PG 101Photius Patriarch of Constantinople
Part One: Exegetical Works
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected (sonnet, page-by-page) · Migne scan — scholarios OCR + scan in the Page/Facsimile views — PG column chips mark the printed columns.

Question CCXLIVQuæstio CCXLIV

col. 1047–1048page 520 of 591
PG 101:1047ὅλως ἐν χρείᾳ καθίστασθαι τῶν, ὅσα σαρκὸς φύσις ἐδούλευεν, τῆς τῶν ἀσωμάτων λήξεως χαρίζεσθαι τὴν συγγένειαν, ὥστε εἰκότως καὶ ἰσάγγελοι, καὶ κρείττους ἐκείνων ἐσόμεθα. Τῷ μὲν τὴν φύσιν ἡμῶν ἐν τῷ προσλαβόντι συνεδριάσαι τῷ Πατρί, κρείττους. Τῇ δὲ καθέκαστον ἡμῶν ἀπαθείᾳ καὶ ἀφθαρσίᾳ καὶ σωματικῶν πάντων καὶ παθῶν καὶ σκιρτημάτων, καὶ ταχύτητος ἀπηλλάχθαι προσύλου, τὴν πρὸς τοὺς ἀσωμάτους νέας ἰσότητα ἀναδεδεγμένοι. Ἐπισκεπτέον δὲ τὸ, « Ἔσονται ὡς ἄγγελοι Θεοῦ· » οὐ τὴν ἰσοτιμίαν κηρύττει τῆς φύσεως, ἀλλὰ τὸ μηδὲν πάσχειν, ὧν ἔπασχον πρότερον, σαρκικῶν. Παραπλησίως δὲ τῆς ἀγγελικῆς ἀπαθείας καὶ αὐτοὺς ἐν τῇ ἀναστάσει τῶν σαρκικῶν ἀπηλλαγμένους πολιτεύεσθαι, κρείττους δὲ καὶ ἄλλως ἀγγέλων, ὅτι ἡμῶν μὲν ὀλισθησάντων τὴν φύσιν ἀνέλαβεν ὁ τοῦ Θεοῦ Υἱὸς καὶ ἀνεσώσατο, ἐκείνων δὲ οὐκέτι. Καὶ ζητεῖν δεῖ τὴν αἰτίαν, ὅτι αὐτοὶ μὲν ἐπλάνησαν, ἡμεῖς δὲ τῶν πλανηθέντων. Καὶ ὅτι αὐτοὶ μὲν πολλὰς ἀφορμὰς εἶχον τοῦ μὴ ἐξαμαρτήσαι, τὸ δυσπαθές τε καὶ τὸ πλησιάζειν μᾶλλον Θεῷ καὶ τὸ ἀσώματον. Τοῖς δὲ ῥοπὴν ἐλέου παρέχει καὶ τὸ εὐπαθέστερον καὶ τῷ σώματι καθέλκεσθαί τε καὶ συνδεδέσθαι, καὶ τὸ μεῖζον, ὅτι οὐκ ἐπιγεγένηνται ἐκ τῶν πεσόντων ἕτεροι, δι' οὓς ἂν τὸν φιλάνθρωπον εἷλκεν τὸ πτῶμα πρὸς ἔλεον. Ἀλλ' αὐτοί γε οἱ παραβάντες τὴν παράβασιν διαπαντὸς μένουσι στέργοντες. Ἔτι οὐδ' ὅμοιον οὐδ' ἐγγὺς ἀγγέλων τε φύσεως καὶ ἀνθρώπων ἐπιλαβέσθαι. Τί γὰρ καὶ ὤνησεν τοὺς οὐ πεσόντας; εἰ δὲ διὰ τοὺς πεσόντας, πῶς οὐ χείρους οἱ μὴ πεπτωκότες τῶν πεπτωκότων· ἢ τοῦτο ἐπεργαστέον; Ἔτι σαρκωθεὶς ὁ Λόγος τά τε τῆς ἀρετῆς καὶ τὰ τῆς εὐσεβείας μαθήματα ἡμᾶς ἐξεπαίδευσεν, δι' ὧν ἡμῖν γέγονεν τῇ παρ' αὐτοῦ χάριτι κατορθοῦντας, ἃ ὑπέθετο τῆς τῶν οὐρανῶν βασιλείας ἀδιάδοχος κληρονομία. Ἡ δὲ ἀγγελικὴ φύσις καὶ τῆς ἀρετῆς καὶ τῆς εὐσεβείας εἶχεν τὴν γνῶσιν. Τῆς μὲν ἀρετῆς, ἐξ ὧν τοὺς ὑπ' αὐτῆς ὑποσκελιζομένους πρὸς τἀναντία μεθεῖκέν τε καὶ ὑπεδελέαζεν. Καὶ τῆς εὐσεβείας δ' ὁμοίως, καὶ ἐξ ὧν ἐβόα· « Οἶδά σε τίς εἶ· ὁ ἅγιος τοῦ Θεοῦ· » καὶ, « Ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς· » καὶ μυρία ἄλλα. Ὥστε εἰς μάτην αὐτὴν τῶν ἀγγέλων ὑπήρχετο φύσιν. Ὅτι σαρκοῦται ὁ Λόγος, ὁδὸν ἡμῖν δι' ὧν ἔπραττεν ὑποδεικνύς, δι' ἧς ἡμῖν ἡ πρὸς τὸν οὐρανὸν ἄνοδος πορισθήσεται. Τοῖς δὲ δαίμοσι πρόκειται τὰ ὁμογενῆ τάγματα τῆς ἀρχαίας λήξεως, δι' ὧν πράττοντες τὴν μακαριότητα προδεικνύοντα. Ἀλλ' ἐκεῖνοι γνώμης ἀπονείᾳ οὔτε ἕπονται, οὔτε πρὸς αὐτοὺς ἐπι-
col. 1049–1050page 521 of 591
PG 101:1049στρέφονται· ὥστε περίεργόν ἐστιν ἀγγέλων τὴν τοῦ Θεοῦ φύσιν ὑπελθεῖν. Μᾶλλον δὲ εἰς μείζω καὶ βαρυτέραν, εἴπερ οἷόν τέ ἐστι, τῆς ἀποκειμένης αὐτοῖς κολάσεως. Ἔτι ἀγγέλων εἴπερ ἔμελλεν ὁ Λόγος φύσιν ὑπέρχεσθαι, πῶς ἂν ὑπῆλθεν, τόκου μὴ μεσιτεύοντος; εἰ δ᾽ ἁπλῶς κατ' οἰκείωσιν καὶ σχετικὴν σύνοδον τοῦτο προσῆν τοῖς δαίμοσιν, ἀλλ' ἐκεῖθεν διερράγησαν. Ἔτι τίνος τῶν πεπτωκότων ἐποιεῖτο τὴν κατὰ τὸ ἄκρον οἰκείωσιν; Εἰ μὲν τῶν ἑστώτων, καὶ τί ἂν τὸ πεπτωκὸς ὤνητο; Ἐκείνων γὰρ καὶ πρὶν μενόντων ἐν τοῖς ἀμείνοσι τὸ δαιμόνιον ταλανίζεται. Εἰ δὲ τῶν πεπτωκότων, ποῦ τὸ δίκαιον; Πῶς δ᾽ ἂν οὐκ ἔσχεν χώραν ἐκλέγεσθαι τὸ κατεγνωσμένον Παύλῳ· «Ποιήσωμεν τὰ κακά;» Ἔτι δὲ τόκου ταῖς ἀγγελικαῖς δυνάμεσι μὴ μεσιτεύοντος, οὐδὲ φύσιν ἦν δυνατὸν αὐτῶν ἀναλαβεῖν τὸν Λόγον τοῦ Θεοῦ, ἀλλά τινα τὸν καθ᾽ ἕκαστον. Ὃν δ᾽ ἂν ἔλαβεν, μόνον ἐκεῖνον ἂν καὶ ἔσωξεν. Ὥστε συνέβαινεν ἂν αὐτὸν μυριάκις ἀγγέλων ἄτομα ὑποδύεσθαι. Μᾶλλον δὲ ἀνίλεως εἴη δαιμόνων, οἱ πάσης κακίας ἑαυτοὺς ἀπέδειξαν ὄργανα. ΕΡΩΤΗΣΙΣ ΣΜΕ. Διατί διδασκόμεθα ἀποτάσσεσθαι τῷ Σατανᾷ καὶ οὐχὶ τοῖς πονηροῖς ἀνθρώποις; Ἀποτασσόμεθα τῷ Σατανᾷ καὶ τοῖς ἔργοις αὐτοῦ, καὶ οὐχὶ τοῖς πονηροῖς ἀνθρώποις, πρῶτον μὲν ἵνα μὴ ἀφορμάς, εἰ καὶ μὴ εὐλόγους, ἐκ ταύτης λάβωμεν τῆς ἀποταγῆς, μισεῖν καὶ ἀποστρέφεσθαι καὶ ἐκτρέπεσθαι καὶ ἀποτάσσεσθαι τὸ ὁμόφυλον. Δεύτερον δὲ, εἰ ἀπετασσόμεθα τοῖς πονηροῖς ἀνθρώποις, οὐχ ἡμεῖς δὲ ἀλλὰ καὶ πρὸ ἡμῶν οἱ διδάσκαλοι καὶ ἀπόστολοι, τίς ἂν τῶν ἁμαρτωλῶν ἐσέσωστο, τῆς μὲν ἀποταγῆς τὴν ἀποστροφὴν τικτούσης, τῆς δὲ τὴν παραίνεσιν καὶ διδασκαλίαν συναναιρούσης, ᾗ καὶ ἡ ἐπιστροφὴ καὶ ἡ μεταμέλεια συναναιρεῖται; γ΄. Καὶ τίς ἂν ἐκεῖνος ὁ λέγων, Ἀποτάσσομαι τοῖς ἁμαρτωλοῖς ἢ πονηροῖς ἀνθρώποις; εἰ μὲν λέγοι ἑαυτὸν τῶν ἁμαρτωλῶν, ἑαυτῷ ἂν ἀπετάττετο· εἰ δὲ τῶν δικαίων, ἵνα τἄλλα ἐάσω, ἀλλ' ἐν καιρῷ τῆς μετανοίας καὶ σωτηρίας, βάραθρον ἑαυτῷ μεγαλαυχίας καὶ φαρισαϊκῆς ἀπωλείας διώρυττε. δ΄. Οὐχ ὁ ἄνθρωπος ἀπ' ἀρχῆς, ἀλλ' ὁ πονηρὸς ἠπάτησε. ε΄. Ὁ μὲν Σατανᾶς τὴν κακίαν ἐστὶν ἀμετάβλητος. ς΄. Ἐν τῇ ἀποταγῇ τῶν τοῦ Σατανᾶ ἔργων καὶ ὅσα ἄνθρωπος πράξει, ἐπεὶ ἐκεῖθεν ἐκ τῆς ἀπάτης τὸ σπέρμα, ἐν ἐκείνοις περιέχεται· εἰς γὰρ ἐκεῖνον ἀναφέρεται.

Question CCXLVI - CCXLVIIIQuæstio CCXLVI - CCXLVIII

col. 1051–1052page 522 of 591
Quæstio CCXLV
PG 101:1051Ὁμολογηταὶ δ᾽ ἂν οἱ περὶ Γουρίαν μάρτυρες καλοῖντο, οὐχ ὅτι τὸν Χριστὸν ἐν σταδίῳ διωμολογήσαντο· κοινὸν γὰρ ἀγώνισμα τοῦτο πάντων τῶν μαρτύρων· ἀλλ᾽ ὅτι τῶν ὁμολογιῶν ἃς πρὸς ἀλλήλους ἄνθρωποι τίθενται ἐπόπται καὶ μεσῖται παραληφθέντες, οὔτε τῶν πεπιστευκότων αὐτοῖς τὰς ἐλπίδας ἐψεύσαντο, καὶ τοὺς ἀθετήσαντας τὰ ὁμολογηθέντα τὴν δικαίαν δίκην ἀπήτησαν· ὡς οὖν ἐπόπται θερμοὶ καὶ ἀπαραίτητοι τῶν πρὸς ἀλλήλους τοῖς ἀνθρώποις ὁμολογιῶν γεγενημένοι, εἰκότως τὴν τῶν ὁμολογητῶν ὀνομασίαν διεκληρώσαντο. Σταυροῦται σαρκωθεὶς ὁ τοῦ Θεοῦ Λόγος καὶ Θεός, ἵνα λαμπρῶς ἀδικοῦντα διελέγξῃ τὸν διάβολον, καὶ ἵνα τὸ πρὸς ἀνθρώπους φίλτρον παραστήσῃ ἀνυπέρβλητον, καὶ ἵνα μὴ δόξαν εὐχερὲς τὸ λέγειν αὐτὸν εἶναι Θεόν, πολλοῖς ἀφορμὴ κατασταθῇ θεοποιεῖν ἑαυτούς, καὶ πλάνην καταργῶν πλάνην εἰσαγάγῃ ὀλέθριον· καὶ ἵνα τοῖς ἐν ἐπηρείαις καὶ ἐπιβουλαῖς καὶ κακώσεσι πρὸς θάνατον ἀγούσαις ἐξεταζομένοις, ἑαυτὸν ὑπομονῆς καὶ καρτερίας παράδειγμα προθείς, γενναίως φέρειν καὶ εὐχαρίστως παρασκευάσῃ τὰ συμπίπτοντα· καὶ ἵνα τὸ πανσθενέστατον αὐτοῦ μᾶλλον φανερώσῃ τῆς δυνάμεως· τὸ μὲν γὰρ ῥώμῃ καὶ χειρὶ καὶ ὅπλοις καὶ συμμάχοις τὸν ἀντίπαλον, ἐπαινετὸν μέν, τῶν συνήθως δὲ διαπεπραγμένων καὶ οὐδὲν εἰσάγον θεουργίας ἐξαίρετον· τὸ διὰ θανάτου, αὐτόν τε θάνατον καὶ ᾅδην καὶ διάβολον καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας τοῦ κόσμου καταργῆσαί τε καὶ θριαμβεῦσαι, τοῦτο ἂν εἴη ὡς ἀληθῶς τῆς ὑπὲρ νοῦν καὶ ἔννοιαν παντοκρατορικῆς δυνάμεως τοῦ Θεοῦ· καὶ ἵνα τὴν ὑπερβολὴν τῶν εἰς ἡμᾶς ἀγαθῶν ἐνδειξάμενος, χρεώστας τῆς καθαρᾶς πρὸς αὐτὸν ἀγάπης παραστήσῃ, καὶ τῆς κατὰ τοὺς αὐτοῦ νόμους πολιτείας· δι᾽ ὧν τὸ κέρδος εἰς ἡμᾶς αὐτοὺς ἀναστρέφεται, βασιλείας ἡμῖν κλῆρος ὤν, καὶ ἐν ἀδιηγήτοις διαγωγὴ καὶ ἀπόλαυσις. Πῶς συμβιβασθήσεται τὸ ἀποστολικὸν ῥητόν, τὸ φάσκον· «Τὰ σημεῖα οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις,» τοῖς Δεσποτικοῖς λογίοις τοῖς λέγουσιν· «Ἡ πίστις σου σέσωκέ σε.» Καί· «Οὐκ ἠδύνατο ποιῆσαι σημεῖα διὰ τὴν ἀπιστίαν αὐτῶν·» καὶ ὅσα ἄλλα τὴν αὐτὴν ὑποβάλλει διάνοιαν; Τῷ διερευνῶντι φιλομαθῶς οὐκ ἐργώδης τῶν εἰρημένων ἡ κατανόησις. Τοῖς τε γὰρ ἤδη χρόνῳ πεπιστευκόσι, καὶ μηδεμίαν ἀμφιβολίαν περὶ τοῦ καθ᾽ ἡμᾶς μυστηρίου παραδεχομένοις, ὡσαύτως δὲ καὶ τοῖς τελείως τῇ ἀπιστίᾳ κεκρατημένοις, καὶ μὴ
col. 1053–1054page 523 of 591
PG 101:1053θέλουσι διὰ τῶν σημείων πρὸς τὴν εὐσέβειαν χειραγωγηθῆναι, κενὸν καὶ μάταιον ἡ τῶν σημείων ἐπίδειξις. Τοῖς δέ γε ἐν τῇ ἀπιστίᾳ μὲν τεθραμμένοις, εἶτα ἠρέμα πως τοὺς λογισμοὺς πρὸς τὴν εὐσέβειαν ἐνδιδόναι διανισταμένοις, τούτοις οἰκεία καὶ πρόσφορος τῶν παραδόξων ἔργων ἡ φανέρωσις. Διὰ τοῦτο καὶ ὁ Κύριος οὔτε παρὰ τῶν παντελῶς ἀπίστων πίστιν ἐπιζητεῖ. ᾔδει γὰρ οὐχ εὑρίσκων ἐν αὐτοῖς· οὔτε παρὰ τῶν εἰλικρινῶς πεπιστευκότων. Προειλήφει γὰρ καὶ ταύτην προεισενεγκόντων αὐτῶν. Ζητεῖ δὲ παρ' ἐκείνων, οἱ ἐξ ἀσεβείας εἰς εὐσέβειαν μεταβαλλόμενοι, ἤδη τὴν πίστιν ὠδίνουσιν ἐν ἑαυτοῖς. Τοῖς τοίνυν πιστοῖς οὐ δίδοται τὰ σημεῖα. Περιττόν γάρ. Οὐδὲ τοῖς ἀμεταβλήτως ἔχουσιν ἀπὸ τῆς ἀπιστίας. Εἰς κενόν γάρ. Ἀλλὰ τοῖς ἐξ ἀπιστίας εἰς πίστιν μεταβαλλομένοις. ἂν καὶ ἡ πίστις ἐπιζητεῖται τελεσφορηθῆναι, καὶ τελεσφορουμένη πρόξενος γίνεται τῆς ἀπολαύσεως τῶν θεοσημειῶν. Οὐδὲν οὖν διαμάχεται τοῦ θεσπεσίου Παύλου ἡ φωνὴ τοῖς εὐαγγελικοῖς ῥήμασι. Πρὸς μὲν γὰρ πεπωρωμένους τὴν καρδίαν οὐκ ἠξίου παραδοξοποιεῖν ὁ ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων πάντα πράττων Θεός. Οἱ δὲ εἰλικρινῶς πεπιστευκότες οὐκ ἐδέοντο τούτων εἰς τὸ πιστεῦσαι. Ὑπόλοιπον, πρὸς ἐκείνους θαυματουργίας τὸν τοῦ γένους ἡμῶν Σωτῆρα ἐπιτελεῖν, οἱ οὔπω μὲν πεπιστευκότες ἦσαν, τὴν δὲ τῶν ἀπίστων ἔτι χώραν ἀνεπλήρουν, ὅμως ἐζήτουν, δι' ὧν πιστεύουσιν, καὶ χειραγωγὸν λαμβάνοντες τὰ σημεῖα, εἰς τὴν τῶν πιστῶν μετηλλάττοντο μοῖραν. ΕΡΩΤΗΣΙΣ ΣΜΘ'. Εἰ ἦν ἡ γῆ, πῶς ἐγένετο; λέγει γάρ· Ἡ δὲ γῆ ἦν. Ἠλίθιον τὸ ἐρώτημα· ὁ γὰρ εἰπών· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν,» οὐκ ἀΐδιον δηλονότι ἔφη τὴν γῆν· ἔφη δὲ οὐχ ὅτι ἦν ἡ γῆ ἀπολύτως, ἀλλ' ὅτι ἦν ἀκατασκεύαστος· ἔτι γὰρ ἀόρατος ἦν ἐπικειμένου τοῦ ὕδατος· καὶ ἀκατασκεύαστος, μηδέπω κοσμηθεῖσα βλάστῃ· καὶ διατί τοῦ φωτὸς πρῶτον εἶδος, εἶτα τὸ ὑποκείμενον ἤτοι τὸ ἡλιακὸν σῶμα ὑπέστησεν; ἵνα θαυματουργήσῃ, φησὶν ὁ Θεολόγος, μείζονα· ἐπειδὴ γὰρ τοῖς ἄλλοις ὕλην προϋποστήσας εἰδοποίησεν, ὕστερον τάξιν ἑκάστῳ καὶ σχῆμα καὶ μέγεθος περιθεὶς, ἐνταῦθα παραδοξότερον τῆς ὕλης τὸ εἶδος προϋπεστήσατο· εἶδος γὰρ ἡλίου τὸ φῶς. ΕΡΩΤΗΣΙΣ ΣΝ'. Εἰ τὸ φῶς ὁ Θεὸς ἐδημιούργησεν, οὐκ αὐτὸς τὸ σκότος ἐποίησεν· ἐναντία γὰρ ταῦτα ἀλλήλοις. Ἐναντία μὲν ἀλλήλοις, ἀλλ' ἀναγκαῖα τοῖς ἀνθρώποις ἀμφότερα· καὶ τοῦτο καὶ ὁ Δαβὶδ ἐξυμνῶν τὴν τοῦ Ποιητοῦ μεγαλουργίαν λέγει· «Ἔθου γάρ, φησί, σκότος, καὶ ἐγένετο νύξ,» κ. τ. λ. ἕως· «Ἐξ-

Question CCLIQuæstio CCLI

col. 1055–1056page 524 of 591
Quæstio CCXLIX - CCL
PG 101:1055ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ἀλλ' ὅτι μὲν ἀναγκαῖον τὸ σκότος, δῆλον· ὅτι δὲ οὐκ οὐσία, ἀλλὰ συμβεβηκός, καὶ ἐντεῦθεν ἔστι λαβεῖν· οὐρανοῦ γὰρ καὶ γῆς ἐστιν ἀποσκίασμα· διά τε τοῦτο καὶ φροῦδον γίνεται καὶ εἰς τὸ μὴ ὂν διαλύεται τοῦ φωτὸς ἀνίσχοντος. Τὸ δὲ φῶς οὐσία ἐστὶ καὶ ὑφέστηκε· διὸ καὶ δυόμενον ἀνίσχει· καὶ ἀπιὸν ἐπανέρχεται. γνοίη δ' ἄν τις κἀντεῦθεν ὅτι τὸ σκότος ἐπισυμβέβηκεν· οἶκος γὰρ οὐκ ἔχων φωταγωγοὺς σκότους ἐστὶ πλήρης, εἰσκομισθείσης δὲ λαμπάδος φωτίζεται, οὐ τοῦ σκότους ἄλλοσέ τη μεταβαίνοντος, ἀλλὰ πάμπαν διαλυομένου τῇ τοῦ φωτὸς παρουσίᾳ. Οὐ τοίνυν ἀγέννητος οὐσία τὸ σκότος, οὔτε μήν γεννητή, ἀλλ' ἐκ τῶν γεννητῶν συνισταμένη χρῆσις ἀναγκαία, τοῦ Θεοῦ τὴν σοφίαν κηρύττουσα· αὐτίκα γοῦν καὶ ὁ προφήτης καὶ ἐντεῦθεν ὑμνεῖ τὸν Θεόν· ὁ ποιήσας γάρ, φησί, φῶς καὶ κατασκευάσας σκότος, ἐπὶ μὲν τοῦ φωτὸς ἁρμοζόντως εἰπὼν ὁ ποιήσας· ἐπὶ δὲ τοῦ σκότους, κατασκευάσας· συμβεβηκὸς γάρ ἐστι συνιστάμενον καὶ διαλυόμενον. ΕΡΩΤΗΣΙΣ ΣΝΑ΄. Διατί τὰ θηρία καὶ τὰ ἑρπετὰ πεποιηκεν ὁ Θεός; Δεῖται τὰ παιδία καὶ μορμολυκείων καὶ ἱμάντων καὶ ῥάβδων· καὶ τοῖς μὲν αὐτὰ δεδιττόμεθα, τοῖς δὲ καὶ παιδεύομεν. Καὶ ἡμᾶς τοίνυν προειδὼς ὁ Θεὸς ὡς εἰς ῥαθυμίαν ἐκκλίνοντας, οἷον ἱμάντας τινὰς ἢ μορμολύκεια προκατεσκεύασεν ἡμῖν τὰ θηρία, ἵνα τούτοις ἡμᾶς δεδιττόμενος, πρὸς ἑαυτὸν ἕλκῃ καὶ καλεῖν αὐτὸν εἰς συμμαχίαν παρασκευάζῃ. Ἀλλ' ὥσπερ οἱ τέλειοι τῶν παιδικῶν δειμάτων καταφρονοῦσιν, οὕτω καὶ οἱ τῆς ἀρετῆς τρόφιμοι τὰς τῶν θηρίων οὐ δειμαίνουσι προσβολάς· καὶ γὰρ τῷ Ἀδὰμ πρὸ τῆς ἁμαρτίας παρειστήκει τὰ θηρία τὴν δουλείαν ὁμολογοῦντα· καὶ τῷ Νῶε συνῳχίζετο ἐν τῇ κιβωτῷ· καὶ τῷ Δανιὴλ ἐν τῷ λάκκῳ οἱ λέοντες, καίτοι λίαν λιμώττοντες· καὶ ὁ ἔχις δὲ τῇ Ἀποστόλου χειρὶ τοὺς ὀδόντας ἐμβαλὼν καὶ τῆς ἁμαρτίας τὸ χαῦνον καὶ χαλαρὸν οὐχ εὑρὼν ἀπεπήδησε παραυτίκα καὶ κατὰ τῆς πυρᾶς ἥλατο, ὥσπερ δίκας ἑαυτὸν εἰσπραττόμενος ὅτι τῷ μηδαμόθεν προσήκοντι προσέβαλε σώματι. Καὶ ἡμῶν δὲ ῥᾳθυμούντων ὅμως κηδόμενος ὁ Θεός, τοὺς ἐρημοτέρους ἐκείνοις τόπους καὶ τῆς νυκτὸς ἀπεκλήρωσε τὸν καιρόν, τοῖς ἑρπετοῖς δὲ τοὺς ἐν τῇ γῇ κατένειμε χηραμούς, ὅπως μὴ ῥᾷον ὑπ' αὐτῶν τῶν ἀνθρώπων πημαίνοιτο τὸ γένος· συγχωρεῖ δὲ ἔσθ' ὅτε τινὰς ὑπ' αὐτῶν παραβλάπτεσθαι· ὡς ἂν ἕκαστος δεδιὼς μήτι παραπλήσιον πάθῃ, πρὸς τὸν δυνάμενον σώζειν Θεὸν καταφεύγῃ· ἄλλως τε δὲ ταῦτα καὶ πρὸς πολλὰ τῶν ἀλεξικάκων φαρμάκων συντελεῖ. Μηδεὶς τοίνυν αὐτὸ καθ' ἑαυτὸ τὸ θηρίον ἐξετάζων ἐπιμεμφέσθω τῷ Ποιητῇ, ἀλλὰ τὴν χρείαν ἐπιζητείτω· ἐπεὶ καὶ τὸ σῶμα τὸ ἀνθρώπινον πολλὴν ἔχει καὶ ὥραν καὶ ἁρμο-
col. 1057–1058page 525 of 591
PG 101:1057νίαν καὶ τῶν μορίων τὴν χρείαν· ἀλλ᾽ ἔχει καὶ κόρυζαν καὶ πτύελον καὶ δυσώδη κόπρον· ἀλλ᾽ οὐδεὶς εὖ φρονῶν ἀπὸ τούτων διαβάλοι τὸ ζῶον· δίχα γὰρ τούτων βιῶναι, τῶν ἀδυνάτων· διὰ γὰρ τούτων ἀρδόμενον τέθηλε, καὶ αἷματος καὶ φλέγματος καὶ χολῆς ἑκατέρας· ἀλλ᾽ ὥσπερ διὰ τούτων συνέστηκεν, οὕτως διὰ τούτων ἑνὸς τῶν εἰρημένων πλεονάσαντος ἢ ἑλλείψαντος διόλλυται· καὶ σκυταλίδα εἴ τις ἐκτέμοι τῶν δακτύλων ὄψεται αὐτὴν παντελῶς ἄχρηστον. Προσήκει δὲ διὰ τοῦτο καὶ ἡμᾶς μὴ αὐτὸ καθ᾽ ἑαυτὸ ἀπομερίζοντας τοῦ παντὸς ἕκαστον μέρος ἐξετάζειν τῆς κτίσεως· ἀλλὰ ζητεῖν καὶ ἐπισκοπεῖν εἰ τῷ κοινῷ χρείαν τινὰ συντελεῖ. Καὶ τὰ θηρία αἰδεῖται μὲν τὸν ἄνθρωπον διὰ τὴν ἐξ ἀρχῆς αὐτῷ δοθεῖσαν ἐξουσίαν κατ᾽ αὐτῶν· παραβεβηκότος δὲ τὸν θεῖον νόμον ἔστιν ὅτε καταφρονεῖ. ΕΡΩΤΗΣΙΣ ΣΝΒ'. Τίνι ὁ Θεὸς εἴρηκε· « Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν; » Δηλονότι τῷ ὁμοουσίῳ καὶ ταυτοφυεῖ Υἱεῖ· τούτων γὰρ καὶ μία δύναται γενέσθαι εἰκών. Οἱ δὲ πρὸς τοὺς ἀγγέλους εἰρῆσθαι τοῦτο παραληρήσαντες αἱρετικοί, καὶ πρός γε τοὺς δαίμονας τὸ ἀθεώτερον, λίαν εἰσὶν ἀνόητοι· τίνα γὰρ κοινωνίαν ἔχει εἰκὼν Θεοῦ καὶ ἀγγέλων ἢ δαιμόνων; ᾗ γὰρ οὐσία ἀσυγκρίτῳ λόγῳ διενήνοχε, τίς μηχανὴ τούτων τὴν αὐτὴν εἰκόνα ἐννοῆσαι; Ἰουδαίων γὰρ ἄν τις καὶ γελάσειε τὴν ἄνοιαν· πρὸς ἑαυτὸν γὰρ τοῦτο τὸν Θεόν φασιν ἀποφήνασθαι, κατά τινα μίμησιν τῶν· καίτοι εἰ καὶ πληθυντικῶς καὶ τὸ κελεύομεν καὶ τὸ ποιήσωμεν προφέρεται, ἀλλ᾽ οὖν πολλὴν ἔχει πρὸς ἄλληλα τὴν διαφοράν· τὸ μὲν γὰρ ποιήσωμεν, ὥσπερ ἐπὶ κοινωνίᾳ τῆς πράξεως τὸν ἰσότιμον καλεῖ· τὸ δὲ κελεύομεν ἢ γράφομεν, εἰ καὶ πληθυντικῶς ἐσχημάτισται, ἀλλ᾽ οὐδαμῶς ἑτέρου κλῆσιν εἰς συνεργίαν δίδωσιν ἐννοεῖν· ἄλλως τε τὸ μὲν γράφομεν καὶ κελεύομεν, ἔχει πρόσωπον φανερὸν πρὸς ὃ λέγεται· δῆλον γὰρ ὡς πρὸς τὸν ὑπεξούσιον· ἐνταῦθα δὲ τὸ ποιήσωμεν, μάλιστά γε διὰ τὴν ἐπαγωγὴν τοῦ κατ᾽ εἰκόνα, οὐδαμῶς δίδωσι πρόσωπον ἄλλο παρὰ τὸν Υἱὸν καὶ τὸ πανάγιον Πνεῦμα ἐννοεῖν, τὰς μεγάλας πιστευόμενον ἀρχάς, οἱ λέγειν εἰώθεσαν κελεύομεν, καὶ γράφομεν, καὶ προστάττομεν, καὶ τὰ ὅμοια· καίτοι τὰ πλεῖστα ἑνικῶς ἡ θεία Γραφὴ προφέρει λέγοντα τὸν τῶν ὅλων Θεόν· «Καιρὸς γὰρ παντὸς ἥκει ἐναντίον ἐμοῦ·» καί, «Ἐνεθυμήθην ὅτι ἐποίησα τὸν ἄνθρωπον·» καί, «Ἀπαλείψω τὸν ἄνθρωπον·» καί, «Οὐκ ἔσονται θεοὶ ἕτεροι πλὴν ἐμοῦ·» καὶ μυρία· ὀλιγάκις δὲ πληθυντικῶς σχηματίζει τῶν τῆς Τριάδος προσώπων ἐμφαίνων τὸν ἀριθμόν· ὥσπερ τό, «Δεῦτε, καὶ καταβάντες συγχέωμεν τὰς γλώσσας·» καὶ περὶ οὗ νῦν ὁ λόγος· καὶ γὰρ ἐνταῦθα ἐπειδὴ τὸ λογικὸν ζῶον διέπλαττεν ὁ Θεός· ὁ καὶ ἀνακαινίζειν μετὰ πολλὰς ἔμελλεν γενεὰς ταῖς τῆς ἁγίας Τριάδος ἐπικλήσεσι τελεσιουργῶν τὸ πανάγιον βάπτισμα, μέλλων δημιουργεῖν τὴν ἐκεῖνα τὰ μυστήρια παραλη-

Question CCLIIIQuæstio CCLIII

col. 1059–1060page 526 of 591
Quæstio CCLII
PG 101:1059ψομένην φύσιν, αἰνιγματωδῶς καὶ τὸ ταὐτὸν τῆς οὐσίας καὶ τὸν τῶν προσώπων παρεδήλωσεν ἀριθμόν· διὰ μὲν γὰρ τοῦ εἰπεῖν, Εἶπεν ὁ Θεὸς, τὸ κοινὸν τῆς θείας δεδήλωκε φύσεως· ἐπαγαγὼν δὲ τὸ, Ποιήσωμεν, ἐνέφηνε τῶν προσώπων τὸν ἀριθμόν· πάλιν εἰπὼν ἐνικῶς εἰκόνα τὸ ταὐτὸν τῆς φύσεως ἔδειξεν· ἡμετέραν δὲ προσθεὶς, τὸν τῶν ὑποστάσεων ἀριθμόν· ἅπαντα γὰρ προορῶν ὁ τῶν ἀπάντων Θεὸς καὶ τὴν τοῦ Μονογενοῦς ἐνανθρώπησιν, ὡς ταύτην τὴν φύσιν ἐκ πανάγνου τῆς Παρθένου λήψεται, μάλα εἰκότως καὶ αὐτὴν τοῦ γένους τὴν κρηπίδα τιμῆς μεγίστης ἠξίωσε. Πρῶτον μὲν γὰρ βουλὴν τῆς δημιουργίας προέταξεν, ἵνα τοῦ δημιουργουμένου τὸ λογικὸν προσημάνῃ· εἶτα τῶν προσώπων τῆς θεότητος παρεδήλωσε τὸν ἀριθμόν, ἵνα τὰ τῆς θεολογίας ὁ πλαττόμενος ἄνθρωπος λάβῃ αἰνίγματα, καὶ ὁ τοῦ παναγίου βαπτίσματος ἀξιούμενος γινώσκῃ σαφῶς ὅτι ὁ πλάσας καὶ διέσωσε, καὶ ὁ σώσας αὐτὸς καὶ διέπλασε· πρὸς δὲ τούτοις καὶ οἷον αὐτουργὸς τῆς διαπλάσεως γενόμενος, ἔδειξε τὴν πλείονα περὶ τόδε τὸ πλάσμα φιλοστοργίαν· ἀλλ᾽ οὔτε χεῖρας ἔχειν τὸ θεῖόν φαμεν οὔτε δεῖσθαι βουλῆς τινος καὶ προθεωρίας, ἵνα κατὰ τοὺς Πλάτωνος μύθους πρὸς τὴν τῆς ἐνθυμήσεως ἰδέαν κατασκευάσῃ τὸ ποίημα· ἀλλὰ καὶ τούτων ἕκαστον τὴν πλείονα τοῦ Θεοῦ περὶ τὸ ζῶον κηδεμονίαν δηλοῖ. ΕΡΩΤΗΣΙΣ ΣΝΓ. Τί ἐστι τὸ «Κατ' εἰκόνα»; Τινὲς τὸ ἀόρατον τῆς ψυχῆς τὸ κατ' εἰκόνα εἰρήκασιν· ἀλλ᾽ εἰ τοῦτο, πολλῷ μᾶλλον κατ' εἰκόνα ὑπῆρχον ἂν οἱ ἄγγελοι· τινὲς δὲ λίαν ἀνοήτως τὸ ἀνθρώπινον κατ' εἰκόνα θείαν γεγενῆσθαί φασιν, ἀπατηθέντες ἐκ τοῦ λέγειν πολλάκις ἐπὶ Θεοῦ τὴν θείαν Γραφὴν ὀφθαλμοὺς καὶ χεῖρας καὶ τὰ ὅμοια, μὴ συνιδόντες ὡς ἀνθρώποις δι᾽ ἀνθρώπων διαλεγόμενος ὁ Θεὸς τῇ τῶν ἀκουόντων ἀσθενείᾳ τοὺς λόγους μετρεῖ· καὶ ἐπειδὴ δι᾽ ὀφθαλμῶν ὁρῶμεν ἡμεῖς, τὴν ὀπτικὴν αὑτοῦ δύναμιν ὀφθαλμοὺς ὀνομάζει· ὥσπερ καὶ ὦτα τὸ ἀκουστικόν· καὶ τὸ πρόσταγμα στόμα· καίτοι τὸ ἀπερίγραφον τοῦ Θεοῦ πολλαχοῦ τῆς Γραφῆς ἔστιν ἐκμαθεῖν· τινὲς τοίνυν τῶν διδασκάλων οὕτως ἐνόησαν τὸ, «κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν,» ὅτι τὴν κτίσιν τὴν αἰσθητήν τε καὶ νοητὴν πεποιηκὼς ὁ τῶν ὅλων Θεὸς τὸν ἄνθρωπον διέπλασεν ἔσχατον· οἷόν τινα εἰκόνα αὑτοῦ ἐν μέσῳ τεθεικὼς τῶν ἀψύχων καὶ αἰσθητῶν καὶ νοητῶν· ἵνα τὰ μὲν ἄψυχά τε καὶ ἔμψυχα τούτῳ προσφέρῃ ὥσπερ τινὰ φόρον τὴν χρείαν· αἱ δὲ νοηταὶ φύσεις ἐν τῇ περὶ τοῦτον κηδεμονίᾳ, τὴν περὶ τὸν πεποιηκότα δεικνύουσιν εὔνοιαν. Τινὲς δὲ τὸ κατ' εἰκόνα Θεοῦ κατὰ τὸ ἀρχικὸν γεγενῆσθαι τὸν ἄνθρωπον ἔφησαν· ἐπήγαγε γὰρ, φασίν· «Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης,» κ. τ. λ. Ὥσπερ γὰρ αὐτὸς ἔχει τῶν ὅλων τὴν δεσποτείαν, οὕτω καὶ δέδωκε τῷ ἀνθρώπῳ τῶν ἀλόγων τὴν ἐξουσίαν.
col. 1061–1062page 527 of 591
PG 101:1061Ἔστι μέντοι καὶ ἄλλα εὑρεῖν ὡς ἀρχετύπου μιμήματα· δημιουργεῖ γὰρ καὶ ἄνθρωπος κατὰ μίμησιν τοῦ πεποιηκότος Θεοῦ καὶ οἰκίας καὶ τείχη καὶ πόλεις καὶ λιμένας, οὐρανοῦ ἐκτυπώματα, καὶ ἡλίου καὶ σελήνης καὶ ἀστέρων καὶ ἀνθρώπων καὶ ἀλόγων ζώων εἰκόνας· εἰ καὶ τὸ τῆς δημιουργίας διάφορον ἄφατον, ἀλλ' ὅμως δημιουργῶν ὁ ἄνθρωπος ἀμηγάπη, τὸν οἰκεῖον μιμεῖται ποιητὴν ὡς εἰκὼν τὸ ἀρχέτυπον· καὶ γὰρ ἡ εἰκὼν ἔχει τὰ τοῦ ἀρχετύπου ἐνδάλματα· ἀλλὰ τὸ μὲν τῶν μορίων εἶδος ἔχει, τὰς δὲ ἐνεργείας οὐκ ἔχει· ἐστέρηται γάρ ψυχῆς δι' ἧς κινεῖται τὸ σῶμα· οὕτω πάλιν καὶ βασιλεύει ὁ ἄνθρωπος καὶ κρίνει κατὰ μίμησιν τοῦ τῶν ὅλων Θεοῦ· ἀλλ' ὁ μὲν καὶ μαρτύρων καὶ κατηγόρων δεῖται καὶ μυρίων ἄλλων ἐν τῇ συγκρίσει· ὁ δὲ οὐδενός· πάντα γὰρ καὶ πρὶν γενέσθαι οἶδεν· οὕτω καὶ θεὸς ὁ ἄνθρωπος ὠνομάσθη· διότι καὶ εἰκὼν ἐκλήθη Θεοῦ· καὶ γὰρ ὁ Παῦλός φησιν· Ἀνὴρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων· ἀλλὰ πάλιν ὁ μὲν Θεὸς καὶ τὴν φύσιν ἐστὶν ὅπερ καλεῖται· ὁ δὲ ἄνθρωπος ὡς εἰκὼν τοὔνομα μόνον ἔχει· πάλιν ἀπερίγραφον κυρίως μὲν καὶ ἀληθῶς ὁ Θεός· μιμεῖται δὲ αὐτό πως καὶ ὁ ἀνθρώπινος λογισμός· ἐν ἀχαρεῖ γὰρ περινοστεῖ τά τε ἑῷα καὶ τὰ ἑσπέρια καὶ τὰ νότια καὶ τὰ βόρεια καὶ δὴ καὶ τὰ οὐράνια καὶ τὰ ὑποχθόνια· ἀλλ' ὁ μὲν τῇ τοῦ λογισμοῦ μόνῃ φαντασίᾳ· Θεὸς δὲ καὶ τῇ οὐσίᾳ καὶ τῇ σοφίᾳ καὶ τῇ δυνάμει τὸ ἀπερίγραφον ἔχει· εὕροι δ' ἄν τις καὶ ἑτέραν μίμησιν ἀκριβεστέραν ἐν τῇ ψυχῇ τοῦ ἀνθρώπου· ἔχει γὰρ αὐτὴ ἐν ἑαυτῇ καὶ τὸ λογικὸν καὶ τὸ ζωτικόν· καὶ γεννᾷ μὲν ὁ νοῦς τὸν λόγον· συμπρόεισι δὲ τῷ λόγῳ πνεῦμα, οὐ γεννώμενον καθάπερ ὁ λόγος, συμπαρομαρτοῦν δ' ἀεί. Ἀλλὰ ταῦτα ὡς ἐν εἰκόνι πρόσεστι τῷ ἀνθρώπῳ· διὸ ἀνυπόστατός ἐστι καὶ ὁ λόγος καὶ τὸ πνεῦμα· ἐπὶ δὲ τῆς ἁγίας Τριάδος τρεῖς νοοῦμεν τὰς ὑποστάσεις καὶ ἀσυγχύτως ἡνωμένας καὶ καθ' ἑαυτὰς ὑφεστώσας. ΕΡΩΤΗΣΙΣ ΣΝΔ'. Ἀγαθὸν τὸν Θεὸν ὀνομάζοντες, πῶς αὐτῷ περιάπτετε τοσαύτην ἀποτομίαν; Ὠμότητα γὰρ καὶ ἀπήνειαν τὸ διὰ βρώσιν ὀλίγην τοσαύτην ἐπενεγκεῖν τιμωρίαν, οὐ τοῖς ἡμαρτηκόσι μόνον, ἀλλὰ καὶ τοῖς ἐξ ἐκείνων βεβλαστηκόσιν. Πρῶτον προσήκει πεπεῖσθαι τοὺς εὐσεβεῖν προαιρουμένους ὡς πᾶν ὁτιοῦν ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων γινόμενον ἢ κελευόμενον καὶ ὅσιον καὶ δίκαιον καὶ ἀγαθὸν καὶ φιλάνθρωπον· ἔπειτα εἰδέναι χρὴ ὡς πᾶς νόμος εἰ καὶ περὶ μικρῶν τινων διαγορεύει, τὴν ἴσην ἔχει δύναμιν τῷ τὰ μέγιστα κελεύοντι δρᾶν, καὶ διαφερόντως ὅταν θεῖος ᾖ ὁ νόμος· αὐτίκα γοῦν ὁ περιτέμνεσθαι κελεύων, οὐδεμίαν παραβαινόμενος τῷ πέλας ἐξεργάζεται βλάβην· ἀλλ' ὅμως ὁ νομοθέτης φησίν, Ὅτι πᾶς ἄρσην ἀπερίτμητος ὃς οὐ περιτμηθήσεται τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται

