PG 105Nicetas of Byzantium
Refutation of Mohammed
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 671–672page 1 of 76
Capitula varia hujus libri adversus Mohamedem
PG 105:671κοινὴν ΝΙΚΗΤΑ ΒΥΖΑΝΤΙΟΥ ΦΙΛΟΣΟΦΟΥ ΑΝΑΤΡΟΠΗ ΤΗΣ ΠΑΡΑ ΤΟΥ ΑΡΑΒΟΣ ΜΩΑΜΕΤ ΠΛΑΣΤΟΓΡΑΦΗΘΕΙΣΗΣ ΒΙΒΛΟΥ ΠΡΟΓΡΑΜΜΑ. α'. Μεγάλων καὶ τῶν ὑπὲρ ἡμᾶς ἀξίων υπαρχόν των πάντων πρεσβεί]ων τῷ θεοφιλεστάτῳ βασι λεί, λόγοις γεραίρειν αὐτὰ, διὰ τὸ μέγεθος, καὶ μέ τρῳ περιορίζειν, διὰ τὸ ἄπειρον, οὐχ οἷοί τε ἐτόμεθα τό παράπαν· ἀλλ' ἡ τοῦ θαυμάζειν παρα σκευάζουσα πᾶσαν διάνοιαν ἔκπληξις, καὶ τοὺς ὑψη λοὺς τὸν νοῦν κηρύττειν καὶ διαγγέλλειν σαφῶς ἐξε είργουσα, τοῦτο τὸ ἔργον. τούτων τὸ ἔργον] ἡμᾶς τοὺς χαμαιζήλου; ποιεῖν κατηνάγκασεν· οὐκ ἐπὶ πάντων δὲ (τοῦτο γὰρ ἦν παντελῶς καὶ ἀμηχάνου), ἀλλ' ἐφ' ἑνὸς αὐτοῦ προτερήματος· οὐδ᾽ ὅπως δι' ἐγκωμίων αὐτὸν καταστέψωμεν· ποῦ γάρ μοι τοσαύτη χρυσέων ἐπῶν περιουσία, ὡς ἂν χρυσογρα φήσαιμι τὰς δίκην πολυανθούς λειμῶνος ἐξαν θούσας τῶν ἀρετῶν αὐτοῦ λαμπρότητας και τερπνότητας; ποῦ γὰρ θήσω τὴν τῆς βασιλείας πάνσοφον πηδαλιουχίαν; ποῦ δὲ τὴν τῆς Ἐκκλησίας είρη ναίαν τε καὶ ἀτάραχον διαγωγήν; ποῦ δὲ τὴν τῆς Μωάμεδ, Μωάμεθ, Μωσ άμετ, Μαχούμεδ. Θεός,
col. 673–674page 2 of 76
PG 105:673πολιτείας καθολικὴν εὐνομίαν ποῦ δὲ τὸ τῆς ἀνεξικακίας καὶ προσηνότητος πέλαγος; ποῦ δὲ τοὺς τῆς εὐποιίας καὶ εὐεργεσίας όμβρους; ποῦ δὲ τὸ ὀρθόδοξον τοῦ τῆς πίστεως δόγματος; ποῦ δὲ τὸ ἀποστολικὸν, ὡς εἰπεῖν, τοῦ Εὐαγγελίου τοῦ Χρι στοῦ κήρυγμα; Οὐκ ἀνεχόμενος γὰρ βάρβαρα σώ ματα μόνον τροποῦσθαι πανάθλια, εἰ μὴ καὶ ψυχὰς θεομάχους ὡς διστόμῳ τῷ τῆς ἀληθείας λόγῳ διχά σειεν, μετακαλεῖται καὶ τοὺς "Αραβας πρὸς εὐσέ βειαν, διὰ τοῦ ἐξ ἀληθείας λόγων ελέγχου την παρά λογον καὶ ἠπατημένην κατατοξεύων ἀσέβειαν. ἅτε δὴ πεποιθὼς ἐπὶ τὸν νικοποιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν τὸν παρ' ἐκείνων βλασφημούμενον, ὅτι τῷ ἐκ τῶν ἀληθῶν ἀνατροπῶν ἐλέγχῳ, τῆς αὐτῶν βλασφημίας, καὶ ἡ κατὰ τῶν παρανόμων αὐτῶν στρατευμάτων, διὰ τῶν αὐτοῦ στρατηγημάτων ἐπακολουθήσει νίκη ὅθεν τὸ ἔργῳ περατωθεν τῷ θεόφρονι βασιλεί, λόγοι; ἡμεῖς οἱ νωθεῖς γυμνάσαι προήχθημεν· καὶ ὅπερ αὐτῷ διὰ πραγμάτων ὁσημέραι κατορθοῦται, καὶ γυ μνοῖς λόγοις ἡμεῖς μεγαλοφώνως σαλπίζειν προεθυμήθημεν· ἀλλ' ὁ παντὸς ἀγαθοῦ ταμίας καὶ πάρο οχος Κύριος τῷ μὲν φιλοχρίστῳ βασιλεῖ τὰ σωτήρια ψυχῇ τε καὶ σώματι δαψιλεύσοιτο, εκτάσει ζωῆς χρόνων, καὶ νίκαις ταῖς κατ' ἐχθρῶν ἐπιστέφων, καὶ τὴν ἡμῶν γλῶσσαν νευρώσειεν, τῆς μὲν τῶν Χρισ στιανῶν εὐσεβοῦς πίστεως εἰπεῖν τι ἐπάξιον, τὴν δὲ βάρβαρον ἀπελέγξαι δυσσέβειαν· πρεσβείαις τῆς ὑπερενδόξου Θεοτόκου καὶ πάντων τῶν ἁγίων γέ νοιτο. Αμήν. Τέλος τοῦ προοιμίου. β'. ΤΑΔΕ ΕΝΕΣΤΙΝ ΕΝ ΤΩΔΕ ΤΩ ΣΥΓΓΡΑΜΜΑΤΙ. Κεφ. Α΄. Εκθεσις μετὰ ἀποδείξεως προηγουμένως τῆς ἀληθοῦς καὶ ὀρθοδόξου ἡμῶν τῶν Χριστιανῶν πίσ στεως· καὶ καταδρομὴ πασῶν τῶν ἐμφερομένων δυσφημιῶν τῇ τοῦ ᾿Αραβος Μωάμετ βίβλῳ· καὶ ἔλεγχος κατὰ ταυτὸ τῶν ἐν τῷ πρώτῳ λόγῳ και κῶς δοκούντων αὐτῷ. Β΄. Ελεγκτικοὶ τῶν ψευδωνύμων αὐτοῦ λόγων δέκα ἐξ. ΙΗ'. "Εκθεσις καὶ θρίαμβος τῶν κατ' εἶδος αὐτῷ σποράδην ἐν τοῖς ἐξῆς ἅπασιν ἀσεβῶς κινηθέντων μιαροίς λόγοις. ΙΘ'. Πρὸς τὸν αὐτὸν ὑπὲρ τῆς τοῦ Λόγου ὑπολήψεως. Κ'. Πρὸς τὸν αὐτὸν λέγοντα τῆς ἁμαρτίας αἴτιον εἶ ναι τὸν Θεόν. ΚΑ'. Πρὸς τὸν αὐτὸν λέγοντα κατὰ συζυγίαν βιοῦντας ἀνθρώπους μετὰ τὴν ἀνάστασιν. ΚΒ'. Πρὸς τὸν αὐτὸν λέγοντα θηλείας εἶναι ἀγγέ λους. ΚΓ'. Πρὸς τὸν αὐτὸν περὶ τῆς τῶν ἀγγέλων πρεσ σβείας. ΚΔ'. Πρὸς τὸν αὐτὸν λέγοντα· Ο Θεός ὁλόσφαιρός ἐστιν. ΚΕ'. Απόδειξις ὅτι ξένος τῆς τοῦ Θεοῦ διαθήκης Ισμαηλίτης λαός. Κα'. Πρὸς 'Αγαρηνοὺς ὑπὲρ τῆς περιτομῆς. ΚΖ'. Εἰς τὸ αὐτό. ΚΗ'. Περὶ τοῦ Θεοῦ τοῦ Μωάμετ. ΚΘ'. "Οτι οὐ δεῖ, κἂν δοκῇ τοῖς πεπλανημένοις, τὴν του προπάτορος Αβραὰμ μοναρχίαν πρεσβεύειν, λέγειν ἡμᾶς θεοσεβεί; Αγαρηνούς. Λ'. Πρὸς Ἀγαρηνούς περὶ τῆς αὐτῶν ἀλαζονείας. δ
col. 675–676page 3 of 76
PG 105:675ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. *Εκθεσις κατασκευαστικὴ μετὰ ἀποδείξεως τοῦ Χριστιανικού δόγματος; ἐκ κοινῶν ἐννοιῶν, καὶ διαλεκτικῆς μεθόδου, καὶ φυσικῶν ἐπιχειρημάτων, καὶ συλλογιστικῆς πολυτεχνίας προαγομένη· καὶ ἀντιῤῥησις καὶ ἀνασκευὴ καὶ ἔλεγχος τῆς ἀλογωτάτης και μυσαρωτάτης βιο βλου τῆς παρὰ τοῦ "Αραβος Μωάμετ πλαστο γραφηθείσης, ἤτοι τῆς τῶν Ἀγαρηνῶν ψευδωνύμου πίστεως. γ'. Πολλῶν ἤδη τῶν εἰς δόξαν Θεοῦ συντρεχόντων ἀρετῆς κατορθωμάτων παρὰ τοῦ φιλαγάθου καὶ χριστιανικωτάτου ἡμῶν βασιλέως οσημέραι διαπραττομένων, μάλιστα δὲ περὶ τὴν εὐσεβῆ εἰς Θεὸν λα τρείαν, ἂν καὶ τοῦτο σπουδῆς εἶδος τῷ γαληνοτάτῳ κράτει καθέστηκεν, τὸ ἀπελεγχθῆναι τὴν ἠπατημέ. νην καὶ ἀλογωτάτην δόξαν την πλαστογραφηθεῖσαν ἐν τῇ ἐπονομαζομένῃ τοῦ ᾿Αραβος Μωάμετ βίβλῳ ἔθεν τὴν ἡμετέραν ἀναξιότητα, οἷα δὴ ἐλλόγιμον που σῶς οὖσαν, καὶ εὐνοϊκῶς πρὸς τὴν αὐτοῦ θεοσυγ κρότητον βασιλείαν προσκειμένην, προετρέψατο καθ' ὅτον οἷοί τέ ἐσμεν στηλιτεῦσαι καὶ δεῖξαι μακρὰν τῆς ἀληθείας ὑπάρχουσαν, οὐ μόνον ἐν ταῖς περὶ τὸ Θεῖον σαφέσιν ὑπολήψεσιν, ἀλλὰ καὶ ἐν αὐταῖς παρὰ τοῦ κοινοῦ τῆς ἀνθρωπότητος γένους ῥᾳδίως γινωσκομέναις· τὰς τοίνυν θεοδέκτους καὶ σωσικόσμους εὐχὰς τοῦ αὐτοῦ φιλοχρίστου δεσπότου ἡμῶν καὶ με γάλου βασιλέως ἐπικαλεσάμενοι, σὺν τῇ δυνάμει τοῦ ἁγίου Πνεύματος, καὶ τῷ θώρακι τῆς πίστεως φρα ξάμενοι, καὶ τοῦ θυρεοῦ τῆς ἐλπίδος δραξάμενοι, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου περιβαλόμενοι, " τὴν αὐτοῦ προτροπὴν ἐκτελέσαι προήχθημεν. Ἐπειδὴ δὲ διττός ἐστιν ὁ τῆς ἀντιῤῥήσεως λόγος, τοῦ μὲν τὸ οἰκεῖον κατασκευάζοντος, τοῦ δὲ τὸ ἀντίπαλον ένα τρέποντος, πρότερον τὴν εὐσεβῆ ἡμῶν τῶν Χριστιανῶν πίστιν ἐκ φυσικῶν λογισμῶν, ὡς ἐφικτόν, μετ' ἀποδείξεως ἐκθέμενοι, τὸ τηνικαῦτα τὰ δοκοῦντα συνηγορεῖν τῷ δυσσεβεῖ αὐτοῦ δόγματι ἀπελέγξαι πειρασόμεθα· τῇ μὲν, φυσικῶς ἐκ τῶν περὶ Θεοῦ κοινῶν ἐννοιῶν· τῇ δὲ, καὶ Γραφικῶς ἐξ ὧν καὶ αὐτὸς ὁ τῆς τοιαύτης βίβλου πλαστογράφος δοκεῖ καταδέχεσθαι· ἄρξομαι δὲ ἐντεῦθεν. δ. ῾Ο πάνσοφος καὶ φιλάγαθος ἀπειροδύναμός τε καὶ πανάγιος Θεὸς, τὴν τοῦ κόσμου σύστασίν τε καὶ οὐσίωσιν ἐξ οὐκ ὄντων παράγων, ἤτοι ἐν δυνάμει δυνατὸς ὢν ταύτην ἐδημιούργησέν τε καὶ παρήγαγεν, ἢ οὐκ ἐν δυνάμει δυνατὸς ὤν· εἰ μὲν οὐκ ἐν δυνάμει, ψευδείς αἱ κατειθισμέναι περὶ Θεοῦ τοῖς ἀνα θρώποις ἀκριβεῖς καὶ κοιναὶ ἔννοιαι, λεγόμεναί τε καὶ κρατούμεναι· καὶ πῶς ἂν ὁ αὐτὸς τὰ τῇδε συν ἐδησέν τε καὶ συνήρμοσεν, καὶ εἰς οὐσίωσιν παρ έστησεν; ἢ πῶς ὁ αὐτὸς παρακτικός τε καὶ δημιουργὸς ἂν εἴη, καὶ τὸ τῆς δημιουργίας ὄνομα, ἤτοι τῆς τοιάσδε ἐνεργείας, ἀραρότως ἐπ' αὐτὸν ἐπιτεθείη, ἐπ᾽ ἂν αὐτὸς ἐν ἀδυναμίᾳ καὶ ἀσθενείᾳ φύσεως περι γράφηται, καὶ ὡς ἀδύνατος Θεός λογίζηται τε καὶ πιστεύηται; Τὸ γὰρ Θεὸς ὄνομα, οὐκ ἄλλου τινός, ὡς ἔγωγε οἶμαι, ἀλλ' ἡ τῆς δημιουργικής ενεργείας σημαντικόν τε καὶ παραστατικὸν ἂν εἴη· εἴπερ τὸ
col. 677–678page 4 of 76
PG 105:677Θεῖον κατὰ τὸν τουτί ἐστι λόγον, ἀκατονόμαστόν τε καὶ ἀνέκφραστον καὶ ἀνερμήνευτον καθίσταται καν τοῖς πολλοῖς ἰδιαζόντως ἐπὶ τῆς θείας φύσεως του Ι τὸ Θεὸς ὄνομα, ὥσπερ τι κύριον σημαντικών, οὐ προς φυῶς ἐξείληπται, ἐξ οὗ ὀνόματος πάντως καὶ δύνα σθαι ἡμῖν ἐξ ἀνάγκης συναναφύεται· εἴπερ πᾶσα ἐν έργεια μετὰ δυνάμεως καὶ μαρτυρεῖ τὰ πρά γματα· εἰ οὖν ὁ Θεὸς, ὡς ὑπετέθη, οὐκ ἐν δυνάμει τὸν κόσμον παρήγαγεν, φανερὸν ὅτι ἐστέρηται τοῦ δύνασθαι· ὅ δὲ ἐστέρηται τοῦ δύνασθαι, εστέρηται καὶ τοῦ παράγειν· ὁ δὲ ἑστέρηται και του παράγειν καὶ δημιουργεῖν, ἐστέρηται τοῦ εἶναι Θεός τε καὶ λέγεσθαι· συνάγεται ἄρα ὅτι ὁ Θεὸς οὐ Θεός· ὅπερ ἀσεβές. Θεὸς παρὰ τὸ Οῶ, τὸ κατασκευάζω καὶ ποιῶ· ὁ πάντων ποιητής, καὶ τῆς τῶν πάντων κατασκευής αἴτιος, γίνεται θὸς ε'. Καὶ ἄλλως· Εἰ τὸ ποιεῖν, μετά δυνάμεως, τὸ μὴ ἐν δυνάμει, οὐδὲ πέφυκε ποιεῖν· ὁ δὲ οὐ ποιεῖ, οὐδὲ πέφυκεν, οὐδὲ παράγει· ὃ δὲ οὐ παράγειν πέ φυκεν ἐκ μὴ ὄντων, οὐδὲ Θεός· ὁ Θεὸς ἄρα οὐ Θεός ὅπερ ἐστὶ πάσης βλασφημίας ανάμεστον. Εἰ οὖν τὸ μὴ ἐν δυνάμει τὸν Θεὸν παράγειν ὁ λόγος ἔδειξεν ἀδύνατόν τε καὶ βλάσφημον, λείπεται τὸ ἐν δυνάμει δυνατὸς ὢν ἀληθές τε καὶ βέβαιον· καὶ μάρτυς ή ενάργεια Ἐπεὶ οὖν ἐν δυνάμει ὁ Θεὸς τὸν κόσμον παρήγαγεν, καὶ τῇ σοφίᾳ αὐτοῦ τὸ πᾶν δια κυβερνᾷ, ὡς καὶ αὐτοὶ πάντως οἱ ἐκ τῆς ᾿Αγαρ φής σαιεν φανερὸν ὅτι δυνατός ἐστιν· πᾶς δὲ δυνατός δύναμιν ἔχει καθ᾽ ἦν ἐστι δυνατὸς, καὶ δι' ἧς ποιεῖ ὡς δυνατὸς, καὶ ἐπ' αὐτὸν τὸ δύνασθαι λέγεται ο συνάγεται ἄρα ὅτι ὁ ἐν δυνάμει Θεὸς τὸν κόσμον πράξας, δύναμιν ἔχει καθ᾽ ἦν ἐστι δυνατός, καὶ δι' ἧς ποιεῖ, καὶ τὸ δύνασθαι ἐπ' αὐτὸν λέγεται· εἰ δὲ τοῦτο, καὶ ἑτέρα πως ἂν εἴη ἡ ἐχομένη δύναμις τοῦ ἔχοντος· οὐδὲν γὰρ τῶν ὄντων αὐτὸ ἑαυτοῦ κατὰ ταυτόν, ἔχειν τε καὶ ἔχεσθαι δοκεῖ· ὥσπερ οὐδὲ τὴ αὐτὸ ὁρῶν τε καὶ δρώμενον, τύπτον τε καὶ τυπτόμενον, γινωσκόν τε καὶ γινωσκόμενον, γράφον τε καὶ γραφόμενον· ὥστε δῆλον ὅτι τρόπον τινά, οὐκ αὐτὸς τε ὁ Θεὸς δύναμις λέγεται, καθ' ἣν ἐστι δυνατός, ὡς ἔχων δύναμιν, καὶ δι᾿ ἧς ποιεῖ ὁ ποιητής τε καὶ δημιουργός· εἰ δὲ τοῦτο ἀληθὲς, ὥσπερ οὖν καὶ ἀληθὲς, ἄρα γε κατὰ μίαν μόνην καὶ ἁπλῆν δύναμιν, πάντα τὸν κόσμον ὁ Θεὸς οὐσίωσέν τε καὶ δεδημιούργηκεν· καὶ ταύτην πεπερασμένην, ἢ ἄπειρον· ἡ κατὰ πλείονας, καὶ ταύτας πεπερασμένας ἢ ἀπεί ρους. Εἰ μὲν οὖν κατὰ μίαν μόνην καὶ πεπερασμένην, σκοπεῖν ἔστι τὸ ἄτοπον· ὁ Θεὸς πεπερασμένῃ δυνάμει, τὰ τῇδε παρήγαγέν τε καὶ περισώζει· πᾶν δὲ τὸ πεπερασμένῃ δυνάμει παράγον, συνερίζεσθαι ἀνάγκη καὶ συμμετρεῖσθαι, τῷ τε ποσῷ καὶ ποιῷ τῶν γινομένων· εἰ δὲ τοῦτο, καὶ συνεκλείψει· τῷ γὰρ πεπερασμένῳ, ἐν ἀπείρῳ χρόνῳ διαρκεῖν οὐ πρόσεστιν. ς'. Καὶ ἄλλως· Εἰ οὖν ὁ Θεὸς πεπερασμένῃ καὶ μια δυνάμει δημιουργεί πάντα τὰ γενητά, δῆλον ὅτι και Θεός. θῶ, (ει θὸς Θεός.
