκδαπανώσαν αὐτὸ καὶ καταναλίσκουσαν· περὶ δὲ τῆς λοιπῆς ὁ Φαρισαίος διεγόγγυζεν, ὅτι ἁμαρτωλὸς οὖσα καὶ κατεγνωσμένη τοιαῦτα πράττειν ἐπὶ νοῦν ὅμως ἐπεβάλλετο· καὶ λανθάνειν ἐνόμιζε τὸν διδάσκαλον ἐξ οἵου βίου καὶ πολιτείας τὸ γύναιον ἐγνωρίζετο. Διὸ ταύτῃ μὲν ὁ μισθὸς ἀνεῤῥήθη τῶν ἁμαρτημάτων ἡ ἄφεσις· ἐκείνῃ δὲ τὸ εἰς πάντας περιηχηθῆναι τὴν πρᾶξιν ἀνεκηρύχθη, καὶ παρὰ πάντων μακαρίζεσθαι· τῇ μέντοι γε ἀδελφῇ τοῦ Λαζάρου οὐδέτερον τούτων ἀνταποδίδοται· ἐπειδὴ οὐδὲ ἐκείνη προσδοκωμένης εὐεργεσίας καὶ χάριτος ἀῤῥαβῶνα κατεβάλλετο· ἀλλ' ὑπὲρ ὧν ἀπήλαυσεν ὑπὲρ λόγον τὸν ἀδελφὸν ἀντὶ νεκροῦ καινοτέρᾳ ζωῇ τὴν τοῦ θανάτου νέκρωσιν προοιμιασάμενον ἀπολαβοῦσα, τὸν εὐεργέτην δι' εὐχαριστίας ἦγε· καὶ κατά γε γνώμην καὶ δύναμιν, τὸ γέρας ἀπένεμεν. Ἄλλως τε δὲ αἱ μὲν ἀτελεῖς ἦσαν, καὶ δὴ καὶ τῷ φορτίῳ τῶν ἁμαρτημάτων ἐβαρύνοντο· ἐδέοντο τοίνυν παρακλήσεώς τινος καὶ πληροφορίας ὡς ἡ πρᾶξις αὐτῶν ἀπεδέχθη, καὶ τῶν ἐλπίδων οὐ ψευσθήσονται· διὸ καὶ τοῦ γένους ἡμῶν ὁ Σωτὴρ καταλλήλως αὐταῖς καὶ οἰκείως τὰς ἐπαγγελίας διενείματο· ἡ δὲ τελειοτέρα τε ὑπῆρχε, καὶ τοῦ παραδόξου θεάματος ἔτι διὰ τῶν ὀμμάτων ἀπήλαυε, καὶ οὐκ ἐδεῖτο τέως ὑποσχέσεων μειζόνων· ἀρκεῖτο δὲ τῷ τε παραδόξῳ θεάματι καὶ τῇ κοινῇ πρὸς πάντας τοὺς πεπιστευκότας ἐπαγγελίᾳ τοῦ Δεσπότου, ὅτι ὁ πιστεύων εἰς αὐτὸν, τῆς αἰωνίου ζωῆς τὸν κλῆρον ἀναφαίρετον ἕξει. Διὰ τί δὲ ἐπὶ μὲν τῆς παρὰ τῷ Λουκᾷ γυναικὸς οὐδεὶς τῶν μαθητῶν οὐδὲ ὁ Ἰούδας ἀγανακτεῖ, ἐπὶ τῆς τοῦ Λαζάρου μόνος ὁ προδότης; ἐπὶ δὲ τῆς πόρνης, τῶν μαθητῶν οὐκ ὀλίγοι; ἢ διὰ τοῦτο τῶν μαθητῶν οὐδεὶς ἐπὶ τῇ πρώτῃ, οὐδὲ ὁ προδότης ἀγανακτεῖ, διότι ὁ μὲν Ἰούδας οὔπω ἦν κατὰ κράτος ἁλοὺς τῷ τῆς φιλαργυρίας νοσήματι, οὐδὲ τῆς προδοσίας ὁ Σατανᾶς οὔπω ἦν αὐτοῦ τὴν καρδίαν κατασκευασάμενος ἐπιτήδειον ὄργανον· οἱ δὲ ἄλλοι μαθηταὶ διὰ τοῦτο πρὸς τὴν ἀγανάκτησιν οὐχ ὑπήγοντο, διότι τοὺς τῆς ἐλεημοσύνης τοῦ Διδασκάλου λόγους οὔπω ἦσαν σφόδρα ἐμπεπηγότας φέροντες τῇ ψυχῇ· οὐδ' οὕτως αὐτοὺς ἡ τῶν πενήτων ᾑρήκει φροντίς. Ἔτι δὲ καὶ τὴν γυναῖκα κλαίουσαν ἑώρων, καὶ οὐδὲ τῆς κεφαλῆς καταχέουσαν τὸ μύρον, ἀλλὰ τοὺς πόδας ἀλείφουσαν· καὶ τὸ πάθος ἀφεστάναι παρὰ τοῦ Σωτῆρος οὔπω ἐδιδάσκοντο· ἃ πάντα ἱκανὰ ἦν τῆς ἀγανακτήσεως ἀπάγειν αὐτούς. Ἄλλως τε δὲ καὶ μηδενὸς τῶν εἰρημένων παρόντος, εἴ τινι τῶν μαθητῶν ἀγανάκτησις ὑπεφύετο, εἰς τὸ φανερὸν ἂν ἐπεσχέθη προελθεῖν. Προλαβὼν γὰρ ὁ Φαρισαῖος, τῆς ἐπιτιμήσεως ὑπέσχε τὸν ἔλεγχον· καὶ τῆς σιωπῆς

Question LXIXQuæstio LXIX

col. 367–368page 184 of 591
PG 101:367τῆς Λαζάρου ἀδελφῆς οὐκ ἀγανακτοῦσε μὲν οἱ εὐγνώμονες τῶν μαθητῶν, τῆς τε γυναικὸς τῇ εὐλαβείᾳ ἐπεχόμενοι καὶ τῷ ἐνεστηκότι θαύματι συστελλόμενοι· καὶ ὅτι οὐδ᾽ αὐτὴ κατὰ τῆς κεφαλῆς ἐκείνου τὸ μύρον, ἀλλὰ καὶ τοὺς πόδας τῶν ἄλλων, σωφρονισμός ὤφθη καὶ παραίτιος· ἐπὶ εὐλαβῶς ἤλειφε· μόνος μέν τοι γε ὁ Ἰούδας ἀγανακτεῖ, ἀρχόμενος ἤδη τῇ φιλαργυρίᾳ φλεγμαίνειν, καὶ τοῖς τῆς προδοσίας πολιορκεῖσθαι λογισμοῖς. Ἐπὶ μέντοι τῆς τρίτης, ὡς εἴρηται, κἂν ἐκ διαφόρου γνώμης οἵ τε ἄλλοι μαθηταὶ καὶ ὁ Ἰούδας μάλιστα διαγογγύζει, ὁ μὲν ὡς ἤδη κατὰ κράτος ἁλοὺς τῇ προδοσίᾳ, καὶ φέρειν οὐχ οἷός τε ὢν ἔτι τῆς φιλαργυρίας τὴν φλόγα, τὰ ἔνδον ἅπαντα πυροπολοῦσαν· καὶ διὰ σεβάσματος ὁρᾶν καὶ τιμῆς παρὰ τοῖς ἄλλοις ἀγόμενον τὸν Διδάσκαλον· οἱ δ᾽ ἄλλοι μαθηταὶ ἐλεημοσύνης τε, ὡς πολλάκις εἴρηται, πολὺν ἤδη λόγον ἔχοντες καὶ φιλοπτωχίας καὶ πρὸς τὴν Διδασκάλου γνώμην οὐδὲν οἰόμενοι διαφέρεσθαι· οὐ γὰρ ἀπεικὸς ἐνόμιζαν μὴ δεῖν ἀνέχεσθαι γυναῖκα πόρνην κατὰ τῆς ἀχράντου κεφαλῆς ἐκείνης τὸ μύρον ἐκχέειν. Ἄλλως τε δὲ καὶ τὸν Διδάσκαλον ὁρῶντες πάντων μὲν ὀλιγωροῦντα, πρὸς δὲ τὸν σταυρὸν καὶ τὸν θάνατον ἐπειγόμενον· καὶ γὰρ συνεχῶς τὸ πάθος αὐταῖς ἤδη προέλεγεν· εἰ τοίνυν ὁ Διδάσκαλος ἡμῶν, εἰκὸς ἦν αὐτοῖς λογίζεσθαι, πρὸς τὸν θάνατον εὐτρεπίζεται, τί τὸ χῶρος κέρδος τῆς τοῦ μύρου κενώσεως· τίνος δ᾽ ἐξ αὐτοῦ τῆς ὠφελείας μεθέξει, ὃν κακούργων μετὰ βραχὺ θάνατος ἐκδέχεται; διὸ καὶ ὁ Σωτὴρ τὴν αὐτῶν διὰ τῶν ἐναντίων διορθούμενος διάνοιαν, Εἰς τὸν ἐνταφιασμόν μου, φησί, τοῦτο πεποίηκε· μονονουχὶ λέγων· Δι᾽ ὧν ὑμεῖς τὸ μύρον μὴ δεῖν κενωθῆναι διαλογίζεσθε, ὅτι δὲ πάντων ὀλιγωροῦντος ἐμοῦ, καὶ παρασκευαζομένου πρὸς τὸν θάνατον, διὰ τούτων μᾶλλον τῆς γυναικὸς τὸ ἔργον ἀξιολόγως φαίνεται προελθόν· Εἰς γὰρ τὸν ἐνταφιασμόν μου τοῦτο πεποίηκε· καὶ πρὸς μὲν τοὺς εὐγνώμονας τῶν μαθητῶν κατὰ ταύτην τὴν διάνοιαν ὁ Δεσποτικὸς λόγος ἁρμόσειεν ἄν· πρὸς δὲ τὸν Ἰούδαν ὡς προείρηται· καὶ γὰρ πρὸς τὴν τῶν λογισμῶν διαφορὰν οἷς ἐμερίζετο τῶν ἀγανακτούντων τὸ σύνταγμα, εἰκὸς ἦν καὶ τὸν Δεσπότην ἑκατέραις γνώμαις προενεγκεῖν τὸν λόγον ἁρμόζοντα καὶ τοὺς ἀκροατὰς πρὸς τὸ οἰκεῖον ἕκαστον συνειδὸς τὴν ἀπόφασιν οἰκειώσασθαι. Ἀλλὰ γὰρ περὶ τῶν γυναικῶν αἳ τῷ μύρῳ τὸν Δεσπότην ἀλεῖψαι κατηξιώθησαν, ὅτι μήτε πλείους ἦσαν τῶν τριῶν, μήτε ἐλάττους, ἱκανὰ οἶμαι παρασχεῖν τὰ ῥηθέντα τὸ βέβαιον καὶ ἀδίστακτον τοῖς μὴ τὸ φιλονεικεῖν τοῦ μαθεῖν σπουδαιότερον καὶ τιμιώτερον ἄγουσιν. ΕΡΩΤΗΣΙΣ ΜΘ'. Πῶς νοητέον τὸ, « Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, τῷ δὲ βλασφημήσαντι εἰς τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἀφεθήσεται οὔτε ἐν τῷ νῦν αἰῶνι, οὔτε ἐν τῷ μέλλοντι. » Εἴρηται μὲν τοῖς μακαρίοις Πατράσιν ἡμῶν ἅτε δὴ ῥηθῆναι κατὰ τοὺς αὐτῶν ἤρμοττε καιρούς· καὶ
col. 369–370page 185 of 591
PG 101:369οὐδεμία κηλὶς αἱρετιζούσης δόξης, τὰ εἰρημένα καταστίζει οὐδεμίαν πρόφασιν ἔλαβεν· εἰρήσεται δὲ νῦν ἃ τῆς μὲν προτέρας αἰτίας οὐκ ἐλάττονα προβάλλεται τὴν ἰσχύν, τὴν δὲ δευτέραν μᾶλλον ἐστὶ πεφευγότα. Οὐκ ἀφίεται τοιγαροῦν τοῖς εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημήσασιν ἡ ἁμαρτία, διότι μηδ' ὑπελείποντο ἑαυτοῖς, δι' οὗ τῆς ἀφέσεως ἀξιωθήσονται· καὶ γὰρ ἡ τῶν ἁμαρτημάτων ἄφεσις, διὰ τοῦ Πνεύματος δίδοται· ὥς που καὶ ὁ Σωτὴρ ἐμαρτύρησεν εἰπών· « Λάβετε Πνεῦμα ἅγιον· ὧντινων ἀφίετε τὰς ἁμαρτίας, ἀφίενται· ὧν δ' ἂν κρατῆτε, κεκράτηνται· » τὴν ἄφεσιν τῶν ἁμαρτιῶν καὶ κατάκρισιν δηλονότι τῆς τοῦ Πνεύματος ἐξουσίας καὶ δυνάμεως εἶναι διδάσκει· διὰ τοῦ Πνεύματος οὖν ἱερουργεῖται τῶν ἁμαρτημάτων ἡ κάθαρσις, καὶ ἀθώωσις· ὁ δὲ βλασφημῶν ἐκεῖνο καὶ τῆς αὐτοῦ σωτηρίας ἀποσκευαζόμενος, πῶς ἂν εἴη δι' αὐτοῦ καθαιρόμενος, ἢ τῆς χρεωστουμένης αὐτῷ τιμωρίας καὶ τῶν εἰσπράξεων ἀθωούμενος; Καὶ οὐδεμίαν οἶμαι ζήτησιν ἔτι παρέχειν τοῖς ἀκριβῶς ἐπισκοπούσιν ὅπως τῶν ἁμαρτημάτων ὁ κατὰ τοῦ Πνεύματος βλασφημῶν οὐχ εὑρήσει τὴν ἄφεσιν. Εἰ δὲ καὶ τὸ λουτρὸν τῆς παλιγγενεσίας διὰ τοῦ Πνεύματος ἱερουργεῖται, καὶ τὸ δῶρον ἐκεῖθεν βρύει, καὶ τῆς ἐκεῖθεν πηγάζει χάριτος, οἱ δὲ τοῦτο διασύρουσι καὶ βλασφημοῦσιν ὡς οὐδὲν παρασχεῖν ὄφελος οὐδὲ κέρδος δυνάμενον· τί γὰρ ὕδωρ καὶ ἔλαιον ἐπιψαύον τοῦ σαρκίου τῶν διὰ βάθους ἐντακέντων τῆς ἁμαρτίας στιγμάτων καὶ τῶν ψυχικῶν παθημάτων ἀπαλλαγὴν ἐργάσασθαι δύνανται; Ὁ οὖν ταύτην τὴν βλασφημίαν κατὰ πνευματικῆς ἀναγεννήσεως, καὶ τοῦ μηδενὸς τῶν καλλίστων δώρων ἐνδεεστέρου, κατασκεδάζειν ἐπαρθεὶς εἰς ἀπόνοιαν, καὶ διὰ τοῦτο τελειοῦσθαι τῷ πνευματικῷ χαρίσματι μὴ ἀνεχόμενος, ἀλλὰ διασύρων αὐτὸ καὶ χλεύην ποιούμενος, οὗτος δή, οὗτος καὶ δι' ὅσων ἄλλων ἕρπει τὸ βλάσφημον, οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι, τὴν τῆς βλασφημίας εὑρήσει ἄφεσιν· καὶ γὰρ καὶ ὁ Σωτὴρ διαβεβαιούμενος ἔλεγεν· Ἀμήν, ἀμὴν λέγω ὑμῖν· ἐὰν μή τις ἀναγεννηθῇ δι' ὕδατος καὶ Πνεύματος, οὐκ εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. » Εἰ δὲ καὶ Πνεῦμα οὐ μόνον ἰδιαίτερον τὸ πανάγιον Πνεῦμα λέγεται, ἀλλὰ καὶ κοινότερον ἡ ἁγία Τριάς (« Πνεῦμα γὰρ ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν »), δηλονότι ὁ εἰς Πνεῦμα βλασφημῶν, τουτέστιν ὁ κατά μιᾶς τινος τῶν ὑπερφυῶν καὶ ὁμοουσίων ὑποστάσεων τῆς παντοκρατορικῆς καὶ ὑπερουσίου θεότητος βλάσφημον γλῶσσαν ἀφιείς, κἂν δοκῇ τῆς περὶ τὰς ἀρετὰς καὶ τὸν βίον ὕβρεως καὶ δυσφημίας ἀνεύθυνος εἶναι, ἀλλ' οὖν τῷ πολλῷ μείζονι συνεχόμενός τε καὶ ἐταζόμενος ἁμαρτήματι, οὐδαμῶς εὑρήσει τὴν ἄφεσιν, οὔτε ἐν τῷ νῦν αἰῶνι, οὔτε ἐν τῷ μέλλοντι. Ὅρα δὲ κἀντεῦθεν· Υἱὸς ἀνθρώπου λέγεται ὁ Σωτήρ, ἐπείπερ ἀληθῶς ἐχρημάτισεν ἄνθρωπος καὶ ἀνθρωπίνοις ἑκὼν ὑποκύψαι λέγεται πάθεσιν· ἐν οἷς ἡ ἀνθρωπίνη φύσις ἐρωμένη, τὸ ἀδιάβλητον καὶ
col. 371–372page 186 of 591
PG 101:371ἀνεπιτίμητον ἐκληρώσατο· λέγει τοίνυν διὰ τῶν προκειμένων ῥημάτων ὁ Σωτὴρ, ὅτι ἀπὸ τῶν ἀνθρωπίνων πράξεων τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, τουτέστιν ἀπὸ τῶν ἀδιαβλήτων παθῶν βλασφημῶν αὐτὸν καὶ διασύρων, οἷον ὅτι ἐπείνασεν, ἐδίψησεν, ὅτι τὸ πάθος ἠγωνίασεν, ὅτι ἱδρῶτες αὐτὸν περιέσταζον, ὅτι περίλυπον ἑαυτὸν ἔλεγε τῷ τοῦ θανάτου φόβῳ διοχλούμενος, ὅτι προσηύχετο, ὅτι παρητεῖτο τὸ ποτήριον· ἐκ τούτων οὖν ὁ σκανδαλιζόμενος τῶν ἀνθρωπίνων, καὶ δι' ὧν ὁ Σωτὴρ Υἱὸς ἀληθῶς ἀνθρώπου παρείχεν ἐπιγινώσκεσθαι, οὗτος ῥᾷον δύναται ῥίψαι τὸ σκάνδαλον καὶ τὴν βλασφημίαν διαφυγεῖν, καὶ τῆς ἁμαρτίας λαβεῖν ἄφεσιν· τυφλοὺς ὁρῶν λόγῳ δημιουργουμένους τὰ ὄμματα, χωλοὺς δὲ τῷ δρόμῳ τὸ πάθος ἐλέγχοντας, τὸν ἐν νεκροῖς τεταρταῖον τοῦ θανάτου καταγελῶντα τὴν δύναμιν, καὶ ὅσα ἄλλα θεουργῶν ὁ Σωτὴρ ἐδείκνυτο· καὶ τούτων μὲν γὰρ ἕκαστον ἄμαχον ἔχει τὴν ἰσχύν, τὸν σκανδαλιζόμενον, ἂν ἄρα μὴ ἑκὼν κακουργῇ, ἀπαλλάξαι τῆς πλάνης καὶ τῆς βλασφημούσης διαθέσεως· ὁμοῦ δὲ πάντα ταῖς διανοίαις ἐπιμελῶς μελετώμενα, πῶς οὐ θᾶττον μεταστήσει πρὸς θεολογίαν τὸν ἀπὸ τῶν ταπεινῶν καὶ ἀνθρωπίνων εἰς βλασφημίαν ὑποσυρόμενον; Ὁ δὲ ἀπὸ τούτων τῶν θεοπρεπῶν τε καὶ ὑπερφυῶν ἔργων εἰς βλασφημίαν κακουργῶν, καὶ σπουδάζων ὅπως διὰ τοῦ ἀγαθοῦ τὸ φαῦλον δημιουργήσειε· καὶ νῦν μὲν λέγων, δαίμονας ὁρῶν διώκοντα, «Δαιμόνιον ἔχει·» νῦν δὲ, ὅτι «Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια·» νῦν δὲ οὗ τὰς ὄψεις ἡ γένεσις ἀπεστέρησε, τούτου πηλῷ καὶ λόγῳ τοὺς ὀφθαλμοὺς πλαστουργήσαντα, προπηλακίζων τε καὶ τὸ θαῦμα εἰς ὕβριν ἕλκων, καὶ λέγων, ὡς «Οὐκ ἔστιν οὗτος παρὰ τοῦ Θεοῦ·» ὁ τοίνυνδιὰ τῶν θειοτέρων τε καὶ ὑπερφυῶν ἔργων οὐδὲν βελτιούμενος, ἀλλὰ μᾶλλον ἐπὶ τὸ χεῖρον φερόμενος, καὶ πρὸς ἀπόνοιαν ἀνοιστρούμενος· καὶ δι' ὧν ἔδει θαυμάζειν καὶ ἀνυμνεῖν τὸν εὐεργέτην, δι' ἐκείνων ἐνυβρίζων τε καὶ βλασφημῶν, διὰ τίνων ἄλλων ἂν ἐπιστραφῇ καὶ παλινῳδίαν ᾄσῃ, καὶ πρὸς τὴν μετάνοιαν καταφύγῃ καὶ τὴν ἄφεσιν λήψεται, ἢ δηλονότι δι' ἑτέρου οὐδενός; Τὸν βλασφημήσαντα τοίνυν εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τουτέστιν εἰς τὰς θεοσημείας, καὶ μηδὲ δι' αὐτῶν τὴν προτέραν δυσφημίαν ἀποσκευασάμενον, τοῦτον οὐδὲν ἕτερον διορθώσεται· μὴ διορθούμενον δὲ, πόθεν ἡ ἄφεσις ἀκολουθήσει τοῦ ἁμαρτήματος; διόπερ εὐλόγως τε καὶ θεοπρεπῶς ὁ σωτήριος λόγος τὸν τὰς θεουργίας εἰς βλασφημίαν μεταστρέψαι φιλονεικήσαντα, πάσης συγγνώμης ἀνάξιον ἡ πηγὴ τῆς ἀφέσεως ἀπεφήνατο· οὐδεμίαν γὰρ ἑαυτῷ πρόφασιν ὑπελελοιπὼς οὔτε διορθώσεως τῶν κατὰ τοῦ Πνεύματος ὕβρεων καὶ βλασφημιῶν, οὐδὲ πολλοῦ δεῖ τῆς ἀφέσεως ἀξιωθήσεται· ἐσθίοντα καὶ πίνοντα εἶδες, καὶ διὰ τοῦτο φάγον καλεῖς καὶ οἰνοπότην; ἁμαρτωλοὺς καὶ τελώνας προσδεχόμενον, καὶ τοῦτό σε τελωνῶν ἐπικαλεῖν φιλίαν καὶ ἁμαρτωλῶν ἐπῆρεν· ἀλλ' ὑπολείπεταί σοι τὰ ὑψηλὰ, δι' ὧν καὶ τούτων τῶν ὕβρεων ἀποστὰς καὶ πρὸς μετάνοιαν καταφυγών, τὴν ἄφεσιν εὑρήσεις· ὅτι μετὰ γυναικὸς καὶ τότε Σαμαρεί-
col. 373–374page 187 of 591
PG 101:373τιδος ἐλάλει καὶ πιεῖν παρ' αὐτῆς ὕδωρ ἐπεζήτει, τὰ ταπεινὰ συνηλάθης λογίζεσθαι περὶ αὐτοῦ; πῶς ὥσπερ ἔλαβες τὴν Σαμαρείτιν, πρόφασιν ταπεινοτέρας ὑπολήψεως καὶ δόξης, οὕτως οὐ παρέλαβες αὐτὴν διδάσκαλον καὶ τῆς ὑψηλοτέρας; «Δεῦτε γάρ, φησίν, ἴδετε ἄνθρωπον,» πόλιν ὅλην ἐπιστρέφουσα ἐκάλει, «ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα·» οὐδὲ ταῦτά σε θεωρὸν ἐργάζεται τῶν θειοτέρων τε καὶ ὑψηλοτέρων; ἀλλ' ὅτι πυνθάνεται τῶν μαθητῶν, «Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι;» ἀνοίας ἄρπαγμα τὴν ἐρώτησιν ποιησάμενος, ἕνα τῶν πολλῶν νομίζεις; καὶ πῶς οὐ πρὸς θεοπρεπῆ δόξαν ἀναβαίνεις, ἀκούων λέγοντος τῷ τὴν ἀπόκρισιν παρεσχημένῳ, «Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος·» «Ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς;» Καὶ, «Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς;» Ἀνθρώπινα ταῦτα, ἢ μόνης τῆς παντοδυνάμου Θεότητος καὶ φιλανθρώπου; ἀλλὰ ῥήματα ταῦτά ἐστι, καὶ τὴν ὄψιν οὔπω προσέλαβε μάρτυρα; οὐδὲ τῶν πραγμάτων εὐθὺς ἐνέστηκεν ἡ ἐνέργεια; τυφλοὺς ὁρῶν μετὰ γέννησιν τὴν τῶν ὀμμάτων ἑορτάζοντας ἀναγέννησιν, καὶ τῇ ἐναργείᾳ τῶν ὄψεων τὸ ἐκ γενέσεως πάθος ἀπελάσαντας, κωφοὺς ἀκούοντας, καὶ χωλῶν τὰς βάσεις ὀρθουμένας ῥήματι, καὶ νεκροὺς ἀνισταμένους, καὶ πέτρας τῷ πάθει τῷ Δεσποτικῷ ῥηγνυμένας, καὶ ἥλιον σκυθρωπάζοντα, καὶ σκότος ἀντὶ τῶν ἀκτίνων καὶ τῆς πολλῆς λαμπρότητος περιβαλλόμενον, καὶ τάφους κενουμένους, καὶ νεκροὺς μετὰ τῶν ζώντων τὴν κοινὴν ἀνάστασιν προδιατυποῦντας καὶ συνεορτάζοντας. Ταῦτα ὁρῶν, πῶς οὐ πάντων ἀπέστης δι' ὧν σεαυτῷ συνήγες τὰ σκάνδαλα, καὶ τὸν γνώμονα ἐτραυμάτιζες, καὶ πολλῇ σπουδῇ καὶ δρόμῳ καταφυγὼν πρὸς μετάνοιαν ἐπεδείξω τὴν διόρθωσιν, ἵνα δι' αὐτῆς καὶ ἄφεσιν τῶν ἁμαρτιῶν ἐκέρδησας; ἀλλ' οὐδὲ τούτοις καταμαλάττεσθαι τὴν τῆς καρδίας πύρωσιν ἀνέχῃ· ἔτι δὲ μᾶλλον φιλονεικεῖς τὴν ἀπόνοιαν καὶ τὸ θεόμαχον κρατύνειν· καὶ νῦν μὲν ἐν τῇ τοῦ Σαββάτου περιεργοτέρᾳ καὶ καιρὸν οὐκ ἐχούσῃ φιλοτιμίᾳ, τὰς ὑπὲρ τὸ Σάββατον θεοσημείας φαυλίζεις· νῦν δὲ τὸ Σάββατον οὐκ ἔχων ἀναχώρησιν τῆς βλασφημίας, ὁρῶν δαιμονίας πληγῆς ἀπαλλαττόμενον τὸ γένος, ἐπὶ τὴν Βεελζεβοὺλ καταφεύγεις· νῦν δὲ καὶ ταύτην τὴν πρόφασιν ἀναπλάττειν παντελῶς ἀφῃρημένος, τὴν θάνατον ἔγνως καὶ τὴν μιαιφονίαν βοηθὸν καὶ σύμμαχον ποιεῖσθαι· καὶ ὃν ἐκεῖνος τεταρταῖον οὐκ ἴσχυσεν ἔτι κατέχειν νεκρόν, τοῦτον πάλιν ὑποστρέφειν πρὸς αὐτόν, τὰς παλαμναίας γνώμας καὶ χεῖρας ἐκτείνεις· «Ἐζήτουν γάρ, φησίν, οἱ Ἰουδαῖοι ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσι·» καὶ τὸ τελευταῖον, τὸν ταῦτα θαυματουργήσαντα, σταυρῷ καὶ θανάτῳ καταδικάζεις· καὶ κουστωδίαν ζητεῖς· καὶ σφραγῖδας ἐπιβάλλεις τῷ νεκρῷ καὶ τῷ τάφῳ· καὶ τὸ ἀναισχυντότατον καὶ πᾶσαν ὑπερβάλλον ἀθεότητα καὶ συγγνώμην οὐδεμίαν οὐδαμῶς ὑπολειπόμενον τῆς κλοπῆς τῷ πλάσματι τὴν ἀνάστασιν κλέπτεις· μηδὲ τῷ τῶν ἐξ αἰῶνος ἁπάντων ὑπερκειμένῳ παρα-
col. 375–376page 188 of 591
PG 101:375Α δόξων καὶ ὑπερφυῶν ἔργων δυσωπηθείς τε καὶ μεταβληθεὶς θαύματι, ἀλλὰ κατ' ἐκείνου μᾶλλον τὸ κακοὔργον μελετήσας, ὅσῳ καὶ τῇ ὑπεροχῇ τῶν ἄλλων διέφερεν. Ο γοῦν ἐκ μηδενός τῶν λαμπρῶς ἀπαστραπτόντων τὸ ἀξίωμά τε καὶ τὴν ἄμαχον ἰσχὺν τῆς θεότητος ἤτοι τῶν πνευματικῶν τε ἐνεργειῶν καὶ πράξεων μηδεμίαν μεταβολήν, μηδὲ μετάνοιαν ἐπιδειξάμενος, οἷς ἑαυτὸν διὰ τῶν ἀνθρωπίνων φαύλοις καὶ ψυχοφθόροις κατηκίσατό τε καὶ κατέστιξεν ὑπολήψεσιν· ἀλλὰ καὶ τὰ θεῖα προσθήκην ἀπονοίας καὶ θεομαχίας μείζονος τοῖς τετολμημένοις ποιησάμενος, κατάδηλόν τε καὶ ἐμφανέστατον, ὡς ὁ τοιοῦτος μηδὲν ἑαυτῷ ὑπολειπόμενος, δι' οὗ τὸ κρεῖττον τοῦ φαύλου προέλοιτο, καὶ θερμῇ καὶ ὀξείᾳ μετανοίᾳ διαλύσει τῶν φθασάντων τὰ ὀφλήματα, οὐδὲ τῆς ἀνέσεως ὅλως ἀξιωθήσεται οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι. Εἰσὶ δὲ, οἷς τὸ « οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι » τρόπον ἕτερον ἐκλαμβάνεται, καὶ τῆς ἀπορίας ἡ λύσις ἁπλούστερόν τε καὶ ἑτοιμότερον προάγεται· ὁ Μωσαϊκός, φασὶ, νόμος τὸν εἰς τὸ θεῖον βλασφημήσαντα, θανάτῳ ζημιοῖ, οὐ μεταδιδοὺς αὐτῷ συγγνώμης οὐδεμιᾶς οὐδ' ἀφέσεως· καὶ τοῦτο δηλοῖ τὸ μὴ ἀφίεσθαι τὸν βλασφημήσαντα ἐν τῷ παρόντι αἰῶνι· διό φασιν εὔλογον διανοεῖσθαι ὡς ὁ βλασφημῶν εἰς τὸ Πνεῦμα τὸ ἅγιον θεόθεν καὶ κατὰ τὸν μέλλοντα αἰῶνα δώσει τὴν δίκην καὶ τὰς τῆς βλασφημίας ποινὰς εἰσπραχθήσεται, ἀλλὰ καὶ κατὰ τὸν παρόντα τιμωρίαις ἐσχάταις ὑποβάλλεται, τοῦ Μωσαϊκοῦ νόμου τὴν καταρωμένην γλῶσσαν ἐπαφιέντα κατὰ τοῦ Θεοῦ, τουτέστι τὸν βλασφημίαις ἐνυβρίζοντα τὸ θεῖον, οὗ τῆς οὐσίας καὶ τῆς κυριότητος ὑπάρχει καὶ τὸ Πνεῦμα, λίθοις νομοθετήσαντος λιθοβολεῖσθαι καὶ τῆς ζωῆς ἀπελαύνεσθαι· ὥστε Θεὸς τὸ Πνεῦμα, κἂν τοῖς θεομαχοῦσιν οὐ δοκῇ, περιφανῶς ἀνακηρύττεται· ἐν ᾧ καὶ τὰ ὑπὲρ λόγον ἔργα ὁ Δημιουργὸς τῆς φύσεως θεούργει· « Ἐν δακτύλῳ Θεοῦ, » λέγων, « ἐγὼ δαιμόνια ἐκβάλλω· » δάκτυλον Θεοῦ διὰ τὸ τῆς οὐσίας ἀδιάφορον καὶ τῆς ἐνεργείας τὸ αὐτοδέσποτον ἐπονομάζων τὸ Πνεῦμα· « Ἐν μέντοι τῷ ἁγίῳ Πνεύματι, » φησὶ, « ἐκβάλλει τὰ δαιμόνια, » οὐχ ὅτι αὐτὸς ἐξ ἑαυτοῦ μὴ ἠδύνατο, ἀλλ' ἐν πᾶσιν αὐτοῦ τοῖς θεοπρεπέσιν ἔργοις, τὴν τοῦ Πατρὸς καὶ Πνεύματος ἐνέργειαν ὡς ὁμοουσίων καὶ ὁμοφυῶν καὶ πρὸς ἓν καὶ τὸ αὐτὸ θέλημα νευόντων συμπαρεῖναι διδάσκων· διὰ τοῦτο γὰρ καὶ ἔλεγεν, « Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι· » καὶ, « Ἀφ' ἑαυτοῦ οὐ λαλῶ· » καὶ τὸ, « Ἐν δακτύλῳ Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια· » καὶ ὅσα ἄλλα τὸ ὁμοφυὲς καὶ ὁμοδύναμον καὶ τῆς ἐνεργείας καὶ τοῦ θελήματος τὸ ἑνιαῖον ἱερολογοῦσι καὶ ἐκδιδάσκουσιν· οἶδα δέ τινας εἰπόντας, ὅτι κατ' ἐκεῖνο καιροῦ καθ' ὃν ἡ Δεσποτικὴ ἀπόφασις προήχθη, καὶ τὸ κράτος εἶχε περιγραφόμενον· καὶ γὰρ τηνικαῦτα οὔπω τῆς ἀναστάσεως ἐπιστάσης, οὐδὲ τῆς εἰς οὐρανοὺς ἀναλήψεως ἐπιδεδειγμένης, οὐδὲ τοῦ Πνεύματος αὐτοσχεδίους καὶ κοινοὺς τῆς οἰκουμένης ρήτορας τοὺς μαθητάς τελεσαμένου, οὔπω τούτων τῶν ὑπερφυεστάτων ἐπιστάντων, ὁ τὸν Υἱὸν τοῦ ἀνθρώπου βλασφημῶν, καὶ τοῖς ἀνθρώποις προσπταίων, εὑρήσει ἄφεσιν·
col. 377–378page 189 of 591
PG 101:377ἐσκιάζετο γὰρ αὐτοῖς ἔτι τότε τῷ σαρκίῳ τὸ ἀξίωμα· τῷ δὲ εἰς τὸ Πνεῦμα βλασφημοῦντι, οὔτε κατὰ τὸν καιρὸν ἐκεῖνον, οὔτε ἐν τῷ μέλλοντι αἰῶνι ἡ τῆς βλασφημίας δοθήσεται ἄφεσις· οὐδὲν γὰρ ἐπιπροσθοῦν εἶχον οὗτοι πρὸς τὸ μὴ καθορᾷν αὐτοὺς τὴν ὑπὲρ λόγον ἐνέργειαν καὶ τὰς δι' αὐτῆς ἀπαστραπτούσας τῆς θεότητος ἀκτίνας. Ἄλλοι δὲ πρὸς τοιαύτην διάνοιαν διὰ τῶν προκειμένων ἕλκοντας ῥημάτων· ποίαν ταύτην; τοῦ λουτροῦ, φασί, τῆς ἀφέσεως τοῦ ἐν παντὶ ἁγίῳ καὶ πυρὶ τελεσιουργουμένου μήπω παῤῥησιαζομένου οὐκ ἦν εὑρεῖν τῷ εἰς τὸ θεῖον Πνεῦμα βλασφημήσαντι τὴν ἄφεσιν· ὅτι μηδὲ τὸ μετασχεῖν ἐνῆν τῆς παλιγγενεσίας καὶ τῆς ἐκεῖθεν καθάρσεως· διὸ εἰκότως ὁ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημήσας, οὔτε ἐν τῷ νῦν αἰῶνι, καὶ διὰ τοῦτο οὐδὲ ἐν τῷ μέλλοντι, οὐδαμῶς τυγχάνει τῆς ἀφέσεως. ΕΡΩΤΗΣΙΣ Ν. Τοῦ μακαρίου Μάρκου καὶ εὐαγγελιστοῦ γεγραφότος· «Ἐξῆλθον οἱ παρ' αὐτοῦ κρατῆσαι αὐτόν· ἔλεγον γὰρ ὅτι ἐξέστη·» ποίᾳ διανοίᾳ τὴν τῶν ῥημάτων συνθήκην ἁρμόζοντες, οὐκ ἂν εἴημεν πέῤῥω τοῦ εὐαγγελικοῦ διηγήματος παρενηνεγμένοι; Διαφόροις κατελάβομεν τὸ ῥητὸν ὑποβαλλόμενον ἑρμηνείαις· καὶ γὰρ ἔνεστι λαβεῖν τὸ, «Ἔλεγον ὅτι ἐξέστη,» τὸν εὐαγγελιστὴν εἰπεῖν ἀντὶ τοῦ, Ἔλεγον ὅτι ἀποστῆναι αὐτῶν βούλεται, καταλιπεῖν αὐτοὺς διανοεῖται, πρὸς ἑτέρους μεταχωρήσαι· καὶ ταύτης συνήγορον τῆς ἐννοίας οἱ ταύτης προεστηκότες τὸν ἱερὸν παράγουσι Λουκᾶν· τὴν γὰρ αὐτήν φασιν ἱστορίαν παραδιδόντα λέγειν· «Καὶ οἱ ὄχλοι ἐπεζήτουν αὐτὸν, καὶ ἦλθον ἕως αὐτοῦ, καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπ' αὐτῶν·» οἱ δὲ καὶ διάφορον ἀποφαίνοντες τὴν ἱστορίαν ἣν ὁ θεσπέσιος ἀναγράφει Λουκᾶς πρὸς ἣν ὁ θεῖος ἀπαγγέλλει Μάρκος, εἰς ἑτέρας σαφηνείας ζήτησιν μετῆλθον· καὶ γάρ φασιν· Ἐνταῦθα μὲν ἐν οἰκίᾳ τε ἦν ὁ Ἰησοῦς, καὶ αὐτὸς ὁ μανθάνων τὰ θεῖα καὶ θεραπευόμενος ὄχλος, καὶ οὐδὲ φαγεῖν ἄρτον τῇ συνεχείᾳ τῆς ὀχλήσεως παρείχοντο καιρόν· καὶ οἱ παρ' αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτὸν, καὶ ἐλθόντες ἕως αὐτοῦ, κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπ' αὐτῶν· τῆς οὖν ἱστορίας φασὶ τὸ διάφορον ἐχούσης, πῶς ἂν εἴη λέγειν περὶ τῆς αὐτῆς ὑποθέσεως ἑκάτερον διαλαμβάνειν; ἀλλ' ἔστιν εἰπεῖν πρὸς αὐτοὺς, ὡς εἰ καὶ διάφορος ἡ ἱστορία, ἀλλ' ἐκκαλύπτεται καὶ ἀνακαθαίρεται πρὸς εὐκρίνειαν διὰ τῆς ὁμολογουμένης ἡ ἀμφίβολος· δηλούσης ἐκείνης τὸ κατέχεσθαι καὶ κρατεῖσθαι ἐφ' ᾧ τε ἐγίνετο, καὶ ὅτι μὴ ἀφίστασθαι αὐτῶν καὶ ἀποχωρεῖν, καὶ ὅτι ποθοῦντες αὐτοῦ τὴν διδάσκαλον ὁμιλίαν, καὶ τῇ τῶν θαυμασίων ἔργων ἐντρυφῶντες ἀπολαύσει, ἐπενόουν τὴν κατάσχεσιν· καὶ γὰρ πολλάκις κατελίμπανε τόνδε τὸν χῶρον ὁ φιλάνθρωπος Ἰησοῦς, καὶ τοὺς διοχλοῦντας ἐν αὐτῷ τῶν ὄχλων εἰς ἑτέρους τὴν ἀπὸ διδασκαλίας καὶ θεουργίας μετάγων σωτηρίαν· πλὴν οὗτοι τὸ μὲν κρατῆσαι αὐτὸν, εἰς τὸ ἐπισχεῖν αὐτὸν τοῦ λέγειν καὶ διδάσκειν, μεταλαμβάνουσιν· τὸ δὲ, «ἐξέστη,» πρὸς τὴν τῶν φυσικῶν δυνάμεων καὶ τῆς καθεστώσης διαθέσεως,

Question LQuæstio L

col. 379–380page 190 of 591
PG 101:379ἑρμηνείαν προσάγουσι. Τῷ χρόνῳ, φασί, καὶ τῇ συνεχείᾳ τῆς διδασκαλίας ἐνόμιζον οἱ παρ' αὐτοῦ εἰς ἄμετρον καταντήσαντα κόπον, τοῦ ζωτικοῦ τόνου καὶ τῆς ἐμφύτου δυνάμεως εἰς ἔκστασίν τε καὶ ἀσθένειαν ἐμπεσεῖν· ὅπερ γὰρ ἐκεῖνοι πεπονθότες ἴσως ἐτύγχανον τῇ ἐπιμονῇ καὶ τῷ ἀεννάῳ τῆς ἀκροάσεως καὶ τῇ τοῦ πλήθους συνωθήσει καὶ τῷ θορύβῳ, τοῦτο παθεῖν καὶ τὸν διδάσκαλον ὑπετόπαζον· διὸ καὶ οἱ παρ' αὐτοῦ φασιν, τουτέστιν οἱ πρὸς αὐτὸν οἰκειότερον διακείμενοι· Ἐξῆλθον κατασχεῖν αὐτὸν ὡς πολλὴν αὐτοῦ τὴν κηδεμονίαν ἔχοντες καὶ πρόνοιαν τῆς ἀνέσεως αὐτοῦ καὶ τῆς τῶν κόπων διαλύσεως, ὡς ἂν τοῦ πλήθους τὸν διδάσκαλον διαστήσαντες, τροφῆς τε καὶ τῆς ἄλλης ἐπιμελείας, δι' ὧν τὸ σῶμα καμάτων ἀπαλλάττεται, μεταδώσουσιν· ἐξῆλθον δὲ ἴσως ἀπό τινος ἐπιτηδείου πρὸς ἀνάπαυσιν καὶ ἡσυχίαν τόπου, ἐν ᾧ ἀπῆλθον ἑαυτοὺς ἀνακτήσασθαι· ὁ μὲν οὖν δεύτερος λόγος τῷ προτέρῳ μὴ τιθέμενος, οὕτω βούλεται διευκρινεῖν τὸ εὐαγγελικὸν λόγιον. Εἰσὶ δὲ οἱ πρὸς τὴν τῶν Ἰουδαίων μοχθηρίαν καὶ τὸ βλάσφημόν τε καὶ κακόσχολον ἀποβλέψαντες τό, ἐξέστη, κατὰ τὸ πρόχειρον ἐξακούουσι, τουτέστι, τῶν φρενῶν ἔκστασιν ἔσχε καὶ παράφορος τοῦ καθεστῶτος ἐγένετο· καὶ γὰρ τοιοῦτον τῶν Ἰουδαίων τὸ μισόχριστον, πάσας ὕβρεις καὶ διαβολὰς ἀναπλάττειν κατὰ τοῦ Σωτῆρος οὐ φρίττοντες· τῷ γὰρ φθόνῳ διὰ παντὸς καὶ τῇ βασκανίᾳ ἀνοιστρούμενοι, καὶ μεμηνότων οὐδὲν διαφέροντες, καὶ ὡς ἀληθῶς τοῦ ἐμφύτου κριτηρίου τὴν ἐσχάτην ὑποστάντες ἔκστασιν, τὸ οἰκεῖον πάθος εἰς τὸν πολλοὺς τῶν τοιούτων νοσημάτων ἀπαλλάξαντα, ἐναπέῤῥιπτον· οἱ γὰρ θεουργοῦντι τὰ ὑπὲρ λόγον καὶ ἔννοιαν τὸ ἀντίθεον ἐπιφημίζοντες, διότι τὸ Σάββατον ἡμέραν σωτηρίας καὶ θαυμάτων ἑορτὴν ἐπεδείκνυτο, καὶ δαιμόνων λόγῳ τὸ πλάσμα βλέποντες ἀπαλλάττοντα, ἐν τῷ ἄρχοντι τῶν δαιμονίων βλασφημοῦντες αὐτὸν ἐκβάλλειν τὰ δαιμόνια, οὐδὲ τὴν καρτερίαν καὶ τὴν ὑπομονὴν διδάσκοντος καὶ θεραπεύοντος τοὺς ὄχλους, οὐμενοῦν οὐχ ἡγοῦντο τολμηρὸν φρενῶν ἔκστασιν κατηγορεῖν, καὶ τῶν βλασφήμων ῥημάτων μάρτυρας ποιεῖν, τὰς ὑβριστικὰς αὐτῷ καὶ θρασείας ἐπανατεινόμενοι χεῖρας· ἀλλ' οὕτω μὲν οὗτοί φασι μηδὲν τῇ δόξῃ αὐτῶν διαμάχεσθαι, μηδὲ τὸν Ἐξῆλθον οἱ παρ' αὐτοῦ κρατῆσαι αὐτόν· καὶ γὰρ οὐδ' οἱ νομιζόμενοι ἀδελφοὶ οὐδ' αὐτοὶ πρὸς αὐτὸν οἰκείως καὶ εὐσεβοφρόνως διέκειντο· ἀλλὰ κἀκεῖνοι ἐσκανδαλίζοντο, Ἰουδαϊκῆς ἀγνωμοσύνης ἐκ τῆς πρὸς αὐτοὺς ἀναστροφῆς καὶ διαίτης οὐ καθαρεύοντες, πολλὰς πολλάκις κατ' ἀρχὰς παρασχόντες λαβὰς τῆς εἰς αὐτὸν ἀπιστίας· καὶ μηδὲν τῶν ἄλλων Ἰουδαίων ἄμεινον τὴν διάθεσιν ἐπιδείκνυσθαι, εἰ καὶ μετὰ ταῦτα μαρτυρικοῖς ἄθλοις ἑαυτοὺς ἀνεκαλέσαντο· καὶ τὴν Ἰησοῦ θεότητα ἣν πρότερον οὐδὲ γλώσσῃ παρεδέχοντο, αἵματι καὶ σφαγαῖς πᾶσιν ἀνεκήρυξαν. Ἐγὼ δὲ σκανδαλίζεσθαι μὲν τοὺς νομισθέντας ἀδελφοὺς παρὰ τοῦ Σωτῆρος, καὶ μὴ θεοπρεπῆ τὴν ὑπόληψιν κατ' ἀρχὰς ἔχειν περὶ αὐτοῦ, διά τε τὸ πρόβλημα τῆς σαρκὸς καὶ τῆς
col. 381–382page 191 of 591
PG 101:381Τῶν μὲν ἀποῤῥήτων καὶ κρειττόνων ἢ ζητεῖσθαι καὶ καταλαμβάνεσθαι, Παύλῳ μὲν καὶ τοῖς κατὰ Παῦλον πρὸς τὴν θεωρίαν ἀνατείνεσθαι· οὔτε ἀδύνατον γέγονεν οὔτε σφαλερόν· ὅσοι δὲ τῷ σαρκίῳ καὶ τῶν αὐτοῦ θελημάτων τῷ βάρει συγκαθελκόμεθα, οὐδ᾽ ἄλλων ἡμῖν χεῖρα φιλάνθρωπον καὶ χειραγωγὸν προτεινόντων, ἀσφαλῆ δυνάμεθα τὴν ἄγουσαν τρίβον πρὸς τι ὑψηλότερον καὶ ὑπὲρ ἡμᾶς ποιήσασθαι. Ταύτῃ τοι καὶ ἡ παραίνεσις, ὁ Χαλεπώτερά σου μὴ ζήτει, φησί, καὶ ἰσχυρώτερά σου μὴ ἐξέταζε· πλὴν ἐπείπερ ἡ πηγὴ τῆς σοφίας καὶ τῆς ἀγαθότητος, φιλανθρώποις ἡμᾶς ὑποσχέσεσι δεξιουμένη, Αἰτεῖτε, παρεκελεύσατο, καὶ δοθήσεται ὑμῖν· κρούετε, καὶ ἀνοιγήσεται, ταύτῃ τῇ ἐπαγγελίᾳ τῆς ἐνυποστάτου ἀληθείας πεποιθότες καὶ κρούσαντες καὶ αἰτήσαντες, εἰ δὲ δέδοται καὶ ἠνέῳκται, δηλώσει ὁ λόγος. Φαμὲν ὡς ὁ Θεὸς ἐφύτευσε τὸν παράδεισον, οὐ τὸν Ἀδὰμ ἐκεῖθεν εὐθὺς μέλλων ἐλαύνειν· οὐδὲ γὰρ οὐδ᾽ ἔμελλεν οὐδ᾽ ἔθετο σκοπὸν χερσὶ διαπλάττων τὸν Ἀδάμ, καὶ παράδεισον φυτουργῶν ὑπερόριον εὐθὺς ἐκεῖθεν ποιεῖν, καὶ τῆς ἀφορισθείσης αὐτῷ μακαρίας διαγωγῆς· ἀλλ᾽ ἐκεῖνος τὸν νόμον τῆς ἐντολῆς εἰς ἀθέτησιν λύσας, καὶ τὴν ἄλλην εὐφροσύνην εἰς λύπην μετήνεγκεν, καὶ τοῦ παραδείσου τὴν ἐκβολὴν συνεισήνεγκεν· ἐπεὶ ὥσπερ θάνατον ὁ Θεὸς οὐκ ἐποίησεν, ἀλλ᾽ ἐν ἀρραβῶνι τῆς ἀθανασίας τὸν ἄνθρωπον ἐπλαστούργησεν, οὕτως οὐδὲ τοῦ ἱεροῦ χωρίου, οὐδὲ τῆς μακαρίας αὐτὸν τρυφῆς ὑπερώρισεν· ἀλλ᾽ αὐτὸς ὁ τοῦ παραδείσου πρῶτος πολίτης, τῇ συμβουλῇ τοῦ ὄφεως, τῆς ἐντολῆς προτιμήσας τὴν παράβασιν, ἑαυτῷ καὶ τὸν θάνατον καὶ τὴν ἐκβολὴν τοῦ παραδείσου κατειργάσατο. Δεύτερον δὲ οὐδ᾽ εἴωθε τὸ θεῖον τὰ τῶν ἀνθρώπων παροράν πλημμελήματα, τὸν εἰς αὐτοὺς τῆς εὐεργεσίας πλοῦτον καὶ τὰς δωρεὰς ἀναστέλλειν· οὐδ᾽ ἐθέλει τῶν πλημμελημάτων λαμβάνειν τὴν δίκην, οὔπω τοῦ τολμήματος εἰς ἔργον προεληλυθότος· οὕτω καὶ τῶν ἀσωμάτων δυνάμεων τὸν ἀποστάντα τῆς αὐτοῦ προνοίας καὶ ἀγαθότητος εἰδώς, καὶ τὴν συναποστᾶσαν αὐτῷ μερίδα ὅμως προήνεγκεν ἀγαθότητι, καὶ δημιουργεῖ μὲν ὡς ἑωσφόρον τὸν ἀποστάτην, μηδαμῶς μὲν ἐξ ὧν ὕστερον τὸν τῆς ἀγνωμοσύνης ὑπέδυ ζόφον, μήτε τῆς δημιουργίας ἀποστερήσας, μήτε τῆς λαμπρότητος· ἀποστάντα δὲ καὶ ὡς ἀστραπὴν τοῦ οὐρανοῦ πεσόντα ἰδών, τὴν δίκην ἀφῆκεν εἰσ-

Question LIQuæstio LI

col. 383–384page 192 of 591
PG 101:383πράττεσθαι τῆς ἐπάρσεως· τοιαύτη τοῦ Δημιουργοῦ ἡ περὶ τὰ δημιουργήματα οἰκονομία καὶ διάκρισις. Διὸ κἂν ἔμελλεν ὁ Ἀδὰμ ἁμαρτάνειν καὶ ἐκβάλλεσθαι τοῦ παραδείσου, οὐδὲν ἧττον ἔπρεπε τῇ τοῦ Δημιουργοῦ ἀγαθότητι καὶ λογικὸν ζῶον ὑποστῆσαι τὸν ἄνθρωπον, καὶ τὸν παράδεισον ἐν ᾧ διαιτώμενος ἐμακαρίζετο, ἀλλὰ μὴ τὸ κάλλιστον τῶν ἐπιγείων ἔργων ἐπισχεῖν διὰ τὴν τοῦ Ἀδὰμ παράβασιν τε καὶ τῆς παραβάσεως εἴσπραξιν· καὶ γὰρ ἀεὶ τὸ θεῖον τὸ ἑαυτοῦ ποιεῖ ἀεννάως μὲν βρύειν τὰ νάματα τῆς χρηστότητος καὶ τῆς ἀγαθότητος, τῆς ἁμαρτίας δὲ τολμωμένης τὴν τιμωρίαν ἐπάγει· ἀνίατον τὴν ἀπὸ τοῦ πλημμελήματος πληγὴν καὶ τὰ τραύματα διαμένειν καὶ τὸν ἄνθρωπον οὐκ ἀνεχόμενον κατανέμεσθαι· καὶ νῦν προεωρᾶτο μὲν ἡ παράβασις, προεωρᾶτο δὲ ἡ ἐκβολή· τὸ δὲ κάλλιστον τῶν ἐπιγείων φιλοτέχνημα ἔργων ὁ παράδεισος πρὸς ἀνυπαρξίαν διὰ τὸν Ἀδὰμ οὐκ ἀνεστέλλετο· διὸ καὶ προάγει τοῦτον ὁ Θεὸς, καὶ τὸν Ἀδὰμ εἰς τερπνὴν ἀποκαθίστησι δίαιταν, παραβεβηκότα δὲ μένειν ἔτι καὶ τρυφῆς ἀπολαύειν ἧς ἀπήλαυεν ἂν νομοφυλακῶν, τῆς δικαιοσύνης οὐκ ἐπέτρεπε τὸ ἀδέκαστον. Τρίτον δὲ εἰ καὶ πλαστουργήσας τὸν Ἀδὰμ τῷ παραδείσῳ κατῴκισεν, ἀλλ᾽ οὐδ᾽ ἐκεῖνον μὲν μόνον τὸ τοιοῦτον καὶ τηλικοῦτον ὑπεστήσατο φιλοτέχνημα, διὰ πάντας δὲ οὐδὲ ἔλαττον, εἰ μὴ καὶ μᾶλλον τοὺς ἐξ Ἀδάμ, ὅσοι τὴν ὑπερκαλλῆ καὶ ὡραίαν διάπλασιν τοῦ Ἀδὰμ καὶ τῆς θείας εἰκόνος τὸ ἀνύβριστόν τε καὶ ἀπαραχάρακτον διεσώσαντο· ποῦ τοίνυν ἦν καλόν; ποῦ δὲ σοφὸν δι᾽ ἕνα παραβεβηκότα, καὶ τότε μηδ᾽ αὐτὸν ὑστέροις χρόνοις τῆς κοινῆς ἀποστερούμενον ἀπολαύσεως, τοσοῦτον πλῆθος ἀποστερεῖν τοῦ παραδείσου, τὸ ἱερὸν ἐκεῖνο χωρίον μὴ δημιουργοῦντα μηδὲ προάγοντα; Πρὸς τούτοις δὲ μηδὲ τοῦτο παροπτέον· ἔδει τὸν Ἀδὰμ πράξεώς τινος καὶ ἐνεργείας τὸν πρωτόπλαστον οὐχ ὑβριζούσης ἐπιμέλειαν ἔχειν, ἵνα μὴ ἀργὸν εἴη καὶ ἀδιανόητον τὸ λογικὸν ζῶον ὁ ἄνθρωπος. Ταύτην δὲ κατορθοῦντι στεφάνους καὶ δόξαν, καταμελοῦντι δὲ τιμωρίαν καὶ ἀδοξίαν ἔπεσθαι· ῥέψαντα δὲ πρὸς τὸ ῥᾷστον ἡ κόλασις ἠκολούθησεν· οὐκοῦν τοὺς αὐτοὺς ἄν τις προβάλλοιτο λόγους, οὓς καὶ περὶ τοῦ παραδείσου καὶ περὶ τῆς ἐκβολῆς· καὶ τίνος χάριν ἐπιζητήσει καὶ ζυγομαχήσει, οἱ στέφανοι ἐπλέκοντό τε καὶ ηὐτρεπίζοντο· εἰ δὲ τοῦτο οὐκ ἔτι παράδεισος, καὶ Ἀδὰμ καὶ ὑπερορία λογοθετεῖται. Ἀλλὰ κατὰ παντὸς οὗπερ ἂν τὴν προαγωγὴν ἡ φιλάνθρωπος καὶ δημιουργικὴ ἀγαθότης προείλετο ὑποστήσασθαι, ταῖς αὐταῖς κἂν μὴ ὁμολογῶσιν οἱ ἐκεῖνα λογοθετοῦντες, ὑπέβαλλον ἂν πολυπραγμοσύναις τῇ τοῦ δημιουργήσαντος μὴ συναρεσκόμενοι σοφίᾳ. Ἐπισκοπεῖν δ᾽ ἔξεστι καὶ τοῦτο. Τίνος γὰρ ἂν ὁ Ἀδὰμ ἔγνω μετὰ τὴν ἁμαρτίαν αἰσθήσει κρινομένης ἀπολαύσεως ἐστερημένος, μὴ τῆς τοῦ παραδείσου διαγωγῆς ὑπερόριος γεγενημένος; ταύτην δὲ τὴν ἐπίγνωσιν ἐστερημένος, πῶς ἂν αὐτὸν συνέσχον λύπαι καὶ ὀδύναι; μηδενὸς δὲ πλήττοντος καὶ συνθλίβοντος τῶν παραλυπούντων, πόθεν ἂν ἐπέγνω τὸ μέγεθος τοῦ ἁμαρτηθέντος; πῶς δ᾽ ἂν τῆς μετανοίας ἐγένετο, καὶ τὴν θείαν εὐμένειαν ἐδυσώπησεν, ὥστε μὴ τῆς συγγνώμης αὐτῷ καὶ τῆς ἀφέσεως εἰς τὸ παντελὲς καὶ δι᾽ αἰῶνος ἀποστερηθῆναι;
col. 385–386page 193 of 591
PG 101:385Εἰ δὲ καὶ τοῦτό τις ἐπιλογίσασθαι βούλοιτο, ὡς διὰ τοῦτο τὸν παράδεισον ὑπέστησε, καίπερ μέλλοντος τοῦ Ἀδὰμ καὶ ἁμαρτάνειν καὶ ἐξ αὐτοῦ ἀπελαύνεσθαι, ἵνα μὴ δόξῃ θνητὸν ἀπ᾿ ἀρχῆς πλαστουργῆσαι τὸν ἄνθρωπον, ἐπιτήδειον πρὸς ἀθανασίαν χωρίον, καὶ λύπης καὶ κόπων καὶ ἀκανθῶν καὶ ἱδρώτων ἐλεύθερον, μηδόλως ὑποστησάμενος, ἀλλ᾿ ἵνα πάντα καὶ τὰ πραττόμενα καὶ τὰ οἰκονομούμενα δείξῃ πρέποντα αὐτῷ καὶ τῆς ἀποῤῥήτου προνοίας τὴν σοφίαν ἀνακηρύττοντα· καὶ μὴν καὶ δι᾿ ἑνὸς τῶν ὑλικῶν κτισμάτων ἔργῳ προδιατυπῶν τε καὶ προαγγέλλων ὡς ἅπασα ἡ κτίσις κατὰ τὴν δευτέραν αὐτοῦ καὶ φρικτὴν παρουσίαν εἰς ἀμείνω μεταλλάξει λήξιν, οὐδὲν τῆς ἐνύλου ἀνεπιτηδειότητος ἐναντιουμένης τῷ δημιουργικῷ καὶ θείῳ βουλήματι· καὶ γὰρ πρὸς τὸ κρεῖττον ἀνακαινισθήσεσθαι τὸν οὐρανὸν καὶ γῆν ὁ κορυφαῖος τῶν μαθητῶν ἡμᾶς ἐξεδίδαξε, τῇ τοῦ διδασκάλου ἐπαγγελίᾳ τὸ ἀψευδὲς τῆς διδασκαλίας διαβεβαιούμενος· οὐδὲ ταῦτα ἂν εἴη πόρρω θεοφιλοῦς ὑπολήψεως. Ἄλλως τε δὲ οὐδὲ τὸ κάλλιστον ἔδει τῶν ἐπιγείων ἔργων πάντων ἔσχατον δημιουργηθῆναι, ἀλλὰ καὶ αὐτὸ κατ᾿ ἀρχὰς τῇ ὁλοκληρίᾳ τῆς κτίσεως συγκαταβληθῆναι· τὸ μὲν γὰρ εἰς δημιουργίαν προελθεῖν, ἀναγκαῖον ἦν, ἐπείπερ ἔδει τοῖς κατὰ δαιμόνων καὶ παθῶν ἀριστεύσασι δίαιταν καὶ κλῆρον ἐξαίρετον ἀπονεμηθῆναι· τὸ δὲ θεῖον ἔξωθεν ἀεὶ τὰς ἀντιμισθίας προτίθεσθαι καὶ προκαταβάλλειν· «Δεῦτε γὰρ, φησίν, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.» Οὐκοῦν ἔδει καὶ τὸν παράδεισον, εἴτε θᾶττον ἔμελλεν ὁ προπάτωρ ἡμῶν ἐκβάλλεσθαι αὐτοῦ, εἴτε μὴ, προκαταβληθῆναι μὲν τῶν ἀγωνιστῶν καὶ τῶν ἀγωνισμάτων ὧν καὶ ἔπαθλον ὤφθη, συγκαταβληθῆναι δὲ τῇ κοσμογενείᾳ, ἵνα μὴ νομισθῇ ἔργον ὑστεροβουλίας καὶ μεταμελείας γεγονέναι, ἀλλὰ τῆς ἀπ᾿ ἀρχῆς πάντα σοφῶς ὑποστησαμένης κρίσεως τε καὶ ἀγαθότητος. ΕΡΩΤΗΣΙΣ ΝΕ΄. Τοῦ θεσπεσίου Παύλου παραινοῦντος· «Ἐάν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ·» ἢ πῶς νοήσομεν τό, «Ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ;» Ἄνθρακας μὲν ὁ τῆς ἀναγωγῆς λόγος, τοὺς ἀποστόλους Κυρίου καὶ μάρτυρας ὀνομάζει, τοῦ θείου δηλονότι καθαρτηρίου καὶ πᾶσαν κακίαν φλέγοντός τε καὶ καταναλίσκοντος πυρὸς ἀναφθέντας· «Πῦρ γὰρ Θεὸς ἡμῶν, καὶ πῦρ καταναλίσκον» τὴν μοχθηρίαν. Ψάλλει δὲ καὶ ὁ Μελωδός· «Ἄνθρακες ἀνήφθησαν ἀπ᾿ αὐτοῦ, κλίναντος οὐρανοὺς καὶ καταβάντος,» καὶ ὥσπερ γνόφον τινὰ τὰς ἀστραπὰς τῆς θεότητος περιστέλλουσαν τὴν ἡμετέραν περιβαλλομένου σάρκα. Ἄνθρακας δὲ πάλιν καλεῖ καὶ τὰς φλογιζούσας τε καὶ δαπανώσας κολαστικὰς καὶ πικρὰς βασάνους, κατὰ τὸ εἰρημένον· «Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν

Question LIIQuæstio LII

col. 387–388page 194 of 591
PG 101:387τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς, τουτέστι ταῖς ἀφανιστικαῖς τε καὶ ἐρημοποιοῖς τιμωρίαις, αἱ καταναλίσκειν τὸν ὑπεύθυνον ἀμήχανον ἔχουσι τὴν ἰσχύν· καὶ ἐν ἄλλοις δὲ πολλοῖς ἔστιν εὑρεῖν τὰς τιμωρητικὰς δυνάμεις καλουμένας ἄνθρακας. Κατὰ τὸ δεύτερον οὖν σημαινόμενον ἄνθρακας τὰς τιμωρητικὰς πληγὰς καὶ εἰσπράξεις προσαγορεύει, ἀπὸ τῶν ἀνθράκων οἱ τῆς αἰσθητῆς εἰσι καὶ δαπανώσης τὴν περίγειον ὕλην φλογὸς ὑπεκκαύματα, μεταφέρων τε καὶ μεταβιβάζων τὴν κλήσιν. Παραινεῖ τοίνυν πεινῶντα μὲν τὸν ἐχθρὸν ψωμίζειν, διψώντα δὲ ποτίζειν· τουτέστι πολυτρόπως εὐεργετεῖν τε καὶ ἀγαθύνειν· τὸ γὰρ ψωμίζειν καὶ ποτίζειν, τὸ τῆς εὐεργεσίας ὁλόκληρον ἀπὸ τοῦ μέρους ὑπογράφει· εἶτα, Εὐεργετῶν, φησί, τὸν ἐχθρὸν καὶ φιλανθρώπως πρὸς αὐτὸν διακείμενος, ἄνθρακας σωρεύσεις ἐπὶ τῆς κεφαλῆς αὐτοῦ. Εἰς διπλῆν οὖν σημασίαν τὸ Σωρεύσεις μεριζόμενον, διπλῆν προάγειν καὶ τὴν διάνοιαν ὑποτίθεται. ἂν μὲν τῷ, σωρεύσεις, δηλώσειεν ἂν τὸν ἐπισυνάξεις, δι' οὗ καὶ τὸ ἐπαγόμενον τῆς ἑρμηνείας κατευθύνεται· τὰ κατὰ μέρος γάρ φησι καὶ χρόνῳ μέλλοντα καταλαμβάνειν τῆς ἀπεχθείας ἐπίχειρα τὸν ἐχθρόν· Σὺ δι' ὧν κακὸν ἀντὶ κακοῦ ἀνταποδοῦναι μὴ διανέστης, ἀλλὰ καὶ εὐεργεσίας, αἱ πρὸς τὸ θεῖον ἡμᾶς ἀφομοιοῦσι, δεξιωσάμενος τὸν λελυπηκότα, τὸν δίκαιον κριτὴν καὶ ἀλάθητον παρασκευάζεις ἅμα πάσας ἐπισωρεῦσαι τὰς τιμωρίας καὶ ποινὰς κατὰ τῆς ἀλαζόνος ἐκείνης καὶ ἀγνώμονος κεφαλῆς· «Ἐμοὶ γὰρ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος·» πῶς οὖν φιλάνθρωπος; πῶς δὲ συμπαθής; πῶς δὲ εὐεργέτης ὁ ταῦτα περὶ τῶν ἐχθρῶν μεθοδεύων καὶ πραγματευόμενος καὶ τὴν ἐκείνου φιλανθρωπευόμενος τιμωρίαν καὶ κόλασιν; ἢ ὅτι οὐκ αὐτὸς ταῦτα ᾐτήσατο, ἀλλ' αὐτὸς μὲν ταῦτα ἔπραττεν, ὥστε συντηρῆσαι τὴν θείαν ἐντολὴν καὶ τὸν ἐχθρὸν εὐεργεσίαις ἀμείψασθαι· εἰ δὲ τὸ ὑβριζόμενον δίκαιον παρώξυνεν εἰς ἐκδίκησιν τὸν κριτήν, οὐκ ἔτι ἂν εἴη ἀποδεχομένου τῆς προνοίας τὰ κρίματα τοῦ πρὸς τὴν ἐκδίκησιν ἀκκιζομένου καὶ μὴ τεθηπότος τε καὶ ἀνυμνοῦντος τοῦ κριτοῦ τὸ ἀδέκαστον. Τὸ μὲν εὐεργετεῖν καὶ ζητεῖν ἅμα τιμωρίαν λαβεῖν παρὰ τοῦ ἐχθροῦ, ἀσύμβατόν τε καὶ φρενὸς συγκεχυμένης καὶ πρὸς ἑκάτερον τῶν ἐναντίων ἐπιῤῥεπῶς ἐχούσης, καὶ πρὸς ματαιότητα διαλυούσης τὸ κέρδος τοῦ κατορθώματος· τὸ δὲ τὴν εὐεργεσίαν τῷ ἀμνησικάκῳ τῆς γνώμης καὶ τῇ συμπαθείᾳ τοῦ ὁμοφυοῦς, καὶ διὰ τὴν ἐντολὴν καὶ διὰ τὸ ὁμοιωθῆναι τῷ Πατρὶ ἡμῶν τῷ ἐν τοῖς οὐρανοῖς, τοῦ φθάσαντός ἐστιν εἰς τὸ τέλειον τῆς ἀρετῆς· καὶ οὐκ ἂν οὗτος ἡδέως τιμωρίαν θεάσαιτο τοῦ ἐχθροῦ, μή τι γε λαβεῖν ἐπιζητήσει· Θεοῦ δὲ κρίνοντος καὶ τὰς εὐθύνας ἀπαιτοῦντος τὸν ἠδικηκότα, τῆς αὐτῆς ἂν εἴη φρενὸς καὶ θεοσεβείας μὴ λογοθετεῖν τὸν κριτήν, μηδὲ πρὸς τὴν κρίσιν δυσχεραίνειν. Τὸ μὲν οὖν ἕτερον τοῦ, Σωρεύσεις, σημαινόμενον πρὸς τοιαύτην ἡμᾶς θεωρίαν παραπέμπει· τὸ δὲ λοιπὸν ὃ σημαίνει, τὸ, ἐπισυνάξεις, καὶ περιέλοις, καὶ ἀπαλλάξεις τῶν ἀνθράκων τὴν τοῦ μισοῦντος κεφαλήν, τοιαύτην ἂν τὴν τῶν ῥημάτων δύναμιν ὑποδηλώσῃ· Εὐεργετῶν, φησὶ καὶ ἀγαθύνων τὸν
col. 389–390page 195 of 591
PG 101:389ἐχθρὸν, τοὺς κατανεμομένους ἄνθρακας καὶ θᾶττον ἂν διαφθεροῦντας αὐτοῦ τὴν κεφαλήν, ἂν μή τις αὐτοῦ ἀφαιρήσηται καὶ τὴν ἀπαλλαγήν μεθοδεύσῃ, μέγα τὸ κέρδος καὶ ψυχικῆς σωτηρίας πρόξενον εὑρήσει. Ἀνακαλούμενος γὰρ τὸν πλησίον τῆς σωματικῆς καὶ μᾶλλον διαβαινούσης εἰς τὴν ψυχὴν βλάβης καὶ ἀπωλείας πρὸς τὴν τοῦ Δεσπότου μίμησίν τε καὶ ὁμοίωσιν ἀνατρέχει· ψυχὴν γὰρ ὁ σώζων, φησίν, ὡς ὁ κτίσας αὐτήν. Πῶς δὲ διὰ τῆς εὐεργεσίας συνάγονται καὶ ἀποσύρονται τῆς φιλαπεχθήμονος οἱ ἄνθρακες κεφαλῆς; Διότι τροφῇ καὶ ποτῷ δεξιούμενος καὶ ἁπλῶς εὐεργετούμενος ὁ ἐχθρὸς, εἰ καὶ μὴ δι' αὐτὸ τὸ καλὸν, ἀλλά γε διὰ τὴν οἰκείαν εὐπάθειαν καὶ ἀπόλαυσιν τῶν ἀγαθῶν, παύεται μὲν οὗτος τῆς ἔχθρας, ἐξίσταται δὲ τῆς ἐπιβουλῆς· καὶ κατὰ μικρὸν ἀνανήφων τοῦ πάθους, καὶ τὴν ἐν τοῖς λογισμοῖς διὰ τῆς ἔχθρας πύρωσίν τε καὶ φλεγμονὴν ἀποτιθέμενος, ἐπὶ τὸ φιλεῖν καὶ στέργειν καὶ εἰδέναι τὸν εὐεργέτην ἐλεύσεται· κἀκεῖθεν κατὰ μικρὸν ἐνεθισθεὶς γλῶσσαν φεύγειν διάβολον, καὶ οἷς ὁ πλησίον ἔργοις βλάβην ὑφίσταται, τῆς ἀρετῆς ἐραστὴς ἀποκαθίσταται. Καὶ τίς ἂν ἐπιζητήσειε τοῦ ψωμίζειν καὶ ποτίζειν τὸν ἐχθρὸν, ἀντιμισθίαν ταύτης μείζονα; τί δὲ ταύτης ἐπικερδέστερον; Εἰ δὲ μετὰ τοσαύτην εὐεργεσίαν, τῆς μοχθηρίας καὶ φαυλότητος ὁ εὐεργετούμενος οὐκ ἐθέλει μεθίστασθαι, θηρίον μὲν ἂν εἴη ὁ τοιοῦτος, ἀντὶ τοῦ μετέχειν ἀνθρωπίνης φύσεως. Σὺ δὲ οὐδὲν ὅμως ἔλαττον τοὺς καταβοσκομένους αὐτοῦ τὴν κεφαλὴν ἄνθρακας τῇ τε γνώμῃ καὶ τῇ σπουδῇ ἀπεσώρευσας· καὶ ἀντιμισθίαν οὐδὲν ἔλαττον ἔσχες· οὐδὲ τὸν χαρακτῆρα παρ' οὐδὲν παρεχάραξας, ὃς τὴν πρὸς τὸ θεῖόν σε συνῆπτεν ὁμοίωσιν· ἐκεῖνος δὲ φέρων ὅλον ἑαυτὸν, τῷ κολαστηρίῳ καὶ ἀσβέστῳ πυρὶ ἐναπέρριψεν. Ἄνθρακες μέν τοι γε τισὶ παρελήφθησαν αἱ ζωπυροῦσαι καὶ ἀναθάλπουσαι τὸ ἡγεμονικὸν ἐργασίαι τε καὶ παραινέσεις, καὶ τὸν πολὺν τῆς ἔχθρας χειμῶνα εἰς εἰρηνικὴν γαλήνην μεταβάλλουσαί τε καὶ διαλύουσαι· οὓς φασιν ἐπισωρεύων ὁ εὐεργετῶν τῇ τοῦ δυσμενοῦς κεφαλῇ, καὶ τὴν νεκροποιὸν δι' αὐτὸν ἐλαύνων ἔχθραν, καὶ ἀναῤῥωννὺς εἰς ἀγάπην τὸν πάσχοντα, ἐκεῖνόν τε μεγάλης καὶ ὀλεθρίας νόσου ἀπήλλαξεν, ἑαυτῷ τε τὴν ἐκεῖθεν μακαριότητα προεξένησεν. ΕΡΩΤΗΣΙΣ ΝΓ. Πῶς νοητέον τὸ εἰρημένον παρὰ τοῦ Θεοῦ τῷ Μωσεί, «Ἰδού δέδωκά σε θεὸν Φαραώ;» Ἐκ τῶν κατὰ πόδας ῥημάτων ἡ τοῦ ζητουμένου ἑρμηνεία· ἐπάγει γάρ· «Καὶ Ἀαρὼν ὁ ἀδελφός σου ἔσται σοι προφήτης· σὺ δὲ λαλήσεις πάντα ὅσα ἐντέλλομαί σοι· ὁ δὲ Ἀαρὼν ἀδελφός σου λαλήσει πρὸς Φαραώ.» Ὡς οὖν ἐχρήσατο τῷ Μωσεί ὁ Θεὸς ὑπηρετῆσαι ταῖς κατὰ Φαραὼ καὶ Αἰγυπτίων πληγαῖς, οὕτως ἐχρήσατο Μωσῆς τῷ Ἀαρών· αὐτὸς μὲν προστάσσων ὁ παρὰ Θεοῦ προστασσόμενος· ὑπηρέτῃ δὲ χρώμενος πρὸς τὸν Φαραὼ τῷ ἀδελφῷ. Καὶ διέσωζεν ἡ πρᾶξις ἐν τῷ ἀναλόγῳ τὸ ἀπαράλλακτον· ὡς γὰρ Θεὸς πρὸς Φαραὼ διὰ μέσου Μωσέως οὕτως Μωσῆς πρὸς Φαραὼ διὰ μέσου Ἀαρὼν τὰς θεοσημείας ἐπετέλει. Ἐπέτασσεν ἐν τῇ ἐρήμῳ Χωρὴβ τῷ Μωσεί ῥίψαι τὴν ῥάβδον ὁ Θεὸς, καὶ μετεβάλλετο εἰς ὄφιν·

Question LIVQuæstio LIV

col. 391–392page 196 of 591
Quæstio LIII
PG 101:391Εἰσὶν ἄνδρες ἱεροὶ τῶν ἀποστολικῶν ῥημάτων τὴν ἐν τῷ βάθει τεθησαυρισμένην διάνοιαν, χάριν ἔχον τες ἀνακαλύπτειν, οἷς τὸ προκείμενον ἀναπτύσσεται ῥητόν· ὧν τὴν θεωρίαν ἀποδεχόμενοι καὶ σὲ συνεῖναι τὸ περὶ ταῦτά σου φιλόπονον ἡμᾶς ἀναπείθει· οὐδ᾽ εἴ τι ἄλλο πηγάζει τῶν τοῦ Παύλου ῥημάτων ὑπερ οψόμεθα ἀποῤῥύσασθαι. Εἰπὼν γὰρ, οὗ ἡ γλῶσσα τοῦ παναγίου Πνεύματος ὄργανον, « Ὑμεῖς ἐπ᾽ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί, » καὶ διδάξας ὡς οὐχ ὑπόκειται δουλείᾳ περιτομῆς τὰ τῆς χάριτος τέκνα, οὐδὲ τῷ πολυμόχθῳ καὶ δυσεξανύστῳ ζυγῷ τοῦ νόμου συν έχεσθαι καὶ ταλαιπωρεῖσθαι κεχρεώστηκεν, ἵνα μὴ τὴν ἐλευθερίαν αὐτοῖς καὶ τῶν ἄλλων ὅσα μὴ δεῖ πράττειν χαρίζεσθαι νομιοῦσι, καὶ τὴν ἀφορμὴν τῆς ἐλευθερίας ὕβριν ποιήσωνται τῆς ἐλευθερίας ὑπο κόπτοντες σαρκὶ καὶ πάθεσιν, ὅσα τῆς σαρκὸς ἀπο βλαστάνει καὶ φύεται. Διὰ τοῦτο ἐπήγαγεν· Ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις· οἷον, Ἄνω εκλήθητε δουλείας χαλεπῆς εἰς ἀπροσδόκητον καὶ μα καρίαν ἐλευθερίαν, φεύγετε τῆς σαρκὸς τὴν ἐπικράτειαν, δι᾽ ἧς ὑμῖν βαρύνεται ἡ δουλεία· μηδὲ ταῖς ἐκείνης κατακλίνεσθε νόμοις. Ἡ δὲ τῆς σαρκὸς δου λεία δῆλον ὡς πολλῶν μὲν καὶ ἄλλων ἐστὶ παθῶν καὶ κακίας δημιουργὸς καὶ τεχνῖτις, καὶ διαμηχανᾶται λυμαίνεσθαι τῆς ἀρετῆς καὶ τῆς ἐλευθερίας τὸ κάλ λος· ἀτὰρ δὴ καὶ τὴν ἀγάπην ἐπιχειρεῖ τῶν ἀνθρωπίνων ψυχῶν ἀπελαύνειν. Ἵνα τοίνυν, φησί, τὰς ἄλ λας τέως τῆς κακίας ἐπαναστάσεις ἐάσω, αἳ γεννήματα τῆς σαρκὸς καὶ τοῦ σαρκικοῦ καθεστήκασι φρονήματος, πρὸς ταύτην τὴν ἐκεῖθεν ἐρχομένην ἐπι βουλὴν καὶ πληγὴν καθ᾽ ὑμῶν, τὴν νεκροποιοῦσαν λέγω τὴν ἀγάπην, γενναίως ἀνταγωνίσασθε, μηδὲ πάροδον εὑρεῖν ἐν ὑμῖν τῷ ψυχοφθόρῳ τούτῳ τῆς ἁμαρτίας βέλει προφασίν τινα παράσχητε. Τοῦτο δὲ ἔσται πως οὐκ ἐργῶδες οὐδὲ χαλεπὸν ἀνύσαι, ἀλλὰ καὶ ῥᾴδιον καὶ σωτήριον· εἰ γὰρ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις, ἅπαν ὅπλον πονηρίας καθ᾽ ὑμῶν βαλλόμενον ἀπρακτήσει· τῷ θυρεῷ γὰρ ἐμπίπτον τῆς ἐν ἀλλήλοις ὁμονοίας τε καὶ φιλίας, καὶ θᾶττον περι θραύεται, καὶ ἀποκρουόμενον εἰς κωφὴν διαπίπτει βολίδα, μετὰ τοῦ καὶ τὸν βάλλοντα τῆς προσηκούσης αἰσχύνης ἀναπλῆσαι· ἐπείπερ ἡ πρὸς ἀλλήλους διὰ τῆς ἀγάπης δουλεία, τὴν ἄνωθεν ἀῤῥαβωνίζεται συμμαχίαν, καὶ τὴν καθαρὰν καὶ μακαρίαν καταπράττεται ἐλευθερίαν διὰ τῆς ἐν ἀλλήλοις εἰρήνης, καὶ τὴν ἐνυπόστατον εἰρήνην τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ταῖς ὑμῶν ἐγκατοικίζουσα καρδίαις. Εἶτα προστίθησιν ὅτι καὶ νόμου κεφάλαιόν ἐστι τὸ
col. 393–394page 197 of 591
PG 101:393ἀγαπῶν ὡς ἑαυτὸν τὸν πλησίον· καὶ ταύτης τῆς ἀγάπης τὸ ὑψηλὸν καὶ ὠφέλιμον, ἱεροῖς τε ἐνθυμήμασι κατασκευάζων καὶ ἐπιδεικνύων. Καὶ διὰ τῶν παρεπομένων δὲ ἀνθρωπίνων τῷ βίῳ παραστήσας, ἐπισφίγγει καὶ συγκροτεῖ τὴν διδασκαλίαν· ἐπεὶ γὰρ ὁ πολὺς ἄνθρωπος οὐ τοσοῦτον τοῖς νόμοις καὶ ταῖς ἀπειλαῖς αἳ τῷ μακρῷ χρόνῳ τὰς κολάσεις ἐπιφέρουσι σωφρονίζεσθαι θέλει, ὅσον ἀπὸ τῶν ὁρωμένων τε καὶ ἐπικήρων καὶ τὴν τιμωρίαν δεικνύντων ἐγγίζουσαν, οὐδὲ τὴν ἀπὸ τούτων παραίνεσιν ἀποτρέχει· διὸ μονονουχί φησιν· Εἰ μήτε ὁ τῆς ἐλευθερίας ὑμᾶς δυσωπεῖ πόθος, μήτε τὸ ἀπὸ τῆς εἰς ἄλλους δουλείας παρακαλεῖ κέρδος, μηδ' ὅτι τοῦτο μὲν ἐπιθυμία τοῦ πνεύματος, τὸ δ' ἐναντίον ἐπιθυμία τῆς σαρκός, μηδ' ὅτι πλήρωμα νόμου τὸ τῆς ἀγάπης κατόρθωμα, ἀλλὰ κἂν γοῦν τὴν κατ' ἀλλήλων φθορὰν καὶ ἀπώλειαν εὐλαβήθητε· τὸ γὰρ ἀλλήλους δάκνειν καὶ κατεσθίειν φθόνῳ τε καὶ διαβολαῖς καὶ ταῖς συκοφαντίαις, ἐξ ὧν καὶ ὁ φθόνος παῤῥησιάζεσθαι, πῶς οὐκ ἂν εἴη βδελυκτόν; πῶς δ' οὐ φευκτόν; πῶς δ' οὐχὶ καὶ χωρὶς παραινέσεως ἀποτρόπαιον; Διὸ δεῖ φυλάττεσθαι μὴ διαπεσεῖν τῆς ἀγάπης· τὸ γὰρ ταύτης ἀποῤῥυῆναι εἰς μάχας ἐστὶ καὶ στάσεις καὶ ἔριδας καταποθῆναι, καὶ κατ' ἀλλήλων ὁπλίζεσθαι παρασκευάζει, τὰ δὲ τὴν φθορὰν ὑμῶν καὶ ἀπώλειαν συγκατασκευάζει. Καὶ σκόπει ὅπως τὴν ἀγάπην ἐνταῦθα παρέβαλε· καίτοι τὴν τῆς περιτομῆς ἀποθέτησιν ὁ λόγος αὐτῷ προηγουμένως εἰσηγεῖτο. Καὶ ταύτης αὐτῷ τῆς σπουδῆς προκειμένης, τὸ τῆς ἀγάπης ἀγαθὸν ὅμως τῇ προθέσει συνδιαπλέκεται. Διὰ τί; ἵνα μὴ πρὸς ἀλλήλους διισταμένων τῶν περιτομὴν σεμνολόγημα ποιουμένων, καὶ οἷς ἡ τοῦ Παύλου παραίνεσις ἐγεγόνει κρείττων στάσεσι καὶ φιλονεικίαις καὶ ἔρισι συγκαταμερίσωσιν ἑαυτούς· δι' ὧν τὸ ὑπ' ἀλλήλων δάκνεσθαι καὶ κατεσθίεσθαι θάττον συνεπόμενον ὁρᾶται· ὧν τὴν ἀπαλλαγὴν αὐτὸς ἄριστα φιλοσοφῶν παρά γε ἐμοὶ κριτῇ, εἴη καὶ τοὺς πλησιάζοντας συμφιλοσοφεῖν, ὥσπερ τῇ πράξει, οὕτω καὶ τοῖς λόγοις ἐκδιδάσκων. ΕΡΩΤΗΣΙΣ ΝΕ΄ Πῶς ὁ ἱερὸς χρησμὸς ὥσπερ ἐστὶ κρείττων αἰτίας ἁπάσης, οὕτω καὶ δειχθείη ταύτης ἀπροσπέλαστος· ὡς, «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, φησὶν, ὅπου ἂν κηρυχθῇ τὸ Εὐαγγέλιον τοῦτο, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς;» Εἰ μὲν γάρ τις Εὐαγγέλιον αὐτὴν τὴν πρᾶξιν θείη τῆς γυναικός, ἀδολεσχίας οὐ δοκεῖ φεύγειν αἰτίαν· ἂν δὲ τὴν ὅλην Γραφὴν τῶν συνταξαμένων μαθητῶν τοῦ διδασκάλου καὶ κοινοῦ Σωτῆρος ὑπερφυῆ ἔργα καὶ πολιτεύματα, οὐδὲ τοῦτο νομίζεται σώζειν τὸ ἀκόλουθον· οὔπω γὰρ ταῦτα τοῖς γράμμασι παρατέθειτο. Τὸ μὲν οὖν σὸν διαπόρημα δριμύτερον ἐπελθεῖν τοῦτο, οὐδὲν δ' ἐργῶδες, οὐδὲ πολλῆς προσοχῆς δεόμενον τό τε ἀκόλουθον ἐν τοῖς προκειμένοις θείοις συνιδεῖν λογίοις, καὶ τὸ πολλῷ καθεστάναι μεῖζον, ἢ ἀδολεσχίας εἰσπράττεσθαι πρόφασιν. Πρῶτον μὲν γὰρ εἰ καὶ μήπω τὰ Εὐαγγέλια συνεγέγραπτο, ἀλλ' οὖν ἀγράφῳ λόγῳ αἱ θεουργίαι τοῦ Ἰησοῦ, πᾶσι περιηγγέλλοντο. Εἰ δὲ καὶ πρὸ γενέσεως ἕκαστον

Question LVQuæstio LV

col. 395–396page 198 of 591
PG 101:395αὐτός ἐστιν ὁ σαφῶς εἰδώς, τί κωλύει αὐτὸν Εὐαγγέλια, ἃ μετ' οὐ πολὺν χρόνον καὶ τὴν Γραφὴν ἔμελλεν ἀναδέξασθαι; Ὥστε ποῦ ἂν εὕροι μὲν χώραν τὸ ἀσυνάρτητον ἐν οἷς εἴρηται· « Ὅπου ἐὰν κηρυχθῇ τὸ Εὐαγγέλιον τοῦτο, λαληθήσεται καὶ ὃ ἐποίησεν αὐτή;» Εἰ δὲ τὸ Εὐαγγέλιον αὐτὴν εὐσεβοῦσαν πρᾶξιν τις ἐννοήσει τῆς γυναικός, οὐδ' οὕτως αὐτοῖς οὐδαμῶς ὁ τῆς ἀδολεσχίας προσάψαιτο μώμος. Οὐ γὰρ ἁπλῶς ἔφη, « Ὅπου ἐὰν κηρυχθῇ, λαληθήσεται,» ἀλλ' « Ὅπου ἐὰν κηρυχθῇ, εἰς μνημόσυνον αὐτῆς λαληθήσεται·» τουτέστι δόξαν αὐτοῖς εἰς μνημόσυνον αὐτῆς ἀείμνηστον ἀναστήσει, καὶ πανταχοῦ θαυμαζόμενον περιηχήσῃ τὸ φιλόθεον. Τὸ γὰρ μνημόσυνον τὰ ἱερὰ Λόγια εἴωθε παραλαμβάνειν ἐπὶ ἐγκωμίων λαμπρῶς, καὶ δόξαν ὑποδηλοῦν ἀνθοῦσαν καὶ τῷ τοῦ χρόνου δρόμῳ συνακμάζουσαν· ὡς τό· « Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος·» καί· « Ἀπώλετο τὸ μνημόσυνον αὐτοῦ μετ' ἤχου·» καὶ πολλὰ τοιαῦτα. Εἰκότως δὲ δόξαν ἐπάγει, τὴν τῆς γυναικὸς ἱερουργίαν προαγορεύει· ἐπεὶ γὰρ ἐκεῖνοι ψόγον καὶ μώμον ἐπέτριβον τῇ φιλοθέῳ πράξει τῆς σώφρονος πόρνης καὶ δι' ἐπιτιμήσεως αὐτὴν ἦγον, τούτου χάριν ὁ Σωτὴρ τὰ ἄλλα παρεὶς ἃ τῇ προκειμένῃ συνείπετο πράξει, τὸν ἔπαινον ἀντέθηκε καὶ τὴν δόξαν, τὸ περιώνυμον τῆς ἐργασίας πανταχοῦ διαπλωθῆναι. Ἔδει γὰρ οἷς ἐκεῖνοι τὸ σκυθρωπὸν αὐτῇ κατεσκέδαζον ἐπιτιμῶντες καὶ τὴν ψυχὴν συνέχεον, τούτων τοῖς ἐναντίοις παρακαλεῖν, καὶ ἀνακτᾶσθαι, καὶ τὸ φρόνημα χαῖρον αὐτῇ καὶ ἀγαλλιώμενον ἀποκαθιστάνειν, ἅμα δὲ καὶ τὴν προπέτειαν τῶν αἰτιασαμένων ἀναχαιτίζειν· μονονουχὶ τὸ παρ' ὑμῶν αἰτίαις ὑποβαλλόμενον ἔργον ἀναβοῶν ὁ σωτήριος λόγος· ὡς οὐ μόνον ἐστὶν ἀπολελυμένος πάσης αἰτίας ἀλλὰ καὶ πανταχοῦ κηρυχθήσεται, τῆς ἐκ πορνικῶν βλαστημάτων ἄνθος σωφροσύνης ἀνασχούσης ὡραῖόν τε καὶ ἀμάραντον, καὶ θαυμασίαν τὴν γνώμην ἐπιδείξει, καὶ ὑψηλοτέραν ἢ κατὰ γυναῖκα φρόνημα λαβεῖν Θεὸν ἐπιγνῶναι καὶ θυσίαις θειάσαι, ὃν ἡ ἀνθρωπίνη μορφή περιέστελλε· διὸ καὶ τὰ πέρατα τῆς οἰκουμένης ὀφθήσεται τὸν μακαρισμὸν αὐτῇ δωροφοροῦντα καὶ τὰ ἐγκώμια. ΕΡΩΤΗΣΙΣ ΝΕ΄. Τίνα νοῦν ἐστιν ἀκόλουθον καὶ ἀδυσφήμητον ἀνιχνεῦσαι καὶ κατανοῆσαι διὰ τῶν Δαυῒδικῶν ῥημάτων λεγόντων, « Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε;» Ἰδιάζουσα μὲν τοῦ διαπορήματος ἐπίλυσις καὶ πρὸς τὴν Δαυϊδικὴν σοφίαν καταῤῥυθμίζουσα τὸ δοκοῦν ἀπεμφαίνειν τῶν ῥημάτων καὶ πρὸς διαφωνίαν ἐπιφερεπέστερον, τοιαύτη· οὐκ ἔστιν ἀνταπόδοσις τοῦ, « Σοὶ μόνῳ ἥμαρτον,» τό, « Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου,» εἰ καὶ τὴν τάξιν τοῦ προηγουμένου ἐγγυτέραν ἔλαχεν· ἀποδοθείη δ' ἂν οἰκειότερόν τε καὶ σοφώτερον, εἴ γε τῷ ἀπ' ἀρχῆς προηγουμένῳ τὴν ἀναφορὰν παραληφθείη παρεχόμενον· οἷον, « Ἐλέη-

Question LVIQuæstio LVI

col. 397–398page 199 of 591
PG 101:397σόν με, ὁ Θεὸς, κατὰ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε· τὰ δὲ ἄλλα μεταξυλογίας ἔχοντα, οὐ περικόψει τὸν εἱρμὸν οὔτε τῆς διανοίας οὔτε τῆς συντάξεως. Ποῖοι δ᾽ ἂν εἶεν λόγοι δι' ὧν ὁ Θεὸς ἐλεῶν δικαιοῦται; « Ἢ λέγε σὺ πρῶτος τὰς ἁμαρτίας σου ὅπως δικαιωθῇς·» καί, ὅτι « Μὴ θελήσει θελήσω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέφειν αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ζῆν·» καὶ πάλιν· « Οὐ θέλω τὸν τοῦ ἀποθνήσκοντος θάνατον, ἀλλ᾽ ἐπιστρέψατε καὶ ζήσεσθε.» Οὗτοι γὰρ οἱ λόγοι δικαιοῦσι τὸν Θεὸν, ἔργοις φιλανθρώποις βεβαιοῦντος καὶ συμπαθείας οἰκτιρμοῖς ἐκπληροῦντος αὐτούς. Εἰ γὰρ τῆς Δαυϊδικῆς ἁμαρτίας καὶ μεταμελείας τῷ χρόνῳ δευτερεύουσιν, ἀλλ᾽ οὖν τῆς ἐν τῷ Δαυὶδ προφητικῆς οὐ δευτερεύουσιν γνώσεως. Ἐπεὶ καὶ αὐτὸς ὁ ψαλμὸς οὐκ ἔλαττον τὴν τοῦ Δαυΐδ στηλογραφεῖ μετάνοιαν καὶ ἐξομολόγησιν, καὶ τὸν ἐπὶ τοῖς παραπτώμασιν ἔλεον ἢ τὴν ὑστέροις χρόνοις αἰχμαλωσίαν τοῦ Ἰσραὴλ προαγγέλλει· καὶ ἐλέους ἀξιωθῆναι τούτους καὶ φιλανθρωπίας ἐν διατυπώσει τε καὶ σχηματισμῷ δεομένου προθεσπίζει, ἀκουσθήσεσθαί τε ἀγαλλίασιν καὶ εὐφροσύνην προφητικῇ χρησμολογεῖ διαγνώσει, ἀγαλλιάσεσθαί τε ὀστέα τεταπεινωμένα καὶ πνεύματι ἡγεμονικῷ στηριχθῆναι, καὶ ἀγαθυνθῆναι θείᾳ εὐδοκίᾳ τὴν Σιών, ἀνοικοδομηθῆναι τε τὰ πεπορθημένα τείχη καὶ κατηρειπωμένα τῆς Ἱερουσαλήμ. Τῶν Δαυϊδικῶν τοίνυν ῥημάτων ἀντὶ τοῦ σχηματίζεσθαι τῷ ὑπερβεβηκότι, τῶν τρόπων ἐπ᾽ εὐθείας ἀλλήλοις συναπτομένων, οὐδὲν, ὡς εἴρηται, στασιάζον πρὸς τὴν ὀρθότητα καὶ σύνεσιν, τῶν προφητικῶν λόγων ἀπαντᾷ· ἐκκαλοῦνται γὰρ τὸ ἄνωθεν ἔλεος καὶ τὴν εὐμένειαν, δι᾽ ὧν μᾶλλον ἡ δικαιοσύνη διαλάμπει τοῦ Θεοῦ καὶ ἡ ἀλήθεια. Οὕτω μὲν οὖν ἐμόν ἐστι καὶ ἀταλαίπωρον συνορᾷν, ὅπως τε τὸ ἀμφισβητούμενον διὰ τῆς συγγενοῦς ἱερολογίας ἀνεκαθάρθη καὶ τὴν προφητικὴν θεοσοφίαν καὶ ἀρετὴν οὐκ ἐνόθευσεν, οὐδέ τινα λογισμοῖς ἐμβάλλει διστασμὸν καὶ τῆς θεοπρεποῦς ἀλλότριον ὑπολήψεως. Ἐπεὶ δὲ τὸ μὲν Δαυϊδικὸν ῥητὸν ἰδιάζοντα τὸν καταρτισμὸν εὑρίσκει καὶ τὴν εὐμάρειαν, εἰσὶ δὲ καὶ ἄλλα πολλὰ τῶν λογίων τὴν αὐτὴν μὲν ζήτησιν ἀναδεχόμενα, οὐ διὰ τῆς αὐτῆς δὲ μεθόδου ἐπιλυόμενα, ἄμεινον ἐπὶ τὴν καθολικώτερον ταῦτα θεουργοῦσαν καὶ διευθετίζουσαν ἀναδραμεῖν θεωρίαν, κἀκεῖθεν ἀπὸ τῆς κοινῆς πάντων διακρίσεως τὴν ἀκόλουθον καὶ ἱεροπρεπῆ διάνοιαν ὡς οἷόν τέ ἐστιν ἐμφανῆ καταστῆσαι. Ἔστι δ᾽ οὖν ἃ τὸν αὐτὸν σχηματισμὸν ὑποβάλλεται τῆς συνθέσεως καὶ πρὸς τὴν αὐτὴν τοῦ λόγου δεῖται φυσικὴν ἀναπλωθῆναι καὶ ἀσχημάτιστον ἰδιότητα, ὡς ἐκ πολλῶν ὀλίγα παραθεῖναι ταῦτα· «Ἀποστελῶ τὴν χεῖρά μου πατάξαι σε καὶ τὸν λαόν σου, καὶ ἐκτριβήσῃ ἀπὸ τῆς γῆς,» πρὸς τὸν Φαραὼ λέγει διὰ Μωσέως Κύριος· καί· «Ἕνεκεν τούτου διετηρήθης, ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν ἰσχύν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ·» καὶ πάλιν· «Ἐγὼ ἐβάρυνα τὴν καρδίαν αὐτοῦ καὶ τῶν θεραπόντων αὐτοῦ, ἵνα ἐπέλθῃ τὰ ση-
col. 399–400page 200 of 591
PG 101:399μετά μου ἐπ' αὐτοὺς, ὅπως διηγήσηται τὰ σημεῖα μου εἰς τὰ ὦτα τῶν τέκνων ὑμῶν· εἶτα· « Καὶ οὐκ εἰσακούσεται ὑμῶν Φαραώ, ἵνα πληθύνω τὰ σημεῖα μου καὶ τὰ τέρατα μου ἐν τῇ γῇ αὐτῶν. » Τούτων γὰρ ἕκαστον καὶ ὅσα ἄλλα διὰ τῶν ὁμοίων προάγεται φωνῶν κατὰ τὸν αἰτιολογικὸν ἀποδιδόμενα τῆς φράσεως σχηματισμὸν, ἰδιώματι μὲν ἀπαγγέλλεται τῆς ἱερᾶς ἡμῶν Γραφῆς· πρὸς τὸ φυσικὸν δὲ τοῦ λόγου μεταλαμβανόμενα εἶδος, τὸ εὐσεβὲς ἀναπτύσσει, καὶ πρὸς τὸ τῆς θεοσοφίας ἡμῶν συγγενὲς καταρτίζει τὸ φρόνημα. Καὶ γὰρ ἔθει κρατύνεται παλαιῷ τὰ πάντως ἀποβησόμενα καὶ μὴ οἷά τε ὄντα τῷ ἀτελεῖ τῆς ἐκβάσεως περικόπτεσθαι πολλάκις ἐν τούτῳ περιαγγέλλειν τῷ σχίσματι· ἐπεὶ καὶ ὅσα τὴν φράσιν αἰτιολογουμένην ἔλαχε, τὴν τάξιν ἐπέχει τῶν ὁμολογουμένην ἐχόντων τὴν ὕπαρξιν. Ἀλλὰ γὰρ τὸ μὲν ἰδίωμα τοιοῦτον τῆς Γραφῆς, οἷον, « Ἠπείθει Φαραὼ καὶ ἐσκληρύνετο, » αἱ παράδοξοι πληγαὶ καὶ μάστιγες εἰσπραττόμεναι τῆς ἀπειθείας αὐτὸν καὶ σκληρότητος εἵποντο. Ταῦτα δὲ τὸ περιβόητον εἶχε, καὶ ἀνὰ πᾶσαν τὴν γῆν ἐφοίτα, τὴν τοῦ Θεοῦ δυναστείαν περιηχούμενα καὶ θαυμάζειν καὶ ὑπερεκπλήττεσθαι τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ παρασκευάζοντα· τοῦτο οὖν τὸ πάντως ἐκ τῆς ἐκείνου σκληρότητος ἐκβησόμενον, εἰς αἰτιολογικὸν εἶδος ἡ Γραφὴ σχηματίσασα προενήνοχε προκηρύττουσα τῷ τρόπῳ τὸ τῆς ἐκβάσεως ἀμετάθετον· καὶ γὰρ ὡς ἐπίπαν καὶ τὰ αἰτιολογούμενα τῷ ἀπαραβάτῳ τῆς προόδου εἰδοποιεῖσθαι θέλει καὶ ἑρμηνεύεσθαι. Κολάζεται τοίνυν Φαραώ, οὐχ ἵνα δοξασθῇ ὁ Θεὸς, εἰ καὶ τῆς φωνῆς καὶ τῆς συνθέσεως τὸ σχῆμα ταύτην φαντασίαν ὑπέρχεται, ἀλλ' ὅτι ἠπείθει καὶ τῆς ἀπειθείας αὐτὸν ἔδει τὰς δίκας εἰσπράττεσθαι. Εἰ δὲ καὶ μὴ πρὸς τοῦτο ἐώρων αἱ τιμωρίαι, μηδὲ πρὸς τὸ γενέσθαι αὐτὸν τῆς ἀπειθείας ἀνδράποδον, ἀλλ' οὖν ἐπείπερ κατὰ πόδας ἠκολούθησαν τὸν ἀλιτήριον τιμωρούμεναι, ταύταις δὲ ταῖς τῶν μαστίγων καὶ πληγῶν παραδόξοις θεοσημείαις, ὡς εἴρηται, ἡ ἰσχὺς καὶ ἡ δόξα τοῦ Θεοῦ συνηυξήθη καὶ συνανεβλάστανεν, οὐκ ἀπεικότως ἡ κατὰ τὴν αἰτιολογίαν τῷ διηγήματι μορφὴ καὶ ἰδέα περιτίθεται, τὸ ἐκβησόμενον πάντως καὶ πρὸ τοῦ ἐκβεβηκέναι διαμαρτυρομένης καὶ ἀπαγγελλούσης τῆς τῶν λογίων προγνώσεως. Διὰ τῆς αὐτῆς δ' ἂν ἐφόδου καὶ τῶν Δαυϊδικῶν ῥημάτων ἃ πρότερον ἰδιαζούσης ἔτυχε σαφηνείας καὶ καταστάσεως εἰς τὴν ἴσην καὶ ὁμοίαν τοῖς εἰρημένοις ἀπαρτισθείη τελειότητα· ἥμαρτεν ὁ Δαυΐδ καὶ τῶν ἁμαρτημάτων τὰ μέγιστα· οὐχ ἵνα Θεὸς δικαιωθῇ· οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδενὸς ἁμαρτία Θεῷ δικαιοσύνην περιάπτουσα· ἀλλ' ἐπείπερ ἥμαρτε μὲν, οὐκ ηὔξησε δὲ οὔτε τῇ πωρώσει οὔτε τῇ ἀγνοίᾳ τὴν ἁμαρτίαν, καταφεύγει δὲ μᾶλλον πρὸς τὴν μετάνοιαν καὶ τὰ δάκρυα, ἑαυτὸν σπουδάζων ἀποπλύνειν τοῦ ἁμαρτήματος. Δίδωσι δὲ Θεὸς συγγνώμην ἐν τῇ φιλανθρωπίᾳ, τὸ οἰκεῖον δίκαιον καὶ μεῖζον ἢ κατὰ ἀνθρωπίνην διάνοιαν, λαμπρὸν ἅπασι ἐπιδεικνὺς καὶ περίβλεπτον. Διὰ τοῦτο εἰπὼν ὁ Δαυΐδ, « Σοὶ ἡμαρ-
col. 401–402page 201 of 591
PG 101:401τιν, ὅπως ἂν δικαιωθῇς, ὃ ἐπισυνήψεν, « ἐν τοῖς λόγοις σου· » τὴν μὲν ἀνομίαν τῆς μετανοίας διαδεξαμένης· τὴν μετάνοιαν δὲ τῆς ὑπὲρ λόγον φιλανθρωπίας· ἐν δὲ τῇ φιλανθρωπίᾳ τοῦ ἐν τοῖς λόγοις ἐξωαστράπτοντος δικαίου καὶ πάσης συμπαθείας καὶ ἀγαθότητος ἀφιέντος ἀκτίνας. Καὶ λόγοι ἂν ἐνταῦθα νοηθείεν τοῦ Θεοῦ, τῇ ἀνθρωπίνῃ συγκαταβαίνοντος ἀσθενείᾳ καὶ εἰς λόγους καὶ κρίσιν καθισταμένου. Καὶ γάρ φησι· « Δεῦτε καὶ διελεχθῶμεν, λέγει Κύριος. » Ἀντεξετάσεως δὲ συνισταμένης ὧν δωρεῶν ἀπήλαυσε καὶ εὐεργεσιῶν ὁ Δαυΐδ πρὸς ἃς κατωλίσθησεν ἀθέσμους πράξεις· ἀπὸ γλώττης καλαμίνης, καὶ συρίζειν ἀλόγως τέχνην ποιουμένης, γλῶσσα τοῦ Πνεύματος, καὶ τῆς ὑπὲρ λόγον σοφίας καὶ γνώσεως ὄργανον· ἐκ μειρακίου μυκτηριζομένου, στρατηγὸς αὐτοσχέδιος τοῦ πολέμου καὶ τῆς ὅλης παρατάξεως καὶ μόνος καὶ χωρὶς βελῶν καὶ ὅπλων καὶ τῆς ἄλλης παρασκευῆς καὶ ἐμπειρίας τοῦ ἀγωνίσματος, τροπαιοφορῶν τὴν νίκην, καὶ τὴν ἐχθρῶν ἀναδούμενος ἐπικράτειαν· ἐξ ὑπαίθρου ταλαιπωρίας, διωρόφων καὶ τριωρόφων οἴκων λαμπρότητες καὶ λαμπρότεραι διαγωγαί, καὶ ὑπωρόφιος καὶ τρυφῶσα δίαιτα· καὶ πολλῶν πόλεων ὁ κωμήτης, κύριος· ἀντὶ ποιμενικοῦ καδίσκου καὶ πήρας, σκήπτρον ἐν τῇ χειρί, καὶ περὶ τὴν κεφαλὴν στρόφιον βασιλείας· ἐξ ἀγέλης βοσκημάτων καὶ σύριγγος καὶ τῷ ἤχῳ κατακηλοῦντος αὐτῶν τὰ ὦτα, χρησμολόγος τῶν ὑπὲρ λόγον ἔργων καὶ προφητείας βρύων χαρίσματα· ἐξ αὐλῶν νομάδων καὶ θεραπείας θρεμμάτων καὶ σκυτάλης ἀνεχούσης τὸ σωμάτιον κόπῳ βαρυνόμενον, θρόνος βασίλειος καὶ πορφύρα καὶ δορυφόροι καὶ στέφανος· συνελόντι φάναι, ἐξ ἰδιώτου προφήτης, καὶ βασιλεὺς ἐκ φυγάδος, καὶ τὸ κατ' ἐχθρῶν κράτος συγκληρωσάμενος ἄμαχον. Τὰ μὲν οὖν θεῖα περὶ τὸν Δαβίδ, ταῦτα, καὶ πολλῷ πλείονα τὰ λειπόμενα. Τὰ δὲ τῆς ἐμῆς ἀσθενείας καὶ τοῦ Δαβίδ, γυναικὸς ἡττᾶτο, τοῦ πολέμου λαβὼν ἐπίκουρον ἔρωτα· μοιχεία καὶ φόνος κατὰ τοῦ μεγέθους ἐχόρευον τῶν εὐεργετῶν· ὕβριζεν ἡ σὰρξ τὸ πνεῦμα, καὶ ἐπιθυμία ἄθεσμος τοῖς τῶν δωρεῶν χαρίσμασιν ἐπεκώμαζε, καὶ πόσα τοιαῦτα! ὁ προφήτης καὶ βασιλεύς, κάπηλος, οὐκ οἶνον ὕδατι κειραννύς, ἀλλὰ τὰς ὑπὲρ λόγον δωρεὰς καταμιγνύς, καὶ κιβδηλεύων ταῖς τῆς σαρκὸς πάθεσι καὶ σκιρτήμασιν. Ἐν τούτοις καὶ τοῖς τοιούτοις λόγοις ὁ Θεὸς κρινόμενός τε καὶ δικαιολογούμενος πρὸς τὸν Δαβίδ, ἆρ' ἔστιν εἰπεῖν εἰς ὅσον τῷ δικαίῳ ὑπερέβαλε, καὶ τῆς αὐτοῦ παρέστησεν ἀγαθότητος τὸ ἀνυπέρβλητον, μάλιστα δὲ μηδὲ τιμωρίαις ὑπάγων τὸν ἀντὶ τοσούτων ἀγαθῶν κακοῖς ἀμειψάμενον; ὑπετέμνετο γὰρ ἂν οὕτως τὸ ἄφατον ἔλεος τοῦ Θεοῦ καὶ τὸ ἐν αὐτῷ λαμπρὸν καὶ οὐκ ἔχον ἀπαγγέλλειν λόγον τὸ μέγεθος· τιμωρίᾳ γὰρ καὶ κολάσει ὁ ἠδικημένος ζημιούμενος τὰ πολλὰ τῶν ὀφλημάτων ἄγει πρὸς διάλυσιν. Τὰ τοίνυν Δαυϊδικὰ τῆς μετανοίας καὶ ἐξομολογήσεως ῥήματα καὶ τῶν παραπλησίων ἕκαστον ἡ τῶν ἱερῶν Λογίων συνήθεια τὸ πάντως ἀποβησόμενον προμηνύουσα, αἰτιολογικῶς ἀπαγγέλλει, καὶ διατυποῦσα τῷ σχήματι τὸ συγγενὲς τοῦ ἀκωλύτως ἐκβησομένου