Question CCLIVQuæstio CCLIV

col. 1063–1064page 528 of 591
PG 101:1063καὶ ἣν ὥρισε τοῖς ἀνδροφόνοις καὶ μοιχοῖς τιμωρίαν, ταύτην δὴ τούτοις ἐπλήρωσεν. Εἰ δὲ Μαρκίων καὶ οἱ τῆς αὐτῆς δυσσεβείας διὰ ταῦτα μάλιστα τὸν νόμον καὶ αὐτὸν κακίζουσι τὸν νομοθέτην, ἐκ τοῦ Εὐαγγελίου ἐπιστομιζέσθωσαν· «Ὁ γὰρ λάγνως ὁρῶν γυναῖκα ὡς μοιχὸς ἐκείνῳ κρίνεται·» καί, «Ὁ ῥακά λέγων τὸν ἀδελφόν, γραφῆς ὑπεύθυνος· καὶ ὁ εἰκῆ ὀργιζόμενος, ἔνοχος τῇ κρίσει· καὶ ὁ μωρὸν καλῶν, ἄξιος τῆς γεέννης·» τί γὰρ τὸν μὲν ἀγαθὸν ὀνομάζουσιν, ἀπηνῆ δὲ τὸν τῆς Παλαιᾶς νομοθέτην; ταῦτα γὰρ ἐκείνων κατὰ τὸν τούτων ὅρον ὠμότερα· ἡμεῖς δὲ καὶ τούτους κἀκείνους ἴσμεν τοὺς νόμους ἑνός· τὸ δὲ διάφορον ἡ τῶν νομοθετουμένων ποιότης εἰργάσατο· οἷα γὰρ σοφὸς διδάσκαλος τοῖς μὲν ἀτελέσι τὰ ἀτελῆ, τοῖς δὲ τελείοις τὰ τέλεια προσενήνοχε. Πρὸς δὲ τούτοις σκοπητέον καὶ τοῦτο, ὅτι τοῖς πρώτοις παραβαίνουσι τοὺς νόμους δίχα συγγνώμης ἐπιφέρονται αἱ τιμωρίαι, ὥστε τοὺς ἄλλους ὁρῶντας τὴν κόλασιν μὴ παραβαίνειν· οὕτως ὁ πρῶτος ἐν Σαββάτῳ ξύλα συλλέξας ὑπὸ παντὸς τοῦ λαοῦ κατελεύσθη· χρόνῳ δὲ ὕστερον πολλῶν τὸν περὶ Σαββάτου νόμον παραβεβηκότων, μακροθύμως ὁ νομοθέτης ἤνεγκεν· οὕτω Κάϊν πρῶτος φονεύσας ἀνηκέστοις τιμωρίαις περιβάλλεται, πολλῶν φονέων ὕστερον οὐ παραυτίκα δόντων τὰς τιμωρίας· ἔδει τοίνυν καὶ τὸν Ἀδὰμ δεξάμενον τὸν νόμον, καὶ νόμον κουφότατον (τῶν παντοδαπῶν γὰρ καρπῶν αὐτῷ ἐδεδώκει τὴν ἀφθονίαν, ἑνὸς δὲ μόνου ἀπηγορεύσει), δοῦναι δίκας τοῦ πλημμελήματος εἰς ὠφέλειαν τοῦ γένους· εἰ δὲ δυσόργητος ὤν, ὡς ὁ δυσώνυμος ἔφη Μαρκίων, διὰ βρῶσιν ὀλίγην τὴν τοῦ θανάτου τιμωρίαν ἐπήνεγκε, πῶς ἀπάντων ἀνθρώπων εἰς ἀσέβειαν ἐξοχειλάντων καὶ παρανομίαν, οὐ πανωλεθρίαν ἐπήνεγκεν; ἀλλὰ καὶ τὸν Υἱὸν ἔδωκε καὶ τὴν διὰ τοῦ πάθους καὶ σταυροῦ ἐδωρήσατο σωτηρίαν· καίτοι δῆλον τοῖς τὰ θεῖα πεπαιδευμένοις ὡς οὐδὲν ἐκ μεταμελείας ποιεῖ ὁ Θεός· τοῦτο γὰρ ἴδιον τὸ πάθος τῶν τρεπτὴν ἐχόντων τὴν φύσιν, ἔτι δὲ καὶ τὸ μέλλον ἀγνοούντων· ὁ δὲ Θεὸς καὶ τὰ μήπω γεγενημένα ὡς ἤδη γεγενημένα ὁρᾷ· διὸ καὶ τὸν Ἀδὰμ προειδὼς ὅτι θνητὸς γενήσεται τὴν ἐντολὴν παραβάς, τοιαύτην αὐτοῦ καὶ τὴν φύσιν εἰς ἄρρεν καὶ θῆλυ προκατεσκεύασε· τῶν γὰρ θνητῶν καὶ παιδοποιίας δεομένων εἰς τὴν τοῦ γένους διαμονὴν ἡ τοιαύτη τῶν σωμάτων διάπλασις· ἡ γὰρ ἀθάνατος φύσις οὐ δεῖται τοῦ θήλεος· τούτων χάριν ὁ Ποιητής, τὸν μὲν τῶν σωμάτων ἀριθμὸν ὁμοῦ παρήγαγε, τῶν δὲ θνητῶν ζώων ἀνὰ δύο· καθ' ἕκαστον δημιουργησάμενος, τῆς αὔξης αὐτοῖς τὴν εὐλογίαν προσήνεγκεν. Ταῦτα τοίνυν προορῶν ὁ Θεὸς οὐ μόνον εἰς ἄρσεν καὶ θῆλυ τὸν ἄνθρωπον διέπλασεν, ἀλλὰ καὶ τὴν περὶ τῆς βρώσεως αὐτοῖς νόμον ἔδωκεν. «Ἰδοὺ γάρ, φησίν, ἔδωκα ὑμῖν πάντα χόρτον σπόριμον καὶ ἑξῆς· ὑμῖν δέδωκα εἰς βρῶσιν·» καὶ ταῦτα πρὸ τῆς ἐντολῆς· οὐ τοίνυν ὀργῆς ἡ τιμωρία ἀλλ' οἰκονομία σοφίας
col. 1065–1066page 529 of 591
PG 101:1065μεστή· ἵνα γὰρ μισήσῃ τὴν ἁμαρτίαν τὸ τῶν ἀνθρώπων γένος ὡς αἰτίαν θανάτου γεγενημένην, μετὰ τὴν παράβασιν τῆς ἐντολῆς ἐπιφέρει τοῦ θανάτου τὴν ψῆφον ὁ πάνσοφος, τοῦτο μὲν τὸ περὶ τὴν ἁμαρτίαν μηχανώμενος μίσος, προευτρεπίζων δὲ τῷ γένει τῆς σωτηρίας τὸ φάρμακον, τὴν τοῦ Μονογενοῦς ἐνανθρώπησιν· δι' ἧς ἡμῖν ἡ ἐκ νεκρῶν ἀνάστασις καὶ ἡ ἀθανασία διαπεπραγμάτευται· τί δὲ καὶ ἀπηνὲς ἢ ἀπόφασις ἔχει; «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.» Ἀπὸ γῆς σε, φησίν, εἰς ἀμείνω πολλῷ φύσιν μετεσκεύασα· ἐπεὶ δὲ φυλάξαι μου τὴν ἐντολὴν οὐκ ἠθέλησας, πρὸς τὴν προτέραν ἐπανελεύσῃ φύσιν· ἀνθέτου δὲ καὶ σμικρὸν εἶναι δοκεῖ τὸ ἁμάρτημα; Ὁ μὲν πάντων ἔδωκε τὴν ἐξουσίαν, ἑνὸς δὲ μόνου ἀπεῖρξεν· ὁ δὲ καταλιπὼν ἅπαντα, τοῦτον καὶ μόνον καὶ πρῶτον ἐτρύγησε τὸν καρπόν· τοῦτο γὰρ αὐτῷ καὶ ὁ Δεσπότης ἐμέμψατο. Τίς γάρ, φησίν, ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου οὗ ἐνετειλάμην σοι τούτου μόνον μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες; δεδήλωκε δὲ καὶ ὁ διάβολος μὴ φαγεῖν αὐτοὺς ἀπό τινος ἄλλου ξύλου. Δι' ὧν ἔφη τῇ Εὔᾳ· Τί ὅτι εἶπεν ὁ Θεός, Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ ἐν παραδείσῳ; εἰ γὰρ οἶδεν ἐδηδοκότας, οὐκ ἂν ᾠήθη περὶ πάντων αὐτοὺς τῶν δένδρων εἰληφέναι τὴν ἐντολήν· οὐ μικρὰ τοίνυν ἡ παράβασις· πρώτου γὰρ μετέλαβον, οὗ μόνου μὴ μετασχεῖν ἐκελεύσθησαν. ΕΡΩΤΗΣΙΣ ΣΝΕ. Τίνας υἱοὺς θεοῦ κέκληκε Μωϋσῆς; Οἱ μὲν τοὺς ἀγγέλους ὑπονοήσαντες, μαίνονται· υἱοὺς δὲ κέκληκε νῦν τοῦ Θεοῦ τοὺς ἐκ τοῦ Σὴθ καταγομένους· εἰποῦσα γὰρ ἡ Γραφὴ ὅπως ἐκ τοῦ Σὴθ ὁ Ἐνὼς ἐγεννήθη, προσέθηκεν· «Οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ·» ὁ δὲ Ἀκύλας φησί· Τότε ἤρξατο καλεῖν ἐν ὀνόματι Κυρίου· αἰνίττεται δὲ ὡς διὰ τὴν εὐσέβειαν οὗτος πρώτος τῆς θείας προσηγορίας τετύχηκε καὶ ὑπὸ τῶν συγγενῶν ὠνομάσθη Θεός· ὅθεν οἱ ἐκ τούτου φύντες, υἱοὶ Θεοῦ ἐχρημάτιζον· διὸ καὶ ὁ Κύριος διὰ τοῦ προφήτου Δαβίδ· «Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες·» καί· «Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν· ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ·» οὕτω δὲ ὀνομάζει τοὺς ἄρχοντας· καὶ γὰρ ἐπάγει· «Ἕως πότε κρίνετε ἀδικίαν καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε;» καὶ ἑξῆς· καὶ πολλαχοῦ τῆς Γραφῆς εὑρήσεις θεοὺς τοὺς διαφέροντας τῶν πολλῶν ἀνθρώπων ὀνομαζομένους· οἱ τοίνυν τοῦ Σὴθ ἀπόγονοι εἴτε ἐκ τοῦ Ἐνώς, ὃς Θεός ἐπεκλήθη πρῶτος, ἐκφύντες, εἴτε ἁπλῶς ὡς εὐσεβείᾳ τῶν ἐκ τοῦ Κάϊν τεχθέντων διαφέροντες, υἱοὶ Θεοῦ ἐκαλοῦντο, καὶ οὐκ ἐμίγνυντο τοῖς ἐκ τοῦ Κάϊν διὰ τὴν ἐπενεχθεῖσαν αὐτῷ παρὰ τοῦ Θεοῦ τῶν ὅλων ἀράν· χρόνῳ δὲ ὕστερον εὐειδεῖς θεασάμενοι τὰς ἐκ τῆς τοῦ Κάϊν συγγενείας θυγατέρας, καὶ καταθελχθέντες, ὡς εἰκός, τοῖς παρ' αὐτῶν ἐπινοηθεῖσι μουσικοῖς

Question CCLVI - CCLVIIQuæstio CCLVI - CCLVII

col. 1067–1068page 530 of 591
Quæstio CCLV
PG 101:1067ὀργάνοις (ὁ γὰρ Ἰωβὰλ ἐξ αὐτῶν ἀνθήσας ψαλτήριον καὶ κιθάραν κατέδειξεν), ἐπεμίγησαν αὐταῖς καὶ διέφθειραν τὴν οἰκείαν εὐγένειαν, καὶ θεήλατον τιμωρίαν ἐδέξαντο, καρπὸν τῆς παρανομίας τὴν παν­ωλεθρίαν εὑράμενοι· ἐκεῖνο μέντοι ἐπισημήνασθαι χρή, ὡς οὐχ ἁπλῶς αὐτῶν ἁμαρτίαν ὁ θεῖος λόγος κατηγορεῖ, ἀλλὰ τὴν μετ' ἐπιμελείας καὶ σπουδῆς παρανομίαν· τοῦτο γὰρ δηλοῖ τό, Πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας· οἱ μὲν γὰρ δυσχεραίνοντες τῆς ἁμαρτίας τὴν ὑπερβολήν, ἡττώμενοι δὲ διὰ τὴν τοῦ νοῦ ῥᾳθυμίαν, οὐ πονηρίᾳ, εἶτα ὕστερον ἀλγοῦντες καὶ στένοντες ἔχουσί τινα μετρίαν ἀμηγέπη παραίτησιν· οἱ δὲ εἰς ἀκολασίαν καὶ πονηρίαν παντάπασιν ἀποκλίναντες, ὥστε καὶ προσεπινοεῖν νεωτέρας κακίας ἰδέας, ποίας ἄξιοι συγγνώμης; ΕΡΩΤΗΣΙΣ ΣΝϚ'. Τοῦ νόμου μήπω τεθέντος ὃς διαγορεύει τιμᾶν τὸν πατέρα καὶ τὴν μητέρα, πῶς ὁ Χὰμ ὡς πατραλοίας κρίνεται; Τῇ φύσει τοὺς ἀναγκαίους νόμους ἐντέθεικεν ὁ Θεός· οὕτω τὸν Κάϊν κατέκρινεν, ἐπειδήπερ αὐτὸν ἡ φύσις ἐδίδασκεν ὡς ὁ φόνος παράνομον· αὐτίκα γοῦν δόλῳ χρησάμενος συνεργῷ, πόῤῥω τῶν γεγεννηκότων ἀπάγων ἀνεῖλε τὸν ἀδελφόν, καὶ τοῦ Θεοῦ πυνθανομένου, «Ποῦ Ἄβελ ὁ ἀδελφός σου;» ἠρνήθη, δηλονότι ὡς ἐπιστάμενος κακὸν εἶναι τὸ τολμηθέν· ἐλεγχθεὶς δὲ ὑπὸ τοῦ δικαίου Κριτοῦ, ὡμολόγησεν ὑπὲρ συγγνώμην ἡμαρτηκέναι· «Μείζων γὰρ ἡ ἁμαρτία μου τοῦ ἀφεθῆναι με»· καὶ μέντοι καὶ ὁ Ἀδὰμ τῆς θείας ἐπιφανείας αἰσθόμενος ἐπειράθη λαθεῖν, καὶ εἰδὼς ὅτι δὴ τὸ κλέπτειν κακόν· οὕτω δὴ ὁ Χὰμ τὴν τοῦ πατραλοίου κατηγορίαν ἐδέξατο ὡς παραβὰς τὸν τῆς φύσεως νόμον· ὅτι δὲ καὶ τὸ γεραίρειν τοὺς γεγεννηκότας ἡ φύσις ἐδίδασκε, μαρτυροῦσιν οἱ τοῦ Χὰμ ἀδελφοὶ οἱ μετὰ πολλῆς αἰδοῦς τὸν πατέρα συγκαλύψαντες. ΕΡΩΤΗΣΙΣ ΣΝΖ'. Τί δήποτε τοῦ Χὰμ ἐπταικότος, ὁ ἐκείνου παῖς ἠράθη; Κοινῇ πάντες μετὰ τὴν τοῦ κατακλυσμοῦ παύλαν τῆς θείας μετέλαχον εὐλογίας· τολμηρὸν τοίνυν ὑπέλαβεν ὁ Νῶς ἐπάγειν ἀρὰν τῷ τῆς θείας εὐλογίας μετειληχότι· τούτου χάριν τῷ ἐκείνου παιδὶ ταύτην περιέθηκεν· ἔχει δὲ ἡ τιμωρία τὸ δίκαιον· ἐπειδὴ γάρ υἱὸς ὢν ἐξήμαρτεν εἰς πατέρα, διὰ τῆς τοῦ παιδὸς ἀρᾶς δέχεται τιμωρίαν· πρὸς δὲ τούτῳ σκοπητέον κἀκεῖνο· ὡς εἰ αὐτὸς ὁ Χὰμ ἐδέξατο τὴν ἀράν, εἰς ὅλον ἂν διέβη τὸ γένος ἡ τιμωρία· ἐκ δὲ τούτου ἐβλάστησαν Αἰθίοπες καὶ Αἰγύπτιοι καὶ Λιβύη πᾶσα καὶ Φοινίκη καὶ Παλαιστίνη· ἵνα τοίνυν μὴ ἅπαν
col. 1069–1070page 531 of 591
PG 101:1069τὸ γένος περιβάλῃ τῇ τιμωρίᾳ, εἰς τὸν νεώτατον υἱὸν τὴν τιμωρίαν παρέπεμψε· καὶ τοῦτο δὲ εἰδέναι προσήκει ὡς πρόῤῥησίς ἐστιν οὐκ ἀρὰ· τοῦ δικαίου τὰ ῥήματα· ἐπειδὴ γὰρ ἤμελλεν ὁ Ἰσραὴλ ἐκ τοῦ Σὴμ κατάγων τὸ γένος τῆς Παλαιστίνης κύριος ἔσεσθαι, ταύτην δὲ πάλαι ᾤκουν οἱ ἐκ τοῦ Χαναάμ, εἰς ἀρὰν σχηματίζει τὴν πρόῤῥησιν, προαγορεύων μὲν τὰ ἐσόμενα, δεδιττόμενος δὲ τοὺς ὕστερον ἐσομένους μὴ πλημμελεῖν εἰς γονέας· καὶ τοῦτο σαφῶς ἡμᾶς ἡ τοῦ Σὴμ εὐλογία διδάσκει· «Εὐλογητὸς γὰρ Κύριος ὁ Θεὸς τῷ Σήμ· ἔσται Χαναὰν παῖς· πλατύναι ὁ Θεὸς τῷ Ἰάφεθ· καὶ κατοικησάτω ἐν τοῖς σκηνώμασι τοῦ Σήμ·» καὶ τοῦ Ἰάφεθ τὴν πολυγονίαν προείρηκε, τοῦ δὲ Σὴμ τὴν εὐσέβειαν· τὸν γὰρ Θεὸν ἐν τοῖς σκηνώμασι τοῦ Σὴμ κατοικήσειν προείρηκε· κατῴκησε δὲ ἐν τοῖς τοῦ Σὴμ πατριάρχαις καὶ ἐν τοῖς ἐκ τούτων βεβλαστηκόσι προφήταις, καὶ ἐν τῇ σκηνῇ πρότερον καὶ ἐν τοῖς Ἱεροσολύμοις ὕστερον· ἀκριβὲς δὲ τέλος ἔσχηκεν ἡ προφητεία τὸ τῆς οἰκονομίας μυστήριον· ὅτε αὐτὸς Θεὸς Λόγος ἐνηνθρώπησε καὶ ναὸν ἑαυτοῦ προσηγόρευσεν ἣν ἐκ σπέρματος Δαβὶδ καὶ Ἀβραὰμ ἔλαβε σάρκα· ἐκ τοῦ Σὴμ γὰρ καὶ οὗτοι κατήγον τὸ γένος· ἡ δὲ Χαναὰν δουλεία ἐν τοῖς Γαβαωνίταις τὸ τέλος ἐδέξατο. ΕΡΩΤΗΣΙΣ ΣΝΖ. Πῶς Ἀβραὰμ πιστὸς ὀνομάζεται εἰρηκὼς τῷ Θεῷ, «Κατὰ τί γνώσομαι τοῦτο ὅτι κληρονομήσω αὐτήν;» Τὸ «Κατὰ τί γνώσομαι;» οὐκ ἀπιστοῦντός ἐστιν ἀλλὰ μαθεῖν ποθοῦντος τῆς κληρονομίας τὸν τρόπον· ἐπειδὴ γὰρ ἑώρα πλήθη μυρία τὴν Παλαιστίνην οἰκοῦντα, μαθεῖν ἐβούλετο τίνι τρόπῳ παραλήψεται τῆς γῆς ἐκείνης τὴν δεσποτείαν· νόμῳ πολέμου; δίχα πολέμου; ζώντων ἐκείνων; ἀναιρουμένων; ἐξελαυνομένων; τούτου χάριν μετὰ τὴν θυσίαν ὁ τῶν ὅλων ὀφθεὶς Θεός, «Γινώσκων, φησί, γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου,» καὶ ἑξῆς ἕως τοῦ, «Οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμορραίων.» Ἐκ τῆς θείας τοίνυν ἀποκρίσεως ἔστι γνῶναι τὸν τρόπον τῆς ἐρωτήσεως· ἐπειδὴ γὰρ εἶπε, «Κατὰ τί γνώσομαι ὅτι κληρονομήσω αὐτήν;» ἐδιδάχθη μὲν ὅσον παροικήσουσι χρόνον, καὶ ὅπως ταλαιπωρήσουσιν, ὅσης δὲ ἀξιωθήσονται προμηθείας· τῶν μὲν πολεμησάντων αὐτοὺς κολασθησομένων, τῶν δὲ τὰ ἐκείνων καρπωσομένων· καὶ ὅτι τούτων αὐτὸς οὐδεμίαν πεῖραν λαβὼν ἐν εἰρήνῃ καταλύσει τὸν βίον· ἐδίδαξε δὲ καὶ τῆς ἀναβολῆς τὴν αἰτίαν· ἵνα γὰρ μή τις τοπάσῃ καὶ διὰ τὸ πλῆθος τῶν ἐνοικούντων μὴ δυνηθῆναι τὸν Δεσπότην Θεὸν τῆς γῆς ἐκείνης παραδοῦναι τὴν δεσποτείαν, φησίν, «Ὅτι οὔπω ἄξια πανωλεθρίας δεδράκασιν οἱ Ἀμοῤῥαῖοι·» οὐ γὰρ χρὴ πρὸ τῆς ἁμαρτίας ἐκ προγνώσεως ἐνεχθῆναι τὴν τιμωρίαν· ὅτι δὲ εἶχον κατ' ἐκεῖνο καιροῦ εὐσεβεῖς, δῆλον ἔκ τε τοῦ Ἀβιμέλεχ καὶ ἐκ τῶν τὴν

Question CCLIX - CCLXQuæstio CCLIX - CCLX

col. 1071–1072page 532 of 591
Quæstio CCLVIII
PG 101:1071Χεβρών οἰκούντων· ὧν ἔστι πρὸς τὸν πατριάρχην ἀκοῦσαι λεγόντων· ὁ Βασιλεύς εἶ σὺ παρὰ Θεοῦ ἐν ἡμῖν, ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου. Τίνος ἕνεκεν ἐκπαλαίει τῷ Ἰακὼβ ὁ ἄγγελος; Δεδιότι τὸν ἀδελφὸν θάρσος ἐντίθησι διά τοι τοῦτο καὶ τῆς νίκης αὐτῷ παρακεχώρηκε μονονουχί λέγων· Ἐμὲ νενίκηκας, καὶ ἄνθρωπον δέδοικας; ἵνα δὲ μὴ μέγα φρονῇ δόξας νενικηκέναι Θεόν, τῇ ἁφῇ τοῦ μηροῦ τὸ ἐθελούσιον τῆς ἥττης ἐδήλωσε· τῇ γὰρ ἁφῇ τοῦ μηροῦ τὴν νάρκην εἰργάσατο. Γνοὺς δὲ τοῦ ἐπιφανέντος τὴν δύναμιν, τὴν εὐλογίαν αἰτεῖ· ὁ δὲ καὶ τὴν αἴτησιν δίδωσι καὶ τὴν προσηγορίαν ἀμείβει· διέμεινε δὲ καὶ μετὰ τὴν ἐγρήγορσιν ὁ μηρὸς νάρκων τε καὶ ὑποσκάζων, ἵνα μὴ φαντασίαν ὑπολάβῃ τὴν ὄψιν· διὰ τοῦτο καὶ ἐρωτήσας τίνα προσηγορίαν ἔχει, οὐ μόνον διαμαρτάνει τῆς αἰτήσεως, ἀλλὰ καὶ ἐπιπλήττεται ὡς ὑπερβὰς τὰ μέτρα τῆς φύσεως· Ἵνα τί γάρ, φησίν, ἐρωτᾷς τὸ ὄνομά μου; καὶ τοῦτό ἐστι θαυμαστόν· ἐπισημαντέον δὲ κἀνταῦθα ὅτι τὸν αὐτὸν ἐκάλεσε καὶ ἄνθρωπον καὶ Θεόν· Ἐνισχύσας γάρ, ἔφη, μετὰ Θεοῦ καὶ μετὰ ἀνθρώπων ἔσῃ δυνατός· καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου· Εἶδος Θεοῦ. Εἶδον γάρ, φησίν, Θεὸν πρόσωπον πρὸς πρόσωπον· καὶ ἐσώθη ἡ ψυχή· καὶ πάλιν· Ἀνέτειλε δ᾽ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ· διὰ τούτων δὲ πάντων μανθάνομεν ὡς ὁ μονογενὴς Υἱὸς ἐφάνη κἀνταῦθα τῷ Ἰακώβ. Πῶς εὐλογῆσαι τοὺς παῖδας ὁ Ἰακὼβ λέγεται ἐνίοις ἐπαρασάμενος; α'. Οὔτε ἀραί εἰσιν οὔτε εὐλογίαι ἀλλὰ προῤῥήσεις οἱ τελευταῖοι τοῦ Πατριάρχου λόγοι· Συνάχθητε γάρ, φησίν, ἵνα ἀναγγείλω ὑμῖν τί ἀπαντήσεται ὑμῖν ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν· ἐμνήσθη δὲ καὶ τῶν παρ᾽ ἐνίων γεγενημένων, οὐκ ἐπειδὴ δίκας οἱ παῖδες εἰσεπράττοντο τῶν πατρικῶν ἁμαρτημάτων, ἀλλὰ σχηματίζων εἰς ἀρὰν καὶ εὐλογίαν τοὺς λόγους εἰς κοινὴν τῶν ἐντευξομένων ὠφέλειαν. Καὶ τῷ μὲν Ῥουβὶμ αὐθάδειαν ἐπιμέμφεται καὶ θρασύτητα καὶ τὴν εἰς πατρώαν εὐνὴν παρανομίαν· οὗ δὴ ὀλίγους αὐτοῦ γεγενῆσθαι τοὺς ἀπογόνους προλέγει· τοῦτο γὰρ δηλοῖ τὸ Ὡς ὕδωρ μὴ ἐκζέσαις, ἀντὶ τοῦ, Μὴ ἐκθερμανθείης εἰς πολυγονίαν. Νεμεσᾷ δὲ καὶ τῷ Σιμεὼν καὶ τῷ Λευί, τῶν Σικιμιτῶν τὸν ἄδικον ὄλεθρον ὀδυρόμενος, καὶ εὔχεται μηδεμίαν κοινωνίαν εἰς τὴν παρανομίαν ἔχειν ἐκείνην· ἐπαρᾶται μέντοι οὐκ αὐτοῖς, ἀλλὰ τοῖς
col. 1073–1074page 533 of 591
PG 101:1073πονηροῖς αὐτῶν πάθεσι καὶ τῇ ὀργῇ τῇ μήνιδι· ἐπιθυμίαν δὲ τὴν ὀργὴν ἐκάλεσεν· ἐκ ταύτης γὰρ ἡ ὀργὴ τὴν ἐτυμολογίαν ἔχει· ὀρέγεται γὰρ ὁ ὀργιζόμενος ἀμύνασθαι τὸν ἐχθρόν· καὶ αὐτὴ δὲ ἡ τιμωρία πρόῤῥησις ἦν· « Διαμεριῶ γὰρ αὐτοὺς ἐν Ἰακώβ, καὶ διασπερῶ αὐτοὺς ἐν Ἰσραήλ·» ἀλλ᾽ ἡ τοῦ Λευὶ φυλὴ διὰ τὴν ἄκραν διεσπάρη τιμήν· ὥστε γὰρ ἐκάστῃ φυλῇ συνεῖναι Λευΐτας καὶ ἱερέας καὶ τὴν παρ᾽ αὐτῶν ὠφέλειαν καρποῦσθαι, οὐκ ἔλαβον ἴδιον κλῆρον, ἀλλ᾽ ἐν ἑκάστῃ φυλῇ τινες αὐτοῖς ἀπενεμήθησαν πόλεις, καὶ τῆς προαστείου γῆς ὡρισμένος πήχεων ἀριθμός· καὶ ἡ τοῦ Σιμεὼν φυλὴ οὐκ εἶχε κλῆρον κεχωρισμένον, ἀλλὰ κατὰ τὴν τοῦ πατριάρχου πρόῤῥησιν μεταξὺ τῶν ἄλλων φυλῶν διεσπαρμένον. β΄. Τοῦ δὲ Ἰούδα πολλοὺς ἐπαίνους διέξεισιν. « Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου· προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου· σκύμνος λέοντος Ἰούδα, ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης.» Ἀλλὰ τούτων οὐδὲν τῷ Ἰούδα ἁρμόττει, ἀλλὰ τῇ ἐκ τούτου βλαστησάσῃ φυλῇ· βασιλικὴ γὰρ ἦν αὕτη, πρώτου μὲν τοῦ Δαβὶδ βασιλεύσαντος, εἶτα τῶν ἐξ ἐκείνου, καὶ πασῶν δὲ τῶν ἄλλων φυλῶν ἦν δυνατωτάτη· καὶ γὰρ ἡνίκα Δαβὶδ ὁ βασιλεὺς ἀριθμηθῆναι προσέταξε τὸν λαόν, τετρακοσίας χιλιάδας τοῦ Ἰούδα εὗρε, τῶν δὲ ἄλλων φυλῶν ἐννεακοσίας· καὶ μέντοι κἀν τῇ ἐρήμῳ ἀριθμηθέντες, πλείους ὤφθησαν τῶν ἄλλων φυλῶν· ἀλλὰ τὸ ἀκριβὲς τῆς προῤῥήσεως τὴν ἔκβασιν ἔλαβεν ἐπὶ τοῦ Δεσπότου Χριστοῦ, ὃς ἐκ βλαστοῦ Ἰούδα ἀνέτειλε κατὰ τὸν πατριάρχην Ἰακώβ, καὶ κατὰ τὸν προφήτην Ἡσαΐαν· « Ἐξῆλθε ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀνέβη·» αὐτῷ δὲ καὶ τὸ « Ἀναπεσὼν ὡς λέων ἐκοιμήθη,» ἁρμόττει, καὶ « ὡς σκύμνος λέοντος·» ὥσπερ γὰρ ὁ λέων καθεύδων ἐστὶ φοβερός, οὕτως ὁ Δεσποτικὸς θάνατος καὶ τῷ θανάτῳ καὶ τῷ διαβόλῳ γεγένηται· λέοντα γὰρ αὐτὸν καὶ σκύμνον λέοντος κέκληκεν ὡς Βασιλέα καὶ Βασιλέως Υἱόν, καὶ Θεὸν καὶ Θεοῦ Υἱόν· καὶ κατὰ τὸ ἀνθρώπινον, ἐκ τοῦ Δαβὶδ γὰρ ἐβλάστησε· καὶ ὡς Θεὸς πρὸ τῶν αἰώνων ἐκ τοῦ Πατρὸς ἐγεννήθη· καὶ τὸ « Τίς ἐγερεῖ αὐτόν;» τὴν ἄφατον αὐτοῦ δείκνυσι δύναμιν· αὐτὸς γὰρ ἑαυτὸν ἀνέστησε κατὰ τὴν αὐτοῦ πρόῤῥησιν· « Λύσατε τὸν ναὸν τοῦτον,» καὶ ἑξῆς. γ΄. Προαγορεύει δὲ καὶ τῆς ἐπιφανείας αὐτοῦ τὸν καιρόν· « Οὐκ ἐκλείψει γὰρ ἄρχων ἐξ Ἰούδα,» καὶ ἑξῆς· σημεῖον γὰρ τοῦτο τῆς τοῦ Κυρίου παρουσίας σαφέστατον· ἐξέλιπον γὰρ τῶν Ἰουδαίων οὐχ οἱ βασιλεῖς μόνον ἀλλὰ καὶ οἱ ἀρχιερεῖς καὶ οἱ προφῆται· τοῦ γὰρ Σωτῆρος ἡμῶν μέλλοντος τίκτεσθαι, ἀλλόφυλοι αὐτῶν ἐκράτησαν βασιλεῖς, ἵνα ὁ αἰώνιος δειχθῇ Βασιλεὺς ἡ τῶν ἐθνῶν προσδοκία· καὶ γὰρ καὶ τῷ Ἀβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ ὑπέσχετο ὁ Θεὸς ἐν τῷ σπέρματι αὐτῶν εὐλογήσειν πάντα τὰ ἔθνη τῆς γῆς· τοῦτο δὲ καὶ ἐνταῦθα παραδηλῶν ὁ Ἰακώβ, φησί· « Οὐκ ἐκλείψει ἄρχων,» καὶ ἑξῆς· ἕως, « Καὶ αὐτὸς προσδοκία ἐθνῶν·» καὶ Ἰουδαίων συστάντα
col. 1075–1076page 534 of 591
PG 101:1075λαόν. «Δεσμεύων πρὸς ἄμπελον τὴν ὄνον αὐτοῦ, φησί, καὶ τῇ ἕλικι τῆς ἀμπέλου τὸν πῶλον τῆς ὄνου αὐτοῦ·» ὅτι δὲ ἄμπελος ὁ Ἰσραὴλ ὠνομάζετο, πάντες μὲν οἱ προφῆται διδάσκουσι· καὶ Δαβίδ φησι· «Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας·» καὶ ὁ Κύριος δὲ ἐν τοῖς Εὐαγγελίοις· «Ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα·» πῶλον δὲ τὸν ἐξ ἐθνῶν ὀνομάζει λαόν, ὡς ἀδάμαστον ὄντα καὶ πωλοδάμνην οὐκ ἐσχηκότα· τοῦτο γὰρ καὶ ὁ Κύριος ᾐνίξατο τοῖς ἀποστόλοις προστεταχὼς εἰς τὴν ἀπέναντι κώμην ἀπελθεῖν καὶ λῦσαι τὴν ὄνον τὴν δεδεμένην καὶ τὸν ταύτης πῶλον, ἐφ' ὅν, φησί, οὐδεὶς ἀνθρώπων ἐκάθισε· οὔτε γὰρ πατριάρχης, οὔτε νομοθέτης, οὔτε προφήτης, τῆς τῶν ἐθνῶν ἐφρόντισε σωτηρίας· οἱ δὲ θεῖοι ἀπόστολοι προσταχθέντες μαθητεῦσαι τὰ ἔθνη, ἔλυσαν μὲν τὴν ὄνον, τουτέστι τῶν ἀνθρώπων τὴν φύσιν τὴν δεδεμένην ταῖς τῆς ἁμαρτίας σειραῖς· ἔλυσαν δὲ καὶ τὸν πῶλον τὸν ἐκ ταύτης βεβλαστηκότα λαόν· καὶ ἐπιθέντες αὐτῷ τὰ ἱμάτια τὰ ἑαυτῶν, τουτέστι τὴν χάριν ἧς ἔτυχον (ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθησαν, Χριστὸν ἐνεδύσαντο), εὐήνιον ἀπέφηναν τὸν ἀδάμαστον πῶλον, καὶ ἐπεκάθισαν αὐτῷ τὸν Δεσπότην, καὶ προσέδησαν αὐτὸν τῇ ἀμπέλῳ, τουτέστιν ἑαυτοῖς· ἐξ Ἰουδαίων γὰρ οἱ ἀπόστολοι· οὐ μόνον δὲ τοῖς ἀποστόλοις συνήφθησαν οἱ πεπιστευκότες, ἀλλὰ καὶ τοῖς τῶν ἀποστόλων μαθηταῖς· καὶ τοῦτο προορῶν ὁ πατριάρχης ἔφη· «Δεσμεύων πρὸς ἄμπελον τὴν ὄνον αὐτοῦ, καὶ τῇ ἕλικι τῆς ἀμπέλου τὸν πῶλον τῆς ὄνου αὐτοῦ.» δ. Εἶτα καὶ τὸ πάθος προλέγει· «Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ· χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου· καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ·» καὶ τὸ μὲν σῶμα αὐτοῦ στολὴν ὀνομάζει· τὸ δὲ αἷμα οἶνον· ἐπειδὴ καὶ τὸν μυστικὸν οἶνον αἷμα κέκληκεν ὁ Δεσπότης· ἀκούομεν δὲ καὶ τοῦ εὐαγγελιστοῦ διδάσκοντος ὡς τοῦ στρατιώτου τῇ λόγχῃ νύξαντος αὐτοῦ τὴν πλευράν, ἐξῆλθεν αἷμα καὶ ὕδωρ· οὗτοι δὲ οἱ κρουνοὶ διὰ τοῦ σώματος κατεῤῥύησαν· διὰ τοῦτο καί φησι· «Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ.» Εἶτα δεικνὺς τὴν ἀπὸ τοῦ πάθους γενησομένην εὐφροσύνην· «Χαροποιοί, φησὶν, οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου·» εὐφροσύνη γὰρ τῆς οἰκουμένης τὸ σωτήριον πάθος. Ὅτι δὲ οὕτω τὸ πάθος ἐκάλεσε, μάρτις αὐτὸς ὁ Κύριος λέγων· «Πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ·» οὕτω καὶ τοῖς υἱοῖς ἔφη Ζεβεδαίου· «Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πιεῖν;» τὸ τοίνυν χαροποιὸν τῶν ὀφθαλμῶν, τὴν μετὰ τὸ πάθος εὐφροσύνην δηλοῖ· μετὰ γὰρ τὸ πάθος καὶ τὴν ἀνάστασιν, εἰς πᾶσαν ἀπεστάλησαν τὴν οἰκουμένην οἱ μαθηταὶ τὴν σωτηρίαν προσφέροντες τοῖς πιστεύουσι· τῆς δέ γε δια-
col. 1077–1078page 535 of 591
PG 101:1077δασκαλίας τὸ διειδὲς καὶ τὸ διαφανὲς λευκοτάτοις ὁδοῦσιν ἀπείκασε· «Λευκοί γάρ, φησίν, οἱ ὀδόντες αὐτοῦ ἢ γάλα.» Τοσαῦτα μὲν προείρηκεν ὁ πατριάρχης εὐλογῶν τὸν Ἰούδαν. ε΄. Τοῦ δὲ Ζαβουλὼν προείρηκε τὴν παράλιον οἴκησιν· τοῦ δὲ Ἰσάχαρ τὴν γηπονίαν· τοῦ δὲ Δάν, κατὰ μέν τινας, τὰ ὑπὸ τοῦ Σαμψὼν γεγενημένα· ἐκ ταύτης γὰρ ἦν τῆς φυλῆς· συνηρίθμηται δὲ καὶ τοῖς Κριταῖς· καὶ διὰ τοῦτο, φησίν, ἔφη· «Δὰν κρινεῖ τὸν ἑαυτοῦ λαὸν ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσραήλ.» ἔνιοι δέ φασι τὰ κατὰ τὴν Λάϊσσαν τὴν νῦν Πανεάδα καλουμένην προσαγορεῦσαι· ἐξαπίνης γάρ τινες ἀπὸ ταύτης ὁρμώμενοι τῆς φυλῆς, ταύτῃ προσβαλόντες τῇ πόλει, εἷλόν τε κατὰ κράτος καὶ ᾤκισαν, καὶ τὴν οἰκείαν αὐτῇ προσηγορίαν ἐπέθεσαν. Δὰν γὰρ αὐτὴν ἐκάλεσαν· ἐγὼ δὲ οἶμαι τὸ θεῖον Πνεῦμα ὥσπερ τὰ περὶ τοῦ Σωτῆρος ἡμῶν, οὕτω καὶ περὶ τοῦ Ἀντιχρίστου διὰ τοῦ πατριάρχου ἐκ ταύτης δηλοῦν τῆς προρρήσεως. Δὰν γάρ, φησί, κρινεῖ τὸν ἑαυτοῦ λαὸν ὡσεὶ καὶ φυλὴ μία ἐν Ἰσραήλ. Ὥσπερ γάρ, φησί, ἐκ τῆς τοῦ Ἰούδα φυλῆς ὁ Σωτὴρ βλαστήσας διασώζει τὴν οἰκουμένην, οὕτως ἐκ τῆς τοῦ Δὰν φυλῆς ὄφις ὀλέθριος ἐξελεύσεται· τοῦτο γὰρ λέγει· «Καὶ γενηθήτω Δὰν ὄφις ἐφ᾽ ὁδοῦ καθήμενος ἐπὶ τρίβου δάκνων πτέρναν ἵππου· καὶ πεσεῖται ὁ ἱππεὺς τὴν σωτηρίαν ἀναμένων Κυρίου·» ἐπειδὴ γὰρ ἀπάταις παντοδαπαῖς κεχρημένος πειρᾶται τοὺς φενακιζομένους ἀγρεύειν εἰς ὄλεθρον, ὄφει τινὶ αὐτὸν ἀπεικάζει παρά τινι τρίβῳ φωλεύοντι καὶ τοῖς παριοῦσι λυμαινομένῳ· ἵππον δὲ οἶμαι καλεῖν αὐτὸν τὸ σῶμα, ἐπιβάτην δὲ τὴν ψυχήν· τὸ δὲ εἰς τουπίσω πεσεῖν, τουτέστιν ὕπτιον κεῖσθαι τὸν θάνατον παραδηλοῖ· τοιοῦτο γὰρ τῶν τεθνεώτων τὸ σχῆμα· διὰ δὲ τῆς πτέρνης τὴν ἀπάτην ᾔνίξατο· ἐπειδὴ τοὺς μὲν ἐξαπατᾷ, τοῖς δὲ παγχαλέποις ἐπιφέρει κολάσεις· διὰ δὲ τοῦ ἵππου τὸ σῶμα ᾐνίξατο, οὗ δακνομένου καὶ διαφθειρομένου, θάνατος γίνεται, τοὺς δὲ τῆς τοιαύτης ἐλπίδος τοῖς ὑπομένουσι κομίζων καρπούς· καρπὸς δὲ τῆς τοιαύτης ἐλπίδος ἡ σωτηρία. ς΄. Προλέγει τῷ Γὰδ τὰς ἐσομένας αὐτῷ παρὰ τῶν ληστρικῶν ἐφόδων ἐπιβουλάς· τοῦτο γὰρ λέγει, «Πειρατήριον πειρατεύει αὐτόν·» προαγορεύει δὲ καὶ τὴν ἐσομένην αὐτοῦ νίκην· «Καὶ αὐτός γάρ, φησί, πειρατεύσει αὐτὸν κατὰ πόδας·» ὡσαύτως δὲ καὶ τοῦ Ἀσὴρ τὴν σιτοφόρον χώραν· καὶ τοῦ Νεφθαλεὶμ τὴν εἰς πλῆθος ἐπίδοσιν· τοῦτο γὰρ ἔφη· «Στέλεχος ἀνειμένον ἐπιδιδοὺς ἐν τῷ γεννήματι κάλλος·» εἶτα τοῦ Ἰωσὴφ τὸν φθόνον, καὶ τὰς παντοδαπὰς ἐπιδείξας ἐπιβουλάς, τὴν θείαν ὑμνεῖ κηδεμονίαν, δι' ἧς τοὺς πεπολεμηκότας ἐνίκησε. «Συνετρίβη γάρ, φησί, μετὰ κράτους τὰ τόξα αὐτῶν, καὶ ἐξελύθη νεῦρα βραχιόνων χειρῶν αὐτῶν, διὰ χεῖρα δυνάστου Ἰακώβ· ἐκεῖθεν ὁ κατισχύσας σε Ἰσραὴλ παρὰ Θεοῦ τοῦ Πατρός σου· καὶ ἐβοήθησέ σοι ὁ Θεὸς ὁ ἐμός· καὶ εὐλόγησέ σε εὐλογίαν οὐρανοῦ ἄνωθεν, καὶ εὐλογίαν γῆς ἐχούσης πάντα,» καὶ ἑξῆς·