col. 679–680page 5 of 76
PG 105:679καὶ πεπερασμένῃ δυνάμει ἐν τῷ εἶναι χαρακτηρίζει ται· εἰ δὲ τοῦτο, καὶ οὐκ ἀΐδιος· συνάγεται ἄρα δ Θεὸς οὐκ ἀΐδιος, ὅπερ ἐστὶν ἄτοπον· εἰ δ᾽ αὖ κατὰ πλείονας πεπερασμένας δυνάμεις ὁ Θεὸς παράγει πάντα τὰ γενητά, κατ' οὐδέν ἐστι τὸ θεῖον ἀπειροδύναμον· καὶ εἰς ταυτὸν συνδραμείται τῇ προτέρᾳ ὑποθέσει, δι' ἑκατέρας ὑποθέσεως· καὶ συνάγεται τὸ κατὰ μηδὲν εἶναι τὸ θεῖον ἀπειροδύναμον. Ἐπεὶ οὖν ὁ αἰὼν οιονεί δύναμίς ἐστιν ἄπειρος, ἢ οἱονεὶ διάστημα άπειρον, καθὰ τοῖς ἐπιστήμοσιν καὶ τῇ ἀληθείᾳ δοκεῖ, φανερὸν ὅτι τὸ αἰώνιον, καὶ ἀπειροδύναμον· ἔστιν οὖν συλλογίσασθαι οὕτως· Εἰ τὸ αἰώνιον ἀπειροδύναμον, ὅπερ οὖν οὐκ ἔχει δύναμιν ἄπειρον, τοῦτο οὐδὲ αἰώνιόν ἐστιν· εἰ οὖν κατ' οὐδε μίαν τῶν ἑκατέρων ὑποθέσεων, ὁ Θεὸς ἄπειρον ἔχει δύναμιν, κατ' οὐδέν ἐστιν αἰώνιος· εἰ δὲ μή ἐστιν αἰώνιος, ὑπὸ χρόνον ἐστὶν ἐξ ἀνάγκης· τῶν γὰρ ὄντων τὰ μέν ἐστιν αἰώνια, τὰ δὲ ὑπὸ χρόνον· καὶ πῶς ὑπὸ χρόνον ὁ τῶν χρόνων δημιουργός; εἰ δὲ τοῦτο, καὶ ἀρχὴν ἔχει καὶ τέλος· καὶ ἄλλο τι αὐτῷ ἔσται τοῦ εἶναι καὶ τῆς ὑπάρξεως αἴτιον· καὶ περὶ ἐκείνου τὰ αὐτὰ ἀπορήσομεν· καὶ τοῦτο ἐπ' ἄπειρον, ὅπερ ἐστὶν ἄτοπον. Λείπεται ἄρα τῶν λοιπῶν δύο την ἑτέραν ἀληθῆ εἶναι, τῆς φασκούσης μίαν καὶ ἄπει ρον, καὶ τῆς πολλάς τε καὶ ἀπείρους· ἀλλ' ὅτι μὲν πλείονας δυνάμεις καὶ ἀπείρους, δι' ἂς δημιουργεί τὸν κόσμον ὁ Θεὸς, λέγειν ἐπὶ Θεοῦ ἀνοίκειόν ἐστιν διὰ τὴν παντελῆ τοῦ Θεοῦ ἁπλότητα, φανερὸν ὅτι μίαν καὶ ἄπειρον καὶ κατὰ πάντα ἀπειροδύναμον, ὅπερ καὶ μᾶλλον ἀληθὲς ἐστι, καὶ ταῖς κοιναῖς ἐπὶ Θεοῦ ἐννοίαις άρμόττον. Ἐπεὶ οὖν ὁ λόγος ἐκ κοινῶν ἐννοιῶν καὶ ἡμῖν κατειθισμένων καὶ δι' ἐπιστημονικῶν ἐπιχειρήσεων ἔδειξεν ὅτι κατὰ μίαν μόνην καὶ ἁπλῆν καὶ κατὰ πάντα ἀπειροδύναμον δύναμιν, ὁ Θεὸς τὸ δυνατὸς εἶναι ἔχει, καὶ δι' αὐτῆς ποιεῖ 8 ποιεῖ, καὶ τὸν κόσμον οὐσίωσέν τε καὶ παρήγαγεν, καὶ ἐπ' αὐτὸν τὸ δύνασθαι λέγεται· αὕτη οὖν ἡ δύνα μις, ἢ ποτέ ἐστιν ἐν τῷ Θεῷ, ἢ ἀεί· ἀλλ' εἰ μὲν ποτέ, ἔσται ὁ Θεὸς ποτὲ ἀδύναμος καὶ ἀνίσχυρος τοῦ δη μιουργεῖν τε καὶ παράγειν· καὶ γὰρ ἐφ᾽ ὧν ἡ δύνα μις ποτὲ οὐ πρόσεστιν, τούτων καὶ τὸ ποτὲ ποιεῖν διακεκώλυται· εἰ δὲ τοῦτο, καὶ οὐ σύνδρομον τὸ δύνασθαι θέλειν, καὶ πῶς διοίσει τῆς γενητῆς φύσεως, ἐπ᾽ ἂν τὸ δύνασθαι αὐτῷ οὐκ ἀεὶ πρόσεστιν; ἀλλὰ καὶ μάτην ἡ κοινὴ ἔννοια έπερειδομένη τοῦτο κατέχει, τὸ πάντα τὸν Θεὸν δύνασθαι, καὶ ὅτε θέλει καὶ ὅτε βούλεται. ζ'. Καὶ ἄλλως· Εἰ οὖν ὁ Θεὸς, ὡς ἔφαμεν, ποτέ ἔχει τὴν αὑτοῦ δύναμιν, δῆλον ὅτι ἐπίκτητον αὐτὴν εἰσδέχεται, εἴπερ ὁ Θεὸς ἀεὶ ἐστιν· πᾶν δὲ τὸ ἐπικτής τως δεχόμενόν τι, ὕστερον τοῦ εἶναι αὐτὸ δέχεται, καὶ κατὰ προκοπὴν καὶ ὡς ἐλλιπὲς τοῦτο δέχεται συνάγεται ἄρα ὅτι ὁ Θεὸς ἔσται ποτὲ ἀτελῆς καὶ κατὰ προκοπήν τελειούμενο;· ὅπερ ἐστὶ καὶ λέγειν καὶ ἐννοεῖν ἐπὶ Θεοῦ βλάσφημον. Καὶ ἄλλως· Εἰ ἡ δύνα μις τοῦ Θεοῦ αὐτῷ ποτε πρόσεστιν, ὕστερον αὐτὴν εἴληφεν· εἰ δὲ τοῦτο, ἤτοι παρ' ἑαυτοῦ ταύτην
col. 681–682page 6 of 76
PG 105:681εἴληφεν, ή παρ' ἑτέρου· ἀλλ᾽ εἰ μὲν παρ' ἑαυτοῦ, ἤτοι ὡς ἔχων δύναμιν ταύτην εἴληφεν, ἢ ὡς μή ἔχων· ἀλλ᾽ εἰ μὲν ὡς μὴ ἔχων, οὐδέποτε ταύ την λήψεται· καὶ γὰρ τὸ ἀδυνάτως ἔχον πρὸς τὸ ποιεῖν τι, ἀδύνατόν ἐστι τοῦτο ποιεῖν· εἰ δὲ ὡς ἔχων, πρῶτον μὲν τί τὸ κωλύον ἐξότε ἦν ἀΐδιος, μὴ καὶ τὸ δύνασθαι ἔχειν; ἔπειτα καὶ εὑρεθήσεται τῆς δυνά μεως δύναμις, καὶ πολλαὶ δυνάμεις ἐπὶ Θεοῦ, ὅπερ καὶ τοῦτο σαφῶς ἐλήλεγκται· οὐκ ἄρα παρ' ἑαυτοῦ ταύτην εἴληφεν, λείπεται παρ' ἑτέρου· ἀλλ' εἰ μὲν παρ' ἑτέρου, ἤτοι ἀπὸ ἴσου ἢ ἀπ' ἐλάττονος, ἢ ἀπὸ κρείττονος· ἀλλ' ὅτι μὲν οὐκ ἀπ᾿ οὐδενὸς τοῦτο ἐνδία χεται, ἐντεῦθεν δῆλον· τὸ μὲν γὰρ τελειούμενον, ἀπὸ κρείττονος τελειοῦται· τὸ δὲ ἔλαττον, χεῖρόν ἐστι· καὶ τὸ ἴσον ὅμοιον· κρείττων δὲ πάλιν Θεοῦ οὐκ ἔστιν· εἰ γὰρ τοῦτο δοίη τις, ἔστα: τοῦ Θεοῦ Θεὸς, καὶ πάλιν ἄλλος Θεὸς, καὶ τοῦτ᾽ εἰς ἄπειρον οὐκ ἄρα ὁ Θεὸς παρ' ἑτέρου τὴν αὑτοῦ δύναμιν εἴληφεν. η'. Ἐπεὶ οὖν ὁ Θεὸς οὔτε παρ' ἑαυτοῦ, οὔτε πολλῷ μᾶλλον παρ' ἑτέρου τὴν αὐτοῦ δύναμιν εἰσδέχεται, δῆλον ὅτι σύμφυτον αὐτὴν ἔχει· ἔστι δὲ αὐτὸς ἀεὶ, καὶ ἡ αὐτοῦ δύναμις, καθ' ἣν ἐστι δυνατὸς, καὶ δι' ἧς ποιεῖ, ἀεὶ ἐστιν· εἰ οὖν ἀεί ἐστι, καὶ αἰώνιός ἐστι εἰ δὲ αἰώνιος, καὶ ἀΐδιος καὶ ἄχρονος· πᾶν δὲ τὸ ἀεὶ ὄν, καὶ αἰώνιον καὶ ἀΐδιον καὶ ἄχρονον καὶ ἄκτιστον καὶ ἀγένητόν ἐστι· συνάγεται ἄρα ὅτι ἡ δύναμις τοῦ Θεοῦ καθ' ἦν ἐστι δυνατὸς, καὶ δι' ἧς ποιεῖ, καὶ ἧς χωρὶς οὐδὲν ποιεῖ, ἀγένητος καὶ ἄκτιστός ἐστιν ἀγένητον δὲ ἀγενήτῳ, καθ᾿ ὃ οὐ γέγονεν· καὶ ἄκτισ στον ἀκτίστῳ, καθ᾿ ὃ οὐκ ἔκτισται, κατὰ φύσιν οὐδὲν διοίσει· εἰ δὲ οὐδὲν διοίσει, ταυτόν ἐστιν· εἰ δὲ ταυ τὸν, καὶ ὁμοφυὲς καὶ ὁμοούσιον καὶ ὅσα τούτοις ὅμοια· ἔστι δὲ καὶ ὁ Θεὸς ἀγένητος καὶ ἄκτιστος, ἔστι δὲ καὶ ἡ αὐτοῦ δύναμις· ἐν δὲ τὸ ἀγένητον καὶ ἄκτιστον τῇ φύσει, ὡς αἱ κοιναὶ ἔννοιαι ἀκριβῶς ἔχουσι· συνάγεται ἄρα ὅτι ἡ δύναμις τοῦ Θεοῦ καθ' ἣν λέγεται δυνατὸς, καὶ δι᾿ ἧς ποιεῖ, καὶ ἧς χωρίς οὐδὲν ποιεῖ, ὁμοούσιός ἐστι καὶ ὁμοφυὴς τῷ Θεῷ· εἰ δὲ τοῦτο, καὶ αὕτη Θεός· καὶ ὅτι κἀκ τούτων οὐ δύο θεοί, ὡς αὐτοὶ ἀλόγως ἡμᾶς ἐπιφημίζουσι, παρακατιὼν ὁ λόγος δείξει, ὅτι καὶ τὸ Πνεῦμα καὶ αὐτὸ ἐν τῷ Θεῷ ὡς ὁμοφυὲς καὶ ὁμοούσιον τῷ τε Θεῷ καὶ τῇ αὐτοῦ δυνάμει, ἢ καὶ Σοφία καὶ Λόγος Θεοῦ λέγε ται, τρανῶς διαγορεύσειεν· ἀλλ' ὅτι μὲν καὶ ἡ δύνα μις τοῦ Θεοῦ καθ᾽ ἣν λέγεται δυνατὸς, καὶ δι' ἧς ποιεῖ, καὶ ἧς χωρὶς οὐδὲν ποιεῖ, ἢ καὶ Λόγος λέγεται τοῦ Θεοῦ καὶ Σοφία, ὡς καὶ τὸ ὑμέτερον μαρτυρεί γράμμα οὐχ ἑτεροῦποστατός ἐστιν ὡς συμβεβηκὸς, ὡς ὑμεῖς φατε, ἀλλ' ὁμοφυής τε καὶ ὁμοούσ σιος τῷ Θεῷ ὡς ἀγένητος καὶ ἄκτιστος, καὶ ὧδέ ἐστι δῆλον. θ'. Ὁ Θεὸς ἁπλούστατός ἐστι, καὶ πάσης συνθέσεως καὶ συνθετικῆς ἐννοίας ἐπέκεινα, ὡς καὶ αἱ κοιναὶ ἔννοιαι ἡμῖν διαγορεύουσι· πᾶν δὲ δὴ συμβε
col. 683–684page 7 of 76
PG 105:683δηκὸς μετὰ τοῦ ᾧ συμβέβηκε, σύνθετόν τέ ἐστι καὶ ἡ λογίζεται· εἰ δὲ τοῦτο, καὶ διαλυτόν, ἤτοι ἐνεργεία ή δυνάμει, τουτέστιν ἢ λόγῳ ἢ ὑπάρξει· διὸ ἔστι συλλογίσασθαι οὕτως· Ὁ Θεὸς ἀπλούστατός ἐστι πᾶν δὲ συμβεβηκός μετὰ τοῦ ᾧ συμβέβηκεν, οὐχ ἁπλοῦν ἐστι καὶ λογίζεται· συνάγεται ἄρα ὅτι ὁ Θεὸς ἀνεπίδεκτός ἐστι συμβεβηκότος· ἔχει δὲ δύναμιν, ὡς καὶ τοῦτο δέδεικται· καὶ αὕτη ἄρα οὐ συμβεβηκός ἔστι γὰρ καὶ τοῦτο συμπεράναι οὕτως· Ὁ Θεὸς ἀν επίδεκτός έστι συμβεβηκότος· ὁ Θεὸς δύναμιν ἔχει συνάγεται ἄρα ὅτι ἡ δύναμις τοῦ Θεοῦ οὐ συμβεβηκὸς· εἰ δὲ τοῦτο, καὶ ἐνυπόστατος καὶ καθ᾿ ἑαυτὴν τὸ εἶναι ἔχουσα, καὶ μηδενὸς ἄλλου δεομένη· ἔστι δὲ καὶ ἀεὶ, ὡς καὶ τοῦτο δέδεικται· τὸ δὲ ἀεὶ ἦν, οὔτε ἀρχὴν χρονικὴν ἔχει οὔτε τέλος· πᾶν δὲ τὸ ἐνυπόστατον, μήτε ἀρχὴν ἔχον χρονικὴν μήτε τέλος, ἄχτι στόν ἐστι καὶ ἀγένητον εὑρίσκεται ἄρα ὅτι ἡ δύναμις τοῦ Θεοῦ ἡ ἐνυπόστατος, ἢ καὶ Λόγος καὶ Σοφία παρὰ τῶν θείων Γραφών τρανῶς λέγεται, ἄκτιστός ἐστι καὶ ἀγένητος· τὸ δὲ ἄκτιστον καὶ ἀγένητον, καὶ αἱ κοιναὶ ἔννοιαι οὐκ ἐπ' ἄλλου τινὸς ειώθασι λέγειν, ἀλλ' ἐπὶ Θεοῦ· ἡ δύναμις ἄρα τοῦ Θεοῦ, ἵπερ καὶ Σοφία καὶ Λόγος αὐτοῦ καὶ Υἱὸς ἐκ τῶν παρ' ἡμῖν προσαγορεύεται, Θεός τέ ἐστιν ἀληθινὸς, καὶ κατὰ πάντα ὅμοιος τῷ Θεῷ καὶ Πατρὶ, καὶ παρὰ τῶν και λῶς δοξαζόντων Χριστιανῶν πιστεύεται καὶ λογίζεται ἀλλ' ὅτι μὲν τὴν δύναμιν τοῦ Θεοῦ καθ᾿ ἣν λέγεται δυνατὸς, καὶ δι᾿ ἧς ποιεῖ, καὶ ἧς χωρὶς οὐδὲν ποιεῖ ὁ Θεὸς, Θεὸν ὁ λόγος καὶ ὁμοούσιον αὐτὴν καὶ ὁμοφυλ τοῦ Θεοῦ καὶ Πατρὸς μετ᾿ ἀκριβοῦς ἀποδείξεως ἔδειξε, φανερόν. τ. Οτι δὲ καὶ αὐτὴ Υἱὸς Θεοῦ καὶ Λόγος καὶ Σε φία ἐστὶν, καὶ εἰκότως παρ' ἡμῶν τῶν Χριστιανῶν ὡμολόγηταί τε καὶ πεπίστευται, ὧδέ πώς ἐστι δῆ λον. Ὁ Θεὸς, εἴπερ ἐστὶ Θεὸς ἀληθινὸς καὶ λέγεται καὶ πιστεύεται καὶ παρὰ τῶν εὐφρονούντων δοξάζεται καὶ κηρύττεται, ἤτοι ἐκ τῶν κατ' αὐτὸν, τουτ ἐστιν ἐκ τῆς οὐσίας αὐτοῦ, ἔγνωσται, ἐν οἷς δοξάζεται καὶ κηρύττεται καὶ πιστεύεται ὅτι ἔστιν, ἢ ἐκ τῶν περὶ αὐτὸν, τουτέστι τῶν αὐτοῦ κτισμάτων· ἀλλ' ὅτι μὲν ἐκ τῶν κατ' αὐτὸν, τουτέστιν ἐκ τῆς οὐσίας αὐτοῦ, ἀμήχανον καὶ ἀδύνατον ἐγνῶσθαι αὐτὸν καὶ ταῖς ἀγγελικαῖς δυνάμεσι, μὴ ὅτι γε τῇ ἀνθρωπίνῃ φύσει, καὶ αἱ κοιναὶ ἔννοιαι ἡμᾶς ἐκδιδάσκουσι· καὶ γὰρ τὸν Θεὸν κατὰ τὸν τῆς οὐσίας λόγον, ἀκατονόμαστον καὶ ἀνέκφραστον ἡμῖν καὶ ἀνώνυμον καὶ αἱ θείαι Γραφαὶ καὶ αἱ κοιναὶ ἔννοιαι παραδιδόασι· καὶ τούτου πίστις ἐναργής, εἰ θέλοι τις συνορᾷν, τὸ μηδὲν τῶν αὐτοῦ ὀνομάτων τῆς οὐσίας αὐτοῦ εἶναι δηλωτικών, αὕτη· καὶ γὰρ ἕκαστον τῶν ὀνομάτων πρὸς ὁδηγίαν τῆς θείας φύσεως ἡμῖν λαμβανομένων, ἰδίαν ἔχει ἕκαστον ἐμπεριειλημμένην διάνοιαν· καὶ οὐκ ἂν χωρὶς νοήματός τινος, οὐδεμίαν εὕροις φωνὴν ἐν τοῖς θεοπρεπεστέροις τῶν ὀνομάτων. Εἰ οὖν ἐκ τῆς οὐσίας ἀμήχανον αὐτὸν ἐγνῶσθαι, ὡς ἔφαμεν, φανερὸν ὅτι ἐκ τῶν περὶ αὐτὸν, καθὰ καὶ ὀρθός τις λόγος ἐμφαίνει· ἐκ γὰρ μεγέθους καὶ καλλονῆς