Question LVII - LVIIIQuæstio LVII - LVIII

col. 403–404page 202 of 591
PG 101:403παρίστησιν· ὁ τοίνυν τῷ τῶν Λογίων ἔθει καὶ τῷ κανόνι τῆς διανοίας εὐθυνόμενος, ἐπειδὰν εἰς ὁμιλίαν καταστῇ τῇ αἰτιολόγῳ τροπολογίᾳ κατεσχηματισμένου τινὸς προβλήματος, δῆλον ὡς οὐδένα θόρυβον οὐδὲ ταραχὴν οὐδ᾽ ἀπορίαν τινὰ τοὺς λογισμοὺς συνέχουσαν ὑποστήσεται· ἀλλὰ τῷ λόγῳ περιελὼν τοῦ σχήματος τὴν ἐπίνοιαν, καθαρῶς τὸ ἐκβησόμενον ὄψεται· οὗπερ καὶ εἰς δήλωσιν ὁ σχηματισμὸς παραλαμβάνεται. ΕΡΩΤΗΣΙΣ ΝΖ΄. Διὰ τί τῶν τοῦ Σωτῆρος βαπτιζόντων μαθητῶν, ἔτι ἐβάπτιζεν ὁ Ἰωάννης; Διότι τὴν αὐτὴν γνώμην μέχρι τῆς σφαγῆς ἀπαράτρεπτον συνετήρει, δι᾽ ἣν καὶ κατ᾽ ἀρχὰς ὑπηρέτης ὤφθη τοῦ βαπτίσματος. Καὶ τότε μὲν γὰρ ἐβάπτιζεν, ἵνα κηρύττῃ τῶν προσιόντων τῷ πλήθει τὸν κοινὸν Σωτῆρα τοῦ γένους· καὶ ὕστερον δὲ ἵνα μὴ τὸν τόνον ὑποχαλῶν ἐλεγχθείη τῆς τοιαύτης θεοφιλοῦς μαρτυρίας καὶ ἁγιοπρεποῦς προαιρέσεως. Ἐβάπτιζον οὖν οἱ μαθηταὶ τοῦ Σωτῆρος, τὸν Λυτρωτὴν τοῦ γένους κηρύττοντες· ἐβάπτιζε δὲ καὶ Ἰωάννης, ἀπαρχὴ μὲν παράδειγμα τῆς ἐκείνων ἱερᾶς ἐργασίας γενόμενος, συνεφαπτόμενος δὲ τούτοις συναγωνιζομένοις καὶ συνεργὸς τῆς σωτηρίου ταύτης καὶ προκαθαρσίου καθιστάμενος πράξεως· καὶ γὰρ ἀνακέκραγε βαπτίζων, τὴν Ἰησοῦ πᾶσι θεότητα διαμαρτυρόμενος. Τοῦτο γὰρ ὁ ἐπουράνιος αὐτῶν νυμφίος ἐβούλετο, καὶ κατασκευάζειν ἐσπουδάζετο, καὶ ὁ καθ᾽ ὑπερβολὴν μείζων ἁπάντων, καὶ ὁ ἀπὸ Θεοῦ ἀπεσταλμένος, καὶ ὁ Θεοῦ ῥήματα λαλῶν καὶ ὁ λαβὼν καὶ ἔχων τὸ Πνεῦμα οὐ μέτρῳ δωρεᾶς καὶ ἐνεργείας μεθέξει, ὥσπερ ἅπαντες οἱ προφῆται, ἀλλὰ συγγενείας δικαίῳ καὶ ὑπερουσίου ὁμοουσιότητος ἀξιώματι. Τὸ μέντοι βάπτισμα τοῦ Ἰωάννου καὶ τῶν μαθητῶν τοῦ Σωτῆρος οὐδενὶ διαφόρῳ πλὴν τῆς τῶν προσώπων ἐναλλαγῆς διεστέλλετο· καὶ γὰρ παρεσκεύαζεν μὲν ἑκάτερον αὐτῶν τοὺς βαπτιζομένους ἐπιτηδείους ἔσεσθαι, τὸ διὰ πυρὸς καὶ Πνεύματος τελεσθησόμενον δέξασθαι βάπτισμα, οὐδέτερον δὲ αὐτῶν παρεῖχεν τὴν τοῦ Πνεύματος χάριν καὶ ἐνέργειαν, οὐδὲ τὴν παντελῆ τῶν ἁμαρτημάτων ἄφεσιν. Ἡ τοιαύτη γὰρ ὑπὲρ λόγον δωρεὰ μετὰ τὴν διανομὴν τῶν πυρίνων γλωσσῶν καὶ τὴν δι᾽ αὐτῶν τοῦ ἁγίου Πνεύματος παρουσίαν τοῖς βαπτιζομένοις ἐχαρίζετο. ΕΡΩΤΗΣΙΣ ΝΗ΄. Τίνος ἕνεκεν ὁ Μωσῆς κατὰ τὴν Γένεσιν γενεαλογῶν τὰς ἡγεμονίας Ἠσαῦ, τῶν μὲν ἄλλων ἁπλῶς ψιλὰ διέρχεται τὰ ὀνόματα, ἐπὶ δὲ τὸν Αἰνὰν ἐλθὼν φησίν· Οὗτός ἐστιν ὃς εὗρε τὸν Ἰαμὶν ἐν τῇ ἐρήμῳ ὅτε ἔνεμε τὰ ὑποζύγια Σεϊγὼν τοῦ πατρὸς αὐτοῦ· τί οὖν ἐστιν ὃ εὗρε; καὶ τίνος ἕνεκα μνήμης ἀξιοῦται; Ἡ Σύρα φωνὴ τὸν Ἰαμὶν ἢ ὡς ἔνιοι τὸν Ἑλμεῖν πηγὴν ἐθέλει καλεῖν· αἱ πηγαὶ δὲ καὶ τὰ φρέατα περισπούδαστον ὑπῆρχε χρῆμα τοῖς ἐξ Ἀβραὰμ· ποιμένες γὰρ ὄντες καὶ τὸν βίον ὅλον ποιούμενοι ἐκ τῆς
col. 405–406page 203 of 591
PG 101:405λόγον εἶχον τῶν πηγῶν καὶ φρεάτων· ἅτε δὴ τῆς τροφῆς οὐ πολὺ ἔλαττον οὐδὲ τοῦ πόματος καταπιαίνοντος καὶ διατιθέντος ἐπὶ τὸ ἄμεινον τὰ βοσκήματα. Οὕτω δὴ φαίνεται καὶ ὁ Ἀβραὰμ καὶ ἄλλης ἀπολαύσας παρὰ τοῦ Ἀβιμέλεχ θεραπείας, οὐκ ἀγνωμοσύνην ἡγούμενος διελέγχειν αὐτὸν περὶ τῆς ἀφαιρέσεως ὧν αὐτὸς ἀνωρύξατο φρεάτων· οὐδ᾽ ἐκεῖνος τὸν ἔλεγχον μυκτηρίζει· ἀγνοεῖν δὲ τὴν πράξιν παρὰ τῶν αὐτοῦ θεραπόντων τολμηθεῖσαν ὑποκρίνεται καὶ σπουδάζει ὁ Ἀβραὰμ διὰ τῶν ἑπτὰ ἀμνάδων τὴν τοῦ Ἀβιμέλεχ ὁμολογίαν ὡς εἴη τὸ φρέαρ ἔργον καὶ πόνος τοῦ Ἀβραὰμ βεβαιώσασθαι· καὶ ὅρκοι καὶ συνθῆκαι προβαίνουσι· καὶ ἡ πηγὴ λαμβάνει τὴν ἐπωνυμίαν ἀπὸ τῆς πράξεως φρέαρ Ὁρκισμοῦ ἐπονομασθεῖσα· καὶ οἱ Φυλιστιεὶμ δὲ χρόνῳ ὕστερον τῆς ἰδίας χώρας ἐν ᾗ παρῴκει ὁ Ἰσαὰκ φεύγων τὸν ἐν τῇ πατρίδι λιμόν, ἀπελάσαι φθόνῳ μελετήσαντες, ἐμφράττουσι τὰ φρέατα τοῦ πατρὸς αὐτοῦ, τοὺς ποιμένας εἰδότες μὴ δύνασθαι ζήν, τῆς τῶν φρεάτων ἀποστερουμένους χρήσεως· καὶ Μωσῆς ὅτι τοὺς χειρῶν ἀδίκων ἄρξαντας ποιμένας ἀπωσάμενος παρἔσχε ταῖς θυγατράσι τοῦ Ἰσθόρ θάττον ἢ κατὰ τὰς ἄλλας ἡμέρας ποτίσαι τὰ θρέμματα τῷ πατρὶ κηδεύει, καὶ κύριος οἰκίας ἀντὶ προσηλύτου γίνεται· καὶ μυρία ἄλλα ἔστι λαβεῖν δι᾽ ὧν περισπούδαστον καὶ μέγα κτῆμα τοῖς ἐξ Ἀβραὰμ τὰ φρέατα ἐνομίζετο· ὁ δὴ καὶ ἀταλαιπώρως εὑρὼν ὁ Αἰνᾶν ἢ ὁ Ὠναν (ἑκατέρας γὰρ τῆς φωνῆς ὀνομάζεται), ἱστορίας παρέσχεν ὑπόθεσιν τῷ θεόπτῃ Μωσεῖ κατά γε τὴν κοσμογένειαν καὶ τὴν τοῦ Ἠσαῦ φυλὴν γενεαλογήσαντι. ΕΡΩΤΗΣΙΣ ΑΘ. Τί δηλοῖ τὸ ἐν Δευτερονομίῳ γεγραμμένον· « Ἐάν δὲ οἰκοδομήσῃς οἰκίαν καινὴν καὶ ποιήσῃς στεφάνην τῷ δωματίῳ σου, καὶ οὐ ποιήσεις φόνον ἐν τῇ οἰκίᾳ σου· » Εἴρηται μὲν τοῖς πρὸ ἡμῶν περὶ ταύτης τῆς ῥήσεως οὔτε τῆς σαφηνείας οὐδὲν οὔτε τῆς ὀρθότητος ἐνδεέστερον. Πλὴν ἐπείπερ σοι φίλον καὶ ἃ ῥᾴδιόν ἐστι παρ᾽ ἑτέρων μαθεῖν, ταῦτα παρ᾽ ἡμῶν ἀκούειν, συνάδοντες καὶ ἡμεῖς ἐκείνοις, καὶ μάλιστα οἷς τι τῶν ἄλλων ἐπὶ τὸ ἄμεινον τεθεώρηται, καὶ σύμφωνον ποιούμενοι τὴν ἀνάπτυξιν, πρῶτον μὲν εἰδέναι φαμὲν δεῖν, ὡς ὁ καὶ πολλάκις σύνδεσμος ὥσπερ καὶ ἄλλαι πολλαὶ τῶν λέξεων παρὰ τοῖς Μωσαϊκοῖς διατάγμασι παρέλκοντος ἐπέχει χώραν· διὸ καὶ πρὸς τὸ εὐθύτερον ἀναγνωσθείη ἂν τὸ ῥητὸν, τοῦ κατὰ τὴν ἀρχὴν συνδέσμου περιαιρεθέντος· διπλαῖς δὲ διανοίαις ἡ ἑρμηνεία μερίζεται. Ἡ μὲν γὰρ πρὸς τὸ γράμμα διαβαίνει καὶ διὰ τῶν αἰσθητῶν ἀπευθύνεται, ἡ δὲ πρὸς θεωρίαν θέλει μᾶλλον ἀνάγεσθαι· ἡ μὲν οὖν τὴν πρόοδον δι᾽ ὧν ἡ λέξις μᾶλλον καὶ ἡ αἴσθησις ἐπικρατεῖ, ποιουμένη, ὧδέ πη τὸ δηλούμενον ἀναπτύσσει. Οἰκίαν γάρ σοι, φησίν, προθεμένῳ σκοπὸν ἀνοικοδομῆσαι, καὶ τάφρον, ὡς εἰκός, κρηπιδῶσαι καὶ καταβαλεῖν τὰ θεμέλια ἀνορυξαμένῳ, οὐ χρὴ καταλιπεῖν τὰ βοθρεύματα πρὶν εἰς τέλος ἀγαγεῖν τὸ ἔργον χωρὶς τῆς ἁρμοζούσης περιβολῆς καὶ ἀσφαλείας· ἵνα μὴ τῷ τὴν σὴν ἀγνοήσαντι πράξιν, αἴτιος

Question LIXQuæstio LIX

col. 407–408page 204 of 591
PG 101:407ἀναφανήσῃ φόνου, τοῦ μὲν ἐμπεσόντος τῷ βαθύνῳ, ἅτε μηδὲν τῶν καινουργηθέντων προειδότος, σοῦ δὲ μηδεμίαν ἐπιμέλειαν περὶ τοῦ μηδὲν συμβῆναι τοιοῦτον εἰσηγησαμένου. Καὶ γὰρ καὶ πολλὰ τῶν ἀλόγων οὐδὲν ἀπεικὸς παρεμπίπτειν τῷ βοθύνῳ καὶ ἀπόλλυσθαι· ἀλλά γε τῶν ἀνθρώπων ἐνίους οὓς ἡ προτέρα τῶν χωρίων θέσις καὶ τὸ ἔθος τῆς διόδου καὶ ὁ βραχὺς μετὰ τὴν καινοτομίαν χρόνος ἐπισκιάζοντα τὰ νεοχμωθέντα, καὶ μηδὲν καινὸν μηδὲ πρόσφατον βλάβην ὑφορᾶσθαι συνεξαπατῶντα ὄλεθρον εὑρεῖν ἀντὶ τῆς προκειμένης χρείας συνώθησεν. Δεῖ δ' οὖν διὰ ταῦτα πάντα μηδεμίαν παραλιμπάνειν ἐφ' οἷς πράττομεν, ἀσφάλειαν· δι' ἧς τὸ ὁμογενὲς καὶ ὁμόφυλον πάσης βλάβης καὶ ζημίας ἀπείρατον συντηρήσομεν· ἔκθεσμον γὰρ καὶ ὠμότητος ἐφ' οἷς ἡμεῖς τὰς ὠφελείας δρεπόμεθα, τοὺς ὁμογενεῖς καὶ ὁμοφύλους περιορᾶν τὰ τῶν παθημάτων καὶ ἀλγεινῶν ὑφίστασθαι ἔσχατα· τῆς μέντοι χρεωστουμένης προσνοίας κἀνταῦθα καὶ μηδὲν τῶν παραπορευομένων τοῖς βοθύνοις ὑποφερομένων, οὐκ ἔσται φόνος οὐδεὶς ἐν τῇ νεουργουμένῃ οἰκίᾳ· καὶ ἡ περὶ τὸν βόθρον περινοηθεῖσα περιβολὴ καὶ στεφάνη καὶ φόνου καθαρὰν τὴν οἰκίαν ἀπέφηνεν καὶ τὴν τοῦ πλησίον πρόνοιαν λαμπρῶς πᾶσιν ἐμφανίζουσα, πολλῶν καὶ καλῶν ἐπαίνων πρόξενος τῷ προνοησαμένῳ γίνεται· καὶ τῆς τοιαύτης κηδεμονίας τὴν ἀπόλαυσιν ἐν ὁμοίοις ἔργοις καὶ συγκυρήματα τῷ προκαταβαλόντι ἀπεθησαύρισε· καὶ τό γε θεοφιλέστατον τῆς νομοθεσίας ἐβεβαίωσε, τά τε δυνατὸν καὶ σωτήριον καὶ αἰδέσιμον· ἀλλὰ κατὰ μὲν τὸ αἰσθητὸν, τοιαύτην ἔστι λαβεῖν καὶ τὴν τοῦ προκειμένου λόγου εὐκρίνειαν. Ἡ δὲ πρὸς θεωρίαν μᾶλλον τὸν νοῦν ἀναφέρουσα, τοιαῦτα ἂν εἴη καὶ βουλομένη καὶ τῇ παραινέσει τὴν πράξιν συσφίγγουσα. Οἱ φιλοσοφίᾳ καινοτέρᾳ καὶ τῶν πολλῶν ὑπεράνω κειμένῃ χρώμενοι καὶ τὸν βίον ἐξῃρημένον τῆς δημώδους πολιτείας ἐπιτηδεύοντες, οὐκ ὀφείλουσιν οὗτοι καινὸν μὲν τὸν θεμέλιον πηγνύναι, καινὴν δὲ κατασκευάζειν ἐπιχειρεῖν τὴν οἰκίαν καὶ μηδὲν πρὸς τὸ πλῆθος συμφερομένην· μήτε τῆς ἐθίμου διαγωγῆς πρὸς τὰ ἴχνη καταπίπτουσαν· ἐν αὐτοῖς δὲ μέσοις τοῖς ἔργοις γενόμενοι, τὸν τόνον τῶν ἀγωνισμάτων ὑποχαλᾶν, καὶ τῇ ῥᾳστώνῃ τῶν ὁμοίων πόνων σαθρὸν καὶ εὐδιάπτωτον τὸ καλῶς ἀρξάμενον οἰκοδομεῖσθαι φιλοτέχνημα· καὶ τὴν οἰκίαν δι' ἧς ἐνῆν καὶ καταῤῥηγνυμένους ὄμβρους τὰς τῶν πειρασμῶν νιφάδας στεῤῥῶς ἀποκρούεσθαι, καὶ φλογίζουσαν ἀκτῖνα ἤτοι τῶν παθῶν ἀποστέγειν τε καὶ ἀναστέλλειν τὴν πύρωσιν· ταύτην δὴ τὴν οἰκίαν οὕτω μὲν λαμπρῶς ἀρξαμένην οἰκοδομεῖσθαι, οὕτω δὲ πρὸς θαῦμα γλυκὺ προϊοῦσαν οὐ χρὴ ῥᾳθυμίᾳ γνώμης ὕστερον ἐᾶν εἰς γέλωτα καταπίπτειν, καὶ τὸ σκυθρωπὸν καὶ περιυβρισμένον τῆς πρὶν εὐκλείας ἀνταλλάττεσθαι· ἀλλὰ δεῖ ταύτην καινῶς ἀρξαμένην οἰκοδομεῖσθαι, ἐν τοῖς ὁμοίοις συντηρεῖν κατόρθωμα καὶ στεφάνην τῷ τερπνῷ τούτῳ καὶ περικαλλεῖ δωματίῳ περιθεῖναι, τουτέστι μέχρι τέλους τὴν πρὸς τοὺς στεφάνους ἄγουσαν ἀκρίβειάν τε καὶ ἐπιμέλειαν ἐπιτηδεύειν· τῶν γὰρ νομίμως καὶ τῶν μέχρι τέλους
col. 409–410page 205 of 591
PG 101:409ἀθλούντων οἱ στέφανοι· «Οὐδεὶς γάρ, φησὶ τῆς Ἐκκλησίας ὁ κῆρυξ, στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ.» Οἶδε δὲ καὶ καινὴν κτίσιν τὴν κατὰ Χριστὸν προκοπὴν καὶ τελείωσιν ὁ τοῖς αὐτοῖς καινοῖς πολιτεύμασιν τὴν κοινὴν διαθήκην καινοτέραν ἀεὶ συντηρήσας. «Εἴ τις γάρ, φησίν, ἐν χρόνῳ καινὴ κτίσις,» ἀνακαινίζεσθαι· τουτέστι διὰ πάντων ἐν τῇ σοφῶς τε καὶ ὑπὲρ λόγον οἰκονομηθείσῃ καινότητι διατηρεῖσθε καινιζόμενοι, μηδὲν παλαιὸν μηδὲ σαθρότητος νόσον ἐπιφέροντες. Εἰ γὰρ μὴ ἐπιτεθείη στεφάνη τῷ καινιζομένῳ δωματίῳ τοῖς κατορθώμασι, τουτέστιν εἰ μὴ μέχρι τέλους τοὺς νεανικούς καὶ καινοὺς καὶ καλοὺς ἀγῶνας τοὺς προξένους ἡμῖν τῶν στεφάνων συντηρήσομεν, φόνος καὶ φόνων ὁ χαλεπώτατος ἐν τῇ σαθρότητι τοῦ οἰκοδομήματος· συγκαταενεγκόντος δὲ καὶ συγκατορύξαντος καὶ τὸν ἀπ᾽ ἀρχῆς τῆς καινότητος τῆς οἰκοδομῆς, ὡς εἴθε μὴ ὤφελεν εἰς μάτην, φιλοτιμησάμενον· τῷ γὰρ οὕτως ἀθλίως περιενεχθέντι καὶ μετὰ τοσούτους πόνους καὶ ἱδρῶτας ὥσπερ ἐκ μεταμελείας ἐνυβρίσαι τὰ φθάσαντα, καὶ παθῶν ἀνδράποδον γενέσθαι καὶ τοῦ ἐχθροῦ θήραμα, οὐδὲν ἂν εἴη χεῖρον, μηδὲ τὴν ἀρχὴν ἑλέσθαι τὴν καινότητα τοῦ πολιτεύματος, ἢ προελομένους μὴ διενεγκεῖν μέχρι τέλους, ἀλλ᾽ ἀνθελέσθαι τῶν σπουδαζομένων τὰ ἀπευκταία· καὶ οἷς ἂν ἕξουσιν οἱ μισοῦντες ἐντρυφᾷν τῇ χλεύῃ καὶ τοῖς ὀνειδίσμασιν· οὐδὲ τὸν θεσπέσιον δὲ παρασιωπεῖσθαι Κύριλλον ὅσιον. ΕΡΩΤΗΣΙΣ Ξ. Τί δήποτε τοῦ νόμου κωλύοντος ἅπτεσθαι λεπροῦ, εἰ δὲ μὴ, ἀκάθαρτον εἶναι ἕως ἑσπέρας, ἐν τῷ θεραπεύειν τὸν λεπρὸν ὁ Σωτὴρ ἅπτεται αὐτοῦ, καίτοι λόγῳ θεραπεύειν δυνατὸς ὤν; Πρῶτον μὲν ἐκεῖνο προσῆκεν εἰδέναι, ὡς ἐξ ὧν ὁ Σωτὴρ νῦν μὲν τὸν νόμον ἔκρινε φυλάττειν, νῦν δὲ τῶν κρειττόνων καὶ ὑπὲρ ἄνθρωπον ἔργων ἀπέφαινεν ἥττονα, οὐδ᾽ ὅτε νομοφυλακεῖν ἐδοκίμαζεν, ὡς ὑποκείμενος τοῖς νόμοις ἐφύλαττεν· ἀλλὰ τοῦτο μὲν οἰκονομίαν πληρῶν, καὶ δεικνὺς οἷα δὴ τὴν ἀνθρωπίνην φύσιν μὴ ἀπαξιώσας ἀναλαβεῖν, ὅτι καὶ αὐτὸς οὐκ ἀτιμάζει τὰ δι᾽ ὧν ἤδη ῥυθμίζεται τὰ ἀνθρώπινα, ἀλλὰ καὶ μετέρχεται ταῦτα ὅταν μηδὲν ἄλλο τῶν κρειττόνων εἰς ἑαυτὸν μεθέλκῃ καὶ μεταδιδάζῃ τὴν πρόνοιαν· τοῦτο δὲ καὶ τῶν Ἰουδαίων ἅμα ἐμφράττων τὰ βλάσφημα καὶ ἀπύλωτα στόματα, καὶ τὸ ἀντίθεον καὶ παράνομον ὥσπερ εἰς τὸν Δεσπότην ἐναπορρίπτειν οὐκ ἔφριττεν ἡ θεομάχος αὐτῶν ἀπόνοια, εἰς τὰς ἐκείνων περιτρέπων κεφαλάς· ἐπεὶ καὶ τοὺς μαθητὰς ἐγκαλουμένους ὅτι κατὰ τὸ Σάββατον πορευόμενοι τοὺς στάχυς ἔτιλλον, καὶ ψύχοντες λιμοῦ τὴν αὐτοσχέδιον τράπεζαν ἐποιοῦντο, ἱεραῖς τε ἄλλαις ἐφόδοις καὶ δὴ καὶ παραδειγμάτων ἐπιφορᾷ κράτει καὶ ἀξιώματι τὸ ἀπαράγραπτον προβαλλομένων ἀνευθύνους ἐδείκνυ καὶ πάσης ἀνεπάφους μέμψεως· καὶ μὴν καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου Κύριον εἶναι τοῦ Σαββάτου, οὐχὶ δὲ τῇ ἐκείνου παρατηρήσει δουλεύοντα περιφανῶς ἀνεκήρυττε. Διὸ καὶ παρόντος αὐτοῦ τὸ προνόμιον τοῦ Σαββάτου συνεστέλλετο, ὥσπερ ἐπιστάντος δεσπότου

Question LXQuæstio LX

col. 411–412page 206 of 591
PG 101:411ἡ τοῦ δούλου παρρησία ἠρεμεῖ, τῷ δεσποτικῷ δὲ περιάγεται νεύματι. Ἀλλὰ γὰρ ἐν οἷς τὴν τῶν ἀνθρώπων ἐθεούργει σωτηρίαν, οἱ τοὺς ἀνθρώπους παιδαγωγοῦντες νόμοι ἡσύχαζον· κρεῖσσον γὰρ εἶναι πολλῷ τῆς ἰδίας παιδαγωγίας, αὐτὸ τὸ ἔργον τῆς σωτηρίας συνίεσαν. Ἐν οἷς δ' οὐκ ἦν τῶν νόμων ἡ φυλακὴ τὴν θαυματουργίαν ὑπερτιθεμένη, οὐδὲ τῆς τῶν ἀνθρώπων σωτηρίας κατολιγωροῦσα, τἀνταῦθα καὶ αὐτοὶ τὸ οἰκεῖον δικαίωμα ἐπεγίνωσκον· μᾶλλον δ' αὐτοῖς ἀεὶ συνδιασωζόμενον ὑπῆρχεν ἐξ ὧν ὁ Σωτὴρ διεπράττετο. Καὶ γὰρ ἡ τῶν νόμων εἰσφορὰ ὅτε καὶ μᾶλλον ἀνθοῦντες ἐφαίνοντο, τὸ ξυλοκοπεῖν καὶ πῦρ ἀνάπτειν καὶ κρεανομεῖν τοὺς ἱερεῖς οὐχ ὕβριν ἡγοῦντο οὐδὲ τῆς αὐτῶν ἰσχύος καθαίρεσιν· ἀλλὰ καὶ κόσμον ἐποιοῦντο καὶ σεμνολόγημα φέρειν ἐκείνων τὰ δεύτερα· καὶ βοῦν δὲ καὶ ὄνον λύειν τῆς φάτνης καὶ ἀπάγειν ποτοῦ μετασχεῖν τῆς ἰδίας ἐπικρατείας ἀσθένειαν οὐκ ἐτίθεντο, οὐδὲ λύσις αὐτοῖς ἐνομίζετο τὸ μὴ καὶ ταῦτα δουλεύειν τῷ παραγγέλματι. Τί δὲ δεῖ λέγειν πρόβατον βοθύνου ἀνασπώμενον καὶ βοῦν καὶ υἱὸν ἀνθρώπου τῶν φρεάτων ἀνιμώμενον· καὶ πόσα τοιαῦτα ἕτερα; ὧν οἱ τοῦ Σαββάτου νόμοι τὸ κράτος διευλαβούμενοι, ἠρχοῦντο μᾶλλον καὶ ἐσεμνύνοντο· οἷς ἀπ' ἀρχῆς εἰσφερόμενον, πολλῶν ἄλλων ἔργων περιοχῇ καὶ τῇ διατυπώσει τῶν ἐν αὐτοῖς ἀφωρίζοντο πράξεων. Ταῦτα τοιγαροῦν καὶ τὰ τοιαῦτα παράβασιν τοῦ Σαββάτου τῶν ἀγνωμόνων Ἰουδαίων τὰς θαυματουργίας τε καὶ τὴν τῶν ἀνιάτων νόσων θεραπείαν ἐπιβοωμένων, ὁ Σωτὴρ εἰς μέσον προήνεγκεν ἀντιπαρατιθεὶς τὰ ὑπὲρ λόγον ἔργα ταῖς χειροκμήτοις πράξεσι, καὶ δεικνὺς ὅσον ἑκατέρων τὸ μέσον· καὶ οὐκ ἦν οὐδὲ τοῖς ἀναισχύντοις ἐξαρνεῖσθαι Ἰουδαίοις μὴ οὐχὶ πολλῷ τιμιωτέρας εἶναι καὶ θαυμασιωτέρας τὰς σωτηρίους πράξεις ξυλοκοπίας τε καὶ κρεανομίας καὶ βόθρου καὶ φρέατος πρόβατον καὶ βοῦν ἀνασπᾶν, καὶ ὅσα τούτοις ἐνάμιλλα, κἂν τῆς ἀσεβούσης γνώμης καὶ θεομαχούσης οὐ μεθίσταντο. Ὅρα δὲ σὺ τὴν ἀκατάληπτον τοῦ Θεοῦ σοφίαν καὶ ἀπόρρητον πρόνοιαν· ὅπως ὅπερ ἤμελλεν ὑστέροις χρόνοις εἰς τὸ παντελῶς λελύσθαι τῷ τῆς χάριτος ὑπεξιστάμενον (ὁ νόμος λέγω) κράτει καὶ δόγματι, τοῦτο κατ' ἀρχὰς εἰσαγόμενον καὶ κρατυνόμενον συνεσφίγγετο, ὡς ἂν ἡ παντελὴς ἐπιστᾶσα λύσις τὴν ἐπὶ μέρους καὶ μεθ' ἧς προῆλθεν ὁ νόμος προβαλλομένη, οὐδὲν καινὸν οὐδὲ παράδοξον τὸ συνενεχθὲν ἐπιδείξειεν· ἀλλὰ καὶ τῶν Ἰουδαίων καταισχύνῃ καὶ ἐπιστομίσῃ τὸ ἀπειθές, καὶ παρὰ τὸν νόμον οὐκ ἐν καιρῷ περισπούδαστον, ὡς οὐ νῦν τοῦ νόμου πρὸς λύσιν χωροῦντος, ἀλλ' ἀπ' ἀρχῆς μετὰ λύσεως προεληλυθότος, καὶ λύσει μὲν συνισταμένου, τῷ ἀλύτῳ δὲ μηδὲ τὴν ἀρχὴν ὑφισταμένου· καὶ οὐκ ἐπὶ μόνων τῶν Σαββάτων τὴν νομοθεσίαν ἡ λύσις ἐν τοῖς ἑαυτῆς ὅροις περιέσωζεν, ἀλλὰ καὶ ἐπὶ τῆς τελετῆς τοῦ πάσχα τὸν ὡρισμένον καιρὸν ἐπιμερίζουσα, καὶ ἐν τῇ κατὰ μέρος ὑπερθέσει τὴν τῆς πράξεως ὁλοκληρίαν συνάγουσα. Ναὶ δὴ καὶ ναὸς εἷς ἐπὶ ταῖς θυσίαις ἀφοριζόμενος τοῖς πανταχόσε γῆς διεσπαρμένοις Ἰουδαίοις τὴν θυσίαν
col. 413–414page 207 of 591
PG 101:413ἄθυτον καὶ ἀκαλλιέρητον παντί τρόπῳ προεθέσπιζεν ἔπεσθαι· τοῦτο μὲν μὴ δυναμένων πανταχόθεν πάντων εἰς τὸν αὐτὸν νεών δι' ἔτους συναθροίζεσθαι, τοῦτο δὲ καὶ τοῦ ναοῦ οὐ μετὰ πολὺν χρόνον πολεμίαις χερσὶν ἀνατρέπεσθαι μέλλοντος· καὶ ἐπὶ μυρίων ἄλλων ὡς πανταχόθεν τὴν παλαιὰν νομοθεσίαν εἶναι συνιδεῖν εἰς τέλος παλαιωθήσεσθαι, ἅτε δὴ τῶν συνιστώντων αὐτὴν συμβόλων τοῦτο προανακηρυττόντων καὶ προκαταγγελλόντων, οὐ λόγοις μᾶλλον ἀλλ' αὐταῖς ἐργασίαις καὶ πράξεσι· καὶ δὴ καὶ ἑτέρας πολιτείας ὑψηλοτέρας τε καὶ θειοτέρας καὶ λύσιν οὐκ ἐπιδεχομένης προοίμιον ἀπ' ἀρχῆς καὶ προγύμνασμα γεγενῆσθαι ταύτην, δι' ἣν ὅλως καὶ τῆς ἐπικαίρου μετέσχε γενέσεως. Ὁ δὲ Σωτὴρ ἡμῶν διά τε ταῦτα ἀφῇ θεραπεύει τὸν λεπρὸν καὶ ἵνα δείξῃ ὅτι Κύριος αὐτὸς ἦν, ὥσπερ τοῦ εἰσενεγκεῖν τὸν νόμον, οὕτω καὶ μὴ εἰσενεγκεῖν· ὥσπερ δὲ μὴ εἰσενεγκεῖν, οὕτω καὶ εἰσενεγκεῖν ἑτέροις, ἀλλ' οὐχ ἑαυτῷ εἰσενεγκεῖν· μηδὲ γὰρ μηδ' ὑποκεῖσθαι τὸν νομοθέτην νομοφυλακεῖν, ὧν ἡ φυλακὴ τοῖς νομοθετουμένοις ἀρμόζει μόνοις. Ὥσπερ γὰρ νομοθετῶν βασιλεὺς πόλει καὶ πολιτείαις, οὐχ οἷς ἁρμόζεται καὶ καθιστᾷ τὴν πολιτείαν, τούτοις ἑαυτὸν ὑπάγει, καὶ τῶν ἀρχομένων ἕνεκα καταγγέλλει καὶ παραπλησίως ἐκείνοις τεθηπέναι τὸν ὅρον τοῦ ψηφίσματος παρασκευάζει· ἀλλ' αὐτὸς μὲν ἄνω κάθηται τῆς πολιτικῆς τάξεως καὶ ὑπηρεσίας· τὸ δὲ πολίτευμα τοῖς αὐτοῦ συνέχει καὶ συνδιασώζει παραγγέλμασιν· οὕτως καὶ ὁ τοῦ κόσμου Δημιουργός τε καὶ Παμβασιλεὺς νόμους παρέσχε κατὰ καιρούς τοῖς ἐν τῷ κόσμῳ, δι' ὧν ἦν αὐτῶν μὲν τὴν γνώμην ἐπὶ τὸ ἄμεινον μετακοσμεῖν τε καὶ μεταῤῥυθμίζειν, αὐτὸς δὲ τῆς τοιαύτης προνοίας ἀπροσδεὴς ἦν καὶ κρείττων, οἷς φιλοτιμούμενος ἐπλούτιζε τὸ ὑπήκοον τούτων ἀναδέχεσθαι τὴν χρείαν. Οὐδὲ γὰρ οὐδ' ὥσπερ ἐπὶ τῶν ἄλλων νομοθετῶν οἱ πολλῶν ἑτέρων συνεπικρινόντων τε καὶ συμψήφων τῇ γνώμῃ καθισταμένων τοὺς νόμους τιθέασιν, οὕτω καὶ ὁ Σωτὴρ ἡμῶν τὴν νομοθεσίαν εἰσέφερεν, ἀλλ' ὡς Θεὸς καὶ Κύριος πάντων καὶ τῆς ὅλης νομοθεσίας αὐτὸς ἐπανῃρημένος τὸ κράτος. Διόπερ ἀνάγκη τοὺς μὲν τοῖς νομοθετηθεῖσιν ὑποτετάχθαι, τὸν δὲ λόγος ἅπας ἐξαίρει μὴ οὐχὶ τῶν ἄλλων ἁπάντων καθ' ὑπερβολὴν ὑπερανεστηκέναι. Ἀλλά μοι δεῦρο καὶ τόδε συνεπισκόπει· ὁ νόμος τὸν ἁπτόμενον λεπροῦ, ἀκάθαρτον ὀνομάζει, οὐχ ὃν ἐκ τῆς ἀφῆς ᾔδει τῆς λέπρας ἀποκαθαίροντα τὸν συνεχόμενον τῷ πάθει· οὐ γὰρ ἦσαν ἐλπίδες οὔπω τῆς χάριτος ἐπιστάσης, ἀλλ' οὐδὲ τῶν ταύτης προοιμίων, αἳ τὸν ἄνθρωπον ὑπέφαινον θεουργοῦντα, καὶ κρείττω πάθους, μάλιστά γε τοῦ τὴν θεραπείαν ζητοῦντος ἐμφανῆ καθιστῶσαι, ἀλλ' ὃς οὐδὲν τῷ λεπρωθέντι πρὸς κάθαρσιν συνεισάγει, καὶ ὃν μετασχεῖν μᾶλλον τοῦ πάθους ἢ τῆς ἀκαθαρσίας ἀπαλλάξαι τὸν παρασχόντα συνεώρα. Ὁ δὲ τῶν ψυχῶν καὶ τῶν σωμάτων Ἰατρὸς Χριστὸς ὁ Σωτὴρ ἡμῶν αὐτίκα μὲν τῆς λέπρας διὰ τῆς ἀφῆς ἀποκαθαίρει, αὐτίκα δὲ τὴν νόσον λόγου κρεῖττον φυγαδεύει. Πῶς οὖν οὐκ ἄτοπον διευλαβεῖσθαι τὴν ἀφὴν ὡς ἀκαθαρσίας πρόξενον, τὸν εἰδότα διὰ ταύτης κεκαθαρμένον ἀναδείξαι τὸν τῇ λέπρᾳ πιεζόμενον; πῶς δ' οὐ παράλογον τὸν μὲν
col. 415–416page 208 of 591
PG 101:415λεπρὸν οὐκέτι λεπρὸν οὐδ᾽ ἀκάθαρτον εἶναι· κεκαθαρμένον δὲ καὶ ὑγιᾶ διὰ τῆς Δεσποτικῆς ἁφῆς καὶ νομίζεσθαι πᾶσι καὶ ἐπιδείκνυσθαι, τὴν δὲ τὴν καθαρσιν αὐτῷ φιλανθρώπως καὶ ὑπερφυῶς δωρούμενον, ἀκαθαρσίας μετασχεῖν νομίζειν, ἣν οὐδ᾽ ἐν ἑτέρῳ σώματι συνεχώρησεν μένειν· Οὐκοῦν οὐχὶ τὸν διὰ τῆς ἁφῆς τὸ πάθος τοῦ χρωτὸς ἀποξύοντα, τοῦτον μὴ ἅπτεσθαι ὁ νόμος ἐκώλυε (μισανθρωπίας γὰρ οὐκ ἂν ἔφυγε δίκην), ἀλλὰ τοὺς ἐν τῷ ἅπτεσθαι μηδὲν μὲν τῆς ἀκαθαρσίας ἀφαιρουμένους, ἁπτομένους δ᾽ ὅμως τῶν ἔτι τῇ διαφθορᾷ συνεχομένων καὶ λυμαίνεσθαι τῇ μεταδόσει μᾶλλον δυναμένων, ἢ τὴν θεραπείαν διὰ τῆς ἐκείνων χειρὸς ἀποκερδαινόντων· ὥστε διότι τε Κύριος ἦν ὁ Υἱὸς τοῦ ἀνθρώπου καὶ θεῖναι καὶ μὴ θεῖναι τὸν νόμον (οὐ γὰρ ἡ τῆς σαρκὸς πρόσληψις τὴν ἐξουσίαν περιεῖλε τῆς θεότητος, ἀλλὰ ὁ προσληφθεὶς ἄνθρωπος τὸ κράτος τοῦ προσλαβόντος ᾠκειώσατο), καὶ διότι ὁ κυρίως καὶ οἴκοθεν νομοθέτης τοὺς ὑπὸ χεῖρα μὲν ὑποτάττει τῇ νομοθεσίᾳ, οὐ συνυπάγεται δὲ οὐδὲ συμπεριάγεται τοῖς νομοθετουμένοις· καὶ ὅτι διὰ λύσεως ὁ παλαιὸς νόμος τὴν γένεσιν ἔσχεν καὶ σύνδρομον τῇ λύσει τὴν ἀσφάλειαν ὑπέστη, οὐ θατέρου τὸ ἕτερον ἀναιροῦντος, δι᾽ ἀμφοῖν δὲ τὴν σύστασιν τῆς νομοθεσίας λαμβανούσης· καὶ ὅτι οὐχὶ τοὺς δι᾽ ἁφῆς ὁ νόμος καθαίροντας τῆς ἀκαθαρσίας τὸν ἄνθρωπον ἅπτεσθαι κωλύει· ἀλλὰ τοὺς μηδὲν ἄμεινον διαθεῖναι δυναμένους τὸν ἐξηερσμένον τῇ ἀκαθαρσίᾳ· καὶ ὅτι δι᾽ ὧν ὁ Σωτὴρ ἔπραττεν, τὴν νομοθεσίαν μᾶλλον ἐτίμα οὐκ ἀνθισταμένην ταῖς θεοσημείαις διελέγχων, σύνδρομον δὲ μᾶλλον ἐπιδεικνὺς παραλαμβανομένην. Διὰ τοίνυν ταῦτα πάντα, ὅσα γε ἐμὲ εἰδέναι, ὁ Σωτὴρ ἡμῶν καὶ Θεὸς τὸν λεπρὸν θεραπεύων καὶ λόγῳ τὴν ἁφὴν συνάπτων ὑπὲρ λόγον ἔδειξε κεκαθαρμένον. ΕΡΩΤΗΣΙΣ ΕΑ΄. Τί δηλοῖ τό, « Ἔστιν ἐλπὶς ὅτι ὁ κύων ὁ ζῶν, αὐτὸς ἀγαθός ἐστιν ὑπὲρ τὸν λέοντα τὸν τεθνηκότα; » Κατὰ μὲν τὸ γράμμα, τὸ πρόχειρον ἡ διάνοια ἔχει· πρὸς οὐδὲν δὲ δοκεῖ τῶν λυσιτελούντων οὐδὲ τῶν ἀναγκαίων συντείνειν· καὶ γὰρ πᾶσιν ἐστιν ἐγνωσμένον, ὡς οὐ μόνον ὁ κύων ὁ ζῶν τοῦ τεθνηκότος λέοντος ἀμείνων, ἀλλὰ καὶ πᾶν ᾧ μέτεστι ζωῆς ἴχνος τοῦ ταύτην ἀποβεβληκότος κἂν λέων ᾖ, κἂν τῆς τῶν λεόντων φύσεως καὶ ῥώμης καθ᾽ ὑπερβολὴν ἐκληρώσατο τὸ ὑπερέχον, πολλῷ κρείττονος λήξεως τὸ ζῶν τοῦ τεθνηκότος ἀξιοῦται· οὐκοῦν ἄμεινον ἀπὸ τοῦ γράμματος ἐπὶ τὸ πνεῦμα χωρεῖν, καὶ πρὸς τὴν τῶν νοητῶν ἀναφέρεσθαι θεωρίαν. Ἐμάθομεν τοίνυν ἀπὸ τῶν ἱερῶν λογίων κύνας μὲν τοὺς ἐξ ἐθνῶν καλουμένους, βασιλικὸν δὲ καὶ περιούσιον ὃν ἂν εἰκονίσειεν ὁ λέων, τὸν Ἰουδαϊκὸν ἐπονομαζόμενον λαόν. λέγει γοῦν ὁ Ἐκκλησιαστής· « Καὶ γὰρ αὐτῷ τὸ τῆς σοφίας χάρισμα πρὸς τὰ παρόντα καὶ δὴ τὰ φθάσαντα καὶ πρός γε τὰ μέλλοντα πλατύνεσθαι καὶ συμπαρατείνεσθαι θεόθεν ἐδωρήθη. » Λέγει τοίνυν ὡς ὁ κύων, τουτέστιν ὁ ἐξ ἐθνῶν ἄνθρωπος (τοῦτο γάρ αὐτὸν καλεῖσθαι διὰ τῆς Χαναναίας διδασκόμεθα), ἐὰν

Question LXIQuæstio LXI

col. 417–418page 209 of 591
PG 101:417αὐτὸν ἡ κατὰ τὰς ἀρετὰς ζωὴ μὴ παντελῶς καταλίποι, οὗτος ἂν ἐλπίδας εἴη παρέχων μᾶλλον ὡς τῆς ἀγαθότητος οὐκ ἐκπεσεῖται, ἢ ὁ ἐκ τοῦ βασιλικοῦ μὲν καὶ γαύρου γένους τῶν Ἰουδαίων, νεκρὸς δὲ τοῖς κατορθώμασι κείμενος. Ὁ μὲν γὰρ τῆς ἀμείνονος μετέχων ζωῆς ἐλπίδας ὑποτείνει καὶ πρὸς τὴν τελειότητα τῶν κατορθωμάτων ἀναδραμεῖν· ὁ δὲ νεκρὰν φέρων ἐν ἑαυτῷ τῶν ἀρετῶν τὴν ἐνέργειαν, καὶ διὰ τοῦτο νεκροῖς ὢν ἐναρίθμιος μάτην τὸν λέοντα μεγαλαυχεῖ, τῆς ἀληθινῆς ζωῆς ἴχνος οὐδὲν ἐπιφερόμενος. Ναὶ μὴν καὶ ὁ νομιζόμενος ἀκάθαρτος ἄνθρωπος, ἅτε δὴ ταῖς ἁμαρτίαις ῥυτῶν, καὶ τῆς διὰ τῶν ἀρετῶν ἀπεστερημένος καθαρότητος, οὗτος δὴ δάκρυσι καὶ μεταμελείᾳ τῶν παθῶν τὸν βόρβορον ἀποπλυνάμενος, τοῦ φαινομένου μεγάλου καὶ ταῖς ἀρεταῖς ἐπηρμένου φρονεῖν ὑπέρογκον καὶ βασιλικὸν πολλάκις εὑρέθη κρείττων, καὶ αὐτὸς τὰς οὐλὰς τῶν ἁμαρτημάτων τῇ συνεχείᾳ τῆς θεραπείας ἀπαλειψάμενος. Ὁ δέ γε τῷ χρώματι τῶν ἀρετῶν εἰς λέοντα ζωγραφούμενος, πολλάκις χαυνωθεὶς τῷ φυσήματι τοῦ φρονήματος, κατερράγη τε τοῦ φρυάγματος καὶ νεκρὸς ἐγένετο, τῆς ἁμαρτίας αὐτὸν ὑποδεξαμένης τοῖς νευροποιοῖς αὐτῆς καὶ νεκροφόροις σκηνώμασιν. Εἰ βούλει δὲ καὶ ὁ διὰ τοῦ βαπτίσματος εἰς τὴν κατὰ Χριστὸν ζωὴν ἀναγεγεννημένος, κἂν κυνὸς διεμόρφου πρότερον αὐτὸν ἀναίδεια, κἂν πρὸς ἄλλο τι τῶν ἀλόγων διετυποῦτο ἰδίωμα, ἐλπίδας οὗτος ὅμως παρέχεται πρὸς ἀγαθότητα μεταμορφωθῆναι, καὶ ἀγαθὸς χρηματίσαι· ὁ δὲ ταύτης τῆς ἀναγεννήσεως ἐκπεσὼν καὶ τῆς ἐκεῖθεν ἀπεστερημένος ζωῆς, εἰ καί τισι τῶν ἀρετῶν ἐπισεμνύνεσθαι δόξει καὶ ἐπιγαυριᾷν ἐπηρμένῳ τοῦ πολιτεύματος, οὐδὲν ἧττον διαμένει νεκρός, καὶ πολλῷ χεῖρον τοῦ κυνὸς μὲν πάλαι γεγονότος, τῆς ζωηφόρου δὲ μὴ ἀμοιρήσαντος χάριτος. Τί βούλεται δηλοῦν τὸ παρὰ τῷ Ἐκκλησιαστῇ ῥηθέν· Ἀπόστειλον τὸν ἄρτον σου ἐπὶ πρόσωπον τοῦ ὕδατος, ὅτι ἐν πλήθει τῶν ἡμερῶν εὑρήσεις αὐτόν. Τὸ τῆς ἐλεημοσύνης χρῆμα διὰ πολλῶν εἴωθε παραδηλοῦν ἡ Γραφή, μάλιστα δὲ τῇ χορηγίᾳ καὶ μεταδόσει τοῦ ἄρτου· καὶ γὰρ καὶ ἡ τούτου χρεία τὴν ἀνθρωπίνην ζωήν μᾶλλον συνέχει. Διόπερ ἀπὸ τοῦ συνεκτικωτέρου μέρους τοῦ ἄρτου, ὅλον τὸ τῆς ἐλεημοσύνης κατόρθωμα διαλαμβάνει. Γέγραπται οὖν· Διάθρυπτε πεινῶσι τὸν ἄρτον σου· καὶ νῦν δὲ ὁ Σολομών, Ἀπόστειλον, λέγων, τὸν ἄρτον σου ἐπὶ πρόσωπον τοῦ ὕδατος, τὴν ἐλεημοσύνην ἐδήλωσεν, ἧς δεῖ χορηγὸν εἶναι τοῖς ἐν ἐνδείᾳ καθεπτῶσι, καὶ πρὸς χεῖρα μόνον φιλάνθρωπον ἀφορᾶν τὴν ἐλπίδα τοῦ βίου κεκτημένην. Ταύτην δέ φησι τὴν ἐλεημοσύνην ἐκ διαθέσεως προσῆκε φέρειν συμπαθοῦς καὶ διὰ δακρύων προϊούσης· μὴ μέντοι γε τὴν τοῦ πλησίον συμφορὰν, ἐπιδείξεως καὶ μεγαλαυχίας ἁρπάζειν ὑπόθεσιν. Ὁ γὰρ τοιοῦτος οὐκ ἐπὶ πρόσωπον τοῦ ὕδατος τὸν ἄρτον ἀφῆκεν, ἀλλ᾽ ἐξυβρισμένον τῇ μεγαλαυχίᾳ καὶ λελυμασμένον τῇ δοξοκοπίᾳ προσέβριψεν. Ἔλεος γὰρ δι᾽ ὄγκου καὶ φιλαυτίας

Question LXIIQuæstio LXII

col. 419–420page 210 of 591
PG 101:419καὶ ἐπιδείξεως προχεόμενον, εἰς ὕβριν μᾶλλον ἢ παραψυχὴν τῷ δεομένῳ περιίσταται. Τὸ γὰρ μὴ παριδεῖν τὸν ἀδελφὸν ἐνδείᾳ τηκόμενον, καὶ ἀπορίᾳ συνδιαλυόμενον, χρέος μὲν καὶ χρεῶν τὸ ἀπαραίτητον ὁ εὐγνώμων ἡγήσεται, καὶ σπουδάσει καταλαβεῖν καὶ μὴ γενέσθαι μηδαμῶς ὑπερήμερος· δόξαν δὲ θηρᾶσαι καὶ εὐεργέτου διὰ τῆς τοιαύτης πράξεως περιβαλέσθαι ἀξίωμα, τῶν ἀγνωμόνων ἂν εἴη, καὶ τὸ καλὸν κακῶς εἰδότων μετέρχεσθαι. Διόπερ ὁ μὲν ἐν τῷ πλήθει τῶν ἡμερῶν, τουτέστιν ἐν τῷ μέλλοντι αἰῶνι, τὸν ἄρτον εὑρήσει τῆς ἐλεημοσύνης, ἀντιλαμβάνων τὸν ἔλεον· ὁ δὲ οὐχ εὑρήσει· δοξοκοπίᾳ γὰρ καὶ τῇ τῆς ἐπιδείξεως ἐμπορίᾳ προκατηνάλωται. Δύναιτο δ' ἂν διὰ τῶν προειρημένων ῥημάτων καὶ πρὸς ἑτέραν μετελθεῖν διάνοιαν. Ποίαν ταύτην; Τὸ τῶν ἀνθρώπων πλῆθος, φίλον τῇ Γραφῇ κατονομάζειν ὕδατα· «Ῥῦσαι γάρ με,» φησὶν ὁ ἐν τῷ Πνεύματι ψάλλων, «ἐξ ὑδάτων πολλῶν, ἐκ χειρὸς υἱῶν ἀλλοτρίων.» Ὁ τοίνυν τῶν ἱερῶν μαθημάτων διδάσκαλος τὸν τρέφοντα τὴν ψυχὴν ἄρτον ὃν θεόθεν κατεπιστεύθη, τοῦτον ὀφείλει τῷ τῶν ἀκροατῶν πλήθει χωρὶς ἀναβολῆς πάσης καὶ ὑπερθέσεως διανέμειν, καὶ μηδέποτε τῆς χορηγίας ἀποστερεῖν τοὺς ἐν χρείᾳ ταύτης καθισταμένους. Καὶ τίς ὁ μισθὸς τῆς φιλανθρώπου ταύτης ἐργασίας; ἢ δῆλον ὁ ἐν τῷ πλήθει τῶν ἡμερῶν ἀνταποδιδόμενος. Ἐπεὶ δὲ τὸ ὕδωρ διαφόρους πραγμάτων ὑποθέσεις αἰνιγματίζειν δύναται, εἴη ἂν οὐκ ἀλόγως τὸν προκείμενον λόγον θεωρῶν ὁ τὴν ἐλεημοσύνην λέγων προσήκειν ἐργάζεσθαι διὰ παντὸς πρὸς τὰς ἀεννάους τῶν ὑδάτων ἐνατενίζων πηγὰς, καὶ τὴν ἐκείνων ἐνέργειαν ἐπὶ τὸν ἔλεον τῇ μιμήσει μεταφέρειν· καὶ μὴ ποτὲ μὲν προχέειν τὸν ἔλεον, ποτὲ δὲ ἀναστέλλειν, ἀλλὰ διηνεκῆ τὰ ῥεῖθρα καὶ ἀδιάδοχα τοῖς χρήζουσιν ἀναβλύζειν. Ὅλην γὰρ τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει ὁ Κύριος, τοῦ Δαυΐδ ἔστιν ἀκούειν ψάλλοντος· καὶ εἰ ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ, πῶς ἄν τις φιλόθεος ὢν καὶ τοῦ κατ' εἰκόνα σώζων τὸ εὐγενές, ἀνεκτὸν ἡγήσαιτο μὴ διὰ παντὸς ἑαυτῷ παρασκευάζειν χρεώστην τὸν Θεὸν, ἀλλὰ περικόπτειν καὶ ἀποστερεῖν ἑαυτὸν τοῦ τηλικούτου καὶ τοσούτου κέρδους τὴν συνεισφοράν; Δῆλον δὲ ὡς ὁ τοιοῦτος ἀεὶ μὲν, μάλιστα δὲ ἐν πλήθει τῶν ἡμερῶν εὑρήσει, ἣν ἡ τοῦ ἄρτου μετάδοσις διηνεκῆ μισθαποδοσίαν ἀπεθησαύρισεν αὐτῷ. Ἀποστέλλει μέντοι γε τὸν ἄρτον τὸν ἐπιούσιον καὶ μυστικὸν καὶ ὁ μυσταγωγὸς ἐπὶ πρόσωπον τοῦ τῆς παλιγγενεσίας ὕδατος τοῖς μυσταγωγουμένοις καὶ δεομένοις οὐρανίου καὶ ψυχὴν στηριζούσης τροφῆς παρέχων αὐτόν. Καὶ γὰρ μετὰ τὴν τοῦ ὕδατος θείαν ἀναγέννησιν ὁ οὐράνιος καὶ ζωοποιὸς ἄρτος τοῖς ἀναγεννηθεῖσι προσφέρεται· καὶ ὅ γε τοῦτον ἐν σοφίᾳ διανέμων καὶ κατ' ἀξίαν οἰκονομῶν, εὗρε τὸν ἄρτον ὡς ἀληθῶς τὸν ἐκ τοῦ οὐρανοῦ καταβεβηκότα, καὶ ζωὴν τῷ κόσμῳ διδόντα, ἀεὶ μὲν ζωοποιοῦντα αὐτὸν καὶ στηρίζοντα καὶ τρέφοντα, μάλιστα δὲ ἐν καιρῷ τῆς τῶν βεβιωμένων ἀνταποδόσεως. Εἰσὶ μέντοι γε τινὲς οἱ καὶ τοιαύτην ἔννοιαν τῷ
col. 421–422page 211 of 591
PG 101:421τὸν τρεφόμενον ἢ ἐλεούμενον· καὶ τούτοις δὲ δῆλον ὅτι τὸ ὕδωρ τὸ τῶν ἀνθρώπων σύστημα σημαίνειν παραλαμβάνεται. Οὐ δεῖ οὖν, φασί, τὸν τῆς ἐλεημοσύνης δεόμενον λογοθετεῖν πρότερον, ἄξιός ἐστι τοῦ ἐλέους καὶ τῆς εὐεργεσίας ἢ οὐ· ἀλλὰ τὸν φιλανθρωπίας ἀξιοῦντα τυχεῖν, ταύτην χωρὶς λογισμῶν δισταζόντων παρέχειν. Ὥσπερ γὰρ ὁ κατὰ πελάγους ἀφιεὶς τὸν ἄρτον ἐπ' ἀδήλῳ μὲν ἔβαλε, καὶ οὐκ οἶδεν ἐν ᾧ τὸ ῥεῦμα τοῦτον ὑποσύρει, τῷ δὲ πάντων ἔχοντι τὴν γνῶσιν καθαρῶς ὁρᾶται καὶ τῇ αὐτοῦ περιέχειται παντοκρατορικῇ καταλήψει· τὸν αὐτὸν τρόπον καὶ ὁ τὸν ἔλεον οὐ διακρινομένῃ γνώμῃ καὶ ἀμφιβαλλούσῃ τοῖς ἐπιζητοῦσι παρεχόμενος, νῦν μὲν οὐκ ἐπιγινώσκει τίς ἐστιν ὁ λαβών, ἐν δὲ τῷ πλήθει τῶν ἡμερῶν, τουτέστιν ἐν τῷ μέλλοντι αἰῶνι, ἐπιγνώσεται· καὶ τὸν ἄρτον ἐκεῖνον ἐπὶ τῆς χειρὸς εὑρίσκων τοῦ Δεσπότου ἐπιδεικνύντος καὶ λέγοντος· « Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν, » δῆλον ὅτι πάσης εὐφροσύνης καὶ ἀγαλλιάσεως πλησθήσεται· οὐ μόνον ὃν ἀπέστειλεν ἄρτον ἐπὶ προσώπου τοῦ ὕδατος ἀνευρών, ἀλλὰ καὶ πολλῷ γεγονότα τιμιώτερόν τε αὐτῷ καὶ λυσιτελέστερον. ΕΡΩΤΗΣΙΣ ΞΓ΄. Τί δηλοῖ· Ὁ ὀρύσσων βόθρον, εἰς αὐτὸν ἐμπεσεῖται. Βόθρον ἐνταῦθα τὴν κατὰ τοῦ πλησίον μελέτην καὶ τὸν βόθυνον ὄλεθρον ὀνομάζει, κατά γε τὸ γεγραμμένον· « Λάκκον ὤρυξεν καὶ ἀνέσκαψεν αὐτῷ· καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο, » καί· « Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. » Ὁ τοίνυν τὸν τοιοῦτον βόθρον καὶ τὴν ἀπώλειαν ἑτέρῳ διορύσσων, αὐτὸς πρῶτος ἐμπίπτει ἐν αὐτῷ· ἐν γὰρ τῷ ταῦτα διαμηχανᾶσθαι πρὸ τῆς τοῦ πλησίον κακώσεως, τὴν ἑαυτοῦ διόλλυσι ψυχήν· ἂν μὲν γὰρ τῷ σώματι τὴν βλάβην ὑποτείνῃ τοῦ ὁμογενοῦς, πολλάκις ἐκεῖνον μὲν ὠφέλησε μᾶλλον ἢ διώλεσεν, ἑαυτὸν δὲ τῆς ψυχικῆς τῷ βόθρῳ συνώθησεν· ὁ δὲ τῆς τοῦ πλησίον ψυχῆς μηχανησάμενος τὴν ἀπώλειαν, οὗτος ἄν τε εἷλεν, ἄν τε μὴ εἷλε τὸν ἐπηρεαζόμενον, οὐδὲν ἔλαττον τὴν ἑαυτοῦ προαπώλεσεν. Ἡ γὰρ ἀδέκαστος κρίσις πρὸς τὴν σπουδὴν καὶ τὴν γνώμην λογοθετοῦσα τὸ ἀδίκημα, εἰ καὶ πολλάκις τὸν βλάπτειν ὡρμημένον ὁ ἐπιβουλευόμενος διαπέφευγε, τὴν τιμωρίαν οὐδὲν ἔλαττον εἰσπράττεται. Παραινεῖ τοίνυνδιὰ τούτων ὁ Ἐκκλησιαστής, ἀφίστασθαι πάσης κακουργίας τὸν ἀπείρατον ζητοῦντα βλάβης καὶ κακώσεως συντηρηθῆναι. Καὶ μὴν ὁ διαμηχανώμενος κακὸν τῷ πλησίον οὐ διαφεύξεται τὴν ἐκ τοῦ νόμου τιμωρίαν, ἀλλ' ἄν τε ὀφθαλμὸν ἐκκόψας εἴη, τὸν οἰκεῖον ἐξορυχθήσεται· ἄν τε ὀδόντα ἐξελών, προσαπολέσει τὸν ἴδιον· καὶ οὐκ ἔστιν ἀδίκημα τὸν πλησίον λυμαινόμενον ὃ μὴ τὸν ἀδικήσαντα τῇ τιμωρίᾳ παραδίδωσιν· ὥστε ὁ τὸν βόθρον ἑτέρῳ διορύσσων, τουτέστιν ἀπολέσαι ζητῶν, οὐ διαφεύξεται τὸ μὴ ἐμπεσεῖν εἰς τὸν τιμωρίας βόθρον ὃν ἑαυτῷ κατὰ τοῦ πέλας τὸν βόθρον διορύττων ἐβάθυνεν.

Question LXIVQuæstio LXIV

col. 423–424page 212 of 591
Quæstio LXIII
PG 101:423Ὁ Ἐκκλησιαστής τὸ παρὸν βιβλίον ὥσπερ τὰ ᾌσματα τῶν ᾀσμάτων προηγούμενον ἔχει σκοπὸν τὴν τῶν νοητῶν καὶ ὑπὲρ τὴν αἴσθησιν θεωρίαν, καὶ αἱ Παροιμίαι τὰ τῶν ἀνθρώπων ἤθη ῥυθμίζειν οὕτω καὶ οὗτος περὶ τῶν φυσικῶν ἐπιβάλλει διαλαμβάνειν ὑπόθεσιν προστησάμενος τοὺς ἀκροατὰς πρὸς τὴν τῆς φύσεως χειραγωγεῖν κατανόησιν. Οὐ μὴν οὐδεμία τῶν τριῶν πραγματειῶν τῆς τῶν ἄλλων φιλοσοφίας διόλου ἀπήλλακται· ἀλλ᾽ ἔστιν εὑρεῖν κἀν τοῖς ἠθικοῖς ἐπ᾽ ἔλαττον μὲν ὅμως καὶ φυσικῶν καὶ θειοτέρων θεωρημάτων παράδοσιν· ὡσαύτως δὲ κἀν τῇ περὶ τῶν θειοτέρων φιλοσοφίᾳ ἠθῶν τε διακόσμησιν εὑρεῖν ἔνεστι κατεσπαρμένην, καὶ δὴ καὶ φύσεως κατανόησιν· ἀλλά γε δὴ καὶ ᾧ τῆς φύσεως ἐστὶν ἀναθεωρεῖν τὴν ἀκολουθίαν καὶ τὸ ἐναρμόνιον, οὐκ ὀλίγα λαβεῖν ἔστι τῶν διὰ τῆς παραινέσεως τὴν ἀναγωγὴν τοῦ ἤθους ἀνορθουμένων. Διὸ καὶ νῦν ἀπαγγέλλων τῶν φυσικῶν ὁ Ἐκκλησιαστὴς διὰ τοῦ παραδείγματος εἰς τὴν παραίνεσιν δι᾽ ἧς ἐστι πορεύεσθαι τὸν παρόντα βίον λύμης ἐλεύθερον καὶ πρὸς εὔροιαν συντηρεῖσθαι τὸν ἀκροατὴν παραπέμπει, καὶ φησίν· «Ὁ σχίζων ξύλα καὶ βίον τὴν τούτων ποιούμενος τέχνην, ἐὰν ἐκπέσῃ τὸ σιδήριον ᾧτινι σχίζεται τὰ ξύλα, ἢ δ᾽ οὐ μετὰ τὴν πρώτην σχίσιν ἐπὶ πλέον διίσταται ἀπ᾽ ἀλλήλων, καὶ εἰς περιγραφὴν ἀπαρτίζεται ἰδίαν, ὁ κινδυνεύει ἐν αὐτοῖς, ὁ τῆς ἐκεῖθεν δηλονότι ἀφαιρούμενος ὠφελείας· καὶ συνταράξει τὸ πρόσωπον, ἀντὶ τοῦ φαιδρυνομένου ἐν ἱλαρότητι, σκυθρωπὸν ἀναδεδεγμένος· καὶ δυνάμεις δυναμώσει ὅσαι διεβάσκαινον αὐτὸν, τὴν αὐτοῦ ἀσθένειαν καὶ ἀπορίαν, ἰσχὺν ἰδίαν περιβαλλομένην, οὐδὲν τῆς ἐν τῇ ἀνδρείᾳ αὐτοῦ συνεπαμυνούσης, ἀλλ᾽ εἰς τὸ περιττὸν καὶ ἄχρηστον διὰ τὴν ἔκπτωσιν τοῦ σιδήρου διαλυομένης.» Ὥσπερ οὖν ἐπὶ τοῦ σχίζοντος τὰ ξύλα, ἐὰν ἐκπέσῃ τὸ σιδήριον, τοσαῦται παρακολουθοῦσι συμφοραὶ καὶ καταλαμβάνουσι τὴν ἐκ τῆς τοῦ ξύλου διαιρέσεως καὶ καλλιεργίας ἐν αὐταρκείᾳ δυνάμενον βιοῦν· οὕτω καὶ ὁ τῷ λόγῳ χρώμενος τῷ διδασκαλικῷ καθάπερ τινὶ σιδήρῳ καὶ ὀργάνῳ διαιρετικῷ δι᾽ οὗ τὴν Θείων Γραφῶν διὰ τῆς ἀσαφείας σύμφυσίν τε καὶ συναίρεσιν καταλλήλως τε καὶ προσφυῶς καὶ ὡς ἡ τοῦ Πνεύματος βούλεται χάρις ἀναπτύσσει τε καὶ ἀνὰ μέρος συνδιαιρεῖ διὰ τῆς ψυχωφελοῦς ἑρμηνείας ἑαυτῷ τὴν πνευματικὴν ζωὴν συντηρεῖ, τοὺς ἀκροατὰς ἐπὶ ταύτην ὁδηγῶν τε καὶ παρακαλῶν. Ἐὰν δὲ τὸ τῆς διδασκαλίας ἀκριβὲς καὶ πρὸς τὴν εὐσέβειαν εἰλικρινὲς καὶ ἠκονημένον λαθὸν αὐτὸν τὴν διαίρεσιν τῶν γεγραμμένων καὶ σαφήνειαν προενέγκῃ, μηδ᾽ ὀρθοδόξοις θεωρήμασι τὴν διάνοιαν διερμηνεύῃ, ἀλλὰ πρὸς αἵρεσίν τινα καὶ δόξης φαυλότητα τὸν σωτήριον λόγον διαπεσεῖν ἐάσῃ, οὗτος ὡς ἀληθῶς καὶ τὸ πρόσωπον ὅπερ ἐξ ἀρχῆς περιέθετο τῆς ὀρθοδοξούσης διδασκαλίας συγχεῖ καὶ ταράσσει, καὶ τὰς τῶν ἀκροατῶν ψυχὰς ἀντὶ σωτηρίας βλάβης ἀνα-
col. 425–426page 213 of 591
PG 101:425πλήσσει· καὶ δυνάμεις μὲν ἐνεδυνάμωσεν, αἱ διαφθονούμεναι αὐτὸν εὐοδούμενον πρότερον ἐζήτουν ἐπιβουλεῦσαι καὶ ἀντιπράττειν ἐφιλονείκουν· ἑαυτὸν δὲ ἀσθενῆ καὶ καταβεβλημένον ἔδειξε, καὶ τὴν ἔμπροσθεν θαυμαζομένην αὐτοῦ σοφίαν εἰς τὸ περιττὸν καὶ μάταιον κατενηνεγμένην διήλεγξεν. Ὁ μέντοι τὸν νοῦν ἀνδρεῖος, καὶ τοὺς ἐπηρμένους τῶν αἱρετικῶν λογισμοὺς πολιορκεῖν αὐτοῦ τὴν ὀρθὴν δόξαν διωθούμενος, καὶ τῷ τμητικῷ τοῦ Πνεύματος λόγῳ, ἐκείνων μὲν τοὺς παρεμβαλλομένους λοξοὺς καὶ τὰς συστροφὰς τῶν σοφισμάτων ἐκτέμνων, τὴν δ᾽ ἀληθινὴν δόξαν καὶ Θεὸν τιμῶσαν καὶ ἀρετῆς ἀντεχομένην περικαθαίρων τε τῶν ἐπισκιαζόντων καὶ ἀποδιαιρούμενος, εἴ τι τούτοις ἔξωθεν καὶ παρὰ τῶν ἐχθρῶν προστρίβεται νόθον, τοῦτον οὐδέποτε τὸ σιδήριον, οὔτε λαθὸν διαπέσῃ οὐδὲ ἐκ προδοσίας οὐδεὶς ἀπολέσαντα διελέγξει· ἀλλὰ καὶ τὸ ἐξ ἀρχῆς πρόσωπον ἀναλλοίωτον καὶ ταραχῆς ἁπάσης ἀνακεκαθαρμένον συντηρήσει· καὶ τὰς ἐν αὐτῷ φυσικὰς δυνάμεις τῇ προσθήκῃ τῶν ἀπὸ τῆς χάριτος δυναμώσει, δείξας ὡς ἀληθῶς ὅσον περισσεύει τοῦ ἀνδρείου ἡ σοφία τῆς τοῦ δειλοῦ ῥαθυμίας καὶ ῥᾳδίου τοῖς ἔργοις ἁλῶναι πολλὴν ἔχοντος τὴν ἀναλγησίαν. ΕΡΩΤΗΣΙΣ ΞΕ'. Πρὸς τίνα σκοπὸν ἀποβλέπει τό· Γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται, ἡ δὲ γῆ εἰς τὸν αἰῶνα ἔστηκεν. Εἰπὼν τῶν ἀνθρώπων ὁ Σολομὼν τὰ σπουδάσματα καὶ τοὺς διηνεκεῖς πόνους οὓς περὶ τὴν τοῦ βίου ἀπόλαυσιν καταβάλλονται, διαθαῤῥεῖν εἰς ματαιότητα, καὶ μηδὲν πλέον εὑρίσκειν κέρδος τὸν μοχθοῦντα καὶ κοπιῶντα τοῦ πρὸς μηδὲν τούτων ταῖς μερίμναις ἀποβλέποντος, ἀλλ᾽ ὁμοίως μὲν τοῖς σωματικοῖς πάθεσιν ὑποκείμενον, ἐν ἴσῳ δὲ πρὸς ἀλλοίωσιν καὶ φθορὰν ἔχοντα τὸ σῶμα διακείμενον, πρὸς ὅμοιον δὲ τέλος ὁδεύοντα καὶ καταδυόμενον. Ταῦτα εἰπὼν καὶ ἐπιδειξάμενος διὰ τοῦ εἰπεῖν· «Τίς περισσεία τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον εἴη;» (καὶ γὰρ τὸ, τίς, ἐνταῦθα ἀντὶ τοῦ, οὐδεμία, λαμβάνεται· οἷον οὐδεμία περισσοτέρα ὠφέλεια τῷ ἀνθρώπῳ περιγίνεται ἐν παντὶ μόχθῳ αὐτοῦ ὑπὸ τὸν ἥλιον, ἢ εἰ πρὸς μηδὲν τούτων κατετρίβετο τε καὶ κατετείνετο· οὐ μὴν οὐδὲ πρὸς τὸν ἀπηλλαγμένον τοιαύτης ματαιότητος ἄμεινόν τι διακείμενος δείκνυται·) ἀφεστάναι διὰ τοῦτο τῆς περὶ ταῦτα σπουδῆς καὶ ματαιότητος εἰσάγει παραίνεσιν. Ὑπὸ τὸν ἥλιον δὲ καλεῖν εἴωθεν ὅσα μᾶλλον γενέσεως ἐστιν ὑπηρετήματα καὶ φθορᾶς· ἅτε δὴ τῇ ἐκείνου συνδιαφέρεσθαι φθορᾷ τοῦ δημιουργικοῦ λόγου τάξαντος θέρος καὶ χειμῶνα, καὶ τὰ μεταξὺ τούτων ἔαρ τε καὶ μετόπωρον. Ἐπεὶ οὖν μέγα μέρος συνεισάγει ὁ τοῦ ἡλίου πρὸς τὰς τῶν ὡρῶν γενέσεις δρόμος, αἱ δὲ ταῖς σωματικαῖς καὶ ἀνθρωπίναις ἐπὶ τὸ χεῖρον ἢ τὸ κρεῖττον ἀλλοιώσεσι καὶ μεταβολαῖς πολλὰς ἀφορμὰς συνεισάγουσιν, εἰκότως τὴν περὶ τὰ τοιαῦτα σπουδὴν καὶ φροντίδα κατονομάζει σπουδαστὰς αὐτῶν μαρτυρόμενος κατατρίβεσθαι. κόπον καὶ μόχθον ὑπὸ τὸν ἥλιον, εἰς μάτην τοὺς

Question LXVQuæstio LXV

col. 427–428page 214 of 591
PG 101:427Ἀλλὰ γὰρ ταῦτα περὶ τῶν καθέκαστα προδιαλαβὼν ἀνθρώπων, νῦν φησιν ὡς οὐ μόνον ἕκαστος αὐτῶν οὐδὲν κέρδος προσλαμβάνει διὰ τῶν συνεχῶς περισπασμῶν καὶ τῶν πόνων, οἷον τῶν διὰ γενέσεως καὶ φθορᾶς ῥεόντων, τὴν σπουδὴν ἄπαυστον καὶ ἐπιμέλειαν ἀναδέχονται, ἀλλὰ καὶ ἐπὶ γενεᾶς ὅλης τὴν ὁμοίαν κενοσπουδίαν οὐδὲν ἔλαττον ὁρᾶν ἔστι συμβαίνουσαν. Τῶν γὰρ γενεῶν ἥ τε τοῦ κρείττονος ἀνατεχομένη καὶ δὴ καὶ ἡ πρὸς τὸ φαῦλον ἀποκλίνουσα, ἡ μὲν ὑπὸ τὸν ἥλιον μοχθήσασι ἀπερχομένη σκυθρωπὸν εὑρίσκει καὶ ἀθλιότητος πλήρη τὴν ἀναχώρησιν, καὶ ἐρχομένη πρὸς οὐδὲν τῶν χρησίμων τὴν ὁδὸν ἀνύει· ἀλλὰ τοὐναντίον μόχθοι καὶ κόποι ταύτην συνθλίβοντες, ἀντὶ τοῦ παρέχειν ὄφελος, ἐπιγελῶσιν αὐτὴν τῆς ματαιότητος· ἡ δὲ τὰ ἐν γενέσει καὶ φθορᾷ τουτέστιν τὰ ὑπὸ τὸν ἥλιον, σώφρονι λογισμῷ παραωσαμένη, καὶ λόγον αὐτῶν ὅσα μὴ ὁ τῆς φύσεως δεσμὸς ἀπαραιτήτως ἀπῄτει, μηδένα θεμένη· ἀλλὰ τὰ ὑπὲρ τὸν ἥλιον, τουτέστιν ὅσα κρείττω πέφυκε τῶν ἐν γενέσει καὶ φθορᾷ ζητήσατά τε καὶ φιλοσοφήσασα, ψυχῆς καθαρότητα, ἔλεον τοῦ πλησίον ἱλαρύνοντά τε καὶ διαπραΰνοντα τὰς ἀπὸ τῆς πενίας πληγάς· εἰ δὲ καὶ παντελῶς τῶν τραυμάτων ἀπαλλάττοντα καὶ τῆς ὅλης διαθέσεως μακαριώτατόν τε καὶ θεοειδέστερον, σωφροσύνης ἔρωτι τὴν ἀκολασίαν ὑπερορίζουσα καὶ τῷ χορῷ τῶν ἄλλων ἀρετῶν συγχορεύουσα. Αὕτη τοίνυν ἡ γενεὰ καὶ τῶν συμπληρούντων αὐτὴν ὁ κατάλογος, ὡς μηδὲν τῶν ὑπὸ τὸν ἥλιον σπουδάσασα, μηδὲ τοῖς ἐν γενέσει καὶ φθορᾷ συμπεριενεχθεῖσα καὶ συγκαταδύσασα, δῆλον ὅτι πολὺ τῶν ἄλλων πρὸς τὸ κρεῖττον ἀπέβλεψε, τὴν μένουσαν καὶ ἀπλανῆ πολιτείαν ἀπαλλαξαμένη τῆς πλανωμένης καὶ διαρῥεούσης πρὸς ματαιότητα· ταῦτα τῷ αἰνιγματίζοντι καὶ συντετμημένῳ λόγῳ διεξιών, ἐπιφέρει. Ἡ δὲ γῆ εἰς τὸν αἰῶνα ἕστηκεν· αἰῶνα μὲν καλῶν τὸν χρόνον ἐν ᾧπερ ἥλιος καὶ ἡ σελήνη καὶ ἡ τῶν ἄστρων χορεία καὶ αὐτὸς ὁ οὐράνιος πόλος ἐν ἀντιθέτῳ πορείᾳ τὴν εὔτακτόν τε καὶ ἐναρμόνιον φορὰν πρὸς ἡμερῶν καὶ νυκτῶν καὶ καιρῶν διάκρισίν τε καὶ ἀποκατάστασιν ἀνελίσσουσι· τὴν γῆν δὲ πάλιν παραλαβὼν ἐπ᾽ ἐλέγχῳ τῆς σπουδῆς τῶν κατατριψάντων αὐτῶν τοὺς λογισμοὺς καὶ καταναλωσάντων τὴν προαίρεσιν περὶ τὰ μάταια, ἀνθ᾽ ὧν ὤφειλον ἐμφιλοχωρεῖν τοῖς σωτηριώδεσι καὶ περὶ τὰ ψυχικὰ φιλοπονεῖσθαι κέρδη. Μονονουχί, Τί γάρ, ἄνθρωπε, λέγων, ἀπὸ τῆς τοσαύτης ὀχλήσεως καὶ σπουδῆς ἐκέρδησας; οὐχ ὁμοίως μὲν τῶν ἄλλων οἱ μηδένα τοιοῦτον τάραχον ὑπέστησαν, μηδὲ τοιαύταις τριχιμίαις ἐχειμάσθησαν; οὐχὶ παραπλησίως τούτοις καὶ ἐρχόμενος ἔρχῃ, καὶ ἀπέρχῃ ἀπερχόμενος; σαυτὸν δὲ πάντως ἀθλίως ἀποστερεῖς τῆς μακαριότητος; οἷς τὰ ὑπὲρ τὸν ἥλιον οἱ ζητοῦντες καὶ φιλοσοφήσαντες ἀπολαύουσι· καὶ τό γε χαλεπώτατον τὴν ἀπὸ τῶν πολλῶν πόνων καὶ κόπων διαφοράν, φεῦ τῆς ἀρρήτου καὶ ἀπαρακλήτου ζημίας, ἐπὶ τὸ χεῖρον εὗρες σέ τε καὶ τὰ σὰ κατασύρουσαν, πρὸς οὐδὲν δὲ τῶν κρειττόνων ἀναφέρουσαν. Ὅρα γὰρ ὅτι μηδὲ πρὸς τὸ ἄψυχον τοῦτο καὶ ἀκίνητον καὶ κοινῇ πᾶσιν ὑποκείμενον γῆς ἔδαφος, οὐδὲ πρὸς τοῦτο διὰ τῆς πολλῆς
col. 429–430page 215 of 591
PG 101:429ἐκείνης κενοσπονδίας, οὐδὲ κατά γε τὸν χρόνον παρατείνεσθαι σαυτῷ διεπράξω, οὐδέ τινα πρόφασιν πολλὰ διανοησάμενος εὗρες. Ἀλλὰ γὰρ σὺ μὲν ματαιοπονῶν καὶ τὰ ἄνω κάτω ποιῶν θᾶττον παρέρχῃ καὶ πρὸς ἃ μηδ' ἀκοῇ φέρειν ἀνεκτὸν νομίζειν, τρέμων καὶ ἀμηχανῶν καταδύεις· οὐδὲν δ᾽ ἐπὶ βραχύτατον σαυτῷ προστιθεὶς τοῦ χρόνου, μὴ ὅτι γε τῇ παρατάξει συμπαρατεινόμενος τοῦ ἀψύχου καὶ ἀκινήτου· αὐτὸ δὲ τὸ πατούμενον ἔδαφος ἡ φύσις ἡ ἀναίσθητος καὶ μὴ κινουμένη ἕστηκεν καὶ διαμένει, οὐ πολλοὺς μόνον ἐξαλλάττουσα, κατηγόρου μὲν τάξιν λαβεῖν παρὰ σοῦ συνελασθεῖσα, κατηγοροῦσα δὲ τῆς σῆς κενοσπονδίας καὶ τῶν σοβαρῶν ἐνθυμήσεων διά τε τῆς ἐν τοσούτῳ χρόνῳ διαμονῆς καὶ παραστάσεως· καὶ διότι μηδὲν ἐξαλλάττουσα ὤφθη τῶν ὑπὸ τῆς Προνοίας αὐτῇ κεχαρισμένων· σοῦ τοῦ λόγῳ τιμηθέντος διὰ τῆς περὶ τὰ μάταια σπουδῆς καὶ φιλονεικίας, πάντα τἀναντία τῆς δημιουργικῆς διαπραξαμένου κηδεμονίας καὶ ἀνεπισχέτῳ ῥύμῃ φερομένου πρὸς ὅ τι νόμοι θείοι διεκώλυον, καὶ θεσμοὶ φύσεως ἄνωθεν καταβληθέντες ἐδυσχέραινον, ὕβριν ἀφόρητον τὴν σὴν κενοσπονδίαν καὶ τὸ ὀξύρροπον περὶ τὰ μάταια φέροντες· ὡς δι' αὐτῶν τῆς διαβολῆς παραπεμπομένης εἰς τὸν πανσόφως τε καὶ φιλανθρώπως, καὶ οὗ μή ἐστι μήτε φιλανθρωπότερον μήτε ἄμεινον, μήτε λόγῳ φράσαι, μήτε λογισμοῖς ἀναπλάσαι δημιουργήσαντά τε καὶ προνοησάμενον τὰ ἡμέτερα. Ἀλλὰ γὰρ σοὶ μὲν ἴσως ἱκανὰ καὶ ταῦτα. Εὑρεῖν δ' ἔστιν ἐνίους γενεὰν μὲν ἐκπορευομένην καὶ ἐκβαλλομένην τὸ Ἰουδαίων γένος ἐκλαμβάνοντας, γενεὰν δὲ ἐρχομένην καὶ διαμένουσαν τὰ τέκνα τῆς χάριτος ἅτε δὴ τοῦ θείου σπόρου καὶ τῆς κατὰ Χριστὸν γεωργίας ἀναβλαστήσαντα· γῆν δὲ εἰς τὸν αἰῶνα ἑστᾶναι τήν τε Παλαιὰν καὶ Νέαν Γραφήν· ὅτι τε τὸ καρποφόρον τῶν ἀρετῶν ὁρᾶν ἔστιν αὐταῖς ἐνευθηνούμενον, καὶ τῶν νόμων καὶ τῶν ἐπαγγελιῶν τὸ δι' αἰῶνος ἀκίνητον ὧν τὰς μὲν τοῖς δικαίοις ἀπενείμαντο, ταῖς δὲ τοὺς ἁμαρτωλοὺς καὶ ἀμετανόητα πλημμελήσαντας παραπέμπουσιν. ΕΡΩΤΗΣΙΣ ΞΖ. Τίνα νοῦν ἀναπτύσσει τό· «Ἔστι δίκαιος ἀπολλύμενος ἐν δικαίῳ αὐτοῦ, καὶ ἔστιν ἀσεβὴς μένων ἐν κακίᾳ αὐτοῦ;» Δίκαιος μὲν ὡς φοίνιξ ἀνθήσει, καὶ ὡς ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Δι' ἑκατέρας λέξεως τῆς δικαιοσύνης τὸ κέρδος, καὶ τῶν καλῶν ἡ εὐφθονία τε καὶ εὐθηνία διαγγέλλεται, διά τε τοῦ ἀνθήσει δηλονότι καὶ τοῦ πληθυνθήσεται. Οὗτος ὁ δίκαιος, κἂν μαστίζηται, κἂν στρεβλοῦται, κἂν πάσχῃ τὰ ἀλγεινότερα, κἂν πρὸς σφαγήν, κἂν πρὸς θάνατον, κἂν πρὸς σταυρὸν ἀπάγηται, οὐδὲν ἧττον ὡς φοίνιξ ἀνθεῖ καὶ ὡσεὶ κέδρος πληθυνθήσεται, πολλαπλασίω τῶν πόνων καὶ παθημάτων τὴν ἀπόλαυσιν εὑρίσκων, καὶ τοῖς ἀδιηγήτοις ἀγαθοῖς ἐντρυφῶν τε καὶ ἐνευθηνούμενος. Τίς οὖν ἐστιν ὁ δίκαιος ὁ ἐν τῷ δικαίῳ αὐτοῦ ἀπολλύμενος, καὶ τίνα τρόπον ἀπόλλυται; ἢ δηλονότι

Question LXVIIQuæstio LXVII

col. 431–432page 216 of 591
Quæstio LXVI
PG 101:431ὁ τοῦ δικαίου μὲν ἁρπάζων καὶ κατασχηματιζόμενος τὴν κλῆσιν καὶ τὸ πρόσωπον, ἐν αὐτῇ δὲ τῇ μηχανῇ αὐτοῦ καὶ περιεργίᾳ διολλύμενος. Οὐ γὰρ ἁπλῶς εἶπεν ἐν τῷ δικαίῳ ἢ ἐν τῇ δικαιοσύνῃ ἀπολλύμενος, ἀλλ᾽ ἐν τῷ δικαίῳ αὐτοῦ ὁ ἐκεῖνος δίκαιον ἐμηχανήσατο εἶναι, τὸ τοῦ δικαίου πρόσωπον οὐκ ἐξ ὧν ἦν, ἀλλ᾽ ἐξ ὧν ἐσχηματίζετο, περιβαλλόμενος. Ὁ τοιοῦτος οὖν δίκαιος, κἂν πάντες αὐτὸν ὑμνῶσιν, κἂν πάντες αὐτῷ τὸ δίκαιον ἐπικροτῶσιν, ἐν αὐτῷ τῷ σχήματι τῆς δικαιοσύνης αὐτοῦ καὶ τῷ ὀνόματι πρὸς τὴν ἐσχάτην ἀδικίαν καὶ ἀπώλειαν καταφέρεται. Τίς γὰρ μείζων κλοπὴ τὴν τοῦ δικαίου κλέπτειν προσηγορίαν τοῖς ἀδίκοις ἀνακείμενον; Τί δ᾽ ἀναιδέστερον ἔρωτι σεμνύνεσθαι τῆς καλλίστης τῶν ἀρετῶν, καὶ δι᾽ ἁπασῶν αὐτῶν διηκούσης καὶ τὴν συμφωνίαν ἀποτελούσης ἐναρμόνιον, πρὸς ἣν οὐδενὸς διάκειται δυσμενέστερον; Ἆρ᾽ οὖν ὁ τοιοῦτος οὐκ ἐν τῷ αὐτοῦ δικαίῳ δικαίως ἀπόλλυται; ζητῶν ἃ μὴ ἔχει δεικνύναι, καὶ πρὸς ἃ διαβέβληται ἀπατᾷν τοὺς ἄλλους τῇ προσποιήσει ὅτι στέργει ταῦτα μηχανώμενος· καὶ πρὸ τῶν ἄλλων, ἑαυτὸν πολλῷ κάκιον καὶ ἀθλιώτερον. Καὶ γὰρ ἐξ ὧν μὲν καταφεύγειν πρὸς τὸ δίκαιον σχηματίζεται, αὐτὸς γινώσκων καὶ ἄκων ὁμολογεῖ τὸ χεῖρον προελέσθαι τοῦ κρείττονος· οὐ γὰρ ἂν ἐζήτει μορφὴν ἀλλοτρίαν περιθέσθαι δι᾽ ἧς τὴν οἰκείαν ἐπικρύψειεν. Εἶτα· «Καὶ ἔστι ἀσεβὴς μένων ἐν τῇ κακίᾳ αὐτοῦ.» Ἄλλος οὗτος λογισμὸς καὶ ἄλλη τοῦ Σολομῶντος πρὸς τὰ πρότερον διάνοια παραλλάσσουσα. Ἐκεῖ μὲν γὰρ τὸν νομίζοντα ἑαυτὸν δίκαιον εἶναι, μὴ ὄντα δέ· ἐν αὐτῇ λέγει τῇ ματαίᾳ ὑπολήψει καὶ μηχανουργίᾳ διόλλυσθαι· ἐνταῦθα δέ, οἷς μὲν ὁ κατεσχηματισμένος ἐκεῖνος δίκαιος περιέπιπτε· καὶ τὸν ἀσεβῆ τούτοις ἐνέχεσθαι εἰδώς, ὅμως οὐκ ἐξ ἐκείνων αὐτοῦ διελέγχει τὴν πονηρίαν καὶ ἀθεότητα, ἀλλ᾽ ἐξ αὐτῆς τῆς ἐπὶ τὸ ἀσεβεῖν διαμονῆς καὶ οἰκειώσεως· δι᾽ οὗ καὶ τὴν ἐσχάτην δίκην καὶ ἀπώλειαν ἀπηνέγκατο. «Ὁ γὰρ μὴ πιστεύων εἰς τὸν Υἱὸν τοῦ Θεοῦ,» ἡ ἐνυπόστατος εἶπεν Ἀλήθεια, «ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ.» Δῆλον δὲ ὅτιπερ ἡ εἰς τὸν Υἱὸν ἀπιστία καὶ τὴν τῶν ὁμοφυῶν καὶ ὁμοουσίων Πατρὸς καὶ Πνεύματος συνεισάγει ἀπιστίαν· ὥσπερ καὶ τῇ πίστει συνακολουθεῖν εἴωθεν ἡ πίστις. Φησὶν οὖν ὁ Σωτὴρ ὡς τῷ βλασφημήσαντι εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τουτέστιν εἰς μίαν τῶν ὑπερφυῶν καὶ ζωαρχικῶν καὶ ὁμοφυῶν ὑποστάσεων τῆς παντοκρατορικῆς τε καὶ δημιουργοῦ Θεότητος, τούτῳ κἂν τῶν ἀρετῶν τῷ ἔρωτι τῶν παθῶν δοκεῖ εἶναι τὸ ἀνεύθυνον, οὔμενουν οὐκ ἀφεθήσεται τὸ ἁμάρτημα οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι. Πῶς νοητέον τό· «Εἰ δὲ ἡ ἀδικία ἡμῶν Θεοῦ δικαιοσύνην συνίστησιν.» Ἐνταῦθα τὸ συνίστησι, τῷ θεσπεσίῳ Παύλῳ εἴρηται οὐχὶ προκαταρκτικὸν αἴτιον, ἢ ὅλως αἴτιον τῆς τοῦ Θεοῦ δικαιοσύνης τὴν ἡμῶν ἀδικίαν δογματίζοντι. Ποῦ γὰρ τοῦτο λογισμὸς οὐκ ἀφῃρημένος τὸ αὐτεξούσιον, οὔτε περιυβρισμένος τὸ κατ᾽ εἰκόνα, περὶ τοῦ θείου Παύλου λογίσασθαι δύναται; Ἀλλὰ τὸ συνίστησι, νῦν ὅτι ἀντὶ τοῦ καθίστησιν ἐμφανῆ
col. 433–434page 217 of 591
PG 101:433παρείληπται, πᾶσιν ἐπιγινώσκεσθαι ποιεῖ. Οὐδὲ γὰρ οὐδὲ τὴν εἰς ὕπαρξιν προαγωγὴν νυνὶ τὸ τῆς λέξεως σημαίνει· οὐδὲ τῆς ἀδικίας ἡμῶν καρπός ἐστιν ἡ τοῦ Θεοῦ δικαιοσύνη· οὐ μὲν οὐδὲ ἐν ἀπορίας, ὡς ἄν τισι δόξειε, προάγεσθαι σχήματι καιρὸν εὑρίσκει· πρὸς χλεύην γὰρ καὶ οὕτω τυπούμενον καταλήγει· καὶ πρὸς τὸ μάταιον ἀποφέρεται. Καὶ γὰρ καὶ τὸ σχῆμα τῶν ἀποριῶν, δι᾿ ἐρεύνης εἴωθε βαθυτέρας καὶ τὸ ἐπιπροσθοῦν ἀποτίθεσθαι καὶ τὸ σαφὲς διαλύεσθαι· ὅσα δὲ τοῦ ἀτόπου τὸν ἔλεγχον ἔχει προφαινόμενον, πρόχειρόν τε καὶ ἐμφανεστάτην τὴν κατάγνωσιν συνεπάγεται· ταῦτα δὲ ἄρα οὐδ᾽ εἰς ἀπορίας τύπον σχηματίζεσθαι παῤῥησιάζεται, φλυαρίας δὲ ἅμα καὶ ματαιολογίας σπουδάσματα διελέγχεται. Ὅτι δὲ τὸ συνίστησιν ἀντὶ τοῦ κατάδηλον ἐργάζεσθαι παρείληπται, ἐμφανῆ παρασκευάζει πᾶσιν ἐπιγινώσκεσθαι, αὐτὸς ἑαυτοῦ μάρτυς ὁ τῆς ἀληθείας κῆρυξ καὶ παρίσταται καὶ τὴν διδασκαλίαν ἡμῖν ἐμφανεστάτην διὰ τῆς μαρτυρίας παρέχεται. Καὶ γὰρ Ῥωμαίοις γράφων φησί· «Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν οὖσαν διάκονον τῆς Ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς·» δῆλον γὰρ ὡς ἀντὶ τοῦ παρατίθημι παρείληπται τὸ συνίστημι· ἐπιγινώσκεσθαι βούλομαι, γνωρίζεσθαι ταύτην ὑμῖν παραινῶ. Διὰ τί; «Ἵνα αὐτὴν προσδέξησθε ἐν Κυρίῳ ἀξίως τῶν ἁγίων.» Ὥσπερ οὖν ἐνταῦθα τὸ συνίστημι, οὐκ ἀντὶ τοῦ ὑφεστάναι, οὐδὲ πρὸς ὕπαρξιν ἄγειν παραλαμβάνεται, ἀλλὰ τὸ γινώσκεσθαι καὶ γνωρίζεσθαι καὶ ἐμφανῆ καθεστάναι τοῖς ἐν Ῥώμῃ τὴν μακαρίαν Φοίβην ἐπισημαίνεται, οὕτω κἀνταῦθα. Πῶς δὲ ἡ ἀδικία ὑμῶν τὴν τοῦ Θεοῦ δικαιοσύνην παρέστησιν; ὡς τῷ φωτὶ τὸ σκότος παρατιθέμενον μᾶλλον αὐγάζειν ἀποβλέποντας, ὡς τὸ πικρὸν τῷ γλυκάζοντι γλυκυτέραν ἐμποιοῦν τῇ γεύσει τὴν τοῦ γλυκέος ποιότητα· ὡς τὸ τραχὺ καὶ πλῆττον τὴν ἁφὴν μᾶλλον ἡμᾶς διατίθησιν τὴν τοῦ λείου ἰσότητα καὶ ὁμαλότητα ἐπαισθάνεσθαι· ὡς τὸ ψεῦδος ἐμφανεστέραν τε καὶ ποθεινοτέραν καὶ μᾶλλον αἱρετωτέραν ἀποφαίνει τῇ παραθέσει τὴν ἀλήθειαν· ὡς ἑκάτερον τῶν διαφοραῖς ἀντιτεταγμέναις πορρωτέρω διεστώτων ἀπ᾿ ἀλλήλων, τὸ μὲν τὴν φαυλότητα τοῦ χείρονος ἐπὶ πλέον διελέγχει, τὸ δὲ τὴν τοῦ κρίνοντος ἐμφανίζει ἀγαθότητα. Καὶ γὰρ ἀφ᾿ ἑκάστου τῶν ἀντικειμένων ἐπὶ θάτερον οἱ μεταβαίνοντες ἀπὸ μὲν τοῦ χείρονος τὴν τοῦ κρείττονος ὑπερβολὴν, ἀπὸ δὲ τοῦ κρείττονος τὴν τοῦ ἀντικειμένου φαυλότητα· ὥσπερ δι᾿ αἰσθήσεως τῶν αἰσθητῶν· οὕτω δὴ καὶ τῷ πανσόφῳ Παύλῳ εἰ καὶ κατὰ σχῆμα διαπορουμένης ὑποθέσεως· ὡς τὴν τοῦ Θεοῦ δικαιοσύνην, ἡμῶν ἡ ἀδικία συνίστησιν. Διὸ καὶ συνάψας τοῖς προλαβοῦσι τό· «Μὴ ἄδικος ὁ Θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν;» ἐπάγει τό «Μὴ γένοιτο.» Διατί; Διότι οὐχ εὐγνωμονούντων ἡμῶν καὶ θεραπεύειν τὸ θεῖον ζητούντων, ἡ ἀδικία ἡμῶν διαμαρτυρομένη καὶ κηρύττουσα τὴν δικαιοσύνην αὐτοῦ ἐνεφάνισεν, ἀλλ᾿ ὃν τρόπον εἴρηται τὴν ἀγαθότητα διὰ τῆς κακίας ἐμφανεστέραν καθίστασθαι. Τὰ δὲ ἑξῆς τοῦ χωρίου δυσθεώρητα ἰδιαιτέρας ἴσως ἐπιλύσεως, τῆς θείας προνοίας εὐμενέστερον ἡμῖν ἐφορώσης, οὐκ ἀποτεύξεται.

Question LXVIIIQuæstio LXVIII

col. 435–436page 218 of 591
PG 101:435Ἡ πολυπαιδία τοῖς ἐν κόσμῳ οἷα δὴ μέγα χρήμα φιλοτιμώτερον ἐσπουδάζετο, ὡσαύτως δὲ καὶ τὸ πολυχρόνιον· καὶ γὰρ πολλαχοῦ τοῖς φυλάττουσι τὰ τοῦ Κυρίου δικαιώματα, τὸ πολυχρόνιον εἰς ἀντιμισθίαν ὑποτείνεται. Ἐὰν οὖν τις, φησὶν ὁ Σολομών, καὶ τῇ πολυπληθείᾳ τῶν τέκνων καθ' ὑπερβολὴν τῶν ἄλλων ἀνθρώπων ὑπερέζη καὶ τῷ πολυχρονίῳ τὴν ζωὴν παρατεινομένην ὅτι μάλιστα ἕξει· τὰ δ᾽ ἄλλα πονηρίαις τὸν βίον κακύνῃ, τῆς ἀγαθότητος τῇ ἀπολαύσει μὴ ἐμπιμπλῶν αὐτοῦ μηδὲ διακοσμῶν τὴν ψυχὴν, καὶ διὰ τοῦτο ἴσως μηδὲ ταφῆς ἀξιωθῇ, ὁ τοιοῦτος ἀνὴρ πολλῷ χείρων καὶ δικαίως ἂν λογισθήσεται τοῦ ἐκτρώματος· τὸ μὲν ἔκτρωμα ἥλιον οὐκ εἶδεν, οὐκ ἔσχεν οἷς ἂν ἐπεῖδέ τε τὰ ὄντα καὶ τῶν πράξεων τὰς ἀμείνους προείλετο. Ὁ δὲ τούτοις ἅπασι τιμηθεὶς καὶ πολυπληθείᾳ παίδων εὐφρανθεὶς καὶ ἀπολαύσας τῆς μακροβιότητος, ἐπεὶ τῆς ἀγαθότητος οὐ μετέσχεν, οὐδὲ τρυφῶν ἀπέσχετο τῆς φαυλότητος, καὶ ἡ ταφὴ κατ' ἀξίαν τούτοις ἠκολούθησεν· εἰκότως δὲ τῆς χείρονος οὗτος μᾶλλον μοίρας ἢ ἐκεῖνο λογισθήσεται. Καὶ γὰρ οὗτος τὸν ἥλιον ὁρῶν ἐν τῷ σκότει ἐπορεύετο, καὶ τὸ ὄνομα λαμπρὸν καταλιπεῖν διὰ τῶν σπουδαίων ἔργων δυνάμενος, ἐν τῷ ζόφῳ τῶν ἁμαρτημάτων ἀπέρριψε σβέννυσθαι καὶ συγκατορύττεσθαι τῇ ματαιότητι. Καὶ ἄλλη δὲ τούτου πρὸς τὸ ἔκτρωμα διαφορά, ὅτι τὸν μὲν ποιναὶ καὶ κολάσεις καταλιπόντα τὸν βίον ἐδέξαντο, τὸ δὲ τούτων οὐδενὸς εἰς πεῖραν καθίσταται. Εἰ δέ τις ἀκούων Παύλου λέγοντος, « Ὕστερον δὲ πάντων ὤφθη κἀμοί ὥσπερ τῷ ἐκτρώματι, » εἰς ἐκεῖνο τὸ Σολομόντειον ἀφορᾶν νομίσει. Καὶ γὰρ ἐκεῖνος τὸν τῆς δικαιοσύνης Ἥλιον ἐπὶ γῆς οὐκ εἶδεν ἀνατέλλοντα, οὐδὲ τοῖς αὐτοῦ μαθηταῖς συγκαταριθμηθῆναι τηνικαῦτα ἠξιώθη. Πολλοὶ δὲ τὸν Ἥλιον τῆς δικαιοσύνης ἑωρακότες, οὐδὲ ἔλαττον ἐπορεύοντο ἐν τῷ σκότει πρὸς τὰς ἐναποστραπτούσας ἀκτῖνας τῆς ἐν αὐτῷ θεότητος καταμύοντες, εἰ καὶ τὰ ἄλλα πάντα τοῦ βίου κατὰ ῥοῦν αὐτοῖς ἐφέρετο· καὶ ὡς ἂν οὐδὲ ῥᾴδιον ἐνόμιζον εὔξασθαι. Ἀλλὰ καὶ τέκνων ἦν αὐτοῖς πλατυσμὸς καὶ πλῆθος καὶ χρόνων ἐπίδοσις τῇ παραστάσει τὸ παράδοξον ἐφελκομένη· εἰ γοῦν τις εἰς ταῦτα τὰ Σολομόντεια λόγια μεταλάβοι, καὶ τὸ ἔκτρωμα τὸν Παῦλον τῶν Ἰουδαϊκῶν ἀρχιερέων τε καὶ ἱερέων καὶ πολλῶν ἄλλων τῇ τοῦ βίου μὲν εὐδαιμονίᾳ λαμπρυνομένων, ἀσεβείᾳ δὲ καὶ φαυλότητι πράξεων ἐσκοτισμένων, καὶ τούτων ἐκείνων ὑπερβήσει καὶ πολλῷ κρείττω κατὰ πάντα ἀποφαίνει, ἀληθὲς μὲν πάντως λέγει· οὐδὲν δὲ οἶμαι προσάπτει μέγα τῷ τὸν γύρον τῆς οἰκουμένης τῷ κηρύγματι περιλαβόντι.