Question CCLXIQuæstio CCLXI

col. 1079–1080page 536 of 591
PG 101:1079ἁπάντων ὕμνησε τὸν οἰκεῖον Θεὸν, ὃς καὶ αὐτὸν κρείττονα τοῦ πεπολεμηκότος ἀπέφηνεν ἀδελφοῦ, καὶ τὸν υἱὸν ἄμαχον ἔδειξε παρὰ τοσούτων ἀδελφῶν ἐπιβουλευθέντα. Ταύτης δέ, φησί, τῆς κηδεμονίας τε τύχηκας, τῆς εἰς τοὺς γεγεννηκότας θεραπείας μισθὸν κομισάμενος· τοῦτο γὰρ λέγει, «Ἕνεκεν εὐλογίας μα στῶν καὶ μήτρας, εὐλογίας πατρός σου καὶ μητρός σου· γηροκόμος γὰρ τοῦ πατρὸς σπουδαῖος ἐγεγόνει· τὰ δὲ εἰς αὐτὸν γεγενημένα, κοινὰ αὐτοῦ τε καὶ τῆς μη τρὸς εἶναί φησι· ταύτης γὰρ ἂν τῆς κηδεμονίας κἀκείνη ἀπήλαυσεν, εἰ μὴ θᾶττον ἐξῆλθε τοῦ βίου· εἶτα ἐπεύ χεται αὐτῷ περιφάνειαν, ὥστε γενέσθαι αὐτὸν παρὰ πᾶσιν ἐπίσημον. «Ὑπερισχύσαις γάρ, φησίν, ὑπὲρ εὐ λογίας ὀρέων μονίμων καὶ ἐπιθυμίας θινῶν αἰωνίων, ἔσονται ἐπὶ κεφαλῆς Ἰωσήφ, καὶ ἐπὶ κορυφῆς ὧν ἡγή σατο ἀδελφῶν· τὸ δὲ θῖνας ὁ Ἀκύλας βουνοὺς ἡρμή νευσεν· ἐπειδὴ τοίνυν πόρρωθεν ὁρῶνται καὶ οἱ βουνοὶ καὶ τὰ ὄρη, τούτοις παραπλησίως εὔχεται γνώριμον αὐτὸν γενέσθαι καὶ πάντων περιφανέστατον. ζ΄. Τὸν δὲ Βενιαμὶν λύκον ἅρπαγα κέκληκε διὰ τὸ συμβεβηκὸς πάθος τῇ τούτου φυλῇ. Διὸ ἐπήγαγε· «Τὸ πρωϊνὸν ἔδεται, καὶ εἰς τὸ ἑσπέρας διαδώσει τροφήν»· οἱ γὰρ ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ συμπλοκῇ νενικηκότες, ὕστερον ἄρδην ἀπώλοντο, πλὴν εὐαριθμήτων τινῶν ὀλίγων, οὓς οἱ νενικηκότες οἰκτείραντες, δοῦναι μὲν αὐτοῖς γυναῖκας διὰ τὸν ὅρκον ὑπείδοντο, ἑτέρως δ᾽ αὐτοῖς τὸν γάμον ἐμηχανήσαντο· εἰδέναι δὲ χρὴ ὥς τινες τήνδε τὴν πρόῤῥησιν εἰς τὸν θεσπέσιον Παῦλον εἵλκυσαν· λύκου γὰρ δίκην ἐλυ μαίνετο τὴν Ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος, ὕστερον δὲ τὴν πνευματικὴν τροφὴν τῇ οἰκουμένῃ διέδωκε. Ταῦτα τοῦ Ἰακὼβ εἰρηκότος, καὶ τὴν οἰκείαν τελευτὴν μεμηνυκότος, ὁ συγγραφεὺς ἔφη· «Καὶ ἐξάρας τοὺς πόδας αὐτοῦ ἐπὶ τὴν κλίνην ἐξέλιπε, καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ·» τοῦτο δὲ καὶ πρὸς τὸν Ἀβραὰμ ὁ τῶν ὅλων ἔφη Θεός· «Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου ἐν εἰρήνῃ, τραφεὶς ἐν γήρει καλῷ·» ἐντεῦθεν καὶ ὁ Κύριος τὴν τῶν Σαδδουκαίων ἀπιστίαν διήλεγξεν εἰρηκώς· «Ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ οὐκ ἀνέγνωτε; Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ.» Οὐκ ἔστιν ὁ Θεὸς Θεὸς νεκρῶν, ἀλλὰ ζώντων. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. ΕΡΩΤΗΣΙΣ ΣΞΑ. Τί δηλοῖ τὸ τὴν βάτον καίεσθαι καὶ μὴ κατακαίεσθαι; Τὴν τοῦ Θεοῦ δύναμιν καὶ φιλανθρωπίαν κηρύττει, ὅτι φρυγανώδη οὖσαν οὐκ ἀνήλισκε τὸ ἄσβεστον πῦρ· οἶμαι δὲ δι᾽ αὐτοῦ παραδηλοῦσθαι καὶ ὅτι ὁ Ἰσραὴλ ὑπὸ τῶν Αἰγυπτίων ἐπιβουλευόμενος οὐκ ἀναλωθήσεται· ἔτι δὲ καὶ ὡς ὁ Μονογενὴς ἐνανθρωπήσας καὶ παρθενικὴν ἐνοικήσας νηδύν, φυλάξει τὴν παρθενίαν ἀκήρατον· φασὶ δέ τινες ἐν βάτῳ φανῆναι τὸν Θεὸν,
col. 1081–1082page 537 of 591
PG 101:1081καὶ οὐκ ἐν ἄλλῳ φυτῷ, διὰ τὸ μὴ δύνασθαί τινα ἐκ βάτου γλύψαι Θεόν· εἰκὸς γὰρ ἦν Ἰουδαίους καὶ τοῦτο τολμῆσαι, εἴπερ ἐν ἄλλῳ ὤφθη φυτῷ. ΕΡΩΤΗΣΙΣ ΣΞΒ. Ἡ λέπρωσις τῆς χειρὸς τί δηλοῖ; Ἐν εὐσεβείᾳ τραφὲν τὸ γένος τοῦ Ἰακὼβ εἰς τὴν Αἴγυπτον εἰσελήλυθεν· ἀλλ᾽ ἐκεῖ τῶν Αἰγυπτίων μετέμαθε τὴν ἀσέβειαν· τῆς δὲ ἐκείνων δουλείας ἀπαλλαγὲν μετέμαθε τὸν τῶν ὅλων Θεόν· δεδήλωκε τοίνυν διὰ τῆς ἀλλοιώσεως τῆς χειρὸς, τὴν λέπρωσιν αὐτῶν καὶ τὴν κάθαρσιν· πρὸς δὲ τούτοις καὶ ἕτερον ᾠκονόμει ὁ Θεός· ἐπειδὴ γὰρ ἔμελλε τὸν περὶ τῶν λεπρῶν τιθέναι νόμον καὶ ἀκαθάρτους τούτους προσαγορεύειν, ἕτερα διὰ τούτων οἰκονομῶν ἐλέπρωσε τοῦ νομοθέτου τὴν χεῖρα τὴν τὰ τέλεια πεπαιδευμένην, διδάσκων ὡς οὐδὲν τῶν τοιούτων τἀληθεῖ λόγῳ ἀκάθαρτον· πῶς γὰρ ἀκάθαρτον τὸ ἀκούσιον; διὰ τί τὰ θαύματα ἐκεῖνα ἐργασαμένη δεξιά, λεπρὰ πρότερον γενομένη ταῖς θεοσημείαις ὑπούργησε· τοῦτο δὲ καὶ τὸν νομοθέτην ἐπαίδευσε μὴ μέγα φρονεῖν, ἀλλ᾽ εἰδέναι τὴν φύσιν τῆς λεπρωθείσης ἀναμιμνησκόμενον δεξιᾶς. ΕΡΩΤΗΣΙΣ ΣΞΓ. Διατί ἠβουλήθη ὁ ἄγγελος ἀνελεῖν τὸν Μωϋσῆν; Ἡ γυνὴ μὲν ἐτόπασε διὰ τὸ θάτερον τῶν παίδων ἀπερίτμητον εἶναι, διὸ καὶ αὐτίκα περιέτεμε· τινὲς δέ φασι, διότι ἐπ᾽ ἐλευθερίᾳ πεμφθεὶς τῶν ὁμοφύλων, κοινωνὸν τῆς ὁδοῦ ἐπήγετο τὴν ὁμόζυγα, οὓς ἐχρῆν συνιδεῖν ὅτι πεῖσαι τὸν κηδεστήν βουλόμενος ὡς οὐκ ἀμελήσει τῆς γυναικός, οὐδ᾽ αὐτῆς ἄλλην προτιμήσει, ταύτην ἠναγκάσθη συνεπάγεσθαι, ἀλλ᾽ οὐ καταφρονητικῶς διακονῶν τῷ θείῳ προστάγματι· αὐτίκα γοῦν λαβὼν τὴν ἀφορμὴν τοῦ ἀγγέλου, ταύτην ἀναστρέψαι πρὸς τοὺς οἰκείους προσέταξε· καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, ἡ ἱστορία διδάσκει· μετὰ γὰρ τὴν ἔξοδον τὴν ἐξ Αἰγύπτου διαβάντων αὐτῶν τὴν Ἐρυθρὰν θάλασσαν καὶ εἰς τὸ Σίναιον ὄρος παραγεγονότων ἀφίκετο σὺν τῇ γυναικὶ καὶ τοῖς δύο παισὶν ὁ κηδεστὴς πρὸς αὐτόν· τοιγάρτοι ἄλλο κατασκευάζων ὁ ἄγγελος, ἔδειξε τὴν ῥομφαίαν γυμνήν· ἐπειδὴ γὰρ ὁ μέγας Μωϋσῆς ἐδεδίει τὸν Φαραώ, ὡς πολλαχοῦ τὸ δέος ἐδήλωσε, νῦν μὲν λέγων· « Τίς εἰμι ἐγὼ ὅτι πορεύσομαι πρὸς Φαραὼ βασιλέα Αἰγύπτου; » νῦν δέ· « Προχείρισαι ἄλλον δυνάμενον ὃν ἐξαποστελεῖς, » καὶ πάλιν· « Ἰσχνόφωνος καὶ βραδύγλωσσός εἰμι ἐγώ· » ἀπειλεῖ αὐτῷ τιμωρίαν ὁ ἄγγελος, φόβῳ φόβον ἐξελαύνων, τῷ μείζονι τὸν ἐλάττονα, μονονουχὶ λέγων διὰ τῆς γεγυμνωμένης

Question CCLXIVQuæstio CCLXIV

col. 1083–1084page 538 of 591
Quæstio CCLXII - CCLXIII
PG 101:1083ΕΡΩΤΗΣΙΣ ΣΙΔ'. Διατί φεύγουσιν ἐπιτελέσαι προσέταξε τοῦ Πάσχα τὴν ἑορτήν; Ἀείμνηστον ἠβουλήθη φυλαχθῆναι τῆς σωτηρίας τὴν μνήμην· διὸ καὶ νομοθετῶν ἔλεγεν· Ἐὰν ἐρωτήσῃ σε ὁ υἱός σου λέγων· Τί ἐστι τὸ Πάσχα; ἐρεῖς, Ὅτι ἐν τῇ σήμερον ἡμέρᾳ ἐξήγαγε τοὺς πατέρας ἡμῶν Κύριος ὁ Θεὸς ἐκ τῆς Αἰγύπτου, καὶ ἑξῆς. Τούτου χάριν παρακελεύεται ταύτην ἐπιτελοῦντας τὴν ἑορτὴν περικεῖσθαι τὸ τῆς ὁδοιπορίας σχῆμα· Ἔστωσαν γὰρ αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι, καὶ ἑξῆς· τὸ δὲ Πάσχα ὁ μὲν Φίλων ἡρμήνευσε διαβατήρια· ὁ δὲ Ἰώσηππος, ὑπερβάσια· ὁ δὲ Σύμμαχος, ὑπερβάσεις· ὁ δὲ Θεοδοτίων, φασέκ, αὐτὴν τὴν Ἑβραίαν τεθεικὼς φωνήν· σημαίνει δὲ τὸ ὄνομα τῶν Ἑβραίων πρωτοτόκων τὴν σωτηρίαν· παρεκελεύσατο γὰρ δέσμην ὑσσώπου λαβεῖν καὶ τῷ αἵματι τοῦ θυομένου προβάτου ἐμβάψαντας τοὺς σταθμοὺς ἐπιχρίσαι καὶ τὴν φλιάν, ἵνα ὅταν ἐπιστῇ ὁ ὀλοθρεύων πατάξαι τὰ πρωτότοκα τῶν Αἰγυπτίων, ἰδὼν τὸ αἷμα, ὑπερβῇ τῶν Ἑβραίων τὰς οἰκίας· οὐκ ἐπειδὴ τοιούτων ἐδεῖτο σημείων ἡ ἀσώματος φύσις, ἀλλ' ὅτι διὰ τοῦ συμβόλου ἔδει κἀκείνους μαθεῖν τὴν τοῦ Θεοῦ κηδεμονίαν, καὶ ἡμᾶς τοὺς τὴν ἄμωμον Ἀμνὸν θύοντας γνῶναι προδιαγράφοντα τὸν τύπον· οὐκ ἐκ τῶν προβάτων δὲ μόνον ἄρνας λαβεῖν κελεύει, ἀλλὰ καὶ ἐκ τῶν αἰγῶν ἐρίφους· οὐχ ἵνα κατὰ ταὐτὸν ἐκεῖνον θύσωσιν, ἀλλ' ἵνα ὁ μὲν ἔχων πρόβατον, τὸν ἀρνόν· ὁ δὲ μὴ ἔχων, τὸν ἔριφον θύσῃ· τῇ δὲ δεκάτῃ τοῦ πρώτου μηνὸς παρεγγυᾷ τοῦτο λαβεῖν ἵν' εὐτρεπίσῃ πρὸ τῆς ἑορτῆς· τῇ δὲ τεσσαρεσκαιδεκάτῃ τυθῆναι πρὸς ἑσπέραν· ὅτι καὶ ὁ Δεσπότης τὴν ἑσπέραν τοῖς Ἰουδαίοις παρεδόθη· μετὰ πικρίδων δ' αὐτὸ βρωθῆναι, εἰς ἀνάμνησιν τῆς ἐν Αἰγύπτῳ πικροτάτης ζωῆς· διὰ δὲ τῶν ἀζύμων οὐ μόνον τῆς ὁδοιπορίας τὸ σύντομον καὶ τὸ τῆς τροφῆς αὐτοσχέδιον, ἀλλὰ καὶ ὅτι προσήκει μηδὲν ἴχνος τῆς Αἰγυπτιακῆς πολιτείας ἐπιφέρεσθαι· οὕτω γὰρ ὁ Κύριος ἡρμήνευσε· Προσέχετε, λέγων, ἀπὸ τῆς ζύμης τῶν Γραμματέων καὶ Φαρισαίων· ἐκέλευσε δὲ καὶ τοὺς μὴ διαρκοῦντας εἰς θυσίαν προβάτου παραλαβεῖν τοὺς γείτονας καὶ κατὰ ταὐτὸν θῦσαι τὸ Πάσχα, φιλαδελφίαν αὐτοὺς ἐκπαιδεύων καὶ τὸν εἰς τοὺς πένητας ἔλεον· διὰ τοῦτο παρακελεύεται καὶ τὰ περιττεύοντα τῶν χρεῶν κατακαίεσθαι, ταύτῃ καταναγκάζων αὐτοὺς καλεῖν τοὺς δεομένους εἰς κοινωνίαν τῆς ἑορτῆς. Ταῦτα δὲ πάντα τῶν ἡμετέρων ἐστὶ μυστηρίων αἰνίγματα· χρίομεν γὰρ καὶ ἡμεῖς τῷ αἵματι τοῦ ἡμετέρου Ἀμνοῦ οὐ μόνον τὴν φλιὰν ἀλλὰ καὶ τοὺς δύο σταθμούς, κατὰ μὲν τὸ ὁρώμενον τὴν γλῶτταν
col. 1085–1086page 539 of 591
PG 101:1085καὶ τὰ χείλη καθαίροντές τε καὶ ἁγιάζοντες· κατὰ δὲ τὸ νοούμενον ἀντὶ φλιᾶς τὸ λογικόν· ἀντὶ δὲ τῶν δύο σταθμῶν, τὸ θυμοειδὲς καὶ ἐπιθυμητικόν· ἁρμόττει δὲ ἡμῖν καὶ τὸ μήτε ὠμά, μήτε ἐψημένα, ἐσθίειν, ἀλλ᾽ ὀπτὰ πυρί· οὔτε γὰρ μόνῳ τῷ ὄμματι προσβλέπομεν, ἀλλὰ τὴν διάνοιαν ἐρευνῶμεν, οὔτε μὴν ἀνθρωπίνους λογισμοὺς τοῖς θείοις ἐπεισάγομεν λόγοις· τοῦτο γὰρ καὶ Ἡσαΐας τινῶν κατηγόρησεν, ὡς ἀναμιγνύντων ὕδατι τὸν οἶνον· ἀλλὰ μόνῳ χρώμεθα τῷ θείῳ πυρί, τῇ τοῦ παναγίου Πνεύματος χάριτι· τὸ δὲ μὴ καταλιπεῖν τῶν χρεῶν εἰς τὴν ὑστεραίαν, οὕτω νοοῦμεν· ὅτι ὁ μέλλων βίος τῶν συμβόλων οὐ δεῖται· αὐτὰ γὰρ ὁρῶμεν ἐν ἐκείνῳ τῷ πράγματι· τὰ δὲ ὀστᾶ τοῦ προβάτου συντρίβουσιν οἱ κακῶς τὰ θεῖα νοοῦντες Λόγια καὶ εἰς τὴν οἰκείαν αὐτὰ πειρώμενοι μεταφέρειν ἀσέβειαν· τὸ δὲ μὴ μόνον ἐκ προβάτων ἀλλὰ καὶ ἐξ ἐρίφων λαμβάνειν, τὴν θείαν πάλιν κηρύττει φιλανθρωπίαν· οὐ γὰρ μόνον ὑπὲρ δικαίων ὁ Χριστὸς ἀλλὰ καὶ ὑπὲρ ἁμαρτωλῶν τὸ σωτήριον ὑπομεμένηκε πάθος· ἔριφον γὰρ ὑπὲρ ἁμαρτωλοῦ ὁ νόμος προσφέρειν ἐκέλευσε· καὶ τῶν θείων δὲ μυστηρίων οἱ μεταλαμβάνοντες, οἱ μὲν ὡς προβάτου μεταλαμβάνουσιν, ἅτε δὴ τελείαν τὴν ἀρετὴν κεκτημένοι· οἱ δὲ ὡς ἐρίφου, διὰ μετανοίας ἐξαλείφοντες τὰς τῶν ἁμαρτημάτων κηλίδας· οὕτω καὶ ὁ Κύριος ἡμῶν οὐκ ἐκ σιτίνων μόνον ἀλλὰ καὶ ἐκ κριθίνων τοὺς συνεληλυθότας ἄρτων διέθρεψε· καὶ ἡμῖν δὲ διεκέλευσεν ἔχειν τὰς ὀσφύας περιεζωσμένας καὶ τοὺς πόδας ὑποδεδεμένους καὶ τοὺς λύχνους καιομένους, ὡς οἰκέτας δεσπότην προσμένοντας· ἀλλ᾽ Ἑβραῖοι μὲν ὡς Αἰγυπτίων ἀπαλλαττόμενοι καὶ εἰς τὴν Χαναναίων γῆν εἰσαγόμενοι τοῦτο εἶχον τὸ σχῆμα· ἡμεῖς δὲ ὡς ἐντεῦθεν εἰς ἕτερον μεθιστάμενοι βίον. Διὰ τοῦτο καὶ ἡμῖν ὁ θεῖος παρακελεύεται Παῦλος βοῶν· «Ἐκκαθάρατε τὴν παλαιὰν ζύμην·» καὶ ἑξῆς εἰπών· «Ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ᾽ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.» Ἄνωθεν δὲ προμεμήνυκε τὴν τῶν ἐθνῶν σωτηρίαν ὁ Θεός· καὶ γὰρ προσηλύτους μεταλαγχάνειν τοῦ Πάσχα προσέταξε. Γιόραν γὰρ τὸν προσήλυτον ἐκάλεσεν, καὶ ἰσονομίας αὐτῷ μετέδωκεν· «Ἔσται γάρ, φησίν, ὡς αὐτόχθων τῆς γῆς·» καὶ τὸ «Ἐν οἰκίᾳ μιᾷ βρωθήσεται,» φυλάττουσιν οἱ πιστοί, ἐν μόνῃ τῇ Ἐκκλησίᾳ τῶν θείων μεταλαμβάνοντες μυστηρίων, τὰς δὲ τῶν αἱρετικῶν συναγωγὰς βδελυττόμενοι· τὰ μέντοι πρωτότοκα καὶ τῶν προβάτων καὶ τῶν βοῶν προσφέρεσθαι νενομοθέτηκε, τῆς τῶν πρωτοτόκων αὐτοὺς σωτηρίας ἀναμιμνήσκων· οὐδὲ γὰρ αὐτὸς τῶν θυμάτων ἐδεῖτο, ἀλλὰ τὴν ἐκείνων ὠφέλειαν ἐπραγματτεύετο· τοῦτο δὲ καὶ αὐτὸς ὁ νόμος δηλοῖ· «Ἐὰν γὰρ ἐρωτήσῃ σε ὁ υἱός σου, Τί ἐστι τοῦτο;» καὶ ἑξῆς, ἕως τοῦ, «Διὰ τοῦτο ἐγὼ θύω τῷ Κυρίῳ πᾶν διανοίγον μήτραν, τὰ ἀρσενικά· καὶ πᾶν πρωτότοκον τῶν υἱῶν σου λυτρώσομαι· καὶ ἔσται εἰς σημεῖον ἐπὶ τῆς χειρός σου καὶ ἀσάλευτον πρὸ ὀφθαλμῶν· ἐν γὰρ

Question CCLXV - CCLXVIQuæstio CCLXV - CCLXVI

col. 1087–1088page 540 of 591
PG 101:1087Τοιγάρτοι τούτων ἕκαστον οὐ τῆς τοῦ Θεοῦ χρείας ἕνεκα, ἀλλὰ τῆς τοῦ λαοῦ ἐγένετο ὠφελείας. ΕΡΩΤΗΣΙΣ ΣΞΕ'. Πῶς νοητέον τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον, « Πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσθημεν, » καὶ ἑξῆς, ἕως· « Ἡ δὲ πέτρα ἦν ὁ Χριστός; » Τύπος ἦν τῶν νέων τὰ παλαιὰ, καὶ σκιὰ μὲν ὁ νόμος, σῶμά τι δὲ ἡ χάρις· ἐπειδὴ τοίνυν ἐδίωκον τοὺς Ἑβραίους οἱ Αἰγύπτιοι, διαβάντες δὲ τὴν Ἐρυθρὰν θάλασσαν οἱ Ἑβραῖοι τῆς πικρᾶς τῶν Αἰγυπτίων ἀπηλλάγησαν δεσποτείας, τύπον ἔχει τῆς κολυμβήθρας ἡ θάλαττα· ἡ δὲ νεφέλη, τοῦ Πνεύματος· ὁ δὲ Μωϋσῆς, τοῦ Σωτῆρος Χριστοῦ· τοῦ σταυροῦ δὲ, ἡ ῥάβδος· τοῦ διαβόλου δὲ, ὁ Φαραώ· τῶν δαιμόνων, οἱ Αἰγύπτιοι· τὸ δὲ μάννα, τῆς θείας τροφῆς· τὸ δὲ τῆς πέτρας ὕδωρ, τοῦ σωτηρίου αἵματος· ὥσπερ γὰρ ἐκεῖνοι μετὰ τὸ διαβῆναι τὴν Ἐρυθρὰν θάλασσαν καὶ τῆς ξένης τροφῆς καὶ τοῦ παραδόξου ἀπήλαυσαν νάματος, οὕτως ἡμεῖς μετὰ τὸ σωτήριον βάπτισμα, τῶν θείων μεταλαγχάνομεν μυστηρίων. ΕΡΩΤΗΣΙΣ ΣΞΣ'. Πῶς τὸ δίκαιον σώζεται, τῶν παίδων ὑπὲρ τῶν πατέρων κολαζομένων; Μείζους τῶν κολάσεων παρὰ τῷ Θεῷ αἱ ἀπειλαί· φησὶ γάρ· « Πᾶς ἀπερίτμητος ἄρσην ὃς οὐ περιτμηθήσεται τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται·» ἀλλ᾽ ἔστιν ἰδεῖν τοὺς μὲν περιτετμημένους ἐν τῇ ἐρήμῳ διαφόρως ἀναιρεθέντας· τοὺς δὲ ἀπεριτμήτους, καὶ τῆς τῶν προγόνων ἐπαγγελίας ἀντὶ τῆς τιμωρίας τετυχηκότας (τούτους γὰρ ἐν Γαλγάλοις ὁ Ἰησοῦς περιέτεμε)· πάλιν ταῖς ἐχούσαις ζύμην οἰκίαις πανωλεθρίαν ἠπείλησεν, ἀλλ᾽ οὐκ ἐπήγαγεν· καὶ ἐνταῦθα τοίνυν ὡς φιλόπαιδας δεδίττεται ταῖς ἀπειλαῖς· καί φησιν· « Ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσί με·» ὅτι προσέχειν γυμνῷ τῷ γράμματι ἀσεβές, αὐτὸς δι᾽ ὧν τἀναντία διδάσκει ὁ Θεός, δῆλον· « Οὐκ ἀποθανοῦνται γὰρ παῖδες ὑπὲρ πατέρων, φησίν, οὐδὲ πατέρες ὑπὲρ παίδων· ἀλλ᾽ ἕκαστος ἐν τῇ ἰδίᾳ αὐτοῦ ἁμαρτίᾳ ἀποθανεῖται·» καὶ διὰ Ἐζεκιήλ· « Τίς ὑμῖν παραβολὴ αὕτη λεγόντων· Οἱ πατέρες ἔφαγον ὄμφακας, καὶ οἱ ὀδόντες τῶν υἱῶν αἱμοδίασαν; Ζῶ ἐγώ, λέγει Κύριος ὁ Θεός, εἰ ἔσται ἡ παραβολὴ αὕτη, ἀλλὰ τῶν φαγόντων τὸν ὄμφακα αἱμοδιάσουσιν οἱ ὀδόντες· ὅτι πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσι·» καὶ τὰ ἑξῆς δὲ ταύτην τὴν ἔννοιαν ἔχει· ἐγὼ δὲ οἶμαι μᾶλλον τὴν θείαν φιλανθρωπίαν ἐμφαίνειν τὴν ἀπειλήν· πρόκειται γὰρ τοῖς μισοῦσί με, τουτέστι
col. 1089–1090page 541 of 591
PG 101:1089μακροθυμῶ τοῖς πατράσιν ἡμαρτηκόσι· μακροθυμῶ καὶ παισίν. Εἰ δὲ οἱ ἔκγονοι καὶ οἱ ἀπόγονοι τὴν τῶν προγόνων ζηλώσαιεν πονηρίαν, τότε ἐπάξω τὴν τιμωρίαν. «Ποιῶν γὰρ, φησίν, ἔλεος εἰς χιλιάδας καὶ μυριάδας τοῖς ἀγαπῶσί με.» Εὕροι δ' ἄν τις καὶ τὴν ἱστορίαν σύμφωνον· πέμπτῃ γὰρ γενεᾷ ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ ἐξ Αἰγύπτου· ἀλλὰ τοῖς τῶν Αἰγυπτίων ἐν Αἰγύπτῳ δεδουλευκότες θεοῖς οὐκ ἔτισαν δίκας, οὔτε οἱ πατέρες αὐτῶν οὔτε οἱ προπάτορες, αὐτοὶ δὲ ζηλώσαντες τὴν ἐκείνων ἀσέβειαν ἐκολάσθησαν· ὡς μετὰ τοσαύτην εὐεργεσίαν καὶ τὰ μυρία θαύματα τὴν ἀσέβειαν οὐκ ἐκπτύσαντες· οἱ δὲ τούτων παῖδες τὸν Σωτῆρα Θεὸν ἡγαπηκότες τῆς προγονικῆς ἀπήλαυσαν ὑποσχέσεως· καὶ ὁρῶμεν τὸ ἀψευδὲς τῆς πρὸς τοὺς πατέρας γεγενημένης ἐπαγγελίας· τὰ γὰρ ἔθνη διὰ τοῦ σπέρματος Ἀβραὰμ τῆς εὐλογίας τετύχηκεν· ἐπειδὴ τοίνυν τὸν μόσχον ἔμελλον προσκυνεῖν, προαπειλεῖ τὴν τιμωρίαν. ΕΡΩΤΗΣΙΣ ΣΞΖ'. Τί ἐστι ἐξεικονισμένον βρέφος; Φασὶ τοῦ σώματος ἐν τῇ μήτρᾳ διαπλασθέντος, τότε ἐμψυχοῦσθαι τὸ ἔμβρυον· καὶ γὰρ καὶ τὸ τοῦ Ἀδὰμ σῶμα πρότερον διέπλασεν ὁ Θεὸς, εἶτα ἐνεφύσησε τὴν ψυχήν. κελεύει τοίνυν ὁ νομοθέτης γυναικὸς ἐγκύμονος ἐν μάχῃ ἀμβλωσάσης, εἰ μὲν ἐξεικονισμένον, τουτέστι μεμορφωμένον ἐξέλθοι τὸ βρέφος, φόνον καλεῖσθαι καὶ φόνου δίκην ὑπέχειν τὸν δεδρακότα· ἂν δὲ μή, φόνου μὲν ἀφίεσθαι· οὐ γὰρ ἔμψυχον ἐξημβλώθη· ζημίαν δέ τινα τίνειν. ΕΡΩΤΗΣΙΣ ΣΞΗ'. Τὴν σκηνὴν τί δήποτε γενέσθαι προσέταξεν; Αὐτὸς ὁ Θεὸς αἰτίαν δεδήλωκε. «Καὶ ποιήσεις γάρ μοι, φησὶν, ἁγίασμα, καὶ ὀφθήσομαι ἐν ὑμῖν· καὶ ποιήσεις κατὰ πάντα ὅσα ἐγὼ δείκνυμί σοι ἐν τῷ ὄρει, τὸ παράδειγμα τῆς σκηνῆς καὶ τὸ παράδειγμα τῶν σκευῶν αὐτῆς.» Ἐπειδὴ γὰρ ἐν τῷ ὄρει Σινᾶ νόμον ἐδεδώκει, εἰκὸς δὲ ἦν τινας ὑποτοπάσαι περιγεγράφθαι τὸ θεῖον, ἐκέλευσε γενέσθαι σκηνήν· ἐκεῖθεν τὴν οἰκείαν ποιούμενος ἐπιφάνειαν, ἐκπαιδεύει τὸν λαὸν τὴν εὐσέβειαν. Ὥσπερ γὰρ τὴν ἐπηγγελμένην ἀπειληφότων, ναὸν γενέσθαι προσέταξε, καὶ τὰς θείας λειτουργίας ἐν τούτῳ γίνεσθαι προσέταξεν, ἵνα μὴ ἀδεῶς τοῦτο ὁρῶντες τῇ τῶν δαιμονίων περιπέσωσι πλάνῃ, οὕτω τὴν ἔρημον διαβαίνουσι σκηνὴν γενέσθαι προσέταξε, μεταβῆναι καὶ αὐτὴν δυναμένους· καὶ ἀπαιρόντων, ἡγεῖσθαι προσέταξεν, ἵνα μὴ ζητῶσιν πάλιν θεοὺς, οἳ προπορεύσονται αὐτ-

Question CCLXVII - CCLXVIIIQuæstio CCLXVII - CCLXVIII

col. 1091–1092page 542 of 591
PG 101:1091κτίσεως τὴν εἰκόνα· ὥσπερ γὰρ τὸν οὐρανὸν καὶ τὴν γῆν δημιουργήσας ὁ Θεὸς μέσον ἔστησε τὸ στερέωμα δι' αὐτοῦ διορίσας τὰ ἄνω τῶν κάτω, οὕτω τὴν σκηνὴν μίαν προστάξας γενέσθαι, ἐν μέσῳ διαταχθῆναι κελεύει τὸ παραπέτασμα ἐν τύπῳ τοῦ στερεώματος· καὶ δι' αὐτοῦ διῄρητο ἡ κιβωτός· καὶ τὸ παρὰ τὴν θύραν μέρος ἐκάλεσεν ἅγια· τὸ δὲ τοῦ παραπετάσματος ἔνδον, Ἅγια ἁγίων· καὶ ὥσπερ λέγει ὁ Δαβίδ· « Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων, » οὕτω καὶ τὸ ἔξω μὲν τοῦ καταπετάσματος εἰσητὸν ἦν τοῖς ἱερεῦσι, τὰ δὲ ἔνδον ἄψαυστα ἦν καὶ ἄδυτα· τὸν ἀρχιερέα γὰρ μόνον ἅπαξ τοῦ ἔτους νόμος ἦν εἰσιέναι. Ἦν δὲ ἐκεῖ τὰ τῶν Χερουβὶμ εἰκονίσματα, τύπον τῶν ἀσωμάτων δυνάμεων ἐπέχοντα· ἐν μέσῳ δὲ τούτων ἡ κιβωτὸς τὰς πλάκας ἔχουσα τοῦ νόμου, καὶ τὴν στάμνον τοῦ μάννα, καὶ τὴν ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν· ἐπέκειτο δὲ αὐτῇ τὸ ἱλαστήριον ταῖς πτέρυξι τῶν Χερουβὶμ σκιαζόμενον· ἐν τούτῳ δὲ ὁ τῶν ὅλων Θεὸς τὴν οἰκείαν ἐπιφάνειαν ἐποιεῖτο· ἐπειδὴ γὰρ ἡ θεία φύσις ἀνείδεός τε καὶ ἀσχημάτιστος, καὶ τῆς τοιαύτης οὐσίας εἰκόνας τεκτήνασθαι παντάπασιν ἀδύνατον, τὰ σύμβολα τῶν μεγίστων αὐτῶν δωρεῶν ἔνδον κεῖσθαι προσέταξεν· αἱ μὲν γὰρ πλάκες τὴν νομοθεσίαν ἐδήλουν· τὴν ἱερωσύνην δὲ ἡ ῥάβδος· τὸ δὲ μάννα τὴν ἐν ἐρήμῳ τροφήν· τὸ δέ γε ἱλαστήριον τῆς προφητείας σύμβολον ἦν· ἐκεῖθεν γὰρ αἱ προῤῥήσεις ἐγίνοντο· τὰ μὲν οὖν ἔνδον τοῦ καταπετάσματος, τῶν οὐρανίων εἶχε τύπον· διὸ καὶ Ἅγια τῶν ἁγίων ὠνόμαστο· μαρτυρεῖ δὲ τοῦτο καὶ ὁ μακάριος Παῦλος λέγων· « Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανόν· » τὰ δὲ τούτου ἐντὸς εἰκόνα ἔφερε τῶν ἐπιγείων· εἶχε δὲ ταῦτα λυχνίαν μὲν ἐν τῷ νοτίῳ μέρει ἑπτάκαυλον, ἰσαρίθμους ἔχουσαν λύχνους ἐπικειμένους· ἐδήλουν δὲ οὗτοι τῶν ἡμερῶν τῆς ἑβδομάδος τὸν ἀριθμόν· τράπεζαν δὲ ἐν τῷ βορείῳ χρυσῆν, ἐφ' ἧς ἄρτους προσέταξε προσκεῖσθαι δυοκαίδεκα, καὶ φιάλας χρυσᾶς πλήρεις λιβανωτοῦ καὶ ἀλῶν· ἐν δὲ τῷ μέσῳ τῆς τε λυχνίας καὶ τῆς τραπέζης, χρυσοῦν ἔκειτο θυσιαστήριον· ταῦτα δ' ἦν συντάγματα τῶν ἀπὸ γῆς τοῖς ἀνθρώποις δεδωρημένων καρπῶν. Πρὸ δὲ τῆς σκηνῆς ἔξω τὸ χαλκοῦν θυσιαστήριον, τὸ τὰ προσφερόμενα δεχόμενον θύματα· δηλοῖ δὲ τοῦτο περιττὰ εἶναι ταῦτα καὶ μὴ ἀρεστὰ τῷ Θεῷ· ὅθεν ἐπιτελεῖσθαι μὲν αὐτὰ συνεχώρησεν διὰ τὴν Ἰουδαίων ἀσθένειαν, ἔξω δὲ σκηνῆς ὡς οὐκ ἀναγκαία τοῖς ἔνδον· ἡμεῖς δὲ τὴν τοῖς ἔνδον ἀπονεμηθεῖσαν λειτουργίαν ἐπιτελοῦμεν· θυμίαμα γὰρ καὶ λυχνιαῖον φῶς προσφέρομεν τῷ Θεῷ καὶ τὴν μυστικὴν τῆς τραπέζης ἱερουργίαν· τριάκοντα δὲ πήχεων ἦν τὸ μῆκος τῆς σκηνῆς, καὶ δέκα τὸ εὖρος· καὶ τοῦτο καταμαθεῖν εὐπετές· εἴκοσι γὰρ σανίδας εἶχε τὸ νότιον μέρος, καὶ τοσαύτας τὸ βόρειον· σανίδας δὲ τοὺς στύλους ὠνόμασαν οἱ ἄλλοι ἑρμηνευταί· ἑκάστης δὲ
col. 1093–1094page 543 of 591
PG 101:1093σανίδης πήχυν ἐχούσης καὶ ἥμισυ, τριάκοντα πήχεις αἱ εἴκοσι σανίδες ἐπλήρουν· οὕτω πάλιν τὸ πρὸς δυσμὰς ἀποβλέπον ἓξ εἶχε σανίδας τὸ αὐτὸ μέτρον ἐχούσας καὶ δύο γωνίας· δώδεκα δὲ πήχεις ἐκ τούτων συναγόμενοι οἱ μὲν δέκα τὸ ἔνδον μέρος ἐπλήρουν, οἱ δὲ ἄλλοι δύο τῶν ἑκατέρων πλευρῶν τὰς ἁρμονίας ἐδέχοντο· ἐκ μέντοι τοῦ ἐῴου μέρους τὴν θύραν γενέσθαι προσέταξεν, ἵνα καὶ αὐτὸς ἀνίσχων ὁ ἥλιος οἷόν τινα προσκύνησιν προσφέρῃ τοῖς προπυλαίοις εὐθὺς ἐκεῖσε τὰς ἀκτῖνας ἐκπέμπων· καὶ οἱ τῷ Θεῷ μόνῳ λατρεύοντες ὄπισθεν τὸν ἥλιον ἔχωσι πρὸς τὴν σκηνὴν τετραμμένοι, καὶ μὴ τοῦτον, ἀλλὰ τὸν τούτου Ποιητὴν προσκυνῶσι· δρυφακτῷ τοίνυν ἡ σκηνὴ προσεώκει, σανίδας πάντοθεν ἔχουσα συνηρμοσμένας ἀλλήλαις· εἶχον δὲ καὶ τὰς βάσεις ἀργυρᾶς καὶ κεφαλίδας ὡσαύτως· καὶ αὗται δὲ ἔξωθεν καὶ ἔνδοθεν ἦσαν εἰλημμέναι χρυσῷ· τὸν δὲ ὄροφον εἶχεν ἐξ ὑφασμάτων ποικίλων, ἐκ διαφόρων κατεσκευασμένον χρωμάτων· τὸ μὲν γὰρ ἦν ἀλουργόν· τὸ δὲ ῥοδοειδὲς ἢ κοκκοβαφές· τὸ δὲ ὑακίνθῳ προσεοικός· ἡ δὲ βύσσος τὴν λευκὴν εἶχε χρόαν· καὶ ταῦτα δὲ τῶν τεσσάρων στοιχείων ἦν αἰνίγματα· ὁ μὲν ὑάκινθος τῷ ἀέρι προσέοικε· τὸ δὲ ῥοδοειδὲς ἢ κοκκοβαφὲς τῷ πυρί· τὸ δὲ ἀλουργὸν μηνύει τὴν θάλασσαν· ἐκείνη γὰρ τρέφει τὸν κόχλον, ἐξ ἧς τὸ τοσοῦτον γίνεται χρῶμα· ἡ δὲ βύσσος τὴν γῆν, ἐκ ταύτης γὰρ φύεται· καὶ δέῤῥεις δὲ εἶχε τριχίνας ἐπικειμένας, καὶ μέντοι καὶ διφθέρας ποικίλας, ὥστε καὶ τὸν ὑετὸν ἀπείργειν. Καὶ τοῖς ἱερεῦσι δὲ παντοδαπὸν περιέθηκε κόσμον, τὸν μὲν λαὸν καταπλήττοντα τῷ διαφόρῳ τοῦ σχήματος, αὐτοὺς δὲ τοὺς ἱερέας διδάσκοντα ὅπως χρὴ τὴν ψυχὴν ἐξωραΐζειν καὶ κοσμεῖν· ὑποδύτην δὲ καλεῖ τὸν ἐνδότερον χιτωνίσκον· ἐπενδύτην δὲ τὸν χιτῶνα τὸν ἐξώτερον· ὑακίνθινον δὲ τοῦτον προσέταξε γενέσθαι· ποδήρη δὲ προσηγόρευσε ὡς μέχρι ἄκρων τῶν ποδῶν διήκοντα· ἀπήρτησε δὲ τούτου κώδωνας χρυσοῦς καὶ ῥοΐσκους ἵνα εἰς τὸ ἄδυτον καὶ ἀνάκτορον τῆς σκηνῆς εἰσιών, καὶ τὴν ἀπὸ τούτων ἐπιτελουμένην ἠχὴν εἰσδεχόμενος μετὰ δέους τὴν λειτουργίαν ἐπιτελῇ εἰς μνήμην τοῦ προστεταχότος ἀφικνούμενος· διά τοι τοῦτο καὶ ὁ ποδήρης τοῦ ἀέρος εἶχε τὸ χρῶμα· ὑάκινθος δὲ ἦν ὡς ἂν εἰς τοῦτον ἀφορῶν μετάρσιος γίνηται· ἐπέκειτο δὲ τῇ κεφαλῇ κίδαρις τὸν οὐρανὸν μιμουμένη· ἐπεκάλυπτε δὲ καὶ ταινία τὸ μέτωπον, ἣν μίτραν εἶπον οἱ Ἑβδομήκοντα· εἶχε δ' ἐν μέσῳ αὕτη πέταλον χρυσοῦν ἐγγεγραμμένον ἔχον τοῦ Θεοῦ ἄφραστον ὄνομα ὃ καλοῦσιν Ἑβραῖοι τετραγράμματον· εὐλάβειαν δὲ τὸν λαὸν ἐκπαιδεύων δι' αἰνίγματος τοῦτο δεδήλωκεν· Ἐπιγράψεις γὰρ, φησίν, αὐτὸ ἁγίασμα Κυρίου. Ἐκέλευσε δὲ αὐτῷ καὶ ἐφεστρίδα γενέσθαι, ἣν οἱ Ἑβδομήκοντα ἐπωμίδα ἐκάλεσαν· ἐν δὲ ταῖς Βασιλείαις εὑρίσκομεν ἐφούδ αὐτὴν κατὰ τὴν τῶν Ἑβραίων γλῶτταν ὠνομασμένην· αὕτη εἶχεν ἐφ' ἑκατέρου μὲν ὤμου δύο λίθους πολυτελεῖς ἔχοντας τῶν φυλῶν τὰς προσηγορίας ἐγγεγραμμένας· τῷ στήθει δὲ τὸ καλούμενον λογεῖον τὴν λογικὴν συγκα-

Question CCLXIXQuæstio CCLXIX

col. 1095–1096page 544 of 591
PG 101:1095ἀλύπτον καρδίαν· εἶχε δὲ καὶ τοῦτο δώδεκα λίθους προσηρμοσμένους διάφορον ἔχοντας χρόαν· διὰ δὲ τοῦτο ἐδηλοῦτο πολέμου συγκροτηθέντος, ἢ νίκη, ἢ ἧττα· καὶ τοῦτο δὲ τῶν Βασιλειῶν ἡ ἱστορία διδάσκει· ἐπιστρατευσάντων γὰρ τῶν πολεμίων τῷ Ἰσραὴλ οὐ πρότερον ἐτόλμησεν ὁ Σαούλ παρατάξασθαι, ἕως εἶδε τὰ τῆς νίκης μηνύματα· διὰ τοῦτο εἰρηκὼς ὁ τῶν ὅλων Θεός· Καὶ ἐπιθήσεις τὸ λογεῖον τῆς κρίσεως ἐπὶ τὸ στῆθος Ααρών, καὶ συνάψεις αὐτὸ πρὸς τὴν ἐπωμίδα· ἐπήγαγε· Καὶ ἐπιθήσεις αὐτῷ τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν· ἡ καὶ δήλωσιν μὲν ἐκάλεσεν τὰ ἐκεῖθεν μηνύματα· ἀλήθειαν δὲ τῶν μηνυμάτων τὸ ἀψευδές· ἰστέον μέν τοι ὡς παχυτέροις οὖσι τοῖς τηνικαῦτα καὶ τῶν νοητῶν ἐφικέσθαι μὴ δυναμένοις, διὰ τῶν σωματικῶν συμβόλων τὴν ὠφέλειαν ὁ πάνσοφος ἡμῶν Δεσπότης ἐπραγματεύετο· καὶ γὰρ ἡμεῖς νοοῦμεν διὰ τοῦ λογείου τὴν θεωρίαν τῶν νοητῶν· διὰ δὲ τῆς ἐπωμίδος τὴν ἐργασίαν τῆς ἀρετῆς, καὶ τὴν τοῦ λογείου καὶ τῆς ἐπωμίδος ἁρμονίαν τε καὶ συνάφειαν εἰς τὴν τῆς πίστεως καὶ τῆς ἀγαθῆς πράξεως λαμβάνομεν συμφωνίαν· τὸ δὲ πρώτοις ἐπιτίθεσθαι τὴν ἐπωμίδα, εἶθ' οὕτως ταύτῃ τὸ λογεῖον συνάπτεσθαι τὸ τὴν ἀγαθὴν πρᾶξιν ὑποβάθραν εἶναι τῶν ἀρετῶν. ΕΡΩΤΗΣΙΣ ΣΞΘ'. Διατὶ τὰς πλάκας συνέτριψεν. Ανάξιον κρίνας τὸν λαὸν τῆς νομοθεσίας· ἐπειδὴ γὰρ προικῴων γραμματείων τύπον εἶχον αἱ πλάκες, ἡ δὲ νύμφη πρὸ τῆς παστάδος εἰς μοιχείαν ἀπέκλινε, μάλα εἰκότως τὸ προικῷον γραμματεῖον διέρρηξεν· ἐπισκεπτέον μὲν ὡς τότε δεξάμενος ὁ Θεὸς τὴν ἱκεσίαν, ἀπεβάλετο τὴν τιμωρίαν· προστέθεικε δέ· Ἧ δ' ἂν ἡμέρᾳ ἐπισκέπτομαι, ἐπάξω ἐπ' αὐτοὺς πᾶσαν τὴν ἁμαρτίαν αὐτῶν· ἔοικε δὲ τοῦτο τοῖς ὑπὸ τοῦ Ἀποστόλου εἰρημένοις· Ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει· κατὰ δὲ τὴν σκληρότητά σου, καὶ ἑξῆς· ὁ μέντοι νομοθέτης ἀκούσας ὡς οὐκ ἀνέξεται συνεῖναι αὐτοῖς ὁ τῶν ὅλων Θεὸς ἔτι, ἀλλ' ἄγγελον ἐπιστήσει, ᾔτησε μὲν γνῶναι καὶ τὸν ἐπιστησόμενον, ἠντιβόλησε δὲ μὴ δοῦναι αὐτοῖς ὁμόδουλον ἡγεμόνα, ἀλλ' αὐτὸν αὐτῶν καθηγήσασθαι· ὡς δὲ καὶ ταύτην ἔσχε τὴν ἀρχήν, ἔρωτι μεθύων ἐπαινουμένῳ τῶν ὑπὲρ ἄνθρωπον ἠράσθη καὶ τὴν ἀθέατον φύσιν ἰδεῖν ἐπεθύμησεν, ἀλλὰ μεμάθηκεν ὡς τοῦτο ἀδύνατον· τὰ δὲ τῆς οἰκονομίας τε καὶ ἐνεργείας, οὕτω γὰρ δεῖ νοεῖν τοῦ Θεοῦ τὰ ὀπίσθια, θεωρῆσαι δυνατὸν τοῖς κατὰ Μωϋσέα, οὐδὲ τούτοις δὲ ἁπλῶς, ἀλλ' εἰς τὴν πέτραν ὑπ' αὐτοῦ τοῦ Θεοῦ τιθεμένοις· σημαίνει δὲ αὕτη τῆς πίστεως τὸ στερρὸν καὶ ἀκράδαντον· καὶ διὰ τῆς ὁπῆς τῆς πέτρας, δηλοῖ δὲ αὕτη τῆς πίστεως ὀφθαλμὸν θεωροῦντα τοῖς αἰσθητοῖς ὀφθαλμοῖς ἀνέφικτα καὶ ἀθέατα.
col. 1097–1098page 545 of 591
PG 101:1097Πολλὰς αὐτοῖς παιδείας ὁ Θεὸς τοιαύτας ἐπήγαγεν· αὐτίκα γοῦν καὶ περὶ λεπρῶν οἰκιῶν οὕτως ἔφη· «Ὡς ἂν εἰσέλθητε εἰς τὴν γῆν τῶν Χαναναίων ἣν ἐγὼ δίδωμι ὑμῖν· καὶ δώσω ἀφὴν λέπρας ἐν ταῖς οἰκίαις τῆς γῆς τῆς ἐγκτήτου ὑμῶν,» καὶ ἑξῆς· διδάσκει δὲ διὰ τούτων ὅτι θεήλατοι ἦσαν αἱ πληγαί, ποτὲ μὲν κατὰ ἱματίων, ποτὲ δὲ κατὰ οἰκιῶν φερόμεναι· ταῦτα δὲ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν ἀνεδήλου· τῶν γὰρ ἀνθρώπων ἁμαρτανόντων, ἱματίοις καὶ οἰκίαις ἐπέφερε τὰς πληγάς, διὰ τούτων τοῖς ταῦτα κεκτημένοις τὴν θεραπείαν προσφέρων· ἔοικε δὲ τῷ λεπρῶντι οἴκῳ ὁ οἶκος τοῦ Ἰσραήλ, οὗ πολλάκις μὲν ἐξῃρέθησαν καθάπερ λίθοι τινὲς λεπρῶντες οἱ πλημμελήσαντες, ποτὲ μὲν διὰ Ἀσσυρίων, ποτὲ δὲ διὰ Βαβυλωνίων, ἄλλοτε δὲ διὰ Μακεδόνων· ἐπειδὴ δὲ παγίαν ἔσχον τὴν λέπραν, ἄρδην καταλυθῆναι τὴν οἰκίαν ὁ νομοθέτης ἐκέλευεν. Τοῦ σωτηρίου πάθους περιέχει τὸν τύπον· ὥσπερ γὰρ τούτων τὸ μὲν θύεται, τὸ δὲ εἰς τὸ τοῦ τυθέντος αἷμα βαπτόμενον ἀπελύετο, οὕτως ὑπὲρ τῆς λεπρώσης ἀνθρωπότητος ὁ Δεσπότης ἐσταυρώθη Χριστός, τῆς μὲν σαρκὸς δεξαμένης τὸν θάνατον, τῆς δὲ Θεότητος οἰκειωσαμένης τὸ τῆς ἀνθρωπότητος πάθος· καὶ καθάπερ ὕδατι καθαρῷ τοῦ σφαγέντος ὀρνιθίου τὸ αἷμα μιγνύμενον, καὶ κεδρίνου ξύλου καὶ ὑσσώπου καὶ κοκκίνου κεκλωσμένου περιῤῥαινόμενος ὁ καθαριζόμενος λεπρὸς λαμπρός τε καὶ καθαρὸς ἀποδείκνυται, οὕτως ὁ τῷ Σωτῆρι πιστεύων Χριστῷ καὶ τῷ τοῦ παναγίου Πνεύματος ὕδατι καθαιρόμενος, τὰς τῶν ἁμαρτημάτων ἀποβάλλει κηλίδας· σύμβολον δὲ τὸ μὲν κέδρινον ξύλον, τῆς ἀπαθοῦς Θεότητος· ἄσηπτον δὲ τὸ ξύλον· τὸ δὲ κόκκινον τὸ κλωστόν, τῆς ἐκ ψυχῆς καὶ σώματος ἀνθρωπότητος· τὸ δὲ ὕσσωπον, τῆς τοῦ παναγίου Πνεύματος θερμότητός τε καὶ εὐοσμίας· διὰ τούτων οἱ βαπτιζόμενοι τῆς ψυχικῆς ἀπαλλάττονται λέπρας· καὶ ἡ κοτύλη δὲ τοῦ ἐλαίου, τοῦ Πνευματικοῦ ἐστι μύρου σημαντική· δηλοῖ δὲ τὸ ἐπιχριόμενον ἔλαιον τῷ ὠτίῳ τῷ δεξιῷ καὶ τῇ δεξιᾷ χειρὶ καὶ τῷ δεξιῷ ποδί, τὸ μὲν τὴν ἀκοὴν τοῖς δεξιοῖς ἀφοριεῖσθαι λογίοις· τὴν δὲ χεῖρα καὶ τὸν πόδα, ταῖς δεξιαῖς πράξεσιν ἐπιβαλλόμενον· τῇ δὲ κεφαλῇ, τὴν ἀφιέρωσιν τοῦ λογικοῦ δηλοῖ· ὁ μέντοι διαμείνας λεπρὸς ἔξω τῆς Ἐκκλησίας ἐκεβάλλεται.