col. 685–686page 8 of 76
PG 105:685κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς γνωρίζεται· εἰ γὰρ καὶ τοῦτο οὐ δοίη τις τὸ ἐκ τῶν περὶ αὐτὸν, τουτ ἐστιν ἐκ τῶν ἐν ἡμῖν, γινώσκεσθαι, αὐτὸν δὲ κατὰ τὸν τῆς οὐσίας λόγον οὐδέποτε ἐγνώκαμεν, ἀνάγκη ἐν παντελεῖ ἀγνωσίᾳ ἡμᾶς τοῦ Θεοῦ καθίστασθαι, ὅπερ ἐστὶν ἄτοπον. Εἰ οὖν ἐκ τῶν ἐν ἡμῖν ἔγνωσται ὁ Θεὸς, φανερὸν ὅτι ἐκ τῶν ἀξιολογωτέρων και τις μιωτέρων ἡμῖν αὐτὸν διαγράφομεν, ἄνευ τῶν συμ βαινόντων ἡμῖν συμπτωμάτων· ταῦτα γὰρ ὑπεξαι ροῦμεν ἀπὸ τῶν ἐπὶ Θεοῦ λεγομένων· διὸ καὶ πάσας αὐτὸν τῶν ἐν ἡμῖν κρειττόνων τὰς καταφάσεις και ταφάσκομεν, καὶ πάσας αὐτῶν κυριώτερον ἀποφάσκομεν· καὶ οὐ μαχομένας τὰς καταφάσεις ταῖς ἀποφάσεσιν αἰόμεθα· οὐ γὰρ ἐκ τῶν αὐτῶν ἀμφότε και ἐλήφθησαν· καὶ ἵνα σαφὴς ἡμῖν ὁ λόγος γένηται, ὧδέ πως ἐρῶ ια΄. Ἐν ἡμῖν μὲν πολλῶν καὶ διαφόρων και τινών πως ἀντικειμένως λαμβανομένων, καὶ τῶν μὲν ἄξω τέρων τε καὶ κρειττόνων ἄντων, τῶν δὲ τὴν τῶν χειρόνων μαῖραν ἐχόντων, φανερὸν δήπουθεν ὅτ' ἂν ἐκ τῶν ἐν ἡμῖν πρὸς χειραγωγίαν Θεοῦ ποδηγώμεθα, ἐκ τῶν κρειττόνων ἡμῖν καὶ τιμιωτέρων αὐτὸν δια γράφομέν τε καὶ καταφάσκομεν. Εἰ οὖν ἐν ἡμῖν ἐστι φῶς καὶ σκότος, ζωὴ καὶ θάνατος, θνητότης καὶ ἀθανασία, δικαιοσύνη τε καὶ ἀδικία· καὶ τὰ μὲν ἐν τῇ τῶν κρειττόνων μοίρα τέτακται, οἷον ζωή τε καὶ ἀθανασία, δικαιοσύνη τε καὶ ἀγάπη· τὰ δὲ ἐν τῇ τῶν χειρόνων, οἷον θάνατος, θνητότης, ἀδικία τε καὶ ἔχθρα, φανερὸν ὅτι ζωήν τε καὶ ἀθανασίαν, δικαιοσύνην τε καὶ ἀγάπην, καὶ ὅσα τούτεις σύστοιχα, ταῦτα τῷ Θεῷ ἀνατίθεμεν, καὶ διὰ τούτων αὐτὸν δια γράφομέν τε καὶ καταφάσκομεν· καὶ κυριώτερον εἰπεῖν, ταῦτα ἐξ αὐτοῦ ἀποφάσκομεν· καὶ γὰρ ὁ Θεός ἐστιν ὑπὲρ φῶς, ὑπὲρ ἀθανασίαν, ὑπὲρ δικαιοσύνην, καὶ ὅσα τούτοις ὅμοια· ὡσαύτως ἔστιν ἐν ἡμῖν ὅρασις καὶ τύφλωσις· την τύφλωσιν ἀφέντες, τὸν Θεὸν φήσομεν ὁρατικὸν ἀπαθῶς, ἤτοι ἄνευ τῶν ἐν ἡμῖν συμβαινόντων παθημάτων τῇ δράσει· ἐν πᾶσι γάρ ἐστιν ὁ Θεὸς ἀπαθής· εἰ γὰρ καὶ μηδέποτε Γρα φὴν ἐδεξάμεθα, τοῖς τοιούτοις ίχνεσί τε καὶ τρόποις τὸν Θεὸν ἰχνηλατούμεν. Ἐπεὶ οὖν ἐν ἡμῖν ἔστι γόνιμον τε καὶ ἄγονον, γέννησίς τε καὶ στείρωσις, χαρα πός τε καὶ ἀκαρπία, βλάστησις τε καὶ ἡ ταύτης στέρησις· καὶ τὰ μὲν κρείττονα, οἷον γέννησίς τα καὶ γόνιμον, βλάστησίς τε καὶ ὅσα τούτοις όμοια· τὰ δὲ χείρονα, οἷον ἄγονον, στείρωσις, ἀκαρπία καὶ ἡ τῆς βλαστήσεως στέρησις· τὸν δὲ Θεὸν διὰ τῶν κρειττόνων καταγράφομεν καὶ καταφάσκομεν, ἄνευ τῶν ἐν ἡμῖν συμβαινόντων συμπτωμάτων, ὥσπερ ἔφαμεν· φανερὸν ὅτι γόνιμον γέννησιν ἔχοντα, βλα στὸν, καρπὸν, καὶ τὰ τούτοις ὅμοια φησόμεθα. Ε γὰρ καί τις ἐν τούτοις φιλονεικοίη, φιλονεικήσω κἀγὼ, ὅτι ὁ θάνατος τῆς ζωῆς κρείττων, καὶ τὸ σκότος τοῦ φωτός, ὅπερ ἐστὶ γελοῖον· ὥστε φανερὸν ὅτι ὁ Θεὸς γόνιμός τέ ἐστιν, καὶ γεννητικός Λόγου
col. 687–688page 9 of 76
PG 105:687πάσης γὰρ ἀντιλογίας ἀργούσης, τιμιώτερον ἡ γέν νησις τῆς στειρώσεως καὶ ἀκαρπίας· εἰ δὲ τοῦτο, φανερὸν ὅτι ὁ Θεὸς Υἱὸν ἔχει· ἔστι γὰρ συλλογίσασθαι οὕτως ιβ'. Τὸν Θεὸν ἐκ τῶν ἐν ἡμῖν κρειττόνων γεννητικὸν τε καὶ γόνιμον βλαστάνοντα προσφυῶς διαγράφομεν· πᾶν δὲ τὸ οὕτως ἔχον, πρὸς υἱὸν ἢ βλαστὸν ἢ καρπὸν ἢ γόνον τὴν ἀναφορὰν ἔχει· συνάγεται ἄρα, ὅτι ὁ Θεὸς πρεπόντως ἐκ τῶν ἐν ἡμῖν διαγραφόμενος, Υιόν τε ἔχει (καὶ παρ' ἡμῖν καλῶς πιστεύεται καὶ δοξάζεται) τὸν ἐξ αὐτοῦ ἐνυποστάτες καὶ ἀπαθῶς καὶ ἀρεύστως γεννηθέντα Λόγον· εἰ δὲ τοῦτο, φανε ρὸν καὶ τοῖς ἀμυδρῶς συνορᾷν ισχύουσιν, ὅτι ἡ ἐνα υπόστατος δύναμις τοῦ Θεοῦ καὶ Σοφία, καθ᾿ ἣν ἐστι δυνατὸς, καὶ δι' ἧς ποιεῖ, καὶ ἧς χωρὶς οὐδὲν ποιεῖ, ἦν καὶ ὁ λόγος ὁμοούσιον τῷ Θεῷ καὶ Πατρὶ καὶ κατὰ πάντα ὅμοιον ἔδειξεν, χωρίς τῆς γεννήσεως, Υιός τέ ἐστι Θεοῦ καὶ Σοφία καὶ Λόγος, καὶ εἰκότως παρ' ἡμῶν τῶν Χριστιανῶν ὡμολόγηταί [τε] και πεπίστευται· εἰ δὲ τοῦτο ἀληθὲς, ὥσπερ οὖν καὶ ἀληθὲς, ὡς δέδεικται, μάτην ἄρα ὁ βάρβαρος καὶ άλογος Μωάμετ ἡμᾶς ἐν τῇ παρ' αὐτοῦ πλαστογρα φηθείσῃ βίβλῳ ὡς κοινωνητὰς καὶ ἑταιριστὰς δια κωμῳδεί, ήγουν ὡς ἕτερον Θεὸν τὸν Υἱὸν τοῦ Θεοῦ καὶ Πατρὸς, παρὰ τὸν ἕνα καὶ φύσει καὶ ἀληθεία θεόν, ἔξωθεν παρεισκρίνοντας. Εἰ οὖν ὁ λόγος ἐκ κοινῶν ἐννοιῶν καὶ λογικῶν μεθόδων τὴν δύναμιν τοῦ Θεοῦ, καθ᾽ ἦν ἐστιν ὡς ἔχων δύναμιν, καὶ δι ἧς ποιεῖ, καὶ ἧς χωρὶς οὐδὲν ποιεί, ἢ καὶ Σοφία καὶ Λόγος τοῦ Θεοῦ καὶ Πατρὸς ἔστι τε καὶ λέγεται, ἐν υπόστατόν τε καὶ ὁμοούσιον καὶ κατὰ πάντα ὅμοιον τῷ Θεῷ καὶ Πατρὶ, καὶ Υἱὸν τὴν αὐτὴν εἶναι, ὡς καλῶς παρ' ἡμῖν πιστεύεται, τρανῶ; ἔδειξεν· ἀριδηλότατα πόρρω που ἐξωστρακισε, καὶ ἀπεσείσατο, καὶ ψευδεῖς ἐνέφηνεν ὑμᾶς τοὺς ἐπὶ τῇ θεότητι τὸ μετὰ τὸ ἑνιαῖον τῆς φύσεως, καὶ τὸ ἐν τῇ ἰδιότητι ήτουν ὑποστάσει ὁμολογοῦντας· καὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν ὁμοουσίους καὶ κατὰ πάντα ταυτούς, πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως μὴ προσιεμένους διὸ τέλειο; ἂν ἡμῖν ὁ λόγος τῆς κατασκευῆς κατα εφαίνετο, καὶ οὐδενὸς δεόμενος τοῖς ἐθέλουσιν, ὅσον κατὰ τὸ δυνατὸν ἐκ κοινῶν τε ἐννοιῶν καὶ φυσικῶν ἐπιχειρήσεων, τῶν ὑπὲρ φύσιν τὰς ἀποδείξεις δέ χεσθαι· ὅτι ὁ Θεὸς καὶ Πατὴρ ἔχει Υἱὸν ὅμοιον αὑτῷ κατὰ πάντα, ὅνπερ ἀπαθῶς καὶ ἀχρόνως καὶ ἀρεύ στις γεγέννηκεν· ὃς καὶ Λόγος καὶ Σοφία καὶ Δύνα μις ἐνυπόστατος τοῦ Θεοῦ ἐστιν, καὶ καλῶς παρ' ἡμῶν πιστεύεται. ιγ. Ἀλλ᾽ ἐπεὶ καὶ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπορευόμενον, καὶ σὺν Υἱῷ τὸν κόσμον ζωογονοῦν καὶ ἀναπλάττον καὶ πρὸς τὴν ἀμείνω ζωὴν μεταστοιχειοῦν, ὁμοφυές τέ ἐστι καὶ ὁμοούσιον τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ ἰσότιμον, τῆς μιᾶς ἀληθοῦς Θεότητος μία ὑπόστασις πεφυκός· καθ' δ καὶ παρ' ἡμῶν τῶν Χριστιανῶν καλῶς πιστεύεται τε καὶ κηρύττεται· φέρε καὶ περὶ ἐκείνου τὸν λόγον ποιή σομαι, καὶ τὰς ἀποδείξεις μᾶλλον ἐκ κοινῶν ἐννοιῶν παραστήσομαι, καὶ ἐκ Γραφικῶν ῥήσεων· ἵν᾿ ὁ τῆς
col. 689–690page 10 of 76
PG 105:689ἁγίας Τριάδος κατὰ τὰς ἰδιότητας ήτουν ὑποστάσεις καὶ τὴν μίαν θεότητα καὶ κυριότητα καὶ ἐξουσίαν καὶ μοναρχίαν πιστευτικός λόγος, βέβαιος καὶ ἀσφα λής εἴη, καὶ παρὰ μηδενὸς ἑτεροπίστου παρακρουά μενος· ἀρξόμεθα δὲ καὶ περὶ τούτου ὧδε· Ἐπειδὴ πίστις ἡμῖν ἐναργής ἡ τῶν κοινῶν ἐννοιῶν ὑποτέθειται χρῆσις, ὑπὲρ δὲ ταύτης ἡ τῶν προφητῶν Εμπνευσις διὰ τοῦ θείου Πνεύματος καθίσταται, αὕτη δὲ σαφῶς ἡμῖν διαγορεύει, ὅτι ὁ Θεὸς τὴν δη μιουργίαν ἅπασαν φρουρεῖται τε καὶ ἐπιθάλπει, ζωογονεί τε καὶ ἐμπνεύσεις θείας καὶ χαρισμάτων τρόπους καὶ ἁγιασμούς τοῖς ἀξίοις παρέχει, καθ᾽ ἃ καὶ τὸ ὑμέτερον γράμμα συνῳδή τούτοις φθέγγεται, φανερὸν ὅτι ὁ Θεὸς πολλῷ πρότερον ἅγιος ἐστι καὶ ἐν ἁγιωσύνῃ θείᾳ τὸν κόσμον φρουρεῖ τε καὶ ἐπι θάλπει καὶ πρὸς τὴν κρείττονα διαγωγὴν διεξάγει εἰ γὰρ καί τις τοῦτο ἀφραίνων οὐ δοίη, τὸν Θεὸν φή σεις παντελῶς ἐστερῆσθαι άγιωσύνης· καὶ πῶς ἂν ὁ αὐτὸς τοῖς θέλουσιν ἅπασι τὸν πλοῦτον τῆς θείας χάριτος ἀρύεσθαι ἀπροσπαθῶς ἐντίθησιν, εἴπερ ὁ αὐτὸς ἄμοιρός ἐστιν ἁγιότητος; Εἰ οὖν αὐτὸς ἄμοιρός ἐστιν ἁγιότητος, οὐδὲ ἁγιάσει· οὐδὲν γὰρ τῶν ὄντων, ὅπερ οὐ κέκτηται παράσχῃ τινὶ, καὶ οὗ πένεται ἄλ λους καταπλουτίσει. Εἰ οὖν ὁ Θεὸς ἄμοιρός ἐστιν ἁγιότητος, δῆλον ὅτι καὶ ἡ κτίσις ἅπασα πολλέ μᾶλλον ἐρήμη ἂν εἴη χαρίσματός τε καὶ θείου τρό που· ἀλλὰ μὴν ἡ κτίσις οὐ παντελῶς ἐρήμη θείου χαρίσματος καὶ ἁγιωσύνης καὶ ἀσφαλείας καθίσταται· πῶς γὰρ ἂν καὶ συνείχετο; δῆλον ὅτι καὶ ὁ ταύτης μεταδοτικός, ὅπερ ἐστὶ Θεὸς, πολλῷ πλέον οὐσιώδους ἀνάπλεως ἐστιν ἁγιότητος, καὶ ἐν ἁγια σμῷ τὸν κόσμον διευθετίζει. Εἰ οὖν ὁ Θεὸς ἐν ἁγιω σύνῃ ἅγιος ὤν, τὸν κόσμον ἁγιάζει καὶ διευθετίζει, καὶ θείων ἐμπνεύσεων καὶ μυήσεων καὶ χαρισμάτων ὄντα ἐμπίμπλησι, φανερὸν ὅτι ἁγιότητα ἔχει· πᾶν δὲ τὸ ἔχον ἁγιότητα, ἢ θετῶς ταύτην ἔχει ἡ φύσει ἀλλ᾽ εἰ μὲν θετῶς ἔχει, σκοπεῖν ἔστι διὰ συλλογισμοῦ τὸ ἄτοπον· ὁ Θεὸς θετὴν ἔχει τὴν αὑτοῦ ἁγιότητά το καὶ ἔμπνευσιν· πᾶν δὲ τὸ οὕτως ἔχον, ἐκ προκοπής τελειοῦται· συνάγεται ἄρα ὅτι ὁ Θεὸς κατὰ προκοπὴν τελειοῦται· ὅπερ ἐστὶν ἐπὶ Θεοῦ λέγειν βλάς φημον. ιδ. Καὶ ἄλλως· Εἰ ὁ Θεὸς θετὴν ἔχει τὴν αὑτοῦ ἁγιότητά τε καὶ ἔμπνευσιν, δῆλον ὅτι θύραθεν αὐτὴν εἴληφεν· πᾶν δὲ τὸ οὕτως ἐσχηκὸς, παρ' ἑτέρου τινὸς ταύτην εἴληφε· καὶ γὰρ οὐδὲν τῶν ὄντων αὐτὸ ἑαυτῷ παρέχει καὶ παρέχεται, ἁγιάζει τε καὶ ἁγιάζεται ὥσπερ οὐδὲ τὸ αὐτὸ διδάσκει τε καὶ διδάσκεται. Ε οὖν ὁ Θεὸς παρ' ἑτέρου ταύτην εἴληφεν, ἤτοι ἀπὸ ἴσου, ἢ ἀπὸ ἐλάττονος, ἢ ἀπὸ κρείττονος· ἀλλ' ὅτι μὲν οὐκ ἀπ' οὐδενὸς τούτων ἐνδέχεται, ἐντεῦθεν δή λον· τὸ μὲν γὰρ ἁγιότητα πως ἔκ τινος μεταλαμβάνον, ἁγιαζόμενόν πως μεταλαμβάνει· τὸ δὲ ἁγιαζί μενον ἐν τῷ λαμβάνειν, ἀπὸ κρείττονος μεταλαμβάνει καὶ ἁγιάζεται· τούτων δὲ τὸ μὲν χεῖρον, τὸ δὲ ἴσον· κρεῖττον δὲ Θεοῦ οὐκ ἔστιν, ὡς ἡ κοινὴ ἔννοια ἔχει· οὐκ ἄρα ὁ Θεὸς παρ' ἑτέρου τὴν αὐτοῦ ἁγιότητα εἴληφεν· εἰ δὲ μὴ παρ' ἑτέρου, δῆλον ὅτι οὐδ᾽ ἔξω