Question LXIXQuæstio LXIX

col. 437–438page 219 of 591
PG 101:437Σύ, φησί, τὴν ζωὴν πρὸς ἀρετὴν ὁρᾷν παρασκεύαζε, καὶ πρὸς τὴν ἀπόλαυσιν τῶν ἐκεῖθεν ἀγαθῶν καταρρύθμιζε· οὕτω δὲ καταρτίσας ἑαυτὸν καὶ τοῖς εὐσεβέσι τῶν λογισμῶν κριτηρίου δύναμιν τὸν νοῦν φρενώσας ἀναλαβεῖν, δυνήσῃ συνιδεῖν οὐ χαλεπῶς καὶ τὰς ἐν ἡμέρᾳ νομιζομένας κακίας, τουτέστι τὰς ἀνθρωπίνας συμφορὰς καὶ λύπας αἷς ἡ τῆς ἀνθρωπίνης ζωῆς ἡμέρα κυμαινομένη τε καὶ συνταρασσομένη κακύνεται, συνεκταράσσουσα τοὺς ταύτην παραπορευομένους καὶ συγκακύνουσα. Καὶ γὰρ καὶ τὰ τοιαῦτα κακίας προσαγορεύειν εἰθίσμεθα κατὰ τὸ εἰρημένον· Οὐκ ἔστιν ἐν πόλει κακία ἣν Κύριος οὐκ ἐποίησεν·, δυνήσῃ δὲ συνιδεῖν ὡς οὐδὲ αὗται περὶ ἡμᾶς ἀσυμφώνως τῇ τοῦ Θεοῦ ἀγαθότητι καὶ προνοίᾳ συμβαίνουσι· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ εἰπεῖν· ‹ Ἴδε καί γε τοῦτο σύμφωνον τούτῳ· › τουτέστι καὶ οἱ δοκοῦντες εἶναι πειρασμοὶ καὶ κακώσεις τοῦ σώματος οὐκ ἐκβάλλουσι τὴν θείαν κηδεμονίαν, οὐδὲ ἐναντιοῦνται αὐτοῦ τῇ περὶ ἡμᾶς φιλανθρωπίᾳ. Παιδείας γὰρ καὶ διορθώσεως τὰ μὲν ἐπάγεται, τὰ δὲ συγχωρεῖται, δι' ἀμφοῖν ἀῤῥήτου τε καὶ σοφῆς οἰκονομίας τῷ κρίνειν χαριτωθέντι τὰ τοιαῦτα θεωρουμένης· ταῦτα δὲ τὰ συμβαίνοντα τοῖς ἀνθρώποις οὐκ ἔθετο ὁ Θεὸς ἐπὶ πάσης λαλεῖσθαι γλώσσης, οὐδὲ προειδέναι τὰ ἐρχόμενα πάντας. Διατί; Ἵνα μὴ προμαθὼν αὐτὰ καὶ προευρὼν ὁ ἄνθρωπος ἀμελέστερον περὶ τὴν ἀρετὴν διατεθείη νῦν μὲν ὡς πολλῶν κακῶν καὶ λυπηρῶν συμπτωμάτων ὄπισθεν αὐτὸν καταλαμβάνειν μελλόντων· τίς γάρ μοι τῆς ἀρετῆς λόγος τοσούτων κακῶν καὶ τηλικούτων προσδοκωμένων; εἰς τοῦτο γὰρ τοὺς πολλοὺς ἡ ἀπόγνωσις εἴωθε συνωθεῖν· νῦν δὲ ὡς οὐ πολλῆς καὶ μεγάλης ἀλγηδόνος μελλούσης ἐπισυμβαίνειν, ἑκατέρωθεν καὶ ὑποσκελίζειν οἶδεν ἡ σφαλερὰ τῶν πρακτέων κρίσις, καὶ διὰ τοῦτο μηδὲ πολλῆς νήψεως μήτε τῆς τῶν ἀρετῶν ἐπιμελείας δεῖσθαι. Διὰ τοῦτο οὖν ὁ Θεὸς τὴν περὶ τῶν μελλόντων λαλιὰν ἄγνωστον ἐποίησε τοῖς πολλοῖς, ἵνα μὴ εὑρὼν ὁ ἄνθρωπος ἃ μέλλει ἐν τοῖς ὄπισθεν αὐτὸν χρόνοις καταλαμβάνειν δυσχερῆ, ἐπὶ μὲν τῶν χαλεπωτέρων ἀμηχανίᾳ καὶ ἀπογνώσει προδοὺς ἑαυτὸν, οὐδὲν πρὸς ἀρετὴν ἐπιστρέφοιτο· ἐπὶ δὲ τῶν μετρίως ἐχόντων ὑπεροψίαν νοσῶν ὡς τῆς τῶν ἐφιεμένων ἀπολαύσεως καὶ τρυφῆς, οὐδὲν ἐλπίζων ἀντεπενεχθήσεσθαι κώλυμα καὶ τὴν πρὸς τὰ κατορθώματα σπουδὴν ὑπερτίθοιτο· ἄλλως τε δὲ ὁ τὸ κριτήριον κεκαθαρμένον πάθους φέρων καὶ ἀδέκαστον τὴν ὑγείαν ὁρᾷ καὶ τὴν νόσον συμφώνως ἔχουσαν περὶ τὴν τῶν ἀνθρώπων βλάβην καὶ ὠφέλειαν· ἀλλὰ καὶ τὸν πλοῦτον καὶ τὴν πενίαν ὡσαύτως, ἰσχύν τε σώματος καὶ ἀσθένειαν, δόξαν τὴν ἐξ ἀνθρώπων καὶ ἀδοξίαν καὶ τὰ τούτοις παραπλήσια. Καὶ γὰρ ἑκατέρου μοίρας ἕκαστον τῷ μὲν φιλοσοφεῖν εἰδότι, σωτηρίας ὑπόθεσις

Question LXXQuæstio LXX

col. 439–440page 220 of 591
PG 101:439γίνεται· τῷ δὲ πρὸς μόνα τὰ ἡδέα καὶ γαργαλίζοντα κεχηνότι, καὶ τὰ ἡδύνοντα βλάβης γίνονται πρόφασις, καὶ τὰ λυποῦντα πρὸς τὴν αὐτὴν καταῤῥεῖ καὶ ὑποσύρεται κακίαν, οὐκ εὐχαρίστως ταῦτα φέροντος τοῦ διὰ τῶν τοιούτων καθαίρεσθαι δεομένου, ἀλλ᾽ εἰς ἀπόνοιαν μᾶλλον καὶ ἀγανάκτησιν ἐξ ὧν ἔδει σωφρονίζεσθαι, περιτρεπομένου. Τίνας δεῖ νοεῖν δερματίνους χιτῶνας, οὓς ὁ Ἀδὰμ καὶ ἡ Εὔα μετὰ τὴν παράβασιν ἐνεδύσαντο. Οἶδα μέν τινας δερματίνους χιτῶνας οὓς ὁ Ἀδὰμ καὶ ἡ Εὔα μετὰ τὴν παράβασιν ἐνεδύσαντο, ἀποφηναμένους τὸ σῶμα ἐξ οὗ τὸ λογικὸν ζῶον καὶ τῆς ψυχῆς ἀπ᾽ ἀρχῆς ὁ Πλάστης τὸν ἄνθρωπον ὑπεστήσατο. Ἀλλ᾽ οὗτοι τῆς προκαταλαβούσης αὐτοὺς ὑπολήψεως ἀκόλουθα λέγειν φιλονεικήσαντες, ἀνακολούθῳ γνώμῃ καὶ γνώσει λυμαίνονται τὴν ἀλήθειαν· καὶ γὰρ ὁ παράδεισος αὐτοῖς λόγῳ μὲν πλάττεται, ἔργῳ δὲ διαβάλλεται. Ἀλλὰ τὰ τοῦ παραδείσου φυτὰ καὶ ἡ βρῶσις καὶ ἡ διὰ τῆς πλευρᾶς τῆς Εὔας προαγωγή, καὶ ἁπλῶς ἡ τῶν ὄντων δημιουργία πάσα καὶ πρόοδος καὶ τὸ τῆς θείας κηδεμονίας περὶ τὸν ἄνθρωπον φιλάνθρωπόν τε καὶ θαυμάσιον καὶ τὰς κατὰ διαδοχὴν δὲ τῆς γενέσεως ἀρχὰς, εἰς νοητήν τινα σκηνὴν ἀναφέροντες, οὐδὲ τὴν ἰδίαν ὕπαρξιν καὶ οὐσίωσιν ὤφθησαν εὐλαβούμενοι. Ἐκεῖθεν δὲ τὴν τραγῳδίαν ὅλην κατὰ τὴν ἰδίαν πρόθεσιν καταμερίσαντές τε καὶ ὑποκρινάμενοι καὶ εἰς οἷας ἂν καὶ βούλοιντο μορφὰς καὶ ἐπινοίας διαπλάττοντες, τῶν ὡς ἀληθῶς γεγονότων καὶ ὑπαρξάντων τὸ ἀκόλουθον καὶ μέχρι νῦν ὁρώμενόν τε καὶ γνωριζόμενον ἀναιροῦσιν ἐξομνύμενοι, θελκτηρίοις μὲν καὶ ἐπαγωγοῖς λόγοις τὰ τῶν πολλῶν ὦτα καταγοητεύσαντες. Εἴωθε γὰρ τὰ πολλὰ τῶν πλασμάτων κατ᾽ ἐξουσίαν καὶ πρὸς τὸ ἡδὺ πλαττόμενα ὑπογαργαλίζειν μὲν τὰ τῶν ἀκροατῶν ὦτα καὶ πρὸς ἡδονῆς παρασκευάζειν διάχυσιν, οὔτε δὲ ἑαυτοῖς οὐδὲν ὄφελος, οὔτε τοῖς πειθομένοις οἱ τῶν τοιούτων ἀρχιτέκτονες παρέχειν δύνανται. Ἀλλὰ γὰρ τούτους μὲν Ὠριγένης τε καὶ ὁ Ὠριγένειος ἐχέτω χορός· ὁ δὲ ἡμέτερος Γρηγόριος ἂν ἡ θεολόγος τε καὶ θεόθεν αὐτῷ δεδομένη περὶ τοῦ πνεύματος παρρησία θεολόγον ἀνεκήρυξεν, οὗτος δερματίνους ὀνομάζει χιτῶνας οὐχ οὕσπερ ὁ Ὠριγένειος μῦθος ἀνέπλασεν· ἀλλὰ τοὐναντίον τῆς ὠριγενείου δόξης τοὺς ἀνθρώπους μεταβάλλειν μὲν ὅτι μάλιστα ποιούμενος σπουδήν, σοφῶς δὲ καὶ οἰκονομεῖν εἰδὼς ἐν κρίσει τοὺς λόγους αὐτοῦ εἰς γείτονα μὲν θεωρίαν μεθοδεύει μεταβιβάζειν, κατ᾽ ἐκείνης δὲ τῆς δοξοκοπίας ὀξὺ καὶ δραστήριον ἐπαφιεῖσαν τὸ μέλος, δερματίνους χιτῶνας οὐχὶ τὸ σῶμα καθὰ καὶ προείρηται καλεῖ, ἅπαγε. Οὐδὲ γὰρ οὐδ᾽ ὤφθη τοιαύτην τινὰ φωνὴν ἀφιεῖς, ἀλλὰ τὴν τοῦ σώματος παχύτητα καὶ θνητότητα καὶ τῆς προτέρας μακαρίας ἀντίτυπον καὶ ἀντικειμένην διάθεσιν· καὶ γὰρ ὡς ἀληθῶς μετὰ τὴν παράβασιν ἀντὶ τοῦ ἀπαθοῦς καὶ ἀνευθύνου καὶ μὴ βαρουμένου τῷ σώματι καὶ τῇ θνητότητι σώματος, ἀλλὰ τῶν τῆς σαρκὸς κινημάτων καὶ γαργαλισμάτων καθεστώτος κρείττονος, τἀναντία τούτοις μετὰ τὴν παράβασιν ὁ
col. 441–442page 221 of 591
PG 101:441Σὺ δὲ τί λέγεις; τὸ μὲν ἴσως πρῶτον γελᾶς, τάχα δ' ἂν μᾶλλον δυσχεραίνεις μύθῳ κλεπτομένην ἀκούων τὴν ἀλήθειαν· τοῦ δὲ θεολόγου οἶμαι τὴν οἰκονομίαν καὶ μέθοδον οὐκ ἀτιμάσαιο. Οὐδὲ ἡγνόει τὰ ἀπὸ τῆς συκῆς φύλλα οἷς οἱ περὶ τὸν Ἀδὰμ τὴν ἀπὸ τῆς γυμνώσεως ἀσχημοσύνην εἰς τὸ εὔσχημον περιέστελλεν· οὐδ' ὅτι προφθάνει μὲν τὰ τῆς συκῆς φύλλα τῆς αἰδέσεως τὴν καταφυγὴν παρασχεῖν, οἱ δὲ χιτῶνες ὕστερον οἱ δερμάτινοι τὴν ἐκείνων κατὰ διαδοχὴν χρείαν ἀνεπλήρωσαν· καὶ γὰρ μετὰ τὴν προτέραν περιβολὴν καὶ τὰ φύλλα τῆς συκῆς, τοὺς δερματίνους χιτῶνας ὁ Θεὸς αὐτοῖς ἐποιήσατο. Ποῦ τοίνυν οἴεσθαι δεῖ τὸν θεολογικώτατον ταῦτα καὶ θεοπτικώτατον διδάσκαλον ἀγνοεῖν, ἀλλὰ μὴ λέγειν μᾶλλον οἰκονομεῖν τε καὶ τῶν ἄλλων σωτηρίαν μεθοδεύειν, δι' ὧν ὁ τότε συνέτρεχε καιρός, μηδεμιᾶς ἐπακολουθεύσης αἱρετικῆς ἐπισπορᾶς ἢ σκολιότητος; Ἄν τε γὰρ τὰ φύλλα τῆς συκῆς τοὺς περὶ τὸν Ἀδὰμ εὐλαβουμένους τὴν αἰδὼ ὑπεδείκνυεν, ἄν τε μετὰ ταῦτα χιτῶνας ἐκ δερμάτων αὐτοῖς ὁ Θεὸς ἐπεποίητο, τῆς αἰδέσεως χαριζόμενος παραμύθιον, οὐδὲν ἧττον εὐσεβοῦντος ἐστὶ λέγειν ὡς μετὰ τὴν παράβασιν ὁ Ἀδὰμ τὴν παχυτέραν σάρκα καὶ θνητὴν καὶ καθελκομένην τῷ βάρει τοῦ παραπτώματος καὶ τῆς πρότερας ἀντίθετόν τε καὶ ἀντίτυπον ἡμφιάσατο. Πόθεν δ' ἂν ἴσως ἐπαπορήσεις, οἱ δερμάτινοι προἦλθον χιτῶνες; ἀλλ' ἐπειδὰν ἀκούσας τὸν νοῦν ἐπιστήσῃς, ὅτι καὶ ἐποίησεν ὁ Θεὸς τοῖς περὶ τὸν Ἀδὰμ χιτῶνας δερματίνους, αὐτίκα σύνδρομον οἶμαι τῆς ἀπορίας εὑρεῖν καὶ τὴν λύσιν. Ὁ γὰρ ἐκ μὴ ὄντων οὕτω φιλοτίμως τε καὶ πολυτελῶς προαγαγὼν τὸν ἄνθρωπον, οὗτος καὶ δερματίνους χιτῶνας ἐκ τοῦ μὴ ὄντος ποιήσασθαι καὶ περιβολὴν αὐτῷ κατασκευάσαι ἐκ τοῦ ῥᾴστου, μᾶλλον ἂν τοῖς λογισμοῖς ἀδίστακτον πίστιν ἐντίθησιν· εἰ δὲ καὶ δοραῖς τισι ζώων, ταῦτα γὰρ προϋπέστη τὴν χρείαν τῆς περιβολῆς αὐτοῖς ἀναπληρῶσαι, λογισμὸς ἀνεκίνησε Θεοῦ σοφίζοντος αὐτοὺς πρὸς τὴν οἰκείαν εὐκοσμίαν τε καὶ σωτηρίαν διανίστασθαι, οὐδὲ τοῦτο πόρρω τῆς θείας κηδεμονίας, οὐδ' ἀνάξιον αὐτοῦ τῆς πολύλης περὶ τὸ γένος ἡμῶν ἀγαθότητος. Ἀλλὰ ταῦτα μὲν ὁ κεφαλαιώδης ἐπιτρέπει λόγος. Εἰσὶ δέ τινες οἱ πρὸς μηδὲν τούτων ἀφορᾶν βουλόμενοι μηδὲ σπουδάζοντες, τὰς τῶν δένδρων περὶ τὸν φλοιὸν ἐπιδερμίδας δερματίνους χιτῶνας ἐνόμισαν, ὥσπερ τῶν δερμάτων τῶν ἀπὸ τῶν ζώων ἐνδεεστέραν ἢ ἀτιμοτέραν τῆς περιβολῆς τὴν χρείαν παρεχομένων· καίτοι φλοιοῦ παντὸς εὐαφεστέρων τε καὶ μαλακωτέρων καὶ τὸ ὅλον εἰπεῖν ἐπιτηδειοτέρων πολλαῖς διαφοραῖς ὑπαρχόντων. ΕΡΩΤΗΣΙΣ ΟΑ'. Πρὸς τίνα διάνοιαν ἡμᾶς παραπέμπει τό· Οὐκ ἂν ὀρθῶς προσενέγκης, ὀρθῶς δὲ μὴ διέλῃς· ἥμαρτες; ἡσύχασον, κ. τ. λ. Τὸ παρὸν χωρίον διαφόροις ἑρμηνείαις ὑποβάλλεσθαι δύναται, τοῦτο μὲν τῆς ἀναγνώσεως διαφοράς

Question LXXIQuæstio LXXI

col. 443–444page 222 of 591
PG 101:443προβαλλομένης δύο· τοῦτο δὲ τοῦ ῥητοῦ διαφόρους τρόπους σχημάτων ἀναδέχεσθαι πεφυκότος. Ἀλλὰ γὰρ καὶ τό· «Πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ,» ἐπὶ διαφόρων πραγμάτων οἰκείως ἔχει παραλαμβάνεσθαι. Ἡ μὲν οὖν κατὰ τὴν ἀνάγνωσιν διαφορὰ εἰς τε τὸν ἐρωτηματικὸν τύπον καὶ ἀποφαντικὸν καταμερίζει τὸ λόγιον, οἷον· «Οὐχὶ ἂν ὀρθῶς μὲν προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, καὶ σοὶ γνώριμόν ἐστι καὶ ἀναμφίβολον ὅτι ἥμαρτες;» καὶ ὅσα τὴν φιλάνθρωπον σοφίαν τοῦ Θεοῦ, κριτὴν αὐτὸν καθίζει τὸν ἡμαρτηκότα τοῦ ἀδικήματος, ἵνα τοὺς οἰκείους λογισμοὺς ἐκεῖνος εὑρὼν φέροντας αὐτῷ τὴν κατάγνωσιν, μάλλόν τε πρὸς μετάνοιαν δράμῃ καὶ τὴν ἄφεσιν θάττον συνεπισπάσηται. Καὶ ἡ ἀπόκρισις δὲ τὸ ἐναργῶς προβαλλομένη τῆς συγκαταθέσεως, οὐδὲν ἔλαττον τῇ σιωπῇ τὸ βούλημα περαίνει τοῦ ἐρωτήσαντος, καὶ τὴν ἁμαρτίαν ὁμολογοῦντα τῷ μηδὲ στόμα διᾶραι καὶ φωνὴν ἀφεῖναι θαρρεῖν καὶ μὴ βουλόμενον τὸν ἡμαρτηκότα ἐπιδείκνυσι. Καὶ γὰρ εἴωθε ταῖς ἐρωτήσεσιν αἷς ἡ ὁμολογία καὶ συγκατάθεσις τῶν ἐρωτωμένων περιφανῶς τε καὶ ἀδιστάκτως ἕπεται οὐδὲν ἔλαττον ἡ ἀποσιώπησις ἔχουσα τὴν ἰσχύν, ἀλλὰ μᾶλλον τῆς ἀπαγγελλούσης φωνῆς τὴν συγκατάθεσιν. Καὶ τὸν ἔλεγχον ἂν ἄρα τοῦτο βούλεται ὁ ἐρωτῶν, δριμύτερόν τε ποιεῖ καὶ ἐπικρατέστερον. Σχῆμα μὲν οὖν ἐρωτήσεως ἀναδεχόμενος ὁ λόγος τὴν προκειμένην ἀπαγγέλλει διάνοιαν· τῷ ἀποφαντικῷ δὲ εἴδει μορφούμενος οὐχ ἑνὶ καὶ τῷ αὐτῷ χαρακτῆρι τῆς φωνῆς ἀπαγγέλλεται· ἐπείπερ καὶ διαφόροις τρόποις τῆς συνθέσεως δι' ἧς αἱ λέξεις ἀλλήλαις ἁρμόζονται, ἐθέλει προάγεσθαι. Ἢ γὰρ ὁ ἀποφαινόμενος ἀποφαίνεται, ὡς οὐκ ἂν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς· οἷον ὅτι οὐκ ὀρθῶς προσήνεγκας ὅτι μηδὲ διεῖλες ὀρθῶς· ἢ ὅτι ἐπεὶ μὴ διεῖλες ὀρθῶς, κἂν ὀρθῶς προσενεγκεῖν ἔδοξας, ἥμαρτες· τὴν γὰρ τοῦ μὴ διελεῖν ἁμαρτίαν, τὸ τῆς προσενέξεως ὀρθὸν οὐ διωρθώσατο. Τὸ μὲν οὖν, ἥμαρτες, ἡ μὲν ἐρώτησις κατὰ συνέπειάν τε καὶ συνέχειαν ἀπαγγέλλει τῶν προτεταγμένων λέξεων· τῶν δὲ κατὰ ἀπόφανσιν προενηνεγμένων, ἑκάτερος λόγος κατὰ διαστολὴν ἐπιφέρει τοῖς προλαβοῦσι τὸν ἥμαρτες· διὰ τοῦτο δὲ ὁ μὴ διελὼν ὀρθῶς, κἂν ὀρθῶς ἔδοξε προσενεγκεῖν, οὐδὲν ἔλαττον ἥμαρτε· διότι οὐ μᾶλλον τὸ κατορθωθὲν ἀφαιρεῖται τὸ φθάσαν ἁμάρτημα· ἀλλὰ τὸ διαμαρτηθὲν διαβαῖνον καὶ πρὸς τὸ δόξαν ἐκφυγεῖν τὴν ἁμαρτίαν, εἰς τὸ ὑπεύθυνον συνεφέλκεται. Καὶ γὰρ πολλάκις ἀγαθὸν κακοῦ προηγούμενον καὶ φαῦλον ἀμείνονος, οὐ μεταδίδωσι μᾶλλον τῆς οἰκείας καλλονῆς τὸ κρεῖττον τῷ χείρονι, ἀλλὰ συνεκφαυλίζεται ὡς ἐπίπαν τῇ τοῦ χείρονος φαυλότητι. Καὶ ὁ καθαρὸς δὲ ἁπτόμενος ἀκαθάρτου παρά γε αὐτῷ τῷ θεόθεν σοφισθέντι τοῦ κόσμου τὴν γένεσιν μεταδίδωσί γε τῆς καθαρότητος παρ' ᾧ καὶ τὸ βέβηλον μᾶλλον τῷ ἁγίῳ προσαπτόμενον, πρὸς τὴν βεβήλωσιν συνεφέλκεται, ἢ τοῦ ἁγίου μεταλαμβάνει τῆς ἁγιότητος· ἀλλ' οὕτω μὲν ἂν διευκρινηθείη τό· «Οὐκ ἂν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες;» Τὸ δὲ, Ἡσύχασον, καὶ μὴν καὶ τό· «Πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ αὐτοῦ ἄρξεις·» τὸ μέν, ἀρκέσθητι, φησί, τῷ προλαβόντι κακῷ, μηδ' ἁμαρτίαν ἐφ' ἁμαρτίᾳ προσθῇς, μηδὲ κακῷ τὸ κακὸν
col. 445–446page 223 of 591
PG 101:445κατασκευάσῃς ἀνίατον, ἀλλ᾽ ἐν τῷ ἡσύχῳ τε καὶ ἀταράχῳ τῆς κρίσεως τὸ καθ᾿ ἑαυτὸν σκοπήσας καὶ τὸ μέγεθος τοῦ ἁμαρτήματος συνείς. Τί γὰρ μεῖζον εἰς ἀπόνοιαν τῆς ἰδίας ἡδονῆς τὸ θεῖον σέβας παρεδεῖν; Τῆς μετανοίας γενοῦ καὶ διὰ θεοσεβείας εἰλικρινοῦς καὶ εὐγνωμοσύνης τὸ πλημμεληθὲν ἐξιλέωσαι, σαυτὸν ἀνορθώσας τοῦ πτώματος· τῇ δὲ, « καὶ σὺ αὐτοῦ ἄρξεις, » καθ᾿ ἑτέραν μὲν ἐκδοχὴν, οὐδὲ τὸ σόν φησιν οὐ προσδεχθὲν δῶρον εἰς ἕτερον παραπέμπεται, οὐδέ τινά σοι ζημίαν τὸ ἀπρόσδεκτον προσξενεῖ, ἀλλὰ πρὸς σὲ πάλιν ἀποστρέφεται. Καὶ σὺ τὴν ἐξουσίαν αὐτοῦ καὶ κυριότητα ὡς καὶ πρότερον ἕξεις· οὐδεμίαν ἐκ τῆς προσαγωγῆς, πλὴν ὅσα γε ἡ ἁμαρτία ἐλυμήνατο, ζημίαν ὑποστάς· ἀλλ᾽ εἰ μὲν ἐπὶ τοῦ προσενεχθέντος, « καὶ σὺ αὐτοῦ ἄρξεις, » ἐξακοῦσαί τις τὸ λόγιον ἐθέλοι, τοιαύτην τινὰ τὴν ἀνάπτυξιν εὑρήσει. Εἰ δὲ καθ᾿ ἑτέραν ἐπιβολὴν καὶ ἐπὶ τοῦ Ἀβελ, ὅς ὀρθῶς τε διεῖλε καὶ τὸ δῶρον προσήνεγκεν ὀρθῶς καὶ τὴν ἄνωθεν εἵλκυσεν ἀποδοχὴν, ὧδε ἂν ἡ θεωρία προέλθοι. Οὐδὲν, φησὶν, ἐκ τοῦ προκριθῆναι τὴν τοῦ ἀδελφοῦ θυσίαν ἐπὶ τοῖς ἐκ γενέσεως προνομίοις ἠλάττωσαι· οὐδέ τις ἐπῆλθέ σοι δίκη τῆς φαύλης διαιρέσεως τῆς προτέρας κατὰ τὸν βίον δόξης καθέλκουσα. Οὔτε γὰρ τῶν πρωτοτόκων ἀντὶ τοῦ πλημμελήματος εἰσεπράχθη τὴν ἀφαίρεσιν, οὔτε ὑπὸ χεῖρα τελεῖν κατεκρίθης τοῦ ἀδελφοῦ, ἀλλὰ μένει σοι τὰ ἀπὸ τῆς γενέσεως δίκαια καὶ τῆς τῶν πρωτοτόκων τιμῆς τὸ ἀξίωμα. Καὶ πρὸς σὲ ἡ ἀποστροφὴ τοῦ ἀδελφοῦ σου ἔσται· τουτέστι σὲ καταφυγὴν καὶ βοηθὸν βλάβης αὐτῷ προσιούσης ἀλλαχόθεν προστήσεται· καὶ σὺ αὐτοῦ τὴν ἡγεμονίαν ὅσα γε χαρίζεται ὁ πρωτότοκος, ἕξεις· μόνον τοῖς πλημμεληθεῖσιν ἐφησύχασον· μηδὲ τραγῳδίαν πρῶτος ἀσυγγνώστου πλημμελήματος εἰσάξεις τῷ βίῳ· μηδὲ τὰ πρωτοτόκια τῆς γενέσεως πρωτοτόκια φιλονεικήσῃς ποιῆσαι μεγίστου καὶ ὀλεθριωτάτου παραπτώματος· ἵνα μὴ σαυτὸν ἁπάντων στερήσῃς, ὧν τε ἡ φύσις τῇ φιλανθρωπίᾳ τοῦ δημιουργήσαντος ἐδωρήσατο, καὶ οἷς ἔμελλες μετανοῶν ἀγαθοῖς εὐθηνεῖσθαι καὶ τῆς προνοίας διὰ βίου τῶν πολυτρόπων εὐεργεσιῶν ἔχειν τὴν ἀπόλαυσιν. ΕΡΩΤΗΣΙΣ ΟΒ'. Τοῦ θεσπεσίου Παύλου λέγοντος· « Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε, σωθήσεται διὰ τῆς τεκνογονίας, » κ. τ. λ. πῶς δεῖ νοεῖν τὸ « Σωθήσεσθαι διὰ τῆς τεκνογονίας τὴν γυναῖκα. » Παραινῶν ὁ τοῖς πᾶσι πάντα γινόμενος Παῦλος τὸ δεῖν ὑποτετάχθαι τὴν γυναῖκα τῷ ἀνδρὶ, καὶ μανθάνειν μᾶλλον ἢ διδάσκειν ἐπιχειρεῖν, ἐξ ἄλλων τε πολλῶν τὴν παραίνεσιν ὅτι καὶ δικαία παρέστησε καὶ συμφέρουσα· καὶ νῦν δὲ, διότι, φησί, « πρῶτος ἐπλάσθη τῆς γυναικὸς ὁ ἀνήρ. » Εἶτα καὶ ἡ μείζων αἰτία· « Καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἀλλ᾽ ἡ γυνή, » τῷ δελέατι περιχανοῦσα καὶ τῷ τῆς ἀπάτης ἀγκίστρῳ περιπαρεῖσα τὴν ἀπ᾽ αὐτοῦ πληγὴν καὶ βλάβην εἰς τὸν ἄνδρα διεβίβασε· διόπερ ἀνεπιτήδειον τῇ γυναικὶ τὸ διδάσκειν· καὶ γὰρ διδάσκειν προαχθεῖσα τὸν ἀρχηγὸν ἡμῶν τοῦ γένους τοῦ παραδείσου ἐξέβαλε. Διὰ τοῦτο μὲν εἴρηται τὸν Ἀδὰμ μὴ ἀπατηθῆναι·

Question LXXIIQuæstio LXXII

col. 447–448page 224 of 591
PG 101:447θῆναι, διότι μὴ αὐτὸς ἀλλ' ἡ Εὔα πρῶτον ὄργανον μετὰ τὸν ὄφιν τοῦ ἐχθροῦ χρηματίσασα τῆς ἀπάτης καθηγήσατο· δεύτερον δὲ διότι μὴ αὐτὸς τοὺς ἀπατηλοὺς καὶ θώπας λόγους τοῦ ὄφεως παρεδέξατο· μηδὲ φθονεῖν αὐτοὺς τῆς τε ἄλλης εὐδαιμονίας καὶ τῆς θεώσεως τὴν οἰκτίρμονα Δεσπότην καὶ προνοητὴν ἀνεπείσθη· ἀλλὰ ταύτην τὴν ἔκθεσμον κατὰ τοῦ Πλάσαντος συμβουλὴν, καὶ ἀκοῇ καὶ γνώμῃ ἁρπάσασα ἡ Εὔα, καὶ τοῦ ἀπηγορευμένου ξύλου φαγοῦσα, ἐπὶ τὴν αὐτὴν ἐκάλει τράπεζαν τὸν ἄνδρα. Ὁ δὲ μαρτυρουμένην ὡς εἰκὸς ὑπὸ γυναικὸς ἐπὶ γλυκύτητα καὶ ἡδονῇ διαφέρειν βρῶσιν, καὶ πρὸς τὸ σύμφορον καὶ ὠφέλιμον παρακαλεῖν νομίσας τὴν βοηθὸν, καὶ τοῦ φυτοῦ μετέσχε καὶ τῇ παραβάσει περιέπεσε· μὴ ἠπατῆσθαι τοίνυν τὸν Ἀδὰμ καὶ διὰ τοῦτο ῥηθείη ἂν οὐκ ἔξω τοῦ εἰκότος. Καὶ γὰρ πολλοὶ τὸ διάφορον ἔχουσιν οἱ τὴν αὐτὴν μὲν ἀποτρόπαιον πρᾶξιν, οὐ τῇ αὐτῇ δὲ καὶ ὁμοίᾳ διανοίᾳ μετερχόμενοι. Ὁ μὲν γὰρ μελέτῃ καὶ διακρίσει καὶ τῇ τοῦ κρείττονος καταγνώσει πρὸς τὸ χεῖρον ἀπονεύσας καὶ τὴν φαύλην μοίραν προελόμενος, ἀσύγγνωστον ἀποτελεῖ τὸ πλημμέλημα· ὁ δὲ μηδενὸς τούτων ἔνοχος, πρὸς τὴν κοινωνίαν δὲ παρολισθήσας τῆς πράξεως, πολλαχόθεν ἕλκειν τὸν ἔλεον δύναται καὶ τῆς συγγνώμης μὴ ἀπελαύνεσθαι· οὕτω γοῦν κἀνταῦθα. Ἡ μὲν Εὔα καὶ μελέτῃ καὶ τῇ κατὰ τῆς ἐντολῆς διαβολῇ τοὺς λογισμοὺς παραθήξασα, γυμνῇ τῇ κεφαλῇ τὸ λεγόμενον οὐδενὶ τὸν δοθέντα νόμον προεξύβρισε, πρὸς τοὐναντίον ἐχώρησεν· ὁ δὲ Ἀδὰμ τούτων μὲν οὐδενὶ πρὸς μόνην δ' ὑπεσύρη τὴν τούτου παράβασιν· ἀλλὰ διὰ ταῦτα μὲν λέγοιτ' ἂν μὴ ἠπατῆσθαι τὸν Ἀδάμ. Λέγοιτο δ' ἂν οὐδὲν ἔλαττον καὶ διότι ὁ μὲν γλώσσης ὁμοφύλου καὶ συνήθους, καὶ ἐν πολλοῖς οὐδὲ σφαλερᾶς ἀναφανείσης ὑπήκοος γέγονεν· ἡ δὲ ἀλλοφύλου τε φωνῆς καὶ οὐδὲ καθίστασθαι πρὸς ὁμιλίαν λαβούσης ἔθος ἀνδράποδον ὤφθη καὶ τῆς μοχθηρίας ἐγένετο θήραμα. Οὐκοῦν καὶ ταύτην προσθήκην δέχεται τὴν αἰτίαν τὸ λέγεσθαι τὸν Ἀδὰμ μὴ ἀπατηθῆναι τὴν δὲ γυναῖκα ἀπατηθεῖσαν ἐν παραβάσει γενέσθαι· παρέβησαν μὲν γὰρ ἄμφω· ἀλλὰ κἀνταῦθα προφθάναι τῆς γυναικὸς ἡ παράβασις. Καὶ μὲν διπλῆς αὕτη παραβάσεως ὤφθη ἔνοχος, τῆς τε οἰκείας καὶ πρὸς ἣν τὸν ἄνδρα συνώθησε. Τί οὖν ἄν τις ἐρεῖ πρὸς ἐμὲ τῆς γυναικείας φύσεως προϊστάμενος· ἡ τῆς Εὔας ἀπάτη καὶ παράβασις, ὅτι μιᾶς τε καὶ ἴσης φύσεως ἀνδρός τε καὶ γυναικὸς οὔσης, τὰ δευτερεία φέρειν κατεκρίθημεν, καὶ μανθανόντων ἀεὶ λῆξιν ἐπέχειν, τοῦ διδάσκειν δὲ παντελῶς ἀφῃρήμεθα· πρὸς ἃ ὁ ἀκόλουθος ἀνθυποφέρων φαίη λόγος, ὅτι καθ' ὃν τρόπον τοῦ Ἀδὰμ τὸ θνητὸν καταδικασθέντος εἰς πάντας τοὺς ἐξ αὐτοῦ διῆλθεν ὁ θάνατος, οὕτω καὶ τῆς γυναικὸς οὐ μόνον ἀπατηθείσης, ἀλλὰ καὶ ἐν παραβάσει γενομένης· καί γε τὸ χαλεπωτέραν ἑκατέρᾳ τῷ ἀνδρὶ καθηγησαμένης ἁμαρτάδος, οὐδὲ τὸ κατὰ διαδοχὴν γένος τῆς αἰτίας ἐστὶ παντελῶς ἀφειμένον, οὐδὲ πρὸς κρείττονα διάθεσιν ἐκ μεταβολῆς ὁρᾶται ἀγόμενον. Τὸ μὲν οὖν μὴ ἠπατῆσθαι τὸν Ἀδὰμ διὰ τούτων οἶμαι καὶ οὐκ ἀμελῶς διευκρίνηται. Εἰσὶ δὲ οἳ, τοὐναντίον τὴν λέξιν τιθέμενοι, οὐκ ἀπατηθῆναι φασι τὸν Ἀδάμ, οὐχ ὅτι τῆς γυναικὸς ἔλαττον ἀλλ' ὅτι μεῖζον ἐξήμαρτεν· οὕτω γὰρ τῇ λέξει καὶ τὸν Ἀπόστολον χρήσ-
col. 449–450page 225 of 591
PG 101:449σασθαι· ἡ μὲν γὰρ δελεασθεῖσα λόγοις ἐπικλόποις καὶ ἡδύνουσι πρὸς τὴν ἀθέτησιν παρενήνεκται, ὁ δὲ γνώμῃ μᾶλλον καὶ θελήματι ταύτην ἡσπάσατο· οὐδὲ φαίνεται τοῦτον ἡ γυνή, ὥσπερ ἐκλάπη, οὕτω βήμασι κλέπτουσα· καὶ ἡ μὲν καὶ ἀντειπεῖν διανέστη τῷ ὄφει, καὶ τῷ μεγέθει τῆς ἐπαγγελίας διαχυθεῖσα πρὸς τὴν ἀπάτην ἀπέκλινε. Περὶ δὲ τὸν Ἀδὰμ οὐδέτερον τούτων γέγονεν· οὔτε γὰρ ἀντεῖπε τῇ γυναικὶ, οὔτε μέγεθος αὐτὸν ἐπαγγελίας συνήρπασεν· ἀλλ' οὐδὲν ἔλαττον οὗτος ὤφθη ἕτοιμος πρὸς τὸ μεταλαβεῖν ἢ ἐκείνη μεταδοῦναι τῆς βρώσεως· διόπερ εἰκότως ἂν νοοῖτο οὐκ ἀπάτῃ μᾶλλον ἀλλ' ἔρωτι πεσεῖν τῆς βρώσεως εἰς παράβασιν· ἀλλ' ὁ μὲν λόγος οὗτος εἴπερ ἐν ἄλλοις ἔχει χώραν, ἐχέτω· νῦν δὲ οὐκ ἔχει πάρεοδον· ὑπερτιθεὶς γὰρ τῆς ἀληθείας ὁ κήρυξ καὶ προτιμῶν τὸν Ἀδὰμ τῆς γυναικὸς, καὶ τὴν ὑποταγὴν αὐτῇ παραινῶν, καὶ διὰ τὸ μὴ ἀπατηθῆναι τὸν Ἀδὰμ ὥσπερ καὶ διὰ τῶν ἄλλων ἐνθυμημάτων, οὕτω καὶ διὰ ταύτην τὴν αἰτίαν ἰσχὺν ἄμαχον ἔχειν τὴν παραίνεσιν ἐπεδείξατο· ἀλλ᾽ ὧδε μέν, οἶμαι, διευκρίνηται, τίνα τρόπον οὐκ ἠπατήθη ὁ Ἀδάμ. Τὸ δὲ, ο Σωθήσεται διὰ τῆς τεκνογονίας ἡ γυνή, τουτέστιν ἡ τῶν γυναικῶν φύσις· καὶ γὰρ διὰ τοῦτο τὴν Εὔαν τὸ λόγιον εἰς τὴν γυναῖκα μετέλαβεν. Οἱ μέν φασι τεκνογονίαν εἰπεῖν τὸν Ἀπόστολον, τὴν περὶ τὰ τέκνα πρόνοιαν καὶ σπουδὴν δι' ἧς αὐτοί τε πίστει καὶ ἀγάπῃ στηριζόμενοι τὸν ἁγιασμὸν καὶ τὴν σωφροσύνην συγκατορθώσουσι, καὶ αἱ πρὸς ἀρετὰς αὐτοὺς παιδαγωγοῦσαι μητέρες δηλονότι τὰ αὐτὰ καὶ μελετῶσαι καὶ διαπραττόμεναι εἴησαν, δι' ὧν καὶ τῆς παραβάσεως τὴν αἰτίαν διαλύουσι. Τοῦτο γὰρ ὁ τῆς οἰκουμένης ἔφη διδάσκαλος· ο Σωθήσεται δὲ, φάμενος διὰ τῆς τεκνογονίας· καὶ γὰρ ἡ περὶ τὰ τέκνα παιδαγωγία καὶ θεοφιλής πρόνοια καὶ κηδεμονία μέγα δικαίωμα πέφυκε τὴν πρὸς τὸν Ἀδάμ τῆς Εὔας σφαλερὰν ἀνακαλέσασθαι διδασκαλίαν. Ἐδίδαξα τὸν ἄνδρα σφαλερῶς; Ἀλλ᾽ ἀσφαλῶς παιδαγωγῶ καὶ τρέφω τὰ τέκνα. Ἐκεῖνο καταδικάζει; Τοῦτο πῶς οὐκ ἂν εἴη μάλιστά γε παρὰ δικαίῳ καὶ φιλανθρώπῳ κριτῇ συγγνώμη καὶ γείτονι τοῦ πταίσματος κατορθώματι τῆς δίκης ἀπολύον; Διὸ ταύτης τῆς τεκνογονίας ἡ γυναικεία φύσις ἀντεχομένη καὶ ταύτην σπουδάζουσα διαλύει καὶ ἀποτίθεται τὴν ἀπὸ τῆς ἀπάτης αἰτίαν καὶ δίκην· ὅτι δὲ τεκνογονίαν καὶ δὴ καὶ τεκνοτροφίαν ὁ Ἀπόστολος τὴν περὶ τὰ τέκνα σωτήριον ἐπιμέλειαν εἴωθε καλεῖν, δῆλον ἐντεῦθεν. Καὶ γὰρ εἰς τὴν τῶν χηρῶν τάξιν καὶ τιμὴν καὶ τὴν πρόνοιαν τὰς κεχηρωμένας τῶν ἀνδρῶν ἀνάγων, ο Χήρα, φησί, καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα· εἶτα καὶ τίνα καταβαλλομένη μισθὸν τῆς τοιαύτης λήξεως· Εἰ ετεκνοτρόφησε, φησίν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσε· καὶ ὅρα ὅπως τῇ τῶν ἁγίων θεραπείᾳ καὶ δεξιώσει καὶ τῷ τῆς ἐλεημοσύνης λαμπρῷ κατορθώματι, τὴν περὶ τὰ τέκνα σπουδὴν καὶ πρὸς ἀρετῶν παιδαγωγίαν συνέταξέ τε καὶ συνηρίθμησεν· ἀλλ᾽ οὗτοι μὲν οὕτως τὴν τεκνοτροφίαν καὶ τεκνογονίαν ἐξακούουσιν.

Question LXXIIIQuæstio LXXIII

col. 451–452page 226 of 591
PG 101:451Οὐ χεῖρον δὲ ἴσως ἐννοεῖν τεκνογονίαν ἐν ᾗ εὐσέβεια τῶν σπουδαίων ἔργων καὶ κατορθωμάτων τὸν ὀρθὸν συλλαβοῦσα λόγον τὴν διὰ καθαρῶν καὶ ἀμολύντων ὠδίνων ἀποτικτομένην καὶ ὡς ἀληθῶς εὐγενεστάτην πληθύνει γονὴν, δι' ἧς ἅπαν ἀνακαλεῖται τὸ φθάσαν ἐλάττωμα. Τῷ ὄντι καὶ αἱ τοιαύτας ὠδῖνας λύουσαι τῷ τόκῳ πολλοὺς υἱοὺς ἐτεκνώσαντο καὶ θυγατέρας· καθ' ἣν υἱοθεσίαν γινώσκεται καὶ ἡ στεῖρα τίκτουσα ἑπτὰ, καὶ τὴν πολλὴν ἐν τέκνοις παρευδοκιμήσασα· αὗται καὶ τό· «Πληθύνεσθε καὶ αὐξάνεσθε,» θεοπρεπεστερόν τε καὶ οἰκειότερον εἰς ἑαυτὰς μεταφέρουσαι, τὴν Δεσποτικὴν ἐν ἑαυταῖς εἰκνύουσιν εὐθηνουμένην εὐλογίαν· ἡ τοιαύτη τεκνογονία οὐκ εἰς μόνας τὰς ἐξ ὁμιλίας ἀνδρὸς παιδοποιούς γυναῖκας περιγράφει τῆς ἀπάτης τὴν διάλυσιν, ἀλλὰ καὶ εἰς τὰς ἄλλας τῶν γυναικῶν καὶ μάλιστα τὰς παρθένους διαβιβάζει τοῦ σφάλματος τὴν διόρθωσιν· σώζονται γὰρ πᾶσαι καθ' ὧν τὸ προγονικὸν ἐλάττωμα ἐπενέμετο διὰ τῆς τοιαύτης τεκνογονίας, τὸ τῆς ἀπάτης αἴσχος καὶ ἄχθος λαμπροῖς δικαίοις ἀποσκευαζόμεναι καὶ τῷ οἰκείῳ τόκῳ τῆς Ἐκκλησίας τὰ τέκνα πληθύνουσαι· καὶ τῇ πίστει καὶ ἀγάπῃ καὶ τῷ διὰ τῆς σωφροσύνης ἁγιασμῷ λαμπρυνόμεναι τὸν ἐν οὐρανοῖς Πατέρα δοξάζειν τοὺς εἰς αὐτὰς ὁρῶντας καὶ τὴν καλλονὴν τῶν ἔργων ἀνασκοποῦντας παρασκευάζουσιν· ἀλλὰ γὰρ οὕτω μὲν οὗτοι οὐ φαύλως, οἶμαι, πρὸς θεωρίαν τὸ γράμμα ἀνέχοντες. Οἱ δὲ τεκνογονίαν ἱερώτερόν τε καὶ θεοπρεπέστερον τὴν ἐκ τῆς Παρθένου τοῦ Σωτῆρος ἡμῶν ἱερολογοῦσι γέννησιν· δι' ἧς τεκνογονίας οὐ τῶν γυναικῶν ἡ φύσις μόνον ἐδοξάσθη καὶ τὴν ἀπὸ τῆς ἀπάτης ὕβριν καὶ κατάγνωσιν ἀπεσκευάσατο, πίστιν καὶ ἀγάπην καὶ ἁγιασμόν, ὅς ἐστι καρπὸς τῆς σωφροσύνης μετερχόμεναι, ἀλλὰ καὶ τὸ γένος ὅλον οἰκείοις καὶ ἑκουσίοις τοῦ τεχθέντος παθήμασιν ἀνεκλήθη τοῦ πτώματος καὶ πολλῷ θειοτέρας ἢ πρὸ τοῦ κατενεχθῆναι λήξεως κατηξιώθη καὶ ἀπολαύσεως. Θέλεις δὲ μᾶλλον καταμαθεῖν ὅπως τῆς ἀπάτης ἡ γυνὴ διὰ τῆς εἰρημένης τεκνογονίας τὴν δίκην ἔφυγε, καὶ τὸ δῶρον ἔλαβε τῆς ἀφέσεως; Αἳ πρὶν μαλακισθεῖσαι πρὸς τὴν τοῦ ὄφεως γλῶσσαν ψιθυρίζουσαν τῆς ἱερᾶς ταύτης καὶ καινῆς ὡς ἀληθῶς ὑπὸ τὸν ἥλιον τεκνογονίας προελθούσης, τυράννων γλώσσαις ἀντικαταστῆσαι ῥητορευούσαις τὴν ἀσέβειαν· καὶ ποινῶν οὐ μόνον ἰδεῖν οὐδ' εἰς πεῖραν ἐλθεῖν, ἀλλὰ καὶ εἰπεῖν φρικωδεστάτων, κατευμεγεθήσασαι, ἐν πολλοῖς πολλάκις οὐκ ἐλάττους τῶν ἀνδρῶν τοὺς ἄθλους καὶ τοὺς ἀγῶνας διήνεγκαν· καὶ οὐ γυναικῶν μόνον ἀλλὰ καὶ ἀνδρῶν ὤφθησαν τῆς εὐσεβείας διδάσκαλοι, καὶ τὰς ὑπὲρ Χριστοῦ πικρὰς τιμωρίας καὶ τοὺς θανάτους καὶ τὰς σφαγὰς γενναίῳ καὶ ἀκαταπλήκτῳ καὶ εὐφραινομένῳ ὑπέστησαν τῷ φρονήματι. ΕΡΩΤΗΣΙΣ ΟΓ'. Πῶς νοητέον τό· «Ὃς ἂν ἐσθίῃ τὸν ἄρτον τοῦτον, καὶ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου,» καὶ τὰ ἑξῆς.
col. 455–456page 227 of 591
PG 101:455Λ μὲν τῆς χάριτος· οὐδὲ γὰρ σαπρὸν δοχεῖον μύρον ὑποδέξασθαι δύναται· οὐδὲ μαργαρίτης βορβόρῳ καταπιστεύεται· ἀλλ᾽ ὑβρίζων καὶ ἀτιμάζων τὸ κρεῖττον οὐ μόνον ὕβρεως ἀλλὰ καὶ τιμῆς, οὗτος ἀπαραιτήτου κρίματος ἑαυτὸν ἀπέφηνε μέτοχον· ἐξύβρισε γὰρ τὸ σῶμα τὸ Δεσποτικὸν, εἰς ὅ τῶν Ἰουδαίων ἡ τόλμα σταυρῷ προεξύβρισεν ἀναρτήσασα· διὸ καὶ ὁ πυρούμενος καὶ ἀσθενῶν ὑπὲρ τῶν σκανδαλιζομένων τῇ πίστει καὶ ἀσθενούντων, τὸ μέγεθος τοῦ ἁμαρτήματος παριστῶν, οὐκ ἠρκέσθη ἅπαξ εἰπεῖν ὡς ἔνοχός ἐστιν ὁ τοιοῦτος τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου, ἀλλὰ καὶ δεύτερον πάλιν ἐπεμαρτύρατο, ὡς ὁ ἐσθίων καὶ πίνων ἀναξίως τὸν ἄρτον καὶ τὸ ποτήριον τοῦ Κυρίου, κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει. γ'. Καὶ τοῦτό ἐστιν ὅπερ αὐτὸς ὁ τῶν ἀθεάτων θεωρὸς καὶ τῶν ἀῤῥήτων ῥήτωρ καὶ διδάσκαλος ἔφησεν ἔνοχον εἶναι τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου, τὸν ἀναξίως ἐσθίειν αὐτὸ καὶ πίνειν ἀποθαρσυνόμενον· τί γὰρ, ἐνὸν καθαίρειν ἑαυτὸν καὶ ἀποσμήχειν διὰ μετανοίας τῶν μολυσμάτων, οὕτω τε προσιέναι τῷ καθαρωτάτῳ, μᾶλλον δὲ τῷ ὑπὲρ πᾶσαν ἔννοιαν πηγάζοντι κάθαρσιν, ἐγὼ δὲ τοῦτο μὲν ἐπὶ λογισμοὺς ἀναλαβεῖν καὶ μετελθεῖν, οὐδεμιᾶς γίνομαι φροντίδος; ἵνα δὲ δόξω καθαρὸς εἶναι τοῖς ὁρῶσι, καὶ ἄξιος τοσαύτης χάριτος καὶ ἀπολαύσεως, τὴν ἐμὴν ὑβρίζω σωτηρίαν; καὶ παίζειν οὐ φρίττω εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι; ὄντως οἱ δόξαν παρ᾽ ἀλλήλων λαμβάνοντες, οὔτε τὴν παρὰ τοῦ μόνου Θεοῦ δόξαν ζητοῦσιν, οὔτε τῷ μεγέθει τοῦ μυστηρίου πιστεύουσιν· ὁ μὲν γὰρ φιλάνθρωπος ἡμῶν πλαστουργός, ἀναξίους ὄντας τῶν ὑπὲρ λόγον ἠξίωσεν· ἡμεῖς δὲ τούτων ἀξιωθέντες καὶ σύσσωμοι καὶ συμμέτοχοι χρηματίζειν αὐτοῦ (ἂν ἄρα βουλώμεθα μὴν καὶ χάριν λαβόντες, καὶ πρὸς τοσοῦτον ἀνελθεῖν ἀξιώματος ὕψος), εἰ μὴ κατὰ πᾶσαν σπουδὴν καθαροὺς ἑαυτοὺς παρασκευασώμεθα, πῶς οὐχὶ διπλῆς ἐνόχους ἀποφαίνομεν ἑαυτοὺς κατακρίσεως; μιᾶς μέν, ὅτι τοσαύτην ἀγαθῶν ὑπερβολὴν ἐξὸν κερδαίνειν, ἀπωσάμεθα, καὶ τηλικαύτης ἑαυτοὺς ὠφελείας τε καὶ σωτηρίας ἀπεστερήσαμεν· τοῦτο γὰρ αὐτὸ καὶ χωρὶς ἑτέρας εἰσπράξεως, μεγίστη καταδίκη ὡς καὶ ὁ Κύριος ἔφησεν· Ὁ μὴ πιστεύων εἰς τὸν Υἱόν, ἤδη κέκριται, ὅ τουτέστι ἔχει τὴν δίκην· τίνα ταύτην; αὐτὸ τὸ μὴ πιστεῦσαι εἰς αὐτόν· ἑτέρας δέ, ὅτι τοῦ δώρου κατεφρονήσαμεν, ὅτι τὴν χάριν ὑβρίσαμεν, τὸν εὐεργέτην ἐξουθενήσαμεν· ὡς κοινῇ τραπέζῃ τῇ μυστικῇ τροφῇ καὶ συσσώμους ἡμᾶς τοῦ ἀχράντου σώματος αὐτοῦ παρασκευαζούσῃ, κατεχρησάμεθα· οὐκ οὖν οὐδὲν ἄμεινον οἱ τοιοῦτοι τῶν Ἰουδαίων διετέθησαν, οἳ τὸ φρικτὸν ἐκεῖνο καὶ ἀτόλμητον ἔργον ἐτόλμησαν, τὸ ζωοποιὸν σῶμα Χριστοῦ ἐπὶ ξύλου κρεμάσαντες, καὶ τῇ λόγχῃ τοῦ αἵματος ἐκκενώσαντες· διόπερ εὐλόγως ὁ διδάσκαλος τῆς οἰκουμένης ἐνόχους εἶναι τοὺς τοιούτους τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου κατεψηφίσατο.
col. 457–458page 228 of 591
PG 101:457ΕΡΩΤΗΣΙΣ ΟΔ΄ Τοῦ Κυρίου πρὸς τὴν Σαμαρείτιν εἰπόντος «Πίστευσόν μοι, γύναι, ἔρχεται ὥρα, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ, οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ Πατρί· ὑμεῖς προσκυνεῖτε, ὃ οὐκ οἴδατε· ἡμεῖς προσκυνοῦμεν, ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων,» καὶ ἑξῆς, τούτων δὴ τῶν σεβασμίων λόγων τὴν δύναμιν διά ποίας ἐπιβολῆς καταληψόμεθα; Ἡ μὲν Σαμαρεῖτις τῶν Ἰουδαϊκῶν ἐθῶν καὶ δογμάτων τὰ τῆς Σαμαρείτιδος δόξης ἐξαίρειν καὶ ὑπερτιθέναι τὴν ὅτι μάλιστα σπουδὴν κατεβάλλετο. Διὸ καὶ τό· «Μὴ μείζων εἶ σὺ τοῦ πατρὸς ἡμῶν Ἰακώβ;», ὕδωρ ζῶν ὑποσχομένου τοῦ Σωτῆρος παρασχεῖν ἀντεφθέγξατο. Ὁ δὲ Σωτήρ, οἰκονομεῖν ἅπαντα σοφῶς εἰδώς, τὸ μὲν ἐξᾶραι τὰ Ἰουδαίων, καὶ τὸ μεῖζον εἰπεῖν αὐτόθεν πλῆξαι πρόχειρον ἐπιστάμενος, καὶ τότε γυναικὸς διάνοιαν προλήψει τῶν ἐναντίων προκατασχεθεῖσαν, καὶ οὐδὲν τῶν αἰσθητῶν ὑψηλότερον τέως φανταζομένης· τοῦτο μὲν ἀποθησαυρίζει τῇ σιωπῇ ἄλλως τε καὶ μικρολογίας εἶναι καὶ ἀνάξιον εἶναι τῆς Ἰησοῦ μεγαλειότητος, καὶ τὸ μείζω εἶναι τὸν δοῦλον τοῦ δεσπότου ἀποφαίνεσθαι. Ἡ γὰρ ἐν συγκρίσει δεσπότου πρὸς δοῦλον διαφορὰ τοῖς δευτερείοις μᾶλλον σεμνύνει τὸν δοῦλον, καὶ διὰ τῶν πρωτείων μεγαλύνει τὸν δεσπόζοντα. Διὸ ταῦτα μὲν ἔχειν ἀφίησι τὴν σιωπήν, διὰ δὲ ῥημάτων ἑτέρων, οὐδὲν μὲν ἧττον τοῦτο κατασκευάζειν δυναμένων, καὶ φευγόντων δὲ ἅμα τὴν μικρολογίαν, λεαίνειν τε τὴν ἀκοὴν ἐπιτηδειοτέρων, τὴν γνώμην παρίστησιν. Οὐδὲ γὰρ, οὐδὲ τὴν σύγκρισιν καὶ τὴν ἐν δόξῃ διαφορὰν αὐτὸς ἐπάγει, ἀλλὰ παραπέμπει τὸ γύναιον ἐκ τῶν ῥηθησομένων τῆς ὑπεροχῆς τὴν ὑπερβολὴν συλλογίσασθαι. «Καὶ γὰρ ἐκ τούτου, φησί, τοῦ ὕδατος ὁ πίνων διψήσει πάλιν· ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα.» Καὶ ὅρα τὸ σοφὸν τῶν λόγων καὶ τὴν δύναμιν. Τὸ μέν, ὅτι «διψήσει πάλιν,» εἶπεν, οὐ δεόμενον κατασκευῆς ἀλλαχόθεν· αὐτόκλητον γὰρ εἶχε τὴν γυναῖκα μάρτυρα· τὸ δέ, «Οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα,» τῷ μεγέθει τῆς ἀπαγγελίας εἰς ἔφεσιν αὐτὴν τῆς ὑποσχέσεως διανιστῶν, δι' ἀμφοῖν δὲ πρὸς ἐπιστασίαν ἄγων θειοτέρας ὑπολήψεως· μόνον οὐχὶ λέγων· Εἰ τὸν Ἰακὼβ ἄγεις ἐν μείζονι τιμῇ καὶ θαυμασίῳ κατορθώματι, ἐπεὶ παρέσχεν ὑμῖν ὕδωρ, ἐξ οὗ πάλιν ὁ πίνων εἰς τὴν αὐτὴν ἐπαναστρέφει δίψαν· τίνα ἂν σε λογίσασθαι χρή, ὃς ὕδωρ παρασχεῖν ἐστι δυνατός,

Question LXXIVQuæstio LXXIV

col. 459–460page 229 of 591
PG 101:459οὐ σωματικὴν δίψαν ἐν ὀλίγῳ χρόνῳ πραΰνον, ἀλλὰ δυνάμενον τῷ πιόντι πηγὴν χρηματίσαι ὕδατος ἀεν­νάου, καὶ παρέχειν ῥεῖθρα σωτηρίας, ἃ τοῖς ἀρυ­σαμένοις καταρδεύει καὶ προξενεῖ ζωὴν τὴν αἰώνιον; «Καὶ γὰρ τὸ ὕδωρ, φησίν, ὁ ἐγὼ δώσω, γενήσεται αὐτῷ πηγὴ ὕδατος ἀλλομένου εἰς ζωὴν αἰώνιον.» Ὥσπερ δὲ τὸ ὕδωρ θεραπεύει μὲν τὴν δίψαν, καθαί­ρει δὲ τὸν ἔξωθεν τοῦ σώματος μολυσμόν, οὕτω καὶ τὰ νοερὰ καὶ ἀνθρώπινα τῆς διδασκαλίας τοῦ Ἰησοῦ νάματα, καὶ ἡ περὶ αὐτοῦ θειοτέρα ὑπόληψις ἰᾶται μὲν τὴν ἀπὸ τῆς ἀπιστίας δίψαν, ὅλην ἐκδα­πανῶσαν τῆς νοερᾶς ἐνεργείας τὴν ζωτικήν τε καὶ συνεκτικὴν ἱκμάδα, καθαίρει δὲ τὴν ψυχὴν τῶν ῥυ­πασμάτων, ἣν ἁμαρτημάτων κατεῤῥύπωσε μολυσμὸς, καὶ λογισμὸς ζοφώδης δυσσεβούντων δοξα­σμάτων. Ἀλλ' ὁ μὲν Σωτὴρ τὴν ἀπόδοσιν τῆς ἐρω­τήσεως, δι' ἧς καὶ Ἰακὼβ τὸ πρωτεῖον ἔχειν ἐδόκει, καὶ μεγαλύνεσθαι, οὕτως ὑπερφυῶς ἐμεθόδευσεν. Καὶ ὅρα παραυτίκα τὴν ταύτης ἐνέργειαν ἀπο­στράπτουσαν. Κατεφώτισεν εὐθὺς τῆς γυναικὸς τὴν διάνοιαν, καὶ εἷλεν ἐλθεῖν, καίτοι παράδοξον οὖσαν, εἰς πίστιν τῆς ὑποσχέσεως, καὶ γνῶσιν ἀναλαβεῖν, κατὰ πολὺ τῶν προγόνων μείζονα εἶναι τὸν Κύριον. Καταλιπούσα γὰρ τῇ γνώμῃ τὸ ὕδωρ τοῦ πατρὸς αὐτῆς Ἰακώβ, πρὸς τοῦτο τὸ ὕδωρ ἐπείγεται, καὶ φησίν· «Δός μοι, Κύριε, τὸ ὕδωρ τοῦτο.» Καὶ διὰ τί τὸ προγονικὸν ὕδωρ ὑπερορᾷς; Ὅτι ἐν βραχεῖ παῦον τὴν δίψαν, οὐδὲν ἔλαττον διψᾶν ἀφίησι πάλιν, καὶ κόπων ἐστί μοι πρόξενον. Καὶ γὰρ, φησί, ἵνα μὴ διψῶ, μηδὲ ἔρχωμαι ἐνταῦθα ἀντλεῖν, ἀλλὰ τῆς σῆς ἀπολαύουσα πηγῆς, οὐκέτι τοῦ προ­γονικοῦ δεήσομαι φρέατος. Οὕτως δὲ καταυγασθεῖσαν τὴν διάνοιαν, ἐπεὶ καὶ περὶ τῶν ἀνδρῶν εἶπεν αὐτῇ, ὧν λαθραίοις καὶ μυστι­κωτέραις ὁμιλίαις τὴν κοινωνίαν ἠσπάζετο, εὐθέως μὲν προφήτην αὐτὸν ἀνακηρύττει, οὐδὲν δὲ τῶν βιωτικῶν αὐτῷ προτείνει· οὐδ' ὅσα σῶμα συνέχει, καὶ περὶ σῶμα συνίσταται, οὐδὲν τούτων οὔτε μα­θεῖν, οὔτε λαβεῖν ἐπιζητεῖ, ἀλλὰ παλαιὸν ἀνακινεῖ ζήτημα, καὶ ἐν ἐρωτήσει γνῶναι τὴν λύσιν αὐτοῦ διανίσταται. «Οἱ πατέρες ἡμῶν, φησίν, ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν,» πατέρας μὲν τοὺς περὶ τὸν Ἀβραὰμ ὀνομάζουσα· καὶ γὰρ ἐν ἐκείνῳ τῷ ὄρει λόγος ἀρχαῖος τὸν Ἀβραὰμ ἀνενεγκεῖν αὐτοῦ τὸν υἱὸν ἱστορεῖ. Εἶτα· «Καὶ ὑμεῖς λέγετε, ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ἔνθα χρὴ προσκυνεῖν.» Δύο, φησί, προσκυνήσεις· δύο χωρία τῆς προσκυ­νήσεως· ἑκάτερον βωμὸς καὶ τέμενος λατρείας Θεοῦ. Τίς οὖν τὸ ἄμεινον διαπράττεται; ὁ Σαμαρείτης, ἢ ὁ Ἰουδαῖος; Ὁ δὲ φιλάνθρωπος Σωτὴρ κἀνταῦθα τα­πεινοτέρου ζητήματος λύσιν ἐπιζητούσῃ τῇ γυναικὶ
col. 461–462page 230 of 591
PG 101:461πολύ μείζω παρέχεται χάριν. Καὶ θειότερον ἐκδιδάσκει δόγμα, ἀντὶ τῆς φιλολόγου προαιρέσεως προς θεωρίαν ἀνάγων φιλόσοφον. Φησί γάρ· «Πίστευσόν μοι, γύναι, ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ Πατρὶ ἐν Πνεύματι καὶ ἀληθείᾳ.» Ἀντὶ τοῦ, Σύ, φησί, ζητείς, πότερον ἡ Ἰουδαία δόξα ἢ τῆς Σαμαρείτιδος γνώμης τὸ τιμιώτερον καὶ θειότερον ἀποφέρεται· ἐγὼ δέ σοι μυστήριον ἀποκεκρυμμένον ἀνακαλύπτω, ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ, οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ Πατρί. Ἡ μὲν γὰρ γυνὴ πρὸς φιλοσοφίαν θάττον γυναικὸς τοῖς τοῦ Σωτῆρος βήμασι μετελθοῦσα, οὐκ ἔτι τὰ ἑαυτῆς ἴσως προτιμώμενα δεῖξαι τῶν Ἰσραηλιτῶν, ὥσπερ καταρχάς, ἐσπούδαζεν, ἀλλ᾽ ἐνδιδοῦσα καὶ βελτιουμένη τῇ σωτηριώδει διδασκαλίᾳ μαθεῖν ἐζήτει τὸ ἄμεινον. Διὸ καὶ «Οἱ πατέρες ἡμῶν, φησίν, προσεκύνησαν ἐν τῷ ὄρει τούτῳ.» Τοῦτο γὰρ ἦν τὸ μάλιστα τῶν Σαμαρειτῶν ἀνυψοῦν καὶ ἐξαῖρον τὴν ὑπόληψιν. Οἷα γὰρ παρόντος προφήτου καὶ ἐμπνεομένου τῷ Πνεύματι τῶν ἄλλοις ἀδήλων τὴν διάγνωσιν, παρ᾽ ἐκείνοις τὴν ἀληθεστέραν δόξαν καὶ τελειοτέραν ἐπεζήτει μαθεῖν. Διά τοι τοῦτο καὶ ἀρχομένη τῆς ὑποθέσεως ἔλεγεν· «Κύριε, θεωρῶ, ὅτι προφήτης εἶ σύ.» Ὁ δὲ φιλάνθρωπος Ἰησοῦς πρότερον μὲν τὸ τέλος ἑκατέρας προαγγέλλει, ἵνα μὴ λυπήσῃ ταύτην ἐν τῷ προκρίνειν τὴν Ἰουδαϊκὴν λατρείαν. Τί γὰρ ἂν καὶ ἀνιάσῃ τῆς ἰδίας δόξης προκρινόμενον σέβας, ὃ μετ᾽ ὀλίγον ἔμελλεν εἰς τὸ αὐτὸ συγκαταλήγειν τέλος; Ἔπειτα τὴν διαφορὰν αὐτῶν ἀπαγγέλλει· «Ὑμεῖς γὰρ, φησί, προσκυνεῖτε, ὃ οὐκ οἴδατε, ἡμεῖς δὲ προσκυνοῦμεν, ὃ οἴδαμεν.» Πῶς δὲ οὐκ ᾔδεισαν οἱ Σαμαρεῖται, ὃ προσεκύνουν; Ὅτι τοῦτο μὲν τῶν ἐνοικούντων οὐκ ὀλίγων ἐκ τῆς αἰχμαλωσίας ἦσαν τῶν Βαβυλωνίων ἀνακληθέντες, καὶ τοῖς ἐκεῖθεν ἔθεσι διαβιοῦντες, καὶ τὴν Ἰσραηλιτικὴν θεοσέβειαν διεφθαρμένοι. Τοῦτο δὲ τὸ πλῆθος αὐτῶν Βαβυλωνίας καὶ Μήδων γενεᾶς καὶ λατρείας ὄντες, εἰς τὴν Σαμάρειαν μετῳκίσθησαν, καὶ τὸν παρὰ Ἰουδαίοις Θεὸν ὥσπερ πάλαι τοὺς πατρῴους ἐπιχώριον Θεὸν, καὶ μόνου τοῦ ἔθνους τὴν ἐπιστασίαν ἔχειν, καὶ δεσποτείαν ἐνόμιζον. Ταύτῃ τοι καὶ τὴν λατρείαν ἐκείνῳ προσφέροντες, οὐδὲ τοὺς δαίμονας θεραπεύειν ἀφίσταντο. Τὸ δὲ Ἰουδαίων ἔθνος, εἰ καὶ μὴ σύμπαν, ἀλλ᾽ οἵ γε τῶν Μωσαϊκῶν νόμων τὴν μνήμην ἀντὶ τῆς λήθης προτιμήσαντες, ταύτης παντελῶς ἀπηλλαγμένοι τῆς ἐναγοῦς ἦσαν ὑπολήψεως, καὶ ὥσπερ δημιουργὸν συμπάσης κτίσεως οὕτω καὶ ἔφορον καὶ προνοητήν τὸν λατρευόμενον Θεὸν ἐπεγίνωσκον. Διὰ τοῦτο μὲν φησιν· «Ἡμεῖς προσκυνοῦμεν, ὃ οἴδαμεν· ὑμεῖς προσκυνεῖτε, ὃ οὐκ οἴδατε.» Προσκυνοῦμεν δὲ, φησί, συγκαταλέγων ἑαυτὸν τοῖς Ἰουδαίοις· οὔπω γὰρ ἐναστρα-

Question LXXVQuæstio LXXV

col. 463–464page 231 of 591
PG 101:463Διὸ καὶ ὕδωρ πιεῖν ἐπεζήτει, καὶ κόπον βαδίζων ὑφίστατο, καὶ τὸν κόπον τῆς ὁδοιπορίας αὐτοσχεδίῳ θρόνῳ τῷ ἐδάφει διελύετο. Ἄλλως τε καὶ πρὸς γυναῖκα διελέγετο, σεβασμίαν μὲν λαβοῦσαν ὑπόληψιν περὶ αὐτοῦ, ὡς ἕνα μέντοι γε τῶν προφητῶν ὅμως αὐτὸν ἡγουμένην καὶ ὡς Ἰουδαῖον, καὶ θεοφιλέστερόν τε τῶν ἄλλων καὶ ἁγιοπρεπέστερον διακείμενον. Διὰ τοῦτο οὖν τὸ, προσκυνοῦμεν, εἴρηται. Ἀλλ' εἴρηται μὲν ἡ μία διαφορά, καθ' ἣν τὸ Ἰουδαῖον σέβας τῆς τῶν Σαμαρειτῶν θρησκείας ὑπερεῖχεν. Ἡ δὲ ἑτέρα τίς; « Ἡ σωτηρία, φησίν, ἐκ τῶν Ἰουδαίων. » Πῶς δέ ἐστιν ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων, ἢ διότι πανταχοῦ τῆς τῶν εἰδώλων πλάνης τὸ γένος ἐπινεμομένης, ἐκεῖθεν ηὔγασε τοῖς ἄλλοις ἀνθρώποις ἡ θεογνωσία, καὶ διότι αὐτὸ τὸ ὅλως προσκυνεῖν τοὺς Σαμαρείτας τὸν Θεὸν ἀπὸ τῶν Ἰουδαίων ἀρχὴν ἔσχεν; Μᾶλλον δὲ σωτηρίαν ἀπὸ τῶν Ἰουδαίων προελθοῦσαν ἔστιν ἐννοεῖν τὴν αὐτοῦ τοῦ Χριστοῦ παρουσίαν, καὶ τὴν δι' αὐτοῦ γεγενημένην τοῦ γένους ἀνάκλησίν τε τοῦ παλαιοῦ πτώματος, καὶ τὴν μηκέτι κλεπτομένην, καὶ παραφθειρομένην ἐχθρῶν ἐπιβουλαῖς καὶ βασκανίαις ἀποκατάστασιν. Τὸ δέ· « Ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, » τὸ πάντως καὶ διὰ ταχέων ἑπόμενον μηνύει. Οὐ γὰρ, ὥσπερ οἱ προφητικοὶ χρησμοί χρόνῳ ὕστερον ἔλαβον τὸ πέρας, ἀλλ' ὁ περὶ ἐμοῦ ῥηθεὶς λόγος ἤδη πάρεστιν, ἤδη ἐνέστηκεν τὴν ἀπὸ τῶν ἔργων ἐπαγόμενος μαρτυρίαν. ἘΡΩΤΗΣΙΣ ΟΕ. Πῶς λέγεται τὸ θεῖον εἶναι ἐν τῷ παντί; καὶ πῶς ἔνεστι διαλύειν ἃ πρὸς τὴν ὑπόθεσιν ταύτην παρ' ἐνίων προκομίζεται διαπορούμενα; Πολλὰ τῶν ἱερῶν περὶ Θεοῦ θεωρημάτων, ἵνα μὴ πάντα λέγω, οὐ μόνον ὅσα τοῖς τῆς εὐσεβείας ὀργίοις οὐκ ἐτελέσθησαν κἂν τῷ τῆς διανοίας κράτει καὶ τῇ τῶν ἐνύλων γνώσει τῶν ὁμοταγῶν ἐν τῷ κρατεῖν διενηνόχασιν, οὐχὶ τούτων μόνον τὴν ἔξω τοῦ καθ' ἡμᾶς λόγου τὴν θεωρητικὴν ἰσχὺν ἀσθενεστέρας τῆς οἰκείας καταλείψεως τῇ πείρᾳ διήλεγξαν· ἀλλὰ καὶ ὅσους ὁ τῆς εὐσεβείας λόγος καὶ ἡ τοῦ βίου καθαρότης τῆς ἐπιγνώμονος τῶν βαθυτέρων ἔθετο, οὐδὲ τούτων ἡ τῶν θειοτέρων εὕρεσις ἐκ τοῦ ῥᾴστου φιλεῖ παραγίνεσθαι· καὶ τί λέγω εὕρεσις, ὅπουγε οὐδ' αὐτὴ καθαρῶς καὶ κατὰ λόγον αὐτοῖς ἡ ἔρευνα διατίθεται; Γλαφυρωτέρα δὲ ὡς ἐπίπαν καὶ αὕτη τῆς τῶν πολυπραγμονούντων διανοίας ὑπεριδρυμένη, φιλοτιμεῖται ἐπιγινώσκεσθαι· οὔκουν τῶν ῥηθησομένων ἐξακούειν δεῖ οὕτως ὡς τὸ ἀκριβέστερον κατειληφότων, καὶ μηδὲν πλέον εἰς τὴν τοῦ προκειμένου γνῶσιν ὑπολειπομένων· ἀλλ' ὡς οἷόν τε τὰ κρείττω τῆς ἀνθρωπίνης ἐπιβολῆς ἐπινοίαις ἀνθρωπίναις πανευλαβῶς καὶ σὺν ἀγωνίᾳ μενόντων εὐμενῶς ἀκούειν καὶ ἀποδέχεσθαι. Ἐν τῷ παντὶ τοιγαροῦν τὸ θεῖόν ἐστιν, ὅπερ εἰς συζήτησιν προετέθη σοι, ὡς οὐδὲν τῶν ὄντων ἐν τοῖς οὖσιν· ἢ γὰρ ἂν τὸ ὑπὲρ πάντα τὰ ὄντα,
col. 465–466page 232 of 591
PG 101:465ἐν ἂν ἦν τῶν ὄντων καὶ ὁ προαγωγός τε καὶ δημιουργὸς ἁπάντων, εἷς ἂν ἐχρημάτιζε τῶν ὑπ᾽ αὐτοῦ δημιουργηθέντων. Τοῦτο γὰρ νομοθετεῖν οἶδεν ἢ πρὸς τὰ ὄντα τῆς διαθέσεως συγγενής τε καὶ ἐμουταγὴς τῆς δημιουργικῆς ἀρχῆς κοινωνία, ἐπειδὰν τὸ ἀπαράλλακτόν τις ἐκβιάζοιτο τὴν σχέσιν ἔχειν πρὸς ἄλληλα τὰ ὄντα καὶ τὸν Κτίστην πρὸς τὰ κτίσματα. Οὐκοῦν ὡς οὐδὲν τῶν ὄντων τοῖς αὐτοῦ συνάπτεται καὶ συγκαταβαίνει τὸ θεῖον δημιουργήμασιν· ἀλλ᾽ ἰδιαζούσῃ διαθέσει καὶ οἰκονομίᾳ διακεκριμένῃ τὴν πρὸς τὰ ὄντα σχέσιν ἁρμόζεται· ὥσπερ δέ ἐστι τὸ θεῖον σοφόν τε ἅμα καὶ ὑπέρσοφον, θεός τε ἰσχυρὸς καὶ ὑπέρθεος, κυρίως τε οὐσία καὶ ὑπερούσιον, καὶ αὐτάγαθον ὁμοίως καὶ ὑπεράγαθον, οὕτως ὑπάρχειν λέγεται κὰν τῷ παντὶ καὶ ὑπὲρ τὸ πᾶν· ἐπὶ μόνης γὰρ τῆς ἀῤῥήτου καὶ πολυωνύμου καὶ ὑπερφυοῦς φύσεως, ὁ καταφατικὸς τῶν ὀνομάτων τύπος, σύνδρομον ἴσχει τὴν σημασίαν τοῖς διὰ τῶν ἀποφατικῶν καὶ στερητικῶν φωνῶν σχηματισμοῖς δηλοῦσι τὸ βούλημα· διόπερ τὸ ἐν παντὶ οὐκ ἔστιν ἀθέτησις τοῦ ὑπὲρ τὸ πᾶν· ἀλλὰ συμφωνία μᾶλλον καὶ βεβαίωσις· οὐ μὴν δὲ ἀλλ᾽ οὐδὲ τὸ ὑπὲρ πᾶν παραλλαγήν προλαμβάνει θαυμασιωτέραν τῆς μυσταγωγοῦ θεολογίας, παρ᾽ ἣν ἡ ἐν τῷ παντὶ ἱερολογουμένη θεωρία παραδίδωσιν. Ὥστε ὁ διαπορῶν εἰ ἐν τῷ παντὶ τὸ θεῖον οὐκ ἂν ὑπὲρ τὸ πᾶν, λέληθεν ἑαυτὸν τὴν τῶν ἱερῶν ῥημάτων ἐπὶ τῆς φύσεως χρῆσιν ἀγνοῶν· καὶ τῆς συνήθους περὶ τῶν ἐνύλων ὁμιλίας οὐδὲν ὑψηλότερον οὐδὲ θειότερον περὶ τῶν ἄλλων φανταζόμενος· ἀλλὰ γὰρ πῶς ἐν τῷ παντί; εἴρηται μὲν ὡς κατ᾽ οὐδένα τρόπον τῶν ὄντων. Εἰ δὲ δεῖ τι μᾶλλον θεωρητικωτέρων δογμάτων πρὸς τὸ ὕψος μὴ ἀποδειλιάσαι, ἔστι τὸ θεῖον ἐν παντὶ κατ᾽ ἐνέργειάν τε καὶ κατ᾽ οὐσίαν· καὶ μή μοι λέγε, πῶς; προείρηται καὶ ὡς κατ᾽ οὐδένα τρόπον τῶν ὄντων· πῶς οὖν ἐστι κατ᾽ οὐσίαν; ὡς ἐννοήσας κατ᾽ ἐνέργειαν· ἐπειδὴ γὰρ τὰ μὲν ἄλλα καὶ δυνάμει ἐστί ποτε καὶ ἐνεργείᾳ, τὸ δὲ θεῖον, ὡς ὁ διορατικός ἐννοήσειε νοῦς, ἀείπερ ἐστὶν ἐνέργεια· οὐ γὰρ ἐξ ἀτελοῦς εἰς τελειότητα πρόεισιν, οὐδ᾽ ἄλλο τι παρὰ τὴν αὐτοενέργειάν ἐστι τὸ αὐτοούσιον, δῆλον ὡς ἐν οἷς ἐστι κατ᾽ ἐνέργειαν, ἐν τοῖς αὐτοῖς ἐστι καὶ κατ᾽ οὐσίαν· ἐνεργεῖ μὲν γὰρ κατὰ συνοχὴν καὶ διαμονὴν τῶν ὄντων· οὐσιοῖ δὲ καὶ διακρατεῖ τῶν δημιουργηθέντων ὑπ᾽ αὐτοῦ τὴν φύσιν. Πῶς οὖν τὸ θεῖόν ἐστι οὐσιωδῶς ἐν τῷ παντί, οὐ μία τις ἐκ τούτων ἀποτελεῖται συνουσίωσις καὶ φύσις; ὅτι οὐδ᾽ ὅταν αὐτῷ ἐννοῇς κατ᾽ ἐνέργειαν καὶ λέγῃς ἐν τῷ παντὶ εἶναι, οὐδ᾽ οὕτως ἔσται συντετελεσμένον καὶ φύσεως λόγον ἐπέχον τὸ δυνάμενον ὁλόκληρόν πως ὑποσχεῖν τὴν χρείαν ἔκ τε τοῦ παντὸς καὶ ἐκ τῆς θείας καὶ κρείττονος συνελθεῖν ἑτέρῳ πρὸς μίαν ὑποστάσεως αὐτοτέλειαν· καὶ πῶς ἂν τὸ κατ᾽ οὐσίαν ὑπάρχον τινί; τοῦτο γὰρ εὔλογον προσεπιζητεῖν δοκεῖ· μίαν ἐννοεῖν οὐκ ἀπαρτίζει σὺν ἐκείνῳ ὑπόστασιν. Ἀλλ᾽ οὐ χαλεπὸν ἐπιλύσασθαι, ὅτι διττὸν λέγεται τὸ κατ᾽ οὐσίαν ὑπάρχειν τινί· τὸ μὲν γὰρ τῶν σημαινομένων ἐν τῷ

Question LXXVIQuæstio LXXVI

col. 467–468page 233 of 591
PG 101:467καὶ ἀναπληρωτικὸν ὑπάρχειν τῆς κατὰ τὴν ὑπόστασιν τελειότητος, καθάπερ τῷ σώματι ἡ ψυχή· τὸ δὲ, οὔτε μέρος ἄν ποτε γένοιτο τοῦ φυράματος, οὔτε τοῖς ἰδιώμασιν ἐπαλλάττεται κοινοποιουμένων τῶν ἀφ᾿ ωρισμένων ἑκατέρᾳ τῶν φύσεων· οὔτε ὑπὸ θατέρου τῶν συγκριμάτων ἀπαρτίζεται· ἀλλ᾿ ἔστιν ἡ σύνοδος αὐτοῦ συστατική τε μᾶλλον καὶ σωστικὴ τῆς συναπτομένης καὶ αὐτοτελοῦς ὑποστάσεως· καθ᾿ ἂν τρόπον διὰ βραχυτάτης εἰκόνος καὶ τῆς ἀνὰ χεῖρα χρήσεως εἰπεῖν ἡ τοῦ κυβερνήτου τέχνη τῇ νηΐ. Ἀλλὰ ταῦτα μὲν οὐχ ὁ δογματικὸς διέξεισι λόγος καὶ ἀκίνητος, ὡς ἤδη καὶ τοῦ προοιμίου ἡ διασκευὴ ἐπεδείξατο, ἀλλ᾿ ὁ εἰκαστικός τε καὶ γυμναστικὸς διετυπώσατο· κρατείτω δ᾿ οὖν ὅμως ταῦτα, ἕως ἀνακύψῃ τὰ κρείττονα. ΕΡΩΤΗΣΙΣ ΟΖ΄ Τί δηλοῖ τὸ παρὰ τοῦ Κυρίου τοῖς μαθηταῖς ἐν τῷ Εὐαγγελίῳ εἰρημένον· Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες μὴ συνιῶσι; Τὸ ῥητὸν οὗ μαθεῖν τὴν διάνοιαν ἤτησας, τοῖς τέτταρσι μὲν τῶν εὐαγγελιστῶν ἀναγέγραπται, ἔστι δὲ προειρημένον Ἡσαΐᾳ τῷ προφήτῃ. Ἀλλ᾿ οἱ μὲν τρεῖς παραφράσεως νόμῳ συνυφαίνουσι τὸ ῥητὸν λόγοις ἰδίοις, ὁ δέ γε θεσπέσιος Ματθαῖος κατὰ παράθεσιν αὐτὸ καὶ μαρτυρίας τύπῳ εἰσάγει. Ἡσαΐας γάρ, ἡνίκα τῆς δόξης Κυρίου θεατὴς ἠξιώθη γενέσθαι, καὶ τῷ ἄνθρακι δι᾿ ἑνὸς τῶν σεραφεὶμ ἐκαθάρθη τὰ χείλη, τηνικαῦτα καὶ τῆς θείας ἐκείνης ἤκουσεν φωνῆς· «Πορεύθητι, λεγούσης, καὶ εἰπὼν τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ ὀφθαλμοὺς ἐκάμμυσαν, μή ποτ᾿ ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσιν, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσιν, καὶ ἰάσωμαι αὐτούς.» Ἀλλὰ ταῦτα μὲν τὰ προφητικὰ ῥήματα, ὧν ἡ χρῆσις τοῖς Εὐαγγελίοις περιείληπται, δηλοῦσι δὲ τὴν ἀγνωμοσύνην τῶν κατ᾿ ἐκεῖνο καιροῦ Ἰουδαίων. Οὐδὲν δὲ ἧττον προλέγουσι καὶ τῶν ὕστερον αὐτῶν τὴν μίμησιν ἐναπομαξαμένων, καὶ τῇ τοῦ Σωτῆρος διδασκαλίᾳ μὴ πεισθέντων, ὡς ἔργοις τε παραδόξοις καὶ λόγοις ὑπερφυέσι τήν τε ἀκοὴν αὐτῶν καὶ τὴν ὄψιν διήλεγξεν, τὴν μὲν κωφεύουσαν ἑκουσίως, τὴν δὲ τυφλώττουσαν τῇ λήμῃ τῆς ἀπιστίας. Καὶ οὔτε πρὸς τοῦ-
col. 469–470page 234 of 591
PG 101:469ἐθέλοντας, οὔτε πρὸς οὕτω θεοπρεπεῖς θαυμάτων λαμπηδόνας τοὺς ὀφθαλμοὺς ἀναπετάσαι βουληθέντας. Διὸ καὶ ὁ προφήτης τὸ κωφὸν αὐτοῖς καὶ τυφλὸν οὐκ ἀλλαχόθεν, ἐκ δὲ τῆς ἰδίας μοχθηρίας περιεῖναι διαμαρτυρόμενος, « Ἐπαχύνθη, φησί, ἡ καρδία τοῦ λαοῦ τούτου. » Καὶ ἐπεὶ τὴν καρδίαν αὐτῶν ἐπάχυναν, διὰ τοῦτο καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν. Εἶτα μηδ' ἀνανήψαι τούτους ἐθέλειν δηλῶν τῆς ἑκουσίου πηρώσεως, ἐπάγει· « Μή ποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. » Ἐπαχύνθησαν τοιγαροῦν τὴν καρδίαν, διὰ τοῦτο βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν. Ἐκάμμυσαν δὲ τοὺς ὀφθαλμοὺς, καὶ τὰ ὦτα ἐβάρυναν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶ ἀκούσωσιν. Καὶ τούτων δὲ τὴν πήρωσιν ἑκόντες ὑπῆλθον, ἵνα μὴ ἐπιστραφέντες τῶν τηλικούτων παθῶν τῆς ἰάσεως τύχωσιν. Οὕτω μὲν οὖν σαφῶς ὁ προφήτης τοῦ τυφλώττειν καὶ κωφεύειν τὴν αἰτίαν τῆς Ἰουδαϊκῆς ἀνάπτει γνώμης καὶ προαιρέσεως, ἀλλ' οὐχὶ Θεοῦ ψῆφον οὐμενοῦν οὐκ εἰσάγει, ταῦτα τοῖς Ἰουδαίοις ἐπιφέρουσαν. Ὥσπερ δὲ κατ' ἐκεῖνο καιροῦ τῶν Ἰουδαίων τοὺς ἀγνώμονας ὁ προφήτης στηλιτεύων, ἔλεγεν, μήτε τοὺς ὀφθαλμοὺς ἐθελῆσαι διανοῖξαι, μήτε πρὸς ἀκοὴν παρασχεῖν τὰ ὦτα πρὸς τὴν σωτηρίαν αὐτῶν, καὶ θεοπρεπῆ διδασκαλίαν, ἐκ δὲ τῶν συνήθως αὐτοῖς ἁμαρτανομένων, μάλιστα δὲ τοῦ τύφου, καὶ τῆς ἀλαζονείας, καὶ τοῦ πρὸς τὴν πλάνην μᾶλλον ἢ τὴν εὐσέβειαν ῥέπειν· ἔμυόν τε τὰ ὄμματα, καὶ τὴν ἀκοὴν συνεῖχον, αὐτοὶ ἑαυτοὺς τυφλοὺς καὶ κωφοὺς ἀπεργαζόμενοι· καὶ τὸ χαλεπώτερον, οὕτω παθόντες ἑαυτοὺς βλέπειν τῶν ἄλλων μᾶλλον ἐνόμιζον, καὶ τῷ τῆς οἰήσεως ἐφλέγμαινον πάθει. Διότι νομομαθεῖς τε ἐδόκουν, καὶ τῶν προφητῶν τὰς φωνὰς, ὃ πλέον αὐτῶν τὴν κατηγορίαν ἐπέτεινεν, τοῖς χείλεσιν περιέφερον, διὸ καὶ ἀνίατον αὐτοῖς τὴν νόσον κατεσκεύαζον. Ἐντεῦθεν ὁ μὲν Σωτὴρ τὸν ἐκ γεννητῆς τυφλὸν δεικνὺς ὁρῶντα, τῶν δὲ τὴν θεομάχον γλῶτταν ἀντὶ τοῦ θυσιάζειν εἰς ὕβριν κινούντων, « Εἰς κρίμα, φησίν, ἐγὼ εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα οἱ μὴ βλέποντες βλέψωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. » Καὶ δὴ καὶ τῶν Φαρισαίων ἐπιφθεγγομένων· « Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν; » — « Εἰ τυφλοὶ ἦτε, φησίν, οὐκ εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε, ὅτι Βλέπομεν, διὰ τοῦτο ἡ ἁμαρτία ὑμῶν μένει. » Ὁ μὲν γὰρ εἰδὼς ἑαυτὸν ἐξ ἀγνοίας τυφλόν, συνῆκέν τε τὸ πάθος, καὶ θᾶττον χωρεῖ πρὸς τὸν ἰατρὸν, καὶ τοῦ φωτὸς ἐπιζητεῖ τὴν ἀπόλαυσιν, καὶ πρὸς ἐκεῖνο σπεύδει, καὶ τῆς φιλανθρώπου διὰ τοῦτο προνοίας καταξιοῦται, ταῖς σελασφόροις αὐτῆς ἀκτῖσι
col. 471–472page 235 of 591
PG 101:471τὸν νοῦν φωτιζόμενος, καὶ πρὸς τὴν σωτήριον θεωρίαν ἀναγόμενος. Ὁ δὲ τῇ πωρώσει μὲν ἐσκοτισμένος, βλέπειν δὲ οἰόμενος, διπλῆν ἑαυτῷ τὴν τύφλωσιν κατεσκεύασεν, ὅτι τε μὴ βλέπει, καὶ ὅτι μὴ βλέπων ὀξύτερον δοκεῖ τῶν ἄλλων ὁρᾶν. Ἡ γὰρ οἴησις σκότος οὖσα ψυχικῶν ὀμμάτων βαθύ, τῆς προκατασχούσης ἀμαυρώσεως ἐπιτείνει μᾶλλον τὸ νόσημα. Ἀλλὰ γὰρ οὕτω μὲν τῶν προφητικῶν ῥημάτων τεθεωρημένων, οὕτω δὲ τῶν σεπτῶν λογίων διευκρινημένων (καὶ εἴ τι μέρος αὐτῶν ὑπάρχον τῇ εὐκρινείᾳ μὴ συμπεριείληπται), οὐκέτι τοῖς ἀκροαταῖς ὁμοίως, οἴμαι, οὐδὲ τοσαύτην πρόφασιν ζητήματος παρέξει. Δῆλον μὲν γὰρ ὡς τοῖς μαθηταῖς δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, ἐπεὶ μήτε τὴν καρδίαν ἐπαχύνθησαν, μήτε βαρέως ἤκουον, μήτε τὰ ὄμματα ἔμυον· τοῖς δὲ λοιποῖς, οὓς καὶ ἔξω καλεῖ (ἔξω γὰρ τῆς σωτηρίας σφᾶς αὐτοὺς περιέστησαν), οὐκέτι δέδοται. Τοῖς γὰρ εἰρημένοις πάθεσι πᾶσαν ἑαυτοῖς ἀποτειχίσαντες σωτηρίαν καὶ ὠφέλειαν, εἰκότως οὐ δέδοται, ὅτι μηδὲ λαβεῖν αὐτοὺς ἐπιτηδείους παρεσκεύασαν. Διὸ καὶ παραβολαῖς προσῆκε μᾶλλον λαλεῖν, ἢ γυμνὰ προτιθέναι τῆς χάριτος τὰ μυστήρια. Οὔτε γὰρ συμφέρον, οὔτε κρίσεως ἀδεκάστου, εἰς τὴν αὐτὴν τάξιν τῆς διδασκαλίας καὶ σωτηρίας τιθέναι τὸν ἄξιόν τε καὶ τὸν ἀνάξιον· ὥσπερ οὐδὲ τοῖς χοίροις τοὺς μαργαρίτας προβάλλειν, οὐδὲ τοῖς κυσὶ ῥίπτειν τὰ ἅγια. Ἐξ οὖν τῶν εἰρημένων καὶ τό, Ἵνα βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες μὴ συνιώσιν, ὁδὸν εὑρίσκει τῆς διαγνώσεως. Τὸ γὰρ ἵνα νῦν συγγενές τέ ἐστι τοῦ διότι, καὶ μεταλαμβάνεσθαι πέφυκεν θάτερον πρὸς τὸ ἕτερον. Ὡσαύτως δὲ καὶ τό, μή, οὐκ ἀπαγορεύσεως, ἀρνήσεως δὲ χώραν νῦν ἐπέχει. Καὶ ὅτι τὸ λαμβάνειν τὰς λέξεις οὕτως ἐνταῦθα μείζον τοῦ εἰκάζειν καθίσταται, τῶν τε προφητικῶν ῥημάτων ἡ διάνοια, δι᾿ ὧν προῆλθε καὶ τὰ Κυριακὰ λόγια, μάρτυς ἐστὶν ἀπαράγραπτος, ἀλλὰ καὶ ὁ ἱερὸς Ματθαῖος ἐπὶ τῆς αὐτῆς ἐννοίας ἀντὶ τοῦ ἵνα χρησάμενος τῷ, ὅτι, καὶ ἀντὶ τοῦ ἀπαγορεύειν ἀρνητικῶς ἀπαγγείλας τὸ χωρίον. Καὶ γὰρ εἰσάγει τὸν Κύριον λέγοντα· Διὰ τοῦτο ἐν παραβολαῖς λαλῶ, ὅτι βλέποντες οὐ βλέπουσι, καὶ δῆλον, ὅτι σαφὲς κατέστη καὶ τὸ ἵνα τοῖς ἄλλοις εὐαγγελισταῖς ἀντὶ τοῦ ὅτι παρειλημμένον, καὶ τὸ ἀπαγορευτικὸν μόριον τὴν τοῦ ἀρνητικοῦ δύναμιν ἀναδεδεγμένον. Ἀλλ' οὕτω μὲν τὴν προγονικὴν τὸ Ἰουδαίων ἔθνος ἀπόνοιαν καὶ ἀγνωμοσύνην οἰκειούμενοι τῆς Δεσποτικῆς διδασκαλίας καὶ ὠφελείας ἀποστερεῖν ἑαυτοὺς κέρδος ἐτίθεντο. Καὶ γὰρ οὐ τοσοῦτον τὰς πηγὰς τῆς σωματικῆς γενέσεως εἰς ἐκείνους ἀνέφε-
col. 473–474page 236 of 591
PG 101:473ρον, ὅσον τὴν πώρωσιν τῆς καρδίας καὶ τὸ τῆς γνώμης ἀχάριστον. Θαλάσσης ὁ παλαιὸς Ἰσραὴλ ὑγρὰ κύματα πεζοποροῦντες διέβαινον, στύλος πυρὸς καὶ νεφέλης τὴν ὁδὸν αὐτοῖς παρεσκεύαζεν ἄλυπον, ὁ μὲν ἐν νυκτὶ πυρσὸν ἀνάπτων, ἅμα καὶ χειραγωγῶν τὸν ἀχάριστον· ἡ δὲ τὴν λυποῦσαν τοῦ ἡλίου φλόγα ἀντὶ τῆς κατ' οἶκον ὀροφῆς ἀποστέγουσα, καὶ τὴν ἡμέραν τῆς ὁδοιπορίας εὐφροσύνης ἡμέραν ἀποφαίνουσα. Καί, ἐν κεφαλαίῳ φάναι, τῶν ὑπὲρ λόγον εὐεργεσιῶν ἀπολαύοντες, καὶ πᾶσι τοῖς κατὰ τὸν βίον ἀγαθοῖς περιρρεόμενοί τε καὶ πιαινόμενοι, ἀπελάκτιζον μᾶλλον καὶ πρὸς τὴν τοῦ θείου ὕβριν ἐξεμαίνοντο τῶν εἰδωλικῶν μιασμάτων τὸ σέβας τῆς εἰς τὸν Δημιουργὸν ἀνταλλαττόμενοι πίστεως. Καὶ οἱ τῆς ἐκείνης δὲ γνώμης οὐκ ἔλαττον ἢ τῆς γονῆς φύντες, διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας παραπλησίων καὶ ὑπερφυῶν θαυμάτων τελουμένων θεαταὶ γινόμενοι, νῦν μὲν παθῶν σωματικῶν ἀνιάτων ἐλαυνομένων λόγῳ, νῦν δὲ βλάβης δαιμονίας καὶ ἐπιβουλῆς τοῦ πλάσματος ἀπαλλαττομένου· καὶ ψυχικῶν δὲ τραυμάτων τῇ διδασκαλίᾳ θεραπευομένων, νεκρουμένην δ' ἤδη θανάτου τὴν ἰσχὺν εὐαγγελιζομένων· καὶ πολλῶν ἄλλων δωρεῶν τε καὶ εὐεργεσιῶν ἀξιούμενοι, οὐδὲν μὲν τούτων καθορᾷν γνώμην εἶχον, οὐδ' ἀμείψασθαι τὸν εὐεργέτην, πρὸς μόνην δὲ τὴν θεομάχον ἐξωτρύνοντο γλῶσσαν, καὶ τῶν βλεπόντων καὶ ἀκουόντων ἁρπάζοντες τὸ ἀξίωμα, καὶ σφίσιν αὐτοῖς περιτιθέντες, οὔτε ἀκούειν ἤθελον τῶν Δεσποτικῶν ῥημάτων, σάλπιγγος γεγωνότερον αὐτοὺς πρὸς τὴν σωτηρίαν ἀνακαλουμένων, καὶ πολλοὺς τῶν ἐθνῶν πρὸς αὐτὴν συναγόντων, καὶ τὴν τῆς ἀληθείας ἐπίγνωσιν ἀναδιδασκόντων. Οὔτε τὰ ὑπ' ὄψιν τελούμενα τῶν θαυμάτων βλέπειν ἐβούλοντο, πρὸς μόνας δὲ τὰς δυσφημίας, καὶ τὸν νοῦν αὐτῶν καὶ τὴν γλῶτταν ἐξώπλιζον. Διόπερ εἰκότως αὐτοῖς τὰ μυστήρια τῆς βασιλείας οὐκ ἐπιστεύετο. Χωρὶς γὰρ τῶν ἄλλων καὶ διότι μεῖζον αὐτοῖς κρῖμα περιῆπτε πιστευόμενον. Ὅσῳ γὰρ ἄν τις μειζόνων ἀξιοῦται, ὁ δὲ πρὸς τὸ χεῖρον ἀντὶ τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς ἀπονεύει, οὗτος διπλῆς ἔνοχος κατακρίσεως, τῆς τε προλαβούσης κακίας, καὶ τῆς ἐπ' αὔξησιν μοχθηρίας τὴν εὐεργεσίαν ποιησαμένης προαιρέσεως. Ὅτι δὲ μὴ ἀποκληρωτικὸν εἶναι τὸ δεδόσθαι μὲν τοῖς μαθηταῖς ἐπιγνῶναι τὰ μυστήρια, τοῖς δὲ μή, καὶ πρότερον μὲν ἀποδέδεικται. Οὐδὲν δὲ ἧττον παρίστησι καὶ ὁ Σωτήρ, μακαρίζων τοὺς μαθητάς, ὅτι βλέπουσι, καὶ ἀκούοντες ἀκούουσιν. Ὁ μακαρισμὸς γὰρ παρά γε τοῖς Λογίοις καὶ μάλιστα τοῖς Κυριακοῖς, οὐκ ἀνάγκης ἐστὶν εἰσαγούσης τὸ ἀπαραίτητον, προαιρέσεως δὲ γινομένης τοῦ βελτίονος· «Μακάριος γὰρ ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν·»
col. 475–476page 237 of 591
PG 101:475Μακάριος ἀνὴρ (14), ὃς οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ. Ὁ δὲ Σωτὴρ καὶ κατὰ συνέχειαν πολλοὺς μακαρισμοὺς συνάπτων οὐδένα τούτων, ἐφ' ὧν ἀποκλήρωσις ἔχει τὴν ἰσχύν, ἀπονέμει, εἰς ἐκείνους δὲ συνάγει πάντας, ὧν ἀρετὴ καρπὸς ὑπάρχει καὶ γεώργιον τῆς προαιρέσεως. Οὐκοῦν οὔτε τοῖς μαθηταῖς κατ' ἀποκλήρωσιν ἐδέδοτο τὰ μυστήρια γνώναι τῆς βασιλείας τοῦ Θεοῦ, οὔτε τοῖς ἀγνώμοσι τῶν Ἰουδαίων τούτων ἡ ἄγνοια, ἀλλ' ὅτι τυφλούς τε καὶ κωφοὺς ἑκόντες ἀπέφηναν ἑαυτοὺς, τούτων ἀναξίους ἡ θεία καὶ ἀδέκαστος κρίσις διήλεγξεν. Πῶς οὖν τῶν μαθητῶν ὁ ἠγαπημένος τὸ τῆς θεολογίας ὄργανον λέγει· «Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν,» οὐδὲν ἔργον ἐκ τῶν εἰρημένων ἤδη συνιέναι. Εἰ μὲν γὰρ μὴ ἐκάλει τοῦ λόγου τὸν Ἡσαΐαν μάρτυρα, ἢ ἐφ' ἑτέρου θεωρήματος προῆγε τὰς αὐτὰς φωνάς, ἀπορίας ἄν τινος ὑπῆρχεν ἀφορμή, καὶ ζήτησις παρὰ τὰς εἰρημένας ἄλλης ἐπιλύσεως. Ἐπεὶ δὲ διὰ τῶν προφητικῶν καὶ ταῦτα προάγεται λόγων, ἐξ ὧν σαφεστάτη καὶ οὐδὲν ἄπορον ἐπιφέρουσα ἐξέλαμψεν ἡ διάνοια, καὶ μὴν καὶ τῶν ἄλλων εὐαγγελιστῶν, ὅσον ἦν ἀμφισβητούμενον, διεκρίθη· δῆλον, ὅτι προδιαλέλυται καὶ ὅπερ ἔμελλεν ἐπὶ τῶν ῥημάτων τούτων διαπορεῖσθαι· ἴσον γάρ. Ὁ πρῶτος ἀναγραψάμενος τὰς Δεσποτικὰς πράξεις ἐκδιδάσκειν δύναται τό, τετύφλωκεν καὶ πεπώρωκεν· καὶ τό· «Διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ὅτι βλέποντες οὐ βλέπουσι, καὶ ἀκούοντες οὐκ ἀκούουσιν.» Εἰ δέ τις τό, τετύφλωκεν καὶ πεπώρωκεν, οὐ προηγούμενα πάθη, ἀλλ' ἐκείνοις ἑπόμενα μᾶλλον θείη οἷόν τινα ἀντιμισθίαν τῶν φθασάντων ὄντα· οὐδ' οὗτος ἂν εἴη σκοποῦ διαμαρτάνων, δι' οὗ φέρεταί ἂν οὐ πόρρω τῆς ἀληθείας. Ἐπεὶ γὰρ ἑκόντες ἔμυσαν τοὺς ὀφθαλμοὺς καὶ τὰ ὦτα συνέσχον, τούτων προηγησαμένων τῶν παθῶν ποινή γέγονεν αὐτοῖς ἐπακολουθήσασα τῇ ἑκουσιότητι τῆς μοχθηρᾶς γνώμης ἡ τύφλωσις καὶ ἡ κώφωσις, ὧν ἂν εἴη καὶ τὸ μὴ δεδόσθαι αὐτοῖς τὰ μυστήρια τῆς βασιλείας γνῶναι. Ἔστι δὲ καὶ πρὸ βραχέως ἀκοῦσαι λέγοντα τὸν Ἰησοῦν, ὡς αὐτὸς ὁ τῆς βροντῆς ἔγραψεν υἱός· «Ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ' ὑμῶν ἐστι· περιπατεῖτε, ἕως τὸ φῶς ἔχετε, ἵνα μὴ τὸ σκότος ὑμᾶς καταλάβῃ·» καί, «Ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδε ποῦ ὑπάγει.» Ἔλαμψεν μὲν γὰρ τὸ φῶς τὸ ἀληθινὸν παραγεγονὼς ὁ τοῦ κόσμου Σωτήρ. Οἱ δὲ οὐκ ἠθέλησαν ἐνατενίσαι πρὸς αὐτό, οὐδ' ἐν τῇ σελασφόρῳ
col. 477–478page 238 of 591
PG 101:477αἴγλῃ τῶν δογμάτων αὐτοῦ περιπατεῖν. Διὸ ἀκολούθως αὐτοὺς κατέλαβεν ἡ σκοτία δίκην ἀπαιτοῦσα τῆς προκατασχούσης αὐτοὺς μοχθηρίας. Καὶ τοῦτο λέγοιτ' ἂν τετυφλῶσθαι καὶ πεπωρῶσθαι εἰκότως. Καὶ ὥσπερ τῷ θελήσαντι περιπατεῖν ἐν τῷ φωτὶ ἕπεται (19) καὶ τὸ εἰδέναι, ποῦ ὑπάγει· οὕτως τῷ μὴ θελήσαντι περιπατεῖν ἐν τῷ φωτὶ συνακολουθεῖ τὸ, βαδίζοντα ἐν τῇ σκοτίᾳ εἶναι, καὶ τυφλῶν καὶ πεπωρωμένων ὁδὸν ἀθλίως ἐξανύειν. Προείρηται δὲ καὶ, ὡς τῆς Δεσποτικῆς καὶ σωτηρίου διδασκαλίας ἡ ἀστραπὴ τυφλοὺς καὶ πεπωρωμένους ἐστηλίτευσεν τοὺς Ἰουδαίους, καὶ τὴν πρὶν ἐνοῦσαν τοῖς ψυχικοῖς αὐτῶν ὄμμασι λήμην (20) καὶ ἀβλεψίαν ἐμφανεστέραν δὲ καὶ κατάδηλον ἐποίησε μᾶλλον. Ὥσπερ γὰρ ὁ αἰσθητὸς οὗτος καὶ περικαλλὴς ἥλιος λαμπρὰς τοῦ δίσκου τὰς ἀκτῖνας ἀναφιεὶς ἐλέγχει τοὺς νοσοῦντας τὰ ὄμματα· οὕτω καὶ ὁ νοητὸς ἥλιος, τὸ φῶς τὸ ἄδυτον καὶ ἀνέσπερον, Χριστὸς, ὁ Θεὸς ἡμῶν, ἐπιδημήσας τῷ κόσμῳ, καὶ διὰ τῶν θεοπρεπῶν τε καὶ ὑπὲρ λόγον θαυμάτων ἐναστράψας αὐτοῦ τῆς θεότητος τὴν αἴγλην, ἐπὶ πλέον διήλεγξεν τῶν ἀγνωμόνων Ἰουδαίων τὸ προκατασχὸν αὐτῶν τὰ τῆς ψυχῆς ὄμματα σκότος καὶ τὴν ἀβλεψίαν. Ἀλλ' ὥσπερ ὁ ἐγκόσμιος ἥλιος οὐκ ἔστιν αἴτιος τῆς τυφλότητος, ἐλέγχων τὴν ἀβλεψίαν τῶν ἐνεχομένων τῇ νόσῳ· οὕτω καὶ ὁ ὑπερκόσμιος καὶ νοητὸς ἥλιος, τὸ ἀπαράλλακτον καὶ ἀληθινὸν ἀπαύγασμα τοῦ Πατρὸς, τὴν προκατασχοῦσαν τύφλωσιν τῶν ἑαλωκότων τῷ πάθει στηλιτεύων, οὐμενοῦν οὐκ ἂν αἴτιος νομισθείη, εἰ καὶ τετυφλωκέναι λέγοιτ' ἂν, διότι μηδὲ πρὶν λανθάνουσαν τὴν πήρωσιν αὐτῶν τὸ ἐσκοτισμένον τῶν λογισμῶν μᾶλλον ἐθριάμβευσεν. Εἰ γὰρ μὴ τοσαύτη τοῦ θείου φωτὸς ἐνήστραπτεν ἡ λαμπρότης, ὥστε καὶ τῶν ἐν σκότει καὶ σκιᾷ καθημένων ἐθνῶν καταυγασθῆναι τὰς διανοίας, καὶ πρὸς τὴν θεογνωσίαν ἀναβλέψαι, οὐκ ἂν ἐπὶ τοσοῦτον τυφλὸν τὸ Ἰουδαίων ἐδείκνυτο γένος. Ἀλλ' ἡ διὰ τῶν ἔργων προϊοῦσα τῆς αἴγλης ὑπερβολὴ, καὶ τῆς φωτιστικῆς δυνάμεως ἡ ἐνέργεια καὶ τῶν ἐθνῶν ἡ ἀνάβλεψις, ἔλεγχος σαφὴς κατέστη τῶν μὴ προσδραμόντων τῷ φωτὶ τῆς ἀληθείας, καὶ καταυγασθέντων τὴν εὐσέβειαν, ὅτιπερ ἑκούσιον ἑαυτοῖς κατεσκεύασαν τὴν τύφλωσιν, καὶ τῆς παγκοσμίου σωτηρίας ἑαυτοὺς ἐξ ὑπερβαλλούσης ἀπονοίας ἀπεστέρησαν. ΕΡΩΤΗΣΙΣ ΟΖ΄. Περὶ γένους καὶ εἴδους ἀπορίαι διάφοροι, ἐν αἷς ἔστιν εὑρεῖν τὰς λύσεις αὐτῶν. Α΄. Ἐζήτηται μὲν ἡμῖν πολλάκις ἡ περὶ τῶν γενῶν τε καὶ εἰδῶν ὑπόθεσις, καὶ διάκρισις τῶν πάλαι