Question CCLXXII - CCLXXIIIQuæstio CCLXXII - CCLXXIII

col. 1099–1100page 546 of 591
Quæstio CCLXX - CCLXXI
PG 101:1099Ἤδει τὴν ἐνίων ἀσέβειαν, καὶ ὅτι τοῖς δαίμοσι θυσίας προσοίσουσι· προσέταξε τοίνυν πάντα θύσαι βουλόμενον μόσχον ἢ πρόβατον ἢ αἴγα, παρὰ τὴν θύραν τῆς σκηνῆς ἀγαγεῖν· καὶ τὸ αἷμα ἐκχέαι καὶ μεταβαλεῖν οἴκαδε τῶν κρεῶν· τὸν δὲ τοῦτο μὴ δεδρακότα, ὡς φόνων ἔνοχον κατηγορεῖσθαι ἐκέλευσεν· « Αἷμα γάρ, φησί, λογισθήσεται τῷ ἀνθρώπῳ ἐκείνῳ αἷμα ἐξέχεε, » καὶ ἑξῆς. Ὅτι δὲ τοῦτον ἔχει τὸν σκοπὸν ὁ νόμος, τὰ ἐφεξῆς διδάσκει. « Ἀνοίσει γάρ, φησίν, ὁ ἱερεὺς τὸ στέαρ εἰς ὀσμὴν εὐωδίας τῷ Κυρίῳ, καὶ οὐ θύσουσιν ἔτι τὰς θυσίας αὐτῶν τοῖς ματαίοις, ὧν αὐτοὶ ἐκπορνεύσουσιν ὀπίσω αὐτῶν· » οὗτος ὁ νόμος παρὰ Ἰουδαίοις ἐπικρατεῖ· ὁ γὰρ ἱερεὺς θύει τὰ ἐσθιόμενα ζῶα· ἀπηγόρευσε δὲ καὶ τὸ ἐσθίειν αἷμα καὶ τὴν αἰτίαν ἐδίδαξεν. « Ἡ γὰρ ψυχή, φησί, πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστι· καὶ ἐγὼ αὐτὸ δέδωκα ὑμῖν ἐπὶ τοῦ θυσιαστηρίου ἐξιλάσκεσθαι περὶ τῶν ψυχῶν ὑμῶν· τὸ γὰρ αἷμα αὐτοῦ ἀντὶ τῆς ψυχῆς αὐτοῦ ἐξιλάσεται· διὰ τοῦτο εἴρηκα τοῖς υἱοῖς Ἰσραήλ· Πᾶσα ψυχὴ ἐξ ὑμῶν οὐ φάγεται αἷμα· » ὥσπερ σύ, φησί, ψυχὴν ἀθάνατον ἔχεις, οὕτω τὸ ἄλογον ζῶον ἀντὶ τῆς ψυχῆς ἔχει τὸ σῶμα· οὗ δὴ χάριν κελεύει ἀντὶ τῆς σῆς ταύτην προσενεχθῆναι· ἐὰν δὲ τοῦτο φάγῃς, ψυχὴν ἐσθίεις· λογικῆς γὰρ ψυχῆς τάξιν τοῦτο πληροῖ· διὸ καὶ φόνον τὴν βρῶσιν ὠνόμασε· τούτου ἕνεκα καὶ τὰ τεθνηκότα τῶν ζώων ἐσθίειν ἀπαγορεύει, ὡς τοῦ αἵματος μὴ χωρισθέντος τοῦ ζώου. α'. Γέροντος ἱεροῦ καὶ φιλοπόνου αἴτησις, γέροντος θεσπεσίου καὶ θεωρητικοῦ θεωρίαν προβάλλεται τὴν ταύτης ἐπιζητοῦσα σαφήνειαν· καίτοι γε τοῖς τὰ πρακτικὰ σοφοῖς οὐ λόγος ὡς ἐπίπαν φιλεῖ καθίστασθαι διδάσκαλος· ἡ δὲ πρᾶξις καὶ μίμησις αὐτόθεν ἀνακαλύπτει τὸ μάθημα. Τοῦ ἡμετέρου τοίνυν ἐστὶ γέροντος, τοῦ παλαιοῦ γέροντος τὰ ἀπὸ τῆς πράξεως διαλύειν αἰνίγματα· ἔργῳ γὰρ ἔχων τὰ πράγματα καὶ ὅσα λόγος ἀδυνατεῖ τῶν ἀπορημάτων διαλύειν, ἡ πρᾶξις καθοδηγεῖ συνεπίστασθαι· πλὴν ἐπεὶ προσλαβεῖν ταῖς ἄλλαις ἀρεταῖς κανταῦθα τὸ τῆς ταπεινοφροσύνης τέλειον καὶ παρ' οἷς οὐκ ἔστι πρᾶξις, ὁ πρακτικὸς τῶν πρακτικῶν θεωρημάτων τὰ ἀπόῤῥητα ζητεῖ γενέσθαι ῥητά, οὐχ ἡμῖν, ἀλλὰ τῇ ἐκείνου καὶ
col. 1101–1102page 547 of 591
PG 101:1101ἀρετῇ καὶ αἰτήσει θαῤῥοῦντες ἐπὶ τὴν τῶν ἀπορουμένων λύσιν βαδιούμεθα. β'. Τρεῖς ὁ παλαιὸς καὶ καλὸς ἐκεῖνος γέρων προκοπάς εἴτε τάξεις εἴτε βαθμούς, εἴτε τι ἄλλο φίλον τοῖς βουλομένοις καλεῖν, ἐν τοῖς παροῦσιν ἐκδιδάσκει βήμασιν· ἀμεριμνίαν τῶν ἐν βίῳ καὶ οἷς ὁ βίος συγκαταλύεται πραγμάτων, προσευχὴν ἄοκνον, καὶ τρίτον ἐργασίαν ἄσυλον καρδίας· ὥστε δῆλον ὅτι μέσον ἑκατέρου τῶν ἄκρων ἡ προσευχὴ κεῖται. Ὁ τοίνυν τὴν ἀμεριμνίαν μὴ κτησάμενος οὐδὲ τὰ ἑφεξῆς δύο δυνατός ἐστι μετελθεῖν. Ἀλλὰ τί τὸ ἐντεῦθεν; Τὸ μέσον τοίνυν ἤτοι τὴν προσευχὴν μετερχόμενος ἐν μέσοις γέγονε τοῖς καλοῖς, κἂν μήπω πρὸς τὸ ἄκρον ἀναβεβήκῃ τῶν ἀγαθῶν. γ'. Ἐπότιζε δ' ὅμως διψῶντα καὶ πόρρωθεν οὖσα ἡ τοῦ σελασφόρου θεάματος πλήρωσις καὶ τρυφὴ καὶ θέα· εἶτα οὐ μέχρι παντὸς τοῦ θεάματος ἐτρύφων, ἀλλὰ μετὰ ταῦτα πάλιν ἐν ἐκείνοις, ἐν οἷς καὶ πρώην. Τί μὲν οὖν ἦν πρὸ τῆς ὁρατῆς μορφῆς ἐν τοῖς ὁρωμένοις, οὐδ᾽ αὐτὰ τὰ ὁρώμενα διδάσκειν ἠδύναντο, ὥσπερ εἴωθεν ἡ ὄψις τὰ πολλὰ τῶν ὁρωμένων διδάσκαλος γίνεσθαι· οὐδὲ γὰρ ἦν τῶν κατὰ φύσιν καὶ συνήθων θεαμάτων, ἀλλὰ χάρις ἦν ἡ διδοῦσα τὰ μὲν ὁρᾶν, τὰ δὲ κρείττω ποιοῦσα τῶν διὰ τῆς ὄψεως καταλήψεων· καὶ γὰρ οὐδὲ ὁ ταύτης ἡμῖν τῆς ἀπορρήτου τρυφῆς καὶ θεωρίας ἀρχιτέκτων ἐφεῖτο καὶ συνεχώρει ἀκραιφνῆ λαμβάνειν τὴν μάθησιν. Ἀλλ' ἔγωγε πόθῳ καὶ ἔρωτι μαθεῖν πρώτων ὅμως, πῶς δὴ νῦν ὁ τῆς σωτηρίας ἡμῶν καὶ τῶν καλῶν θεαμάτων αὐτουργὸς ὑπάρχει· καὶ ἡ ἀπόκρισις ἔλεγεν ἐν τοῖς ἰδίοις μέν, ἀλλ' οὐκ ἐν οἷς ᾠκονόμει τὴν ὅρασιν εἶναι· τὰ μὲν γὰρ ἦν φιλανθρωπίας καὶ συγκαταβάσεως, τὰ δὲ τῷ μὴ τῆς οἰκείας ἐξίστασθαι φύσεως τὸ ἀΐδιον ὑπογράφοντα καὶ ἀμετάβλητον. Εἶτα ἐπειδή με πρὸς φύσιν ἀνῆγε πάσης ὄψεως καὶ καταλήψεως ὑπεραναβεβηκυῖαν, ἐπυνθανόμην ἔτι προσδιαπορῶν, ὡς· Εἰ ταῦθ' οὕτως ἔχει, τίς ἡ δεξιὰ στάσις καὶ καθέδρα καὶ τὰ τῶν ὑλικῶν σχέσεων καὶ διαθέσεων ὀνόματα; ποῦ γὰρ ἔχει ταῦτα χώραν λέγεσθαι ἐν οἷς καὶ τῶν ὁρωμένων τὰ πολλὰ οὐχ ὅρασίς ἐστιν, ἀλλὰ τῆς φαντασίας διατύπωσις· ὁ δὲ τῶν ἀποριῶν ἀκροατὴς ἐπιτιμῶν, ὡς ἔοικε, φιλοπράγμονα ἔνστασιν καὶ οὐκ ἐῶν ἀπολαύειν τοῦ ζητήματος, κρεῖττον ἀκοῆς ἔφη τὴν ἐρώτησιν καὶ καιρὸν οἰκεῖον ἔχειν τῆς ἀποκαλύψεως. Ἐγὼ δὲ φιλονεικῶν ἔτι καὶ τὸν καιρόν με συναγαγεῖν παρεκάλουν καὶ μὴ τῆς καλῆς ἀποστερεῖν ἐφέσεως· ἐκεῖνος δὲ τοῦ λυποῦντος ὡς οἷόν τε καὶ ἀδημονοῦντος ἀπάτων οὔπω τὸν καιρὸν ἔλεγε παρεῖναι· οὔπω γὰρ οὐδὲ τὸ πῦρ τὸ τὴν ἀφθαρσίαν ἀνάπτον ἐν τοῖς καθ' ἡμᾶς ἀναφλέγεται. δ'. Ταύτην οὖν τὴν ὀπτασίαν ὁ καλὸς καὶ φιλόθεος καὶ παλαιὸς ἐκεῖνος ἀπαγγείλας γέρων οὐ μεγαλαυχεῖ, οὐδὲ τοιαῦτα τεθεαμένος ἐπαίρεται· ἀλλὰ καὶ ἄγνοιαν ἑαυτῷ προσάπτει λέγων· Οὐκ οἶδα εἰ σὺν τῷ χοῒ ταῦτα ἐθεάμην, εἴτε καθ᾿ ἑαυτὴν τῆς ψυχῆς

Question CCLXXIV - CCLXXVQuæstio CCLXXIV - CCLXXV

col. 1103–1104page 548 of 591
PG 101:1103ΕΡΩΤΗΣΙΣ ΣΟΔ΄. Διατί προσέταξεν ἀριθμηθῆναι τὸν λαὸν ὁ Θεός; Ἵνα τῆς οἰκείας ἐπαγγελίας δείξῃ τὸ ἀληθές· ὑπισχνούμενος γὰρ τῷ Ἀβραὰμ ἔφη· «Πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης·» ἔδειξε γὰρ τὴν τῆς ἐπαγγελίας ἀλήθειαν· ἐκ πέντε γὰρ καὶ ἑβδομήκοντα τῶν εἰς Αἴγυπτον κατελθόντων, ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι καὶ ἑξακόσιοι καὶ πεντήκοντα ἠριθμήθησαν ἄνδρες δυνάμενοι πολεμεῖν, καὶ ἐξώρου ἡλικίας καὶ τῆς ἀώρου κεχωρισμένης, καὶ μέντοι καὶ τοῦ θήλεος γένους καὶ τῆς λευϊτικῆς φυλῆς· ταύτην αὐτοῦ διδάσκων τὴν δύναμιν ὁ Θεὸς καὶ διὰ τοῦ Ἡσαΐου ἔφη· «Ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν πατέρα ὑμῶν καὶ εἰς Σάρραν τὴν ὠδίνασαν ὑμᾶς, ὅτι εἰς ἦν, καὶ ἐκάλεσα αὐτὸν, καὶ ἐπλήθυνα αὐτόν.» ΕΡΩΤΗΣΙΣ ΣΟΕ΄. Διατί ἄλευρον κρίθινον ὑπὲρ τῆς ὑποπτευομένης μοιχευθῆναι προσεκομίζετο; Αὐτὸς ὁ Δεσπότης ἡρμήνευσεν· «Ἔστι γάρ, ἔφη, θυσία ζηλοτυπίας, θυσία μνημοσύνου, θυσία ἀναμιμνήσκουσα ἁμαρτίαν·» ὅθεν οὐδὲ ἔλαιον αὐτὴν οὐδὲ λίβανον ἔχειν προσέταξεν· ἐστέρηται γὰρ καὶ τῆς εὐωδίας καὶ τοῦ τῆς δικαιοσύνης φωτός· τοῦτο μέντοι γίνεσθαι νενομοθέτηκε τὴν μιαιφόνον αὐτῶν ἐπιστάμενος γνώμην· ἵνα γὰρ μὴ ἐξ ὑποψίας κατακτείνωσι τὰς ὁμοζύγους, ἐκέλευσε τὴν ὑποπτευομένην αὐτῷ προσενεχθῆναι, ἅτε δὴ πάντα καὶ τὰ λαθραία σαφῶς ἐπισταμένῳ· «Προτάξει γάρ, φησίν, ὁ ἱερεὺς καὶ στήσει τὴν γυναῖκα ἔναντι τοῦ Κυρίου, καὶ λήψεται ὁ ἱερεὺς ὕδωρ καθαρὸν ζῶν ἔναντι Κυρίου,» καὶ ἑξῆς· ταῦτα δὲ πάντα γενέσθαι προσέταξε, τὴν γυναῖκα τὴν ὑποπτευομένην ἐκδειματῶν, ἵνα εἰ ἐξήμαρτεν, ὁμολογήσῃ καὶ διὰ μετανοίας λάβῃ τὴν ἄφεσιν· τούτου χάριν καὶ ἀκάλυπτον αὐτὴν τῷ Θεῷ προσενεχθῆναι κελεύει, διδάσκων ὅτι γυμνὰ πάντα καὶ τετραχηλισμένα ἐνώπιον αὐτοῦ· ὅτι δὲ ταῦτα, δεδιττόμενος αὐτήν, γενέσθαι κεκέλευε, τὰ ἑξῆς μαρτυρεῖ· «Καὶ ὁρκιεῖ αὐτὴν ὁ ἱερεὺς καὶ ἐρεῖ τῇ γυναικί· Εἰ μὴ κεκοίμηταί τις μετὰ σοῦ, εἰ μὴ παραβέβηκας μιανθῆναι ὑπὸ τὸν ἄνδρα σεαυτῆς, ἀθῷος ἴσθι ἀπὸ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου· εἰ δὲ παραβέβηκας, ὕπανδρος οὖσα,» καὶ ἑξῆς, ἕως· «Οὐ δώῃ σοι Κύριος ἐν ἀρᾷ καὶ ἐν ὅρκιον ἐν μέσῳ τοῦ λαοῦ σου, ἐν τῷ δοῦναι τὴν μηρόν σου περιπεπτωκέναι καὶ τὴν κοιλίαν σου πεπρησμένην·»
col. 1105–1106page 549 of 591
PG 101:1105ἐκέλευσε δὲ καὶ τὴν γυναῖκα συντίθεσθαι τῇ ἀρᾷ, καὶ λέγειν· Γένοιτό μοι· γένοιτό μοι· καὶ γραφῆναι δὲ τὴν ἀρὰν προσέταξε καὶ ἐξαλειφθῆναι ὕδατι· καὶ πιεῖν τὴν γυναῖκα τὸ ὕδωρ· πρότερον δὲ τὴν θυσίαν προσενεχθῆναι, τουτέστιν τὸ κρίθινον ἄλευρον· εἶτα διδάσκει ὡς ἀθῶος μὲν οὖσα, ὑγιὴς φυλαχθήσεται· ἔνοχος δὲ οὖσα καὶ κρύπτουσα, τῇ πείρᾳ μαθήσεται τῆς ἀρᾶς τὴν ἰσχύν, καὶ τῆς κοιλίας διαρρηγνυμένης καὶ τοῦ μηροῦ διαπίπτοντος· δι' ὧν γὰρ ἡ ἁμαρτία, διὰ τούτων ἡ τιμωρία· τὸ δὲ ἐνόρκιον οὕτω νοητέον· ὅταν τις δεινὰ καὶ ἀνήκεστα πάθῃ, εἰώθασί τινες ὀμνύντες λέγειν, Μὴ πάθοιμι ὁ δεῖνα πέπονθεν. ΕΡΩΤΗΣΙΣ ΣΟΓ΄. Τίνος ἕνεκεν ἁμαρτάνουσιν εὐθὺς ἐπάγει τὰς τιμωρίας; Ἀρχὴν εἶχεν ἡ νόμος· ἔδει τοίνυν τῇ τῶν παραβαινόντων τιμωρίᾳ σωφρονίζεσθαι τοὺς λοιπούς· ἁρμόδιος γὰρ τοῖς ἀρχομένοις ὁ φόβος· συνέζευκτο μέντοι τῇ τιμωρίᾳ φιλανθρωπία· μεταμελόμενοι γὰρ φιλανθρωπίας ἀπήλαυον· αὐτίκα γοῦν τοῦ θεηλάτου πυρὸς μέρος τι τῆς παρεμβολῆς ἀναλώσαντος, εἶτα πάντων συνδεδραμηκότων εἰς δέησιν, ᾔτησεν ὁ νομοθέτης τὴν ἄφεσιν· παρέσχε δὲ αὐτὴν ὁ φιλάνθρωπος Θεός· ὅτι δὲ αὐτοῖς ἀναγκαίως αἱ τιμωρίαι ἐπήγοντο, τὰ ἑξῆς μαρτυρεῖ· εὐθὺς γὰρ μετὰ τὴν παῦλαν τῆς τιμωρίας, τῆς Αἰγύπτου καὶ τῶν ἐν Αἰγύπτῳ τὴν μνήμην ἀνενεώσαντο· μάλα τοίνυν εἰκότως τῇ ἐκείνων ἀχαριστίᾳ τὴν θείαν συνῆψε φιλοτιμίαν ὁ συγγραφεὺς τὰ περὶ τοῦ μάννα διηγησάμενος, καὶ ὅτι οὐ μόνον ἄρτου χρείαν, ἀλλὰ καὶ κρεῶν ἐπλήρου· ἤληθον γὰρ ἐν τῷ μύλῳ καὶ ἔτριβον ἐν τῇ θύᾳ καὶ ἥψουν ἐν τῇ χύτρᾳ καὶ ἐποίουν ἐγκρυφίας· ἐκείνων δὲ ὀλοφυρομένων χαλεπαίνει μὲν ὁ Δεσπότης Θεός, δυσχεραίνει δὲ ὁ προφήτης καὶ βοᾷ λέγων· « Ἵνα τί ἐκάκωσας τὸν θεράποντά σου, καὶ διατί οὐχ εὕρηκα χάριν ἐνώπιόν σου ἐπιθεῖναι μοι τὴν ὁρμὴν τοῦ λαοῦ τούτου ἐπ' ἐμέ; μὴ ἐγὼ ἐν γαστρὶ ἔλαβον τὸν λαὸν τοῦτον; » καὶ ἑξῆς· δεδήλωκε διὰ τούτων τὸ ἀτελὲς αὐτῶν καὶ νηπιῶδες· θηλάζοντι γὰρ αὐτοὺς ἀπείκασεν, ἄλλο μὲν οὐδὲν ἐργάσασθαι δυναμένῳ, ἐκβυζᾶν δὲ μόνον βουλομένῳ τὸ γάλα· ἐπειδὴ δὲ σφόδρα ἦν τὰ ῥήματα τοῦ δυσχεραίνοντος, καὶ τὰ ἑξῆς γὰρ τοῦτον ἔχει τὸν νοῦν, διδάσκεται παρὰ τοῦ Δεσπότου Θεοῦ, ὡς οὐκ ἀνθρωπίνῃ δυνάμει, θείᾳ δὲ χάριτι τὸν λαὸν κυβερνᾷ· ἔφη γάρ· Συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας·, εἶτα μετ' ὀλίγα· « Καὶ ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοί, καὶ ἐπιθήσω ἐπ' αὐτούς· καὶ συναντιλήψομαι μετὰ σοῦ τὴν ὁρμὴν τοῦ λαοῦ τούτου, καὶ οὐκ οἴσεις αὐτοὺς σὺ μόνος·.» μεμάθηκε δὲ διὰ τούτων τῶν λόγων ὁ νομοθέτης ὡς ἀποχρῶσαν ἔλαβε τῇ οἰκονομίᾳ τὴν χάριν· διὰ τοῦτο εἶπεν· Ἀφελῶ ἀπὸ τοῦ πνεύματός σου ἐν σοί· οὐ γὰρ σπανίζων ἑτέρας δυνάμεως,

Question CCLXXVIIQuæstio CCLXXVII

col. 1107–1108page 550 of 591
Quæstio CCLXXVI
PG 101:1107ΕΡΩΤΗΣΙΣ ΣΟΖ'. Διατί προσέταξεν ὁ Θεὸς τὰ τῶν στασιαστῶν πυρεῖα τῷ θυσιαστηρίῳ γενέσθαι περίθεμα; Εἰς ἔλεγχον τῶν κατὰ τῆς ἱερωσύνης θρασυνομένων, καὶ βεβαίωσιν τῶν ἱερουργεῖν τεταγμένων· τοῦτο γὰρ ἐπήγαγε· « Μνημόσυνον τοῖς υἱοῖς Ἰσραήλ, » καὶ ἑξῆς· τούτου χάριν καὶ τὴν βλαστήσασαν τοῦ Ἀαρὼν ῥάβδον ἐντεθῆναι προσέταξε τῇ κιβωτῷ· καὶ πάλιν ἐνομοθέτησε τοὺς μὲν ἱερέας ἱερουργεῖν, τοὺς δὲ Λευίτας ὑπουργεῖν, μήτε τῷ θυσιαστηρίῳ μήτε τοῖς ἱεροῖς πελάζοντας σκεύεσιν· εἶτα διδάσκει καὶ τίνα χρὴ τοὺς ἱερέας λαμβάνειν· τὰς γὰρ αὐτῷ προσφερομένας ἀπαρχὰς σίτου καὶ οἴνου καὶ ἐλαίου καὶ ἄρτων, αὐτοὺς ἐσθίειν προσέταξε, καὶ μέντοι καὶ τὰ ἀναθήματα καὶ τὰ πρωτότοκα· τῶν μὲν ἀκαθάρτων κτηνῶν ὁρίσας, τὰ λίτρα πέντε σίκλων ἕκαστον κατὰ τὸν σίκλον τὸν ἅγιον, ὅς ἐστιν εἴκοσι ὀβολοί· τῶν δὲ καθαρῶν πρωτοτόκων ζώων τὸ μὲν αἷμα ἐκχεθῆναι παρὰ τὴν τοῦ θυσιαστηρίου βάσιν, τὸ δὲ στέαρ προσενεχθῆναι, τὰ δὲ κρέα αὐτοὺς λαμβάνειν· ὥσπερ δὴ τὸ στηθύνιον καὶ τὸν βραχίονα ἀπὸ τῶν ἄλλων θυμάτων κομίζονται· διαθήκην δὲ ἁλὸς τὴν κοινωνίαν ἐκάλεσεν· ἐπειδή, κατὰ τὸν θεῖον Ἀπόστολον, « Οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες, τῷ θυσιαστηρίῳ συμμερίζονται· » τινὲς δέ φασιν, ἐπειδὴ ταῖς θυσίαις ἐπιβάλλεσθαι τοὺς ἅλας προσέταξεν, εἶτα διδάσκει καὶ τοὺς ἱερέας καὶ τοὺς Λευίτας καὶ τῶν ἀπὸ γῆς φυομένων τὰς δεκάτας, καὶ τῶν ἐκ ποιμνίων καὶ βουκολίων προσγενομένων κερδῶν, καὶ τῶν ἐξ ἐμπορίας καὶ ἑτέρας τινὸς χρείας· τοὺς δὲ Λευΐτας τῶν δεκατῶν τὰς δεκάτας προσφέρειν τοῖς ἱερεῦσι· καὶ τούτων μὲν ἐν παντὶ τόπῳ κελεύει μεταλαγχάνειν· τὰ δέ γε ἐκ τῶν θυσιῶν ἀφωρισμένα αὐτοῖς, ἔνδον ἐσθίειν ἐν τῷ ναῷ· καλεῖ δὲ καὶ τὰς δεκάτας « Μισθὸν εἰς τὴν τοῦ λαοῦ ὠφέλειαν· » ὑμῶν γάρ, φησίν, οἰκοδομούντων ἢ ἐμπορευομένων ἢ οἴκοι διαγόντων, οὗτοι ἀντὶ πάντων ὑμῶν τῇ ἐμῇ προσεδρεύουσι λειτουργίᾳ· τοῦτο γὰρ ἔφη· « ὅτι μισθὸς ὑμῶν οὗτός ἐστιν, » ἀντὶ τῶν λειτουργιῶν ὑμῶν τῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
col. 1109–1110page 551 of 591
PG 101:1109Τί δήποτε ὠργίσθη τῷ Μωϋσεῖ καὶ τῷ Ἀαρὼν ὁ Θεὸς, ἡνίκα τὸ ὕδωρ ἐκ τῆς πέτρας ἐξήγαγεν; Ἀθυμοῦσιν αὐτοῖς διὰ τὴν τῆς ἀδελφῆς τελευτήν, ἐπέκειντο αὐτοῖς ὁ λαὸς διὰ τὴν τοῦ ὕδατος σπάνιν· δυσχεραίνοντες οὖν τὴν πολλὴν αὐτῶν ἀκρασίαν, ἀμφιβόλοις ἐχρήσαντο ῥήμασιν τὸ ὕδωρ ἐξαγαγόντες· ἔφη γάρ· «Ἀκούσατέ μου, οἱ ἀπειθεῖς, μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξω ὑμῖν ὕδωρ;» τοῦτο γοῦν ὁ Θεὸς ἔφη· «Ὅτι οὐκ ἐπιστεύσατέ μοι ἁγιάσαι με ἐναντίον τῶν υἱῶν Ἰσραήλ, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν ἣν ἔδωκα αὐτοῖς·» τοῦτο καὶ Δαβίδ φησι· «Καὶ ἐκακώθη Μωϋσῆς δι᾽ αὐτοὺς,» καὶ ἑξῆς· ὀργιζόμενος γὰρ ἐκείνοις ἀμφιβόλως τὸν λόγον προήνεγκεν· καὶ ἦν οὐ τῆς ψυχῆς, ἀλλὰ τῆς γλώσσης ἀμφιβολία· τοῦτο γὰρ ἔφη· «Καὶ διέστειλεν ἐν ταῖς χείλεσιν αὐτοῦ·» ἱστέον μέντοι ὅτι ἕτερον οἰκονομῶν ὁ Θεὸς ταύτην ἐξενήνοχε τὴν ἀπόφασιν. Διατί τὸν οὐρανὸν καὶ τὴν γῆν διαμαρτύρεσθαι προσετάχθη; Οὐκ ἐπειδὴ ἔμψυχα ταῦτα καὶ λογικὰ, ἀλλ᾽ ὅτι πάντων ἐστὶ τῶν κτισμάτων περιεκτικά· τοῦτο καὶ Ἡσαΐας ὁ προφήτης πεποίηκεν· «Ἄκουε γάρ, φησὶν, οὐρανέ, καὶ ἐνωτίζου, γῆ,» καὶ ἑξῆς· καὶ Ἱερεμίας· «Ἐξέστη οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἐπὶ πλέον ἡ γῆ, λέγει Κύριος·» ἐπειδὴ γὰρ εἰς μαρτυρίαν αὐτὰ τῆς ἀπειλῆς ὁ νομοθέτης ἐκάλεσεν, εἰκότως μετὰ τὴν τῶν νόμων παράβασιν καὶ φρίξαι λέγεται καὶ ἐκστῆναι· οὕτω γὰρ καὶ Ἰακὼβ καὶ Λάβαν τὸν οὐρανὸν ὠνόμασε «βουνὸν τῆς μαρτυρίας·» καὶ Ἀβραὰμ ὁ πατριάρχης καὶ Ἀβιμελὲς τῶν Γεράρων ὁ βασιλεὺς «φρέαρ τοῦ ὅρκου,» ὡς ἐκεῖ μεθ᾽ ὅρκου ποιησάμενοι τὰς συνθήκας. Πῶς νοητέον τό, «Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ;» Καὶ ἐξ Ἰουδαίων πολλαὶ μυριάδες ἐπίστευσαν τῷ Δεσπότῃ Χριστῷ, καὶ τὸ πλεῖστον τῶν κατὰ τὴν οἰκουμένην ἐθνῶν· ἀλλὰ τοῖς ἔθνεσι τὴν διδασκαλίαν οἱ ἐξ Ἰουδαίων πεπιστευκότες προσήνεγκαν· ἐξ Ἰουδαίων γὰρ οἱ θεῖοι ἀπόστολοι· ταῦτα τοίνυν προθεσπίζων ὁ προφήτης ἔφη· «Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ,» τουτέστι τῶν ἐξ ἐθνῶν πεπιστευκότων, καὶ ἐνισχυσάτωσαν αὐτοὺς πάντες ἄγγελοι Θεοῦ τοὺς εἰς αὐτὸν πεπιστευκότας· καὶ γὰρ

Question CCLXXXIQuæstio CCLXXXI

col. 1111–1112page 552 of 591
Quæstio CCLXXVIII - CCLXXX
PG 101:1111τοῦ Σωτῆρος ἡμῶν γεννηθέντος, χορὸς ἀγγέλων ὑμνεῖ τὴν θείαν φιλανθρωπίαν βοῶν· « Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία· » καὶ τὰς ἀσπάρτους δὲ καὶ ἀλόχευτοις ἐκείνας ὠδῖνας Γαβριήλ προείρηκεν ὁ ἀρχάγγελος· κὰν τῷ πρὸς τὸν διάβολον ἀγῶνι παρῆσαν τῶν ἀγγέλων οἱ δῆμοι· « Προσελθόντες γάρ, φησίν, οἱ ἄγγελοι, διηκόνουν αὐτῷ· » καὶ μετὰ τὴν ἀνάστασιν ἄγγελοι τῷ τάφῳ προσεδρεύουσιν, εὐαγγελιζόμενοι ταῖς γυναιξὶ τὴν ἀνάστασιν καὶ τοῖς ἀποστόλοις μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον τοῦ Δεσπότου· καὶ τῷ Κορνηλίῳ ἄγγελος τὰ κατὰ τὸν μέγαν Πέτρον ἐμήνυσε· καὶ αὐτὸν Πέτρον τῆς φυλακῆς ἄγγελος ἐξήγαγε· καὶ ὁ θεῖος Παῦλος τοῖς συμπλέουσιν ἔφη· « Ὤφθη μοι τοῦ Θεοῦ ἄγγελος οὗ εἰμι· » καὶ πολλὰ τοιαῦτα· εἰπὼν δὲ περὶ τῶν πεπιστευκότων ὁ προφήτης ταῦτα, προλέγει καὶ τῶν ἀπίστων τὰς τιμωρίας καὶ τὰς αἰτίας δι' ἂς πείσονται· ἔφη γάρ· « Ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκκεῖται, καὶ ἐκδικήσει, καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς, καὶ τοῖς μισοῦσιν αὐτὸν ἀνταποδώσει, καὶ ἐκκαθαρεῖ Κύριος τὴν γῆν τοῦ λαοῦ αὐτοῦ. » Υἱοὺς δὲ Θεοῦ κέκληκε τοὺς ἁγίους οὓς ἀνεῖλον οἱ μιαρήνοι· ἵνα γὰρ τὰς τῶν προφητῶν σφαγὰς παραλίπω, καὶ τοῦ Δεσπότου τὸ σωτήριον πάθος, τὸν μὲν καλλίνικον κατέλευσαν Στέφανον, ξύλῳ δὲ τὸν μέγαν ἀνεῖλον Ἰάκωβον, καὶ μυρία ἄλλα, καὶ τῶν τῷ Κυρίῳ δὲ πεπιστευκότων τὰς οἰκίας ἐξεπόρθησαν, ὡς πολλαχοῦ Παῦλος ὁ θεῖος καὶ Θεσσαλονικεῦσι δὲ γράφων ἐπιμαρτύρεται· Μιμηταὶ γὰρ ἐγένεσθε τῶν ἐν Ἰερουσαλὴμ ἁγίων· τὰ αὐτὰ γὰρ, φησί, καὶ ὑμεῖς ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθάπερ ἐκεῖνοι ὑπὸ Ἰουδαίων τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων, καὶ τοὺς ἰδίους προφήτας καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ Θεῷ μὴ ἀρεσκόντων καὶ πᾶσιν ἀνθρώποις ἐναντίων. » Ταῦτα καὶ ὁ Κύριος αὐτῶν κατηγόρησεν ἐν τῇ τοῦ ἀμπελῶνος παραβολῇ· ὅτι τῶν δούλων ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν· τούτου χάριν αὐτοὺς εἰς πᾶσαν τὴν οἰκουμένην διέσπειρεν. ΕΡΩΤΗΣΙΣ ΣΠΑ'. Τί δήποτε διὰ σμικρὰν πλημμέλειαν Μωϋσῆς πόῤῥωθεν ἰδεῖν προσετάχθη τὴν γῆν, εἰσαγαγεῖν δὲ τὸν λαὸν ἐκωλύθη; Διδάσκει διὰ τούτων ἡμᾶς ὁ Θεὸς, ὡς τοὺς ἐν ἀρετῇ τελείους, τὴν ἄκραν ἀρετὴν ἀπαιτεῖ· καὶ τοῖς ἄλλοις ἀνθρώποις μεγάλα παρανομοῦσι μακροθυμῶν, τοῖς ἁγίοις ταύτης οὐ μεταδίδωσι τῆς συγγνώμης· τοῦτο καὶ σοφός τις· ὁ μὲν γὰρ ἐλάχιστος, συγγνωστός ἐστιν ἐλέους, δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται· καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις· ᾧ μὲν ὀλίγον δοθήσεται, ὀλίγον ἀπαιτήσουσι παρ' αὐτοῦ· ἰστέον μέντοι καὶ τοῦτο, ὡς ἕτερα δι' ἑτέρων ὁ Δεσπότης οἰκονομεῖ· ὥσπερ ἀμέλει καὶ τουτονὶ τὸν μέγαν προ-
col. 1113–1114page 553 of 591
PG 101:1113φήτην οὐκ εἴασεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσαγαγεῖν τὸν λαόν. ἵνα μὴ ὡς Θεὸν αὐτὸν σεβασθῶσιν οἱ Ἰσραηλῖται· τούτου χάριν αὐτοῦ καὶ τὸν τάφον ἄδηλον ἐποίησεν ὁ σοφῶς τὰ καθ᾽ ἡμᾶς πρυτανεύων Θεός. Εἰδέναι δὲ καὶ τοῦτο προσήκει, ὡς Μωϋσῆς τύπον ἔχει τοῦ νόμου· διὸ καὶ Μωϋσῆς τὴν προσηγορίαν ὁ νόμος ἔχει· ἔχουσι γάρ, φησί, Μωϋσέα καὶ τοὺς προφήτας· Μωϋσέα τὸν νόμον καλέσας· καὶ πολλαχοῦ τοῦτο εὕροις· ὥσπερ γὰρ Ἡσαΐας καὶ Ἱερεμίας καὶ Ἰεζεκιὴλ οὐ τοὺς ἄνδρας μόνους, ἀλλὰ καὶ τὰ ἐκείνων βιβλία καλοῦμεν· καὶ σχεδὸν τὸ αὐτὸ ἐπὶ πάντων καθορᾷν ἔστι τῶν συγγραφὰς θείας ἀπολελοιπότων· οὕτω καὶ Μωϋσῆν οὐ τὸν ἄνδρα μόνον, ἀλλὰ καὶ τὸν νόμον ἔστιν ἰδεῖν κεκλημένον· τύπος μὲν οὖν Μωϋσῆς τοῦ νόμου· Ἰησοῦς δὲ ὁ τοῦ Ναυῆ, τύπος τοῦ Σωτῆρος· ὥσπερ τοίνυν Μωϋσῆς μὲν ἐξήγαγε τὸν λαὸν ἐξ Αἰγύπτου, Ἰησοῦς δὲ αὐτὸν εἰς τὴν ἐπηγγελμένην εἰσήγαγε γῆν, οὕτως ὁ νόμος τῆς μὲν ἀσεβείας ἀπαλλάττει τοὺς πειθομένους, ἡ δὲ τῶν Εὐαγγελίων χάρις εἰς τὴν βασιλείαν εἰσάγει τῶν οὐρανῶν. Τί ἐστιν· «Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι;» Τουτέστι, δι᾽ ὀλίγων ῥημάτων, ἐν βραχέσι λόγοις, ἐν ὀλίγῃ διδασκαλίᾳ, χωρὶς πολλοῦ πόνου καὶ συνεχοῦς διαλέξεως· διὸ καὶ πρὸς αὐτὸν καταλλήλως ὁ Παῦλός φησιν· «Ηὐξάμην ἂν τῷ Θεῷ,» καὶ ἑξῆς· οἷον ὅτι ἐμοὶ σπουδὴ τοῦτο τὸ γενέσθαι πάντας Χριστιανούς· καὶ τοῦτό ἐστί μοι εὐχὴ πρὸς Θεόν· ἐπεὶ ἕτοιμός εἰμι καὶ πολλῶν λόγων καὶ ὀλίγων τὴν ἐν Χριστῷ κηρύσσειν πίστιν καὶ μετὰ πόνου καὶ κόπου καὶ ἐκ τοῦ παραχρῆμα· κόπος καὶ πόνος ἐν τῇ διδασκαλίᾳ καὶ κηρύγματι οὐδαμῶς λογίζεταί μοι· ἀλλ᾽ ἴσόν ἐστι κοπιᾷν καὶ μή, καὶ πολὺν χρόνον τρίβειν κηρύττοντι καὶ ὀλίγον· μόνον εἴ τινας ὁρῶ πρὸς τὸν Χριστὸν ἐπιστρέφοντας· ταῦτα δὲ ἔλεγεν, ἅμα μὲν τὸ αὐτοῦ πρόθυμον καὶ διάπυρον ἐνδεικνύμενος, ἅμα δὲ κἀκεῖνον ἐκκαλούμενος, ὡς εἰ βούλοιτο καὶ πλείω ἀκοῦσαι καὶ τελειοτέρας διδασκαλίας ἀπολαύσαι, οὐ μόνον οὐδὲν ἀποκνήσει, ἀλλ᾽ οὕτως ἐστὶν ἕτοιμος καὶ τὸ πρόθυμον παρέχων, ὥστε καὶ εὐχῆς ἔργον αὐτὸ ποιεῖται, ἂν μόνον τυγχάνῃ τοῦ σκοποῦ· Ηὐξάμην γὰρ καὶ ἐν ὀλίγῳ καὶ ἐν πολλῷ οὐ μόνον σέ, κ. τ. λ. Τί ἐστι· τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει. Τοῦ εἰς γνῶσιν ἐλθόντος, τοῦ ἐπιγνωσθέντος ἡμῖν καὶ φανερωθέντος Υἱοῦ Θεοῦ· πόθεν δὲ γνωσθέντος; διὰ τῶν προφητῶν, διὰ τῶν ἐπιδειχθέντων σημείων καὶ δυνάμεων, διὰ τοῦ ἁγιαστικοῦ αὐτοῦ Πνεύματος οὗ παρέσχε τοῖς εἰς αὐτὸν πιστεύουσιν, δι᾽ αὐτῆς αὐ-

