PG 105Nicetas of Byzantium
Refutation of the Letter of the King of Armenia
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 587–588page 1 of 38
PG 105:587Νικήτα Βυζαντίου φιλοσόφου Εκθεσις κατασκευαστική μετ' ἀποδείξεως τοῦ Χριστιανικού δόγ ματος, ἐκ κοινῶν ἐννοιῶν, καὶ διαλεκτικῆς μεθόδου, καὶ φυσικῶν ἐπιχειρημάτων, καὶ συλλογιστικής που Αυτεχνίας προαγομένη· καὶ ἀντίῤῥησις τῆς σταλείσης ἐπιστολῆς ἐκ τῶν ᾿Αγαρηνῶν πρὸς Μιχαήλ βασι λέα υἱὸν Θεοφίλου, ἐπὶ διαβολῇ τῆς τῶν Χριστιανῶν πίστεως Δυσθήρατόν τι χρῆμα ἀλήθεια, καὶ τούς γε λίαν ὀξυ ωπούντας. Αντίρρησις, καὶ ἀνατροπὴ τῆς δευτέρας ἐπιστολῆς τῆς σταλείσης παρὰ τῶν Αγαρηνῶν πρὸς Μιχαὴλ βασιλέα υἱὸν Θεοφίλου, ἐπὶ διαβολῇ τῆς τῶν Χριστιανῶν πίστεως Ἐβουλόμην, ὦ φίλος, τὸν περὶ πίστεως ἡμῶν, τοῦ Χριστιανικοῦ λέγω δόγματος, λόγον. Ανατροπὴ τῆς παρὰ τοῦ ᾿Αραβο; Μωάμεθ γραφείσης βίβλου ἐν κεφαλαίοις λ' Μεγάλων καὶ τῶν ὑπὲρ ἡμᾶς ἀξίων ὑπαρ Νικήτα Βυζαντίου φιλοσόφου καὶ διδασκάλου ἔλεγχος καὶ ἀνατροπὴ τῆς σταλείσης ἐπιστολῆς ἐκ τοῦ ἄρχοντος τῆς ᾿Αρμενίας, ἐπὶ διαβολῇ τῆς ὀρθοδόξου ἡμῶν πίστεως, καὶ τῆς ἁγίας καὶ οἰκουμενικῆς τετάρτης συνόδου, ἐξ ἐπιτροπῆς τοῦ φιλοχρίστου καὶ εὐσεβεστάτου βασιλέως ἡμῶν. Ἐγράφη δὲ πρὸς τὸν ἄρχοντα ἐκ προσώπου τοῦ πατριάρχου Προλεγόμενα, καὶ ἐξήγησις τῶν πέντε φωνῶν Ρ. Μέλλοντες σὺν Θεῷ ἄρχεσθαι.
col. 589–590page 2 of 38
PG 105:589ΝΙΚΗΤΑ ΒΥΖΑΝΤΙΟΥ ΕΛΕΓΧΟΣ ΚΑΙ ΑΝΑΤΡΟΠΗ ΤΗΣ ΣΤΑΛΕΙΣΗΣ ΕΠΙΣΤΟΛΗΣ ΕΚ ΤΟΥ ΑΡΧΟΝΤΟΣ ΤΗΣ ΑΡΜΕΝΙΑΣ ΕΠΙ ΔΙΑΒΟΛΗ ΤΗΣ ΟΡΘΟΔΟΞΟΥ ΗΜΩΝ ΠΙΣΤΕΩΣ ΚΑΙ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΤΕΤΑΡΤΗΣ ΣΥΝΟΔΟΥ, ΕΞ ΕΠΙΤΡΟΠΗΣ ΤΟΥ ΦΙΛΟΧΡΙΣΤΟΥ ΚΑΙ ΕΥΣΕΒΕΣΤΑΤΟΥ ΒΑΣΙΛΕΩΣ ΗΜΩΝ. Εγράφη δὲ πρὸς τὸν ἄρχοντα ἐκ προσώπου τοῦ πατριάρχου. α'. Θεοῦ φιλανθρωπίᾳ, καὶ θείοις κρίμασι, καὶ εδ μενείᾳ τῶν πανευσεβῶν καὶ ὀρθοδόξων ἡμῶν βασι λέων, τὸν ἀρχιερατικὸν βαθμὸν τῆς βασιλίδος πόλεως πηδαλιουχεῖν ἀναδεδεγμένος, πάσῃ σπουδῇ καὶ προ θυμίᾳ τὸ λογικὸν ποίμνιον τοῦ ἀρχιποίμενος ἡμῶν Χριστοῦ ἐννόμως διέπειν καὶ διιθύνειν ἐπείγομαι καὶ, ὡς ἡ δύναμις ἐγχωρεῖ, καὶ λόγος ἐν ἀνοίξει τοῦ στόματος παρὰ τοῦ τῶν ὅλων χορηγεῖται, καὶ θείοις δίγματι καταρτίζειν πυκνῶς τοῦτο ἐσπούδακα, ὡς ἂν χώρα, μὴ λάβῃ ὁ τῶν ζιζανίων σπορεὺς διάβολος, καὶ τῷ ἀδόλῳ καὶ καθαρωτάτῳ σίτῳ, τουτέστι τῇ εἰλι κρινεῖ καὶ ὀρθῇ πίστει καὶ διδασκαλίᾳ, ἐν ᾗ βεβαία καὶ ἀσάλευτος ἡ καθολικὴ καὶ ἀποστολική Εκκλησία ἕστηκε, ζιζάνια, ήγουν αἱρετικάς τινας ἐννοίας ἐπι σπείρῃ, καί τινας τοῦ θείου ποιμνίου καταλυμήνηται. Διά τοι τοῦτο, εἰ καί τινες τῆς αὐλῆς Κυρίου ἐντὸς γενόμενοι, καὶ τοῦ καθ᾿ ἡμᾶς μυστηρίου μετασχεῖν καταξιωθέντες, εἶτα ὑπό τινων εἰκαίων ἀνδρῶν κατασυρέντες, ἢ καὶ ἐξ ἀμαθείας, ἢ καὶ ἐκ προγονικῆς δυστροπίας κεκρατημένοι, καὶ μὴ λίαν ὀρθῶς τὸν ἀκριβῆ λόγον τῆς ἀληθείας καὶ καθαρᾶς δόξης τῶν Χριστιανῶν πρεσβεύοντες τυγχάνοιςν, τούτους πῆ μὲν τῇ κατὰ στόμα ὁμιλίᾳ ἐπανορθοῦν, καὶ ἐπιβεβαιοῦν εἰς τὸν τῆς ἀληθείας καὶ τοῦ ὀρθοῦ δόγματος λόγου προθυμούμεθα· πῇ δ' οἷς κατά πρόσωπον όμι
col. 591–592page 3 of 38
PG 105:591λεῖν, ὡς πόρξω που διεστῶτες, ἐξαδυνατούμεν, τού τους διὰ γραμμάτων ἐπιστηρίζειν σπουδάζομεν· καὶ ἁπλῶς εἰπεῖν, πάντα τὸν περιούσιον λαὸν, καὶ τὸ βα σίλειον ἱεράτευμα χρηματίσαν Κυρίου, καὶ δεομένους ὠφελείας τῆς κρείττονος, ὡς οἷόν τε, ὁδηγεῖν ἡμᾶ; ἐπάναγκες. Τουτὶ γὰρ χρέος· ἀφωσιωμένον ἀρχιερεῦσιν ἀεὶ καθέστηκε. Ταύτῃ τοι διαθέσει ψυχῆς καὶ πρὸς τὴν εὔκλειαν τοῦ πεποθημένου ἡμῶν τέκνου, καὶ χρονίας ἡμῖν ἀγάπης πρὸς αὐτὸν καθισταμένης, καὶ πλείστων, ὡς εἰκὸς, πρὸς τὸ γράφειν ἡμῖν συν ωθούντων, ἔδοξε μᾶλλον διὰ τὴν οὐκ οἶδ' ὅπως, ἐκ πολλοῦ χρόνου ἐν τοῖς τῆς ᾿Αρμενίας κλίμασι δόγματος οὐκ ὀρθοῦ ἐπεισρυέντος καὶ ἐπισκήψαντος, Σεβή ρου τινός, φημί, αιρεσιάρχου καὶ τοὺς ἐκεῖσε πάντας καταλυμηναμένου πρὸς τὸ γράφειν παρορμηθῆναι. *Οθεν δὴ τῆς ἡμετέρα; ἐπιστολῆς πολλαῖς ἀποδείξεσι χρησάμενοι, ἐν αἷς θᾶττον πρὸς τὸ δέον καὶ ὑμᾶς πεισθήσεσθαι ἐδόκουν, καὶ ἀναμνηθέντας τὸ ἀληθὲς τῆς ἀμώμου καὶ καθαρᾶς πίστεως τοῦ κατὰ Χριστὸν μυστηρίου μεθ' ἡμῶν στῆναι· καὶ ἅμα τὸν ἕνα Χρι στὸν καὶ Κύριον, καὶ Θεὸν ἡμῶν τὸν ἐκ δύο φύσεων, καὶ ἐν δύο φύσεσι, καὶ δύο φύσεις ἔχοντα, μιᾷ δὲ τῇ ὑποστάσει ὄντα κυρίως δοξάσα:. υπερ ἀνέκαθεν καὶ σχεδὸν εἰπεῖν ἡ ὑφήλιος πᾶσα, καὶ οἱ ἀρχιερατικοὶ πέντε θρόνοι τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας τὸ τηνικάδε ἐν τῇ Χαλκηδονέων μητροπόλει συναθροισθέντες, καὶ κατὰ πάντα ὀπαδοὶ καὶ ὁμός φρονες ταῖς πρώην τρισὶν ἁγίαις συνόδοις γενόμενοι, κατὰ μηδὲν διαφωνήσαντες συνοδικῶς ὥρισάν τε καὶ ἐθέσπισαν. Τοιγαροῦν ἔκτοτε καὶ μέχρι τῆς σήμερον οἱ ὀρθῶς καὶ εὐσεβῶς μετὰ τῆς καθολικῆς καὶ ἀπο στολικῆς Ἐκκλησίας βιοῦν ἐθέλοντες, τὴν ἐκεῖσε συγκροτηθεῖσαν σύνοδον ἁγίαν καὶ οἰκουμενικὴν τε τάρτην πρὸς ταῖς ἄλλαις τρισὶν ἀσμένως ὑποδεχόμενοι, διαπαντὸς σέβουσι. Μενούνγε ἐλπὶς ἡμῖν οὐχ ἡ τυχοῦσα παρῆν, ὅπως ἐκ τῆς ἡμετέρας ἐπιστολῆς πεισθέντες, ὅτι τάχιστα τῆς χείρονης δόξης μετα σταίητε, καὶ πρὸς τὸ παρ' ἡμῶν ὀρθὸν δόγμα τῆς ἀληθείας πρεσβευόμενον, ήγουν τὸ δοξάζειν δύο φύσεις ευμαρώς μεταπέσοιτε. β'. Ἐπεὶ οὖν τὸ ἐλπιζόμενον ἡμῖν εἰς πέρας οὐκ ἐκβέβηκεν, ἀλλὰ καὶ πρὸς τὰ γραφέντα ἐδυσχέρανας καὶ οὐ μόνον τουτί, ἀλλὰ καὶ ἀντειπεῖν καὶ ἀντι ῥητικοὺς ἡμῖν λόγους γράψει επειράθης, τούτου χά ριν πυρωθεὶς τῷ θείῳ ζήλῳ, καὶ τὴν τῆς σιωπῆς ὑφορώμενος δίκην, οὐδ᾽ ἐνταυθοί ἀτημέλητόν σε καὶ ἀθεράπευτον καταλιπεῖν ᾠήθημεν. Διὸ ὅσα μὲν ἐν τῷ γράμματί σου ἐπὶ διαβολῇ τῆς ἡμετέρας άλη Εινῆς ὁμολογίας ἐμφέρεται, καὶ ἄξια ποσῶς λόγου ὄντα, ταῦτα εἰς μέσον ἀγαγόντες, ανατρέψαι πειρα σήμεθα. Τοιγάρτοι μικρὸν μετὰ τὸ προοίμιον τῆς σῆς ἐπιστολῆς οἱονεὶ ἐπισφίγγων καὶ ἐπισυνδέων τὴν τῆς ἀγάπης κτησιν μετὰ τὴν εἰς μίαν ὁμολογίαν τῆς ἀλη Οινῆς καὶ ἀμωμήτου πίστεως, σπουδάζων τοὺς ὁμοι τρόπους ἐν οἴκῳ Κυρίου φωτίζεσθαί τε καὶ καταρτίζεσθαι· Εἰ καί τινες ἀπέδρασαν ἐκ ταύτης τῆς καλῆς καὶ ὀρθῆς ὁμολογίας, ἧς παρέδωκαν οἱ ἅγιοι ἀπόστολοι, καὶ κατώρθωσαν αἱ ἅγιαι τρεῖς σύνοδοι, καὶ τὰ ἑξῆς, ἀριδηλότατα ἡμῖν διὰ τούτων καὶ μίαν ὑπόστασιν ἐπὶ τῆς οἰκονομίας Χριστοῦ,
col. 593–594page 4 of 38
PG 105:593ενέφηνας τὴν σεαυτοῦ δόξαν ἀποσεμνύνων, καὶ μακα ριστοὺς εἶναι οιόμενος, οἷς ἂν μετὰ τῆς ἐνθέου ἀγά πῆς καὶ ἡ τῆς ἀληθοῦς πίστεως ὁμολογία μία πάρο εστι. Τίς δὲ αὕτη ἡ ἀληθεστάτη ὁμολογία, ἣν οι ἀπόστολοι παρέδωκαν, καὶ αἱ ἅγιοι τρεῖς συνοδοι κατώρθωσαν, εἰ καί τινες ἐκ ταύτης τῆς ὀρθῆς πίσ στεως ἀπεδυσπέτησαν; Πάντως ἐρεῖς τὴν σεαυτοῦ, ἥτις μιᾶς φύσεως τὸν ἕνα Χριστὸν καὶ Θεὸν ἡμῶν ἐκ διαφόρων φύσεων μετὰ τὴν ἔνωσιν ἀποτελεσθέντα ὁμολογεῖ, καὶ ἐκ δύο φύσεων, καὶ δύο φύσεις ἔχοντα ἐν μιᾷ ὑποστάσει ὄντα ἀρνεῖται. Τοῦτον γὰρ τὸν τρόπον τῆς συνθέσεως παρακατιὼν ἐν τῇ τοῦ θείου Λόγου πρὸ; σάρκα ενώσει γεγενῆσθαι σαφῶς διαγης ρεύεις. Βαβαὶ τοῦ θαύματος! Πῶς εἰς τοὺς αὐτόπτας καὶ θείους κήρυκας τῆς ἀληθείας, ἀλλὰ μὴν καὶ τοὺς κατά διαφόρους χρόνους συνοδικῶς συνειλεγμένους ἁγίους καὶ θεοφόρους άνδρας τοσοῦτον ἐπιχέεις τὸν μῶμον; Τίς γὰρ τῶν ὑγιῶς κρίνειν εἰδότων, παρα δεδόσθαι, ἢ βεβαιοῦσθαι φήσειε παρὰ τοῖς ὑπηρέται; τοῦ λόγου, ἡ τοῖς θείοις Πατράσι τὴν ούτωσὶ παρὰ σοῦ πρεσβευομένην δόξαν, τὴν φάσκουσαν τὸν Χριστὸν μιᾶς φύσεως μετὰ τὴν ἕνωσιν εἶναι, καὶ ἐκ δύο μὲν ἀποτελεσθεῖσαν τὴν ἕνωσιν, ἐν δύο δὲ, ἢ δύο εἶναι τὸ φύσει μετὰ τὴν ἕνωσιν ἀπαγορεύουσαν; Διὸ εισαχθήτω ὁ κορυφαῖος τῶν ἀποστόλων Πέτρος, διὰ τῆς ἑαυτοῦ ὁμολογίας ψευδηγοροῦντά σε δεικνύων, καὶ δι᾽ ἐκείνου ἅπας ὁ τῶν ἀποστόλων σύλλογος. Καὶ γὰρ Χριστὸς ὁ Κύριος καὶ Θεὸς ἡμῶν τῷ τῶν ἀποστόλων ἔφη κορί φαίῳ Πέτρῳ· Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρα οικοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Τοῦτον δὲ τὸν λόγον ὁ Κύριος ἔφη τῷ Πέτρῳ, ἡνίκα πρὸς τὸν Κύριον, ἑαυτὸν Υἱὸν ἀνθρώπου κεκληκότα, Πέτρος είρηκε Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Καὶ συνήχθησαν ἐπὶ Χριστοῦ τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν ἀμφότεροι οἱ λόγοι, καὶ πεπίστωται, ὅτι καὶ Θεὸς καὶ ἄνθρωπός ἐστιν. Εἰ οὖν ἀμφότεροι οἱ λόγοι, τῆς θεότητος, φημὶ, καὶ τῆς ἀνθρωπότητος τοῦ ἑνὸς ὄντος Χριστοῦ καὶ Κυρίου καὶ Θεοῦ ἡμῶν, μετὰ τὴν ἕνωσιν αὐτοῦ κατηγοροῦνται, καὶ εἷς καὶ ὁ αὐτός ἐστιν ὁ ἀΐδιος Υἱὸς, ὁ πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Πατρὸς ἀχρόνως καὶ ἀπαθῶς γεγεννημένος, ὅ; ἐστιν ὑπόστασις μία τῆς ἁγίας Τριάδος, Θεὸς (ος τῷ Πατρὶ κατὰ τὴν ἀϊδιότητα, τὴν πατρικὴν οὐσίαν καὶ φύσιν ἀϊδίως ἐν ἑαυτῷ ἔχων, ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθέν νου σαρκωθείς, καὶ ἐνανθρωπήσας, οὗτος ὁ ἀΐδιος Υἱὸς ἀτρέπτως καὶ ἀναλλοιώτως, καὶ γεγονώς ὡς εἴς τῶν ἀνθρώπων κατὰ πάντα, χωρὶς ἁμαρτίας, προσ ειληφώς τὴν ἡμετέραν, ἣν οὐκ εἶχε, φύσιν, μεμενηκυίας αὐτῷ τῆς θείας, ἣν ἀϊδίως προείχε, φύσεως φανερόν, ὅτι ἐν δύο φύσεσι καὶ δύο φύσεις ἔχων ἐστὶν ὁ εἷς τῇ ὑποστάσει Χριστὸς μετὰ τὴν ἔνωσιν· εἴπερ τὸ Θεὸς ὄνομα καὶ ἄνθρωπος φύσεών εἰσι δηλωτικά, ὡς κατὰ πολλῶν φερόμενα. Οὐκοῦν τὸ τῆς εἰς Χριστὸν ὁμολογίας τοῦ ᾿Αποστόλου ἀληθινὸν δόγμα ὁ τῆς ἐκ Χαλκηδόνι συγκεκροτημένης θείας συνόδου τῶν ἁγίων Πατέρων ὄρος ὀρθοτομεί, τὸν Χριστὸν ὁρίζων μίαν ὑπόστασιν ἐκ τῆς ἁγίας Τριάδος εἶναι, δύο φύσεις ἔχοντα, φύσιν θείαν καὶ φύσιν ἀνθρωπίνην.
col. 595–596page 5 of 38
PG 105:595καὶ οὐσιώδη ἕνωσιν τῶν δύο φύσεων, τῆς θεότητος, λέγω, καὶ τῆς ἀνθρωπότητος ἐν τῷ ἑνὶ Χριστῷ, ήγουν τῇ μιὰ ὑποστάσει θεωρεῖσθαι. Οὐδαμῶς οὖν ἡ ἀναιροῦσα ἁγία σύνοδος τὸ τοῦ ματαιόφρονος Νεστορίου φρόνημα, τὸ δοξάζον ἐπὶ Χριστοῦ δύο πρόσωπα, συνεισάγει ἐξάπαντος τὸ μίαν φύσιν ἐπὶ Χριστοῦ ὁμολογεῖν. Καὶ γὰρ ἐπὶ τῆς θεολογίας, οὐχ ἡ ἀναι ροῦσα πρώτη ἁγία σύνοδος τὸ τρισσὸν τῆς ὁμολογίας τῶν φύσεων τὸ τοῦ ᾿Αρείου φρόνημα, ἤδη καὶ τὸ τρισσὸν τῆς ὑποστάσεως ἀνῄρει. Οὕτως καὶ ἡ ἐν Ἐφέσῳ ἁγία τρίτη σύνοδος ἀναθεματίσασα τὸ διττών τῶν ὑποστάσεων φρόνημα, οὐκ ἤδη καὶ τὸ τῶν φύ σεων διάφορον ἀνεῖλε. Μενούνγε πρὸς βεβαίωσιν τῆς καθ᾽ ὑπόστασιν καὶ οὐσιώδους ἑνώσεως τῶν φύσεων τοῦ ἑνὸς Χριστοῦ, φημὶ δὲ τῆς θεότητος καὶ ἀνθρωπότητος, καὶ τόν τινα ἄνθρωπον ὑποδείγματος χάριν προσείληφεν, ὅς ἐκ δύο μὲν φύσεων, σώματός τε, φημί, καὶ ἀσωμάτου, τὴν σύνθεσιν ἔσχηκε, καὶ ἐν δύο φύσεσι θεωρεῖται, μία τις ὑπόστασις οὖσα ὁ καθέκαστα ἄνθρωπος. Καὶ οὐ κατὰ πάντα ἐξομοιούμενον τὸ παράδειγμα τοῦ τινος ἀνθρώπου πρὸς τὴν κατὰ Χριστὸν ἔνωσιν, ἀλλὰ μόνον πρὸς τὴν τοῦ Νεστορίου κακόνοιαν ἀποτεινομένη, ὃς τρανῶς ἔφα σχε, μὴ εἶναι φύσιν χωρὶς οἰκείου προσώπου, καὶ ἀδύνατόν ἐστιν ἰδεῖν δύο φύσεις καθ' ὑπόστασιν, καὶ οὐσιωδῶς ἡνωμένας ἐν μιᾷ ὑποστάσει, μὴ συνεισ αγούσας καὶ δύο πρόσωπα, ὅπερ ποιεῖ σχετικὴν ἔνω σιν, καὶ διὰ τοῦτο δύο υἱοὺς, και δύο Χριστούς, ὁ δείλαιος ἐκήρυττε. Ταύτῃ τοι τὴν ψευδή δόξαν ἀναι ροῦσα τῷ τινος ἀνθρώπου παραδείγματι ἐχρήσατο. ᾿Αλλὰ καὶ πολλοὺς τῶν θεοφόρων Πατέρων εἰς τὴν κατ' Ἔφεσον ἁγίαν τρίτην σύνοδον προκεκόμικεν δ ἐν ἁγίοις Κύριλλος, συνιστῶν τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν ἐν μιᾷ ὑποστάσε:, ὅς ἐστιν ὁ Χριστὸς ἐν διαφόροις φύσεσι γνωριζόμενος. Τὸ δ' ἐν διαφόροις φύσεσι γνωριζόμενον πάντως καὶ ἐν ἐκείναις ἐστὶν, ἐν αἷς καὶ γνωρίζεται. Ἐπεὶ οὖν ὁ λόγος παρέστησεν, ὅτι τὴν περὶ μιᾶς φύσεως τοῦ Χριστοῦ ὁμολογίαν, οὔτε τις τῶν ἀποστόλων εἴρηκεν, οὔτε μὴν ἐκ τῶν ἁγίων τριῶν συνόδων ἐβεβαιώθη, Μάτην ψευδοεπεῖς, λέγων, ὅτιπερ ἐκ τῶν ἁγίων ἀποστόλων παρεδόθη, ἐκ δὲ τῶν ἁγίων τριῶν συνόδων ἐβεβαιώθη· ὁ λόγος γὰρ μᾶλλον τῶν φύσεων τὸ διάφορον ἐν τῷ ἑνὶ Χρισ στῷ παρέστησε. Τὸ δὲ πάλιν εἰρηκέναι, εἰ καί τινες ἐκ ταύτης (ήγουν τῆς δόξης, τῆς λεγούσης μιας φύσ σεως εἶναι τὸν Χριστὸν μετὰ τὴν ἕνωσιν) ἀπέδρασαν, ὡς δῆθεν τοὺς δύο φύσεις τὸν Χριστὸν ἔχειν μετὰ τὴν ἕνωσιν ὁμολογοῦντας, ἐξ αὐτῶν ἀποδεδρακέναι, ποίας ἀμαθίας ἀνάμεστον οὐκ ἂν εἴη; Τίς γὰρ οὐ σύνοιδεν, ὅτι τὸ μέρος ἐκ τοῦ ὅλου, τὸ ὀλιγοστὸν ἐκ τοῦ πολυ λοστοῦ ἀποδρᾶν εἴωθεν· οὐ μὴν ἔμπαλιν; Διὸ οἱ τῆς ὑμετέρας δόξης πρὸς τοὺς τὴν ἡμετέραν πρεσβεύοντας εἰ παραβληθεῖεν, τὸ ὀλιγοστὸν ἂν καὶ ἐλάχιστον μόριον ἔχοντες φανεῖεν. Ὥστε οὐ δεῖ ἀποφαίνεσθαί σε, ἡμᾶς ἀποδεδρακέναι ἐκ τῆς ὑμετέρας δόξης, ἀλλὰ μᾶλλον τἀληθὲς εἰπεῖν, ὑμᾶς ἐξ ἡμῶν. δ'. Παρακατιὼν δὲ ἐν τῷ γράμματί σου, καὶ ἀπο δυσπετῶν πρὸς τὴν ἀποδοχὴν τῆς ἁγίας καὶ οἰκουμενικῆς τετάρτης συνόδου, διὰ τὸ ἡμᾶς συναρίθμων
col. 599–600page 6 of 38
PG 105:599δὲ τῇ κατ' ἔνδειαν. 'Η δὲ τῆς ἐν Χαλκηδόνι ἁγίας συν όδου θεσμοθεσία μέσην ὁδὸν τῆς ἀληθείας βαδίσασα, καὶ μιμησαμένη τὴν ἁγίαν καὶ οἰκουμενικὴν πρώτην σύνοδον, ἥτις τὴν μέσην ὁδὸν τῆς ἀληθείας ἐδε βαίωσε, καὶ αὐτὴ τὰ παρ' ἑκάτερα άτοπα, τὸ δισσὸν τῶν ὑποστάσεων, ὅπερ ποιεῖ δύο υἱοὺς καὶ δύο χρι στοὺς, ὅ ἐστι κατὰ πλεονασμόν, ἀλλὰ μὴν καὶ τὴν ἔνδειαν, ὅπερ διὰ τὸ ἑνιαῖον τῆς ὑποστάσεως τῇ φύσ σει τὸ μοναδικὸν δίδωσι, τὴν μέσην τάξιν ἔχουσαν ὁδὸν ἀληθείας ἐκράτυνε, καὶ ἀνακηρύττει ἐπὶ τῆς καθ᾽ ὑπόστασιν ἑνώσεως τοῦ Χριστοῦ δύο φύσεις τὰ συνελθόντα, μερῶν τάξιν ἔχοντα ἐν τῷ ἐν Χριστῷ, μίαν δὲ τὴν ὑπόστασιν. Ἐπειδὴ ἡ μεσότης ἐπί τι κοινωνεῖ τοῖς ἄκροις, καὶ ἐπί τι διαφέρει, καὶ ἐν οἷς διαφέρεται τῷ πλεονασμῷ, κοινωνεῖ τῇ ἐνδείᾳ, ἐν οἷς δὲ διαφέρεται τῇ ἐνδείᾳ, κοινωνεῖ τῷ πλεονασμῷ. Οἷόν τί φημι· Τὸ τῆς Ἐκκλησίας φρόνημα, διαφερόμενον τῷ τοῦ ᾿Αρείου κατὰ τὰς φύσεις, κοινωνεῖ τῷ Σαβελλίου, τῷ μίαν φύσιν δοξάζειν· τοῦ δὲ δὴ 21 βελλίου διαφερόμενον κατὰ τὸ μοναδικὸν καὶ Συγχυτικόν τῆς ὑποστάσεως, συμφρονεῖ τῷ τοῦ ᾿Αρείου κατὰ τὸ τρισσὸν τῶν ὑποστάσεων. Οὕτως ἔνεστι σκοπεῖν καὶ ἐπὶ τῆς οἰκονομίας τὴν μέσην ὁδὸν τῆς ἀληθείας δόξαν, ἐπί τι κοινωνεῖν καὶ διαφέρεσθαι τοῖς ἄκροις· καὶ ἐν οἷς διαφέρεται τῷ πλεονασμῷ, κοινωνεῖ τῇ ἐνδείᾳ, ἐν οἷς δὲ διαφέρεται τῇ ἐνδεία, κοινωνεῖ τῷ πλεονασμῷ. Οἷόν τι λέγω - Προκείσθωσαν δέξαι, τοῦ Νεστορίου, φημὶ, καὶ Εὐτυχοῦς, καὶ Σε βήρου, ἡ μὲν δύο φύσεις καὶ δύο πρόσωπα κηρίτ τουσα, ἡ δὲ μίαν φύσιν καὶ μίαν ὑπόστασιν δοξά ζουσα. Φανερὸν ὅτι κατὰ πλεονασμὸν καὶ ἔνδειαν ἔσονται ἀντικείμεναι· εἴπερ τὰ οὕτωσὶ πάντη ἀντί κεινται, καὶ οὐδεμίαν κοινωνίαν φύσεως ἢ ὑποστάσεως πρὸς ἀλλήλας κέκτηνται. Οὐκοῦν ληφθήτω τις δόξα, ἡ τὸ μέσον τῆς ἀληθείας ἔχουσα· αὕτη οὖν ἐπί τι τοῖς ἄκροις ἐποφείλεται κοινωνεῖν, καὶ ἐπί τι διαφέρειν, καὶ ἐν οἷς διαφέρεται τῷ πλεονασμῷ, κοι νωνεῖν τῇ ἐνδείᾳ, ἐν οἷς δὲ διαφέρεται τῇ ἐνδείᾳ, κοσ νωνεῖν τῷ πλεονασμῷ. Τοιαύτη τίς ἐστι καὶ ἡ τῆς ἁγίας τετάρτης συνόδου ἐπὶ Χριστοῦ, δύο φύσεις καὶ μίαν ὑπόστασιν κηρύττουσα, ἥτις διαφερομένη τῷ Νεστορίῳ κατὰ τὴν ὑπόστασιν (ὅτι ὁ μὲν δύο, ή δὲ μίαν κηρύττει), κοινωνεῖ τῷ Εὐτυχεῖ καὶ Σεβήρω, κατὰ τὸ μίαν ὑπόστασιν ὁμολογεῖν καὶ αὐτούς. Πά λιν δ' αὖ διαφερομένη τῷ Διοσκέρῳ, καὶ Εὐτυχεῖ, καὶ Σεβήρῳ κατὰ τὴν φύσιν (ὅτι οἱ μὲν μίαν φύσιν ἐπὶ τῆς οἰκονομίας κηρύττουσιν, ἡ δὲ δύο), κοινωνεῖ τῷ Νεστορίῳ, κατὰ τὸ τὰς δύο καὶ μόνον φύσεις δοξά ζειν ἐπὶ Χριστοῦ. Καὶ οὐ δεῖ ἐκ τοῦ κατά τι κοινωνεῖν, καὶ τὸ ἁπλῶς κοινωνεῖν λογίζεσθαι, καὶ ὡς ὁμόφρονα τὸν κατά τι κοινωνοῦντά τιν:, ταυτὸν ἐκείνῳ λογίζεσθαι καὶ μυσάττεσθαι. Ἐπεὶ καὶ τὸ ἀληθὲς φρόνημα τῆς Ἐκκλησίας, διότι ἐπί τι κοινωνεῖ τοῖς ἄκροις, Ἀρείῳ, φημὶ, καὶ Σαβελλίῳ, καθώς ὁ λόγος παρέστησεν, ἀποκηρυχθήσεται. Καὶ τὶς ἂν ὑποίσῃ τὸ βλάσφημον; Ούτωσὶ καὶ ἐπὶ τῆς ἐν Χαλκηδόνι ἁγίας τετάρτης συνόδου εὐσεβῶς συνοραν ἔνεστι· διότι κοινωνεῖ ἐπί τι τῷ Νεστορίῳ, ήδη όμο