Question LXXVIIQuæstio LXXVII

col. 479–480page 239 of 591
PG 101:479ἀμφισβητημάτων, ὡς τοῖς τηνικαῦτα συζητοῦσιν ἔδοξεν, οὐδὲν ἄπορον ὑπολιπούσα προελήλυθε· καὶ γὰρ αἱ μὲν κατὰ Πλάτωνα ἰδέαι ἰδιαζούσης ἐπισκέψεως ἔτυχον, ἐπεὶ μηδὲ κατηγορεῖσθαι τῶν ἀτόμων αὗται δύνανται· οὐ γὰρ τοῦτο νῦν ἐρῶ, ὡς τὸ προϋφιστάνειν τύπους τῶν παραχθησομένων καὶ ὁμοιώματα τεχνίτου μέν ἐστιν, ἀσθενοῦντος δὲ δημιουργεῖν ἁπλῇ προσβολῇ τὸ βουλόμενον, οὔθ᾽ ὡς ἐνταῦθα τὸ ζητεῖν τῶν ὑφισταμένων παραδείγματα ἐπ᾽ ἄπειρον ἐξ ἀνάγκης διαβιβάζει τῶν πλαττομένων τὴν πρόοδον· τὸ μὲν γὰρ παντελῶς ἐστι τῆς περὶ τὸ θεῖον ἀνάξιον ὑπολήψεως, τὸ δὲ καὶ καθ᾽ ἑαυτὸ τῶν ταῖς διανοίαις ἀναπλασθέντων συμπροάγει τὴν ἀναίρεσιν. Ἀλλ᾽ οὖν εἰ καί τις δοίη τοὺς τύπους ἑκάστης ἰδιότητος ἐκεῖθεν ἀπομάττεσθαι τὰ καθέκαστα, ὑπὸ κατηγορίαν ἐκείνων ἄγειν ταῦτα οὐχ εὑρήσει λόγον συνάδοντα. Οὐδὲ γὰρ ἂν εἴη τὸ ἐσφραγισμένον σφραγίζον, οὐδὲ τῷ τὴν ὁμοιότητα παρεχομένῳ ταὐτόν, ὃ κατὰ μετοχὴν ταύτην παρεδέξατο· οὐδὲ τὰ ἐν τῇ τοῦ Θείου τυπωθέντα διανοίᾳ καὶ στάσιν ἀκίνητόν τε καὶ ἀκλόνητον, εἴπερ ὅλως ἔνεστιν, εὐμοιρηκότα τῶν ἐν ῥοῇ τε καὶ ἀποῤῥοῇ διαπαντὸς φερομένων οὐδαμῶς ἂν δύναιτο ῥηθῆναι κατηγορούμενα· παμπόλλη γὰρ ἡ διαφορὰ καὶ ἐξ αὐτῆς δὲ τῆς σχέσεως ἢ συναφείας τινὰ τρόπον παρέχει τὸ διάφορον, ἀναφαίνεται. Καὶ γὰρ ὁ τοῦ αἰτίου καὶ αἰτιατοῦ λόγος, μάλιστά γε κατὰ τὸ δημιουργικόν τε καὶ παραδειγματικὸν προϊὼν ἐν τῇ τῆς σχέσεως συναφείᾳ τὸ τῆς ὑπάρξεως παραλλάττον λαμπρῶς ἐπιδείκνυσιν. Εἰ δ᾽ ἐφ᾽ ὧν ἃ συνάπτειν τῇ τῶν ὀνομάτων ὁμοιότητι τὰ δηλούμενα δοκεῖ, ταῦτα πολλὴν ἀνομολογεῖσθαι ποιεῖ τὴν διάστασιν, ἃ μηδὲ συναφείας προβάλλεται βῆμα, μηδ᾽ ἑνώσεως ἐνδείκνυσθαι παρέχεται ἀφορμήν, πῶς ἂν εἰς ταὐτὸν συνενεχθείη μὴ πεφυκότα συνιέναι μηδ᾽ ἐφ᾽ ὧν ἡ συνάφεια διασώζειν δύναται τὸ οἰκεῖον ἀνόθευτον δίκαιον; Τοιαύταις αἱ Πλατωνικαὶ ἰδέαι περινοίαις ἐξητάζοντο, πολλῶν ὄντων καὶ παλαιοτέρων λόγων συνεφαπτομένων ἡμῶν τῷ βουλήματι. 2. Τὰ δὲ παρὰ τὰς Πλατωνικὰς ἰδέας γένη καὶ εἴδη, εἰ καὶ τὴν γένεσιν ἐκ διαφόρου διανοίας καὶ ἐπιβολῆς ἔσχον τε καὶ προεληλύθεσαν, παραλλάττουσί γε τῇ συστάσει· καὶ τὰ μὲν ἐπὶ τοῖς πολλοῖς, τὰ δὲ ἐν τοῖς πολλοῖς οἱ χαριέστερον φιλοσοφοῦντες καλεῖν ἐφιλοτιμήσαντο· ἀλλ᾽ οὖν πρός γε τὸ κατηγορεῖσθαι τὴν χρείαν ἐπ᾽ ὀλίγον ἔχουσι παραλλάττουσαν· ἤρκεσε τοιγαροῦν περὶ ἑκατέρου τούτων ἡ αὐτὴ διὰ τῶν ἐξεταστικῶν λόγων βάσανός τε καὶ διάκρισις. Καί γε περὶ μὲν τῶν ἀσωμάτων ὑποστάσεων ὅτι μηδ᾽ ἔρις ἦν παλαιά, θάττον, ὅτι καὶ τὰ κατηγορούμενα γένη καὶ εἴδη τῆς ἀσωμάτου φύσεως μετέχει, συνεκεχώρητο· ἡ δὲ πολλὴ προῆλθεν φιλονεικία περὶ τῶν τριχῆ διαστατῶν ὑποστάσεων καὶ σωμάτων ὄντων τε καὶ καλουμένων, ἆρά γε χρὴ τὰ τούτων γένη καὶ εἴδη σώματα καλεῖν, ἢ ὡς κρείττω τῆς αἰσθήσεως ταῦτα καθεστηκότα τῆς τῶν ἀσωμάτων λήξεως θετέον. Ἀλλὰ τότε μὴ εἰς ἀκρίβειάν τε περὶ τούτων διείλεκται καὶ δευτέρας οὐκ ἐδόκει τοῖς ἀκροαταῖς δεῖσθαι συζητήσεως. Ἐπεὶ δὲ νῦν ἡ σὴ θεοφιλὴς
col. 481–482page 240 of 591
PG 101:481γ. Τῶν μὲν οὖν ἀσωμάτων οἱ λόγοι, ὅσοι γε τὸ ὑποκείμενον ἀφορίζουσι, δῆλον ὅτι ἀσώματοι· διότι καὶ τὰ ἐν αὐτοῖς περιεχόμενα γένη καὶ εἴδη, καὶ οὐδεμίαν οὐδενὶ παράσχοι ἂν ἀπορίαν ἢ περὶ αὐτῶν θεωρία. Οἱ δὲ τῶν σωμάτων πῶς ἂν εἴησαν σώματα, εἰ καὶ τὸ πρόχειρον τῆς ἀναλογίας τοῦτο φαντάζεται; Λόγος γὰρ καὶ σῶμα τὴν πρὸς ἄλληλα κοινωνίαν ἀπηρνήσαντο. Εἰ δὲ ἕτερος ὁ λόγος πέφυκε σώματος, πῶς οὐχὶ τὰ συμπληροῦντα τὸν λόγον γένη καὶ εἴδη τὴν αὐτὴν οὐκ ἐπιζητήσει ἑτερότητα; πῶς δὲ ἂν σωμάτων κατηγορηθείη τὸ ἀσώματον; Ἢ ἀσώματα μὲν οὐκ ἂν εἴη τὰ γένη τούτων οὐδὲ τὰ εἴδη, οὐ μὴν ἀλλ' οὐδέ γε σωμάτων ἧκεν εἰς ὄγκον, οὐδὲ τὴν ὕλην, ἐν ᾗ τὸ πλήρωμα συνέστηκε τῶν διαστάσεων, ὑποβάλλεται· σωματικὰ δὲ πάντως καὶ περὶ σῶμα λεγόμενα; σῶμα γὰρ ἑρμηνεύουσι καὶ ἀπαγγέλλουσιν ὑποκείμενον· ὁ γὰρ ἄνθρωπος τυχὸν σωματικὸν μέν, ὅτι τὸν Σωκράτην ἢ τὸν Πλάτωνα σῶμα ἐόντα ὀνομάζει καὶ τὴν αὐτῶν οὐσίαν ἀναπτύσσων τῶν ὁμογενῶν τῇ κλήσει διαστέλλει· ἀλλὰ πῶς, εἰ ὁ ἄνθρωπος οὐ σῶμα, ὁ δὲ Σωκράτης ἄνθρωπος, οὐχὶ ὁ Σωκράτης οὐ συμπερανθήσεται μὴ σῶμα; Τοῦτο γὰρ καὶ εἴ τι ἄλλο παραπλήσιον δοκεῖ τῶν ἀπορημάτων εἶναι τὸ κράτιστον. Ἀλλ' οὐδὲν χαλεπὸν ἐπιλύσασθαι· ἐν πρώτῳ γὰρ σχήματι τοῖς συνορᾶν ἐθέλουσιν ἡ μείζων πρότασις μερικὴ παραλαμβάνεται· οὕτω γὰρ καὶ προαγομένη τῆς ἀληθείας οὐκ ἐξίσταται· εἰ δέ τις αὐτὴν εἰς τὸ καθόλου μεταλάβοι, συμμετήγαγε καὶ τῆς ἀληθείας ἐπὶ τὸ ψεῦδος. Ψεῦδος γὰρ ἀντικρὺς τὸ λέγειν· Οὐδεὶς ἄνθρωπος σῶμα, ἀληθευούσης κατὰ τὸν εἰρημένον ἔμπροσθεν λόγον, ὡς ὁ ἄνθρωπος σῶμα· εἰ δέ τις τὴν μὲν πλοκὴν τοῦ λόγου χαίρειν ἐᾷ καὶ τὸ δοκοῦν συμπεραίνεσθαι πολυπραγμονεῖν οὐχ ἡγεῖται σοφόν, αὐτόθεν δὲ λέγοι φορτικὸν εἶναι τὸν ἄνθρωπον μήτε λέγειν μήτε νομίζειν εἶναι σῶμα, καὶ ἄνευ τοῦ δόξαντος μὴ συμπεραίνεσθαι ὡς ὁ Σωκράτης οὐκ εἴη σώμα· πῶς γὰρ ἂν ἡ τῆς οὐσίας διαίρεσις εἰς σῶμα καὶ ἀσώματον τὰ πρῶτα τῶν ὑπ' ἀλλήλων διαστελλομένη προαχθείη, τοῦτο μὲν ὕστερον ἐπιθεωρείσθω· ὁ δὲ λόγος τῆς ἀκολουθίας τῶν προειρημένων μὴ ἀφιστάσθω. Καὶ γὰρ οὐ κατὰ τὸ ἀποφαντικὸν μόνον σχῆμα τὸ εἰρημένον ἐπὶ τῶν τοιούτων ὁρᾶται κατηγορημάτων, ἀλλὰ δὴ καὶ ἐπὶ τοῦ καταφατικοῦ τοῖς βουλομένοις περαντικόν τινα λόγον τὴν ἀπορίαν κρατύνονται προάγειν. Λέγοντες γάρ, Ὁ ἄνθρωπος ἢ τὸ ζῶον σωματικόν· εἶτα, Ὁ δὲ Σωκράτης ζῶον ἢ ἄνθρωπος, οὐκ ἂν σωματικὸν ἀναγκασθείημεν εἰπεῖν καὶ τὸν Σωκράτην; Οὕτω γὰρ συνάγεται τῆς μείζονος κἀνταῦθα μενούσης ἐπαληθευούσης· ἐπὶ μέρους γὰρ τὴν προαγωγὴν ἡ πρότασις ἔχει. Εἰ δ' εἰς τὸν καθόλου τύπον ἀναχθείη, αὐτίκα πεφωραμένη
col. 483–484page 241 of 591
PG 101:483ἄνθρωπος ἢ πᾶν ζώον σωματικόν, τῆς· Οὐδεὶς ἄνθρωπος καὶ οὐδὲν ζῶον σωματικόν, διαρρήδην ἐπαληθευούσης; Ἔτι δὲ πῶς οὐκ ἂν σωματικά, ἃ σῶμα τὸ ὑποκείμενον ἐκδιδάσκει; πῶς δ' ἂν τῆς σωματικῆς ἀλλοτριωθείη κλήσεώς τε καὶ συστάσεως; Τῆς μὲν γὰρ ἀσωμάτου διέστηκε φύσεως, τῶν δὲ σωματικῶν ἰδιωμάτων ἀνακεχώρηκε· καὶ τίνα ἂν ὑπέλθοι τῶν ὄντων κλῆρον, εἰ καὶ τῶν σωματικῶν τις ὁρίων αὐτὸ ὑπερορίσειεν; Εἰ δέ γέ τις ἐθέλοι καὶ ἄλλως ἐπισκοπεῖν, οὐκ ἔλαττον εὑρήσει τῶν ἀπορουμένων τὸ εὐδιάλυτον. Καὶ γὰρ ὁ μὲν Σωκράτης ἄνθρωπος ἢ ζῶον καθ' αὑτό· ὁ δὲ ἄνθρωπος ἢ τὸ ζῶον σωματικὸν οὐ καθ' αὑτὸ οὐδ' ἄνωθεν, οὐδὲ φύσει· ἀλλ' ὡς ἐξαγγελτικὸν καὶ δηλωτικὸν ὑποκειμένου σώματος καὶ τὴν πρὸς αὐτὸ περιπτυσσόμενον σχέσιν. Οὐκοῦν οὐκ ἔστι λόγος, ὃς τὸν Σωκράτην ἀπαιτεῖ σωματικὸν καλεῖσθαι· ἐκ προτάσεων γὰρ ἑτερογενῶν καὶ ἀνομοίων διαπλέκεται, ὡς μηδὲ δύο δυναμένων τοῦ αὐτοῦ λόγου μέρη λέγεσθαι, ἀλλὰ τὴν ἴσως ἑτέρου, θατέρου δὲ τὴν ἑτέραν, καὶ τούτων πρὸς ἀλλήλους τὸ ἀκοινώνητον συνδιασωζόντων· εἰκότως οὖν ἐκ τῆς τοιαύτης ἀλλοφύλου πλοκῆς καὶ συγχύσεως οὐδὲν ἂν συμπερανθείη. δ'. Ἀλλὰ γὰρ κἀκεῖνό μοι συνόρα δριμύτερον ὂν τοῦ προκειμένου· εἰ γὰρ ὁ Σωκράτης καὶ τὸ προσεχῶς κατηγορούμενον καὶ κυρίως ἀπαγγέλλον τὸ ὑποκείμενον οὐκ ἂν ἀπαιτηθείη τὰ αὐτοῦ μεταδοῦναι τῷ δηλουμένῳ· καίτοι καὶ τῆς μείζονος ἐνταῦθα, συλλογιστικὸν εἴ τις ἐθέλει συνθεῖναι, δυναμένης ἄμωςγέπως εἰς τὸ καθολικὸν σχῆμα προελθεῖν. Οὐ γὰρ τὸ πράγμα, ὅπερ ἡ Σωκράτους ἐδήλου φωνή, ἀπαγγελτικὸν ἢ δηλωτικὸν ἐρεῖ τις τοῦ ὑποκειμένου, οὐ μέντοι οὐκ ἔχων εἰς βλάβην ἀποῤῥέοντα τὸν λογισμόν· εἰ δὲ τοῦτο, πῶς οὐχὶ πολλῷ μᾶλλον τῶν διὰ μέσου τοῦ Σωκράτους κατηγορουμένων ἅπας ἐκστήσεται λόγος τὰ ἑπόμενα μὴ καθ' αὐτὸ καὶ ἐπὶ τοῦ Σωκράτους ἕλκειν τε καὶ μεθαρμόζειν; ε'. Ἡ δὲ διαίρεσις, ἡ τὴν οὐσίαν εἰς σῶμα διαστέλλουσα καὶ ἀσώματον, οὐκ ἂν ἐκσταίη θεωρίας ἐπιλυομένης τὸ ζήτημα, εἴ τις ἀποδοίη λόγον, πρὸς τὰ ἔσχατα καὶ τελευταῖα τῶν ὑποκειμένων ἀφορῶσαν οὕτω τὴν τομὴν ἐργάσασθαι. Εἰ γὰρ καὶ ἄνωθεν δοκεῖ προϊέναι τὸ τῆς διαιρέσεως, ἀλλ' οὖν διὰ τῆς κάτωθεν πολυπραγμοσύνης τάς τε αἰσθήσεις ἐπικούρους φέρων τῆς κρίσεως ὁ λογισμὸς καὶ τὸ περὶ τὰ καθέκαστα ἁπλανὲς ἐκεῖθεν συναθροισάμενος ἑαυτῷ καὶ οὕτως ἐπὶ τὴν κοινοτέραν θεωρίαν ἀναδραμὼν ὥσπερ ἀπό τινος περιωπῆς ἐμπειρότερόν τε καὶ σοφώτερον τὰ κατωτέρω τε διορᾷ καὶ τὴν διαιρετικὴν προηνέγκατο μέθοδον, μεταγενεστέραν μὲν δηλονότι τῆς προειρημένης οὖσαν, ὥσπερ ταύτην, ἣν ἐθέλουσιν ἀναλυτικὴν ὀνομάζειν. Ἀλλὰ πρὸς τοῦτο μὲν καὶ ἑτέροις ἄν τις χρήσαιτο λόγοις· διότι καὶ τοὺς πολλοὺς πρὸς τὴν ὑψηλοτέραν ταύτην καὶ ἐμφιλόσοφον αἰτιολογίαν σκαρδαμύττοντας ἔστιν ὁρᾷν. Πολλὰ γὰρ
col. 485–486page 242 of 591
PG 101:485τῶν ἐχόντων λόγον βαθυνόμενον, ταῖς τῶν ἀνθρώπων προχείροις ἀκοαῖς καὶ ἐπιπολαίοις διανοίαις οὐκ θέλει συναρμόζεσθαι, πεφυκότων διὰ πείρας τε μεθοδικῆς καὶ κρίσεως σχολαζούσης εἰσοικίζεσθαι μάλιστα, ἧς ἀπούσης τῆς ἀποδείξεως ὁ λόγος ἀσθενὴς εἶναι δοκεῖ, τὸν νοῦν τῶν ἀκροατῶν πρὸς ἑαυτὸν ἐφελκύσασθαι. Γ'. Τοὺς δέ γε διαπορουμένους, ὡς, εἴ τις δοίη τὰ τῶν σωμάτων γένη καὶ εἴδη σώματα, τότε τριχῆ διαστατὸν αὐτοῖς συμβήσεται καὶ ἡ ἐν τόπῳ περιογραφὴ καὶ τὸ ταῖς αἰσθήσεσιν κρίνεσθαι καὶ τὸ σῶμά γε διὰ σώματος χωρεῖν, καὶ εἴ τι ἄλλο τοιοῦτον τοῖς περιττοῖς πεφιλοτίμηται, οὐκ ἂν ἀπεικότως θαυμάσαιμι, ὡς οἱ τὰ τοιαῦτα ζητοῦντες καὶ νομίζοντες πρὸς τὴν αὐτῶν ὁρᾷν σπουδὴν τὰ ἐπιχειρήματα, πῶς οὐκ ἔφασαν πρὸ τῶν ἄλλων ἀπάντων, ὡς· Εἰ τὰ γένη καὶ τὰ εἴδη σώματα καὶ ἄτομα, πάντως καὶ καθέκαστα ἔσται; » Οἱ γὰρ τῶν ἀτόμων σωμάτων τὰ ἰδιώματα μὴ ἐρυθριάσαντες ἐπὶ τὰ γένη καὶ τὰ εἴδη τούτων ἀναβιβάζειν, πῶς ηὐλαβήθησαν μὴ καὶ τὸν καθέκαστον καὶ ἄτομον ἤτοι τὸν Σωκράτην ἢ Πλάτωνα κατ' αὐτῶν συναγαγεῖν; Ἅπαξ γὰρ ἀναστρέψαντες τὴν τάξιν τῶν κατηγορουμένων, καὶ τὰ ἴδια τῶν ἐσχάτων ὑποκειμένων κατὰ τῶν κατηγορουμένων γενῶν καὶ εἰδῶν ἀξιώσαντες κατηγορεῖσθαι, δίκαιοι τυγχάνουσι λόγον ὑπέχειν, ὅτι μὴ καὶ αὐτὸ τὸ καθέκαστον καὶ ἄτομον ἐπεχείρησαν τῶν γενῶν καὶ τῶν εἰδῶν κατηγορεῖν καὶ ὅτι μὴ διὰ ταύτης μᾶλλον τῆς ἀτοπίας ἐνόμισαν ἐξελέγχειν τοὺς τὰ γένη καὶ τὰ εἴδη σώματα τιθεμένους. Τοῦτο γὰρ αὐτῶν σύμπασα τῶν σοφῶν ἐπιχειρημάτων ἡ ἐπίνοια πραγματεύεται. ζ'. Ἀλλ' ἐάσθω ταῦτα νεανικῆς ἐντρεχείας, οἶμαι, ἕνα σκιρτήματα· νεανικὸν γὰρ διάττειν τε καὶ σπουδάζειν ἀνατρέπειν τὸ προκείμενον, οἷς τὰς λαβὰς ἐκεῖνο διαφεῦγον βεβαιοτέραν ἢ πρότερον τὴν δόξαν ἐφέλκεται τῆς ὑπάρξεως. Τὸ γὰρ πρὶν εἰς βάσανον ἀντιλογίας καταστὰν ἄδηλον ἔχει τὴν ἰσχύν, οὔπω παρόντων ἐλέγχων· τῶν δὲ πειραθέντων ἐλέγχειν αὐτὸ κραταιότερον ἐπιδειχθὲν προσέλαβεν ἧσπερ εἶχε πρότερον δόξης τε καὶ τῆς ἐν τῷ ἀληθεύειν πολλῷ πλέον παρρησίας. η'. Τοῖς δὲ λέγουσιν, Ἐν διανοίᾳ μὲν τὰ εἴδη καὶ τὰ γένη λαμβανόμενα τῶν σωμάτων ἀσώματα δεῖ καὶ νομίζειν καὶ ὀνομάζειν, ἐπειδὰν δὲ τοῖς ὑποκειμένοις περιαφθείη, σώματα προσῆκε τότε καὶ καλεῖν καὶ λογίζεσθαι, ἡδέως ἂν ἐροίμην, πότερον ἐν τῷ διανοεῖσθαι ἀσώματα λαβόντες αὐτὰ διενοήσαντο, ἢ ἐν αὐτῷ τῷ διανοεῖσθαι ταύτην αὐτοῖς ἐχαρίσαντο τὴν φύσιν. Εἰ μὲν γὰρ ἀσώματα λαβόντες οὐδὲν διανοηθέντες ἤμειψαν, τὸ τῆς ἀπορίας πάλιν διαμένει οὐδὲν ἧττον, ἀλλά γε δὴ καὶ θρασύτερον· εἰ δὲ σώματα λαβόντες πρὸς τὸ ἀσώματον μετετάξαντο, βαβαὶ μὲν αὐτῶν τῆς θαυμαστῆς οὕτω καὶ ταχείας δημιουργίας· τὰ μὲν γὰρ ἐννοήματα καθό-
col. 487–488page 243 of 591
PG 101:487νοήματα πάντως ἀσώματα· τίς δ' ἂν ἐξ ὧν ἐννοήσει μεταποιήσει τὰ σώματα πρὸς τὸ ἀσώματον; Πότερον δὲ ὡς ἐνόησαν, οὕτω καὶ τοῖς ὑποκειμένοις ἡρμόσαντο; καὶ πῶς οὐ κατηγοροῦσι τῶν σωμάτων τὰ ἀσώματα; Εἰ δ' ὡς ἀπ' ἀρχῆς ἔλαβον, οὕτω πάλιν καὶ τοῖς ὑποκειμένοις ἡρμόσαντο, μάτην αὐτοῖς ἐκο πίασε μεταβάλλουσα τὸ ἀμετάβλητον ἡ διάνοια καὶ φαντασιῶν ἡμῖν ἀναπλάττουσα σχήματα· ἀλλὰ γὰρ καὶ αὐτοῖς τοῖς πράγμασιν αὐτὰ, ὡς φασί, συναρμόττοντες καὶ διὰ ταῦτα τῶν σωμάτων οὐκ ἀποστεροῦντες, πότερον ἐννοοῦντες ταῦτα περιάπτουσιν, ἢ μάτην καὶ ὡς ἂν ἐπέλθοι τὴν συνάφειαν ταύτην σχεδιάζουσιν; Ἀλλ' ἑκάτερον, οἶμαι, σφαλερόν· τὸ μὲν γὰρ ἀναιρεῖ τὸ ἀντικείμενον, ὃ διὰ τῆς ἐννοίας ἔλεγεν εἰς ἀσώματον οὐσίαν μεταπίπτειν τὰ σώματα, τὸ δὲ ληρούντων καὶ γέλωτος. θ'. Τίς οὖν ὁ λόγος ὁ ταύτας πάσας διαφεύγων τὰς λαβὰς, εἴρηται μὲν ἐμφαντικώτερον ἴσως καὶ πρόσθεν, καὶ νῦν δὲ τρανότερον λεγέσθω. Σωματικὰ μέν ἐστι τὰ γένη καὶ εἴδη τῶν σωμάτων, οὐ σώματα δέ· καὶ δηλωτικὰ τῶν ὑποκειμένων, οὐ δηλούμενα δέ· καὶ ἀναπτύσσοντα τὴν ὕπαρξιν τούτων, οὐχ ὑφιστῶντα δέ· καὶ τῶν ἐν αὐτοῖς μερῶν τὴν οὐσίωσιν ἀπαγγέλλοντα, οὐ παρέχοντα δέ· καὶ ὀνόματα καταλλήλοις νοήμασι καὶ οἰκείοις τῶν ὑποκειμένων τὰς ὑποστάσεις σημαίνοντα, οὐ τοῖς οὖσι καὶ αὐταρκεστάτοις ὧν μὴ δέονται ταῦτα δι' ἑαυτῶν παρεχόμενα· ὥσπερ δὴ καὶ τὸ ἀγαθὸν καὶ τὸ σοφὸν καὶ δίκαιον καὶ φιλάνθρωπον καὶ τὰ τοιαῦτα κατηγορήματα, εἴ καὶ τὰ μὲν ἐνέργειαν ἢ πάθος τοῦ ὑποκειμένου δηλοῖ, τὰ δὲ τὴν ὕπαρξιν καὶ οὐσίωσιν ἢ τὰ πάθη καὶ τὰς ἐνεργείας. Εἰ γὰρ ἕκαστον τῶν κατηγορουμένων καθ' ἑκατέραν τῶν εἰρημένων μερίδα σωρὸν οἴκοθεν τοῖς ὑποκειμένοις ἢ τὸν ἐπινοούμενον διὰ σωμάτων, τὸν ἀπὸ τῆς ἰδιότητος τῶν πεποιωμένων· εἰ τούτων ἕκαστον τοῖς ὑπὸ κατηγορίαν ἀτόμοις τελοῦσιν ἢ σωμάτων φύσεις, εἰ βούλει δὲ ἡ ἀσωμάτων ἀνετίθεσαν καὶ συνεφορτίζοντο προσθήκας, τί ἂν τῶν τερατωδῶν πλασμάτων τε καὶ φασμάτων ἡ ταῦτα παραδεχομένη διέφερε δόξα; Εἰ δέ τις τῇ τοῦ σώματος χαίρει φωνῇ καὶ τῆς σωματικῆς ἐννοίας οὐκ ἀφιστάμενος σώματα καλεῖν ἐθέλοι τὰ γένη καὶ τὰ εἴδη, ἃ τῶν ἀτόμων σωμάτων κατηγορεῖσθαι λέγεται, οὐδὲν πρὸς αὐτὸν διοισόμεθα· τὸ γὰρ οὕτω λεγόμενον σώμα λαβὰς ἁπάσας τὰς προειρημένας καθαρῶς διαπέφευγε, καὶ φωνῆς ἐνδόσει διάνοιαν φιλοσοφεῖν ἐθέλοντος θεραπεύειν οὐκ ἂν οἶμαι, φιλανθρωπίας κρινούσης νομισθείη παράλογον. ι'. Ἀλλὰ τοιαῦτα μὲν ἡ κεφαλαιώδης καὶ κατὰ τὴν σὴν ἀξίωσιν περὶ τῶν ὑπαλλήλων γενῶν καὶ εἰδῶν, ἃ τῶν ἀτόμων λέγεται κατηγορεῖσθαι σωμάτων, διατύπωσις· οὐκ ἀκομψοτέραν, οἶμαι, προβαλλομένη θεωρίαν, ἢ ὁ τὰ Στάγειρα λαχὼν πατρίδα καὶ τὴν Ἑλληνίδα πᾶσαν εἰς θαῦμα γλυκὺ τῆς αὐτοῦ σοφίας ἐπιστρέψας περὶ αὐτῶν ἐφιλοσόφησε· τοῦτο μὲν μετὰ πολλὴν περὶ τῶν γενῶν καὶ εἰδῶν
col. 489–490page 244 of 591
PG 101:489σχολὴν καὶ τριβὴν τερετίσματα ταῦτα καλέσας, καὶ τῶν πολλῶν περὶ αὐτὰ πόνων ὥσπερ ποινὴν ἀπαιτεῖν αὐτὰ τὴν ὕβριν ὡρμημένος, τοῦτο δὲ καὶ εἰς τὸ μηδὲν τὸ τηλικοῦτον ἀποῤῥιψάμενος σπούδασμα. Ἡ μέντοι γε τῶν δέκα γενῶν προσεχὴς καὶ ἄμεσος τῶν ὑπ' αὐτὰ τελούντων κατηγορία (ἔχει γάρ τι καὶ αὐτὴ βαθύτερον, οἶμαι, τῆς τῶν παλαιοτέρων δόξης καὶ φιλοσοφίας) ἑτέρας ἔτυχεν ἀκριβεστέρας ἐπισκοπῆς, ἔτι ταῖς διαλεκτικαῖς ἐνασχολουμένων ἡμῶν μελέταις, ἡνίκα καὶ πολλοὺς παῖδας ὠδίνοντες οἱ λόγοι εἰς φῶς ἀπέτικτον τῆς πολλοῖς χρόνοις δι' ἐπινοίας ἀνδρῶν παρανόμων ἐναποσβεσθείσης θεωρίας· ἐκεῖθεν οὖν καὶ ἀπ' ἐκείνης τῆς γυμνασίας, ἃ πολλῶν ἔμπροσθεν ἔλαβε τὴν σπουδήν, ταῦτα ῥᾷόν ἐστι τοῖς νῦν ἀπὸ τῆς ἱερᾶς ἐκείνης γονῆς φιλοσοφοῦσιν· εἴη δὲ τοῖς μεθ' ἡμᾶς καὶ ἀνθούσης καὶ ἐνωραϊζομένης σὺν τῷ δικαίῳ λόγῳ λέγειν ἀλαζονείας τε πόρρω καὶ δὴ καὶ οὐ νεμεσητόν. ΕΡΩΤΗΣΙΣ ΟΗ. Ἀπορίαι καὶ λύσεις [τῶν] ἐκ τοῦ περὶ Υἱοῦ δευτέρου λόγου (29) τοῦ Θεολόγου Γρηγορίου ἀντιρῥητικῶν καὶ δογματικῶν ἱερῶν ζητημάτων. α'. Οὐκ ἠξίουν ἔγωγε ῥημάτων πατρικῶν διάνοιαν εἰς μάθησιν ἐλθεῖν ἐπιζητεῖν, ἐν ᾧ τε χρόνος καὶ τὸ περὶ τὰς λογικὰς ἐφόδους φιλόπονον καὶ τῶν ἱερῶν Λογίων ἡ σχολὴ ἑτέροις προκαθίζουσι πολλῶν καὶ καλῶν μαθημάτων διδάσκαλον· πλὴν ἐπεί σοι, καθάπερ τῶν παίδων οἱ φιλοπάτορες, κἂν ἤδη καθ' ἑαυτοὺς ἀκριβῶς τὸ πρακτέον συνορῶσιν, ὅμως τοῖς πατρικοῖς βουλεύμασιν ἐπιστηρίζεσθαι θέλοντες εἰς αὐτοὺς ἀφορῶσιν, οὕτως καὶ αὐτὸς αὐτάρκης ὢν ἐπιλύεσθαι τὰς ἀνακυπτούσας λογικὰς ἀμφισβητήσεις, πρὸς τὴν ἡμετέραν ὅμως ἀφορᾷν ἔκρινας γνώμην, καὶ τὸν φιλοπάτορα μὴ καθυβρίζειν ἐδοκίμασα, καὶ τὸ περὶ τὰ τέκνα τιμᾷν οὐχ ἧττον εἰλόμην φιλόστοργον· διὸ καὶ τοῦ καιροῦ τὸ βαρύτατον καὶ τῶν ὑπογραφέων τὸ ἄπορον τὸ ἧττον ἔσχε τἀναντία πράττειν τῆς αἰτήσεως βιαζόμενον. β'. Τοῦ μὲν οὖν προτεθέντος σοι ζητήματος (30) ὁ νοῦς σαφής τε καὶ οὐδεμιᾶς ἑρμηνείας, οἶμαι, δεόμενος· ἡ δὲ τοῦ λόγου συμπλοκὴ ἔχει τι συνεστραμμένον καὶ δεόμενον εἰς διάλυσιν ἐπισκέψεως. Καὶ γὰρ καὶ ὁ Θεὸς καὶ ὁ Πατὴρ ἐπὶ τοῦ ἐνανθρωπήσαντος Λόγου ῥηθείη ἂν, ἀλλὰ Πατὴρ μὲν κυρίως τοῦ Λόγου, Θεὸς δὲ κυρίως τοῦ προσλήμματος· ὥσπερ καὶ Θεὸς μὲν οὐ κυρίως τοῦ Λόγου, οὐδὲ Πατὴρ τοῦ προσλήμματος· ὥστε καὶ τὸ κυρίως καὶ οὐ κυρίως ἐπί τε τοῦ Πατρός, φημί, καὶ τοῦ Θεοῦ εὑρίσκεται προαγόμενον· τὸ

Question LXXVIIIQuæstio LXXVIII

col. 491–492page 245 of 591
PG 101:491Α μὲν κυρίως τοῦ Πατρὸς τῷ Λόγῳ συνταττομένου καὶ τοῦ Θεὸς τῷ προσλήμματι· τὸ δὲ οὐ κυρίως ἔμπαλιν, τοῦ μὲν Θεὸς ἀνταποδιδομένου τῷ Λόγῳ, τοῦ δὲ Πατὴρ τῷ προσλήμματι. Τοιαύτη μὲν οὖν καὶ, ὡς ὁρᾷς, οὐδὲν ἀσαφὲς παρέχεται ἡ διάνοια· ἡ δὲ πλοκὴ τοῦ λόγου πῶς ἂν ἐπιλυθείη, ἢ λαμβανόντων ἡμῶν διὰ τοῦ ὥστε τὸ μὲν κυρίως ἐπ' ἀμφοῖν οὐκ ἀνὰ μέρος, οὔτε τὸ Θεὸς οὔτε τὸ Πατὴρ καθ' ἑνός τινος τῶν ὑποκειμένων, οὐδὲ κατ' ἄμφω· ἀλλ' ἑκατέρου τούτων πρὸς ἑκάτερον τῶν ὑποκειμένων, τοῦ μὲν Πατρὸς τῷ Λόγῳ, τοῦ δὲ Θεὸς ἀποδιδομένου τῷ προσλήμματι· ὡσαύτως δὲ καὶ τὸ οὐ κυρίως οὐκ ἀφορισμένως ἑνός τινος τῶν κατηγορουμένων λαμβανομένου καθ' ἑνός τινος τῶν ὑποκειμένων, οὐδὲ κατ' ἄμφω, ἀλλ' ἄμφω μὲν πρὸς ἑκάτερον τῶν ὑποκειμένων, κατὰ δὲ τὸν λόγον τῆς ἐναλλαγῆς, ἡ ὡς ἐπὶ τοῦ κυρίως ἐλέγετο. Ὁ γὰρ Θεὸς εἶναι τοῦ Λόγου κατηγορούμενος καὶ ὁ Πατὴρ τοῦ προσλήμματος τὴν τοῦ μὴ κυρίως σημασίαν ὑποβάλλεται. Ἔοικε δὲ τὸ κυρίως καὶ τὸ μὴ κυρίως σημασίαν παρ' ἣν κεχρήμεθα τούτοις ἐφ' ἡμῶν ἐναντίως ἔχειν. Ἐν μὲν γὰρ τῇ ἀῤῥήτῳ τοῦ Λόγου συνόδῳ καὶ τῆς σαρκὸς τὸ μὲν Πατὴρ κατὰ τοῦ Λόγου κυρίως λέγεται, τὸ δὲ Θεὸς οὐ κυρίως· ἐπὶ δὲ τῆς καθ' ἡμᾶς φύσεως ἔμπαλιν τὸ μὲν Θεὸς κυρίως, οὐ κυρίως δὲ τὸ Πατήρ. Καὶ τοῦτό ἐστιν ὅπερ ἠρώτησας, ἡ τοῦ ἢ δύναμις, οὐ διάζευξιν δηλοῦσα οὐδέ τι ἄλλο τῶν εἰς ὅσα καταμερίζεσθαι πέφυκεν, ἀλλὰ τὸν διασαφητικὸν ἀσπαζομένη χαρακτῆρα καὶ τὴν τοῦ παρό χρείαν ἀναπληροῦσα. Εἴη δ' ἂν ὁ λόγος ἐσχηματισμένος εἰς τὸ σαφέστερον, εἴ τις ἐθέλοι μεταλαβεῖν καὶ λέγειν· ὥστε τὸ μὲν κυρίως ἀπὸ θατέρας τῶν συζυγιῶν λαμβανόμενον, τὸ δὲ οὐ κυρίως ἀπὸ τῆς ἑτέρας, ἐναντίως ἢ ἐφ' ἡμῶν ἔχει· συνίστατο μὲν γὰρ τό τε κυρίως καὶ τὸ οὐ κυρίως ἐκ τῆς ποιᾶς συμπλοκῆς τῶν κατηγορουμένων καὶ ὑποκειμένων, αὐτόθεν δὲ συνεπινοούμενον. Λαβὼν τό τε κυρίως ἑκάτερον καὶ τὸ οὐ κυρίως (φιλοσύντομος γὰρ εἰ καί τις ἄλλος ὁ θεωρητικὸς οὗτος ἀνήρ) καὶ πρὸς τὰς ἐκ τούτων ὑφισταμένας συνζυγίας τὸν νοῦν τῶν ἀκροατῶν ἀναπέμπων ἐπήγαγε τὸ ἐναντίως ἢ ἐφ' ἡμῶν ἔχει· καὶ γὰρ ἑκατέραν συμπλοκὴν τὴν ἐκ τοῦ κυρίως καὶ τοῦ μὴ κυρίως ἀποτελουμένην ὁ νοῦς τοῦ ἐναντίως ἢ ἐφ' ἡμῶν ἔχει ὁρᾶται περιπτυσσόμενος· βούλεται δὲ ἡ περικοπὴ τοῦ λόγου διδάσκειν αὕτη, ὡς οὐδὲν κωλύει καὶ τὸ κυρίως καὶ τὸ οὐ κυρίως ἐπὶ τοῦ Λόγου λέγεσθαι, ἐπεὶ καὶ ἐφ' ἡμῶν, εἰ καὶ κατὰ διάνοιαν ἀντιτεταγμένην, ἄμφω θεωρεῖται. Ἐκεῖ μὲν γὰρ τὸ Θεὸς οὐ κυρίως, ἀλλὰ τὸ Πατήρ, ἐνταῦθα δὲ οὐ τὸ Πατὴρ κυρίως, ἀλλὰ τὸ Θεός. γ. Ἐπὶ δὲ διαγράμματος γένοιτ' ἂν σαφέστερον ἔχοντα τὰ εἰρημένα· προταττομένων μὲν τοῦ Πατὴρ καὶ Θεὸς, ὑποταττομένων δὲ τῷ μὲν Πατρὶ τοῦ Λόγου, τῷ Θεῷ δὲ τοῦ προσλήμματος, καὶ γραμμῶν ἐκ παραλλήλου προαγομένων, αἳ συνάπτουσι τῷ
col. 493–494page 246 of 591
PG 101:493Λόγῳ τὸν Πατέρα καὶ τὸν Θεὸν τῷ προσλήμματι, καὶ μὴν καὶ γραμμῶν ἄλλων εὐθειῶν γραφομένων ἀφ' ἑκατέρας ἀρχῆς τῶν παραλλήλων πρὸς ἑκάτερον πέρας συναπτομένων καὶ χιασμόν μέν τινα πρὸς ἄλληλα σχηματιζομένων, διαγώνιον δὲ θέσιν πρὸς τὰς παραλλήλους ἑκατέρας ἀναδεχομένης. Δῆλον γὰρ ἐντεῦθεν, ὡς κατὰ μὲν τὴν παράλληλον τῶν εὐθειῶν θέσιν ὅ τε Πατὴρ τοῦ Λόγου Πατὴρ, καὶ ὁ Θεὸς τοῦ προσλήμματος Θεὸς ἂν ὀφθείη κυρίως λεγόμενος, κατὰ δὲ τὴν συνάφειαν τοῦ χιασμοῦ καὶ ὁ Θεὸς Θεὸς τοῦ Λόγου καὶ ὁ Πατὴρ οὐ κυρίως ἂν ῥηθείη Πατὴρ τοῦ προσλήμματος. Εἰ δὲ τὸ μὲν ἐκ παραλλήλου λάβοις, τὸ δὲ κατὰ τὴν διαγώνιον γραμμήν, καὶ τοῦτο καθ' ἑκατέραν συζυγίαν, δι' ἀμφοτέρων ὄψει τό τε κυρίως ἅμα καὶ οὐ κυρίως ἀναφυόμενον· καὶ γὰρ ὁ μὲν Πατὴρ τοῦ Λόγου κυρίως, ὁ δὲ Θεὸς οὐ κυρίως· καὶ πάλιν ὁ μὲν Πατὴρ τοῦ προσλήμματος οὐ κυρίως, ὁ δὲ Θεὸς κυρίως. Τεσσάρων οὖν συζυγιῶν ἐνδιπλασμῶν θεωρουμένων, μιᾶς μὲν τῶν ἐκ παραλλήλου, ἑτέρας δὲ τῶν κατὰ χιασμόν, δυοῖν δ' ὑπολοίπων, ὧν ἑκατέρα διὰ μιᾶς μὲν τῶν διαγωνίων, θατέρας δὲ τῶν ἐκ παραλλήλου συμπλεκομένων ἀλλήλαις ἀποτελεῖται, φανερὸν, ὡς τὸ ἐναντίως ἢ ἐφ' ἡμῶν ἔχει πρὸς ἑκατέραν τῶν τελευταίων ἀποδοθήσεται· καὶ γὰρ ἐπὶ τούτων ὁ Πατὴρ τῷ Λόγῳ καὶ τῷ προσλήμματι συναπτόμενος, τῷ μὲν Λόγῳ κυρίως, οὐ κυρίως δὲ τῷ προσλήμματι συναρμόζεται· ὡσαύτως δὲ καὶ τὸ Θεὸς κυρίως τοῦ προσλήμματος, οὐ κυρίως δὲ τοῦ Λόγου Θεὸς εἶναι περιαγγέλλεται. Οὕτω τοιγαροῦν ἡμῶν ἐπισκοπούντων τὸ μὲν τῆς συζυγίας κυρίως, τὸ δὲ οὐ κυρίως ἔχον ἀναφανήσεται, καὶ τοῦτο οὐ μονοειδῶς, ἀλλ' ἐν σχέσει καὶ συναφείᾳ παραλλαττούσῃ διπλασίονι· καὶ δῆλον, ὡς ἑκατέρας τῶν συζυγιῶν ἑκάτερον τοῦ κυρίως καὶ τοῦ οὐ κυρίως ἐναντίως ἢ ἐφ' ἡμῶν ἔχει· καὶ ἐπειδὴ ἐπεζεύχθη τὰ ὀνόματα, τὸ Θεὸς λέγω καὶ Πατὴρ, διὰ τῆς τοῦ κυρίως οἰκειώσεως, ἐπεζεύχθη δὲ οὐδὲν ἔλαττον καὶ διὰ τῆς τοῦ μὴ κυρίως συναρτήσεως, εἰ βούλει δὲ καὶ διότι ἐπὶ τῆς αὐτῆς ὑποστάσεως, εἰ καὶ μὴ ὁμοίως φέρεται, πρόφασις γέγονε τοῖς αἱρετικοῖς τὸ τοιοῦτον εἰς τὸ κρατύνειν αὐτῶν μετὰ προσωπείου τὸ δυσσέβημα κλεπτόντων μὲν τὸ κυρίως καὶ τὸ οὐ κυρίως, σεσυλημένα δὲ προφερόντων ὡς ἂν βούλοιντο τὸ Πατὴρ καί γε τὸ Θεὸς ἐφ' ἑκατέρας τῶν καθ' ὑπόστασιν ἡνωμένων φύσεων πρὸς τὴν τῆς ἰδίας βλασφημίας σύστασιν. Ἀλλὰ περὶ μὲν τούτων τοσαῦτα ὁ τῆς φιλοσόφου θεωρίας διέξεισι λόγος.
col. 495–496page 247 of 591
PG 101:495δ'. Περὶ δὲ τοῦ, Νῦν δ' ἐγὼ ψεύδομαι καὶ ἑξῆς, εἰς μνήμην οἶμαι σε μὴ βραδύτερον τῆς ἱστορίας ἐλθεῖν διηγουμένης· καὶ γὰρ πάλαι ποτὲ κατὰ τὰς διαλεκτικὰς συγγυμνασίας τὰς τοπικὰς μεθόδους ἀναπτύσσοντός μου τοῖς ἀκροωμένοις, ὧν καὶ αὐτὸς οὐδὲ τῶν τυχόντων, ἀλλὰ τῶν μάλιστα συζητούντων ἦσθα, ἱκανῶς ἔχων λόγος περὶ τούτου τοῦ ζητήματος κατεβλήθη· ἐφ' ᾧ καὶ γεγραμμένον ἔχειν τηνικαῦτα τοῖς βουλομένοις ἐξεδόθη· καὶ χρή σε τοῦτον ἀνερευνησάμενον καὶ εὑρόντα, εἴ τί σε διέλαθε περὶ τῆς προκειμένης ἀμφισβητήσεως, ἀνακτήσασθαι τῇ μνήμῃ. Πλὴν καὶ νῦν ὡς ἐν τύπῳ σῆς χάριν οὐ περιττὸν οὐδὲ φιλότιμον οἶμαι εἰπεῖν. ε'. Ὁ τὰ θεῖα θεολογήσας ὑπερφυῶς Γρηγόριος τῶν ἀπ' Εὐνομίου τὴν κατάληψιν τῶν ἀκαταλήπτων ἐκ τῆς λογικῆς ἐντρεχείας οἰομένων ὥσπερ τι τῶν πολλῶν ὑπὸ θήραν ποιεῖν καὶ προνομεύειν καὶ διὰ τῆς ἀντιφατικῆς ἐρωτήσεως, ὡς ᾤοντο, τὸν συναΐδιον τοῦ Πατρὸς Λόγον ὕστερον καὶ τοῖς γεγονόσιν ἐνασυντάττειν θρασυνομένων, συγχωρήσας εἶναι τὸν ἐρωτημένον λόγον ὁ θεῖος Γρηγόριος δι' ἀντιφάσεως προεληλυθέναι, καίτοι γε οὐχ οὕτως εἶχεν, ἀλλ' ἄμφω τὰ μέρη τῆς ἀντιθέσεως πρὸς τὸ καταφατικὴν διετίποῦτο, εἰ καὶ ἡ μὲν τῶν φωνῶν τὴν ἁπλῆν, ἡ δὲ τὴν ἐκ μεταθέσεως ἔφερε μορφήν· πλὴν ἀλλὰ τοῦτό γε παριδών, ἵνα μὴ δόξῃ ταῖς τεχνολογίαις ὁ ταύταις πάροδον ἐπὶ Θεοῦ καὶ θεολογίας μὴ διδοὺς ἐπισεμνύνεσθαι, κατ' αὐτῆς αὐτῶν τῆς ἀκροπόλεως τὰς τῆς ἀληθείας ἐφίστησιν ἐλεπόλεις καὶ τῇ ἐναργείᾳ τῶν πραγμάτων μᾶλλον ἢ τῇ τῶν ῥημάτων ἀνθυποφορᾷ βοᾷ, ὡς οὐ πάντως, ὦ σοφώταται, τὸ τῆς ἀντιφάσεως ὑμῶν καταφύγιον θατέραν ἀπαιτεῖ συνομολογεῖν τῶν προτάσεων· δι' οὗπερ ὑμῖν κατὰ τῆς εὐσεβείας τὸ θράσος ἐδόκει ἄμαχον· οὐδέ ἐστιν αὐτῆς ἀδέκαστος ἡ διάκρισις. Καὶ τοῦτο ἀνθυπενεγκὼν τίθησι παραδείγματα, τό τε, Νῦν ἐγὼ ψεύδομαι, καὶ τό, Σαυτῷ δὲ γενομένῳ παρῆς· καὶ ὅσα τοιαῦτα, δεικνύς ὡς οὐ πάντως τὸ ἕτερον τῆς ἀντιφάσεως ἀνάγκη συνομολογεῖν, ἀλλ' ἔσθ' ὅτε δυνατὸν ὥσπερ καὶ ἐπὶ τῶν προκειμένων ἑκάτερον ἀπαρνεῖσθαι καὶ ἀποπέμπεσθαι καὶ τρίτον ἕτερον ἐφορᾷν, ἐν ᾧ καθορᾶται ἀναφυομένη ἡ ἀλήθεια· καὶ ἦν μὲν τεχνολογοῦντι τῷ Θεολόγῳ διαιρεῖν, ποίαι τῶν ἀντιφάσεων ἔχουσι τὴν διάκρισιν τοῦ ἀληθοῦς καὶ τοῦ ψεύδους, καὶ ποῖαι μή· ἐπεὶ δὲ θεολογεῖν αὐτῷ, ἀλλὰ μὴ καλλωπίζεσθαι τῇ τέχνῃ προύκειτο, καὶ τοὺς αἱρετικοὺς διελέγχειν, ἀλλὰ μὴ τελεῖν τοὺς γνωρίμους οἷς ὁ διαλεκτικὸς
col. 497–498page 248 of 591
PG 101:497θειασμὸς ὀργιάζεται· εἰκότως ἠρκέσθη διὰ τῶν παραδειγμάτων στηλιτεῦσαι τοὺς τεχνολογεῖν τὴν τοῦ Θεοῦ φύσιν εἰς θράσος ἀπενεχθέντας πολλῷ δεισιδαιμονίας χαλεπώτερον, καὶ δεῖξαι, μηδὲ τὸ τῆς ἀντιφάσεως αὐτοῖς πολυθρύλλητον ὄργανον ἐπὶ τῶν τυχόντων ἀεὶ πραγμάτων τὴν ἰσχὺν ἄμαχον ἔχειν, μήτι γε κριτήριον ὑπάρχειν τῆς ὑπερφυοῦς οὐσίας καὶ ὑπὲρ λόγον μεγαλειότητος. Πολλὰ δ᾽ ἂν εἴη τῶν ῥημάτων τὸ μὲν σχῆμα σώζοντα τῆς ἀντιφάσεως, τὴν δὲ χρείαν οὐκέτι ὁμοίως παρέχοντα τῆς διακρίσεως· οἷον εἴ τις περὶ τοῦ ζῶντος ἐπερωτᾷ, πότερον οὗτος ἀναστήσεται τοῦ θανάτου, ἢ οὐκ ἀναστήσεται· οὐδέτερον γὰρ ἐνταῦθα σωφρονοῦντός ἐστιν ἀπεδέξασθαι. Καίτοι γε ἡ παροῦσα τοῦ λόγου συνθήκη καὶ πλέον τι πρὸς ἀσφάλειαν ἔχειν δοκεῖ· τὸ γὰρ ἀρνητικὸν μόριον τῷ κατηγορουμένῳ συνήπται ῥήματι· ἀλλ᾽ οὐ μετέβη πρὸς τὸ ὑποκείμενον. Τοιοῦτον δὲ καὶ τὸ, Πότερον τοὺς τῶν λεόντων ὄνυχας ἔτι φύουσιν οἱ τῶν ἀνθρώπων πόδες, ἢ οὐ φύουσιν; ἀλλ᾽ ὁ τοῖς δρόμοις φερόμενος ἤδη πρὸς τὸ τέλος τοῦ ἀγῶνος πότερον ἐν αὐτῷ τῷ φέρεσθαι τὴν ἀρχὴν τῆς φορᾶς ἐβάλετο, ἢ ὅλως οὐκ ἤρξατο; πῶς γὰρ ἡ τοιαύτη πλάσις τῶν λόγων τοῦ ψεύδους διακρίνει τὴν ἀλήθειαν; τὸ δὲ, Πῦρ ὑγραῖνον καὶ ψύχον τὰ σώματα πότερον κατὰ φύσιν ἢ οὐ κατὰ φύσιν ταύτην ἐπιδείκνυσι τὴν ἐνέργειαν; τοῦτο δὲ δηλονότι ὥσπερ καὶ τὸ παρὰ τῆς αἱρετικῆς ἐπινοίας προτεινόμενον παραπεποιημένην ἔχει τῆς ἐρωτήσεως τὴν διάπλασιν· ὁ δὲ ἄνθρωπος μετάρσιος ἀπὸ γῆς φερόμενος, πότερον παύεται τῆς μετεώρου φορᾶς, ἢ οὐ παύεται; τῆς μὲν εἰρημένης αἰτίας ἀπήλλακται, οὐχ ἧττον δὲ τὸ σχῆμα μετασχηματίζει καὶ παραχαράττει τῆς κυρίως ἀντιφάσεως· ὁ δὲ χρόνος ὑδάτων ῥέων νάμασι παραπλησίως, ἄρα στήσεται τῆς ῥοῆς ἢ οὐ στήσεται; δῆλον δὲ ὡς ἡ συμπλοκὴ καὶ αὕτη τοῦ λόγου τὴν πρὸ αὐτοῦ μιμουμένη διὰ τῆς αὐτῆς κακουργίας προελήλυθεν· εἰ βούλει δὲ καὶ πότερον ἡ ἀσώματος φύσις τὴν σωματικὴν ὑποδυομένη διάπλασιν, ἐξ ὕλης καὶ εἴδους, ἢ ἐξ οὐδετέρου τούτων ἔσχε τὴν σύγκρισιν; εἰ μὲν γὰρ ἐξ ὕλης καὶ εἴδους, πῶς ἀσώματον; εἰ δὲ ἐξ οὐδετέρου τούτων, πόθεν τὴν σωματικὴν ὑπέστη διάπλασιν; πάλιν ἡ κίνησις ἐν κινήσει γίνεται, ἢ ἐν οὐ κινήσει; εἰ μὲν γὰρ ἐν κινήσει, τίς καὶ ἐν τίνι, καὶ τίς αὐτῶν ἡ πρὸς ἄλληλα διαφορά; πῶς δὲ οὐ κἀκείνη πάλιν ἐν κινήσει, καὶ παρεισδύσει τὸ ἄπειρον; εἰ δὲ μὴ ἐν κινήσει, πῶς ἀκινησία συνέξει τὴν κίνησιν καὶ ἡ στάσις τῇ φορᾷ συνοῦσα οὐ συγκινηθήσεται; ἢ μὴ συνανακινηθείσῃ τῇ ἡρεμίᾳ καὶ ἡ κίνησις παύσεται; Ἡ δὲ σύμπασα κτίσις κρείττων οὖσα δημιουργίας, πότερον ὑπό τινος ἐνεργείας παρήχθη ἢ οὐδ᾽ ὅλως παραχθεῖσα γνωρίζεται; εἰ μὲν γὰρ οὐ παρήχθη, πῶς ὅλως καὶ κτίσις ὑπάρχειν λέγεται; εἰ δὲ παρήχθη, πῶς τὸ κρεῖττον εἶναι τῆς δημιουργίας ἀπηνέγκατο; καὶ πόση τοιαύτη λέσχη καὶ τερατεία περὶ τὸ σχῆμα χορεύει τῆς ἀντι-
col. 499–500page 249 of 591
PG 101:499φάσεως· πόσης δὲ δεῖται τῆς ἀνακαθάρσεως, ἀλλὰ καὶ παρενθήκης τῶν λειπομένων, ἀλλ᾽ ἀποβολῆς τῶν περιττευόντων, ἀλλὰ λεπτουργίας καὶ ἐπιγομφώσεως· ὧν οὐδὲν δυνατὸν τῆς μακαρίας ἐκείνης καὶ ἀχράντου ψαύειν φύσεως, οὐδ᾽ ἐγγύς, ἀλλὰ καὶ λίαν πόρρω καὶ πλέον ἢ ὅσον δημιουργικὴ φύσις τῶν γηγενῶν δημιουργημάτων ἀνακεχώρηκεν. Εἰ δὲ ἐπὶ τῶν ἐν ὕλῃ οὐ καταπιστεύεται τὸ σχῆμα τῆς ἀντιφάσεως κρίσιν ζυγοστατεῖν ἀληθείας καὶ ψεύδους, μὴ πολλῶν καὶ ἄλλων συμπαραλαμβανομένων καὶ συνακριβολογούντων, ὑποστηριζόντων τε καὶ συντελειούντων τοῦ κριτηρίου τὴν δύναμιν, ἢ τοῦ γε ἐπὶ τῆς θείας καὶ ὑπὲρ λόγον καὶ λογισμῶν ἀνθρωπίνων οὐκ ἀνεχομένης ἔρευναν χώραν εὑρήσει κριτηρίου περιβαλέσθαι κράτος τε καὶ ἀξίωμα τῆς ἀντιφάσεως τὸ περίεργον; ς΄. Καὶ ὅρα, εἴ γε βούλει, καὶ τῶν εἰρημένων ἐγγύτερον. Ὄντα προήγαγεν ὁ Θεὸς τὸν αἰῶνα ἢ μὴ ὄντα· καὶ ἄρα ὑφέστηκεν ἢ οὐχ ὑφέστηκεν; Εἰ μὲν γὰρ ὄντα, πῶς οὐ μάτην, πῶς δ᾽ οὐ λῆρος ἡ παραγωγή; εἰ δὲ μὴ ὄντα, ποῦ τοῖς ἀϊδίοις τὸ παρεκτεινόμενον; καὶ εἴ γε μὴ ὑφέστηκε, πῶς τῶν ὄντων ὅλως ἢ πόθεν αἰών; εἰ δ᾽ ὑφέστηκε, πόθεν αὐτῷ τὸ ἀπέραντον ἐπακολουθήσει καὶ ἀδιεξίτητον; Ἔτι δὲ ἐγγύτερον τὸ ἄτοπον βούλει καθορᾷν; Ὁ Πατὴρ ὢν γέγονε Πατὴρ ἢ μὴ ὤν; εἰ μὲν γὰρ ὤν, τὸ μὲν αὐτοῦ πρότερον, τὸ δὲ ἐπιγέγονε, καὶ πῶς μεταβέβληται τὸ ἀμετάβλητον; εἰ δὲ μὴ ὤν, καὶ ὁ τῆς μεταβολῆς μὲν λόγος οὐδὲν ἧττον ἀποσκευάζεται τὸ ἀμετάβλητον καὶ κατὰ τῆς ἀϊδιότητος πλέον ἵσταται. Ἀλλὰ ληρούντων ταῦτα τῆς αἱρετικῆς ἐστι καὶ πρώτης σπορᾶς πάντα γεώργια. ζ΄. Εἶεν· ἀλλ᾽ ἴσως ἄν τις ἕτερος αἱρετίζων νεανιεύσοιτο λόγος καὶ τὴν ἐκ μεταθέσεως ὑφ᾽ ἧς ἀντίθεσις ἐνοθεύετο, ἀποσκευαζόμενος αἰτίαν, οὕτω πως προαγαγεῖν ἐπιτεχνάσαιτο τὴν ἐρώτησιν· Ὄντα γεγέννηκεν ὁ Πατὴρ τὸν Υἱὸν ἢ ὄντα οὐ γεγέννηκε; καὶ ἐπιζητήσει θάτερον μέρος τῆς ἀντιθέσεως ἀποκρίνασθαι. Ἀλλὰ γὰρ καὶ ἡ τοιαύτη καταφυγὴ δέδεικται μὲν διὰ τῶν εἰρημένων παραδειγμάτων σαθρὸν προβεβλημένον καὶ περιυβρισμένον τῷ δικαίῳ τὸ ἄσυλον· οὐδὲν δὲ κωλύει καὶ νῦν τὸν ἔλεγχον ἐπ᾽ εὐθείας τε καὶ ἐπιτόμως εἰπεῖν· τὸ τοίνυν ὄντα οὐ γεγέννηκεν εἰς διττὸν ἐπιμερίζεται διανόημα· καὶ τὸ μὲν ἁπλῶς ἐπάγει πρὸς τὸ μὴ γεγέννηκεν, ἕτερον οὐδὲν τῶν ὀφειλόντων ἐπισυνάπτεσθαι συμπλέκον, τὸ δὲ συνεπάγεται καὶ τὸ ἀκόλουθον, οὐ γεγέννηκε γὰρ ὄντα. Ὁ ῥᾳδιουργίαν πᾶσαν ἐκφεύγων ἁρμοδίως τὸν λόγον συνείρων ἐρεῖ· διότι σύνδρομον ὁ γεννηθεὶς ἔχει τῇ γεννήσει τὴν ὕπαρξιν. Μορμολύττων τοίνυν ὁ αἱρετίζων λόγος διὰ τῆς προτέρας ἐκδοχῆς τοὺς ἁπλουστέρους φεύγειν ἀναπείθει, μηδὲ πρὸς τὴν δευτέραν διάνοιαν καὶ τῷ λόγῳ προσήκουσαν ἐπιστρέφεσθαι· εἰ μὲν γὰρ ἀπερείσαιτο τις πρὸς ἐκείνην τὸν νοῦν, εὐχερεστάτην, ὡς ὁρᾷς, καὶ ὀρθοδο-
col. 501–502page 250 of 591
PG 101:501ξοῦσαν ἀποδοίη τὴν ἀπόκρισιν· τὸ γὰρ, ὄντα οὐ γεγέννηκεν, ἀποφήνασθαι, διότι τῇ ὑπάρξει σύνδρομος ἡ γέννησις, τί μὲν ἐργῶδες, τί δὲ ἄπορον; πῶς δὲ τῇ αἱρέσει σύνδρομον, μᾶλλον δὲ πῶς οὐ μαχόμενον; τίνος δὲ λειπόμενον πρὸς εὐσέβειαν; Εἰ δὲ καὶ πρὸς τὸ ταπεινότερον τοῦ Λόγου δεήσει κατελθεῖν, κἀκεῖθεν περὶ τῆς ὑψηλοτέρας διασκέψεως ἔτι μᾶλλον ἀνηπλωμένην τὴν θεωρίαν λαβεῖν, ἐντεῦθεν ἔξεστί σοι σκοπεῖν· οἷον τὸ γεγεννημένον ἀπέθετο τὸ ἀΐδιον ἢ οὐκ ἀπέθετο; ἁπλῶς μὲν γὰρ ὑπενεγκεῖν, ἀπέθετο, τῷ σοφιζομένῳ τοῦ κακουργεῖν ὁδὸν οὐκ ἐκώλυσεν· ἁρπάσας γὰρ τὴν φωνὴν ὁ σοφιστής, οὔκουν παρ' ἑαυτῷ ἔχει, συμπεραίνειν δόξει, τὸ ἀΐδιον· εἰ δέ τις ἐπισυνάψας τὸ λεῖπον ἀποφήναιτο, ὡς οὐκ ἀπέθετο, διότι μηδὲ ἔσχε ποτέ (τῶν γὰρ προκεκτημένων ἐστὶ τὸ ἀποτίθεσθαι), ἰσχυρὸν ἔθετο χαλινὸν τῷ μελετᾷν τέχνην ἔχοντι τὴν γλωσσαλγίαν. Κἀκ τούτου δὲ μυρία σοι κατὰ νοῦν γεωργοῦντι ἀναβλαστήσει τὰ, δι' ὧν ἡ αἱρετικὴ λέσχη καὶ τὸ θράσος ἐπιστομίζεται, παραδείγματα. η'. Ἀλλὰ γὰρ ταῦτά σοι περὶ τῆς κατὰ τὴν ἀντίφασιν τεχνολογίας καὶ τῆς αἱρετικούσης ἀδολεσχίας κατ᾽ ἐπιδρομὴν εἴρηται, τὴν ἐντελεστέραν διδασκαλίαν καὶ θεωρίαν τοῦ προειρημένου λόγου, ὃς κατὰ τὰς διαλεκτικὰς πάλαι παῤῥησιάζεται διατριβάς, παρέχειν ὄντος ἱκανωτάτου. Τὰ δὲ ἄλλα ἔῤῥωσο καὶ βραδύνειν πρὸς τὰς σὰς αἰτήσεις διὰ τὴν τῶν ὑπογραφέων ἀπορίαν ἀντὶ τοῦ τῶν σῶν αἰτήσεων ὀλιγωρεῖν ἡμᾶς νόμιζε. ΕΡΩΤΗΣΙΣ ΟΘ'. Διατί ἀγγέλων μνήμην οὐκ ἔσχεν ἐν τῇ κοσμογενείᾳ Μωσῆς; καὶ τί σημαίνει τό· «Τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ;» Ἄμφω μὲν τὰ ζητήματα ταῦτα καὶ ἐν ἑτέροις ἡμῶν γράμμασιν οἶμαι τὴν λύσιν εὑρεῖν, τῆς μὲν ἀκριβείας οὐκ ἂν εἴποιμι μηδὲν ἀποδέουσαν, τῆς δὲ δυνάμεως οὐδὲν ἔχουσαν ἐνδεέστερον. Ἐπεὶ δέ σοι φίλον, καὶ ἰδιαίτερον ἔχειν τὴν περὶ αὐτῶν θεωρίαν καὶ ἀνάμνησιν, καίτοι γε κεχαριτωμένος ὢν καὶ αὐτὸς οὐ μόνον εἰδέναι τὰ τοιαῦτα, ἀλλὰ καὶ ἄλλοις μαθεῖν παρέχειν, τῆς σῆς συνέσεως τὴν αἴτησιν οὐ παρητησάμεθα. Διό φαμεν. Ἐξ ὧν τῆς μνήμης καὶ τῶν λογισμῶν ὁ πολὺς ὄχλος, καὶ τῶν πειρασμῶν καὶ τῶν θλίψεων οὐκ ἀφείλαντο, ἀλλ᾽ ἔτι μένειν τινὰ τῶν λειψάνων ὑπελείποντο, ὡς καὶ δι᾿ ἄλλας μὲν αἰτίας Μωσῆς, τῆς κοσμογενείας εἰς ἐμφανῆ διήγησιν καθιστάμενος, ἀγγέλων οὔτε οὐσίας οὔτε γενέσεως ἐπεμνήσθη. Κεχωρισμένα τε γὰρ ταῦτα τῆς αἰσθητῆς κτίσεως. Καὶ τοῖς ἐξ Ἰσραὴλ ἄρτι πρὸς θειοτέραν θεωρίαν ἀναγομένοις ἀπὸ τῆς Αἰγυπτιακῆς μάλιστα δεισιδαιμονίας, ἐν ᾗ πολὺν χρόνον εἰ καὶ μὴ τῇ πλάνῃ κάτοχοι, ἀλλ' ἔν γε τοῖς κατεχομένοις τὸν βίον διέτρι-
col. 503–504page 251 of 591
PG 101:503ὄν, οὐκ ἦν εὐχαρὶς οὐδὲ ῥᾴδιον φέρειν πρὸς τὴν τῶν ἀσωμάτων καὶ θεοειδῶν νοῶν ἐπανάγεσθαι μάθησιν. Οὐδὲν δὲ ἧττον, εἰ μὴ καὶ μᾶλλον τῶν εἰρημένων, ὅτι μηδ' ἀγγέλοις τοὺς νόμους εἰσφέρειν ἔμελλεν, ἀλλ᾽ ἀνθρώποις, οἷς ἦν καὶ ἡ γένεσις, καὶ ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πρόοδος. Καὶ ὁ Γενεσιουργὸς ἀναγκαῖα μαθήματα, καὶ τὸ χρήσιμον παρεχόμενα, οὐρανοῦ μέντοι καὶ γῆς, καὶ τῶν ἄλλων εἰσάγει γένεσιν, ὅτι ταῦτά τε πρὸ τῆς τοῦ ἀνθρώπου οὐσίας ὑποέστη, καὶ ὅτι ἐν αὐτοῖς τὴν δίαιταν ὁ ἄνθρωπος ἔμελλεν ἔχειν, καὶ διότι τὰς κατὰ τὴν αἴσθησιν ἄλλας ἀναγκαίας χρείας τοῖς νομοθετουμένοις ἔμελλε παρέχειν. Θεοῦ μὲν γὰρ ὁποίαν δήποτε ταῖς ψυχαῖς, εἰ καὶ μὴ πρὸς τὴν ἀκρίβειαν ἀνηγμένην, ὅμως ἔννοιάν τινα καὶ φαντασίαν εἶχον· ἀγγέλων δὲ οὐδαμῶς· ὅπου γε καὶ τὸ Σαδδουκαίων μετὰ πολλὰς γενεὰς ἔθνος Θεὸν μὲν ὁμολογεῖν ἐφρόνει, ἀγγέλους δὲ καὶ πνεύματα οὐδὲ ἀκοῇ παραδέχεσθαι ἀνεκτὸν ἡγοῦντο. Ὅτι δὲ δι᾿ ἀσθένειαν τῶν δεχομένων ἡ τῶν ἀσωμάτων νοῶν διήγησις τῷ θεόπτῃ κατ' ἀρχὰς παραλέληπται Μωσεῖ, δῆλον, ἐξ ὧν ἐπὶ τέλει τῆς ἄλλης ἱστορίας, καὶ τῶν πολλῶν λόγων εἰς μνήμην αὐτῶν περιῆλθεν, εἰ καὶ μηδὲ τότε γένεσιν εἰσάγων, ἀλλ᾽ εὐφροσύνην μὲν οὐρανῶν, προσκύνησιν δὲ ἀγγέλων, «Εὐφράνθητε, λέγων, οὐρανοῖ, ἅμα αὐτῷ, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Ὁ μέντοι γε θεοπάτωρ Δαβὶδ πυρός τε αὐτῶν ἀνεῖπεν τὴν οὐσίαν, καὶ δημιουργὸν ὑπάρχειν, ὃς καὶ τῆς ἄλλης ἐστὶ κτίσεως ἁπάσης καὶ ἐπιγινώσκεται δημιουργός. Ὁ μὲν οὖν καιρὸς περὶ τῶν ἀγγέλων τοιαῦτα παρέσχεν εἰπεῖν. Τὸ δέ, Τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, ἀντὶ τοῦ, Ἐπισυνάξεις τοὺς κατανεμομένους αὐτοῦ καὶ διαφθείροντας τὴν κεφαλὴν ἄνθρακας. Καὶ γὰρ θάττον ἂν αὐτὴν διεργάσαιντο, εἰ μὴ θᾶττον αὐτοὺς σὺ ταύτης ἀποστρεύσῃς καὶ ἀπαλλάξῃς τοῦ ἔρποντος καὶ κατεσθίοντος αὐτὴν πάθους. Πῶς δ᾽ οὐκ ἂν ὀφθείης ἄριστος οὕτως πράττων τοῦ πλησίον ἰατρός; Τραπέζῃ γὰρ καὶ φιλοτησίᾳ παρὰ σοῦ δεξιούμενος ὁ ἐχθρὸς, εἰ καὶ μὴ διότι φιλόκαλος, καὶ τῆς ἀρετῆς ἐραστής, ἀλλ᾽ οὖν γε διὰ τὴν εὐπάθειαν, ἧς παρὰ σοῦ τὴν ἀπόλαυσιν ἔχει, πῶς οὐκ ἂν ἐκστῆναι μὲν τῆς ἔχθρας λογισμὸν ἀναλάβοι, ἐκστῆναι δὲ διανασταίη τῆς ἐπιβουλῆς; καὶ ἀνανήψας τοὺς λογισμοὺς καὶ τὴν ἐν αὐτοῖς πύρωσίν τε καὶ φλεγμονήν, ἣν ἀνέφλεγεν ἡ ἔχθρα, πρὸς τὸ μαραίνεσθαι καὶ πραΰνεσθαι μεταβαλών, κατὰ μικρὸν ἐπὶ τὸ εἰδέναι καὶ στέργειν τὸν εὐεργέτην χειραγωγηθείη διὰ τῆς εὐεργέτιδος καὶ φιλοφρονούσης δεξιᾶς πᾶσαν τὴν τοῦ μίσους πικρίαν διαγλυκάνας, καὶ τὴν ψυχήν, καὶ τὸ σῶμα, καὶ
col. 505–506page 252 of 591
PG 101:505τὴν κεφαλὴν κατὰ τοῦ εὐεργέτου δυσμένειαν εἰς αἰδὼ διαλυσάμενος καὶ στοργήν; Εἰ δέ γε μετὰ τὴν τοσαύτην εὐεργεσίαν, δι' ἧς τὸ τῆς ἀγαθότητος ἐξεικονίζεται κάλλος, οὐδὲν πρὸς τὸ βέλτιον, ὁ τῷ φθόνῳ τοῦ πλησίον καὶ τῷ μίσει κάτοχος, οὐδὲ πρὸς μεταβολὴν καὶ διόρθωσιν ἐπιβλέψαι βούλοιτο, θηρίον μὲν ἂν ὁ τοιοῦτος καὶ οὐκ ἄνθρωπος εἴη, καὶ σπάνιον ἐν ἀνθρωπίνῃ φύσει τὸ τοιοῦτον κακόν. Σὺ δὲ οὐδὲν μὲν ἧττον οὐδὲ μετὰ τὴν τοσαύτην ἀπόνοιαν, ἀλλὰ καὶ μᾶλλον τοὺς κατανεμομένους αὐτοῦ τὴν κεφαλὴν ἄνθρακας τῇ σῇ προνοίᾳ σωρεύων, τὴν Δεσποτικὴν ἂν εἴης μίμησιν ταῖς εὐεργεσίαις ἀναπληρῶν, ἐκείνης δ' αὐτοῦ τὸ ἁμάρτημα πάσης ἀθλίως ἐπὶ πλέον ὥσπερ εὐεργεσίας οὕτω καὶ συγγνώμης ἔδειξε δυνατώτερον. Εἰ δέ τις τό· Ἄνθρακας πυρὸς ἐπισωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ κατὰ τὴν πρόχειρον ἐκδοχήν, καὶ τοὺς πολλοὺς παρακαλοῦσαν, εἰς τὸ μὴ τὴν ἔχθραν ἔχθρᾳ καὶ ἀμύνῃ χαλεπωτέραν ποιεῖν, θελήσει νοεῖν, οὐδὲ τοῦτο ἂν εἴη στοχασμοῦ διαπεσεῖν, ὑφ' οὗ παρασκευάζεται. Καὶ πρὸς συγκατάθεσιν ἕλκειν μᾶλλον δύναται ἡ τοῦ μὴ ἀμύνασθαι παραινοῦσα τοὺς πολλοὺς πειθώ. Οὐ παύεται βέλη κινῶν ὁ μάτην κατὰ σοῦ τὴν ἔχθραν ὑπελθών, ἄμεινον μὲν ἂν εἴη, τὸν κοινὸν πλάστην καὶ τὴν πλάσασαν δεξιὰν καὶ τὴν αὐτὴν φύσιν ἐννοοῦντα νικῆσαι γνώμης χρηστότητι τὸν μισούμενον· διότι παράγει δι' ἔχθρας τὸ ὁμοφυές. Εἰ δὲ μή, βούλει δὲ τοῦτον ἀμύνασθαι καὶ λυπῆσαι, καὶ μηδὲν ἐν τούτοις διαμαρτεῖν, ψώμιζε, πότιζε αὐτόν. Πῶς καὶ διὰ τί; Τὸν κοινὸν Δεσπότην διὰ τούτων σαυτοῦ παρασκευάζεις ἐκδικητήν, ἐκεῖνον δὲ διὰ τῶν εὐεργεσιῶν εἰς ἐκδίκησιν κινήσεις, θάττον ἂν ἴδοις τὸν ἐχθρὸν οἷα πυρὶ τῇ ἐκείνου δίκῃ καὶ κρίσει φλεγόμενόν τε καὶ καταπεμπράμενον, καὶ αὐτῇ συναπολλύμενον ἔχθρᾳ καὶ ἐπιβουλῇ.