Question CCLXXXIVQuæstio CCLXXXIV

col. 1115–1116page 554 of 591
Quæstio CCLXXXII - CCLXXXIII
PG 101:1115τοῦ τῆς ἐκ νεκρῶν παραδοξοτάτης ἐγέρσεως· τούτου οὖν τοῦ προαγγελθέντος διὰ τῶν προφητῶν, τοῦ γνωρισθέντος ἐν τῇ ἐπιδείξει τῆς δυνάμεως αὐτοῦ, τοῦ φανερωθέντος κατὰ τὸ ἁγιαστικὸν Πνεῦμα ὃ παρἔσχε τοῖς πιστεύουσιν εἰς αὐτὸν, τοῦ δηλωθέντος ἐκ τῆς ἀναστάσεως αὐτοῦ, τούτου εἰμὶ δοῦλος· εἰ γὰρ καὶ δοῦλος, ἀλλὰ τούτου δοῦλος, τοῦ διὰ τοσούτων καὶ τηλικούτων μαρτυριῶν πιστωθέντος ἡμῖν ὅτι Υἱός ἐστι τοῦ Θεοῦ· Δι' οὗ, φησὶν, καὶ ἡμεῖς ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως· οἷον, Ἔχομεν τὰς μαρτυρίας, φησὶν, καὶ ἐξ ἄλλων ἃ εἴπομεν· μαρτυρεῖ δὲ καὶ τὸ ἡμέτερον, Υἱὸν αὐτὸν ἀληθῆ εἶναι Θεοῦ· ποῖον τοῦτο; τὸ τρέχειν μὲν ἡμᾶς καὶ κατεπείγεσθαι εἰς τὰ ἔθνη ἃ οὐκ ἔγνωμεν· ἐκεῖνα δὲ ὑπακούειν καὶ δέχεσθαι τὸν λόγον τῆς πίστεως· μαρτύριον γὰρ ὡς ἀληθῶς θεοφανείας τοῦτο· ἄνθρωπου καταλιπόντα πατρίδα καὶ γένος τρέχειν εἰς ἀλλοτρίαν, οὐδεμιᾶς ὠφελείας ἢ κέρδους ἕνεκα σωματικοῦ· τί λέγω κέρδους καὶ ὠφελείας; ἀλλὰ κοπιῶντα, λιμώττοντα, τυπτόμενον, μαστιζόμενον, ὑπερορώμενον, ἀλλὰ ὅμως τὸ οἰκεῖον ἔργον ἀνύοντα καὶ τὴν πίστιν καταγγέλλοντα· ἐλίμωττεν; ἀλλὰ καὶ ἄλλους ἔτρεφεν· ὑπερεώρων αὐτόν; ἀλλ' ὕστερον καὶ ἐθαύμαζον· ἔτυπτον; ἀλλ' ἐπίστευον· ἐδίωκον; ἀλλ' ἐπεζήτουν· ἐμάστιζον; ἀλλὰ διὰ τῶν σουδαρίων αὐτοῦ καὶ σιμικινθίων, τῶν σωματικῶν ἀπηλλάσσοντο μαστίγων· ἆρα μὴ μικρὸν μαρτύριον τοῦτο ἢ ἐνδέον τῶν προειρημένων, εἰς τὸ ἐπιγνῶναι πάντας Υἱὸν Θεοῦ εἶναι τὸν Χριστόν; ΕΡΩΤΗΣΙΣ ΡΠΔ'. Τί ἐστι· Καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο, ἵνα καρπόν τινα σχῶ; Καθ' ὑπερβατὸν εἰρῆσθαί μοι δοκεῖ, ἵν' ᾖ τὸ κατὰ συνέχειαν οὕτως· Πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, ἵνα τινὰ καρπὸν σχῶ· καὶ γὰρ ἡ τούτου παρουσία πάντως αὐτοὺς καρποφορεῖν ἐποίησεν ἂν τὴν εὐσέβειαν· τὸ δὲ καρπὸν, οἶδα, φησίν, ὅτι ἡ πίστις ὑμῖν ἐνέσπαρται, ἀλλὰ καὶ καρπὸν σχεῖν ἐπιθυμῶ παρ' ὑμῶν ἵνα καρπὸν σχῶ· τὰ γὰρ ὑμέτερα, ἐμὲ λογίζομαι· ἂν οὖν ἴδω καρπὸν ἐν ὑμῖν, οὕτως εὐφρανθήσομαι ὡς αὐτὸς ἐγὼ τὸν καρπὸν ἔχων, καὶ ἐν τούτῳ κομῶν· οὕτω μὲν γὰρ εἰ καθ' ὑπερβατόν τις ἐκλάβοι τὸ χωρίον· ἔσται γὰρ τὸ ἐφεξῆς· Καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο· εἰ δὲ μὴ καθ' ὑπερβατόν, οὕτω νοηθείη ἄν· Ἐκωλύθην ἄχρι τοῦ δεῦρο, ἀναμένων καρπὸν τῆς πίστεως ἐν ὑμῖν ἰδεῖν· τί οὖν ἂν καὶ καρποφορῶμεν; τίς χρεία τῆς σῆς παρουσίας; πολλὴ μὲν οὖν· οὐ γὰρ πάντα τὸν καρπόν φησιν ἀνέμενον, ἀλλὰ τινὰ καρπόν· ἵνα πρόθυμον αὐτοὺς κατασκευάσω καὶ τῶν λειπόντων φέρειν καρπόν· ὥσπερ γὰρ περιττὸν τὸ τὸν τελείως καρποφοροῦντα διδάσκειν, οὕτω παντελῶς ἐπίπονον καὶ μοχθηρὸν τὸν μηδόλως εἰς εὐκαρπίαν εὔχρηστον τῷ τῆς διδασκα-
col. 1117–1118page 555 of 591
PG 101:1117λέας ἀρότρῳ ἐξεργάζεσθαι καὶ ἀροτριᾷν· εἰ γὰρ καὶ κλητοί, ἀλλ᾽ οὖν χρεία καὶ τῆς οἰκείας προαιρέσεως καὶ σπουδῆς· Ἐπεὶ καὶ πολλοὶ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί. ΕΡΩΤΗΣΙΣ ΣΠΕ. Τί ἐστι· « Δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ; » Δικαιοσύνη γὰρ Θεοῦ, τουτέστιν, ἡ δικαιοσύνη τοῦ Θεοῦ ἐν τῷ Εὐαγγελίῳ αὐτοῦ ἀποκαλύπτεται καὶ φανεροῦται· πῶς καὶ τίνα τρόπον; ἐκ πίστεως μὲν τοῦ προσιόντος, τὴν ἀρχὴν λαμβάνουσα τῆς φανερώσεως καὶ ἀποκαλύψεως· εἰς πίστιν δὲ προάγουσα καὶ τελειοῦσα τὸν πεπιστευκότα, εἰλικρινῆ καὶ ἀκέραιον· οὐχ ἣν τέχναι συγκροτοῦσιν, ἀλλ᾽ ἣν ἡ ἄνωθεν ἔλλαμψις χαριζομένη τῷ μέτρῳ παρέχει τῆς προαιρέσεως· αὕτη γάρ ἐστιν ἡ τοῦ Θεοῦ ἀποκαλυπτομένη διὰ τοῦ Εὐαγγελίου δικαιοσύνη, ὅτι σπέρμα πίστεως εὑροῦσα, καρπὸν βλαστῆσαι παρεσκεύασε πίστεως· ἔστι δὲ καὶ ἄλλως ὑπολαβεῖν τὴν διάνοιαν τοῦ ῥητοῦ· ὅτι ἐν αὐτῷ τῷ πιστεύοντι ἡ δικαιοσύνη τοῦ Θεοῦ καθορᾶται καὶ γινώσκεται· ὅτι μικρὰν πίστιν προαιρέσεως λαβὼν παρ᾽ αὐτοῦ, ὅλην αὐτῷ τὴν ἐξ ἀποκαλύψεως καὶ θείας γνώσεως πίστιν παρέσχετο, ἐκ τῆς ἀτελοῦς πίστεως εἰς μεγάλην αὐτὸν χειραγωγήσας καὶ καταρτίσας πίστεως τελειότητα· εἶτα καθὼς γέγραπται· Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται· μὴ νομίσῃς δέ, φησί, καινὸν καὶ πρόσφατον· τοῦτο προφητικῇ φωνῇ τοῦ Ἁββακοὺμ ἄνωθεν προανακηρύττεται· ποίᾳ ταύτῃ; Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται· τουτέστιν, ἡ τοῦ δικαίου καὶ σπουδαίου ζωή· δίκαιον γὰρ τὸν πᾶσαν τὴν ἀρετὴν κατορθώσαντα νῦν λέγει· τούτου οὖν ἡ ζωὴ πίστει ἐστὶ περατουμένη καὶ συμπεριλαμβανομένη· ἄρχεται μὲν γὰρ ἀπὸ τῆς κατὰ προαίρεσιν πίστεως· τελευτᾷ δὲ καὶ ἀποπερατοῦται εἰς τὴν κατὰ θείαν ἀποκάλυψιν πίστιν· διὸ ἀεὶ ὁ δίκαιος ἐκ πίστεως ζῇ· τὸ δὲ ζήσεται, ὅτι οὐκ ἔζησε μέν, παύσεται δέ, ἀλλὰ καὶ εἰσέτι ζήσεται, ὡς καὶ πρότερον ζήσας· ὅπερ ἴσον τῷ, ἀεὶ ζῇ ἐκ πίστεως· τὸ δὲ ζήσεται, ἀντὶ τοῦ, διὰ παντὸς ἐν αὐτῇ ἔσται καὶ στηριχθήσεται· ὥστε μηδὲ ζῆν αἱρεῖσθαι χωρὶς αὐτῆς, μηδὲ ἀναπνεῖν. ΕΡΩΤΗΣΙΣ ΣΠΣΤ'. Τί ἐστι τὸ παρὰ τῷ Ἀποστόλῳ εἰρημένον· « Παράδοτε αὐτὸν τῷ Σατανᾷ ; » Ὅτι τὸ παραδοῦναι αὐτὸν τῷ Σατανᾷ περὶ τοῦ ἡμαρτηκότος Κορινθίου τῷ θεσπεσίῳ Παύλῳ εἰρημένον, ἔστι, φησὶ, ἐξῶσαι αὐτὸν τῆς Ἐκκλησίας· οἱ γὰρ τῶν Ἐκκλησιῶν ἐξωθούμενοι, ἔξω τῆς θείας γινόμενοι κηδεμονίας, ὑπὸ τὴν βουλὴν καὶ τὴν δυναστείαν πίπτουσι τὴν ἐκείνου· καλῶς δὲ ἐπήγαγε καὶ τό· Εἰς ὄλεθρον τῆς σαρκός, δεικνὺς ὅτι οὐδὲ τοῦτο ἀφειδίᾳ ποιεῖ καὶ μίσει, ἀλλ᾽ ἵνα τῇ πείρᾳ γνόντες τὸ διάφορον, πρὸς μεταμέλειαν νεύσωσιν· οὕτω τε τῆς

Question CCLXXXVIIQuæstio CCLXXXVII

col. 1119–1120page 556 of 591
Quæstio CCLXXXV - CCLXXXVI
PG 101:1119τονος αἱρέσει, τῆς σωτηρίας αὐτοὺς τῆς μελλούσης καταστήσωσιν ἀξίους· ὅθεν καὶ ἐπήγαγεν· « Ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. » ΕΡΩΤΗΣΙΣ ΣΠΖ'. Τί ἐστιν· « Εἰς τὸ τέλος ὑπὲρ τῆς κληρονομούσης; » Τρία ἡμῖν ἀπὸ τῆς ἐπιγραφῆς ζητήματα ἀνακύπτει· τίς ἡ κληρονομοῦσα, τίς ὁ κλῆρος, καὶ πότε ἡ κληρονομία· κληρονομοῦσα μέν ἐστιν ἡ Ἐκκλησία καὶ τὸ πλήρωμα αὐτῆς· κλῆρος δὲ ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· τὸ δὲ πότε, αὐτὸς ἐδήλωσεν εἰπὼν, εἰς τὸ τέλος· ὅπερ ἐστὶν ὁ μέλλων, ἀλλ' οὐχ ὁ παρὼν αἰών· διατί δὲ κληρονόμους ἡμᾶς ἐγγράφει; ὅτι υἱοποιήσατο· τίνας δέ; τοὺς ἀξίους· ἄξιοι δὲ τίνες; οἱ τῶν ἐντολῶν φύλακες· περὶ ταύτης τῆς κληρονομούσης καὶ ὁ Παῦλος ἔλεγεν· « Ἡρμοσάμην ὑμῖν παρθένον ἁγνὴν ἑνὶ ἀνδρὶ παραστῆσαι τῷ Χριστῷ· » καὶ ὁ Ἰωάννης φησίν· « Ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν· » ἀλλ' ὁ μὲν ἐνταῦθα νυμφίος μετὰ τὰς πρώτας ἡμέρας καταλύει τὸ σφοδρὸν τοῦ ἔρωτος, ὁ δὲ ἡμέτερος νυμφίος μένει διηνεκῶς ἀγαπῶν ἡμᾶς, καὶ ἐπιτείνων τὸν πόθον· ὅπερ δηλῶν ὁ Ἰωάννης, νυμφίον αὐτὸν ἐπεκάλει· ὅτι ἀκμάζοντες οἱ πόθοι· οὐ διὰ τοῦτο δὲ μόνον νυμφίος, ἀλλὰ καὶ ὅτι πάντας ἓν σῶμα εἶναι βούλεται καὶ μίαν ψυχὴν κατὰ τὸν τῆς ἀρετῆς καὶ τῆς ἀγάπης λόγον· καὶ ὅτι καθάπερ ἡ νύμφη πάντα ποιεῖ πρὸς ἀρέσκειαν τοῦ ἀνδρὸς, οὕτω καὶ ἡμᾶς διὰ παντὸς τοῦ βίου τοιούτους εἶναι χρὴ, οἷα ἡ νύμφη κατὰ τὴν ἡμέραν ἐκείνην, οἷα ἐπὶ τῶν παστάδων καθέζεται, ἓν μεριμνῶσα μόνον ὅπως ἀρέσῃ τῷ νυμφίῳ· ταύτης τῆς νύμφης καὶ ὁ Δαβὶδ μέμνηται λέγων· « Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν, » καὶ ἑξῆς· ἴδες τὸν ἱματισμόν· θέλεις δὲ εἰδέναι αὐτῆς καὶ τὰ ὑποδήματα; Παῦλος διδάσκει ὁ νυμφαγωγὸς λέγων· « Ὑποδυσάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης· » θέλεις ἰδεῖν καὶ τὴν ζώνην πῶς ἀπὸ ἀληθείας σύγκειται; « Περιζωσάμενος, φησί, τὴν ὀσφῦν ἡμῶν ἐν ἀληθείᾳ· » θέλεις καὶ τοὺς πόδας ἰδεῖν; Ἄκουε τοῦ Προφήτου λέγοντος· « Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά· » καὶ τὸ δὴ θαυμαστὸν καὶ ἐκπλήξεως γέμον ὅτι καὶ κοσμήσας τοῦτον τὸν τρόπον ἦλθεν, οὐχὶ τὴν δόξαν ἐπιδεικνύμενος τὴν ἑαυτοῦ, ἵνα μὴ ὑπερβολὴ τοῦ κάλλους ἐκπλήξῃ αὐτὴν καὶ παράφρονα ἐργάσηται, ἀλλ' ἔρχεται ἱμάτιον περιβεβλημένος οἷον ἡ νύμφη· μετέσχηκε γὰρ αἵματος καὶ σαρκὸς παραπλησίως αὐτῇ· καὶ οὐκ αὐτὸς αὐτὴν ἄνω καλεῖ, ἀλλ' αὐτὸς πρὸς αὐτὴν παραγίνεται, τηρῶν κἀνταῦθα τὸν τοῦ νυμφίου νόμον, ὃς αὐτὸν ἄγει πρὸς τὴν νύμφην· ὅπερ καὶ ὁ Παῦλος ἔλεγεν· « Ἀντί τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ
col. 1121–1122page 557 of 591
PG 101:1121καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ· τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ τὴν Ἐκκλησίαν· ἐλθὼν τοίνυν εἰς τὸ καταγώγιον αὐτῆς, καὶ εὑρὼν αὐτὴν ῥυπῶσαν, αὐχμῶσαν, γυμνήν, πεφυρμένην αἵματι, ἔλουσεν, ἤλειψεν, ἔθρεψεν, ἐνέδυσεν ἱμάτιον, οἷον εὑρεθῆναι ἕτερον οὐκ ἔνι, αὐτὸς αὐτῇ γενόμενος περιβολή· καὶ λαβὼν αὐτὴν οὕτως ἀνάγει εἰς τὸν οὐρανόν· ταύτης συνήγορός ἐστιν ὁ προφήτης· καὶ γὰρ πολλὰ καὶ περὶ τοῦ νυμφίου καὶ περὶ τῆς νυμφαγωγίας καὶ περὶ τῶν ἀγαθῶν τῶν διαδεξομένων αὐτὴν προείπε καὶ προανεφώνησε· διὰ δὴ τοῦτο καὶ ἐνταῦθα ὑπὲρ αὐτῆς ποιεῖται τὸν λόγον· καὶ τί αἰτεῖ ἡ κληρονομοῦσα; Ἀκούσωμεν τί φησι· «Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε.» ΕΡΩΤΗΣΙΣ ΣΠΗ. «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξης με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.» Ὅταν ἀκούσῃς θυμὸν καὶ ὀργὴν ἐπὶ Θεοῦ, μηδὲν ἀνθρώπινον ὑποπτεύσῃς· συγκαταβάσεως γάρ ἐστι τὰ ῥήματα· καὶ γὰρ τὸ θεῖον ἁπάντων ἀπήλλακται τῶν παθῶν· διαλέγεται δὲ οὕτως ὥστε καθάψασθαι τῆς τῶν παχυτέρων διανοίας· ἐπεὶ καὶ ἡμεῖς, ὅταν βαρβάροις διαλεγώμεθα, τῇ ἐκείνων χρώμεθα γλώσσῃ· κἂν πρὸς παιδίον φθεγγώμεθα, συμψελλίζομεν, κἂν μυριάκις ὦμεν σοφοί· ἄλλως τε δὲ καὶ ὁ θυμὸς καὶ ἡ ὀργὴ οὐκ ἐξ ἀνάγκης πάθος τῶν προβαλλομένων αὐτὰ ἐνδείκνυται· ἐν δυσὶ γὰρ τὸ δι' αὐτῶν ἐγγινόμενον πάθος συνίσταται, ἔν τε τῷ βαλλομένῳ, καὶ ἐν οἷς ταῦτα πλήττοντα ἀλγεινὴν διάθεσιν ἀπεργάζεται· ὅ τε γὰρ θυμούμενος ἢ ὀργιζόμενος διατίθεται πως κατὰ ταῦτα· καὶ ὁ τὸν θυμὸν καὶ τὴν ὀργὴν ἐκδεξάμενος, κἀκεῖνος πεπονθὼς διετέθη κατὰ τὴν πάθησιν· ἐν ἀμφοτέροις μὲν οὖν τὸ πάθος ὁρᾶται· ἀλλ' ὥσπερ ἔστιν ἰδεῖν ἐνίοτε μόνον τὸν προβαλλόμενον τὸν θυμὸν καὶ τὴν ὀργὴν πάσχοντα, πρὸς ὃν δὲ ταῦτα ἀφίεται, ἀπαθῆ καὶ ἀναλλοίωτον, ἴσως φιλοσοφίᾳ τὴν ψυχὴν τονώσαντα, καὶ κρείττω τῆς ὀργῆς τῶν θυμουμένων καὶ ὀργιζομένων γενόμενον· ἀλλ' ὅμως κἂν ἐν θατέρῳ τὸ πάθος ὁρᾶται· οὐδὲν ἧττον θυμὸς ὁ θυμὸς καὶ ἡ ὀργὴ λέγεται· οὕτω κἂν μόνος ὁ τὸν θυμὸν καὶ τὴν ὀργὴν ἐκδεχόμενος κατὰ τὸ πάθος διατεθείη, τοῦ προβαλλομένου ταῦτα μηδὲν ὅλως ἀλλοιωθέντος ἢ κατά τι πάθος διατεθέντος, οὐδὲν ἔλαττον ταῦτα, ἀλλ' ὁμοίως θυμὸς καὶ ὀργὴ πάθος καὶ ἄλγος τῷ ἐκδεξαμένῳ ἐμπεποιηκότα, ἀκολούθῳ λόγῳ καλοῖτ' ἄν· καὶ ἰατροὶ δὲ τέμνοντες καὶ καίοντες οὐ θυμῷ τοῦτο ποιοῦσιν, ἀλλὰ σκοπῷ τῆς διορθώσεως, οὐκ ὀργιζόμενοι τοῖς κάμνουσιν, ἀλλ' ἐλεοῦντες αὐτοὺς καὶ τῶν νοσημάτων ἀπαλλάττοντες· ὅταν οὖν εἴπῃ· «Μὴ τῷ θυμῷ σου ἐλέγξης με,» τουτέστι· Μὴ ἀπαιτήσῃς με δίκην τῶν ἡμαρτημένων, μηδὲ ἐπεξέλθῃς τοῖς πεπλημμελημένοις. ΕΡΩΤΗΣΙΣ ΣΠΘ. «Ὅτι ἐταράχθη τὰ ὀστᾶ μου.» Ὀστᾶ δὲ ἐνταῦθα λέγει τὴν ἰσχὺν ἅπασαν· ταραχὴν δὲ τὴν πληγὴν, τὴν κόλασιν, τὴν τιμωρίαν·

Question CCXC - CCXCIQuæstio CCXC - CCXCI

col. 1123–1124page 558 of 591
Quæstio CCLXXXVIII - CCLXXXIX
PG 101:1123τινές φασιν ἐνταῦθα ταραχὴν λέγειν αὐτὸν, τὸν ἐκ τῆς ἁμαρτίας γινόμενον [φόβον]· τοῦτο δὲ μάλιστα καὶ ἐν ἐπιθυμίαις ἀσελγείας συμβαίνειν εἴωθε, τοῦτο δὲ ἐν θυμῷ καὶ ἐν συμφοραῖς· πάντα γὰρ ταῦτα ταράττει ψυχὴν καὶ ὀστᾶ, καὶ αἱ κόραι διαστρέφονται, καὶ οὐδὲ οἱ ὀφθαλμοὶ κατὰ τάξιν βλέπουσιν, ἀλλ' ὥσπερ ἡνιόχου θορυβηθέντος ἀτάκτως οἱ ἵπποι φέρονται, οὕτω τοῦ λογισμοῦ διαταραχθέντος, πάντα συγχεῖται, πάντα διαστρέφεται· καὶ πῶς αὕτη γίνεται ἡ ταραχή; ἀναγκαῖον γὰρ καὶ τοῦτο εἰπεῖν· οὐ γὰρ ὥσπερ ἐν θαλάσσῃ παρὰ τὴν τῶν πνευμάτων ἐμβολὴν, οὕτω καὶ ἐν ψυχῇ, οὐ κατά τινα ἀδόκητον περίστασιν, ἀλλὰ παρὰ τὴν ἡμετέραν ῥαθυμίαν συμβαίνει· καὶ γὰρ καὶ τοῦ γενέσθαι καὶ τοῦ μὴ γενέσθαι τὴν περίστασιν τῆς ἁμαρτίας ἡμεῖς κύριοι, τῆς ἐπιθυμίας ἀναπτομένης· ἀλλ' ἂν μὴ σὺ τὴν φλόγα ἀνάψῃς, οὐκ αἴρεται ἡ κάμινος, ἂν μὴ τροφὴν παράσχῃς τῇ ὕλῃ, ἂν μὴ τὰς εὐμόρφους ὄψεις περιεργάσῃ, ἂν μὴ θέατρον παρανομίας ἀναβαίνῃς, ἂν μὴ πιαίνῃς τρυφῇ τὴν σάρκα, ἂν μὴ καταποντίζῃς οἴνῳ τὸν λογισμόν, οὐκ αἴρεται ἡ φλόξ, οὐ γίνεται χαλεπώτερον τὸ θηρίον, οὐ διατέμνεται καθάπερ ὑπὸ πνευμάτων ἀγρίων τῆς διανοίας τὸ καθαρόν. Ἀρκεῖ οὖν ταῦτα, φησί, πρὸς τὸ διαφυγεῖν τὴν φλόγα τῆς ἁμαρτίας; οὐκ ἀρκεῖ· ἀλλὰ δεῖ καὶ ἕτερα προστεθῆναι, προσευχὰς διηνεκεῖς, ἁγίων συνουσίαν, νηστείαν σύμμετρον, δίαιταν λιτήν, ἀσχολίας ἀναγκαίας· πρὸ τῶν ἄλλων ἁπάντων, τοῦ Θεοῦ τὸν φόβον, τὴν μέλλουσαν κρίσιν, τὰς ἐπαγγελίας τῶν ἀγαθῶν· διὰ τούτων πάντων δύνασαι χαλινώσαι τὴν λυσσώσαν ἐπιθυμίαν καὶ στῆσαι τὴν κυμαινομένην θάλασσαν. ΕΡΩΤΗΣΙΣ ΣΕ. « Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου. » Τούτου τοῦ ψαλμοῦ τὰ μὲν ῥήματα ἅπαντες, ὡς εἰπεῖν, ἴσασι, καὶ διὰ πάσης ἡλικίας διατελοῦσι ψάλλοντες, τὴν δὲ διάνοιαν ἐνίων τῶν εἰρημένων ἀγνοοῦσιν· ὅπερ οὐ μικρὸν εἰς κατηγορίας λόγον· ψάλλειν μὲν καθ' ἡμέραν, μηδ' ἅπαξ δ' ἐπιζητῆσαι μαθεῖν τὸν νοῦν τῶν ψαλλομένων· καὶ γὰρ νωθείας καὶ χαυνότητος ἐσχάτης, διὰ παντὸς τὸν ψαλμὸν καὶ ἐκ πρώτης ἡλικίας εἰς ἔσχατον γῆρας μελετώντας διατελεῖν, τὰ ῥήματα μόνον εἰδότας ἔρημα διανοίας· καὶ παρακαθῆσθαι θησαυρῷ συνεσκιασμένῳ, καὶ βαλάντιον περιφέρειν ἐσφραγισμένον· καὶ οὐδὲ ὑπὸ πολυπραγμοσύνης παρωξύνθη τις μαθεῖν, τί ποτέ ἐστι τὸ λεγόμενον· καίτοι γε οὐδὲ ἐκεῖνο ἔστιν εἰπεῖν, ὅτι σαφής τις ὢν πάντας εἰς ὕπνον ἤγαγε· καὶ οὐκ ἀφῆκε ζητῆσαι τὸ προχείρως κείμενον· καὶ γάρ ἐστιν ἀσαφὴς καὶ ἱκανὸς διεγείραι τὸν μὴ σφόδρα καθεύδοντα, μᾶλλον δὲ καὶ τὸν καθεύδοντα. ΕΡΩΤΗΣΙΣ ΣΑ'. « Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην. » Δύο ἐνταῦθα ἀρετὰς μανθάνομεν, τό τε εὔτονον τῆς προθυμίας, τό τε συντεταγμένον τῆς διανοίας, καὶ ἕτερον πρὸς τούτοις τὸ αὐτοῦ εἶναι τὴν φωνὴν
col. 1125–1126page 559 of 591
PG 101:1125οὐ γὰρ πάντες οὔτε φωνῇ βοῶσιν, οὔτε πρὸς τὸν Θεόν, οὔτε τῇ οἰκείᾳ· δεῖ δὲ ἅπαντα ταῦτα συνελθεῖν· ὁ κατ' ἐχθρῶν βοῶν οὐκ ἀνθρώπου φωνὴν προήσεται, ἀλλὰ θηρίου καὶ ὄψεως· ὁ ῥᾳθυμῶν, καὶ μὴ ἀκούων ὧν λέγει, οὐ πρὸς τὸν Θεὸν βοᾷ, ἀλλ' εἰκῆ καὶ μάτην φθέγγεται· ὁ μὴ διεγείρων τὴν διάνοιαν, κἂν μεγάλα κράζῃ, πάλιν οὗτος οὐ βοᾷ· φωνὴν γὰρ, ὡς πολλάκις ἔφθην εἰπὼν, οὐ τὸν τόνον λέγει τοῦ πνεύματος, ἀλλὰ τὴν συντεταγμένην διάνοιαν· ἀλλ' οὐχ οὕτως· ἀλλὰ τὰ τρία ταῦτα συνάγει· ὅτι τε φωνεῖ, καὶ πρὸς τὸν Θεὸν, καὶ τῇ ἑαυτοῦ φωνῇ· διὰ τοῦτο δεύτερον φησί· « Φωνῇ μου, καὶ φωνῇ μου. » ΕΡΩΤΗΣΙΣ ΣΞΒ΄. Τί ἐστι τὸ, « Εὐλόγησε Μελχόλ τὸν Δαβίδ ; » Τὸ δὲ, Εὐλόγησε Μελχόλ τὸν Δαβίδ, λαμβάνει μὲν καὶ ἐκ τῆς προειρημένης ἀναπτύξεως τὸ σαφές· ἀντὶ γὰρ τοῦ ἐξουδένωσεν εἴρηται· ἀλλότριον γὰρ ἐδόκει τὸ γύναιον βασιλικοῦ φρονήματος καὶ ὄγκου, χοροῖς καὶ σκιρτήμασιν ἐνδιατρίβειν· ἀλλ' αὐτὸ μὲν τοῦτο τὸ χορείαις μὴ συγκαταφέρεσθαι τὸν βασιλέα, οὐκ ἀνεπισκέπτως ἐλογίζετο ἡ τοῦ Σαούλ θυγάτηρ· τὸ δὲ θεῖον πόθον ἐπιδεικνύμενον ἐπὶ τοσοῦτον ἁλῶναι καὶ τῷ ἔρωτι τοῦ ποθουμένου ἐνίκα τῆς γυναικείας φύσεως τὴν γνῶσιν· καὶ ἀγνοοῦσαν διήλεγχε τὰ κέντρα τοῦ Δαυϊτικοῦ πόθου. Ἐπισημαίνεται δὲ τὸ Γράμμα τὸ ἱερὸν, ὡς μήτηρ οὐκ ἐχρημάτισεν αὕτη παιδίου, τῆς ἐπὶ τῷ Δαβὶδ χλεύης ἀπαγγέλλουσα τὴν δίκην· ἀφίεται δὲ ἡ Μελχόλ εἰς τὴν περὶ τοῦ Δαβίδ κατενεχθῆναι χλεύην, ἡνίκα δίκην χρεωστοῦσα ἀπαιτηθῇ τὴν ἀπαιδίαν· ἀπαιτεῖται δὲ τὴν ἀπαιδίαν, ἵνα μηδεὶς ἐκ τοῦ σπέρματος ὅπερ ἀπεφύετο τοῦ Σαούλ τοῦ βασιλικοῦ διάδοχος ἀξιώματος καταστῇ· ἔτι δὲ ἵνα μὴ στάσις καὶ φόνος τοῦ τε ἐξ αὐτῆς προεληλυθότος καὶ τῶν ἐξ ἑτέρων γυναικῶν ἐπιγεγονότων διαπραχθῇ. ΕΡΩΤΗΣΙΣ ΣΞΓ΄. Διατί ὁ Δαβὶδ τὸ ἐφοὺδ περιεβάλετο; Εἴρηται δὲ ὅτι ἐπὶ τοῦ Δαυΐδ, ἐφούδ· καίτοι οὐκ ἐξὸν αὐτῷ εὐσεβῶς βιοῦντι ἱερέως στολὴν περιβαλέσθαι· ἀλλὰ περὶ τούτου τισὶ μὲν ἐῤῥήθη, ὡς ἐπειδὴ Σαμουὴλ μὲν ἀπεβίω, οἱ δὲ τούτου παῖδες ἐξητάζοντο ἐν αἰτίαις, ἔδει δὲ ἱερέα τῆς κιβωτοῦ τοῦ Θεοῦ προπορεύεσθαι, καὶ οὐκ ἦν ὁ τὴν ὑπηρεσίαν ταύτης ἠξιωμένος, ἐξ ἀνάγκης ὁ βασιλεὺς τὴν τοιαύτην ἀναδέχεται λειτουργίαν, ἅτε δὴ καὶ τῶν ἀλλοφύλων τὴν κιβωτὸν αὐτὸς ἀνενεγκών· διὸ καὶ χρησμὸν ἀνεῖλε τὸ ἐφοὺδ νίκην ἐπαγγελλόμενον τῷ Ἰσραήλ· καὶ τὴν νίκην ὁ Δαυΐδ ἀνατίθησι τῷ Θεῷ· ἅμα δὲ οὐδ' ἀτιμάζοντος ἦν τοῦτο τὴν ἱερατικὴν στολήν, ἀλλὰ σεβαζομένου καὶ τῆς ὅτι μάλιστα τιμῆς ἀξιοῦντος· ἐδείκνυ γὰρ δι' ὧν εἰς ἐκείνην κατέφευγεν, ὅση ὠφείλετο τοῖς ὡς ἀληθῶς ἱερεῦσιν ἡ τιμή· ὧν ἡ στολὴ τῷ βασιλεῖ δόξαν τε καὶ νίκην καὶ τοσαύτην χάριν προξενεῖ. Ἀλλ' οὕτω μὲν ἔνιοί φασιν· ἑτέροις δὲ δοκεῖ μὴ ἄν ποτε κατατολμῆσαι τὸν βασιλέα Δαυΐδ

Question CCXCIV - CCXCVIQuæstio CCXCIV - CCXCVI

col. 1127–1128page 560 of 591
Quæstio CCXCII - CCXCIII
PG 101:1127Ἐν δὲ τῷ παραδείσῳ τεθεὶς ὁ Ἀδὰμ οὐκ ἀργὸν οὐδὲ ἄπρακτον ἐπολιτεύετο βίον, ἀλλ' ἀρετῆς μὲν ἐπεμελεῖτο, τοῖς δὲ κατ' αὐτὴν ἔργοις ἐνησχολεῖτο· διὸ καὶ ἡνίκα τοῦ φύλαξ εἶναι τῆς ἀρετῆς καὶ τῶν δεδομένων ἐξέστη, τοῦ παραδείσου τὴν ὑπερορίαν κατεδικάσθη· μέσον δὲ τοῦ παραδείσου τὸ ξύλον διότι ζωῆς ἦν ξύλον· καὶ ἀναλογίαν τινὰ ἐπέχει πρὸς τὴν καρδίαν· ὥσπερ οὖν αὕτη ἐν μέσῳ τῷ τοῦ ζώου καταβέβληται σώματι, οὕτω κἀκεῖνο ζωῆς ὑπάρχον, ξύλον μέσον ἐπεφύτευτο τοῦ παραδείσου· εἰ δέ σοι φίλον καὶ ὁ ἀναγωγικός λόγος, ἡ γενικωτάτη, φασὶν, ἀρετὴ ἐν τῷ λογικῷ θεωρουμένη ζώῳ, ὥσπερ ἀπὸ μέσης τινὸς ἀκρωρείας ἐπὶ πᾶσαν διαχεῖται πρᾶξιν· καὶ καθ' ὃν τρόπον ἡ ζωὴ ἐκ μέσου τινὸς χωρίου προχεομένη, πάντα τὰ τοῦ ζώου μέρη ζωογονεῖ τε καὶ συνέχει, οὕτω καὶ αὕτη ἐκ μέσης τινὸς οἱονεὶ πηγῆς προϊοῦσα ἀρδεῖ τε καὶ ἐκτρέφει καὶ τὰς ὑποβεβηκυίας αὐτῇ λοιπὰς ἀρετάς. Ἐγγὺς δ' ἂν εἴη διανοεῖν, μέσον εἰρῆσθαι τοῦ παραδείσου τὸ τῆς ζωῆς πεφυτεῦσθαι ξύλον, ὅτι καὶ Χριστὸς ἡ ζωὴ ἡμῶν ἐν μέσῳ τῆς γῆς τὸν ὑπὲρ ἡμῶν ἐδέξατο σταυρόν· καὶ γὰρ εἰς τὸ μεσαίτατον φασὶ τῆς γῆς τὸ ζωηφόρον ξύλον, τὸν σταυρὸν παγῆναι· τὸ δὲ ξύλον τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν εἴρηται μέν, οὐδεὶς δὲ χῶρος αὐτῷ ἀποτέτακται· διατί; διότι ἡ κακία χώραν οὐκ ἔχει, ἀλλὰ τῇ ἀρετῇ παρυφίσταται· ἄμεινον δὲ μετὰ ταῦτα περὶ τούτου διαληπτέον. Πρὸς ἑσπέραν δὲ ἐθύετο ὁ ἀμνὸς, ὅτι τύπον προδιέγραφε τοῦ ἀληθινοῦ ἀμνοῦ καὶ ποιμένος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· ἐπὶ δυσμαῖς γὰρ τῶν αἰώνων καὶ ὁ πλάστης τὸν ὑπὲρ ἡμῶν ἐκούσιον ὑπέστη θάνατον· πλησιφαοῦς δὲ τῆς σελήνης οὔσης προσήγετο τὸ θῦμα· ἐπεὶ καὶ ὁ τοῦ γένους ἡμῶν Σωτήρ οὐκ ἄνθρωπος μόνον ἐχρημάτιζεν, ἀλλὰ καὶ Θεός· καὶ τύπον μὲν τῆς Θεότητος φέρει τὸ φῶς, τὸ δὲ σεληνιακὸν σῶμα τῆς προσληφθείσης σαρκός· πλὴν ἐπειδὴ κατὰ τὴν κοσμογένειαν ὁλοκλήρῳ φωτὶ καταλαμπομένη ἡ σελήνη λαμβάνει τὴν προαγωγήν, ὁ δὲ τοῦ Σωτῆρος ὑπὲρ τοῦ γένους θάνατος ἀνανέωσίν τε καὶ ἀνακαίνισιν ἐπραγματεύετο τοῦ παντὸς, εἰκότως ἡ σελήνη τὸ φῶς ἀμείωτον κατ' ἐκεῖνο καιροῦ παρέχειν ὑπὸ τοῦ πάντα σοφῶς οἰκονομοῦντος ἀπετάχθη. Τὸ δὲ ἐν τῇ νεφέλῃ τόξον Ἑλλήνων μὲν παῖδες φυσικόν τι νομίζουσιν ἔργον, καὶ ἀφ' οὗ νεφέλαι καὶ ἥλιος, κἀκεῖνα τὴν σύστασιν λαμβάνει· τῷ δέ γε θε-
col. 1129–1130page 561 of 591
PG 101:1129σημασίας οὐκ ἐδόκει τοῦτο, ἀλλὰ σύγχρονον εἶναι τῇ δεδομένῃ διαθήκῃ· Ἰδοὺ γὰρ, φησί, τίθημι τὸ τόξον μου ἐν τῇ νεφέλῃ, ὡς νῦν τιθεμένου καὶ τῆς διαθήκης χρηματίζοντος σημείου· οὐδὲν δὲ ἄτοπον ἐννοεῖν καὶ φάσεως μὲν ἀπαρχὴν προσβολὴν εἶναι τὸ τόξον, ἐπὶ βεβαιώσει δὲ τῆς πρὸς τὸν Νῶε διαθήκης τὸ θεῖον αὐτὸ προσλαμβάνειν· οἷον ὡς εἰ λέγοντες, ὅτι ἕως ἂν τοῦτο γένηται καὶ ἡ φύσις τὸ οἰκεῖον προβάληται ἔργον, οὐκ ἔσται κατακλυσμός· καθ' ἃ ἄν τις εἴποι· Ἕως οὖν ἀνταναιρεθῇ ἡ σελήνη, καὶ ἕως ἂν ὁ ἥλιος τὸν οὐράνιον διατρέχων πόλον τὰ ἐπίγεια φωτίζει· ὅπερ ἐστίν· Ἕως ἡ φύσις τὸν οἰκεῖον εἱρμὸν διασώζει καὶ πρὸς λύσιν οὐ διαστρέφει, ἕως τότε τὸ ἀνθρώπινον γένος κατακλυσμῷ ἀτιμώρητον ἔσται· ὁ δὲ βασιλεὺς τῆς Συρίας μαθεῖν ἀποστέλλει περὶ τῆς ζωῆς αὐτοῦ πρὸς τὸν Ἐλισσαῖον· καίτοι μὴ τῷ Θεῷ, ἀλλ' εἰδώλοις λατρεύων, ὅτι προφήτην αὐτὸν πανταχοῦ διήγγελλεν ἡ φήμη, καὶ ἡ νόσος ἐπιστᾶσα τῷ βασιλεῖ συνηνάγκαζε πυθέσθαι πρὸς οἷον ἀποβήσεται τέλος. ΕΡΩΤΗΣΙΣ ΣϞΖ'. Δίκαιος δὲ ὁ Νῶς τυγχάνων, διατί ἁλίσκεται μέθῃ, καὶ οὐ δίδωσι δίκην; Δίκαιος δὲ ὁ Νῶς τυγχάνων ἁλίσκεται μέθῃ καὶ οὐ δίδωσι δίκην, ὅτι μήτε ἀκρασίᾳ κεχρημένος τὴν μέθην ὑπέστη, καὶ νόμον οὐκ εἶχε τῆς εἰς κόρον ἀπείργοντα οἰνοποσίας· ἄλλως τε δὲ καὶ ἀγνοίᾳ τῆς χρήσεως, ἀλλ' οὐχὶ πολυποσίᾳ κατέπεσεν εἰς μέθην· κιρνάμενος γὰρ ὁ οἶνος οὐχ οὕτως τῶν ἐπιθολούντων ἀτμῶν τὸν ἐγκέφαλον πληροῖ καὶ τὸ ἡγεμονικὸν ἐπισκοτίζει· ἡ δὲ ἄκρατος τούτου προσφορὰ θερμοτέρους τούτους ἀναφέρουσα καὶ δριμυτέρους καὶ ἐξ ὀλίγου πόματος μάλιστα τοῖς ἀσυνήθως πρὸς τοῦτο διακειμένοις ἐνεργάζεται τὸ πάθος· πλὴν ὁ θεσπέσιος Παῦλος, πρὸ ἡμῶν τὸν ὑπὲρ αὐτοῦ ποιεῖται λόγον, «Ἁμαρτία, φάσκων, οὐκ ἐλλογεῖται, μὴ ὄντος νόμου»· διὰ πολλὰ ἂν εὕροις κατὰ τὴν παλαιὰν ἐκείνην πολιτείαν τοὺς θαυμασίους ἐκείνους ἄνδρας διαπεπραχότας ἐξ ἀπειρίας, ἐξ ὧν αὐτοῖς οὐδεμία παρηκολούθησε δίκη· νυνὶ δὲ ἐπεὶ παρ' ἡμῖν καὶ νόμοι καὶ τῶν πρακτέων ἡ γνῶσις ἐπιφανεστάτη, εὐλόγως τοὺς παραβεβηκότας ἡ τῆς παρανομίας ὑποδέχεται τιμωρία. ΕΡΩΤΗΣΙΣ ΣϞΗ'. Πόθεν ἔστι τῆς Γραφῆς λαβεῖν ὑπὸ τοῦ διαβόλου τὸν Ἀδὰμ ἀπατηθῆναι; Ὅ δὲ ἐπηρώτησας, ὡς πόθεν ἔστι τῆς Γραφῆς λαβεῖν, ὑπὸ τοῦ διαβόλου τὸν Ἀδὰμ ἀπατηθῆναι, πᾶσι μὲν εὐσεβέσι νομίζεται τοῦτο, ἀλλ' ἡ Γραφὴ διὰ τοῦ ὄφεως μόνον ἀπατηθῆναι τὴν Εὔαν, δι'

Question CCXCIXQuæstio CCXCIX

col. 1131–1132page 562 of 591
Quæstio CCXCVII - CCXCVIII
PG 101:1131αὐτῆς δὲ τὸν Ἀδὰμ εἰσάγει, περιφανεστέραν τοῦ ζητήματος τὴν λύσιν ἔχει. Αὐτὸς γὰρ ὁ Κύριος ἐν Εὐαγγελίοις ἐδίδαξεν ἡμᾶς εἰπών· « Ἐκεῖνος ἀπ᾿ ἀρχῆς ἀνθρωποκτόνος ἐστίν. » Καὶ γὰρ οὐχ ὡς ἐνίοις ἔδοξε, τὸν Κάϊν μηνύει, ἀλλ᾽ εἰς αὐτὸν τὸν Σατανᾶν τὴν κατηγορίαν ἀναφέρει. Ὁ γὰρ ὄφις, ὄργανον μὲν τοῦ διαβόλου χρηματίζων, οὐδεμίαν παρέχεται ἀπορίαν, αὐτουργὸς δὲ καὶ πρωταίτιος τῆς ἀπάτης οὐδαμῶς ἂν ἔχῃ χώραν νομισθῆναι. Διὰ τοῦτο δὲ, καὶ οὐχὶ δι᾿ ἄλλου ζώου, προσάγει ὁ πονηρὸς τὴν ἀπάτην τῇ Εὔᾳ, ὅτι κεχαρισμένον ἦν τοῦτο τὸ ζῶον τῇ γυναικὶ, διὰ τοῦ τὴν ἄλλην εὐφυΐαν καὶ πρὸς τὸ μιμήσασθαι δυνατὸν ἦν. Ἄλλως τε δὲ καί τινος ἐμφύτου μετέχον τοῦτο τὸ ζῶον ὁρῶν φρονήσεως ὁ διάβολος, ἐπιτήδειον ἐνόμισε πρὸς τὴν ὑπηρεσίαν αὐτῷ τῆς ἀπάτης χρηματίσαι ὄργανον, ἅτε δὴ μάλιστα καὶ γλῶσσαν βήμασιν ὑπηρετήσασθαι λαχόντα τότε τὸν ὄφιν. Ἀφράστου δὲ προνοίας ἔργον ἦν καὶ τὸ, τὸν ὄφιν φωνὰς ἐνάρθρους ἀφιέναι. Ἐνεώρα γὰρ ὁ πλάσας τὰς τοῦ πονηροῦ ἐννοίας, καὶ ὡς εἰ μὴ τὸν ὄφιν ὄργανον τῆς ἀπάτης λάβοι, αὐτοὺς ἐκείνους τοὺς ἀνθρώπους εἰς τὴν ἑαυτῶν ἀπάτην συλαγωγήσει, συγχωρεῖ τὸν ὄφιν ἀνθρωπίνους φωνὰς προϊέναι, ἵνα μὴ ἐξ αὐτῶν τῶν ἀνθρώπων ἡ τῶν ἀνθρώπων λύμη ἐκβλαστήσῃ, καὶ ἡ τοῦ κακοῦ ἀρχὴ ἐκεῖθεν τὴν πρόοδον λάβοι. Εἰ γὰρ αὐτοὶ τῆς εἰσηγήσεως τοῦ ἁμαρτήματος καθεστηκότες ὤφθησαν ἀρχηγοί, ὅπερ ἂν ἐπὶ τοῦ ὄφεως ἐπράχθη, καὶ ἐπ᾿ ἐκείνων ἂν διεφυλάχθη. Καὶ οὐδ᾽ ἀνακρίσεως τυχόντες ἄν, ὥσπερ οὐδ᾽ ὁ ὄφις, τὴν καταδικάζουσαν ἐδέξαντο ψῆφον. Ἀλλὰ παραχωρείται τῷ γένει τῶν ἀνθρώπων ὁ λόγος, ἵνα μὴ ὁ ἄνθρωπος ἀρχηγὸς ὀφθῇ γεγενημένος τῆς κακίας. Τοιοῦτον γὰρ τὸ θεῖον. Ἐξ ὧν ὁ ἀντικείμενος τὴν κακοτεχνίαν ἐπινοεῖται, διὰ τούτων αὐτοῦ τὰ μηχανήματα περιτρέπει τε καὶ καταλύει. ΕΡΩΤΗΣΙΣ ΣΞΘ΄. Τί ἐστι, « Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, » Τὸ δέ, « Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου, οὐδὲ ἐπορεύθην ἐν μεγάλοις, οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ, » τάχα μὲν καὶ εἰς αὐτὸν ἐκληφθείη τὸν Δαβίδ. Τὸ γὰρ βασιλείαν μὲν περιεζώσθαι, κατ᾿ ἐχθρῶν δὲ πολλάκις τρόπαια ἀναστῆσαι, καὶ πρὸ τούτων ἀπὸ ποιμένος ἐν βασιλείοις διαιτάσθαι, καὶ μειζόνων ἢ κατ᾿ ἐλπίδας ἀξιοῦσθαι, καὶ ὀργὴν ὕστερον κατὰ τοῦ Νάβαλ ἐπιδεδεῖχθαι, θανάτου τε ἀπαίτησιν ἐπισκῆψαι τῷ παιδί, παρά τε τοῦ Ἰωὰβ καὶ τοῦ Σεμεεὶ λαβεῖν, καὶ ὅσα ἄλλα τοιαῦτα, θαυμασιώτερον μὲν ἀποφαίνει μᾶλλον τὸν Δαβὶδ εἰ ἐν τοσούτοις καὶ τοιούτοις ἐξεταζόμενος, τὸ τῆς ψυχῆς οὐκ ἐκλονήθη πάγιον, οὐδὲ μειζόνων ἢ κατὰ τὰς ἐλπίδας ἀξιούμενος ἐπῆρεν ἑαυτοῦ καὶ ὑπερύψωσε τὴν καρδίαν, μεῖζον ἢ προσῆκε τὰ καθ᾿ ἑαυτὸν φανταζόμενος· ἀλλ᾽ εἰς τὴν παντοκράτορα καὶ κυριεύουσαν τῶν ὅλων ἅπαντα
col. 1133–1134page 563 of 591
PG 101:1133τοῦ, ὁ Ἐγὼ δὲ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ. Εἰ δέ τις ἐθέλοι τὸ εἰρημένον ἐκλαβεῖν καὶ ἐφ' ἑτέρου τινὸς τὴν ταπεινόφρονα ἀρετὴν κατορθωκότος, καὶ εἶναι τοῦτο ὥσπερ στήλην καὶ ὑπογραφὴν ἀνδρὸς ἂν φρόνημα τεταπεινωμένον καὶ συντετριμμένον φέροντος, οὐδ᾽ οὗτος ἂν εἴη τοῦ εἰκότως φερόμενος ἔξω· ταπεινοφροσύνῃ δ' οὖν, ὡς ἔστι πολλαχόθεν λαβεῖν, καὶ ὁ μέγας ἐκεκόσμητο Δαβίδ. Ἐνίοις δὲ καὶ εἰς ὅλην τὴν ἀνθρωπίνην φύσιν ἔδοξεν ἐναρμόζεσθαι τὸ ῥητόν. Αὕτη γάρ, φησί, διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς καὶ τῶν περὶ τὸ σῶμα φυομένων τε καὶ ἀναστρεφομένων παθῶν, οὐδ᾽ ὅντινα καιρὸν ἀνατείνεσθαί τε καὶ ἀνυψοῦσθαι ὑπὲρ ἑαυτὴν δύναται, οἱονεὶ τῷ βάρει καθελκομένη· καὶ ποτὲ μὲν τούτῳ, ποτὲ δὲ ἐκείνῳ βαρυνομένη, καὶ μηδέποτε καθαρὰ τοῦ διενοχλούντός τε καὶ βιάζοντος καθεστηκυία, μηδὲ τὰς μεγίστας τε καὶ περὶ αὐτῆς ἀναλογίζεσθαι δεδυνημένη ἐννοίας· ἀλλὰ καλῶς γε ποιοῦσα, γῆν τε αὐτὴν καὶ σποδόν ἡγεῖται, καὶ ἀναξίαν τῆς ὑπὲρ ἄνθρωπον ἀναβάσεως· ἵνα μὴ μεταλαβοῦσα τοῦ ξύλου ἐφέσει θεότητος, καὶ αὐτῆς τῆς πρεπούσης αὐτῇ καὶ ἐναρμοζομένης πάλιν τάξεως κατενεχθῇ· ἐντεῦθεν δὲ ὑψοῦ τὴν ψυχήν καὶ τρέφει τὴν ἡδεῖαν τροφήν, ἐκείνας τὰς ἐννοίας ἃς μετὰ τοῦ σώματος τραφῆναι οὐ δύναται· καὶ γὰρ τὸ, «ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ·» Τῷ μέντοι εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μεταφέροντα τὴν ἑρμηνείαν, καὶ προφητείαν εἶναι τὸν ἐκείνου βίον καὶ τρόπαιον ὑπογράφουσαν δόξαν ποιουμένῳ, οὐδὲ τοῦτο ἂν γένοιτο τοῖς δευτερείαις ἐναριθμεῖσθαι τῶν ὀρθῶς περὶ τῆς ῥήσεως τεθεωρηκότων· ὥσπερ γὰρ τὸ, «Ὤρυξαν χεῖράς μου καὶ πόδας μου,» Δαβὶδ μὲν λέγει, εἰς Χριστὸν δὲ ἐξέβη, οὕτως καὶ τὸ εἰρημένον, «Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, καὶ διεμερίσαντο τὰ ἱμάτιά μου,» καὶ μυρία ἄλλα· τοῦτο δὲ καὶ ὁ Παῦλος συνορῶν, αἰχμαλωτίζειν παραινεῖ πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· καὶ γὰρ οὐδ' ὑψώθη Χριστὸς ὁ Θεὸς ἡμῶν ὁ ὑπὲρ παντὸς ὕψους καὶ πάσης ὑπεροχῆς τελῶν, οὐδὲ ἐμετεωρίσθη· μᾶλλον δὲ τὸ ἀποστολικὸν εἰπεῖν· Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου· καὶ αὐτὸς δὲ ἐκεῖνος κατὰ καιρὸν τοῦ πάθους φησίν· Ἠδυνάμην παρακαλέσαι τὸν Πατέρα μου, καὶ παρέστησέ μοι πλείονας ἢ δώδεκα λεγεώνας ἀγγέλων· ἀλλ᾽ οὗ μοι γνώμη, τὸ ὑψοῦσθαι, μέγεθος δὲ καὶ θαυμασιότης ὑπὲρ αὐτὸν οὔτε ἦν οὔτε ὑπενοεῖτο, οὔτε αὐτὸς οὐδὲ ἐπεστράφη ποτὲ ὑπερενεχθῆναι τούτῳ. Τί γὰρ ἂν εἴη θαυμασιώτερον ἢ μεῖζον τῆς ὑπὲρ πᾶν μέγεθος καὶ ἀξίωμα ὑπεριδρυμένης φύσεως θεϊκῆς; πλὴν ἀλλ᾽ οὐδὲ ὡς ἄνθρωπος τοῖς κατὰ τὰ περίγεια καὶ τὴν σάρκα μεγάλην δόξαν καὶ ὄγκον περιβεβλημένοις οὐδὲ τούτοις συνημιλλᾶτο καὶ συνεπορεύετο· μᾶλλον δὲ τοὐναντίον ἅπαν ταπεινοφροσύνῃ καὶ μετριότητι ὅλον ἑαυτὸν ἐρρύθμιζε· διὸ καὶ ὁ προφήτης «Χαίρε, φησί, θύγατερ Σιών·» καὶ τῆς αἰτίας ἡ χαρά, «Ὅτι πρᾶος καὶ