col. 603–604page 7 of 38
PG 105:603ἔξουσαν τὰ φυσικὰ πάθη ἡμῶν καὶ ἰδιώματα. Δια τοῦτό τοι ἔφη· Κατὰ πάντα ὅμοιον ἡμῖν χωρὶς ἁμαρτίας. Πάλιν δ' αὖ ἔτι τοῖς ἀπὸ Νεστορίου Θεο τόκος οὐκ ἐδόκει ἡ ἄχραντος εἶναι Παρθένος, προσ ἔθηκε· Τὸν πρὸ αἰώνων ἐκ τοῦ Πατρὸς γεννηθέντα, ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι' ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς Παρθένου καὶ Θεοτόκου γεννηθέντα κατὰ τὴν άνθρωπότητα. Καὶ ταῦτα μὲν ὀλίγα ἐκ τῆς τετάρ της συνόδου διὰ τὸ μῆκος τοῦ λόγου· ἐπεὶ ἔνεστι πλεῖστα ὅσα, εἴ τις βούλεται, ἐξ αὐτῆς ἀναλέγεσθαι, ἐν οἷς τρανότατα φαίνεται ταῖς τρισὶν ἁγίαις συν όδοις κατὰ μηδὲν διαφωνήσασα, ἀλλ᾽ ὀπαδὸς κατὰ πάντα γενομένη, τὸν αὐτὸν ἕνα Χριστὸν καὶ Κύριον καὶ Θεὸν ἡμῶν κηρύττει, ἐκ δύο φύσεων, καὶ ἐν δύο, καὶ δύο φύσεις εἶναι μετὰ τὴν ἕνωσιν, καὶ τὰς παρ' ἑκάτερα τῆς μεσότητος ἀτοπίας, ὅται ἂν καὶ εἶεν, εξοστρακίζει, καὶ μένει βεβαία καὶ ἀμετακίνητος ἐν τῇ τῆς ἀληθείας μεσότητι. Ταῦτα παρὰ τῆς ἁγίας τετάρτης συνόδου αὐταῖς λέξεσιν ὁρισθέντα, καὶ ἐκφωνηθέντα, καὶ κηρυχθέντα περὶ τοῦ κατὰ Χρι στὸν μυστηρίου, τίς ἐστιν ὅς, καὶ ὑγιεῖς τὰς φρένας ἔχων, φήσειε, τὴν τετάρτην σύνοδον συμφρονεῖν τῷ Νεστορίῳ, καὶ τῇ ἀπ' αὐτοῦ κακοδοξία συναπάγεσθαι; μᾶλλον μὲν οὖν ὑπὸ ταύτης τῆς συνόδου ἀναθεματισθέντα τόν τε Διόσκορον, καὶ Νεστόριον, καὶ Εὐτυχέα, τὰ ἐκ διαμέτρου κακὰ καὶ ὁμότιμα τὴν ἀσέβειαν. ς'. Εἰ δέ σε τὸ δισσὸν τῶν φύσεων ἐκταράττει, καὶ ἡ τῆς δυάδος τοῦ ἀριθμοῦ ἐκφώνησις παραυτίκα τὸ διηρημένον τῶν πραγμάτων ὑποτίθησί σε νοεῖν, καὶ λογίζῃ, ὅτι πᾶς ἀριθμὸς τῶν ἰδιοσυστάτων πραγμάτ των ἐστὶ δηλωτικός, ἀμαθαίνοντός ἐστι τοῦτο, ἤπερ ειδότος. Οὐκοῦν διορισώμεθα διὰ βραχέων, πῶς δεῖ περὶ δυάδος καὶ τοῦ λοιποῦ παντὸς ἀριθμοῦ ἀκριβῆ ἔννοιαν ἔχειν. Ο γὰρ ἀριθμὸς διττώς λέγεται, ὁ μέν τις ἁπλῶς καὶ καθ' ἑαυτὸν, ὁ δὲ ἐν σχέσει καὶ πράσ γματι θεωρούμενος, ὥσπερ λευκόν, ἥ τε λευκότης καὶ τὸ λελευκασμένον. Αὐτὴ τοίνυν ἡ φύσις τοῦ ἀριθμοῦ καθ' ἑαυτὴν οὔτε συνάπτει, οὔτε διαιρεῖ· οὐ γὰρ ἔχει ὑποκείμενα πράγματα. Καὶ γὰρ ὁ ἀριθμὸς αὐτὸς καθ᾿ ἑαυτὸν, οὔτε συνάπτει, οὔτε διαιρεῖ, ἀλλ' ἀμφότερα δέχεται τῇ ποιᾷ σχέσει. Οἷον ή δυάς, καὶ ἡ τετράς, εἰ μὲν τὰς μονάδας θεωρεῖς, ἐξ ὧν συνέστηκεν, εἰς ταύτας διαιρείται· εἰ δὲ τὴν μονάδα τούτων ζητείς, ἐκ τούτων συνάπτεται· δύο γὰρ καὶ δύο, εἰ τύχοι, εἰς τέσσαρα συνάπτεται, τὰ δὲ τέσσαρα εἰς δύο καὶ δύο δι αιρεῖται. Ωστε παντὸς ἀληθέστερον εἰπεῖν τὴν φύσιν τοῦ ἀριθμοῦ μηδὲν ἀφωρισμένον ἔχειν, μήτε τὸ κεχω ρισμένον, μήτε τὸ ἡνωμένον, ἐν δὲ τῇ τῶν πραγμάτ των ἐπιπλοκῇ καὶ συνθέσει τοῦτο ὑφίστασθαι. ᾿Αμαθὲς οὖν τὸ τῇ φύσει τοῦ ἀριθμοῦ ἀναγκαίως τὴν διαίρεσιν τῶν πραγμάτων ἔπεσθαι νομοθετεῖν, ἀλλὰ μὴ τῇ τῶν πραγμάτων ἡνωμένη γε, ή διηρημένη φύσει, τὸν ἀριθμὸν σημεῖον ποιεῖσθαι τοῦ ποσοῦ τῶν ὑποκειμένων, ἄλλου λόγου καὶ οὐ τοῦ ἀριθμοῦ ταῦτα διαιροῦντος καὶ συνάπτοντος. Καὶ γὰρ δέκα πήχεις λέγομεν τοῦ συνεχούς, εἰ τύχοι, ξύλου, οὐ συνδιαιροῦντες τῷ ἀριθμῷ καὶ τὴν ἑνότητα τὴν ἐν τῷ δεκα
col. 605–606page 8 of 38
PG 105:605φρονεῖν δώσομεν; Ούμενουν. Οὐκοῦν τὴν ούτωσι ἁγίαν σύνοδον, τὴν μέσην ὁδὸν τῆς ἀληθείας κηρύ ξασαν, οὐ δεῖ κακοβουλίᾳ καὶ ἀμαθείᾳ συκοφαντεῖν καὶ ἀποπέμπεσθαι, ἀλλὰ μᾶλλον τὸ ταύτης όρθιν δόγμα ὁμολογήσαντα, ἀποδέχεσθαι, καὶ μετὰ τῶν λοιπῶν ἁγίων τριῶν συνόδων καταριθμεῖν. Διὰ ὁ λόγος έδειξε μηδεμίαν κενοφωνίαν εἰσάγουσαν τὴν ἁγίαν τετάρτην σύνοδον πρὸς ταῖς λοιπαῖς ἁγίαις τρισὶ συνόδοις, μᾶλλον δὲ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, μεγίστην συμφωνίαν διὰ τὸ καὶ αὐτὴν τὴν μέσην ἐδὲν τῆς ἀληθείας βαδίσαι, ὥσπερ ἐκεῖναι. ε'. Ενεστι δὲ σκοπεῖν καὶ ἐξ αὐτῆς τῆς συνόδου, τί ἄρα βούλεται κηρύττειν ἐπὶ Χριστοῦ. Ἐπομένη γάρ, ὡς αὐτή φησι, τοῖς Πατράσι, κατὰ λέξιν ὧδε φάσκει· Ένα καὶ τὸν αὐτὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν συμφώνως ὁμολογεῖν ἐκδιδάσκει· διὰ μὲν τοῦ συμφώνως ἐκείνην τὴν ὑποψίαν προϋποτεμνο μένη, τὴν οὐκ ἐκ πάντων οἰομένην τῶν συναγηγερα μένων ἐπισκόπων ἐν αὐτῇ τὴν ὑποκειμένην ἔκθεσιν γεγονέναι, ἀλλ' ἐξ ἐνίων, οἷς καὶ μόνοις ἀρέσαι τὰ εἰρημένα. Μετὰ δὲ τοῦτο ὥσπερ συνεκτικωτάτην πλάνην ἐξιωμένη, λέγω δὴ τὴν τῆς τοῦ Νεστορίου δυσσεβείας διαίρεσιν, ἐπεισαγομένην τῇ ἀχράντῳ οικονομία. Διὸ λέγει, ἕνα καὶ τὸν αὐτὸν ὁμολογεῖν Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· διὰ τῆς τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ προσηγορίας, πρόῤῥιζον τὴν τῆς διαιρέσεως ἐξαίρουσα δόξαν· καὶ μᾶλλον διὰ τῆς ἀξ ξενικής προφορᾶς. Ενα γὰρ εἶπεν, οὐχ ἔν· καὶ ταύτῃ τὴν ὅλην σύνθεσιν ἀποσημαίνουσα, καὶ οὐ κατὰ μέρος αὐτῆς, ὅπερ εἰκὸς ἦν τὴν ἄλλην ἐνδείκνυσθαι προφοράν, κάν τούτῳ μιμουμένη τὸν ἐν ἁγίοις Γρηγόριον· διὰ μὲν τοῦ, ἄλλος καὶ ἄλλος, τὸ ὅλου σημαίνουσα, διὰ δὲ τοῦ, ἄλλο καὶ ἄλλο, τὰ μέρη. Μετὰ ταῦτα δὲ τῆς ἐκ τοῦ ἐναντίου φαύλης δόξης – ὑπονοίας, φησί, Τέλειον τὸν αὐτὸν ἐν θεότητι, καὶ τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπότητι, ἕτερον, οἶμαι, λέγουσα οὐδὲν, εἰ μή τι νομίσῃ τις διὰ τῆς τοῦ ἑνὸς προσηγορίας, η γυμνὴν ἀνθρωπίνης φύσεως τήν θεότητα πληρῶσαι τὴν οἰκονομίαν, ἢ τροπὴν ὑπου μείνασαν εἰς ἀνθρώπου φύσιν, ἀλλὰ τέλειον τὸν αὐτ τὸν κατ' ἄμφω ὑπάρχοντα, τήν τε θεότητα. φημί, καὶ τὴν ἀνθρωπότητα, ὡς ὅλον ἐν τοῖς οἰκείοις μέτ ρεσι γνωριζόμενον Θεὸν ἀληθῶς, καὶ ἄνθρωπον ἀλη θῶς, τὸν ἐκ ψυχῆς λογικῆς καὶ σώματος· καὶ εὐχ ἁπλῶς δὴ Θεόν, ἢ ἄνθρωπον, ἀλλ' ὁμοούσιον τῷ Πα τρὶ κατὰ τὴν θεότητα, καὶ ἡμῖν κατὰ τὴν ἀνθρωπότητα τὸν αὐτόν. Καὶ τοῖς μὲν ὀρθῶς προσέχουσι τοῖς εἰρημένοις, οὐδὲν ἔτι ἦν εἰς ἐξήγησιν ὑπολελειμμένον τῆς ἀχράντου οἰκονομίας τῇ συνόδῳ, ἥτις καὶ τὸ μέλλον προϋπιδομένη, λέγω δὴ τὸ ἀπαθὲς καὶ ἀθά νατον ἐνίους καὶ ἄφθαρτον ἐκ πρώτης συλλήψεως, τὸ θεῖον ἐκεῖνο καὶ ἄχραντον τοῦ Κυρίου σῶμα τολμάν ὁμολογεῖν, καὶ ταύτῃ ἀνατρέπειν τὴν ὅλην οἰκονομίαν, λέγει· Κατὰ πάντα ὅμοιον ἡμῖν χωρὶς ἁμαρτ τίας. υπερ τῆς μὲν ἁγίας ἐστὶ Γραφῆς, ευκαίρως δὲ κείμενον ἐνταῦθα, ἐπιστομίζει τοὺς τὰ τοιαῦτα φρονοῦντας. Εἰ γὰρ οὔτε πάθος σώματος, οὔτε θάνα τος, οὔτε μὴν διάλυσις, ἣν δὴ φθορὰν ἰδίως ἀξιοῦμεν καλεῖσθαι, ἁμαρτία· χωρὶς δὲ μόνης ἁμαρτίας κατὰ πάντα τὰ ἄλλα τῆς αὐτῆς ἡμῖν φύσεώς ἐστι τὸ ἄχραντον ἐκεῖνο καὶ πανάγιον σῶμα· εὔδηλον ὅτι ὁ εὐδοκήσας θεὶς τὴν ἡμετέραν πτωχείαν λαβεῖν, τοιαύτην ἔλα δεν, ἦν καὶ πτωχείαν καλεῖσθαι δικαίως, ἅπαντα
col. 607–608page 9 of 38
PG 105:607πήχει ξύλῳ καὶ πάλιν δέκα μοδίους λέγοντες, ἐν διαιρέσει τούτους ἐπιστάμεθα. Οὕτως οὖν καὶ ἐπὶ τῶν ἑτέρων ἔχει πραγμάτων· εἰ μὲν ὁ ἀριθμὸς φύ σεσιν ἐπιφημισθῇ, οὐ τὸ ποσὸν αὐτῶν προηγουμέν νως, ἀλλὰ τὸ ἑτερογενές παρίστησιν. Ιππου γὰρ, καὶ ἀνθρώπου, καὶ βοὺς τρεῖς λέγοντες φύσεις, οὐ τὸ διηρημένον αὐτῶν κατὰ τὸ ποσόν, ἀλλὰ τὸ παρηλλαγμένον κατὰ τὸ εἶδος σημαίνομεν· τρεῖς δὲ ἀνα θρώπους, εἰ τύχοι, Πέτρον, καὶ Παῦλον, καὶ Ἰωάν νην τὸ διῃρημένον αὐτῶν μᾶλλον, καὶ ὅτι τόσοι, οὐ τοιοῦτοι δὲ, παριστῶμεν. Οὕτω καὶ ἐπὶ τῆς οἰκονομίας δύο λέγοντες τας φύσεις, τὸ ἑτεροειδὲς αὐτῶν, οὐ τὸ κεχωρισμένον δηλοῦμεν, ἐκβάλλοντες δὲ αὐτ τῶν, εἰ καὶ μὴ εἶεν ἐνυπόστατοι, τὸν τῶν ὑποστάσεων ἀριθμὸν, εὖ μάλα εἰδότες, ὅτι οὐδ᾽ ἐπὶ τῶν ὑποστάσει καὶ οὐσίᾳ κεχωρισμένων, οἷον τοῦδε τοῦ ἵππου, καὶ τοῦδε τοῦ βοὸς ἡ φύσις, οὐ τὸ διῃρημένον, ἀλλὰ τὸ διάφορον, ὥσπερ καὶ ἡ ὑπόστασις τὸ διῃστ μένον, ἤπουγε ἐπὶ τῶν μὴ καθ᾿ ἑαυτὰ ἐμφαινομένων, ἀλλὰ ἅμα τε καὶ ἐν ἀλλήλοις ὄντων μὲν καὶ γινομένων, ἡ φύσις, οὐ τὸ κεχωρισμένον, ἀλλὰ τὸ διάφορον δηλώσει, εἴτε ἐπὶ θεολογίας, εἴτε ἐπὶ τῆς οἰκονομίας, εἴτε ἐπὶ παντὸς πράγματος. Καὶ ἄλλως, ὅτι εἰ καὶ ἀριθμοῦμεν τὰς τοῦ Χριστοῦ δύο φύσεις, δύο ταύτας λέγοντες, οὐκ εἰσάγομεν διαίρεσιν, ενερ γείᾳ τῶν φύσεων καὶ τῶν ἰδιοτήτων. Πᾶς γὰρ ἀρι θμὸς τῶν διαφερόντων ἐστί· καὶ ἀδύνατον ἀριθμεῖ. σθαι τὰ κατὰ μηδὲν διαφέροντα, καθ' ὁ δὲ διαφέρουσι, κατὰ τοῦτο καὶ ἀριθμοῦνται· οἷον ὁ Πέτρος, ἢ ὁ Πα λος, καθ' ὅ μὲν ἤνωνται, οὐκ ἀριθμοῦνται· τῷ λόγῳ γὰρ τῆς οὐσίας ἡνωμένοι, δύο φύσεις οὐ δύνανται λέγεσθαι, καθ' ὑπόστασιν δὲ διαφέροντες, δύο ύπου στάσεις λέγονται. Ὥστε ὁ ἀριθμὸς τῶν διαφερόντων ἐστὶ, καὶ ᾧ τρόπῳ διαφέρουσι τὰ διαφέροντα, τούτο τῷ τρόπῳ καὶ ἀριθμοῦνται. Ηνωνται μὲν αἱ τοῦ Κυρίου φύσεις ἀσυγχύτως καθ᾽ ὑπόστασιν, διῄρηνται δὲ ἀδιαιρέτως λόγῳ καὶ τρόπῳ τῆς διαφορᾶς. Καὶ ᾧ μὲν τρόπῳ ἥνωνται, οὐκ ἀριθμοῦνται· οὐ γὰρ καθ' ὑπόστασιν δύο φαμὲν εἶναι τὰς φύσεις τοῦ Χριστοῦ. ῷ δὲ τρόπῳ ἀδιαιρέτως διήρηνται, ἀριθμοῦνται· δύο γάρ εἰσιν αἱ φύσεις τοῦ Χριστοῦ λόγῳ καὶ τρόπῳ τῆς διαφορᾶς, ἡνωμέναι μὲν καθ᾽ ὑπόστασιν, καὶ τὴν ἐν ἀλλήλαις περιχώρησιν ἔχουσαι, ἀσυγχύτως ἤνωνται, τὴν οἰκείαν ἑκάστη φυσικήν διαφορὰν διασώζουσαι. Τῷ τρόπῳ τοιγαροῦν τῆς διαφορᾶς καὶ μόνον ἀριθμού. μεναι ὑφ᾽ ἡμῶν, οὐ διαιροῦνται ἐνεργείᾳ καὶ ὑπάρ ξει, καὶ ὡς σὺ ὑπονοεῖς. Καὶ ἄλλως εἰς τὸ αὐτὸ, ὅτι οὐχὶ πᾶς ἀριθμὸς τῶν ἰδιοσυστάτων πραγμάτων ἐστὶ δηλωτικός· καὶ τοῦτο δῆλον ἐντεῦθεν. Εἴ τι μὲν γὰρ ἰδιοσύστατόν ἐστι, τοῦτο πάντως ἐν ἀριθμῷ τυγχάνει ἄν· οὐ πᾶν δὲ τὸ ἐν ἀριθμῷ τυγχάνον, ἰδιοσύστατον ἂν εἴη. Τὰ γοῦν ἐν τοῖς συνθέτοις, ἵνα μὴ πολλὰ λέγω, ἑνὸς ὄντα συμπληρωτικά, καὶ κατὰ μίαν συγ κείμενα τὴν συνέχειαν, ὅμως αὐτὰ μὲν ἐφ' ἑαυτῶν ἰδίαν ὕπαρξιν οὐκ ἔχει· ἑνὸς δὲ συμπληρωτικά γε νόμενα ἐν τῷ συλλόγῳ τὴν οἰκείαν ὕπαρξιν ἐπιδείκνυται. Ὥσπερ ἀμέλει τὸ ζῶον, τὸ λογικόν, τὸ θνητόν, οὐ μὴν ἔτι γε καὶ καθ᾿ αὐτὰ ὑπάρχοντα ὁρᾶται, ἀλλ' ἐν τῷ ὅλῳ γε τῷ ἀνθρώπῳ, φημί, σαφῆ τὴν οἰ
col. 609–610page 10 of 38
PG 105:609κείαν ὕπαρξιν ἐπιδείκνυται, καὶ ἀριθμούμενα λόγῳ καὶ τρόπῳ τῆς διαφορᾶς, διαίρεσιν τοῦ ἀνθρώπου οὐκ εἰσάγουσι. Μέρη μὲν γὰρ ῥηθείεν ἀνθρώπου, οὐ δήπου μὲν καὶ καθ' ἑαυτὰ τὴν ὕπαρξιν ἔχει. Ὥστε δῆλον, ὅτι οὐ πᾶς ἀριθμὸς τῶν ἰδιοσυστάτων πραγμά των ἐστὶ δηλωτικός. ζ'. Ἐπειδὴ δὲ καὶ περὶ διαιρέσεως τῶν φύσεων καὶ τῶν ἰδιοτήτων μῶμον συνήψας τῇ ἁγίᾳ καὶ οἱ κουμενική τετάρτη συνόδω, ὡς δῆθεν λέγουσα δύο φύσεις καὶ ἰδιότητας τῶν φύσεων, ἐξάπαντος συμ φωνεῖ τῷ Νεστορίῳ, διαίρεσιν τῶν φύσεων ἐμποιοῦσα, καὶ διὰ τοῦτο οὐκ ἔστιν ἀποδεκτέα αὕτη ἡ σύνοδος παρ' ἡμῶν, ὑπεραπολογούμενοι οὖν, καὶ διασαφοῦντες τὸν περὶ διαιρέσεως καὶ ἰδιότητος λόγον, φα μὲν, τὰς φύσεις τοῦ Χριστοῦ, ἤγουν φημὶ τὴν θεό τητα καὶ τὴν ἀνθρωπότητα, ἐξ ὧν καὶ ἐν αἷς ὁ εἷς τῆς ὑποστάσεως ὡς ὅλος ἐνθεωρεῖται, εἰ μὲν τῇ ἐπινοίᾳ τις καὶ τῷ λόγῳ τὰς ιδιότητας μετὰ τῶν φύσεων διαιρεῖ, καὶ οὐχ ὑπάρξει καὶ ἐνεργείᾳ, οὐκ ἔξω τοῦ εἰκότος ποιήσεις· τοῦτο γὰρ σχεδὸν εἰπεῖν πάντες οἱ Πατέρες διαρρήδην κεκράγασι. Καὶ γὰρ Γρηγορίου τοῦ Θεολόγου ἄκουσον λέγοντος· 'Ηνίκα γὰρ αἱ φύσεις διίστανται ταῖς ἐπινοίαις, συνδιαιροῦνται καὶ τὰ ὀνόματα, ὡς εἶναι τὸ τῇ ἐπινοία λε γόμενον, πρὸς ἀντιδιαστολὴν τῆς κατ' ενέργειαν καὶ ὕπαρξιν διαιρέσεως, ἣν ὡς ποῤῥωτάτω ἀποπεμψάμενοι τῇ μὲν ἐνεργείᾳ τὰς φύσεις εἶναί τε καὶ και λεῖσθαί φασι, τὴν δὲ τούτων διαίρεσιν κατ' ἐπίνιαν ἔλαβον, τὰ μὴ διῃρημένα τοῖς πράγμασιν ὡς δια ῃρημένα τῷ λόγῳ ὑποτιθέμενοι, διὰ τὴν ἄτρεπτον τῶν ἑνωθέντων,καὶ μετὰ τὴν ἕνωσιν, διαφοράν τε και Ιδιότητα. Ωστε δηλόν ἐστι λέγειν ἐπὶ τῶν φύσεων καὶ τῶν ἰδιοτήτων διαίρεσιν, τὴν κατ' ἐπίνοιαν λεγομένην, καὶ οὐδὲν τοῦ εἰκότως ἀποσφαλοίμεθα, εἰ καὶ περὶ ταύτης ἡ ἁγία καὶ οἰκουμενικὴ τετάρτη σύνοδος οὐδὲν εξεφώνησε, πλὴν οὖν ἡμεῖς λέγομεν. Οταν γὰρ εἰς τὴν ὁλότητα τῆς κατὰ Χριστὸν ὑποστάσεως ἀποβλέψω μεν, τὸ ὅλον ἀνασκοποῦντες, ἐπειδὴ τὸ ὅλον ἐκ μετ ρῶν σύγκειται, καὶ ἐν τοῖς μέρεσι θεωρείται, καὶ μάλιστα ὅταν ἐξ ἀνομοιομερῶν σύγκειται τὸ ὅλον, σωζομένων δηλονότι ἀσυγχύτως τῶν μερῶν ἐν τῇ ἑνώσει, ἐπειδὴ τὰ μέρη ἐν τῷ ὅλῳ ἐνυπάρχοντα τοῦ ὅλου λογίζονται, καὶ τὰ ἰδιώματα τῶν μερῶν τοῦ ὅλου λογισθήσονται, εἰ καὶ τῶν μερῶν ὡς ἴδια εἶναι ὁ λόγος τῇ ἐπινοίᾳ διαιρῶν κρίνει· οἷόν τί φημι· Η δρασις ἐν τῷ αἰσθητηρίῳ, ήγουν τῷ ὀφθαλμῷ, πέ φυκε γίνεσθαι, ὡσαύτως δὲ καὶ ἡ βάδισις ἐν τοῖς σκέλεσιν· ἀλλ᾽ οὐ λέγομεν, ὅτι ὁ ὀφθαλμὸς ὁρᾷ, ἢ τὰ σκέλη βαδίζει, ἀλλ᾽ ἄνθρωπος ὁ ταῦτα ἔχων ὡς μέρη λέγεται βλέπειν καὶ βαδίζειν. Ούτωσὶ καὶ ἐπὶ τῆς ὑποστάσεως τοῦ Χριστοῦ. Ὅταν γὰρ εἰς τὴν ὁλότητα αὐτῆς βλέπωμεν, λέγομεν, Αὐτοῦ τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος, τουτέστι τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰσὶ τά τε θαύματα, καὶ τὰ πάθη, εἰ καὶ κατ' ἄλλο μέρος τὰ πάθη ἀναδέχεται κατὰ τὸ ἀνθρώπινον, κατ᾽ ἄλλο δὲ τὰ σημεῖα ποιεῖ, ὡς ὁμοούσιος, δηλονότι τῷ Θεῷ καὶ Πατρὶ, καὶ τῷ Πνεύματι. "Οταν δ᾽ αὖ πάλιν εἰς τὰ μέρη, ἐξ ὧν τὸ ὅλον σύγκειται, σωζομένων απ τῶν δηλονότι ἀσυγχύτως ἐν τῇ ἑνώσει σκοπῶμεν, καὶ τῆς διαφορᾶς ἐν τῇ ἑνώσει, εὑρισκομένης (όπου
col. 611–612page 11 of 38