Question LXXXQuæstio LXXX

col. 507–508page 253 of 591
Quæstio LXXIX
PG 101:507Ὁ περὶ τῶν γνωμικῶν θελημάτων ἐπὶ Χριστοῦ λόγος, πῇ μέν ἐστι χαλεπός, πῇ δὲ ῥᾴδιος. Διότι μὲν γὰρ οὐδεὶς, ὅσα γε ἐμὲ εἰδέναι, τῶν ἀξιολόγων καὶ θεοφόρων Πατέρων ἡμῶν οὐδὲν ἀξιόλογον καὶ διακεκαθαρμένον εἰς εὐκρίνειαν περὶ τούτου παραδέδωκεν, πλήν γε Μαξίμου τοῦ μεγάλου τῆς εὐσεβείας ὡς ἀληθῶς προμάχου, διὰ τοῦτο τὸ χαλεπὸν εἰπεῖν ὑπεισέρχεται. Ἐφ' ἑνὶ γὰρ ἀνδρὶ τηλικοῦτον δόγμα σαλεύειν, οὐκ ἂν εἴη τοῖς ἐπηρεάζειν βουλομένοις φοβερὸν καὶ ἀπροσπέλαστον. Διότι δὲ πάλιν ἀπ' αὐτῶν τῶν τῆς εὐσεβείας θαλάμων καὶ τῶν λογισμῶν τῶν συμψήφων πολλαὶ προΐασιν ἀποδείξεις τὴν ὀρθὴν δορυφοροῦσαι δόξαν, ταύτῃ τὸ ῥᾷστον εἰπεῖν ἢ οὐ ψηλότερον καταλήψεως περίεστιν. Σὺ δέ μοι, ἱερέων ἐρασμιώτατε, εἰ μὲν ὁ τοῦ λόγου τόκος ἄξιός σοι τῆς αἰτήσεως καὶ τῆς ἐλπίδος φανῇ, οἷα δὴ κοινὸν ὄντα τοῦ τε μαιευσαμένου, καὶ τοῦ τεκόντος, περίεπε· εἰ δ' ἀτελῶς καὶ ἐνδεῶς πρὸς τὰ ἤδη σοι τελεσφορηθέντα ταῖς θεωρίαις ἔχει (εὐξαίμην δ' ἂν τοῦτο, εἴπερ ὁ τοῦ νικᾷν πόθος εἶχεν· πολλῷ γὰρ ἥδιον ἐν φίλῳ ἢ ἐν ἄλλῳ νικᾷν· οὐ γὰρ ἐν τῷ Καρὶ τὸν κίνδυνον, ὡς ἡ παροιμία, σοφιζόμεθα, ἀλλ' ἐν τῷ οἰκείῳ αἵματι τὸ τοῦ κράτους γνήσιον ἐπιζητεῖν ἡγούμεθα συνετόν), πλὴν ἀλλ' ὡς ἔκθετον ἀναλαβὼν τὸ γέννημα καὶ πόνοις οἰκείοις συναυξήσας καὶ τελεσφορήσας κοινὴν ἐπ' αὐτῷ ποιεῖσθαι μὴ φθονήσῃς τὴν εὐφροσύνην καὶ τὴν ἀπόλαυσιν. Διττῶν τοιγαροῦν τῶν ψυχικῶν δυνάμεων ὑπάρχειν πάλαι διευκρινομένων (μικρὸν γὰρ ἀναδρομὴν δεῖ), τῶν μὲν γνωστικῶν, τῶν δὲ ζωτικῶν, μᾶλλον πρὸς τὴν παροῦσαν ὑπόθεσιν, ἡ τῶν ζωτικῶν ἐστι χρεία, ἤτοι τῶν ὀρεκτικῶν. Ἐνέσπαρται τοίνυν τῇ ψυχῇ δύναμις ὀρεκτικὴ τοῦ κατὰ φύσιν ὄντος, καὶ πάντων τῶν οὐσιωδῶς προσιόντων συνεκτική, ἥτις λέγεται θέλησις. Διὸ καὶ ὁρίζονται φυσικὸν εἶναι θέλημα ὄρεξιν φυσικήν τε καὶ λογικήν.
col. 509–510page 254 of 591
PG 101:509μόνων ἠρτημένην τῶν φυσικῶν. Ὥστε ἡ μὲν θέλησίς ἐστιν αὐτὴ ἡ ζωτική τε καὶ λογικὴ ὄρεξις πασῶν τῶν τῆς φύσεως συστατικῶν ἁπλῆ δύναμις. Ἡ γὰρ τῶν ἀλόγων ὄρεξις μὴ οὖσα λογικὴ οὐ λέγεται θέλησις. Θέλησις οὖν τί ποτέ ἐστιν εἴρηται. Βούλησις δέ ἐστι ποιά φυσικὴ θέλησις, ἤγουν φυσικὴ καὶ λογικὴ ὄρεξίς τινος πράγματος. Ἔγκειται μὲν γὰρ ἡ δύναμις ἐν τῇ τοῦ ἀνθρώπου ψυχῇ τοῦ λογικῶς ὀρέγεσθαι· ὅτε δὲ φυσικῶς κινηθείη αὕτη ἡ λογικὴ ὄρεξις πρός τι πράγμα, λέγεται βούλησις· βούλησις γάρ ἐστιν ὄρεξις καὶ ἔφεσίς τινος πράγματος λογική. Λέγεται δὲ βούλησις καὶ ἐπὶ τῶν ἐφ' ἡμῖν, τουτέστι καὶ ἐπὶ τῶν ἀδυνάτων. Βουλόμεθα γὰρ καὶ μὴ ἀποθανεῖν, ἔστι δὲ ἡ βούλησις τοῦ τέλους, οὐ τῶν πρὸς τὸ τέλος. Τέλος γὰρ τὸ βουλητὸν ὡς τὸ ὑγιᾶναι· πρὸς τὸ τέλος δὲ ὁ τρόπος δι' οὗ ὀφείλομεν ὑγιᾶναι. Μετὰ δὲ τὴν βούλησιν, ζήτησις καὶ σκέψις μεθ' ἃ ἡ βουλή. Βουλὴ γὰρ ἐστιν ὄρεξις ζητητική· περὶ τῶν ἐφ' ἡμῖν πραγμάτων γινομένη βουλεύεται γὰρ εἰ ὀφείλει τις μετελθεῖν τὸ πρᾶγμα ἢ οὐ. Εἶτα κρίνει, καὶ λέγεται κρίσις. Ἐφ' οἷς διατίθεται καὶ ἀγαπᾷ καὶ λέγεται γνώμη· ἂν κριθῇ μὲν γάρ, μὴ διατεθῇ δὲ πρὸς τὸ κριθέν· ἤγουν ἂν μὴ ἀγαπήσῃ οὐ λέγεται γνώμη· ἐπὶ μέντοι τῇ γνώμῃ ἡ προαίρεσις ἕπεται οἱονεὶ ἐκλογή. Μετὰ δὲ τὴν προαίρεσιν ἡ πρὸς τὴν πράξιν ἀκολουθεῖ ὁρμή· εἶτα χρήσις, μεθ' ἣν τὰ τῆς ὀρέξεως παύεται. Ἐπὶ μὲν οὖν τῶν ἀλόγων, μετὰ τὴν ὄρεξιν εὐθὺς ἡ ὁρμὴ ἕπεται, ἐπὶ δὲ τῶν λογικῶν οὐ πάντως. Τὰ μὲν γὰρ ἄλογα ὑπὸ τῆς φυσικῆς ὀρέξεως ἄγεται, διὸ οὐδὲ θέλησις ἡ τῶν ἀλόγων ὄρεξις λέγεται, οὐδὲ βούλησις. Ἐπὶ δὲ τῶν ἀνθρώπων μᾶλλον ἡ φυσικὴ ὄρεξις ἄγεται ἤπερ ἄγει· αὐτεξουσίως γὰρ καὶ μετὰ λόγου κινεῖται, ἐπειδὴ καὶ συνεζευγμέναι εἰσὶν αἱ γνωστικαὶ καὶ ζωτικαὶ δυνάμεις ἐν τῷ ἀνθρώπῳ, αὐτεξουσίως τοιγαροῦν ὀρέγεται, καὶ αὐτεξουσίως ὁρμᾷ, καὶ τὰ ἄλλα αὐτεξουσίως ποιεῖ. Ἐπὶ δέ γε τῆς θείας καὶ μακαρίας καὶ ὑπερουσίου φύσεως, βούλησιν μὲν λέγομεν, προαίρεσιν δὲ κυρίως οὐ λέγομεν, ὥσπερ οὐδὲ σκέψιν, οὐδὲ βούλευσιν, ἀλλ' οὐδ' ἐπὶ τῆς τοῦ Κυρίου ψυχῆς, βουλὴν λέγομεν ἢ προαίρεσιν. Οὐ γὰρ εἶχεν ἄγνοιαν, εἰ καὶ τῆς τὰ μέλλοντα ἀγνοούσης ἐχρημάτιζε φύσεως. Ἑνωθεῖσα γὰρ τῷ Θεῷ λόγῳ καθ' ὑπόστασιν, πάν·
col. 511–512page 255 of 591
PG 101:511τῶν εἶχε τὴν γνῶσιν, οὐ χάριτι, ἀλλὰ φύσει, διὰ τὴν καθ᾽ ὑπόστασιν ἔνωσιν· ὁ αὐτὸς γὰρ ἦν Θεὸς καὶ ἄνθρωπος. Διὸ οὐδὲ γνωμικόν εἶχε θέλημα· θέλησιν μὲν γὰρ εἶχε τὴν φυσικὴν τὴν ἁπλῆν, τὴν ἐν πάσαις τῶν ἀνθρώπων φύσεσιν ὁμοίως θεωρουμένην· τὴν δὲ γνωμικὴν θέλησιν οὐκ εἶχεν αὐτοῦ ἡ ἁγία ψυχὴ ἐν αντίαν τοῦ θείου θελήματος αὐτοῦ, οὐδὲ ἄλλο παρὰ τὸ θεῖον αὐτοῦ θέλημα. Ἡ γὰρ γνώμη συνδιαιρείται ταῖς ὑποστάσεσιν, πλὴν ἐπὶ μόνης τῆς ἁγίας καὶ ἁπλῆς καὶ ἀσυνθέτου καὶ ἀδιαιρέτου θεότητος· ἐκεῖ γὰρ τῶν ὑποστάσεων μὴ εἰς ἅπαν διαιρουμένων μηδὲ διισταμένων, οὐδὲ τὸ θελητὸν διαιρείται, ἀλλ᾽ ἔστι τῷ φυσικῷ τὸ γνωμικὸν ὥσπερ ἡνωμένον, καὶ νόμῳ περιγραφῆς ἰδίας ὑπομεριζόμενον. Κἀκεῖ μὲν ἐπειδὴ μία φύσις, μία καὶ ἡ φυσικὴ θέλησις, ἐπειδὴ δὲ καὶ αἱ ὑποστάσεις ἀδιαίρετοί εἰσιν, ἓν καὶ τὸ θελητὸν, καὶ μία ἡ κίνησις τῶν τριῶν ὑποστάσεων, οὐκ ἀνεχομένης τῆς ἀχράντου καὶ ὑπερφυοῦς ἐνώσεως μερισμῷ ὑλικῆς τινος φαντασίας καθυβρίζεσθαι. Ἐπὶ δὲ τῶν ἀνθρώπων ἐπειδὴ μία ἡ φύσις, μία μὲν καὶ ἡ φυσικὴ θέλησις. Κεχωρισμέναι δέ εἰσιν ἀπ᾽ ἀλλήλων αἱ ὑποστάσεις καὶ διεστήκασιν χρόνῳ τε καὶ τόπῳ καὶ τῇ πρὸς τὰ πράγματα διαθέσει, καὶ κατὰ πολλὰ ἄλλα· τούτου ἕνεκα διάφορα τά τε θελήματα καθορᾶται καὶ αἱ γνῶμαι. Ἐπὶ δὲ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπεὶ διάφοροι αἱ φύσεις, διάφοροι μὲν καὶ αἱ φυσικαὶ θελήσεις τῆς θεότητος αὐτοῦ καὶ τῆς ἀνθρωπότητος, ἤγουν αἱ θελητικαὶ δυνάμεις. Ἐπεὶ δὲ πάλιν ἡ ὑπόστασις μία, καὶ εἷς ὁ θέλων, ἓν καὶ τὸ θελητὸν, ἤγουν τὸ γνωμικὸν αὐτοῦ θέλημα· δῆλον ὅτι τῆς ἀνθρωπίνης αὐτοῦ θελήσεως ἑπομένης τῇ θείᾳ αὐτοῦ θελήσει, καὶ τὰ αὐτὰ θελούσης ἃ ἡ θεία αὐτοῦ θέλησις ἠθέλησε θέλειν αὐτήν. Γνωμικὰ τοίνυν θελήματα καὶ ὑποστατικὰ καὶ προσωπικὰ καὶ προαιρετικά, τὸ αὐτὸ ἂν εἴησαν ὑποκείμενον πράγμα σημαίνοντα. Εἰδέναι δεῖ πείρας φιλολόγου καὶ σαφεστέρας ἀναπληρώσεως ῥημάτων χάριν, ὡς τὸ θέλημα ποτὲ μὲν τὴν θέλησιν δηλοῖ, ἤτοι τὴν θελητικὴν δύναμιν, καὶ λέγεται θέλημα φυσικόν· ποτὲ δὲ τὸ θελητὸν, καὶ λέγεται θέλημα γνωμικόν. Καὶ κατὰ τὸν ἱερὸν δὲ Μάξιμον, διαφέρει θέλημα γνωμικὸν θελήματος φυσικοῦ, ὅτι τὸ μὲν ὑποστατικόν τε καὶ προσωπικὸν καὶ ἔστι καὶ ὀνομάζεται, τὸ δὲ φυσικὸν θέλημα οὐκ ἔτι· καὶ ἔτι διαφέρει, ὅτι ἡ μὲν ἁπλῶς καὶ ὡς ἔτυχεν
col. 513–514page 256 of 591
PG 101:513ἔχουσα τῶν κατὰ φύσιν συστατικῶν ὁρμή τε καὶ ἔφεσις, θέλημά ἐστι φυσικόν. Ἡ δὲ τῶν καθ᾽ ἡδονὴν συνεργητικῶν ποιὰ καὶ διάφορος κίνησίς τε καὶ ὄρεξις, θέλημα γνωμικόν, ἥτις καὶ ἐν ἐπιτάσει καλοῦ τε καὶ τοῦ μὴ τοιούτου γινώσκεται, καὶ οὐκ ἔστι τὸ πρότερον σημαινόμενον τοῦ δευτέρου παντελῶς ἀλλότριον, ἀλλ᾽ ἔστιν αὐτοῖς ἡ κοινωνία ἐν ποσότητος ἰδιότητι. Καὶ ὃν τρόπον καὶ τὸ σημαινόμενον τῆς ἐπ᾽ ἀνθρώπου λαμβανομένης φύσεως. Καὶ γὰρ διττὸν ἐνταῦθα τὸ τῆς φύσεως, τὸ μὲν ἁπλῶς καὶ καθόλου σημαῖνον ἕκαστον τῶν ὑπὸ τὸν ἄνθρωπον τελούντων ἀτόμων, τὸ δὲ οὐχ ἁπλῶς οὐδὲ τὸν ὅλον τῆς ἐμφύτου δυνάμεως πρὸς τὰς πράξεις ἐνισχυούσης, καθ᾽ ἃ καὶ τὸ σύστημα τῶνδε τῶν ἀνθρώπων, τὸ μὲν γεωμετρεῖν πέφυκε μᾶλλον, τὸ δὲ μουσικῇ τελεῖσθαι ἐπιτηδειότερον, ἢ οἱ μὲν πραότητος, οἱ δὲ σωφροσύνης μᾶλλον ἐργάται γνωρίζονται. Διαφέρει μὲν οὖν τοῦ φυσικοῦ θελήματος λογισμοῖς γενναίοις ἡ προαίρεσις, καθὸ ἡ μὲν ὄρεξίς ἐστι βουλευτικὴ τῶν ἐφ᾽ ἡμῖν, καὶ ἔτι καθὸ τὸ μὲν φυσικὸν θέλημα μόνον ἤρτηται τῶν φυσικῶν, ἡ δὲ μόνον τῶν ἐφ᾽ ἡμῶν. Ἓν δὲ θέλημά φησι τοῦ Χριστοῦ φυσικὸν ἢ προαιρετικὸν φρονεῖν ἢ λέγειν οὐδεὶς εἰπεῖν τῶν Πατέρων ἐτόλμησεν, ἀληθῶς εἰδότες ὅτι τῶν ἐπ᾽ ἄμφω κινουμένων ἐστὶν ἡ προαίρεσις, λέγω δὲ ἐπί τε τὰ καλὰ καὶ ἐπὶ τὰ φαῦλα, ὅπερ ἐστὶν ἐπὶ Χριστοῦ καὶ νοεῖν καὶ λέγειν τῆς ὀρθῆς ἐνα δεέστερον κρίσεως. Ἔτι δὲ εἰ ἔστιν ὑποστατικὸν θέλημα ἐπὶ Χριστοῦ, διοίσει πάντως τῶν ἐφ᾽ ἑκάστου τῶν ἀνθρώπων θεωρουμένων γνωμικῶν θελημάτων· διοίσει δὲ ὡσαύτως καὶ τοῦ ἐν Πατρὶ καὶ Πνεύματι θεωρουμένου θελήματος. Τί οὖν ἐστιν ὃ μήτε ἀνθρώπινόν ἐστι γνωμικόν, μήτε ὅλως θεϊκὸν θέλημα. Οὐ γὰρ δή τις σύνθετόν τι ἐρεῖ, ὅτι μηδ᾽ ἔστιν ἐπινοῆσαι θελήματος σύνθεσιν, ὥσπερ ὑπόστασιν ὁρᾶν ἐστι σύνθετον. Οὐδέ τις λέγοι ὡς ὁ λόγος οὗτος οὐδ᾽ ἄλλων τινὰ τῶν ἀνθρώπων ἔχειν γνωμικὸν θέλημα. Ἅπαν γὰρ γνωμικόν τινος θέλημα, οὐδενὶ τῶν ἐν τοῖς καθ᾽ ἕκαστα γνωμικῷ θελήματι θεωρουμένων, ταὐτόν ἐστιν, ἀλλὰ πάντως ἕτερον· ὥς τε κἂν εἴη ἀνθρώπινον, μηδενὸς τῶν ὑπὸ τὸν ἄνθρωπον ἀτόμων ὡς ἀνθρώπῳ ἁρμοζόμενον. Εἰ γὰρ ἦν κυρίως τινὶ τῶν καθ᾽ ἕκαστα τὸ γνωμικὸν θέλημα ἀνθρώπινον ἂν ὑπῆρχεν. Οὐκ ἔτι δὲ ἀνθρώπινον, διότι οὔτε ὁ Σωκράτης, οὔτε ὁ Πέτρος, οὔτε τις ἄλλος καθὸ πέφυκεν ἄνθρωπος
col. 515–516page 257 of 591
PG 101:515ποῦ γνωμικὸν θέλημα ἔχει, ἢ σοφισματώδης ὁ λόγος ὁ τὸ ὁμοφυὲς ἄτομον τῶν ἄλλων καθ᾽ ἕκαστα διαστέλλων. Καὶ ἐκ τοῦ συνομολογεῖν μηδενὶ τῶν ἄλλων ἀτόμων ταὐτὸν εἶναι τῇ ὑποστάσει μηδὲ τοῖς ἄλλοις ἰδιώμασι τὸν προκείμενον. Ἐκ τούτου καὶ τῆς κοινῆς αὐτῶν ἀποστερεῖν φύσεως, καὶ τὸ γνωμικὸν αὐτοῦ θέλημα μὴ λέγειν ἀνθρώπινον εἶναι. Ἐκ πολλῶν γὰρ ἀφορμῶν ὁ παραλογισμὸς οὗτος τὴν κοινὴν φύσιν ἀποστήσει καὶ διαχωρίσει, τῶν ὑπ᾽ αὐτῇ τελούντων καὶ ἐμπεριεχομένων ἀτόμων αὐτῆς τῷ προσρήματι. Δι᾽ ὅπερ οὐχ ὁμοίως ὁ λόγος οὗτος ἔχει καὶ ὁ τὸ γνωμικὸν ἐπὶ Χριστοῦ μὴ παραδεχόμενος θέλημα. Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων ἕνα λαβὼν ὁμολογουμένως τῶν καθ᾽ ἕκαστον γνωμικὸν ἔχειν θέλημα ἐκ τῆς πρὸς τὰ λοιπὰ τῶν ὁμοειδῶν ἑτερότητος, τὴν κοινὴν φύσιν παραγράφεται· ὅπερ ἐστὶ σεσοφισμένον, καὶ ἀνακόλουθον συλλογίσασθαι. Ἐπὶ δὲ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πρῶτον μὲν ζητοῦμεν τέως εἰ ὅλως δεῖ λέγειν γνωμικὸν αὐτῷ προσεῖναι θέλημα, καὶ οὐκ ἔστι λαβεῖν ὑποστάσεις τῷ τοῦ Χριστοῦ περιεχομένας ὀνόματι. Ἔτι δὲ ἐπὶ μὲν τῶν ἀνθρώπων ἔστιν εἰπεῖν ὅτι τὸ ἐνυπάρχον αὐτοῖς γνωμικὸν θέλημα καθὸ μὲν ταῖς ὑποστάσεσιν διακέκριται, οὐκ ἔστιν ἕτερον ἑτέρῳ ταὐτόν, καθὸ δὲ εἰς μίαν φύσιν συνεισάγεται, οὐδὲν κωλύει λέγεσθαι καὶ ἀνθρώπινον καὶ ταὐτόν. Ἐπὶ δὲ τοῦ Χριστοῦ οὐχ ἕξει τις τὸ ὅμοιον εἰπεῖν, οὐ γὰρ ἔστιν ἕν τι κοινὸν λαβεῖν ἐπὶ Χριστοῦ, δύο γὰρ συνιστῶσι τὴν ὑπόστασιν φύσεις, ἀλλ᾽ οὐ μία. Καὶ οὐκ ἔστινεἰπεῖν τὸ γνωμικὸν θέλημα· καθὸ μὲν τόδε οὐκ ἔστι ταὐτόν. Εἷς γὰρ ὁ Χριστὸς, καὶ ἓν αὐτοῦ τὸ πρόσωπον, καὶ μία ἡ ὑπόστασις, μήτε ὁμοταγεῖς καὶ συνωνύμους ἔχων ὡς Χριστῷ συντεταγμένας ὑποστάσεις· μήτε τι κοινῶς ἐπ᾽ αὐτοῦ λεγόμενον, ὃ δύναιτ᾽ ἂν καὶ ἑτέροις ἐναρμόζεσθαι. Ὥστε διαμένει τὸ ἑπόμενον ἄπορον ἄλυτον, ὅπερ τί ποτ᾽ ἂν εἴη διηπόρει τὸ γνωμικὸν θέλημα, μήτε ἀνθρώπινον μήτε θεῖον δυνάμενον εἶναι, μήτε ὀνομάζεσθαι. Δεύτερον μὲν οὖν ἐστι τὸ εἰρημένον ἐπιχείρημα, μὴ δεῖν ἐπὶ Χριστοῦ λέγειν γνωμικὸν ὑπάρχειν, ἢ ἀνθρώπινον ὑποστατικὸν θέλημα. Τρίτον δὲ εἰ λέγεται ἐπὶ Χριστοῦ ἀνθρώπινον θέλημα
col. 517–518page 258 of 591
PG 101:517ὑποστατικόν. Τὸ δὲ θέλημα τὸ ὑποστατικὸν θελήματος εἴρηταί τοῦ φυσικοῦ· τὸ δὲ θέλημα γὰρ τὸ γνωμικὸν ποιόν ἐστι θέλημα φυσικόν. Φυσικοῦ ἄρα θελήματος καὶ τὸ ἐπὶ Χριστοῦ γνωμικὸν ἠρτημένον ἂν καὶ προβεβλημένον εἴη· φυσικοῦ δὲ οὐχ ἁπλοῦ, ἀλλὰ συνθέτου καὶ συγκεκραμένου θελήματος. Τῆς γὰρ συνθέτου ὑποστάσεως καὶ τὸ ὑποστατικὸν ἂν ἄρα τις ὅλως ὑποθοῖτο προσεῖναι θέλημα γνωμικὸν συνθέτου ἂν εἴη φυσικοῦ προενηνεγμένου θελήματος. Ὥστε ἔσται σύνθετος φύσις ἐπὶ Χριστοῦ, ὅπερ ἀπάσαις ψήφοις διακατέγνωσται τῶν δύο φύσεων τὸ χωρὶς ἄμαχον ἀναδεξαμένων. Εἰ εἰ τὸ γνωμικὸν θέλημα προηγουμένην ἔχει τὴν σκέψιν καὶ τὴν πρὸς τὸ κρινόμενον διάθεσίν τε καὶ συγκατάθεσιν. Τούτων δὲ ἔστι τὸ μὲν ἐξ ἀγνοίας εἰς γνῶσιν καὶ διάκρισιν μετάβασις· τὸ δὲ τροπή τις καὶ μεταβολὴ διαθέσεως· ἐτράπη γὰρ εἰς στοργὴν ἐκ τοῦ μὴ στέργοντος ἡ διάθεσις· οὐδὲν δὲ τούτων ἐπὶ Χριστοῦ φρονεῖν συγκεχώρηται. Οὐκ ἄρα ἐστιν ἀνεκτὸν ἀνθρώπινον γνωμικὸν ἐν αὐτῷ λέγειν ὑπάρχειν θέλημα. Χωρὶς δὲ τῶν εἰρημένων εἰ οἱ τῷ γνωμικῷ θελήματι χρώμενοι τῷ ἀνθρωπίνῳ εἰώθασι τῷ θείῳ θελήματι διαμάχεσθαι, πῶς ὅλως οἷόν τέ ἐστι ἐπινοεῖν ἐπὶ Χριστοῦ γνωμικὸν θέλημα· κοινότερον δὲ φάναι εἰ τὸ γνωμικὸν θέλημα πρὸς ἑκατέραν ὁμοίως ῥέπει τῶν πράξεων τήν τε φαύλην φημὶ καὶ τὴν κρείττονα, πῶς οὐ τολμηρὸν ἐπὶ Χριστοῦ γνωμικὸν εἰσάγειν θέλημα καὶ πρὸς τὰ χείρω καὶ ἀμείνονα τὴν ἔχειν ἀναπλάττειν ἐφάμιλλον, τὸ μονοειδῶς ἀγαθουργὸν καὶ κυρίως ἀγαθοειδέστατον. Ἀλλ' ὅτι μὲν τὸ ἀνθρώπινον γνωμικὸν θέλημα μὴ δύναται ἐφαρμόττειν καθαρῶς Χριστῷ, τοσαῦτα τέως εἰρήσθω. Ζητητέον δέ, πότερον οὐδὲ θεῖον δεῖ λέγειν ἐπὶ Χριστοῦ γνωμικὸν θέλημα, ὥσπερ οὐδὲ ἀνθρώπινον γνωμικόν· ἢ ἐκεῖνο μὲν οὐ συγκεχώρηται, τοῦτο δὲ οὐ κεκώλυται. Τῶν γὰρ ἐν ἐκείνοις ῥηθέντων ἐπιχειρημάτων τὸ τρίτον μάλιστα καὶ τὸ τέταρτον κατὰ τὸν ὅμοιον τρόπον ἐπὶ τῶν αὐτῶν τὴν ἰσχὺν ἔχει. Διὰ τῆς αὐτῆς γὰρ ἐφόδου, τό τε θεῖον καὶ τὸ ἀνθρώπινον γνωμικὸν θέλημα ὁ τῆς ἀληθείας διαστέλλει τε καὶ συμβιβάζει λόγος. Καὶ χωρὶς δὲ τῶν εἰρημένων εἴ τις ὑπόθοιτο τὸ θεῖον ἐπὶ Χριστοῦ γνωμικὸν λέγεσθαι θέλημα, λεγέτω πότερον ταὐτὸν νομίζει τοῦτο θεϊκῷ φυσικῷ θελήματι, ἢ ἕτερον. Εἰ μὲν γὰρ ταὐτόν, τίς ἡ περίνοια τοῦ ὀνόματος· φαντασίαν νοημάτων εἰς
col. 519–520page 259 of 591
PG 101:519ἑτερότητα σχιζομένων παρεισάγοντος; εἰ δὲ ἕτερον, πῶς οὐκ ἂν εἴη, καὶ τοῦ ἐν Πατρὶ καὶ Πνεύματι θεωρουμένου θελήματος; ὅπερ ἄτοπον ἕτερον, καὶ γὰρ τὸ φυσικὸν ἐπὶ Θεοῦ θέλημα κοινὸν ὑπάρχον καὶ ἀδιαίρετον τῶν τριῶν θεαρχικῶν ὑποστάσεων ὁμοτίμων τε καὶ ἀπαραλλάκτως αὐταῖς ὁρᾶται συναρμοζόμενον. Ὁ γὰρ ἐπὶ τῆς τῶν ἀνθρώπων φύσεως οὐκ ἔστι δυνατὸν λαβεῖν, τοῦτο δὴ κατὰ τὴν ὑπέρθεον καὶ ὑπερούσιον οὐσίαν ἐστὶ κατανοεῖν· τὸ γὰρ φυσικὸν αὐτῆς καὶ ὑπέρθεον θεῖον θέλημα ταυτότητι γνώμης καὶ συμπνοίας ἑνότητι καὶ τῷ ἀπαραλλάκτῳ χαρακτηρίζεται τῆς συννεύσεως. Πῶς ἂν οὖν ὅλως τὸ κοινὸν τῆς φύσεως καὶ ἀπαράλλακτον θέλημα εἰς ὑποστατικὸν γνωμικὸν συσταλείη. Κυρίως μὲν οὐκ ἂν οὐδαμῶς ῥηθείη θεῖον γνωμικὸν ἐπὶ Χριστοῦ θέλημα, ὅτι μηδ' ἐπὶ τοῦ ἁγίου Πνεύματος κυριολογῶν τις εἰπεῖν θαῤῥήσειεν. Ὅπερ γάρ ἐστι κοινόν, πῶς ἂν ὑποστατικὸν εἴη, οὐδέ τις καταχρῷτο τῇ φωνῇ κατὰ μεταφορὰν αὐτὴν ἀπὸ τῶν ἀνθρωπίνων λαμβάνων ὑποστάσεων, μηδαμῶς τὴν θεοπρεπῆ διαφθείρων διάνοιαν, ἴσως ἂν ἑαυτὸν τῆς ἐν λόγοις οὐχ ὑποστερήσει συγγνώμης, ῥημάτων εὐθύνας οἰόμενος, ἀλλ' οὐ δογμάτων εἰσπράττεσθαι ἀλλοτριότητα· οἰκεῖον δ' ἂν εἴη, καὶ οἷς τῶν ἱερῶν ῥημάτων ἐπερειδόμενοι τὸ ἐναντίον νομίζουσι κρατύνειν θέλημα καὶ ταῦτα παραθέσθαι, καὶ ὑποβάλλοντας εὐκρινείᾳ καὶ διανοίας ὀρθότητι, καὶ ταύτην αὐτῶν ἀφῃρημένην δεῖξαι τὴν πρόφασιν. Φασὶν οὖν εἰρῆσθαι, «Οὐκ ἦλθον ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός.» Καὶ δηλονότι τὸ γνωμικὸν ἐνταῦθα σημαίνεται θέλημα· πρὸς ὃ ῥᾷόν ἐστιν ἀπαντῆσαι, ὡς εἰ «Τὸ θέλημα τοῦ Πατρὸς» οὐ τὸ γνωμικὸν ἐδήλωσεν εἰπών (οὐ γάρ ἐστιν ἐπὶ τῶν θεαρχικῶν τριῶν ὑποστάσεων θέλημα γνωμικὸν εὐσεβούντων ἀποφήνασθαι)· δηλονότι καὶ «τὸ θέλημα τὸ ἐμόν» προσειπών, οὐ τὸ γνωμικὸν, ἀλλὰ τὸ φυσικὸν συνεδήλωσεν, ὥς τε οὐ μόνον τὸ ῥητὸν τὸ γνωμικόν ποθὲν συνίστησι θέλημα, ἀλλ' ἀναιρετικόν ἐστι μᾶλλον τῆς τοιαύτης ὑπολή-
col. 521–522page 260 of 591
PG 101:521ψεως. Τὸ γὰρ φυσικὸν ὁμοταγές ἐστι, καὶ ἀνταποδιδόμενον τῷ φυσικῷ, ὥσπερ τὸ γνωμικὸν ὁμότοιχον καὶ συνδιακείμενον τῷ γνωμικῷ. Καὶ ἄλλως δὲ οἰκειότερον ἂν ἢ ἐκεῖνοι φαῖεν, εἰ ἀρνητικῶς ἐκληφθείη τῶν ὀνομάτων ἡ δύναμις· οἷον, « Οὐκ ἦλθον ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, » ὃ οὐ γάρ ἐστιν ὅλως ἕτερον θέλημα παρὰ τοῦ ἐν Πατρὶ καὶ Πνεύματι θεωρούμενον τὸ ἐμόν. Εἰ δὲ μηδ' ἀρνητικῶς τις ἀλλὰ συγκριτικῶς τὴν φωνὴν εἶναι νομίσῃ, ὅπερ καὶ μᾶλλον τὸ τῆς λέξεως ὑποβάλλει πρόχειρον· νοηθείη ἂν εἰκότως ὡς οὐκ ἦλθον ποιῆσαι τὸ φυσικὸν θέλημα τῆς ἀνθρωπίνης φύσεως, ἀλλὰ τὸ θεϊκόν· ὅπερ ἐστὶ καὶ οὐ γνωμικόν, ἀλλ᾽ ἑνιαῖόν τε καὶ ἀπαραλλάκτως ἐν ταῖς τρισὶ θεαρχικαῖς ὑποστάσεσι θεωρούμενον, εἰ καὶ ἐπὶ τῆς ἀνθρωπίνης φύσεως καὶ τῶν ἄλλων ἁπάντων ὅσα δημιουργικῇ σοφίᾳ ὑπέστησεν, οὐκ ἂν οὐδαμῶς θεωρηθείη, οὐδ᾽ ἐγγὺς γενόμενον τῆς θείας καὶ ὑπερθέου ἰδιότητος. Εἰ δέ τις προστετηκὼς εἴη τῷ τοῦ γνωμικοῦ θελήματος ῥήματι, καὶ πρὸς οὐδεμίαν ἄλλην ἀφορᾷν ἐθέλῃ τῶν εἰρημένων ἐπιλύσεων ἐχέτω παραμύθιον τὴν παροῦσαν ἀνάπτυξιν· δύναιτο γὰρ ἂν νοηθῆναι τὸ δηλούμενον νῦν ὑπὸ τῆς δεσποτικῆς φωνῆς τὸ γνωμικὸν Χριστοῦ θέλημα οὐ τοῦ κατὰ τὸν ἄνθρωπον δὲ νοουμένου, ἀλλὰ τοῦ κατὰ Χριστὸν θεωρουμένου. Ὃ δὴ καὶ τῆς θεότητος ὅλον γεγονὸς εἰς τὸ θεῖον καὶ ὑπερφυὲς τῆς ἀπειρίας τὴν οἰκείαν ἀναφέρει περιγραφὴν τελειούμενον· καὶ οὐ δήπου πάλιν ἡμῖν δύο γνωμικὰ προσανακύψει θελήματα. Ἄλλο γὰρ καὶ ἄλλο εἰπεῖν διπλοῦν εἰσάγει τὸ προκείμενον. Ἄλλως τε δὲ καὶ ἄλλως τὸ αὐτὸ φάναι, σχέσεων μὲν εἰσάγει παραλλαγὴν καὶ ἀλλοίωσιν· τομὴν δὲ καὶ μερισμὸν τοῦ ἀπ' ἀρχῆς ἑνὸς, οὐδαμῶς. Καὶ τὸ μὲν οὐδὲ τῶν πολλῶν εἴασε τὴν θήραν διαφυγεῖν· τὸ δὲ σχολῆς χωρὶς καὶ συγγυμνασίας τῆς ἐν τοῖς λόγοις, οὐδὲ τοῖς τῶν θηραμάτων ἴχνεσιν ὀρθῶς ἐστιν ἐπιστῆσαι. Τῆς αὐτῆς δ' ἂν εἴη διανοίας καὶ τό· « Πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ᾿ ἐμοῦ· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ. » Τῆς μὲν γὰρ ἀνθρωπίνης ἦν φύσεως τὸ δειλιᾶν τὸν θάνατον· τῆς θείας δὲ τὸ μὴ μόνον μηδὲν παρόντος ἐπιταράττεσθαι, ἀλλὰ καὶ εὐδοκίαν τούτων ποιεῖσθαι τῆς σωτη-
col. 525–526page 261 of 591
PG 101:525θελήματος μὴ συντάττων κατὰ λέξιν τὸ φυσικὸν ἢ τὸ γνωμικόν, ῥᾳδίως ἕξει τὴν διάκρισιν, πρὸς μίαν τινὰ θεωρίαν τῶν προειρημένων ἀναφερόμενον. Συντάττοιτο ἂν τοῖς εἰρημένοις καὶ ἕτερά τινα δι' ὧν οὐδὲν ἔλαττον ὁ τὸ γνωμικὸν λόγος θελήματος ἐπὶ Χριστοῦ καταρτίζων καὶ διοικονομούμενον ὁρᾶται θέλημα. Εἰ γὰρ ὁ τοῦ Θεοῦ ἐνυπόστατος λόγος ἄνθρωπος δι' ἡμᾶς γεγονώς, καὶ καθὸ μὲν ἄνθρωπος τὸ φυσικὸν ἔσχεν ἀνθρώπινον θέλημα, καθὸ δὲ Θεὸς τὸ φυσικὸν καὶ θεῖον θέλημα. Λέγει δὲ ὁ διαφιλονεικῶν λόγος ὅτι καὶ γνωμικὸν ἔσχεν ἤγουν ὑποστατικὸν θέλημα. Ἐρεῖ πάντως καὶ ἄκων, ὡς τὸ μὲν γνωμικὸν καὶ ὑποστατικὸν αὐτοῦ ἀνθρώπινον θέλημα, καθὸ ἀνθρωπίνη ἐχρημάτιζεν ὑπόστασις, ἔσχεν. Τὸ δὲ θεϊκὸν γνωμικὸν θέλημα καθὸ ὑπόστασις θεϊκή· τῇ φαντασίᾳ γὰρ καὶ διατυπώσει τοῦ γνωμικοῦ θελήματος καὶ ὁ προσωπικὸς χαρακτὴρ τῆς συγγενοῦς θεωρίας τῇ ἀλληλουχίᾳ συνεισάγεται. Ὥσπερ οὐκ ὄντος προσώπου, οὐδὲ γνωμικοῦ θελήματος ἐνυπάρχειν δοθέντος, τὸ τῆς ὑποστάσεως ἀδίστακτον μὴ οὐχὶ παρεῖναι γέγονεν. Ἀλλὰ τὸ μὲν πρότερον τῆς Νεστορίου λύσσης ἐστίν, ὑπόστασιν ἀνθρωπίνην ἐπὶ Χριστοῦ δογματίζειν, καὶ φαντάζεσθαι. Τὸ δὲ δεύτερον τῆς Ἀριανῆς μανίας ἥτις τὰς τρεῖς θεαρχικὰς ὑποστάσεις ταῖς ἄλλαις οὐσιώδεσιν διαφοραῖς καὶ τοῖς γνωμικοῖς θελήμασιν ὁμοίως ἀπ' ἀλλήλων διετείχιζεν. Τὸ δὲ τῆς Ἐκκλησίας φρόνημα, ὥσπερ τοὺς ὑπόστασιν ἀνθρωπίνην ἐπὶ Χριστοῦ λέγοντας γυμνὴν τῆς θεότητος ὡς ἀσεβεῖς ἀποπέμπεται, οὕτω καὶ τοὺς τὸ κοινὸν θέλημα τῆς τριαδικῆς θεότητος καταμερίζοντας ἀθεότητος εἰσπράττεται ἔγκλημα. Ἀλλὰ γάρ, φασίν, γνώμῃ πέπτωκεν τῆς ἐντολῆς ὁ Ἀδάμ. Ὁ δὲ τὸ πάθος ὑπέστη. Τοῦτο δὲ καὶ τὸ φάρμακον καὶ τὴν θεραπείαν τὸν ἄριστον τῶν ἰατρῶν προσενέγκασθαι. Οὐδὲ τοῦτο, ἀνάγκη τὸ γνωμικὸν τοῦ ἀνθρώπου ὑπὸ τοῦ Σωτῆρος καὶ ἰατροῦ τῶν ψυχῶν ἡμῶν τῷ ἀνθρωπίνῳ συναναλαμβάνεσθαι φυράματι. Ἀλλ' ἔστιν εἰπεῖν πρὸς αὐτούς, ὡς εἰ τὸ διαμαρτεῖν τῆς γνώμης καὶ διαπεσεῖν τῆς ἐντολῆς αἴτιον τῆς προσλήψεως, οἷς μὴ προσείληπται τὸ ἀναμάρτητον, οὐδὲ τὸ γνωμικὸν ὁλόκληρον συμπεριλαμβάνεται
col. 527–528page 262 of 591
PG 101:527ροῦσι τῆς ἐν ἀνθρώπῳ λογικῆς ψυχῆς τὸ ἰδίωμα. Εἰ γὰρ προσείληπται διότι ἥμαρτεν, οὐκ ἦν ἂν πάντως μὴ ἡμαρτηκώς, διότι μηδὲ προσείληπτο. Ἔτι δὲ εἰ τὸ φυσικὸν θέλημα μάλιστα τοῦ ἀνθρώπου συστατικόν ἐστι τῆς οὐσίας καὶ δι᾿ αὐτοῦ χαρακτηρίζεται, διὰ δὲ τοῦ φυσικοῦ θελήματος καὶ τὸ τέλειον ἐν τῷ ἀνθρώπῳ καθορᾶται· καὶ τὴν ὕβριν ὁ λόγος ὡς ἡμαρτημένον γνωμικὸν οὐχ ὑπομένει θέλημα. Πῶς ἀρχὴ διευλαβεῖσθαι τὸ λέγειν γνωμικὸν θέλημα ἀναλαβεῖν τὸν Χριστόν, ἀλλὰ μὴ φυσικόν, ὅ καὶ κοινόν ἐστιν ἀνθρώπων πάντων, καὶ συνεισάγει τὴν τῆς φύσεως τελειότητα. Ἔτι εἰ τὸ γνωμικὸν θέλημα τῇ γενέσει συγκατεβέβληται, ἔδει τὰ βρέφη τοῖς μαστοῖς ἔτι περικαθήμενα, καὶ τὴν ὑγρὰν αὐτῶν τροφὴν ἐκεῖθεν ἐπινοούμενα τράπεζαν γνωμικῷ θελήματι τὴν φύσιν αὐτῶν ἐμφανῆ παρέχειν, καὶ τῶν δισταγμῶν αἵρεσιν οὔπω λαβεῖν ἔχοντα δύναμιν ὅλως ἀποσκευάζεσθαι. Ἔτι δὲ εἰ ὁ Χριστὸς βρέφος γέγονεν καὶ ἄνθρωπος κατὰ πάντα ἡμῖν ὡμοιώθη χωρὶς τῆς ἁμαρτίας. Τοῖς δὲ βρέφεσι τὸ γνωμικὸν οὐ συγκατεβλήθη φρόνημα, δῆλον ὅτι οὐδὲ τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ. Εἰ δ᾽ ὕστερον ἡ τούτου γέγονεν πρόσληψις, λεγέτωσαν πόθεν διπλῆν ἔμαθον τὴν πρόσληψιν, καὶ διὰ τοῦτο καὶ τὴν ἐνανθρώπησιν, μάλιστά γε ὅτι παραβὰς ὁ Ἀδάμ, οὐ τῷ φυσικῷ, τῷ γνωμικῷ δὲ καθυπηρετήσατο θελήματι. Ἀλλὰ γὰρ ταῖς ἀντιλογίαις αἱ συμπλοκαὶ ἔρπειν ἔτι φιλονεικοῦσι, καίτοι πολλάκις οὐ παρασχόντες μεμπτὰς τὰς εὐθύνας, καί φασιν. Εἰ ἐπὶ πάντων τῶν φύσει συνεστώτων πραγμάτων, ἡ φύσις πάντως ὁμο-
col. 529–530page 263 of 591
PG 101:529ιδή περιέχει ἄτομα, ἐπὶ δὲ Χριστοῦ φυσικὸν ἀνθρώπινον θέλημα λέγομεν, τούτου δὴ τοῦ φυσικοῦ θελήματος καὶ ὑποστατικὸν καὶ γνωμικὸν θέλημα εἰκότως ἂν λέγοιτο. Ἔτι δὲ εἰ τὸ γνωμικὸν θέλημα οὐδὲν ἕτερόν ἐστιν, ἀλλ᾽ ἢ φυσικὸν ποιόν, Χριστὸς δὲ τὸ φυσικὸν ἔχων, οὐχ ἁπλῶς μόνον ἐνήργει, ἀλλὰ καὶ ὡς τόδε τι πράττων· ἔστιν ἄρα καὶ ἐν αὐτῷ λαβεῖν γνωμικὸν θέλημα. Ἀλλ᾽ ἑκάτερον τῶν εἰρημένων σοφιστικῆς ἤρτηται πλοκῆς. Τὸ μὲν πρῶτον ὅτι ἀπὸ τῶν φυσικῶν ἐπὶ τὰ ὑποστατικὰ ἐποιεῖτο τὴν κάθοδον, τέμνων τὴν φύσιν εἰς τὰ καθ᾽ ἕκαστα· ὁ δὲ τῆς εὐσεβείας λόγος ἐπὶ Χριστοῦ οὐκ ἀπὸ μιᾶς τινος φύσεως ἐπὶ τὰ καθέκαστα ποιεῖται τὴν τομὴν καὶ τὴν κάθοδον, οὐ γὰρ ἔστι τις ἡ τεμνομένη φύσις ἐνταῦθα μία, ἀπὸ δὲ τῆς ὑποστάσεως, μᾶλλον εἰς τὴν τῆς φύσεως ἀναπλοῦται δυάδα· κἀκεῖ μὲν τὸ φυσικὸν ὑποστατικὰ ἕξει, ὅτι καὶ πολλαὶ πεφύκασιν ὑπ᾽ αὐτὴν ὑποστάσεις· ἐπὶ δὲ τοῦ καθ᾽ ἡμᾶς μυστηρίου ἐπεὶ ἓν μόνον τὸ κοινὸν ὑπὸ τὸν ἥλιον ὤφθη, καὶ μία ἐστὶν ἡ τοῦ Χριστοῦ καὶ ἀδιαίρετος ὑπόστασις· οὔτε ὑποστατικὸν ὅλως ἡ φύσις δύναται περιέχειν, οὔτε φύσις ὅλως ἐπινοεῖσθαι μία. Τὸ δὲ δεύτερον τῶν αἱρετιζόντων σόφισμα παρὰ τὸ ἑπόμενον κατασκευάζει τὸ κακούργημα. Τὸ μὲν γὰρ γνωμικὸν θέλημα καὶ ὑποστατικὸν πάντως ἐστὶ καὶ ποιόν. Τὸ δὲ ποιὸν οὐ πάντως ἐστὶν ὑποστατικόν. Καὶ γὰρ καὶ τὰ κοινὰ φυσικὰ θελήματα ποιότητι φυσικῇ τῶν ἑτερογενῶν διενήνοχεν. Ἀλλὰ ποιὰ ὄντα οὐκ εἰσὶ θελήματα γνωμικά. Ἀλλὰ γὰρ εἰ καὶ συνεφέλκεται τὸ ἑπόμενον ὁ παραλογισμός, ὅμως οὐ παρὰ τοῦτο τὸ ψεῦδος ἐσχηματίζετο. Ἔστι γὰρ εἰπεῖν, ὡς εἰ καὶ τὸ ποιὸν θεωρῆται διττόν, τὸ μὲν ἐπὶ τοῦ φυσικοῦ θελήματος, τὸ δὲ ἐπὶ τοῦ ὑποστατικοῦ, οὐδὲν κωλύει λέγειν, μᾶλλον δὲ καὶ χειραγωγήσει, ὡς διττοῦ τυγχάνοντος τοῦ ποιοῦ, ἐπεὶ οὐκ ἔστι φυσικόν, ἐκεῖνο γὰρ κοινόν, ὑποστατικὸν ἂν εἴη τὸ θέλημα καὶ γνωμικόν, ὥστε εἰς ταὐτὸν ἂν εἴη περιενηνεγμένον, εἰ καὶ μὴ παρὰ τὸ ἑπόμενον ἡ τοῦ λόγου προβῇ σύνθεσις, τὸ τῆς αἱρέσεως κατασκεύασμα. Τί οὖν δεῖ λέγειν; ὅτι ὁ Χριστὸς εἰ καὶ μία ἦν ὑπόστασις, οὐχὶ ποιῷ τινι κεχρημένος ὑποστατικῷ θελήματι φαίνεται. Ἀλλὰ τροφῆς μὲν ὡς φυσικὸν πληρῶν θέλημα, μετασχεῖν ἠθέλησεν. Γλυκαζούσης δὲ ἢ στυφούσης ἢ ἄλλως ἡδυνούσης
col. 531–532page 264 of 591
PG 101:531οὐκ ἔτι. Καὶ ποτὸν μὲν κατὰ τὸν αὐτὸν τῆς ἀνθρωπίνης φύσεως λόγον ἠθέλησεν προσενέγκασθαι, ἀνωθοσμίαν δὲ οἶνον καὶ σίκερα ἤ τι τοιοῦτον οὐκ εἶχεν τὸ ἐρεθίζον οὐδὲ παρορμῶν αὐτὸν θέλημα· ἀλλ' ἁπλῶς μὲν τροφῆς τε καὶ πότου κατὰ τὸν τῆς ἀνθρωπίνης φύσεως λόγον, ὥσπερ εἴρηται, ὁ εἷς καὶ ὑπόστασιν Χριστὸς ὁ Θεὸς ἡμῶν προσεφέρετο· εἰς τ ἰδιάζουσαν δὲ καὶ κολακεύουσαν παρὰ τὸ ἀναγκαῖον τὴν αἴσθησιν τροφῆς ἢ πόσεως ἰδιότητα οὐ μὴν οὐδαμῶς συναπενήνεκται τῷ θελήματι. Διὸ καὶ τῆς ἀνθρωπίνης φύσεως μετὰ τὴν ἀνάστασιν πιστούμενος τὴν ἀλήθειαν. Καὶ ὅτι ταύτην οὐκ ἀπεσκευάσατο, οὐ τόδε τι τῶν βρωμάτων ἐπεζήτησεν, ἀλλ' ἁπλῶς ἔχετέ τι βρώσιμον ἐνταῦθα, φησίν, καὶ ἄλλην μὲν τοῦ λόγου θεωρίαν ἴσως συνεισάγοντος, οὐδὲν ἧττον, εἰ μὴ καὶ μᾶλλον, τὴν διδάσκουσαν ἡμᾶς, ὅτι μία ὢν ὁ Χριστὸς ὑπόστασις, ἀδιαίρετός τε καὶ ἀχώριστος, τὸ μὲν ἀνθρώπινον φυσικὴν εἶχέν τε καὶ συνετήρει θέλημα· τὸ δὲ γνωμικὸν δεδεγμένος οὐδαμοῦ θέλημα ἐπιδέδεικται, καὶ διστάζουσα τῶν νοῦν ἐχόντων ἔννοια παρενοχλήσει οὐδενί, ὅπου γε καὶ τῶν ἱερῶν ἀνδρῶν πολλοὶ πολλάκις ἀσκητικοῖς ἀγῶσιν ἐνδιαπρέποντες τῆς μὲν ἐμφύτου τοῦ σώματτοῦ ἀπορροῆς τὴν κατὰ φύσιν ἀναπλήρωσιν ἡ διὰπρεπούσης ἁπλῶς τῇ φύσει τροφῆς προσελθεῖν οὐκ ἀνανεύουσι θελήματι. Καρυκίαις δὲ καὶ λαιμὸν καταγοητευούσαις τροφαῖς, καὶ τοιαύταις ἄλλαις περιεργίαις, ἃ τοῦ γνωμικοῦ θελήματος ἀποβλαστάνει καὶ φύεται, οὐ πολλὴν ἐπιστροφὴν ἔχουσιν. Οὐ μὴν οὐδὲ παντελῶς ἢ ὑπερορῶσι ταῦτα, καὶ τῷ ἀνορέκτῳ περιστέλλουσιν. Ἀλλ' οἱ μὲν ἀμέμπτως τε ζῆν ἐθέλουσιν καὶ ἀμέμπτως μετέχουσιν· οἱ δὲ ἑκάτερον αὐτῶν ἡμαρτημένως καὶ ἐπισφαλῶς διαπράττονται. Ἔχεις τὸν Ἰσαὰκ τοῦ προτέρου παραδείγματος ἐπιθυμήσαντα ἄγραν καὶ τυχόντα καὶ μετασχόντα πανευλαβῶς καὶ σωφρόνως. Ἐξ ἧς βρώσεώς τε καὶ ἀπολαύσεως ἡ εὐλογία γένος ἀνθρώπων οὐκ εὐαρίθμητον ἐπηύξησέν
col. 533–534page 265 of 591
PG 101:533τε καὶ πολλὴν τῆς οἰκουμένης κατεκληροδότησεν. Ο δὲ τούτου παῖς ὁ Ἡσαῦ κατάσχετος τῇ ἐπιθυμίᾳ γεγονὼς οὐκ ὀρθῶς ἠθέλησεν αὐδ᾽ ἐπεθύμησεν. Καὶ βραχείᾳ ἡδονῇ μεγάλην δόξαν καὶ τιμὴν νόμῳ κυρουμένην ἀπεμπόλησεν. Κριτὴν τὸν λαιμὸν τῶν πράξεων ἀντὶ τοῦ νοῦ προβαλόμενος, ἐξ οὗ στάσεις, καὶ μυρία κακὰ τοὺς ἐνόχους κατεβάλλετο. Ο δὲ δι᾿ ἐναντίας λόγος ἔτι προσαναισχυντεῖ καὶ φησὶν, ὡς αὐτὸ τοῦτο τὸ θέλειν εἶναι σπουδαῖον, καὶ τῆς τῶν πολλῶν διαίτης ἀνηγμένον, μηδ᾽ ἧττον εἶναι γαστρὸς καὶ βρωμάτων γνωμικόν ἐστι θέλημα. Εἰ γὰρ φυσικὸν ἦν, ἔδει πάντας τοῦτο ποιεῖν. Ἀλλά γὰρ εἰ γνωμικόν, ὦ τᾶν, θέλημα τὸ πόνοις αὐτὸν καὶ ταλαιπωρίαις κατατρύχειν καὶ τῶν ἀνιωμένων μᾶλλον ἢ τῶν εὐπαθούντων γίνεσθαι. Πρῶτον μὲν οὐχ ἕξει τι τῶν καθ᾽ ἕκαστα (ὥσπερ ὁ λόγος ὁ τὸ γνωμικὴν ἐπιδεικνὺς μὴ προσεῖναι θέλημα) παραδείγματι πρὸς συγκατάθεσιν ἄγον παρακομίζειν. Ἀλλ᾽ εἰς κοινόν τι καὶ ἀποφατικὸν καταφεύγων ὄνομα, καὶ τό, τε τὸ ἰδικόν τε καὶ ὑποστατικὸν ἀφοριζόμενος θέλημα τὴν οἰκείαν ἐρεσχελίαν ἐπιζητήσει κρατύνεσθαι. Δεύτερον δὲ, οὐκ ἀκρίδες καὶ μέλι ἄγριον γνωμικοῦ θελήματός ἐστι προβολή, καὶ γὰρ βιαστή ἐστιν « ἀπὸ τῶν ἡμερῶν Ἰωάννου ἡ βασιλεία τῶν οὐρανῶν, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. » Βίαιος οὖν ἦν, καὶ οὐ μόνον ἔξω γνωμικοῦ θελήματος, ἀλλ᾽ οὐδὲ θελήματος ὅλως ἡ τοῦ Ἰωάννου τροφή. Εἰ δέ τις προσεπιφιλονεικῶν φαίη, ὡς αὐτὸ τὸ βίαιον θελήματός ἐστι γνωμικοῦ, πολλὰ μὲν τὰ ἄτοπα ἕξεται· πρόχειρον δὲ ὅτι λέληθεν ἑαυτὴν κοινόν τι θελήματος εἶδος, ἀλλ᾽ οὐ γνωμικὸν ἐπεισάγων θέλημα. Ἔσται γὰρ αὐτοῦ τὸ τοιοῦτον θέλημα ἀβίαστον βίαιον, καὶ ἀθέλητον θέλημα. Ὅπερ ἀναπλάττον ὁ τοῦ γνωμικοῦ θελήματος προεστὼς λαβεῖν ὀρθὴν σύνθεσιν οὐκ ἠθέλησεν. Ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ τῶν ἄλλων ὅσα τὸ γνωμικόν περιλαμβάνειν δύναται θέλημα. Εἰ δὲ κατὰ τὸ ἀνθρώπινον χώραν οὐχ εὗρεν τὸ γνωμικὸν καὶ ὑποστατικὸν θέλημα ἐπὶ Χριστοῦ· σχολῇ γ᾽ ἂν εἴη τοῦτο ἐπὶ τῆς θείας τοῦ Λόγου φαντάζεσθαι φύσεως, μάλιστά γε ὅτι μηδὲ τῷ Πατρὶ, μηδὲ τῷ παναγίῳ Πνεύματι, καὶ διὰ τοῦτο μηδὲ τῷ
col. 535–536page 266 of 591
PG 101:535στελλόμενον ἰδιότητι, οὔμενουν οὐδεὶς εὐσεβῶν λογισμὸς περιάπτειν ἂν ἕξει τὸ γνωμικὸν θέλημα. Ἴσως δ᾽ ἄν τισιν ἐπέλθοι λέγειν ὡς οὐδέν ἐστιν ἀδύνατον ἀδίαστον βίαιον λέγειν καὶ ἀθέλητον θέλημα. Οὕτως ἂν εἴη ὁ μὴ συναισθανόμενος ἀδύνατον. Εἰ δὲ καθ᾽ ἕτερον μὲν βίαιον, καθ᾽ ἕτερον δὲ ἀδίαστον, καὶ καθ᾽ ἕτερον μὲν ἀθέλητον, καθ᾽ ἕτερον δὲ θέλημα. Πῶς ἂν εἴη παρείσδυσιν ἔχον τὸ ἄτοπον; καὶ γὰρ ἵνα νῦν παρῶ τὰ ἄλλα, ὁ τῶν μαρτύρων χορὸς ὑπὲρ εὐσεβείας πάσχων τὰ ἀνήκεστα, καθὸ μὲν ἠλγύνετο, καὶ τὴν ἀκαρτέρητον ἐκείνην βίαν ὑφίστατο, τῷ βιαίῳ ἂν εἴη στενοχωρούμενος. Καθὸ δὲ ἐξὸν τὰς βασάνους ἐκκλίνειν πρὸς τὴν εἰδωλικὴν ἀπονεύσαντα πλάνην, οὐκ ἠνέσχετο, ἀβίαστον τὸ Υἱῷ καὶ λόγῳ διακεκριμένον τι ποιότητι, καὶ διπαὐτὸ ἐποίει τὸ τοσαύτην βίαν ἐπαγόμενον. Ἐκ δὲ τῆς αὐτῆς εἰκόνος καὶ τὸ ἀθέλητον διευκρίνεται θέλημα. Ἢ οὗτος ὁ λόγος ἀνάπτυξις μέν ἐστι ῥημάτων μαχομένων καὶ σαφήνεια, οὐ μὴν τὴν κατασκευάζουσαν ἀπόδειξιν, ὡς οὐκ ἔστιν ἐπὶ Χριστοῦ γνωμικὸν ἀνθρώπινον θέλημα, παρασαλεύειν ἰσχύει, ἢ τὸ αὐτῆς ἐναντίον περαίνει. Καὶ γὰρ τὸ κατά τι βίαιον, κατά τι δὲ ἀβίαστον, καὶ τὸ κατά τι μὲν ἀθέλητον, κατά τι δὲ θέλημα, οὐδαμῶς μέχρι τοῦ νῦν τῷ γνωμικῷ περιάψειν ἐτερατεύσατο θελήματι. Ἢ οὐκ εἰ μὴ εἴρηται τὸν καθαρῶς εἰδότα καὶ ἀδεκάστως φιλοσοφεῖν προσήκει σκοπεῖν. Ἀλλ᾽ εἰ τὸ πεφυκὸς εἶναι ὡς μὴ ὂν παρεώραται, καὶ ἅμα τῷ μὴ συνορᾶν τὴν φύσιν τῷ λόγῳ θεωρουμένην, καὶ πρὸς τὴν κλῆσιν διαμάχεσθαι, οὐκ εἴρηται, ἀλλ᾽ οὐχὶ καὶ τὴν ὕπαρξιν ἐρευνώμενον ψεύδεται. Οὐκ οὖν εἰρῆσθαι, διότι τῶν ὄντων ἐστὶν, ἀλλὰ μὴ διότι τοῖς πολλοῖς σιγᾶται, καὶ τὴν ὕπαρξιν παραγράφεται. Πολλὰ γὰρ πρινὴ μὲν ἀκριβεστέρα
col. 537–538page 267 of 591
PG 101:537ὑποβληθῇ ἐρεύνῃ ἁπλῶς τε λέγεται, καὶ τὸ ὄνομα πᾶσι δῆλον παρέχεται. Ἀναπτυσσόμενα δὲ καὶ λεπτολογούμενα συμπλοκήν τινα προβάλλεται. Καὶ κλῆσιν ἐπιζητεῖ κατάλληλον τοῦ νοήματος. Αὐτίκα τὸ φυσικὸν ἀνθρώπινον καὶ ὁμολογούμενον θέλημα πολυπραγμονούμενον, διαφορᾶς ἂν ὀφθείη προϊσχόμενον. Αἱ καὶ τὴν ἑτερότητα συνιστῶσι, καὶ τὸ κοινὸν εἶδος εἰς ἑτέρας κοινότητας οὐ διατέμνουσιν, οἷον θέλει τις φαγεῖν καὶ πιεῖν· ἀλλ' ὁ μὲν μᾶλλον, ὁ δὲ ἧττον τὴν τοιαύτην ἔφεσιν διὰ βίου κέκτηται. Καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον τὸ φυσικὸν οὐ μερίζει καὶ συστέλλει πρὸς εἰδικώτερον θέλημα. Διότι μηδὲ πέφυκε τὸ μᾶλλον καὶ ἧττον εἴδους τινὸς ἢ κοινότητος σύμφυτον ἐξαλλαγὴν ἀπεργάζεσθαι. Ἐρεῖ οὖν τις ὀρθῇ διακοπτόμενος κρίσει, ὡς τοῦτο δὴ τὸ φυσικὸν θέλημα, καθὸ μὲν ἐπὶ πάντας ἀνθρώπους ὁμοτίμως διαβαίνει, εἰς ὑποβεβηκότα εἴδη οὐ τέμνεται· καθὸ δὲ τὰς ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον ἐπιδέχεται παραλλαγάς, ἀναλογίαν τινὰ σώζει πρὸς τὰ διαιρούμενα καὶ τὴν διαίρεσιν εἰς εἴδους προβολὴν οὐκ ἐπιδέχεται. Οὐδὲν οὖν ἐκώλυσε καὶ τὸ φυσικὸν ἁπλῶς ὁμολογεῖν ἀνθρώπου θέλημα, καὶ τοῦτο πολυπραγμονούμενον καὶ διαφοραῖς ὥσπερ αὐτὸ διαστελλόμενον ποικιλωτέρᾳ διανοίᾳ καὶ ποικιλωτέροις ὀνόμασιν ὑποβάλλεσθαι· τὸ αὐτὸ δὲ καὶ ἐπ' ἄλλων μυρίων προβλημάτων εὑρήσει τις θεωρούμενον. Ἀλλὰ τὰ πορρωτέρω λέγω, ἐνὸν ἐγγυτέρω τὸν λόγον πιστώσασθαι παραδείγματι· Παῦλος ξυρᾶται καὶ ἁγνίζεται, καὶ περιτέμνει Τιμόθεον. Ἆρα καθαρῶς καὶ ἀμιγῶς θέλων καὶ μηδὲν ἐφιστάμενος τῶν ἀθελήτων ἐπιπλεκόμενον τῷ θελήματι; Καὶ πῶς ζημίαν ἡγεῖται τὰ τοῦ νόμου καὶ σκύβαλα καὶ τὸ περιτέμνεσθαι τῷ τοῦ Χριστοῦ καταργεῖσθαι κήρυγμα; Οὐκ οὖν ἀκούσια ταῦτα καὶ ἀθέλητα λόγος οὐδεὶς ἀντιφθέγξοιτο· καὶ τρόπος οἰκονομίας τῷ ἀπρεπεῖ μάλιστα καὶ ἀθελήτῳ στηριζόμενός τε καὶ ἐπιπλεκόμενος τῷ θελήματι. Ἆρ' οὖν τις ἡμῖν φθονήσει τῶν ὀνομάτων, ὁρῶν τὰ κατὰ συμπλοκὴν πράγματα προσφυῶν καὶ καταλλήλων ῥημάτων δεόμενα; Τί δαὶ ἄτοπον, μᾶλλον δὲ πῶς οὐκ ἀναγκαῖον ὀνομάζειν ἐπείπερ ὑπάρχον ὁρᾶται καὶ ἀθέλητον θέλημα, καὶ βία ὑποδυομένη τὸ ἑκούσιον; Καὶ τοῖς
col. 539–540page 268 of 591
PG 101:539σημαίνουσιν ἀπαγγέλλειν ταῦτα γνώριμά τε ποιεῖν καὶ τοῖς ῥήμασιν; Ἀναθεωρεῖν τοίνυν προσῆκεν οὐχ ὅτι μὴ πρόχειρά σοι καθέστηκε τὰ ὀνόματα· ἀλλ' εἰ ἐπιζητεῖ τῶν πραγμάτων ἡ φύσις διὰ τῶν προσφυῶν ὀνομάτων σημαίνεσθαι. Ἀλλὰ ταῦτα μὲν εἰς τοὐναντίον πάλιν ἐρεῖ περιτρέπων τὴν ἀπόδειξιν δι' ἧς γνωμικὸν ἐπὶ Χριστοῦμὴ δεῖν λέγεσθαι κατεσκευάζετο θέλημα, ὁ τῆς ἀντικειμένης προϊστάμενος μερίδος. Ἀλλ' οὐδεὶς ἀπῄτησεν· ἀνθυποφέροι ἂν ἡ ἀλήθεια· οὔτε διερευνᾶσθαι τὴν φύσιν τοῦ προτεθέντος πράγματος· οὔτε εὑρεθεῖσαν σιωπῇ ταύτην ἀφηνιάζειν καὶ ἀποκρύπτεσθαι· οὐδ' ἀπὸ τῆς τῶν ὀνομάτων πανιζούσης χρήσεως τὴν τῶν πραγμάτων διασκεδάζειν ὑπόστασιν. Οὔμενουν οὐδεὶς τούτων οὐδὲν οὔτε προέθετο οὔτε ᾐτιάσατο, ἀλλ' ὅτι τὸ γνωμικὸν θέλημα καθαρῶς καὶ χωρίς τινος ἐπιπλοκῆς ἀλλοτρίας προτεθὲν εἰς ζήτησιν, τοῦτο μὲν ὥσπερ μηδὲ ῥηθὲν ὅλως μηδὲ νοηθὲν παρέδραμεν τε καὶ παρεβλέψατο, συμφωνήσας δὲ τὸ ἑκούσιόν τε καὶ τὸ βεβιασμένον καὶ ἀδίαστον, καὶ τούτῳ τῷ πολυπλόκῳ νοήματι τὴν τοῦ ἁπλοῦ περιθέμενος διάνοιαν, οἴεται τοὺς ἀκροατὰς λανθάνειν ὁ τὴν ἀντιλογίαν βίον ποιούμενος. Ἄλλως τε δὲ οὐδὲ καθόλου περιαιροῦμεν τῶν ἁγίων ἀνδρῶν τὸ γνωμικὸν θέλημα, μήτι γένηται· Ἄνθρωποι γὰρ ὄντες, καὶ μήπω τοῦ σαρκίου τὸ φορτίον ἀποθέμενοι, καὶ ἀνθρωπίνοις πολλάκις γνωμικοῖς ἐχρῶντο θελήμασιν. Ἀλλ' ἐκεῖνο φαμὲν, ὡς εἰ ἐν ἐκείνοις πολλάκις ἔτι σαρκὶ συνδεδεμένοις καὶ αἵματι, τὸ γνωμικὸν συνετέλλετο θέλημα, ἐπιλελύπει τε παρεῖναι μὴ κωλυόμενον· τίς ἂν οὐκ ἐγκαλύψαιτο φρονεῖν ἢ λέγειν ἐπὶ Χριστοῦ γνωμικὸν ὑπάρχειν θέλημα; οὐ μὴν οὐδὲ ἡ συνεχὴς ἀντιλογία τοῦ κατασκευάζοντος τὴν ὀρθὴν δόξαν ἐπιχειρήματος ἀνωτέραν τὴν περὶ τῆς ἀληθείας ἀπόδειξιν ἀπεργάζεσθαι. Ἀλλὰ τοὐναντίον καὶ ἀναντίῤῥητον ἐπεδείκνυσιν. Τὸ γὰρ πάσας μὲν λαβὰς κατ' αὐτῆς ἐπινοεῖν, πάσας δὲ
col. 541–542page 269 of 591
PG 101:541ἐκείνην ῥᾳδίως διαλύειν, καὶ πάσης ἐκτὸς διαβολῆς καὶ ἐπηρείας ἑστάναι, πῶς οὐκ ἀνυπέρβλητον αὐτῆς τὸ κράτος ἀνακαλύπτεται; Καίτοι γε εἰ καὶ τὸ ἐπιχείρημα τοῦτο ἀντιλογίαν οὐ ῥᾷον οὖσαν ἐδέχετο διαλύεσθαι, οὐδ' οὕτως ὁ ἐναντίος λόγος ἐρρώννυτο. Τὰ γὰρ λοιπὰ τῶν ἐπιχειρημάτων ἐπὶ τοσοῦτον ἐμφανεστάτην παρέχεται τὴν ἀλήθειαν, ὡς μηδὲ ἐπιχειρῆσαι ὅλως πρὸς αὐτὴν ἀντιβλέψαι τὸν πάσας τόλμας ἕτοιμον ὄντα τολμᾷν, εἰ καὶ τὴν αἰσχύνην διὰ πασῶν ἀποφέρεται. Οἷς μὲν γὰρ οἱ προσενεχθέντες λόγοι τὸ ἧττον ἠνέγκαντο, τὴν νίκην κηρύττουσιν ἄμαχον, οἷς δὲ καὶ αὐτῶν τῷ συμπλακῆναι τεθήπασι, τὸ κράτος τῶν ἀριστευμάτων οὐδ' ἀμφίβολον ἐμαρτύρησαν. Ἄλλως τε δέ, εἰ ἄριστος μὲν λόγος οὗ τῆς ἀληθείας ἐπὶ τοσοῦτον ἡ αὐγὴ ἀπαστράπτει, ὡς μηδ' ἀντιβλέψαι πρὸς αὐτὸν τὴν ἔριν· μηδὲ τὴν ἀρχὴν προσβαλεῖν ἐπισκιάζειν αὐτῆς ταῖς φιλονεικίαις τὴν λαμπρότητα. Κράτιστος δὲ πάλιν λόγος, ὃς ἁπάσας τὰς τῶν ἀντιπάλων λαβὰς ἃς τούτοις ἐπενοήθησαν διαφυγὼν καὶ κατὰ πάντας ἀγῶνας τὴν νίκην ἀναδησάμενος εἰς τέλος καταβληθέντων τῶν ἀνταγωνιστῶν· ὁ ἄμφω συλλαβὼν ἐν ἑαυτῷ, τοῦ μὲν τὸ ἄμαχον κράτος, τοῦ δὲ τὸ ἀναφαίρετον ἀριστεῖον, καὶ τὴν ἐξῃρημένην καὶ ἀπαραμίλλητον ἀρετὴν ἑκατέρου μόνος ἔχων ἐλλαμπρύνεσθαι· πῶς οὐκ ἂν ὁ λόγος οὗτος, οἷος ὁ παρὼν τελεωτάτην τε καὶ ἀνυπέρβλητον τὴν τῆς ἀληθείας ἰσχὺν ἐπιδείκνυσιν; Ἀλλὰ γὰρ διὰ τοῦτο ταῦτά τε καὶ τὰς ἀντιλογίας προήνεγκεν ἡ τῆς ὑποθέσεως ἔρευνα, ἵνα σαφῶς ἐπιγνῷς ὡς εἰ καὶ συντόμως, πλὴν οὐ παρέργως τὴν τῶν πραγμάτων φύσιν εἰς φῶς προβαλλομένη προήνεγκεν. Ὁ μὲν οὖν παρὼν λόγος οὐ κατὰ πολὺ ἔλαττον τῆς συγγυμνασίας στοχαζόμενος, ἢ τῆς ἐν τῇ φύσει τῶν πραγμάτων ἐπιγνώσεως, ἐπιτόμως οὕτως ταῦτα διελήλυθεν. Εἰ δέ τις ἀπὸ τῶν ἱερῶν Λογίων, ἢ τῶν θεοφόρων ἡμῶν Πατέρων γλαφυρωτέραν τινὰ θεωρίαν μᾶλλον καὶ πρὸς ἀλήθειαν ἀνηγμένην μαθὼν ἀποκαλύψειεν, θᾶττον ἂν ἡμᾶς ὄψαιτο τὴν τῶν μαθητῶν καταλαμβάνοντας τάξιν ἀντὶ τοῦ ζητεῖν διδασκάλους νομίζεσθαι.
col. 543–544page 270 of 591

explicat quoque Photius, ut vidimus. De scriptione Photiana et quanti ponderis sint argumenta, quæ affert pro sua sententia stabilienda. A diversis actibus voluntatis dividunt quidam Græci voluntatem, in voluntatem naturalem, sen essen- tialem; et in voluntatem gnomicam, divisione Latinis, ut opinor, inusitata, et inaudita. Naturalem vocant, quæ homini convenit præcise ratione naturæ specifica: et quæ in omnibus hominibus eadem est, sicut et ipsa species humana eadem est præcise spectata, et ab omnibus conditionibus individuan- tibus abstracta. «Naturalis voluntas hominis est, inquit ex SS. Basilio, et Cyrillo, Anastasius Sinaita, contra Severianos, ‹ amare vitam, et quæ necessario ad vitam pertinent. Omnis enim homo, học ipsn, quod talis est, naturaliter amat vitam. › Gnomica voluntas vocatur hypostatica, personalis, electiva. • Gnomicas voluntates, inquit idem Anastasius, loco citato, varias habet nostra natura. Alius enim vult privatus esse, alius ædificare, alius agriculturam exercere, alius aliud agere, prout sunt variæ, peculiares, et quasi individuales gnomæ, sive sententiæ, seu decreta. Sanctus Maximus in suis definitionibus ita definit: Voluntas gnomica est voluntarius rationis im- petus, et motus in utramque partem rationis. Qua definitione describit naturam ejus actus, qui dici- tur electio, vel potius illum, qui ex parte rationis in discussione, et examine rerum ipsam electionem antecedit. Idem tamen in epistola ad Marinum, negat gnomen, seu sententiam esse ipsam electionem, sed dicit electionem potius esse effectum gnomæ, sententiæ. Et hoc maxime convenit cum illis, quæ traduntur 1·2, q. 13, art. 1, ubi docetur, nos tunc eligere, cum animadversis variis mediis, ad finem judi- cio rationis concludimus unum præ aliis esse amplectendum, atque adeo voluntate illud complectimur. Quæritur autem, uter potius actus formaliter sit electio? Prior ne ille rationis, quem sanctus Maxi- mus ad Marinum videtur vocare gnomen; an ille posterior voluntatis, quo unui medium præ aliis am- plectimur. Et communiter respondetur, in hoc posteriore actu formaliter et essentialiter consistere ‹lectionem: quamvis etiam illum alterum actum rationis præsupponat, et connotet. Ita ferme gnomen De eadem voluntate gnomica ita sanctus Damascenus lib. De fide orthodoxa, cap. 14: ‹ Sciendum est, non idem esse, velle, etπw Ochɛiv, hoc est, cum modo, seu modaliter velle. Nam velle naturæ est, sicut et videre. Omnibus enim hominibus inest. At vero, hoc vel illo modo velle, non est naturæ, sed nostræ gnomæ, seu sententiæ: sicut etiam, hoc, vel illo modo videre, puta bene, aut male. Non enim omnes homines eodem modo volunt. Neque eodem modo vident, quod etiam in actionibus apparet. Nam hoc, vel illo modo velle, videre, operari, est affectio, et modificatio usus actualis volendi, videndi, et operandi, in solo utente exsistens, eumque ab aliis separans. Simpliciter igitur aliquid velle, nimirum abstrahendo ab omni modo, est voluntas, vel potentia volendi: quæ nil est aliud, quam rationa's ap- petitio, et voluntas naturalis. At vero, hoc vel illo modo velle, est voluntas gnomica; et objectum hujus voluntatis est volitum gnomicum. » Et ut res exemplo declaretur: Voluntas comedendi simpli- citer, est voluntas naturalis in singulis ratione speciali existens. At voluntas comedendi aliquid hac vel illa qualitate affectum, ut dulce, acerbum, multum, parum, dicitur voluntas gnomica, seu mork, sell лŵç, id est, voluntas affecta aliqua qualitate, aut conditione; et non est naturæ, ut dicunt Græci, sed personæ. Et quia personæ variæ sunt, ideo et hæc voluntas est varia. Sic explicata voluntate gnomica, quæstio est, utrum voluntas gnomica fuerit in Christo? Et Photius quidem supra diserte negat. Idem videntur negare Damascenus, et Maximus supra. Argumenta molta affert Photius, ut vidimus. Præcipua tantum hic repetam, et clarius proponam. Primum. Voluntas gnomica, est voluntas personæ humanæ et creatæ. In Christo non fuit persona humana et creata; Ergo. Major patet: quia velle tantum vel tantum, dulce vel amarum, non potest esse naturæ, quia illa est eadem in omnibus et consequenter idem vult. Ergo voluntas gnomica est personæ : quæ, cum multiplicetur, non est mirum, quod etiam actus volendi multiplicetur, ita ut alius hoc velit, alius illud. Secundum argumentum. Electio non est in Christo, ergo nec voluntas gnomica. Antecedens patet : quia electio est corum, quæ in utramque partemn movent, hoc est, ad bona et ad mala, ut inquit Photius ex sancto Maximo. Probatur consequentia. Quia voluntas gnomica et electiva est una et eadem. Tertium argumentum. Si in Christo esset voluntas gnomica, tunc differret a voluntatibus gnomicis, quæ in unoqnoque homine spectantur. Differret etiam a voluntate Spiritus sancti, et Patris. Sed quæ- nam est ista voluntas, quæ nec est humana gnomica, nec omnino dicitur voluntas? Nec dici potest, istam voluntatem gnomicam in Christo, esse compositam partim ex divina, partim ex humana volun- tate : quia, ut ait Photius, ne cogitari quidem potest compositio voluntatis, sicut possumus intelligere hypostasin compositam ex natura humana et divina. Quartum argumentum. Si detur in Christo voluntas gnomica, faciet compositionem cum voluntate naturali Christi. Hoc dici non potest: quia si voluntas Christi esset composita, etiam natura ejus composita esset. Sed hoc dici non potest. Una enim est natura humana in Christo simplex: et inter humanam Christi, et divinam naturam, non datur ulla compositio in natura. Quintum argumentum. Si voluntas gnomica nascitur ex consilio et judicio, seu ex determinatione PHOTII PATRIARCHE CP. DISSERTATIUNCULA STEWARTHI

col. 545–546page 271 of 591

rationis ad unum, vel plara media ex aliis eligenda, sequitur eam in Christo non habere locum; sed nascitur inde : Ergo. Probatur sequela : quia ignorantia non habet locum in Christo, nec dubitatio. Haberet autem, si esset in illo voluntas gnomica, in qua, per consilium et determinationem rationis, est transitus ab ignorantia ad cognitionem, et ab incerto ad certum, et mutatio non amantis ad amorem. Sextum argumentum. Homines utentes voluntate gnomica, repugnant Deo : ergo non est in Christo. Septimum argumentum. Voluntas gnomica est propensa ad utramque actionem, honestam scilicet, ac pravam; ergo. - Propter hæc argumenta, Photius et alii ne gnomicam quidem divinam voluntatem statuunt in Chri- sto. Nam, si talis est in Christo, ifla aut eadem est cum voluntate divina naturali, aut diversa. Si eadem, habemus ergo intentum, non esse scilicet aliam divinam voluntatem, præter illam naturalem, tribusque personis communem. Si vero divina voluntaș gnomica in Christo est alia a naturali divina voluntate ; tunc erit diversa, quæ est in Patre, et Spiritu sancto. Sed hoc est absurdum, quia omnium personarum divinarum est eadem voluntas. Gnomica autem non est eadem, sed diversa in diversis hypostasibus. Quare isti auctores nec în Trinitate gnomicam voluntatem ponunt, maxime propter argumentum 5, 6 et 7. In Trinitate enim licet sint tres personæ, est tamen simpliciter unum et idem velle ac nolle. Observationes Stewartii. Hæc tamen et alia, quæ Photius disputat, non videntur concludere. Cujus argumenta ut solvantur, fatendum est, in Christo non fuisse voluntatem, vel actum voluntatis, quæ fuerit actus, vel potentia personæ creatæ. Clarum enim est in Christo personam crea- tam non fuisse. Interim tamen negari non potest in Christo fuisse voluntatem individualiter distinctam a voluntate individuali cujuscunque alterius hominis, abstrahendo ab hypostatica personalitate. Sicut etiam abstraliendo ab eadem, in Christo est individualis natura humana, distincta ab omni alia, et sub illa in communi comprehensa, tanquam quoddam illius individuum: cujus individualis naturæ est, individuales et singulares actiones producere, tam intellectus, quam voluntatis, quæ in individuo dis- tingnuntur ab actionibus aliarum naturarum individualium. Quamvis natura individualis producat istas actiones in aliis quidem hominibus, ut naturæ individuales subsistunt in personalitate creata. In Christo vero ut natura ejus humana subsistit in divino supposito; quod tamen suppositum per se non influit in actionem illam individualis voluntatis : quamvis nec mere per accidens, et concomitanter sese habet suppositum ad actionem illam voluntatis individualis, sed est conditio prærequisita ad agendum ex parte agentis : quatenus mullum agens naturale agere potest naturaliter loquendo, nisi exsistat in suppo❤ s'to. De quo latius Suarez, disp. 30 in Metaph. sect. 7. Jam vero, sicut Petrus, verbi gratia, per voluntatem suam individualem exsistentem in supposito creato, tendere potest tam in dulce, quam in amarum, tam in magnum, quam in parvum, et in cætera objecta conditionibus aliquibus affecta; ita potest etiam dulce, et amarum, etc., appetere per suam indi- vidualem volumatem Paulus, etc. Si ergo quivis homo singularis quatenus habet singularem naturam, . hoc potest, abstrahendo a personalitate, tanquam a principio influente in actionem illam voluntatis; quamvis non abstrahendo a personalitate, ut est conditio agendi naturaliter requisita : absurdum videtur dicere id Christum non potuisse, et quoties aliquid voluit, aut appetivit, ið tantum voluisse communi ratione boni, et in objectum tetendisse præcisis omnibus qualitatibus, et conditionibus particu- laribus. Quod si quis sententiam Græcorum accuratius consideret, plane videntur hanc voluntatem gnomicanı distinxisse realiter a potentia illa, quam vocant ipsi naturalem, quæque oritur ex ipsa natura specifica. Videntur etiam existimasse hanc voluntatem gnomicam, et actus ejus effective esse ab ipsa persona. Quod si ita esset, tunc clarum esset in Christo non posse poni voluntatem gnomicam creatam, cum in ipso non fuerit persona creata, ex qua hujusmodi voluntas humana gnomica flueret. Sed hæc fundamenta sunt falsa. Quia omnis actus voluntatis, qualiscunque sit, effective est ab illa potentia volendi quæ fluit ex intrinsecis principiis humanæ naturæ. Et suppositum hic nil aliud facit, quam quod est conditio, sine qua naturaliter loquendo, voluntas nullum actum possit elicere, sicut naturaliter non potest exsistere extra suppositum. Si tamen extra esset per divinam potentiam, posse etiain extra operari, nec requireret hanc conditionem suppositi, ut docet etiam Suare loco citato. Ad primum argumentum Photii, negatur major. Quia voluntas gnomica est naturæ, non personæ, nisi quatenus persona est conditio, sine qua voluntas naturaliter actum non eliceret. Ad probationem dico: Licet in singulis hominibus sit eadem voluntas secundum speciem, multiplicatur tamen individualiter in singulis. Et, licet voluntas in commumi abstrahat à tanto, vel tanto, etc., et ab aliis conditionibus parti- cnlaribus objectorum ; non repugnat tamen illi velle tantum, vel tantum, etc.; imo hoc ei est naturale, co ipse, quod omnia ista continentur intra latitudinem sui objecti, quod est bonum: sicut etiam potentia intelligendi non tantum potest tendere in verum in communi, sed etiam in hoc vel illud verum particulare, Loc vel illo veri modo affectum. Quare etiam voluntati humanæ, ut voluntas est, convenit, ut possit velle Lonum, et omnes differentias boni: item, ut possit fugere malum, et omnes differentias mali. Nam quod PATROL. GB. Cl. AD AMPHILOCHIUM QUÆSTIO LXXX.

col. 547–548page 272 of 591

postea actualiter iste vel iste non versatur, circa appetitionem hujus vel illius in individuo, cum tali vel tali modo, per accidens est: posset, si vellet, quantum est præcise ex ipsa voluntate, quæ ita est com- parata, ut homo per illam possit tendere in quodcunque particulare bonum, sub quocunque modo, qui sit intra latitudinem objecti voluntatis in communi. Ex quibus apparet etiam in Christo hanc voluntatem posse poni, non tantum in actu, quasi primo, sed etiam in secundo. Neque enim ullam imperfectionem includit velle tantum vel tantum, dulce vel ama- rum, etc. Et cum voluntas hæc gnomica non sit a persona, tanquam a principio emanationis, aut eſſe ctivo, nil refert, num exsistat in hypostasi humana et creata, ut fit in aliis hominibus: an vero in hypo- stasi increata, et divina, ut contingit in Christo; cum hypostasis sit voluntati tantum conditio sine qua non agendi. Ad secundum argumentum Photii negatur antecedens. Nam electionem esse in Christe patet ex illo Isaiæ (vu, 15) : Butyrum et mel comedet, ut sciat reprobare malum, et eligere bonum. Nee est de ratione electionis, ut possit etiam malum eligere. Satis est, ut habeat indifferentiam respectu bonorum. Et in Christo est liberum arbitrium, ut postea videbimus : ergo etiam electio. Ad tertium argumentum respondetur, voluntatem humanam gnomicam Christi individualem differre a voluntatibus gnomicis singulorum hominum, et differre etiam realiter a voluntate Patris et Spiritus sancti, sive spectetur ut est potentia, sive ut est actus. : Quartum argumentum nil valet. Nam voluntas gnomica est actus, non potentia. Et si est potentia, est eadem potentia secundum entitatem cum voluntate naturali, et specifica; et sic nulla est compositio vc- luntatum sed sunt tantum diversæ rationes, fundatæ in eadem entitate voluntatis. Et consequenter, nec erit compositio naturarum. Et, si argumentum valeret, probaret etiam in singulis hominibus esse com- positam voluntatem, et consequenter compositam naturam ex duabus naturis perfectis, et integris : na- turam enim ex imperfectis naturis componi nil est absurdi. Ad quintum negatur, de ratione consilii esse ignorantiam, vel dubitationem. Licet enim in nobis id ita accidat, eo quod non habeamus cognitionem omnium rerum, sicut Christus habebat; consilium tamen per se, non includit ignorantiam et dubitationem. Quod certum est, si consilium accipiatur pro ipso judicio, seu sententia, qua per rationem concluditur, quid sit agendu:n. Quo pacto consilium etiam in Deo poni potest. Si vero consilium accipiatur pro inquisitione de co, quod est agendum: sic quidem in nobis procedit consilium ex ignorantia et dubitatione; in Christo tamen tantum counotabat progres- sum ab uno ad alterum, absque ignorantia vel dubio. Nec hoc magis est absurdum, quam quod Christus discurrendo per intellectum, procedebat a præmissis notis, ad conclusionem notam; licet discursus dicatur esse a noto ad ignotum: sed hoc per accidens, ut patet etiam in viro docto, cum syllogismos facit de conclusione sibi non ignota. Ergo, sicut Christus fuit discursivus sine dubitatione; ita fuit etiam consiliativus sine ignorantia, etc. Nisi quis secundum sententiam, quæ negat Christum habere scientiam acquisitam a primo instanti incarnationis, dicere velit, ratione scientiæ practice acquisitæ, eum habuisse consilium secundo modo sumptum de co, quod nesciebat, non simpliciter, sed per scieu- tiam acquisitam. Etsi dubitatio etiam hic removeri debet. Neque enur in Christo ullus fuit actus intelle- ctualis dubitativus. Esse autem in Christo consilium, videtur etiam planum fleri ex eo, quod ab Isaia (tx, 6) appellatur magni consilii angelus. Ubi nomen consilii non tantum improprie, pro gnome, seu sententia, sed etiam pro ipsa inquisitione agendorum accipi potest. Ad sextum argumentum Photii respondetur, nil aliud probari, quam voluntatem guomicam non fuisse in Christo cum pcccabilitate : quæ non est perfectio, sed imperfectio. Ad septimum respondetur eodem modo. Non enim est de ratione voluntatis gnomicæ, ut possit tendere in bonum et in malum: sicut neque est de ratione liberi arbitrii, ut patet in Deo, etc. Ad id, quod Photius addit de voluntate divina gnomica, respondetur: voluntatem divinam Christi gnomicam entitate esse unam eamdemqué cuin voluntate Patris, et Spiritus sancti. Sicut etiam una et eadem est, quoad actum. Si emm voluntas gnomica hominum non distinguitur a voluntate naturali se- cundum entitatem, multo minus distinguetur in divinis. Et quamvis in hominibus, quoad actum, differat voluntas gnomica, non modo, quatenus individualis aclus unius non est individualis aclus alterius: sed etiam, quatenus unus vult, alter non vult, ut quatenus iste vult dulce, alter amarum, et sic sibi mutuo ob varias sententias repugnant: tamen in divinis học non fit; sed actus voluntatis unius personæ, est simpliciter etiam actus alterius secundum entitatem. Nec una persona vult hoc, alia illud, propter ejusdem numero naturæ, et consequenter voluntatis communicationem : sed numerica hæc distinctio actuum, et repugnantia circa objecta, non est simpliciter de ratione voluntatis gnomicæ, ad cujus rationem hoc tantum pertinet, ut sit alicujus individui, et proficiscatur ex gnome, seu sententia decretoque rationis circa agibile, et ut versetur circa objectum voluntatis conditione, vel quali - tate aliqua affectum, ut est tantum vel tantum, dulce vel amarum. Et quod in divinis non sit repugnau- tia voluntatis, nec quoad actum, nec quoad volitum formale, vel materiale, id fit propter identitatem ejusdem naturæ. Et si in humanis, verbi gratia, tres personæ communicarent, et suppositarent eamdem maturam, non esset etiam ulla diversitas in voluntate; et tamen optime possemus ibi constituere volun- tatem gnomicam, eo modo, quo voluntas ista hactenus explicata est. PHOTII PATRIARCH.E CP.

Question LXXXIQuæstio LXXXI

col. 549–550page 273 of 591
Dissertatiuncula Stewartii
PG 101:549Πότερον οἱ χλευάζοντες συνίεσαν λαλούντων γλώσσαις τῶν ἀποστόλων, ἢ οὔ; Εἰ μὲν γὰρ οὐ συνίεσαν, πῶς ἀπάσαις ἐλάλουν οἱ ἀπόστολοι; εἰ δὲ συνίεσαν, πῶς ἐθάρρησαν μέθην αἰτιάσασθαι, παρὰ πόδας τὸν ἔλεγχον ἔχοντες, αὐτῶν τῶν ἀκουόντων καὶ συνιέντων τὴν αἴσθησιν; Οὕτω μὲν ἄν τις εἴποι τὴν σὴν ἀπορίαν εἰς τὸ δριμύτερον μεταχειριζόμενος. Ἐγὼ δὲ φαίην ἂν τοὐναντίον· ὡς, εἰ μὴ συνίεσαν, οὐδ' ἂν εἰς μέθην τὸ θαῦμα διέβαλλον. Τί γὰρ ἄν τις καὶ διαβάλλειν ἐπιχειροίη ὅπερ οὐδὲ τῶν λυπούντων αὐτὸν εἴη; Ἀλλὰ συνίεσαν μὲν, ἀπηρέσκοντο δέ· τὰ γὰρ μεγαλεῖα ἔλεγον ἐκεῖνοι τοῦ Θεοῦ· ἐφ' οἷς, οἱ ἀγνωμονοῦντες νυττόμενοι, χλεύην ἐπεχείρουν τὸ θαῦμα ἐργάζεσθαι. Διὸ καὶ ὁ μακάριος Λουκᾶς, «Χλευάζοντες, φησὶν, ἔλεγον·», οἱονεὶ διασύροντες, ἐνδιαβάλλοντες, ἐπισκιάσαι τὴν θαυματουργίαν μηχανώμενοι. Πῶς οὖν συνιέντες, εἰς μέθην ἀνέφερον τὰ λεγόμενα; Ἀπὸ πολλῆς ἀπονοίας· ἐξ ὑπερβαλλούσης ἀνοίας· ἔθος γὰρ τοῖς τοιούτοις, ὅταν ᾖ μὴ καταθύμια τὰ λεγόμενα, κἂν ἄλλως πολύ τὸ σωτηριῶδες ἔχῃ καὶ ὠφέλιμον, παραφορὰν τῶν εἰρημένων, ἢ μέθην ἢ καὶ δαιμόνιον αἰτιᾶσθαι τοῦ λέγοντος· καὶ μήτε αὐτὸν ἐκεῖνον, ἃ λέγοι, συνιέναι· μήτε μὴν τὸν ἀκούοντα, καί τοι καὶ τοῦ λέγοντος ἐπὶ τὸ ἄπταιστον φθεγγομένου, καὶ τοῦ χλευάζοντος καὶ αἰτιωμένου, μέχρι τοῦ ἀκούειν καὶ συνιέναι, ὑγιῶς ἔχοντος. Ἐκεῖνοι δὲ καὶ μᾶλλον ἐθάρρουν μέθην ἐγκαλεῖν, ὅτι τῇ ἰδίᾳ γλώσσῃ ἀκούοντες, τοὺς ἄλλους δὲ διὰ τὸ ἑτερόγλωσσον μὴ συνιέναι νομίζοντες, οὐδ' ἔλεγχον τῆς συκοφαντίας εὑρεῖν ἐξ ἑτοίμου ὑπελάμβανον. Αὐτοὶ μὲν γὰρ συνίεσαν· τοὺς δὲ συμπαρόντας, δι' οὓς καὶ πρὸς μέθην τὸ θαῦμα κατέφερον, πόρρω τοῦ συνιέναι ἐτόπαζον. Καὶ θαυμαστὸν οὐδέν. Ὥσπερ γὰρ τῆς Δεσποτικῆς ἐξουσίας, ἐλαυνούσης τὰ δαιμόνια, συνίεσαν μὲν καὶ ἔβλεπον τὰ παράδοξα, δέον δὲ ὑμνεῖν καὶ προσκυνεῖν, εἰς βλασφημίας ἀπήγοντο· καὶ νόσους πάσας καὶ πάθη πάντα ὁρῶντες φυγαδευόμενα, τῶν θαυμάτων τὴν ὑπερβολὴν καὶ τῆς εὐεργεσίας, φθόνου καὶ συκοφαντίας καὶ φόνου ὕλην εἰργάζοντο· οὕτω καὶ νῦν οὐκ ἔχοντες ἐξαρνήσασθαι τὸ ὑπερφυὲς τῶν γλωσσῶν καὶ παράδοξον, ὁμοίως τῇ βασκανίᾳ ἀνερεθιζόμενοι, μέθην κατασκεδάζειν τοῦ θαύματος οὐκ ἐνεκαλύπτοντο. Καὶ σκόπει κακουργίας ὑπερβολὴν, ἐν ἴσῳ τὴν ἄνοιαν ἔχουσαν. Ἐπεὶ γὰρ ἀπίθανον ἦν, καθ' ὥραν μάλιστα τρίτην, μέθῃ διδόναι τοὺς ἀποστόλους, ἀνθρώπους ἀρετῆς τε κήρυκας, καὶ ἐν μέσοις φόβοις καὶ κινδύνοις ἐναπειλημμένους, ἐπὶ τὸ τοῦ πόματος πρότα

Question LXXXIIQuæstio LXXXII

col. 551–552page 274 of 591
PG 101:551φατον (καί τοι τῶν βοτρύων οὔπω πρὸς ὥραν ὄντων, ἀλλ᾽ ἄρτι τὴν γεηρὰν ἰκμάδα εἰς ἄνθος ἀποτριβομένων) καταφεύγουσι, καὶ τῇ ποιότητι τὴν ὕβριν συνδιαπλέκουσι, « Γλεύκους, λέγοντες, μεμεστωμένοι εἰσίν. » Ἐν οἷς γὰρ τὸ ἱταμὸν τῆς γνώμης ἀκατάσχετον, μόνος πρόκειται σκοπός, οὐχ ὅπως τι δέον καὶ μὴ καταγέλαστον εἰπεῖν, ἀλλὰ δι᾽ ὧν ἄν τις τύχοι τὸ μανιώδες καὶ ἀλόκοτον ἐμπλῆσαι τῆς ψυχῆς, καὶ τὴν ἐπὶ τοῖς ὁρωμένοις ἀμηχανίαν παραμυθήσασθαι. Διὸ καὶ ὅπερ ἔδοξαν ἐκ περινοίας εἰπεῖν, εἰς πολλὴν αὐτῶν ἄνοιαν καὶ ἀπόνοιαν τελευτᾷ. ΕΡΩΤΗΣΙΣ ΠΕ. Πῶς οὐκ ἔστιν ἐναντίον τὸ λαβεῖν τὸ ὄνομα τοῦ Κυρίου καὶ Θεοῦ ἐπὶ ματαίῳ; Λαμβάνουσι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ αὐτῶν ἐπὶ ματαίῳ· οἱ μὲν τῆς Παλαιᾶς, εἰδώλοις αὐτὸ περιάπτοντες καὶ περιτιθέντες, καὶ οἱ ἐπιόρκῳ καθευβρίζοντες ὅρκῳ, καὶ δὴ καὶ εὐτραπελίαις, ἤ τισιν ἄλλαις συνεφέλκοντες αὐτὸ ἀργολογίαις. (Τούτων γὰρ ἕκαστος, ὡς ματαίᾳ κέχρηται τῇ τοῦ Θεοῦ προσηγορίᾳ.) Οἱ δὲ τῆς Νέας· ἐπειδ᾽ ἂν, παρὰ τὸν τεθέντα νόμον, ὅρκῳ τὴν αὐτοῦ καθυποβάλλωσι κλῆσιν. Δεῖ γάρ τι τελειότερον τοὺς ἐν τῇ χάριτι, τῶν πρὸ ταύτης, ἔχειν. Ἔπειτα δὲ, καὶ οἱ τὸν Υἱὸν ἀλλοτριοῦντες τῆς πατρικῆς οὐσίας, καὶ μετὰ τῶν κτισμάτων τιθέντες. Εἶτα πάλιν, ὥσπερ ἐκ μεταμελείας εἰς τὴν τῆς θεότητος αὐτὸν εἰσποιοῦντες κλῆσιν. Κτίσματι γὰρ οὗτοι τὸ θεῖον ὄνομα περιτιθέντες, ἐκτόπως αὐτὸ ματαιοποιοῦσι. Καὶ δὴ, καὶ οἱ ταῖς ἐριστικαῖς ἁμίλλαις, ὥσπερ τι τῶν τυχόντων, αὐτὸ ὧδε κἀκεῖσε, οἷα δὴ κύβοι, παίζοντες, περιστρέφοντες καὶ διακωδωνιώντες· ὅπερ μάλιστα ποιοῦσιν οἱ ταῖς αἱρετικαῖς ἐμματαΐζοντες λέσχαις. Ἔτι δὲ λαμβάνουσι καὶ νῦν ἐπὶ ματαίῳ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ ἡμῶν, οἱ ἀδιάφορον τολμῶντες λέγειν τήν τε Χριστοῦ εἰκόνα, καὶ τὴν τοῦ Ἀντιχρίστου ἤτοι τὰ εἴδωλα τῶν Ἑλληνικῶν σεβασμάτων. Πάντες γὰρ οἱ τοιοῦτοι, ματαίαν καὶ ἀνωφελῆ τὴν Δεσποτικὴν προσηγορίαν, τό γε ἧκον εἰς τὴν αὐτῶν τόλμαν. Δεῖ γὰρ παντὶ τρόπῳ τὴν θείαν κλῆσιν, φρικτήν τε καὶ σεβασμίαν ἡγεῖσθαι· καὶ μήτε ὅρκοις ὅλως χαίρειν, μήτε καθυβρίζειν ἐπιορκίᾳ· ἀλλὰ μηδὲ περιάπτειν εἰδώλοις· μηδὲ μετὰ τὴν Ἀρείου νόσον θεοποιεῖν τὴν κτίσιν, κατὰ τοῦ Κτίσαντος· μήτε μὴν ἀδιάφορον ἡγεῖσθαι τὸ ταύτης ἀξιωμένον τῆς κλήσεως, καὶ τὸ κληρωσάμενον τὴν ἐναντίαν· μηδ᾽ αἱρετικαῖς πεττεύειν αὐτὸ λογομαχίαις· ἀλλὰ μηδὲ περιτταῖς τισι συνανακιρνᾶν καὶ συναναφύρειν ματαιολογίαις· ἐν μόναις δὲ ταῖς ἱεραῖς ἡμῶν εὐχαῖς τε καὶ τελεταῖς καὶ ταῖς προσηκούσαις διδασκαλίαις, τὸ σωτήριον ἐκεῖνο καὶ θαυμαστὸν
col. 553–554page 275 of 591
PG 101:553ὄνομα, εἰς κοινὴν ὠφέλειαν παραλαμβάνειν. Ἅ σ' ἂν παραφυλαττόμενος, φυλάξεις τε ἅμα, καὶ καλῶς νοήσεις, τὴν θείαν ἐκείνην νομοθεσίαν, τὴν λέγουσαν, Οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ. ΕΡΩΤΗΣΙΣ ΠΓ΄. Τί ἐστι πνεῦμα Πύθωνος; Τὸ ἐμφωλεύον τῇ ἀνθρωπείᾳ γαστρὶ πονηρὸν, καὶ ἄξιον τὴν κοπροδόχον οἰκεῖν, ἀκάθαρτον πνεῦμα, οἱ μὲν τῆς εὐσεβείας, λίαν ἐμφερῶς προσωνομάκασιν ἐγγαστρίμυθον· τῶν δὲ παρ᾽ Ἕλλησιν οἱ μὲν πλεῖστοι, ἐντερόμαντιν· ἕτεροι δὲ ἐγγαστρίμαντιν ὀνομάζουσι. Σοφοκλῆς δὲ ἄρα καὶ Πλάτων, ὑπὲρ τοῦ δαιμονίου, τῆς γαστρὸς τὴν οἴκησιν αἰσχυνόμενοι, ὁ μὲν (ἅτε ποιητικός τις ὤν, καὶ πολὺ τὸ ἄρετον ἐπὶ τῆς γλώσσης ἔχων, καὶ αὐτόνομον) ἀντὶ γαστρὸς αὐτῷ τὰ στέρνα χαρισάμενος, στερνόμαντιν μετωνόμασεν· ὁ δὲ, τὸ ἐμφανὲς ἴσως τοῦ ψεύδους ἐκκλίνων, ἑτέρᾳ δὲ μεθόδῳ κλέπτων τὴν ὕβριν, Εὐρυκλέα καλεῖ τὸ γαστρίοικον. Οὕτω, φασί, κληθέντος πάλαι τινὸς, ἐπὶ τῷ πάθει διαβοηθέντος· ἀφ᾽ οὗ καὶ τοῖς ἐφεξῆς τὴν προσηγορίαν νέμουσιν. Ἔοικε γὰρ τὸ δαιμόνιον τοῦτο φύλον, οὐ γυναίων μόνον, ἀλλὰ καὶ ἀνδρῶν τῇ κόπρῳ φιλεῖν ἐγγαστρίζεσθαι. Λαοπλάνον δὲ τοῦτο, καὶ τῆς ἐσχάτης ἀπωλείας, τοῖς προσέχειν αὐτῷ ἀναπεπεισμένοις, πρόξενον. Καλοῦσι δὲ αὐτὸ πολλοὶ τῶν Ἑλλήνων καὶ Πύθωνα· ὅπερ οἶμαι καὶ τῇ τῶν Φιλιππησίων παιδίσκῃ ἐγγαστριζόμενον, τὸν ἐκ τῆς πλάνης ἔρανον, τοῖς κυρίοις αὐτῆς, οἷα δὴ καὶ αὐτοῦ δι᾽ ἐκείνης δεσπόζουσι, κατατίθεσθαι. Ὃ δὴ κακομηχάνῳ γνώμῃ καὶ τὸν θεσπέσιον Παῦλον ἐπαίνων ἐγκωμίοις μελετῆσαν ὑπέρχεσθαι, μισθὸν τῆς κολακείας, τὴν ὑπερορίαν, εὗρε, τῆς ἀδίκου καὶ φίλης οἰκήσεως. ΕΡΩΤΗΣΙΣ ΠΔ΄. Τό, « Ἐφ᾽ ᾧ πάντες ἥμαρτον, » ὅπερ Παῦλος μὲν ὁ θεῖος ἔφησε, σὺ δὲ μαθεῖν ᾔτησας, τούτου δὴ τὴν διάνοιαν, οἱ μὲν, ἐφ᾽ ᾧ, τῷ Ἀδάμ· οἱ δὲ, ἐφ᾽ ᾧ τῷ θανάτῳ, συνυπακούοντες ἀποδιδόασιν. Ἐμοὶ δὲ οὐδέτερον δοκεῖ. Οὐδὲ γάρ τι συνυπακούειν δεῖ, αὐτόθεν ἔχοντος τοῦ ῥητοῦ τὴν ἐντέλειαν. Τὸ γὰρ, « Ἐφ᾽ ᾧ πάντες ἥμαρτον, » νῦν οὐ προσώπου τινὸς, οὐδ᾽ οἷον προσώπου, δεικτικόν ἐστιν· ἀλλ᾽ αἰτίας μάλιστα παραστατικόν· οἷον, « Ἐφ᾽ ᾧ πάντες ἥμαρτον, » διότι πάντες ἥμαρτον. Καὶ μυρία μὲν, καὶ παρὰ τοῖς ἔξω, ἡ τοιαύτη συνθήκη τῶν λόγων· ἀρκέσει δ᾽ οὖν ὁ θεῖος Παῦλος, αὐτὸς ἑαυτοῦ τὰς λέξεις ἑρμηνεύων. Λέγει γὰρ ἀλλαχοῦ, « Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει, στενάζομεν βαρούμενοι, » εἶτα, « Ἐφ᾽ ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ᾽ ἐπενδύσασθαι. » Περίδηλον γὰρ ἐκ τούτου, ὡς τὸ ἐφ᾽ ᾧ, αἰτίας αὐτῷ σημαντικὸν παρειλήφθη· τουτέστι, Διὰ τοῦτο στε

Question LXXXVQuæstio LXXXV

col. 555–556page 276 of 591
Quæstio LXXXIII - LXXIV
PG 101:555ἐπενδύσασθαι. Ἔστι γάρ, πλατύτερον εἰπεῖν, ὁ νοῦς τοῦ ῥητοῦ τοιοῦτος· Στενάζομεν ἐν τῷ σκήνει ὄντες βαρούμενοι. Τί οὖν; ἀποδύσασθαι τὸ σῶμα θέλεις ὃ χεῖρες ἔπλασαν Θεοῦ, καὶ ψυχὴν αὐτῷ θεῖον ἐμφύσημα συνηρμόσατο; Οὐχ, φησι· μὴ γένοιτο· οὐ γὰρ διότι οὐκ ἀποδύομαι στενάζω, ἀλλὰ διότι οὐκ ἐπενδύομαι· ἐπένδυσιν καλῶν, τὸ μετὰ τῆς ἀφθαρσίας αὐτῷ περιβαλέσθαι, καὶ οἷον ἀπαρχῆς διεπέπλαστο. Διὸ καὶ εὐθὺς ἐπάγει· «Ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.» Οὐ διότι οὖν οὐκ ἀποτίθεμαι τὸ σῶμα, στενάζω, ἀλλὰ διότι οὐ περιτίθεμαι αὐτὸ μετὰ ἀφθαρσίας καὶ ἀϊδίου ζωῆς. Οὐ μόνον δὲ ἐντεῦθεν δῆλον, ὡς τὸ ἐφ᾽ ᾧ, αἰτίας ἐστὶν αὐτῷ δηλωτικόν· ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς τοῦ προκειμένου ῥητοῦ διανοίας. Λέγει γάρ, ὅτι τοῦ Ἀδὰμ ἁμαρτηκότος, εἶτα θανάτῳ κατακριθέντος, καὶ τὸ ἐξ αὐτοῦ γένος εἰσεπράχθη τὸν θάνατον. Ἀλλ᾽ οὐχ ἁπλῶς φησιν, οὐδὲ ἀκρίτῳ λόγῳ· ἀλλ᾽ «Ἐφ᾽ ᾧ πάντες ἥμαρτον·» τουτέστιν, ἀλλὰ «Διότι πάντες, ὡς ὁ γεννησάμενος, ἥμαρτον.» Τοῦτο γὰρ αὐτοὺς κοινωνοὺς καὶ τῆς τιμωρίας ἀπέφηνε. Καὶ γὰρ ἡ κοινωνία τῆς πράξεως εἰς τὴν κοινωνίαν αὐτοὺς τῆς καταδίκης συνήλασεν. ΕΡΩΤΗΣΙΣ ΠΕ΄. Τί σημαίνει τὸ μὴ ἑτεροζυγεῖν ἀπίστοις; Ὅπερ ἠρώτησας τί ἐστιν, «Μὴ ἑτεροζυγοῦντες ἀπίστοις,» διττήν, οἶμαι, τὴν ἔννοιαν ἔχει. Ἢ, ὅτι οὐ δεῖ ὑμᾶς ἑτεροῤῥεπῶς ἔχειν πρὸς τοὺς ἀπίστους, κἀκείνων μᾶλλον τοῖς μύθοις προσέχειν, ἤπερ τῇ τῶν πιστῶν διδασκαλίᾳ· ἢ ὅτι οὐ δεῖ ὑμᾶς, ὡς οἰκείοις καὶ ἑτέροις ἑαυτοὺς τοῖς ἀπίστοις συζευγνύναι, καὶ τὴν αὐτὴν τῆς ἀσεβείας αὔλακα τέμνειν. Τοῦτο δὲ καὶ ὁ παλαιὸς ἀποθεσπίζει νόμος, «Οὐ καταζεύξεις τὰ κτήνη σου,» λέγων, «ἑτεροζύγων·» «Οὐχ ὑποβαλεῖς τὰ κτήνη σου ἀνομοφύλῳ.» Προστάττει μὲν γὰρ διὰ τούτων, μήτε εἰς γένεσιν, μήτε εἰς ἄλλην τινὰ ἐργασίαν, δεῖν τοῖς ἑτερογενέσι ζώοις τὰ οἰκεῖα κτήνη συνάπτειν· τὸ μὲν γὰρ δύσχρηστον, τὸ δὲ τοὺς θεσμούς ἐστιν ἀνατρέπειν τῆς φύσεως· παρεγγυᾶται δὲ μᾶλλον, διὰ τῆς ἐπὶ τῶν ἀλόγων νομοθεσίας, ὡς παντὶ τρόπῳ προσήκει τοὺς λογικούς, φεύγειν τὴν πρὸς τοὺς κατὰ πίστιν ἑτεροφύλους κοινωνίαν· καὶ μήτε εἰς γαμικὴν ὁμιλίαν αὐτοῖς συνιέναι, μήτε συνεργοὺς εἰς πνευματικὴν ἐργασίαν παραλαμβάνειν. Διαφθερεῖ γὰρ ὁ τοιοῦτος καὶ τὸν σὸν πόνον μᾶλλον, ἀλλ᾽ οὐ συναύξει. Τί δὲ δεῖ καὶ τὸ εὐγενὲς τῆς σῆς εὐσεβείας νόθοις γένεσι συναναφύρεσθαι; Ἀλλ᾽ ὁ μὲν νοῦς, ὥσπερ ἔφημεν, τοῦ ῥητοῦ, διττὸς ὤν, τὸν αὐτὸν τῆς ὠφελείας καρπὸν ἐκβλαστάνει. Τὸ μέν τοι διάφορον τῆς ἐννοίας,
col. 557–558page 277 of 591
PG 101:557διάφορον δηλονότι καὶ τὴν γραφὴν ἀπαιτήσει· ἡ μὲν γὰρ προτέρα, βραχεῖαν τὴν μετὰ τὴν ἄρχουσαν συλλαβήν· ἡ δὲ δευτέρα, μηκυνομένην εἰς φθόγγον ἕξει. Σὺ δέ μοι ἐν Κυρίῳ ἔῤῥωσο. ΕΡΩΤΗΣΙΣ ΠΕ'. Θαυμάζω μάλιστα, εἰ καὶ σοι γραμματικευομένῳ, καὶ ταῖς τῶν ποιητῶν λεσχηνεύοντι μελέταις, τὸ ἐγκομβώσασθαι βαρβάρου φωνῆς, ἀλλ' οὐχ Ἑλληνικὴ λέξις, ἔδοξεν. Ὁ μὲν γὰρ μακάριος καὶ κορυφαῖος Πέτρος, οὐδὲν περὶ τὴν ἐκλογὴν τῶν Ἑλληνικῶν ὀνομάτων σπουδάζων, ταύτην τοῖς ἑαυτοῦ παρείληφε γράμμασιν. Οὐ γὰρ ἠχώ τινα καὶ τέχνην ῥημάτων, οὐδὲ λεξιδίων ψόφον, καὶ κτύπον ῥημάτων, δι' ὧν τινες τὰ τῶν μειρακίων ὑπογαργαλίζουσιν ὦτα, καὶ κρότον ἑαυτοῖς ἐγείρουσιν ἐκεῖθεν, ἀλλὰ ψυχῶν σωτηρίαν τοῖς ἀκροαταῖς ἐνθεῖναι φροντίδα μ' ἐτίθετο. Σὲ δ' οὖν Ἐπιχάρμου μάλιστα, καὶ Ἀπολλοδώρου τοῦ Καρυστίου, τῶν σῶν, μεμνημένον, ἐχρῆν περιπτύσσεσθαι μᾶλλον, ἢ δυσχεραίνειν, τῇ λέξει. Ὁ μὲν γὰρ πολλαχοῦ, καὶ κατὰ διαφόρους ἐγκλίσεις σχηματίζων τὴν λέξιν, ἐχρήσατο ταύτῃ. Ἐγκεκόμβωται γάρ, φησί, καὶ ἀπερεμφάτως, ἐγκομβώσασθαι. Ὁ δὲ Καρύστιος, ἐν Ἀπολειπούσῃ (εἰρήσθω γὰρ εἰς τὴν σὴν χάριν καὶ ἡ χρῆσις·) τὴν ἐπωμίαν, φησί, πτύξασα διπλῆν, ἄνωθεν ἐνεκομβωσάμην. Οὓς ἐχρῆν ἀναλαμβάνοντα, μὴ βαρβαροφωνίας τὸν τῆς ἀληθείας κήρυκα αἰτιᾶσθαι· ὑπερθαυμάζειν δὲ μᾶλλον, ὅτι καὶ τῆς τοιαύτης σπουδῆς, ὡς παιδιᾶς ὑπερορῶν, ὅμως κατὰ τοὺς τῶν Ἑλληνικῶν κριτὰς ὀνομάτων ἔστιν οὔ, τὰς ἑαυτοῦ ἐπιστολὰς ἐξεδίδου· διδοὺς ἐκ τῶν τοιούτων ἐννοεῖν, ὡς εἴπερ ἔμελλεν αὐτῷ λεξειδίων ἦχος καὶ τέρψις, ῥᾴδιον ἦν αὐτῷ κἂν τούτοις ὑπερθαυμάζεσθαι· καὶ εἴγε ψυχῶν τινων σωτηρίαν, ἐκ τῆς τοιαύτης σπουδῆς προϊοῦσαν συνεώρα, ἴτης ἂν αὐτοῦ τοὺς λόγους, τῷ ἐμφύτῳ κάλλει, οὗ καὶ νῦν μέτοχοι, τοσοῦτον τῶν Πλατωνικῶν γοητευμάτων, καὶ τῆς Δημοσθενικῆς κομψείας, καὶ τῆς Θουκυδίδου μεγαλορρημοσύνης, ἔχοντας τὸ ὑπερέχον, ὅσον τῶν Ἀσιακῶν (οὐδὲ γὰρ ἂν ἡδέως εἴποιμι τῶν κακοζήλων διὰ σέ), τούτους φασὶν ὑπερκεῖσθαι. Καὶ δῆλον ἐντεῦθεν. Ὁ γὰρ τὰ πολλῷ μείζονα καὶ ὑπερφυῆ λαβών, ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων, εἰ κέρδος τι τοιοῦτον ἐφύετο ἐκεῖθεν, οὐκ ἂν οὐδὲ τῆς μειρακιώδους ταύτης ἔχων τὸ ἧττον ἐφάνη φιλοτιμίας· ἀλλὰ κἂν τούτοις, τὸ κατὰ πάντων κράτος, καὶ χωρὶς ἀγῶνος, ἐδείχθη ἂν ἀναδεδειγμένος. ΕΡΩΤΗΣΙΣ ΠΖ'. Τί δήποτε, διαπυνθάνῃ, βοῶν καὶ λεόντων, ἀετῶν τε καὶ ἀνθρώπων μορφαῖς αἱ τῶν Χερουβὶμ ὄψεις τοῖς θείοις προφήταις ἐνεφανίσθησαν; Ἀλλὰ τὰς μέν, τοῖς

Question LXXXVIIIQuæstio LXXXVIII

col. 559–560page 278 of 591
Quæstio LXXXVI - LXXXVII
PG 101:559κἀκείνους δὲ παρορᾷν, οἳ τοὺς λόγους ἔφασαν ν ετάχθησαν ἔφοροι, διὰ τῶν σχημάτων ἐκείνων αἰνέττεσθαι· βοῶν γὰρ αὐτοῖς οὗτοι, καὶ ἀνθρώπων, ἀετῶν τε καὶ λεόντων, οὐκ οἶδ᾽ ἀνθ᾽ ὅτου, τὴν ἐφορίαν ἐγχειρίζουσι· Πλατωνικώτερον μᾶλλον, δι᾽ ἑτέρων λόγων, τὰς εἰδέας εἰσάγοντες, ἢ εὐσεβέστερον παριστῶντες τὸ ζητούμενον. Ἐγὼ δὲ φαίην ἂν, ὡς οὐχ ὧν ἔφοροι τυγχάνουσι, ταῦτα διὰ τῶν σχημάτων ἐμφανίζουσι· πολλοῦ γε καὶ δεῖ· εἷς γὰρ ἁπάντων δημιουργός τε καὶ ἔφορος. Ἀλλ᾽ ἐκεῖνο τρανῶς ἐν τοῖς τύποις δεικνύουσιν, ὡς ὁ τὴν γῆν τε καὶ τὸν ἀέρα, καὶ τὸν οὐρανὸν, καὶ τὰ ἐν αὐτοῖς ὑποστήσας (ἐν τούτοις γὰρ τῶν ἐμφαινομένων ζώων, τοῖς τόποις, ὅ τε βίος καὶ ἡ γένεσις) αὐτός ἐστιν οὗτος, ὁ καὶ τὰς ὑπερουρανίους δυνάμεις οὐσιώσας, καὶ παραγαγὼν εἰς ὑπαρξιν. Ἔπειτα δὲ, διὰ τούτων ὁ λόγος διδάσκει, ὅτιπερ καθ᾽ ὃν τρόπον ἄνθρωπός τε καὶ βοῦς καὶ λέων, καὶ ἀετὸς, καὶ τἆλλα τῶν κτισμάτων, εὐχερῶς καὶ ῥήματι μόνῳ συνέστη· οὕτω δὴ, οὕτω καὶ ἡ μακαρία φύσις ἐκείνη, λόγῳ τοῦ Κτίσαντος, ἐκ τοῦ μὴ ὄντος ἤχθη πρὸς γένεσιν. Τὰ γὰρ, ἐκείνῃ τῇ ἀσωμάτῳ καὶ ἀσχηματίστῳ φύσει, μορφάς τινας καὶ τοιαῦτα σχήματα παρυποδείξαι οὐδὲν ἕτερόν ἐστιν, ἢ ἕνα τε καὶ τὸν αὐτὸν ἁπάντων Ποιητὴν ὑπάρχειν, ἐπιδεδειχέναι· καὶ ὅτι οὐδὲν ἐργωδέστερον, ἢ τἆλλα τῶν κτισμάτων, ἡ ἀσώματος καὶ νοερὰ φύσις ὑπέστη· ἐν πᾶσι παραπλησίως καὶ ἰσοσθενῶς, τοῦ θείου καὶ ἀπειροδυνάμου δρώντος βουλήματος. Εἰ βούλει δὲ, πρὸς τούτοις καὶ τρίτον ἄλλο διδάσκουσιν αἱ ἐν τοῖς Χερουβὶμ ὁμοιώσεις, ὅτι ὥσπερ ἄνθρωπός τε καὶ ἀετὸς καὶ βοῦς, καὶ ἁπλῶς ἕκαστον τῶν κτισμάτων, τῷ Δεσποτικῷ προστάγματι πειθαρχεῖ, καὶ τὴν ἐκεῖθεν ἐντολὴν ὑποπτήσσει· οὕτω δὴ οὕτω, καὶ πᾶσα ἡ ὑπερκόσμιος τε καὶ ὑπερουράνιος οὐσία τοῖς αὐτοῦ νεύμασιν ὑπείκει, καὶ πρὸς ἅπαν τὸ κελευόμενον προθύμως ὑπηρετεῖται. Τάχα δ᾽ ἄν σοι, καθ᾽ ἑαυτὸν σκοποῦντι, ἐκ τῶν εἰρημένων καὶ ἕτεραι προσεξευρεθήσονται αἰτίαι· αἷς ἂν ἡδέως ἐντύχοιμι. ΕΡΩΤΗΣΙΣ ΠΗ. Ἐρωτᾷς, πῶς ἔστι λέγειν, «Θεὸν τὸν Πατέρα, Θεὸν τὸν Υἱὸν, Θεὸν τὸ Πνεῦμα,» καὶ μὴ εἰς ἀνάγκην περίστασθαι, τρεῖς, ἀνθ᾽ ἑνὸς, Θεοὺς ἀνομολογεῖν; Ἐγώ σοι σαφῶς καὶ συντόμως ἐρῶ. Παραδείγματα μὲν γὰρ πολλὰ καὶ ποικίλα, τοῖς θείοις ἡμῶν Πατράσιν, εἰς τὸ διαλῦσαι τὴν ἀπορίαν ταύτην, ὑπ᾽ αὐτῆς τῆς ἀληθείας, ὑπὲρ ἧς ἐσπούδαζον, ἀφθόνως τε ἐχορηγήθη καὶ εἰς δέον διατέτακται· ὧν εἴ τις ἐπιμνησθῆναι θελήσειε, βιβλίον ὅλον ἀντ᾽ ἐπιστολῆς ἂν γράψειε. Τοῦτο δὲ ἄλλως οἶμαι περιττόν· τί γάρ
col. 561–562page 279 of 591
PG 101:561ἑνὸν τοῖς ἀρχαίοις, καὶ ἐξ ἑτοίμου, προσομιλεῖν. Σὺ δὲ οὐ γὰρ ἔχω πῶς ἀνεπαχθέστερον εἴπω) ἀντὶ τῶν πάλαι καλῶς γεγραμμένων, καινῶν προσδέῃ γραφέων, ἐξιδιουμένων τὰ πρὸ αὐτῶν καὶ ἀλλότρια. Ἀλλὰ χωρὶς ἐκείνων, τὸ σύντομον καὶ σαφές, καὶ οὐδὲ χωρὶς τοῦ συμπείθειν, μετὰ προσοχῆς ἄκουε· ἔχει δὲ ὧδε· Θεὸν καλεῖς τὸν Πατέρα πότερον τεμὼν τὴν ὑπόστασιν, καὶ ἀλλοτριώσας τῆς ἐν αὐτῷ καὶ κοινῆς θεότητος, ἢ οὐκ ἂν τολμήσαις εἰπεῖν; οὕτω γὰρ ἂν εἴη τὸ τιμᾶν καὶ ὀνομάζειν Θεὸν τὸν Πατέρα, τῆς ἐσχάτης βαρύτερον ὕβρεως, ἀποσπάδα τινὰ καὶ παραφυάδα νοεῖν τῆς ὁλικῆς καὶ ὑπερουσίου Θεότητος· ἐξ οὗ πᾶσα θεία, καὶ τοῖς ἐν διαιρέσει καὶ ῥεύσει τὸ εἶναι λαχοῦσιν, ἕνωσίς τε καὶ συνοχὴ καὶ συνάφεια. Ὁρᾷς πῶς ἂν ὀρθῶς ἐννοηθείης τε καὶ φήσαις Θεὸν τὸν Πατέρα. Οὐκοῦν οὐδὲ τὸν Υἱὸν Θεὸν ὀνομάζων, ἀφοριεῖς τῆς αὐτῆς Θεότητος· εἴπερ μὴ κατ' ἄλλην μὲν ἔννοιαν τὸν Υἱόν, κατ' ἄλλην δὲ τὸν Πατέρα Θεὸν ὑπεκρίνω ἀποφαίνεσθαι· οὐδὲ τὸ Πνεῦμα δὲ δηλονότι· ἡ αὐτὴ γὰρ ἂν παρακολουθήσῃ κακόνοια. Εἰ τοίνυν ἕκαστον τῶν τριῶν, καθ' ἑαυτὸ τῷ νῷ λαμβανόμενον, καὶ Θεὸς, καὶ Θεὸς, καὶ Θεὸς ὀνομαζόμενον, οὐδαμῆ οὐδαμῶς τῆς ἐνθεωρουμένης καὶ μιᾶς ἀπετμήθη Θεότητος· εἰκότως ἄρα καὶ σὺν ἀλλήλοις λαμβανόμενα, οὐ τρεῖς Θεούς, ἀλλ' εἷς τὰ τρία Θεὸς δοξασθήσεται. Εἰ μὲν γὰρ Θεὸς ἐλέγετο, καθ' ἑαυτὸ νοούμενον ἕκαστον, ὡς εἰς ἰδίαν καὶ ἔκφυλον Θεότητα ἀναγόμενον, εἰκότως ἂν, σὺν ἀλλήλοις, καὶ τρεῖς Θεοὶ ὠνομάζοντο. Εἰ δὲ, ὡς τὴν αὐτὴν ὁμοτίμως καὶ μίαν Θεότητα συναγόμενον, Θεὸς τῶν τριῶν ἐκαλεῖτο ἕκαστον· τίς ὁ βιαζόμενος, τὰ μηδαμῆ μηδαμῶς τῆς ἐνθεωρουμένης αὐτοῖς καὶ συμπληρωτικῆς διαιρεθέντα Θεότητος, τρεῖς λέγειν Θεούς; μᾶλλον δέ, πῶς οὐκ ἀνάγκη πᾶσα, τὰ τρία λέγειν ἕνα Θεόν, οὐδαμοῦ διαιρεθέντος οὐδενὸς τῶν τριῶν τῆς ἐνιαίας καὶ ἀτμήτου καὶ ἀδιαιρέτου Θεότητος; ΕΡΩΤΗΣΙΣ ΠΘ. Πόσα σημαινόμενα ἔστιν εὑρεῖν ἐν τῇ Γραφῇ τῆς Θεοῦ φωνῆς; α. Τρία σημαινόμενα τοῦ Θεός ὀνόματος, ὅσα γε εἰς μνήμην κατὰ δόξαν οἶδα τῆς θείας Γραφῆς· ἓν μὲν τὸ κυρίως καὶ πρώτως Ὄν, οὗ ἐν τῇ χειρὶ πάντα, καὶ ὃς ἀπάντων δεσπόζει· «Τὰ γὰρ σύμπαντα δοῦλα σά.» β'. Δευτέρᾳ δὲ τάξει, καὶ μεθέξει τῆς πρώτης αἰτίας, λέγοιτ' ἂν καὶ τῶν ἀνθρώπων ἐκεῖνος θεός, ὅς, ἐφ' ὅσον ἐστὶ δυνατὸν γεννητῇ φύσει, εἰς μίμησιν ἑαυτὸν, ἀρετῶν ἀσκήσει, διαπλάττοι Θεοῦ. Καὶ γὰρ, ὥσπερ κυρίως μέν ἐστιν ἀγαθὸν ἡ θεία καὶ πανουργὸς φύσις· κατὰ μέθεξιν δὲ, καὶ τῶν ἀνθρώπων, ὅσοι διακαθάρσει βίου τῆς ἐκεῖθεν