Question CCCQuæstio CCC

col. 1135–1136page 564 of 591
PG 101:1135σμένον, ἐναρμοσθείη ἂν τοῖς εἰρημένοις, ὅτι καὶ τὴν ψυχὴν ἣν προσείληφεν ἐπὶ τὸ ἀρχαῖον αὐτὴν καὶ προγονικὸν ἐπανήγαγεν ἀξίωμα· τοῦτο γὰρ ἂν εἴη τὸ, «Ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ·» εἰ δέ τις ἐθέλοι νοεῖν ὅτι καὶ τὴν μετὰ τῶν ἀνθρώπων ἀναστροφὴν θεοπρεπώς τε καὶ ἀνθρωποπρεπῶς τελέσας πάλιν ἐπὶ τοὺς πατρικούς, ὧν οὐκ ἐξέστη, κόλπους ἐπανῆλθε, καὶ οὗτος ἂν τὰ εἰκότα ἐρεῖ· καὶ γὰρ ἐκεῖσε ἀναδραμὼν καὶ τὴν ὑπὲρ πάντων κρίσιν δεξάμενος, ἐδικαίωσε πάντας ἐν ἑαυτῷ, ὅπερ ὑποδηλώσει ἂν καὶ τὸ, «Ὡς ἀνταποδώσεις ἐπὶ τὴν ψυχήν μου.» ΕΡΩΤΗΣΙΣ Τ. Διὰ πολλὰς αἰτίας· μᾶλλον δὲ πρὸ τοῦ ἀποδοῦναι τὰς διατί ὤφθη αἰτίας, ἄμεινον εἰπεῖν ὅτι τρία τινὰ τὸ σύμβολον μηνύει· ἢ ὅτι ὥσπερ ἡ βάτος πυρί περιελαμβάνετο μὲν, οὐ κατεκαίετο δέ, οὕτω καὶ ὁ Ἰσραὴλ ἔκδοτος τοῖς πειρασμοῖς καὶ ταῖς τιμωρίαις καὶ τῇ φλογὶ τῆς ταλαιπωρίας ἣν αὐτοῖς οἱ αἰχμαλωτεύσαντες ὑφῆπτον, μόνῃ δὲ τῇ τοῦ Θεοῦ δεξιᾷ τοῦ μὴ διολωλέναι καὶ ἀποτεφρωθῆναι διετηρήθησαν· ἢ ὅτι ὁ Θεὸς Λόγος τὸ φῶς τὸ πατρικὸν καὶ τὸ ἄϋλον τῆς Θεότητος πῦρ ἐν τῇ γεηρᾷ τε καὶ ὑλώδει τῆς Παρθένου μήτρᾳ περιαστράψαν, ἀκατάφλεκτον καὶ ἀπήμονα διασώσει τὴν δεξαμένην αὐτό· εἰ βούλει δὲ τὸ αὐτὸ τῆς θεότητος πῦρ τῇ ἀνθρωπίνῃ προσομιλῆσαν φύσει, πυρακτώσει μὲν καὶ θεοποιήσει, οὐ καταφλέξει δὲ καὶ ἐξαφανίσει· ἀλλὰ προτυποῖ μὲν τὸ ἐπὶ τῆς βάτου μυστήριον· ἴσως ἂν τὰ τοιαῦτα· καὶ ἡ βάτος δὲ ὑποβάλλεται τῷ πυρὶ καὶ οὐχὶ φυτὸν ἕτερον· τάχα μὲν ὅτιπερ οὐδ᾽ ἦν ἑτέρου τινὸς ἡ ἔρημος παρὰ τοῦτο φυτοῦ καρποφόρος· ἔτι δὲ καὶ ἵνα μάθωμεν, ὡς τὴν ἀνθρωπίνην φύσιν τὸ τῆς θεότητος περιλαβὸν πῦρ, οἱονεί τινας ἀκάνθας τὰς ἁμαρτίας προβεβλημένην, ταύτην μὲν ἐφλόγιζεν, οὐ κατέκαιε δέ· τὰς δὲ περὶ αὐτὴν ἀκάνθας κατέκαιε καὶ διέφθειρεν· εἰ βούλει δέ, ἐπείπερ τὰ πλήθη τῶν ἐθνῶν ταῖς χαμαιπετέσι περὶ Θεοῦ συρόμενα διανοίαις, καὶ οἷον τῇ ἀθεότητι περικεχυμένα, καὶ τὰς τῶν ἁμαρτιῶν ἐκφέροντα ἐκφύσεις, καὶ τὴν τοῦ σεβάσματος σύστασιν σαθράν, ἔμελλε δὲ ταῦτα τῇ τοῦ ἁγίου Πνεύματος ἐπιφοιτήσει τε καὶ ἐλλάμψει, τῆς μὲν ἀκανθώδους καὶ ζιζανιώδους περιφλέγεσθαι καὶ ἀποκαθαίρεσθαι πλάνης, τὰς δὲ τοῦ θεϊκοῦ πυρὸς ἀκτῖνας ὑποδέχεσθαι. Αὐτὸς γάρ, φησὶ, βαπτίσει ὑμᾶς ἐν Πνεύματι ἁγίῳ καὶ πυρί· ἵν᾿ ἐμφανέστερόν τε καὶ τηλαυγέστερον τὸ εἰκονιζόμενον προσδιατυπωθῇ, ἡ βάτος παραλαμβάνεται, ὑπηρετουμένη μὲν, οὐ φλεγομένη δὲ τῷ πυρί· χαμερπής τε γάρ ἐστι καὶ ἀκανθώδης καὶ τὴν ὑπόστασιν ἀσθενής καὶ κατὰ τὴν ὄψιν διηπλωμένη τῆς γῆς· καθ᾽ ἃ καὶ τὴν ἀναλογίαν πρὸς αὐτὴν διασώζει τὰ ἔθνη. Ἔτι δὲ τοῦ τοιούτου μὲν φυτοῦ σχεδόν τι οὐδὲν
col. 1137–1138page 565 of 591
PG 101:1137δ' ἐπαίρεται τῆς γῆς· ἀεὶ δὲ ταύτῃ προσέρπει· τὸ δὲ πῦρ κουφόν τε καὶ τῶν ὅσα κρίνεται αἰσθήσει ἀνωφερέστατόν τε καὶ ἀνώτατον· ὡς ἂν οὖν ἐπιδειχθῇ ὅτι ἡ πάντων ὑπερέκεινα τῶν ὄντων ἀνῳκισμένη τε καὶ ὑψηλοτέρα τῆς θεότητος φύσις (πῦρ γὰρ πολλάκις ἡ Γραφὴ τὸν Θεὸν ὀνομάζει), πρὸς τὴν ταπεινοτέραν φύσιν τῶν ἀνθρώπων τῇ πηλῷ καὶ γῇ συμπεφυρμένην οὐκ ἀπηξίωσε κατελθεῖν, εἰκότως τῷ ὑποδείγματι κατάλληλον παρελήφθη φυτόν. Ἔτι δ' ἂν ἐπιθεωρήσεις, ὡς τοῦ Ἑβραίων ἔθνους αὐτομολεῖν πως ἐπιῤῥεπῶς ἔχοντος πρὸς πολυθείαν, ἅτε τοῖς τῶν Αἰγυπτίων ἔθεσιν οὐκ ὀλίγοις ἔτεσι συναναπεφυρμένου, ἵνα μὴ αὐτοῖς πρόσβασίς τις εἰς πολυθείαν περιγένηται ἐν τῷ τοιούτῳ, εἰδεχθεῖ τε καὶ ταπεινῷ καὶ ἀνεπιτηδείῳ πρὸς παραγωγὴν ξοάνων παραδείκνυται τὸ θαῦμα· ἵνα μὴ καταπλαγέντες τὸ ὁρώμενον, ἢ αὐτό γε τὸ εἶδος τοῦ Θεοῦ αὐτοῦ, εἰς Θεὸν ἀναγραψάμενοι προσκυνήσωσιν· ἢ διαγλύφοντες ἐξ αὐτοῦ ἀπεικάσματά τε καὶ ὁμοιώματα, ὡς θεοὺς αὐτῶν τὰ τῶν χειρῶν ἔργα προσκυνήσωσιν· οἱ γὰρ μετὰ τοσαύτης ζημίας μοσχοποιήσαντες, καὶ ὡς θεῷ τῷ τύπῳ τῆς τοῦ βοὸς κεφαλῆς προσκυνήσαντες, ἐν ᾧ μηδὲ θεοσημείαν μηδ' ἡντιναοῦν ἐθεάσαντο, τί ἂν οὗτοι οὐκ ἐτόλμησαν, εἰ τῶν ὡραίων τι φυτῶν καὶ πρὸς χρείαν ἐπιτηδείων τὸ πῦρ αὐτοῖς ἀφλέκτως φέρον ἐφαίνετο, μάλιστα ἀκηκοότες τοῦ νομοθέτου λέγοντος· «Ἐλάλησεν ὁ Θεὸς τῷ Μωϋσεῖ ἐκ τῆς βάτου.» ΕΡΩΤΗΣΙΣ ΤΑ'. Τί δήποτε τοῦ Θεοῦ διαρρήξαντος καὶ διαμερίσαντος τὸν τῶν Ἑβραίων λαὸν, καὶ τὸν μὲν εἰς Σαμάρειαν ἐξωκικότος, τὸν δὲ εἰς τὴν Ἰουδαίαν ἐγκαταλελοιπότος· γέγραπται γὰρ ὡς εἶπεν ὁ Κύριος τῷ Σολομώντι· Διαρρήσσων διαρρήξω τὴν βασιλείαν σου· ἐκείνου τοίνυν διαρρηγνύντος, τί δήποτε τοὺς τὴν ἐκ Θεοῦ διαίρεσιν ὑποστάντας μέμψεσι καθυποβάλλομεν καὶ αἰτίαις; Θεοῦ γὰρ διαρρήσσοντος, τίς ἂν συναφθείη; καὶ μερισμὸν καταδικάζοντος, τίς ἐξελεῖται; Τὸ μὲν οὖν διαπορηθέν σοι, εἴ τι μέμνηται, τοιοῦτον. Εἰδέναι δὲ δεῖ οὐ μόνον ἐπὶ τῆς παρούσης ἀπορίας, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων τῶν παραπλησίαν τὴν περίστασιν ἐχόντων, ὡς αἱ προλαμβάνουσαι τῆς ἐκβάσεως τιμωρητικαὶ τοῦ Θεοῦ ψῆφοι, οὐκ αὐταὶ τῆς ἐκβάσεως τὴν αἰτίαν εἰσὶν ἀναδεδεγμέναι· οὐ γὰρ εἴ τι τῶν γενησομένων προθεωρήσας τις προαναφωνήσει οὐδ᾽ ἐφ᾽ ἡμῶν τῶν ἀνθρωπίνων, μήτοιγε τὸ θεῖον, αὐτὸς ἂν εἴη δίκαιος τὴν αἰτίαν ἔχειν τῶν ἐκβεβηκότων· λέγεται οὖν ἐν τῇ θείᾳ Γραφῇ τὰ τοιαῦτα· ὡς ἂν μὴ εἰς ἑτέραν τινὰ δύναμιν καὶ ἀρχὴν τὰς ἐπὶ τοῖς ἡμαρτημένοις ἡμῖν ἐπαγομένας τιμωρίας προαχθείημεν ἀναφέρειν· καὶ ταύτην ὁ θεῖος λόγος τὴν ὑπόνοιαν ἀναστέλλων, προαγορεύει τὰ ἐφ᾽ οἷς ἡμάρτομεν συμβησόμενα. Καὶ μία μὲν αἰτία αὕτη τοῦ τὴν αἰτίαν τῶν τοιούτων εἰς τὸ θεῖον τὴν ἀναφορὰν ἔχειν· δευτέρα δὲ, ὅτι δυνατὸς ὢν ἐπισχεῖν τὴν πρὸς τὰ χείρω ἡμῖν ῥοπήν, οὐκ ἐκβιάζεται, οὐδὲ πρὸς τἀναντία μεθέλκει· τοιοῦτον δὲ καὶ τό, «Ὁ ποιῶν εἰρήνην καὶ κτίζων

Question CCCIQuæstio CCCI

col. 1139–1140page 566 of 591
PG 101:1139κακά, καί, «Οἶδα ὅτι οὐκ ἀκούσεταί σου Φαραώ τοῦτο σκληρυνῶ τὴν καρδίαν αὐτοῦ, καὶ γὰρ τό, σκληρυνῶ, οὐχ ὅτι αὐτὸς τὴν τοῦ Φαραώ καρδίαν μεταπλάσει εἰς σκληρότητα, ἀλλ' ὅτι πρὸς ταύτην αὐτοῦ ῥέποντος καὶ συνεστραμμένου, οὐδὲ ἀναχαιτίζει, ἵνα μὴ περιέλῃ τῆς ἀνθρωπίνης φύσεως αὐτεξούσιον· καὶ παρ᾽ ἑκούσιον τοῦ Αἰγυπτίου ὡρμηκότος, οὐ μεταβαλεῖ οὐδὲ μεταστήσει πρὸς τὸ ἀκούσιον· τοῦτο γὰρ ἐστι τό, σκληρυνῶ. Ἔχοι δ' ἂν τινα καὶ ἑτέραν ἡ λέξις αὕτη παραδηλουμένην περιπέτειαν· σκληρυνῶ γὰρ ἀντὶ τοῦ, σκληρῷ καὶ ἀτεράμονι τὴν γνώμην ὄντι σκληρὰ αὐτῷ ἐπάξω καὶ τῆς τοῦ τρόπου ὠμότητος ἐπάξια. Οὕτω δὴ οὖν ἐνταῦθα, ὥσπερ ἔφημεν, προειδὸς τὸ Θεῖον ὡς ἐξ οἰκείας ὁρμῆς καὶ θελήσεως ἀποστήσονται μὲν τοῦ Ῥοβοάμ, ἀκολουθήσουσι δὲ τῷ δούλῳ καὶ ἀποστάτῃ Ἱεροβοὰμ καὶ μερισθήσεται τὸ ἔθνος εἰς τμήματα δύο, τούτου τὴν γνῶσιν ὥσπερ καὶ τῶν ἄλλων ἁπάντων προειληφὼς ὁ Θεός, προαγορεύει τὸ ἐσόμενον, καί φησι· Διαῤῥήξω τὴν βασιλείαν, διὰ τὰς προειρημένας ἔμπροσθεν αἰτίας δύο. Εἰ γὰρ καὶ οὕτω τοῦ θείου πανταχοῦ λέγοντος καὶ εἰς ἑαυτὸν τὸ πᾶν ἀναφέροντος, οὐ διέλιπον αὐτοὶ πρὸς ἑτέρους ἀποτρέχοντες θεούς, καὶ τῇ Ἀστάρτῃ ἥτις ἐστὶ παρ' Ἕλλησιν Ἄρτεμις, καὶ τῷ Χαμὼς καὶ ταῖς μυίαις λατρεύοντες, κἀκείνοις τῆς ἑαυτῶν ζωῆς τὴν πρόνοιάν τε καὶ τὴν διαμονὴν περιάπτοντες, τί οὐκ ἂν ἐτόλμησαν εἴ τινά ποθεν λαβεῖν ἀφορμὴν ἔσχον ἐκ τῆς τῶν ἱερῶν Γραμμάτων διανοίας, ὡς ἄλλος τίς ἐστιν αὐτοῖς ὁ τὰς τιμωρίας ὁρίζων, καὶ ἐξ ἑτέρου τινὸς ἡ τῶν χειρόνων αὐτοῖς ἕπεται φορά; Ἴδοις δ' ἂν καὶ κατὰ τὸ πειρατήριον τοῦ δικαίου Ἰὼβ τὸν Θεὸν συγχωροῦντα τοὺς πειρασμοὺς καὶ ὅρους τινὰς καθορίζοντα τῷ πειράζοντι· οἷον, Τάδε δίδοταί σοι πειράσαι, τούτου δὲ μὴ ἅψῃ. Πάντα γὰρ τῆς παντοκρατορικῆς ἐξήρτηται δεξιᾶς, τὰ μὲν ἀντιλαμβανομένης καὶ συμπραττούσης, τὰ δὲ παραχωρούσης καὶ οὐκ ἀπειργούσης. Παραπλήσιον δέ πως εἶναι δοκεῖ καὶ τό, «Προσέθετο ὀργὴ Κυρίου τοῦ θυμωθῆναι ἐπὶ Ἰσραήλ. Καὶ ἐπέσεισε τὸν Δαβὶδ εἰς αὐτοὺς λέγων, Ἀρίθμησον τὸν Ἰσραήλ.» Ἐπισείει γὰρ τὸν Δαβὶδ ἀριθμῆσαι τὸν Ἰσραήλ, ὅτι τοῦ δικαίου κριτοῦ ὀργὴ καὶ τιμωρία τῷ Ἰσραὴλ ἐφ' οἷς ἥμαρτον ἐκεχρεώστητο· καὶ οὐκ ἄλλος τίς ἐστιν ὁ ἀνασείων τὸν Δαβίδ, ἀλλ' ὁ ὀργισμένος μὲν τῷ Ἰσραήλ, ἐπενεγκεῖν δὲ μέλλων αὐτοῖς τὴν ποινήν. Καὶ γὰρ τῆς μὲν ἁμαρτίας αὐτοὺς ἴσμεν τε αἰτίους, καὶ τὰ θεῖα διαμαρτύρονται Λόγια, τῶν δὲ ἐρχομένων ἡμῖν ἐφ' οἷς ἐξαμαρτάνομεν θλιβερῶν ἡ θεία ψῆφος δημιουργός· κριτοῦ γὰρ δικαίου, πρὸς τὴν τῶν ἔργων βαρύτητα καὶ τὴν ἐπ' αὐτοὺς τιμωρίαν ἁρμόζεσθαι. Καὶ γὰρ τῆς μὲν ὀργῆς οἱ ἡμαρτηκότες παραίτιοι· ἡ δὲ ὀργὴ τούτοις τὴν τιμωρίαν ἐπήγαγε, μέσου παραλαμβανομένου τοῦ Δαβίδ, εἰς ὃν ἐκεῖνοι προσέκρουσαν, διὰ τὸ καὶ αὐτὸν ἡμαρτηκέναι Θεῷ· καὶ γὰρ ἠρίθμησεν· εἰ καὶ θᾶττον αὐτὸν πρὸ τῶν ἄλλων κατεδίκασεν· φησὶ γάρ· «Ἐπάταξε καρδία Δαβὶδ αὐτὸν ὅτι ἠρίθμησε τὸν λαόν.» Ποίας δὲ παρανομίας τηνικαῦτα ὁ λαὸς ὑποσχεῖν ἐδικαιοῦτο τιμωρίαν, ἢ δηλονότι τῆς ἐπαναστάσεως τῆς κατὰ
col. 1141–1142page 567 of 591
PG 101:1141τοῦ σφῶν βασιλέως Δαβίδ· ἡνίκα διαῤῥαγέντες ἐκ νόμου καὶ δικαίας ἀρχῆς τῷ κατὰ πατρὸς καὶ βασιλέως τυραννικὰς χεῖρας ἀντάραντι, καὶ μήτε τὴν φύσιν εὐλαβηθέντι, μήτε τὸ τῆς βασιλείας ἀξίωμα δυσωπηθέντι, συνεπανέστησαν τε καὶ συναπεστάτησαν. Ἐξ οὗ κυρίως μὲν κατ' ἀλλήλων ἐῤῥυήκει ὁ φόνος, ἅπας δὲ φύσεως κατεπατήθη νόμος, παίδων πολλάκις κατὰ πατέρων τὰ ξίφη φερόντων, καὶ ὁ φιλότατος υἱὸς χειρὸς πατρικῆς ἔργον κείμενος· τοιαῦτα γὰρ τὰ κακὰ τῆς ἐμφυλίου στάσεως. Ταύτης οὖν τῆς κατ' ἀλλήλων μιαιφονίας, δίκαιος ἦν ὑποσχεῖν τὴν τιμωρίαν ὁ Ἰσραήλ· ἐπεὶ δὲ ἔδει ποινηλαθῆναι αὐτόν, οἷόν τις προκαταρκτικὴ αἰτία τιμωρίας διατίθεται τὸ ἀνασεισθῆναι τὸν Δαβὶδ ἐξαριθμῆσαι τὸν λαόν. Ὅτι γὰρ οὐδὲ τῶν δεινῶν σφόδρα παρὰ βασιλέως ἦν ἡ ἀρίθμησις τοῦ λαοῦ, κἂν νῦν εἰς αἰτίαν τῆς τιμωρίας παρείληπται, δηλοῖ καὶ ἡ μετὰ ταῦτα ἀπαρίθμησις παρὰ τῷ αὐτῷ γεγενημένη Δαβίδ· ἐφ' ᾗ οὔτε τι μηδὲν ἀπήντησε πονηρὸν καὶ μήτε πονηρίας ἐγκλήματι ὑπαχθεῖσα μήτε τινὰ ἐφελκυσαμένη ποινήν· αὕτη δὲ περὶ τὰ τέλη γέγονε τοῦ βασιλέως· ὅτε καὶ ὁ τῶν Λευϊτῶν συνελογίσθη ἀριθμός· τοῦτο δὲ καὶ συνυπεμφαίνουσα ἡ Γραφή, τό, « Προσέθετο ὀργὴ Κυρίου θυμωθῆναι ἐπὶ Ἰσραήλ, » διατίθησι πρὸ τοῦ, « Ἀνέσεισε τὸν Δαβίδ, » ἐνάγουσα οἷονεί καὶ διανιστῶσα τὸν ἀκροατὴν συνιδεῖν ὡς οὐχὶ διὰ τὸ ἀριθμηθῆναι τὸν λαὸν ἡ ὀργὴ ἀνήφθη τοῦ Θεοῦ, ἀλλὰ διὰ τὴν προσγεγενημένην αὐτῶν στάσιν τε καὶ τυραννίδα καὶ μιαιφονίαν· τὸ γὰρ τὴν ὀργὴν προτεθεῖσθαι τῆς ἀριθμήσεως, οὐ διὰ τὴν ἀρίθμησιν ἐπαχθῆναι ταύτην δηλοῖ· ἀνασείεται δὲ αὐτὸς ὁ Δαβὶδ καὶ οὐκ ἄλλος, ὅτι περ διὰ τὸ αὐτοῦ ἁμάρτημα ἡ τοῦ Ἀβεσαλὼμ ἐπανάστασις συνέβη. « Ἀνθ' ὧν γάρ, φησίν, ἐφόνευσας καὶ ἐμοίχευσας, καὶ ἑτέροις μὲν ὑπαχθήσῃ, πλὴν ἀλλὰ καὶ αἱ γυναῖκες σου ἐναντίον τῶν ὀφθαλμῶν σου εἰς ἑτέρους μεταστήσονται, » ὃ δὴ καὶ διαπέπρακται τῷ Ἀβεσαλώμ· ἀνασείεται οὖν αὐτὸς ὁ ἡμαρτηκώς, ἵνα τοῦ οἰκείου πταίσματος εἰς συναίσθησιν ἐλθὼν, « Ἐγώ ἥμαρτον, » ἀναβοήσῃ, « καὶ ἐγὼ ἐκακοποίησα, οὗτος δὲ ὁ λαὸς τί ἐποίησε; » Καὶ ἐκ μὲν τῆς ἐξαγορεύσεως καὶ μετανοίας ἡ θραῦσις καταπαύσῃ· ταύτης δὲ ληγούσης ἡ σωτηρία περιγένοιτο τῷ γένει· μᾶλλον δὲ ἄνωθεν εἰπεῖν, ἐκεχρεωστήκει τὴν δίκην ὁ λαός· διὰ τοῦτο προσέθετο ὀργὴ Θεοῦ θυμωθῆναι ἐπ' αὐτούς· ἀνασείει δὲ ἡ θυμὸς πρὸς τὴν ἀρίθμησιν τὸν Δαβίδ· ἀριθμηθέντος δὲ ἐπέθετο ἡ πληγή· ἱσταμένης δὲ τῆς πληγῆς εἰς συναίσθησιν τοῦ παραπτώματος ἥκει ὁ Δαβίδ· ἐκ τῆς συναισθήσεως εἰς μετάνοιαν· ἡ μετάνοια δὲ τὴν ἄνωθεν συγγνώμην καὶ τὸν ἔλεον κινεῖ· τὰ δὲ παύουσι τὴν θραῦσιν· ὥστε καὶ τὸ δεινὸν τῷ λαῷ ὥσπερ ἀπό τινος κεφαλῆς ἁμαρτωλοῦ διὰ τὴν αὐτοῦ μετάνοιαν κατεπράχθη. ΕΡΩΤΗΣΙΣ ΤΒ'. Διατί ὁ θεσπέσιος Δαβὶδ παραχωρεῖται πεσεῖν εἰς ἁμαρτίαν καὶ τότε τηλικαύτην; Τάχα μὲν καὶ διά τινας ἑτέρας ἀποῤῥήτους αἰτίας· πλὴν ὡς ἂν καὶ τῷ βίῳ μετανοίας προστεθειμένον εἴη παράδειγμα· εἰ γὰρ οὗτος βασιλεύς τε ὢν καὶ ἡμαρτηκότι κατέβη· καὶ ἡ τοῦ πάθους πάλιν ἀνα

Question CCCIIIQuæstio CCCIII

col. 1143–1144page 568 of 591
Quæstio CCCII
PG 101:1143κατὰ τὴν καρδίαν πεπολιτεῦσθαι μεμαρτυρημένος Θεοῦ, πεσὼν οὗτος θᾶττον ἀνέστη καὶ διὰ μετανοίας καὶ δακρύων ἐσπούδασεν ἐκκαθᾶραι τὸ ὀλίσθημα, πῶς οὐ χρὴ καὶ ἡμᾶς οὐχ ἅπαξ πεσόντας, ἀλλὰ διὰ παντὸς πίπτοντας, θερμοῖς τοῖς δάκρυσι καὶ συντετριμμένῃ καρδίᾳ ἀπαλείφειν πειρᾶσθαι τὰ ἁμαρτήματα; ἔτι δὲ, ἵνα μὴ δήποτέ τινες τῶν ἐν κατορθώμασι διαλαμπόντων, οἷα δὴ τὰ ἀνθρώπινα εἰς παράπτωμά τι κατωλισθηκότες ἀπογνώσει ἑαυτοὺς καὶ ἀπελπιστίᾳ παραδῶσιν· ἀλλ' ἔχοντες τὸν μακάριον ἐκεῖνον Δαβὶδ τηλικαύτην μὲν παρανομίαν εἰργασμένον, οὕτω δὲ ταχεῖαν τὴν θεραπείαν εὑρημένον, καὶ αὐτοὶ πρὸς τὸν ὅμοιον διαναστῶσι ζῆλον, καὶ τοῦ πτώματος ἀνασφαλέντες, καὶ τῆς μετανοίας ὅλοι γεγονότες, τῶν προτέρων ἔχωνται κατορθωμάτων· ἴσως δὲ καὶ συγχωρεῖ ὁ Θεὸς εἰς ἁμαρτίαν πεσεῖν τὸν Δαβίδ, ἵνα μὴ τὰς τῆς ἱερᾶς Γραφῆς περὶ αὐτοῦ μαρτυρίας τὸ Ἰουδαίων ἔθνος ἀκούοντες εἰς Θεὸν αὐτὸν ἀναστήσωσι· καὶ γὰρ καὶ τὸ Μωϋσέως σῶμα διὰ τὴν αὐτὴν αἰτίαν μετατεθέν, ἄγνωστον μέχρι καὶ τήμερον χρηματίζει τοῖς ἐξ Ἰσραήλ· καὶ ὁ θεσπέσιος δὲ Παῦλος τοιοῦτόν τι περὶ αὐτοῦ ὑποδηλοῖ λαλῶν· «Ἵνα μή τις ὑπολογίσηταί τις περὶ ἐμοῦ ὑπὲρ ὃ βλέπει καὶ ἀκούει·» ἀλλὰ καί τινες τῶν Ἑλληνιζόντων ἐπεὶ τερατουργοῦντας εἶδον αὐτόν τε καὶ Βαρνάβαν, ὡς θεοῖς προσφέρειν θυσίας ὥρμησαν. ΕΡΩΤΗΣΙΣ ΤΓ΄. Διατί πρωτότοκον ὁ Θεὸς τὸν Ἰσραὴλ ἐκάλεσε; Πρωτότοκον δὲ ὁ Θεὸς τὸν Ἰσραὴλ καλεῖ, ἡνίκα τὸν Μωϋσῆ ἀπέστελλε πρὸς τὸν Φαραώ, ἐνδεικνύμενος τὴν ἀγάπην καὶ στοργὴν ὅσην εἶχε περὶ αὐτόν· ὡσανεὶ ἔλεγε τῷ Μωϋσεῖ· «Λάλησον τῷ Φαραώ, ὅτι Ἡλίκην σὺ στοργὴν περὶ τὸν σὸν υἱὸν τὸν πρωτότοκον ἔχεις καὶ διατηρεῖς, τὴν αὐτὴν ἐννόει καὶ πρὸς τὸ γένος τοῦ Ἰσραὴλ ἔχειν τὸν Θεόν·» διὸ καὶ ἀπειθοῦντος πρὸς τὴν ἐλευθερίαν καὶ ἄνοδον τοῦ Ἰσραήλ, κατὰ τῶν πρωτοτόκων τοῦ Φαραὼ καὶ τῶν Αἰγυπτίων ἀφίεται ἡ πληγή· ἔτι δὲ ὁ Θεὸς ἐπειδὴ ἁπάντων ἐστὶν ἐθνῶν πλάστης καὶ δημιουργός, οὕτω καὶ πάντων προνοητής· χρόνοις δ' ὑστέροις τὰ ἔθνη πάντα πρὸς τὴν οἰκείαν ἐπίγνωσιν ἔμελλεν ἐπιστρέφειν καὶ καλεῖν καὶ υἱοὺς αὐτοῦ καὶ κληρονόμους τῆς χάριτος ἀποφαίνειν· πρὸ δὲ τούτων τὸ ἔθνος ἐξελέξατο τοῦ Ἰσραὴλ ὡς ἂν δι᾽ αὐτοῦ συναγάγῃ καὶ τοὺς ἄλλους. Καὶ δηλοῦσιν οἱ ἀπόστολοι τοῦτο ἐξ Ἰσραὴλ μὲν φύντες, πάντων δὲ τῶν ἐθνῶν διδάσκαλοι καὶ συναγωγεῖς γεγενημένοι· διὰ τοῦτο τοῖς Ἰσραηλίταις ἡ πρωτότοκος ἐχαρίσθη φωνή. Οὐ λαμβάνει δὲ ὁ πρωτότοκος οὗτος τὰ τῆς εὐσεβείας τελεώτερα· διότι σκληρὸς καὶ ἀπειθὴς γέγονεν, οὐ κατὰ τὴν Αἴγυπτον μόνον, ἀλλὰ μετὰ τὴν ἐξ Αἰγύπτου ἔξοδον ἐν τῇ ἐρήμῳ. Διὸ τῶν μὲν τελειοτέρων οὐκ ἀξιοῦται μυστηρίων, διὰ δὲ τοῦ δευτέραν τάξιν ἔχοντος νόμου τέως παιδαγωγεῖται. Ἐπεὶ καὶ τὸν δακτύλῳ Θεοῦ γεγραμμένον νόμον πλαξί τε ἀχειροποιήτοις ἐντετυπωμένον, ὃς τὸν ἡμέτερον καὶ κατὰ Χριστὸν προετύπου νόμον, οὐκ ἀξιοῦται δέξασθαι τὸ Ἰουδαίων ἔθνος διὰ τὴν
col. 1145–1146page 569 of 591
PG 101:1145περὶ τὸν μόσχον δυσσέβειάν τε καὶ παρανομίαν, λαμβάνει δὲ τὸν δεύτερον καὶ ἂν Μωϋσῆς πλαξὶν ἃς αὐτὸς ἐλάξευσεν ἐγεγράφει. Εἰ γὰρ αὐτὰς τὰς θεογράφους πλάκας ἔλαβον καὶ κρεῖττον ἢ κατὰ χειρὸς ἔργον ἐκλελαξευμένας, τάχα ἂν καὶ θεοὺς αὐτὰς ἡγοῦντο καὶ ἐπὶ μείζον τὴν θείαν κατ' αὐτῶν ὀργὴν ἀνῆψαν· ἀλλ' ἐκείνοις μὲν δι' ἣν ἔφημεν αἰτίαν τὰ τελειότερα οὐ παραδίδοται τῶν μυστηρίων. Ἐπ' ἐσχάτων δὲ ἡμερῶν ἄνθρωπος γεγονὼς ὁ τοῦ Θεοῦ Λόγος, καὶ θέμενος τὰ ἔθνη εἰς υἱοὺς, δίδωσιν αὐτοῖς οὐκέτι τὴν ἐν τύπῳ καὶ σκιᾷ παλαιωθεῖσαν λατρείαν, ἀλλὰ καὶ ἐν ἀληθείᾳ καὶ πράγματι νεάζουσάν τε καὶ ἐνακμάζουσαν τὸ τῆς εὐσεβείας ἀκήρατον κάλλος. Πάντων γοῦν υἱοθετηθέντων τῶν ἐθνῶν, εἰκότως ὁ πρὸ αὐτῶν εἰς υἱοθεσίαν κληθεὶς πρωτότοκος ἐλέγετο τοῦ Ἰσραὴλ λαός. Ὧδε δέ μοι καὶ ἕτερον σκόπει· Ὁ τοῦ Θεοῦ Λόγος ἐκ σπέρματος φαίνεται κατὰ τὸ ἀνθρώπινον ἐληλυθὼς Ἰσραήλ· δι' αὐτοῦ δὲ πρωτότοκον ἅπαν Αἰγυπτιακόν, τουτέστιν ἀσεβὲς καὶ ἄθεον γέννημα, τῷ θανάτῳ καὶ τῇ φθορᾷ ὑποβέβληται. Ἐπεὶ οὖν ἐκ τοῦ Ἰσραὴλ ἔφυ ὁ τῶν Αἰγυπτιακῶν ἀναιρέτης πρωτοτόκων, πρωτότοκον καὶ τὸν Ἰσραὴλ καλεῖ. Καὶ τοῦτο ἄρα καὶ ὁ Εὐαγγελιστὴς ἀναγράφει· Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν Υἱόν μου. Ἐπισκεπτέον οὖν ἄμεινον τούτων. Οἱ δὲ οὐρανοὶ μὴ ἔχοντες στόμα διηγοῦνται δόξαν Θεοῦ, διότι ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ὁ γενεσιουργὸς θεωρεῖται, καὶ τὸ περὶ αὐτὰ θαῦμα τοῖς γε φρονοῦσιν εἰς τὸν Δημιουργὸν ἀναφέρεται καὶ διαβαίνει· ὥστε οἱ οὐρανοὶ οὐχὶ ῥήμασι, πράγμασι δὲ τήν τε δύναμιν ἀνακηρύττουσι τοῦ Δημιουργοῦ, καὶ πρὸς δοξολογίαν παρακαλοῦσι τοὺς ὀρθῶς αὐτοῖς ἐνορῶντας· εἰ δὲ κατ' ἐπιβολὴν θεωρίας ἐθελήσοις ἐννοεῖν, εὑρήσεις οὐρανοὺς τοὺς ἀποστόλους, οἳ διηγήσαντο τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ πάσῃ τῇ οἰκουμένῃ, καὶ δοξάζειν τὸν Θεὸν τὸν ὑπὲρ ἡμῶν τὰ ἡμέτερα ἀναλαβόντα, ὑπέδειξαν τε καὶ καθηγήσαντο· εἰ βούλει δέ, διηγήσαντο οἱ οὐρανοὶ τὴν δόξαν τοῦ Θεοῦ ἡμῶν Χριστοῦ, ἡνίκα τῶν πατρικῶν μὴ κενωθεὶς κόλπων, ἐκ Παρθένου σάρκα λαβεῖν κατηξίωσεν, καὶ εἶχεν αὐτὸν ἡ Βηθλεὲμ καὶ τὸ σπήλαιον· τότε γὰρ δή, τότε ἡ ἐν τοῖς οὐρανοῖς ἀριθμουμένη φύσις, τοῦτο μὲν ἡ ὁρατή, τοῦτο δὲ καὶ ἡ ὑπὲρ τὸ ὁρώμενον, ὑπηρετεῖτό τε καὶ καθυπούργει τῷ θαύματι· ἡ μὲν οἱονεί τινα κήρυκα κοινὸν τὸν ἀστέρα χειροτονοῦσα καὶ προβάλλουσα ἀνακηρύττει τοῦ Δεσπότου τὴν δόξαν, καὶ τὸν κρυπτόμενον βασιλέα δι' ἑνὸς δορυφόρου προπομπεύουσα· ἡ δὲ πλῆθος στρατιᾶς προβαλλομένη τὸν Κτίστην αἰνούντων, καὶ τῶν τελουμένων τὸ θαῦμα διηγουμένων τῷ ᾄσματι· ῥηθεῖεν δ' ἂν οὐκ ἀπεικότως οἱ ἄγγελοι οὐρανοί, ἅτε δὴ ἄνωθεν ἀφιγμένοι πρὸς τὰ ἐπίγεια· εἰ δὲ καὶ τὸν ἥλιον ἐθέλοις ἰδεῖν ἐπὶ τῷ Δεσποτικῷ πάθει σκυθρωπάζοντα, καὶ τῇ ἀποθέσει τοῦ περικαλλοῦς ἐκείνου φω-