PG 105:611δὲ διαφορά, ἐκεῖ πάντως καὶ ὁ ἀριθμὸς συνεισάγεται)· δηλονότι τόσα λέγομεν τὰ μέρη ὑπάρχειν τῷ λόγῳ τῆς διαφορᾶς, καὶ οὐδὲν σφάλλομεν. Ἐπειδὴ ἡ μὲν ἔνωσις τῶν πρός τί ἐστι. Καὶ γὰρ ἡ ἕνωσις ἑνουμένων ἐστὶν ἔνωσις, καὶ τὰ ἑνούμενα ἑνώσει ἐνοῦνται· ὡσαύτως δὲ καὶ τὸ ὅλον, μερῶν ὅλον, καὶ τὰ μέρη ὅλου μέρη. Τὰ δὲ πρός τι, ἐὰν θάτερον ἐνεργεία ᾖ, καὶ τὸ ἕτερον δηλονότι ἐξ ἀνάγκης. Ἐπεὶ οὖν ἡ κατὰ Χριστὸν ὁλότης καὶ ἡ ἕνωσις ένερ γείς πρόσεστι καὶ τὰ μέρη ἐνεργείᾳ ἔσονται, καὶ ἡ τούτων διαφορά. Εἰ δὲ τοῦτο ἀληθὲς, ὥσπερ οὖν καὶ ἀληθὲς, ὁ μὴ ὁμολογῶν τὰ μέρη τόσα εἶναι, δη λονέτι οὐδὲ τὸ ὅλον φήσειεν ἂν εἶναι, ἀλλὰ τῶν με ρῶν τῆς διαφορᾶς ἀναιρουμένης, καὶ τὸ ὅλον φθα ρήσεται. Καὶ τίς ἂν οὐ συνήσει τὸ ἄτοπον; Φανερὸν ἄρα, ὅτι ὅσοι τὴν μίαν ὑπόστασιν τοῦ Χριστοῦ ὡς ὅλον τι ἐκ θεότητος καὶ ἀνθρωπότητος συγκειμένην ὁμολογοῦσι, καὶ τὰ μέρη δύο φύσεις εἴποιεν ἂν ἐξ ἀνάγκης, κἂν ὑμεῖς μὴ βούλησθε, ὅπερ ἡ ἐν Χαλκηδόνι ἁγία σύνοδος τρανῶς ἐξεφώνησε. η'. Τὸ δὲ πάλιν λέγειν, ὅτι 'Η τετάρτη σύνοδος συμφωνεῖ τῷ Νεστορίῳ, ὅτι δύο φύσεις λέγουσα, κἀκεῖνος ὡσαύτως δύο φύσεις λέγων, ομοφρονεῖ τῷ Νεστορίῳ. Πλὴν διαφέρονται εἰς τὰ δύο πρόσωπα, ἐκείνου 'μὲν λέγοντος δύο πρόσωπα, αὐτῆς δὲ δοξαζούσης ἔν· καὶ διὰ τοῦτο τοὺς ὀρθοδόξους χλευάσασα, ὅτι οὐ συμφρονεῖ τῷ Νεστορίῳ, αὐτόθεν φανερωτάτην ἔχει τὴν ἐπίσ ληψιν ἐκ τοῦ σου λόγου, ὅτι οὐχ ὁμοφρονεῖ τῷ Νεστορίῳ, καθώς ψευδοεπῶν κατηγορεῖς. ΕΙ γὰρ ὁ μὲν δύο πρόσωπα δοξάζει, δηλονότι καὶ τὰς δύο φύσεις κεχωρισμένας ιδιοσυστάτους οὖσας ὁμο λογεῖ, διά τοι τοῦτο καὶ τὴν ἕνωσιν τούτων σχετικὴν λέγει. Ἡ δὲ ἁγία σύνοδος, ὡς σὺ φής, ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν θεσπίζουσα, φανερὸν ὅτι τὰς φύσεις ἐν τῷ ἑνὶ προσώπῳ οὐσιωδῶς καὶ καθ᾽ ὑπό στασιν ἡνωμένας φαίη ἄν· οὐ γὰρ ἂν ἄλλως ἐγχωρεῖ, δύο φύσεις λέγειν ἐν ἑνὶ προσώπῳ καὶ μιᾷ τῇ ὑπο στάσει, εἰ μὴ καθ᾽ ὑπόστασιν καὶ οὐσιωδῶς ἥνωνται. Εἰ δὲ τοῦτο, φανερὸν δέδεικται ἐκ τοῦ σοῦ λό γου, ὅτι οὐ κεχωρισμένας τας φύσεις καὶ τὰς ἑνερ γείας ἐπὶ Χριστοῦ λέγει ἡ ἁγία καὶ οἰκουμενικὴ τετάρτη σύνοδος, ἀλλ᾽ ἡνωμένας καθ᾽ ὑπόστασιν. Καὶ ἄλλως τὸ αὐτό· Εἰ διὰ τὴν ἕνωσιν καὶ μόνην, λέγω δὴ τὴν καθ᾽ ὑπόστασιν, οἱ τῆς Ἐκκλησίας τρόφιμοι διαφέρονται τῷ Νεστορίῳ, καθὼς καὶ ὁ ἐν ἁγίοις Κύριλλος φάσκει, καὶ οὐ διὰ τὰς δύο φύσεις, σὺ δὲ αὐτὸς ἔφης, ὅτι ἡ σύνοδος διαφέρεται τῷ Νεστορίῳ κατὰ τὸ ἓν πρόσωπον, καὶ τὰ δύο, ὅπερ ποιεῖ τὸ μὲν ἐν, τῶν φύσεων τὴν ἕνωσιν, τὰ δὲ δύο τὴν διαίρεσιν· φανερὸν ὅτι κατὰ τὸ ὀρθὸν τῆς Ἐκ κλησίας διαφέρεται ἡ σύνοδος τῷ Νεστορίῳ. Εἰ δὲ τοῦτο, δηλονότι οὐδὲ συμφωνεί. Αδίκως ἄρα παρὰ σου συκοφαντεῖται. Καὶ ὅτι τοῦτο ἀληθὲς, Κυρίλλου ἄκουσον πρὸς Εὐλόγιον δι' ἐπιστολῆς αὐταῖς λέξεσιν Επιλαμβάνονταί τινες τῆς ἐκθέσεως, ἣν πεποίην. ται οι Ανατολικοί· καί φασι· Διὰ τί δύο φύσεις ὀνομαζόντων αὐτῶν, ἀνέσχετο καὶ ἐπήνεσεν ὁ τῆς ᾿Αλεξανδρείας; Οἱ δὲ τὰ Νεστορίου φρονοῦν. τες λέγουσι κἀκεῖνον οὕτω φρονεῖν, συναρπά ζιντες τοὺς οὐκ εἰδότας τὸ ἀκριβές. Χρὴ δὲ τοῖς
col. 613–614page 12 of 38
PG 105:613μεμφομένοις, ἐκεῖνα λέγειν, ὅτι οὐ πάντα, σα λέγουσιν οἱ αἱρετικοί, φεύγειν καὶ παραιτεῖσθαι χρή. Πολλὰ γὰρ ὁμολογοῦσιν, ὧν καὶ ἡμεῖς ὁμολογοῦμεν, οἷον ὅταν λέγωσιν οἱ Αρειανοὶ τὸν Πα τέρα, Δημιουργός ἐστι τῶν ὅλων καὶ Κύριος. Μὴ διὰ τοῦτο φεύγειν ἡμᾶς ἀκόλουθον τὰς τοιαύτας ὁμολογίας; Οὕτως καὶ ἐπὶ Νεστορίου, κἂν λέγε δύο φύσεις τὴν διαφοράν σημαίνων τῆς σαρκὸς καὶ τοῦ Θεοῦ Λόγου (ἑτέρα γὰρ ἡ τοῦ Λόγου φύ σις, καὶ ἑτέρα ἡ τῆς σαρκὸς), ἀλλ' οὐκ ἔτι τὴν Ενωσιν ὁμολογεῖ μεθ' ἡμῶν. Ἡμεῖς γὰρ ἐνώσαντες, ἕνα Θεὸν οἴδαμεν, ἕνα Κύριον τὸν αὐτὸν όμυλο γοῦμεν. Καὶ μετὰ βραχέα· Οὐκοῦν οὐ τὸ εἰδέναι τῶν φύσεων τὴν διαφορὰν ὁρᾷν, διατεμεῖν ἐστιν εἰς δύο τὸν ἕνα Χριστόν. Καὶ πρὸς Νεστόριον αὐτὸς πάλιν λέγει· Παῦσαι διαιρεῖν τὰς φύσεις, μετὰ τὴν ἕνωσιν δηλαδή, τῇ ἀπαλλοτριώσει, οὐ τῇ ἀπαριθμήσει. θ'. Ἐπειδὴ δὲ ἔσκοψας τὴν ἁγίαν τετάρτην σύν οδον, ώς καινοφωνίαν ποιήσασαν, καὶ διὰ τοῦτο ὁμο φρονοῦσαν τῷ Νεστορίῳ· οὐχ ἁπλῶς δὲ τοῦτο ἀπο εφήνω, ἀλλὰ καὶ χρήσεις τοῦ τε ἐν ἁγίοις πάπα Λέοντος ἐκ τῆς ἐπιστολῆς, δι' ἧς ἐκυρώθη ή τετάρτη σύνοδος, καὶ ταύτης τῆς συνόδου πρὸς τὰ τοῦ Νε στορίου ὁμοιοτρόπως ἐχούσας προκεκόμικας, ὡς ἐντεῦθεν συνάγων, ὅτι ἡ τε τοῦ πάπα Λέοντος ἐπι στολή, καὶ ἡ τετάρτη σύνοδος τῆς αὐτῆς ὁμολογίας ἐστὶ τοῦ Νεστορίου φέρε δή, καὶ αὐτὰς εἰς μέσον θέντες, ἐπισκεψώμεθα, εἰ οὕτως συνοδὰ τῷ Νεστορίῳ κατά διάνοιαν φθέγγονται, είγε καὶ μή. Ἔχουσι δὲ αἱ χρήσεις κατὰ λέξιν ὧδε. Γράφει Νεστόριος εἰς τὸ πρῶτον κεφάλαιον τοῦ διδασκαλικοῦ αὐτοῦ λόγου οὕτως· Ἐγὼ ἀδιαλλάκτως τὰς δύο φύσεις τοῦ Θεοῦ ὁμολογώ, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, καὶ ἄνθρωπον τέλειον ἐξ υἱοῦ Δαυΐδ καὶ Ἀβραάμ. Γράφει δὲ ἐν τῇ ἐπιστολῇ αὐτοῦ οὐ τως Θεὸν ὁμολογῶ κατὰ τὸν Ἐν ἀρχῇ ὁ Λόγος ἄνθρωπον όμολογώ, ότι ο Λόγος σάρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Ἐπισκεπτέον πρότερον τὴν χρῆσιν Νεστορίου, εἰ ὀρθοτόμως ἔχει, ἢ οὐ. Τὸ μὲν οὖν λέγειν, ὅτι Δύο φύσεις τοῦ Λόγου ἀπολύτως ὁμολογῶ, καὶ μὴ διορίσασθαι μετὰ τὴν σάρκωσιν, οὐκ ὀρθῶς εἰρῆσθαι δοκεῖ. Ἐπειδὴ ὁ άίδιο; Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ πρὸ τῆς ἐνσάρκου οικονομίας μιας φύσεως τῆς θεϊκῆς μόνης ἦν, μετὰ δὲ τὴν ἐνανθρώπησιν προσελάβετο καὶ τὴν ἡμετέραν, οὐκ ἔδει αὐτ τὸν ἀπολύτως εἰπεῖν, τοῦ Λόγου, μὴ προσδιορισά μενον μετὰ τὴν σάρκωσιν, ἤτοι ἐνανθρώπησιν. Εἰ δ' αὖ πάλιν δύο λέγων ἀδιαλλάκτους, καὶ νοῶν μετὰ τὴν ἐνανθρώπησιν, εἰ μὲν τὴν ἔνωσιν ὡμολόγει, οὐ σχετικήν φημι, ἀλλὰ τὴν καθ᾽ ὑπόστασιν καὶ οὐσιώ δη, ήγουν ἐν τῷ ἑνὶ Χριστῷ θεωρεῖσθαι, καὶ τὸν αὐτὸν ἕνα Χριστὸν καὶ Κύριον καὶ Θεὸν ἔλεγε, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, καὶ ἄνθρωπον τὸν αὐτὸν χρηματίσαντα τέλειον ὡς ἐξ ἀνθρώπου τῆς Παρθένου καὶ υἱὸν Δαυΐδ καὶ Ἀβραὰμ γεγονότα, καθὰ τὰ Λόγια μαρτυρεί, τάχα ἂν ἐντὸς ἦν τῆς ἀλη θεία;. Ἐπεὶ δὲ δύο φύσεις ὁμολογῶν τοῦ Λόγου, ταύτας οὐ καθ᾽ ὑπόστασιν ἡνῶσθαι ἔλεγεν ἐν τῷ
col. 615–616page 13 of 38
PG 105:615ἑνὶ λόγῳ, ήγουν ἐν τῇ μιᾷ ὑποστάσει Χριστοῦ, ἀλ λὰ κατὰ ἀναφορὰν και σχετικὴν ἕνωσιν, ἤτοι κατά ἀξίωμα, ἢ ταυτοβουλίαν, ἢ εὐδοκίαν ἔλεγεν εἶναι τοῦ Λόγου πρὸς τὴν σάρκα, καὶ ἀνὰ μέρος ταῦτα ποιῶν ἕτερον εἶναι τὸν Λόγον ἔφασκε, καὶ ἕτερον τὸν ἐκ Μαρίας, καὶ προσωπικὴν ἔνωσιν λέγων, οὐ τὰ ταυτιζόμενον τῇ ὑποστάσει πρόσωπον, ὅπερ ἐπὶ τοῦ καθέκαστον ἁρμόττει, ἀλλ' ἑτέρως κατὰ τὸ αἰ κεῖον βούλημα ἐδόξαζεν (οἷον ὡς ὅταν τις τὸ τοῦ ἑτέρου υποδυόμενος πρόσωπον, ἀντ᾿ αὐτοῦ τοὺς ὑπὲρ αὐτοῦ ποιῆται λόγους, ἣν οὐ δεῖ κυρίως ἕνωσιν ἡγεῖσθαι, ἀλλὰ σχετικὴν ἔνωσιν τὸ ὅλον. Καλοῦσι γάρ τινες πρόσωπα τήν τινων σχέσιν πρὸς ἀλλή λους. Οὐκ ἀγνοεῖ δὲ ἡ συνήθεια τούτου τοῦ προσ ώπου τὸ σημαινόμενον. Λέγομεν γὰρ τὸν ἄρχοντα, τοῦ βασιλέως ἐπέχειν τὸ πρόσωπον, κατὰ τοῦτο ὁ Νεστόριος τὴν προσωπικὴν ἐπρέσβευεν Ενωσιν)· διά τοι τοῦτο δικαίως τῷ ἀναθέματι καθυποβέβληται. ῾Ο δὲ δὴ πάπας Λέων, ἐπειδὴ τὸν αὐτὸν ἕνα Χρι στὸν καὶ Κύριον καὶ Θεὸν ἡμῶν ἐν μιᾷ ὑποστάσει ὄντα ὡμολόγει, τὸν καὶ Θεὸν ὄντα καὶ ἄνθρωπον, Θεὸν μὲν ὡς συναΐδιον, καὶ ἀχρόνως ἐκ τοῦ Πατρὸς φυέντα, καὶ ὁμοούσιον τῷ τε Θεῷ καὶ Πατρὶ, καὶ τῷ Πνεύματι τῷ ἁγίῳ, ἐπ᾿ ἐσχάτων δὲ τῶν ἡμερῶν διὰ τὴν ἡμετέραν σωτηρίαν σάρκα γεγονότα, ἤτοι ἐνανθρωπήσαντα, καὶ γεννηθέντα ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου, καθὼς ἡ θεολόγος γλῶττα ἐκφωνεῖ, καὶ τὰ λοιπά Λόγια μαρτυρεῖ, καὶ αἱ τῶν ἀποστόλων φωναὶ ὑφηγοῦνται, καὶ αἱ τῶν Θεοσόφων Πατέρων διδασκαλίαι τρανοῦσι· φα νερὸν, ὅτι ὁ πάπας Λέων μετὰ τῆς ἀληθείας ἔστη κε, καὶ οὐ συμφωνεῖ τῷ Νεστορίῳ. Καὶ πάλιν γρά φει Νεστόριος, ὅτι οὐχὶ ὁ Λόγος τοῦ Θεοῦ διὰ χειρῶν Ἰωσὴφ ῥάκη ἐνεδύθη, ἀλλὰ τὸ σῶμα τοῦ Κυρίου. Γράφει Λέων, ὅτι τὸ μὲν ἔλαμπε διὰ τῶν σημείων, τὸ δὲ ὑπέπιπτε τοῖς παθήμασιν. Ἐναρ γέστατα διὰ τῆσδε της χρήσεως ὁ μὲν Νεστόριος ἄλλον ποιεῖ τὸν Θεὸν Λόγον, καὶ ἄλλον τὸν ἐκ Μα ρίας, ᾧ καὶ ἰδικῶς πρόσωπον ἴδιον ὁμολογῶν, Ἰη σοῦν ἐκάλει. Εδει γὰρ αὐτὸν, εἴπερ ορθοτόμως ἔλε γεν, οὕτως εἰπεῖν· Οὐχὶ ὁ Λόγος τοῦ Θεοῦ, καθὸ Λά γος, ἀκατάληπτος καὶ ἀπερίγραπτος καὶ συναΐδιος τῷ Πατρὶ ὤν, ῥάκη ἐνεδύθη ὑπὸ χειρῶν Ἰωσήφ, ἀλλ᾽ ἢ καθὰ διὰ τὴν ἡμετέραν σωτηρίαν άνθρωπος γέγονε, κατὰ πάντα ὅμοιος ἡμῖν χωρὶς ἁμαρτίας, η καὶ νηπιάσας, ἐνεδύθη ῥάκη ὑπὸ χειρῶν Ἰωσήφ. Οὕτως δὲ μὴ εἰπών, φανερὸν ὅτι διαίρεσιν τὴν οὐ πρέπουσαν ἐποιήσατο τῆς μιᾶς ὑποστάσεως τοῦ Χριστοῦ, εἰς δύο πρόσωπα ταύτην τεμών· διά του τοῦτο ἀναθέματι δικαίως καθυποβέβληται. Ο δὲ δὴ Λέων, ὅτι τὸ μὲν ἔλαμπε διὰ τῶν σημείων, τὸ δὲ ὑπέπιπτε τοῖς παθήμασιν, οὐ δύο φησὶν ὅλα, ἵνα καὶ διαίρεσιν τῶν φύσεων εἰσάξῃ ιδιοσυστάτως θεω ρούμενα, καὶ διὰ τοῦτο δύο πρόσωπα καὶ δύο υπου στάσεις, ἀλλὰ δύο ἑνὸς ὅλου συμπληρωτικά. Οὐδὲ γὰρ εἶπεν, Ο μέν, καὶ ὁ δέ· οὐδὲ καὶ ἵνα τι συγχωρήσας εἴπῃ), τὸ μὲν, ἁπλῶς ἄνευ προσθήκης, καὶ τὸ δέ. ᾿Αλλὰ τί φησι; Τὸ μὲν αὐτοῦ, καὶ τὸ δὲ, δηλον ότι αὐτοῦ διά τινος τοῦ ὅλου φησί, τὸ μὲν τὸ συμ
col. 617–618page 14 of 38
PG 105:617πληρωτικὸν, καὶ εἰς τὴν σύνθεσιν αὐτοῦ παραληφθὲν διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ὁμοίως καὶ αὐτὸ συμπληρωτικὸν ἄν τοῦ ὅλου ἐν τῇ συνθέσει ἐκείνου παραλαμβανόμενον, ὑποπίπτει τοῖς πάθεσι. Καὶ οὕτως νοοῦντι, ὥσπερ οὖν καὶ εἴρηται, παρὰ τοῦ ἐν ἁγίοις πάπα Λέοντος, οὐδὲν ἄτοπον, οὐδὲ βλάσφημον ἀπαντήσει. Καὶ πάλιν γράφει Νεστόριος" "Ο Λόγοςσὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, Γράφει Λέων, ὅτι Η Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον· καὶ γὰρ ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Ταύτας τας χρήσεις οὔτε Νεστόριος ὁ ἐναγής οἴκοθεν προεβάλετο, οὔτε μὴν ὁ Λέων ἐφθέγξατο, ἀλλ᾽ ἐκ τῆς θείας Γραφῆς λαβόντες, τοῖς οἰκείοι; συγγράμμασιν ἐνέθηκαν. Αλλ' ὁ μὲν Νεστόριος οὐ κατὰ βούλημα ἐκκλησιαστικὸν τὸ εὐαγγελικὸν ῥη τὸν ἐξείληφεν, ἀλλὰ κατὰ τὸν ἑαυτοῦ διεστραμμένον νοῦν. Τὸ γὰρ, Ο Λόγος σάρξ ἐγένετο, τοιαύτην έχει εὐσεβῆ διάνοιαν· ὅτι αὐτὸς ὁ θεῖος Λόγος, ὁ εἷς τῇ ὑποστάσει τῆς ἁγίας Τριάδας, μείνας ἀναλλοίωτος καὶ ἄτρεπτος, ὅπερ ἦν, Θεὸς δηλονότι, προσείλησε σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ καὶ νοερᾷ καὶ ταύτην ἤνωσε τῇ θείᾳ φύσει ἐν τῇ οἰκείᾳ ὑποστάσει, δηλονότι τῆς θεότητος, οὐσιώδη καὶ καθ' ὑπό στασιν τὴν ἕνωσιν ἐργασάμενος, ὡς μίαν ὑπόστασιν αὐτὸν ὄντα πιστεύεσθαι καὶ μετὰ τὴν σάρκωσιν, ἤτοι ἐνανθρώπησιν, τῆς ἁγίας Τριάδος προσθήκην οὐκ εἰσδεξαμένης προσώπου, καὶ μετὰ σαρκὸς νοοῖτο καὶ ἔστι. Ταύτῃ τῇ ἐννοίᾳ τὸ εὐαγγελικὸν ῥητὸν ἡ τῆς Ἐκκλησίας ἀκριβὴς διάληψις ἐξηγεῖται. Τὸ δὲ, ἐσκήνωσεν ἐν ἡμῖν, καλῶς γε ποιῶν ὁ Θεολόγος εὐθὺς ἐπήγαγεν, ἵνα δύο νοήσας τὰ σημαινόμενα, τόν τε σκηνοῦντα, καὶ τὸ ἐν ᾧ ἡ σκήνωσις, μὴ εἰς σάρκα περιτετράφθαι νοήσῃς αὐτὸν, σκηνῶσαι δὲ μᾶλλον ἐν σαρκὶ ὡς ἰδίῳ προσχρησάμενον σώματι, τῷ ἐκ τῆς ἁγίας Παρθένου ναῷ. να Ει ι'. Ἐπειδὴ δὲ περὶ σκηνώσεως, ἤτοι κατοικήσεως τοῦ Θεοῦ Λόγου πρὸς τὴν ἑαυτοῦ σάρκα ἐῤῥέθη τῷ εὐαγγελιστῇ, διοριστέον κατὰ πόσους τρόπους ὁ Θεὸς λέγεται ἐνοικεῖν ἐν ἡμῖν. Λέγονται γὰρ καὶ οἱ ἅγιοι ναὸς Θεοῦ, ἐν ᾧ ὁ Θεὸς κατοικεῖ, ἀλλ' ἐν τούτοις κατ' ἐνέργειαν φήσειεν ἂν ὁ ὀρθὸς λόγος εἰρῆσθαι. Λέγεται δὲ πάλιν καὶ ἡ Παρθένος ναὸς Θεοῦ. Ἐν ταύτῃ γὰρ ὁ Θεὸς Λόγος οὐσιωδῶς κατῴκησεν, ὅπερ πλέον ἐστὶ τῶν λοιπῶν ἁγίων, καὶ ἀσυγκρίτως· ἐν δὲ τῇ οἰκείᾳ σαρκὶ, ᾗ ὡς οἰκείῳ προσεχρήσατο σύ ματι, τῷ ἐκ τῆς ἁγίας Παρθένου ναῷ, οὐσιωδῶς καὶ καθ᾽ ὑπόστασιν ἑνωθεὶς αὐτῷ ὁ Θεὸς Λόγος κατοικεῖν ἐν αὐτῷ λέγεται. Καὶ ταύτῃ μὲν τῆς ἐκκλησίας τὸ εὐσεβὲς φρόνημα. Ο δὲ Νεστόριος διεστραμμένως τὸ ῥητόν. Τὸ γὰρ, Ο Λόγος σὰρξ ἐγένετο, ἐν οἰκειώσεως λόγῳ, καὶ κατὰ ἀναφορὰν ἀξιώματος, ἢ ταυτοβουλίαν, ἢ εὐδοκίαν τοῦτο ἔφη. Ἐπειδὴ δύο ποιεῖ υἱοὺς, ἄλλον τὸν Θεὸν Λόγον, καὶ ἄλλον ἄνθρωπον ἰδικὸν, τὸν ἐκ Μαρίας· ὡσαύτως δὲ καὶ τὸ, ἐσκήνωσεν ἐν ἡμῖν, κατ' ἐνέργειαν, ἢ εὐδοκίαν έφασκεν· ὅθεν καὶ ψιλὸν ἄνθρωπον ὡμολόγει τὸν Ἰησοῦν· διά τοι τοῦτο δικαίως τῷ ἀναθέματι καθυπο βέβληται. Ὁ δὲ δὴ Λέων λέγων, ὅτι Η σοφία ᾠκο δόμησεν ἑαυτῇ οἶκον· καὶ γὰρ ὁ Λόγος σάρξ. ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, εὐσεβοφρόνως
col. 619–620page 15 of 38
PG 105:619νοήσας κατὰ τὸ βούλημα τὸ ἐκκλησιαστικόν, δ καὶ φθάσαντες είπομεν, οὐ συνεπάγεται τη διεστραμμένη νοήσει τοῦ Νεστορίου διά τοι τοῦτο οὐδὲ συμ φρονεῖ αὐτῷ ἐν τούτοις. Γράφει Νεστόριος, τὰς δύο φύσεις τοῦ Χριστοῦ χωρίζων, ὅτι Διπλῆ ἐστιν ἡ φύσις εἰς ἐν ἀξίωμα. Γράφει Λέων· Τὸ πεινῆσαι, καὶ διψῆσαι, καὶ κοπιάσαι, ἀνθρώπινον, τὸ δὲ ἐκ πέντε ἄρτων ἄνδρας πεντακισχιλίους χορτάσαι, καὶ τὸ ὕδωρ τὸ ζῶν χαρίσασθαι τῇ Σαμα ρείτιδι, τοῦτο θεότητος. 'Αλλ' ὁ μὲν Νεστόριος οὐ διὰ τὸ εἰπεῖν, Διπλῆ ἐστιν ἡ φύσις, ἤδη κατακέκριται· πλεῖστοι γὰρ ὅσοι, μᾶλλον δὲ πάντες οἱ θεο φόροι Πατέρες τουτί διατρανοῦσιν ἐπὶ Χριστοῦ, ὅτι διπλοῦς ἦν. Καὶ ἄκουσον τοῦ ἐν θεολογία Γρηγορίου λέγοντος· Διπλοῦς ἦν, ἐπεὶ καὶ ἐκοπίασε, καὶ ἐδί ψησε, καὶ ὅσα νόμῳ σώματος ἦν· ἀλλ' ὅτι ἐπήνεγκεν, εἰς ἐν ἀξίωμα, ἐνεργῶς ὑποδηλῶν τὰς φύσεις κεχωρισμένας, καὶ ἰδιοσυστάτους ποιῶν, καὶ σχετικήν, λέγω δὴ τὴν κατὰ ἀναφορὰν ἀξιώματος πρὸς τὸν θεῖον Λόγον τὴν ἀνθρωπίνην φύσιν τὴν ἕνωσιν κεκτῆσθαι· διά τοι τοῦτο καὶ ἀπόβλητος. Ὁ δὲ δὴ Λέων ὀρθοδόξως τὸ μὲν διψῆσαι, καὶ πεινῆσαι, καὶ κοπιάσαι τὸν Χριστὸν κατὰ τὸ ἀνθρώπινον εἴρηκε, τὸ δὲ θαυματουργῆσαι κατὰ τὸ θεϊκὸν μέρος ἐξέθετο. Ταύτῃ τῇ ἐννοίᾳ ἡ καθολική Εκκλησία ἐπὶ Χρι στοῦ νοεῖν ἡμᾶς ἐκδιδάσκει, τὰ μὲν ταπεινὰ τῇ ἀν θρωπότητι προσάπτουσα, τὰ δὲ ὑψηλὰ τῇ θεότητι. Εὐσεβῆς ἄρα ὁ Λέων ἀποδέδεικται, καὶ οὐ συμφώνων τῷ Νεστορίῳ, κἂν ἀδίκως παρὰ σοῦ συκοφαντῆται. Εἰ δὲ τοῦτο, μάτην προφασίζῃ προφάσεις ἐν ἁμαρτίαις, καὶ οὐκ ἀποδέχῃ τὴν ἁγίαν τετάρτην σύνοδον, καὶ τὸ παρ' αὐτῆς ὀρθὸν δόγμα, τὸ ἐπὶ τῆς οικονομίας Χριστοῦ ἐρισθέν. Οὐ γὰρ τὸν ἕνα Χριστὸν εἰς δύο διαιρεῖ, καὶ χωρισμὸν ἀπὸ Θεοῦ ἐμποιεῖ, ὡς σὺ φανερῶς διαψεύδῃ, μᾶλλον μὲν οὖν ἐνοῖ, καὶ βα σιλείας οὐρανῶν πρόξενον τὸν ταύτην ἀσμένως ἀπο δεχόμενον καθίστησιν, εἴπερ καὶ αὐτὴν ὀρθοφρόνως ἐτράνωσε καλῶς τὸ κατὰ Χριστὸν μυστήριον. ια΄. Ἐπεὶ δὲ οὐ μόνον ἐκ τῆς παραθέσεως τῶν χρήσεων τοῦ ματαιόφρονος Νεστορίου, καὶ τοῦ ἐν ἁγίοις πάπα Λέοντος επειράθης διαβαλεῖν τὴν ἁγίαν τετάρτην σύνοδον, εἰ καὶ ὁ λόγος σου γέγονεν ἀπίθανος καὶ ἀσύμβατος, ἀλλ᾽ ἢ καὶ ἐξ αὐτῆς τῆς συνόδου παρα κεκομμένας λαβὼν ῥήσεις, ἔτι γε μὴν καὶ τοῦ ἁγίου Κυρίλλου, διὰ τῆς παραθέσεως τὴν διαφωνίαν ἐν δείξασθαι βούλει· φέρε δή, καὶ ταύτας αὖθις εἰς μέσ σαν θέντες, τὸ σύμφωνον τῆς τε συνόδου καὶ τοῦ ἁγίου Κυρίλλου σαφέστατα παραστήσωμεν. Εχει ἡ σύνοδος κατὰ λέξιν ὧδε, ὡς σὺ ἐπέστειλας· Γράφει ἡ σύνοδος τῆς Χαλκηδόνος, ὅτι οὐκ ἠλλοίωσε τῶν φύσεων τὴν διαφορὰν διὰ τῆς ἑνώσεως, ἀλλ' ἐφύλαξε τὸ ἴδιον τῆς ἑκάστου φύσεως. Γράφει ὁ ἅγιος Κύριλλος ἐν τῇ πρώτῃ ἐπιστολῇ τῇ πρὸς Σούκενσον· "Ενα λέγομεν Υιόν, ὡς καὶ οἱ Πατέ ρες ἐλάλησαν, μίαν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην. Ποίαν οὖν κοινωνίαν ἔχει ἡ τῆς Χαλκηδόνος σύνοδος μετὰ τοῦ ἁγίου Κυρίλλου; "Οτι ἐκεῖνος μὲν μίαν φύσιν ἐνώσας ἐκ δύο, ἐλάλησε κατὰ τὴν ἁγίαν σύνοδον τὴν ἐν Ἐφέσῳ· ἡ δὲ μετὰ τῶν ἁγίων τριῶν συνόδων ἐδογμάτισε και
col. 621–622page 16 of 38