Question LXXXIXQuæstio LXXXIX

col. 563–564page 280 of 591
PG 101:563ἀκτῖνος ἐνηυγάσθησαν τὰς μαρμαρυγάς, οὕτω καὶ Θεός, οὐ μόνον ἡ πάντων δεσπόζουσα καὶ κατεξουσιάζουσα φύσις, ἀλλὰ καὶ τοὺς ἀνθρώπους ἔστιν ἰδεῖν ταύτης ἠξιωμένους τῆς ὀνομασίας. Πρώτος δὲ τῆς κλήσεως τυγχάνει ὁ τοῦ Σὴθ παῖς Ἐνώς, ἀνήρ, δι' εὐσέβειαν καὶ χρηστότητα τρόπων, ὑπὸ τῶν τότε ἀνθρώπων, τῇ τοῦ θείου κλήσει τετιμημένος· ἐξ οὗ καὶ τὸ γένος ἅπαν θεοί τε καὶ θεῶν παῖδες ὠνομάσθησαν, καθά πού φησιν, «Ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας, ἀπὸ πασῶν ὧν ἐξελέξαντο.» Υἱοὺς γὰρ Θεοῦ δηλονότι τοὺς ἐκ τοῦ Ἐνὼς φύντας ἐκάλεσεν· οἱ ταῖς ἐκ τοῦ Κάϊν ὡμιληκότες, τό τε γένος ἐνόθευσαν, καὶ εἰς ἀσέβειαν καὶ κακίαν συναλίσθησαν. Τὸ γὰρ λέγειν ἀγγέλους πεσεῖν, τὴν ἀσώματον φύσιν, εἰς ἔρωτας γυναικῶν, πεσόντων ἐστίν, ὡς ἀληθῶς, εἰς μυθώδεις καὶ οὐδὲ κεχωρισμένους τοῦ ἀσεβεῖν λογισμούς. Ἐξ ἐκείνου τοιγαροῦν τοῦ γένους, καὶ τῶν ἄλλων ἀνθρώπων, ὅσοι δι' ἐπιμελείας ἠθῶν τῷ Θεῷ προσεγγίζειν ἐμελέτησαν· καὶ δὴ καὶ ὅσοις εἰς ἀξίωμα τῶν δικαίων κριτῶν ἀνελθεῖν καὶ ἀρχόντων τάξιν ἐξεγένετο, οὗτοι πάντες τῆς θείας κλήσεως τετυχήκασι· «Θεὸς γάρ, φησί, θεῶν Κύριος ἐλάλησε,» καί, «Ἐγώ εἶπα, θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες·» καί, «Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν,» καί, «Ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ·» καί, «Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.» Δῆλον γὰρ ἐκ τῶν εἰρημένων, ὅτι θεοὺς ἡ θεία Γραφὴ τούς τε τῆς ἀρετῆς φίλους, καὶ τοὺς τῆς δίκης καλεῖ ὑπηρέτας. γ'. Ἔστι δὲ καὶ τρίτον, παρὰ ταῦτα, σημαινόμενον τρόπῳ μέν τινι συναπτόμενον, τρόπῳ δὲ πλείονι διαιρούμενον δευτέρου· καθ' ὃ δίδοται Μωσῆς Θεὸς εἶναι Φαραώ. Εἴη δ' ἂν ὁ τρόπος οὗτος τῆς προσηγορίας ἐξ ἀναλογίας εἰλημμένος. Καὶ γάρ, ὥσπερ Θεὸς ἐχρημάτιζε Μωσῇ, «Ρίψαι τὴν ῥάβδον, εἰς πίστωσιν τῶν ἐπηγγελμένων·» οὕτω Μωσῆς Ἀαρὼν ἐκέλευσε ῥίπτειν τὴν ῥάβδον, εἰς ἔκβασιν τῶν ἀπειλουμένων. Καὶ Μωσῆς μὲν ὑπηρετεῖτο προστάγμασι Θεοῦ· Ἀαρὼν δὲ Μωσέως ἐξεπλήρου τὰς ἐντολὰς εἰς Φαραώ, μαστίζων τὴν Αἴγυπτον, καὶ προφήτης γινόμενος τἀδελφοῦ, ὃν ἐκεῖνος τρόπον ἐγίνετο τοῦ Θεοῦ. Δι' ὃ οὐδὲ θεὸς Μωσῆς ἁπλῶς, ἀλλὰ θεὸς εἴπηται Φαραώ. Πάντα γὰρ ἔπραττεν εἰς αὐτόν, ὥσπερ αὐτεξουσίῳ κράτει ὑπηρετουμένου τοῦ Ἀαρών. Ἀλλὰ κοινωνεῖ μὲν οὗτος τῆς κλήσεως ὁ τρόπος τῷ πρὸ αὐτοῦ· τῷ τε ἐπ' ἀνθρώπου καὶ ταύτην τεθεῖσθαι, καὶ τῷ ἔχοντος ἀρετήν· διαφέρει δὲ ἄλλοις τε πολλοῖς· καὶ ὅτι, ἡ μὲν ἐξιδιωθεῖσα Μωσῆν, αὐτοῦ γίνεται· καὶ οὐκ ἔστιν, ὥσπερ ἐκείνη, κοινή· καὶ ὅτι, ἐκεῖ μὲν θεὸς ἁπλῶς, καὶ οὐχί τινος, ὁ τὴν κλήσιν ὑπελθών, ἀπεδέδοτο· ἐνταῦθα δὲ
col. 565–566page 281 of 591
PG 101:565τοὐναντίον, θεὸς Φαραώ. Ὅτι δ᾽ οὐ κατ᾽ ἐκεῖνον τὸν νοῦν, ἀλλὰ καθ᾽ ὃν ἔφαμεν, ὁ Μωσῆς εἴρηται Θεὸς Φαραώ, γνώριμον μὲν ἐκ τῶν εἰρημένων. Οὐδὲν δὲ ἔλαττον, τεκμηριοῖ καὶ τὸ τὸν Ἀαρών, ἄνθρωπόν τε ὄντα, καὶ ἀρετὴν ἀσκοῦντα, εἰ βούλει δὲ, καὶ ταῖς τερατουργίαις ἐφεστηκότα, μηδαμοῦ κληθῆναι θεὸν Φαραώ. δ΄. Ἐπὶ γοῦν τριῶν διαφόρων ὑποκειμένων τῆς θείας τιθεμένης προσηγορίας, καὶ τοῦ μὲν κυρίως, τῶν δὲ καθ᾽ ὁμωνυμίαν λεγομένων· ἔστιν εὑρεῖν καὶ ἄλλο τι τῆς φωνῆς σημαινόμενον, οὐκέτι μὲν κατὰ δόξαν, χρήσει δὲ μόνῃ λαμβανόμενον τῆς θείας Γραφῆς. Τὰ γὰρ τῆς Ἑλληνικῆς θρησκείας σεβάσματα, θεοὺς καὶ αὐτὴ πολλάκις μὲν κατειρωνευομένη, καὶ ἐπὶ ἐλέγχῳ τῶν προσκεκινηκότων· «Βαδίζετε γάρ, φησίν, καὶ βοᾶτε πρὸς τοὺς θεοὺς, οὓς ἐξελέξασθε ἑαυτοῖς, καὶ αὐτοὶ σωσάτωσαν ὑμᾶς·» πολλάκις δὲ, καὶ εἰς μόνην δήλωσιν τοῦ προκειμένου, εἴωθε καλεῖν· «Οὐκ ἔσονταί σοι γάρ, φησίν, θεοὶ ἕτεροι πλὴν ἐμοῦ·» καὶ, «Οὐκ ἐποιήσατε ὑμῖν θεοὺς ἀργυροῦς καὶ χρυσοῦς;» καὶ μυρία ἡ χρῆσις. ε΄. Ἐπεὶ δὲ τέσσαρα τῆς Θεός φωνῆς διεκρίθη τὰ δηλούμενα· εἰδέναι δεῖ ὡς ἐν τῷ προκειμένῳ σου πρὸς μάθησιν ῥητῷ, «Ἄνθρωπος ὃς καταράσηται Θεόν, ἁμαρτίαν λήψεται,» καὶ ἑξῆς, οἱ μὲν Θεὸν ἐνταῦθα, τὸν ἀληθῶς καὶ κυρίως Θεὸν ἐξακούουσιν· οἱ δὲ, τῶν ψευδωνύμως ἐπονομασθέντα λαμβάνουσιν· ἀρχὴν δὲ διάφορον ἑαυτοῖς ὑποθέμενοι, καὶ τὰ ἑξῆς διαφόρως περαίνουσιν. Οἱ γὰρ ὑπειληφότες Θεὸν εἰρῆσθαι νῦν, ὃν ἕκαστος τῶν δυσσεβούντων ἄγει σέβασμα, οὕτω τὸν νοῦν ἀναπτύσσουσιν· Οὐ δεῖ, φησίν, οὐδὲ τὸν Ἑλληνικαῖς θρησκείαις προσανακείμενον ἐξυβρίζειν ὅπερ σέβεται. Εἰ γὰρ κἀκεῖνο δυσφημίας ἐστὶν ἀπάσης ἄξιον· καὶ τῶν εὐσεβούντων ἑκάστῳ βδέλυγμα καὶ νομίζεσθαι καὶ ὀνομάζεσθαι δίκαιον· ἀλλ᾽ οὖν ὅ γε Θεὸν νομίζων, εἶτα δὲ δυσφημῶν, ἁμαρτίας ἐστὶν ἔνοχος. Τῇ γὰρ ἑαυτοῦ γνώμῃ καὶ κρίσει, Θεὸν ὁ τοιοῦτος ἁλίσκεται βλασφημῶν, καὶ δυσσεβείας ὑπεύθυνον ἑαυτὸν καθιστάς. Τί γὰρ, ἐνὸν ἢ μὴ σέβειν, ἢ μὴ δυσφημεῖν; Σὺ δὲ μιγνὺς τὰ ἀσύμβατα, ὅπερ σέβεις τοῦτο δυσφημεῖς· κατέγνως, ἀπόστηθι. Ἀλλ᾽ ἔτι προσέρχῃ ὡς Θεῷ, πῶς οὐ πέφρικας δυσφημεῖν, καὶ ἀραῖς ὑπάγειν τὸν ἔτι σοι λατρευόμενον; «Ἄνθρωπος τοιγαροῦν, ἄνθρωπος, ὃς καταράσηται Θεὸν αὐτοῦ, διὰ τοῦτο ἁμαρτίαν λήψεται·» οὐχ ὅτι Θεὸν ἐπηράσατο· ἀλλ᾽ ὅτι ὅνπερ ὡς Θεὸν αὐτοῦ σέβεται, κατ᾽ αὐτοῦ καὶ γλῶσσαν ἀφῆκε δύσφημον. Εἶτα· «Ὀνομάζων δὲ τὸ ὄνομα Κυρίου, θανάτῳ θανατούσθω.» Ἂν δέ τις τὸν ἀληθῆ Θεὸν, καὶ πάντων Δεσπότην, ὑπ᾽ ἀρὰν καὶ βλασφημίαν ἀγαγεῖν τολμήσοι, θάνατος αὐτῷ τὸ ἐπιτίμιον. Διττοῖς γὰρ οὗτος ἀτόπως συνείληπται. Τό τε γὰρ οἰκεῖον ἐδυσφήμησε σέβασμα, καὶ τὴν ὕβριν κατὰ τοῦ Σωτῆρος καὶ Δημιουργοῦ τῶν ὅλων, ὃς πά-
col. 567–568page 282 of 591
PG 101:567ἁμαρτίας μὲν γάρ ἐστιν ἔνοχος, τουτέστιν, παροινίας καὶ ὕβρεως δίκην ἐφείλων. Καὶ ὁ τὸ ἴδιον ἐπαρώμενος θρήσκευμα, εἰ καὶ ψευδωνύμως τὴν κλῆσιν ἐφέλκοιτο τῆς θεότητος, διπλῆς δὲ καὶ πολλαπλῆς τιμωρίας ὑπόχρεως, ὁ τὸν τοῦ παντὸς Δημιουργὸν καὶ Θεὸν ὕβρεσιν πλύνων, καὶ ἀραῖς τετολμηκὼς ὑποάγειν. Δι' ὃ λίθοις τοῦ ζῆν ἡ βλάσφημος ἐκείνη κεφαλὴ ἀξία ἐκκόπτεσθαι, τῆς ἀκολάστου γλώσσης τὴν δίκην ὑπέχουσα. ς΄. Οὕτω μὲν οἱ πρότεροι τὸ ῥητὸν διασαφοῦσιν· οἱ δὲ μετ' ἐκείνους, ὧδε διηγοῦνται τὸν νοῦν· « Ἄνθρωπος, ὃς καταράσηται Θεὸν αὐτοῦ, ἁμαρτίαν λήψεται, » αὐτόθεν ἐστὶ, φασί, σαφὴς ἡ διάνοια. Ὁ γὰρ τὸν ἀληθῆ Θεὸν ἐπαρώμενος, ἢ ἄλλως ἐμπαροινῶν αὐτῷ, ἔνοχός ἐστιν ἁμαρτίας· ἡ δὲ εἰς τιμωρίαν ἀπαραίτητον τελευτᾷ. Τὸ δὲ « Ὀνομάζων τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ », τοιοῦτον εἶναι ἀπείρητο τοῖς Ἰουδαίοις τὸ τοῦ Θεοῦ ὄνομα· ἀλλ' ὅτι παρὰ τὴν Θεός, φωνὴν νομιζόμενον διὰ χειλέων ὅλως προφέρεσθαι· ἄφραστον δὲ καὶ ἀνέκφορον παντελῶς, πλὴν ὅσα γε τοῖς ἀρχιερεῦσι μόνοις, ἐπὶ τιμῇ καὶ σεβασμιότητι τοῦ θείου, διετετήρητο. Διὸ οὐδὲ γράμμασι τοῖς παρ' αὐτοῖς διεγράφετο, ξένοις δέ τισι καὶ παρηλλαγμένοις γραμμάτων τύποις χαρακτηρίζοντες, οἷα δὴ μυστικωτέροις συμβόλοις, αὐτὸ παρυπέφαινον· τέσσαρα δὲ τὰ γράμματα ἦν· ἐξ οὗ καὶ τετραγράμματον αὐτοῖς ἐπωνομάζετο. Ἐν ἴσῳ τοίνυν, φασὶν, ὑπῆρχε παρ' Ἰουδαίοις ἀράσασθαί τε τὸν Θεὸν, καὶ ὀνομάσαι· τουτέστιν, τὸ ἄφραστον ὄνομα αὐτοῦ διὰ χειλέων, καὶ μάλιστα κοιναῖς προσενεγκεῖν ἀκοαῖς. Διὸ καὶ ἑκατέρῳ θάνατος ἐπέκειτο ἡ ζημία. ζ΄. Ἀλλὰ ταύτῃ μὲν καὶ οὗτοι. Τοῦτο δὲ τὸ ὄνομα, καὶ χρυσοῦ πετάλῳ ἐγχαραττόμενον, καὶ τῇ ἀρχιερατικῇ ταινίᾳ δεσμοῖς ἁρμοζόμενον, τὸ τοῦ ἀρχιερέως ἐφρούρει τε καὶ ἐκόσμει μέτωπον· ἅμα μὲν φοβερόν καὶ σεβάσμιον τοῖς ὁρῶσι δεικνύς· ἅμα δὲ καὶ παρεγγυώμενον ἀεὶ δεῖν τὴν ἀρχιερατικὴν γνώμην συνηνῶσθαι τῷ Θεῷ, καὶ μηδέποτε τῆς ἐκεῖθεν συναφείας καὶ μακαριότητος διασπώμενον, ἐπὶ τὰ γήϊνα, καὶ ἅπερ ἐστὶ τῆς ματαιότητος, καταφέρεσθαι. Τί δήποτ' οὖν ἐστι τοῦτο τὸ ὄνομα, αὐτὸς ὁ τῶν ὅλων Θεὸς διδάσκει. Ἐπερωτήσαντι γὰρ τῷ Μωσεῖ, τί τὸ ὄνομα αὐτοῦ, ἔφη, « Ἐγώ εἰμι ὁ ὤν·» καὶ πάλιν, ἐπιδεβαιῶν ὡς τοῦτο αὐτοῦ εἴη ὄνομα, ὃ προεξέφηνεν, « Ἐγώ, φησί, Κύριος ὤφθην πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ·» εἶτα, « Καὶ τὸ ὄνομά μου οὐκ ἐδήλωσα αὐτοῖς·» ἵνα εἴπῃς, μείζονος σε φιλοτιμίας, ἢ τοὺς πατριάρχας, τοὺς σοὺς προγόνους, ἠξίωσα· τὸ γὰρ ὄνομά μου, ὅπερ ἐκείνοις οὐκ ἐδήλωσα, καίτοι τῷ Ἰακώβ, καὶ προσλιπαρήσαντι, τοῦτό σοι διεσάφησα ἀποφηνάμενος, « Ἐγώ εἰμι ὁ ὤν.» Τοῦτο δὲ παρὰ μὲν Ἑβραίοις λέγεται Αἰά
col. 569–570page 283 of 591
PG 101:569παρὰ δὲ Σαμαρείταις, Ιαβέ. Γράφεται δὲ καὶ γράμμασι τούτοις· ἰώθ. ἄλφ. οὐαύθ. ηθ. δι' ὧν δηλούται τὸ ἄναρχόν τε καὶ ἀτελεύτητον τοῦ Θεοῦ. Τοῦτο γὰρ παρίστησιν καὶ τὸ δ, ὁ ὤν. Αὕτη γὰρ ἡ φωνή, μήτε πρὸ αὐτοῦ, μήτε μετ' αὐτὸν εἶναί τι κυρίως, καὶ ὑπάρχειν ὅλως, ἐνδείκνυται· ὅπερ τὸ ἀεὶ εἶναι, καὶ ἀϊδίως εἶναι, συνίστησιν. Ἑκατέρᾳ τοίνυν προσομιλῶν ἑρμηνείᾳ, οὐδ' ἑτέραν, οἶμαι, διώξεις, οὔτε ἀσαφείας, οὔτε τοῦ μὴ περὶ πόδα εἶναι τὴν ἑκατέρωθε διάνοιαν τῷ ῥητῷ. Ἔρρωσο. Ὡς καλή σου ἡ ἀπορία! Γράφεις γὰρ, ὡς εἰ μὲν ἄῤῥητον ὄνομα τὸ θεῖον, καὶ γνώσεως μεῖζον, πῶς ἐπέκειτο θάνατος τῷ φθεγξαμένῳ ἡ ζημία; Οὐδὲ γὰρ ἐνῆν, οὐδὲ πολλὰ θελήσαντι, φθέγξασθαι· εἰ δ' ἐνῆν διὰ χειλέων προενεγκεῖν, πῶς ἄῤῥητον καὶ ἀνέκφραστον; Ἀλλ' ἔχεις, οἶμαι, προγεγραμμένην σοι καὶ λαμπρῶς τὴν λύσιν. Τῷ γὰρ εἰπεῖν τὸν ὑπερουσίως ὄντα Θεόν, «Ἐγώ εἰμι ὁ ὤν·» ὄνομά τε αὐτοῦ εἶναι τοῦτο ἂν εἰπεῖν, καὶ τῷ ταύτης τῆς φωνῆς Μωσέα διακοῦσαι· οὐκ ἀκοῦσαι δὲ μόνον, ἀλλὰ καὶ τοῖς ἀρχιερεῦσιν ἀπαγγείλαι· οὐκ ἀπαγγείλαι δὲ μόνον, ἀλλὰ καὶ χρυσῷ πετάλῳ γράφειν παραδοῦναι· ὅτι μὲν τῇ ἑαυτοῦ φύσει καὶ γνωστὸν ἦν, καὶ ῥητόν· καὶ ὅτι τισὶ μὲν ἐπέγνωστο, καὶ οὐκ ἄφραστον πρὸς ἀλλήλους ἦν, διὰ πάντων ὑπάρχει σαφέστατον. Ὅτι δὲ δι' ὧν τοῖς πολλοῖς οὔτε εἰς ἀκοὰς, οὔτε εἰς γνῶσιν ἀφίκτο, ἀλλὰ καὶ οἷς ἐγινώσκετο φυλακὴ προσῆν εἰς ἄλλους μὴ ἐξάγειν· καὶ τοῦτο δῆλον ὡς ἄῤῥητον αὐτὸ καὶ ἀνέκφραστον ἐδίδου καλεῖσθαι· ἄφραστος οὖν καὶ ἀνέκφορος ἡ θεία κλῆσις, οὐχ ὅτι φύσιν οὐκ εἶχε βήμασι καὶ γλώσσῃ ῥηθῆναι (δῆλον γὰρ, κἀξ ὧν νῦν παντὶ τῷ βουλομένῳ ῥητός ἐστιν), ἀλλ' ὅτι οὔτε πᾶσι ῥητὸν ἢ γνωστόν, οὐδ' ὅτι οἷς ἐπεπίστευτο εἰδέναι, οὐδὲ ἐκείνοις ἦν δυνατόν, φόβῳ τοῦ θανάτου, πρὸς ἄλλους λέγειν, ἢ τρόπον ἕτερον εἰς γνῶσιν ἄγειν. Ἔχεις τοιγαροῦν, ὦ βέλτιστε, ὅπως παρ' Ἰουδαίοις ἄγνωστόν τε καὶ ἀνέκφραστον τὸ τοῦ Θεοῦ ὄνομα ὑπῆρχε· καὶ ὅπως ἐνῆν βουλομένοις ἐνίοις αὐτῶν, καὶ αὐτοὺς εἰπεῖν καὶ ἑτέρους εἰδέναι τε καὶ ἀναφθέγγεσθαι παραπλησίως αὐτοῖς, ἐκδιδάσκειν· εἰ μὴ τῆς τιμωρίας ἐπικείμενος ὁ φόβος, μείζων ἐγίνετο τῆς ἐπιθυμίας τῶν τὰ τοιαῦτα ζητούντων μυεῖσθαι. Καὶ οὐδὲν, ὡς ὁρᾷς, καθορᾶται οὔτε δύσκολον οὔτ' εἰς ἀπορίαν τινὰ περιστῆναι βιαζόμενον. Τί ἐστιν «Πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς;» Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι πολλάκις

Question XC-XCIQuæstio XC - XCI

col. 571–572page 284 of 591
PG 101:571Α προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο, ἵνα τινὰ καρπὸν σχῶ, καὶ ἑξῆς. Τοῦτο δὴ τὸ χωρίον οὗ τὴν διάνοιαν ἀναμαθεῖν ἐπεζήτησας, ἔστι μὲν καὶ καθ᾽ ὑπερβατὸν ἐκλαβεῖν, ἵν᾽ ᾖ τὸ ἀκόλουθον τοιοῦτον· Οὐ θέλω ὑμᾶς ἀγνοεῖν ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, ἵνα καρπόν τινα σχῶ καὶ ἐν ὑμῖν, ἀλλ᾽ ἐκωλύθην ἄχρι τοῦ δεῦρο. Καὶ ἡ μὲν ἀπηρτισμένη τοῦ ῥητοῦ σύνταξις τοιαύτη ἂν εἴη σαφὴς καὶ τὸν νοῦν τῆς περιόδου παρέχουσα. Ἀλλ᾽ εἴποι τις ἄν, ὅτι εἰ ἡ πίστις αὐτῶν ἐν ὅλῳ τῷ κόσμῳ κατηγγέλλετο (τοῦτο γὰρ αὐτοῖς ἐμαρτύρησεν προμικροῦ), τίνα καρπὸν ἤθελε παραγενόμενος αὐτὸς παρασχεῖν; Ἀλλὰ πολὺν μὲν οὖν ἐροῦμεν. Εἰ γὰρ καὶ ἐπεπιστεύκασιν ἐκεῖνοι, καὶ διὰ τὸ λαμπρὸν τῆς πόλεως εἰς πάντας ἐχύθη τῆς αὐτῶν πίστεως ἡ φήμη, παμπόλλων ὅμως ἐδέοντο. Καὶ τοῦτο δῆλον ἔκ τε τοῦ πρὸ ὀλίγου εἰπεῖν· «Εἰς τὸ στηριχθῆναι ὑμᾶς.» Τὸ γὰρ στηριχθῆναι τίνων ἄλλων ἢ τῶν σαλευομένων ἐστίν; Καὶ πάλιν ἐν τοῖς ἔμπροσθεν, ἡνίκα μὴ κρίνειν ἀλλήλους, ἀλλὰ καὶ τὰς διχοστασίας ἐκκλίνειν καὶ τὰ σκάνδαλα παραινεῖ· καὶ μυρία τις τοιαῦτα δι᾽ ὅλης ἴδοι τῆς ἐπιστολῆς, δι᾽ ὧν τὸ ἀτελὲς αὐτῶν καὶ νεοπαγὲς ἐπιδείκνυται. Οὐδὲν οὖν ἀπεικὸς καὶ τὴν πίστιν αὐτῶν καταγγέλλεσθαι καὶ αὐτοὺς ἔτι πολλῆς δεῖσθαι τῆς ἐπικουρίας Παύλου καὶ τῆς διὰ τῶν αὐτοῦ ῥημάτων ἀρδείας καὶ καρποφορίας. Ὅρα δὲ πῶς φησιν· «Ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν.» Τοῦτο μὲν δεικνύς ὡς ἐκείνων καρπός, οἰκεῖος ἐλογίζετο τῷ Παύλῳ καρπός· καὶ οὕτως ἔχαιρεν ἐν τοῖς τῶν πλησίον, ὡσεί τις ἄλλος ἐν τοῖς ἰδίοις κατορθώμασιν. Ἵνα τινά, φησίν, καρπὸν σχῶ, τὸν ἐκείνων καρπὸν καὶ τὸν οἰκεῖον τιθέμενος. Τοῦτο δὲ πάλιν παριστάς ὅτι τῆς αὐτῶν ἕνεκεν ὠφελείας τὴν πρὸς αὐτοὺς πορείαν ἐστέλλετο. Ἄλλως τε δὲ καὶ εἴ τις ἀκριβῶς ἐπισκοποίη, Παύλου καρπὸς ἀληθῶς ἐστιν ὁ ἐκείνων καρπός. Ἔργον γὰρ ἦν ἐκείνῳ καὶ σπουδὴ καὶ γεώργιον ἡ τῶν ἀνθρώπων σωτηρία, καὶ τὸ καρποφοροῦντας αὐτοὺς παραστῆσαι τὴν εὐσέβειαν καὶ τὰς ἀρετάς. Καλῶς οὖν φησιν, «Ἵνα τινὰ καρπὸν σχῶ.» Ἑκάτερον συντόμως τελείαν καὶ σὺν τῷ εὐφυεῖ ἐπίδηλον ποιῶν, καὶ τὸ ἐκείνους τὴν ἐν κατορθώματι πίστιν καρποφορεῖν, καὶ τὸ αὐτὸν αὐτοὺς ἐκείνους. Ἐν γὰρ τῇ ἐκείνων καρποφορίᾳ ἡ τοῦ Παύλου λαμπρῶς ἐδείκνυτο γεωργία. Ἀλλ᾽ εἰ μὲν καθ᾽ ὑπερβατόν τις εἰρῆσθαι τὸ χωρίον ἐκλάβοι, ἔχει τὴν διάνοιαν οὕτως ἐξηπλωμένην· καὶ γὰρ πολλή τις τοῦ τοιούτου σχήματος τῷ μεγάλῳ Παύλῳ ἡ χρήσις, ὥσπερ καὶ τῆς ἐλλείψεως, καὶ τῶν περιβολῶν, καὶ δὴ καὶ τοῦ ἀπὸ κοινοῦ, καὶ κατὰ πᾶσαν ἰδέαν ἡ μεταχείρησις. Ἀλλ᾽ οὖν δυνατὸν καὶ μὴ καθ᾽ ὑπερβατὸν εἰληφότα, ἀλλ᾽ ὡς ἔχει τάξεως συντηρήσαντα τοιοῦτον ἐν αὐτῷ θηρᾶσαι τὸν νοῦν· «Πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς.» Διὰ τί οὖν οὐκ ἦλθες; «Ἐκωλύθην, φησίν, ἄχρι τοῦ δεῦρο.» Τίνος ἕνεκεν; «Ἵνα τινὰ καρπόν
col. 573–574page 285 of 591
PG 101:573σχῶ καὶ ἐν ὑμῖν. » Τουτέστιν, διὰ τοῦτο ἐκωλύθην, ἵνα μὴ θᾶττον ἐλθὼν ἀκάρπους ὑμᾶς ἔτι καταλάβω· καταλαβὼν γὰρ ἀώρους ἐμεμψάμην ἂν ἐμαυτῷ μὲν τῆς ἀκαίρου ταχύτητος, καὶ ὑμῖν δὲ τῆς ἐν οἷς οὐκ ἔχει βραδύτητος. Διὸ ἀνεβαλόμην τὴν παρουσίαν, ἐλπίζων τὴν γεωργίαν, ἧς οὐχὶ μήπω πρὸς βλάστην ἐρώσης, ἀλλ᾽ ἤδη καὶ τοῖς ἄνθεσιν ἐνυστερούσης, ἄσμενος ἔχει παρεῖναι τὴν ταύτης ἐν ἀπολαύσει γενέσθαι ποθοῦντα. Ἐπειδ᾽ ἂν δὲ μετὰ τὴν βλάστην καὶ τὰ ἄνθη, ἐπιφαίνηται καὶ τελεσφορουμένη· τότε χαρᾶς καὶ εὐφροσύνης ὁ πρὸς αὐτὴν πληρούμενος δρόμος. Οὐκ εἶδεν λογίζεσθαι πόνους, οὐδὲ πρὸς ἄλλα τὴν σπουδὴν καταμερίζειν. Τί οὖν ἂν καὶ καρποφορῶσιν; τίς ἡ χρεία τῆς παρουσίας Παύλου; Πολλὴ μὲν οὖν. Οὐ γὰρ πάντα ἀνέμενεν τὸν καρπόν, ἀλλὰ τινά. « Ἵνα γάρ τινα καρπὸν σχῶ, φησί, καὶ ἐν ὑμῖν. » Ὥσπερ δὲ περισσὸν καὶ μάταιον τὸν τελείως καρποφοροῦντα εἰς καρποφορίας παρακαλεῖν, οὕτως ἐπίπονον καὶ ὀκνηρόν, ἂν μηδὲ χρηστὰς ἐλπίδας ὑπάρχῃ λαβεῖν, ἐπὶ τὰ τέλεια παραινεῖν. Εἰ δὲ ὁ καρπός τις ἦν, καὶ οὗτος τέλειος ἐν αὐτοῖς, οὐδ᾽ οὕτως ἁπλῶς ἐνεκόπτετο τὴν παρουσίαν ὁ πτηνὸς ἐκεῖνος καὶ μετάρσιος ἄνθρωπος· ὁ ὀφειλέτην γὰρ ἑαυτὸν καὶ οἶδε καὶ ἀποκαλεῖ, τοὐχ Ἑλλήνων μόνων καὶ βαρβάρων, ἀλλὰ καὶ σοφῶν καὶ ἀνοήτων· ὁ καὶ τῷ καθ᾽ ἑαυτὸν προθύμῳ, οὐχ ἵστατο μὴ πλείω τῶν ὄντων ἐπιζητεῖν, ὥστε καὶ εἰ τοῖς ἔργοις ἐκόμων, αὐτὸς ἂν τὸ αὐτοῦ οὐκ ἀπέστη ποιῶν· ἀλλ᾽ ἐπέκειτο προσθήκην μειζόνων ἐπιζητῶν. Ἀλλ᾽ οὕτω μὲν καὶ ἡ τοιαύτη τοῦ ῥητοῦ διασάφησις. Ἔστι δὲ καὶ ἄλλως τὸ νόημα συνιδεῖν, ἁπλουστέραν μὲν ἴσως τὴν ἐξήγησιν ἐκδεχόμενον, οἰκειωτέραν δ᾽, οἴμαι, καὶ τῆς Παύλου διανοίας καὶ τῆς λέξεως. « Πολλάκις, φησί, προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, ἀλλ᾽ ἐκωλύθην ἄχρι τοῦ δεῦρο. » Διὰ τί; « Ἵνα τινὰ καρπὸν σχῶ, » ἵνα εἴπῃ, ἵνα ἐλείπετό μοι καρπός τις ὃν ἔδει συλλέξαι πρότερον, εἶτα πρὸς ὑμᾶς παραγενέσθαι. Τίς οὖν ἦν ὁ καρπὸς ἐκεῖνος, καὶ ἐν τίσι συνελέγετο; Αὐτὸς ἐκεῖνος ἐρεῖ· ἐπὶ γὰρ τῷ τέλει τῆς ἐπιστολῆς, ὥσπερ ἐπιλογιζόμενος αὐτῷ τὰ προοιμιασθέντα, οὕτω φησίν· « Διὸ καὶ ἐνεκοπτόμην ἐλθεῖν πρὸς ὑμᾶς· » ὅπερ εἰς ταὐτὸν ἥκει τῷ « καὶ Ἐκωλύθην ἄχρι τοῦ δεῦρο· » εἶτα, « Νυνὶ δὲ μηκέτι ἔχων τόπον ἐν τοῖς κλίμασι τούτοις, » ἀλλὰ πεπληρωκὼς δηλονότι τὸ ἔργον, « Ἐλεύσομαι πρὸς ὑμᾶς. » Ὁρᾷς ὅτι τὸν ἕως τοῦ νῦν μὴ ἐλθεῖν, ὁ ἐν τοῖς κλίμασιν ἐκείνοις συλλεγόμενος ἐπεῖχε καρπός· ἀτέλεστον γὰρ τὸν ἐν ἐκείνοις πόνον λιπεῖν οὐκ ἦν τῆς Παύλου ψυχῆς καὶ σπουδῆς. Καὶ ἄρα ὡς ἡ τοιαύτη ἀνάπτυξις τοῦ ῥητοῦ, οὔτε τοῦ κατὰ τὸ ὑπερβατὸν ἐδεήθη σχήματος, οὔτε μήν ἔσχε τινὰς ἀντιπίπτοντας λογισμούς, ἀλλὰ καὶ προσήρμοσται μᾶλλον τῶν ἄλλων ταῖς τε λέξεσι, καὶ τῷ τοῦ θεσπεσίου Παύλου σκοπῷ. Καὶ τό, ἐν ὑμῖν, δὲ οὐδαμῶς ἐναντιοῦται· ἀρχὴ γάρ ἐστι τῶν ἐφεξῆς,

Question CXIIQuæstio CXII

col. 575–576page 286 of 591
PG 101:575καὶ οὐ συναπτόμενον πρὸς τὸ, « Ἵνα τινὰ καρπὸν σχῶ, » οἷον καί, « ἐν ὑμῖν ὀφειλέτης εἰμὶ, καθώς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν, Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις. » Ἵνα γὰρ μὴ λέγωσι· Τί οὖν τὸν μετὰ ἐν τοῖς ἑτέροις κλίμασι καρπὸν διὰ σπουδῆς εἶχες συλλέγειν, ἡμῶν δὲ οὐδένα λόγον; « Ναί, φησί, καὶ ἐν ὑμῖν ὀφειλέτης εἰμὶ, καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσι. » Τοῦτο σπεύδω, τοῦτο ἐπιζητῶ, πᾶσι χρεωστῶ· καὶ οὐδείς ἐστιν ὑπὲρ οὗ μὴ πολλῇ συνέχομαι φροντίδι. Ἀλλὰ ταῦτα μὲν τέως ἐπὶ τοσοῦτον. Τῆς γὰρ ἑρμηνείας ὁ τρόπος ἀλλοιότερος ἢ ὂν ὁ τῆς ἐπιστολῆς ἐπιζητεῖ τύπος. Διόπερ οὐδέτερον καθαρῶς, καὶ ὡς οἱ τῆς τέχνης νόμοι, κατ' ἐπιστολὴν ἑρμηνεύοντα πράττειν. Ἂν δὲ καὶ τοῦ καθαρῶς ἑρμηνεύειν ὁ καιρὸς τὴν ἄδειαν δῷ, ἴσως, Θεοῦ βουλουμένου, καὶ τελειότερον ἐμοὶ μὲν εἰπεῖν, σοὶ δ᾽ ἀκούειν γενήσοιτο χάρις. Θαυμάζεις εἰ τοιαύταις εἰδέαις αἱ θείου Παύλου Ἐπιστολαὶ σχηματίζονται. Καί μοι μηδὲν τῆς ἀληθείας ἀχθεσθῇς, ὅτι οὔπω διέκυψας πρὸς τὸ βάθος τῆς ἐνούσης τῷ ἀνδρὶ σοφίας. Εἰ δέ σε φιλοπονωτέρα περὶ τοὺς ἐκείνου λόγους λάβοι μελέτη, τῆς ἄνωθέν σαι δηλονότι ῥοπῆς εἰς εὐμένειαν ὁρώσης, θαυμάσαις ἂν μᾶλλον, ὅπως σε τοσαύτη σοφίας διελάνθανε χάρις, καὶ κάλλος ἐμφύτου λόγου θερμὸν ἐραστὴν οὐκ εἶχε. Καὶ οὔπω γε τὴν ἐν δόγμασι καὶ πίστει λέγω σοφίαν· τοῦτο γὰρ οὐδ᾽ αὐτὸς ἡμῖν ἀμφισβητῶν ὤφθης, ἀλλ᾽ ὅση κράτος τε λόγων καὶ ἰσχὺν θαυμάζεσθαι παρέχει. Πῶς οὖν ἰδιώτης τῷ λόγῳ; ὥσπερ καὶ « τῶν ἁμαρτωλῶν πρῶτος· » ὡς « ἔσχατος τῶν ἀποστόλων, ἔκτρωμα πάντων· » ὡς « περικάθαρμα τοῦ κόσμου· » ὡς « μὴ ὢν ἄξιος καλεῖσθαι ἀπόστολος· » ὡς « πάντων περίψημα· » ὡς « θέατρον ἀγγέλοις καὶ ἀνθρώποις. » Τίς; Ὁ δυνάμενος ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολος· ὁ περισσότερον πάντων κοπιάσας, ὁ καὶ πρὶν ἢ τὰς μητρικὰς ὠδῖνας λύσαι, τῷ Θεῷ ἀφωρισμένος· ὁ τῶν ἀθεάτων θεατὴς, καὶ τῶν ἀπορρήτων κατήκοος· ἡ τῷ Θεῷ Χριστοῦ εὐωδία· ὁ τὴν νέκρωσιν τοῦ Ἰησοῦ, ἀλλὰ καὶ τὴν ζωὴν ἐν τῷ σώματι περιφέρων. Ὥσπερ οὖν ἔκτρωμα, καὶ περίψημα, καὶ θέατρον, καὶ περικάθαρμα, ὁ τοσοῦτος καὶ τηλικοῦτος, οὕτω καὶ ἰδιώτης τῷ λόγῳ. Καὶ γὰρ τούτων, τὰ μὲν ἦν τῇ ὑπολήψει τῶν τοῦ κηρύγματος μὴ συνιέντων τὸ βάθος· τὰ δὲ καὶ αὐτὸς ἐδίδου, φέρων τῇ τῶν ἠθῶν μετριότητι καὶ ἐπιεικείᾳ. Τί οὖν; Ἐν σοφίᾳ ἀνθρώπων ἡ πίστις ἡμῶν; Μὴ γένοιτο· ἀλλ᾽ ἐν δυνάμει Θεοῦ, δι᾽ ἧς καὶ ἰδιῶται σοφίζονται. Σοφία οὖν Θεοῦ ἡ τοῦ αἰῶνος τούτου, καὶ τῶν αὐτοῦ ἀρχόντων σοφία; Καὶ τίς ἂν φαίη τοῦτο; Ἡ γὰρ τοιαύτη σο-
col. 577–578page 287 of 591
PG 101:577φίᾳ τῇ τοῦ σταυροῦ μωρίᾳ μᾶλλον κατήργηται. Ἡ τῶν δυσσεβῶν δογμάτων πλάνη, ἡ ταύτης ἐπίκουρος πειθανολογία, ἡ πλοκὴ καὶ τέχνη τῶν κακοσχόλων σοφισμάτων, θνητὴ ἡ ψυχή, ὅτι συμμερίζεται καὶ συμπάσχει τῷ σώματι· οὐκ ἔχει Δημιουργὸν ὁ κόσμος· ὅτι οὐχ ὥσπερ τὸ πῦρ, ἐθέλει οὐδὲ τὸ ὕδωρ ἄνω φέρεσθαι· κοινὸς ὁ γάμος, ὅτι μᾶλλον οὕτως ἡ πόλις φιλάλληλος· ἐκ τῶν νεκρῶν οἱ ζῶντες· καὶ γὰρ ἐκ τοῦ ἵστασθαι καθεζόμεθα· πολλοὺς δὲ δεῖ καὶ θεοὺς εἶναι, ὅτι πλείονα τὰ προνοούμενα, καὶ φόβος, καὶ μεῖν τὸν ἕνα, τῇ κοινῇ φροντίδι ἐνασχολούμενον· ἢ ὅτι τὸν πρῶτον ἀνάγκη πείθει παράγειν καταδεέστερον, ἵνα μὴ τῆς ἀρχῆς περιαιρεθῇ τὸ προνόμιον, καὶ τὸν δεύτερον πάλιν ὑφειμένον ἄλλον, καὶ τοῦτο εἰς ἄπειρον· τὰ μωρὰ ταῦτα καὶ παρανοίας ἐσχάτης ἐπέκεινα, καὶ ψυχῆς ὄντως θνητῆς καὶ τοῦ κωνείου ἄξια. Ταύτην τοῦ αἰῶνος τὴν σοφίαν, Παῦλος ὁ τὰ θεῖα τῷ ὄντι σοφὸς καὶ τὰ ἀνθρώπινα, διὰ τῆς ἐν μυστηρίῳ Θεοῦ σοφίας τῆς οἰκουμένης ἀπήλασε, καὶ τὰς τῶν πιστῶν διανοίας ἀβάτους αὐτῇ συνετήρησεν. Ἡ τοιαύτη σοφία, μωρία παρὰ τῷ Θεῷ· τῶν ταύτῃ σοφῶν οἱ λογισμοὶ μάταιοι, καὶ ταῖς οἰκείαις πανουργίαις ἁλισκόμενοι, τῷ ἁπλῷ τῆς ἀληθείας λόγῳ περιδράσσονται. Ταύτην, ὥσπερ πάλαι, οὕτω δὴ καὶ νῦν, ἅπας εὐσεβὴς διαπτύει λογισμός· τοὺς μακροὺς λήρους, τὰ ψυχικὰ βάραθρα, τὰ τοῦ Πονηροῦ θήρατρα, τὸ μέγα τῆς ἀπωλείας ἐργαστήριον. Τῶν δέ γε ῥημάτων καὶ τῆς δι' αὐτῶν συνθήκης ἡ ὀρθότης, τί λυμαίνεται τῇ εὐσεβείᾳ; τίνα βλάβην φέρει τοῖς χρωμένοις; πρὸς ποίαν ὑποσκελίζει μικρὰν ἢ μεγάλην πλάνην; Εἰ δ' ὁ τῆς φύσεως πλάστης, αὐτὸς καὶ τῶν γλωσσῶν ὁ τεχνίτης, πῶς οὐκ ἔστιν ἀκόλουθον, μᾶλλον τοὺς μαθητὰς τοῦ λόγου τῷ καθήκοντι κεχρῆσθαι λόγῳ; Οὐκοῦν οὐ προσελάβετο μαθητὰς ὁ Χριστὸς ἰδιώτας, καὶ μάλιστα φαίην ἂν ἔγωγε, καὶ εἰ βούλει γε, καὶ τῶν ἰχθύων, οὓς ἐθήρων, ἀφωνοτέρους· ἀλλ' ὥσπερ ἰδιώτας, οὕτω καὶ τελώνας, καὶ ἁλιεῖς, μήτι τελώνας ἢ ἁλιεύειν ἀπέλιπε, καὶ ποῦ τοῦτο θαύματος ἢ τῆς Χριστοῦ δυνάμεως ἄξιον; Πῶς δ' ἄν τις διαδύσῃ τὸν ἐπὶ τῶν ἔργων αὐτῶν ἔλεγχον; Οὕτως οὖν οὐδ' εἰς ἰδιώτας ἀφῆκεν, οὓς ἐκεῖθεν προσείληφεν· ἀλλ' ἀντὶ μὲν ἁλιέων, ἁλιεῖς ἀπετέλεσεν ἀνθρώπων. Δεῦτε, γάρ, φησίν, ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων· ἢ ἀντὶ τελωνῶν δέ, ψυχῶν χειμαζομένων σωτῆρας· καὶ ἀντὶ ἰδιωτῶν, τῆς οἰκουμένης διδασκάλους, τῆς τε θείας καὶ οὐρανίου σοφίας ἐμπλήσας, καὶ τῆς ἀνθρωπίνης, ὅπου χρεία καλεῖ, οὐδὲν ὑστερουμένους ἀποφήνας. Ἐπεὶ πῶς Στωϊκοῖς, πῶς Ἐπικουρείοις, πῶς μυρίαις ἄλλαις πλάναις, ἐπὶ λόγοις μέγα ὄνομα λιπούσαις, κατὰ λόγους συνεπλέκοντο; πῶς ὁ τοῦ λόγου δρόμος, καὶ τῶν ῥημάτων ἡ εὔροια, συνδεδραμηκότα τῷ θαύματι, Ἑρμῆν νομισθῆναι τὸν Παῦλον τοῖς ἀκροαταῖς παρεσκεύασε; καὶ εἰ μὴ φθάσας αὐτός, τοὺς χιτῶνας διέσχισε, καὶ γέρας
col. 579–580page 288 of 591
PG 101:579ἂν αἱ θεῶν αὐτῷ θυσίαι δημοτελῶς προσεφέροντο. Ἐῶ νῦν τὴν ἄλλην αὐτοσχέδιον ἰσχὺν τοῦ λόγου, τὴν ἐν Ἐκκλησίαις, τὴν ἐν δήμοις, τὴν ἐν δικαστηρίῳ, τὴν κατὰ συναγωγὰς Ἰουδαίων, τὴν ἐν ἀγορᾷ, διδάσκοντος, διελέγχοντος, παραινοῦντος, ἀπολογουμένου, διαμαρτυρομένου, ὅση κατ' ἄνδρα, ὅση κατὰ πλῆθος, ὅση πρὸς δικαστάς, ὅση πρὸς συκοφάντας· ὡς εἶχε λέγων τὸν βασιλέα τῶν Ἰουδαίων, καὶ μικροῦ ἂν οὗτος εἰς Χριστιανοὺς μετετάξατο, εἰ μὴ τῆς ἀρχῆς καὶ τῆς ἁλουργίδος τὸ φύσημα (ὃ πολλοῖς πολλάκις εἰς τὰ καίρια ἐλυμήνατο) ἐμποδὼν αὐτῷ κατέστη πρὸς τὴν ἀκρίβειαν τοῦ κηρύγματος· ὡς ἔσχισε δημηγορήσας τοὺς κατ' αὐτοῦ φονῶντας, καὶ τοὺς διψῶντας τοῦ αἵματος, ἀναλαβεῖν τὰς ὑπὲρ τῆς αὐτοῦ σωτηρίας φροντίδας ἀνέπεισεν· ὡς ἐπὶ τὸν Ἄρειον ἀνέβη πάγον, ἀνδρῶν ἐν μέσῳ τοῖς λόγοις φλεγμαινόντων· Ἄρειον πάγον ἐκεῖνον, οὗ καὶ θεοὺς παρ' ἀλλήλων, καὶ πρὸς ἀνθρώπους δίκας καὶ λαβεῖν καὶ δοῦναι μῦθοι χαίρουσιν Ἑλληνικοί διηγούμενα· ὅπως ἐκεῖσε καταστάς, οὐ πρὸς ἕνα λόγον ὑποσχεῖν, ἀλλὰ πρὸς ἅπαντας τοὺς ἐν ἀνθρώποις λογίους, εἴπερ Ἀθηναῖοι μὲν τότε τῶν ἄλλων ἀνθρώπων, Ἀθηναίων δὲ οἱ ἐν Ἀρειοπάγῳ τὸ κράτος εἶχον, οὕτω κατέσεισεν αὐτῶν τοῖς λόγοις τὰς ψυχάς, καὶ μετεσκεύασεν, ὡς πολλοὺς αὐτῶν τῆς ἐκείνου γλώττης καὶ τῶν ῥημάτων ἐκκρεμασθέντας, ῥίψαντας ἅπαντα, διὰ βίου παντὸς πρὸς τὴν εὐσέβειαν μεθαρμόσασθαι, καὶ μιμητὰς ὀφθῆναι τοῦ διὰ βάθους αὐτῶν ταῖς ψυχαῖς τὰ τῆς ἀρετῆς καὶ τῆς ὀρθῆς λατρείας ἐγχαράξαντος δόγματα. Ἆρα ταῦτα καὶ τὰ τοιαῦτα χωρὶς λόγου τοῦ καθήκοντος; καὶ τίς ἂν αὐτῷ τὸν νοῦν βαρβαρίζοντι προσείχε, καὶ μηδ' ἐν αὐταῖς ὀρθῶς ταῖς φωναῖς φερομένου; Πῶς δ' οὖν ἃ μηδὲ λέγειν ᾔδει, ταῦτα φρονεῖν ὀρθῶς ἔδοξεν ἄλλοις, μήτι γε καὶ συμφρονεῖν αὐτῷ πειθομένους εἶχεν; Ἀλλὰ χάρις ἄνωθεν ἐνήργει· κἀγώ γέ φημι, πάντων μάλιστα, χάρις ἄνωθεν, οὐ τέχνη. Τὸ μὲν γὰρ ἐκ τέχνης, ἀνθρώπινον καὶ κοινόν· τὸ δὲ ἐκ χάριτος, οὐράνιον καὶ τῶν ἀποστόλων. Χάρις ἐνήργει· ἀλλ' αὐτό γε τοῦτο πρῶτον ἐνεργοῦσα τὸ μηδὲν αὐτῆς ἀνάξιον φθέγγεσθαι τοὺς ὑπηρέτας. Οὐδὲ γὰρ τοῦτο μικρότερον ἐνάγειν τοὺς ἀνθεστηκότας εἰς συναίσθησιν τῆς ἐνισχυούσης αὐτοὺς ἀμάχου δυνάμεως. Καὶ γάρ πού φησι, θεωροῦντες δὲ καὶ Ἰουδαῖοι τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου. Ποίαν, ἢ τὴν ἐν λόγοις δηλονότι, δι' ὧν αὐτοῖς καὶ τὴν ἀναίσχυντον ἐρώτησιν ἐπεστόμισαν; Εἶτα τί; Καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ ἰδιῶται, ἐθαύμαζον. Ἁλιεῖς ὁρῶμεν ἄρα ῥήτορας γραμμάτων, τέχνην οὐκ ἔχοντας, καὶ σοφίαν χειλέων προχέοντας. Τί τοῦτο; Πόθεν αὐτοῖς τὰ ὑπὲρ ἄνθρωπον παραγέγονεν; Ἕν ἴσμεν, Ὅτι τῷ Ἰησοῦ συνῆσαν. Ὁρᾷς ὅπως εἰς θαῦμα τοὺς ἐχθροὺς οὐδὲν ἔλαττον τοῦ παρὰ πόδας τερατουργηθέντος, ἡ
col. 581–582page 289 of 591
PG 101:581τῶν λόγων ἰσχὺς ἐξεκαλεῖτο, καὶ πρὸς ἐπίγνωσιν, εἴπερ ἤθελον, τῆς ἀληθείας προεβίβαζεν. Ὅρα καὶ ἑτέρωθεν εἰς ὅσον αὐτῶν ἐδεδίεσαν τὸ ἐν λόγοις κράτος. Παρήγγειλαν αὐτοῖς τὸ καθ' ὅλου μὴ φθέγγεσθαι. Τί λέγεις; Ἂν μόνον χείλη ὁ ἀγράμματος κινήσῃ, αὐτίκα σοι μεταπίπτει τὰ τῆς δόξης, καὶ παλαιὸν οὕτω δόγμα τῆς μακρᾶς ἐπικρατείας ὑπεξίσταται τῷ ἰδιώτῃ λόγῳ· καὶ μεθίσταται λαὸς πρὸς νέαν γλῶτταν, ὁ Μωσαϊκοῖς θεσμοῖς ἐντεθραμμένος, καὶ ζῆν καὶ θνήσκειν πρὸς τὴν ἐκείνων ἀρχαιότητα κατακροτημένος. Ναί, φησίν· οὐ γὰρ ἰδιωτικὰ ὁ ἰδιώτης, ἀλλὰ σοφίας βήματα φθέγγεται· οὐδ' ὡς ἀγράμματος, βάρβαρα, ἀλλ' ὡς διὰ πάσης τέχνης ἐλάσας κεχαριτωμένα καὶ εὔσημα· ἔστι τις αὐτῶν ἐγκαθημένη τοῖς χείλεσιν ἔμφυτος πειθώ, δι' ἧς καὶ ῥητόρων ἔθνη, καὶ ἰδιωτῶν ἀγέλαι, ὥσπερ δεσμοῖς ἀλύτοις δεθέντα, πρὸς τὸ κηρυττόμενον αὐτοῖς ἕλκεται. Διὰ τοῦτο φθέγγεσθαι κωλύω, ὅτι ῥήμασιν ὀλίγοις πολλοὺς ἀφέντας τὰ πάτρια, ἐκείνοις ὁρῶ προσχωρήσαντας, ὅτι μιᾷ πολλάκις ὁμιλίᾳ, καὶ τοὺς σὺν ἡμῖν ἑκάστοτε κατ' αὐτῶν ἱσταμένους καὶ πολεμιωτάτους ὄντας, νῦν ὑπηκόων ἔχει καὶ μαθητῶν εὐγνωμόνων τάξις. Τοῦτό με σιγᾶν αὐτοὺς ἐπιτάττειν περιίστησιν εἰς ἀνάγκην· διὰ τοῦτο μηδὲ στόμα αἴρειν οὐκ ἐπιτρέπω, διὰ τὴν ἐν λόγοις παῤῥησίαν, τὴν ἰσχύν, τὴν ἔμφυτον πειθανότητα. Ἴδες τοὺς Ἰουδαίους ὅσον ὁ διδάσκαλος τῶν ἀποστόλων λόγος ὑποπτήσσειν καὶ καταπεπλῆχθαι παρεσκεύαζε· καίτοι Παύλῳ περισσότερον ἡ τοιαύτη περιήστραπτε χάρις. Βούλει δέ σοι τὸν κορυφαῖον καλῶμεν μάρτυρα τῆς ἐνούσης τῷ ἀνδρὶ σοφίας; «Καθώς, φησίν, ὁ ἀδελφὸς ἡμῶν Παῦλος κατὰ τὴν δοθεῖσαν αὐτῷ σοφίαν ἔγραψε,» δῶρον θεῖον τὴν Παύλου σοφίαν καὶ εἰδὼς καὶ διαμαρτυρόμενος. Εἶτα, καὶ τὸ βαθὺ καὶ πυκνὸν τῶν γεγραμμένων οἷον ἀποθειάζων καὶ ἐξυμνῶν, «Ἐν οἷς ἐστι, φησί, δυσνόητά τινα.» Ὡσανεί· Φρενὸς ὀξείας δεῖται, ῥοπῆς θείας, σοφῶν μαθητῶν, συνέσεως σταθερᾶς, ὁ τῶν γραμμάτων Παύλου θεωρός. Διὰ τοῦτο οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι, πρὸς τῷ μηδὲν κερδαίνειν καὶ σφᾶς αὐτοὺς διασφάλλοντες, προσαπόλλυνται. Εἰ δὲ καὶ γλωσσῶν, ὁ Παῦλος, αἷς μηδ' ἐνείθιστο, μηδ' εἰς ἀκοῆς ἀφικτο πεῖραν, τὴν χάριν ἐπλούτει· κἂν ταύταις, οὐδενὶ τῶν πρωτείων ἐξέστατο· «Εὐχαριστῶ γὰρ τῷ Θεῷ μου, φησί, πάντων μᾶλλον γλώσσαις λαλῶν·» εἰ τοίνυν κἂν τοῖς ἐκφύλοις γλώσσαις ἄμαχον εἶχε τὸ κράτος, τῆς τοῦ Πνεύματος αὐτὸν σοφιζούσης ἐπινοίας, πῶς ἂν αὐτὸν διαφθείρειν λόγος καὶ τότε οὖσαν ἐθάδα δέξαιτο τὴν Ἑλλάδα· καὶ δι' ὧν πολλοὺς ἔμελλον εἰς εὐσέβειαν αἱρήσειν, ἐν ταύταις τὸ ἀριστεῖον ἔχειν· δι' ἧς δὲ σχεδὸν ἅπαντας ἀνθρώπους, ἐν ταύτῃ γέλωτος αἰτίαν καὶ χλεύης παρέχειν; καὶ μὴν οὐχ οὕτως εὐχερὴς εἰς λόγους, οὐδὲ τοῖς ἐχθροῖς ἐνομίζετο, ἃ δὲ τοῖς ἐχθροῖς εἰς ἔπαινον ὁρᾷ μαρτυρίας, οὐκ ἔστιν
col. 583–584page 290 of 591
PG 101:583ὅστις οὐκ ἂν ἐκδυσωπηθείη, κἂν μέγα θέλοι φρονεῖν, ἐπὶ τῷ πάντα φιλόνεικος εἶναι· καί μοι πρόσεχε τῇ μαρτυρίᾳ. Ἐδίψα τὸ Ἰουδαίων ἔθνος τοῦ αἵματος Παύλου, ἐπεὶ τῷ οὐρανίῳ φωτὶ περιαστραφθεὶς ἐκεῖνος, ὅλος μετέστη πρὸς ὃν ἐδίωξεν· ἐδίψα δὲ τότε μᾶλλον, καὶ πρὸς τὴν μιαιφονίαν ἀνεφλέγετο, ὅτε τις συναγωγὰς αὐτῶν τὸ ἐκείνου κήρυγμα κεκενωμένας αὐτοῖς ἀπελίμπανε· καὶ δὴ πᾶσα μὲν αὐτοῖς συκοφαντίας τέχνη, πᾶσα δὲ μηχανὴ κεκίνητο. Οὐκ ἀργυραῖ δὲ ἄρα λόγχαι μόνον, ὃ λέγεται, ἀλλὰ καὶ ψεύδους, καὶ ἀπάτης, καὶ ὀργῆς, καὶ θράσους πρὸς τὴν τοῦ ἀνδρὸς σφαγὴν, τοὺς ὁμοφύλους ἐξώπλιζον, καὶ τὰς χεῖρας ἤδη ταῖς ἐλπίσι σταζούσας εἶχον θερμοῦ τοῦ μιάσματος. Ἐπεὶ δὲ μάτην αὐτοὺς ἀνασκιρτῶντας καὶ χαίροντας αἱ ἐλπίδες ἀπέλιπον (κρείττω τοῦ ἀριστέως ἁπάντων μηχανημάτων ταῖς ἀπολογίαις καθισταμένου), τελευταῖον πρὸς τὸ ἐν λόγοις κράτος καὶ τὸ ἀνεπηρέαστον ἀπορούμενοι, ῥήτορά τινα μεσθοῦ ποιοῦνται, τῶν συκοφαντηθέντων συνήγορον· οὐκ ἂν ἔτι διαδύναι τὰς ἐκείνου τέχνας καὶ πλοκὰς τῶν λόγων τὸν γραφόμενον, κἂν μυριάκις εἴη ἀναίτιος, οὐδ' ὅπως οὖν ἐν ἀμφιβόλῳ τιθέμενοι. Ἀλλ' ὅ γε σοφὸς τῷ ὄντι Παῦλος, ὅσα τε θεῖα καὶ ὅσα ἀνθρώπινα, καὶ πρὸς τὸν οὕτω τῇ τέχνῃ καὶ τῷ μισθῷ παρεσκευασμένον, διὰ τῆς ἄνωθεν δηλονότι χορηγουμένης αὐτῷ σοφίας καὶ χάριτος, οὕτως ἀντικατέστη τοῖς λόγοις καὶ διηγωνίσατο, αὐτὸν μὲν τρεψάμενος καὶ καταισχύνας αὐτῇ τέχνῃ καὶ μισθαρνίᾳ· τοὺς δὲ ἀρχιερεῖς καὶ ἱερεῖς, καὶ ὅσοις ὁ κατ' αὐτοῦ συνεκεκράτητο φόνος, ἐκπλήξεως καὶ ἀμηχανίας ἐμπλήσας, ὥστε μὴ μόνον αὐτοῖς τῆς τοιαύτης ἐπιχειρήσεως μεταμελεῖν, ἀλλὰ καὶ σιωπῆς, καίτοι πλέον τῷ θυμῷ ἡγριωμένοις, ὅλα δύο ἔτη καταδίκην σφίσιν ἐπιθεῖναι. Ὁρᾷς ὅπως τοὺς ἐχθίστους καὶ ἄκοντας, ἡ τῶν τοῦ ἀριστέως λόγων δύναμις εἰς μαρτυρίαν ἐξεδιάσατο. Ὅτε δὲ καὶ τοῖς ἐχθροῖς ἡ Παύλου σοφία ἔργῳ καὶ λόγῳ διαβεβόηται, τοῖς ἐκεῖθεν τὰ τῆς εὐσεβείας μεμυημένοις, οὐ διαφερόντως καὶ ἀξίως τιμηθήσεται. Καὶ μή με νομίσῃς σοφίαν λόγων καὶ κράτος λέγειν καὶ δύναμιν, τὴν περίεργον ταύτην καὶ σοβοῦσαν, καὶ κομμωτικοῖς φαρμάκοις καὶ ἄνθεσι τὸ ἔμφυτον κάλλος τοῦ λόγου νοθεύουσαν, καὶ τοῖς ἐπιπλάστοις χρώμασι τὸ μειρακιώδες καὶ ἔκλυτον πρὸς ἑαυτὸν ἐπιστρέφουσαν· μηδ' αὖ ἐκείνην, ὅση τὸ σκυθρωπὸν καὶ ἀμειδὲς, ἐπ' οὐδενὶ χρηστῷ ὑποδύεται, βαθεῖ τε τῆς ἀσαφείας ὑποκαθημένη σκότῳ, καὶ τοὺς ἀμαθεῖς καὶ ἀγελαίους τῷ περὶ αὐτὴν ζόφῳ συγχέουσά τε καὶ καταπλήττουσα, τυφλοὺς ἐραστὰς ἐπισυρομένη καλλωπίζεται· οὐδ' ὅση πρὸς τὸ ποιητῶν αὐτόνομον ἐκτραχηλίζεται τὰς νεωτερικὰς ὁρμὰς ἑταιριζομένη καὶ διαπαίζουσα. Ἀλλ' ἐκείνην ἔγωγέ φημι, ὅση σώφρων μὲν ἀπαγγέλλειν, κοινὴ δὲ διδάσκειν, πρώτη δὲ παιδεύειν, μόνη δὲ συμπείθειν, εὖ-
col. 585–586page 291 of 591
PG 101:585σημος δὲ διὰ τῶν συγγενῶν νοημάτων τὴν τῶν πραγμάτων φύσιν ἀναπτύσσειν, καὶ εἴ που χρεία ἐμφάσεως, μυστικῶς εὖ μάλα καὶ τελεστικῶς ἀνακαλύπτειν τὴν τῶν κεκρυμμένων ἀλήθειαν. Ταῦτα μὲν γὰρ τῆς ἐμφύτου, καὶ κοσμίας, καὶ βιωφελοῦς τοῦ λόγου σοφίας· ἐκεῖνα δὲ τῆς τερπούσης τὴν ἄλογον αἴσθησιν, καὶ ταῖς παρατροπαῖς μᾶλλον καὶ τῷ νεωτερίζοντι χαιρούσης ἤθει, καὶ πρὸς μὲν ὠφέλειαν οὐδὲν δρώσης, εἰς κρότους δὲ καὶ κολακείας, καὶ πολὺν λήρον, διαλυομένης. Οὐκ ἦν ἄρα διὰ ταῦτα τῆς μεγαλονοίας Παύλου οὐδ᾽ ἐγγὺς ἀπομιμεῖσθαι, ὃν σὺ τῆς ἐν λόγῳ δυνάμεως, ἐπ' αὐτῆς φέρων κεφαλῆς, μονονουχὶ προσκυνεῖς, τόν, Ἦ δ' ὅς· τόν, Ἦν δ' ἐγώ. Ὥς που τις καὶ τῶν εἰς δόξαν οἰκείων αὐτὸν ἀπεσέμνυνε, προσθείην δ' ἂν ἔγωγε, καὶ μάλα εἰκότως, καὶ τόν, Ἐπεπόνθει ἐγώ· καὶ, ἬΙδει ἐγώ· καὶ, Ἠκηκόει ἐγώ· καὶ τόν, οὐκ οἶδ' ὅπως ἄν τις οὐκ εἰς μακρὰν ἀηδίαν αὐτὸς ἐμπέσοι τὰ ἐκείνου διεξιών· ὃς ἐπὶ τοσοῦτον ταῖς τῶν ῥημάτων καινοτομίαις διαθρυπτόμενος ἐθηλύνετο, ὡς μηδὲ προσώπων αὐτοῖς ἐμφάσεις ἔτι βούλεσθαι καταλιπεῖν, εἰς παράσημον δὲ τύπον ἀπαρεμφάτων τὸν χαρακτῆρα τούτοις μεταβιάζεσθαι. Ἐῶ δὲ νῦν τὸν τὰ λιπάσματα τῶν ὀφθαλμῶν, κατὰ ψυχὴν μᾶλλον πεπονθότα, ἢ φθεγξάμενον· καὶ τὰ τῆς σαρκὸς πιστὰ ἐλπίσματα, καὶ εὐσταθῆ καταστήματα ἀθλιώτερον στέρξαντα ἢ ἐκληρήσαντα, καὶ πολλαῖς τοιαύταις λέσχαις καὶ κακαῖς ἄταις ἐνασελγαίνοντα· ὧν οὐδ᾽ ἑτέρου μιμητὴν εἰς λόγους, οὐδ' εἴ τις τοιοῦτος ἕτερος, τὸν θαυμάσιον Παῦλον, οὐδὲ πολλοῦ δεῖ, ὥσπερ οὐδ᾽ εἰς πράξεις· οὐδ' εἰς σέβας, θείην ἂν ἔγωγε. Οὐ μὴν ἀλλ' οὐδ᾽ ἡ Γόργειος παιδιὰ, καὶ μικροῦ παρισουμένη τοῖς ἐπὶ σκηνῆς τῶν χορευτῶν σκιρτήμασι καὶ λυγίσμασιν ἀπαγγέλλειν, ἀξία τὸ βαθὺ καὶ βεβηκὸς τῶν ὑψηλῶν Παύλου νοημάτων. Ἀλλ' ἐκείνων γε τῶν λόγων τὴν γλῶτταν εἶχε κανόνα, οἳ τηλικούτων πραγμάτων τὸν νοῦν ἐκφέρειν ἐδύναντο κατ' ἀξίαν, μηδὲν μήτε δολοῦντες μήτε ἐξυβρίζοντες. «Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ!» καί, «Τίς ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» ἢ, «Τίς προέδωκεν αὐτῷ καὶ ἀνταποδοθήσεται αὐτῷ;» «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα.» Ἐπὶ ταύτῃ τῇ σοφίᾳ τὸν διδάσκαλον ἐγὼ τῆς οἰκουμένης θειάζω, καὶ θειάζειν ἂν ἀξίως μὴ τολμηρὸν εὐξαίμην, δι' ἧς τοιαῦτα ἐφθέγγετο, εὐτήμῳ μὲν καὶ σταθερᾷ λέξει τὸ νόημα παριστῶν, κοινὸν δὲ πᾶσι τὸ ὄφελος προτιθείς. Τί δ' ἂν εἴποις ἐνθεωρήσας αὐτοῦ τὸ καθαρὸν τῶν ῥημάτων, οὐ μόνον ὅσον εἰς ὀρθότητα φωνῆς καὶ συμμετρίαν ἥκει περιόδων ἐναρμονίως συστελλόμενον, ἀλλὰ καὶ εἴ τι πρὸς τὴν τῶν πραγμάτων ἀφήγησιν ἀπευθύνεται, μηδὲν τῶν ἀναγκαίων ἔξωθεν ἐπισυρόμενον, ἐφ' ὅσον τε τὸ τετραμμένον τῶν ὀνομάτων, καὶ ὅσον ἐπὶ
col. 587–588page 292 of 591
PG 101:587τὸ σκληρὸν ἀπονεύει διακρίνον καλῶς ἀποπέμπε· ται, καίτοι μεγέθει τὸ σαφές, ὡς εἴ τις ἄλλος, μᾶλ λον δ' ὡς οὐδεὶς ἕτερος, δι' ὅλων ἐγκερασάμενος. Καὶ οὔπω τοῦτό φημι ὅτιπερ τῷ συμβουλευτικῷ καὶ νομοθετικῷ διαποικίλλεται· οὐδ' ὅτι περὶ θείων ὁ λόγος αὐτῷ πραγμάτων, καὶ τῶν ἐν ἀνθρώποις μάλιστα τιμίων· ἀλλ' οὐδ' ὅτι λαμπρύνεσθαι καὶ φαιδρῶς εἰπεῖν μιμητὴν οὐκ ἔχων. «Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι· τὸν δρόμον τετέλεκα· τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειται μοι ὁ τῆς δικαιοσύνης στέφανος. Οὕτω τρέχω, ὡς οὐκ ἀδήλως. Οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων.» Καὶ, «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών· διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ, πᾶν γόνυ κάμψῃ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός·» καί, «Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστὸν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.» Θαυμαστὰ μὲν γὰρ ἄγαν καὶ ταῦτα (πῶς γὰρ οὔ;) ἔν τε τοῖς ἄλλοις καὶ τῆς ἐπ' ἄκρον συνδρομῆς φαιδρότητός τε καὶ καθαρότητος. Ἀλλ' οἷος ἐν τῷ γνωμολογεῖν καὶ εὐσταθῶς ἀποφαίνεσθαι ἐλέγχειν ἔνθα δεῖ καὶ ὡς δεῖ ἐπιτιμῆν διαμαρτύρεσθαι; «ᾯ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται.» - «Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί·» καί, «Τοῦτο δέ φημι, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύναται· οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ.» - «Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐβάσκανε τῇ ἀληθείᾳ μὴ πείθεσθαι;» καί, «Μὴ πλανᾶσθε, Θεὸς οὐ μυκτηρίζεται·» καί, «Ἰδέ, ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει·» καί, «Μαρτύρομαι παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι·» καί, «Τολμᾷ τις πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον, κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων.» Καὶ ἴσον ἐστὶ τὰ τοῦ μεγέθους συλλέγειν καὶ τὰς ἐκείνου συντάξεις εἰς ὁλόκληρον ἀναγινώσκειν, οὕτως αὐτὸ τὸ ἀξίωμα δι' ὅλων κέκραται τῶν λόγων. Ἀλλὰ τὸ ἦθος ὁποῖον; «Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτος εἰμι ἐγώ·» καί, «Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, καὶ οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος.» - «Ἐπιποθῶ σε ἰδεῖν μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ, ὑπόμνησιν λαμβάνων τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως, ἥτις ἐνώκησε πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι, καὶ τῇ μητρί σου Εὐνίκῃ.» - «Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς·» καί, «Χωρὶς ἡμῶν ἐβασιλεύσατε, καὶ ὄφελόν γε ἐβασι-
col. 589–590page 293 of 591
PG 101:589λεύσατε· ὁ καὶ μυρία ἄλλα. Ἆρ᾽ οὖν ἐνδεῖ τινος τῶν περὶ ταῦτα τὸν βίον ὅλον κατατριψάντων, ὁ μηδὲ μέχει τῶν ὀνομάτων, οἶμαι, τῆς ἐπιμελείας αὐτῶν ἀνασχόμενος, ἀλλ᾽ αὐτοσχέδιον ἔχων τὴν γλῶτταν ῥήτορα; Ἀλλ᾽ ἄρα τὸ μὲν ἦθος αὐτῷ καὶ τὸ σαφὲς διὰ τοῦ μεγέθους οὕτω διαπρέπει κεραννύμενον, τοῦ τάχους δ᾽ ἐνδεῖ. Καὶ τίς οὕτω πέφυκε συγκράτῳ κεχρῆσθαι γοργότητι; «Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων; Χριστὸς ὁ ἀποθανών, μᾶλλον δὲ καὶ ἐγερθείς.» — «Πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα οἰκοδομεῖ.» — «Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου, ἢ τίς ἡ ὠφέλεια τῆς περιτομῆς; πολὺ κατὰ πάντα τρόπον. Πρῶτον μὲν γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ. Τί γὰρ εἰ ἠπίστησαν; μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ Θεοῦ καταργήσει; Μὴ γένοιτο.» Καί, «Τί οὖν προεχόμεθα;» οὐ πάντως· καὶ πάλιν· «Λοιδορούμενοι εὐλογοῦμεν· διωκόμενοι ἀνεχόμεθα· βλασφημούμενοι παρακαλοῦμεν.» Τί ἂν τις πελάγη θαλάσσης σταλαγμοῖς μετρεῖν ἐπιχειροίη; ἴσον γὰρ ἐκεῖνά τε σταλαγμῶν λογισμοῖς ὑποβάλλειν, καὶ τὴν Παύλου σοφίαν πειρᾶσθαι λόγῳ διεξελθεῖν· οὐδὲ γὰρ οὐδὲ τὸ καλλωπίζον, καίτοιγε περιορῶν αὐτὸ εἰς τέλος παρέδραμεν, ἀλλὰ τῆς ἐπιβουλῆς μὲν γυμνώσας, ἐν ᾗ ἄν τις καὶ ἐκαλλωπίσατο, τῷ ἐμφύτῳ δὲ περιβαλών, ὅπερ ἄν τις μόλις ἐλπίσειεν, οὕτω καὶ θαυμάσαι προήνεγκεν, ὡς αὐτὸ τοῦτο κανόνα καὶ τύπον κάλλους ἀληθινοῦ τοῖς συνορῶσι προκεῖσθαι, πολλῷ τοῦ σεσοφισμένου καὶ κατ᾽ ἐπιτήδευσιν εἰς ὡραιότητα διαφέροντος. Ἀλλ᾽ οὐδέν ἐστιν οἷον αὐτοῦ ἀκούειν. «Πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσουσιν, οὗ οὐκ ἤκουσαν; πῶς δὲ ἀκούσουσιν χωρὶς κηρύσσοντος; πῶς δὲ κηρύξουσιν, ἐὰν μὴ ἀποσταλῶσιν· καθώς γέγραπται, Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά;» πάλιν, «Εἴ τις οὖν ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τινα σπλάγχνα καὶ οἰκτιρμοί, πληρώσατέ μου τὴν χαράν·» εἶτα, «Ἡ θλίψις ὑπομονὴν κατεργάζεται· ἡ δὲ ὑπομονὴ δοκιμήν· ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει.» Οὕτως ὁ τῶν Ἐπιστολῶν τοῦ μεγάλου Παύλου χαρακτὴρ ἀρετῆς ἁπάσης τῆς ἐν λόγῳ τὰς ἰδέας ἐμμορφούμενος, καὶ τοῖς καταλλήλοις καὶ οἰκείοις ἐμποικιλλόμενος σχήμασιν, ἀρχετύπου καὶ παραδείγματος λόγον ἐπέχειν καὶ ζηλοῦσθαι ἄξιος, ἀλλὰ μὴ πρὸς ἑτέρων μίμησιν ἀναγεγράφθαι τοῖς γε σωφρονοῦσιν ἐστι δίκαιος. Οὐδὲ γὰρ οὐδὲ ῥᾴδιον εὑρεῖν, ὃν εἰκονίσειεν· ἐπεὶ μηδὲ μελέτης καρπὸς, ἀλλ᾽ ἐπινοίας ὑπερφυοῦς τὰ Παύλου ῥήματα ὁ τῆς σοφίας πλοῦτος, ἡ τῆς ἀληθείας καθαρὰ καὶ διαυγὴς καὶ ἡδονῆς σωτηρίου βρύουσα πηγή· τοῦτο τῆς ἄνωθεν φοβερᾶς ἀστραπῆς, βραχεῖά τις λαμπηδών, τῶν ἀποστολικῶν χειλέων ἀποπάλλουσα· τοῦτο τῆς ἐν ἀσθενείᾳ τελειουμένης θείας δυνάμεως ἀποῤῥοή τις μετρία, κόσμον

Question CXIIIQuæstio CXIII

col. 591–592page 294 of 591
PG 101:591ὅλον ἀρδεύουσα· τοῦτο τῆς ἐν ὀστρακίνοις σκεύεσιν ἐνεργουμένης χάριτος. Ὦ φρικτῶν καὶ παραδόξων μυστηρίων μαρτύριον ἀπαράγραπτον· ἐξ ἰδιωτικῆς γλώττης στάζουσα σοφία, ἐξ ἀμελετήτου στόματος κανὼν εὐγλωττίας, ἐξ ἀμαθῶν χειλέων τέχνη ῥητορίας. Σὺ δὲ τί λέγεις; Ἔτι σε λογισμὸς διστάζων τῆς ἐν λόγῳ Παύλου σοφίας, ἡ διαπόρησις ἐνοχλεῖ; Μᾶλλον δὲ ἆρ᾽ ἔτι σοι μικρολογηθήσεται εἰ εἰς σχήματα τὰς Ἐπιστολὰς αὐτοῦ σχηματίσειεν, ἢ μακρὰ ἂν σαυτοῦ τῶν προτέρων καταγνοίης, ὅτι σε τοσούτων χαρίτων δωρεὰ διελάνθανε; Τί δ᾽ ἂν εἴποις ἐμβαθυνόμενος τῷ ἑτέρῳ μέρει τῆς ἐκείνου περὶ τοὺς λόγους δυνάμεως, οἷος ἐν τοῖς κεφαλαίοις τὴν τάξιν, τὴν σύνεσιν εἰσάγων οἰκονομούμενος, ὑποφέρων ἀνθυποφέρων, ὅσος τῶν ἐπιχειρημάτων τὴν εὕρεσιν· τὸ ἐν ταῖς ἐργασίαις γόνιμον· ὅπως συμπείθειν ἕτοιμος καὶ πολὺς παραβολαῖς, παραδείγμασιν· ἡλίκος τοῖς ἐνθυμήμασι· καὶ τὴν ἄλλην τούτοις ἅπασαν συγγενῆ δύναμιν, ἃ σοι παράσχοι περιελθεῖν, κἂν μηδενὶ θελήσῃς ἑτέρῳ κατὰ μελέτην προσχεῖν, εἰς ὡς ἀληθῶς ἐξὺν ἔρωτα καὶ θαῦμα γλυκύ, ἥ τε περὶ τῶν εἰδωλοθύτων τοῦ ἀνδρὸς εἰς ταῦτα μεταχείρησις, καὶ ἐν ᾧ καθαίρειν ἐπιχειρεῖ τῶν μεγαλοφρονούντων, ἐφ᾽ ᾧ γλώσσαις ἐλάλουν τὸ φύσημα, καὶ δὴ καὶ ὡς ὁ νόμος ὀφειλέτης ἦν παραχωρῆσαι τῇ χάριτι· ἀλλὰ περὶ μὲν τούτων ἱκανά· καὶ ταῦτα κατὰ γράμματος ὁμιλίαν. Εἰ δέ ποτε συνεσόμεθα (συνεσόμεθα δέ· θεῖόν μοι τοῦτο μήνυμα προαγορεύει), τότε πλατύτερον ἢ νῦν περὶ τούτων σοι διαλεξόμεθα. ΕΡΩΤΗΣΙΣ ΟΓ΄. Ζητήματα διάφορα τοῦ Ἀποστόλου διὰ κ΄ καὶ ζ΄ κεφαλαίων ἐπιλυόμενα. Ἐπειδήπερ οὐ μόνον χαίρων ἀνομολογεῖς τὴν ἧτταν, ἀλλὰ καὶ εἰς ἑορτὴν αὐτὴν ὠφελείας ἀναφέρεις, ὅμως δ᾽ ἐπιζητεῖς ἔτι παραδείγματα τῶν ἐν τῷ πρώτῳ γράμματι εἰρημένων τρόπων· καὶ ταύτην σου τὴν ἐξαίτησιν πέρας λαβεῖν οὐ βραδύνον δίκαιον νομίζω· ἀνδρὶ γὰρ ἀληθείας ἡττωμένῳ, φθονερὸν μὴ παρέχειν μαθεῖν τὴν ἀλήθειαν ἐπιζητοῦντι. Καθ᾽ ἕκαστον τοιγαροῦν ἐκείνων σοι τῶν τεσσάρων τρόπων ὀλίγα τινὰ παραθέντες τῶν παραδειγμάτων, ἅτε ῥᾳδίαν οὖσαν τῶν λοιπῶν ἐκ τούτων τὴν θεωρίαν καὶ διάκρισιν, ἵνα μὴ καὶ σὴν ἐξυβρίζειν δόξωμεν σύνεσιν, καὶ βίβλον ὅλην ἀντ᾽ ἐπιστολῆς γράφειν παραλείψωμεν. Ὥσπερ γὰρ τὸ λεπτολογεῖν τῷ δυσθεωρήτῳ προσαρμόζεται, οὕτω τὸ σαφὲς ἂν μὴ διὰ τοῦ συντόμου πρόεισι, τοῦ μανθάνοντος ἢ τοῦ διδάσκοντός γε πάντως εἰς κατηγορίαν περιίσταται.
col. 593–594page 295 of 591
PG 101:593σ'. Αὐτίκα τοίνυν τὸ, Τί οὖν ἐροῦμεν, Ἀβραὰμ τὸν πατέρα ἡμῶν εὑρηκέναι κατὰ σάρκα, ὁ φανερόν ὡς καθ᾽ ὑπερβατὸν ἐσχημάτισται· τὸ γὰρ, κατὰ σάρκα, δέον πρὸ τοῦ πατέρα κεῖσθαι, ὑπερβεβηκὸς τὴν οἰκείαν χώραν, μετὰ τὸ εὑρηκέναι, συντέτακται. β'. Τοιοῦτον καὶ τὸ, Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· ἀντὶ γὰρ τοῦ, Βλέπετε τὸν κατὰ σάρκα Ἰσραὴλ, εἴρηται. γ'. Καὶ τοῦτο, Οἱ δοῦλοι δὲ ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα, ἀντὶ τοῦ, τοῖς κατὰ σάρκα κυρίοις. δ'. Ἀποδέδοται τούτοις καὶ τό· Πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ· συνδιαποικίλλεται· τὸ γὰρ ἁπλοῦν, Πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ σύνεσίν μου· ἢ εἰ βούλει· Πρὸς ὃ δύνασθε νοῆσαι τὴν σύνεσίν μου τὴν ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ. Δύναται γὰρ τοῦτό τε καὶ ἔνια τῶν προειρημένων δι' ἑκατέρου τρόπου εἰς τὸ ὀρθόν τε καὶ συνειθισμένον τῆς φράσεως ἐπανάγεσθαι. Λέγω δὲ ἤτοι διὰ τοῦ καθ᾽ ὑπερβατόν, ἢ διά γε τοῦ κοινοποιοῦντος ἐλλειπτικοῦ τὸ προειρημένον τοῖς ἔπειτα, ὥσπερ καὶ νῦν, τὸ κατ' αἰτιατικὴν ἐκπεφωνημένον ἑνικὸν ἄρθρον ἀπὸ κοινοῦ παραληφθὲν ὁλόκληρον τὸ ῥητὸν ἀπειργάσατο. ε'. Τοιοῦτον καὶ τὸ, Δι' ὃ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ ὑμῶν· ἡ γὰρ, ταῖς ὑπὲρ ὑμῶν, ὀφείλει προσειρῆσθαι, δι' οὗ γνώριμον τὸ ἀπὸ κοινοῦ, ἢ ἐν ταῖς ὑπὲρ ὑμῶν θλίψεσί μου, ὅπερ ἐνδείκνυσι τὸ ὑπερβατόν· καθ' ὁπότερον γὰρ τῶν δύο τούτων διαληφθέν, ἀπηρτισμένην τὸ ῥητὸν ἀναδέχεται τὴν ἑρμηνείαν. ς'. Πάλιν, Διὰ τοῦτο ἀκούσας τὴν καθ' ὑμᾶς πίστιν ἐν τῷ Κυρίῳ Ἰησοῦ, οὐ παύομαι εὐχαριστῶν. Ὅμοιον γὰρ καὶ τοῦτο τοῖς εἰρημένοις· ἡ γὰρ τὴν ἐν τῷ Κυρίῳ Ἰησοῦ καθ᾽ ὑμᾶς πίστιν ἢ τὴν καθ' ὑμᾶς πίστιν τὴν ἐν Κυρίῳ Ἰησοῦ ἀναγινώσκοντες κεκοινοποιημένην· καὶ οὐδὲν ἔχουσαν παρατετραμμένον τὴν φράσιν εὑρίσκομεν. ζ'. [Παραπλήσιον] καὶ τὸ, Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν, διὰ τῆς ἐπιστολῆς τοῦτον σημειοῦσθε· τὸ γὰρ ἐντελές. Εἰ δέ τις οὐχ ὑπακούει τῷ διὰ τῆς ἐπιστολῆς ἡμῶν λόγῳ, τοῦτον σημειοῦσθε· ἢ καὶ οὕτως· Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν τῷ διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε. Καὶ δῆλον, ὅτι τὸ μὲν πρότερον ἀπὸ τοῦ καθ᾽ ὑπερβατὴν ἐπανάγεται· τὸ δὲ ὕστερον ῥηθέν, ἀπὸ τοῦ κατ᾽ ἔλλειψιν κοινοποιοῦντος τοῖς ἐφεξῆς τὰ προειρημένα ἀπαρτίζεται. η'. Καὶ, Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν· ἀντὶ τοῦ, τοῖς ἐν τῷ νῦν αἰῶνι πλουσίοις, ἢ, τοῖς πλουσίοις τοῖς ἐν τῷ νῦν αἰῶνι. Καὶ, Νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν· ἀντὶ τοῦ, ἐν τοῖς ὑπὲρ ὑμῶν παθήμασιν· ἢ ἐν τοῖς παθήμασι τοῖς ὑπὲρ ὑμῶν. θ'. Ἔτι δέ· Τὴν δέησιν ποιούμενος, ἐπὶ τῇ κοινωνίᾳ
col. 595–596page 296 of 591
PG 101:595ὑμῶν τῇ εἰς τὸ Εὐαγγέλιον· τουτέστιν ἐπὶ τῇ εἰς τὸ Εὐαγγέλιον κοινωνίᾳ ὑμῶν· ἢ καὶ οὕτως· ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν τῇ εἰς τὸ Εὐαγγέλιον· ἕκαστον γὰρ τῶν εἰρημένων ἀφ' ἑκατέρου τρόπου τὴν εἰς τὸ κοινὸν ἐπάνοδον ἀπολαμβάνει· καθ' ὑπερβατὸν δὲ καθαρῶς, ὃ καθ' ὑπέρθεσιν λέγεται, διαπλέκεται. ι'. Τό, Ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν Κυρίῳ· τὸ γὰρ, ἐν Κυρίῳ, συναπτόμενον τῷ, ἀσπάζομαι ὑμᾶς, κατὰ τὴν ἀκόλουθον τοῦ λόγου χρήσιν πρὸς τῷ τέλει νῦν ἀποδέδοται. Καὶ τὸ Ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ, παραπλήσιον ἔσχε τὸν σχηματισμόν· τὸ γὰρ, πονηροῦ, τὴν ἐφεξῆς τοῦ ἐνεστῶτος χώραν ἐπέχειν ὀφεῖλον, τὴν ἐσχάτην ἀνεπλήρωσεν. ια'. Καὶ πάλιν, Τούτου χάριν ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν, οἷον, Τούτου χάριν ὁ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ. Δέσμιοι μὲν γὰρ γεγόνασι τοῦ Χριστοῦ Ἰησοῦ καὶ πολλοὶ τῶν μαρτύρων, ἀλλ' οὐχ ὑπὲρ τῶν ἐθνῶν. Οὐ γὰρ ὅτι τὰ ἔθνη προσῆγον τῷ Χριστῷ διὰ τοῦτο ἐδέδεντο καὶ ἐσφάττοντο, ἀλλ' ὅτι αὐτοὶ καθ' ἑαυτοὺς τὴν εἰς Χριστὸν οὐκ ἠθέτουν πίστιν. Οὐδὲ Παῦλος δέσμιος μὲν ἦν τοῦ Χριστοῦ Ἰησοῦ, ἀλλὰ καὶ ὑπὲρ τῶν ἐθνῶν. Ὅτι γὰρ ἐκήρυττεν αὐτοῖς τὸν Χριστὸν καὶ ὅτι οὐχὶ τόνδε ἢ τόνδε, ἀλλὰ καὶ δήμους ὅλους μετετίθει πρὸς Χριστόν· διὰ τοῦτο τὸ πλέον ἐδέδετο. Ἀλλὰ περὶ μὲν τῆς ἐν τῇ διανοίᾳ θεωρίας καὶ τῆς τῶν λέξεων ἀναπτύξεως ἐν ἄλλοις. ιβ'. Τῆς αὐτῆς μέντοι τροπολογίας ἔχεται καὶ τὸ Οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν· ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσι καὶ ἀγαπητοί, οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι ἢ μετέχοντες· τὸ γὰρ, οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι, φανερὸν ὡς ὑπερτέθειται· ἀναπληρώσει δὲ τὴν οἰκείαν χώραν οὕτω πως διαταχθέν· Ἀλλὰ μᾶλλον οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι δουλευέτωσαν, ὅτι πιστοί εἰσι καὶ ἀγαπητοί· οἱ δεσπόται δηλονότι. ιγ'. Εἰς τὸν αὐτὸν δὲ τρόπον ἀναφέρεται καὶ τὸ Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν· εἴγε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἡ ἀλήθεια ἐν τῷ Ἰησοῦ ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον. Εἰ μὴ γὰρ ὑπερθέντες εἴπαμεν, Ἀποθέσθαι ὑμᾶς τὸν κατὰ τὴν προτέραν ἀναστροφὴν παλαιὸν ἄνθρωπον· ἢ, εἰ βούλει, Ἀποθέσθαι ὑμᾶς τὸν παλαιὸν ἄνθρωπον τὸν κατὰ τὴν προτέραν ἀναστροφὴν εἰς ἀδιανόητον ἂν περιενεχθέντες εἴημεν. ιδ'. Καὶ δὴ καὶ ἐν τῷ, Ἵνα δῷ κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν, ἐν ἀγά-
col. 597–598page 297 of 591
PG 101:597πῇ ἐῤῥιζωμένοι καὶ τεθεμελιωμένοι· ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος, καὶ βάθος, καὶ ὕψος. Ἐν τούτῳ τοιγαροῦν τῷ χωρίῳ, εἴτις τὸ, ἐν ἀγάπῃ ἐῤῥιζωμένοι καὶ τεθεμελιωμένοι, τῇ ὑπερτεθείσῃ λέξει μὴ ὑποτάξας οὕτω τὴν σύμφρασιν εἰς τὸ κατὰ φύσιν ἔχον ἐπαναστρέψει, βαρβαρίζουσαν οὗτος ὑπόληψιν τῷ θείῳ Παύλῳ περιάψει· τὸ μέντοι διηρθρωμένον τα εἴη ἂν τοιοῦτον· Ἵνα ἐν ἀγάπῃ ἐῤῥιζωμένοι καὶ τεθεμελιωμένοι ἐξισχύσητε καταλαβέσθαι· καὶ ἑξῆς. Καὶ ὅρα ὅπως ἔμπροσθεν μὲν τοῖς μὴ προορῶσι τὸ ἀνακεχωρημένον καὶ σοφὸν τῶν ῥημάτων ἐδόκει τὸ ῥητὸν βάρβαρον· ἀναφανείσης δὲ τῆς τροπῆς, συνανεφάνη καὶ τὸ ἐμμέθοδον. ιε'. Τὸ αὐτὸ δὲ εἶδος καθορᾶται καὶ ἔνθα φησὶν, Τοῖς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσιν ζωὴν αἰώνιον· ὑπερβέβηκε γὰρ κανταῦθα τὸ, ζητοῦσι ζωὴν αἰώνιον· καὶ ἔστι τὸ κατὰ πόδα τῆς ἑρμηνείας· Τοῖς καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ ζητοῦσι ζωὴν αἰώνιον, δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ἀποδώσει. Καὶ σκόπει μοι πάλιν ὅπως συνανεφάνη τῷ ὑπερβατῷ ἡ τοῦ ἀπὸ κοινοῦ μεταχείρισις· τὸ γὰρ, ἀποδώσει, ὄπισθεν ῥηθὲν καὶ ἐνταῦθα συνεφέλκεται. ις'. Τὰ μέντοι γε τοῦ προκειμένου ῥητοῦ ἐφεξῆς ἔχουσι μὲν καὶ αὐτὰ τὸ ἀπὸ κοινοῦ· ἔχουσι δ' εἰς τὸ καλούμενον ζεῦγμα ἀπομεριζόμενόν τε καὶ εἰδοποιούμενον. Τὸ γὰρ, Πειθομένοις δὲ τῇ ἀδικίᾳ, θυμὸς καὶ ὀργὴ καὶ θλίψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακὸν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος, οὐκ ἂν ἀπηρτισμένον εἴη εἰ μὴ ἐλκυσθείη πάλιν τὸ, ἀποδώσει, σχηματισθὲν εἰς τὸ, ἀποδοθήσεται. Ὅπερ ἐξακούειν δεήσει καὶ ἐπὶ τοῦ, Δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθὸν Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. ιζ'. Ναὶ δὴ τῇ ἀπὸ κοινοῦ τροπῇ διαμεμόρφωται, καὶ τό· Εἴτε θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως· δεῖ γὰρ πάλιν προσυπακουσθῆναι τὸ θλιβόμεθα. ιη'. Ὥσπερ καὶ ἐν τῷ, Εἴτε παρακαλούμεθα ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας ὀφείλει προσεπισυνήφθαι τό, παρακαλούμεθα. ιθ'. Καὶ τὸ, Εἴτε γὰρ ἐξέστημεν, Θεῷ· εἴτε σωφρονοῦμεν, ὑμῖν· εἰς τὸν αὐτὸν τύπον ἐσχημάτισται· τὸ γὰρ ἐντελές, Εἴτε γὰρ ἐξέστημεν, Θεῷ ἐξέστημεν· εἴτε σωφρονοῦμεν, ὑμῖν σωφρονοῦμεν. κ'. Μάλιστα δὲ πλεονάζει τὰ εἰρημένα ἐν τῷ χωρίῳ τούτῳ· « Δοξάζοντες τὸν Θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας, καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ Θεοῦ ἐφ' ὑμῖν. » Ἅπερ εἴ τις μὴ προσαποδιδοὺς τῷ ῥητῷ εἰς τὴν καθ' εἱρμὸν ἀπαγγελίαν καθαῤῥυθμίζοι τὸν λόγον, εἰς ἀδιανόητον ἂν περισταίη παντελῶς ἡ ὑφήγησις τοῦ προκειμένου. Καὶ τόγε αἴτιον οὐ τοῦ γράμματος,
col. 599–600page 298 of 591
PG 101:599τῶν δὲ μὴ συνιέντων τῶν ἐν τῷ γράμματι σχημάτων εἴη δ' ἂν ἡ τῶν ῥημάτων αὐτοτέλεια τοιαύτη· Δοξάζοντές εἰσιν οἱ ἅγιοι τὸν Θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν τῇ εἰς τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ ἐπὶ τῇ ἁπλότητι τῆς εἰς αὐτοὺς κοινωνίας, καὶ τῇ εἰς πάντας· πάλιν, Δοξάζοντες εἰσι τὸν Θεὸν καὶ ἐπὶ τῇ ὑπὲρ ὑμῶν δεήσει αὐτῶν τῶν ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν ἐφ' ὑμῖν χάριν τοῦ Θεοῦ. Καὶ ἄρα ὅπως συνέστραπται μὲν τὸ χωρίον καὶ ἐλλέλειπται, εἰ βούλει δὲ καὶ περιβέβληται· οὐ μὴν ἔξωθέν γε πολλῶν ἐδεήθη· ἀλλὰ ῥήμασι βραχέσιν κατά τε ἔλλειψιν καὶ ἀπὸ κοινοῦ παραλαμβανομένοις καὶ τοῦ ὑπερβατοῦ τὸν καθ' εἱρμὸν ἀπολαμβάνοντος τόπον εἰς τὸ κοινὸν καὶ σαφέστατον τῆς ἑρμηνείας διαμορφωθεὶς ἐπανέδραμεν ὁ λόγος. κδ'. Κατ' ἔλλειψιν δὲ διαπέφρασται καὶ τὸ Εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς, εἴτε καὶ ἀπών, ἀκούσω. Ἐλλείπει γὰρ ἐπιφανῶς τὸ, εὐφρανθώ, ἢ ἕτερόν τι τοιοῦτον. κβ'. Οὐ μὴν οὐδὲ τὸ, Ὥσπερ ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Κυρίῳ, οὕτως αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί· ἀσχηματίστως προενήνεκται· ἀλλὰ τοῦτο μὲν ἐνδεῖ, τοῦτο δὲ τῷ κατ' ἐπίζευξιν ἀπὸ κοινοῦ λεγομένῳ ὑποβέβληται· ἀπαγγελθείη δ' ἂν οὕτω γε χωρὶς τροπικῆς ἐπιτεχνήσεως· Ὥσπερ ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Κυρίῳ, οὕτως αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντὶ πράγματι ὑποτασσέσθωσαν, ἢ ὀφείλουσιν ὑποτάσσεσθαι. κγ'. Οὐκ ἀπέοικε δὲ τοῖς εἰρημένοις οὐδὲ τὸ, Ἀδελφοί, ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι, ἓν δὲ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τῶν δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως. Ποῖον γὰρ ἂν παρασταίη νόημα διὰ τοῦ, Ἓν δὲ, εἰ μήτε ἀπὸ κοινοῦ παραληφθείη τὸ, λογίζομαι κατειληφέναι, μήτε εἴ τι ἢ ἄλλως παρείθη συνδιαληφθείη ἡ ἀναπλήρωσις; ἐκείνων δὲ κατὰ νόμους τῆς τροπικῆς τεχνολογίας συμπαραληφθέντων, τοιοῦτος ἂν εἴη καὶ ὁ νοῦς καὶ τὸ ἀκόλουθον τῆς συντάξεως· Ἀδελφοί, ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι· ἓν δὲ λογίζομαι κατειληφέναι, ὅτι τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τῶν δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως· ὡσεὶ ἔλεγεν· Τοῦτό ἐστι, ὃ λογίζομαι κατειληφέναι, τὸ μήπω μέν τι κατειληφέναι, δεῖν δὲ ζητεῖν, ἀεὶ καταλαβεῖν, καὶ μὴ ἐῤῥᾳθυμεῖν τοῖς κατορθωθεῖσιν· ὁ γὰρ τοῦτο κατειληφώς, οὗτός ἐστιν ἀληθῶς ὁ κατὰ σκοπὸν διώκων ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως. Ἀλλ' ἡ μὲν τῶν νοημάτων παράστασις, εἰ καὶ συγγενοῦς, ὅμως οὖν ἰδιαζούσης δεῖται ὑποθέσεως· νῦν δὲ πρὸς ἔνδειξιν εἴρηται μόνον τῆς τροπικῆς ἀναπτύξεως. κδ'. Σαφεστάτην δ' ἂν ἐμφανιεῖ τὴν ἔλλειψιν καὶ μικροῦ δεῖν εἰς περίοδον ἀποτεινομένην (ὅπερ ἐμοὶ μᾶλλον ἔδοξεν), αὐτοτελῶς εἰπόντα πρότερον, οὕτω τὸ κατεσχηματισμένον παραθεῖναι· οἷον, Εἴτε ὑπὲρ Τίτου χρὴ λέγειν, κοινωνός ἐστιν ἐμὸς, καὶ εἰς ὑμᾶς συνεργός· εἴτε ὑπὲρ τῶν συναποσταλέντων αὐτῷ λοιπῶν δύο, ἀδελφοὶ ἡμῶν εἰσι κἀκεῖνοι, ἀπόστολοι ἐκκλησιῶν, δόξα Χριστοῦ. Τοῦτο μὲν ἀπὸ τοῦ τροπικοῦ λόγου εἰς τὸ κατὰ φύσιν ἐπανήνεκται· τὸ δὲ τροπικὸν δῆλον ὡς ταύτην ἔχει τὴν γραφήν· Εἴτε ὑπὲρ Τίτου, κοινωνὸς ἐμὸς καὶ εἰς ὑμᾶς συνεργός, εἴτε ἀδελφοὶ ἡμῶν ἀπόστολοι ἐκκλησιῶν δόξα Χριστοῦ. Καὶ οἶδα ὅτι οὐκ ἄν σοι δόξῃ παράδοξον εἶναι τὸ τοιοῦτον τῆς ἐλλείψεως εἶδος· πολλὰ γὰρ τοιαῦτα καὶ παρ' Ὁμήρῳ, καὶ Ἀντιμάχῳ, καὶ Ἀριστοφάνει, Θουκυδίδη τε καὶ Πλάτωνι, καὶ Δημοσθένει, καὶ σχεδόν τι τοῖς ἄλλοις ποιηταῖς τε καὶ λογογράφοις· εἰ καί τινες, ὧν καὶ Καλλίμαχος ὁ Λίβυς, τά τε ἄλλα πολλῶν ἡττώμενοι, καὶ οὐκ εἰς κόρον μόνον, ἀλλὰ καὶ εἰς ἐκτοπωτάτην τομὴν τοῦ συνήθους καὶ παρατροπὴν καὶ ἀφαίρεσιν τὸ τοιοῦτον εἶδος βιασάμενοι, οὐκ ἀναιτίως ὑπὸ τῶν ἐπιστήμην ἐχόντων κρίνειν τὰ τοιαῦτα (κριτικοὶ δὲ οὗτοι) ὑπὸ ἐπιτίμησιν ἔπεσον. Ἀλλὰ ταῦτα μὲν περὶ τούτων. κε'. Τὸ μέντοι, Ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν κατὰ
col. 601–602page 299 of 591
PG 101:601τὴν ἀναλογίαν τῆς πίστεως, εἴτε διακονίαν ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων ἐν τῇ διδασκαλίᾳ, εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει, ὁ μεταδιδοὺς ἐν ἁπλότητι, ὁ προϊστάμενος ἐν σπουδῇ, ὁ ἐλεῶν ἐν ἱλαρότητι· τοῦτο δή, τοῦτο τὸ ῥητὸν λαμπρὸν ἂν εἴη περιβεβλημένου λόγου παράδειγμα· ἔχει μὲν γὰρ εὐθὺς τῷ καθολικῷ ἐπιφερόμενα τὰ μερικά· τοῦτο μὲν, τῷ χαρίσματι τὴν προφητείαν καὶ τὴν διακονίαν· τοῦτο δ' αὖ πάλιν τῇ διακονίᾳ τὰ μερικώτερα ταύτης τὴν διδασκαλίαν τὴν παράκλησιν, καὶ εἴγε βούλει, τῇ παρακλήσει τὴν μετάδοσιν, τὴν προστασίαν, τὴν ἐλεημοσύνην. Ο τε γὰρ μεταδιδοὺς καὶ ὁ προϊστάμενος καὶ ὁ ἐλεῶν, εἰς παραψυχήν τινα καὶ παράκλησιν καθίστανται· τοῖς δ᾽ αὐτῶν εὐεργετουμένοις οὐ μὴν ἀλλὰ καὶ καθ᾿ ἕτερον τρόπον περιβέβληται· τὴν αἰτίαν γάρ ἐστιν οἷς προσάπτει τῶν κεχαρισμένων· οὐ περιβέβληται δὲ μόνον, ἀλλὰ καὶ τῷ τρόπῳ ποικίλλεται τῷ ἀπὸ κοινοῦ· καὶ δὴ προβάλλεται καὶ τὴν εἰδικῶς καλουμένην ἔλλειψιν· τὸ γὰρ, ἔχοντες, ἀπὸ κοινοῦ μὲν φέρεται κατὰ τοῦ, Εἴτε προφητείαν εἴτε διακονίαν· εἰς τὸ καλούμενον δὲ ζεῦγμα διασχίζεται, ἐπὶ τοῦ, εἴτε ὁ διδάσκων, εἴτε ὁ παρακαλῶν· καὶ ἐν τοῖς ἐφεξῆς δὲ μέρεσι τοῦ λόγου. Καὶ γὰρ ἐν ἀρχῇ πληθυντικῶς ἐκπεφωνημένου τοῦ, ἔχοντες, ἐνικῶς ἐξακούομεν ἐπί τε τοῦ, Ο διδάσκων καὶ ὁ παρακαλῶν, καὶ τῶν ἄλλων· πάλιν δὲ τὸ αὐτὸ χωρίον κρέμαται ὅλον, ἀνάπαυσιν οὐκ ἔχον οὐδεμίαν, ἂν μή τι ῥῆμα προσεπινοηθῇ. Ἂν γὰρ μὴ ἐπινοήσωμεν τὸ, μενέτω μὲν ἔν τε τῇ διακονίᾳ καὶ διδασκαλίᾳ καὶ τῇ παρακλήσει· καὶ πρό γε τούτων ἐν τῷ, εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως μετὰ καὶ προσθήκης τοῦ, ἐν τῇ προφητείᾳ· μὴ συνάψωμεν δὲ πάλιν τῷ, μεταδιδότω καὶ προϊστάσθω καὶ ἐλεείτω, τοῖς ἐφεξῆς, ἀτελὲς ὅλον καὶ παράσημον πεποιηκότες ἂν εἴημεν τὸ χωρίον. Ἀλλὰ τὸ μὲν ῥητὸν τοῦτο τρισὶν ἅμα διεσχηματίζετο τρόποις. Εφεξῆς δὲ πάλιν ὁ ἐλλειπτικὸς προκύπτει. Λείπει γὰρ ἐν τῷ, Ἡ ἀγάπη ἀνυπόκριτος, τό, ἔστω, καὶ λοιπὸν ἐφεξῆς. Ἀρχὴν ἄλλη περίοδος δέχεται, ἡ, Ἀποστυγοῦντες τὸ πονηρόν· ἥτις διὰ μακροτάτου ποιουμένη τὴν ἀπόδοσιν, εἰς πνεῦμα μὲν ἀποτείνεται· οὐκ ἀπήλλακται δὲ οὐδὲ τοῦ περιβεβλῆσθαι. Τὸ γὰρ, ἀποστυγοῦντες τὸ πονηρόν, εἰς τὸ, Εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς, εὐλογεῖτε καὶ μὴ καταράσθε, τὸν ἀπαρτισμὸν λαμβάνει. Ἐπεὶ καὶ τῶν ἄλλων πασῶν ἀρετῶν τέλος ἐστὶ καὶ οἱονεὶ συγκεφαλαίωσις τὸ μέχρι τῶν ἐχθρῶν καὶ μεμισηκότων τὴν ἀγαθότητα καὶ ἀγάπην παρατείνειν. Κατὰ γὰρ ταύτην τὴν πρᾶξιν καὶ ὁ σωτήριος καὶ ἀψευδὴς λόγος ἀφομοιοῦσθαι τοὺς ἐπὶ γῆς ἀνθρώπους πρὸς τὸν ἐν οὐρανοῖς ἐπιστώσατο Πατέρα. Ἀλλὰ γὰρ πολὺ πλῆθος ἐν τοῖς γράμμασι τοῦ θείου Παύλου τῶν τοιούτων ἔνεστι παραδειγμάτων· ἐξ ὧν ὀλίγα παρεθέμην, δι᾿ ἃς καὶ καταρχὰς ὑπολήψεις ἔφην, αἷς τὰς αἰτίας ἀνατίθημι, καὶ διότι μηδὲ περὶ τῶν λοιπῶν οἷς συνεχρήσατο διεξῆλθον τρόπον ὅλως τε περὶ τρόπου γενέσεως καὶ διαφορᾶς ποσότητός τε καὶ χρήσεως· ὅθεν τε ἡ τροπολογία ἔφυ, καὶ δι᾿ ἣν ποτε αἰτίαν ἡ Ἑλληνὶς ταύτην ᾠκειώσατο γλῶσσα· οὐδὲ γὰρ οὐδ᾽ ἀξιώσαιμι· οὔτε σὲ δεῖσθαι μαθήσεως ὅλως τῆς περὶ ταῦτα τηλικοῦτον ὄντα οὔθ᾽ ἡμᾶς ἐν τῇ περὶ τούτων διδασκαλίᾳ φιλοτιμεῖσθαι. Τὰ μὲν γὰρ στοιχειώδη τε καὶ οἰκεῖα τοῖς εἰσαγομένοις· τὰ δὲ, δι' ὧν ἔφημεν ὑποδειγμάτων σαφῆ καὶ ῥᾳδίαν εἴληφε τὴν γνῶσιν. Τῶν μὲν οὖν ἀποστολικῶν γραμμάτων καὶ τοῖς εἰρημένοις καὶ πολλοῖς ἑτέροις σχήμασιν ὁ χαρακτὴρ οὕτω πέφυκε διαμορφοῦσθαι· οὐχὶ δ' ὅπερ καὶ πολλαχοῦ ἀπειπάμην τέχνῃ καὶ μελέτῃ ταῦτα γράφειν αὐτὸν ἡδέως εἴποιμι ἄν· οὐχ οὕτως μικρολογῶ τὸν οὐράνιον ἄνθρωπον ἐκεῖνον, τὸν ὡς οἰκίαν ἢ πόλιν μίαν τὴν οἰκουμένην ὅλην πολίσαντα τῷ κηρύγματι· ἀλλ᾽ ἐμφύτῳ κράτει διανοίας καὶ τῷ περὶ πάντα δραστηρίῳ, μᾶλλον δὲ τῇ ἄνωθεν χάριτι· ἢ καὶ τὸν πλοῦτον αὐτῷ τῆς ἐμφύτου γνώσεως καὶ τῆς ὑπὲρ τὸ ἀνθρώπινον ἀγχινοίας καὶ φρονήσεως χορηγοῦσα διὰ πάντων οὐ διέλιπεν, δι' ἧς καὶ τῶν ἄλλοις ὅσα πόνοι καὶ μελέται μόλις κατορθοῦσιν αὐτὸς ἀταλαίπωρον ἔσχε τὴν χρῆσιν καὶ μεταχείρισιν. Σὺ δέ μοι ταῖς ἐκεῖθεν καθαρῶς ἐλλαμπόμενος τῆς ἀληθείας ἀκτῖσιν, εἴης ὥσπερ τὸ θεωρητικὸν ὀμματούμενος, οὕτω καὶ τὸ πρακτικὸν ταῖς αὐτόθεν ἐντολαῖς διὰ βίου ῥυθμιζόμενος.