col. 691–692page 11 of 76
PG 105:691θεν· εἰ δὲ μὴ ἔξωθεν, οὐδὲ θετῶς· διὰ τὸ πᾶν τὸ θε τῶς τοιοῦτον εἶναι. ιεʹ. Καὶ ἄλλως· Εἰ ὁ Θεὸς θετὴν ἔχει τὴν ἁγιό τητα, φανερὸν ὅτι συμβέβηκεν αὐτῷ· πᾶν δὲ συμβε δηκός, πεπερασμένον τέ ἐστι, καὶ ἐν κτιστῇ φύσει δηλονότι εἶναι ἔχει· συνάγεται ἄρα ὅτι ὁ Θεὸς κτι στός ἐστι, καὶ κτιστὴν φύσιν ἔχει· εἰ δὲ τοῦτο, ἤτοι παρ' ἑαυτοῦ ἔκτισται, ἢ παρ' ἑτέρου· ἀλλ᾽ εἰ μὲν παρ' ἑαυτοῦ, ἔσται κατὰ ταυτὸ ὁ αὐτὸς παράγων καὶ παραγόμενος, κτίζων καὶ κτιζόμενος, δημιουργῶν καὶ δημιουργούμενος· οὐδὲν δὲ τῶν ὄντων τοιοῦ τόν ἐστιν· οὐκ ἄρα ὁ Θεὸς παρ' ἑαυτοῦ ἔκτισται ἀλλ' οὐδὲ παρ' ἑτέρου· εἰ γὰρ καὶ τοῦτο δοίη τις, ἔσται τοῦ Θεοῦ Θεός· καὶ περὶ ἐκείνου τὰ αὐτὰ ἀπο ρήσομεν, καὶ τοῦτο ἐπ' ἄπειρον· οὐκ ἄρα ὁ Θεὸς θε τὴν ἔχει τὴν αὑτοῦ ἁγιότητα καὶ ἔμπνευσιν τῶν χα ρισμάτων. Εἰ οὖν ὁ λόγος, διὰ πολλῶν ἐπιχειρημά των, ἀδύνατον ἔδειξε τὸ θετῶς ἔχειν τὸν Θεὸν τὴν αὐτοῦ ἁγιότητα καὶ ἔμπνευσιν, φανερὸν ὅτι φύσει αὐτὴν ἔχει· εἰ οὖν φύσει αὐτὴν ἔχει, ἤτοι ἐξ ἀνάγ κῆς ἢ ὡς ἐπὶ τὸ πολύ· ἀλλ᾽ ὅτι μὲν ὡς ἐπὶ τὸ πολὺ οὐ πρόσεστι, δῆλον· τὸ γὰρ ὡς ἐπὶ τὸ πολὺ, ἀποτυχία φύσεως ἐστιν· ἀποτυγχάνει γὰρ ἡ φύσις ἐνίοτε τῶν ἐπ᾿ ἐλαττόνων· ἐπιτυγχάνει δὲ τῶν ὡς ἐπὶ τὸ πολὺ καὶ τῶν ἐξ ἀνάγκης· τὸ δ᾽ ἀποτυγχάνειν ἐπὶ τῆς θείας φύσεως, ἀνοίκειόν ἐστιν· εἴπερ πᾶσα ἀποτυχία μετὰ πάθου;· ὁ δὲ Θεὸς παντὸς πάθους ἀνῴκισται οὐκ ἄρα ὡς ἐπὶ τὸ πολὺ ὁ Θεὸς ἔχει τὴν αὐτοῦ ἁγιό τητα· λείπεται ἐξ ἀνάγκης· εἰ δ᾽ ἐξ ἀνάγκης, καὶ ἀεί ἐστιν, εἴπερ τοιαῦτα τὰ ἐξ ἀνάγκης· εἰ δὲ ἀεὶ ἐστιν ἡ ἁγιότης καὶ ἡ ἔμπνευσις τοῦ Θεοῦ ἐν αὐτῷ, ἤτοι ὡς ἐνυπόστατός τέ ἐστι, καὶ καθ᾿ ἑαυτὴν τὸ εἶναι ἔχει· ἢ ὡς ἑτεροῦ πόστατος καὶ συμβεβηκός· ἀλλ' ὅτι μὲν ὡς ἑτεροϋπόστατος καὶ συμβεβηκὸς οὐκ ἔστιν, ὧδε δή πώς έστι δῆλον. ις'. Ὁ Θεὸς ἁπλούστατός ἐστι, καὶ πάσης συνθέσεως καὶ συνθετικῆς ἐννοίας ἐπέκεινα, ὡς καὶ αἱ κοιναὶ ἔννοιαι ἔχουσι· πᾶν δὲ συμβεβηκός μετὰ τοῦ ᾧ συμβέβηκεν, σύνθετόν ἐστιν καὶ λογίζεται· διὸ ἔστι συλλογίσασθαι οὕτως· Ὁ Θεὸς ἁπλούστατός ἐστι· πᾶν δὲ συμβεβηκός μετὰ τοῦ ᾧ συμβέβηκεν, οὐχ ἁπλοῦν τέ ἐστι καὶ λογίζεται· συνάγεται ἄρα ὅτι ὁ Θεὸς ἀνεπίδεκτος συμβεβηκότος· ἔχει δὲ ἁγιότητα ἐν ἑαυτῷ καὶ ἔμπνευσιν, ἢ καὶ Πνεῦμα Θεοῦ καλεῖται, καθ' & μαρτυρεῖ καὶ τὸ ὑμέτερον γράμμα, ἤγουν ἡ τοῦ Μωάμετ βίβλος οὐκ ἄρα ἐστὶ συμ βεβηκός· εἰ δὲ οὐ συμβεβηκός, ἐνυπόστατόν ἐστι, καὶ καθ᾿ ἑαυτὸ τὸ εἶναι ἔχει· ἔστι δὲ καὶ ἀεί· πᾶν δὲ τὸ ἐνυπόστατον, καὶ καθ᾿ ἑαυτὸ τὸ εἶναι ἔχον, ἀεὶ ὄν, οὔτε ἀρχὴν ἔχει χρονικὴν οὔτε τέλος· τὸ δὲ οὕτως ἔχον, πάντως καὶ ἄκτιστόν ἐστι καὶ ἀγένητον· συν άγεται ἄρα, ὅτι ἡ τοῦ Θεοῦ ἁγιότης καὶ ἡ ἔμπνευσις, ἢ καὶ Πνεῦμα Θεοῦ λέγεται παρὰ τῇ θείᾳ Γραφῇ, ἀγένητόν [ ] ἐστι καὶ ἄκτιστον· ἀγέ ᾗ
col. 693–694page 12 of 76
PG 105:693νητον δὲ ἀγενήτῳ καθ᾿ ὃ οὐ γέγονε, καὶ ἄκτιστον ἀκτίστῳ καθ᾿ ὃ οὐκ ἔκτισται, τῇ φύσει ταυτόν ἐστιν εἰ δὲ ταυτὸν, καὶ ὁμοφυὲς καὶ ὁμοούσιον· φανερὸν ἄρα ὅτι ἡ ἐνυπόστατος αγιότης τοῦ Θεοῦ, ἡ καὶ Πνεῦμα παρὰ τῶν θείων Γραφῶν τρανῶς λέγεται, Θεός τέ ἐστιν ἀληθινὸς, ὁμοούσιος τῷ Θεῷ καὶ Πα τρὶ καὶ τῷ Υἱῷ αὐτοῦ. ιζ'. Εἰ οὖν ὁ Θεὸς καὶ Πατὴρ, ὡς πάσαις κοιναῖς ἐννοίαις επόμενον, ἐνυπόστατός τέ ἐστι, καὶ ἀεὶ καὶ καθ' ἑαυτὸ τὸ εἶναι ἔχει· δέδεικται δὲ ὅτι καὶ ἡ δύο ναμις τοῦ Θεοῦ, καθ᾽ ἦν ἐστι δυνατὸς, καὶ δι' ἧς ποιεῖ, καὶ ἧς χωρὶς οὐδὲν ποιεῖ, ἢ καὶ Λόγος καὶ Σοφία Θεοῦ ἔστι τε καὶ λέγεται, ἀεὶ τέ ἐστι καὶ ἐνυπόστατος· ὡσαύτως δὲ καὶ ἡ ἁγιότης, ἢ καὶ Πνεῦμα Θεοῦ λέγεται, ἐνυπόστατός τέ ἐστι, καὶ ἀεὶ, καὶ καθ᾿ ἑαυτὸ τὸ εἶναι ἔχει· τὸ δὲ ἀεὶ καὶ ἀεὶ καὶ ἀεί· καὶ ἐνυπόστατον ἐνυποστάτῳ καὶ] τῷ ἐνα υποστάτῳ καὶ ἐνυποστάτῳ ὁμοφυείς καὶ ὁμοουσίους εὑρήσειας· καὶ τοῦτό ἐστιν ὁ Θεὸς ἡμῖν ὁ Πατὴρ καὶ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον· ὁ μὲν, γεννήτωρ καὶ προβολεύς, λέγω δὴ ἀπαθῶς καὶ ἀχρόνως καὶ ἀσω μάτως· τῶν δὲ τὸ μὲν, γέννημα· τὸ δὲ, πρόβλημα εἰ γὰρ καὶ ὁ Πατήρ Θεός τέ ἐστιν ἀληθινὸς, καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὡς τῆς αὐτῆς καὶ μιᾶς θεότητος, ἀμερίστως ὡς ἐν μεριστοῖς, ἵν' οὕτως εἴ πω, θεωρουμένης· ἀλλ᾽ ὅμως οἱ τρεῖς θεοί· καὶ ὅτι τοῦτο ἀληθὲς, ὡς ὑπεσχόμην ἀνωτέρω, πειράσομαι δεῖξαι. Πᾶς ἀριθμὸς τῆς ποσότητος τῶν ὑποκειμένων ἐστὶ δηλωτικός, οὐ τῆς φύσεως τῶν πραγμάτων, καὶ τούτων οὐχ ᾖ ταυτῶν, ἀλλ' ᾗ διαφόρων ὁμοίως δὲ καὶ πᾶσα συναρίθμησις, τουτέστιν ἡ εἰς ἕνα ἀριθμὸν συναίρεσις, τῶν ἑτεροτήτων πως, ᾗ ἑτέρα ἐστίν, σύνθεσίς ἐστι καὶ συναίρεσις· καὶ τοῦτο δῆλον, εἰ λάβοι τις χρυσὸν, καὶ τοῦτον κατακερματίσει εἰς πέντε χαρακτήρας, οὐχὶ πέντε χρυσοῦς ἐρεῖ ὅπως τὴν φύσιν ὑποσημάνῃ, ἀλλὰ πέντε χρυσίνους χαρα κτῆρας, ὅπως τὴν ποσότητα τῶν ὑποκειμένων δη λώσῃ· καὶ τούτων οὐχὶ ᾖ ταυτῶν, ἀλλ' ᾗ διαφόρων ὡσαύτως δὲ καὶ ταῦτα συναριθμούμενα, τουτέστιν εἰς ἕνα ἀριθμὸν τῶν πέντε συναιρούμενα τῶν ἑτεροτήτων πως καθ᾽ ὁ ἕτερα τὴν σύνθεσιν εἰσάγουσιν καὶ γὰρ ὁ ἀριθμὸς τῶν διαφόρων πραγμάτων, ᾗ διά φορά ἐστι, περιεκτικὸς καὶ περιληπτικὸς ἂν εἴη. ιη'. Τούτων οὖν ἡμῖν ὑποτεθέντων, σκόπει τὸ κατασκευαζόμενον. Τῆς θείας καὶ μακαρίας φύσεως ὅλης ὡς ὅλης, ἀμερίστως ἔν τε τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι θεωρουμένης, ὡς ὁ λό γος ἔδειξεν· καὶ οὐ τοῦ μὲν μᾶλλον, τοῦ δὲ ἧττον, ἀλλ᾽ ἐπ᾽ ἴσης καὶ ἐποκλεῶς τῆς κατηγορίας κατηγγελμένης· καὶ οὐ τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον τῆς κατηγορίας εμφαινούσης, ἀλλ᾽ ἅμα καὶ συναϊδίως καὶ κατὰ πάντα ὁμοιοτρόπως οὔσης· καὶ γὰρ ἡ ὀλή. τῆς ἢ πρὸ τῶν μερῶν ἐπινοεῖται, ἢ ἐν τοῖς μετα ἔχουσι· καὶ τούτων ἢ ἐν τῷ ἑνὶ ὅλη ὡς ὅλη ἀμερίστως θεωρουμένη, ἢ καὶ ἐν τοῖς λοιποῖς· ὁλότητα δὲ φημι οὐ τὴν ἐκ τῶν μερῶν συγκειμένην καὶ σύνθε τον, ἄπαγε, ἀλλὰ τὴν ὡς φύσιν ἐν ταῖς οἰκείαις ὑπου
col. 695–696page 13 of 76
PG 105:695στάσεσιν θεωρουμένην· φανερὸν ὅτι ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, κατὰ μίαν θεότητά τε καὶ ἐξουσίαν καὶ κυριότητα ταυτίζονται, καὶ ἓν εἰδ σιν· εἴπερ τῆς αὐτῆς καὶ μιᾶς θεότητος ἐπ᾽ ἴσης σεφύκασιν. Εἰ οὖν ὁ Θεὸς καὶ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον καθ' 8 τῆς μιᾶς θεότητός τε καὶ ἐξουσίας ἰσοκλεῶς ἔχουσιν, ἕν τέ εἰσι καὶ πιστεύονται, ὡμολόγηται δὲ ὅτι πᾶς ἀριθμὸς τῆς ποσότητος τῶν ὑποκειμένων ἐστὶ δηλωτικός, καὶ οὐ τῆς φύσεως τῶν πραγμάτων· καὶ τούτων οὐχ ᾖ ταυτῶν, ἀλλ' ᾗ διαφόρων· καὶ πᾶσα συναρίθμησις, τουτέστιν ἡ εἰς ἕνα ἀριθμὸν συναίρεσις τῶν ἑτεροτήτων πως, ᾗ ἕτερά ἐστι, σύνθεσίς ἐστι, φανερὸν ἄρα ὅτι Θεὸν τὸν Πα τέρα ἰδίως λέγοντες, ὡσαύτως δὲ καὶ τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, οὐ τρεῖς θεοὺς εἰσάγομεν συν αριθμοῦντες τὴν φύσιν· ἦν γὰρ ἂν ὁ ἀριθμὸς καὶ ἡ συναρίθμησις τῆς φύσεως, καὶ οὐ τῶν ὑποκειμένων πραγμάτων τῆς ποσότητος, καὶ τῶν ταυτῶν ᾖ ταυτά ἐστι, καὶ οὐχὶ τῶν ἑτέρων ᾗ ἑτερά ἐστιν, ὅπερ οὐχ ὡμολόγηται· διὸ Πατέρα ὁμολογοῦντες καὶ Υἱὸν καὶ Πνεῦμα ἅγιον, οὐ καθ' ὁ Πατήρ ἡ Τιὸς ἢ Πνεύμα ἅγιον ἐν ἐστι καταγγέλλομεν (ταῦτα γὰρ διάφορα), ἀλλ᾽ ᾖ μία θεότης τε καὶ ἐξουσία, καὶ εἰς Θεὸς θεωρεῖται, κἂν τρία ταῖς ὑποστάσεσι πιστεύηται. ιθ. Καὶ ἄλλως ἔστι δεῖξαι, ὅτι οὐ τρεῖς θεοὺς εἰσε άγομεν ἐπὶ τῇ μια θεότητι, κἂν τρεῖς ὑποστάσεις ὁμολογοῦμεν· εἰ οὖν ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἀκριβῶς παρ' ἡμῖν δέδεικται ὅτι τῆς μιᾶς καὶ ἀκτίστου καὶ ἀγενή του θεότητος συν αἰδίως ἔχουσι, καὶ μία φύσις τῶν τριῶν κατηγορεῖται, καὶ οὐχ ἑτέρα καὶ ἑτέρα, φανερὸν ὅτι τρεῖς ὑποστάσεις λέγοντες, οὐ συνεισάγομεν καὶ τρεῖς θεούς· εἰ γάρ τις ἡμῖν τοῦτο καταφημίζει, οὐδὲν ἄλλο αὐτὸν ἔστι λέγειν, ἀλλ' ἢ κατὰ ταυτὸν ἔν τε καὶ πολλὰ εἶναι, καὶ τὴν ἀντίφασιν συναληθεύειν, καὶ τὰ ἐλάττονα τῶν ἐπιπλέον κατηγορεῖσθαι καὶ ἐξισάζειν, ὅπερ οὐδὲ ταῖς λογικαῖς μεθόδοις, οὐδὲ τῇ ἀληθείᾳ σύμφωνον· καὶ ὅπως ἡμῖν σαφές γένηται τὸ λεγόμενον, ὡς ἐν ὑποδείγματος τρόπῳ τὴν ἀνθρωπίνην φύσιν λαβόντες, καὶ ἐφ' ὧν ταύτῃ κατηγορείται, δῆλον ὑμῖν τὸ λεγόμενον παραστήσω· Εστω ἡ ἀν θρωπίνη φύσις ὡς ἐν ὑποθέσει τριῶν ὑποστάσεων μόνων κατηγορουμένη, οἷον Πέτρου, φημί, καὶ Παύ λου καὶ Θωμᾶ· αὕτη οὖν ἡ φύσις ὅλη ὡς ὅλη μερί στως ἐπὶ Πέτρου καὶ Παύλου καὶ Θωμά κατηγορεί. ται· καὶ γὰρ ἕκαστος [ ἕκαστον] τούτων, ζῶον λογικὸν θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν ἐστι φανερὸν ὅτι καὶ τὰ μετέχοντα, καθ' 8 τῆς αὐτῆς καὶ μιας φύσεως μετέχουσιν, ἕν τε καὶ ταυτά εἰσι· καθ᾽ ὁ δὲ διάφορα ταῖς ὑποστάσεσι, καὶ τὸν τρεῖς ἀρι θμὸν ἐκληρώσαντο. Εἰ οὖν τις τὴν ἄνθρωπος φωνήν, ἥτις ἐστὶ φύσεως δηλωτικὴ ἐπὶ τῶν τριῶν ὑποστάσεων, μίαν οὖσαν καὶ τὴν αὐτὴν καὶ ἀμερίστως αὐ τῶν κατηγορουμένην, εἶτα καὶ ὡς τριῶν συναρτ θμουμένων, καὶ ταύτην τὴν ἄνθρωπος φωνὴν ἐξ ἀνάγκης ταῖς ὑποστάσεσι συναριθμήσει, τρεῖς ἀν θρώπους φάσκων, οὐδὲν ἄλλο λέγει, ἀλλ᾽ ἢ τρεῖς φύ σεις ἐν ταῖς τρισὶν ὑποστάσεσι θεωρεῖσθαι· ἡ γὰρ άνθρωπος φωνή φύσεώς εστι δηλωτική· εἰ δὲ τοῦτο,