PG 105:621ἢ τῆς Χαλκηδόνος σύνοδος, ἐκ δύο φύσεων κεχωρισμένων ἐλάλησεν. Ἐνταῦθα μὲν δοκεῖς παριστῶν ἀσύμφωνον, καὶ ἀνομόλογον τὸν ἐν ἁγίοις Κύριλλον πρὸς τὴν σύνοδον τὴν ἐν Χαλκηδόνι, διὰ τὸ οἴεσθαι σε, μίαν αὐτὸν εἰρηκέναι τοῦ Λόγου φύσιν μετὰ τὴν σάρκωσιν, τῆς συνάδου δύο φύσεις μετὰ τὴν ἕνωσιν έκφωνησάσης. 'Αλλ', ὡς ὁ λόγος παρίστησι, σύμφων νος ἔσται μᾶλλον ὁ Κύριλλος διὰ τῆσδε τῆς χρήσεως τῇ ἁγίᾳ τετάρτῃ συνόδῳ, ἤπερ ἀσύμφωνος. Ἐπειδὴ ὁ μὲν Νεστόριος, ἡνίκα ἂν δύο φύσεις ἔλεγε τις ἐπὶ Χριστοῦ, παραυτά συνήρπαζε τὴν φωνὴν εἰς τὸ οἱ κεῖον βούλημα, καὶ συνῆγε δύο πρόσωπα. Έλεγε γάρ· Οὐκ ἔστι φύσις ἀπρόσωπος, ήγουν χωρίς αιτ κείου προσώπου. Τούτου οὖν τὴν δυστροπίαν προ ορῶν ὁ ἐν ἁγίοις Κύριλλος, μίαν φύσιν τοῦ Λόγου εἴρηκε, καὶ ταύτην δηλονότι σεσαρκωμένην, οὐ μᾶλλον συμφωνεῖ τῇ ἁγίᾳ τετάρτη συνόδῳ, δύο καὶ τοῦτα λέγων, ὅτι ὁ λόγος μετὰ σαρκὸς ἡνωμένος καθ' ὑπόστασιν, τὸ ὅλον μία φύσις γέγονε. Εἰ γὰρ οὕτως ἐννοῶν εἴρηκεν, ὡς ὑμεῖς φατε, τάχα ἂν ἀσύμφωνος και διαμαχόμενος αὐτὸς ἑαυτῷ ἔσται, ὧδε μὲν οὕτως λέγων μίαν εἶναι φύσιν τοῦ Θεοῦ Λόγου μετὰ τὴν σάρκωσιν, ἤγουν τὴν θεότητὰ καὶ τὴν ἀνθρωπότητα συνελθούσας ἀμφοτέρας ἀποτελέσαι μίαν φύσιν καθ' ὑμᾶς σύνθετον. Αλλαχόσε δὲ αὐτὸς ἐκεῖνο; οὐ μόνον ἐν τῇ δευτέρᾳ ἐπιστολῇ τῇ πρὸς Σούκινσον, ἀλλὰ καὶ σχεδὸν εἰπεῖν ἐν οἷς διείληπται περὶ τῆς οἰκονομίας, καὶ τοῦ κατὰ Χριστὸν μυστηρίου φαίνεται πάλιν, ἐν δύο φύσεσι τὸν Χρισ στὸν, καὶ δύο φύσεις είναι μετὰ τὴν ἕνωσιν, τρανώς διαγορεύων. Καὶ οὐ μόνον τουτ', ἀλλὰ καὶ τοῖς ἄλλοις ἔσται Πατράσιν ἐναντίος· ὅπερ ἐστὶ λέγειν ψευδές το καὶ δύσφημον. Σχεδὸν δὲ εἰπεῖν πάντες διαρρήδην κεκράγασιν, ὅτι ὁ Χριστὸς, ήγουν ἡ μία ὑπόστασις ἐν δύο φύσεσι, καὶ δύο φύσεις ἐστὶ μετὰ τὴν ἔνωσιν· εἴπερ Θεὸς καὶ ἄνθρωπος ὁ αὐτὸς τέλειός ἔστι μετὰ τὴν ἕνωσιν. Αλλ' ἐκ περιόδου τὸ ὅλον, ήγουν τὸν Χριστὸν μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην εἰπὼν, ἐκ τῶν μερῶν τὸ ὅλον ἐνέφηνεν. Η γὰρ μία φύσις του Λόγου ἡ αὐτή ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ τοῦ ἁγίου Πνεύματος, προσκειμένου δὲ ὅτι σεσαρκωμένη, όπερ δηλοῖ ἐψυχωμένη ψυχῇ λογικῇ τε καὶ νοερά, ὡς καὶ αὐτὸς λέγει, πάντως τὴν καθ' ἡμᾶς φύσιν δηλοί ὅπερ ἐμφαίνει, ήγουν τοῦ Χριστοῦ δύο φύσεις εἶναι, θείαν τε καὶ ἀνθρωπίνην. Εἰ δὲ τοῦτο, φανερὸν ὅτι αὐτὸς διὰ περιόδου ἐμφήνας φύσεις ἔχειν τὸν ἕνα τῇ ὑποστάσει ὄντα Χριστὸν, καὶ Κύριον, καὶ Θεὸν ἡμῶν. Πλὴν οὖν ἄκουσον τί φησιν ὁ ἐν ἁγίοις Κύπ ριλλος ἐν τῇ δευτέρᾳ ἐπιστολῇ τῇ πρὸς Σούκενσον ὑπεραπολογούμενος, διὰ τὸ εἰπεῖν μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην· Εἰ μὲν μίαν εἰπόντες τοῦ Λόγου φύσιν σεσιγήκαμεν, οὐκ ἐπενεγκόντες τὸ, σεσαρκωμένην, ἀλλ᾽ οἷον ἔξω τιθέντες τὴν οἰκο νομίαν, ἦν αὐτοῖς τάχα που οὐκ ἀπίθανος ὁ λόγος, προσποιουμένοις ἐρωτᾷ Ποῦ τὸ τέλειον ἐν ἀν θρωπότητι, ἢ πῶς ὑφέστηκεν ἡ καθ' ἡμᾶς οὐσία; Ἐπεὶ δὲ καὶ ἡ ἐν ἀνθρωπότητι τελειότης, καὶ τῆς καθ' ἡμᾶς ουσίας ἡ δήλωσις εἰσκεκόμισται διὰ τοῦ λέγειν σεσαρκωμένην, παυσάσθωσαν
col. 623–624page 17 of 38
PG 105:623καλαμίνην ῥάβδον ἑαυτοῖς ὑποστηρίσαντες. Ιδού; σκόπει τὸ σεσαρκωμένην εἰς δήλωσιν τῆς καθ' ἡμᾶς οὐσίας εἰσκεκομίσθαι λέγοντα τὸν διδάσκαλον, ὡς εἶναι τὴν μίαν τοῦ Λόγου φύσιν καὶ τῆς καθ' ἡμᾶς οὐσίας τὴν δήλωσιν, διὰ τὸ, σεσαρκωμένην, δύο φύ σεων θεότητος καὶ ἀνθρωπότητος παραστατικόν. Καὶ μετ' ὀλίγα ἐν τῇ αὐτῇ ἐπιστολῇ· Ορθότατα δὲ καὶ πάνυ συνετῶς ἡ σὴ τελειότης τὸν περὶ τοῦ σωτηρίου πάθους ἐκτίθεται λόγον, οὐκ αὐτὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ, καθὸ νοεῖται καὶ ἔστι Θεός, παθεῖν εἰς ἰδίαν φύσιν τὰ σώματος ισχυ ριζομένη, παθεῖν δὲ μᾶλλον τῇ χοϊκῇ φύσει. Δεῖ γὰρ πάντως ἀμφότερα σώζεσθαι ἐν τῷ ἐνὶ καὶ κατὰ ἀλήθειαν Υἱῷ, τὸ μὴ πάσχειν θεϊκῶς, καὶ τὸ λέγεσθαι παθεῖν ἀνθρωπίνως· ἡ αὐτοῦ γὰρ πέπονθε σάρξ. Σκόπει πῶς φύσιν θείαν εἶπε καὶ φύσιν χοϊκὴν ἐν τῷ ἑνὶ Χριστῷ σώζεσθαι καὶ μετὰ τὴν ἔνωσιν, κἂν σὲ ἀγανακτῇς, καὶ οὐ συγχωρῇς φύ σιν θείαν καὶ φύσιν χοϊκὴν δύο φύσεις εἶναι. Καὶ πάλιν ἀλλαχοῦ ἄκουσον Κυρίλλου ἐκ τοῦ περὶ Τριάδος λόγου· Διττὸν τὸν ἐφ' Υἱῷ λόγον ὁ σου φώτατος Παῦλος, μᾶλλον δὲ σύμπας ὁ τῶν ἁγίων χορὸς ἐγνώκασί τε καὶ εἰσκομίζουσι μετὰ τὸ ἐνωθῆναι σαρκί. Αρά γε τὸν διττὸν ἐφ' Υἱῷ λόγον κατὰ τὴν ὑπόστασιν τῆς εἰρηκέναι, ἢ κατὰ τὴν φύ σιν; Εἰ μὲν κατὰ τὴν ὑπόστασιν, ἰδοὺ τὸ τοῦ Νεστορίου φρόνημα, ὅπερ ἐστὶν ἀσεβές. Εἰ δὲ κατὰ τὴν φύσιν, σύμφημι, ὅτι καὶ Κύριλλος ὧδε συμφωνεῖ τῇ ἁγίᾳ τετάρτη συνόδῳ, δύο φύσεις ἐπὶ Χριστοῦ εἰσ πούσῃ. Καὶ σχεδὸν ἐν πᾶσι τοῖς τοῦ ἁγίου συγγράμμασιν εὕροι ἄν τις αὐτὸν, διπλοῦν λέγοντα τὸν Χριστὸν μετὰ τὴν ἕνωσιν κατὰ φύσιν. Πλὴν εἰσε αχθήτιο αὖθις Γρηγόριος ὁ ἐπὶ τῇ θεολογία περιβόητος ἐν τῷ περὶ Υἱοῦ λόγῳ συνῳδὲ τῇ ἁγίᾳ τετάρτῃ συν όδῳ φάσκων· Θεὸς δ' ἂν λέγοιτο, οὐ τοῦ Λόγου, τοῦ ὁρωμένου δέ. Πῶς γὰρ ἂν εἴη του κυρίως θεοῦ Θεὺς, ὥσπερ καὶ Πατὴρ, οὐ τοῦ ὁρωμένου, τοῦ Λόγου δέ; Καὶ γὰρ ἦν διπλοῦς, ὥστε τὸ μὲν κυ ρίως ἐπ' ἀμφοῖν, τὸ δὲ οὐ κυρίως. Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὰ Γενέθλια Απεστάλη μὲν γὰρ, ἀλλ' ὡς ἄνθρωπος· διπλοῦς γὰρ ἦν. Εἰσαχθήτω καὶ τοῦ Αμβροσίου Μεδιολάνων ἐπισκόπου πρὸς Γρατιανόν βασιλέα, ἥντινα χρήσιν προήγαγε Κύριλλος ἐν τῇ κατ' Ἔφεσον συνόδῳ κατὰ Νεστορίου· Φυλάξωμεν τὴν διαφορὰν τῆς θεότητος καὶ τῆς σαρκός· εἷς γὰρ ἐν ἑκατέρᾳ λαλεῖ ὁ τοῦ Θεοῦ Υἱός· ἐπειδὴ ἐν αὐτῷ ἑκατέρα φύσις ἐστίν. Ικανὰ μὲν καὶ ταῦτα παραστῆσαι τὴν συμφωνίαν τῆς ἁγίας τετάρτης συνόδου μετὰ Κυρίλλου καὶ τῶν λοιπῶν Πατέρων, καὶ τῆς ἐν Ἐφέσῳ συνόδου. Καὶ εἰ μή τις λόγου έκτασις διεκώλυε, τάχα ἂν πολλαῖς καὶ σχεδὸν εἰπεῖν ἀπείροις μαρτυρίαις, ἔκ τε Γραφικῶν λογίων, καὶ Πατρικών συγγραμμάτων, καὶ συλλογισμοῖς ἀπο δεικτικοῖς χρησάμενοι, παριστἂν εἴχομεν τῆς ἁγίας τετάρτης συνόδου την συμφωνίαν πρὸς ταῖς ἄλλαι; τρισὶν ἁγίαις συνόδοις, καὶ πρὸς αὐτὴν ἀλήθειαν. Ἐπεὶ οὖν ὁ λόγος ἐναργώς τουτί παρέστησεν, ἀπό στηθι τοῦ διασύρειν τὴν ἁγίαν τετάρτην σύνοδον, είπερ τὴν ἑαυτοῦ ἐπισπᾷ σωτηρίαν, καὶ τοὺς κατ' ἐκεῖνο
col. 625–626page 18 of 38
PG 105:625καιροῦ τὴν πολύανδρον ἐκείνην συναθροισθεῖσαν σύνοδον βασιλεῖς ὁρίσαντας, καὶ ἐννόμως πάντα τὰ ἐν αὐτῇ πραχθέντα κελεύσαντας, Μαρκιανόν φημι καὶ Πουλχερίαν, οι μεγάλως τὴν βασίλειον ἐξουσίαν ὀρθοδοξίᾳ μετὰ καὶ τῆς λοιπῆς εὐταξίας εκόσμησαν. Τοσοῦτον γὰρ περιἦν τὸ σέβας τῇ Πουλχερία προς τὴν πάναγνον καὶ Θεοτόκον Μαρίαν, μητέρα τε τοῦ Κυρίου ταύτην πιστῶς ἀποκαλούσῃ καὶ Θεοτόκον, καὶ μετὰ πίστεως πολλῆς ταύτην σεβομένῃ, ὡς καὶ ναοὺς κατ' ἐξαίρετον ἐν τῇ βασιλευούσῃ πόλει ἐπ' ὀνόματι τῆς Θεομήτορος μεγίστους καὶ περικαλλεῖς καὶ κατηγλαϊσμένους δείμασθαι, τὴν ἐπωνυμίαν ἐκ τῶν τόπων ἕκαστον, ἐν ᾧ ᾠκοδόμηντο, λαβόντα, δι' αὐτῶν τὸ θερμὸν τῆς πίστεως αὐτῆς τῆς πρὸς τὴν πάναγνον καὶ Θεοτόκον Μαρίαν πᾶσιν ἐνδεικνυμένη. Διά τοι τοῦτο, οὐδὲ ὡς τὰ Νεστορίου φρονοῦσαν δεξ σε αὐτὴν διασύρειν, είγε καὶ αὐτὸς Θεοτόκον ὁμολογεῖ; τὴν τοῦ Κυρίου Μητέρα. ιβ'. Ενεφέρετο δὲ καὶ τοῦτο ἐν τῷ γράμματι τῆς σῆς μεγαλονοίας, ὅτι Πολλὰς εἶχομεν μαρτυρίας περὶ τῆς παρ' ἡμῖν δογματιζομένης, ήγουν τῆς μιᾶς φύσεως τοῦ Χριστοῦ μετὰ τὴν ἕνωσιν όμου λογίας παριστᾷν, καὶ πολλὰ τοῦ λέγειν, ἀλλὰ διὰ τὸ μηδὲ ἐν τῷ γράμματι τῆς σῆς ἁγιωσύ της τῶν θεοφόρων ἀνδρῶν οὐ περιείχε μαρτυρίας, οὐδὲ ἡμεῖς ἐνεγράψαμεν. Πλήν οὖν διευθετούντες τὴν σὴν εὔκλειαν, καὶ ἐν τούτοις τανῦν λέγομεν· Οὐχ ἁπλῶς, καὶ ὡς ἔτυχε, δεῖ σε μαρτυρίας Πατέρων περὶ πίστεως καὶ δογμάτων ἀναλέγεσθαι. Ἐπεὶ καὶ τοὺς θείους Πατέρας ἐγκλήματι περιγράψειας, καὶ σὲ ἀσινῆ εἰς τὸν τῆς πίστεως λόγον οὐ διατηρήσειας. Πολλὰ γὰρ τοῖς Πατράσι πρὸς κατάχρησιν, ἤτοι κατὰ μεταφοράν, ἢ ὁμωνυμίαν, ἢ ἀντιστροφήν, ἢ ἄλλωςπως ἔστιν εὑρεῖν λέγοντας, καὶ οὐ μόνον τουτί, ἀλλὰ καὶ αἱ θεῖαι Γραφαὶ καὶ ἡ συνήθεια οὕτως τὰ ὀνό ματα μεταχειρίζεται. Καὶ θέα μοι καὶ αὐτὸν τὸν μακάριον Κύριλλον τὰς ὑποστάσεις ἀντὶ τῶν φύ σεων, καὶ τὰς φύσεις ἀντὶ τῶν ὑποστάσεων ἐκλαμβάνοντα. Οἷόν φημι· Εἴ τις διαιρεῖ τὰς ὑποστάσεις. Καὶ πάλιν ὁ αὐτὸς λέγει· Ασύγχυτοι μεμενήκασιν αἱ φύσεις, ήγουν ὑποστάσεις. Ο τε μέγας Αθα νάσιος καὶ πρόσωπα ἐπὶ Χριστοῦ δύο είναι διισχυρίζεται, εἰ μή τις τοῦτο εἶποι, ὅτι καταχρηστικώς τοῖς Πατράσιν ἐῤῥήθη, αὐτούς τε τούτους αἱρετικοὺς ἀποφήσειε, καὶ ἐκ τῶνδε τῶν λόγων ἀναλεγόμενος χρήσεις, ἑαυτόν τε καὶ ἄλλους μεγάλως βλάψειεν. ᾿Αλλὰ χρὴ τὰς τοιαύτας χρήσεις, εἴτίς βούλοιτο ἐκ τῶν θείων Πατέρων ἀναλέγεσθαι, οἷον νομοθετοῦντας περί τινων πραγμάτων, καὶ ὁροθετοῦντας εὑρισκομέν νους, καὶ τὴν οἰκείαν γνώμην ἀνακαλύπτοντας. Οἷόν ἐστι τὸ περὶ οὐσίας καὶ ὑποστάσεως όνομα παρὰ Βασλείου τοῦ πάνυ λαβὼν διάκρισιν, ταύτην ἔχοντα τὴν διαφορὰν πρὸς ἄλληλα, ἣν ἔχει τὸ κοινὸν πρὸς τὸ καθέκαστον, ἢ καὶ αὐτοὺς καταχρησαμένους ἐν ἄλλοις ὅτι πλείστοις αὐτῶν συγγράμμασι διασαφοῦντας κυρίως, ὅπερ ἀλλαχόσε κατεχρήσαντο, ἢ καὶ ἐν οἷς σύμφωνοι οἱ πλεῖστοι τῶν Πατέρων γεγέν νασιν, ἢ καὶ συνοδικῶς ἐκυρώθη, ἀλλὰ μὴ τῷ ἐξοδικῷ λόγῳ, ᾧ πολλάκις ἄν τις κατὰ τὴν ἑρμηνείαν καὶ ἀμελέστερον διακείμενος καταχρήσοιτο λέξεσιν, ὑπὸ ὑμετέρων νοημάτων πρὸς τοῦτο ἀγόμενος, ἢ καὶ μὴ
col. 627–628page 19 of 38
PG 105:627πρόχειρον ἔχων τὴν ἐπιτηδειότητα, ή και τισι τῶν ἑτεροδόξων ἀντικαθιστάμενος, καὶ κατ' ἄλλας δὲ παρα φάσεις τῆς τῶν ὀνομάτων ἀκριβείας μὴ φροντίσοι, οὗ δεῖ ἐκ τοιούτων χρήσεις ἀναλέγεσθαι, ἀλλ' ὡς ἀνόπιν ἔφαμεν. Τοῦτο δὲ καὶ σὺ ποιῶν, οὐκ ἂν εὕροις παραστῆσαι χρήσεις συνιστώσας τὸ περὶ μιᾶς φύσεως τοῦ Χριστοῦ παρὰ σοῦ δογματιζόμενον. ιγ. Παρακατιὼν δὲ ἐν τῷ γράμματί σου, καὶ οἱονεὶ ἀχθόμενος πρὸς ἡμᾶς, διότι γεγράφαμεν, ὅτι οἱ λέ γοντες μίαν φύσιν εἰς Χριστὸν Εὐτυχιανισταί εἰσι, καὶ τῷ αὐτῷ ἀναθέματι καὶ κρίματι καθυποβάλλονται, τοιάδε γράφεις· Καὶ λέγομεν, δέσποτα, οὐκ ἐποιήσω ἐν τούτῳ εὐθεῖαν κρίσιν, διὸ καὶ πειράσαι τοῦ Εὐτυχοῦς τὴν δόξαν ἐκτίθεσθαι, διασαφηνίζειν τε, ὅτι ἀνάχυσιν καὶ ἀνάκρασιν δοξάζει ἐπὶ τῆς οικονομίας, καὶ ἐκ τῶν ἁγίων καὶ ἀχράντων αἱμά των μηδὲν τὸν Θεὸν λόγον προςλαβέσθαι λέγει, καυ τὸν δὲ παραστῆσαι μὴ εἶναι συγχυτικὸν, καὶ ἑτέρωσε δοξάζονται μίαν φύσιν ἐπὶ Χριστοῦ, δι' αὐτὸ τοῦτο, μηδὲ τῷ αὐτῷ ἀναθέματι δικαίως καθυποβάλλεσθαι. Ἀλλ᾽ εἰ μὲν ὁ λόγος ὁ σὸς τὸ διάφορον τῆς δόξης, φημὶ δὴ τοῦ Εὐτυχοῦς καὶ τῆς σῆς ὁμολογίας, βούλε και παριστάν, ὡς ἐντεῦθεν μηδὲ τῷ αὐτῷ ἀναθέματι συναπάγεσθαι, ὁ γοῦν ἡμέτερος λόγος τῆς ἀποδείξεως οὕτω λέγοντά σε μίαν φύσιν ἐπὶ τῆς ἑνώσεως Χρι στοῦ, κἂν μὴ ἐκ πρώτης οὕτως εὕροι δοξάζοντα, ἀλλ' ἐξ ὧν λέγεις, εξάπαντος εἰς τὸν τῆς ἀναχύ σεως τρόπον περιάξει, καὶ τοῦτό σοι δῆλον ἐντεῦθεν. Τρεῖς τοίνυν αἱ ἀνωτάτω δόξαι περὶ τῆς ἑνώσεως τῶν ἐν Χριστῷ φύσεων κατεβλήθησαν, διαιρετική, συγχυτική, καὶ ἡ κυρίως ενωτικὴ λεγομένη. Αἱ μὲν οὖν δύο παισὶν αἱρετικῶν ἐπαίχθησαν, καὶ παιζέσθωσαν. Καλῶς γὰρ προλαβὼν αὐτοὺς ὁ θεῖος Γρη γόριος ἐστηλίτευσεν. "Η τε γὰρ διαιρετική σχετική τις οὖσα, καὶ μηδὲ τὴν ἀρχὴν τὰς φύσεις συνάπτουσα, κεχωρισμένα πρὸς ἄλληλα καταλείπει τὰ πράγματα, μηδὲ ὅσα ἴδια τούτοις διδοῦσα, ἡ ἀντιδιδοῦσα: Ως ένα τεῦθεν δύο φύσεις πάντη χωριστὰς ἀλλήλων ορίζεσθαι, πλὴν ὅσον ἀξίᾳ, καὶ γνώμῃ, καὶ ταυτοβουλίᾳ τὸν τῶν φύσεων χωρισμόν φενακίζει τοὺς ἄφρονας. Τοιαύτη ή τοῦ ματαιόφρονος Νεστορίου δόξα, ἡ δὲ κατὰ διάμετρον ταύτης καὶ συγχυτικὴ πλεῖστα ἀφανίζουσα, καὶ συγ χέουσα, ἔν τι πρᾶγμα νόθον ἀναπλάττει τε καὶ φαντάζεται, ἐν οὐδ' ὁποτέρῳ τῶν ἡνωμένων καθαρῶς τὸ ἴδιον ἀποσώζουσα, ἀλλὰ τοῦτο ἐκεῖνο, κἀκεῖνο τοῦτο, καὶ διὰ τοῦτο οὐδὲ τοῦτο, οὐδὲ ἐκεῖνο συγχωροῦσα. Νόθον γὰρ ἅπαν τὸ ἐκ τῆς συγχύσεως ἀναφαίνεται, οὐδὲν ἔχον καθαρὸν, οὐδὲ ἐν τῇ μονίμῳ ἱδρυμένον ἑαυτοῦ ιδιότητι. Ἡ δὲ τούτων μέση ἀσύγχυτός τε καὶ ἀδιαίρετος Ένωσις οἶδε μὲν τὰ ὁραθέντα ἀνελλιπῶς ἔχοντα κατὰ τὴν αὐτῶν ἰδιότητα διὰ τὸ ἄτρεπτον, κοινῶς δὲ ταῦτα καὶ ἑνὸς εἶναι ποιεῖ δι' αὐτήν γε τὴν οὐ σιώδη ἔνωσιν, ὡς εἰ καὶ τὰ μὲν κυρίως ἴδια θατέρου, κοινὰ τοῦ ὅλου, τὰ δὲ τοῦ ὅλου κοινά, θατέρου ίδια διὰ τὴν ἐν θατέρῳ τοῦ αὐτοῦ ἀσύγχυτον ιδιότητα. Οὐ γὰρ ἂν ἀντίδοσις τῶν ἰδιωμάτων ἐγένετο, εἰ μὴ ἐν ἑκατέρῳ ἔμεινεν ἐν τῇ ἐνώσει ἡ ἰδιότης ἀκίνητος. Έστιν οὖν ἡ τοιαύτη ἔνωσις τῶν μὲν πάντη διαι ρετῶν ἐνικωτέρα, τῶν δὲ πάντη συγχυτικών πλου
col. 629–630page 20 of 38
PG 105:629σιωτέρα, ὡς μήτε πάντη ἑαυτὸν εἶναι ποιεῖν τὰ ενωθέντα ἀλλήλοις, μήτε πάντη ἕτερον. Εἰ τοίνυν μηδὲ πάντη παυτόν, μηδὲ ἐξ ὅλων ἕτερον τὸ ἐκ τῆς ενώσεως ἀποφαίνει, ζητητέον, πῇ μὲν ταυτὸν, πῆ δὲ ἕτερον ὁ τῆς ἀληθείας λόγος οἶδε. Τὸ μὲν ταυτὸν κατὰ τὴν ὑπόστασιν, τὸ δὲ ἕτερον κατὰ τὴν φύσιν. Εμπαλιν γὰρ ἢ ἐπὶ τῆς Τριάδος ἔχει κατὰ τὸν θεῖον Γρηγόριον. Εἰ δὲ τοῦτο τοῖς ἐναντίοις ἀπαράδεκτον, τὸ ἑξῆς αὐτοὶ συναγέτωσαν. Πάντως γὰρ εἰ μὴ ὑπο στάσει τὸ ταυτὸν, ἄρα φύσει δώσουσιν. Εἰ δὲ τοῦτο, εἰς δήπου καὶ ὁ αὐτὸς ἔσται λόγος θεότητος καὶ ἀντ θρωπότητος διὰ τὴν ἔνωσιν. Καὶ εἰ τούτο, ταυτόν ἐστιν ἔνωσίς τε καὶ φύσις. Κοινὸν γὰρ τὸ ἐπ᾽ ἀμε φοῖν κατηγόρημα. Ωσπερ γὰρ ὧν ἡ φύσις μία, τού των καὶ ὁ λόγος ὁ αὐτὸς, οὕτως ἀνάγκη, καὶ ὧν ἡ – Ένωσις ἅμα καὶ ἐν ταυτῷ, τούτων κατ᾿ αὐτοὺς καὶ τὴν φύσιν εἶναι κοινήν. Οὐκοῦν καὶ τὸ ἔμπαλιν, ὧν ἡ φύσις μία, τούτων ὑποστάσεις διάφοροι. Ἐπεὶ δὲ μίαν φύσιν ἐν πρόσωπον περιγράφει, ἐντεῦθεν· τι συνάγεται; μίαν μὲν εἶναι φύσιν σαρκὸς καὶ θεότητος, καὶ διὰ τοῦτο ἀνάχυσις, ὑποστάσεις δὲ δύο. Εἰ δὲ μήτε φύσει μήτε ὑποστάσει καὶ ἀριθμῷ τὸ ἐν ἔχοιεν τὰ συνελθόντα, ποῦ ἡ διὰ τῆς ἑνώσεως τῶν ἑνωθέντων ταυτότης; Εἰ δὲ καὶ φύσει, καὶ ὑποστάσει τὸ ἐν ἀλλήλοις εἰσὶ, ποῦ ὁ τῆς ἀτρεψίας καὶ τοῦ ἀσυγχύτου λόγος τῇ ἐνώσει σωθήσεται; Συνήκται ἄρα ἐξάπαντος τοῖς λέγουσιν ἐπὶ Χριστοῦ μίαν φύσιν, καὶ ὁ τῆς ἀναχύσεως τρόπος, καν αὐτοὶ μὴ βούλοιντο. Καὶ ἄλλως εἰς τὸ αὐτὸ, ὅτι οἱ μίαν φύσιν λέγοντες ἐπὶ Χριστοῦ εἰς τὸν τῆς συγχύσεως τρόπον ἐμπί πτουσιν. Ερωτητέον οὖν ὑμᾶς, Πότερον ὑμῖν τὰ συνελθόντα ἀσύγχυτα ἐν τῇ ἐνώσει γινώσκεται, ἢ οὔ; Πάντως ἐρεῖτε ἀσύγχυτα, εἴπερ μὴ. Ευτυχιανί ζειν ἐθέλετε. Δύο δὲ τὰ συνελθόντα καὶ καθ᾽ ὑμᾶς εἰσι, θεότητά φημι καὶ ἀνθρωπότητα. Τίνι δὲ λόγῳ τὰ μὴ συγχυθέντα ἐν τῇ ἐνώσει δύο, καὶ μετὰ τὴν ἕνωσιν οὐ δύο γνωρίζετε; Εἰ δὲ καὶ γνωρίζετε, πῶς οὐχ ὁμολογεῖτε; Εἰ δὲ καὶ ὁμολογεῖτε, πῶς ἀριθμεῖν ταῦτα παραιτεῖσθε, ὧν τὴν τῆς φύσεως ἰδιότητα ἀσύγ χυτον καὶ μετὰ τὴν ἕνωσιν ἐπίστασθε; “Ο γὰρ όμο λογοῦσι, φησὶν ὁ θεῖος Βασίλειος, τοῦτο καὶ ἀριθμείς τωσαν. Εἰ δὲ οὐκ ἀριθμεῖτε, δῆλον ὅτι οὐχ ὁμολογεῖτε. Εἰ δὲ οὐχ ὁμολογεῖτε, οὐδὲ γνωρίζετε. Εἰ δὲ οὐ γνωρίζετε, οὐ δύο τὰ συνελθόντα λέγετε. Καὶ οὕτως μεταβέβληται ἡ τῶν συνελθόντων φύσις θατέρα ἐπὶ θατέραν. Καὶ ἄλλως εἰς τὸ αὐτό· Η πᾶσα ἐλότης ἢ ἐξ ἀνομοιομερῶν τὴν σύστασιν εἴληφεν, ἢ ἐξ ὁμοιομερῶν· καὶ εἰ μὲν ἐξ ὁμοιομερῶν πάντως κατ' αὐτὸ, τουτέστι καὶ ἀσύνθετός ἐστιν, εἰ δὲ ἐξ ἀνομοιομερῶν καὶ διαφόρων φύσεων συνέστηκε, πάντως σύνθετος ἔσται, είπερ τὰ ἐκ διαφόρων φύσεων συγκείμενα σύνθετα. Ἐπεὶ οὖν ἡ κατὰ Χριστὸν ὁλότης ἐξ ἀνομοιομερών, ήγουν δια φερόντων φύσεων τὴν σύνθεσιν ἔσχηκε, θεότητος, φημὶ, καὶ ἀνθρωπότητος, ταῦτα δὲ διάφορα καὶ ἐν τῇ ενώσει μεμενήκασιν, ἐν οἷς δὲ διάφορα, πάντως ἐκεῖ καὶ ὁ τῆς δυάδος ἀριθμὸς τουλάχιστον συνάγεται. Εἰ δὲ τοῦτο, δηλονότι καὶ ἀριθμεῖ. Εἰ δὲ καὶ καθ' ὑμᾶς ἐν τῇ ἑνώσει τοῦ ὅλου ἡ διαφορὰ τῶν μετ ρῶν οὐκ ἀριθμεῖται, δῆλον ὅτι οὐδὲ ἔστιν. Εἰ δὲ οὐκ