Question XCIV-XCVQuæstio XCIV - XCV

col. 603–604page 300 of 591
PG 101:603Τί ἐστι τό· « Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, » καὶ τὰ ἑξῆς; Τῆς μακράς σου καὶ μεμηχανημένης ἀπορίας ἁπλῆν καὶ σύντομόν σοι παρεχόμεθα τὴν λύσιν. Τὸ μὲν, « Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν οὐρανοῖς, » εἰς ἀρετήν ἐστι δηλονότι τὴν τελειοτάτην παράκλησις. Τὸ δὲ, « Μὴ ποιεῖτε τὴν ἐλεημοσύνην ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, » φιλοδοξίας ἐστὶν, ὅπερ καὶ ἔστι κακίας ἀναίρεσις. Πῶς οὖν ἡ τῆς κακίας ἀναίρεσις τῇ παρακλήσει τῆς ἀρετῆς δύναιτ' ἂν ὑπάρχειν μαχόμενον; τοὐναντίον γὰρ καὶ συνίστησι μᾶλλον ἢ θατέρας ἀποτροπὴ τῆς ἑτέρας τὴν ὕπαρξιν. Ὁ γάρ τοι τῆς ἀνθρωπίνης δόξης διὰ τοὺς θείους νόμους ὑπερορῶν, οὗτός ἐστιν ὁ τῆς ἀρετῆς θερμὸς ἐραστὴς, καὶ ὁ μὲν σπουδαῖος τὸ θεῖον ἔχει δημοσιεύων καὶ λάμπειν αὐτοῦ παρασκευάζων τὰ ἔργα δίκην φωτός. Ὁ δὲ πρὸς ἀνθρώπων δόξαν τὸν ἔλεον μετιών, αὐτός ἐστιν ὃς ἀποφέρεται δηλονότι καὶ τὴν τῆς ἐπιδείξεως αἰτίαν. Ὅσῳ γοῦν ἀνθρωπίνης σπουδῆς ψῆφος θεία διαφέρει, τοσούτῳ διενήνοχεν ἄνθρωπος πράττων ἀρετὴν καὶ Θεῷ ἀρέσκων, ἀνδρὸς θήραν ἐπαίνων ἀνθρωπίνων τὴν πράξιν προβαλλομένου. Οὗ τὴν μίμησιν φεύγειν ὁ σωτήριος παρακελεύεται λόγος, πᾶσιν οἷς ἐστι σπουδὴ τὸν Θεὸν ἔχειν μάρτυρα καὶ κήρυκα τῶν ἔργων· ἀλλὰ μὴ τὰς οἰκείας τέχνας τῆς ἄνωθεν μαρτυρίας ἔμπροσθεν ποιεῖσθαι. Τί ἐστι τό, « Ὁ Πατήρ μου μείζων μού ἐστιν; » Τὴν, « Ὁ Πατήρ μου μείζων μού ἐστιν, » τοῦ Εὐαγγελίου φωνήν, διαφόρως οἱ Πατέρες ἡμῶν ἐξειλήφασι· μηδεμιᾶς λυμαινομένης τῇ ἀληθείᾳ ὑπολήψεως. Οἱ μὲν γάρ φασι τῷ αἰτίῳ μείζονα εἰρῆσθαι· ὅπερ οὐκ οὐσίας παραλλαγήν, ταυτότητα δὲ μᾶλλον καὶ συμφυΐαν, παρίστησιν. Ἅπας γὰρ πατὴρ τοῦ υἱοῦ τῷ αἰτίῳ καθηγούμενος, συσφίγγει μᾶλλον δι' αὐτοῦ καὶ συνδιακρατεῖ τὴν τῆς οὐσίας ἑνότητα, κἂν ὁ σκεδασμὸς τῶν ὑποστάσεων τοσοῦτος, μάλιστα τοῖς γενητοῖς ἐκ μυρίων ῥέων καὶ πληθυνόμενος περιστάσεων, εἰς ἑτερότητα ἐκβιάζηται· ὁμοουσιότητος ἄρα καὶ συμφυΐας τὸ μείζω εἶναι τῷ αἰτίῳ τὸν Πατέρα τοῦ Υἱοῦ, ἀλλ' οὐδαμῶς γε τῆς κατ' οὐσίαν ἑτερότητος. Ἄλλοι δὲ τὸ, μείζων, κατὰ τὸ ἀνθρώπινον εἰλήφασι. Φασὶ γὰρ, ὥσπερ τὸ « πορεύεσθαι πρὸς τὸν Πατέρα, » καὶ τὸ, « Μηκέτι πολλὰ μετὰ τῶν μαθητῶν λαλεῖν· » καὶ τὸ « ἔρχεσθαι τὸν τοῦ κόσμου ἄρχοντα, » καὶ ἐρευνῶντα μηδὲν εὑρίσκειν ὅλως
col. 605–606page 301 of 591
PG 101:605λόγου· οὕτω καὶ τὸ, Ὁ Πατήρ μου μείζων μού ἐστι· μεταξὺ γὰρ ἐκείνων τοῦτο, καὶ παραπλησίως αὐτοῖς εἴρηται. Τινὲς δὲ, περὶ μὲν τοῦ Λόγου τὸ μεῖζον συνεχώρησαν· οὐχ ἁπλῶς δὲ τοῦτο καὶ κατ' οὐσίαν, ἀλλ᾽ εἴπερ ἐστὶν ἡ ἐνανθρώπησις ἄκρα κένωσις καὶ ταπείνωσις, καθ᾽ ὃ κεκένωκεν ἑαυτὸν ὁ Λόγος καὶ ἐταπείνωσε· « μορφὴν δούλου ὑπελθὼν », δῆλον ὅτι τοῦ μηδαμῶς ὑποστάντος τὴν κένωσιν καὶ ταπείνωσιν, ἀκολούθως λέγοιτ᾽ ἂν τὸ ἔλαττον ἀπονέγκασθαι· ἐν μείζοσι γὰρ ὑπεροχαῖς, κατ' αὐτό γε τοῦτο, ὁ ἀκένωτος τοῦ κεκενωμένου μείζων ἐστὶ καὶ ὁ τῆς ἰδίας ὑπεροχῆς μηδὲν καθυφεὶς, τοῦ μέχρι καὶ τῶν ἐπονειδίστων παθῶν, σταυροῦ, φημί, καὶ θανάτου διεληλυθότος τῆς ἀνθρωπίνης φύσεως. Ἐκδέξαιτο δ᾽ ἄν τις οὐκ ἀπεικότως καὶ πρὸς τὴν τῶν μαθητῶν διάνοιαν εἰρῆσθαι τὸν λόγον· ἐπεὶ γὰρ ἔτι ἀτελῶς οὗτοι διέκειντο περὶ τὸν Θεὸν καὶ διδάσκαλον, μείζονά τε πολλῷ τὸν Πατέρα ἐνόμιζον· τοῦτο μὲν τῶν Μωσαϊκῶν νόμων ἐμφανέστερον, αὐτοῖς τὸν Πατέρα ἢ τὸν Υἱὸν καταγγελλόντων· τοῦτο δὲ τοῦ Σωτῆρος ἄνω καὶ κάτω περιστρέφοντος αὐτοῖς τὸν Πατέρα. Ἐπεὶ οὖν τοιαύτη τις αὐτοῖς ἐνεστήρικτο ἡ δόξα (διὰ γὰρ τοῦτο καὶ ἔλεγον, « Δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν »), πρὸς τὴν ἐκείνων ὑπόληψιν ἀποτεινόμενος ἵσταται, τοιοῦτόν τι λέγων, αὐτοὺς ἀσύμφωνα ταῖς σφῶν ὁμολογίαις διαπράττεσθαι, λύπη διδόντες ἑαυτοὺς, « ὅτιπερ ἔφην· Πορεύομαι πρὸς τὸν Πατέρα. » Εἰ γὰρ ἠγαπᾶτέ με, δοκεῖ δὲ ὑμῖν καὶ μείζων εἶναι ὁ Πατήρ, χαίρειν ὑμᾶς ἔδει, διότι πρὸς τὸν μείζονα πορεύομαι· τοῦτον γὰρ καὶ ὑμῖν εἴγε μόνον ὑποδείξαιμι, ἀντὶ πάντων ἐξαρκέσειν διετείνεσθε. Ἀλλὰ γὰρ καὶ κατὰ ταύτην τὴν διάνοιαν, μείζονα λελέχθαι τὸν Πατέρα παρὰ τοῦ Υἱοῦ, εἴτις ἐκδέχοιτο, οὐκ ἂν ἀπενεχθείη τοῦ πρέποντος. Οὐδὲν δὲ ἴσως κωλύει καὶ ῥῆμα τοῦτο ὑπολαβεῖν συγκαταβάσεως, διὰ τὴν τῶν ἀκροατῶν ἀσθένειαν ἐσχηματισμένον πρὸς τὸ ταπεινότερον· ἔστι γὰρ πολλὴ καὶ τῶν τοιούτων λόγων ἡ οἰκονομία ἐπὶ κέρδει καὶ σωτηρίᾳ τῶν τὰ τελειότερα μήπω φέρειν δυναμένων· ὥσπερ καὶ τὸ, « Ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον πέμψει· » καὶ « Εὐχαριστῶ σοι, ὅτι πάντοτε μου ἀκούεις, » καὶ μυρία ἄλλα. Πόθεν οὖν δῆλον, ὅτι ταῦτα πρὸς τὴν ἀσθενοῦσαν ἀκοὴν ἐσχημάτισται; Αὐτὸς ὁ Σωτὴρ ἡ πηγὴ τῆς σοφίας, καὶ συνέσεως ἄβυσσος, ἑαυτὸν ἑρμηνεύων ἐδίδαξεν εἰπών· « Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις, ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. » Ἀλλὰ γὰρ κατ᾽ ἐπιστολὴν ἀποχρώντως, οἶμαι, σοι ἔχει τοῦ ζητηθέντος τὴν μάθησιν.

Question XCVI-XCVIIQuæstio XCVI - XCVII

col. 607–608page 302 of 591
PG 101:607Οὐ μάχεται κατὰ διάνοιαν τὸ, Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπεν ἂν ὑμῖν· Πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν· καὶ τὸ ἐφεξῆς εἰρημένον· Ἐὰν πορευθῶ, ἑτοιμάσω ὑμῖν τόπον. Τῇ μὲν γὰρ προνοίᾳ καὶ προγνώσει, ἢ εἰ βούλει, τῇ οὐσιώσει καὶ τῇ ὑπάρξει, πάντως ἅπασιν ὅσοι τῆς οὐρανίου δόξης ἀξίως ἐπολιτεύσαντο, τῷ Θεῷ τῶν ὅλων οἱ τόποι προητοιμάσθησαν. Ἐγκαινίζων δὲ αὐτοὺς, καὶ μονὰς δεικνὺς ὡς ἀληθῶς, εἴπερ κυρίως μονάς, αἷς οἱ μένοντες ἐναυλίζονται· οὐδεὶς οὐδαμοῦ, μέχρι τοῦ σωτηρίου σταυροῦ, καὶ τῆς εἰς ᾅδου καθόδου, καὶ τῆς εἰς οὐρανοὺς ἀνόδου τοῦ Δεσπότου, ἐπιδέδειχεν· αὐτὸς δὲ κατὰ τοῦ προσλήμματος εἰς οὐρανοὺς ἀναβάς, καὶ πρόσφατον ἡμῖν ὁδὸν, καὶ ζῶσαν, κατὰ τὸν μακάριον Παῦλον, ἐγκαινισάμενος, ἑτοιμοτέρας τῷ ὄντι, καὶ μονονουχὶ βλεπομένας τοῖς ἀξίοις τὰς ἐκεῖσε μονὰς ἀπειργάσατο. Ὥστε καὶ παρὰ τῷ Πατρὶ αἱ μοναὶ, καὶ ὁ Υἱὸς ταύτας πορευθεὶς ἡτοιμάσατο. Ὑπὲρ μαθεῖν ἐπηρώτησας, ἔξεστί σοι, κατά γε διδασκαλίαν ἐπιστολῆς, ἐνωτίζεσθαι. Ἐπειδήπερ ἔμελλεν ὁ Πέτρος τῆς οἰκουμένης τὴν προστασίαν καταπιστεύεσθαι, συγχωρεῖται περιενεχθῆναι τῷ πτώματι· ἵνα τῷ καθ᾿ ἑαυτὸν ὑποδείγματι φιλάνθρωπος εἴη καὶ ἐπιεικὴς τοῖς μετανοοῦσιν ἐφ᾽ οἷς ἥμαρτον. Εἰ γὰρ καὶ τοσαύτης ἀπολαύσας συγγνώμης ἐπὶ τηλικούτῳ πταίσματι, ὅμως τοὺς περὶ Ἀνανίαν ἀδυσωπήτῳ καὶ ὀξείᾳ δίκῃ τοῦ βίου ἐθέρισε· τίς ἂν αὐτοῦ κόσμος τὸν ζῆλον ἐχώρησεν, εἰ τοῦ Δεσποτικοῦ πόθου τὸ φίλτρον ἀλώβητον ὅλως διὰ βίου καθαρὸν διεσώσατο; Οὐκοῦν ὁ κοινὸς Σωτὴρ καὶ Θεός, ἀφίησι τὸν ἕνα πεσεῖν, ἵνα πολλοῖς δι᾽ αὐτοῦ τὰς τῆς συμπαθείας πηγὰς, καὶ τοῦ ἐλέου ἀναβλύζων, ἀπαρύεσθαι τῆς φιλανθρωπίας τὸ πέλαγος ἐπιδείξῃ ἀνεξάντλητον· ἔτι δὲ, καὶ ἵνα ὁ μαθητὴς τὰ ὑπὲρ ἄνθρωπον τελεσιουργῶν, εἰς τὴν ἄνωθεν ἔχει χάριν ἀναφέρειν μᾶλλον, ἢ τῷ ἀνευθύνῳ τοῦ οἰκείου βίου ἐπιγράφειν τῶν κατορθωμάτων τὸ αἴτιον. Ὀξ γὰρ θαυματουργία εἰς ὄγκον καὶ φύσημα, τῷ τοῦ συνειδότος ταπεινῷ μὴ καθελκομένη πρὸς τὸ μέτριον. Διὸ καὶ ὁ Σωτήρ φησι, Μὴ χαίρετε ὅτι τὰ δαιμόνια ὑποτάσσεται ὑμῖν, ἀλλ᾽ ὅτι τὰ ὀνόματα ὑμῶν
col. 609–610page 303 of 591
PG 101:609ἐγράφη ἐν τοῖς οὐρανοῖς. Καὶ, πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, Οὐ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; καὶ ἐρῶ αὐτοῖς, Οὐκ οἶδα ὑμᾶς. Διὰ τοῦτο καὶ Παῦλος πειρασμοῖς τισι παλαίειν ἀφίεται, « ἵνα μὴ, ὡς αὐτός φησιν, ὑπεραίρηται καὶ τῶν ἀποκαλύψεων ἡ ὑπερβολή, » τὰ πάθη παιδαγωγὸν ἐπιφέρουσα, περιστέλλοιτό τε καὶ διακόπτοιτο τὰ σκιρτήματα, οἷς ἡ ἀνθρωπίνη φύσις ἐκφέρεται πρὸς φυσίωσιν. Εἰ βούλει δὲ, καὶ ἵνα μετὰ ταῦτα τὰς φοβερὰς ἐκείνας ἀπειλάς, καὶ τοὺς πικρούς διωγμούς, καὶ τὰς μυρίας σφαγὰς ἐν ἀκλονήτῳ φέρων ὁ κορυφαῖος καὶ ἀσαλεύτῳ τῷ φρονήματι, εἰς θαῦμα τῆς Δεσποτικής συμμαχίας προσκαλεῖται τοὺς κολάζοντας· καθορῶντας, τὸν ὑπὸ φωνῆς παιδίσκης καταπεσόντα· οὕτως ἀκίνητον πρὸς τοσαῦτα πάθη καθιστάμενον· μεθέλκοι τε καὶ διὰ τούτου πρὸς τὸ μέγα τῆς εὐσεβείας μυστήριον Ἰουδαϊκῆς ταπεινότητος. Καὶ τέταρτον, ἔμοιγε δοκεῖ λαμπρὸν καὶ μέγα ψυχαγωγίας παράδειγμα. Τί τοῦ κορυφαίου λαμπρότερον ταῖς ἔπειτα γενεαῖς, ἐπειδ᾽ ἄν τις ἐξασθενήσας ἁλῷ, πρὸς τὰ τέλεια ἀναστηλώσαι βουλόμενος; Εἰ γὰρ τῶν μαθητῶν ὁ κορυφαῖος μετὰ τηλικαύτας δυνάμεις, ὧν τὰς μὲν ἴδεν, τὰς δὲ καὶ ἐτέλεσε· μετὰ τοσαύτην διδασκαλίαν· μεθ' οὕτω πολλὴν καὶ ποικίλην τοῦ Διδασκάλου πεῖραν, τρὶς ἀρνησάμενος, διὰ μετανοίας ὅμως καὶ θερμῶν δακρύων, οὐ τὸ ἁμάρτημα μόνον ἐκάθηρεν, ἀλλὰ πρὸς τὸ αὐτὸ τῆς ἀποστολῆς ἀξίωμα ἐπανέστρεψεν· οὐ χρὴ ῥαθυμεῖν ἐμὲ καὶ καταπίπτειν, ἐξ ἀσθενείας ὀλισθαίνοντα· ἀλλὰ θᾶττον ἀνίστασθαι πρὸς μετάνοιαν, καὶ τὸν πλοῦτον τῆς Δεσποτικής χρηστότητος ἐννοοῦντα, ὅλον ἑαυτὸν καὶ ἐν συντριμμῷ καρδίας ἀνατιθέναι τῷ τὰς νόσους ἡμῶν καὶ τὰς ἀσθενείας βαστάσαντι. Διὰ ταῦτα οὖν, οἷμαι, καὶ τὰ τοιαῦτα, Πέτρος ἁλῶναι συνεχωρήθη τῷ ἁμαρτήματι· ἀλλ' οὐχ ὅτι προανεῖπεν τὴν ἄρνησιν ὁ Διδάσκαλος, ἀνάγκῃ τινὶ τῆς προγνώσεως ἐξεδιάσθη πρὸς τὸ ἀθέλητον. Ἐπεὶ οὕτω γε φθάνοις ἂν τῶν φαύλων πράξεων ἀπασῶν τὴν αἰτίαν, εἰς τὴν τῶν ἀγαθῶν πηγὴν ἀναφέρων· προεῖπε γὰρ καὶ Ἰούδᾳ τὴν προδοσίαν· Ἰουδαίων τὴν μιαιφονίαν· καὶ δὴ ἂν μὴ προείπεν, ἀλλά γε προήδει πάντως, ὅτιπερ τῆς δοθείσης ἐντολῆς ὁ πρῶτος ἄνθρωπος, ἀντὶ τῆς φυλακῆς προέλοιτ᾽ ἂν τὴν ὑπεροψίαν· καὶ τοῦ Κάϊν τὴν ἀδελφοκτονίαν· Φαραὼ τὴν σκληροκαρδίαν, καὶ Σαούλ τὴν παρανομίαν. Καὶ τί καθ᾽ ἕκαστον λέγω; οὐχ ὅτι καὶ κατὰ πόλεις ὅλας, καὶ ἔθνη ὁλόκληρα, αἱ πράξεις αὐτῶν τῇ προγνώσει περιέχονται. Σοδόμων καὶ Γομόρρας αἱ ἀῤῥητουργίαι, Ἑλλήνων, Αἰγυπτίων, μικροῦ συμπάντων βαρβάρων ἐν πολύλοῖς χρόνοις αἱ εἰδωλομανίαι. Ἀλλὰ τί ταῦτα; αὐτοῦ τοῦ σπορέως τῶν κακῶν καὶ ἀρχιτέκτονος, καὶ ὅσαι αὐτῷ δυνάμεις τῆς ἄνω συναπεῤῥάγησαν λήξεως. Ἆρ' ἠγνόει τὴν ἀλαζονείαν καὶ τὴν ἐπιβλαβή τῶν ἀνθρώπων ἀνυπέρβλητον αὐτῶν μοχθηρίαν;

Question XCVIIIQuæstio XCVIII

col. 611–612page 304 of 591
PG 101:611Ἀγνόει σοφία, ἄρα διὰ τοῦτο, τῶν ἐθελοκάκῳ γνώμῃ τὰ χείρω τῶν κρειττόνων ἀλλαξαμένων ἀφελόντες τὸ ὑπεύθυνον, τοῦ προεγνωκότος καταγνωσόμεθα; Καὶ ποῦ τοῦτο χώραν ἔχει; Εἰ γὰρ ἐγώ τινα φερόμενον ἐπὶ κρημνὸν ἰδὼν, ἔπειτα τὸν ὄλεθρον διαγνοίην· ἢ ξίφος σπασάμενον κατὰ τοῦ πλησίου, οὐκ ἀγνοήσω τὸν φόνον· ἆρ᾽ ἀντὶ τοῦ δεδρακότος ἐγὼ τὴν δίκην ὑπέχειν δίκαιος εἰμί; Εἰ δὲ γέλως τοῦτο καὶ παράνοια, πῶς οὐ μανία καὶ τόλμα ἀντὶ τοῦ δίκας ἀπαιτεῖν, τοὺς αἰτίους τῶν φαύλων πράξεων, τὴν δυσφημίαν μεθέλκειν κατὰ τῆς θείας προγνώσεως; Εἰ δ᾽ ἡ πρόγνωσις τῶν ὑπαιτίων ἀνεύθυνος, ἄρα πρόρρησις ἔνοχος; Οὐ γὰρ διότι προέγνωσται ἢ προείρηται, διὰ τοῦτο διαπέπρακται, ἀλλ᾽ ἐπεὶ αὐθαιρέτῳ κρίσει πράξειν ἔμελλον ἃ μὴ ὤφειλον, τὸ ἀλάθητον καὶ πανεπίσκοπον ὄμμα τοῦ Θεοῦ λαθεῖν οὐκ ἔσχον τὸ δυνάσθαι. Διὰ τοῦτο τοιγαροῦν καὶ ὁ μακάριος Πέτρος, οὐχ ὅτι προεῖπεν ὁ Δεσπότης, ἠρνήσατο, ἀλλ᾽ ὅτι προσολισθαίνειν τῇ ἀρνήσει ἔμελλε, καὶ προγινώσκεται τῷ Διδασκάλῳ καὶ προανακηρύττεται. Σύντομόν σοι τῆς ἀπορίας τὴν λύσιν ἐρῶ· τὸ μὲν, «Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής·» ἀνάγνωσον κατ᾽ ἐρώτησιν, δι᾽ ἧς, πρὸ ἁπάντων, ὁ Σωτὴρ τὴν τῶν Ἰουδαίων ὑπόληψιν ἐλέγχει καὶ διακρούεται· τὸ δέ, «Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστι·» τὴν ἰδίαν τιθέντα ψῆφον καὶ ἀποφαινόμενον εἰπεῖν τὸν Δεσπότην νόμιζε, καὶ παρείσδυσιν οὐχ ἕξει τῆς ἀπορίας ἡ πρόφασις. Ἢ εἰ βούλει (οὐκ ἄπορον γὰρ εἰς ἐπιλύσεις τῆς ἀληθείας ἡ δύναμις), ἐπιδιπλοῦς ἦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ἐκ θεότητος καὶ ἀνθρωπότητος. Τὸ μέν, «Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής·» νόμῳ φύσεως τῆς ἀνθρωπίνης, ὥσπερ καὶ πολλὰ ἕτερα, διαληψόμεθα. Οὐδεὶς γὰρ ἀνθρώπων εἰς τὴν αὐτὸς αὐτοῦ μαρτυρίαν ἀξιόπιστος· τὸ δέ, «Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστιν,» ἀξιώματι καὶ ἐξουσίᾳ τῆς θεότητος· ἀπροσδεὴς γὰρ ἡ πασῶν ἀνωτάτω φύσις, καὶ πάντων Δεσπότης, τῆς ἑτέρωθεν μαρτυρίας καὶ βεβαιώσεως, οὐκ οἴκοθεν μόνον προβαλλομένη τὸ αὐτόπιστον, ἀλλὰ γὰρ καὶ τοῖς ἄλλοις ἅπασιν, οἷς τὸ πιστὸν περιγίνεται, ὥσπερ πηγὴ οὐσιώσεως καὶ ὑπάρξεως, οὕτω δὲ καὶ ἀξιοπιστίας ὑπάρχουσα. Ἀλλὰ ταῦτα μέν, ὡς κατ᾽ ἐπιτομὴν ἱκανῶς ἔχειν οἶμαι. Εἰσὶ δὲ καὶ τῶν εἰρημένων εἰς πλάτος μᾶλλον ἀποτεινόμεναι τοῦ προκειμένου λύσεις οὐκ ὀλίγαι· αἷς ὅτι ταῖς παρ᾽
col. 613–614page 305 of 591
PG 101:613τρικαῖς ἐνομιλοῦντι βίβλοις ῥᾷόν ἐστιν ἐντυχεῖν, καὶ οὐδεμίαν ἀνάγκην ὁρῶ τοῖς ἑτέρων φροντίσιν ἐμαυτῷ συναπαρτίζειν τὸ ῥᾷστον· ἑκὼν νῦν ἀφίημι. Εἰδέναι μέντοι χρὴ, ὅτι καὶ τὸ, « Ἐὰν ἐγὼ δοξάζω ἐμαυτὸν, ἡ δόξα μου οὐδέν ἐστιν· » ἢ διὰ τῆς κατ' ἐρώτησιν ἀναγνώσεως, ἢ κατὰ τοὺς προσήκοντας νόμους τῇ ἀνθρωπίνῃ φύσει, τὸ ῥητὸν εἰρῆσθαι ἐξακούοντες εἰς οὐδεμίαν ἂν συζήτησιν περιενεχθείημεν. Τῇ Δεσποτικῇ φωνῇ τῇ λεγούσῃ, « Ὅπου ὑπάγω ἐγὼ οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε, » οὐκ ἀνακόλουθος οὐδὲ τἀναντία φθέγγεται ἡ τοῦ μαθητοῦ ὑποφώνησις· « Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις, καὶ πῶς δυνάμεθα τὴν ὁδὸν γνῶναι; » Οὐ γὰρ ἁπλῶς, οὐδ᾽ ἀπολύτως τοῦτο, οὐδὲ χωρίς τινος προηγουμένης ὑποθέσεως εἴρηται· ἀλλ' ἔχει προηγούμενον, ᾧ καὶ συνάπτεται τὸ, « Πάλιν ἔρχομαι, καὶ παραλήψομαι ὑμᾶς. » Τοῦτο γὰρ εἰπὼν, ἐπισυνάπτει διὰ τοῦ, ἵνα, καὶ τὴν αἰτίαν τῆς παραλήψεως εἰς τρία ταῦτα διαιρελὼν αὐτήν· εἰς τε τὸ εἶναι τοὺς μαθητάς, ἔνθα καὶ ὁ Διδάσκαλος· καὶ εἰς τὸ εἰδέναι ὅπου ὑπάγει· καὶ εἰς τὸ τὴν ὁδὸν εἰδέναι. Φησὶ γὰρ, « Πάλιν ἔρχομαι, καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν. » Διὰ τί; « Ἵνα ὅπου εἰμὶ ἐγώ, καὶ ὑμεῖς ἦτε· καὶ ἵνα ὅπου ὑπάγω οἴδατε, καὶ ἵνα τὴν ὁδὸν οἴδατε· » τοῦ ἵνα, δηλονότι ταῖς τρισὶν αἰτίαις, ὡς πολλάκις εἴωθε, κοινοποιουμένου. Οὐκοῦν τὸ, εἰδέναι τὴν ὁδόν· καὶ τὸ ὅπου ὑπάγει, οὔπω ἔλεγεν αὐτοῖς παρεῖναι· ὥσπερ οὐδὲ τὸ, εἰς οὐρανοὺς αὐτῷ συνεῖναι· ἀλλ' εἰς τὸν τοῦ ἐπανέρχεσθαι καιρὸν, καὶ παραλαμβάνειν αὐτοὺς, τεταμιεῦσθαι αὐτοῖς ταῦτα. Τριῶν οὖν τοῖς μαθηταῖς, κατὰ τὴν ἐπάνοδον, ὑπισχομένων· ἀποθαυμάζων ὁ Θωμᾶς τὸ μέγεθος τῶν ἐπηγγελμένων, ἅτε δὴ μηδὲ τοῦ ἐλάττονός πω ἐν καταλήψει γεγονώς, εἰκότως διαμφισβητεῖ πῶς ἐν μεθέξει γενήσονται τῶν μειζόνων· ἔλαττον γὰρ τὸ εἰδέναι ἁπλῶς τοῦ τόδε ἐστίν, ἤπερ τὴν ἀπάγουσαν ὁδὸν εἰδέναι· καὶ τοῦτο πάλιν, τοῦ ἐν αὐτῷ ἤδη τῷ ζητουμένῳ τόπῳ διαιτᾶσθαι. Ἀκόλουθος οὖν ἡ τοῦ μαθητοῦ διαμφισβήτησις, καὶ οὐδὲν τῇ διδασκαλικῇ φωνῇ μάχεται. Οὐ γὰρ ἐκεῖνος τὴν ὁδὸν αὐτοὺς ἤδη ἔφησεν εἰδέναι, ἢ ὅπου ὑπάγει, ἢ τὸ ἐν οὐρανοῖς αὐτῷ συνεῖναι· ἀλλ' ἔσεσθαι αὐτοῖς ταῦτα, ἐπειδ᾽ ἂν αὐτοῦ μὲν ἡ ἐπάνοδος, ἐκείνων δὲ διαπραχθείη ἡ πρόσληψις. Ἐπάνοδος δ' ἂν εἴη τοῦ Δεσπότου, ἡ μετὰ τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν τελεσθεῖσα τοῖς μαθηταῖς ἐπιφάνεια· καθ' ἣν Θεὸν αὐτὸν ἀληθῶς ἐπεγνωκότες, τήν τε ὁδὸν, καὶ οὗ πορεύεται, ἔμαθον, καὶ ὅτι συνέσονται αὐτῷ ἐν ἀδιηγήτοις ἀγαθοῖς, οὐκέτι διστα­γμὸν εἶχον, ἀλλ' ὡς συνόντες ἤδη ταῖς ἐλπίσιν ἔχαιρον. Ἢ οὖν τοῦτο δηλοῖ τὸ, « Πάλιν ἔρχομαι, » καὶ ἑξῆς· ἢ κατὰ τὴν δευτέραν αὐτοῦ καὶ φρικτὴν παρουσίαν ἐπάνοδον· ὅτε καὶ τὴν ὁδὸν, καὶ τὸν μακά

Question C - CIQuæstio C - CI

col. 615–616page 306 of 591
Quæstio XCIX
PG 101:615ριον ἐκεῖνον χῶρον, καὶ τῶν ἐν αὐτῷ τὴν ἀπόλαυσιν, διὰ τῆς πείρας αὐτῆς ἀϊδίως εἴσονται. Διὰ τί μὴ πρὸ τοῦ πεσεῖν τοῦ Ἰωσὴφ εἰς ἀπορίαν περὶ τῆς Παρθένου, ὁ ἄγγελος ἦλθε πρὸς αὐτόν; Ὅτε εἰς ἀπορίαν λογισμῶν κατέστη ὁ Ἰωσήφ, τότε ὁ ἄγγελος ἐπέστη λύων τὴν ἔριν τῶν λογισμῶν· ὅτε γὰρ διηπορεῖτο περὶ τῷ τόκῳ, καὶ ἀμηχανίας ὅλος ἐγένετο, δῆλον ἐξ ὧν διενοεῖτο, καὶ ὅσον οὕτω πράξειν ἔμελλεν· Ἐβουλήθη γάρ, φησί, λάθρα αὐτὴν ἀπολῦσαι· οὐκ ἂν οὔτε λάθρα οὔτε ὅλως ἐκπέμψαι διανοηθείς, εἰ νόθου γονῆς τὸν ὄγκον ἐπέπειστο τῆς γαστρός· νόμῳ δὲ καὶ τιμωρίᾳ, δικαιοσύνης ὢν μάλιστα ἐραστής, θᾶττον ἂν παρεδίδου τὸ τόλμημα· ἀλλὰ τοῦτο μὲν οὐκ ἐπέπειστο· ἥ τε γὰρ ἀνυπέρβλητος ἀρετὴ τῆς μνηστευθείσης, καὶ ἡ πρέπουσα φυλακὴ τοῦ μνηστῆρος πᾶσαν ἀπετείχιζει ὑποψίαν οὐκ εὐαγῆ· οὐδὲ ἐκείνου δὲ πάλιν σύνεσιν εἶχεν, ὡς ἄρα θείας ἐνεργείας ἡ κύησις ἦν· ὑπὲρ ἔννοιαν γὰρ ἀνθρωπίνην ἐχρημάτιζεν ἡ πρᾶξις· διὸ τοῖς λογισμοῖς ἐκυμαίνετο, καὶ τί ἂν, διηπορεῖτο, πραξάμενος, τὰ ἀρεστὰ πράττοι τῷ Θεῷ. Ὅτε γοῦν τούτοις ἐκλονεῖτο τοῖς λογισμοῖς, τότε λίαν ἐπικαίρως ἄγγελον ἀφῆκεν ὁ τῇ παρθενικῇ γαστρὶ τὸν ὄγκον θαυματουργῶν, στηρίζοντα αὐτὸν ἐφ᾽ οἷς ἔδει μένειν ἀκλόνητον καὶ σταθερόν· διό φησι, « Μὴ φοβηθῇς παραλαβεῖν, » καὶ ἑξῆς· Σὺ μέν, φησί, λαθραίως μελετᾷς ἐκπέμψαι τὴν παρθένον, δεδιὼς κατέχειν, ἣν τόκος ἄδηλος ἔχει· ἐγὼ δέ σε παραλαβεῖν, καὶ παρὰ σεαυτῷ ἔχειν προστάσσω· τὸ γὰρ ἐν αὐτῇ γεννηθέν, ἐκ Πνεύματός ἐστιν ἁγίου· καὶ οὐ μόνον ἀνεύθυνον τὴν κυοφοροῦσαν τελεῖ, οὐδ' ὑπὲρ ἄνθρωπον δόξης καὶ λαμπρότητος πληροῖ, ἀλλὰ καὶ κόσμῳ παντὶ Σωτὴρ τίκτεται καὶ λυτρωτής. Εὐκαίρως ἄρα οὐ πρότερον ὁ ἄγγελος ἐπιφαίνεται τῷ Ἰωσήφ, ἀλλ' ὅτε αὐτὸν ἀμφίβολοι διετάρασσον λογισμοί· ὅτε γὰρ σφοδρὰ ἡ ζάλη, τότε μάλιστα γλυκεῖα ἡ γαλήνη. Καὶ τὸ « τὴν γυναῖκά σου, » ἀντὶ τοῦ· ὅσα γε ἐκ τοῦ μὴ πρὸς ἕτερον ἄνδρα, μήτε ὄμμα μήτε λογισμὸν ἐπιβεβληκέναι, σῶόν σοι καὶ ἀκαινοτόμητον τὴν τῆς γυναικὸς διατηρήσασαν τάξιν· καὶ μηδ' ἐπινοίᾳ λύσασαν τοὺς θεσμοὺς τῆς μνηστείας. Ἄλλως τε δὲ καὶ γυναῖκας ἔθος ἦν καλεῖν παλαιόν, καὶ ἃς μόνος ἡ τῆς μνηστείας δεσμὸς συνέδεσμει, κἂν ὁ τῆς ὁμιλίας αὐταῖς οὐκ ἐγινώσκετο νόμος. Τί ἐστι· « Πωλήσατε τὰ ὑπάρχοντα καὶ δότε πτωχοῖς, » κ. τ. λ. Τὴν σὴν ἀπορίαν, καὶ πικρότερον καὶ διαμύτερον
col. 617–618page 307 of 591
PG 101:617οἶδα ποτὲ Ἰουλιανῷ τῷ Παραβάτῃ διεσκευασμένην· ἃ γοῦν ἐν τοῖς πρὸς ἐκεῖνον εἶπον, καὶ ὧν ἡ μνήμη τὴν σωτηρίαν ἔχει, ταῦτα δή σοι ἄρα γράφων, ἀποχρῶσαν οἶμαι τὴν λύσιν παρεσχηκέναι. Ἔλεγεν οὖν ἐκεῖνος, ὥσπερ ἐμπανηγυρίζων ταῖς κατὰ τῆς Ἀληθείας ὕβρεσιν, τοιαῦτα· Ἀκούσατε καλοῦ καὶ πολιτικοῦ παραγγέλματος· Πωλήσατε τὰ ὑπάρχοντα, καὶ δότε πτωχοῖς· ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα· ταύτης τίς εἰπεῖν ἔχει πολιτικωτέραν τῆς ἐντολῆς; Εἰ γὰρ πάντες σοι πεισθεῖεν, τίς ὁ ὠνησόμενος; ἐπαινεῖ τίς ταύτην τὴν διδασκαλίαν, ἧς κρατυνθείσης, οὐ πόλις, οὐκ ἔθνος, οὐκ οἰκία μία συστήσεται; πῶς γὰρ, πραθέντων ἀπάντων, οἶκος ἔντιμος δύναται τε, ἢ οἰκία; τὸ δὲ, ὅτι πάντων ὁμοῦ τῶν ἐν τῇ πόλει πιπρασκομένων, οὐκ ἂν εὑρεθεῖεν οἱ ἀγοράζοντες, φανερόν ἐστιν καὶ σιωπώμενον. Διὰ τοιούτων μὲν λογισμῶν, ὁ Παραβάτης τῆς θείας ἐντολῆς κατασκεδάζων τὴν χλεύην, οἴεταί τι σοφὸν καὶ γενναῖον ποιεῖν. Ὁ δὲ τῆς Ἀληθείας λόγος, ὧδέ πως ἐπιῤῥαπίζων τὸ μειρακιώδες αὐτοῦ καὶ σαθρὸν τῶν λόγων· πρῶτον μέν φησιν ὡς οὐδὲν θαυμαστὸν, εἰ δι' ἧς ἐντολῆς, τῷ σωφρονοῦντι μέγα ὄφελος περιγίνεται, καὶ θαῦμα γλυκὺ πρὸς ὕμνους διεγεῖρον τοῦ νομοθέτου, διὰ τῆς αὐτῆς ὁ παραβάτης, ἀντὶ μὲν σωτηρίας βλάβην, ἀντὶ δὲ κέρδους ζημίαν, καὶ ἀντὶ τοῦ χάριν εἰδέναι τὰ βλάσφημα λέγειν ἑαυτῷ προσεπορίσατο. Ἔστι μὲν γὰρ, ἔστιν ὁρᾶν τὸ ἀγαθόν, ὑπὸ τῆς περὶ αὐτὸ τῶν ἀνθρώπων διαθέσεως, δυσὶ τούτοις περιστοιχιζόμενον, αἱρέσει, λέγω, καὶ φυγῇ· ὧν ἡ μὲν τοὺς αἱρουμένους, ἐπὶ τὴν ἀμείνω τάξιν ἀνάγουσα, θεατὰς τοῦ κάλλους ἔτι μᾶλλον, καὶ γνησίους ἐραστὰς ἀπεργάζεται· τῇ προσθήκῃ τῆς ἐν θεωρίᾳ καταλήψεως, προσθήκην ἐντιθεῖσα τοῦ ἔρωτος· ἡ δὲ τοὺς οἰκείους, ὡς πορρωτάτω συμφυγαδεύουσα, καὶ κατὰ κρημνῶν καὶ σκοπέλων καὶ μυρίας πλάνης φέρουσα, ἅτε δὴ ἐφάπαξ τῆς πρὸς τὸ ἀγαθὸν νεύσεως διαστήσασα, καὶ λήθην βαθεῖαν τοῦ καλοῦ θεάματος ἐμποιήσασα, μόνῳ δὴ χαίρειν τῷ τῆς κακίας ἐνεθίζει ζόφῳ, καὶ τυφλοὺς οὐχ ἧττον ἢ πολεμίους τῆς σφῶν σωτηρίας περιίστησι. Ταύτῃ τοι καὶ Ἰουλιανὸς, τῷ τῆς ἀποστασίας γνόφῳ ὅλην τὴν ψυχὴν τεθολωμένος, καὶ τὰς ὄψεις, δι' ὧν ἡ κατάληψις τοῦ κυρίως ὄντος ἀφῃρημένος, ἐχθρὸς καὶ πολέμιος ταῖς εἰς τὸ ἄριστον ἀναγούσαις ἐντολαῖς ἐπιδείκνυται· ὃς οὐδὲ τηλικαύτης ἐφείσατο καθυλακτεῖν παραινέσεως· ἀλλ' εἰς μώμους ἀπάγειν ἐφιλονείκησε τὴν παντὸς ἀξίαν ἐπαίνου καὶ θαύματος. Τὸ γὰρ, Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην, τίνα συμπαθείας, τίνα δὲ τῆς πρὸς ἀλλήλους ἀληθοῦς εὐνοίας ἀφορμὴν ἐλλείπει· ἀλλ' ἐγκράτειαν, ἀλλὰ σωφροσύνην, τίς δὲ μᾶλλον τῆς ἐντολῆς ταύτης φιλοσοφίας διδάσκαλος; Οὐχὶ δὲ πάντων τῶν παθῶν, ὅσα τίκτειν οἶδε τὸ φιλάργυρον, ἐλευθερίαν χαρίζεται; ποῦ γὰρ κλοπὴ φιλαργυρίας ἀνῃρημένης, ποῦ δ' ἁρπαγή; ποῦ δὲ λῃστεία;
col. 619–620page 308 of 591
PG 101:619ἐν οἷς καὶ τῶν ἰδίων ἡ διανομή περισπούδαστον ὁρᾶται· ἔρεις δὲ καὶ μάχαι, καὶ φιλονεικίαι, οὐ τῇ τῶν χρημάτων ἀφειδίᾳ αὐτίκα συναφανίζονται· ὁ δ᾽ ἀκόλαστος καὶ ἄσωτος βίος ἄρα παρείσδυσιν ἕξει, τῆς ἐλεημοσύνης ἐπικρατούσης, καὶ τὸ περισσὸν ἅπαν εἰς τὴν τῶν ἐνδεῶν καταναλισκούσης χρείαν, καὶ οὐκ ἐώσης εἰς κόρον τρυφῆς, ἢ τῆς ἄλλης ἡδυπαθείας τὸν ἄνθρωπον ἐξυβρίζειν, δι' ὧν εἴωθε καὶ τὰ περὶ ἀφὴν αἰσχρότερα πάθη παραφύεσθαι. Πῶς οὖν τὸ φιλάνθρωπον καὶ κοινωνικὸν, τὸ πρὸς τὸν ἔλεον τῶν ἠπορημένων ἕτοιμον, ἀναστρέψει τὰς πόλεις καὶ τὰ ἔθνη, καὶ τὰς οἰκίας; πῶς δὲ ἡ τῆς ἁρπαγῆς ἢ τῆς λῃστείας ἢ πάσης ἁπλῶς ἀδικίας καὶ τυραννίδος ἀναίρεσις, τῆς ἀνθρωπίνης ἔσται καταστροφὴ πολιτείας; Ὁ γάρ τοι καὶ τῶν ἑαυτοῦ κτημάτων ὑπὲρ τοῦ κοινῇ λυσιτελοῦντος ἠφειδηκώς, καὶ τοῖς πλησίον ἐξιστάμενος τῆς ἰδίας ὠφελείας, καὶ ὅλον ἑαυτὸν ὑψηλότερον φέρων, τῆς περὶ τὴν ὕλην προσπαθείας, πῶς ἂν ἑνί τινι τῶν εἰρημένων ἁλοίη παθῶν; Μᾶλλον δὲ, πῶς οὐχὶ τούτων ἁπάντων καθαρεύων, ἑαυτῷ τε διαφερόντως καταπράττοιτο τὰ ὄντως ὄντα ἀγαθὰ, καὶ τοῖς πολίταις, οὐ μόνον δι' ὧν ἐπεκούρησεν ἀπορουμένοις, ἀλλὰ καὶ δι' αὐτοῦ καθ᾽ ἑαυτὸν πολιτεύματος μέγα ἂν εἴη ὄφελος καὶ ὑπόδειγμα φιλοσόφου καὶ ὑψηλοῦ βίου προτεθειμένος. Ἐκ δὲ τοιούτων ἀνδρῶν, κοινὰ μὲν τὰ ὄντα προτιθέντων, ἐλέους δὲ πλήρους τὰς δεξιὰς προτεινόντων, καὶ βίαν μὲν πᾶσαν ἐλαυνόντων, τὸ δίκαιον δὲ τιμώντων, καὶ συντόμως εἰπεῖν, ἐν ἴσῳ ἑαυτοῖς τοὺς πλησίον ποιουμένων· ἡ ἐκ τοιούτων ἀνδρῶν πόλις οἰκιζομένη, ἄρα φθορᾶς ἐκ γειτόνων ἔσται ἢ μακρῷ καὶ ὅσαι πώποτε συχνοῖς ἔτεσι τὴν εὐδαιμονίαν ἔσχον παραμετρουμένην καὶ τούτων ἁπασῶν ἀμείνω τε καὶ διαιωνίζουσαν μᾶλλον τὴν διαμονήν τε καὶ τὸ κλέος ἕξει. Ἀλλ' ὁ σοφὸς, ὡς ἔοικεν, Ἰουλιανὸς οὐ βούλεται τοῦτο· ἐθέλει δὲ τοὺς αὐτοῦ πολίτας χεῖρα μὲν βαρεῖαν προβεβλῆσθαι ἐκ τῶν ἀλλοτρίων πόνων αὐτοῖς τὴν περιουσίαν συλλέγουσαν, μὴ φείδεσθαι δὲ μήτε λῃστρικοῦ τόλμης, μήτε λαθραίας, μήτ' ἐμφανοῦς ἐπιβουλῆς. Ἀλλὰ κἂν τυραννίδι ἐπιθέσθαι δέοι· κἂν Φαλάριδος ὠμότερον πράξαι τε καὶ δόξαι· κἂν πάντας ἀποκρύψασθαι τοὺς ἐπὶ πάσῃ κακίᾳ βεβοημένους, ὑπὲρ τοῦ πλείω τὰ ὑπάρχοντα ποιῆσαι μηδὲν μηδαμῶς παραιτεῖσθαι, ὡς ἂν ἀπάσης ἡδονῆς καὶ ἐπιθυμίας ὕλην ἄφθονον ἑαυτοῖς παρεσκευακότες καὶ ἀποθέμενοι, ἀδεῶς τοῦ λοιποῦ τρυφῶσί τε καὶ κατασπαταλῶσι, γαστρὶ καὶ αἰδοίοις ζῶντες, καὶ τὸν εὐκλεᾶ καὶ ἀξιοζήλωτον βίον, καὶ εἰς μήκιστον παρατεινόμενον χρόνον, οὐκ ἄλλον ἀλλ' οἷς οὗτοι βιοῦσιν, περιορίζοντες. Οὐ γὰρ καλή γε ἡ συμβουλὴ τοῦ, τὰς πόλεις, δι' ὧν φροντίζει, πολίζοντος, καὶ οὗ ἡ βαθεῖα καὶ μεγάλη πρόνοια τὰ ἔθνη συνέχει, καὶ τὰς οἰκίας συνίστησιν, ὃς ἐξ ὧν ἔδοξε λέγειν, ἀντὶ μὲν φιλο
col. 621–622page 309 of 591
PG 101:621ἀνθρώπων, φιλαργύρους, ἀντὶ δὲ φιλαλλήλων, ἐπι-βούλους, καὶ ἀντὶ ἐλεημόνων, ἀνελεήμονας, καὶ, συντόμως εἰπεῖν, ἀντὶ τοῦ διὰ πάντων ἀρίστους, ἐν πᾶσι κακίστους εἶναι, εἰσηγούμενος. Δῆλον γὰρ, ὅτι καθ' ὃν τρόπον τὸ ἀφιλάργυρον ἦθος συνεφέλκεται τὰς ἄλλας ἀρετάς· οὕτως ἡ φιλάργυρος νόσος συνεπισύρεται πᾶσαν τὴν συγγενῆ κακίαν. Ἀλλ' οὖν, ὅπερ ἔλεγον, ὁ καλὸς οὗτος σύμβουλος, καὶ τῆς Δεσποτικῆς ἐντολῆς χλευαστής, ἀντὶ τοῦ βελτίστου, τὰ χείριστα τοὺς ἀνθρώπους αἱρεῖσθαι, κατὰ τὸ ἀκόλουθον, ὑποτιθέμενος, μηδ' ἂν ἄλλως εὐδαιμόνως βιῶσιν, μήτε πόλιν, μήτε ἔθνος, μηδ' οἰκίαν, κατὰ ἐπαγγέλλεται· ἀλλὰ μηδὲ προελθεῖν ἐπὶ μακρότατον, εἰ μὴ ἕλοιντο μᾶλλον, ἀντὶ τοῦ πάντα εἶναι χρηστοί, τὰ πάντα εἶναι φαυλότατοι. Εἰς τοιοῦτον αὐτῷ, καὶ βουλῆς, καὶ πολιτείας, καταστρέφει τέλος, τὸ κατὰ τῆς θείας ἐντολῆς Θράσος, καὶ ἡ εἴρων γλῶσσα, καὶ τὰ τῆς ἀνατροπῆς σοφὰ ἐνθυμήματα· καίτοι γε, εἰ μή τι ἄλλο, τούτους τοὺς κύνας, οὓς ἐθαύμαζες, ἔδει σε μεμνῆσθαι, καὶ αἰσχύνεσθαι τὸν Διογένη, τὸν Ἀντισθένη, τὸν Κράτητα, τὸν ἄλλον χορὸν τῶν θαυμασίων σου κυνῶν. Οἳ εἰ καὶ τῷ ἐπιδεικτικῷ τοῦ ἤθους τὸν τῆς ἀληθοῦς ἀκτημοσύνης χαρακτήρα ἐκιβδήλευον· ἀλλ' οὖν μεμισηκότες ἐφαίνοντο τὸ φιλόπλουτον, καὶ τὸν λιτὸν δοκεῖν ἀσπάζεσθαι, καὶ ἀφιλάργυρον βίον μέγα ἐποιοῦντο· ἐκείνοις ἐχρῆν σε μᾶλλον λέγειν, ἀντὶ τοῦ θειάζειν, ὡς εἰ πάντες ὑμῖν πεισθεῖεν· οὐκ ἂν ἔθνος, οὐ πόλις, οὐκ οἰκία μία συστήσεται· πῶς γὰρ ἔτι, μιμησαμένων ὑμᾶς ἁπάντων ἀνθρώπων, οἶκος ἔντιμος δύναταί τι καὶ οἰκία; τὸ σοφόν σου τοῦτο, καὶ πάσης ναυτίας γέμον, κατὰ τῆς ἐντολῆς ἐπαπόρημα· πῶς οἶκος ἔντιμος δύναταί τι καὶ οἰκία; ἀλλὰ γὰρ πῶς, ἀντὶ τοῦ ταῦτα, τοῖς σοῖς ἐπιτιμᾷν σε κυσί, τούτους μὲν ὑπερθαυμάζεις· ὁ δὲ τὴν ἀμείνω πολλῷ τούτων, καὶ ἀμιγῆ πάσης μοχθηρίας, εἰσηγεῖται πολιτείαν, ταῦτα δὲ τὰ λόγια διασύρεις; τί δὲ καὶ ἐπὶ μόνης τῆς διδασκαλίας ταύτης, τὸ δριμύ σου τῶν ἐνθυμημάτων, καὶ τῆς εὐθυβόλου φύσεως τὸ βαθὺ καὶ ἔντονον, ἐπεδείξω; ἡδύνω γὰρ τὰ αὐτὰ ματαιολογεῖν καὶ ἐπὶ πλειόνων ἄλλων. «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν οὐρανοῖς.» Ἀλλ' εἰ πάντες ἐκλάμψουσι, τίνες οἱ ὀψόμενοι, καὶ τὸν Θεόν, ἐφ' οἷς ἴδον, διὰ δόξης θεραπεύσοντες; «Δίδοτε, καὶ δοθήσεται ὑμῖν·» εἰ πάντες ἕλοιντο διδόναι, τίς ὁ ληψόμενος; «Ἀφίετε, καὶ ἀφεθήσεται ὑμῖν·» εἰ πάντες ἀφῶσιν, τίνες οἷς ἀφήσουσιν; «Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν·» εἰ πάντες ἀγαπήσουσι, ποῦ οἱ ἐχθρῶς ἔχοντες; «Εἰ πάντες τοῖς τὴν σιαγόνα παίουσι τὴν δεξιάν, καὶ τὴν ἄλλην εἰς ὕβριν ἴσην ἐκδώσουσι, ποῦ οἱ τυπτήσοντες;» Καὶ μυρία ἄλλα· μᾶλλον δέ, ὡς ἔπος εἰπεῖν, οὐδεμία θεία παραίνεσις, ἐν τῇ πρὸς ἕτερον ἀφ' ἑτέρου πράξει
col. 623–624page 310 of 591
PG 101:623Τῆς γὰρ ἐχούσης ἐντολῆς, ἐν συζυγίᾳ προσώπων, τὴν ὕπαρξιν, ὁ διασχίζων ταῦτα τῆς πρὸς ἄλληλα συναφείας καὶ σχέσεως, εἶτα πάντας ἀξιῶν εἰς θατέραν συνωθεῖν μοῖραν τοῦ τμήματος, οἷον ἐξ ἧς προβάλλεται ἡ ἐνέργεια· οὗτός γε τὴν ὑπόλοιπον πάντως εὐχερῶς εἰς καταστροφὴν τῆς ἐντολῆς παραλήψεται, ψευδεῖ καὶ ἀτόπῳ τῇ παρ' αὐτοῦ συμπλασθείσῃ θέσει, ἀκόλουθον ἔχων τὸ περαινόμενον. καὶ διερωτήσει γε μάλα σεμνῶς, σὺν εἰρωνείᾳ καὶ διακένῳ φυσήματι· Εἰ πάντες ἐνεργήσουσι, τίνες ἐν οἷς ἡ ἐνέργεια; Οὕτω τοιγαροῦν ῥᾳδίας οὔσης φέρεσθαι κατὰ πάσης σχεδὸν τῆς διδασκαλίας τοῦ Πνεύματος, τῆς ὑψηλῆς σου ταύτης καὶ δραστηρίου καταδρομῆς, πῶς εἰ καὶ μὴ ἐπὶ πασῶν, ἀλλά γε τῶν πλείστων, οὐκ ἀφῆκας τὴν τηλικαύτην σου βάσανον μιᾷ δὲ μόνῃ τῶν ἐντολῶν, ὑπὸ πολλῆς εὐλαβείας συγκατέκλεισας; οὕτω γὰρ ἂν σου τῶν ἐπιχειρημάτων τὸ εὔπορον καὶ βαθὺ μᾶλλον ἀπεθαυμάζομεν. Ἀλλ' ἦν καὶ τοῦτο κακουργίας μᾶλλον ἢ ἀνοίας ἐπιτέχνασμα· ᾔδει γάρ, ᾔδει κατὰ πάντων μὲν τῶν Δεσποτικῶν προσταγμάτων τὴν αὐτὴν κατάῤῥησιν προβαλλόμενος, εὐφώρατον ἕξειν τὸ ῥᾳδιούργημα, ἅτε δυναμένου καὶ τοῦ τυχόντος συνορᾷν, ὡς οὐκ ἂν οὕτω γε πάντα τὰ σωτήρια παραγγέλματα, τὴν αὐτὴν παρεῖχεν αἰτίαν, τοῦ δι' ἑαυτῶν περιτρέπεσθαι· ἐπὶ μιᾶς δὲ μᾶλλον ἤλπισε λαθεῖν, εἰ περιγράψοι τὸ συκοφάντημα· καὶ τὸ οἰκεῖον κακούργημα παρείσδυσιν οὕτω πλέον εὑρεῖν εἰς ψόγον τῶν ἀμωμήτων ἀντιπεριενεχθήσεσθαι· ὥστε καὶ δι' ὧν λαθεῖν ἐμελέτησε, τὸ φιλοκακουργὸν καὶ σαθρὸν τῶν λόγων τῶν αὐτὸς αὐτοῦ ἐθριάμβευσεν. Ἐχρῆν δὲ τοιαύταις αὐτὸν, ἐκδεδωκότα λέσχαις καὶ κακοσχόλοις σοφίσμασι, μηδὲ τὴν διὰ τῆς ἑτέρας μοίρας τῶν προσώπων ἐπήρειαν παρελθεῖν· ἀλλ' ἐξ ὁμοίου τάχους διανοίας, καὶ ἀγχιστρόφου φρονήματος ἐπαπορεῖν, καὶ λέγειν· Εἰ δὲ πάντες, ἀντὶ τοῦ πιπράσκειν, ἕλοιντο ἀνεῖσθαι, τίνες ἂν οἱ πωλοῦντες εἶεν; Τί γὰρ διαφέρει, πάντας εἰς τὴν τῶν ἀγοραζόντων μοῖραν συνελαύνοντα, τοὺς ὠνουμένους ἐπιζητεῖν, ἢ ἀνάπαλιν, εἰς ἀγοράζοντας ἀναφέροντα, τοὺς πωλεῖν ἐθέλοντας διερευνᾶσθαι, καὶ περιεργάζεσθαι; Ἀλλ' ἐάσθω τοῦτο. Τί δὲ σύ; ἆρα βούλει πάντας ἀνθρώπους καλοὺς καὶ ἀγαθοὺς εἶναι, καὶ πταισμάτων κρείττους; ἢ ἀπαρέσκει σοι; Ἀλλ', εἰ πάντες καλοὶ καὶ ἀγαθοί, ποῦ ἡ τῶν νόμων χρεία; ποῦ δὲ τῶν νομοθετῶν ὁ πόνος, καὶ ἡ σπουδή, καὶ ἡ πρόνοια; καίτοιγε αὐτὸ τοῦτο καλοὺς καὶ ἀγαθοὺς εἶναι τοὺς ἀνθρώπους προνοούμενοι τοὺς νόμους ἐτίθεσαν· ἡ δικαιοσύνη δὲ ἄρ' οὐκ εἰς τραγοελάφους σου καὶ σκινδάψους περιστήσεται; Ποῦ γὰρ δικαιοσύνη, δίκης οὐκ οὔσης; ποῦ δὲ δίκη, μηδενὸς ἀδικοῦντος; ἀδικῶν δὲ τίς, πάντων εἰς ἀμείνους μεταταξαμένων; οὐχὶ δὲ καὶ ἡ πραότης συνοιχήσεται; τινὶ γὰρ πρᾷος, οὐκ ὄντος τοῦ παροργίζοντος; ποῦ δὲ ὁ παροργίζων καὶ τίνα; καὶ ἡ αἰτία ποία; ἀγαθῷ γὰρ ἀγαθός, οὐκ ἔστιν ἐφ' ὅτῳ, κἂν βουληθῇ, παροργίσειεν· δῆλον δέ, ὡς οὐδὲ βουλήσε-
col. 625–626page 311 of 591
PG 101:625ται· οὐκοῦν κατὰ τοῦτό γε τὸ περιπόνηρόν σου λήσημα, πολλῆς καὶ μεγάλης ἔνοχος αἰτίας, ὁ τοὺς ἀνθρώπους καλοὺς καὶ ἀγαθοὺς βουλόμενος εἶναι. Κρατυνθείσης γὰρ τῆς διδασκαλίας, οἰχήσεται τὰ κράτιστα τῶν κατορθωμάτων· καὶ αὐτοὶ οἱ νόμοι, ματαιόν τι, καὶ περιττὸς ὄχλος ἔσονται. Καὶ οὔπω λέγω, ὅτι δι' αὐτοῦ, ἀγαθοῦ ἀναίρεσις καταπράττεται· οὐδ' ὅτι ἡ τοῦ ἀρίστου αἵρεσις εἰσαγωγὴ τῶν χειρόνων ἐπιδείκνυται· οὐ γὰρ σοφά σου, καὶ πολιτικῆς θεωρίας ἔμπλεα τὰ ἐνθυμήματα, ὁ τὰ πολιτικά ἡμῖν ἐπισείων, καὶ λέγων, ταύτης ἔχει τις εἰπεῖν πολιτικωτέραν τῆς ἐντολῆς; καίτοι, τὸν τὰς Πλάτωνος πολιτείας μονονουχὶ προσκυνοῦντα, μυρίας μὲν γεμούσας ἀσελγείας, μυρίας δὲ πρὸς ἑαυτὰς μάχης, καὶ πολεμιωτάτας μὲν πάσῃ ἀνθρωπίνῃ πολιτείᾳ, τὸ ἀνύπαρκτον δὲ καὶ ἀνούσιον παρ' ὅλον τὸν αἰῶνα πολιτευομένας· τὸν ἐκείνας ἐν μνήμῃ λαμβάνοντα, καὶ ταύταις ἐνσεμνυνόμενον, ἄρ' οὐκ ἐχρῆν ὅλως αἰσχύνεσθαι, καὶ αὐτὸ τὸ τῆς πολιτείας ὄνομα ψιλὸν διὰ χειλέων προάγειν; σὺ δὲ καὶ ἐπειρωνεύειν ἡμῖν ταύτην ἐθρασύνθης· καὶ τοσοῦτόν σοι τὸ δραστήριον, ὅτι ἃ μὲν ψέγειν σπουδάζεις, ἐπαινεῖς λανθάνων· οἷς δὲ τὸν ἔπαινον φέρειν ἀγωνίζῃ, ταῦτα ψέγων οὐκ αἰσθάνῃ. Ἀλλ' ἐῶ μὲν τοῦτο τέως. Ἐνόμισας δὲ ἄρα ὑπὸ πολλῆς σοφίας σου, ὡς καὶ προηγούμενον εἶχε σκοπὸν ὁ Σωτὴρ πολιτικὴν παραδοῦναι τέχνην. Πῶς οὖν οὐκ αἰτίαις ὑπάγεις (καίτοι φιλαιτιώτατος ὤν, καὶ πνέων τὴν ὕβριν), ὅτι μηδὲν περὶ στρατηγῶν, μηδὲ στρατοπέδων, μηδὲ στρατιωτῶν ὥρισεν· οὐδ' ὅπως δεῖ πολεμίοις διὰ μάχης ἰέναι, οὐδ' ὅτε σπένδεσθαι· ἀλλ' οὐδ' ὅσου δέοι τὸν σῖτον ἢ τὰ ἄλλα πιπράσκεσθαι· ἀγορανόμους δὲ καὶ δικαστὰς καὶ νομοθέτας, ὁποῖοί τε ἔσονται καὶ ὅσοι, οὐ δυσχεραίνεις ὅτι μηδὲν εἰσηγήσατο; τυφλὲ καὶ μωρέ, οὕτω βαθὺν ὕπνον ἐκάθευδες (καὶ ταῦτα τὰς νύκτας ἄυπνος τελῶν, ἐπὶ τῇ κατὰ τῶν θείων λογίων ματαιοπονίᾳ), ὥστε μηδὲ τούτου συναίσθησιν δέξασθαι, ὅτιπερ ὁ Σωτὴρ ἡμῶν καὶ Θεὸς, τῶν μὲν πολιτικῶν τύπων, καὶ τῆς περὶ αὐτὰ τάξεως οὐκ ἔσχε προηγούμενον τὸν σκοπόν. Ἤδει γάρ, ᾔδει τοὺς ἀνθρώπους ἱκανὴν τῇ πείρᾳ παρασκευὴν πρὸς ταῦτα λαβεῖν· τῆς χρείας καὶ τῆς ἀνάγκης τὴν μάθησιν αὐτοῖς ὁσημέραι ῥᾳδίαν παρεχομένης, καὶ τῶν προλαβόντων τὰ πταίσματα ἀποχρῶσαν τοῖς ἐσομένοις ἐπὶ τῶν ὁμοίων ἀντεισάγειν τὴν διόρθωσιν. Εἴ τι δὲ καὶ ταύτης ἡμάρτητο καὶ τοῦ μὲν πρὸς τὸ εὖ ἔχον καὶ καθεστηκὸς ἐπανορθούμενος μεταρυθμίζει· προηγουμένη δὲ τῷ Σωτῆρι φροντὶς, ἡ τῶν ψυχῶν ὑπῆρχε σωτηρία, καὶ εἰσαγωγὴ βίου φιλοσόφου καὶ ζωῆς ὑψηλοτέρας· διὰ ταύτης γὰρ ἡ τῶν παθῶν ἐλευθερία, καὶ ἡ πρὸς τὸ πρῶτον ἀγαθὸν ἐπιστροφὴ καὶ συνάφεια, ἀλλ' οὐ πολιτικῆς διαγωγῆς ἢ σωματικῆς εὐδαιμονίας ἡ ἐπιμέλεια κατεβέβλητο· ταύτῃ τοι καὶ τοῖς φιλοσάρκοις καὶ φιλοσωμάτοις ἡ Δεσποτικὴ παραίνεσις, ὥσπερ δὴ καὶ σοὶ δύσοιστός τε καὶ δυσάρεστος· ἐχρῆν δὲ ἄρα, εἴπερ
col. 627–628page 312 of 591
PG 101:627τίς ἦν λογισμός, κἂν γοῦν ἐν ταῖς συκοφαντίαις μελετῶν, φυλάττειν τὸ ἀκόλουθον, μὴ ὅτι οὐκ ἔστι πολιτικὴ ἡ Δεσποτικὴ ἐντολὴ ἐν εἰρωνίᾳ λόγῳ διαθρύπτεσθαι· ἀλλ' ὅτι οὐ φιλόσοφος οὐδὲ φιλοσόφου βίου κρηπίς· σὺ δὲ, ἐξ ὧν μὲν ἐκείνη ψόγον οὐ δέχεται, τοῦτο αἰτιασάμενος, καίτοι κἂν τούτῳ μεταιολογεῖν προεληλεγμένος· δι' ὧν δ' ἂν ἐντολὴ τοιαύτη ψεχθείη, μηδὲ μεμνῆσθαι θαῤῥήσας καὶ τὸ τῆς σῆς γνώμης φιλαίτιον καὶ φιλοκακοῦργον καὶ σαθρὸν ἀμάχῳ λόγῳ διήλεγξαι· καὶ τὸ τῆς ἐντολῆς κρείττον μώμου καὶ διαβολῆς ἁπάσης καὶ ἄχων προσεμαρτύρησας. Ὅρα δὲ λοιπὸν, ὅπως αὐτὸς ἑαυτῷ ὑποθέμενος τὸ ἀδύνατον καθ' ἑτέρου δοκεῖ συνάγειν τὸ ἑπόμενον ἄτοπον. Λέγων γάρ, ὅτι Πωλούντων ἁπάντων, τίς ὁ ὠνησόμενος; ἀδυνάτῳ μὲν αὐτὸς θέσει τὴν ἀτοπίαν ἐφέλκεται· οἴεται δὲ οὐ τῆς αὐτοῦ ῥᾳδιουργίας εἶναι τὸ ἔγκλημα τὴν ἐπηρεαζομένην δ' ἐντολὴν παρέχειν τὸ αἴτιον. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν κἂν πολλάκις τοῦτο Χριστὸς παραινέσειεν, κἂν μυρίαις ἀπειλαῖς καταδήσειεν, κἂν ἀστραπὰς καὶ βροντὰς καὶ κεραυνοὺς καὶ γῆς χάσματα τοῖς λόγοις συνεπαφήσειεν· οὐκ ἔστι δυνατὸν ἅπαντας μὲν ὑφ' ἕνα καιρὸν ἑλέσθαι πωλεῖν, οὐδένα δὲ ὑπολελείφθαι τὸν φιλοκερδῆ καὶ φιλόπλουτον· εἰσὶ γάρ, εἰσὶ κατὰ πάντα καιρὸν οὗτοί τε κἀκεῖνοι· βάσιμος δὲ οὐδέποτε πᾶσιν ἅμα ἡ ἀρετὴ ἀγαπητόν, διὰ κἂν οἱ πλείους καὶ ἀνὰ μέρος· ἀλλ' οὐδὲ τοῦτο ἐξόν, οὐδ' ἐπί τινος ἔστιν ἰδεῖν ἀρετῆς· ἐλάττους γὰρ ἀεὶ ταύτης ἢ οἱ τῆς κακίας ἐρασταί. Οὐ μὴν διὰ τοῦτο προσήκει τοῦ ἀνθρωπίνου γένους προνοητῇ τὰς νουθετηρίους λόγους ἀφαιρεῖν καὶ τὴν διδασκαλίαν περιελεῖν, διότι μὴ πάντας πειθομένους ἔχοι· ἀλλ' ὅτι πολλοῖς ἐγγίνεται δι' αὐτῶν, φυγὴ μὲν τοῦ χείρονος, αἵρεσις δὲ τοῦ βελτίονος, διὰ τοῦτο δεῖ πάντας ἐπ' ἀρετὴν παρακαλεῖν. Κἀκεῖνο δὲ σκοπεῖν ἔξεστιν, ὅπως μηδὲν προορώμενος ὁ συνετὸς οὗτος καὶ ταχὺς ἐν θεωρίᾳ, τὸ ἐπιὸν λέγοι· Πῶς γὰρ πάντες πωλήσωσιν; Ἆρα πάντες πλούσιοι, καὶ πένης οὐδείς; οὐδεὶς δὲ οὐδὲ τῶν ἐν αὐταρκείᾳ μόνῃ βιούντων; Καίτοι τὸ πλεῖστον τῶν ἀνθρώπων ἐν τοιούτοις ὁρῶμεν ἐξεταζόμενον. Πλούσιοι δὲ παρὰ πολὺ τῶν ἄλλων ἐλάττους. Πόθεν οὖν πάντας ἀνθρώπους πλουσίους εὗρες, καὶ πωλεῖν αὐτοὺς τὰ ὑπάρχοντα πειθηνίους ἔσχες; Ἀλλ', ὡς ἔοικεν, ἐκ τῆς Πλάτωνος τούτους συνελέξω πολιτείας, ἐκ τῆς μηδαμῇ μηδαμῶς ὑφεστώσης, τοὺς οὐδαμοῦ εὑρισκομένους. Εἰ δέ τις τὴν καλήν σου ταύτην καὶ περίεργον βάσανον καὶ τὸν ἀκριβῆ τῆς ἀνοίας νόμον, ἐπὶ τὰς σὰς ἐπαφήσει νομοθεσίας, καὶ τὰ θαυμαζόμενά σοι τῶν διδασκάλων καὶ πατέρων ἀποφθέγματα, ἆρ' ἔστιν ὃ μὴ γέλωτος καὶ χλεύης ὑπόθεσις εὑρεθείη; καίτοι καθ' ἡμῶν προβαλλομένη σου ἡ βάσανος, ἐχθροῦ διαβολὴν καὶ φιλαιτίου δόξαν ἀνδρὸς, καὶ ἕτερον ὑγιὲς οὐδὲν μηνύει· κατὰ δὲ τῶν ἰδίων ἐπαφιεμένη, φιλοῦντος νόμος, καὶ κρίσις ἔχθρας κεχωρισμένη, καὶ ἀληθὴς ἔλεγχος, καὶ μάλα δικαίως ἂν
col. 629–630page 313 of 591
PG 101:629νομισθείη. Ὥστε τὰ μὲν σά, διὰ τῶν σῶν ἀνατέτρασται καὶ διαπέπαικται· τῶν δ' ἡμετέρων οὐ μόνον οὐ δενὸς καθάπτεται, ἀλλὰ καὶ ἀνοίας καὶ θράσους δι' ὧν ἔφθασε συκοφαντεῖν, ἔλεγχον ὑπέχει. Ἀλλ' εἰ πάντες πωλήσειαν, ποῖος οἶκος ἔντιμος εἶναι δύναται; Ὦ διαλεκτικῆς ἀκριβείας καὶ δεινότητος! βαβαί! τῆς ῥητορικῆς σου πιθανότητος καὶ δριμύτητος! ὁ πολὺς ὁρᾶν, καὶ πόρρωθεν, τὸ ἑπόμενον! ὁ τοῖς ῥήμασί σου βαρύς, καὶ ταῖς ἀνατροπαῖς ἀνυπόστατος! ὁ τὰ ἐκ τριόδου κατονειδίζων ἡμῖν! Ἆρα γραῦς ἐν τριόδῳ ἐκ παννυχίδων ἥκουσα τῶν σῶν θεῶν, καὶ οἴνῳ διάβροχος, οὐχὶ τούτων ἐντρεχέστερά τε καὶ ἀστειότερα φθέγξαιτο; Ποῖος οἶκος ἔντιμος εἶναι δύναται; Καὶ τί τῆς ἰσότητος, εἰπέ μοι, τοῖς ἰσότιμον λαχοῦσι φύσιν, τιμιώτερον; τί δ' εἰς αἵρεσιν ἄμεινον, οἷς τὴν αὐτὴν πόλιν γέγονεν οἰκεῖν, ὑπὲρ τοῦ κοινῆς ἀπολαύειν καὶ ὁμοίας πολιτείας; Ἀλλ' ἡ πλεονεξία, ἡ τυραννίς σοι τὰ ἔντιμα, ἢ οἱ δόλοι καὶ τὰ τῶν παλιγκαπήλων καὶ μεταβολέων ἐπήρεια κατὰ τῶν πλησίον μηχανήματα καὶ τεχνάσματα· πᾶς γὰρ ὡς ἐπίπαν πλοῦτος ἢ προσφάτους ἢ παλαιτέρας ταύτας ἔχει τὰς πηγὰς τῆς γενέσεως, δι' ὧν ὁ παραβάτης ἀποσεμνύνειν ἔγνω τὸ ἔντιμον. Ἀλλ' ὅλως ἠγνόηκεν, ὥσπερ ἅπαντα, τί μὲν τὸ ἀληθῶς, καὶ παρὰ Θεῷ τίμιον, τί δὲ τὸ μὴ οὕτως ἔχον. Ἄνθρωποι μὲν γάρ, καὶ τό τε οἱ ἐξ ἀγέλης· οὐ γὰρ ἂν οἵ γε φιλοσοφίας καθαρὸν τὸν ἔρωτα συντηρήσαντες, πρὸς ἓν μόνον τὸν πλοῦτον, καὶ τὴν ἐξ αὐτοῦ τρυφὴν καὶ δόξαν κεχηνότες, κἂν μυρίοις ὁ κεκτημένος βρύῃ κακοῖς, τίμιον αὐτὸν καὶ μακάριον ἡγοῦνται. Θεὸς δὲ τὸν εὐσεβῆ τιμᾷ, καὶ τοῖς φιλαρέτοις τὸ εὐκλεὲς ἀπονέμει, κἂν ὁ τῶν χρημάτων αὐτοὺς ὄγκος οὐ φλεγμαίνει, οὐδ' ὁ ἐκεῖθεν τῦφος καὶ ἡ τρυφὴ περιβλέπτους ποιεῖ. Μᾶλλον δὲ οἷς ἡ δόξα διὰ τούτων, οὐδ' ὁ τῆς ἀρετῆς ἐθέλει πόθος, οὐδ' ὁ τῆς εὐσεβείας ζῆλος περιεῖναι. Ἔδει τοιγαροῦν, ἔδει, Θεὸν ὄντα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἐπὶ σωτηρίᾳ τοῦ γένους κενώσαντα ἑαυτὸν καὶ παραπλησίως ἡμῖν σαρκὸς καὶ αἵματος κοινωνήσαντα, μὴ πρὸς τὸ ἡδὺ καὶ κεχαρισμένον τοῖς τὰ ἐπίγεια φρονοῦσιν ἰδεῖν, μηδ' ὅσα κακίαν φύει τούτων εἰς ῥίζας περιορᾶν, καὶ καρπὸν τὰ σπέρματα διαδίδοσθαι· ἐκεῖνα δὲ νόμον καὶ παράγγελμα ποιεῖν, δι' ὧν πρόρριζα μὲν τέμνεται τὰ πάθη, ἀρετῆς δὲ πάσης καὶ θεωρίας εἰλικρινοῦς κατορθούσης ἡ τελείωσις· ὧν οὐδεμιᾶς ἐνδεῖ, μᾶλλον δὲ πλειόνων, ἐξ ὧν εἴρηται, τὸ κράτος ἐπέχει καὶ ἡ προκειμένη παραίνεσις. Ἀλλ' ἆρα μήποτε ῥηθῆναι μὲν ἡ ἐντολὴ ἅπαν διαφεύγει παράλογον, καὶ τῆς ἐκ λόγων λαβῆς ἔστηκεν ὑψηλοτέρα· παραχρῆσαι δὲ οὐχ ὁμοίαν ἔλαχε φύσιν· ἐνδεῖ δὲ τῆς ἐν ῥήμασιν ἀκολουθίας, ἡ ἐν ταῖς πράξεσιν ὕπαρξις, καί τις οὕτως ἔσχε δι' αὐτῶν τῶν ἔργων ἐναργεστάτην παρασχεῖν τὴν ὑπόστασιν, καὶ τὸ ἐν λόγοις ἀκόλουθον ὁμόλογον τῇ πρακτικῇ οὐσιώσει ἐπιδείξασθαι. Ἐπεὶ γὰρ ἡ σωτήριος αὐτὴ παραίνεσις διὰ τῶν Δεσποτικῶν καὶ ἀχράντων χειλέων προελήλυθεν, ἐξ ἐκείνου μέχρι νῦν οὐκ ἔστι χρόνον εὑρεῖν, ἐν ᾧ οὐκ ἔστι ταύτην ἰδεῖν ἐν ταῖς τῶν ἀν-
col. 631–632page 314 of 591
PG 101:631θρώπων ψυχαί· διαῤῥιζουμένην, καὶ ἐμβαθύνουσαν, καὶ εἰς πλάτος καὶ μῆκος αὐξάνουσαν, συναύξουσάν τε τὰς ἄλλας ἀρετὰς καὶ συναπαρτίζουσαν· τό τε μὲν γὰρ τρισχίλιοι καὶ πεντακισχίλιοι, εἶτα καὶ πλῆθος ἐκφεῦγον τὴν ἀπαρίθμησιν, συνιόντες ἀλλήλοις, καὶ τῶν ἰδίων ἐξιστάμενοι, κοινὰ τὰ ὄντα προυτίθεσαν, καὶ πένης ἦν οὐδεὶς ἐν αὐτοῖς (ὦ θαυμασίας ἰσομοιρίας καὶ πρὶν πραχθῆναι μηδ' ἐλπιζομένης), οὐδὲ πλούσιος. « Ὅσοι γάρ, φησί, κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων, καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων, διεδίδοτο δὲ ἑκάστῳ, καθ᾽ ὅ τις χρείαν εἶχεν. » Ἀκούεις, Ἰουλιανὲ, ὅσοι κτήτορες, οὗτοι ἐπώλουν. Οὐχὶ ἅπαντες; ἀλλὰ τότε μὲν ἐξ αὐτῆς ἀρχῆς οὕτως εἰς πλῆθος ἡ ἐντολὴ τελεσιουργουμένη, λαμπρῶς ἐπεδίδου καὶ ὑφειστήκει ταῖς ἐνεργείαις ἐν ἀκμάζουσα· ἐφεξῆς δὲ μέχρι νῦν, οὐκ ἀμάραντον μόνον τὸ τῆς ἀκμῆς ἄνθος διεσώσατο, δι' οὗ τὰς ἀνθρωπίνας ψυχὰς περιανθίζουσα, ἀπὸ τῆς τῶν παθῶν σηπεδόνος πολὺ τὸ δυσῶδες ἐναποπνεούσης, ἐπὶ τὴν τῶν ἀρετῶν σωτήριον καὶ ζωοποιὸν εὐωδίαν συνεφέλκεται· ἀλλά γε δὴ καὶ πάντα τῆς οἰκουμένης τὰ πέρατα, ταῖς ἐνεργείαις περιλαβοῦσα καὶ διατρέχουσα, οὐ κατ' ἄνδρα μόνον, ἤδη δὲ καὶ κατὰ δήμους ὅλους, καὶ ἀριθμοῦ κρείττω, συστήματα τῶν ὡς ἀληθῶς μονάδα βίον καὶ οὐράνιον πολίζουσά τε τοῖς ἐπὶ γῆς, καὶ πλατύνουσα δι' αὐτῶν τῶν ἔργων, ὅσον ἐστὶν αὐτῆς τὸ ἐν τοῖς λόγοις ἀκόλουθον μᾶλλον, ἢ διὰ τῆς κατὰ τὸν λόγον ἀκολουθίας τὸ ὑφεστὸς αὐτῆς ἐν τοῖς ἔργοις καὶ περιούσιον λαμπρῶς ἐπιδείκνυσιν. Οὐ μὴν ἀλλά γε καὶ τῶν Δεσποτικῶν ῥημάτων τὸ ἐνεργὸν, καὶ τὴν δύναμιν οὐδὲν ἧττον δι' ἑαυτῆς παρέχει θαυμάζεσθαι· τὰς γὰρ ἀνθρωπίνας ψυχάς, ὅσαι ἄξιαι, πρὸς ἑαυτὴν ἐπιστρέφουσα, καὶ τὸν τοῦ λόγου σπόρον ἐνιεῖσά τε καὶ ἐμβαθύνουσα, ἀπὸ τοῦ καρποῦ τὸ δένδρον ἐπιγινώσκεσθαι, καὶ δι' αὐτῶν τοῦ φυτοκόμου πάλιν τὴν ἰσχὺν καὶ σοφίαν ἐξυμνεῖσθαι, παρασκευὴν πολλὴν συνεξεύρατο· καὶ οὔπω γε διὰ τούτων, καίπερ τηλικούτων ὄντων, ἐφ' ὅσον ἥκει τὸ μεγαλεῖον τῆς φύσεως αὐτῆς ἐμφανίζεται· ἀλλ' ὅτι καὶ τῶν ἄλλων ἀρετῶν καὶ κατορθωμάτων ὑπερείδει τε καὶ συνέχει τὴν ὕπαρξιν. Πῶς, εἰ μή τις Ἰουλιανῷ τὴν ἴσην δίκην ὑπέχων τυφλὸς τῷ φωτί περιπλανώμενος διελέγχοιτο, οὐκ ἂν ὑπεραγασθείη τὸ ἐν τῇ φύσει κράτος αὐτῆς καὶ ὑψηλὸν καὶ σωτήριον; Καὶ γὰρ ὅσοι τὴν οὐράνιον πολιτείαν, δι' ὧν βιοῦσιν ἐπὶ γῆς, ὑπογράφουσι, τούτους δή, τούτους ἔνεστιν ὁρᾶν αὐτὸ τοῦτο πρῶτον, θεμέλιον, οἷον καὶ ὑπόβαθρον, τὸ, « Πωλήσατε τὰ ὑπάρχοντα, καὶ δότε ἐλεημοσύνην, » ὑποβαλλομένους· καὶ οὕτω τὰς ἄλλας ἀρετὰς ἐποικοδομοῦντας· ὡς ἄνευ ταύτης, μηδεμιᾶς ἄλλης ὑφεστάναι καθαρῶς δύναμιν ἐχούσης. Διὸ πωλοῦντες πρότερον τὰ ὑπάρχοντα, καὶ τοῖς δεομένοις διανέμοντες, πῶς ἄν τις ἀξίως ἐξυμνήσῃ τὸ θεῖον καὶ
col. 633–634page 315 of 591
PG 101:633θεουργικὸν καὶ φιλάνθρωπον τῆς παραινέσεως; Οὕτω γυμνοί λοιπὸν καὶ χρημάτων καὶ προσπαθείας ἄλλης γεΐνης, τοὺς ἀσκητικοὺς ἄθλους ὑποδύονται, πρὸς ἓν μόνον τὸν νοῦν ἀνατεινόμενοι, καὶ τὴν ἔφεσιν ἔχοντες, εἰς τὸ κατὰ Παῦλον, « ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι. » Δι' οὗ, τοῦ Πατρὸς ἐν ἁγίῳ Πνεύματι (ὦ μακαρίου θεάματος!) ἡ τελειοτέρα, καὶ χωρὶς τῶν ἐσόπτρων γνῶσις, συνανακαλυπτομένη τε καὶ συναναστράπτουσα τὸ πρῶτον ἀγαθὸν εἰς ἀπόλαυσιν τοῖς θεαταῖς, καὶ τῶν ἐφετῶν χαρίζεται τὸ ἀκρότατον. Οὕτω δὴ, οὕτως ἡ σωτήριος αὕτη καὶ Δεσποτικὴ ἐντολὴ οὐ ῥηθῆναι μόνον τὸ εὔλογόν τε καὶ ἀκόλουθον πολλῇ δυνάμει συνδιεσώσατο ἅπαν μαχόμενον καὶ πολεμεῖν ἡρμένον τρεψαμένη τε κατὰ κράτος, καὶ καταισχύνασα· ἀλλὰ καὶ πολύ γε πλέον τὸν εἱρμὸν τῶν λόγων, καὶ τῆς γνώμης τὸ ἀνεπίληπτον, διὰ τῆς κατὰ τὰς ἐνεργείας περιφανείας τε καὶ ὑπάρξεως τῆς ἀνὰ πᾶσαν τὴν ὑφ' ἡλίῳ ἐντελέστερόν τε καὶ θαυμασιώτερον ἐπεδείξατο, καὶ κρεῖττον ἢ κατ' ἰσχύν τε καὶ φύσιν ἐπιχειρημάτων, τοὺς τετολμηκότας αὐτὴν ἐξυβρίζειν τῆς μηχανούσης αἰσχύνης τὸ σκυθρωπὸν ὑπελθεῖν ἐρύθημα κατεπράξατο. Ἀλλὰ τοσαῦτα μὲν, ἐξ ὧν ἡ λήθη μὴ προκατέλαβε πρὸς Ἰουλιανὸν τὸν Ἀποστάτην κακουργοῦντά τε καὶ κατὰ τῆς εὐσεβείας ἡμῶν θρασυνόμενον εἴρηται. Σοὶ δὲ φιλομαθοῦντι, καὶ τὸ Θεῖον θεοπρεπῶς ὀργιάζοντι, καὶ ὀλίγα τῶν εἰρημένων ἐξαρκέσειν οἶμαι πρὸς τὴν τῆς ἀπορίας ἐπίλυσιν. ΕΡΩΤΗΣΙΣ ΡΒ'. Τί δηλοῖ τὸ ἐφούδ; Τὸ ἐφούδ, περὶ οὗ μαθεῖν περιεζήτησας, τρία σημαίνειν, ἐξ ὧν ἀνέγνωμεν, εὕρομεν· ἓν μέν, τὴν ἱερατικὴν καὶ ἁγίαν στολήν, ᾗ κεχρῆσθαι θεμιτὸν οὐκ ἦν, ἀλλ' ἢ τοῖς ἱερεῦσι μόνοις. Ἐδηλοῦτο δὲ δι' αὐτῆς τὸ πρακτέον, ἐφ' ὧν ἀνθρωπίνη κρίσις τὸ συμφέρον ἰδεῖν ἐξησθένει, οἷον ἐκεχειρίαν θέσθαι πολεμίοις, ἢ τῷ δόρατι τὴν τοῦ πολέμου κρίσιν ἐπιτρέψαι, καὶ εἴ τι ἄλλο παραπλήσιον. Ἀλλὰ πρῶτον μὲν σημαινόμενον τοῦ ἐφοὺδ τοῦτο. Ἕτερον δὲ σχήματι πως τῷ εἰρημένῳ παρεοικός, κοινὸν δέ, καὶ οὐχ ἱερατικόν· ὃ φαίνεται καὶ Δαβὶδ ἀμπισχόμενος. Ἐπὶ γὰρ Δαβίδ, φησίν, Ἐφοὺδ μόνον· ὃ ἔνιοι (βύσσου γὰρ ἐπεποίητο· φυτὸν δὲ ἡ βύσσος) στολὴν ἐκ τῆς ὕλης ὠνόμασαν βυσσίνην· οἱ δὲ τῷ τρόπῳ τῆς χρήσεως τὴν γένεσιν διδόντες τοῦ ὀνόματος ἐπωμίδα τε καὶ ἐπένδυμα. Παρὰ δὲ ταῦτα, ἔστι καὶ τρίτον ἰδεῖν σημαινόμενον. Οἱ γὰρ τῶν εἰδώλων θεραπευταί, κατὰ μίμησιν τῶν ἱερέων τοῦ Θεοῦ, τοῖς σφῶν ἱερεῦσι στολὰς ἀφωρισμένας ἐτίθεντο εἰς σχῆμα τοῦ ἐφούδ, τὸ ὕφασμα περιγράφοντες, καὶ τὴν κλῆσιν ἐκεῖθεν μεθέλκοντες, ἐφοὺδ καὶ αὐτὸ προσηγόρευον. Ἐκέχρηντό τε τῷ μιμήματι, δι' αὐτοῦ τὰ δαιμόνια· καὶ αὐτοὶ ἐπερωτῶντες εἰς τὴν τῶν πρακτέων κατάληψιν, καὶ καινὸν οὐδέν· ὥσπερ γὰρ τὸ Θεός, ὄνομα, καὶ τὸν ἀληθῶς ὄντα σημαίνει, ἐφέρετο δὲ καὶ κατὰ τῶν ψευδωνύμων δαιμονίων· οὕτω καὶ τὸ ἐφοὺδ εἰς διάφορα διαιρεῖται σημαινόμενα. Οὐ τὸ Θεός, δὲ μόνον ὄνομα πρὸς τἀναντία μερίζεται, ἀλλὰ καὶ τὸ ὄν καὶ τὸ κάδδησιμ· τούτων γὰρ ἑκάτερον, καὶ τὸν κυρίως ὄντα, καὶ κυρίως ἅγιον, δηλοῖ· καὶ τοῖς λατρευταῖς τῶν δαιμόνων, ἐπὶ τιμῇ τῶν οἰκείων σεβασμάτων, καθ' ὃν δὴ τρόπον καὶ τὸ ἐφούδ, μετενήνεκται. Σὺ δέ μοι ψυχῇ καὶ σώματι ἔῤῥωσο.

Question CIII - CIVQuæstio CIII - CIV

col. 635–636page 316 of 591
Quæstio CII
PG 101:635Οὐκ ἔστιν ἐναντίον, ὡς ἔδοξέ τισι τῶν μὴ σωφρονούντων, ἡ, «Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος,» ζημιοῦσθαι προστάσσουσα νομοθεσία, πρὸς τὴν γνώμην· «Ὅστις σε ραπίσει ἐπὶ τὴν δεξιάν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην,» καὶ ὅσαι ταύτῃ παραπλήσιοι. Ἡ μὲν γὰρ τὸν κριτὴν ῥυθμίζει, καὶ πρὸς αὐτὸν ἀποτείνεται, ἀδέκαστον αὐτὸν τοῖς κρινομένοις παρέχειν νομοθετοῦσα, καὶ τῷ ἀδικουμένῳ τιμωρεῖν, τὴν ἴσην ἀπαιτοῦντα ποινὴν τὸν ἠδικηκότα. Ἡ δὲ, οὐ μὲν οὖν οὐκ ἔστιν πρὸς τὸν κριτήν, οὐδὲ νόμος, οὐδὲ πολλοῦ γε καὶ δεῖ· οὕτω γὰρ ἂν ἦν ἐναντίον· ἀλλὰ τὸν ἀδικηθέντα παραινεῖ εἰς ἐπιείκειαν καὶ συμπάθειαν ἐπαλείφουσα καὶ κρείττονα παρασκευάζουσα ὀργῆς καὶ θυμοῦ φιλοσόφως λίαν καὶ ὠφελίμως εἰσηγουμένη τὴν συμβουλήν. Τὸ μὲν γὰρ στερηθὲν ἢ οὐκ ἔστιν ἀναλαβεῖν, ἢ ἀναλαβόντα οὐδὲν πλέον ἐστὶν τοῦ ἐξαρχῆς προσλαβεῖν. Ὁ δὲ δι᾽ ἐπιεικείας καὶ συμπαθοῦς γνώμης περιγεγονὼς τοῦ ἐχθροῦ, μετὰ τοῦ νικῆσαι λαμπρῶς καὶ ἀείμνηστον τῆς ἀρετῆς ἐγείρει μνημεῖον, καὶ τὸν κοινὸν κριτὴν εὐίλατον ἑαυτῷ καὶ εὔμενη παρασκευάζει, ἐκεῖνα παθεῖν ἑαυτὸν ἄξιον εὐτρεπίσας, ἃ προσλαβὼν αὐτὸς τῷ πλησίον ἐπεδείξατο. Ὁ μὲν ἀποῤῥητότερος καὶ βαθύτερος τῆς αἰτίας λόγος ἀνείσθω Θεῷ· ἐξ ὧν γε διανοίας ἀνθρώπων ἔδωκε γενέσθαι ληπτά, φαμέν, ὡς διὰ τοῦτο τὸν Ἀβελ δίκαιον ὄντα, πρὸ τοῦ ἐξημαρτηκότος Ἀδάμ, καὶ τὴν ἀπόφασιν δεξαμένου, συνεχώρησεν εἰς θάνατον ἐλθεῖν· ἵνα μαθὼν ὁ ὑπόδικος ἐν τῷ ἀνευθύνῳ παιδὶ τὸ φοβερὸν τοῦ ἐπιτιμίου καὶ ἄφυκτον, πλέον τε τὸ ἄλγος εἰσδέξηται, καὶ τὴν μετάνοιαν ἐπιδείξηται· κἀκεῖθεν ἔλαττον ἀπέλθῃ τῆς παραβάσεως χρεωστῶν· ἔτι δὲ, καὶ ἵνα τοῦ θανάτου τὸ βάθρον, τὸν ἠδικημένον πρῶτον δεξάμενον σαθρὸν καταστῇ. Ὥσπερ γὰρ εἰ τὸν ὑπεύθυνον πρῶτον ἐδέξατο, στερεὸν ἂν θεμέλιον ὑπεβάλετο· οὕτω τὸν δίκαιον ἁρπάσας, σαθρὰν ἑαυτὸν ἔλαβε καὶ εὐπερίτρεπτον τὴν οἰκείαν κρηπίδα πηξάμενος. Σὺ δέ μοι σκόπει, καὶ εἴ πως ἡ τῆς ἀναστάσεως διὰ τούτου προκαταβάλλεται καὶ μυσταγωγεῖται λόγος. Εἰ γὰρ ἀγαθὸς καὶ δίκαιος ὁ Θεός, μᾶλλον δὲ ἀγαθότητος καὶ δικαιοσύνης πηγή, οὐκ ἂν ἀγέραστον ἀπελθεῖν καὶ πρὸ ὥρας τὸν δίκαιον εἴασεν Ἀβελ. Καὶ τί λέγω ἀγέραστον; ἀλλ' οὐκ ἂν ἀδίκως καὶ τὸ μεῖζον ἀνθ' ὧν ὤφθη θεοφιλής, οὐκ ἂν ὑπερεῖδεν ἀναιρούμενον· εἰ μή τις ἐκεῖθεν ἄλλη κατάστασις, καὶ βίος ἄλλος
col. 637–638page 317 of 591
PG 101:637Ἡ περιτομή τρία τινὰ πραγματεύεσθαί μοι δοκεῖ· ἓν μὲν, οἱονεὶ σημείῳ τινὶ καὶ σφραγῖδι τοὺς ἐκγόνους Ἀβραὰμ ἀφορίζουσα, καὶ τῶν λοιπῶν διαστέλλουσα· ἐθνῶν· δεύτερον δὲ, ἐν ἑαυτῇ τὴν τοῦ θείου βαπτίσματος προδιατυποῦσα καὶ προανακηρύττουσα χάριν καὶ δυναμιν. Ὥσπερ γὰρ ὁ περιτεμνόμενος, εἰς λαὸν Θεοῦ διὰ τῆς σφραγίδος πάλαι ἐχρημάτιζεν οὕτως ὁ βαπτιζόμενος, σφραγίδα τοῦ Χριστοῦ ὁ ἐν ἑαυτῷ τυπωσάμενος, εἰς υἱοθεσίαν Θεοῦ ἀναγράφεται. Καὶ τρίτον, σύμβολον τῶν ἐν τῇ χάριτι καθισταμένων πιστῶν, οἱ τῶν σαρκικῶν ἡδονῶν καὶ παθῶν τὰς ἐπαναστάσεις, τῷ τιμητικῷ τῆς πίστεως λόγῳ καὶ πόνοις ἀσκητικοῖς ἐκτέμνουσι καὶ ἀπονεκροῦσιν· οὐ σῶμα τέμνοντες, ἀλλὰ τὴν καρδίαν· καὶ πνεύματι, οὐ γράμματι περιτεμνόμενοι· ὧν καὶ τὸν ἔπαινον οὐκ ἀνθρωπίνης ἐπικρίσεως δεῖσθαι, ἀλλὰ τῆς ἄνωθεν ἡρτῆσθαι ψήφου, Παῦλος ὁ θεῖος, ὁ τὰ τοιαῦτα μυσταγωγός, λαμπρᾷ τῇ φωνῇ διαμαρτύρεται. Εἰ δὲ τῷ κἀκεῖνο δοκεῖ, ὡς γένους μὲν Χαλδαίων ἐχρημάτιζεν Ἀβραάμ· τὸ δὲ, καὶ μητράσι καὶ θυγατράσι καὶ ἀδελφοῖς ἐκθέσμῳ νόμῳ συνανεφύρετο. Ἵνα οὖν μὴ τοῖς πατρῴοις ἔθεσι μήτε αὐτὰς, μήτε τὸ ἐξ αὐτοῦ γένος, καταμιαίνοιτο, τέμνεται, φασί, τὴν ἀκροβυστίαν εἰς ἀθέτησιν τῆς τοιαύτης ἀῤῥητοποιίας, καὶ γίνεται αὐτῷ τῆς οἰκείας σαρκὸς ἡ περιτομή, διαίρεσις τῆς προσεχούς συγγενείας καὶ ἀποστροφή, ὅσα γε εἰς ὁμιλίαν γαμικήν. Οὐδὲ γὰρ οὐδ᾽ ἦν φωράσαι τινά, μετὰ τὴν περιτομήν, ἐν τοῖς ἐξ αἵματος Ἀβραὰμ ταῖς τοιαύταις ἐνισχημένον ἀῤῥητουργίαις τῆς Χαλδαϊκῆς ἀκρασίας ἀδεῶς καὶ ἀνεπαισχύντως μακροῖς, καὶ μετὰ ταῦτα, χρόνοις τὰ τοιαῦτα δραματουργούσης. Ἀλλὰ τοῦτο μὲν ὡς φίλον ἑκάστῳ καὶ νομιζέτω· ἀφορισθῆναι μέντοι τὸ Ἀβραὰμ ἔδει γένος· πρῶτον μὲν, ἵνα μὴ τοῖς ἄλλοις ἔθνεσιν ἐπιμιγνύμενον, καὶ κατὰ μικρὸν τοῖς ἐκείνων τρόποις ὑποσυρόμενον, τῆς τε οἰκείας εὐσεβείας παρατροπὴν πάθῃ, καὶ τοῖς ἐκείνων λατρεύσῃ βδελύγμασιν· ἔπειτα, ἵνα τῆς θείας ὑποσχέσεως

Question CVIQuæstio CVI

col. 639–640page 318 of 591
Quæstio CV
PG 101:639σεως ἐναργές, καὶ πᾶσι γνώριμον τὸ πέρας δειχθῇ εἰς ἀναρίθμητον πλῆθος τοῦ ἐξ Ἀβραὰμ σπέρματος πληθυνομένου καὶ αὔξοντος. Οὐ γὰρ ἂν ὁμοίως τοῖς ἄλλοις ἔθνεσι συμφυρομένων τό τε τῆς ἐπαγγελίας ἀψευδὲς ἐγινώσκετο, καὶ τὸ τοῦ πλήθους παράδοξον ἐθαυμάζετο, ὥσπερ καθ᾿ ἑαυτοὺς καὶ ἀφορισμένην τὴν πολιτείαν ἐχόντων. Καὶ τρίτον, ὃ καὶ τῶν ἄλλων ἔστιν ἰδεῖν αἰτιώτατον, ἐπείπερ ὑπεσχημένον ἦν τῷ θεοφιλεῖ Ἀβραάμ, ἐν τῷ σπέρματι αὐτοῦ πάντα τὰ ἔθνη εὐλογηθήσεσθαι. Τοῦτο δὲ δι᾿ οὐδενὸς ἄλλου δυνατὸν ἦν προελθεῖν, ἀλλ᾽ ἢ δι᾽ αὐτοῦ τοῦ καὶ πλάσαντος, καὶ τὸ τῆς προνοίας ἄφατον, μέχρι καὶ αὐτῶν τῶν ἐπὶ γῆς καθιέντος καὶ ἐκχέοντος· ὁ γὰρ κοινὸς Πλάστης αὐτὸς δυνατὸς μόνος καὶ κοινὴν τὴν εὐλογίαν χαρίζεσθαι. Ἀλλ᾽, ἐπειδὴ τοῦτο πάλιν τὸ μέγιστον τῆς περὶ ἡμᾶς προνοίας εἰς ἐνανθρώπησιν τὸν Προνοητὴν ἐκάλει (οὕτω γὰρ ἄνωθεν καὶ πρὸ τῶν αἰώνων τοῖς θείοις καὶ ἀπορρήτοις προώριστο νεύματι), διὰ τοῦτο τὸ Ἀβραμιαῖον γένος ἀφορίζεται, καὶ τῶν ἐθνῶν τῶν ἄλλων τῆς ἐπιμιξίας διακρίνεται· ἵνα τοῦ Δημιουργοῦ καὶ Δεσπότου τὴν ἡμετέραν φύσιν ἐξ αὐτοῦ προσλαμβάνοντος, καὶ παραπλησίως ἡμῖν σαρκὸς κοινωνοῦντος καὶ αἵματος, ἐπιδηλόν τε λίαν καὶ περιφανὲς ἅπασι τὸ τῆς ὑποσχέσεως ἀψευδὲς καταστῇ. Καὶ ὅτι Χριστὸς Θεὸς ἡμῶν, ἐν ᾧ πάντα τὰ ἔθνη τῆς ἐν χάριτι εὐλογίας κατηξιώθησαν, ἐκ τῆς ὀσφύος ἐκείνου τὰς πρώτας καὶ ἀνθρωπίνας ἀρχὰς οὐκ ἀπηξίωσεν αὐτῷ γενέσθαι τῆς κατὰ σάρκα γεννήσεως. Ἀλλὰ ταῦτα μὲν καὶ τὰ τοιαῦτα, οἱ εὐσεβεῖς λογισμοί. Κἀκεῖνο δέ σοι δῆλον οἶμαι καθεστάναι, ὡς τὴν περιτομὴν ὁ θεσπέσιος Ἀβραάμ, οὔτε πίστεως ἔσχεν αἰτίαν, οὐ μὴν οὐδ᾽ αὐτό γε τοῦτο τάξιν ἐπέχουσαν πίστεως· προεπίστευσε γὰρ, ἀλλὰ τῆς προϋπαρξάσης αὐτῷ μόνον σφραγίδα ταύτην ἐδέξατο. Τὸ μέντοι γε λέγειν, ὡς διὰ τοῦτο περιετμήθη τὴν ἀκροβυστίαν, ὡς ἂν γυμνὸς γεγονὼς τῶν ἐκ φύσεως περιβλημάτων, τὸ παιδογόνον τῶν ἐκεῖθεν ῥύπων καθαρεύοι, οἶδα μὲν Ἑλλήνων παισί, καί τισιν Ἰουδαίων πεφλυαρημένον. Καὶ μυρία λέγειν ἔχων πρὸς αὐτοὺς τῆς ἀτόπου δόξης, τὸ τῶν ἐλέγχων ἄφθονον χορηγούσης, ἐκεῖνο μόνον ἐρῶ, ὡς ἡδέως ἂν αὐτῶν ἤκουον τοῦτο λεγόντων, εἰ κατ᾽ αὐτῆς τῆς τῶν σπερματικῶν ῥευμάτων τῆς πηγῆς, πρῶτον τὸ ξίφος ἔβλεπον φέροντας, ἢ κατὰ γαστέρων, ἃς αὐτοὶ ἑαυτοῖς καὶ πλειόνων ἀκαθαρτιῶν καὶ βδελυρωτέρων ὑπονόμους ὑπεστήσαντο. Τί σημαίνει ἡ τοῦ εἰμὶ παρολκή; Ἡ τοῦ εἰμὶ παρολκή, τῆς ἐγὼ ἀντωνυμίας κατὰ σύνθεσιν προηγησαμένης, σύνηθες μέν ἐστι τῇ θείᾳ Γραφῇ, ἀλλ᾽ οὐδεμίαν διὰ τοῦτο σολοικισμοῦ γλώσσης αἰτίαν παρέχεται. Εἰ δέ γε διαμφισβητεῖς, ἐννοήσας τὸ, Ἔνιοί τινες· καὶ τὸ, Σφᾶς αὐτοὺς, καὶ τὸ, Ἀπῆλθεν ἔχων, ἃ τοῖς Ἑλληνικοῖς πλεονάζει γράμμασι, στῆσον σαυτὸν τῆς ἀμφισβήσεως. Δῆλον γὰρ ὡς τὸ, τινές, μετὰ τοῦ ἔνιοι, καὶ τὸ σφᾶς, μετὰ