Question CCCV - CCCVIQuæstio CCCV - CCCVI

col. 1147–1148page 570 of 591
Quæstio CCCIV
PG 101:1147Τό, Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής, φασὶ τοῦτο δηλοῦν, ὡς ἐν τῷ ἐπιτιμηθῆναι τὰ ἔθνη καὶ τῆς οἰκείας ἀποστῆναι πλάνης, γενέσθαι τε τῆς ποίμνης Χριστοῦ, ὁ πρὸς ἀσέβειαν αὐτοὺς ἐκκαλούμενος ἀπώλετο διάβολος· ἀσεβῆς γὰρ αὐτός τε ὁ ἀσεβῶν εἴη ἂν καὶ ὁ τοῦτον ἔλκων πρὸς τὴν ἀσέβειαν· εἴη δ᾽ ἂν ἐγγύτερον ὡς τοῦ Σωτῆρος ἐπιδεδημηκότος τῇ γῇ, καὶ κοινῶς ἅπαντας Ἰουδαίους τε καὶ Ἕλληνας καὶ βαρβάρους ἐπὶ τὴν οἰκείαν προσκαλουμένου ἐπί γνωσιν, καὶ οἱονεὶ τῶν πρώην αὐτοῖς ἡσεβημένων καθαρτικήν τε καὶ τελειωτικὴν ἐπιτίμησιν τὴν διά τοῦ βαπτίσματος ἐπάγοντος· ὅσοι μὲν εὐπειθῶς τε καὶ εἰλικρινῶς τὴν ἐπιτίμησιν ἐδέξαντο, οὗτοι τῆς μερίδος τῶν σωζομένων ἐγένοντο· εἰ δέ τις πρὸς τὴν ἐπιτίμησιν ἀπεδυσπέτησε, μήτε τὸν τοῦ βαπτίσματος καθαρμὸν μήτε τὴν δι' αὐτοῦ τῆς πίστεως προσδεξάμενος ἔλλαμψιν, οὗτος ὡς ἀσεβής τε καὶ ὀλέθρου ἀπολεῖται ἄξιος· οἶδα δὲ ἐπιτιμίας παρά γε μάλιστα τοῖς ἔξω σοφοῖς τὴν τιμὴν καὶ τὴν περιφάνειαν ὀνομαζομένην καὶ τὸ περίδοξον· λέγοι ἂν οὖν τὸ ῥητὸν, εἴ τις τὴν λέξιν εἰς τοῦτο τὸ σημαινόμενον μεταλάβοι, ὡς τοῦ Χριστοῦ τιμήσαντος καὶ δοξάσαντος τὰ ἔθνη, υἱοὺς γὰρ κληρονόμους τῆς αὐτοῦ βασιλείας τοὺς πειθομένους ἔθετο, οἱ ἀνάξιοι τοῦ κλήρου καὶ τῆς υἱοθεσίας, ἀσεβεῖς ὄντες ἀπολοῦνται. Διὰ πολλὰς, οἶμαι, αἰτίας. Πρῶτον μὲν γὰρ προφητείαν τινὰ ἐξεπλήρουν, τὴν λέγουσαν· «Βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσάξουσιν.» Καὶ γὰρ οἱ Πέρσαι τηνικαῦτα τῶν χωρῶν ἐκείνων τὸ κράτος εἶχον. Φέρει δὲ ἡ ἐκείνων γῆ ἐπίσημον τε χρυσὸν καὶ σμύρναν καὶ λίβανον. Ἄλλως τε δὲ καὶ τῆς μὲν Αἰγυπτίων βασιλείας εἰς Ἀσσυρίους διαλελυμένης, τῶν Ἀσσυρίων δὲ εἰς Πέρσας μεταρρυείσης, καὶ τῶν ἐπὶ γῆς τότε βασιλέων Περσῶν τὰ πρεσβεία ἐχόντων, ἔδει τοῖς τὸ πρωτεῖον ἐν τοῖς τότε καιροῖς λαχοῦσι, τῷ πρώτῳ καὶ μόνῳ Βασιλεῖ τῶν αἰώνων, ἐπὶ γῆς ὀφθέντι Χριστῷ, Θεῷ τῷ ἡμῶν, παραγεγονότας τε προσκυνῆσαι, καὶ δῶρα κομίσαι, δι' ὧν ἔπραττον ἀνομολογοῦντας ὅτι ὁ τεχθεὶς Βασιλεὺς καὶ αὐτῶν, τῶν μικροῦ τῆς γῆς ἁπάσης κρατούντων, καὶ κατὰ πάντων τὸ πρωτεῖον ἐχόντων,
col. 1149–1150page 571 of 591
PG 101:1149σπότης καὶ Κύριος καὶ Βασιλεὺς χρηματίζει, προσκυνούμενός τε ὑπ' αὐτῶν καὶ δορυφορούμενος. Εἰ δ' ὅτι ἐκεῖθεν ἐτύγχανεν καὶ Ἀβραὰμ ὁ πατριάρχης (ἐκ Χαλδαίων γὰρ γῆς πρῶτος ἀπὸ ἄρας θεογνωσίαν ἐκήρυξεν, διὰ τοῦτο καὶ οὗτοι εἰς προσκύνησιν τοῦ Σωτῆρος πρῶτοι τῶν ἄλλων ἐκεῖθεν ἐκινήθησαν παραγενέσθαι, τρανῶς διασαλπιζούσης τῆς τοιαύτης οἰκονομίας, ὅτι ὁ αὐτός ἐστιν ὁ καὶ τότε καὶ νῦν ἐνεργῶν, τότε μὲν τυπικῶς, νῦν δὲ αὐτοῖς πράγμασι καὶ ἀληθείᾳ· οὐδὲ τοῦτο ἂν εἴη τῆς ὀρθῆς ἄπωθεν διανοίας. Νόει δέ μοι κἀκεῖνο· Οἱ Ἀσσυρίων βασιλεῖς τήν τε Ἱερουσαλήμ πολλάκις ἐπόρθησαν, καὶ τὰ ἐν τῷ θείῳ νεῷ κειμήλια ἀπεσύλησαν. Καὶ αὐτὸν ἔσθ' ὅτε τὸν ναὸν πυρὸς ἔργον ἀποφήναντες. Καὶ ὅσα ἄλλα ἡ περὶ ταῦτα ἱστορία διέξεισιν. Ἡ δὲ τῶν Ἀσσυρίων ἀρχὴ εἰς Πέρσας μετέπεσε, καὶ τὸν ἐκείνοις πλοῦτον ἅπαντα, ὅσος τε ἐν λαφύροις, καὶ ὅσος ἐν ὑπηκόων φόροις εἰς ἐκείνους συμμετέστησεν. Ἄγει τοίνυν ὁ Θεὸς τοὺς Πέρσας εἰς προσκύνησιν τοῦ βασιλέως τοῦ Ἰσραήλ, ὅς ἐστι Χριστὸς ὁ Θεὸς ἡμῶν, ᾧτινι καὶ ἀνεῖτο μὲν ἐν Ἱεροσολύμοις νεώς, ἀνεφέροντο δὲ καὶ αἱ θυσίαι, καὶ τρέχουσι δρομέως, καὶ προσφέρουσι ἀντὶ μὲν τῆς παρὰ τῶν πατέρων αὐτῶν γεγενημένης εἰς τὰ ἱερὰ τοῦ Θεοῦ ἀτιμίας τιμήν, ἀντὶ δὲ τῶν δυσφημιῶν θεολογίαν, καὶ προσκύνησιν ἀντὶ τῆς ἄλλης παροινίας, ἀντὶ δὲ τῶν συλαγωγηθέντων δῶρα· τῆς προγονικῆς ὥσπερ ὑπεραπολογούμενοι τόλμης, καὶ τὴν συγγνώμην ἐκείνοις διὰ τῆς οἰκείας ἐκκαλούμενοι πράξεως. Καὶ προσφέρουσι μὲν χρυσόν ἀντὶ τοῦ χρυσοῦ καὶ τῶν ἱερῶν κειμηλίων, ὧν ἐσύλησαν· λίβανον δὲ ἀντὶ τῶν θυσιῶν, ἃς ἐκώλυσαν, καὶ σμύρναν ἐπὶ τοὺς ἅπαξ ὑπ' αὐτῶν ἀνῃρημένους, πάλαι κατὰ τὴν πολιορκίαν ἐνῆν αὐτοῖς ἀναστῆσαι καὶ παραστῆσαι, ὥσπερ τιμὴν ἐκείνοις τὴν σμύρναν κομίζοντες, τάχα δὲ καὶ τὴν γνώμην αὐτῶν ἐνδεικνύμενοι. Ὡς τόγε ἐπ' αὐταῖς καὶ τὸν καταστραφέντα ναὸν, καὶ τὴν πόλιν Ἱερουσαλήμ αἱρετόν ἦν ἀνανεῶσαι. Καὶ γὰρ ἡ σμύρνα συσφίγγειν εἴωθεν τὰ διεστῶτα καὶ διεσπασμένα. Καὶ γὰρ εἰ καὶ ἐπὶ Ἔσδρα τε καὶ Ζοροβάβελ ἀνηνέχθη τινὰ τῶν λαφυραγωγηθέντων ἱερῶν, ἀλλ' οὖν ἐνδεῶς ἐπράττετο ταῦτα, μήτε τοῦ Λυτρωτοῦ καὶ Σωτῆρος ἡμῶν παραγεγονότος, μήτε αὐτῶν τῶν συλαγωγησάντων αὐτοπρόσωπον τὴν προσφορὰν τῶν σεσυλημένων, ἀλλὰ δι' ἑτέρων ποιουμένων. Προμήνυμα δ' ἂν εἴη καὶ ἡ Περσῶν πρώτη ἄφιξις, ὅτι πρῶτον οἱ ἐξ ἐθνῶν, ἤπερ ὁ Ἰσραήλ, τὸν οἰκεῖον ἐπιγνώσονται Δεσπότην. Εἰ δέ τις ἐθέλοι καὶ τὰ

Question CCCVIIQuæstio CCCVII

col. 1151–1152page 572 of 591
PG 101:1151προσκομισθέντα δῶρα τὸν μὲν χρυσὸν ὡς Βασιλεῖ τῶν ὅλων, οἱονεί φόρον τινὰ καὶ ὑπακοῆς σημεῖον, ὡς Θεῷ δὲ τὸν λίβανον καὶ σμύρναν, ὡς δι' ἡμᾶς γενησομένῳ νεκρῷ, καὶ τοῦτο οὐκ ἂν ἀναρμόστως τῷ προτεθέντι περιαφθείη. ΕΡΩΤΗΣΙΣ ΤΖ'. Διὰ τί ἐπικελεύεται ὁ Ἡρώδης τοῖς εἰς προσκύνησιν ἥκουσιν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ μάγοις, ὁ Ἀκριβῶς ἐξετάσατε, λέγων, περὶ τοῦ παιδίου, ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι, ἵνα κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ; » Ὅσον μὲν ἀπὸ τοῦ γράμματος, διὰ τοῦτο ὅτι βασιλεὺς ἦν τῆς Ἰουδαίας, καὶ βασιλέως τόκον ἀκούσας, ἐταράχθη τε καὶ ἐζήτει ἀνελεῖν τὸν ἐλπιζόμενον παραλῦσαι τῆς βασιλείας αὐτόν. Καὶ ἐπείπερ οὐκ ἦν ῥᾷον αὐτὸν ἀνευρεῖν, δόλον προβάλλεται καὶ ἀπάτην. Καὶ διὰ τοῦτό φησιν· ὁ Ἵνα κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ. » Ἀλλ' αὕτη μὲν ἡ ἐπὶ τῷ γράμματι κατανόησις. Τάχα δὲ καὶ ἄκων προφητεύει τὸ μέλλον, ὅτι μὴ μόνον τὰ ἔθνη διὰ τῶν Περσῶν προσκυνήσει τὸν Χριστὸν, ἀλλὰ μετὰ τὴν ἐκείνων προσκύνησιν καὶ Ἰουδαία πᾶσα προσκυνήσει αὐτῷ. Εἰ βούλει δὲ, καὶ αὐτόθεν ἔχει ὁ τύπος τὸ ἀπευθύνεσθαι. Τῶν γὰρ δύο λαῶν φέροι ἂν ὁ Ἡρώδης ἐκτύπωμα. Ἐξ ἐθνῶν γὰρ ὢν Ἰουδαίων ἐβασίλευεν, καὶ εἴη ἂν ἄκων καὶ μὴ εἰδὼς, ἃ λέγει, ὅμως προφητεύων, καὶ ὡς ἐκ προσώπου παντὸς τοῦ ἀνθρωπίνου γένους οἷον ἐθνῶν τε καὶ Ἰουδαίων τὴν προσκύνησιν ἀνομολογήσας τῷ ἐπιδημήσαντι πρὸς ἀνθρώπους Θεῷ. Οὐδὲν δὲ κωλύει προφητεύειν αὐτόν. Καὶ γὰρ καὶ ὁ Καϊάφας οὐκ ᾔδει μέν, ἃ λέγει. Ἀλλὰ τὸ τῆς καρδίας αὐτοῦ μανιῶδες πρὸς μιαιφονίαν ἀνηρέθιστο, τὰ χείλη δὲ προφητείαν ἐξέφερον ἐν τῷ λέγειν· Συμφέρει, ἵνα εἷς ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. Καὶ γὰρ εἰ μὴ Χριστὸς ἀπέθανεν ὁ Θεὸς ἡμῶν, οὐκ ἂν τὸ ἀνθρώπινον γένος ἐσῴζετο. Εἰ γὰρ καὶ ἀνάξιος ἑκάτερος αὐτῶν προφητικοῦ χαρίσματος ἐτύγχανεν, ἀλλ' οὖν τό γε τῆς ἱερωσύνης ἀξίωμα, καὶ τὸ τῆς βασιλείας ἔτι τινὸς χαρίσματος παραπήλαυεν, οὔπω τῆς κατὰ τοῦ Δεσπότου μιαιφονίας τούτοις τετολμημένης. Ἴδοις δ' ἂν παραπλησίως τούτοις καὶ ἕτερά τινα κακούργῳ μὲν γνώμῃ καὶ ὁρμῇ μιαιφόνῳ προενηνεγμένα, πέρας δὲ προφητικὸν εἰληφότα. Ὥς, Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Καὶ γὰρ ἐπέπεσεν αὐτοῖς ἔσχατον ἡ τῶν αἱμάτων ἔκχυσις, καὶ ὁ διὰ ξίφους φόνος. Καί, Ἐὰν ἀφῶμεν αὐτὸν ζῆν, πάντες πιστεύσουσιν εἰς αὐτὸν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν τὸ ἔθνος καὶ τὴν πόλιν. Καὶ γὰρ ἀφῆκαν καὶ ἄκοντες ζῆν. Οὐ γὰρ ἠδύναντο κύριοι καταστῆναι τοῦ τῆς ζωῆς ταμείου, καὶ ζωοποιοῦντος τὰ πάντα. Διὸ τὴν μὲν πονηρὰν καὶ μιαιφόνον ἐνέφηναν γνώμην, τοῦ δὲ σκοποῦ μὴ τυχόντες ἀπώλοντο καὶ αὐτοὶ, καὶ τὰ γένη, καὶ ὁ ναὸς, καὶ ἡ πόλις. Ὃν δὲ ἔδαξαν ἀνελεῖν, τοῦτον ζωῆς χορηγὸν καὶ ζωοποιοῦντα τοὺς νεκροὺς τὰ ἔθνη δεξάμενοι, καὶ τὴν ἐκ νεκρῶν αὐτοῦ
col. 1153–1154page 573 of 591
PG 101:1153προσκυνοῦντες ἀνάστασιν, Θεὸν ἴσασιν ἀληθινὸν ἐπὶ σωτηρίᾳ τοῦ γένους ἐνανθρωπήσαντα, καὶ λατρεύουσιν εἰλικρινῶς καὶ θειάζουσιν. Καί γε δὴ καὶ οἱ Ῥωμαῖοι ἐπιστάντες αὐτοῖς πολέμῳ, τήν τε πόλιν κατεστρέψαντο, καὶ τὸν ναὸν κατηρήμωσαν, καὶ τῷ διὰ ξίφους θανάτῳ τὸ ἔθνος ὑπήγαγον. Εὑρήσεις δὲ καὶ ἵνον ἐν τοῖς Γράμμασι τοῖς Παλαιοῖς προμανθάνουσαν τε καὶ προδιδάσκουσαν τὰ ἐσόμενα. Ἐξ ὧν ἁπάντων οὐδὲν κωλύον θεωρήσεις, καὶ τὸν Ἡρώδην εἰπεῖν κατὰ προφητικὸν τύπον τὰ πρὸς τοὺς μάγους εἰρημένα. ΕΡΩΤΗΣΙΣ ΤΗ΄. Διὰ τί ὁ Πρόδρομος ἐλέγχει τὸν Ἡρώδην; Ὁ δὲ Πρόδρομος καὶ Βαπτιστὴς Ἰωάννης ἐλέγχει τὸν Ἡρώδην δικαίως εἰς παρανομίαν ἀποκλίναντα. Καὶ γὰρ εἰ ἐξ ἀλλοφύλων κατήγετο, ἀπόγονος ὢν τοῦ παλαιοῦ Ἡρώδου, ἀλλ᾽ οὖν Ἰουδαίων τε ἐβασίλευεν, καὶ τοῖς Ἰουδαίων ἐπολιτεύετο νόμοις καὶ ἔθεσιν, καὶ οὐκ ἐξῆν αὐτῷ κατὰ τοὺς νόμους ἐξ ἀδελφοῦ παῖδα ἔχουσαν τὴν Ἡρωδιάδα εἰς γάμον ἀναλαβεῖν. Ὁ γὰρ νόμος, ἀπαίδος μὲν τοῦ ἀδελφοῦ τελευτήσαντος, ἐπιτρέπει τὴν πρὸς τὴν γυναῖκα τούτου συνάφειαν, ἵνα, φησὶν, ἐγείρῃ σπέρμα τῷ ἀδελφῷ. Καταλελειμμένου δὲ σπέρματος καὶ γονῆς, ἀποτρόπαιον ἦν ἡ πρὸς τὴν νύμφην ὁμιλία. Καὶ τὸν ἔλεγχον ὁ Πρόδρομος ποιεῖται, οὐ τοσοῦτον κηδόμενος ἐκείνου, ὅσον τὸ πλῆθος διορθοῦσθαι πρόνοιαν ποιῶν. Καὶ γὰρ τῶν τοῖς ἄρχουσι καὶ βασιλεῦσι πλημμελουμένων ἀνεπιτιμήτων μενόντων, ἑτοίμως τὸ πλῆθος πρὸς τὴν μίμησιν παρακαλεῖται. Ἐκείνων δὲ τῆς πράξεως ἀναχαιτιζομένων, ἀναγκάζεται καὶ τὸ ὑπήκοον εὐλαβέστερον πρὸς τὰς παρανομίας διακεῖσθαι. Πέρεστι δέ μοι καὶ εἰς μνήμην νυνὶ Παλαιᾶς Ἱστορίας ἀνάγνωσις ὡς καὶ τῷ ἀδελφῷ ὡσὰν ὁ πρὸς τὴν ἐκείνου γυναῖκα Ἔρως μὴ ἀνακόπτοιτο. Καὶ δι᾽ ἄμφω ταῦτα σταθερώτερόν τε καὶ παῤῥησιαστικώτερον ὁ Πρόδρομος εἴη τῷ Ἡρώδη προσφερόμενος τὸν ἔλεγχον. ΕΡΩΤΗΣΙΣ ΤΘ΄. Πῶς νοητέον τό· Ἐν γενητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ οὐκ ἐγήγερται; Περὶ τοῦ ἐν γενητοῖς γυναικῶν μὴ ἐγηγέρθαι μείζονα Ἰωάννου τοῦ Βαπτιστοῦ, καὶ ὅπως ὁ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν, εἴρηται μέν μοι καὶ ἀλλαχοῦ. Οὐδὲν δὲ κωλύει τῆς ὑμῶν αἰτήσεως χάριν ἐκεῖνο διαλαβεῖν, ὡς ἡ διάνοια τοῦ ῥητοῦ, μὴ ἐγηγέρθαι ἐν τῷ νόμῳ

Question CCCVIII - CCCIXQuæstio CCCVIII - CCCIX

col. 1155–1156page 574 of 591
PG 101:1155παρίστησι μείζονα προφήτην αὐτοῦ. Καὶ γὰρ πλησιαίτατός τε κατὰ τοὺς χρόνους γέγονε τοῦ Χριστοῦ, καὶ « φωνὴ βοῶντος ἀναγέγραπται, Ἑτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου, » διασαλπίζουσα. Φησὶ δ' οὖν καὶ τὸ γράμμα, ὡς αὐτοῦ μὲν μείζων ἄλλος οὐκ ἐγήγερται, οὐ συναναγκάζει δὲ νοεῖν, ὡς οὗτος τῶν ἁπάντων εἰς βαθμὸν ἀνέδραμε μείζονα. Τὸ δὲ μὴ μείζονα τὸν Πρόδρομον τῶν ἄλλων εἶναι, τοῦτο οὐδὲν κωλύει πολλοὺς συνδραμεῖν αὐτῷ πρὸς ἰσότητα. Τὸ μέντοι· « Ὁ δὲ μικρότερος αὐτοῦ μείζων αὐτοῦ ἐστιν, » οἱ μὲν ἐξειλήφασιν περὶ τοῦ Χριστοῦ, χρόνῳ τε καὶ τῇ τοῦ σώματος ἀναδρομῇ, καὶ τῇ τῶν πολλῶν ὑπολήψει κατ' ἐκεῖνο καιροῦ τὸ μικρότερον ἀποφέροντος τοῦ Δεσπότου. Ἐμοὶ δὲ τοῦτο καὶ ἀλλαχοῦ τῆς πρεπούσης διαίτης ἠξίωται, ἀλλὰ καὶ τὸ « ἐν γεννητοῖς γυναικῶν » ἔχει τι ἀντιπίπτον τῇ προειρημένῃ ἀναπτύξει. Οὐ γὰρ ἐκ γυναικὸς ἁπλῶς γεγένηται ὁ Χριστὸς, ἀλλ' ἐκ Παρθένου. Ἡ δὲ Παρθένος οὐκ ἂν κυρίως κληθείη γυνή, εἰ μή τις ἐθέλοι τῷ ῥήματι καταχρήσασθαι, ὡς που καὶ ὁ θεσπέσιος Παῦλός φησι· « Γενόμενος ἐκ γυναικός. » Ἐκ Παρθένου οὖν ὁ Χριστὸς προελθών, ἀλλ' οὐ κυρίως ἐκ γυναικὸς, ἑαυτὸν ἂν ἔξω τάττοι τῆς πρὸς τὸν Ἰωάννην συγκρίσεως. Ἕτεροι δέ φασι μικρότερον ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἐνταῦθα εἰρῆσθαι τὸν ἀξιωθέντα τῆς χάριτος, ἵνα εἴη τοιοῦτον ὁ νοῦς· Τῶν μὲν κατὰ νόμους γεγονότων ἀνθρώπων οὐδεὶς ἂν εἴη τοῦ Ἰωάννου μείζων· τῶν δὲ μετὰ τὴν χάριν ἀναφανέντων ὅσον ἐπὶ τῷ ἀξιωθῆναι, ὧν ἐκεῖνος οὐκ ἔφθασε τυχεῖν, κατὰ τοῦτο τὸ κατ' αὐτοῦ μεῖζον ὁ μικρότερος ἀπενέγκοιτο ἄν. Καὶ γὰρ ὁποῖος ἄν τις ὢν ἐν τοῖς τύποις καὶ τοῖς προχαράγμασιν κατὰ μέγεθος καὶ δόξαν προκριθῇ, οὗτος τῶν ἐν τῇ ἀληθείᾳ καὶ αὐτοῖς τοῖς πράγμασι συντεταγμένων τε καὶ ἀναφανέντων οὐδὲ τοῦ τὴν ἐσχάτην δοκοῦντος τάξιν ἐπέχειν εἰς ἰσότητα λόγον εὑρήσει. Εἰ γὰρ καὶ ὁ Ἰωάννης αὐτόπτης γέγονε τοῦ Χριστοῦ, καὶ τῷ τοῦ βαπτίσματος μυστηρίῳ ὑπηρετήσατο, καὶ μάρτυς διαπρύσιος τοῦ Ἀμνοῦ, τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου, κατέστη· ἀλλ' οὐκ ἔτι τοῦ νόμου καὶ τῆς σκιᾶς ἐν τοῖς λειψάνοις σωζομένης, καὶ μήπω καθαρῶς καὶ τελείως τῆς χάριτος ἀναλαμψάσης, αὐτὸς μετέστη τοῦ βίου. Ἐπεὶ γὰρ τό τε οἴκημα ᾤκησε, καὶ τὴν ἐπ' ἐλέγχῳ τῆς τῶν Μωσαϊκῶν νόμων παραβάσεως ἄδικον ὑπέστη σφαγήν, μετὰ ταῦτα ἤρξατο ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κηρύττειν τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. Καὶ διὰ τοῦτο, ὅσοι τε δι' ὕδατος καὶ Πνεύματος ἀνεγεννήθησαν, καὶ τῆς ἐπιφοιτήσεως καὶ τῶν χαρισμάτων τοῦ Παρακλήτου ἠξιώθησαν, τούτων οὐκ ἄν τις τὰ δευτερεῖα σχοίη τοῦ Ἰωάννου. Ἀλλὰ γὰρ καὶ ὁ τὴν τελευταίαν τάξιν λαχὼν τὸ κατ' αὐτοῦ
col. 1157–1158page 575 of 591
PG 101:1157Λόγχῃ νύττεται τὴν πλευρὰν κατὰ τὸ σωτήριον πάθος Χριστός, ὁ Θεὸς ἡμῶν· τοῦτο μὲν ἡμῖν δύο βαπτίσματα καινουργούμενός τε καὶ προτυπῶν, ἐν μὲν τὸ δι᾽ ὕδατος, ἕτερον δὲ τὸ δι' αἵματος. Καὶ γὰρ οὐδ' εἱρμῷ καὶ ἀκολουθίᾳ τῆς φύσεως ἀπερρύηκει ταῦτα τῆς σωτηρίου πλευρᾶς. Μετὰ γὰρ τὸν θάνατον γέγονεν ἡ πληγὴ, καὶ μετὰ πληγὴν βλύζει τὰ νάματα ἡ πλευρά. Ἐν τῇ πλευρᾷ δὲ καὶ οὐκ ἐν ἑτέρῳ μέρει δέχεται τὴν πληγὴν, διότι ἐκ πλευρᾶς μὲν τοῦ Ἀδὰμ ἐπλάσθη ἡ γυνή, δι' αὐτῆς δ' ἁμαρτία ἐπράχθη τῷ Ἀδάμ. Πλήττεται οὖν Χριστὸς, ὁ Θεὸς ἡμῶν, ὁ νέος Ἀδάμ, τὴν πλευρὰν, ὥσπερ διὰ τῆς πληγῆς ἀναιρῶν τὴν ἁμαρτίαν, καὶ τὸν Ἀδὰμ ἀπαλλάττων τοῦ διὰ τῆς πλευρᾶς αὐτῷ περιγεγονότος ὀλισθήματος, ὡς ἂν κἀνταῦθα πληρούμενον εἴη τό, « Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία » (τουτέστιν ἐν τῇ Εὔᾳ, ἥτις γέγονεν ἐκ πλευρᾶς τοῦ Ἀδάμ), « ἐκεῖ ἐπερίσσευσεν ἡ χάρις, » οἷον ἐν τῇ τοῦ Χριστοῦ πλευρᾷ. Περισσεύει μὲν γὰρ ἐν ἐκείνῃ τῇ πλευρᾷ ἡ ἁμαρτία, ὅτι ἐκεῖθεν ἔφυ τὸ κακόν. Περισσεύει δὲ πάλιν ἐν τῇ Δεσποτικῇ πλευρᾷ ἡ χάρις, ὅτι οὐ μόνον ἡ τῆς ἁμαρτίας ἐν ταύτῃ γέγονεν ἀναίρεσις καὶ πληγή, ἀλλ' ὅτι καὶ ἡ τῆς σωτηρίας πηγὴ καὶ κάθαρσις ἐξ αὐτῆς ἀνέβλυσεν καὶ μένει, μὴ κενουμένη διὰ παντός. Ἴασις οὖν γίνεται λοιπὸν ἡ πλευρὰ τῆς πλευρᾶς, ἡ πληγεῖσα λόγχῃ τῆς πληγείσης ἁμαρτίᾳ. Τὸ δὲ, « Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν, » καὶ ἑξῆς, οὐχ, ὡς ἄν τις ἁπλῶς οἰηθείη, ἐκδέ-

Question CCCX - CCCXIQuæstio CCCX - CCCXI

col. 1159–1160page 576 of 591
PG 101:1159Εὔχεται μὲν γὰρ ὁ φιλάνθρωπος ἡμῶν Δεσπότης, καὶ τοῦ γένους Σωτὴρ, μὴ στῆναι τοῖς σταυρώσασιν τὴν ἁμαρτίαν, τοῦτο μὲν ὑπογράφων ἡμῖν φιλανθρωπίας τύπους καὶ τῆς πρὸς ἀλλήλους εὐνοίας, ἵνα μηδὲ κατ' αὐτῶν τῶν δοκούντων φονᾶν καθ' ἡμῶν, εἰς θυμούς ἐφερόμεθα, καὶ ὀργὰς, καὶ ἀράς. Ἔπειτα δὲ μὴ στῆναι μὲν αὐτοῖς ἐπεύχεται τὴν ἁμαρτίαν, ἱσταμένοις τοῦ κακοῦ, καὶ μὴ ποῤῥωτέρω φερομένοις ἐπὶ τὸν αὐτὸν τῆς ἀσελγείας τε καὶ παρανομίας κρημνόν. Καὶ ὅσοι γε ἔστησαν τοῦ κακοῦ, οὐκ ἐπέστη αὐτοῖς οὐδ' ἡ τῶν ἁμαρτηθέντων δίκη. Πολλοὶ γὰρ ἐκ τῶν Ἰουδαίων οὐ μόνον τῆς συγγνώμης ἀπήλαυσαν, ἀλλὰ καὶ τὴν ἀλήθειαν μεταμαθόντες, προσδεδραμηκότες τῇ εὐσεβείᾳ, υἱοὶ καὶ κληρονόμοι τῆς τῶν οὐρανῶν βασιλείας ἀπεδείχθησαν. Ὅσοι δὲ τῆς πρόσω τῶν κακῶν οὐκ ἔστησαν φορᾶς, ἀλλὰ μιαιφονίας ἐπὶ μιαιφονίαις προστιθέντες, εἰς ἔσχατον ἐξώκειλαν ἀπονοίας, οὗτοι μὲν δικαίως τὴν δίκην ἀπέτισαν. Οὐδὲν δὲ ἧττον ἡ τοῦ Σωτῆρος εὐχὴ ἔμεινεν μὴ διαπεσοῦσα τοῦ σκοποῦ. Οἶδα δέ τινας καὶ ἑτέραν τοιαύτην ὑποβαλλομένους διάνοιαν τῷ ῥητῷ, ὅτιπερ οἱ σταυροῦντες τὸν Χριστὸν καὶ παρόντες τῷ πάθει, οὐχὶ τῶν Ἰουδαίων ἦσάν τινες, Ῥωμαῖοι δὲ μᾶλλον καὶ τινες ἐξ ἑτέρων ἐθνῶν, τῶν Ἰουδαίων ἀποφηναμένων, ὡς· « Κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν, ἡμῖν δὲ οὐκ ἔξεστιν οὐδένα ἀποκτεῖναι. » Εἶτα καὶ τῷ Πιλάτῳ παραδεδωκότων τὸν Χριστὸν οἱ Ῥωμαῖοι στρατιῶται καὶ τῶν λοιπῶν ἐθνῶν ὑπηρετοῦντο λοιπὸν τοῖς πραττομένοις κατὰ Χριστοῦ. Καὶ γὰρ ἐν τῇ προδοσίᾳ τοῦ Δεσπότου, ἅτε δὴ ὑπόφοροι ὄντες οἱ Ἰουδαῖοι Ῥωμαίοις, καὶ οὐκ ἐξὸν αὐτοῖς πράττειν, ἃ ἐβούλοντο, αὐτοὶ μὲν κατὰ μόνας οὐκ ἐτόλμων παρεῖναι τῇ συλλήψει, τὴν δὲ σπεῖραν καὶ τὸν χιλίαρχον αὐτοῖς συνεπεφέροντο. Ὁ οὖν Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ περὶ τὸ ἀνθρώπινον γένος φιλάνθρωπος, καὶ τοῦ οἰκείου πλάσματος προνοούμενος, τὴν βούλησιν αὐτοῦ καὶ τὴν φιλανθρωπίαν εἰς εὐχῆς σχηματίζων τύπον, φησίν· « Μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην· » εἶτα, « Οὐ γὰρ οἴδασι τί ποιοῦσι. » Τῷ ὄντι γὰρ τό τε Ῥωμαίων στίφος, καὶ οἱ ἐξ ἐθνῶν οὐκ οἴδασιν, ἃ πράττουσιν. Οὐδὲ γὰρ ἦσαν μεμυσταγωγημένοι, ἃ ὁ νόμος προανεκήρυττε καὶ οἱ προφῆται περὶ αὐτοῦ. Προσεύχεται οὖν ὑπὲρ τῶν Ῥωμαίων, φασὶ, καὶ τῶν ἐθνῶν, καὶ αὐτίκα τῆς εὐχῆς φαίνεται ὁ καρπός. Ἴδοις γὰρ ἐν αὐτῷ τῷ τοῦ πάθους καιρῷ τὸν ἑκατόνταρχον, Υἱὸν Θεοῦ ἀναβοήσαντα τὸν ἐσταυρωμένον, καὶ μετ' ὀλίγον Λογγίνου ἐκεῖνον, τὸν θαυμάσιον ἄνδρα, οὐκ ἀνομολογήσαντα μόνον, καὶ πεπιστευκότα εἰς Χριστὸν, ἀλλὰ καὶ μαρτυρίου δρόμον ὑπὲρ αὐτοῦ ἀνειληφότα, καὶ αἵματι τὸ τῆς πίστεως εἰλικρινὲς καὶ ἀπαράτρωτον ἐπιδεδειγμένον· καὶ πολλοὺς
col. 1161–1162page 577 of 591
PG 101:1161ἄλλους εὑρήσεις τῶν τότε παρόντων τῆς υἱοθεσίας ἠξιωμένους Θεοῦ καὶ τῆς αἰωνίου μὴ ἐκπεπτωκότας βασιλείας. ΕΡΩΤΗΣΙΣ ΤΙΒ'. Πόσοι Ἀστέριοι γεγόνασι καὶ τίς ἡ δόξα αὐτῶν; Ὅτι συνήκμασαν μὲν Ἀστέριοι δύο, ὅ τε τῆς Ἀρείας λύσσης ὑπασπιστής, καὶ ὁ τῶν εὐσεβῶν δογμάτων τρόφιμος. Ὃς καὶ τῷ μεγάλῳ μὲν Ἰουλιανῷ φοιτῶν τοῖς μοναδικοῖς ἐγυμνάσθη παλαίσμασιν, ἔτι τὸ μειράκιον διεξιών· ὕστερον δὲ καὶ μονῆς ἀσκητικῆς καθηγήσατο, οὗ καὶ μαθητής μετὰ καὶ ἄλλων πολλῶν ἐπισήμων ἀνδρῶν ἐχρημάτισεν ὁ πολυθρύλλητος Ἀκάκιος ὁ Βεροίας. Ὁ δὲ Ἀρειανῆς αἱρέσεως ἐραστής σοφιστικὴν μὲν ἐκ νέων μετήρχετο τέχνην, καὶ τῇ τῶν Ἑλλήνων ἀνετέθραπτο πλάνῃ· ὀψὲ δὲ τὸν Χριστιανισμὸν ὑποκρινόμενος εἰς τὴν τῶν Ἀρειανῶν ἀπέκλινε μοῖραν. Καὶ ὁ μὲν δίκην ἔδωκεν ἐν Ἀντιοχείᾳ τῆς ἀκολάστου γλώσσης· ἔργον γεγονὸς τῆς Ἰουλιανοῦ τοῦ θαυμασίου προσευχῆς. Ὁ δὲ τὸν ὅσιον εἰς τὴν κατ' αὐτοῦ δικαίαν τιμωρίαν διανέστησεν. Ἕτερος οὖν τὸ θρέμμα τῆς ὀρθοδοξίας, καὶ ἕτερος ὁ τῆς πλάνης κήρυξ. Ἀλλ' οὐδ᾽ ὁ τὴν ἔκφρασιν τῆς μάρτυρος Εὐφημίας ἀναταξάμενος, κοινόν τι φέρει πρὸς τὸν τῆς δυσσεβείας ὑπέρμαχον· πρῶτον μὲν ἐξ ὧν θᾶττον ὁ δυσσεβὴς ἀπέτισε τὴν δίκην· ὁ γὰρ τῆς εἰρημένης εἰκόνος λογογραφήσας τὴν ἔκφρασιν, ὡς ἔν τισιν αὑτοῦ τῶν λόγων διαλαμβάνει, εἰς βαθὺ γῆρας τοῦ βίου κατήντησεν· δεύτερον, ὁ μὲν τῆς Ἀρειανῆς λύσσης ἐπεπλήρωτο· οὗτος δὲ ἐν τοῖς οἰκείοις λόγοις τὰ τῶν ὀρθοδόξων δογματίζει, οὐκ ἐκ μὴ ὄντων τὸν Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ ὡς ὁ μεμηνὼς δυσφημῶν Ἀστέριος, ἀεὶ δὲ ὄντα θεολογῶν καὶ ἀεὶ συνόντα τῷ Πατρί. Τρίτον, ὁ μὲν αἱρετικὸς Ἀστέριος οὐ τῆς Ἀμασείας, ἀλλ᾽ ἄλλης τινὸς πόλεως πλησιαζούσης τῇ Ἀντιόχου, μισθὸν τῆς ἀσεβείας παρὰ τῶν συναιρεσιωτῶν τὴν ἐπισκοπὴν εἴληφεν· ἑξῆς καὶ μετάκλητος ἐν Ἀντιοχείᾳ παρὰ τῶν ὁμοφρόνων γεγονὼς ἐπὶ συμμαχίᾳ τοῦ δυσσεβήματος, ταῖς τοῦ θαυμασίου Ἰουλιανοῦ προσευχαῖς, ὡς προείρηται, τὸν βίον ἀθλίως κατέστρεψεν. Ἐπὶ τούτοις ὁ μὲν διδάσκει τὸ ποίμνιον, καὶ φιλοπονεῖται περὶ τῶν ἀρετῶν, ἁπάσης δείκνυται θεαρέστου πολιτείας καταγώγιον· ὁ δὲ οὐδὲν τοιοῦτον ἔχων ἐπιγινώσκεται. ΕΡΩΤΗΣΙΣ ΤΙΓ'. Περὶ τοῦ Ἰακὼβ καὶ τῆς Λείας. Ὅτι μὲν μετὰ ἑπταετίαν ὁ Ἰακὼβ τὴν Λείαν ἀντὶ τῆς Ῥαχὴλ εἰς γυναῖκα παρέλαβε, δῆλον ἡ Γραφὴ ποιεῖ· καὶ ὅτι ἀντὶ δουλείας ἄλλης, ἑπτὰ καὶ αὐτῆς ἔτη παρατεινομένης, τὴν Ῥαχὴλ ἠγάγετο, καὶ ἐκ τούτου σαφῶς διδάσκει· εἰ δὲ ὑποσχόμενος τὴν δουλείαν εὐθὺς ἔλαβεν, ἢ καὶ μετὰ τὸ διελθεῖν ταύτην ὅλην, ὕστερον ἠγάγετο, οὐκ ἀντιπαραδίδωσι σαφῶς, ἀλλ' ἀμφίδοξον ὅσον ἀπὸ τῶν ῥημάτων ὑπολείπει· πότερον ὑποσχόμενος τὴν δουλείαν εὐθὺς τὸν μισθὸν τῆς Ῥαχὴλ ἔλαβεν, ἢ μετὰ τὴν τῶν πόνων ἐπίδειξιν καὶ τῆς ὑποσχέσεως τὴν συμπλήρωσιν, μετὰ τοῦτο πρὸς

Question CCCXIVQuæstio CCCXIV

col. 1163–1164page 578 of 591
Quæstio CCCXII - CCCXIII
PG 101:1163γάμον ἠγάγετο· ἀλλ' ἀπὸ μὲν τοῦ ῥητοῦ πρὸς ἑκάτερον μερίζεται ἡ διάνοια· λογισμοὶ δέ τινες μᾶλλον ῥέπειν τὸν νοῦν ὑποτίθενται, ὡς μετὰ τὴν ὑπόσχεσιν εἰς ὁμιλίαν εὐθὺς τὸ γύναιον προσελάβετο· ἐπεὶ εἰ μετὰ τὴν συμπλήρωσιν τῆς ἑπταετίας ταύτην ἠγάγετο, οὐ μόνον εἴκοσι ἔτη ἐν τῇ τοῦ Λάβαν οἰκίᾳ ὁ Ἰακώβ, ὡς αὐτὸς φησι, διατρίψας φαίνεται, ἀλλὰ καὶ τούτων πλείονα· εἰ γὰρ μετὰ τεσσαρεσκαιδεκαετίαν τὴν Ῥαχὴλ ἠγάγετο, χρόνος πάντως ἕτερος διεληλύθει, ἐν ᾧ τε ἡ στείρωσις αὐτῆς διηλέγχετο, καὶ ἐν ᾧ τὰς παιδίσκας εἰς παιδοποιίαν τῷ Ἰακὼβ παρείχετο, ἐν ᾧ τε ἐκεῖναι κατὰ γαστρὸς λαβοῦσαι τοὺς παῖδας ἀπέτικτον, καὶ μετὰ τοῦτον ἕτερος ἐν ᾧ ἡ Ῥαχὴλ τῶν ὀνειδισμῶν ἀπολυομένη τῆς στειρώσεως, τὸν Ἰωσὴφ ἐτεκνώσατο· εἶτα μετὰ τὸν τόκον τοῦ Ἰωσὴφ ἕτερα ἓξ ἐπισημαίνεται ἡ Γραφὴ ἐπὶ μισθῷ προβάτων δουλεῦσαι τὸν Ἰακὼβ τῷ Λάβαν, οὐχὶ μόνα εἴκοσι συγκεφαλαιοῦται· ἀλλὰ καὶ τοῖς χρόνοις τούτοις μεταξὺ προστιθεμένου καθ᾽ ὅν τε ἐστείρευσεν ἡ Ῥαχὴλ καὶ καθ᾽ ὃν αἱ παιδίσκαι ἔτικτον, πλέον ὁ χρόνος συνάγεται· τίς δὲ καὶ μισθὸς τούτου τὸ μεταξὺ τῶν δεκατεσσάρων χρόνων καὶ τῶν ἓξ τῷ Ἰακὼβ δουλεύοντι τῷ Λάβαν ἀφορίζεται; εἰ δὲ οὐδεμίαν τῶν περιόδων τῷ Ἰακὼβ φαίνεται ἀμισθὶ τὴν δουλείαν ἐταλαιπωρεῖτο· ἐν μὲν γὰρ τῇ πρώτῃ ἑπταετίᾳ ἀντὶ τῆς Ῥαχὴλ ἡ Λεία μισθὸς αὐτῷ, ἀντὶ δὲ τῆς δευτέρας ἡ Ῥαχήλ· καὶ ἀντὶ τῶν τελευταίων ἐτῶν ἓξ, ὁ διὰ τῶν προβάτων αὐτῷ χορηγούμενος· ἀντὶ γοῦν τοῦ μεταξὺ χρόνου τῆς τεσσαρεσκαιδεκαετίας καὶ τῶν τελευταίων ἓξ, τίς ἐπιγινώσκεται μισθὸς ἕτερος; ἔδει δὲ εἰ μετὰ τὴν συμπλήρωσιν τῆς τεσσαρεσκαιδεκαετίας τὴν Ῥαχὴλ ὁ Ἰακὼβ ἔγημεν, εἶθ' οὕτως ἡ παιδίσκη καὶ ἡ Ῥαχὴλ στειρεύουσα καὶ πάλιν τίκτουσα χρόνον ἄλλον κατηνάλωσαν, καὶ τούτου τὸν μισθὸν καθεστάναι γνώριμον· ἀλλ' οὐδαμοῦ τῆς Γραφῆς οὔτε μισθὸς φαίνεται, οὔτε χρόνος ἄλλος παρὰ τὰ δεκατέσσαρα καὶ τὰ ἓξ ἔτη παρενθήκην ἐπέχων λόγων συγκαταταττεται. Τὸ μέντοι ῥητὸν τὸ ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν, «Ἀνέσεισε» κεῖται, τὸν Δαβίδ· τοῦτο δὲ ἐν τῇ πρώτῃ τῶν Παραλειπομένων, «Ἀνέστη» παρατέθειται, Σατὰν τῷ Ἰσραήλ· καὶ ἀπέσεισε τὸν Δαβίδ ἀριθμῆσαι τὸν λαόν· καὶ οὐκ ἔστιν ἀλλήλοις ἐναντία ταῦτα, εἰ καὶ δοκεῖ· ἡ μὲν τοῦ Θεοῦ ὀργὴ ἀνέσεισε τὸν Δαβίδ, ἤτοι ἐκίνησε καὶ διεσάλευσε πρὸς τὴν ἀρίθμησιν, διὰ τὴν ἀπόστασιν τοῦ λαοῦ. Τὸ δέ, Σατάν, ὡς ἐπίπαν
col. 1165–1166page 579 of 591
PG 101:1165εἴωθεν ἐν τῇ θείᾳ Γραφῇ ἀντὶ τοῦ, κολαφισμός, καί, πειρασμός, ἐκλαμβάνεσθαι· ὥστε εἰ καὶ μὴ ὠργίσθη Θεός, οὐκ ἂν ἀνεσείσθη ὁ Δαβίδ, ἤτοι πρὸς ἐνθύμησιν μετέστη τοῦ ἀριθμῆσαι τὸν λαόν· εἰ δὲ μὴ ἀνεσείσθη, οὐδ' ὁ πειρασμὸς ἔπεσε τῷ Ἰσραήλ, ἤγουν ὁ Σατάν· αὐτὸ γὰρ τὸ ἀριθμηθῆναι τοῦτο αἴτιον λέγεται τοῦ πειρασμοῦ, καίτοι τῆς ἀποστάσεως μᾶλλον τὴν αἰτίαν ἀποτεκούσης. Ἐπεὶ καὶ Μωϋσῆς ἠρίθμησε, καὶ Δαβὶδ πάλιν μετὰ τὴν πληγήν· καὶ οὐδεμιᾷ τούτων τῶν ἀριθμήσεων οὔτε μῶμος οὔτε πληγὴ ἐγκατέσκηψεν· ὅτι δὲ τῇ, Σατάν, ἀντὶ τοῦ πειρασμοῦ καὶ κολαφισμοῦ λαμβάνεται, καὶ ἐξ ἑτέρων δῆλον· «Ἀνέστησε γάρ, φησί, Σατὰν ἐπὶ Ἰσραὴλ Ἀδερ τὸν Ἰδουμαῖον·» καὶ ὁ ἀπόστολος Παῦλος· «Ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος Σατάν, ἵνα με κολαφίζῃ·» οἷον ἄγγελος καὶ ὑπηρέτης πειρασμοῦ καὶ κολαφισμοῦ· τουτέστι, Δι' οὗ μοι οἱ κολαφισμοὶ καὶ οἱ πειρασμοὶ ἐπέρχονται· αἰνίττοιτο δ' ἂν τὸ ῥητὸν ἤτοι Ἀλέξανδρον τὸν Χαλκέα τὸν πολλὰ κακὰ ἐπενεγκόντα τῷ Παύλῳ, ἢ τοὺς κατ' ἐκεῖνο καιροῦ τυράννους καὶ ἑτεροδιδασκάλους ἐπανισταμένους αὐτῷ, καὶ πολλῶν πειρασμῶν αἰτίους καὶ διακόνους αὐτῷ γεγενημένους. ΕΡΩΤΗΣΙΣ ΤΙΕ'. Τὸ δέ, «Εὗρον τὸν Δαβὶδ ἄνδρα κατὰ τὴν καρδίαν μου,» ῥητῶς μὲν οὕτως ἐν τῇ Παλαιᾷ Γραφῇ οὐκ ἂν εὑρεθείη· εἰ γὰρ καὶ ἐν Ψαλμοῖς ᾄδεται· «Εὗρον Δαβὶδ τὸν δοῦλόν μου, ἐν ἁγίῳ ἐλαίῳ ἔχρισα αὐτόν·» ἀλλ' οὖν πολὺ τοῦ εἰρημένου ῥητοῦ τῇ λέξει διέστηκεν· ἐγγύτερον δ' ἂν εἴη μᾶλλον τὸ εἰρημένον τῷ προφήτῃ Σαμουὴλ πρὸς τὸν Σαούλ· ὀνειδίζων γὰρ αὐτὸν τὴν παράβασιν τῶν νομικῶν ἐντολῶν καὶ τὴν ἔκπτωσιν τῆς βασιλείας αὐτῷ προαναφωνῶν, φησὶ πρὸς αὐτόν, ὅτι «Ἐπειδὴ σὺ κατὰ τὰς ὁδοὺς Κυρίου καὶ τὰ προστάγματα αὐτοῦ πορεύεσθαι οὐ βούλει, ἐκλέξεται ἑαυτῷ ὁ Θεὸς ἄνδρα κατὰ τὴν καρδίαν αὐτοῦ, ὃς ποιήσει πάντα τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ·» ἀλλ' εἰ καὶ πλατύτερον τοῦτο τῆς ῥήσεως τῆς ψαλμικῆς, πλὴν οὐ κατὰ πάντα ἀπαράτρεπτόν ἐστι τοῖς ὀνόμασι πρὸς τό «Εὗρον τὸν Δαβὶδ τὸν τοῦ Ἰεσσαὶ ἄνδρα κατὰ τὴν καρδίαν μου,» ἀλλ' οὖν τοῦτο ὁ θεσπέσιος Παῦλος εἰδὼς εἰς ἐκεῖνον δημηγορῶν ἐν ταῖς Πράξεσι σχηματίζει· ἀνὴρ δὲ λέγεται κατὰ τὴν καρδίαν τοῦ Θεοῦ εὑρῆσθαι ὁ Δαβίδ, ἐπειδὴ πολλῶν ἐντολῶν ὑπαρχουσῶν, δι' ὧν ὁ τῆς ἀρετῆς χαρακτηρίζεται τρόπος, οὐδεμία ἄλλη ἵστησι πλησίον Θεοῦ καὶ ὅσον ἀνθρωπίνῃ φύσει δυνατὸν εἰς τὴν πρὸς ἐκεῖνον ὁμοίωσιν ἀναβιβάζει, ὡς τὸ τοὺς ἐχθροὺς ἀμείβεσθαι ἀγαθοῖς· καὶ γὰρ ὁ Κυριακὸς ἐν Εὐαγγελίοις λόγος φησί· «Γίνεσθε οἰκτίρμονες ὡς καὶ ὁ Πατὴρ ὑμῶν οἰκτίρμων· αὐτὸς γὰρ ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ ἀγαθοὺς καὶ πονηρούς·» καὶ πάλιν· «Καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, ἵνα γένησθε ὅμοιοι τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς·» ὁ γοῦν Δαβὶδ ταύτην κατορθώσας τὴν ἀρετήν, εἰ καὶ ἐν ἄλλοις, ἅτε δὴ ἄνθρω-