col. 631–632page 21 of 38
PG 105:631ἔστι, σαφές ότι συγκέχυται τὰ μέρη, ἐν οἷς ἡ δια φορά οὐχ εὕρηται. Φανερὸν ἄρα, τοῖς λέγουσι μίαν σύνθετον ἐπὶ Χριστοῦ φύσιν συνάγεται, τὸ συγκεχύσθαι λέγειν τὰς φύσεις, κἂν μὴ βούλοιντο. Καὶ ταῦτα μὲν ἐν τούτοις. ιδ. Ἐπειδὴ δὲ τὸ συγχυτικὸν τοῦ Εὐτυχούς διὰ τῆς ἐκθέσεως ἐν τῷ γράμματί σου μυσαττόμενος ἀπετείου, τὴν δὲ οἰκείαν ὁμολογίαν δι᾽ ὀλίγων ἐπει ράθης ἐκθέσθαι, ὡς ἐντεῦθεν ακατάγνωστος δειχθής ναι, καὶ δοκῶν τὸ ὀρθὸν δόγμα τῆς Ἐκκλησίας πρε σβεύειν, διὸ καὶ γράφεις ὧδε· Αρτίως δὲ δι᾽ ἁπλῶν λόγων βαλήσομεν τὴν ἡμετέραν ὁμολογίαν, διότι λέγομεν μίαν φύσιν εἰς Χριστὸν, ὅπερ πᾶσι φα νερόν ἐστιν. Ητις μία φύσις εἰς δύο τρόπους νοεῖται τε καὶ λέγεται, τῆς μὲν ἁπλῆς καὶ ἀσω μάτου καὶ χωρὶς ἁρμονίας, ἤγουν Μιχαὴλ, καὶ Γαβριήλ, τῆς δὲ μετὰ τῆς ἁρμονίας, ὥσπερ Ἀδὰμ καὶ Νῶς. Οὓς δύο τρόπους ἀποσκευασάμενος, μὴ ἐφαρμόττειν ἐπὶ τῆς κατὰ Χριστὸν ἑνώσεως τὸν μὲν πρότερον, ήγουν τῆς ἁπλῆς καὶ ἀσωμάτου μιᾶς φύ σεως διὰ τὸ συμβαίνειν, μὴ ἔνηνθρωπηκέναι τὸν Κύριον, ἀλλὰ γυμνὸν εἶναι δίχα σαρκώσεως, τὸν δ' αὖ δεύτερον, ήγουν τὸν ἐναρμόνιον, καὶ κατ᾽ ἐκεῖνον μὴ εἶναι τὸν Χριστὸν, Θεόν, ἀλλὰ ψιλόν ἄνθρωπον, τρίτον τινὰ ὑποτιθεὶς τρόπον μιᾶς συνθέτου φύσεως ὄντα, δν καὶ ἐπὶ Χριστοῦ ὁμοιοτρόπως ἔχειν ὁμολογεῖς. Διὸ καὶ παραδειγματικῶς τὸν ἄνθρωπον λαβών, ὑποτιθέμενος γράφεις ὧδε· Καὶ γίνεται ὁ ἄνθρωπος παράδειγμα, καθὼς καὶ οἱ Πατέρες ελάλη-. σαν καὶ διήγγειλαν, τί ἐστι τοῦ σώματος, καὶ τί ἐστι τῆς ψυχῆς. 'Αλλ' ὁ ἄνθρωπος οὐ λέγεται δύο φύσεις ἔχειν. Εἰ δὲ ἀνθίσταται τις καὶ λέγει δύο φύσεις ἐπὶ ἀνθρώπου, λοιπὸν καὶ ὁ Χριστὸς τρεῖς φύσεις ἔχει, δύο τῆς ἀνθρωπότητος, καὶ μίαν τῆς θεότητος. 'Αρτίως οὖν ἐκ τῶν τριῶν τρόπων τούτων, ποῖον ἐπαίρεσθαι εἴπομεν ἐκ τῶν λεγομένων τούτων φύσεων; Εἰ μὲν τὸ σῶμα, Εὐ τυχιανίζομεν, εἰ δὲ τὴν ἀνθρωπίνην ψυχήν γινό μεθα ὡς ὁ Απολινάριος, εἰ δὲ τὴν θεότητα, ὁμοιούμεθα τοῖς Ἰουδαίοις λέγουσι, Σὺ ἄνθρωπος ὤν, πῶς ποιεῖς ἑαυτὸν Θεόν; Αρτίως οὖν φανερῶς λέγομεν, ὅτι μία φύσις ἐπὶ τῆς ἑνώσεως δύο αταράχων φύσεων. Ελήλυθας ὡς ἐπὶ τι φρού ριον ἀκαταγώνιστον, παραδείγματος χάριν τῆς σῆς ὁμολογίας τὸν ἄνθρωπον λαβών. Τοιγαροῦν ἐπειδὴ δι ελογίσω τὸν τρόπον σαφηνίσαι τῆς μιᾶς φύσεως, [καθ'] ἦν ὁ Χριστὸς μιᾶς εἶναι φύσεως μετὰ τὴν ἕνωσιν παρὰ σοῦ ὁμολογεῖται, πρὶν ἢ τῶν ἀντιῤῥητικῶν λόγων τῶν πρὸς σὲ ἐφαψόμεθα, διορισώμεθα περί φύσεως καὶ οὐσίας, ὑποστάσεώς τε, φημί, καὶ προσώπου, καὶ ἀποστατικοῦ, πῶς οἱ τοῦ καθ' ἡμᾶς μυστηρίου διδάσκαλοι, καὶ οἱ ἔξω τοῦ καθ' ἡμᾶς λόγου ταυτὶ δὴ τὰ ὀνόματα διακρίνουσι, καὶ ἐπὶ ποίων σημαινομένων τάττουσιν, ἵνα μὴ σύγχυσις δογματιζόντων ἡμῶν, καὶ πλάνη ποθὲν ἀναφυῇ. Πάντες γὰρ, σχεδόν εἰ πεῖν, οἱ τὰς αἱρέσεις κρατύναντες, ταυτὶ δὴ τὰ ὀνό ματα κακῶς ἐκλαμβάνοντες, καὶ ὡς οὐ κατὰ φρόνη η
col. 633–634page 22 of 38
PG 105:633μα ἐκκλησιαστικὸν ἀπεσφάλησαν. Μενούνγε ουσίαν ἐπί τε κοινοῦ καὶ ἰδικοῦ πράγματος, ήγουν καθόλου πών, πολλοῖς ἀτόποις περιπέπτωκεν, οὓς ὁ λόγος καὶ φύσιν ταυτὸν ἡμῖν δηλοῦν πανταχοῦ καὶ ἡ ἁγία Γραφὴ, καὶ ἡ κατὰ Νίκαιαν ἁγία σύνοδος, καὶ μετ' αὐτὴν ἡ ἐν Κωνσταντινουπόλει, καὶ ἡ πρώτη τῶν ἐν Ἐφέσῳ παρέδωκαν, ἐπὶ κοινοῦ καὶ καθολικοῦ, καὶ κατὰ πολλῶν φερομένου πράγματος, δι' ὧν τὸ παν άγιον οἱ πανταχοῦ πιστοὶ σύμβολον ἔχουσί τε καὶ περιέπουσιν, ὅπερ μίαν φύσιν καὶ οὐσίαν τῆς παν αγίας Τριάδος, καὶ τρία πρόσωπα καὶ ὑποστάσεις ἡμῖν παρέδωκε. Φύσιν μὲν καὶ οὐσίαν ταυτὸν, πρόσο ωπον δ᾽ αὖ πάλιν καὶ ὑπόστασιν ταυτὸν, ὡς ἐπὶ ἰδι κοῦ τε καὶ καθέκαστα πράγματος ἐκδιδάσκουσαι, τὸ δὲ δὴ τῆς μορφῆς ὄνομα ὡσαύτως καὶ αὐτὸ ἐπὶ οὐ σίας καὶ φύσεως οἱ Πατέρες παρειλήφασι. Διά του τοῦτο ὁ μέγας Βασίλειος τό, Ἐν μορφῇ Θεοῦ ὑπάρ χων, ἑρμηνεύων, ἴσον δύνασθαι τῷ, ἐν οὐσίᾳ Θεοῦ ὑπάρχειν, ἔλεγε. Καὶ τὸ μορφὴν ἀνειληφέναι δούλου ἐν τῇ οὐσία τῆς ἀνθρωπότητος τὸν Κύριον ἡμῶν εἶν ναι σημαίνει. Τό γε μὴν ὑποστατικὸν διάφορον παρά τὴν ὑπόστασιν τιθέασιν. Οριζόμενοι γὰρ τὴν ὑπό στασιν ἔφασαν· Υπόστασίς ἐστι μετὰ ἰδιώματος, ἢ καὶ ἰδιωμάτων ιδιοσυστάτως θεωρουμένη, καὶ ὅλον τι καθ' ἑαυτὴν οὖσα, ὑποστατικὸν δ᾽ αὖ πάλιν οὐσία μετὰ ἰδιώματος, ἢ καὶ ἰδιωμάτων, μὴ ἰδιοσυστάτως καὶ καθ' ἑαυτὸ ὡς ὅλον τι υπάρχον, ἀλλ' ὅλου τινὸς εἶναι μέρος. Οἱ δὲ ἔξω τοῦ καθ᾿ ἡμᾶς λόγου τὸ μὲν τῆς φύσεως ὄνομα, ὁμοίως τῇ Ἐκκλησίᾳ ἐπὶ καθολικοῦ τινος πράγματος ορίζονται, ἄλλο μὲν εἶναι φύσιν λέγοντες, καὶ ἄλλο τὸ ἔχειν φύσιν, καὶ τὸ μὲν ἔχειν φύσιν τὸ καθέκαστα λέγουσιν, ὅπερ παρ' ἡμῖν ὑπό στασις καὶ πρόσωπον είρηται· ταυ τὸ δὲ ταυτί, ἤγουν τὴν ὑπόστασιν, ὑποκείμενον εἶναί φασι. Διά τοι ταῦτο καὶ ὑπόστασις λέγεται ούχ, ὥς τινες ὑπέλαβον, διὰ τὸ ἁπλῶς ὑφεστάναι, ήγουν ὑπάρχειν, ἀλλὰ μᾶλλον ὑπό τι ἑστᾶναι, τουτέστιν ὑπὸ τὴν φύσιν ὡς ὑποκείμενον, τὴν δὲ φύσιν ἐνυποκεῖσθαι, τουτέστι κατά τις νας ὑποστάσεως λέγεσθαι, ἦν καὶ ὁριζόμενοί φασι Φύσις ἐστὶν ἀρχὴ κινήσεως, καὶ ἠρεμίας πρώτως καὶ καθ' ἑαυτό. Τὸ δὲ δὴ τῆς οὐσίας επί τε κοινοῦ καὶ ἰδι κοῦ, ἤγουν καθόλου καὶ ἐπὶ μέρους, οἷς Ἰωάννης ὁ ἐπίκλην Φιλόπονος κατακολουθήσας, τραθεΐτης ἀνα δέδεικται. Ο δὲ δὴ Σεβῆρος τὸ μὲν τῆς οὐσίας ὄνομα ταυτοτρόπως τῇ Ἐκκλησίᾳ ὀνομάζει ἐπὶ κοινοῦ πράγματος εἶναι, τὸ δὲ τῆς φύσεως ιδιόρρυθμος ἐν τούτῳ γενόμενος, ούτε τῇ συνηθείᾳ, οὔτε τοῖ; ἔξω, οὔτε μὴν τῇ Ἐκκλησίᾳ κατακολουθῶν, ἀλλ' ἐναντίω; ἐπὶ μέρους ἐδόξασε· καὶ κοινὴν καὶ ἰδικὴν φύσιν εἰ παρακατιών μετ' ἀποδείξεως παραστήσεις. ιε'. Τούτων ἡμῖν ὧδέ πη διασαφηνισθέντων, καὶ διευκρινηθέντων, καιρὸς τὰ παρὰ σοῦ γραφέντα καὶ ὧδε ἐπισκέψασθαι. Ἔχει δὲ οὕτως· Καὶ γίνεται ὁ ἄνθρωπος παράδειγμα, καθὼς καὶ οἱ Πατέρες ἐλάλησαν καὶ διήγγειλαν, τί ἐστι τοῦ σώματος, καὶ τί ἐστι τῆς ψυχῆς· ἀλλ' ὁ ἄνθρωπος οὐ λέ γεται δύο φύσεις ἔχειν. Εἰ δὲ καὶ ἀνθίσταται τις καὶ λέγει δύο φύσεις ἐπὶ ἀνθρώπου, λοιπὸν καὶ ὁ Χριστὸς τρεῖς ἔχει, δύο τῆς ἀνθρωπότητος καὶ μίαν τῆς θεότητος, καὶ τὰ ἑξῆς. Ἰδοὺ σαφέστατα μιᾶς συνθέτου φύσεως τὸν Χριστὸν εἶναι δογματί
col. 635–636page 23 of 38
PG 105:635ζων, καὶ βουλόμενος τοῦτο παριστᾷν, τὸν ἄνθρωπον εἰς παράδειγμα ἀπεχρήσω· ὥσπερ γὰρ ὁ ἄνθρωπος ἐκ διαφόρων φύσεων συγκείμενος, μιᾶς ἐστι φύσεως συνθέτου μετὰ τὴν ἕνωσιν. Τουτὶ γὰρ διήγγειλαν τὸ παράδειγμα ὁμοίως ἔχειν ἐπὶ τῆς ἑνώσεως τοῦ Χρι στοῦ οἱ Πατέρες, ὡς σὺ φής. Καὶ ὥσπερ συνιστῶν τὸ παράδειγμα, ότι μιᾶς ἐστι φύσεως ὁ ἄνθρωπος ἐπι ἀγεις. 'Αλλ' ὁ ἄνθρωπος οὐ λέγεται δύο φύσεις ἔχειν. Εἰ δὲ καὶ ἀνθίσταται τις, ὅτι ἔχει, συνάγεται, ὅτι καὶ ὁ Χριστὸς τρεῖς ἔχει. Διὸ δοκεῖς ἡμᾶς τοὺς ἐπὶ τῇ ἑνώσει Χριστοῦ δοξάζοντας, δύο εἶναι φύσεις, εἰς ἄτοπον προάγειν. Οὐδὲν ξένον, ὦ φίλος, ἑνὸς ἀτόπου δοθέντος, μυρία έψεσθαι. Εἰ μὲν γὰρ πᾶσα σύνθεσις μὴ ἐκ τῶν προσεχῶς συντεθέντων συντεθεῖσθαι Ελέ γετο, ἀλλ᾽ ἐκ τῶν πόῤῥω, τάχα ἂν εἶχε χώραν τὸ παρὰ σοῦ καθ' ἡμῶν γραφόμενον. Εἰ δ᾽ οὐδεὶς τῶν εὖ μ φρονούντων φήσειεν, ἐκ τῶν πόῤῥω, ἀλλ' ἐκ τῶν προσεχῶς καὶ ἀμέσως, καὶ οἱονεὶ μερῶν, ἢ στοιχείων τάξιν ἐν τῷ ὅλῳ ἐχόντων συντεθεῖσθαι τὸ συντεθειμένον λέγεται, ἀνίσχυρον καὶ μάταιον τὸ παρὰ σοῦ γραφόμενον. Ἐπεὶ ἀνάγκη κατὰ σὲ τὸν ἄνθρωπον λέγειν ἐκ πέντε τουλάχιστον συγκεῖσθαι φύσεων, ἔκ τε τῶν τεσσάρων στοιχείων καὶ ψυχῆς. Ωσαύτ τως καὶ τὸν ἠλεκτρον, μὴ ἐκ δύο, ήγουν χρυσοῦ καὶ ἀργύρου, ἀλλ᾽ ἐκ πολλῶν πλειόνων, χρυσοῦ, φημί, καὶ ἀργύρου, καὶ τεσσάρων στοιχείων, καὶ τῶν ἔτι πολ φωτέρω, τῆς ὕλης λέγω καὶ τοῦ εἴδους. Οὐ γὰρ τὰ μέρη τῶν μερῶν ἐν τῷ λέγειν ἐκ πόσων σύγκειται τόδε σκοποῦμεν, ἀλλὰ τὰ προσεχῶς καὶ ἀμέσως μέρη αὐτοῦ, χρηματίζοντα. Οὐκοῦν κἂν τὸν ἄνθρωπον είν πωμεν δύο φύσεις ἔχειν, καὶ τὴν θεότητα μίαν εξ ναι, οὐ συνάγεται όπερ βούλεσθε καθ' ἡμῶν. Οὐ γὰρ δ· ταῦθα, ήγουν ἐπὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι στοῦ τὰ μέρη τῶν μερῶν δεῖ σκοπεῖν, ἤτοι τῆς ἀν θρωπότητος τὸ σῶμα καὶ τὴν ψυχὴν, ἀλλὰ τὰ προσ εχῶς καὶ ἀμέσως συντεθέντα, θεότητά φημι καὶ ἀνθρωπότητα. Εἰ γὰρ καὶ δύο φύσεις ἔχειν τὸν ἄν θρωπον ἡμεῖς λέγοντες, καθ' ὑμᾶς, τρεῖς φύσεις ἐπὶ Χριστοῦ λέγειν ἀναγκασθησόμεθα, καὶ ὑμεῖς ἄρα ἐκ δύο φύσεων τὸν ἄνθρωπον λέγοντες, εἰ καὶ μὴ δύο, η ἐν δύο, ἀλλὰ μίαν φύσιν εἶναι λέγοντες, ἀλλ᾽ οὖν ἐκ τριῶν φύσεων τὸν Χριστὸν δογματίσοιτε. Καὶ οὕτως περιτραπήσεσθε ἐκ τοῦ ὑμῶν λόγου. ᾿Αλλὰ τοῦτο οὐκ ἔστιν. Οὐκ ἄρα δύο φύσεις ἔχειν ἡμεῖς λέγοντες τὸν Χριστὸν, κἂν δύο φύσεις ἔχειν τὸν ἄνθρωπον λέγω μεν, τὸ τρεῖς καθ' ἡμῶν συναχθείη. Καὶ ἄλλως εἰς τὸ αὐτό· Ὁ ἄνθρωπος ή καθόλου ἐστὶν, ἢ ἐπὶ μέ ρους, ήγουν ὁ καθέκαστα, ἀλλ᾽ ὅτι μὲν ὁ καθέκαστα ἐκ δύο φύσεων σύγκειται, σώματός τε, φημί, καὶ ἀσω μάτου, οὐδεὶς τῶν εὖ εἰδότων κρίνειν ἀντερεῖ· οὐδὲ γὰρ τὸ σῶμα ἀθάνατον, ἀλλὰ φθαρτόν, οὐδὲ ἡ ψυχὴ θνητή, ἀλλ' ἀθάνατος, οὐδὲ τὸ σῶμα ἀόρατον, οὐδὲ ἡ ψυχὴ σωματικοῖς ὀφθαλμοῖς καθορᾶται· ἀλλ' ἡ μὲν λογικὴ καὶ νοερά, καὶ ἀσώματος, τὸ δὲ παχὺ καὶ ὁρατὸν, καὶ ἀπτὸν, οὐ μιᾶς δὲ φύσεως τὰ ἀντιδιαιρούμενα· οὐ μιᾶς ἄρα οὐσίας ψυχὴ καὶ σῶμα. Καὶ αὖθις· Εἰ ὧν οἱ ὅροι διάφοροι, τούτων καὶ αἱ φύσεις διάφοροι, διάφορος δὲ τοῦ σώματος ὁ λόγος παρά τὸν τῆς ψυχῆς, διάφορος ἄρα καὶ ἡ φύσις τῆς ψυχῆς
col. 637–638page 24 of 38
PG 105:637τῆς τοῦ σώματος φύσεως. Ταῦτα δὲ σώζονται ἐν τῷ καθέκαστα ἀνθρώπῳ ἀμεταβλήτως· δύο γὰρ ἄρα φύσ σεις ἔχειν ὁ καθέκαστα ἄνθρωπος λεχθήσεται. Σώζει γὰρ ἑκάτερον καὶ μετὰ τὴν ἕνωσιν τὴν φυσικὴν ἰδιό τητα, ἐξ ὧν καὶ ἐν οἷς ὁ λόγος θεωρεῖται. Ὁ δὲ δὴ γενικός, ήγουν καθόλου άνθρωπος, ὅταν τις εἰς τὰ ἐξ ὧν συνετέθη ἀποκοπῇ, φημὶ δὴ ψυχήν τε καὶ σῶσ μα, καὶ ταῦτα γενικὰ ὄντα καὶ καθόλου, ὅτι μηδὲ δυνατὸν ἐκ δύο ατόμων καὶ μερικῶν γενικόν τι ἀπο τελεῖσθαί ποτε, δύο φύσεις ἔχειν τὸν καθόλου ἄνθρωπον φήσειεν. "Οταν δὲ εἰς αὐτὴν τὴν ὁλότητα, την ἐκ δύο οὐσιῶν καθόλου παραλαμβανόμενον, εἰς τὴν τούτου συμπλήρωσιν ἕν τι γενικὴν ἀποτελούμενον τὸν ἄνθρωπον ἀναθεωρῇ, διὰ τὸ πολλὰ εἶναι ὑπ' αὐτοῦ ἄτομα, τὴν ἀπαραλλαξίαν κατὰ τὸ εἶδος ἔχοντα, καὶ τὸν αὐτοῦ λόγον ἐπίσης μετέχοντα, εἰκό τως οὐσίαν καὶ φύσιν μίαν τὸν καθόλου άνθρωπον ὁμολογήσεις. Καὶ ἡνίκα ἂν εἰς ἄλλου σύνθεσιν παραλαμβάνηται, ὡς ἔν τι, καὶ μία φύσις, καὶ οὐσία παραληφθήσεται. Οὐκοῦν ὁ ἀΐδιος Υιός, ὁ Κύριος καὶ Θεὸς ἡμῶν, ἄνθρωπος γεγονώς, οὐ τὸν καθέκαστα ἄνθρωπον ἀνειληφέναι λέγεται, ἵνα μὴ ἡ Νεστοριανή λύτα συνεισφρήσῃ, ἀλλ᾽ ἢ τὸν καθόλου, ὃν καὶ ἠτόμωσεν ἐν τῇ ἰδίᾳ ὑποστάσει. Δέδεικται δὲ οὗτος μιᾶς εἶναι φύσεως πρὸς τὴν ὁλότητα σκοπούμενος. Φανε ρὸν ἄρα ὅτι ὁ Χριστὸς ἐκ δύο φύσεων, καὶ ἐν δύο φύσ σεσι, καὶ δύο φύσεις ἔχειν παρ' ἡμῶν δοξαζόμενος, δικαίως κηρύττεται. Καὶ οὐδὲν ἄτοπον ἢ βλάσφημον ἀπαντήσει, κἂν τὸν ἄνθρωπον δύο φύσεις ἔχειν Ο λέγωμεν, ἐπειδὴ πάντα τὰ συντεθειμένα ἐκ τῶν προσεχῶς αὐτὰ συνθέντων συγκείσθαι λέγονται, καὶ οὐκ ἐξ ὧν ἐκεῖνα συντέθειται. Μάτην ἄρα, λεγόντων ἡμῶν τὸν Χριστὸν δύο φύσεις ἔχειν, καὶ τὸν ἄνθρωπον ὁμοίως δύο, τὸ τρεῖς καθ᾿ ἡμῶν συνάγεται. ις'. Μενούνγε καν ὁ ἄνθρωπος δύο φύσεων και διαφόρων καὶ ἀσυγχύτως ἡνωμένων μιᾶς φύσεως ἀποτελῆται, οὐκ ἔγχωρεῖ τὸν Χριστὸν μιᾶς φύσεως ἀποτελεῖσθαι, εἰ καὶ αὐτὸς ἐκ διαφόρων φύσεων, θεότητός τε, φημί, καὶ ἀνθρωπότητος, συντίθεται, ἐκ τῶνδε δῆλον. α'. Πᾶν τὸ ἐκ διαφόρων φύσεων συγκείμενον μιᾶς φύσεως ἀποτελεῖται, ἡνίκα τὸ συντεθὲν τῶν συντεθειμένων, οὔτε τὰς ονομασίας, οὔτε μὴν τοὺς λόγους τούτων ἐπιδέχεται, οἷόν φημι, ὁ ἄνθρω ; πος μία φύσις ἀποτελεῖται σύνθετος, ἐπειδὴ τῶν μετ ρῶν τὰς ονομασίας κυρίως καὶ τοὺς λόγους οὐκ επιδέχεται. Οὐδὲ γὰρ ἔστιν εἰπεῖν, ὅτι ὁ ἄνθρωπος κυρίως ψυχή τε λέγεται, ἢ σῶμα, οὔτε μὴν τοὺς λό γους αὐτῶν ἐπιδέχεται, κἂν λέγηται ψυχὴν καὶ σῶμα ἔχειν. Ὁ δὲ δὴ Χριστὸς ὁ Θεὸς ἡμῶν συντεθειμένος, ἐκ θεότητος, φημὶ, καὶ ἀνθρωπότητος, καὶ τὰς ὀνομασίας καὶ τοὺς λόγους τῶν μερῶν ἐπιδέχεται. Ὁ αὐτ τὸς γάρ ἐστι Θεὸς καὶ ἄνθρωπος φύσει, τοὺς λόγους αὐτῶν ἐπιδεχόμενος. Οὐκ ἄρα μιας φύσεως ἐνδέχεται αὐτὸν ἀποτελεῖσθαι. Καὶ ἄλλως. β'. Πᾶν τὸ ἐκ διαφόρων φύσεων σύνθετον ἀποτελούμενον μιας φύσ σεω;, ἕτερόν τι παρὰ τὰ ἐξ ὧν συνετέθη. Ὁ δὲ Χρι στὸς τὰ αὐτὰ γίνεται, ἐξ ὧν συνετέθη. Θεὸς γὰρ ἐστιν ὁ αὐτὸς καὶ ἄνθρωπος. Ὁ Χριστὸς ἄρα οὐ μιᾶς
col. 639–640page 25 of 38
PG 105:639οὐδεμία φύσις μία οὖσα, τῶν ἐναντίων οὐσιωδῶν διαφορῶν δεκτικὴ γίνεται· πῶς γὰρ δυνατὸν τὴν αὐτ τὴν φύσιν κατὰ ταυτόν κτιστὴν εἶναι καὶ ἄκτιστον, θνητὴν καὶ ἀθάνατον, καταληπτὴν καὶ ἀκατάληπτον; ὁ δὲ Χριστὸς τοῦτο ἔχει· ὁ Χριστὸς ἄρα μιας φύ σεως οὐκ ἔστιν, εἰ καὶ ὁ ἄνθρωπος μιᾶς φύσεως ἐστιν. θ'. Ετι· Εἰ μιᾶς φύσεως καθ' ὑμᾶς ὁ Χριστὸς μετὰ τὴν ἕνωσίν ἐστιν, πάντως ἔψεται ταύτην τὴν μίαν εἰπεῖν φύσιν, ἢ θείαν μόνον, ἢ ἀνθρωπίνην μό νον, ἢ θείαν καὶ ἀνθρωπίνην ἅμα, ἢ μήτε θείαν, μήτε ἀνθρωπίνην. Αλλ' εἰ μὲν ἐστιν ἡ μία φύσις αὕτη θεία μόνον, ὁ Χριστὸς ἄρα Θεὸς ἔσται, καὶ οὐκ ἄνθρωπος. Εἰ δὲ ἐστιν ἡ μία φύσις αὕτη θεία τε καὶ ἀνθρωπίνη ἅμα, οὔτε τοῦ Πατρὸς οὔτε τοῦ ἁγίου Πνεύματος, οὔτε μὴν τῶν ἀνθρώπων ἄρα φύσις ἐστὶ, καὶ ἀμφοτέρωθεν βλασφημίας ἔγκλημα τῷ τουτί φρο νοῦντι προστριβήσεται, καὶ τῆς ἐῤῥωμένης φρενός ἐκστήσεται. Εἰ δέ ἐστιν ἡ μία φύσις αύτη οὔτε θεία, οὔτε ἀνθρωπίνη, ὁ Χριστὸς ἄρα οὔτε Θεός ἐστιν, οὔτε ἄνθρωπος. Ὅπου τοιγαροῦν τοὺς λόγους περι στρέψομεν, εἰς τὸ λέγειν ἀπαγόμεθα, ὅτι ὁ Χριστὸς μία ὑπόστασις τῆς ἁγίας Τριάδος ἐστὶ, δύο φύσεις ἔχων, φύσιν τε θείαν, καὶ φύσιν ἀνθρωπίνην. Καὶ τούτου χάριν ἐπ' αὐτῷ συνῆλθον ἀμφότεροι οἱ λόγοι αὐτοῦ τε περὶ ἑαυτοῦ εἰρηκότος, Τίνα με λέγουσιν εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; καὶ τοῦ Πέτρου ἀποκριναμένου, Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. ι'. Ετι· Εἰ μιᾶς φύσεως ἐστιν ὁ Χρι στὰς μετὰ τὴν ἕνωσιν, ἀνάγκη τὴν φύσιν, καθ᾽ ἣν ἐστιν ὁ Χριστὸς μιᾶς φύσεως, ἢ κοινὴν εἶναι, ἡ ἰδι κήν. Καὶ εἰ μὲν κοινὴν εἰπόντες δοίητε, συμβαίνει αὐτὴν κατὰ πλειόνων φέρεσθαι. Εὑρεῖν δὲ ἄλλους Χριστούς, ή γενέσθαι, καθ' ὧν αὕτη ἡ κοινή φύσις κατηγορηθήσεται, τῶν ἀδυνάτων ἐστίν. Εἰ δὲ ἰδική έστι, ταυτὸν ἔσται τῇ ὑποστάσει. Εἰ δὲ τοῦτο, ἀνάγκη πᾶσα καθ' ὑμᾶς, τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, τρεῖς μερικὰς ἀριθμεῖσθαι φύσεις, καὶ τρεῖς ὁμολογεῖσθαι θεούς, καὶ τρεῖς θεότητας, δ δὴ βλασφημιῶν ἐστιν ἁπασῶν ἀκροτάτη, μᾶλλον καὶ τοῦ Χριστιανισμοῦ παντὸς ἄρνησις. Οὐ γὰρ ἔστιν εἰ πεῖν καθόλου τὴν φύσιν ὑπόστασιν, ἢ τὴν ὑπόστασιν φύσιν, ἵνα μὴ πᾶσι τοῖς Χριστιανοίς συμβήσεται λέ γειν τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον τρεῖς φύσεις, ὅπερ ἐστὶ τρεῖς ὑποστάσεις, ἢ μίαν αὐτοὺς ἔχειν ὑπόστασιν, δν τρόπον μίαν ἔχουσε φύσιν· ἀμφότερα δὲ τῆς τῶν Χριστιανῶν πίστεως ἀλλότρια. ια'. Ετι· Εἰ μιᾶς φύσεως τὸν ἄνθρωπον ὄντα τὰ μέρη ἅμα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρ αγαγὼν ἔσχηκε προς συμπλήρωσιν τοῦ παντὸς, καὶ δυνατὸν τὰ ὁμόχρονα μίαν φύσιν ἀποτελεῖν σύνθετον, τοιοῦτον δρον καὶ φυσικὸν νόμον παρὰ τοῦ Δημιουργοῦ δεχόμενα, ὥστε φύσεως νόμῳ κατὰ διαδοχὴν ὅμοια ἐξ ὁμοίων γενέσθαι· ἐπὶ δὲ τοῦ Κυρίου τῶν ἑνωθεισῶν φύσεων ἡ μὲν ἄναρχός ἐστι καὶ ἄχρονος, ἡ δὲ ἠργμένη καὶ ὑπὸ χρόνον, καὶ οὐ γεγόνασιν εἶδος πρὸς συμπλήρωσιν τοῦ παντός· ἐπεὶ οὐ κατέπαυσεν ὁ Θεὸς ἀπὸ τῶν ἔργων αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμη, οὔτε φυσικῶς ἤνθησαν, ἢ ὑπὸ φύσεως ὅρον τελοῦσιν, ὥστε ἀπὸ Χριστοῦ γεννᾶσθαι, καὶ εἶδος ἀποτελεῖσθα