col. 697–698page 14 of 76
PG 105:697εὑρεθήσεται τὸ αὐτὸ κατὰ ταυτή, τουτέστιν ἡ ἀν θρωπίνη φύσις ἔν τε καὶ οὐχ ἔν· καὶ ἡ ἀντίφασις συναληθεύσει, ὅπερ ἄτοπον· καὶ οὐ μόνον τοῦτο, ἀλλ᾽ ἢ καὶ τὰ ἐλάττονα, τουτέστι τὰς ὑποστάσεις τῶν ἐπιπλέον, τουτέστι τῶν φύσεων συμβαίνει κατηγορεῖσθαι καὶ ἐξισάζειν· ἔστι δὲ καὶ τοῦτο δῆλον ὧδε κ'. Ἡ ἀνθρωπίνη φύσις ἐπὶ τῶν τριῶν ὑποστάσεων κατηγορουμένη, οὔτε ἀντικατηγορεῖται ἐκ τούτων, οὔτε ἀντιστρέφει διὰ τὸ ἐπιπλέον εἶναι ἑκάστης ὑποστάσεως· καὶ γὰρ εἴ τι Πέτρος, τοῦτο καὶ ἄνθρωπος, οὐκ εἴ τι δὲ ἄνθρωπος, τοῦτο καὶ Πέτρος· τῶν γὰρ κατηγορουμένων, τὰ μὲν ἐξισάζοντα εἰσιν, ἃ καὶ ἀντιστρέφουσιν, οἷον ὅ τε ἄνθρωπος καὶ τὸ γελαστικόν· εἴ τι γὰρ ἄνθρωπος, τοῦτο καὶ γελαστικόν· καὶ εἴ τι γελαστικὸν, τοῦτο καὶ άνθρωπος· τὰ δὲ ἐπιπλέον, ἃ καὶ οὐκ ἀντικατηγορεῖται διὰ τὸ ἐπιπλέον· οἷον εἴ τι ἄνθρωπος, τοῦτο καὶ ζῶον· οὐκ εἴ τι ζῶον, τοῦτο καὶ ἄνθρωπος. Εἰ οὖν τῆς ἀνθρωπίνης φύσεως ἐπιπλέον οὔσης μιᾶς ἑκάσ στῆς τῶν τριῶν ὑποστάσεων, κατηγορεῖται δὲ ὁ τρεῖς ἀριθμὸς τῶν τριῶν ὑποστάσεων, οὐκ ἀπολελυμένως, ἀλλὰ κατὰ τὴν τοιῶσδε ποσότητα τῶν ὑπου κειμένων· τὸν δὲ αὐτὸν ἀριθμὸν, ὃν καὶ ἀριθμητὸν λέγομεν, ὃς καὶ ἀριθμεῖται μᾶλλον ἤπερ ἀριθμεῖ, κατηγορήσεις καὶ τῆς ἄνθρωπος φωνῆς ἐξ ἴσου τῷ ἀριθμῷ τῶν ὑποστάσεων, ευρεθήσεται ἑκάστη ὑπό στασις ἐξ ἴσου τῇ μιᾷ φύσει καὶ ἀντικατηγορουμένη τὸ γὰρ τρεῖς καὶ τρεῖς ἀριθμούμενον, οὐκ ἐπιπλέον ἐστὶν, ἀλλ᾽ ἐξ ἴσου· καὶ γὰρ ἐὰν δύο τινὰ ὦσι, θάτερον δὲ κατηγορείται τοῦ ἑνὸς, οἷον τὸ γελαστικὸν τοῦ ἀνθρώπου· δειχθῇ δὲ καὶ θάτερον ἐξισάζον, συμβαίνει ἐξ ἀνάγκης τὴν κατηγορίαν ἀντιστρέφειν, καὶ τὸν ἄνθρωπον ἀντικατηγορεῖσθαι τοῦ γελαστικοῦ· ὥστε φανερὸν ὅτι εἴ τις συναριθμεί ταῖς ὑποστάσεσιν τὸ τῆς φύσεως αὐτῶν ὄνομα, συνάγει τὰ ἐλάττονα τῶν ἐπιπλέον κατηγορεῖσθαι καὶ ἐξισάζειν· ὅπερ ἀσύμ φωνόν ἐστι ταῖς λογικαῖς μεθόδοις καὶ τῇ ἀληθείᾳ, ὡς ἔφαμεν. κα'. Τὸ αὐτὸ δὴ καὶ ἐπὶ τῆς θείας φύσεως, ὡς ἐκ τουτουί τοῦ παραδείγματος ποδηγούμενοι τὸ ἀληθὲς λάβωμεν καὶ τὸ ψεῦδος ἀποκρουσώμεθα· καὶ γὰρ ἡμῶν τριῶν ὑποστάσεων ὁμολογούντων ἐπὶ τῆς θείας φύσεως, οὐκ ἀνάγκη καὶ τρεῖς ἡμᾶς θεοὺς εἰσάγειν διὰ τὰ προδεδειγμένα ἄτοπα· ὥστε δῆλον ἡμῖν ἀντ έφηνεν, ότι τρεῖς ὑποστάσεις κατὰ τὰς ἰδιότητας ἐπὶ τῆς μιᾶς καὶ θεϊκῆς φύσεως ὁμολογοῦντες, οὐκ εἰσε άγομεν καὶ τρεῖς θεούς, ἀλλ᾽ ἕνα Θεόν, ὅτι μία θεό της, καὶ πρὸς ἐν τὰ ἐξ αὐτοῦ τὴν ἀναφορὰν ἔχει· τὸ γὰρ Πατὴρ καὶ Υἱὸς ὄνομα, οὐ φύσιν ὑποσημαίνουσιν, ἀλλὰ σχέσεώς τε καὶ τοῦ πῶς ἔχει πρὸς τὸν Υἱὸν ὁ Πατήρ, ἢ ὁ Υἱὸς πρὸς τὸν Πατέρα· ὡς γὰρ ἐφ' ἡμῶν αὗται αἱ κλήσεις τὸ γνήσιον σημαίνουσιν, οὕτως ἐκεῖ τὴν τοῦ γεγεννημένου πρὸς τὸ γεγεννηκὸς ὁμοφυΐαν σημαίνουσιν· ὡσαύτως δὲ καὶ τὸ Πνεῦμα οὐ φύσιν σημαίνει, ὥσπερ καὶ τὰ λοιπά· τὸ γὰρ διάφορον τῆς πρὸς ἄλληλα τούτων σχέσεως, διάφορον αὐτῶν καὶ τὴν κλήσιν πεποίηκε· διὸ ὅτ' ἂν μὲν πρὸς τὴν θεότητα βλέπωμεν καὶ τὴν πρώτην αἰτίαν καὶ μοναρχίαν, ἐν ἡμῖν τὸ φανταζόμενον· ὅτ' ἂν δὲ
col. 699–700page 15 of 76
PG 105:699πρὸς τὰ ἐν οἷς ἡ θεότης τὰ ἐκ τῆς πρώτης αἰτίας ἀχρόνως καὶ ὁμοδόξως ἐκλάμψαντα, τρία τὰ προσκυνούμενα· καὶ ταῦτά ἐστι, ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, εἰς ἃ πιστεύομεν καὶ βεβαπτίσμεθα, καὶ οἷς λατρεύομεν. κβ'. Εἰ δὲ ἀναιδέστερον πρὸς τὰ λεχθέντα οἱ ἐκ τῆς ᾿Αγαρ διατεθείεν λέγοντες· Εἰ καὶ κυρίως τὸ τῆς φύσεως ὄνομα οὐ συναριθμεῖται, ἀλλ᾽ οὖν και ταχρηστικῶς παρὰ τῇ συνηθείᾳ εἴρηται λεγόμενον, καθ' δ λέγομεν τρεῖς ἀνθρώπους καὶ τρεῖς ἵππους οὐκοῦν καὶ καθ᾽ ὑμᾶς λεγέσθω εἶναι ἡ παρ' ὑμῶν Τριὰς σεβομένη καταχρηστικῷ λόγῳ τρεῖς θεοὶ ὡς τρεῖς ἄνθρωποι, ἢ ἄλλο τι συναριθμούμενον, φαμὲν ἡμεῖς πρὸς αὐτούς· ὅτι τὸ τῆς φύσεως όνομα, τότε ταῖς οἰκείαις ὑποστάσεσι συναριθμεῖται καταχρηστικῶς, ἡνίκα αἱ ὑποστάσεις τὴν εἰς ἄλληλα περιχώρησιν οὐκ ἔχουσι, ἀλλὰ πλεῖστον ἀπ' ἀλλήλων δια κεχωρήκασιν, μετὰ καὶ τοῦ ἔχειν διάφορον τὸ θέλημα καὶ ἐνέργειαν καὶ βούλησιν, καὶ πλείστην τὴν διαφορὰν κεκτῆσθαι, ἥττονα δὲ τὴν κοινωνίαν· οἷς δὲ γνώμη μία, καὶ βούλησις ἀδιαίρετος, καὶ φύσεως ταυτότης, καὶ μία ἐξουσία, καὶ θέλησις, καὶ ἐνέργεια, καὶ πάντα κοινά, πλὴν μιᾶς μόνης τῆς τῶν ὑποστατικῶν ἰδιοτήτων διαφορᾶς, ὁ καὶ τὸ ἀνεκφοίτητον πρὸς ἑαυτὰς, καὶ ἡ εἰς ἄλληλα περιχώρησις, οὐδαμῶς εὕρηται τὸ τῆς φύσεως αὐτῶν ὄνομα συναριθμουμένου, οὔτε κυρίως, ούτε καταχρηστικῶς· διά τοι τοῦτο, κἂν τὸν Πατέρα ὁμολογῶμεν Θεὸν καὶ τὸν Υἱὸν καὶ τὸ πανάγιον Πνεῦμα ὡσαύτως, οὐκ εἰσάγο μεν καὶ τρεῖς θεούς· οὔτε μὲν ἀπαιτούμεθα ούτε κυρίως οὔτε καταχρηστικώς συναριθμεῖν· ἐπειδὴ ἡ εἰς ἄλληλα περιχώρησις πρόσεστι, καὶ τὸ ἀνεκφοί. τητον καὶ τὸ ἀδιάστατον καὶ γνώμη μία καὶ βούλησις καὶ ἐνέργεια καὶ τἄλλα ἅπερ ἔφαμεν. Εἰ δὲ πάλιν ἀνθυποφέροιεν λέγοντες, ὅτι τὸ Θεὸς ὄνομα οὐ τῆς φύσεως τῆς θείας ἐστὶ δηλωτικόν, ἀλλ' ἐνεργείας τὰ δὲ τῶν ἐνεργειῶν ὀνόματα συναριθμοῦνται, οἷον λέγομεν τρεῖς ῥήτορας καὶ τρεῖς φιλοσόφους ἢ τρεῖς τέκτονας, λέγομεν καὶ πρὸς ταῦτα, ὅτι τότε τὰ τῶν ἐνεργειῶν ὀνόματα συναριθμεῖται, ἐν οἷς γνώμης παραλλαγὴ παρεισδύεται, καὶ βουλήσεως ἑτερότης πάρεστι, καὶ ἀπορία καλοῦσα πρὸς τὴν χρείαν, καὶ ἐνέργεια οὐ μία, ἀλλὰ διάφορος καὶ ἀποτετμημένη οἷς δὲ μία ἐνέργεια φυσική αδιαίρετος πάρεστιν, οὐδαμῶς τὰ τῶν ἐνεργειῶν ὀνόματα συναριθμεῖται. Ἐπεὶ οὖν ἡ ὑπερούσιος Τριάς, ήγουν ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἡ παρὰ τῶν Χριστιανῶν εὐσεβῶς καὶ ὀρθοτόμως πιστευομένη καὶ λατρευομένη, μιᾶς ἐνεργείας ἀδιαστάτου ἐστὶν, φανερὸν ἄρα κἂν τὸ Θεὸς ὄνομα ενεργείας ἐστὶ δηλωτικόν, χώραν τὸ συναριθμεῖσθαι κατὰ τοῦτο οὐχ ἕξει· ὅθεν πάσης διαβολῆς καὶ κατηγορίας ἡ καθ᾿ ἡμᾶς πίστις ἀνωτέρα, ὡς καὶ δέδεικται. κγ'. Ενεστι δὲ καὶ ἄλλως ἡμῖν δι' ἐπιστημονικῆς καὶ ἀφύκτου διαιρέσεως τὰ περὶ τῆς ὁμοουσίου καὶ περιχώρησις
col. 701–702page 16 of 76
PG 105:701δείξεις καὶ ὧδε παριστάν. Ο Θεός, εἴπερ ἐστὶ Θεὸς ἀληθινὸς καὶ πιστεύεται, ἤτοι εἷς ἐστι τῇ φύσει καὶ τῇ ὑποστάσει· ἢ εἴς μὲν τῇ φύσει, πολλὰ δὲ ταῖς ὑποστάσεσιν· ἢ τὸ ἀνάπαλιν, τῇ μὲν ὑποστάσει ἕν, τῇ δὲ φύσει πολλὰ, ἢ καὶ τῇ φύσει καὶ τῇ ὑποστάσει πολλά· ἀλλ᾽ εἰ μὲν τῇ φύσει καὶ τῇ ὑποστάσει πολλά, πρόδηλον τὸ ἄτοπον· τὸ μὲν γὰρ οὕτως εἶναι, πολύαρχόν ἐστι· τὸ δὲ πολύαρχον, στασιῶδες· τὸ δὲ στασιῶδες, ἄναρχόν ἐστι καὶ ἄτακτον· τὸ δὲ ἄτακτον, ἀρχὴ λύσεως· εἰ δὲ τοῦτο, καὶ φθειρόμενον καὶ ἀπολλύμενον· εἰ δ' αὖ τῇ ὑποστάσει ἐν, τῇ δὲ φύσει πολλὰ, καὶ οὕτως ἄτοπον· καὶ γὰρ τὸ τοιοῦτον, ἀναγ καίως σύνθετόν ἐστι· καὶ γὰρ ἅπαν τὸ ἐκ διαφόρων φύσεων ἔν τι καθιστάμενον, ἐν τῇ τῶν συνθέτων μοίρᾳ τέτακται· τὸ δὲ σύνθετον, διαλυτόν ἐστι· τῇ δὲ διαλύσει ἔπεται φθορά φθορᾷ δὲ τὸ μὴ ὅν συνάγεται ἄρα ὅτι ὁ Θεὸς φθαρτός ἐστι καὶ μὴ ὢν 2 ὂν], ὅπερ ἀτοπώτατον. Εἰ οὖν τὸ πολλὰ τῇ φύσει καὶ τῇ ὑποστάσει ἐλήλεγκται, ὡσαύ τως καὶ τὸ ἐν τῇ ὑποστάσει, πολλὰ δὲ τῇ φύσει, λείπεται τῶν δύο ὑποθέσεων τὴν ἑτέραν ἀληθῆ εἶναι. Εἰ οὖν τὸ ἓν μὲν τῇ φύσει, πολλὰ δὲ ὑποστάσει δείξει ὁ λόγος ἀληθές τε καὶ βέβαιον, φανερὸν ὅτι καὶ τὸ λοιπὸν συναπελήλεγκται· καὶ ὅτι τοῦτο ἀλη θὲς, τὸ ἐν μὲν τῇ φύσει, ταῖς δὲ ὑποστάσεσι πολλὰ, ἐντεῦθεν δῆλον· Ἡ φύσις ήτοι κοινόν τι χρημά ἐστιν, ἢ ἴδιον· ἀλλ᾽ εἰ μὲν ἴδιον, καθ᾿ ἕκαστά ἐστιν εἰ δὲ καθ' έκαστα, καὶ ἄτομον· συνάγεται ἄρα ὅτι ἡ φύσις άτομόν ἐστιν· εἰ δὲ τοῦτο, καὶ ἑνὸς ἀτόμου ἀναιρεθέντος, ἀνάγκη καὶ τὴν φύσιν συναναιρεῖσθαι τῶν γὰρ ταυτῶν ἐὰν θάτερον ἀναιρεθῇ, ἀνάγκη καὶ θάτερον συναναιρεῖσθαι· οὐκοῦν Μωϋσέως ἀναιρεθέντος, συμβαίνει τὴν ἀνθρωπίνην φύσιν ἀναιρεῖσθαι· ἀλλὰ μὴν Μωϋσέως ἀναιρεθέντος, ἡ φύσις ἀμείωτός ἐστιν· οὐκ ἄρα τῶν καθ᾿ ἕκαστά ἐστιν ἡ φύσις· εἰ δὲ μὴ τῶν καθέκαστα, οὐδὲ ἴδιον, διὰ τὸ ἴδιον τοιοῦτον εἶναι. ἁγίας Τριάδος, ὡς ἐν βραχείᾳ ἀπηχήσει, τὰς ἀπο κδ'. Καὶ ἄλλως· Εἰ οὖν ἡ φύσις ίδιόν ἐστι χρῆμα, ἀνάγκη καθ᾿ ἑνὸς μόνου κατηγορεῖσθαι· ἀλλὰ μὴν κατὰ πλειόνων κατηγορεῖται, ὡς τὸ ζῶον λογικὸν θνητόν, κατὰ Πέτρου και Παύλου καὶ Θωμᾶ καὶ τοῦ καθ' έκαστον ἀνθρώπου· οὐκ ἄρα ιδιόν τι χρήμα ἐστιν· εἰ δὲ μὴ ἴδιον, κοινόν ἐστιν. Καὶ ἄλλως· Εἰ οὖν φύσις χρῆμα ἴδιόν ἐστιν, ἔστι δὲ καὶ ἡ ὑπόστασις ίδιόν τι χρῆμα, ἔχει δὲ ἡ φύσις ὑποστάσεις, καθ' ὧν λέγεται, εὑρεθήσεται ἄρα τοῦ ἰδίου χρήματος ίδιόν τι εἶναι, ὅπερ οὐχ εὕρηται· οὐκ ἄρα ἴδιόν ἐστιν εἰ δὲ μὴ ἴδιόν ἐστιν, κοινόν ἐστιν. Καὶ ἄλλως· Εἰ οὖν κοινόν ἐστι καὶ καθολικόν τι χρῆμα τὸ κατὰ πλειόνων κατηγορεῖσθαι, ἡ δὲ φύσις τοῦτο ἔχει, ἡ φύσις ἄρα κοινόν τι καὶ καθολικόν ἐστι πράγμα. Ἐπεὶ οὖν ἡ ὑπερούσιος καὶ ἄκτιστος καὶ ἀγένητος οὐσία φύσις τις θεία ἐστὶν, δῆλον ὅτι καὶ αὐτὴ κοινόν τι καὶ καθολικόν ἐστι πρᾶγμα, διὰ τὸ δεδεῖχθαι τὴν φύσιν κοινόν τι καὶ καθολικὸν εἶναι πράγμα. Εἰ οὖν ἡ θεία καὶ μακαρία φύσις κοινόν τι καὶ καθολικόν