Question CVII - CVIIIQuæstio CVII - CVIII

col. 643–644page 319 of 591
PG 101:643λήν, οὐχ ὡς τὸ πρόχειρον τῶν ῥημάτων νοεῖ, δίδωσιν, οὕτω νῦν ὁ θεσπέσιος Παῦλος ἐξείληφε. Καὶ εἰ γὰρ, ἐξουσίαν ἔχειν, ἀκούοντες, τὸ κατεξουσιάζειν καὶ κυριεύειν ἴσως τινὲς ἐξακούουσιν· αὐτὸς δὲ νῦν, ἐξουσίαν ἔχειν, φησὶ τὴν γυναῖκα, τὸ ὑπ' ἐξουσίαν τάττεσθαι καὶ τελεῖν. Καὶ ἵνα σαφέστερον γένηται τὸ λεγόμενον, καὶ τῶν ἄλλων αἱ λύσεις, ἅ σοι κατὰ τὸ αὐτὸ χωρίον συνδιηπόρηται, ῥητέον ἐντεῦθεν· Τοὺς ἄνδρας ὁ τῆς οἰκουμένης διδάσκαλος ἀκαλύπτους ἔχειν τὰς κεφαλὰς ἐν τῷ προφητεύειν τε καὶ προσεύχεσθαι διατάσσεται, τὰς γυναῖκας δὲ κεκαλυμμένας. Καὶ τίθησιν αἰτίας δι' ἂς τοῦτο παρακελεύεται διττάς· « Ὁ ἀνήρ, φησί, κείρεται τὴν κεφαλὴν καὶ ξυρᾶται· γυναικὶ δὲ οὐδ' ἕτερον τούτων ποιεῖν θέαμις. Οὕτως οὖν εἰ καὶ ὁ ἀνὴρ ἀκάλυπτον ἔχοι τὴν κεφαλήν, ἀλλ' οὐκέτι καὶ γυναικὶ τολμητέον. Ὁ μὲν γὰρ, ἵνα μὴ ταύτην αἰσχύνῃ, φυλάττει ἀκάλυπτον. Οὐ γὰρ λόγον ἔχει τὴν μὲν κόμην, ἣν ἡ φύσις δίδωσιν, ἀφαιρεῖν· ἔξωθεν δὲ περιβόλαιον ἐπινοεῖν· γυναικὶ δὲ χρέος τὸ κάλυμμα· καταισχύνει γὰρ τὴν κεφαλὴν αὐτῆς, ὥσπερ ξυρωμένη τε καὶ κειρομένη, οὕτω δὴ καὶ μὴ καλυπτομένη. Εἰ γὰρ καὶ τὸ μὲν ἡ φύσις προβάλλεται· τὸ δὲ, ἡ σώφρων αἰδώς· ἀλλ' οὖν ἄμφω κεφαλῆς περιβόλαια· καὶ ὥσπερ ἡ ἐξυρημένη τὸ φυσικὸν ἀπέθετο περιβόλαιον, οὕτω καὶ ἡ ἀκάλυπτος τῆς σώφρονος αἰδοῦς περιείλε τὸ ἀμφίασμα, καὶ γίνεται κατὰ τοῦτο ταὐτὸν τῇ ἐξυρημένῃ. Μία μὲν οὖν αἰτία τοῦ τὴν μὲν δεῖν κατακαλύπτεσθαι, τὸν δὲ μηκέτι, αὕτη. Μᾶλλον δέ τις ἀκριβῶς ἐπισκοπῶν, οὐδὲ αἰτίας ἀπόδοσιν ἐρεῖ ταῦτα· ἀνατροπὴν δὲ καὶ ἀναίρεσιν τῶν αἰτιᾶσθαι τὴν νομοθεσίαν ἐπιχειρούντων, καὶ τὰ αὐτὰ τοῖς ἀνδράσιν ἀξιούντων καὶ ἐν τούτοις πράττειν τὰς γυναῖκας διὰ τὴν κοινωνίαν τῆς φύσεως. Ἀλλ' εἴτε αἰτία, εἴτε τῶν αἰτιωμένων ἔλεγχος, τοιαύτη ἂν ἡ διάνοια εἴη. Δευτέραν δὲ τίθησι τοιαύτην· Ἡ γυνή, φησί, ὑπὸ τὴν ἐξουσίαν πέφυκε τελεῖν τοῦ ἀνδρός· ἐξ αὐτοῦ γὰρ ἔσχε κατὰ πρώτας τὰς σωματικὰς ἀρχὰς τῆς γενέσεως· καὶ πολλῶν μὲν ἐξουσιάζει καὶ ἄλλων ὁ ἀνήρ· τὸ δὲ ἐνδοξότερον αὐτοῦ καὶ τιμιώτερον τῆς ἐξουσίας καὶ ἀρχῆς, ἡ γυνή ἐστι. Τοῦτο γὰρ λέγει· « Γυνὴ δὲ δόξα ἀνδρός ἐστιν. » Ἐπεὶ οὖν τὸ ἐνδοξότερον καὶ ἐπισημότερον τῆς τοῦ ἀνδρὸς ἀρχῆς ἡ γυνή ἐστι, κεχρεώστηκεν ὅσα τιμῶσιν, ὡς ἀρχήν, τὸν ἄνδρα πράττειν. Πράττοι δ' ἂν ἔχουσα τὴν ἐξουσίαν αὐτοῦ ἐπὶ κεφαλῆς, καὶ ἐπιδεικνῦσα τὴν ὑποταγὴν ἐν τῷ καλύπτειν μὲν τὴν ἰδίαν· ἐκεῖνον δὲ κεφαλὴν αὐτῆς νομίζειν, καὶ εἰς ἐκεῖνον ὅλην ἑαυτὴν ὡς εἰς κεφαλὴν ἀναφέρουσαν ἀνατιθέναι. Ἀναίσχυντον γὰρ καὶ ἀχάριστον, μὴ οὐχὶ τοῦτον ἀρχὴν καὶ παραίτιον τῆς ὑπάρξεως εἰδέναι, καὶ τὴν ἀρχικὴν τιμὴν ἀπονέμειν. Εἰ γὰρ καὶ μηδὲν ἕτερον, πολλῶν ὄντων, ὑπολογίζοιτο, μηδέ τινας ἀνθρώπων αἰσχύνοιτο τὴν ἀρχὴν αὐτοῦ, καὶ τὸ ὑποτετάχθαι παραιτουμένη· ἀλλὰ τοὺς γοῦν ἀγγέλους, φησίν, οἱ ἐπόπται καὶ μάρτυρές εἰσι τῆς ἐξ ἀνδρὸς γενέσεως αὐτῆς καὶ προόδου, δίκαια ἂν εἴη δυσωπεῖσθαι καὶ αἰσχύνεσθαι, ὑπόκεισθαί τε διὰ τοῦτο τῷ ἀνδρί, καὶ τῆς ὑποταγῆς σύμβολα, τὸ ἐπὶ τῆς κεφαλῆς κάλυμμα φέρειν. Τοῦτο γὰρ ἐδή-
col. 645–646page 320 of 591
PG 101:645λωσεν εἰπών, « Διὰ τοῦτο ἡ γυνὴ ὀφείλει ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς, διὰ τοὺς ἀγγέλους. » Ὁ μέν τοι γε ἀνὴρ, οὐκέτι τῷ αὐτῷ τῆς ὑποταγῆς ὑπόκειται νόμῳ· διὸ οὐδὲ χρείαν ἔχει καλύπτεσθαι τὴν κεφαλήν. Ἀλλὰ, Ναί, φησὶν, εἴποι ἄν τις, διὰ τί ὁ ἀνὴρ κεφαλὴν ἔχων τὸν Χριστὸν, καὶ τῆς ἀρχῆς αὐτοῦ τὸ ἐνδοξότατον ὑπάρχων (εἰκὼν γὰρ καὶ δόξα Θεοῦ, φησὶν, ὥσπερ καὶ αὐτοῦ χρηματίζει ἡ γυνὴ), οὐχὶ καὶ αὐτὸς κατακαλύπτει τὴν κεφαλήν ; Πρὸς ὃν ἔστιν εἰπεῖν, ὅτι δι' αὐτὸ μὲν τοῦτο μᾶλλον οὐκ ὀφείλει κατακαλύπτειν, ἵνα καὶ αὐτὸς ἐν τῷ ἄρχειν καὶ ἐξουσιάζειν, ἀλλὰ μὴ τελεῖν ὑφ' ἑτέρους τὸν κοινὸν εἰκονίζων Δεσπότην δειχθῇ, οὗπερ ἔνδειξίς ἐστι τὸ φέρειν ἀκάλυπτον τὴν κεφαλήν. Ὅτι μὲν γὰρ ἄρχει Θεὸς καὶ κυριεύει, κεφαλὴ πεφηνὼς τοῦ ἀνδρὸς, οὐκ αὐτοῦ μόνον, ἀλλὰ καὶ συμπάντων, οὐδεὶς ἀμφιβολίας λόγος. Διόπερ οὐδὲ συμβόλων εἰς τοῦτο καθέστηκε χρεία, τὴν ὑποταγὴν ἐνδεικνυμένων· πᾶσι γὰρ τὸ κατὰ πάντων αὐτοῦ κράτος, καὶ ἡ Δεσποτικὴ ἀνωμολόγηται κυριότης. Ὅτι δὲ γυναῖκα ὑπὸ τὴν ἐξουσίαν δεῖ τετάχθαι τοῦ ἀνδρὸς, οὔτε πᾶσιν ὁμοίως φανερὸν, αὐτήν τε εἰδέναι μάλιστα προσήκει καὶ τοῖς συμβόλοις ἐπιδεικνύναι. Ἔνιαι γὰρ καὶ τὰ σύμβολα περιφέρουσαι πολλῶν τε κατεξανίστανται, καὶ τὴν οἰκείαν τάξιν ἀμείβουσαι θορύβων καὶ ταραχῆς οὐ τὰς οἰκίας μόνον, ἀλλὰ καὶ πόλεις ἐπλήρωσαν. Εἰ δὲ μὴ τοῦτο ἦν, καὶ τὴν ὑποταγὴν μὴ προσετέτακτο φυλάττειν, τί ἂν ἐγεγόνει; Εὐλόγως ἄρα καὶ βιωφελῶς ὁ μακάριος Παῦλος τά τε ἄλλα διωρίσατο, καὶ σοφοῖς τε καὶ φυσικοῖς, ἀλλὰ καὶ πολιτικοῖς συγκατεσκεύασατο ἐνθυμήμασιν, ὡς ἀνδρὶ μὲν ἀκάλυπτον ἔχειν τὴν κεφαλὴν, γυναικὶ δὲ οὐχὶ θεμιτὸν μὴ κατακαλύπτεσθαι. ΕΡΩΤΗΣΙΣ ΡΘ΄. Τί δηλοῖ τὸ, « Οὐκ ἂν ὀρθῶς προσενέγκῃς, » κ. τ. λ.; Τοῖς φιλομαθοῦσιν ἔγωγε (πῶς ἀνεπιφθονώτερον εἴπω ;) χαρίεις εἰμί. Δι' ὃ τῶν ἀπορημένων σοι τὴν λύσιν, μετὰ τοῦ ῥᾳδίου σύντομον εὑρήσεις. Τὸ τοίνυν πρὸς τὸν ἀρχηγὸν τῆς ἀδελφοκτονίας εἰρημένον, « Οὐκ ἂν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες, ἡσύχασον, » διαφόρους ἴσθι δυνάμενον δέξασθαι τὰς ἀναπτύξεις. Ὁ μὲν γὰρ ἀποφαντικῶς αὐτὸ εἰρῆσθαι ὑπειληφὼς, τοιοῦτόν τινα τὸν ἐν αὐτῷ θεωρήσει νοῦν· Οὐκ ἂν ὀρθῶς προσενέγκῃς, ὅτι περ μηδὲ διεῖλες ὀρθῶς. Τουτέστιν. Ἐπεὶ μὴ διεῖλες ὀρθῶς, οὐδὲ προσήνεγκες ὀρθῶς· ἡ γὰρ ὀρθὴ προσένεξις τῆς ὀρθῆς ἤρτηται διαιρέσεως· δι' ὃ ἥμαρτες, ἡσύχασον. Εἰ δέ τις οὐκ ἀποφαινόμενον, ἀλλ' ἐν τύπῳ προενηνεγμένον ἐρωτήσεως τὸν λόγον ἐκλάβοι (καὶ γὰρ καὶ τοῦτο μάλιστα ἐγχωρεῖ), τοιοῦτον εὑρήσει τὸν νοῦν· Οὐχὶ, φησί, κἂν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ ὅμως μὴ διέλῃς, ἥμαρτες; οἷον, Ἆρα γὰρ διότι ὀρθῶς προσήνεγκας, ὀρθῶς δὲ μὴ διεῖλες, οὐ δοκεῖς ἁμαρτεῖν ; Οὐδὲν γὰρ ἴσως κωλύει ὀρθῶς μὲν προσενεγκεῖν, τὸν μὴ ἑτέρῳ τινὶ, μόνῳ δὲ θυσιάζοντα τῷ πάντων Θεῷ· μὴ μέντοι δια

Question CIXQuæstio CIX

col. 647–648page 321 of 591
PG 101:647ἑλεῖν ὀρθῶς, τὸν μὴ τηροῦντα τὸν πρέποντα τῇ διαιρέσει θεσμόν. Δεῖ δὲ τὸν ἀνεπιμώμως τοῖς θείοις ὑπηρετούμενον, ὀρθῶς τε προδιελεῖν, καὶ ὀρθῶς ὁμοίως προσενεγκεῖν. Ἀλλ' εἰ μὲν κατὰ μίαν περίοδον εἴη τὸ χωρίον τεθεωρημένον, τοιαύταις ἂν ὑπάγοιτο θεωρίαις. Εἰ δέ τις οὐχ ἁπλῆν καὶ μίαν, ἀλλ' οἷον ἐκ δύο τινῶν βραχυτέρων συγκειμένην, ὑπολάβοι τὸ τοῦ ἀποφαινομένου σχῆμα, καὶ οὕτω φυλάττουσαν τὴν περίοδον, καὶ τὸ μὲν αὐτῆς κατ' ἔλλειψιν, τὸ δὲ αὐτοτελῶς εἰρῆσθαι· οὐδ' οὕτω τῇ φύσει τῆς ἀληθείας λυμανεῖται· οἷον· Οὐχὶ ἂν ὀρθῶς μὲν προσενέγκης εὐδοκιμήσας, ἂν δὲ μὴ ὀρθῶς διέλῃς, ἥμαρτες. Καὶ γὰρ ὥσπερ τὸ ὀρθῶς προσενεγκεῖν εὐσεβὲς, οὕτω τὸ μὴ ὀρθῶς διελεῖν ἀσεβείας ὑπεύθυνον. Καὶ ὁ μὲν τῆς τοῦ ῥητοῦ συντάξεως λόγος, καὶ ἡ ἀπ' αὐτῆς ἀναφαινομένη διάνοια, ἐν τούτοις. Ἀλλὰ γὰρ τὸ μὲν, προσενεγκεῖν ὀρθῶς, αὐτόθεν δῆλον· τὸ δὲ, μὴ διελεῖν ὀρθῶς, ἴσως δεῖται σαφηνείας. Ἐκεῖνος τοιγαροῦν ὀρθῶς διαιρεῖ, ὁ μὴ τὰ τυχόντα δῶρα φέρων Θεῷ, ἀλλ' ὀρθῇ κρίσει διαιρούμενός τε καὶ διακρίνων, καὶ δωροφορούμενος αὐτῷ τὰ πολλῷ τῶν ἄλλων προφερέστερα. Πῶς γὰρ οὐχὶ τὰ πάντων ἐν ὑπεροχῇ τιμιώτερα, τῷ γενεσιουργῷ καὶ δοτῆρι καὶ πάντων αἰτίῳ τῶν καλῶν Θεῷ, μὴ προσῆκεν ἐξαίρειν καὶ ἱεροθυτεῖν; Τοιοῦτος δέδεικται καὶ Ἄβελ, εὐγνωμονῶν τε καὶ τὸ θεῖον καθαρῶς φιλῶν· καὶ γὰρ εἴρηται περὶ αὐτοῦ, ὡς « Ἀπὸ τῶν πρωτοτόκων καὶ ἀπὸ τῶν στεάτων προσήνεγκεν·» τουτέστιν, ἃ τῶν ἄλλων ἔν τε τῷ πρωτότοκα εἶναι, καὶ ἐν τῷ, ὡς ἂν εἴποι τις, ἐστεατῶσθαι καὶ καταλελιπάνθαι διέφερε, ταῦτα προσέφερε. Τὸ γὰρ ἀπὸ τῶν στεάτων, τῶν εὐτραφῶν καὶ ἐστεατωμένων φησί, καὶ τῇ πολλῇ ἐπιμελείᾳ παρεχομένων τὸ ἐξῃρημένον καὶ ἄριστον. Ἀλλὰ τοῦ μὲν προσενεγκεῖν, ἀμφοῖν ἐγεγόνει ἡ φροντίς· τοῦ δὲ διελεῖν καὶ ἐκλέξασθαι τὰ ἀμείνω, οὐκέτι ὁμοίως ἀμφοῖν· ἀλλ' ὁ μὲν Ἄβελ, ὥσπερ διεῖλεν ὀρθῶς, οὕτω καὶ προσενήνοχεν· ὁ δὲ Κάϊν, ἢ οὐδὲ προσήνεγκεν ὀρθῶς, ὅτι μηδὲ διεῖλεν· ἢ εἰ καὶ δοίη τις ὀρθῶς προσενεγκεῖν, ἀλλὰ περί γε τὴν ἐξαίρεσιν καὶ ἐκλογὴν πλεῖστον ὅσον διήμαρτεν· οὐδὲ γὰρ τὰ κρείσσω, τὰ δὲ μὴ τοιαῦτα, προσήνεγκε. Καὶ δῆλον ἐξ ὧν τε ὁ Θεὸς ταῖς αὐτοῦ θυσίαις μὴ ἐπέβλεψε, μηδὲ πυρὶ θείῳ, ὥσπερ τὰ τοῦ Ἀβελ ὡλοκαύτωσε· τοῦτο γάρ τινες ἐκδεδώκασι, καὶ ἐξ ὧν τὸν ἔλεγχον τῆς οὐκ ὀρθῆς ἀπέτισε διαιρέσεως. Ἀλλὰ τὸ μὲν, « Οὐκ ἂν ὀρθῶς προσενέγκης, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες,» τοιοῦτον. Τὸ δὲ, Ἡσύχασον, ἵνα εἴπῃς πρὸς ἡμαρτηκότα, Ἡρέμησον κατὰ σεαυτὸν, καὶ διασκόπησον ἀκριβῶς τοῦ πεπραγμένου τὸ ἄτοπον, καὶ μετανοίᾳ τὸ ἁμαρτηθὲν ἐξιλέωσαι. Ἐν ἡσυχίᾳ γὰρ καὶ τῷ ἀταράχῳ τῶν λογισμῶν μᾶλλον συνορᾶται καὶ κρίνεται τὸ παροραθέν. Τάχα δὲ καὶ προαναστέλλοντος ἦν τὴν ὁρμὴν τὴν ἐφ' ᾧπερ αὐτὸς ἀθλίως ἐκβέβηκεν· « Ἥμαρτες, φησὶν, ἡσύχασον·» μὴ πρόσθῃς ἕτερον τῷ ἀδικήματι· μέχρι τῆς εἰς ἐμὲ πλημμελείας περίγραψον τὴν ἀπόνοιαν, ἀδελφικῶν αἱμάτων μὴ τὰς χεῖρας μόνον, ἀλλὰ καὶ τὴν γνώμην καθαρὰν διαφύλαξον. Τὸ δὲ, « Πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ,
col. 649–650page 322 of 591
PG 101:649καὶ σὺ αὐτοῦ ἄρξεις, ἢ περὶ αὐτοῦ τοῦ προσενεχθέντος εἴρηται, οἷον, Ἀνάξιον, φησίν, τῆς ἐμῆς ἐστι προσφοράς, διὸ ἀποστρέφεται σοι καὶ αὐτὸς αὐτοῦ, ὥσπερ καὶ πρὶν ἢ προσενεχθῆναι κύριος ἔσῃ· ἢ οὐχὶ τὸ προσενεχθέν, ἀλλ᾿ αὐτὸ τὸ διαμαρτηθὲν περὶ τὴν προσένεξιν ὁ λόγος δηλοῖ· τουτέστιν, Σὺ τοῦ ἁμαρτήματος, οὐκ ἄλλος, γέγονας αἴτιος· διὸ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ ἡ ἀναφορὰ πρὸς σὲ ἐπανήξει, καὶ σὺ αὐτοῦ ἄρξεις ἀρχηγὸς ὀφθεὶς τῆς περὶ τὸ θεῖον ὀλιγωρίας, ἐξ οὗ καὶ τὰ λοιπὰ τῶν ἁμαρτημάτων προέρχεται. Εἰ δέ τις εἴποι καὶ ὡς παραψυχῆς ἕνεκα τοῦτο εἴρηται (ἐλελύπητο γὰρ ὁ Κάϊν, εἰ καὶ μὴ διότι ἡμάρτηκεν, ἀλλ' ὅτι τὸ ἧττον ἔσχεν ἐπὶ ταῖς θυσίαις παρὰ τὸν ἀδελφόν), οὐδὲ τοῦτο μακρὸν τῆς ἀπείρου καὶ ἀνεξιχνιάστου φιλανθρωπίας τοῦ Θεοῦ· ὡς ἂν εἴποι φιλόστοργος πατὴρ πρὸς ἡμαρτηκότα παῖδα, Μὴ συμπέσῃς, μηδὲ καταποθῇς τῇ λύπῃ, τοῖς δώροις σε παρευδοκιμήσαντος τοῦ ἀδελφοῦ· εἰ γὰρ καὶ ἐξ ὧν αὐτὸς ὁσίως ἔπραξεν δικαιοπρεπῶς προτετίμηται, ἀλλ᾽ οὖν ἀποστραφήσεταί σοι πάλιν καὶ ὑπὸ σὲ ἔσται, καὶ τῷ προνομίῳ τῶν πρωτοτοκίων αὐτὸς πάλιν τὸ πρεσβεῖον ἕξεις, ἂν μεταμεληθεὶς σαυτὸν τοῦ πταίσματος ἀνορθώσῃς· ἀνααφαίρετον γὰρ ἔσται σοι τὸ κατ' αὐτοῦ κύρος, ὅπερ εἴληφας ἐξ ὧν πρῶτος τὰς μητρικὰς ἔλυσας ὠδῖνας. Ἀλλὰ κατ' ἐπιστολὴν ἱκανὰ καὶ ταῦτα οἶμαι. Οἶδα δέ τινάς ποτε τῶν παλαιοτάτων Ἰουδαίων γεγραφότας, οἳ τὸ ἑλλόγιμον τῶν ἄλλων ἔχειν ἐδόκουν, διὰ τοῦτο εἰρῆσθαι τὸν Κάϊν μὴ διελεῖν ὀρθῶς διότι ἀπὸ τῶν ἀψύχων, ἀλλ᾽ οὐκ ἀπὸ τῶν ἐμψύχων, ὥσπερ ὁ Ἄβελ, τὰ δῶρα προσέφερεν (καθυστερεῖν γὰρ καὶ ἐλαττοῦσθαι πολλῷ τῶν ἐμψύχων τὰ ἄψυχα)· δι' ὃ καὶ τὸν τῶν ὅλων Θεὸν τοῦ μὲν ἐφησθῆναι τοῖς δώροις ὡς ἐμψύχοις, τοῦ δὲ τὴν θυσίαν ὑπεριδεῖν ὡς ἐκ τῶν ἀψύχων εἰσκεκομισμένην. Ἀλλ' εἴπερ οὕτως εἶχεν, οὐκ ἂν ὁ Κάϊν τὴν διαίρεσιν, ἀλλ᾽ αὐτὴν ἂν τὴν θυσίαν ὠνειδίζετο, ὅτι περ ἀντὶ τῶν καρπῶν μὴ ζῶα προσήνεγκεν. Ἀλλ' οὐδαμοῦ φαίνεται τοῦτο ἡ θεία καταμεμψαμένη φωνή· ἀλλὰ τῶν μὲν δώρων οὐδὲν ᾐτιάσατο, ὑπὲρ δὲ τῆς διαιρέσεως τὴν μέμψιν ἐπήνεγκεν. Ἀλλ' ὥστε δὲ εἰ ὁ μὲν ἀπαρχῆς βίον τὸ γηπονεῖν, ὁ δὲ τὸ ποιμαίνειν ἐτίθετο, πῶς οὐκ ἄλογον ὑπολαμβάνειν ὑπ᾽ αἰτίαν γενέσθαι τὸν Κάϊν, διότι μὴ ἀπὸ τῶν ἀλλοτρίων, ἀλλ' ἀπὸ τῶν οἰκείων προσήνεγκεν; Κἀκεῖνο δέ τις προσθείη, ὡς οὐκ ἐν τῇ προσενέξει τῆς θυσίας μᾶλλον, ἀλλ' ἀπαρχῆς τῆς τῶν βίων αἱρέσεως ἔδει τὸν μὲν φαυλίζειν ὅτι γηπονεῖν εἵλετο, τὸν δὲ ποιμαίνοντα ἀποδέχεσθαι. Τὸ γὰρ τῶν ἐπιτηδευμάτων διάφορον ἀρχὴ καὶ αἰτία καθέστηκεν τοῦ τὸν μὲν, ὡς ἐνόμισαν, ἁμαρτεῖν καρποῖς θυσιάζοντα, τὸν δὲ παρευδοκιμῆσαι ζῶα τὰ δῶρα ποιούμενον. Πῶς δὲ κἂν ταῖς νομοθεσίαις ὕστερον σεμίδαλίς τε καὶ στάχυες καὶ ἄρτοι προθέσεως εἰς προσφορὰν Θεῷ ἐλογίζοντο; Εἰ δὲ καὶ τὸ καλὰ λίαν οὐχί τινα τῶν δημιουργημάτων, ἀλλὰ πάντα τῷ γενεσιουργῷ λόγῳ εἴρηται, καὶ πεποίηται, τίνα λόγον ἔχει, τοὺς ἀπὸ γῆς καρπούς, καὶ ἃ μᾶλλον ἐστιν ἀνθρώπῳ τροφή, ἐν ἀτίμῳ μοίρᾳ καὶ βδελύγματι τὸν δημιουργήσαντα παραπέμπεσθαι; Διὸ τῆς τοιαύτης ἐπιβολῆς τὴν προτεθεωρημένην ἐξήγησιν μᾶλλον ἐγκριτέον. Αὕτη γὰρ καὶ οἷς ὁ τῆς καθαρᾶς ἡμῶν καὶ ἀναιμάκτου θυσίας λόγος ἠγνόηται, δοκεῖ πως ᾄδειν ὁμόφωνα· ἐξ ὧν καὶ ὁ τῆς ἀποστασίας Ἰουλιανὸς κατὰ τῆς εὐ-

Question CXQuæstio CX

col. 651–652page 323 of 591
PG 101:651Συντέμνει τὴν ὑπόσχεσιν ὁ Σωτὴρ, διὰ τὴν ὀλιγοψυχίαν τῶν μαθητῶν· καὶ πρὸ τῆς Γαλιλαίας ἐν αὐτοῖς Ἱεροσολύμοις αὐτοῖς ἐμφανίζεται· καὶ οὐ δήπου τοῦτο τῆς ἐπαγγελίας ὑπάρχει παράβασις, οὐδὲ πολλοῦ δεῖ· ταχεῖα δὲ μᾶλλον ἐκ πολλῆς φιλανθρωπίας ἐκπλήρωσις. Εἰ δ' ἔτι τις ἀγνωμονῶν εἰς ψεῦδος ἕλκειν τὴν ἀλήθειαν ἐκβιάζοιτο, οὐκ εἶναι λέγων ἐπαληθεύοντος, ἐν μὲν τῇ Γαλιλαίᾳ παρασχεῖν τὴν ὄψιν ἐπαγγείλασθαι, ἐν Ἱεροσολύμοις δὲ ταύτην δωρήσασθαι· ἐκεῖνο μᾶλλον συνιέτω, ὡς, εἴπερ εἰπὼν ὁ Σωτὴρ, ἐν τῇ Γαλιλαίᾳ δοῦναι τοῖς μαθηταῖς τὴν ἀπόλαυσιν τῆς μακαρίας θέας ἐκείνης, εἶτα μηδ' ὅλως παρέσχεν· ἢ προσθεὶς ἐν Ἱεροσολύμοις μηδαμῶς αὐτοῖς ὀφθῆναι, ἔπειτα ὤφθη, οὐκ ἂν ἀφρόνως λίαν εἰς ὑπόνοιάν τις ἐξεφέρετο τοῦ ψεύδους· εἰ δὲ τὴν ἐν τῇ Γαλιλαίᾳ ἐπιφάνειαν προαγγείλας, καὶ ταύτην ἐπλήρωσε, καὶ τὴν ἐν Ἱεροσολύμοις ἐχαρίσσατο, ποῦ τῷ ψεύδει πάροδος, κἂν γοῦν ἐν ψιλῇ τινι καταλείποιτο φαντασίᾳ; Μᾶλλον δὲ, πῶς οὐκ ἔστιν, ὡς ἄν τις εἴποι, διπλή τις τῆς ἀληθείας ἐκπλήρωσις, ὧν τε ὑπέσχετο, καὶ ὧν μηδὲ ὑποσχόμενος ἐχαρίσατο; Ὅρα δὲ κἀκεῖνο· εἰ μὲν ἁπλῶς ἦν προαγγείλας ἐν τῇ Γαλιλαίᾳ τοῖς μαθηταῖς ὁραθήσεσθαι, ὁ δὲ ἀλλαχοῦ πρότερον ὡράθη, συγκεχωρείσθω καὶ μηδὲ χώραν ἔχον τὸ ψεῦδος. Εἰ δὲ ἀπελθόντας ἔφη ὄψεσθαι, οἱ δὲ οὔπω παρεγένοντο, οὐδὲ γὰρ ἦν αὐτοῖς ἐνεστηριγμένον τὸ τῆς ἀναστάσεως θαῦμα, ἵνα τὸν ἀναστάντα, τὰ Ἱεροσόλυμα λιπόντες, εἰς τὴν Γαλιλαίαν ἰδεῖν προσδοκήσωσι· πῶς οὐκ ἀσύνετος σφόδρα τῆς ἐπὶ τῷ ψεύδει συκοφαντίας ἡ δόξα; Χωρὶς δὲ τῶν εἰρημένων συνορᾷν μάλιστα δεήσει, ὡς κἂν ἐν Ἱεροσολύμοις ἐπέστη, καὶ ὤφθη τοῖς μαθηταῖς ὁ Σωτὴρ, ἀλλ᾽ οὖν οὐ κυρίως ἐκεῖνοι τοῦτον ἐθεάσαντο· πῶς γὰρ ἑώρων, οἵ γε πνεῦμα θεωρεῖν ἐδόκουν; Εἰ δὲ καὶ ὕστερον ἐπίστευον, ἀλλ᾽ οὐδὲ οὕτω μέγα· τί γὰρ, πλὴν ὅτι « Πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, » καὶ ὅτι αὐτὸς ὁ θανατωθεὶς καὶ ἀνέστηκε; Διὸ καὶ ἐπιτιμῶν αὐτοῖς ἔλεγε· « Τί τεταραγμένοι ἐστὲ, καὶ διὰ τί λογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; » ὅπερ οὐκ ἦν ἐστερεωμένων ταῖς γνώμαις, οὐδ᾽ ἀκινήτοις χρωμένων περὶ τὴν ἀλήθειαν τοῖς λογισμοῖς. Ἐν τῇ Γαλιλαίᾳ δὲ ἀληθῶς ἐθεάσαντο καὶ εἶδον· ἐκεῖσε γὰρ αὐτοῖς ἀποκαλυφθὲν ἐτρανώθη, ὡς ἂν βλέπουσι καὶ ὁρῶσιν, αὐτὸς μέν ἐστιν ὁ τοῦ θανάτου σκυλεύσας τὸ κράτος· αὐτὸς δὲ ὁ πάντων ἅπασαν τῶν ἐπὶ γῆς καὶ οὐρανῷ τὴν ἐξουσίαν καὶ κυριότητα ἀναδεδεγμένος, ὅτε καὶ τὸ μέγα καὶ ὑψηλὸν τῆς ἀποστολῆς ἀξίωμα, τῆς ἀνὰ πᾶσαν τὴν οἰκουμένην περιεβάλοντο. Τοιγαροῦν, ἐν τῇ Γαλιλαίᾳ
col. 653–654page 324 of 591
PG 101:653«Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων.» Τί δὲ τὰ σπονδεῖα τῆς τῶν Χριστιανῶν θρησκείας, καὶ οἱ κρατήρες, καὶ αἱ θυΐσκαι, καὶ οἱ τοῦ σταυροῦ τύποι καὶ μυρία ἄλλα; ἐῶ γὰρ εἰπεῖν τῆς Μωσαϊκῆς θυσίας τὰ σύμβολα· οὐχὶ ἀργύριον, καὶ χρυσίον, καὶ ξύλα, καὶ χρώματα, καὶ ἔργα χειρῶν ἀνθρώπων; Μὴ γένοιτο· οὐ γὰρ ἀργύριόν εἰσιν, ἀλλ' ἐξ ἀργύρου· οὐδὲ χρυσίον, ἀλλὰ χρυσοῦ πεποιημένα· οὐδὲ ξύλα, ἢ χρώματα, ἀλλ' ὕλην μὲν ἔχει ταῦτα. Ἕτερον δέ τί ἐστιν ἐκ τούτων, θαυμάσιον οἷον συντετελεσμένον· οὐ μὴν οὐδ᾽ ἔστι χειρῶν ἀνθρώπων παιζόντων περὶ τὴν ὕλην, χωρίς τε πάσης ἐνεργείας θείας τὸ παρεμπίπτον αὐτῶν ταῖς διανοίαις ἀναπλαττόντων. Διὰ τοῦτο, τὰ μὲν οὐδὲν ἕτερόν ἐστι πλὴν αὐτὴ ἡ ὕλη περιυβρισμένη, καὶ ὁ τῶν ἀνθρωπίνων χειρῶν ἀνεπισκεπτός τε καὶ ἀλόγιστος πόνος· τὰ δὲ μορφάζεται μὲν ἐπὶ τῇ ὕλῃ, καὶ τὴν χεῖρα ὑπηρετοῦσαν ἔχει, ἀλλ᾽ ἄνωθεν κινουμένην· ὑπηρετεῖται γὰρ ταῖς ἄνωθεν ἐπιπνοίαις καὶ λογισμοῖς ἔμφροσι, καὶ πρὸς τὴν εὐσεβῆ κρίσιν ἀνηγμένοις. Πρόσεχε, Εἰκονομάχε, καὶ μὴ ἐπαισχυνθῇς μαθεῖν, δι' ὧν αἰσχύνης φρικτῆς ἀπαλλάττῃ, καὶ δίκην ἄφυκτον φυγεῖν ἐξευρήσεις. Ὥσπερ δὲ τὰ ἡμέτερα σπονδεῖα καὶ οἱ κρατῆρες, καὶ αἱ θυΐσκαι, καὶ οἱ τοῦ σταυροῦ τύποι, καὶ τὰ παραπλήσια, οὐ χρυσός, οὐκ ἄργυρος, οὐδὲ ξύλων, ἢ χρωμάτων ὕλη, οὐδ' ἔργα χειρῶν ἀνθρώπων· οὕτως οὐδὲ τὰ ἱερὰ ἡμῶν τῶν εἰκονισμάτων ἐκτυπώματα, οὐκ ἔστιν ἀργύριον, οὐδὲ χρυσίον, οὐδὲ χαλκός, οὐ μὴν οὐδὲ χρώματα οὐδ' ἔργα (μήτι γένηται!) χειρῶν ἀνθρωπίνων. Τῆς γὰρ ἀνέκαθεν ἀποστολικῆς τε καὶ πατρικῆς παραδόσεως, τὸ θεῖον καὶ ἀδιάπτωτον κήρυγμα, οἷόν τις ἔμπνους σοφία, τὴν ὕλην ἀπολαμβάνουσα, καὶ κατὰ τοὺς ἰδίους καὶ ἱεροὺς θεσμοὺς ἐργαζομένη, ταύτην καὶ τεχνιτεύουσα, εἰκονίζει τε καὶ μορφοποιεῖ οὐδὲν τῆς ὑλικῆς ἀκοσμίας, ἢ τῆς ἀνθρωπίνης περιεργείας, ἐν αὐτοῖς ἐῶσα παῤῥησιάζεσθαι· ὅλον δὲ τὸ ἔργον ἑαυτῆς δεικνῦσα καὶ ἀποφαίνουσα καθαρὰς ἡμῖν καὶ ἀκίβδηλους ἐν τοῖς σεπτοῖς εἰκονίσμασι τὰς τῶν πρωτοτύπων ἐμφάσεις ἱεροπρεπῶς τε καὶ ἱεροτύπως παρέχεται. Ἔχεις οὖν, ὡς ἐν βραχέσιν, οἶμαι, δι' ὧν τε σαυτὸν τὴν προγονικὴν εὐσέβειαν καρποφοροῦντα μᾶλλον ἐπιδείξεις, καὶ τοὺς αἱρετίζοντας ἐπιστομίσεις. Τῷ μὲν γὰρ τῆς ὕλης λόγῳ καὶ τῷ ὑποκειμένῳ, ὥσπερ τράπεζα Θεοῦ, καὶ τράπεζα δαιμονίων,

Question CXIIQuæstio CXII

col. 655–656page 325 of 591
Quæstio CXI
PG 101:655Α θυσία τε θεία, καὶ θυσία δαιμονώδης, δημιά σε ἐθνῶν, καὶ Χριστιανῶν μυσταγωγίαι, καὶ πολλὰ δὲ ἄλλα τῶν εἰς τὸ ἀκρότατον ἀντικειμένων, παρ' ὀλίγον ἔχουσι τὸ παρηλλαγμένον· χρήσει δὲ καὶ κλήσει, ἐπιθειασμῷ τε καὶ τελεσιουργίᾳ, καὶ μυρίοις ἄλλοις ἄφατον αὐτῶν ὑπάρχει τὸ διωρισμένον. Οὕτω δή, οὕτω καὶ εἴδωλα ἐθνῶν, καὶ Χριστιανῶν εἰκόνες, ναός τε Θεοῦ, καὶ βωμὸς εἰδώλων, καὶ δὴ καὶ κνίσσης Ἑλληνικοῦ λειτουργικὰ σκεύη, καὶ τῆς καθαρᾶς καὶ ἀναιμάκτου θυσίας ἡμῶν ἱερουργικὰ δοχεῖα· καὶ γὰρ καὶ τούτων ἑκάτερον τῶν εἰς ἀντίθετον συστοιχίαν ἀποκεκριμένων ὕλην μὲν ἔχουσιν, ἔστιν ὅτε μηδόλως ἔχουσαν τὸ διηλλαγμένον· κατὰ μέντοι τὰ μορφοῦντα, καὶ εἰδοποιοῦντα, καὶ τὴν ἑτερότητα ἐργάζεσθαι πεφυκότα, ἄπειρος ὁρᾶται καὶ λόγῳ μόλις ῥητὴ ἡ ἐν αὐτοῖς ἀλλοτριότης. Δι' ὃ τὰ μὲν τῆς ὕλης οὐδὲν ἐπὶ τὸ ἄμεινον μετενηνεγμένα, ἀλλὰ καὶ πολὺ τοῦ χείρονος μετειληφότα, δικαίως ἂν ξύλα, καὶ λίθοι, καὶ χρυσὸς, καὶ ἄργυρος, ἢ ἔργα χειρῶν ἀνθρώπων ἐπονομάζοιντο, βέβηλά τε καὶ ἐναγῆ καὶ ἀκάθαρτα· τὸ μὲν ἐκ τῆς ὕλης, τὸ δὲ ἐκ τοῦ πλάττοντος, τὸ δὲ ἐξ ἐκείνων, οἷς δυσσεβῶς καὶ ἀθέως ἀνιερώθησαν ἐξωνομασμένα. Διὰ τοῦτο κἂν ἔχῃ στόμα, τὴν ἀφωνίαν ὀνειδίζεται· κἂν πόδας, κἂν χεῖρας, τὴν ἀκινησίαν· κἂν ὦτα, κἂν εἴνας, κἂν εἴ τι ἄλλο, τὴν ἀναισθησίαν, καὶ ἀπραξίαν, καὶ τὸ μάταιον. ἂν γὰρ ἢ οὐδὲν ἢ δύστηνα καὶ ἐναγῆ τὰ ἀρχέτυπα, καὶ ὁ τούτων πλάστης μετὰ τοῦ δυσσεβοῦς ἀθλιώτερος καὶ τὸ τῆς λατρείας ὅλον θεοστυγέστερον· τούτοις πόθεν ὅλως χάριτός τινος ἢ δόξης, ἐνεργείας, ἢ τινος σεμνοτέρας κλήσεως οἰκείωσις πορισθήσεται; Τὰ δὲ ἅγια, καὶ σεπτὰ τῶν Χριστιανῶν ἱερουργικά τε σκεύη, καὶ τεμένη, καὶ εἰκονίσματα, καὶ τὰ ἄλλα τῆς θείας ἡμῶν θρησκείας σύμβολα, ἐπεὶ κἂν ὕλην οὐχ ἑτέραν ὑποβέβληται, ἀλλ' οὖν γε πρὸς τὸ πολλῷ ἄμεινον μετεσκεύασται· χρήσει γὰρ καὶ κλήσει καὶ μυσταγωγίᾳ, καὶ τῇ τῶν παραδειγμάτων θεότητι, ὧν τοῖς χαρακτῆρσι διαμεμόρφωται, καὶ μυρίοις ἄλλοις καθαγιασθέντα τετελείωται. Διὰ τοῦτο οὐκέτι ξύλα, ἢ λίθος, οὐδ' ἄργυρος, οὐδὲ χρυσός· οὐ μὴν οὐδὲ χρώματα γυμνὰ τῆς εἰδοποιούσης καὶ παρεδρευούσης δυνάμεώς τε καὶ χάριτος, οὔτ' ἂν ἐννοηθείη ποτέ, οὔτε παρονομασθήσεται· ἅγια δὲ μᾶλλον, καὶ τίμια καὶ δεδοξασμένα, καὶ σεπτά. Τῆς γὰρ ἄνωθεν ἐνεργείας, καὶ οἷς ἀνατέθεινται, ὧν τε τὴν κλῆσιν καὶ τὸ εἶδος φέρουσιν, ἐν μετουσίᾳ γενόμενα, καὶ τὸν ἡμέτερον νοῦν πρὸς ἐκεῖνα διαβιβάζοντα, διαπορθμεύοντά τε ἡμῖν τὴν ἐκεῖθεν ἀγαθοειδῆ καὶ θείαν εὐμένειαν, οὐκ ἐκ τῆς ὕλης ἂν εἰκότως κληθείη· οὐ μὴν οὐδ' ἀπό τινος ἀπεμφαινούσης ἄλλης, καὶ τοῖς ἀντικειμένοις ἁρμοζούσης ἰδιότητος· ἀλλ' ὧν τε μετέσχε, καὶ πρὸς ἃ παρῆκται· οἷς τε ὑπηρετεῖται καὶ ἀφιέρωται· ἐκεῖθεν εὖ μάλα, καὶ λίαν ἐνδίκως καὶ γινώσκεται τοῖς εὐσεβέσιν ὄντως καὶ ὀνομάζεται.
col. 657–658page 326 of 591
PG 101:657θάνατος ἀπειλούμενος· οὐ ζωῆς ὑπόσχεσις· οὐ τὰ ἐκεῖθεν ἁπλῶς· οὐ τὰ ἐνταῦθα· πῶς αὐτὸς ἑκουσίως ἀφίσταται, καὶ τοῦτο ὑπὲρ τῶν κατὰ σάρκα συγγενῶν; καὶ οὐ μόνον τὸν χωρισμὸν ὑπομένει, ἀλλὰ καὶ ἐπιθυμεῖ καὶ ἐπεύχεται χωρισθῆναι Χριστοῦ· Ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ, ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου τῶν κατὰ σάρκα. Οὕτω μὲν ἄν τις τὴν σὴν ἐπιτείνων ἀπορίαν ἐρεῖ· Τί οὖν; πῶς συμβήσεται τὰ ἀσύμβατα; Ἤ πρῶτον μὲν ἐκεῖνο φάναι ἔστιν ὅτι οὐδέ ἐστι ταῦτα μαχόμενα· οὐ γὰρ ἐναντίον ἀδιαίρετος πόθος Χριστοῦ, καὶ τὸ ἀγαπᾷν οὕτω τὸν πλησίον, ὥστε καὶ τῆς ἰδίας ὠφελείας μὴ νομίζειν ἐλάττονα τὴν ἐκείνων σωτηρίαν. Μᾶλλον δὲ καὶ συνᾴδει ταῦτα πρὸς ἄλληλα· ὁ γὰρ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, ἐντολὴν πληρῶν Δεσποτικήν, τὸ πρὸς τὸν Δεσπότην φίλτρον καθαρὸν καὶ ἀκέραιον διασώζει. Ἐν τούτῳ γὰρ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους· καὶ πάλιν, Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται. Κεφάλαιον γάρ ἐστι καὶ σύνδεσμος, καὶ ῥίζα τῶν ἄλλων ἁπάντων κατορθωμάτων, ἤ τε τοῦ Θεοῦ ἀγάπη καὶ ἡ τοῦ πλησίον. Ναί, φησίν· ἀλλ᾽ ἐνταῦθα προκρίνει μὲν τοὺς συγγενεῖς· εὔχεται δὲ Θεοῦ χωρισθῆναι, ἵνα κερδάνῃ τούτους· ὁ δὲ Χριστὸς ἔφη· Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμέ, οὐκ ἔστι μου ἄξιος. Ἀλλὰ γὰρ πῶς ἔστι τοῦτο φιλεῖν ὑπὲρ τὸν Χριστόν; Εἰ μὲν γὰρ δι' ἕτερόν τι Παύλῳ ἐστέργοντο, εἶχεν ἂν ὁ λόγος τὸ ἰσχυρόν· εἰ δ᾽ ἵνα γένωνται Χριστοῦ, οὐκ ἔχω συνιδεῖν, ὅπως οἱ συγγενεῖς προτετίμηνται τοῦ Δημιουργοῦ. Τί γὰρ καὶ ἦν ἕτερον τὸ φιλεῖν ἐκείνους, ἢ τὸ ὑποτάξαι αὐτοὺς, καὶ προσοικειῶσαι τῷ κοινῷ Δεσπότῃ; Πῶς οὖν ἔστι φιλεῖν ἐκείνους ὑπὲρ τὸν Χριστόν, ὅπου γε καὶ αὐτοὺς εἰς τὴν ὑπακοὴν καὶ ἀγάπην εἷλκε τὴν αὑτοῦ; Μᾶλλον δὲ ἀδεκάστῳ κρίσει τις ἐπισκοπῶν ἐντεῦθεν ἂν καταθεῷ τρανῶς τὸν ἀναφλεγόμενον ἀεὶ τοῦ θείου ἔρωτος ἐν Παύλῳ πυρσόν. Οὐ γὰρ ἀρκεῖτο ἑαυτὸν μόνον προσάγων, ἀλλὰ καὶ ἑτέρους οὐ γλώσσῃ μόνον καὶ χειρὶ σημείων· ἀλλὰ καὶ βίῳ καὶ τρόποις ἅπασι, καὶ μεθόδῳ πάσῃ ἔσπευδεν συνεισενεγκεῖν· καλῶς φησιν εἰ μὴ ἐχώριζεν ἑαυτὸν τοῦ Χριστοῦ· τὸ μὲν γὰρ θέλειν ἑτέρους προσενεχθῆναι, οὐκ ἔστιν ἐπιτιμᾶν· τὸ δὲ χωρίζειν ἑαυτὸν ᾧτινι προσῆγεν ἄλλους οὐκ ἔστιν μὴ ἐπιτιμᾷν. Τί οὖν φαμεν; ἢ ὡς οὐ μὲν οὖν οὐκ ἐχώριζεν; οὐδὲ γὰρ εἶπεν· Εὔχομαι χωρισθῆναι, ἀλλ᾽ ηὐχόμην ἄν· τουτέστιν, Εἰ δυνατὸν ἦν, εἰ συνέβαινεν θείῳ πόθῳ πόθον ἔνθεον ἐκνικηθῆναι· εἰ ἔρως θεοπρεπής θεσπέσιον ἔρωτα παρηυδοκίμει, καὶ τοῦτον ἂν ὑπελθεῖν ἠγωνισάμην. Πάντα μὲν γὰρ ἐπράττετο Παύλῳ, ἵνα ἅπαντας Χριστῷ οἰκειώσῃ· μάλιστα δὲ Ἰουδαίους. Οὗτοι γὰρ καὶ συγγενεῖς καὶ νόμοις ἡγμένοι, καὶ πρὸς οὓς αἱ ἐπαγγελίαι ἄνωθεν καὶ ἐκ πατέρων· ἀλλὰ καὶ τῶν ἄλλων πλέον τῷ κηρύγματι ἀνθεστηκότες· δι' ὃ καὶ ὁ περὶ αὐτοὺς ἀγών,
col. 659–660page 327 of 591
PG 101:659καὶ ἡ σπουδή, καὶ ὁ πόνος, μᾶλλον διὰ τοῦτο ἵνα μὴ δόξῃ ὁ νόμος οὐδὲν τῇ χάριτι συνεισενεγκεῖν, καὶ τὰς ἐκεῖθεν παιδαγωγηθείσας ψυχάς, οὐδὲν ἐπιτηδειοτέρας παρασκευάσαι, ἵνα μὴ ψευδεῖς, εἰ καὶ μάτην αἱ πρὸς τοὺς πατέρας ἐπαγγελίαι νομισθῶσιν· ἵνα μὴ Χριστὸς ὑφ' ὧν ἔδει μᾶλλον προσκυνεῖσθαι, μᾶλλον βλασφημῆται· ἵνα μὴ καὶ τῆς ἔγγιστα συγγενείας εἰς τὸν κοινὸν Δεσπότην ἐμπαροινούσης, μέρει τινὶ τοῦ προσεχοῦς αἵματος, καὶ τότε μεγίστῳ δόξῃ καὶ αὐτὸς ἐμπαροινεῖν. Τοιαύτη γὰρ ἦν ἡ Παύλου ψυχή· διὰ πάντων ἤθελεν ὁλοτελῆ τὴν δόξαν καὶ τὴν λατρείαν προσάγεσθαι Θεῷ διὰ ἑαυτοῦ· διὰ τῶν ἐκ γένους· διὰ τῶν ἐθνῶν· οὐδενὶ μέρει ἐλλειπῆ παραστῆσαι τὴν τῆς ἀποστολῆς αὐτοῦ διακονίαν ἠνείχετο, μάλιστα δὲ αὐτὸν ἡ τῶν συγγενῶν ἠνία ἀπιστία, καὶ τούτων πέρι ἐκαίετο. Καὶ τοῦτο παριστάνων ἔλεγεν, « Ηὐχόμην αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι. » Οὕτω με, φησὶν, εἰπεῖν, τοῦ πόθου τὸ κέντρον συνελαύνει· οὕτως ἡ τῆς στοργῆς φλὸς τὰ σπλάγχνα ἐπιβοσκομένη βιάζεται ἀνακράζειν· οὕτως ὁ πρὸς Χριστὸν ἔρως, καὶ τὸ σπεύδειν αὐτῷ πάντας ἱερῶσαι φρονεῖν ἀναπείθει. Ηὐχόμην ἄν, εἰ ἐνεδέχετο, εἰ ἐνεχώρει, εἴ τις ἦν ἀπόστασις σωτήριος, Θεοῦ χαριζομένη συνάφειαν, εἴ τις χωρισμὸς συνδέων σφοδρότερον, εἴ τις ἀλλοτρίωσις οἰκειοῦσα τελειότερον· οὐδὲ γὰρ οὐδὲ τοῦτον τῆς Χριστοῦ δόξης, καὶ τῆς τῶν ὁμοφύλων σωτηρίας, οὐ μὲν οὖν οὐκ ἄν γε παρῆλθον τὸν τρόπον. Ἐπειδὴ γὰρ ἐκ τῶν ὄντων ἁπάντων τὴν εἰς Χριστὸν ἀγάπην ἐπεδείξατο· « Πέπεισμαι, » λέγων, καὶ τοῖς λόγοις, καὶ διὰ τῶν ἔργων τὴν πίστιν ἐπάγων, « ὅτι οὔτε θάνατος οὔτε ζωή, οὔτε ἀρχαὶ οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα οὔτε μέλλοντα, οὔτε ὕψωμα οὔτε βάθος, οὔτε κτίσις τις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. » Ἐπεὶ οὖν σύμπαντα μὲν τὰ ὄντα, καὶ μερίζων, καὶ κεφαλαιούμενος διεξῆλθεν, οὔπω δὲ τὸν τοῦ πόθου ἔστησε δρόμον, λοιπὸν ἤδη καὶ ἐκ τῶν μὴ ὄντων μὲν μηδὲ γεγονότων, εἰς ὑπόθεσιν δὲ παραλαμβανομένων, οἷά τις κόρον οὐκ εἰδὼς ἐραστής, ἀεὶ δὲ νομίζων ἐλαττοῦσθαι τοῦ χρέους, καὶ τὸ λοιπὸν προσφιλονεικῶν ἀναπληρῶσαι προσεπάγει, μονονουχὶ λέγων, ὡς καὶ αὐτὴν τὴν ἐλπίδα, αὐτὸν τὸν δρόμον, αὐτὴν τὴν σωτηρίαν κατεθέμην ἄν, εἰ Χριστὸς πλέον διὰ τῆς τοιαύτης ἐδοξάζετο πράξεως, καὶ τὸ Ἰουδαίων ἔθνος ἐπιστρέφον διεσώζετο· τὸ δὲ τοιαῦτα καὶ φρονεῖν καὶ λέγειν, οὔτε Θεοῦ χωρισμός ἐστι· πόθεν; οὔτε διάστασις· ἕνωσις δὲ μᾶλλον θαυμασία τις καὶ ὑπερφυὴς, καὶ καινοπρεπεστάτη συνάφεια, καὶ τοῦ πρὸς Θεὸν καὶ ἀνθρώπους ἀπαραβλήτου φίλτρου ἐναργεστάτη παράστασις, καὶ μόνης, ὡς ἀληθῶς, τῆς μακαρίας ἐκείνης καὶ οὐρανίου Παύλου ψυχῆς ἀπαράγραπτον γνώρισμα. Ἀλλ' ἡ μὲν πρώτη λύσις τοῦ ἠπορημένου, οὐκ ἂν οἶμαι λίαν, οὐδὲ τῆς ἀποστολικῆς ἐκείνου γνώμης πόρρω τεθεωρημένη, τοιαύτη. Ἐπεὶ δὲ οὐκ ἔστιν μονοειδὴς ἡ Παύλου φυτεία, ἀλλ' ἔσθ' ὅτε πολυστέλεχοί τε καὶ διάφοροι, ὡς ἀπὸ μιᾶς τοῦ γράμματος χώρας, οἱ τῶν
col. 661–662page 328 of 591
PG 101:661γῳ συνεκκαρπούμεθα, καὶ εἴ τι τοῦ ἐκεῖθεν γεωργίου ἄλλο ἄξιον. Ὁρῶμεν τοιγαροῦν τὸν θεσπέσιον Παῦλον, οὐχ ἁπλῶς οὕτω λέγοντα, κεχωρίσθαι θέλειν ὑπὲρ τῶν ὁμοφύλων Χριστοῦ· οὐδὲ μετὰ τὸ πιστεῦσαι διίστασθαι· τοῦτο γὰρ ἴσως καὶ φοβερώτερον· οὐδὲ γὰρ, Ἀπὸ γε τοῦ νῦν, φησὶν, εὔχομαι γενέσθαι ἀνάθεμα, ἀλλ' ηὐχόμην εἶναι· ὅπερ ἴσον ἐστὶ τοῦ λέγειν· Αἱρετώτερον ἡγούμην τῷ Χριστοῦ κηρύγματι προσδεδραμηκότων ὑμῶν ἐμὲ βραχύ τι προσδιατρίβειν ἔτι τοῖς τοῦ νομικοῦ γράμματος προθύροις, καὶ τῇ σκιᾷ ὑποκαθῆσθαι, ἢ προσλαβόντα καὶ ταχύναντα, τὸν ἐπὶ τῇ πίστει δρόμον ὑμᾶς οὕτως ὁρᾶν πολεμίως ἔχοντας, καὶ ἀντιστρόφως πρὸς τὴν χάριν. Καὶ γὰρ ἐκεῖνος μὲν ἐμβραδύνων, οὐδ᾽ οὕτως ἂν οὐδὲν ὑστέρησε μέγα, ὅπου γε καὶ πολλῶν προκατειληφότων· τί δεῖ λέγειν διευλαβούμενον ὡς οὐδενὸς ὑστέρησεν, ἀλλὰ μὴ παρρησιασάμενον τὴν ἀλήθειαν, ὅτι πάντας τῷ δρόμῳ καὶ τῇ σπουδῇ ὑπερήλασεν; Ἀλλ᾽ ἐκείνῳ μὲν ἡ βραδύτης εἰς οὐδὲν ἀπήντα δύσκολον· φόβος δ᾽ ἦν οὐ μικρὸς περὶ τῶν οὕτω κακῶς ἐπὶ τῇ πίστει διακειμένων, μὴ καὶ διὰ βίου τὴν αὐτὴν νοσοῦντες πώρωσιν, αἰώνιον αὐτοῖς τὸν ὄλεθρον συνεργάσωνται· δι᾽ ὃ τὴν ἐκείνων προτιμᾷ σωτηρίαν τοῦ ταχύτερον αὐτὸν ἐντὸς γενέσθαι τῆς σωτηρίας. Ἀλλὰ σύ γε προσέχων, ὡς ἡ θεία πολλαχοῦ Γραφὴ, καὶ ἀντὶ κακώσεως καὶ τιμωρίας σωματικῆς, τὸ ἀνάθεμα τίθησιν, οὐ χαλεπῶς κἀκεῖνο συνήσεις ὅτι τὰ τῶν κακούργων παθεῖν ὁ θεῖος Παῦλος, ὑπὲρ τοῦ σεσῶσθαι τοὺς συγγενεῖς, διὰ τῶν τοιούτων ῥημάτων ηύχετο· καὶ οὐχ ἁπλῶς οὐδὲ τοῦτο· ἀλλὰ καὶ ἀπὸ Χριστοῦ δικάζοντος· τοῦτο γὰρ ἂν εἴη τὸ «ἀπὸ Χριστοῦ·» καὶ τὴν τιμωρὸν ἀφιέντος ψῆφον. Τοῦτο δὲ μέγα μὲν καὶ θαυμάσιον· πῶς γὰρ οὔ; οὐδεμίαν δὲ τοῦ πρὸς Χριστὸν πόθου ἢ τῆς συναφείας διάστασιν συνεισάγει, οὐδέ τινα πάροδον ταῖς ἄνωθεν ἀπορίαις. Οὐδὲ γὰρ οὐδὲ τὸ βούλεσθαί τινα ὑπὲρ τῆς ἑτέρων σωτηρίας τὰ ἔσχατα τῷ σώματι πάσχειν, κἂν ἄνωθεν ἔλκῃ τὴν κρίσιν, ἐλάττωσίν τινα τῆς θείας στοργῆς, ἵνα μὴ λέγω μάλιστα ὡς καὶ συναύξησιν εἰσάγει. Ἐδίδου τοίνυν ἑαυτὸν ὁ θεῖος Παῦλος, καὶ ηύχετο πικραῖς ὑπελθεῖν καὶ βαρείαις τιμωρίαις, εἰ μόνον τοὺς ὁμοφύλους ἴδοι, τὸν κατὰ Χριστοῦ φθόνον καὶ πόλεμον καταθεμένους, καὶ τὸ βαρὺ τοῦ νόμου καὶ παλαιὸν ἄχθος ἀποσεισαμένους, ὑπὸ τὸν χρηστὸν τῆς χάριτος καὶ ἐλαφρὸν ζυγὸν γεγενημένους. Ὑπόλοιπον δὲ τῶν εἰρημένων ἔστιν ἰδεῖν, ὡς εἴ τις καὶ μηδὲν ἔξωθεν τῶν γεγραμμένων ἐπιλογιζόμενος, αὐτὰ δὲ καθ᾽ ἑαυτὰ, καὶ χωρίς τινος περινοίας μετερχόμενος, ἀδεκάστῳ κρίσει καὶ πνευματικαῖς, κατ᾽ αὐτὸν ἐκεῖνον εἰπεῖν τὸν θεσπέσιον, ἀνακρίσεσι, τὴν περὶ αὐτῶν ἐπιτρέψοι ψῆφον, οὐδ᾽ οὕτως οὐδὲν δυσχερὲς ἢ τῶν ἀπόρων ἐπόψεται. Ἵνα γὰρ τὴν τοῦ πατριάρχου θαυμασίαν ἐάσω Ρεβέκκαν, φοβερὰν ἀρὰν ἐφ᾽ ἑαυτὴν ἔλκουσαν, ὡς ἂν τὸν παῖδα πείσῃ πατρικῆς εὐλογίας τέχνῃ τὸν κλῆρον ἰδιώσασθαι. Ἀλλ᾽ ὅ γε Μωσῆς ὁ θεόπτης τὰ αὐτὰ ὑπὲρ Ἰουδαίων μικροῦ καὶ λέξεσι προαναφθεγξάμενος, πῶς οὐκ ἀντὶ πάντων ἀρκέσει τὰς ἐπιφερομένας ἀπορίας τῶν τοῦ Ἀποστόλου ῥημάτων προδιαλύσασθαι; Τί γάρ φησιν; «Εἰ μὲν ἀφεὶς αὐτοὺς ἄφες,» εἰ δὲ μὴ, «ἐξάλειψον κἀμέ·» ἀλλὰ πόθεν; ὄντως συγγενής

Question CXIIIQuæstio CXIII

col. 663–664page 329 of 591
PG 101:663ἦν ἡ Μωσέως ψυχὴ τῆς Παύλου ψυχῆς· Ἐκ τῆς βίβλου γάρ, φησί, τῆς ζωῆς. Τοῦτο δὲ τί ἐστιν ἄλλο, παρὰ τὸ λέγειν, ὡς Ἄν μὴ τοῖς ἐκγόνους καταλλαγείης, καὶ σαυτῷ συνάψῃς αὐτούς, ὦ γνώμης ἄκρατον τὴν τῶν ἐξ αἵματος πρόνοιαν μεθυούσης! ο χώρισόν κἀμὲ ἀπό σοῦ· Εὔδηλον γὰρ ὡς ὁ ἐκεῖθεν ἀπαλειφόμενος τὸν χωρισμόν συγκαταδικάζεται τοῦ Θεοῦ· καὶ οὐδὲν διενήνοχεν εἰπεῖν, «Ἐξάλειψόν με τῆς βίβλου τῆς ζωῆς, καὶ χώρισόν με ἀπὸ σοῦ.» Ὢ παῤῥησίας οὐκ ἐκ θείας μόνης φιλοτιμίας, ἀλλὰ καὶ πόνοις οἰκείοις, οὐχὶ τὸ ἀκατάγνωστον μόνον, ἀλλὰ καὶ τὸ εὐδόκιμον ἀπενεγκαμένης! ἐξεῖλέ τε γὰρ τὸν φυλέτην λαὸν τῆς δικαίας ὀργῆς ἡ φωνὴ, καὶ τὸν εἰπόντα οὐκ ἀπήλειψε τῆς τῶν ἀειζώων συγγραφῆς· ὡς οὖν Μωσῆς ταῦτα λέγων καὶ πράττων θαυμάσιος· οὕτω καὶ Παῦλος ἐν τοῖς ὁμοίοις σφοδρότερος ὀφθεὶς ἐπὶ τοιοῦτον θαυμασιώτερος. Ἢ οὐ δοκεῖ σοι ἀνάθεμα ποιεῖν ἑαυτὸν, ὑπὲρ τῆς σωτηρίας τῶν συγγενῶν, καὶ τρόπον τινὰ τῆς χάριτος διασχίζεσθαι, ὅτε Τιμόθεον περιέτεμεν· ὅτε αὐτὸς ἐκεῖνος λαμπρῶς κηρύσσων τὸ Εὐαγγέλιον, Ἰουδαϊκὰς εὐχὰς ὑπεκρίνετο, τήν τε κόμην ξυρώμενος τῆς κεφαλῆς, καὶ τὰς νενομισμένας θυσίας προσφέρων, καὶ οὐχ ὑπὲρ ἑαυτοῦ μόνον, ἀλλὰ καὶ ὑπὲρ ἑτέρων οἷς συνηγνίζετο, τὰς ἐπὶ τῇ θυσίᾳ κατατιθεὶς δαπάνας, καὶ τὰ ἀναλώματα; Ἵνα τί γένηται; Ἵνα πάντας Χριστῷ κερδήσῃ· ἵνα τοὺς πλείονας προσάξῃ, ἵνα πάντως τινὰς σώσῃ· διὰ τοῦτο καὶ Ἰουδαῖος γίνεται Ἰουδαίοις· καὶ τοῖς ἀνόμοις ὡς ἄνομος διατίθεται· καὶ συνασθενεῖ τοῖς ἀσθενοῦσιν. Μηδὲν τούτων (ἅπαγε!) μήτε ὢν ἐν κρίσει, μήτε γινόμενος· καὶ τοῖς πᾶσι πάντα γίνεται, ἵνα πάντως τινὰς τῆς πλάνης ἀνελκύσῃ. Μιμητής γὰρ ἦν περιδέξιος (ἵνα τὸ κεφάλαιον εἴπω) τοῦ κοινοῦ Σωτῆρος ἡμῶν καὶ Δεσπότου· ὃς πάντα παθὼν ὑπὲρ ἡμῶν ἀφάτῳ πλούτῳ φιλανθρωπίας καὶ κενώσεως, οὐδ᾽ ἁμαρτία, οὐδὲ κατάρα κληθῆναι δι᾽ ἡμᾶς, καὶ νομισθῆναι παρητήσατο· καίτοι πηγὴ πάσης εὐλογίας, καὶ πάσης ἁμαρτίας ὑπάρχων ἀναίρεσις. Ὃν διὰ βίου καλὸν παράδειγμα προστησάμενος ὁ γνήσιος, ὡς ἀληθῶς, μαθητής, ἀεὶ τὸ θαυμαστὸν ἐκεῖνο καὶ πολυέραστον τῆς πολιτείας, ἐν τῇ ψυχῇ μεταγράφων καὶ ἀνατυπῶν οὐκ ἀπέληγεν ἄγαλμα. Ἀλλὰ γὰρ, περὶ τοῦ διηπορημένου σοι, τῆς χρείας, οὐκ οἶδ᾽ εἰ ἔλαττον, τῆς δ᾽ οὖν ἐπιστολῆς καὶ ἐπὶ πλέον, τὰς λύσεις δεχόμενος, Ἔρρωσο. Τί δήποτε, πυνθάνῃ τὸ ἐκ διαφόρων χρωμάτων ὕφασμα, κίβδηλόν τε καλῶν, καὶ ἀποτρέπων ὁ νομοθέτης τοὺς ὑπ᾽ αὐτοῦ παιδαγωγουμένους ἀμφιέννυσθαι, τὴν τοῦ μαρτυρίου σκηνὴν τοιούτοις ἐπιβλήμασι προστάσσει καλύπτεσθαι, ἐν ᾗ Θεός τε ὠπτάνετο, καὶ τὰ τῶν ἁγίων ἀπέκειτο Ἅγια; Ἀκούοις δ᾽ ἂν κοινὸν, ἐπ᾽ αὐτοῦ τε καὶ τῶν ὁμοίων, λόγον ἀποδιδόμενον· ὡς τὰ τοιαῦτα νομοθετῶν ὁ θεῖος Μωσῆς ἀκριβῶς ἐδήλου, μὴ χρῆναι γυμνῇ προσεδρεύειν τῇ
col. 665–666page 330 of 591
PG 101:665λέξει τοῦ γράμματος, μηδὲ τῷ προχείρῳ προσανέχειν τῆς καταλήψεως· τοῖς γὰρ διαφιλονεικοῦσι ταύτῃ τὸν νοῦν τῶν προσταττομένων λαβεῖν οὐκ ἄν ποτε θηράσιμος γένοιτο. Τοιοῦτον γὰρ καὶ τὸ, ἐν Σαββάτῳ κελεύειν μηδὲν ὅλως ἐργάζεσθαι· τοὺς δὲ ἱερεῖς ἐπιτρέπειν ἐπὶ ταῖς θυσίαις καὶ ξυλοκοπεῖν, καὶ σφαγιάζειν· οὓς ἔδει μᾶλλον τῶν ἄλλων γνώμονας ὥσπερ καὶ ἀρχέτυπον τοῦ πλήθους ὄντας, τὸ τῆς νομοθεσίας φυλάττειν ἀκήρατον· ἔτι δὲ καὶ τὸ προστάσσειν, ἐκ λίθων τμητῶν μὴ κατασκευάζειν θυσιαστήρια, ὅτι μεμίανται· καὶ τοῦ μεμιάνθαι τὴν αἰτίαν ἐπάγειν τὸ ἐγχειρίδιον, ὅτιπερ αὐτοῖς τοῦτο ξεομένοις ἐπιβέβληται· τῷ ἐγχειριδίῳ δὲ καὶ αὐτὸ τὸ τιμιώτατον καὶ μέγιστον παρ' Ἑβραίοις τὴν περιτομὴν ἀπεργάζεσθαι, καὶ μὴν καὶ πάσας ἱερουργίας ἐγχειριδίοις τελεσιουργεῖσθαι καὶ καταρτίζεσθαι. Καὶ δὴ κἀκεῖνο, τὸν μὲν ἁπτόμενον νεκροῦ ἀκάθαρτον εἶναι, εἶτα καθαίρεσθαι παρὰ τοῦ ἱερέως· τὸν δὲ μὴ δύνασθαι καθαίρειν ἄλλως εἰ μὴ διὰ θυμάτων, ἃ δὴ αὐτός τε νεαροποιεῖ πρῶτος, καὶ ἅπτεται, καὶ ἀπὸ τῶν νεκρῶν αἱμάτων, ἢ τῇ σποδῷ περιραίνει τὸν, ὅτι νεκροῦ ἥψατο, προσιόντα καθαρθήσεσθαι. Αἰνίγματι γὰρ τοῦτο παντελῶς, εἴ τις ἐναπομένοι τῷ γράμματι, ἔοικε. Τοιοῦτόν ἐστι καὶ τὸ, πάντως ὁμοίωμα ποιεῖν ἀπαγορεύειν τὸν Ἰσραήλ· αὐτὸν δὲ ταῦτα νομοθετοῦντα, πρῶτον μὲν καὶ αὐτὴν τὴν κιβωτὸν κατὰ τύπον καὶ μίμημα ποιήσασθαι τῶν δειχθέντων αὐτῷ ἐν τῷ ὄρει· ἔπειτα τὰς εἰκόνας, καὶ τὰ ὁμοιώματα τῶν Χερουβὶμ διαγλύψαι τε καὶ τορεῦσαι, καὶ τοῖς παραπετάσμασι προσεξυφαναί τε καὶ ῥαφιδεῦσαι· ῥοίσκων τε ὁμοιώματα τοῖς ἱεροῖς σκεύεσιν ἐντυποῦσαι καὶ μυρία ἄλλα. Ἐκεῖνο δὲ, πῶς οὐ θαυμάσειέ τις, τοῖς τοῦ θαύματος προθύροις μόνον ἀναστρεφόμενος, καὶ τοῖς ἔνδον κεκρυμμένοις τὸν νοῦν οὐκ ἔχων ἀνατεινόμενον; ὅτι τὸν μὲν ἀρτιγενεῖ λέπρᾳ τὸ σῶμα στιζόμενον, οὔπω δὲ τὴν ὅλην ἐπιφάνειαν διαφθαρέντα τῷ νοσήματι, ἀκάθαρτον καὶ μιαρὸν ἀποφαίνει· τὸν δ᾽ ὅλον τὸ σῶμα περισχεθέντα τῷ κακῷ, καὶ βδελυγματιαῖον γενόμενον· καὶ εἰ δέ, χθὲς μὲν ὁραθῆναι, ἐγγὺς δὲ γεγονότα καὶ τοὺς φυσικοὺς συνδέσμους λύεσθαι· τοῦτον δὲ ἄρα καθαρὸν καὶ τῆς συναγωγῆς ἄξιον κρίνεσθαι; Εἰ βούλει δὲ κἀκεῖνο τῶν ἐν νόμῳ βιούντων ἰδεῖν, ὡς οὐκ ἐξῆν μέν τινα παρὰ τὴν σκηνὴν ἀλλαχοῦ τολμᾶν θυσιάζειν· ἡ γὰρ εἰς αἷμα δίκη ἀπήντα τῷ παραβάντι· οὐ μὴν οὐδὲ ἔξω τοῦ ναοῦ, μετὰ τὴν τούτου οἰκοδομὴν, τὰς ἱερουργίας ποιεῖσθαι· τὸν δὲ θαυμάσιον Σαμουήλ, καὶ θυσιαστήριον τῆς σκηνῆς ἑστώσης πῆξαι, κἀκείνην μὲν λιπεῖν· ἐκεῖσε δὲ τὰς θυσίας ἀνενεγκεῖν. Οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ τὸν ἱερὸν Ἠλίαν τοῦ ἐν Ἱεροσολύμοις ναοῦ λαμπρῶς ἑστηκότος, ἐπὶ τοῦ Καρμήλου βωμούς τε ἐγεῖραι καὶ προσενεγκεῖν θυσίας. Καὶ τούτων οὐδένα, οὐχ ὅτι μὴ ἐγκληθῆναι, ἀλλὰ καὶ πρὸς Θεοῦ, τοῦ διὰ Μωσέως μηδὲν τούτων τολμᾶσθαι νο-
col. 667–668page 331 of 591
PG 101:667μοθετοῦντος, εὖ μάλα τε προσδεχθῆναι, καὶ οὐρανίῳ πυρὶ τὴν τῶν θυμάτων ὁλοκαύτωσιν περιφανεστέραν τε καὶ παραδοξοτέραν, ἢ συμπάσας τὰς ἄλλας, ἃς τὸν νόμον εἶχον τῆς τελετῆς αὐτῶν καθηγούμενον, ἀποφανθῆναι. Εἶτα τὸν Σαμουὴλ πάλιν ἀρχιερωσύνης ὕψει καὶ προφητείας ἀνηγμένον, χερσὶν ἱεραῖς τὸν Ἀγὰγ ἀποσφάττειν· καὶ πρό γε αὐτοῦ τὸν Φινεές διπλῆς σφαγῆς, ἐμφυλίου τε καὶ ἀλλοφύλου, τὴν ἱερωσύνην δῶρον αἰώνιον ἀποφέρειν. Οὐ μὴν ἀλλά γε καὶ πρόσθεν ἔτι λαμπρᾶς εὐλογίας καὶ τιμῆς μείζονος ἠξιώσθαι τοὺς, ὅσοι συγγενικῶν αἱμάτων τὰς χεῖρας ἐπλήρωσαν, καίτοι κοινῆς οὔσης τῆς αἰτίας τῶν τε δίκην εἰσπραττομένων, καὶ τῶν ἀπαιτούντων· τούτους μὲν τοιούτοις ἄθλοις ἐπὶ τῇ τῶν αἱμάτων χύσει τιμηθῆναι. Τὸν δέ γε βασιλέα Δαβὶδ ἀνάγκην ἔχοντα πολέμοις τοὺς ἀνθεστηκότας ἐπεξιέναι, διὰ τοῦτο τὸν ἐν Ἱεροσολύμοις νεὼ ἀναστῆσαι προθυμούμενον, κεκωλύσθαι. Καὶ τὸν μὲν Σαοὺλ καὶ τὸν Ἀχαάβ, ὅτι φιλανθρώποις ὄμμασιν ἴδον τοὺς ἁλόκότας τῶν πολεμίων, ἐκπτώσει τε τῆς βασιλείας ζημιωθῆναι, καὶ τὸν διὰ μαχαίρας θάνατον ἀπαιτηθῆναι· τὸν δὲ Δαβίδ, ὅτι δικαιοτέρα κρίσει τοὺς παραπλησίους ὑπῆγεν, ἀνάξιον κριθῆναι τῆς τοῦ ναοῦ ἀνεγέρσεως. Εἰ βούλει δὲ καὶ ἄξιον αὐτὸν μὲν πάλιν τοῦτον ἐπιδειχθῆναι, θυσιαστήριον ἐν τῇ τοῦ Ὀρνὰ ἅλῳ ἀναστῆσαι καὶ θύσαι παράδοξον θυσίαν, οὐρανίου πυρὸς τὴν ὁλοκαύτωσιν συγκαλλιεροῦντος, καὶ θυμὸν ἄσχετον ἐκ θείας ὀργῆς καὶ δικαίας, ἅπαντα τὸν Ἰσραὴλ ἐπινεμόμενον, ἐξιλεωσάμενον στῆσαι· τὸν αὐτὸν δὲ τοῦτον οὐδὲν πλέον εἰς αἷμα πολεμίων ἀδυσώπητον γεγονότα ἐξείργεσθαι τοῦ ναὸν Θεῷ ἀνοικοδομήσαι. Πῶς γὰρ ταῦτα καὶ τὰ τοιαῦτα ἡ τοῦ γράμματος κατὰ τὸ γράμμα ἀνάγνωσις, αἰτίας τε καὶ ἐναντιώσεως ἀπαλλάξει, καὶ τὸν πρέποντα εἱρμὸν ἐν αὐτοῖς θεωρούμενον ἐπιδείξει, ἀλλὰ μὴ καὶ πολλῆς ἐμπλήσει ταραχῆς τε καὶ ἀμηχανίας; Ἐπὶ τούτοις, πῶς ἂν ἔχοι λόγον, τὸν μὲν γάμον Θεὸν ἐπιτρέψαι, εὐλογίας τε τῆς παρ' αὐτοῦ ἀξιῶσαι· ἀκάθαρτον δὲ τὸν ὠμιληκότα, κατὰ τοὺς θείους θεσμούς, τοῖς τῆς φύσεως μυστηρίοις ἀποκαλέσαι, καὶ τοῖς ἱεροῖς μὴ προσιέναι, εἰ μὴ καθαρθείη, ἀποθεσπίσαι; Πάλιν δὲ τὸ μὲν ὀστράκινον ἄγγος, ἐπὰν ἀκαθάρτου τινὸς ψαύσῃ, συντρίβεσθαι, ὡς μηκέτι δυνατὸν εἶναι τῆς ἀκαθαρσίας τὸ μεμολυσμένον ἀπολύεσθαι· ἂν δὲ χαλκοῦν ἢ ξύλινον ᾖ, ῥᾳδίως τῆς ἀκαθαρσίας διὰ τοῦ ὕδατος ἀπαλλάττεσθαι. Καὶ τὰ μὲν Ἐλισαίου ὀστᾶ τῷ κοινῷ τῶν νεκρῶν νόμῳ εἰς ἀκαθαρσίαν ἄγειν· τοὺς δὲ πεπλησιακότας αὐτοῖς νεκροὺς καθαρὰς ἐκεῖθεν τῆς ζωῆς δέχεσθαι τὰς ἀκτῖνας, καὶ πρὸς τὸ τοῦ βίου φῶς ἐκ τῶν ζοφερῶν πυλῶν ἐπανάγεσθαι τοῦ θανάτου. Τί οὖν; ἐρεῖς ἀκαθάρτους ὅτι πλησιάσαντες ὀστέοις νεκροῦ, τῆς ἀκαθαρσίας τοῦ θανάτου ἐκαθάρθησαν, ἢ καὶ προσοίσεις ὑπὲρ αὐτῶν οὐκ εὐχαριστήριον τῆς ἐγέρσεως, ἀλλὰ καθάρσιον τῆς
col. 669–670page 332 of 591
PG 101:669ἀφῆς, ἐξ ἧς ἀνέστησαν; Καὶ πῶς οὐκ ἂν εἴη τοῦτο κατά γε τῶν γεγραμμένων τὸ φαινόμενον, πολλὴ ἀμαθία καὶ ἄνοια; Ἡ δὲ τῆς ὄνου σιαγών τριπλῆς ἀκαθαρσίας αἰτίαν πηγάζουσα, πῶς καθαροῦ καὶ ποτίμου νάματος διψώντι τῷ Ναζαραίῳ ἀνέδωκε ῥύακας, ἴσοις τῆς ἀκαθαρσίας διαβοηθεῖσα θαύμασι; ὄνου μὲν γὰρ ἦν, καὶ νεκροῦ ὀστᾶ, καὶ τρίτον, φόνων ὄργανα· οὐκ ἐν γῇ δὲ πλησίον ὕδατος, οὐδέ τινες νοτίδες ἀφανῶς ὑπαρδόμεναι τοῦ ὁστοῦ κατελείβοντο· ἀλλ᾽ ἀνδρὸς χειρὶ μαχητοῦ ὅπλον κατὰ πολεμίων ἐφέρετο καὶ τοσαύτην πηγὴν ὑδάτων ἀνέβλυσεν, ὥστε τὸν ἐν τοσούτῳ κόπῳ καὶ καμάτῳ, καὶ τοσαύτῃ καιροῦ παρατάσει δεδιψηκότα, ἀφθόνου καὶ δαψιλοῦς, καὶ πέρα τῆς χρείας, ἐμοιρῆσαι πόματος. Ἀλλὰ τοιούτῳ μὲν τὰ τοῦ ἀκαθάρτου ζώου καὶ νεκρὰ καὶ φονικὰ ὀστᾶ ὑπηρετήσατο θαύματι· τοῖς γὰρ ὄνομα πηγῆς, τὴν ὄνου σιαγόνα ποιοῦσιν, κἀκεῖθεν τῷ δεδιψηκότι φέρουσι τὸ νᾶμα, καίτοι τὸν προκείμενον λόγον κατ' οὐδὲν λυμαινομένοις. Δῆλον γὰρ ὡς καὶ αὐτοὶ τοῦτο λέγοντες, πόῤῥω τοῦ γράμματος ἰχνηλατοῦσιν· ἕως ἂν ἡ τῶν παραδόξων ἔργων πίστις ἐνισχύῃ, οὐκ ἂν ἡδέως συμφήσαιμι. Καὶ τί ἄν τις ἀπαριθμοίη τὰ τοιαῦτα; σχεδὸν γὰρ δι᾿ ὅλου τοῦ νομικοῦ γράμματος, ἡ τοιαύτη τῶν αἰνιγματωδῶν θεωριῶν κατακέχυται θύελλα· ἀλλ' ὅπερ καὶ ἀρχόμενος εἶπον, διὰ τούτων τε καὶ τῶν τοιούτων ἁπάντων, ὁ σοφὸς νομοθέτης ἐναργῶς παρίστησιν, ὡς ἄλλη μὲν ἡ κατὰ τὸ γράμμα καὶ τὸ πρόχειρον τῆς ἐπιστολῆς ἀπαγγελία, ὡς παραπέτασμα διηπλωμένη κρυφίων θεωρημάτων· ἑτέρα δὲ ἡ τοῦ πνεύματος καὶ ἐν τῷ βάθει κρυπτομένη θεοσοφία· ἧς ἡ τῶν Ἰουδαίων, καὶ τῶν Ἰουδαϊζόντων αἱρεσιωτῶν πληθὺς ἐκπεσοῦσα ἡ μακρὰν καὶ χαλεπὴν οὐ παύεται πλάνην πλανωμένη. ΕΡΩΤΗΣΙΣ ΡΙΔ'. Οὐ πολλήν μοι δοκεῖ τὴν δυσχέρειαν ἔχειν, ὅπερ σοι πολλὴν, ὡς γράφεις, ἐμποιεῖ τὴν ἀπορίαν· πρῶτον μὲν γὰρ, ἐν ἀνθρώπου φύσει καὶ μορφῇ πεφηνώς, ὁ ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων Υἱὸς, ὡς ἄνθρωπος τὰ πολλὰ τοῖς μαθηταῖς συνών διελέγετο, τὴν καθ᾿ ἡμᾶς φύσιν ἀναλαβεῖν ἀληθῶς ἐνδεικνύμενος. Καὶ τί γὰρ ἄπορον, τὸν κοπιῶντα, καὶ ἱδροῦντα, καὶ ὕπνῳ διαναπαυόμενον, βρώσει τε καὶ πόσει, τὴν τοῦ σώματος φύσιν, τὸ ὅλον εἰπεῖν, συνέχοντα ῥέουσαν, τοῦτον δὴ τοῦτον, καὶ ἄγνοιαν τῆς μελλούσης ἡμέρας ἀναδέχεσθαι, καὶ τὸ μέτρον, ὥσπερ δὴ τῶν ἄλλων, οὕτω δὲ καὶ τῆς ἀνθρωπίνης γνώσεως, ἐξυβρίζειν οὐκ ἀνέχεσθαι; ὡς μὲν γὰρ Δημιουργὸς ἁπάντων καὶ Θεὸς ἅπαντα τῷ Πατρὶ συνᾔδει· ὡς ἄνθρωπος δὲ, οὐδὲ τὴν ἀνθρώποις πρέπουσαν ἄγνοιαν, οὐ μὲν οὖν οὐκ ἠθέτει. Ὃς γὰρ δὴ τὸ ὅλον εἵλετο λαβεῖν, πῶς ἕν τι τῶν περὶ ἐκεῖνο παρητήσατο μὴ λαβεῖν ἢ μὴ πιστοῦσθαι ὅτι παρο-

Question CXIVQuæstio CXIV

col. 671–672page 333 of 591
PG 101:671τῶν εἰρημένων ἐρεῖ τις ἀφορᾶν, καὶ τὸ μὴ βούλεσθαι τοῖς μαθηταῖς εἰπεῖν, ἅπερ αὐτοῖς οὐκ ἦν τέως συμφέρον μαθεῖν, οὐδὲ τοῦτο τῆς φιλανθρώπου προνοίας ἡ μέθοδος παραιτεῖται· μεθοδεύοιτο δ᾽ ἂν, ἐξ οἰκονομίας σχηματιζομένη τὴν ἄγνοιαν, καὶ τὸ μᾶλλον δόξαι μὴ εἰδέναι, ὑπὲρ τοῦ μὴ λυπεῖν τοὺς μαθητάς, τὸ ἐγνωσμένον μαθεῖν ζητοῦντας, οὐκ ἐκδιδάσκονται· ἐπεὶ πῶς ἄλλως ἂν ἔχοι λόγον, τὰ μὲν πρὸ τῆς ὥρας εἰδέναι τε, καὶ σὺν πολλῇ διδάσκειν τῇ ἀκριβείᾳ, αὐτὴν δὲ τὴν ὥραν ἐκείνων ἐχομένην, καὶ τὸ βραχύτατον μέρος οὖσαν, οὐκ ἐπιγινώσκειν; πῶς δ᾽ ἄν τι τῶν ὄντων τὸν ἀλάθητον καὶ θεῖον διαλάθοι νοῦν; ἢ τίνα λόγον ἔχοι, τῶν μὲν παραγομένων αὐτὸν, καὶ τῆς παραγωγῆς, καὶ τῆς συνοχῆς, τὴν αἰτίαν ἔχειν, καὶ τὴν γνῶσιν· τὸν δὲ καιρὸν μόνον, κρείττω τῆς ἐκείνου καταλήψεως, ὑπάρχειν, καὶ τῆς μὲν κρίσεως αὐτὸν ἀνηρτῆσθαι τὸ κράτος (ὁ Πατὴρ γὰρ οὐδένα κρίνει, τὴν δὲ κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ), τῆς ὥρας δὲ τὴν διάγνωσιν, καὶ κρίσιν, τὴν αὐτοῦ σοφίαν καὶ κυριότητα διαφεύγειν; Καὶ τί ταῦτα λέγω; Ἆρ᾽ ὁ τὸν Πατέρα εἰδὼς, ὥσπερ ὁ Πατὴρ τὸν Υἱὸν, ἡμέραν καὶ ὥραν, μικρά τινα καὶ εὐπεριόριστα διαστήματα, ἀγνοήσει; ἢ δῆλον, ὡς οὐκ αὐτὸς, ὁ πάντα εἰδὼς, καὶ πρὶν ὑποστῆναι, ἡ ἐνυπόστατος τοῦ Πατρὸς σοφία, ὁ πάντα τὰ τοῦ Πατρὸς ἔχων, πλὴν τῆς ἀγεννησίας, οὐ μὲν οὖν οὐδὲ τῶν τοιούτων τὴν ἄγνοιαν εἶχεν· ἀλλὰ τοῖς μαθηταῖς ἀσύμφορον οὖσαν ὑπερτιθέμενος τὴν γνῶσιν κοινὴν ἐκ φιλανθρωπίας τὴν ἄγνοιαν ἐποιεῖτο, καὶ πρὸς τὸ ἄλυπον αὐτοῖς συνδιετίθετο τὴν ἀπολογίαν. Τρίτον δ᾽ ἂν εἴδοι τις κἀκεῖνο ὡς τῷ Πατρὶ διδοὺς ὁ Υἱὸς, ὡς αἰτίαν, τὰ πρεσβεῖα. Πρέπει γὰρ Υἱῷ φιλοπάτορι, πάσης τε φύσεως καὶ εὐταξίας Δημιουργῷ καὶ νομοθέτῃ, καὶ τοῖς τῆς αἰτίας προνομίοις τιμᾶν τὸν Πατέρα, καὶ τὴν τῆς ἡμέρας ἐκείνης καὶ ὥρας γνῶσιν, ὥσπερ δὴ καὶ ἄλλα πολλὰ ἐκείνῳ προσανατίθησι· οὐχ ἑαυτὸν (ἄπαγε!) ταύτης ἀποστερῶν, ὅτι μηδ᾽ ἄλλου τινὸς τῶν τιμίων τε καὶ καλῶν, ἀλλ᾽ ἐκεῖνον κἀν ταύτῃ προτιμῶν· καὶ οὐ δήπου τις τὸ εὔγνωμον τοῦ Υἱοῦ ὑπόθεσιν ἀγνωμοσύνης ποιούμενος. Εἶτα τὴν ἄγνοιαν περιάπτων αὐτῷ, καὶ πρὸς τὰς τῆς λέξεως καταφεύγων συλλαβάς, τῆς βλασφημίας ἀπολυθήσεται. Οὐδὲ γὰρ οὐδ᾽ ἡ τῆς λέξεως ἀκρίβεια, ὡς ὕστερον ἐπιδειχθήσεται, ἀφορμή τισιν εἰς τὸ μὴ βούλεσθαι τὰ ὀρθὰ φρονεῖν πορισθήσεται. Εἰ γὰρ καὶ συγκεχωρημένον νῦν τὰς λέξεις δηλοῦν ἀγνοεῖν τὸν Υἱόν, ὅμως οὐδὲν τῶν ἀτόπων παρεπόμενον εὐσεβῶς τὸν νοῦν θεωρήσαντες παρεστήσαμεν. Ἀλλ᾽ οὖν, οὐδ᾽ αἱ λέξεις τι χαριοῦνται τοῖς ἐπὶ καθαιρέσει τῆς δόξης τοῦ Μονογενοῦς, τὴν ἄγνοιαν περιχαίνουσιν. Ἐγὼ δὲ οἶδα πάλαι ποτὲ γέροντι σοφῷ τὰ θεῖα ἐνωμιληκώς, ὃς καίτοι τῶν ἔξω θεωρημάτων πολλὴν ἔχων τὴν ὀλιγωρίαν, ὅμως τοιαύτην τινὰ περὶ τοῦ προκειμένου
col. 673–674page 334 of 591
PG 101:673διέγραφε θεωρίαν· Τὸ εἰδέναι διττὸν ἔλεγεν εἶναι· τὸ μὲν ἐπιστήμη, τὸ δὲ τῇ πείρᾳ· κατὰ μὲν οὖν ἐπιστήμην ὁμοίως εἰδέναι τῷ Πατρὶ τὸν Υἱὸν τὴν ἡμέραν ἐκείνην καὶ ὥραν· κατὰ πεῖραν δὲ οὐκέτι· τὸν μὲν γὰρ Πατέρα καὶ εἰς πεῖραν ἐλθεῖν, καὶ προσλαβεῖν τὴν τοιαύτην γνῶσιν, ἡνίκα πᾶσαν ἐδεδώκει τῷ Υἱῷ τὴν κρίσιν· ἐκεκρίκει γὰρ τότε ὁ Πατὴρ τὴν κρίσιν ἅπασαν ἐγχειρίσαι τῷ Υἱῷ, καὶ ὅσον ἧκεν εἰς ψήφους τὰς αὐτοῦ ἐνεργῆσαι τὴν ἰδίαν κρίσιν καὶ συμπεραίνεσθαι. Ὁ δέ γε Υἱός, δῆλον ὡς οὔπω κέκρικεν, οὐδ' εἰς ἔργον τὴν πράξιν, ἧς αὐτὸν ὁ Πατὴρ ἀνεῖπε Κύριον, ἤγαγεν. Οὐκοῦν ὁ μὲν Πατὴρ καὶ πείρᾳ τὴν ὥραν οἶδεν· ὁ δὲ Υἱός, εἰ καὶ κατ' ἐπιστήμην, ὥσπερ ὁ Πατήρ, ἀλλ' οὖν οὔπω δὲ καὶ πείρᾳ· εἴσεται δὲ ἐπειδὰν δηλονότι τὴν κρίσιν οἴσῃ, τῆς κατ' ἐπιστήμην εἰδήσεως εἰς τὴν κατὰ πεῖραν γνῶσιν προελθούσης. Ἀλλὰ ταύτην μὲν ἐξεθέμην σοι τὴν ἑρμηνείαν, οὐ τὴν ἐν αὐτῇ θειάζων ἀλήθειαν, ἀλλ' ὅπως ἀνδρὸς ἁπλότης τοσαύτη, ποικίλην οὕτω καὶ περινενοημένην ὑπελθεῖν ἐφρόντισεν ἔννοιαν· ὅτι δὲ οὐδ' αἱ λέξεις αὐταὶ καταφυγῆς εἶεν τόπος τοῖς δυσφημίαν ποιουμένοις τὴν ἄγνοιαν, ἐκ τῶνδε ῥᾴδιον μαθεῖν. Ὁ μὲν οὖν ἱερὸς Ματθαῖος τὴν Δεσποτικὴν φωνὴν ἀναγράφων, « Οὐδεὶς οἶδε, φησί, τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν, οὐδὲ οἱ ἄγγελοι, εἰ μὴ ὁ Πατήρ μου μόνος. » Σκόπει γὰρ λοιπὸν πρῶτον μέν, ὅπως εἰπὼν, οὐδ' οἱ ἄγγελοι, οὐκέτι προστίθησιν, Οὐδὲ ὁ Υἱός. Οὕτω γὰρ ἂν ἡ λέξις ἴσως ἀναχώρησις τοῦ δυσσεβήματος, εἰ καὶ τὸν Υἱὸν τοῖς ἀγγέλοις προσθεὶς ἐπήγαγεν, « Εἰ μὴ ὁ Πατήρ μου μόνος. » Νῦν δὲ οὐχ οὕτω φησί· πόθεν; ἀλλὰ μέχρι τῶν ἀγγέλων παρατείνας τὴν ἄγνοιαν, οὐκέτι ταύτῃ τὸν Υἱὸν ὑπάγει· ὡς ἂν μὴ χώραν ἔχοι κατ' αὐτοὺς ὁ Πατὴρ ἐπιφερόμενον τὴν πρὸς τὸν Υἱὸν ἀπαγορεύειν διαστολήν. Ἀλλὰ γὰρ κάτωθεν, ἀπὸ τῶν ἀνθρώπων ἀνιών, καὶ τοὺς ἀγγέλους φθάσας, οὐκέτι πρόεισι περαιτέρω· ἐκεῖσε δὲ συγκατακλείσας τὴν ἄγνοιαν, τὴν ὑπερούσιον καὶ δημιουργὸν οὐσίαν μακρὰν ἀπάγει ταύτης καὶ ὑπερτίθησιν· ἀνθρώπων μὲν γὰρ ἦν ἡ τῶν μαθητῶν ἐρώτησις, ἧς ἀπόκρισις, « Οὐδεὶς οἶδεν, » ἀνθρώπων δηλονότι· εἶτα, οὐδ' οἱ ἄγγελοι· βαθμὸς οὗτος (μετά γε τὸ ἀνθρώπινον ἡ τῶν ἀσωμάτων φύσις) δεύτερος. Τί οὖν ὁ Υἱός; εἰ μὲν ὥσπερ δὴ καὶ νόμος υἱῶν, τῆς πατρικῆς δόξης κληρονόμος καὶ φύσεως, μάτην περιχαίνεις τὴν ἄγνοιαν· εἰ δ' οὐκ ἂν ἔχῃ, τρίτην σοι τῶν κτισμάτων ἀναπληρώσει τάξιν· καὶ πῶς ὁ λόγος αὐτὸν ὑπεραλλόμενος ἐπὶ τὸν Πατέρα διέβη; ἔδει γὰρ αὐτόν, εἰ μὴ ἡ τοῦ Πατρός, ἀλλὰ τρίτη τάξις εἶχε τὸν Μονογενῆ, πρότερον εἰπεῖν, « οὐδὲ ὁ Υἱός· » εἶθ' οὕτω τὴν γνῶσιν ἀναθεῖναι τῷ Πατρί· νῦν δὲ ἀνθρώπων, φησί, καὶ ἀσωμάτων νέων διελθών, οὐκέτι διαβιβάζει τὴν ἄγνοιαν ἐπὶ τὸν Υἱόν, ἀλλ' εὐθὺς τῇ πατρικῇ φύσει, ἧς κληρονόμος γνήσιος Υἱός, τὴν
col. 675–676page 335 of 591
PG 101:675γνῶσιν μαρτυρεῖ. Πόθεν οὖν σὺ τὴν ἄγνοιαν λαβών, ἐφ' ὕβρει κατασκευάζεις τοῦ Υἱοῦ; εἰ μὴ ἄρα σοι τοῖς ἀγγέλοις καὶ δούλοις ὁ Μονογενὴς καὶ Δεσπότης συντετάξεται· ὃ, μέχρι νῦν, οὐδεμία ὤφθη δυσσέβεια μελετήσασα. Εἰ δὲ μὴ τοῦτο τολμᾷς, ὑπεξαίρεις δὲ τὸν Υἱὸν τῆς ἀγγελικῆς οὐσίας· κἂν τῆς πατρικῆς οὐδέπω ἴσον ἂν ἔχῃ· οὐχ ἕξεις δήπουθεν λαμπρῶς οὕτω τῶν λέξεων, ἐπὶ τῶν ἀγγέλων ἀπαγγελλόντων τὴν ἄγνοιαν οὐδαμόθεν αὐτῷ ταύτην περιάπτειν, κἂν μυριάκις εἰς ἄλλην τάξιν ἀπάγειν παρὰ τὸν πατρῷον κλῆρον ἐκβιάσῃ· καὶ οὕτω πάλιν, κἂν μὴ βούλῃ, τῇ καὶ κατὰ σὲ ὑπερφυεῖ καὶ ὑπερτάτῳ καὶ πατρικῇ γνώσει ὁ Μονογενὴς τῷ Πατρὶ συναπτόμενος, τὴν σὴν ὑπερόριον ἐκμυκτηριεῖ καὶ τρίτην διάταξιν. Ποῦ τοίνυν ἐνταῦθα φαίνεται κατὰ λέξιν ἢ διάνοιαν, ὡς ἡ τῶν αἱρετιζόντων παράνοια τῷ Υἱῷ ἡ ἄγνοια ἐπιπηδῶσα; Ναί, φησὶν, ἀλλ' ἐπήγαγεν, « Εἰ μὴ ὁ Πατήρ μου μόνος· » καλῶς γε λίαν καὶ σοφῶς· ἵνα μὴ νομίσῃς ὡς καὶ τοὺς ἀσωμάτους νόας διαδραμοῦσα, χώραν ἔχοι καὶ μέχρις αὐτῆς τῆς πρώτης φύσεως προϊέναι. Ταύτης γὰρ δὴ, ταύτης μόνης τῆς δημιουργοῦ καὶ κυρίας τῶν ὅλων, ὥσπερ τὰ ἄλλα πάντα ἐν οἷς ἡ κτίσις γνωρίζεται, οὕτω δὲ καὶ τὸ τῆς ἀγνοίας διέρριπται ὡς πορρωτάτω. Εἰ δὲ τὸ, μόνος, ἔτι τάραχον κινεῖ, συνιέτω μᾶλλον, ὅτι ὧν τὴν ἄγνοιαν εἰπὼν διέστειλε τὸν Πατέρα, πρὸς ἐκείνους διώρισε καὶ τὸ μόνος. Ἐπεὶ τίνα λόγον ὅλως ἔχοι, ἀγγέλοις μὲν ἐπιφέρειν τὴν ἄγνοιαν συνειδέναι, εἶτα τούτους ἀφέντα εἰς διαστολὴν οὗ μηδὲν κατεῖπεν Υἱοῦ, τὸ, « Εἰ μὴ ὁ Πατήρ μου μόνος, » νομίζειν εἰρῆσθαι· ἔτι δὲ εἴπερ τὸ μόνος θορυβεῖ, διὰ τοῦ « ὁ Πατήρ μου, » τὸ θορυβοῦν διαλυέσθω. Δῆλον γὰρ ὡς οὐκ ἂν πρὸς ἑαυτὸν οὗ τὴν φυσικὴν οἰκείωσιν ἀνεκήρυξεν εἰπὼν « ὁ Πατήρ μου, » ἀλλὰ πρὸς ἐκείνους, ὧν τὴν ἄγνοιαν ἐφ' ᾗ συναπεφήνατο καὶ τὸ μόνος· πῶς δ' ἂν ἐν τῷ λέγειν, « Εἰ μὴ ὁ Πατήρ μου μόνος, » ἑαυτὸν νομισθείη διαστέλλειν, ὁ καὶ τοῖς λόγοις, καὶ τοῖς ἔργοις ἐφ' ἴσης βοῶν, « Ἐγὼ καὶ ὁ Πατὴρ ἓν ἐσμεν; » καί, « Πάντα ὅσα ἔχει ὁ Πατήρ, ἐμά ἐστι; » Δῆλον γὰρ, ὡς καὶ ἡ γνῶσις, ἕν τι καὶ τὸ βραχύτατον ὧν γεγεννηκὼς ἔχει, καὶ μυρία ἄλλα. Χωρὶς δὲ τῶν εἰρημένων, εἰ αὐτὸς ἦν ὁ μονογενής, ὁ τοῖς μὲν τὴν ἄγνοιαν, τῷ Πατρὶ δὲ διαιτῶν τὴν γνῶσιν, τίς ἡ περιττὴ σοφία αὕτη, ἑαυτὸν ἀξιοῦντα τῶν μειζόνων, καὶ ἃ μόνῳ Θεῷ ἀεὶ διαπρέπει, πράγματος εἰς πάντας ὕστερον καὶ σπουδαίους καὶ φαύλους ὁμοίως ἐκκαλυφθησομένου, τῆς γνώσεως ἀνάξιον ἀποφαίνειν; Ἆρ' οὐ πανταχόθεν γνώριμον, ὡς οὐδαμόθεν ἡ ἄγνοια τοῖς αἱρετίζουσι συνδραμεῖται; Ὁ μὲν γὰρ κοινὸς διδάσκαλος, καὶ τοῦ γένους ἡμετέρου Σωτήρ, οὓς ἀφώρισε μαθητὰς παιδεύων τὰ οἰκεῖα συνιένα μέτρα, καὶ ζητημάτων ἀναχωρεῖν, οἷς βίον μέν
col. 677–678page 336 of 591
PG 101:677οὐδένα βελτίω ποιεῖ, ἔγκου δὲ καὶ κενοῦ φυσήματος, ἐσθέτε πολλοῖς ὑπόθεσις γίγνοιτ' ἂν, ἀλύπως τε αὐτοῖς τὰ τῆς ὠφελείας εἰσηγεῖσθαι διοικονομούμενος, καὶ τῇ πειθοί μᾶλλον, ἢ διὰ τῆς βίας· τοὺς ἀγγέλους αὐτοῖς προκομίζει εἰς παράδειγμα, ἵνα ὧνπερ αἱ ἀσώματοι καὶ ὑπὲρ ἡμᾶς οὐσίαι τὴν γνῶσιν οὐκ ἔχοιεν, τούτων μηδ' αὐτοὶ λαβόντες, μήτε ἀνιᾶσθαι, μήτε τῷ διδασκάλῳ μηδὲν ἐπικαλεῖν ἔχοιεν μὴ βουληθέντι διδάξαι, ἃ μηδ' ἡ τῶν ἀσωμάτων καὶ ὑπὲρ αὐτοὺς φύσις ἐγίνωσκε. Τί οὖν; οὐκ ἤρκει τοῦτο τοῖς μαθηταῖς, εἰς τε τὸ ἀλυπώτατον αὐτοῖς τὴν τῆς αἰτήσεως ἀποτυχίαν διαθέσθαι, καὶ τὰς γνώμας, εἰς τὸ μηδὲν τῶν ὑπὲρ αὐτοὺς ἐρευνᾶν καταρρυθμίσαι· ἀλλ' ἔδει ἄρα καὶ τὴν ἐνυπόστατον σοφίαν τὸν Υἱὸν εἰς τὴν ἐκείνων, ὡς ἔοικε, περιενεχθῆναι ἄγνοιαν; καὶ τί παραμύθιον, ἢ παράκλησις ποία Θεοῦ ἄγνοια τοῖς λατρευταῖς, προνοίας τε τῆς ἐκεῖθεν καὶ σοφίας δεομένοις; μᾶλλον δὲ πῶς οὐχὶ βάθος ἀπογνώσεως, καὶ δυσσεβὲς ἄλλως καὶ σκότος βαθύ, καὶ ἀθυμία ἐσχάτη, καὶ πλάνη μηδ' ἔλεον ἔχουσα, Θεὸν ἔχειν ἀγνοίας ἥττονα, καὶ τοῦτον ἀνομολογεῖν τοῦ σοφίσοντος δεῖσθαι, καὶ τῆς ἑτέρου προνοίας, ἵν' ἔχοι μαθεῖν ἃ μηδέπω τέως, ὥσπερ οὐδ' ἡ λοιπὴ κτίσις, οἶδεν; Εἰ μὲν γὰρ κατὰ τὸ ἀνθρώπινον παραδέχοιτό τις τὴν ἄγνοιαν, εἴρηται καὶ πρόσθεν, ὡς οὐδὲν δυσχερὲς τὴν τῆς σοφίας πηγὴν, τὸν, ὅσα ὁ Πατὴρ, καὶ εἰδότα καὶ ἔχοντα, ὥσπερ τὰ ἄλλα ἀνθρώπινα, οὕτω καὶ τὴν ἄγνοιαν ὑποδύεσθαι. Εἰ δ' εἰς τὴν θείαν αὐτοῦ καὶ ἄχραντον φύσιν, τὴν ἀπὸ τῆς ἀγνοίας ὕβριν ἀναφέροι, πῶς οὐ πανταχόθεν χαλεπόν τε καὶ μείζον συγγνώμης τὸ δυσσέβημα; Σὺ δέ μοι κἀκεῖνο συνεπισκόπει· ἔφη που ὁ Σωτήρ· «Οὐδεὶς οἶδε τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός.» Τί οὖν; ἄρα τὸν Πατέρα, διὰ τὸ, «Οὐδεὶς οἶδε,» καὶ διὰ τὸ, «Εἰ μὴ ὁ Υἱός,» τῆς ἑαυτοῦ ὑπερορίσεις γνώσεως; καὶ πῶς οὐχὶ τοῦτο μανία λαμπρά; Ἀλλὰ ταῦτα μὲν πρὸς ἀντιδιαστολὴν τῶν, ὅσα μετὰ τὴν πρώτην ἐστὶ φύσιν, νοήσεις, οὐδαμῶς δὲ κατὰ τοῦ Πατρός· συνεπινοούμενον δὲ μᾶλλον αὐτὸν, καὶ συνεισαγόμενον τῇ μνήμῃ τοῦ Υἱοῦ· καὶ πῶς κἀπειδὰν ἀκούοις, «Οὐδεὶς οἶδε τὴν ὥραν, εἰ μὴ ὁ Πατήρ,» οὐχὶ τὸν αὐτὸν θεσμὸν συντηρεῖς, καὶ τῇ μὲν τοῦ Πατρὸς μνήμῃ συνεπινοεῖς τὸν Υἱόν· τὸ δὲ, «Οὐδεὶς οἶδε,» τῇ κτίσει νέμεις τῇ λογικῇ; καίτοι ἐνταῦθα μὲν καὶ κτισμάτων φύσιν, κατ' εἶδος, ἀπηριθμήσατο, καὶ ἐγγύτερον ἦν τὸ, «Οὐδεὶς οἶδεν,» ἐπ' ἐκείνων ἐκλαβεῖν· ἐκεῖ δὲ τὸ, «Οὐδεὶς οἶδε τὸν Πατέρα,» ἀπόλυτον φέρει τὴν φωνὴν, καὶ οὐκ ἔχουσαν ὅσον ἐκ τῶν προειρημένων, ἐφ' ὧν μερισθῇ. Εἰ οὖν ἐν τῷ, «Οὐδεὶς οἶδε τὸν Πατέρα εἰ μὴ ὁ Υἱός,» φεύγεις τὸν γεννήτορα βλασφημεῖν, μηδὲ ἐν τῷ, «Οὐδεὶς οἶδε τὴν ὥραν, εἰ μὴ ὁ Πατήρ,» εἰς ὕβριν τοῦ γεννήματος περιτραπῇς. Εἰ δὲ τὸ δεύτερον τολμᾷς, προτετόλμηταί σοι πολλῷ μᾶλλον καὶ τὸ πρῶτον· ἀμαθέστερον γὰρ ἑαυτὸν ἀγνοεῖν, ἢ ἕτερον·
Page scan enlarged

Notebook

Full View