col. 641–642page 26 of 38
PG 105:641ἐστι φύσεως μετὰ τὴν ἔνωσιν. γ. Εἰ πᾶν τὸ μιᾶς φύσεως μετὰ τὴν ἕνωσιν ἀποτελούμενον, εἴτε κατ' ἀνάχυσιν ἀποτελεῖται, εἴτε καθ' ἔνωσιν ἀσύγχυτον, συνυπόστατα εἰσι τὰ τούτου μέρη· οἷόν φημι· Ο άν θρωπος ἀποτελούμενος μιᾶς φύσεως, τὰ μέρη ἔχει συνυπόστατα· ὁ δὲ Χριστὸς οὐχ οὕτως, ἀλλ' ὁ Κυριακὸς ἄνθρωπος ἐν τῇ ὑποστάσει τοῦ Θεοῦ Λόγου ὑπέστη ἑτεροῦποστάτων, οὐχ ὡς τὸ συμβεβηκός, ἄπαγε· τὰ γὰρ συμβεβηκότα πανταχοῦ ὡς ἐν ὑπου κειμένῳ ἐστὶν, ἡ δὲ δὴ ἀνθρωπότης ἐν ἄλλῳ, οἷόν φημι, τῷ Πέτρῳ, ἢ τῷ Θωμᾷ ἰδιοσυστάτως θεωρεῖται. Οὐκ ἄρα ὁ Κυριακὸς ἄνθρωπος ἐν τῇ τοῦ Θεοῦ Λόγου ὑποστάσει ὑπέστη ὡς συμβεβηκός, ἀλλ' ὡς οὐ σία μετὰ προσλήψεως Ιδιωμάτων, τῶν χωριζόντων τὸν Χριστὸν ἐκ τῶν λοιπῶν ὑποστατικῶς γενόμενον, καὶ οὐχ ὑπόστασις. δ'. Ετι· Εἰ ἐπὶ πάντων τῶν ἐκ β διαφόρων φύσεων συντεθειμένων καθ' ὑπίστασιν μὴ συνυπαστάτως, ἀλλ᾽ ἑτέρως, ήγουν ἑτεροῦποστάτως ἡνωμένων, μία ὑπόστασις ἀποτελεῖται, οὐχὶ μία φύσ σις, φανερὸν ὅτι ὁ Θεὸς Λόγος ἑνωθεὶς τῇ ἀνθρωπίνῃ φύσει μὴ συνυποστάτως, ἀλλ' ἐν ἰδίᾳ ὑποστάσει τοῦ τον ὑφεστώτα έχων, οὐ μιᾶς φύσεως ἀποτελεῖται. ε. Επι· Εἰ πᾶν 8 κοινῶς καὶ ἐν πολλοῖς θεωρεῖται, οὐ τινὶ μὲν πλέον, τινὶ δὲ ἔλαττον ὑπάρχον, ἀλλ' ἐξ ίσης, καὶ συμπληρωτικὸν γινόμενον, ἐφ᾽ ὧν λέγεται, οὐσία, ἐκείνων κατὰ τὴν Ἐκκλησίαν λέγεται· ὁ δὲ δὴ πᾶς ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματός ἐστι συντεθειμένος, καὶ οὐ διαλλάττει ἄνθρωπος ἀνθρώπου, καθὸ ἐκ ψυχῆς καὶ σώματος σύγκειται, κατά τινα; φύσεως διαφορὰν, ἀλλὰ τὴν σύστασιν ἔχοντες πάντεςἄνθρωποι ὑφ᾽ ἕνα ἅπαντες ὁρισμὸν ἀναγόμενοι, κατά τοῦτο μιας φύσεως λέγεται· ἐπὶ δὲ τῆς ὑποστάσεως τοῦ Χριστοῦ οὐ λέγειν δυνάμεθα μίαν φύσιν· αἵ τε γὰρ φύσεις σώζονται, καὶ μετὰ τὴν ἔνωσιν, καὶ εἶ δος Χριστῶν οὐκ ἔστιν εὑρεῖν· οὐ γὰρ ἐγένετο ἄλλος Χριστὸς ἐκ θεότητο; καὶ ἀνθρωπότητος, Θεός τε καὶ ἄνθρωπος ὁ αὐτός· οὐκ ἄρα μετὰ τὴν ἕνωσιν μιᾶς φύσεως ὁ Χριστὸς ἀποτελεῖται. ς'. Ετι· Εἰ οὐ ταυτόν ἐστι τὸ κατ' εἶδος τοῦ ἀνθρώπου ἕν, καὶ κατα ουσίαν ψυχῆς καὶ σώματος ἔν· τὸ μὲν γὰρ κατ' εἶ δος τοῦ ἀνθρώπου ἐν, τὴν ἐν πᾶσι τοῖς ἀνθρώποις ἀπαραλλαξίαν ἐνδείκνυται, τὸ δὲ κατ' ουσίαν ψυχῆς καὶ σώματος εν, αὐτὸ τὸ εἶναι αὐτὸν λυμαίνεται εἰς ἀνυπαρξίαν αὐτὸν παντελῆ ἄγον· οὐ γὰρ ταυτὸν κατὰ τὸν τῆς οὐσίας λόγον, τὸ σῶμα τῷ ἀσωμάτῳ· οὐ ἀνάγκη τοίνυν ἐπὶ τοῦ ἀνθρώπου μίαν φύσιν λέγοντας, οὐ διὰ τὸ ταυτὸν τῆς οὐσιώδους ποιότητος ψυ χῆς τε καὶ σώματος, ἀλλὰ διὰ τὸ ἀπαράλλακτον τῶν ὑπὸ τὸ εἶδος ἀναγομένων ἀτόμων, μίαν καὶ ἐπὶ Χρισ στοῦ λέγειν φύσιν, ἔνθα εἶδος περιεκτικὸν ὑποστάσεως οὐκ ἔστιν. ζ. Ετι· Εἰ πάντα τὰ παραδόξως καὶ ὑπερφυῶς γινόμενα οὐ φύσιν ἀποτελεῖ· οὐ γάρ φαμεν βάτου φύσιν προσομιλοῦσαν πυρὶ, καὶ μὴ και ταφλεγομένην, οὐδὲ φύσιν σώματος ἀνθρωπείου δροσιζομένην ἐν πυρὶ, ἀλλὰ παράδοξα ταῦτά φαμεν περὶ μίαν ὑπόστασιν γενόμενα· ὁ δὲ Θεός Λόγος ὑπερφυῶς ἡνώθη τῇ ἀνθρωπίνῃ φύσει· διά τοι τοῦτο καὶ ἐν μιᾷ ὑποστάσει καὶ τὸ ἀποτελούμενον, οὐ φύ σις ἀποτελεῖται σύνθετος, ἀλλ᾽ ὑπόστασις. η'. Ετι
col. 643–644page 27 of 38
PG 105:643Χριστῶν, περιεκτικὸν πολλῶν ὑποστάσεων, ἀλλὰ 12. μίαν ὑπόστασιν σύνθετον, ἐκ δύο φύσεων, καὶ ἐν δύο φύσεσιν, καὶ δύο φύσεις ἔχουσαν, ἑκάστης φύσεως καὶ μετὰ τὴν ἔνωσιν φυλαττούσης τὸν οἰκεῖον ἔρον τε καὶ νόμον, καὶ τὴν πρὸς ἄλληλα διαφοράν. ιβ. Ετι· Εἰ αἱ ἑτεροειδεῖς ὑποστάσεις οὐχ ὑποστατική συγκρίνονται ή διακρίνονται διαφορά, ἀλλὰ φυσικῇ, καὶ αἱ ὁμοειδεῖς ὑποστάσεις οὐ φυσικῇ συγκρίνονται ή διακρίνονται, ἀλλ' ὑποστατικῇ, καὶ ὥσπερ ἀδύνατον τὰ ὑποστατικῇ διαφορά διαφέροντα μιᾶς εἶναι ὑποστάσεως, οὕτως ἀδύνατον τὰ φυσικῇ διαφορά διαφέροντα μιᾶς εἶναι φύσεως· οὐκ ἄρα ἔστιν εἰπεῖν μίαν φύσιν ἐπὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀλλ' ἐκ δύο φύσεων τελείων, θείας τε καὶ ἀνθρωπίνης, γεγενῆσθαι τὴν καθ᾽ ὑπόστασιν ἔνωσιν ἀτρέπτως, καὶ ἀσυγχύτων, καὶ ἀναλλοιώτω;, καὶ ἀδιαιρέτως, καὶ ἀδιαστάτως, ἐν δυσὶ φύσεσι τελείως ἐχούσαις μίαν ὑπόστασιν σύνθετον ἀποτελεσθείσαν ὁμολογοῦντες τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ σεσαρκωμένου, τὴν αὐτὴν ὑπόστασιν λέγοντες τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος αὐτοῦ, τὰς δύο φύσεις ὁμολογοῦντες σώζεσθαι ἐν αὐτῷ μετὰ τὴν ἕνωσιν, οὐκ ἰδίᾳ καὶ ἀνὰ μέρος τιθέντες ἑκάστην, ἀλλ' ἡνωμένας ἀλλήλαις ἐν τῇ μιᾷ συνθέτῳ ὑποστάσει, οὐσιώδη λέγοντες ἕνωσιν, οὐσιώδη δὲ, οὐχ ὡς τῶν δύο φύσεων ἀποτελεσασῶν, μίαν σύνθετον φύσιν, τοῦτο γὰρ δέδεικται πάντως ἀδύνατον, ἀλλ' ἐνωθεισῶν ἀλλήλαις κατά ἀλήθειαν εἰς μίαν σύνθετον ὑπόστασιν τοῦ Υἱοῦ τοῦ Θεοῦ· καὶ σώζεσθαι αὐτῶν τὴν οὐσιώδη διαφοράν ὁριζόμεθα· τὸ γὰρ κτιστὸν μεμένηκε κτιστὸν, καὶ τὸ ἄκτιστον, ἄκτιστον· ὡσαύτως δὴ καὶ αἱ λοιπαὶ ἀν τιθέσεις. ιγ'. Ετι· Εἰ μιᾶς φύσεως μετὰ τὴν ἕνωσίν ἐστιν ὁ Χριστὸς, εἴπατε, ποίας; καὶ τί γέγονεν ἡ ἑτέρα; Εἰ δὲ ὑπάρχουσιν ἀμφότεραι, πῶς μία; εἰ μὴ ἐξ ἀμφοτέρων μία απετελέσθη σύνθετος καθ' ὑμᾶς. Εἰ δὲ τοῦτο, ἑτεριούσιος ὁ Χριστὸς τοῦ Πατρὸς, ἀσυν θέτου ὑπάρχοντος, ὡσαύτως δὲ καὶ τοῦ Πνεύματος, ὅπερ ἐστὶ βλάσφημον καὶ τῆς τῶν Χριστιανῶν μετ ρίδος ἀλλότριον. ιδ'. Ετι· Εἰ ὁ ἄνθρωπος ἐκ διαφόρων φύσεων μία φύσις σύνθετος ἀποτελεῖται, ὡς ἕτερόν τι παρὰ τὰ ἐξ ὧν συνετέθη γενόμενο;, καὶ οὐδαμῶς οὔτε αὐτὸς ὁμοούσιος, ἢ ὁμοφυής πρὸς τὰ ἐξ ὧν συνετέθη παρά τινος βηθείη· ἕτεροι γὰρ οἱ λόγοι αὐτοῦ τε καὶ τῶν μερῶν, οὔτε μὴν οἱ ὑπὸ τὴν αὐτὴν φύσιν τοῦ ἀνθρώπου τελοῦντες καθέκαστα ὁμοφυεῖς, ἢ ὁμοούσιοι τῶν ὑπὸ τὴν κοινὴν φύσιν τε λούντων ψυχών, οὔτε μὴν τῶν ὑπὸ τὴν κοινὴν φύσιν τελούντων σωμάτων εἰσίν· ὁ δὲ δὴ Χριστός, μία τις οὖσα ὑπόστασις τῶν ὑπὸ τὴν θείαν φύσιν τελούντων, Πατρός τε, φημί, καὶ ἁγίου Πνεύματος, ὁμοφυής και ὁμοούσιός ἐστι καὶ κυρίως θεὸς, καὶ φύσει Θεός ἐστι καὶ ἡμῖν καὶ τῇ Μητρὶ ὁμοούσιος καὶ ὁμοφυής, ὡς κυ ρίως ἄνθρωπος, καὶ φύσει ἄνθρωπος ὤν, καὶ εἰς τῆς ἁγίας Τριάδος· ἡ αὐτὴ γὰρ ὑπόστασιςοὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου. Καὶ μὴν οὐκ ἐκ τοῦ οὐρανοῦ τὴν σάρκα κατεληλυθέναι, ἀλλ' ἐκ τῶν [καθαρῶν] καὶ ἀχράντων αἱμάτων τῆς Παρθένου διαπεπλάσθαι φαμέν. Τῷ λόγῳ οὖν τῆς ἀντιδόσεως καὶ τοῦτο εἴρηται. Τὰ δὲ πάλιν λόγῳ οἰκειώσεως, ὡς ὅταν πάλιν λέγωμεν· Ολίγαι ῥανίδες αἵματος Θεοῦ κόσμον ὅλον ἡγίασαν. Καὶ πάλιν, Θεοκτόνοι Ἰουδαῖοι, ἐπειδὴ ἡ σάρξ ἰδία τοῦ Λόγου γέγονε, καὶ ἐν τῇ ἰδίᾳ ὑποστάσει ὑπέστη. Οἰκειοῦται οὖν τὰ τῆς ἰδίας σαρκὸς πάθη ὁ Λόγος, καὶ ὡς οἰκεῖα λό γίζεται· οὔ; καὶ αὐτὸς ἐν τῷ συγγράμματι περὶ Χριστοῦ παρὰ τῆς θείας Γραφῆς λέγεσθαι διεξῆλθες, εἰ καὶ μὴ περὶ... ᾠήθης, καὶ ἐπὶ τῆς τοῦ ἀνθρώπου συνθέσεως. Ομοίως παρὰ τῆς Γραφῆς, καθὰ καὶ ἐπὶ τοῦ Χριστοῦ τοὺς τρεῖς τρόπους, φημὶ δὴ τὴν συνεκδοχήν, τὴν ἀντίδοσιν, καὶ τὴν οἰκείωσιν εὑρίσκεσθαι, ὡς ἐκ τοῦδε συνάγων τὴν ὁμοιότητα τῆς τοῦ ἀνθρώπου συνθέσεως μετὰ τῆς Χριστοῦ ἐνώ
col. 647–648page 28 of 38
PG 105:647σεως. Διὰ τοῦ τοῦτο ἔφης, μιᾶς φύσεως εἶναι τὸν Χρι στὸν μετὰ τὴν ἕνωσιν, ὥσπερ καὶ ἐπ' ἄνθρώπου. Τοῦτο δὲ ποιῶν λέληθας σεαυτὸν τὰ ἀσύγκλωστα συγκλώθων, καὶ τὰ ἄμικτα μιγνύων. Οὐ γὰρ ὥσπερ ἐπὶ τῆς οἰκονομίας Χριστοῦ καὶ τῆς ἀμφ' αὐτὸν ἑνώ σεως, οὕτως καὶ ἐπὶ τῆς τοῦ ἀνθρώπου ἑνώσεως, ἔστιν εὑρεῖν τὴν ἁγίαν Γραφήν φάσκουσαν, ἀλλὰ τὸν μὲν συνεκδοχικὸν τρόπον τὸ ἀπὸ μέρους τὸ ὅλον, ἢ ἀπὸ τοῦ ὅλου τὸ μέρος ἐπ' ἀνθρώπου λέγειν τὴν Γραφὴν, οἷον καὶ αὐτὸς ἔφης, ἢ ἀπὸ ψυχῆς μόνης, ή ἀπὸ σώματος τὸν ὅλον ἄνθρωπον σημαίνουσαν ἔστιν εὑρεῖν, ἢ ἀπὸ τοῦ ὅλου τὸ μέρος. Τὸν δὲ τῆς οἰκειώσεως, οὔτε ἐπὶ Χριστοῦ ἠδυνήθης αὐτὸς παραστῆσαι, μὴ ὅτι γε καὶ ἐπὶ τῆς ἀνθρωπότητος. Τὸν δὲ τῆς ἀντιδόσεως τρόπον, τὸν λέγοντα μεταδιδόναι τὰ τοῦ σώματος εἰς τὴν ψυχήν, ἢ τῆς ψυχῆς εἰς τὰ τοῦ σώματος, διεσφαλμένως διεξῆλθες· οὐκ ἔστι γὰρ τὸν τρόπον τῆς ἀντιδόσεως, ἢ τῆς οἰκειώσεως ἐπὶ ψυχῆς καὶ σώματος λεγόμενον εὑρίσκεσθαι, ὡς καὶ σὺ διὰ τῶν σῶν παραδειγμάτων ἔφησθα. Τὸ γὰρ εἰρηκέναι σε, ὅτι παρὰ τῇ θείᾳ Γραφῇ λέλεκται ἀντὶ σώματος ἡ ψυχὴ, ἐν τῷ εἰπεῖν τὸν Κύριον· Μὴ μεριμνήσητε τῇ ψυχῇ ἡμῶν, τί φάγητε ἢ τί πίητε, δῆλον ὅτι οὐ σώματός ἐστι τὸ ἐσθίειν, ἢ πίνειν· ἀλλὰ τοῦ συναμφοτέρου, λέγω δὴ τοῦ ζώου. Εἴρηται γὰρ τοῖς σοφοῖς, τὰ μὲν ίδια εἶναι ψυχῆς μόνης, οἷον ἐστι τὸ νιεῖν, τὰ δὲ τοῦ συναμφοτέρου, οἷον τοῦ ζώου, τὸ ἐσθίειν, καὶ πίνειν, καὶ κινεῖσθαι, καὶ ὑπνοῦν, καὶ ἐγρηγορέναι, καὶ τὰ παραπλήσια δι' ἐκείνην ὑπάρ χοντα. Ωσαύτως δὲ καὶ τῷ μεγάλῳ Βασιλείῳ. "Αλλα σώματος ίδια, οἷον τὸ τέμνεσθαι, ἢ καίεσθαι· αλλά δὲ σώματος ἐμψύχου; οἷον τὸ κοπιᾷν· ἄλλα δὲ ψυχῆς σώματι χρωμένης, οἷον τὸ λυπεῖσθαι, τὸ ἀδημονεῖν, ἅπερ ἐστὶ τοῦ συναμφοτέρου κατὰ συνεκδοχήν. Ελέ χθη δὲ τὸ, Μὴ μεριμνήσητε τῇ ψυχῇ ὑμῶν, τι φάγητε, ἢ τί πίητε, τουτέστιν αὐτοὶ ὑμεῖς. Ομοίως δὲ καὶ τὰ λοιπὰ ὅσα ἂν περὶ τούτου διεξῆλθες, τὰ λεγόμενα κατὰ συνεκδοχὴν, εἰς τὸν τῆς ἀντιδόσεως τρόπον μετέφερες, ἀμαθῶς καὶ ἀκρίτως ποιῶν. Καὶ ταῦτα μὲν περὶ τούτων ὧδε. τηʹ. Πάλιν δὲ ἐν τῷ γράμματί σου ὥσπερ ἑαυτὸν ἀπαλλάττων ἐγκλήματος διὰ τὸ γεγραφέναι ἡμᾶς, ὅτι εἰ μίαν φύσιν ἐπὶ Χριστοῦ δοξάζετε, συμβαίη ἂν, ἢ θείαν μόνον ταύτην είναι, ἡ ἀνθρωπίνην, ἢ μεταβεβλῆσθαι τὴν θείαν εἰς τὴν ἀνθρώπου, ἢ τὴν ἀνθρώπου εἰς τὴν θείαν, ἢ συνθέτου μιᾶς φύσεως ὄντος τοῦ Χριστοῦ, σωζομένων δηλονότι τῶν φύσεων ἀμεταβλήτων, ἀνάγκη καὶ τοῦ Πατρὸς τὴν φύσιν σύνθετον εἶναι, διὰ τὸ καὶ μετὰ τὴν ἕνωσιν όμοφυή καὶ ὁμοούσιον εἶναι τὸν Χριστὸν μετὰ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ τοῦ ἁγίου Πνεύματος, ἢ μὴ εἶναι όμω φυὴ καὶ ὁμοούσιον τοῦ Θεοῦ καὶ Πατρὸς τὸν Υἱόν, καὶ μετὰ τὴν ἕνωσιν· καὶ πολλὰ ἄτοπα τάχα ἄν τις ἐκ τοῦδε τοῦ λόγου συνάξει, αὐτὸς τὴν τοιαύτην γραφὴν ὥσπερ ἀποθαυμάζων, καὶ ἑαυτὸν ἐκτὸς ἐγκλήματος συνιστῶν ὧδε τη γράφεις· Εθαύμασα περὶ ὧν ἔγραψας ἐν τῷ γράμματι τούτῳ. Καὶ νι,
col. 649–650page 29 of 38
PG 105:649μετὰ βραχέα· Ἐὰν γὰρ ἡμεῖς πεφυρμένην μίξιν λέγωμεν εἰς τὰς τοῦ Χριστοῦ φύσεις, ὥσπερ τὸ ὕδωρ μετὰ τοῦ οἴνου μιγέντα πάντως ότι πεφυρμέναι εἰσὶν, ἢ ὥσπερ ἐπὶ χωνευτηρίου πυρὶς χρυσὸς λέγω καὶ ἄσημος χωνευόμενοι πάντως καὶ φύρονται, εἶχεν ἂν ὁμοιότητα ὧν λέγομεν. Εἰ δὲ ἔξωθεν τούτων ἐστὶν, ἣν λέγωμεν μίξιν τοῦ Λόγου τοῦ Θεοῦ μετὰ τοῦ ἰδίου σώματος, ὥσπερ φῶς μετὰ τῆς ἀκτῖνος, εἶτε πῦρ μετὰ τοῦ χρυ σοῦ, ἡ πνεῦμα μετὰ τοῦ σώματος ἀπαραλλάκτως καὶ ἀχωρίστως, λοιπὸν ἀδίκως ἡμᾶς λοιδορεῖτε, καταπατοῦντες τὴν δικαιοσύνην, καὶ τὰ ἑξῆς. Καὶ ἐπιβεβαιῶν τὴν ἀσύγχυτον τῶν φύσεων ἕνωσιν, προκεκόμικας Γρηγόριον τὸν Θεολόγον τοῦτο αὐτὸ φάσκοντα, καὶ τὸν ὁμοταγῇ αὐτοῦ καὶ ὁμός φρονα Γρηγόριον τὸν Θαυματουργόν. Οπερ καὶ ἡμεῖς ἐν τούτῳ συμφωνούμεν μόνον. Διὸ δοκεῖς μὲν διαδρᾶναι τοὺς ἐλέγχους, δι' ὧν οἴει τῆς μιᾶς φύσεως τὴν ἕνωσιν τὴν ἐπὶ Χριστοῦ ἄνευ συγχύσεως γεγε νῆσθαι, ἣν καὶ ὁμολογεῖς, οὐχ ἥκιστα δὲ δι' ὧν γρά φεις τοὺς ἐλέγχους ἐκφεύγῃ, μᾶλλον δὲ τοῖς ἑαυτοῦ πτεροῖς φωραθήση αλισκόμενος. Καὶ τοῦτο δῆλονἐντεῦθεν· Πᾶν τὸ συντιθέμενον μίαν φύσιν ἀποτελοῦν ἐκ τῆς συνθέσεως, ἢ κατὰ κρᾶσιν, ήτοι κατὰ σύγχυσιν τοῦτο φαίνεται γινόμενον, ή καθ' ἔνωσιν ἀσύγ χυτον. Καὶ κατὰ κρᾶσιν μὲν, οἷον τὰ ἡμέτερα σώ ματα. Καὶ ἄλλο ὅτι καὶ πλεῖστον ἐκ τεσσάρων στοι χείων ἔν τι καὶ μιᾶς φύσεως αποτελούμενον, σύμ φθαρσιν τῶν συνελθόντων μερῶν ἐν τῇ ἐνώσει περ πονθότων, τὸ ὅλον συνέστηκεν, & οὔτε πάντη τῆς οἰκείας φύσεως ἐν τῷ συνελθεῖν ἅμα ἐξέστηκεν· ἡ γὰρ ἂν οὐδὲ σύνθεσις ἡ ἔνωσις τῶν συνελθόντων μετ ρῶν πάντη φθειρομένων δικαίως ἂν καὶ κληθείη, ἀλλ' ἐπί τι μὲν δόξει φθείρεσθαι, ἐπί τι δὲ φυλάττεσθαι. Τὸ δὲ ἐκ τῶνδε ὅλον γινόμενον ἐκ τόσων μὲν τῶν συνελθόντων λέγεται, ἐν ἐκείνοις δὲ, ἢ τόποις ούτ δαμῶς ἐνεργεία ουσι κυρίως ῥηθήσεται, εἰ μή τις τοῦτο δυνάμει εἴποι. Καὶ τὸ ἡμέτερον σῶμα, ὡς προέφημεν, ἐκ τεσσάρων στοιχείων κατὰ κρᾶσιν, ἤτοι κατὰ σύγχυσιν γενόμενον, ἐκ τεσσάρων μὲν εἶναι λέγεται, ἐν τέτρασι δὲ, ἢ τέσσαρα είναι δυνά μει λεχθήσεται, ἐνεργείᾳ δὲ οὐκ ἂν ῥηθείη, καὶ οὔτε τὸ σῶμα, εἰ καὶ λέγεται ἔχειν τέσσαρα στοιχεῖα· ἀλλ οὐδαμῶς οὔτε αὐτὸ ὁμοφυὲς καὶ ὁμοούσιον πρὸς τὰ ἐξ ὧν συνετέθη ῥηθήσεται, διὰ τὸ μηδαμῶς τὸ ὅλον τῶν συνελθόντων μερῶν εἰς τὴν σύνθεσιν μήτε τὰς ὀνομασίας, μήτε μὴν τοὺς ὁρισμούς αὐτῶν ἐπιδέχεσθαι. ᾿Αλλὰ μὴν, οὐδὲ τὰ καθέκαστα τῶν ἀνθρωπίνων σωμάτων πρὸς τὰ ὑπὸ τὰ καθόλου στοιχεία άνω αγόμενα ὁμοφυή, ἢ ὁμοούσια ῥηθεῖεν ἄν. Εἰ δὲ καθ' ἔνωσιν ἀσύγχυτον πάλιν, τὸ συντιθέμενον μία φύσις γίνεται, οἷον ἐπ᾽ ἀνθρώπου· δύο γὰρ συνελθόντα ἀσυγχύτως, σῶμα, λέγω, καὶ ψυχή, τὸ ὅλον ἀπετέλεσαν. ᾿Αλλὰ τοῦτο μὲν διάφορον τὴν ἔνωσιν ἔχον, διά φορον καὶ τὸν τρόπον τῆς ἑνώσεως κέκτηται. 'Εκ μέν γὰρ τόσων, ήγουν ψυχῆς τε καὶ σώματος, καὶ ἐν τόσοις εἶναι ῥηθείη ἂν δικαίως. Ἐπεὶ καὶ τὰ συνελθόντα ἐν τῇ ἑνώσει αμείωτα διασώζονται, ενεργεία ὄντα, καὶ τόσα ἔχειν ὁ ἄνθρωπος μέρη δηθείη ἂν
col. 651–652page 30 of 38