col. 703–704page 17 of 76
PG 105:703ἐστι πράγμα, ὡς καὶ αὐτὴ φύσις τις οὖσα, τὸ δὲ κοινόν τι χρήμα, οὐχ ἑνός ἐστι κοινὸν, ὥσπερ ἡ τοῦ ἀγγέλου καὶ ἀνθρώπου φύσις, οὐχ ἑνός ἐστιν ἀλλὰ πλειόνων· ὡσαύτως δὲ καὶ τὸ καθολικὸν πρᾶγμα τὸ κατά πλειόνων λεγόμενον, ὡς αἱ λογικαὶ διαγορεύουσι μέθοδοι, φανερὸν ἄρα ὅτι καὶ θεία φύσις πλειόνων ἐστίν· εἴπερ κοινόν τι καὶ καθολικὸν πραγμά ἐστι τοῦτο γὰρ ὡμολόγηται. ή κε'. Εἰ οὖν ἡ θεία φύσις πλειόνων ἐστὶν, ὡς κοινόν τι καὶ καθολικὸν πρᾶγμα, εκάστη δὲ φύσις κοινή τε καὶ καθολικὴ οὖσα, οὐκ ἄλλου τινός ἐστι κοινή, ἀλλ' τῶν ἐν οἷς θεωρεῖται καὶ ὧν κατηγορεῖται, ταῦτα δὲ ἂν εἶεν αἱ οἰκεῖαι ὑποστάσεις, συνάγεται ἄρα ὅτι ἡ θεία φύσις κοινὴ οὖσα, πλειόνων ὑποστάσεων κατα ηγορεῖται, καὶ ἐν πλείοσι θεωρεῖται· ὅπερ ἐστὶν ἀλη θινὸν, καὶ ταῖς Γραφικαῖς ἐννοίαις συνᾄδον. Εἰ οὖν ἓν μὲν τῇ φύσει, πολλὰ δὲ ταῖς ἰδιότησιν, ὅτ' οὖν ταῖς ὑποστάσεσιν, ὁ λόγος ἔδειξεν ἀληθὲς, φανερὸν ἄρα ὅτι τὸ ἓν μὲν τῇ φύσει καὶ τῇ ὑποστάσει ἀπελήλεγκται· οἱ δὲ ἡ θεία καὶ μακαρία φύσις τῇ φύσει ἔν, πολλὰ δὲ ταῖς ὑποστάσεσιν ἐν αἷς θεωρεῖται ὡς κοι νέν τι καὶ καθολικὸν πράγμα οὖσα, ὑπεραναβέβηκε δὲ πάσης κτιστῆς φύσεως, καὶ μᾶλλον τῷ ἐνὶ χαρακτηριζομένη, ήπερ ἐν τοῖς πλείοσιν· καὶ γὰρ βραχειά πως καὶ ἀμυδρὰ ἐν τῷ Θεῷ διαφορά· ἐν δὲ καὶ ταυ τότης, κατὰ πάντα ἀπαραλλάκτως, πλὴν τοῦ ἀγεννή του καὶ γεννητοῦ καὶ τοῦ ἐκπορευτοῦ· ἐν δὲ τοῖς κτίσμασιν ἀνάπαλιν πολλὴ μὲν ἑτερότης, ταυτότης δὲ ὀλίγη φανερὸν ὅτι καὶ αἱ πλείονες ὑποστάσεις ἐν αἷς ἡ μία καὶ ἀπαράλλακτος φύσις θεωρεῖται, οὐκ εἰσὶν ἄπειρον πλῆθος· οὐ γάρ ἐστι συμφυές τῷ ἑνὶ τὸ ἄπειρον, ἀλλ' ἀλλότριον· οὐδ᾽ ἁπλῶς ἐξαπλούμεναι ἐπέκεινα τοῦ τρεῖς ἀριθμοῦ· τοῦ γὰρ πλήθους καθ' αὐτὸ τοῦ ἑνὸς ἀφεστηκότος, δῆλον ὅτι τὸ ἄπειρον πλῆθος παντελῶς ἀλλότριον καὶ ἀπερικὸς ἐκείνου καὶ γὰρ εἰ ἀρχὴ πλῆθος ἦν, ἔδει τὸ τῆς αὐτῆς ἀμέσως μετέχον μᾶλλον εἶναι πλῆθος τοῦ πορρωτέρου· ἐπεὶ δὲ τὰ ἐν τῆς θείας φύσεως ἐστιν ἀρχὴ, ἀνάγκη τὸ ἐκείνῳ συναφὲς τῶν θείων ὑποστάσεων πλῆθος, ἐλά χιστον παντελῶς καὶ ποῤῥωτέρω πληθύος· τοῦτο δέ ἐστιν ἡ τριάς· οὔτε γὰρ ἡ δυάς, διὰ τὸ μὴ εἶναι οὔτε γὰρ ἄλλο τι, διὰ τὸ μὴ πρώτως· φανερὸν ἄρα ἐκ τούτων ὅτι ὁ Θεὸς τῇ μὲν φύσει εἷς ὤν, τρισὶ ταῖς ὑποστάσεσι γινώσκεταί τε καὶ καλῶς παρὰ τῶν ὀρθῶς φρονούντων Χριστιανών πιστεύεται τε καὶ δοξάζεται καὶ τοῦτο ἡμῖν ἐστιν ὁ Πατήρ καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα. ΕΛΕΓΚΤΙΚΟΣ ΠΡΩΤΟΣ. Κατὰ τῶν ἐν τῷ πρώτῳ λόγῳ δοκούντων τῷ Μωάμετ. κς'. Ἐπεὶ οὖν ὁ λόγος ἐξ ἐπιστημονικῆς μεθόδου καὶ συλλογιστικῆς ἀποδείξεως, τὴν περὶ τῆς ἁγίας Τριά δος ὁμοουσιότητα καὶ ταυτότητα, καὶ τὴν μίαν θεό τητα καὶ μοναρχίαν, ὅσον κατὰ τὸ δυνατὸν τὰ ὑπὲρ λόγον καὶ ὄντα καὶ πιστευόμενα, καλῶς παρέστησε,
col. 705–706page 18 of 76
PG 105:705; καὶ τὸ οἰκεῖον δόγμα κατεσκεύασε, καιρὸς ἤδη καὶ τὴν μυσαρωτάτην και ψευδηγόρον παρὰ τοῦ ᾿Αραβος Μωάμετ πλαστογραφηθεῖσαν βίβλον, καὶ τὰ ἐν αὐτῇ ἐμφερόμενα εἰ ἀληθείας τε καὶ εὐθυβολίας ἔχουσιν ἐπισκέψασθαι· ἄρξομαι δὲ καὶ περὶ τούτων ὧδε Τοιγαροῦν πολλὰς ἐπιβολὰς ἀνασκευῆς δεχομένου τοῦ ἀλογωτάτου βιβλίου του Μωάμετ (ὅλον γὰρ σαν θρόν τέ ἐστι, καὶ εὐκατάπτωτον, ὥσπερ οἰκία σαθρά ἐκ τῆς ὕλης εὐφθάρτου συντεθειμένη, ἀτεχνῶς δὲ οἰκοδομουμένη, καὶ μηδαμόθεν τὸ βέβαιον καὶ στερέμνιον ἔχουσα), τὴν τὸ ὅλον τοῦτο συνέχειν δοκοῦν βάθρον βάραθρον] ἀνασπῶσαν πρότερον προσάγοιμεν ἀνασκευήν, ἀνατρέπειν αὐτὸ σὺν τῇ δυνάμει τοῦ ἁγίου Πνεύματος βεβουλημένοι· τοῦτο γὰρ δὴ καὶ ἐπὶ τῶν τοιούτων οἰκιῶν ποιοῦσιν οἱ τὸ καθαιρεῖν αὐτὰς προαιρούμενοι, τὸ δοκοῦν ὑπερείδειν πρότερον ἀνελόντες, πᾶσαν αὐτὴν ἀθρόως εἰς γῆν καταστρέφουσιν· ἔστι δὲ ἡ πρώτη κατὰ τῆς σαθρᾶς ταύτης προσαγομένη οἰκοδομῆς μηχανή, ἡ πρὸς τὴν θείαν Γραφὴν σύγκρισις· ἐπειδὴ γὰρ αὐτὸς πᾶν εἶδος λόγου παραδραμὼν καὶ κατόπιν ἑαυτοῦ ρίψας, τὴν κορυφὴν τῶν λόγων τὴν αὐτόλεκτον τοῦ Θεοῦ ὁμιλίαν αὐτῷ ἀπεγράψατο, ὀφείλομεν καὶ ἡμεῖς πρὸς τὴν ὁμολογουμένην παρά πάντων θεόλεκτον Γραφήν, τὸ τοιοῦτον γράμμα πρότερον παραθεῖναι, ὡς ἂν τῇ διὰ τῆς παραθέσεως ἀκριβολογίᾳ, τὸ ἀλλόκοτον καὶ ἀσύμο βατον αὐτοῦ φωραθέν, ὅλον λοιπὸν ψευδές τε καὶ μάταιον, καὶ διὰ τοῦτο ἐπίψογον ἀπελεγχθὲν κατα πτύοιτο. 27. κζ'. Τῆς θεοπνεύστου Γραφῆς ἰδίᾳ καὶ παρ' ἑαυτῇ τεταγμένη εκάστη βίβλος, εἰ καὶ πρὸς ἕνα τὸν τῆς εὐσεβείας ἀφορῶσα σκοπόν, ἀλλ᾽ οὖν διευκρινημένη πᾶσά ἐστιν τῆς ἀνὰ μέρος περιληπτικῆς ὑποθέσεως, ἐκ τῆς κατὰ τὴν πραγραφὴν σημασίας, σὺν τῷ ὅλῳ σκοπῷ τῆς βίβλου δηλουμένης· ὡς καὶ ἐκ μόνης τῆς προσηγορίας ἑκάστης συγγραφῆς, καὶ τὸν ἀμύητον πρὸς ἀκρόασιν ἐπιστρέφειν, μή τί γε τὸν μεμυημέν νον· ὡς, φέρε εἰπεῖν, τὰ κατὰ Μωϋσέα πέντε βιβλία, φημὶ δὲ, ή τε Γένεσις καὶ τὰ λοιπὰ, ἁρμόζουσαν τῇ προγραφῇ τὴν ἔννοιαν ὅλην, καὶ τὴν τοῦ λόγου σύν δρομον δύναμιν, καὶ τὰ κατ' αὐτὴν πρόσφορα πρε πόντως παρίστησιν· ἥ τε γὰρ Γένεσις, ὅσα τῆς γενέσεως ἦν· ἥ τε τῆς Ἐξόδου, ὅσα ἐν τῇ ἐξόδῳ πέ πρακται· ὅ τε Δεύτερος νόμος ὅσα τὸ δεύτερον νενομοθέτηκεν, καὶ τὰ καθεξῆς οἰκείως τε καὶ συμφυῶς, ὡς εἰπεῖν, περιώρισται· ὁμοίως δὲ κἂν ταῖς Προφτ τείαις, καν ταῖς Σοφίαις, καν ταῖς Βασιλείαις ζητών εὑρήσει;, τὸ ἁπλανὲς, οἶμαι, καὶ σοφὸν τοῦ ὁδηγοῦ θείου Πνεύματος τοῦ λόγου κἂν τούτῳ παριστάντος δεῖ γὰρ τὸν τοῦ νοῦ παιδαγωγὸν τὰ ἐμποιητικὰ τῆς ἁπλανοῦς γνώσεως, πρότερον αλωθήτως κοσμήσαντα, ὡς τὴν νοητὴν αἴσθησιν τῆς οἰκείας ὀρθότητος ἀπο γευσάμενον, τὸ τηνικαῦτα καὶ περὶ τῶν πορρωτέρων διαβεβαιοῦσθαι. κη'. Τὸ δέ γε οίκτιστον καὶ ἀλόγιστον τοῦ ᾿Αραβος Μωάμετ βιβλίδιον, μετὰ τὰς εἰς τὸν Ὕψιστον δυσφημίας ἀνάμεστον τυγχάνον, σὺν πάσῃ τῇ ἀκόσμῳ καὶ ανατπῶσαν
col. 707–708page 19 of 76
PG 105:707συφερτώδει αὐτοῦ βδελυγμίᾳ, οὐδὲ τὸν κατὰ λόγον κατάλογον] τῶν κοινῶν καὶ ἄλλως ἐμφερομένων εἱρμὸν ἀποσώζει· οὔτε γὰρ εἶδος προφητικοῦ λόγου παρίστησιν, οὔτε ἱστορικοῦ, οὔτε νομοθετικού, οὔτε θεολογικοῦ, οὔτε ἄλλου τινὸς τῶν ἐξ ὀρθῆς καὶ ἐχέ φρονος διανοίας προερχομένων, ἀλλ' ὅλον [ίια ἄκοσμόν τε καὶ ἄτακτον τὴν σύνθεσιν ἔχον, οὐδὲ τὰς προκειμένας ἐπιγραφὰς καταλλήλους τοῖς ὑποκειμένοις λόγοις ἔχει εἰ δὲ ἐν οἷς πάντας ανθρώπους ἐντελῶς κεχρημένους ὁρῶμεν αὐτὸς ἀπολείπεται, πως τὴν ἀγέρωχον ἐκείνην καὶ ὡς ὑπὲρ ἄνθρωπον δόξαν δοκοῦσαν δεῖξαι δυνήσεται, τὸ ἐξ οὐρανοῦ, λέγω, φάναι πεπέμφθαι αὐτό ὅπου γε τῆς ἀνθρωπίνης τοσοῦτον ἀποδέει συνέσεως, ὅσον αὐτὴ ἡ τῶν ἀλόγων τῆς λογικῆς διώρισται φύσεως· μήτι γε τῆς ἀκαταμαχήτου ἐκείνης καὶ ὑπὲρ νοῦν ἰσχύος τε καὶ σοφίας, καὶ ᾗ πάντες εἰσὶν οἱ θησαυροί τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι· ὅτ' ἂν γὰρ τὸ σπουδαζόμενον αὐτῷ τὸν Θεὸν τοῦτο γράψαι, ἐξ ὧν γράφειν παραστῆσαι οὐ δύναται, πότε, καὶ πῶς, εἴτε ἐν ὁρά σει, είτε ἄλλῃ τινὶ θεοφανείᾳ, καὶ τίνων μαρτυρούν των, ὡς αἱ περὶ Μωϋσέα πλείους τῶν ἐξακοσίων χιλιάδες· ἐν στήλαις δέ γε αὖ ἐγράφετο, ὡς ἐν πέτρᾳ ὁ τῷ Μωϋσεῖ δεδομένος νόμος· αὐτὸς γὰρ οὕτως φησίν, ὅτι ἀγράφως αὐτὸ ἐδέξατο, οὐδὲ ἐν χαρτίῳ, οὐδὲ ἐν ἔργῳ χειρῶν ἀνθρώπων φόβῳ δῆλον ὅτι τοῦ ἀπαιτηθέντα δεῖξαι μὴ δύνασθαι· ὅτ' ἂν σοφίας πάσης θείας τε καὶ ἀνθρωπίνης ἐστέρηται· καὶ τὸ δὴ χαλεπώτερον, ὅτ᾽ ἂν ἀπεοικότα καὶ πάντη τῆς μακαρίας ἐκείνης καὶ θείας φύσεως ξένα τε καὶ ἀλλή τρια, μᾶλλον δὲ πολέμια, ἀδεῶς καταψεύδεται· τί γὰρ πολεμιώτερον τῇ Θεοῦ ἀγαθότητι, τοῦ λέγειν αὐτὸν χαίρειν τῇ τῶν ἀνθρώπων ἀπωλείᾳ, καὶ παρ' οὐδὲν τίθεσθαι τὴν αὐτῶν καταφθοράν; τίνα ἀντί ῥησιν ἱκανὴν παραστήσει, μὴ οὐχὶ τῆς ἀπευκταίας τούτου εἶναι καὶ δαιμονιώδους ἐμπνοίας; πθ'. Τριχῇ οὖν διακεκριμένου πρακτέου παντὸς καὶ λόγου, εἰς τε θεῖα καὶ ἀνθρώπινα καὶ δαιμονιώδη, τῶν δύο ἐστερημένος ὁ ᾿Αραψ, θείου τε, φημί, και ἀνθρωπίνου, εἰς τὸ τρίτον ἐξ ἀνάγκης περιενήνεκται ὅτι δὲ πρὸς τῷ ἐστερῆσθαι θείας ἐλλάμψεως, καὶ τῆς ἀνθρωπίνης σοφίας ἀποδεδέηται, ἐντεῦθεν δὴ καὶ πολλαχόθεν ἑτέρωθεν φανερόν· ἡ ἀνθρωπίνη σοφία ἤτοι θεολογεῖ, ἢ φυσιολογεῖ, ἤτοι ἠθικεύεται, ἢ ἱστο ρεῖ, ή τι τοιοῦτον· καὶ ταῦτα ἀξιολόγως· ὁ δὲ δὴ τούτου τοῦ λήρου υφηγητής γράμματος, οὐδ᾽ ὁποτέρας εὐκλεῶς εὐμοιρήσας καν προγραφῇ κατατάξαι, ἢ καὶ βατταρίζων πως περιηνέχθη εἰς μὲν θεολογίαν, ταύτην Ερρηξε τὴν ἄθεον φωνὴν, ὅτι σφαιρικόν ἐστι η