Question CCCXVIQuæstio CCCXVI

col. 1167–1168page 580 of 591
Quæstio CCCXV
PG 101:1167πος ὤν, κατηνέχθη, εἰκότως κατὰ τὴν καρδίαν τοῦ Θεοῦ τοῦ Δαβὶδ οὐ πρὸς ἐκεῖνον μόνον, κατά τε τὴν εὐσέβειαν καὶ τὴν ἄλλην ἀρετὴν τὴν ὑπεροχὴν εἶχεν, ἀλλὰ καὶ πρὸς τοὺς ἐφεξῆς μικροῦ πάντας· Οὐδεὶς γὰρ, φησίν, ἐγένετο ὡς Δαβὶδ ποιήσας τὸ εὐθὺ ἐνώπιον Κυρίου· διὰ τοῦτο προορώμενος τὴν τοῦ Δαβὶδ ἀρετὴν ὁ προφήτης φησίν, ὡς « Ἐκλέξεται αὐτῷ ὁ Θεὸς ἄνδρα κατὰ τὴν καρδίαν αὐτοῦ, καὶ ποιήσει πάντα τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ. » Οὐδὲν δὲ κωλύει καὶ ἀπὸ τοῦ γράμματος πρὸς τὴν διάνοιαν ἀναχωροῦντα μὴ ἐπ' ἐκείνου μόνον τοῦ Δαβὶδ εἰς τὸν χρησμὸν ἐκβῆναι, ἀλλὰ πολὺ μᾶλλον ἐπὶ τὸν ἀπὸ τοῦ σπέρματος Δαβὶδ καὶ Ἰεσσαὶ καταγόμενον Χριστὸν, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος· τὸ γὰρ ἱερὸν Γράμμα φησὶν ἀλλαχοῦ περὶ αὐτοῦ· « Αὐτὸς ἐπικαλέσεται με Πατέρα, κἀγώ πρωτότοκον θήσω αὐτὸν ὑψηλὸν παρὰ πάντας τοὺς βασιλεῖς· » Τοῦτον τοιγαροῦν προδηλῶν ὁ Θεὸς διὰ τοῦ Προφήτου, τὸν ἐκ σπέρματος μὲν Δαβὶδ κατὰ τὸ ἀνθρώπινον, ἐκ Θεοῦ δὲ Θεὸν Λόγον, Χριστὸν τὸν Σωτῆρα ἡμῶν, φησὶν αὐτὸν εὑρέσθαι κατὰ τὴν καρδίαν αὐτοῦ, οἱονεὶ ἑνὶ καὶ τῷ αὐτῷ συναπτόμενον θελήματι, κἂν ἐν τῷ τῆς ἀνθρωπίνης φύσεως ἐγνωρίζετο συγκρίματι, καὶ τούτῳ ἡ βουλὴ καὶ ἡ ἐνέργεια τοῦ Πατρικοῦ θελήματος ἀδιάστατος· Ἃ γὰρ θέλει, φησίν, ὁ Πατήρ, ταῦτα θέλει καὶ ὁ Υἱός· καὶ μυρία ἄλλα· καὶ κατὰ τὸν ἀκριβῆ λόγον, οὗτός ἐστιν ὁ πάντα τὰ ἀρεστὰ πεπληρωκὼς τοῦ Πατρός· ἐπεὶ ὅ γε Δαβὶδ ἔχοι ἄν τισι καὶ ἐξ ὧν ἔπραξε λαβὰς παρασχεῖν· ἐπὶ μὲν τοῦ Οὐρίου περιφανῶς, καὶ ἐπὶ τῇ ἀπαριθμήσει τοῦ λαοῦ, τάχα δὲ καὶ ἐπὶ τῇ τοῦ Νάβαλ καταφέρῳ ῥύμῃ καὶ ὀργῇ, καὶ ὅτι μὴ πάντα τὰ τοῦ νόμου φυλάττων ὑπὸ ἀράν τινα ἔπιπτεν· οὔτε γὰρ τὸ Πάσχα φαίνεται φαγών, καὶ οὐκ ὀλίγα τῶν ἐν τῷ νόμῳ, κἂν μὴ τὰ καίρια, παραβεβασμένος· καὶ ἡ κατὰ τοῦ Ἰωὰβ δὲ καὶ Σεμεεὶ δεδομένη ἐντολὴ τῷ παιδί· καὶ τό, « Οὐ σὺ οἰκοδομήσεις μοι οἶκον, ὅτι ἀνὴρ αἱμάτων εἶ· » εἰ καὶ τὰς ἐπιλύσεις ἔχουσιν εἰς ἀθώωσιν περιιστώσας τὸν Δαβίδ, ἀλλ' οὖν κατὰ τὸ πρόχειρον πολλοῖς ἐμποδὼν ἔστανται, μὴ κατὰ τὴν καρδίαν πάντα τελέσαι αὐτὸν τοῦ Θεοῦ. ΕΡΩΤΗΣΙΣ ΤΙʹ. Τὸ δὲ ἐν τῇ ἐρήμῳ πρωὶ μὲν τὸ μάννα καταπέμπεσθαι τῷ Ἰσραήλ, ἑσπέρας δὲ τὴν ὀρτυγομήτραν, τοιαύτης ἀναφθείη ἂν θεωρίας· Τὸ μὲν μάννα πρωΐ κατήρχετο, ὅτι τύπος ἦν τοῦ οὐρανίου ἄρτου, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ὃς δικαιοσύνης Ἥλιος καὶ ἀνατολὴ ἡλίου ἡμῖν ἐπεδήμησε τοῖς ἐν σκότει· ἐπεὶ οὖν τῷ τῆς δικαιοσύνης Ἡλίῳ καὶ τῇ ἀνατολῇ παρεικάζεται τὸ αἰσθητὸν μάννα, εἰκότως κάτεισι πρωΐ, τῷ συγγενεῖ τὴν ἀναλογίαν φυλάττον· ἡ δὲ ὀρτυγομήτρα κάτεισιν ἑσπέρας ζωοθυσίαν τοῖς Ἰσραηλίταις πληροῦσα, ἐπειδὴ τὴν ἐν τῷ νόμῳ παρεδήλου λατρείαν, ἥτις ἐν σκιαῖς τε καὶ ἀμυδροτέροις ἴχνεσι τῆς ἀληθείας ἐτελεῖτο· ἔτι δὲ καὶ κνίσσαι καὶ ἀτμοὶ ζοφώ
col. 1169–1170page 581 of 591
PG 101:1169δεις διὰ τῶν θυμάτων ἐπελύγαζον τὸν ἀέρα· καὶ εἰκότως πρὸς ἑσπέραν τὸ προχαράττον τὴν νομικὴν θυσίαν κατεφέρετο τοῖς Ἰσραηλίταις· ὡσαύτως δὲ εἴ τις ἄλλος ἐθελήσοι λαβεῖν τοῦτο ὡς προχάραγμα τῆς εἰς Χριστὸν πίστεως, οὐκ ἂν τοῦ εἰκότος παρασφαλείη· καὶ τοῦ σώματος δὲ Χριστοῦ ὁ λαβὼν ἐδίδου τοῖς μαθηταῖς ὁ Σωτὴρ λέγων· «Φάγετε πάντες, εἴτις προτύπωσιν φαίη τὸ μάννα, εὐλόγως ἂν εὔροι τὴν ἐν τῇ πρωΐᾳ τοῦτο φέρεσθαι τοῖς Ἰσραηλίταις· καὶ γὰρ ἡ καθολικὴ τοῦ Θεοῦ Ἐκκλησία, τοῦτο νυνὶ διαφυλάττει, ἐν τῷ τῆς πρωΐας καιρῷ τὴν ἱερὰν καὶ καθαρὰν καὶ ἀναίμακτον θυσίαν μυσταγωγοῦσα καὶ τὴν τοῦ Παναγίου Πνεύματος χάριν ἐκδεχομένη. ΕΡΩΤΗΣΙΣ ΤΙΖ΄. Ἐν μέντοι τῷ· «Θήσω τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ» πρὸς τὸν Ἀβραὰμ εἰρημένῳ, διαθήκην μὲν τὰ νῦν τὴν περιτομὴν δηλοῖ· τὸ δέ, «Ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ», ὅτι Αὕτη ἐμὴ διαθήκη μεσιτεύσει ἀμφοῖν ἀναμεταξύ, ὅτι ἀψευδεῖς σοι αἱ παρ᾿ ἐμοῦ ἔσονται ἐπαγγελίαι· δύναται δὲ τό, «Ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ», καὶ χρονικήν τινα παράτασιν ὑπεμφαίνειν, καὶ ταύτην εἴ τις ἔμελλε τῇ περιτομῇ παραμετρεῖσθαι, ὡσανεί· «Ὁ τὴν πρὸς σὲ νυνὶ διαθήκην συνιστὰς ἐγώ, ἔσται ὅτε γενήσομαι ἄνθρωπος· καὶ ἡ διαθήκη μου αὕτη ἤτοι ἡ περιτομὴ ἀπὸ σοῦ τὴν ἀρχὴν λαβοῦσα, μέχρις ἐμοῦ διακρατήσασα λήξει»· καὶ γὰρ μετὰ τὴν περιτομὴν τοῦ Δεσπότου Χριστοῦ, οὐκέτι χώραν ἔσχεν ἡ κατὰ νόμον γενομένη τῆς ἀκροβυστίας περιτομή· ἀλλ᾿ ὅσοι περιετμήθησαν καὶ παρανομοῦντες περιετμήθησαν· ἡ δὲ παρὰ Θεῷ ὡρισμένη περιτομὴ ἐν αὐτῷ πέπαυται τῷ Χριστῷ. ΕΡΩΤΗΣΙΣ ΤΙΗ΄. Διὰ τί ἐπετίμησεν ὁ Ἰησοῦς τῷ Πέτρῳ, τὸν θάνατον δυσανασχετοῦντι; Ὅτιπερ εἰ καὶ φίλτρῳ ζέοντι, καὶ στοργῇ ἐμπύρῳ ἐδόκει προαγαγεῖν τὸ ῥῆμα, ἀλλ᾿ οὖν ἡδονὴν ἔφερεν τῷ διαβόλῳ. Τοῦ γὰρ μὴ παθεῖν τὸν Χριστόν, κέρδος ἦν μέγιστον τῷ Σατανᾷ, ἅτε δὴ τῆς τῶν ἀνθρώπων τυραννίδος οὐκ ἐξισταμένῳ. Διὰ τοῦτο οὖν καὶ ἡ ἐπιτίμησις λέγει· «Ὕπαγε ὀπίσω μου, Σατανᾶ, διότι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ». ΕΡΩΤΗΣΙΣ ΤΙΘ΄. Τί σημαίνει ἡ τοῦ Ἀβσαλὼμ τῷ πατρὶ ἐπανάστασις; Τὴν τῶν Ἰουδαίων εἰκονίζει κατὰ τοῦ Σωτῆρος ἐπανάστασιν. ΕΡΩΤΗΣΙΣ ΤΚ΄. Πῶς ἐντελλόμενος ὁ Σωτὴρ πάντας ἀγαπᾷν, ἐπιτάττει πέμπων τοὺς μαθητὰς εἰς τὸ κήρυγμα, μηδένα ἀσπάζεσθαι κατὰ τὴν ὁδόν; Ἔδει, ὅτι οὐκ ἔστιν ἐναντία ταῦτα ἀλλήλων.

Question CCCXXI - CCCXXIVQuæstio CCCXXI - CCCXXIV

col. 1171–1172page 582 of 591
Quæstio CCCXVII - CCCXXIndices in Quæstiones Amphilochianas
PG 101:1171Ἀπασχολεῖσθαι γὰρ περὶ τοὺς ἀσπασμοὺς καὶ εἰς δεξιώσεις, ταῦτα προκρίνοντος τοῦ κηρύγματος, οὐκ ἐᾷ. Οὐ μήν γε κωλύει τὴν ἀγάπην, ἐπιτείνει δὲ μᾶλλον, εἴπερ τὸ κήρυγμα τῶν μαθητῶν τοῖς ἀνθρώποις τὴν ἐλευθερίαν ἐχαρίζετο τῶν παθῶν, καὶ τὴν εὐμένειαν καὶ τὴν σωτηρίαν τὴν ἀπὸ τοῦ Θεοῦ. Τί σημαίνει τὸ φοιβήσασθαι καὶ φαλάκρωμα περιθεῖναι μωρίαν τῇ κεφαλῇ; Τὸ μὲν φοιβήσασθαι λέγει ἀντὶ τοῦ μὴ μαντείαις χρῆσθαι. Διὰ τί ὁ κόραξ ἀκάθαρτος ὢν ὑπηρετεῖ τῷ προφήτῃ; Ὁ δὲ κόραξ ἀκάθαρτος ὢν ὑπηρετεῖ τῷ προφήτῃ τροφήν. Τῆς προκειμένης ἀπορίας προηγήσαιτ' ἄν... Περὶ τοῦ δράκοντος τοῦ διαβόλου. Ὅτι δράκοντα πολλάκις ἡ Γραφὴ καλεῖ τὸν διάβολον.
col. 1173–1174page 583 of 591

CLII, CLIII. CLIV-CLVI. CLVII. Vaticanus. CLVIII-CLXIV. CLXV. CLXVI-CCXVI. CCXVIII-CCXXIII. CCXXIV, CCXXV. CCXXVI, CCXXVII. CCXXVIII-CCXXXVII. · CCXXXVIII. CCXXXIX. CCXL. CCXLI. CXLII. CCXLIII. CCXLIV, CCXLV. CCXLVI. - CCXLVII, CCXLVIII. CCXLIX-CCLI. CCLII-CCLIV. I CCLV-CCLVII. CCLIX. CCLX. CCLXI-CCLXIII. CCLXIV. CCLXV-CCLXVII. CCLXVIII. (CLXIX-CCLXXII. CCLXXIII. COLXXIV, CCLXXV. CCLXXVI. CCLXXVII-CLXXIX. CCLXXX. CCLXXXI-CCLXXXVI. CCLXXXVII. CCLXXXVIII-CCXCI. CCXCH-CCXCV. CCXCVI-CCCXIII. CCCXIV-CCCXVII. INDICES IN QUÆSTIONES. CLXI, CI.XII. Coislinianus. CLXXXIV-CLXXXVI. CLXXXVII. CLXXXVIII-CXCIV. CXCV-CCXLVI. CLXIII-CLXVIII. XC, CLXIX, LXXXIX. LXXVI-LXXXV. XCVI. XCVII. LXXXVI. CCCVIII. LXXXVII, LXXXVIII. XCI, XCII. XCIII-XCV. CLIX. XCVIII, XCIX. CCLXXIV-CCLXXVI. XVII-CCLX CCCV, CCLXXVII-CCLXXIX. CC.LXXX. CLXX. CCLXXXI-CCLXXXIII. CCCVII. CCLXXXIV-CCXXXVI. CLXXI. CCLXXXVII-CCXC. ССХСІ, СССѴІ. CCXCII-CCXCIV. CLXXII. CCXCV-CCC CCCI-CCCIV. CIV-CVII. CVIII. CIX-CXXVI. CCLXVIII. CLX. CLXI. Taurinensis. CLXXIII, CLXXV. CLXXVI, CLXXVII. CLXXVIII-CLXXXIV. CLXXXV-CLXXXIX. CXCI-CCXXXVII. CXC. CLXII-CLXVII. XC, CLXVIII, LXXXIX. 1.XXVI-LXXXV. XCVI. XC.VII. LXXXVI. CCXCVII LXXXVII, LXXXVIII. XCI, XCII. XCIII-XCV. CLVIII. XCVIII, XCIX. CCLXIV-CCXXVI. - CCXCIV, CCLXVII-CCLXIX. CLXIX. CCLXX-CCLXXIII. CCXCVI. CCLXXIII-CCLXXV. CLXX. CCLXXVI-CCLXXIX. CCLXXX, CCXCV. - CCLXXXI-CCLXXXIII. CLXXI. CCLXXXIV-CCLXXXIX. CCXC-CCXCIII. CIV-CVII. CVIII. CIX-CXXVI. CCLIX. II. SYNOPSIS QUÆSTIONUM A WOLFIO EDITARUM, PROUT NUNC JUXTA CODICEM VATICANUM SUNT DISPOSITÆ - 1. q. 74 nunc est q. LXXIV. 21. q. 145 CXXIII. 2. q. 76 LXXVI. 25. q. 146 CXXIV. 3. q. 81 CCXXXII. 26. q. 147 CXXV. 4. q. 86 CCXXXVII. 27. q. 148 CXXVI. 3. q. CCXXXIX. 28. q. 149 CXXVII. 6. q. 88 CCXLI. 29. q. 150 CXXVIII. 7. q. 89 CCXXVII. 30. q. 154 CXXXII. 8. q. CCXLIV. 31. q. 155 9. .. 93 CCCXVIII. 32 q. 157 10. q. 94 11. CCCXX. 33. q. 158 CXXXIII. CXXXV. CXXXVI.. q. 99 CCXLVIII. 34. q. 185 12. q. 102 LXXIX. 35. q. 186 CLV. CLVI. 13. q. 111 CCXCVIII. 36. q. 187 CLVH. 14. q. 119 CCCVI. 37. q. 188 CLVIII. 15. q. 120 16. q. 121 17. q. 122 CCCVII. CCCVIII. CCCIX. 38. q. 189 CLIX. 59. q. 190 CLX. 40. q. 191 CLXI. 18. q. 123 CCCX. 41. q. 192 CLXII. 19. q. 124 CCCXI. 42 q. 193 CLXIII. 20. q. 141 CXIX. 43. q. 194 CLXIV. 21. q. 142 CXX. 44. q. 196 CLXVII. 22. q. 143 CXXI. 45. q. 197 23. q. 144 CXXII. 46. q. 199 CLXVIII. CLXX. III. INDEX EPISTOLARUM PHOTI, QUÆ AMPHILOCHIIS SUNT INSERTÆ. Epist. 30. Edit Londin. est q. CL.XXI. 31. 33. CLXXII. CLXXIII. Sep 33. 36. CXCIII. CXCIV. CXCV.

col. 1175–1176page 584 of 591

INDICES IN QUÆSTIONES. Epist. 57 Edit. Londin. est q. CXCVI. 157. 38. CXCVII. 161. 43. CXCVIII. 162. LXXXVII. LXXXVIII. LXXXIX. 50. CXCIX. 163. XC. 54. CC. 164. XCI. 58. CCI. 165. XCII. 61. ССІН. 166. XCIII. 62. CCIII 167. XCIV. 63. CCIV. 176. XCV. 64. CCV. 177. XCVI. 72. CCVI. 178. XCVII. 74. CCVII. 180. XCVIII. 75. CCVIII. 181. XCIX. 76. CCIX. 182. C. 77. CCX. 187. CI. 102. CCXI. 199. CII. 125. CCXII. 196. CIII. 127. CCXIII. 203. CIV. 129. CCXIV. 205. CV. 152. CCXV. 208. CVI. 133. CCXVI. 209. CVII. 15$. CCXVII. 210. CVIII. 135. CCXXII. 211. CIX. 137. CCXVIII. 213. CX. 138. CCXIX. 214. CXI. 139. CCXX. 216. CXII. 144. CCXXI. 219. CXIII. 145. LXXXI. 228. CXIV. 147. LXXXII. 241. CXV. 151. LXXXIII. 248. CXVI. 159. LXXXIV. 247. CXVII. 155. LXXXV. 248. CXVIII. 156. LXXXVI. IV. INDEX NUMERORUM APUD MAIUM QUÆSTIONIBUS ADDITORUM, QUI NUNC CORRECTI AC MUTATI SUNT. Mali q. 78 est nunc q. CCCI. |||'|| 278. 81. CCCIV. 279. 83. CCCV. 280. 121. . CXXXI. 282. 132. CCCIIL 284. CCLXIX. CCLXX. CCLXXI. CCLXXII. CCLXXIV. 244. CCXLV. 246. CCXLVII. 290. Et sic deinceps. 299. .... Et sic deinceps……... CCLXXX. CCLXXXIX. 256. CCLVII. 300. CCXC. 257. CCLVIII. 307. CCXCVII. 258. CCEIX. 308. CCXCIX. 960. CCLX. 309. CCC. 270. CCLXI. 310. CCCII. 271. CCLXII. 311. CCCXIV. 512. Et sic deinceps.... CCCXV. 313. CCCXVI. 276. CCLXVII. 314. CCCXVII. 277. - CCLXVIII. 315. CCCXIII.

col. 1177–1178page 585 of 591

INDICES IN QUÆSTIONES. ས. INDEX AMPHILOCHIANARUM QUÆSTIONUM SECUNDUM VARIOS EDITORES. Basnag. Montacutius. Montfaucon. Wolf. Scottas. Maius. Hergenroether. I-XIV. XV. XVI-XXIV. LXXIV. XXV-XLII. XLIII-LXXIII. LXXVI. I.XXV. LXXVII. LXXX. LXXXI-CXVIII. LXXIX. LXXVIII. (CVII) CXIX-CXXVIII. CXXIX-CXXXI. CXXXII. CXXXIII. CXXXIV. CXXXVII- CXXXV. CXLVII. CXXXVI. CLIV. CL. CLV- CXLIX. CLI-CLIII. CLXIV. CLXV. CLXVII. CLXVI. CLXVIII CLXIX. CLXXI CLXXIII. CLXX. (CLXXII.) CLXXIV- CLXXX- CLXXXVI. CXCIII. (CCXXI). CXXII. CCXXVII. CLXXIX. CLXXXVIII- CXCII. CCXXIII. CCXXV CCXXXII. CCXXXIV- CCXXXVII. CCXXVI. CCXXXIII. CCXXXVI. CCXXXVIII. CCXXXIX. (CCXXXIX.) CCXL. CCXLI. CCXLII. CCXLIII. CCXLIV. CCXLV. CCXLVIII. CCXLVII. (CCXLVIII.) CCXLIX- CCLXXII. CCLXXIII. CCLXXIV- CCXCVII. CCXCVIII. CCXCIX- CCCV. CCCVI- CCCXI. CCCXII. CCCXIII- CCCXVIII. CCCXVIII. CCCXX NOTA. A Combefisio editas quæstiones hic omisimus, utpote ab aliis accuratius editas. Quæ uncis inclusæ sunt quæstiones, jam ab aliis editæ non numerantur. Hinc editæ sunt quæstiones 315. Ineditæ manent qq. CXLVMI, CLXXXVII, CCXXVIII-CCXXXI, CCCXIX, CCCXXI-CCCXXIV, numero undecim. VI. INDEX POTIORUM LOCORUM S. SCRIPTURÆ, QUÆ PHOTIUS IN AMPHILOCHIIS EXPONIT VEL ADDUCIT. Genes. cap. 1, ཟ II, III, IV, VI. FS XVI, vers. - - 1, q. VI, XV, LXXIX. 2, q. XVI, CCXLIX. 3, q. CCL. q. CCLI. q. XXXVI, CCLII, CCLIII. 31, q. XIX. 8, q. LI. - 15, q. CCXCIV. 7, q. XIV. 13, q. XXXIV. 16, 17, q. CCLIV. Gen. II, 2, q, II. - Gen. II, 17, q. CCXL, c. 5. 21, q. LXX, q. I, c. 26. 22, q. XXIII., 7, q. LXXI, CIX, XXXIII. 8, q. XI, CIV. 10, q. XL, CCXL. - Gen. V, 5-24, q. CCXL, c. 4. 2, q. CCLV. 2. q. XIX. 13, q. CCXCVI. - 21, q. CCXCVII. - Cen. IX, 6, q. CCXL, c. 4. q. CCLVI, CCLVII. - - - Gen. XVII, v. 2, q. CCCXVII. q. CCLVIII. Gen. c. XVII, v. 11, q. CV. q. CCVII. - Gen. XXI, 31, 32, q. CCLXXIX.

col. 1179–1180page 586 of 591

Genes. cap. XXVIII, INDICES IN QUÆSTIONES. Vers. 18, q. CCXXXVI. XXIX, 20, q. CCCXII. XXXII. 24, q. CCLIX. XXXVI, 24, q. LVIII. XLVI, 21, q. XXXIX. - Gen. XI.VII, 31, q. CCXXXVII. XLIX, q. CCLX. Exod. cap. III, IV, q. CCC, CCLXI. 6, q. CCLXII. 21, XLI. 22, CCCIII. 24, q. CCLXIII. IX. XII, XIII, XIV, XVI, ΧΙΧ, XX, 7, q. LXXXII. 21, q. XXXIV. VII, VIII, 31, q. XLII. 1, q. LIII, v. 3, cf., q. CCCI. 10-19, q. XL. 22, 9. XL. 1 seq., q. XL, XLII. 23, q. XXXIV. 6, q. CCXCV. 11, q. CCLXIV. 21, q. XLII, CCLXV. 6 seq., 22 q. XLII, CCLXV. 13, q. XLII. Exod. XVIII, 5, q. CCLXIII. 9, q. XXXIV. 3, q. CCLXVI. -- Exod. XX, v. 12, q. CCXL, c. 4. XXI, 24, q. XXXVII. 22. q. XXIII, 15, q. CCLXVII. XVIII. - Exod. XXII, 23, q. XVII. XXIV, 16. q XXVI, 1, q. XXXII, 19, 4. XXXIV. CCLXVIII. CCLXIX. XXXIV, 10, q. XVIII. XXXIV, 26, q. XXX. XL, 17-19, q. CXIII. Levit. сар. X, XIII, - Exod. XXVIII, 30-36, q. CCLXIII. Exod. XXXIX, 30, 31, q. CLXV. 4, q. XXXIX. 47, q. CCLXX. 13, q. CCXXXIV. XIV, q. (CLXXI. XVII, 34, q. CCLXXII. XIX, 19, q. XX1, XXII, 20, q. XXX. V. 33, 34, q. CCLXIV. XXXVII. 8. q. - XVII. V. 17-19 q. XXIV, 16, q. XC. 20, q. XXXVII. Num. сар. I. 13, q. CCLXXIV. - Num. 1, 26, 27. · - q. CCLX. V. XI, 15-55,q. CCLXXV. 1, q. CCLXXVI, XLII. XIV, XVI, 28, q. LXII. 6, ibid. 22, q. XXXIII. 23 seq,, q. XLII. XX, Deut. сар. Josue, Judic. 1 Reg. IV. V, XIV, XV. XVII, XXII, XXV, XXXII, cap. XVIII, cap. XVIII, cap. IX, XV, XVIII, II Reg. cap. VI, III Reg. cap. IV Rey. XXII, IV. XI, XVIII, XIX, cap. I, 1 Paralip. cap. XV, Esther, Job, - XVIII, сар. XV, cap 31 seq., q. XXXIII. 37 seq., q. CCLXXVII. 11, q. XLII. - 12, q. CCLXXVIII. — Num. XXV, v. 7, q. CCXL, c. 4. 25, q. XLII. 7, q. XLII. 11. g. XXXIX. -Deut. IV, v. 26, q. CCLXXIX. 22, 23, ibid. - Deut. XIV, v. 1, q. CCCXXI. 21, q. XXX. 21, q. XXXVII. 6, q. XLII. 8, q. LIX. 6, 9, 11, q. XXX. 4, ibid. - Deut. XVI, v. 16, q. XVIII. Deut. XXXI, 16, 17, q. CXLIX, c. 9. 1, q. CCLXXIX. 8, q. XXXVI. 43, q. CCLXXX. 48-52, q. CCI.XXXI. 24, XIX, v. 47, q. CCLX. 7, q. CCLX. 4, q. CXV. - Judic. X, v. 14, q. LXXXIX, c. 4. 8, q. CCXL. c. 4. — I Reg. cap. XXVIII, v. 18, q. I, c. 26. 7, seq., q. LXXXIII. 14, q. CCXCIII. 20, q. CCXCII. 10, q. XXXIV, 31, q. CXV. - - - 1 seq., 11, q. CCCI. 40, q. CCXI., c. 4. 13, 9. CCXL, c. 4. q. CCXL. c. 4. q. .. [] Reg. VII, 13, q. CCCXV. II Reg. XI, 1, q. CCCII. II Reg.XXIV, 1, q. CCCI, CCCXIV. - · III Reg. XVII, 6; q. CCCXXII. III Reg. XXII, 20; q. I. c. 28. IV Reg XX, 6; q CXLIX, c. 8. CII. I Paral. XXI, 5; q. CCXXXVII, CCCXIV. CCCI.-1 Paral. XXII, 8-10, q. CCCXV. 5, q. XXXIV. 7, q. CCXXVI. 18-19, q. CCXL., c. 4.

col. 1181–1182page 587 of 591

Job. cap. VI, XI, XXIII, XXXVIII, q. XXXIV. Psal. VI, vit, INDICES IN QUÆSTIONES. q. I, c. 26.. CLXXIV. 1, c. 28. q. XXXIV. 1, c. 28. Job XXIX, 2, q. I, c 27. 1-2, q. CCLXXXVIII, CCLXXXIX. 1, q. CCLXXXVII. IX, 6, q. CCCV. XIII, 5, q. 1, c. 37. XVIII q. CCCIV. XXI, 7, q. XXXIV. XXIII, 8, q. CXXIX; q. 1, c. 25. XXXIV, 6, q. XXXIV. XLIII, 14, q. XLII. q. XLI. Liv. q. LVI, CCXXXVIII. 24, q. CXLIX, c. 9, 15, q. CCXL, c. 5. LXXII, 10, LXXVII, 54, Eq. LXXXVIII, 49, CI, 25, CII, CILI, CX).IX, c. 15. XXXIII.-Ps. LXXVIII, v. 4,g. XLU. I, c. 25. - Vers. 21, q. CCCXV. CXLIX; c. 15; CCXL, c. 5. 9. IX. q. XXXIV. q. CXLIX, c. 5. CVI, q. I, c. 27. CVII, q. XLII. CXIII, q. CXI. CXXVI, 12, q. XLII. CXXX, 1, CCXCIX. CXXXIV, 15, CXI. CXLVI, 10, q. XLII. CXL, CCXC. CXLI, 1, CCXCI. Proverb. cap. 1, 6, XXXIV. IV, XI, XX, Sapientia, cap. !, VI. 31, q. CXLIX, c. 23. 10, q. CXLIX, c. 9, 17. 30, ibid. 6, (LXX), q. IX. 13, q. CCXL, c. 4. 7, q. CCLXXXI. - - Prov. VIII, v. 22, 26, q. XXXVI. Eccle. cap. I, 2, q. 1, c. 37. 4, q. LXV, cap. II. - - Vers. 14, q. XLIV. JIT, VI, VII, IX, X, XI, 19, q. CXLIX, c. 7. 3-5, q. LXVIII. 15-18, q. LXVIII, LXIX, CXLIX, c. 8, 9. 4-8, q. XLIV, XLI. 8-10, q. LXIII, LXIV. 1, q. LXII. Eccli. cap. XI, 16, q. XXXIV. XXIII, 29, q. CXLIX, c. 13. Isa. cap. I, 1,2q. XLII, CLXIX, CCLIX.! 1, q. CCLX. 8, 9, q. 1, c. 28, XLI. vili, 22, q. XXXIV. XIV, XXIX, 12, q. XXXIV. 15, q. XLII. XXX, 1-3, ibid. XXXVIII, XLII, XLV, LIII, LIX, LX, LXIII, LXIV, LXVI, Jerem. cap. II, IX, X, XLIX, Ezechiel. cap. Į,. ill, Dan. cap. X, Amos. cap. III, Mich. cap. Matth. cap. I, - II, = III, q. CXLIX, c. 9. q. CXLIX, c. 5. 7, q. CCCI. 1 seq., q. I, c. 27. 1 seq., g. 9, XLII. 2, q. XXXIV. 1-11, seq., q. 1, c. 27; q. XLII. 5, q. XLII.' 4, q. XXXIV. 12, q. CCLIX. 21, q. CCLX. 1, p. 1, c. 27. 23, q. XLII. 13, q. CLXXV. q. LXXXVII. 4-7, CXLIX, c. 9. 13-20, q. XXXVI. 6, q. 1, c. 23; CCXL, cap 6. 8, q. XXXIV. 18-20, q. XXII, C. 22, q. XXV. 25, q. CLXXI. q. CCCVI. 8, q. CCCVII. 16, q. XXVI. 6, q. XXIX. 9, q. XXXI. CCX. 11, q. XXXIV, CCXVI. 12, q. XXXII.

col. 1183–1184page 588 of 591

INDICES IN QUESTIONES. - Ibid. 19, q. XCII. Matth. cap. IV, vers. 11, q. CCLXXIX. 21, 9. X. V, VI, VII, 12, 16, 17, q. XCIV, CXCIX. 28, q. CCXXI. 58-59, q. XXXVII, XLVI, CHI, CXXXV. q. XCIV. q. CCXIV. XXX. CC. vui, LX. IX, ✗, 12, q. XXXIV. 21, q. CCXLVIII. 9, 10, q. 1. 16, q. XXXIV. XXX. xl, LXXIX, CCCIX. XXXIV. XII, q. XLIX, CCXIII. q. XLV, CCXV. XIII, q. XXXIV. XXVI. q. XXXIV. q. CCXLVIII. XIV, XV. q. CCCVIII. XXXIV. XVI, XVII, XVIII, CCCXVIII. X. XXXIV. q. V. ΧΙΧ, XX, 22, XXI, 32, 22, q. I, c. 19. 14-21, q. XXXIV, CXCVIII. 12-15, q. XXXIV. CCLX. q. XXIX, CCLXXIX. XXII, q. CCXLIV. XXIV, q. XXXIV. 56, XXV, 2.6, 12, CXIV. q. XXXIV. XXVI, XLVIII Marc. cap. 1, III, XXVII, XXVIII, IV. VILI, X. XII, XIII, XIV XVI, III, 31, q. XV. 13, q. LV. 32, - q. CX. Vers. 45, q. 1. 67, q. CXXXIII, c. 3. 69-75, q. XCVII. 51, q. CCXII. 19, q. XLIII, c. 1. q. XXIX. q. CCXVI. q. XXIX. q. L. q. XLIX, CCXIII. q. XLV, CCXV. 9. I, c. 27. 15 17-18, q. CCVIII. 38, q. CCLX. 16, q. CCLX. 52, q. CXIV. 28, q. CX. 9, q. CLVIII. 8-20, q. CLV, v. 21, q. CXVŅI. 25 seq., q. CLVI. 5 seq., 9. CLVII, CLXXVI. 2-5, q. XXIX. 17, q. XXXII. 8-16, q. XXIX, XXXI, CCX, CCXVI. q. CCXXII. q. XXXIV. XI.VIII. CLVIII. Luc. cap II, VII, VIII, XXXIV, LXXVI CCIX. IX, I. ✗, q. CCCXX, I. 1. XII, 9. XLIX, CCXIII. XIUI, XV, XVI, XVIII, XXI. XXII, XXIII, q. Cl. q. CCLXXXI. CCXL, c B. 19, 38, q. XXXIV. 9. CLXXV. XXXIV. CCIX. q. XXXV. q. 1. CCXIX. , q. XCVII. 1, c. 22. 1†, 32, q. CLXX.

col. 1185–1186page 589 of 591

Joan. сар. XXIV, 1, vers. INDICES IN QUESTIONES. 42-43, q. VI, XV.. 5, q. CCXII. 49, q. CCLXXIX. 3-4, q. 1, cap. 32–33–37. 14, q. XXXVI, CCXL, c. 4.—Ibid. 16-17, q. CCXVII. 18, q. CXIX. 22, q. 1, c. 25. 33, q. XXIX. q. CLXXIV. q. VIII, XXIX. 22, seq., q. LVII. 21-22, q. LXXIV. III, IV, v, 17, q. II. 34, q. XVII, XCVIII. VI, VIII, 71, q. 1, c. 17. 12, q. XXXIV. q. XCVIII, I. IX, 44, q. XLVII, CCXLI, CCXCVIII. q. III. 39, XII. X, XII, XIV, 8, q. 1, c. 53. 35, q. XXXIV. 37-38, q. CLX. 40, q. XLI. 2-3, q. XCVI. 4-5, q. XCIX. 10, q. CLIX. 28, q. XCV. XV, XVI, 13, q. CCXL, c. 4. 16, q. I, c. 17. XVIII, 12, q. XXXIV. 23, q. 1, CXXXV. XIX, 34, q. CCCX, CCLX. 25, q. XXXIX. xX, 17, q. CCXVIII. vers. 1, q. CXXIII, XY. Act. apost. cap. 1, 1}, V vil, IX, ✗, XII, XIII, XIV XVII, XXIII, XXVI, XXVII, 4, q. CXXV. 10-11, q. CXXVIII, CCLXXX. 6, q. LXXXI. 38, q. XLIII. 1 seq., q. I, c. 19; IV, 15-18, q. XCII. 6, q. CCCXI, 1, c. 22. 14-15-16, q. XLIII, c. 10. 42, q. CXCII. 7, q. CCLXXIX. 10, q. 1, c. 20. - Ibid. 23, q. CCCXV. 10-12, q. CCCII. 23, q. CCIII. 28, q. CLI. 3, q. I, c. 20. - 28, q. CCLXXXII. g. CCLXXIX. In Pauli Epistol., q. XCII, XCIII, CXVI, CVII. Rom. cap. 1, II. HI, V. vil, VIII, 18, ,الا XII, 1 ad Cor. cap. II JII, IV. v, VII, IX, '✗,' ver - 1, q. CXXXVI. +. q. CCLXXXIII. XVI, 16 seq., q. LXXXIII. 13, q. XCI, CCLXXXIV. 16, q. CLXIV. - - Ibid. 7, q. XCIII. III, 1-5, q. XCII. 9. 17, q. CCLXXXV. 24-26-28, q. XLI. 4-6, q. CCLXIX. 5, q. LXVII. 19, q. CXLIX, c. 12, 'q. LXXXIV. 24, q. I, c. 27. 21 seq., q. CLXI. 29, q. CXLIX, c. 9. 3, q. CXII. 8, q. XLI. - 34-35, q. 1. c. 25. - - V. 4-5, q. XCII. Ibid. 18, q. CCXXXIX. - Ibid. 33-34, q. XCII. Cap. X, v. 14-16, q. XCII. 20, q. LII, 1.XXIX. vers. 9, q. VI, XV, CLI. q. XXXIV. 13, q. CXXXIII. 5, q. CCLXXXVI. 78, q. CCLXIV. — VI, 1, q. XCII. 29. Præfat. - XI, XIV', XIV, XV, 11 ad Cor. cap. 1, - IV, vers. 9, q. XXX. - Ibid. 26, q. XCII. 1-4, q. CCLXV., . 11, 'q. VII. q. CCLIII. 10, q. CVIII. 27, q. LXXIII. 30, q. CCXL, c. 5. 20, q. XXXIV. 22, q. CCXLVIII. 32-35, q. CLI. 6. q. XCIII. 4, q. XLI. - - Ibid. 35-50, q. XXII. Ibid. V, 15, q. XCII. PATROL. GR. CI.

col. 1187–1188page 590 of 591

Gulal. Coloss. Ephes. || PHOTJI PATRIARCIIÆ CP. 17, q. CLXVII. 20, q. CCXXXII. 11, 9 6, q. - 1.XXXV. IX, 13-14, q. XCIII. XCII. V, VI, XI, XII, 6, q. CCCI. сар. III, IV, vers. 27, 9. CXXVH. 4, զ. CCXXVII. V. VI, cap. сар. Philipp. cap. II Thess. cap. 1 Tim. cap. II Tim. cap. Til. сар. Hebr. cap. VI, VI, IV, 15, q. LIV, CXLVIII. 15-16, q. CLI. vers. 15, q. CLXII. 24, q. CXXI, XCIII. 22, q. XCIII. vers. 15-16, q. XCIII. - 6, q. CCXLIV. 37, q. V, 2-3, q. XCII. VII. - III, 4-13-16, q. XCII. 14, q. CLI. IV, 20-22, q. XCIII. 2, q. XXXIV. 12, q. CXXII vers. 20, q. CXX. 7, q. XXXVI. 13-14, q. XCIII. 20, q. XCII. vers. 14, q. XCIII. 1, q. CLXII. 4, q. XXXII. 14-15, q. LXXII. 11-17, q. XCIII. - vers. 14, q. 1, c. 29. vers. vers. 21, q. XCII. 12, q. CLI. 3, q. XXXVI. 14, q. XXXIV. 17, 9. XXXVI. CXLIX, c. 25. Jac. сар. I Petr. cap. II Petr. cap. I Joan. cap. Judre, IV, IX, XI, >>__= ≥ ñ__≥>=E>>> ĐESE IV, II, Apoc. cap. III, - vers. ། ། ། vers. vers. - vers. - 12, q. 15, q. XXXVI. 29, q. CCLXVIII. — X, 1, q. CCXVII. q. I, c. 23. 21, q. CCXXXVII. 29, q. XXXII. 9, q. CXXXVI, c. 3. 13, q. I, c. 25. 4, q. CLXXVIII. 9. g. CLXXVII. 3-16, q. CLXXIX. 15, q. XXXV. 5, q. LXXXVI. 8, q. XXXIV. 18, q. CXXXII. 19, q. XXXIV. 17, ibid. 15-16, q. XCII. 12 seq., q. CXXXII. 9, q. VIII. vers. 6-9-13-15, q. XXXIV, CLI. 23, q. IV. 21, q. CCXLIV. 5, q. XXXIV. VII. PATRES ALIIQUE AUCTORES QUI A PHOTIO IN AMPHILOCHIIS ADDUCTI RECENSENTUR. Apocrypha, V. T., Moysis, Eliæ, Jeremiæ, Enoch. q. CLI. Apollinaris, q. I, c. 53. Aratus, q. CLI. Jeremia, Enoch. 9. Aristoteles, q. CXXXVII, CXXXVIIII seq. LXXVII, c. 10. Aquila, q. XL, CXV, CLÍV, CCLV. Asterii, q. CCCXII. Athanasius, q. CXIX, CXLIX, c. 13 (Epist. ad Joan. et Pallad., q. CXLIX, c. 5). Basi ius, q. CXIX, CXLIX, c. 5. (Sermo de Julitta mart. vel sermo 2, de Euchar. c 5; q. CXLIX, c. 6; CCAL, c. 6. Hom. I de hominis structura, q. XXXVI, not.) Callimachus, q. CLI. Cyrillus Alex., q. CCXLIII. Dionysius Areop. q. CXIX. Epimenides, q. CLI. Eulogius Alex., q. CXXXII, not. Eusebius Cæsar., q. CCXXI. Gregorius Nazianzenus, q. LXX, XXXVI. Orat. in S. Basil., q. CXLIX, c. 3. - Orat. 2 de Filo, q. LXXVIII. — Hom. II in Pascha, q. XXXVI. -Orat. in S. Lumina, q. CCXXXIII. Heracleon, q. CCXVII. Job monachus, not. ad q. CLXXXVIII, CXCI. Joannes Chrysostomus, q. CXIX, CLXI, CCXVII. Joannes Climacus, q. CCLXXIII. Joannes Damascenus, q. XXXII, LXXX. Julianus Apostata, q. Cl, CIX. Lucianus, q. CLIV. Macedonius, q. I, c. 35. Maximus, q. LXXX. Menander comicns, q. CLI. BEZ

col. 1189–1190page 591 of 591
PG 101:1189Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ. Φωτίου. Ἀβραὰμ διὰ πίστεως ἐδικαιώθη. Τούτῳ πιστεύσαντι εἶπεν ὁ Θεός· Πληθυνῶ τὸ σπέρμα σου, καὶ δώσω σοι τὴν γῆν. Καὶ ἐν σοὶ ἐνευλογηθήσονται πᾶσαι αἱ φυλαί. Εἰ οὖν ἀληθῆ φθέγγεται ὁ Θεὸς, καὶ σπέρμα Ἀβραὰμ οἱ Ἰουδαῖοι μόνοι τυγχάνουσιν, οὗτοι δὲ οὔτε τῆς γῆς ἐκράτησαν πώποτε, οὔτε κρατοῦσι· ποῦ ἐστι τὸ τοῦ Θεοῦ ἀληθὲς τὸ πρὸς Ἀβραὰμ εἰρημένον; Ἀλλ᾿ ἐπεὶ ἀδύνατον ψεύσασθαι Θεόν, φανερόν ἐστιν, ὅτι τὴν τῶν ἐθνῶν Ἐκκλησίαν σπέρμα ἐκάλεσεν ὁ Θεὸς τοῦ Ἀβραάμ. Τοῦτο δὲ γέγονε διὰ τοῦ ἐξ αὐτοῦ μέλλοντος γεννηθῆναι Χριστοῦ. Εἰς ὃν πιστεύσαντα τὰ ἔθνη σπέρμα Ἀβραὰμ ἐκλήθησαν, οὐ νόμῳ φύσεως, ἀλλὰ χάριτι. Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ ἐφάνη αὐτῷ, λέγων. Φωτίου. Εἰς ἀπορίαν καταστὰς ὁ Ἰωσὴφ περὶ τῆς Παρθένου οὐκ ἠπίστατο ἀσφαλῶς τί δεῖ καὶ διαπράξασθαι. Ἀποροῦντι δὲ αὐτῷ ὤφθη ὁ ἄγγελος λύων αὐτοῦ τὴν ἀμηχανίαν, καὶ ἔτι πρὸς τὴν ἀλήθειαν ὁδηγῶν. Εἰ γὰρ ἐγίνωσκε παρανόμου μίξεως εἶναι τὴν κύησιν, οὔτε λάθρα ἂν ἠβουλήθη ἀπολῦσαι οὔτε φανερῶς, δίκαιος ὤν· ἀλλὰ πάντα ποιῆσαι ὅσα ὁ νόμος ἐκέλευε. Διὰ γὰρ ταύτην τὴν αἰτίαν ἠπόρει ὁ Ἰωσήφ, καὶ ὤφθη ὁ ἄγγελος λύσων αὐτοῦ τὴν ἀπορίαν. Μαρίαν τὴν γυναῖκά σου. Φωτίου. Γυναῖκα τοῦ Ἰωσὴφ καλεῖ ἡ Γραφὴ τὴν
Page scan enlarged

Notebook

Full View