PG 105:651παρὰ τοῖς ὀρθῶς κρίνουσι· τόσα δὲ εἶναι, ήγουν δύο φύσεις εἶναι ὁ ἄνθρωπος οὐδαμῶς λέγεται, ᾗπερ αἱ φύσεις τοῦ ὅλου οὐδαμῶς κατηγοροῦνται. Ἐπειδὴ τὸ συντιθέμενον ἕτερον γέγονε παρὰ τὰ ἐξ ὧν, καὶ οὐ τὰ αὐτὰ, καὶ οὔτε αὐτὸ τὸ ὅλον, ήγουν ὁ ἄνθρωπος πρὸς τὰ ἐξ ὧν συνετέθη, πρός τε τὴν ψυχὴν καὶ τὸ σῶμά φημι, ὁμοφυής ἢ ὁμοούσιος ῥηθείη ἄν ποτε ἐπεὶ μηδὲ κυρίως τὰς ὀνομασίας αὐτῶν, μήτε μὴν τοὺς λόγους αὐτῶν ἐπιδέχεται, οὔτε μήν οἱ καθέκαστα ἄνθρωποι, οἷον, φημί, Παῦλος, ἢ Πέτρος πρὸς τὰ καθέκαστα τῶν ἀνθρώπων ψυχὰς, ἢ τὰ ἀνθρώπινα σώματα ὁμοφυεῖς, ἢ ὁμοούσιοι λεχθεῖεν ἄν, διὰ τὸ μηδὲ τὰ καθόλου ομοειδῆ εἶναι. Οὐκοῦν εἴ τις τὸν ἄνθρωπον ἐκ διαφόρων φύσεων ἀσυγχύτως ἑνωθέντα φήσειεν ὁμοφυῇ καὶ ὁμοούσιον τῆς ἀνθρωπίνης ψυ χῆς, συμβαίνῃ ἂν ἐξάπαντος, ἢ τὴν ψυχὴν σύνθετον εἶναι ἐκ τοῦ αὐτῆς καὶ τοῦ σώματος· ἢ εἰ μὴ τοῦτο διὰ τὸ ἐναργὲς ἄτοπον, τὴν ψυχὴν μὴ εἶναι ὁμοού στον καὶ ὁμοφυῆ τῆς μιᾶς συνθέτου φύσεως τοῦ ἀνα θρώπου. Τοιοῦτόν τι καὶ ἡμεῖς πεπράχαμεν ἐν τῇ Επιστολῇ ἡμῶν λέγοντες· Εἰ μίαν φύσιν λέγοιτε ἐπὶ τῆς Χριστοῦ συνθέτου ἑνώσεως, ἀνάγκη πᾶσα, ἢ θείαν αὐτὴν εἰποιτε εἶναι, ἢ ἀνθρωπίνην μόνον, ἢ μετατετράφθαι ἄμφω πρὸς ἀλλήλας· ἡ συνθέτου μιᾶς οὔσης τῆς Χριστοῦ φύσεως, ἀνάγκη πᾶσα, ἢ σύνθετον εὑρίσκεσθαι τοῦ Πατρὸς τὴν φύσιν, ἵνα τὸ ὁμοφυὲς μετὰ τὴν ἕνωσιν τοῦ Χριστοῦ πρὸς αὐτὸν διασώζοιτο· ἢ εἰ μὴ τοῦτο διὰ τὸ βλάσφημον, οὐκ ἔσται τῷ Πατρὶ ὁ Υἱὸς ὁμοούσιος, ὅπερ ἐστὶ καὶ αὐτὸ πάσης βλασφημίας ἀνώτατον. Σὺ οὖν δοκῶν τοὺς ἐλέγχους ἐκφεύγειν, τὸ διάφορον τῆς ἑνώσεως τοῦ κατὰ σύγχυσιν καὶ μὴ τοιούτου προκεκόμικας, ὡς ἐντεῦθεν μηδὲ δικαίως παρ' ἡμῶν συκοφαντούμενος. Τὸ μὲν οὖν δὴ γράφειν ἡμᾶς μετατετράφθαι θατέραν φύσιν ἐπὶ θατέραν ἐπὶ τῶν κατ' ἀνάχυσιν τὴν ἴσην ἔχει. Τὸ δὲ συμβαίνειν ἢ σύνθετον τοῦ Θεοῦ καὶ Πατρὸς εὑρίσκεσθαι τὴν φύσιν διὰ τὸ μετὰ τὴν ἔνω σιν τὸν Χριστὸν ὁμοφυῆ καὶ ὁμοούσιον τοῦ Θεοῦ καὶ Πατρὸς εἶναί τε καὶ πιστεύεσθαι· ἢ εἰ μὴ τοῦτο διὰ τὸ βλάσφημον, τὸν Πατέρα μὴ εἶναι ὁμοούσιον τοῦ Υἱοῦ μετὰ τὴν ἔνωσιν, ὅπερ ἐστὶ καὶ αὐτὸ πάσης βλασφημίας καὶ ἀτοπίας ἐπέκεινα. Τουτὶ δὴ καὶ ἐπὶ τῆς καθ' ἔνωσιν ἀσυγχύτως καὶ ἀτρέπτως ἡνωμένης, ὡς ὁ λόγος διὰ τῆς τοῦ ἀνθρώπου ὑποδείξεως παρέστησε, τὸ ἄτοπον καὶ βλάσφημον συνάγοντος, οὐδαμῶς ἂν τοὺς παρ' ἡμῶν ἐλέγχους ἐκφύγοις, μιᾶς φύσεως τὸν Χριστὸν δογματίζων, καὶ ἀσύγχυτον τὴν ἔνωσιν δοξάσειας. Ο λόγος γὰρ ἑκατέρωθεν ἀπέδειξε πρὸς τὸ ἄτοπον καὶ βλάσφημον συνάγεσθαι. Ωσαύτως δὲ οὐδὲ ἡ τῶν παραδειγμάτων προσαγωγὴ πρὸς παρά στασιν τῆς παρὰ σοῦ δοξαζομένης μιᾶς φύσεως, καθ' ἔνωσιν ἀσύγχυτον γεγενημένης, ὀρθῶς ἐλήφθη. Τὰ μὲν γὰρ ἐπὶ καθαιρέσει τῆς μιᾶς συνθέτου φύσεως, καὶ τοῦ σοῦ δόγματος ένεισιν, οἷον ὁ χρυσός μετά πυρός μεμιγμένος πάντως ὅτι ἐν τῇ ἰδίᾳ ὑποστάσει ὁ χρυσὸς τὸ πῦρ δεχόμενος, ποιεῖ σύνθετον ὑπόστασιν, δύο φύσεις ἔχουσαν, τήν τε τοῦ χρυσοῦ καὶ τοῦ πυ ρὸς, ὁ καὶ πλεῖστοι περιφανεῖς καὶ θεοφόροι Πατέρες εἰς παράστασιν τῶν δύο φύσεων τῶν ἐν τῷ ἑνὶ Χρι ᾖ
col. 653–654page 31 of 38
PG 105:653Λ στῷ, ήγουν τῇ μιᾷ ὑποστάσει ἐν τοῖς οἰκείοις συγ γράμμασιν ἐντεθείκασιν· τὰ δὲ ἀπέοικεν ἐκ τῆς κατὰ Χριστὸν ἀσυγχύτου καὶ ἀτρέπτου τῶν φύσεων ενώ σεως. Τὸ μὲν γὰρ μετὰ τῆς ἰδίας ἀκτῖνος οὐδεὶς τῶν εὖ φρονούντων συντεθεῖσθαι φήσειεν. Οὐδὲν γὰρ τῶν ὄντων μετ' οἰκείας ενεργείας, ἢ τοῦ ἐξ αὐτοῦ ἀπο τελέσματος λέγεταί ποτε συγκεῖσθαι, ἀλλ' οὐδὲ ἡ ψυχὴ καὶ ὁ ἄνθρωπος ὁμοίαν ἔχει τὴν καθ' ἔνωσιν ἀσύγχυτον πρὸς τὴν κατὰ Χριστόν. Τουτὶ γὰρ καὶ προδέδεικται, ὅτι ἡ μὲν τῆς ψυχῆς συνυποστάτες γέγονεν, ἡ δὲ ἑτέρως. ιθ'. Πάλιν δὲ ἐν τῷ γράμματί σου ἀνθυποφέρων, γράφεις· Περί τι οἱ Πατέρες ἐν διαφωνίᾳ ἐπολιτεύθησαν, μίξιν δὴ, λέγοντες καὶ ἔνωσιν, διότι ἡ μὲν μίξις χωρισμὸν οὐκ ἔχει, οὐδὲ ἡ ἔνωσις δια σπασμὸν, ἀλλὰ διὰ τούτων τῶν ῥημάτων ἐλάλησαν οἱ Πατέρες, ὅτι ὥσπερ τὰ κεχωρισμένα οὐ λέγονται μεμιγμένα, οὕτως οὐδὲ τὰ μεμιγμένα λέγονται κεχωρισμένα· ὥσπερ αἱ ἰδιότητες τὴν ἔνωσιν ἐπαίρουσιν, οὕτως καὶ ἡ ἔνωσις συγχώ νει τὰς ἰδιότητας. Ἐὰν οὖν οὐκ ἦν μεμιγμένα ἀσυγχύτως μετὰ τοῦ σώματος, διὰ τί λέγουσιν, ὅτι ἐσαρκώθη; Εἰ δὲ οὐκ ἦν ἐνωθεὶς μετὰ τὴν ἀνθρωπότητα, διὰ τί λέγουσιν, ὅτι ἐνηνθρώπησε; Ταῦτα μὲν οὐδενὸς λόγου ἄξια ὄντα, διὰ τὸ ἱκανῶς ἐν τοῖς ἔμπροσθεν παρ' ἡμῶν προλελύσθαι, ήκιστα περὶ τούτων φροντιστέον. Πλὴν οὖν εἰ μή τῳ δόξῃ καταβρενθύεσθαι ἐν τούτοις διὰ βραχέων λέγομεν. Οἱ μὲν οὖν ἅγιοι Πατέρες ενωσιν καὶ μίξιν ἐπὶ Χρι στοῦ ἀσύγχυτον καὶ ἄτρεπτον τῶν δύο φύσεων τῶν συνελθουσῶν, θεότητος, φημὶ, καὶ ἀνθρωπότητος, δογματίζοντες, δηλονότι καθ᾽ ὑπόστασιν καὶ οὐσιωδῶς γεγενημένην ἐν τῷ ἑνὶ Χριστῷ λέγουσι, καὶ τοὺς ενεργείᾳ καὶ ὑπάρξει τὰς δύο φύσεις ἀνὰ μέρος καὶ χωρὶς τιθέντας, ὅ ἐστι Νεστόριος ὁ θεοστυγής, πρὸς αὐτὸν διηνέχθησαν, καὶ τῷ ἀναθέματι δικαίως αὐτὸν καθυπέβαλον. Καὶ γὰρ τὰ ἡνωμένα καθ᾽ ὑπόστασιν καὶ οὐσιωδῶς, κεχωρισμένα ἰδίᾳ καὶ ἀνὰ μέρος εἶναι ἀδύνατον, ὥσπερ καὶ τὰ κεχωρισμένα ὑπάρξει καὶ ένεργείᾳ καὶ ἀνὰ μέρος, τὴν καθ᾽ ὑπόστασιν καὶ ουσιώδη ἔνωσιν ἔχειν οὐ δύνανται. Τοιγαροῦν ἡμεῖς οὐδὲν τοιοῦτον ἐν τῷ δοξάζειν δύο φύσεις, καὶ δύο ἰδιότητας τῶν φύσεων τῶν ἐν τῷ ἑνὶ Χριστῷ τὰ μέρη ἀναθεωροῦντες, ποιοῦμεν. Οὐ γὰρ ὁ ἀριθμὸς καθ' αὑτὸν διαιρέσεως τῶν πραγμάτων ἐστὶ ποιητικής, οὐδὲ ἰδιοσυστάτων πραγμάτων παραστατικός. Οὐδὲ γὰρ ἡμεῖς διὰ τὸ ἀριθμεῖν καὶ μόνον τῷ λόγῳ τῆς διαφορᾶς τὰς φύσεις, καὶ τὰς τούτων ἐνεργείας, καὶ θελήσεις καταλλήλως τῶν φύσεων δοξάζειν, διαίρεσιν τὴν κατ' ἐνέργειαν καὶ ὕπαρξιν ἐπὶ τῶν φύσεων καὶ τῶν ἰδιοτήτων λέγομεν, ἵνα καὶ χώραν τὸ παρὰ σοῦ γραφόμενον λάβῃ. Εἰ δὲ οὐδὲν ὧν γράφεις ἡμῶν ἐφάπτεται, μάτην ὧδε κἀκεῖσε τὸν λόγον κινεῖς συν κοφαντῶν τὴν ἀλήθειαν. Καὶ ταῦτα μὲν ἐν τούτοις. κ'. Ἐπεὶ δὲ καὶ τοῦτο ἐν τῷ γράμματι ἡμῶν συνετάξαμεν, ὅτι ἡ ἐν Χαλκηδόνι ἁγία σύνοδος διά τοι τοῦτο ἐξεφώνησεν ἓν πρόσωπον καὶ μίαν ὑπό στασιν, διὰ τὸ καὶ τὰ πάθη καὶ τὰ θαύματα τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος, ἤτοι τοῦ Θεοῦ Λόγου λογί
col. 655–656page 32 of 38
PG 105:655ζεσθαι, καὶ εἰς αὐτὸν ἀνατρέχειν, αὐτὸς οὐκ οἶδ' ὅπως ἀκρίτως τὰ παρ᾽ ἡμῶν ἐπιγελᾷς, καὶ πρὸς τὰ γραφέντα ἀντιλέγεις, καὶ ἀποθαυμάζων, ὧδέ πη γρά φεις· Καὶ ἄλλο θαῦμα ἔγνωμεν ἐν τῷ γράμματί σου, ὅτι ἡ σύνοδος τῆς Χαλκηδόνος ἐν πρόσε ωπον καὶ δύο φύσεις διὰ τοῦτο ἐλάλησεν εἰς Χριστόν, ὅτι τῷ ἐπὶ λόγῳ τοῦ Θεοῦ λογίζονται, καὶ ἀνατρέχουσι τὰ πάθη, πρὸς ἦν ὁ μακάριος Κύ ριλλος δεόντως απελογήσατο. Οντως τὰ ἄμικτα μιγνύων, καὶ τὰ μηδόλως κοινωνίαν κατά διάνοιαν ἔχοντα, ὁμοιοτρόπως λογίζῃ, καὶ εἴτε ἐκών, εἴτε ἄκων, Θεὸς ἂν εἰδείη μόνος, καὶ τὸ διάφορον τῆς ἡμῶν γραφῆς, καὶ τῆς τοῦ Νεστορίου κακονοίας, συν ῆσαι οὐ βούλει. Ἐκεῖνος μὲν γὰρ ταυτὸν οἰόμενος εἶναι φύσιν καὶ πρόσωπον καὶ ὑπόστασιν, καὶ τί τὸ ἐν ἀμφοῖν διάφορον ἀγνοῶν, καὶ πᾶσαν φύσιν ἰδιοσύ στα τον λογιζόμενος, πρὸς τὴν καθ᾽ ὑπόστασιν ἔνωσιν ἀπεδυσπέσει, ὡς δῆθεν τῶν φύσεων συναιρουμένων ἐν τῇ ἑνώσει τοῦ ἑνὸς προσώπου. Εἰς τὸν θεῖον τοι γαροῦν Λόγον ἐπισφαλῶς οἴεται, πρὸς ἦν ὁ ἐν ἁγίοις Κύριλλος ἐκ τοῦ παραδείγματος τοῦ κατὰ τὸν ἄν θρωπον ὑπεδείκνυς, δύο φύσεων ἐν μιᾷ ὑποστάσει θεωρουμένων, οἷόν τί φημι, σώματος καὶ ἀσωμάτου, εἰ καί τι λέγεται παθεῖν ὁ ἄνθρωπος, οἷον καίεσθαι, ἢ τέμνεσθαι, κατὰ σῶμα τουτὶ πέπονθε, τῆς ψυχῆς ἀμειώτου καὶ ἀβλαβοῦς φυλαττομένης. Τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τοῦ Θεοῦ Λόγου ἔστιν ἰδεῖν. Τοῦ γὰρ Θεοῦ Λόγου σωματικῶς πάσχοντος, αὐτὸς ἀπαθὴς, ὅσον ἧκε τὸ ἐπ' αὐτῷ, καθὸ Θεὸς ἄναρχος καὶ ἀσώ ματός ἐστι, διετηρεῖτο. Καὶ οὕτως μὲν Νεστόριος νοήσας, ἐναντία γέγραφε πρὸς Κύριλλον. Ὁ δὲ δὴ τῆς ἁγίας τετάρτης συνόδου σκοπὸς ἑτέρῳ τινὶ καὶ οὐ καθ' 8 Νεστόριος ὁ ἐναγῆς, ἀλλὰ καὶ τὸ διάφορον τῆς φύσεως, δ ἔχει πρὸς τὴν ὑπόστασιν, συνοδικῶς καὶ Πατρικῶς διακριθέν σαφῶς ᾔδει, καὶ πᾶσαν φύ σιν ἰδιοσύστατον είναι μή λογιζομένη, καὶ τὴν καθ' ὑπόστασιν καὶ οὐσιώδη ἕνωσιν τὴν ἐπὶ Χριστοῦ ἀκρι δῶς ἐπισταμένη, καὶ ὅτι ὁ ἀΐδιος Λόγος ἐν τῇ ἰδίᾳ ὑποστάσει ὑπέστησε τὴν ἡμετέραν φύσιν, καὶ τῷ λόγῳ τῆς οἰκειώσεως, τῆς φυσικῆς, φημί, καὶ οὐσιώδους, καὶ οὐ τῆς προσωπικῆς καὶ κατὰ σχέσιν θεω ρουμένης, ἅπαγε, ἣν καὶ Νεστόριος πρὸς τὸν ἄν θρωπον ἔχειν τὸν λόγον ἐκήρυττεν, ἀλλὰ μᾶλλον, ώς ἔφαμεν, τὴν φυσικὴν καὶ οὐσιώδη, ἥτις ἐν τῇ καθ' ὑπόστασιν ἑνώσει θεωρεῖται, καλῶς γινώσκουσα, καὶ ὅτι τὸν ἀΐδιον Υἱὸν δοξάζουσα ἄνθρωπον γε γενῆσθαι, τοῦτο ἔλεγεν, ὅπερ ᾿Αθανάσιος καὶ Κύ μιλλος οἱ τῆς Ἀλεξανδρείας εἰρήκασιν ἱεράρχαι, καὶ πάντες οἱ Πατέρες, ὅτι κτίσας ἐκ τῆς πανάγνου Παρθένου Μαρίας ἑαυτῷ σάρκα έψυχωμένην ψυχῇ λογικῇ καὶ νοερᾷ, τὴν ἀνθρωπίνην σάρκα καὶ τὴν ἀνθρωπίνην ψυχὴν ἰδίαν τῆς αὐτοῦ ὑποστάσεω; ἐποιήσατο. Καὶ ἐν τρόπον, ὁ Πέτρος, ἢ ἄλλος πως τῶμα ἀνθρώπινον ἔχων καὶ ψυχὴν ἀνθρωπίνην ἄν θρωπός ἐστι, τὸν αὐτὸν δὴ τρόπον ὁ άΐδιος Υἱὸς κτίσας τῇ ἑαυτοῦ ὑποστάσει σῶμα ἀνθρώπινον καὶ ψυχήν ἀνθρωπίνην, καὶ ἴδια ἄμφω αὐτοῦ ποιησάμενος, γέγονεν ἀληθῶς ἄνθρωπος. Ωσπερ δὲ τὸ τοῦ Πέτρου σῶμα καὶ ἡ ψυχὴ ἀμφότερα τῆς ἑαυτοῦ ὑποστάσεως
col. 657–658page 33 of 38
PG 105:657ίδια, οὐκ ἄλλης τῶν ἀνθρώπων ὑποστάσεως· ταύτῃ τοι Διά τοι τοῦτο ἤ τε ἁγία τετάρτη σύνοδος μίαν ὑπόστασιν καὶ δύο φύσεις ἐπὶ Χριστοῦ ἐδογμάτισεν. Θ δὲ Νεστόριος ἑτέρωθι τρόπῳ τοῦ Λόγου νοῶν τὰ πάθη, καθὼς ἀνόπιν εἴπομεν. Διὸ πρὸς αὐτὸν καλῶς ὁ τῆς Αλεξανδρείας Κύριλλος ἀντεῖπε. Καὶ τοῦτό σοι ἀποδέδεικται έωλον καὶ πάντη ἀνίσχυρον. έσχηκὼς ταῦτα, πάντως τὴν ἀνθρωπίνην ἔχει φύσιν, ἥτις οὐχὶ τῆς ὑποστάσεως αὐτοῦ μόνης, ἀλλὰ καὶ ἑκάστης ὑπάρχει τῶν ἀνθρώπων ὑποστάσεως, τούτου χάριν τὸν ἀΐδιον Υἱὸν ἡ σύνοδος λέγει, ἕνα τῆς Τριά δος ὄντα μιᾷ ὑποστάσει δύο φύσεις ἔχειν, οὐκ ίδιο κῶς ἑκατέρας τῇ αὐτοῦ ὑποστάσει διαφερούσης, ἀλλὰ τῆς μὲν θείας φύσεως, αὐτῷ τε καὶ τῷ Πατρὶ καὶ τῷ Πνεύματι τῷ ἁγίῳ ὑπεχούσης, τῆς ἀνθρωπίνης φύσεως, αὐτῷ τε καὶ τοῖς κατὰ μέρος. Ἡ μέντοι ὑπόστασις αὐτοῦ διαφερόντως αὐτῷ μόνῳ παρὰ τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἀφώρισται, καὶ τὸ σῶμα αὐτοῦ καὶ ἡ ψυχή, ιδίως ἀμφότερα τῆς ὑπο στάσεως αὐτοῦ παρὰ πάντας τοὺς ἀνθρώπους. Διδ καὶ ὅσα ὑπέστη καὶ πέπονθεν ἡ τοῦ ἀϊδίου Θεοῦ σάρξ, καὶ ἡ ἀνθρωπίνη αὐτοῦ ψυχή, αὐτὸς ὁ ἄΐδιος Υἱὸς ὑφεστᾶναι καὶ πεπονθέναι λέγεται, καὶ αὐτῷ συμ βέβηκε κατὰ ἀλήθειαν, καὶ αὐτῷ ἐπιγράφεται, δν τρόπον ὅσα πάσχει ἡ τοῦ Πέτρου σὰρξ καὶ ἡ ψυχὴ, τῷ Πέτρῳ συμβαίνει, καὶ αὐτῷ κατὰ ἀλήθειαν ἐπι γράφεται. Διὰ τοῦτο τὴν ἀληθινὴν ὁμολογοῦντες λέγο μεν, ὅτι αὐτὸς ὁ ἀΐδιος Υἱὸς ἐπείνασε, καὶ ἐδίψησε, καὶ ἡγωνίασε, καὶ ἐκοπίασε, καὶ τὸ πρόσωπον αὐτοῦ ἐῤῥαπίσθη, καὶ ἐνεπτύσθη, καὶ ἐμαστιγώθη, καὶ τοῦ ἀϊδίου Υἱοῦ καθηλώθησαν αι χείρες καὶ οἱ πόδες, καὶ αὐτὸς ἐπὶ σταυροῦ ἐκρεμάσθη, καὶ ἀπέθανε, καὶ ἐτάφη, καὶ ἀνέστη τῇ τρίτῃ ἡμέρᾳ. Ταῦτα δὲ πάντα τῷ ἀϊδίῳ συμβέβηκεν Υἱῷ. ᾿Αλλὰ ταῦτα πέπονθε καθό δυνατὸν παθεῖν, τουτέστι τῇ ἑαυτοῦ ἀνθρωπίνῃ σαρκί τε καὶ ψυχῇ, οὐ τῇ ἑαυτοῦ θείᾳ φύσει. Τῷ λόγῳ οὖν τῆς φυσικῆς καὶ οὐσιώδους οἰκειώσεως ταῦτα πάντα τῷ ἑνὶ λόγῳ συμβέβηκεν, οὐ καθό Λόγος, ὡς ἔφαμεν. κα'. Ιδωμεν δὲ ἐν τοῖς μετέπειτα τί γράφεις ἔχει δὲ καὶ τὸ σὸν γράμμα οὕτως· Ἀλλ᾿ ἀνθυποφέροντες λαλήσωμεν ἐκ τῶν ἐναντίων ρημάτων, ὧν αὐτοὶ λέγουσι, καθὼς ἀνέγνωμεν ἐν τῷ γράμ ματι. Ἐὰν γὰρ τὰς φύσεις χωρίζωσι καὶ τὰ πρόσο ωπα ἐνοῦντες λέγουσι, κράσιν εἶναι λοιπόν, καὶ πρόσωπον πρέπει γίνεσθαι, διότι ὁ ἀπόστολος διὰ δύο πρόσωπα γράφει, ὅτι ἐν μορφῇ Θεοῦ ὢν, μορφὴν δούλου προσελάβετο. Μορφὴν οὖν καὶ μορφὴν εἶπεν. Αρτίως οὖν ποῖον ἐκ τῶν δύο ἀγαπῶσι φορῶσαι ἐπὶ τοῦ προσώπου, οὗ λέγουσιν ἔν; Εἰ μὲν τῆς θεότητος, τὴν τοῦ Σαβελλίου ἀσθένειαν ἀσθενήσουσιν· εἰ δὲ τῆς ἀνθρωπότητος, τί ἐστιν ἐκεῖνο, ὃ ἐν ἀληθείᾳ ἐν μορφῇ ἀνθρώπου τὸν Κύριον ἔβλεπον; Ἐνταῦθα μὲν σχηματίζεις τὸν λόγον, ὡς ἐκ τῶν ἐναντίων καθ᾿ ἡμῶν προβαλλόμενον, καὶ ἡμᾶς ἐν τῷ δοκεῖν τοὺς δύο φύσεις ἐπὶ Χριστοῦ λέγοντας, καὶ μίαν ὑπόστασιν, εἰς ἄτοπον περιστρέφειν, ἵνα δῆθεν ἐκ τοῦ ἡμᾶς εἰς ἄτοπον ἀπάγειν, τὸ οἰκεῖον αὐτοῦ δόγμα, τὸ μιᾶς εἶναι φύσ σεως τὸν Χριστὸν, κατασκευάσειας. Τοιγάρτοι τὸ παρὰ σοῦ δογματιζόμενον καθ᾿ ἡμῶν ἔστι τοιόνδε, εἰ καὶ ἀνοήτως αὐτὸ ἐξενήνοχας, ἐπειδὴ ἐσφαλμένως τὸ τῆς φύσεως καὶ ὑποστάσεως, ήγουν προσώπου
col. 659–660page 34 of 38
PG 105:659τὰ δύο εἰς ἓν πρόσωπον συνῃρῆσθαι. Εἰ δὲ τοῦτο ἀλλότριον τῆς τῶν Χριστιανῶν ὀρθοδόξου πίστεως (ὡς γὰρ Νεστορίου φρόνημα δν μυσαττόμεθα), μάτην τοιαῦτα καθ᾿ ἡμῶν συμπεραίνεις. Ἡμεῖς γάρ φαμεν τὸν Θεὸν Λόγον τὴν θείαν φύσιν ἐν ἑαυτῷ τελείαν ἔχοντα, εἶτα τὴν ἀνθρωπίνην φύσιν μετὰ τῶν ἀφο οριστικών ιδιωμάτων ἐν τῇ ἰδίᾳ ὑποστάσει ἀτομώ σαντα, καὶ ὑποστατικὸν τὸν Κυριακὸν ἄνθρωπον ποιή σαντα, ἐξ αὐτῆς τῆς συλλήψεως ἐνωθέντα αὐτῷ, καὶ μὴ προδιαπλασθέντα ἐν τῇ νηδύϊ τῆς Παρθένου, ἀλλ᾽ ἅμα τῇ εἰς τὸ εἶναι τούτου παραγωγή ὁμοῦ γενέσθαι τὰ τρία τὴν πρόσληψιν, τὴν ὕπαρξιν, τὴν θέωσιν αὐτῷ ὑπὸ τοῦ Λόγου, καὶ οὕτω νοεῖσθαι καὶ λέγεσθαι Θεοτόκον τὴν ἁγίαν Παρθένον, οὐ μόνον διὰ τὴν φύσιν τοῦ Λόγου, ἀλλὰ καὶ διὰ τὴν ἕνωσιν τοῦ ἀνθρωπίνου, ὧν ἅμα ἡ σύλληψις καὶ ἡ ὕπαρξις τεθαυματούργηται, ἡ μὲν σύλληψις τοῦ Λόγου, τῆς δὲ σαρκὸς ἢ ἐν αὐτῷ τῷ λόγῳ ὑπαρξις δι' αὐτῆς τῆς Θεομήτορος, ὑπερφυώς χορηγούσης τὸ πλασθῆναι τῷ πλάσαντι, καὶ τὸ ἀνθρωπισθῆναι τῷ Θεῷ καὶ ποιητῇ τοῦ παντὸς θεοῦντι τὸ πρόσλημμα, σωζούσης τῆς ἑνώσεως τὰ ἑνωθέντα τοιαῦτα οἷα καὶ ἤνωνται, οὐ τὸ θεῖον λέγω μόνον, ἀλλὰ καὶ τὸ ἀνθρώπινον τοῦ Χριστοῦ, τὸ ὑπὲρ ἡμᾶς καὶ καθ᾽ ἡμᾶς. Εἰ δὲ τοῦτο, μάτην διὰ τὸ δοξάζειν ἡμᾶς δύο φύσεις, καὶ μίαν ὑπόστασιν ἐπὶ Χριστοῦ, καὶ προσώπων κρᾶσιν συν άγεσθαι λέγοις. Καὶ αἱ μὲν πρὸς τὰς καθ᾿ ἡμῶν μέμψεις, καὶ τὰς κατὰ τοῦ ὀρθοῦ δόγματος τῆς μετ γάλης καὶ οἰκουμενικῆς ἐν Χαλκηδόνι συνόδου κακ γοῦντες, καὶ μίαν ὑπόστασιν, ἀνάγκη τα πρόσωπα καὶ διαβολάς, ἀπαντήσεις τε καὶ ἐνστάσεις, η δι' ὧν ἀθῶοι πάντες οἱ σύμφρονες τῇ τοιαύτῇ ἁγίᾳ συνόδῳ δείκνυνται τοῖς ὀρθῶς εἶναι βουλομένοις παρ' ἡμῶν ἐκτεθῆναι καὶ ἐνθάδε περιωρίσθω. κβ'. Λοιπὸν καὶ τὰ κατὰ τὴν ἐμολογίαν ὑμῶν οὐ τοσοῦτον ἐκ μοχθηρίας, ὅσον τῇ τῆς προσλήψεως τυραννίδι ἐσφαλμένως νοούμενά τε καὶ φυλαττόμενα (ὀκνηρὸν γὰρ εἰπεῖν ἐξ ἀμαθίας τε καὶ φιλονεικίας), ἐπισκεπτέον. Οὐ πάντη τοῦ ὀρθοῦ περὶ τὴν πίστιν διαπεπτώκατε λόγου, ἀλλ' ἐπὶ μέρους. Εἰ μήτι ἄρα τὸ παροιμιακὸν ἐκεῖνο τις βουληθείη ὑμῖν ἐπαφῆναι ῥητὸν, ὅτι Ο καταφρονῶν τὸ μικρὸν κατ' ὀλίγον πεσεῖται· πᾶν δὲ τὸ εἰς πτῶσιν ἀπάγον, καὶ πτῶσιν ἀπὸ Θεοῦ, μίσους καὶ ἀποστροφῆς ἄξιον. Τὴν γὰρ προαιώνιον τοῦ Υἱοῦ καὶ Λόγου τοῦ Θεοῦ σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι ὕπαρξιν, ὀρθῶς δοξάζετε κατὰ τὴν οἰκουμενικὴν καὶ ὀρθόδοξον Ἐκκλησίαν. Ἔτι γε μὴν καὶ τὴν εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ συν εργίᾳ τοῦ παναγίου Πνεύματος γενομένην τοῦ Θεοῦ Λόγου ἐν τῇ γαστρὶ τῆς ἀειπαρθένου και Θεοτόκου Μαρίας, οἴκησίν τε καὶ τῆς ἡμετέρας φύσεως ἀσύγχυτον καὶ ἀχώριστον ἕνωσιν, ἀμετα Ελήτου μείναντος τοῦ Θεοῦ Λόγου τῇ οἰκεία φύσ σει, ήγουν θεότητι, καὶ ἀμεταβλήτου τηρηθείσης τῆς ἀνθρωπότητος αὐτοῦ, ἤγουν τῆς ἀνθρωπίνης φύσεως, πάντα ἀψευδῶς προβαλλομένου τοῦ ἀνθρωπίνου πλὴν τῆς ἁμαρτίας μόνης, τουτέστι σῶμα, ψυ
col. 663–664page 35 of 38