col. 709–710page 20 of 76
PG 105:709τὴ Θεῖον, μᾶλλον δὲ, ὡς αὐτὸς εἶπεν, ὁλόσφαιρός ὁλόσφυρον, Ο σφυρον ὁλόσφαιρον, σπέρμα γεννητικόν), ἐστιν ὁ Θεὸς, σῶμα πάντως αὐτὸν οἰόμενος· οὐ γὰρ ἂν ἄλλως τὸ τῆς σφαίρας εδέχετο σχῆμα· σφαίρα δὲ ὑλικὴ κατ' αὐτὸν τυγχάνων, οὔτε ἀκούσεται, οὔτε ὄψεται νοητῶς δηλονότι, οὔτε ἐνεργήσει πάλιν, εἴ που τύχοι παρ' ἄλλου κινηθείς, καὶ μάλιστα κατά πρανοῦς ἀλογίστως φέρεσθαι· ιλάσθητι ἡμῖν, ὁ Θεὸς, τὰ αὐτοῦ λέγουσιν, εἰ καὶ κατ' αὐτοῦ· εἰ δὲ δὴ αὐτὸν τὸν οὐρανὸν τὸν Θεὸν λέγει, ὡς πολλοὶ τῶν Ἑλλήνων ἐλήρησαν, καὶ οὕτως ἀληθεύσει ὁ λόγος, δαιμονιώδη αὐτὸν εἰρηκὼς εἶναι. Εἰς δὲ φυσιολογίαν ἢ οὐδὲν φάναι ἠπίστατο, ἢ εἰ καὶ προκύψαι εἰς τοῦτο ἐτόλ μησεν, λέγει ὅτι ἐκ βδέλλης ὁ ἄνθρωπος γίνεται, καὶ ὁ ἥλιος εἰς θερμὸν ὕδωρ καταβαπτίζει ται πρὸς ἑσπέραν φερόμενος Εἰς δὲ ἠθικὸν, τί καί φησιν; Συνέλθετε ταῖς ψυχαῖς ὑμῶν, καὶ ἐχθρά νατε παντί, καθ᾽ ὁ πᾶς τις ἐχθραίνει ὑμῖν Εἰς δὲ ἱστορίαν, ὅσα Μωϋσέως καταψεύδεται, αὐτοῦ το τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὡς τάδε καὶ τάδι πεποιηκότος καὶ λελαληκότος, καὶ οἱ ἀναγινώσκοντες συνορᾶτε· τήν τε γὰρ Μητέρα Χριστοῦ τὴν ἀδελφὴν Μωϋσέως φάσκει εἶναι, τούς τε Χριστιανούς μετά Μωϋσέως συνεῖναι ἐν τῇ ἐρήμῳ· καὶ ἵνα μὴ νῦν τὰ πάντα ἀπαριθμούμενος ἀναπόδεικτα ταῦτα ἀπὸ ελέγχειν δόξω, τῇ μετέπειτα Θεοῦ χάριτι τεθειμένῃ ἑκάστῳ αὐτῶν ἀνατροπῇ ταμιεύσομαι· νυνὶ δὲ ὁπό σον μόνον πρὸς τὸ δεῖξαι ἔρημον θείας καὶ ἀνθρωπίνης σοφίας τὸν ἀλαζόνα νοῦν, καὶ ὧν ἐστέρηται θεοδωρήτων ἀνθρώποις χαρισμάτων, κεφαλαιωδῶς ἀπο ηρίθμησα. λ'. Τριῶν γὰρ καὶ δέκα πρὸς τοῖς ἑκατὸν κεφα λαίοις τὸ ὅλον τοῦτο ἐκδεδομένον βιβλίδιον, ἐν μὲν τῷ πρώτῳ λόγῳ, κατὰ τὴν δοκοῦσαν προοιμίου τόπον ἔχειν γραφήν, παραίνεσιν ποιεῖται πρὸς τοὺς πεπλανημένους ὑπ' αὐτοῦ, μὴ ἔχειν ἐν διανοίᾳ δισταγμόν περὶ τῆς ἀπατηλῆς αὐτοῦ ταύτης γραφής ότι ἐκ τοῦ σπέρματος, χάνι, ΙΧ,
col. 711–712page 21 of 76
PG 105:711ψευδώς γέγραπται· καὶ πρὸς τὸ πιθανὴν τὴν ἀπάτην δείκνυσθαι συναποδέχεσθαι ταῖς πρώταις ἁγίας Γραφαῖς, καὶ ταύτην ταύταις] παρακελεύεται, οὐκ εἰδὼς ὁ βάρβαρος ἐπ' ἀνατροπῇ ἑαυτοῦ τοῦτο γινόμενον· κατὰ συνέχειαν δὲ τὴν ἀεὶ πρὸς τοὺς δι απιστοῦντας τῷ ἀσυμφόρῳ τῶν αὐτοῦ λόγων, ἀπολογίαν τίθησι μεστὴν οὖσαν δυσφημίας κατὰ τοῦ καθ' ἑαυτὸν ὁμόσαντος ἀγαθοῦ καὶ φιλανθρώπου Θεοῦ, ὅτι οὐ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπι στρέψαι καὶ ζῇν αὐτόν· ἔστι δὲ αὕτη· ὅτι τοὺς πε πιστευκότας τῇ τοιαύτῃ γραφῇ ὁ Θεὸς συνετίζει πιο στεῦσαι τοὺς δὲ διαπιστοῦντας αὐτὸς κωλύει πιστεῦσαι καίτοιγε ἀληθῶς ἐναλλάξ ἔχοντος τοῦ λόγου, ὅτι τοὺς τῷ ματαίῳ τούτῳ πειθομένους ὁ Θεὸς οὐ βούλεται ἀπατᾶσθαι· ὡς ἂν δὲ τρανότερον τὸ λε γόμενον γένηται, εἰς τοῦτο αὐτὸ καταλήγει ἡ σκήψις, ὅτι οὔ; μὲν ὁ Θεὸς θέλει τῶται, καταρτίζει πρὸς πᾶσαν αὐτοῦ ἐντολὴν ὑπηκόους· οὓς δὲ οὐ βούλεται σῶσαι, οὐ δίδωσι αὐτοῖς σύνεσίν τε καὶ δύναμιν ἐν ωτίζεσθαι, καὶ ποιεῖν τὰ αὐτῷ εὐάρεστα, καὶ κατὰ τοῦτο τῇ κολάσει παραδίδωσιν. Ὡς ἐκ τούτου παρ ἐστασθαι ἐννοεῖν τῶν ἀτόπων δυσφημιῶν τὸ πλῆθος, ὅτι ὁ Θεὸς κωλυτής ἐστι τῶν πρὸς τὸ καλὸν ἀφωρισμένων, ὅτι ἐναντία αὐτὸς ἑαυτῷ νομοθετεί, πάντας μὲν μὴ θέλων σῶσαι, πᾶσι δὲ τὰς σωστικὰς ἐντολὰς προβαλλόμενος, εἰς ἀφορμὴν ἐλέγχου, ἀλλ' οὐκ εἰς συνδρομὴν ἐπάθλων· ὅτι πάντως φθονῶν τοῦτο ποιεῖ, ἢ ὅτι πενόμενος μισθοδοτῆσαι πάντας, ἢ ὡς ἴδια διαπαίζων έργα, μὴ ἔχων ὂν εὐλαβηθήσεται ἕνεκεν τῆς τοιαύτης ἀληθείας· ἢ ὡς ἐφήδονος τῇ τῶν ἀν θρώπων ἀπωλείᾳ ἁπλῶς· ἡ ὡς μνησικακῶν διὰ τὴν πρὸς τὸν προπάτορα ἡμῶν ἀγανάκτησιν· ἢ ὅτι φύσει αἴτιός ἐστι τῶν κακῶν, καὶ οὐ μὴ δύναται μὴ κακο ποιῆσαι. λα'. Ταῦτα καὶ τὰ τοιαῦτα ὁ ἀμαθέστατος Γνωμοδοτεῖ βάρβαρος, ἐκ προοιμίων εὐθὺς τὴν ἀπορίαν λύειν οἰόμενος, τοῦ μὴ πάντας θελῆσαι τῇ αὐτοῦ ὑπενεχθῆναι ἀπάτῃ· τοῦτο δὲ δεῖ παρατηρῆσαι ἐν ὅλῳ τῷ ἀγροικικῷ ἐκείνῳ βιβλιδίῳ, ὅτι ἐγνωκώς ὁ τοῦτο ληρῳδήσας, δυσπαράδεκτον ὅλως οὖσαν Χριστιανοῖς τε καὶ Ἰουδαίοις τὴν πλαστὴν αὐτοῦ ταύτην μυθο γραφίαν καὶ βαρβαρικὴν θρησκείαν, τὰς παρὰ τῇ θεία Γραφή κειμένας θείας ἐπαγγελίας ἀποσυλήσας, καὶ οὐδὲ ταύτας ἁπάσας, ἀλλὰ τόν γε παράδεισον μόνον ἐν ὑποσχέσει κληροδοσίας καταψεύδεται τῶν αὐτῷ ὑπακουόντων· καὶ τοῦτο παναθλίως γυναιξί κατὰ μετά] τὴν δοκοῦσαν προ ομίου τόπον ἔχειν γραφήν. Τ.
col. 713–714page 22 of 76
PG 105:713φησι λελευκασμέναις τε καὶ εὐοφθαλμοις συγγινομέ μόνον αὐτοὺς ἐξονομάζει· τὴν δέ γε μήν παρ' αὐτῶν Νονο καὶ τοὺς Σαμαρείτας εἰσέρχεσθαι ἐν τῷ παραδείσῳ, οὐ πρὸς τὸ ἀπολαῦται, ἀλλ᾽ ἵνα τὰ ἐκφόρια καὶ τὴν νων καὶ τὸ φρικτότερον, Θεοῦ κατενώπιον Θεός γάρ, φησίν, οὐκ αἰσχύνεται· ἔνσαρκον γὰρ παντελῶς καὶ ἔνυλον ούτωσί, ὡς μηδὲν τῆς παρούσης ζωῆς διαλλάττουσαν τὴν αὐτῶν ἀνάστασιν τερατεύεται, βρώμασί τε καὶ πόματι καὶ ἀφέδροις κεχρημένους αὐτούς τοὺς δὲ αὐτῷ μὴ πειθομένους, τὴν ἐν Εὐαγγελίοις ήπειλημένην γέενναν τοῖς εἰς Θεόν καθυβρίζουσιν ἐπανατείνεται· ὡς ἂν ἐκ τῶν συνήθων τοῖς μεμνημένοις ἐφετῶν τε καὶ στυγητῶν εὐπαράδεκτος γένηται· καὶ τοῦτο δὲ μὴ ἀγνοεῖν ἀναγκαῖον τὸ ῥᾳδιούργημα, ὅτι οὐ παραιτείται ἁπλῶς τὰ τῶν ἁγίων προφητῶν ἀπομνημονεύειν ὀνόματα ἵνα τῇ τῶν σεβασμίων ἀνδρῶν προσηγορίᾳ ἀνύποπτος αὐτῷ ὁ δόλος τῆς ἀρνιθέου Αγαρησίας γένηται· ψιλῶς γὰρ κηρυττομένην ἀλήθειαν, ἀπάτην φανερῶς διὰ πρα γμάτων ἐλέγχειν πειρᾶται· καὶ ὡς οὐχ ἱκανοῦ ὄντος τοῦ νόμου τοὺς ὑπ' αὐτοῦ παιδαγωγουμένους σώσαι, εἰ μὴ τούτῳ πεισθεῖεν. Ετι γε μὴν καὶ αὐτοῦ δια φόρως μνημονεύει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἕνα αὐτὸν διαγορεύει τῶν λοιπῶν προφητῶν, μόνον κατ' ἐξαίρετον ἔχοντα ὡς Θεοῦ Λόγου τὴν δι' ἁγίου Πνεύματος ἐκ Παρθένου γέννησιν, καὶ τῇ συν απαθείς τὴν εἰς οὐρανοὺς ἀνάληψιν ὁ μὴ εἰδὼς τί ἦν περὶ ὅπου ἔλεγεν· τῷδε δὴ τρόπῳ δῆλον ὅτι τοῦ δόλου κεχρημένος ἐπείτοι γε φανερῶς αὐτὸν διασύρει· φησὶ γὰρ αὐτὸν παρὰ τοῦ Πατρὸς ἠρωτῆσθαι, εἰ Θεὸς εἴη, καὶ Θεὸν ἑαυτὸν ἐκήρυξεν καὶ διαρνούμενον· ἀγνοεῖν γὰρ εἰκὸς τοῦτον τὸν Πα τέρα αὐτοῦ οἴεται λβ'. Πρὸς τούτοις δὲ κἀκεῖνο εἰδέναι ἀσφαλὲς, ὅτι πεφαλσευμένα πάντα ἃ ἀπὸ τῆς Παλαιᾶς Γραφῆς προφέρει, καὶ ὰ ἀπὸ τῆς Νέας· οὐ μόνον δὲ, ἀλλὰ καὶ ὅσα οὐδὲ γέγραπται, οὔτε συνωδά τυγχάνει τῇ θείᾳ Γραφῇ, τρανῶς αὐτοῦ τῆς σκαιότητος ἐντεῦθεν παραγεγυμνωμένης καὶ τεθριαμβευμένης· καὶ πλεῖστα δὲ αὐτοῦ τῆς Μανιχαϊκῆς μυσαρίας συλλέλεκται τερα τεύματα, δαιμόνων τινῶν προσηγορίαι, καὶ κατ᾿ αὐτῶν ορκωμοσίαι ἐπὶ δυσφήμοις, προσφωνήσεις τε πρὸς τῶν δαιμόνων χώρους, καὶ ὁμολογίας ὅτι καὶ ἐξ αὐτ τῶν ἀπόστολοι καὶ προφῆται, τὸ παρὰ τοῦ διαγγελ λομένου ἐν τῇ τοιαύτῃ γραφῇ Θεόν, πλειστάκις κει χειροτόνηνται· καὶ στοιχεῖον δὲ γοητικώς προγραφέν καὶ ψήφοι μεταγεγραμμένοι παρ' αὐτῷ κόπρον αὐτῶν τοῦ παραδείσου ἐκβάλλωσιν, ὅπως μὴ ἂν ἀποζέσειεν ὁ παράδεισος ἀπ εκρίθη αὐτῷ ὁ Θεός· Οἶδα ὅτι σὺ ἔλεγες τὸν λόγον τοῦτον
col. 715–716page 23 of 76
PG 105:715διαφόρως τυγχάνουσι τῆς προσούσης δὲ αὐτῷ ἡ δειλία; περὶ τὴν ἀποτυχίαν τοῦ ματαίου αὐτοῦ φρόν νήματος, τὸ οἰκεῖον ἔργον ἐναργῶς μαρτυρεῖ· σχεδόν γὰρ ἐν ἑκάστῳ λόγῳ τοῦτο αἰτεῖται μὴ διαπιστευθῆ ναι, ὅτι θεόθεν τὸ θεολοίδορον τοῦτο ἤγαγεν γράμμα ὅπερ συμβαίνει τοῖς μὴ ἐξ ἔργων τὴν τῶν λόγων βεβαίωσιν ἔχουσιν· καὶ γὰρ ἡγνόει ὁ δύστηνος τῆς διὰ τὴν τόλμην ταύτην μενούσης αὐτῷ κολάσεως τὴν σφοδρότητα· ἀλλ' ὅτι γε φανερῶς ἐθεομάχει, καὶ οὐδὲ λαθεῖν τοὺς ἀνθρώπους εἶχεν ἐπίστατο· αὐτίκα τοῦν ἐν τῷ αὐτῷ πρώτῳ λόγῳ τὸ ἐκ Θεοῦ ταῦτα ἐκπεπέμφθαι βιβα:ῶτα: οἰόμενοι, οὕτω φησίν ι Ἐάν ἐστε ἐν σκανδάλῳ περὶ ὧν κατηγάγομεν ἐπὶ τὸν δοῦλον ἡμῶν, ἀγάγετε ᾠδὴν ἐκ τῶν ὁμοίων αὐτοῦ, τῶν προφητῶν δηλαδή λέγων, ε καὶ ἀγάγετε τοὺς μάρτυρας ὑμῶν,» τοὺς αὐτοὺς λέγων τροφή-Β τας, ἢ καὶ τοὺς δυνατούς ἐξετάσαι ἀληθῆ ἡ ψευδῆ λόγον· ε εἰ πάρεξ Θεοῦ, φησί, ἔσται ἀληθής ὡσανεὶ ἔλεγεν, ὅτι Κἀγὼ Θεὸν κηρύττω ὡς κἀκεῖνο ἀλλ' ἔλάθεν ἑαυτὸν ὁ καμηλοφορβὲς, ὡς οὐχὶ τὸ ἁπλῶς Θεὸν κηρύττειν ἐστὶν ἀληθοῦς κήρυκος, καὶ Θεοῦ ἀληθοῦς, ἀλλ᾽ εἰ ἀληθοῦς Θεοῦ ἀληθῶς ἐστι κήρυξ δ κήρυξ. Τίς] γὰρ ὄνησις τῇ ᾠδῇ τοῦ Δαβίδ, ἢ τῇ τοῦ Μπαΐου προφητεία, ἢ Ἐζεκιήλ τε καὶ Δανιήλ, καὶ ταῖς τῶν λοιπῶν προφητῶν ἐκ τῆς σῆς θεοκηρυξίας ἀθέου, εἴποιμι ἂν πρὸς τὸν βάρβαρον τοῦτον καὶ θεο μάχων, ὅτ' ἂν τὸ σὸν κήρυγμα ἐπ' ἀνατροπή του ἐκείνων κηρύγματος γέγραπται; πόθεν οὖν ἄλλοθεν? τὴν ἀπόδειξιν ἔξεις, τῆς ἐν ᾗ ἐπεποίθεις ἀποδείξεως σος σβεσθείσης ἡ γὰρ οὐχὶ πᾶσα ἡ θεία καὶ ἀρχέ γονός Γραφή Θεὸν σαρκωθησόμενον προαγγέλλει ἔστι; ἀριδήλως ἀποδέδεικται ὑπάρχων ὁ Χριστὸς, καν ἐπεπόνθει σαρκί. Αδιήγητον την γενεάν Ησαΐας φάσκει διὰ τὸ εἰπεῖν γενεάν, καὶ τὴν υλικὴν ἐκ τοῦ Πατρὸς πρόοδον ὑπογράψας, τὸ πρᾶγμα τοῦτο δη λοῦντος τοῦ ὀνόματος· ἦν σὺ ὡς ἀμαθὴς οὐ παρα δέχῃ. λγ'. Ἐφεξῆς δὲ τοῦ μυθικοῦ αὐτοῦ συγγράμμα της παρεισάγει τὸν Θεὸν συμβουλευσάμενον τοῖ; ἀγγέλοις περὶ τῆς τοῦ ἀνθρώπου γενέσεως, καὶ κω λυόμενον παρ' αὐτῶν ὡς ἀδίκου ἐσομένου αὐτοῦ· τὴν δὲ θεὸν καὶ ποιήσαντα καὶ σοφίσαντα τὸν ᾿Αδὰμ ὑπὲρ αὐτούς· καὶ τοῦτον εἶναι τὸν διδάξαντα τὰ τῶν ἔνω των ὀνόματα· τοιαύτη ἡ ἀνθρωπογονία τοῦ παραινοῦντος ταῖς πρὸ αὐτοῦ θείαις Γραφαΐς συναποδέ χεσθαι τοὺς ᾿Αραβικούς ὀνείρους. Επειτα τὸν Μωϋσέα φησὶ βιοθήλειαν ἐκ Θεοῦ κελευσθέντα ὑπο δεῖξαι τῷ λαῷ, ἣν ἔδει θύσαι· τῶν δὲ ἀγνοούντων οποία τις ἂν εἴη, πλειστάκις δεηθῆναι τοῦ Θεοῦ περὶ τούτου· καὶ οὕτως μαθεῖν καὶ αὐτὸν κἀκείνους διά εἰ ἐστὲ ἀληθεῖς,