PG 105:663χὴν, καὶ νοῦν. Τούτων δὲ παρ᾽ ὑμῶν ὁμολογουμένων, τέλειος ἐν θεότητι, καὶ τέλειος ἐν ἀνθρωπότητι δείκνυται εἷς καὶ ὁ αὐτὸς ὢν Χριστὸς ὁ Θεὸς ἡμῶν. Εἰ οὖν ὁ Θεὸς Λόγος ἑνωθεὶς τῇ ἀνθρωπότητι, τελείαν ἔχων τὴν θεότητα, τελείαν τὴν ἀνθρωπότητα αὐτοῦ καὶ καθ᾽ ὑμᾶς φυλάττων ὁμολογεῖται, τίνι λόγῳ οὐχὶ καὶ ἐκ δύο, καὶ ἐν δύο φύσεσι, καὶ δύο φύσεις ἔχοντα αὐτὸν πιστεύετε, ἀλλὰ μιᾶς αὐτὸν ἀναγορεύετε φύσ σεως; Εἰ οὖν τέλειον τὸν αὐτὸν ἐν ἑκατέρᾳ πεφηνότα φύσει ὁμολογεῖτε, δῆλον ὅτι καὶ ἀριθμῷ ταύτας τήν τε θείαν φύσιν φημὶ καὶ τὴν ἀνθρωπίνην, τῷ τρόπῳ τῆς διαφορᾶς ἀριθμουμένας καθυποβάλλετε, καὶ οὐ τῷ διορισμῷ τῆς ὑπάρξεως ὑφ᾽ ἡμῶν καὶ τῆς ἁγίας τετάρτης συνόδου λέγειν ὁριζούσης οὕτως ἐπὶ Χρι στοῦ τὰς δύο φύσεις ὁμολογοῦντες, ἐντὸς τῆς ἀλη θείας ἑστήκατε. Εἰ δὲ ὁμολογοῦντες, ὅτι ἐν αὐτῷ τῷ ἑνὶ Χριστῷ ἥ τε θεία καὶ ἀνθρωπίνη φύσις ἔν ἐστι, ταύτας δὲ τὰς φύσεις κατὰ τὸ διάφορον οὐκ ἀριθμεῖτε, ἐν δύο φύσεσιν αὐτὸν, καὶ δύο φύσεις ἔχοντα τὸν Χριστὸν λέγοντες, φανερὸν ὅτι ἀσύμφωνοι αλλή λων ἐστέ, πῆ μὲν ὁμολογοῦντες, πῆ δὲ ἀπαρνούμενοι. Διὰ μὲν γὰρ τοῦ μὴ ἀριθμεῖν τὴν διαφοράν, τὰς φύσεις ἀναιρεῖτε, διὰ δὲ τοῦ ἀναιρεῖν τὰς φύσεις, καὶ τὸ ἀσύγχυτον καὶ τὸ ἄτρεπτον μετὰ τὴν ἕνωσιν εἰ δὲ τοῦτο, καὶ τὸ ὁμοούσιον τῷ Πατρὶ κατὰ τὴν θεότητα, καὶ ἡμῖν κατὰ τὴν ἀνθρωπότητα. Ὁ δὲ τὸ αὐτὸ πρᾶγμα, πῆ μὲν ὡς ἔχον φύσεως ἀπαγγέλλων, πῆ δὲ ὡς οὐκ ἔστι τὸ αὐτὸ ὡς πρότερον είρηκε διισχυριζόμενος, ἢ παραφρονεῖ, ἢ κακουργεί, ὧν οὐδέτερον ὑμᾶς εὐχόμεθα πάσχειν. Τὸ μὲν γὰρ ἄθλιον καὶ ἐλέους, τὸ δὲ κολάσεως ἄξιον. Εἰ δὲ τῶν τοιού των ἐκτὸς ἐγκλημάτων οἴεσθε ἑαυτοὺς παριστάν, ὁμο λογοῦντες τὸν Υἱὸν τοῦ Θεοῦ κατὰ θεότητα ἔχειν τὸ ὁμοούσιον, πρός τε τῷ Θεῷ καὶ Πατρὶ, καὶ ἡμῖν κατὰ τὴν ἀνθρωπότητα, καὶ ἀριθμεῖτε δηλονότι λέγοντες, Δύο φύσεις ἔχει ὁ Χριστὸς, καὶ ἐν δύο φύσεσι, καὶ δύο φύσεων εἶναι μετὰ τὴν ἕνωσιν ἐν μιᾷ ὑποστάσει, καὶ τὴν ἐν Χαλκηδόνι σύνοδον τοῦτο θεσπίσασαν μεθ' ἡμῶν σεβάζεσθε, καὶ οὕτως ὀρθοδόξως πολιτεύεσθαι θαῤῥεῖτε. Τὸ δὲ λέγειν, Καὶ οὐχ ἁπλῆν ὁμολογοῦμεν τῶν φύσεων τὴν ἕνωσιν, θεότητος, φημί, καὶ ἀνθρωπότητος, εἰ μὲν τὸ συντεθὲν μιᾶς ὑποστάσεως, δύο τε φύσεις έχειν φαίητε, ὄντως ὀρθῶς καὶ μετὰ ἀλη θείας λογισθήσεσθε· εἰ δὲ τὸ ἐκ διαφόρων φύσεων μιᾶς συνθέτου φύσεως αποτελεσθὲν καθάπερ ἐπ' ἀνθρώπου ἐκ ψυχῆς καὶ σώματος μία φύσις ἀποτελεῖται, οὕτως ὁμολογεῖτε, φανερὸν ὅτι τὰς οἰκείας ὁμολογίας ἀναι ρεῖτε. Δέδεικται γὰρ διὰ πολλῶν ἔμπροσθεν ἐπιχειρημάτων, ὅτι τὰ ἀσυγχύτως συντιθέμενα, καὶ μίαν φύσιν ἀποτελοῦντα, μήτε αὐτὰ πρὸς τὰ ἐξ ὧν συν ετέθη ὁμοούσια, ἢ ὁμοφυῆ εἶναι, ἢ τὰ ὑπὸ τῆς κοινότητος αὐτῶν ἀναγόμενα άτομα. Εἰ δὲ τοῦτο, ὁ Χριστὸς οὐχ ὁμοούσιος τῷ Θεῷ καὶ Πατρὶ κατὰ τὴν θεότητα, καὶ ἡμῖν κατὰ τὴν ἀνθρωπότητα. Εἰ δὲ τὸ ὁμοούσιον καὶ ἐν τῇ ἑνώσει βούλεσθε διασώζειν, τὸ δοξάζειν μίαν φύσιν ἐπὶ Χριστοῦ ἐξ ὑμῶν ἀποῤῥίψατε. Καὶ ταῦτα μὲν τὰ ἑπόμενα άτοπα ἐκ τῶν παρ' ὑμῖν ὁμολογουμένων ἐπὶ τῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ συμβαίνοντα ἐνανθρωπήσεως, διὰ τὸ μὴ ἕπεσθαι
col. 665–666page 36 of 38
PG 105:665ὑμᾶς τῇ ὀρθῇ τῆς τῶν Χριστιανῶν πίστεως ἐκθέσει παρὰ τῆς ἁγιωτάτης καὶ οἰκουμενικῆς ἐν Χαλκηδόνι τετάρτης συνόδου. "Α δὲ δι᾿ αὐτὸ τοῦτο τὸ ἀθετεῖν ὑμᾶς τὰ ἀκριβῆ ταύτης δόγματα ἀναιδῶς, μᾶλλον δὲ ἀμαθῶς νοεῖτε, καὶ ἁμαρτάνετε περὶ τὰ λεγόμενα ἐπὶ τῇ ἐνανθρωπήσει τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ ταῦτά ἐστι. κγ'. Τὴν δὲ λεγομένην συνδρομήν, ἡ μὲν τοῦ πολλοῦ καὶ ἀγυρτώδους λαοῦ χρῆσις, ἐπί τινων δύο ἢ καὶ πλειόνων ἁμιλλωμένων, ἱππαζομένων τε καὶ πεζῇ τὸν δρόμον ἐξανυόντων παραλαμβάνει· ἡ δὲ τῶν σοφῶν ἀνδρῶν διάνοια, οὐ τοῦτο μόνον σημαίνειν τὴν συνδρομὴν βούλεται, ἀλλὰ καὶ τὴν δύο τινῶν ἢ καὶ πλειόνων πραγμάτων ὀξείαν καὶ ἀκαρ εἰς ταυτὸ περάτωσιν παντὸς χρονικού διαστήματος ἄνευ, ὡς ἐπὶ τοῦ παραλυτικοῦ τοῦτο γεγονὸς ἔγνωμεν. Αμα γὰρ ἔφη ὁ Κύριος, Εγειραι καὶ περιπάτει, Εὐθέως, φησὶν ὁ εὐαγγελιστής, ἀνέστη καὶ περ ριεπάτει. Τὴν οὖν ἐξεῖαν τῆς προστάξεως τοῦ Κυ ρίου πλήρωσιν μετὰ τῆς τοῦ παραλύτου ὑγείας, συνδρομὴν οἱ σοφοί λέγουσι. Συνέδραμε γὰρ τῇ Δεσποτικῇ κελεύσει καὶ ἡ τοῦ ἀνθρώπου ὑγεία. Ομοίως καὶ ἐπὶ τῆς τοῦ Πέτρου πενθερᾶς, καὶ τῆς ἐπιτιμήσεως τῆς θαλάσσης, καὶ τῶν τοιούτων. Οἱ οὖν Πατέρες συνδρομὴν λέγοντες τῶν δύο φύσεων ἐν τῷ αὐτῷ καὶ ἑνὶ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, οὐδὲν ἄλλο δηλοῦν φαίνονται, ἢ ὅτι πάσης ἀναμονῆς ἐκτὸς καὶ παντὸς χρονικού διαστήματος ἅμα ἐπεσκίασεν ἡ τοῦ Ὑψίστου δύναμις τῇ 'Αειπαρθένῳ Θεοτόκῳ, τὴν τῶν δύο φύσεων ἔνωσιν ἀπειργάσατο. Ὑμεῖς δὲ κατὰ τὴν προτέραν σημασίαν τῆς συνδρομῆς τὴν ἕνωσιν τῆς θεϊκῆς φύσεως μετὰ τῆς ἀνθρωπίνης ἐκλαμβανόμενοι, διαιρετὴν, καὶ καθ᾿ ἑαυτὴν ὑφεστάναι ἑκατέραν τῶν οὐσιῶν τοὺς Πατέρας εἰρηκέναι συκοφαντεῖτε, καὶ τὴν ὑμετέραν ἄγνοιαν, Πατρικὴν βλασφημίαν οἰόμενοι, μακρὰν τῆς ἀληθείας, καὶ ταυτὸν φάναι, τῆς σωτηρίας, ἀποπεπλάνησθε. Με μαθηκότες οὖν καὶ ταύτης τῆς συνδρομῆς τὴν σημασίαν, καὶ τὸ ταύτης χρειῶδες εἰς τὴν τοῦ Υἱοῦ τοῦ Θεοῦ ἐνανθρώπησιν, ἀπόστητε τῆς κατ' ἄγνοιαν ὑμῶν δυσφημίας, καὶ εἰς ἀκριβῆ ἔνωσιν τῶν δύο ἐν Χριστῷ φύσεων ταύτην, καθὼς ἡμεῖς, προβάλλεσθε. Εψεται γὰρ ὑμῖν ἐκ τούτου, πρῶτον μὲν τὸ σοφοὺς καὶ ειδήμονας πεφηνέναι, ἔπειτα δὲ καὶ τὸ ἀληθεῖς, ἐν οἷς δογματίζετε, διαγγέλλεσθαι. Εἰ δὲ καί τινες τῶν αἱρετιζόντων τὸ τῆς συνδρομῆς ὄνομα κατὰ τὸ πρῶτον σημαινόμενον ἐξελάβοντο εἰς τὴν τοῦ οἰκείου δόγματος κακουργίαν, καὶ διὰ τοῦτο παρ αιτεῖσθε ταύτῃ ἐπὶ τῇ ἑνώσει τῆς θείας καὶ ἀνθρωπίνης φύσεως τοῦ ἑνὸς Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, νῦν τὸ δεύτερον σημαινόμενον ταύτης κατανενοηκότες, καὶ τὸ ἐκ τούτου ἀσφαλὲς περὶ τὴν ἕνωσιν μεμαθηκότες, τοῦ λοιποῦ ταύτην μὴ ἀπαγορεύσητε. Οὐδὲ γὰρ λυμαίνεται ἡ ἐμωνυμία τῶν μὴ οὕτως ὑπαρχόντων τὰ κυρίως ὄντα πράγματα. Ἐπειδὴ δὲ τοῦ αὐτοῦ ἑνὸς Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἶναι ὁμολογεῖτε τὰ ἐν Εὐαγγελίῳ φερόμενα ταπεινά τε καὶ ὑψηλὰ, τοῦ
col. 667–668page 37 of 38
Monitum de Refuationes Mohamedis sequente
PG 105:667τι σώματος καὶ τοῦ ἀσωμάτου ἀπαρασπάστως καὶ ἀσυγχύτως ἐπ' αὐτοῦ φυλαττομένων, πότερον ποία? τῶν συνελθουσῶν φύσεων ἐν τῷ ἐν Χριστῷ τὰ ταπεινὰ δώσετε, τῇ ἀνθρωπίνῃ, ἢ τῇ θείᾳ, τουτέστι τὸ προκόπτειν ἡλικίᾳ, καὶ τὸ ῥαπίζεσθαι, τὸ δεσμεῖσθαι, τὸ ἥλοις πεπερονῆσθαι, τὸ τεθνάναι, καὶ τὰ τοιαῦτα Εἷς μὲν γὰρ ἀληθῶς καὶ ὁ αὐτός ἐστι Θεό; καὶ ἄνθρωπος, ὁ ταῦτα ὑπομεμενηκώς· ἀλλ' οὐδεὶς νοῦν ἔχων κατὰ τὴν θεϊκὴν ταῦτα ὑπομενηκέναι φύ σιν ἐρεῖ. Ἀπαθής γὰρ ἡ θεία φύσις, καὶ αὐξήσεως ἀνεπίδεκτος. Ομως γε πέπονθε ταῦτα ὁ αὐτὸς Κύ-? ριος ἀληθῶς. "Αρ' οὖν οὐχὶ καὶ αὐτοὶ οἱ λίθοι κεκράξονται, κἂν ὑμεῖς σιγήσητε, ὅτι κατὰ τὴν ἀνθρωπίνην αὐτοῦ ταῦτα φύσιν ὑπέστη ὁ τέλειος ἐν θεότητι, καὶ τέλειος ἐν ἀνθρωπότητι, εἷς Κύριος Ἰησοῦς ΕΙ δὲ κατὰ ἀνθρωπίνην αὐτοῦ ταῦτα φύσιν ὑπέστη, δῆλον ὅτι ἐν δύο φύσεσι θεωρεῖται ἡ εἰς τῷ προσώπῳ καὶ τῇ ὑποστάσει Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Τὰς δὲ κατὰ τοῦ Νεστορίου τοῦ ἐπαράτου μέμψεις καθ' ἡμῶν τῶν ἐν πρόσωπον καὶ μίαν ὑπόστασιν εἰδότων ἐν τῷ ἑνὶ Χριστῷ τῷ Θεῷ ἡμῶν, ἀφρόνως ἐπιφημίζετε. Ἡμεῖς γὰρ τὴν καθ' ὑπόστασιν ἕνωσιν ἐν τῷ Χριστῷ ὁμολογοῦντες, καὶ ἓν αὐτοῦ πρόσ ωπον καὶ μίαν ὑπόστασιν μετὰ τὴν ἔνωσιν δοξάζοντες, καὶ τὴν ἐν γαστρὶ τῆς ἀειπαρθένου σκήνωσιν ἀνυμνοῦντες, καὶ τὴν αὐτοῦ πανάμωμον Μητέρα Θεοτόκον κυρίως δοξάζοντες,· καὶ ἕνα τὸν αὐτὸν Υἱὸν τοῦ Θεοῦ καὶ Υἱὸν τῆς Παρθένου ὁμολογοῦντες, ὧν ἁπάντων οὐδὲν ὁ μάταιος ἐκεῖνος καθωμολόγει, τῶς τῆς αὐτῆς αὐτῷ μέμψεως κριθείημεν ἄξιοι παρ' ὑμῶν; εἰ μή τι ἄρα τὸν ὑμῖν ἐφαρμόζοντα ψόγον διὰ τὴν ἐξ ἀμαθείας τοῦ ὀρθοῦ δόγματος παρατροπήν ἀποτρέψαι βουλόμενοι, διὰ τῆς καθ' ἡμῶν τῶν ὀρθῶς φρονούντων ἀλόγου διαβολῆς τοῦτο ποιεῖν προαιρεῖσθε. Ἡ δὲ καθ᾿ ἡμᾶς ἀμώμητος καὶ ἀδιάβλητος δόξα, περί τε τῆς κατὰ τὴν ἁγίαν Τριάδα θεολογίας, περί τε τῆς κατὰ τὴν ἔνσαρκον οἰκονομίαν τοῦ Υἱοῦ τοῦ Θεοῦ ὀρθοτομίας ἐκ τοῦ παρ' ἡμῶν ὁμο λογουμένου ἱερωτάτου καὶ θείου συμβόλου δείκνυται, ἀρξαμένου μὲν ἀπὸ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ ἁγίων τῆς ἐν Νικαία συνόδου Πατέρων, καὶ διὰ τῶν λοιπῶν ἁγίων τε καὶ οἰκουμενικῶν ἐξ συνόδων βεβαιουμένου, ἧπου ἄρα καὶ τοῦτο κακῶς ὑμεῖς νοοῦντες διασύραι πειράσετε. Καὶ ταῦτα μὲν πέρα τοῦ μέτρου, ἐπεὶ καὶ κύρος λόγου πολέμιος ἀκοαῖς.
col. 669–670page 38 of 38

imp. missas titulus dicit, non autem diserte quod Nicetas ipsarum refutationem ad Michaelem scripse rit. Decennio post Sylburgium Ant. Possevinus in Apparatus principe editione Veneta t. II, p. 477, et 1. HI, in catalog. p. 16, pleniorem et accuratiorem operis Nicetiani titului recitavit, eatenus tantum mendose, quatenus pro Theophili utroque in loco scripsit Theophylacti. Reliquos, qui ex prædictis hau sere, prætermitto biblíographos, excepto tamen Leone Allatio, qui in calce prioris tomi Græciæ ortho doxæ diserte contendit Nicetam hunc Byzantinum eumdem esse, qui et Nicetas David, et Paphlago, et Dadybrorum etiam episcopus, appellatur. Floruit, inquit, Michaelis, Basilii et Leonis,' impp. ætate, ut colligitur ex proœmio vitæ S. Ignatii patriarchæ, quam ille neque indocte neque ineleganter con cinnavit, et aliis ejusdem scriptis: quo postremo dicto (de scriptis ætatem Nicetæ designantibus ) intel ligi ab Allatio puto refutationem præsertim quam fecit Nicetas noster epistolarum ab Agarenis ad Michae lem imp. missarum. Pergit ibi Allatins Nicetæ scripta recensere, quorum prope extrema ponit hæc adversus Mohamedem et Agarenos dictata; neque tamen codicem Vaticanum, qui ea continet, nominat aut se novisse demonstrat. Habuit sane Allatius aliud Nicetæ egregium opusculum pro concilio Chalce donensi ad Armeniæ principem; idque in prædictum Græciæ orth. tomum inseruit, indubitanter affir mans unius ejusdemque Byzantini Nicetæ fetum esse; id quod ego verissimum judico, quia præter cæteram styli similitudinem, clausula certe prædicti opusculi eadem omnino est, quæ in duarum ad Michaelem imp. epistolarum refutatione conspicitur. De hoc demum Niceta ejusque scriptis uberius dixit Allatius in inedita adhuc dissertatione sua de viginti Nicetis, cujus ego particulam de nostro loquentem vulgavi in præf. ad t. IX Scriptorum veterum; neque tamen hanc ipsam dissertationis particulam dedi integram, quia id tunc præter argumenti mei propositum erat. De vetere operis Nicetiani notitia hacte nus. Cur autem Byzantinum hunc Nicetam nonnulli bibliographi in xn sæculo collocent, equidem nescio, neque ejus rei documenta ulla afferri video; nisi forte tot Nicetarum copia perturbationem, ut fit, in ipsorum historiam invexit. Sed ut jam propius ad rem accedam, ego quidem quanquam nondum inspexeram Sylburgii, Possevini et Allatii testimonia, nihilominus in meis ante complures annos biblio thecæ Vaticanæ cui præeram perlustrationibus, hunc codicem observaverain sub numero 681, pulchrum sane, antiquum, membraneum, integerrimum. Attamen aliis editionibus occupatus, Nicetam plus nimio distuli sed nunc demum de codicis, ut reor, unici incertis fatis cogitans, qui casu aliquo perire aliquando posset; tum etiam rei sine dubio bonæ dulcedine et utilitate illectus, exseribendum manu propria, Latinum quoque labore meo ut cætera omnia faciendum, et typis mora omni abrupta tra dendum judicavi. Nunc de ipso opere breviter præfandum est. Ludovicus Maraccius, qui philarabes cunctos refutati Alcorani laude superavit, queritur in præfatione ad prodromum de illorum exiguo numero, saltem ve terum, qui contra Mohamedem ejusque librum calamum strinxerunt, et pauca certe nomina recitat, Joan. nempe Damascenum, Joan. Cantacuzenum, Petrum Cluniacensem, et Chaldæos duos. Atqui dila tare numerum parumper poterat, citato Euthymio Zygabeno cum aliis brevibus ejusmodi scriptis, edente Sylburgio; Theodoro Abucara, edente Gretsero, quanquam hic præ Zygabeno valde tenuis est. Sed enim in Romanis Gr. codicibus erant: 1. Ejusdem Zygabeni dialogus adversus Mohamedem, quem nos vulga bimus. 2. Niceta Choniatæ capitulunı in Panoplia, quod nos in Romanum jam Spicilegium intulimus. Sed quod omnem copiam superat, erant Arabici codices Vaticani, quorum catalogum a nobis ex Asse mani schedis editum qui legerit, numerosam adversus Alcoranum Christianorum scriptorum instructam aciem conspiciet; videlicet in codicibus Arabicis 99, 112, 113, 114, 118, 119, 127, 128, 135, 141, 143, 180, 504, 545, 550, 645, et fortasse aliis. Utique magnus Maraccius in prædicta præfatione p. 7 globatim memorat Arabicos codices diversarum Romanæ urbis bibliothecarum, qui ei adjumento fuerunt, ut in scholiis et in polemicis disputationibus postea demonstravit, ubi lautas Arabum de hac controversia scriptoruin opes exposuit; rectius tamen fecisset, vel certe hodiernæ methodo accommodatius, si singu lorum quibus usus est codicum nominatim catalogum vel notitiam perscripsisset. Jam vero fructus hujus nostræ Nicetæ editionis multiplex, ut spero, futurus est. 1. Christianæ religio nis nova defensio, et Mohamedanæ superstitionis fraudisque accusatio atque subversio. 2. Theologiæ apud Græcos scholastica seu speculativæ imaginem genuinam hic aspicimus, et qua methodo, quo acu mine, quibus dialectica et communium notionum, sive sensus, viribus, Trinitatis præsertim perdifficile perobscurumque mysterium apud ethnicos Mohamedanosque Christiani approbarent: in qua profecto disputationis parte Nicetas noster mirabilis est; Græcique ingenii et doctæ solidæque subtilitatis insigne exemplum suppeditat. 3. In singulorum satanici libri capitum confutationibus, recitatur Græce Mohame dis textus, vel ipso Niceta interprete, vel ex cujusvis Græci hominis translatione, quam nunc neque in libris editis, neque in ipsis ut arbitror manuscriptis codicibus videre est. Certe Græcos Alcoranum non semel tantummodo, sed fortasse pluries, ad linguam suam transtulisse, dubitari nequit; cum immanem sectam in prospectu, imo et in imperii visceribus receptam haberent, et cum ejus doctoribus necessario contenderent; id quod Græca monumenta superstitum disputationum testantur. Nunc itaque festivum est videre, quantopere interdum Græcus Alcorani textus apud Nicetam ab Arabico, quem vulgo leginıns, differat quam rem, partim ex interpretis Græci imperitia, partim ob polysema Arabicæ linguæ voca bula, partim denique propter ipsius Alcorani editionum varietatem, contigisse credendum est. Nam

Page scan enlarged

Notebook

Full View