col. 717–718page 24 of 76
PG 105:717Λ συμβόλων διδάξαι ὅτι ἔστιν οὔτε παλαιά, φησίν, ούτε νέα, ἀλλὰ μέση τούτων, την χροιάν κρόκινος, ἀγρια καὶ ἀδάμαστος· καὶ μέλις αὐτοὺς πεῖσαι ταύτην και τασφάξαι· αὗται τῶν αὐτοῦ πλασμάτων αἱ φλυαρίαι· παρετέθησαν δὲ ἴνα δειχθῇ τὸ ἀκοινώνητον αὐτ τοῦ τῆς συμφωνίας πρὸς τὴν θείαν Γραφήν· δι' οὗ τὸ ἀληθῆς εἶναι πιστευθήσεσθαι ήλπιζεν ᾿Αναισχυντῶν δὲ ὁ ἄθεος κατὰ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς δόξης, καὶ ταύτην εἰς ἑαυτὸν ἀφαιρεῖν δαιμονιωδῶς ἐκφραινούμενος, καὶ ὡς αὐτὸς εἶ ὁ τῷ Μωϋσεί συλλαλήσας, καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐξαποστείλας, φησίν Επηγάγομεν τῷ Μωϋσεῖ γραφὴν, καὶ ἀπεστείλαμεν μετ' αὐτὸν ἀπο στόλους· καὶ ἐπηγάγομεν τῷ Ἰησοῦ υἱῷ Μαρίας την » η φανέρωσιν, καὶ ἐνεδυναμώσαμεν αὐτὸν διὰ τοῦ ἁγίου Πνεύματος. Ταῦτα δὲ γράφων, τί κατασκευάζειν ἐνόμισε; Τὸ φάναι τοῦ αὐτοῦ Θεοῦ οὖσαν καὶ τὴν βάρβαρον ταύτην γραφήν, ὡς θείαν παραδεχθήσεσθαι· ἀγνοήσας ὡς πάμπολυ τοῦ σκοπού διαμάρτοι ἢ ὡς οὐ κρατῆσαι ἤλπισε. Πῶς γάρ; τὶς ἐρεῖ πρὸς αὐτὸν, καὶ τί ἔχων Μωϋσέως καταμέμψασθαι, Τη σοῦν ἐξαπέστειλας; Εἰ δὲ τὸ εἰκὸς καὶ ὡς ἀληθῶς γε γονὸς ἐρεῖ τὸ, ὅτι Μέμψασθαι μὲν εἶχον εὐων, τε λειῶσαι δὲ τὰ αὐτῷ στοιχειωθέντα, καὶ ἄλλως τὸ επαχθὲς καὶ εἰωθὸς τῶν σαρκικών παρατηρήσεων ἐπὶ τὸ κοῦφον καὶ πρέπον μεταθεῖναι τοῦ Πνεύματ τος, πάλιν πρὸς αὐτὸν τούτους εἰπεῖν· Τί δὲ κατ εγνωκώς Ἰησοῦν, ταύτην τὴν καινοτέραν και τρίτην γραφὴν ἐκδέδωκας; ἆρά γε ὡς τὰ ἴσα καὶ τὰ αὐτὰ, ἢ τα μείζω, ἢ καὶ τὰ ἐλάττω διδάξουσαν; καὶ τὰ μείζω μὲν διδάξαι, τῶν ἀδυνάτων τῇ ἀνθρωπίνη φύσει· τί γὰρ πλέον τοῦ ὑπὲρ ἐντολῆς Θεοῦ, κόσμον μιτῆσαι καὶ σῶμα, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν ἀριδήλως πρὸς τὰ ὑπερφυή μεταθείναι; ἀλλὰ πρόδηλον ότι οὐδὲν τοιοῦτον τῇ βαρδαρώδει ταύτῃ ἐμπεριέχεται γραφῇ· ἀλλ᾽ οὐδὲ ἁπλῶς τι ὑψηλὸν καὶ ἄξιον λόγου τοὐναντίον μὲν οὖν καὶ κτηνωδίας πάσης καὶ ἀθείας ανάμεστος ὅλη τυγχάνει· τὰ ἴσα δὲ διδάσκουσαν αφ θις φάναι· Καὶ τίς χρεία καὶ νόμον καὶ Εὐαγγέλιον ? ἀνιστᾷν; τὸν μὲν ἐνδεῶς ἔχοντα, τὸν νόμον λέγων τὸ δὲ τελειωτικῶς, τὸ Εὐαγγέλιον φημι ὡς ἀστη ρίχτους καὶ τοὺς τὰ ἑκάτερα δουλεύοντας καθιστά μηδ' ὁποτέρους ἔχοντας ἐπὶ σωτηρίαν θαῤῥεῖν· τῶν μὲν τὸ ἀτελὲς αἰτιωμένων, τῶν δὲ τὸ ὑψηλὸν ὡς ὑπὲρ άνθρωπον παραιτουμένων· ἀλλ᾽ οὐδετέρου παρ' αὐτῇ καθ᾿ αὐτὸ ἀκριβείᾳ θεωρεῖται· λείπεται ἄρα τὰ ἐλάτ τω ταύτην διδάξουσαν δεδόσθαι· ἀλλ᾽ εἰ τούτου χάριν ἐδόθη, πολὺς ὁ γέλως, τὰ ὑψηλὰ καὶ μέσα καταλιπόντας, τὰ πάντη χαμερπῆ, καὶ τῶν ἀλόγων εἰς μπα δὲν ὑπερβεβηκότα μεταδιώκειν· καὶ ἄλλως δὲ τὴν ἄχραν φυσικῶς ἐναντιότητα πρὸς τὰ μείζω ειληχότα τὰ ἐλάχιστα πολέμια αὐτοῖς καθειστήκει· δ δὴ καὶ ἀληθές ἐστιν ἐπὶ τῇ γραφῇ ταύτῃ· ἀντιτεταγμένως γὰρ ἐν πᾶσι τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ διατέτακται. Εἰ οὖν Εὐαγγέλιον τελειοῖ τὸν νόμον, συνιστάν δὲ μᾶλλον τὸ τελειοῦν ἐστι, καταστρέφειν δὲ τὸ Εὐαγ γέλιον ἢ βάρβαρος πειράται γραφή, καταστρέφειν
col. 719–720page 25 of 76
PG 105:719ἄρα καὶ τὸν νόμον δοκεῖ· καταστρέφειν τε τα τε λειοῦντα καὶ τελειούμενα, οὐ τοῦ Θεοῦ· οὐκ ἄρα τοῦ Θεοῦ ἐστι Γραφή, ἡ τοῦ βαρβάρου θεομάχος γραφής λείπεται ἄρα εἶναι τοῦ ἀντιθέου, τουτέστι τοῦ ᾿Αν τιχρίστου. λε'. Μετέπειτα δὲ μέμνηται Σολομῶντος, καὶ ἀνεξαπάτητον αὐτὸν διισχυρίζεται γενέσθαι, τῆς θείας Γραφῆς φανερῶς αὐτὸν παριστώσης πρὸς τὸ γῆρας εἰδωλολατρήσει, εναντία πανταχοῦ τῇ Γραφῇ φρο τῶν· καὶ ἀγγέλων δὲ δύο μέμνηται οὓς λέγει κατά εληλυθέναι ἐν Βαβυλώνι, ὧν τὰ ὀνόματα Αρθ καὶ Μαρώθ· οἷς καὶ διδασκάλους εἶναι τοῦ κακοῦ λέγει τοῖς βουλομένοις· ἔτι δὲ καὶ τὰς συζυγίας τῶν ἀνα δρογύνων τούτους φησὶ διαλύειν καὶ κακοποιεῖν δὲ αὐτοὺς λέγει· πλὴν τὴν ἐπιτροπὴν ὑποκρίνεται β καὶ αὐτὸς φάναι τοῦ Θεοῦ ἐκδεχομένους· τούτους δὲ τοὺς ἀγγέλου; οὐκ ἐπίσταται ἡ ἔκδοσις τῆς θείας Γραφῆς· εἰ μή πού τις φαίη αὐτοὺς τοῦ πατρὸς αὐτ τοῦ εἶναι δαίμονας τοῦ Σατανᾶ καὶ ὑπ' αὐτοῦ μόνου γνωριζομένου;. Επισκέψασθαι δὲ δεῖ καὶ τοῦτο περὶ τὴν τοῦ βαρβάρου κενοφωνίαν, ὅτι δαίμονας μὲν φα νερῶς ἐξ ὀνόματος καὶ γινώσκει καὶ ἀναγορεύει προσποιεῖται δὲ δῆθεν ἀπευκταίους αὐτοὺς καλεῖν, καὶ τὸν αὐτῶν πρωτοστάτην διάβολον· ὡς ἂν κἀκ τούτου δυνηθῇ τοὺς ἰδιώτας θηρεύσαι· πείθων αὐτ τοὺς ὅτι οὐ τοῦ πονηροῦ ἐστι πνεύματος ἡ τούτου μυθοπλασία, ἀλλὰ τοῦ ἐπιτιμῶντος τοῖς δαίμοσι, Μικρὸν δὲ προελθὼν τούτου τοῦ λήρου δόξας ἑαυτὸν παριστάνειν πάντων πρόκριτον ἀθῶν τε καταγνώσεως, καὶ πρὸ; διόρθωσιν ταῦτα διδάσκοντα, διαβάλλει Ἰουδαίους τε καὶ Χριστιανοὺς ἀλλήλοις ἀντιτεταγμένους, καὶ τοὺς θατέρας δόξης προέστης κέναι διισχυριζομένους, θατέραν δόξαν ὑπὲρ θατέ ρας, μᾶλλον ἠξιώσθαι θείας οἰκειώσεως καὶ τῆς ἐν παραδείσῳ τρυφῆς· εἶτα ἀμφοτέρους φησὶν ἀποτυχεῖν τῆς ἐλπίδος, διὰ τὴν ἑκατέρου δόγματος πλά την· ἑαυτὸν δὲ μόνον εἶναι τοῦ παραδείσου κληρονόμον ἀποφαίνεται ἀκελεύστως· ὅμοιον δέ τινι πε ποίηκεν, εἰ τινῶν ἐχόντων, λόγου χάριν, ὑπὲρ ταλάντου τρὸς ἑαυτοὺς δικαιολογίαν, οὗτος ἑαυτὸν παρενείρας εἰς μέσον, Μηδενὸς ὑμῶν τοῦτο εἶναι, διότι πρὸς ἑαυ τοὺς στασιάζετε· ἐμοὶ γὰρ ώρισται ὡς μηδέν πο ποιηκότι, μηδέ τινι διαμεμαχημένῳ· καὶ ὅπὲρ τοῦ ἑνὸς πρὸς τὸν ἕνα διαμριβάλλοντος κατεγίνωσκεν, αὐτὸς πρὸς τοὺς δύο τοῦτο ποιῶν οὐκ αἰσχύνεται. Ας'. Οποία δὲ τούτου ἀπόδειξίς ἐστι τοῦ θεόθεν αὐτὸν κεκομικέναι την βίβλον ταύτην, οὐ δέον εἰπεῖν, καὶ ἐπαρᾶσθαι δὲ ἑαυτοῦ καταλαῤῥεῖ, ἐν τούτῳ μόνῳ τῷ ὄντι καλῶς ποιῶν· καὶ καταγνώσεις καὶ μέμψεις μυρίας ἐπιφημίζει, εἰ μὴ παρὰ Θεοῦ ἀπεσταλμένος εἴη, τὴν ὑποψίαν δηλονότι τοῦ ψεύδους συγκαλύπτειν νομίζων· καὶ ἐξόμνυσθαι δὲ κατά τε ἡλίου καὶ σε λήνης καὶ ἀστέρων καὶ λαμπυρίδων ζώων καὶ κυνῶν δρομικών και φυτῶν καὶ ἑτέρων ἀγνώστων βαρβα ἀνδρογύνων ἀνδρῶν καὶ γυναικῶν.
col. 721–722page 26 of 76
PG 105:721αὐτῶν ὄντων τινῶν), ὡς αὐτὸς εἴη ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαάκ, ὁ τὴν Καινὴν ἐπὶ ἐκπληρώσει τοῦ νόμου ὑπαγορεύσας, ὁ καὶ τῷ Μωάμετ τὴν Μανιχαϊκὴν ταύτην ἐπαναγαγών βδελυγμίαν· μηδὲ εἰ συμφωνεί ὅλως, ή διαφωνεῖ αὐτὴ πρὸς ἐκείνας συνιδεῖν ὁ ἀνού στατος δυνηθείς· καὶ τὰ πρόσωπα δὲ αὐτῶν συγκεχυμένα καὶ ἀνάρμοστα δι᾿ ὅλου τοῦ μυθικοῦ αὐτοῦ λόγου ἀλλήλοις φέρεται· ἐπιλανθανομένου ὥσπερ τοῦ ταῦτα ἀνατυπώσαντος ὅστις εἴη ὅ τε λαλῶν καὶ ἀκούων, καὶ ὑπὲρ οὗ ἔλεγον, καὶ ἀμοιβαδὸν ἀντιτέθεινται, πῆ μὲν τοῦ λέγοντος, εἰς τὸ τοῦ ἀκούοντες πῆ δὲ τοῦ ἀκούοντος εἰς τὸ τοῦ λέγοντος· καὶ ὑπὲρ οὗ ἔλεγον εἰς τὰ ἀμφότερα· ὅπερ μαινομένου και παραπαίοντος ἴδιον πάθος. Ναὸν δὲ λέγει παρά ρικῶν ὀνομάτων (οἶμσι δὲ δὴ πάντως δαιμόνων και τε Ισραήλ καὶ Ἀβραὰμ τῷ Θεῷ ἀνοικοδομηθῆναι, τὸν οὔτε γενόμενον τώποτε, οὔτε παρὰ τῇ θείᾳ Γρα φῇ μνημονευόμενον· εἰ γὰρ ἀλοιφήν λίθου μόνου εἰς στήλην Θεῷ κεχρισμένην οὐ παρεῖδεν ὁ θεόπτης, πῶς ναὸν ὅλον ἀπεσιώπησεν; 25. Πρὸς δὲ τοὺς καταιτιωμένους τοὺς ὑπ' αὐτοῦ πεπλασμένους ἕνεκεν τοῦ πρὸς νότον εύχεσθαι έστραμμένως, μὴ δεῖν ἄλλο τι φάναι, ἢ ἕνεκεν, φησί, τοῦ ἀποδεῖξαι τὴν πρὸς τὸν Μωάμετ εὐλάβειαν, καὶ τοῦ διακρίνεσθαι αὐτοὺς ἀπὸ τῶν μὴ ποιούντων αὐτό· καὶ εἴ γε τῇ θείᾳ σοφίᾳ κάν τούτῳ αὐτοὺς ἀποδιαστησάσῃ, καὶ τῷ ὄντως σκότει προσκυνοῦντας ἐλεγξάσῃ· ἵνα δὲ καὶ ὁ δόλος αὐτοῦ κατάδηλος γένη ται, τῷ εἰς Βάκη κειμένῳ εἰδώλῳ, ὅπερ αὐτὸς προστ κύνημα παρατηρήματος καλεῖ, τοὺς ἀθλίους βαρβάρους προσκυνεῖν παρασκευάζει. «Ενθα γὰρ ἐστὲ, φησὶ ὀρθώσατε ὑμῶν τὰ πρόσωπα εἰς τὸ μέρος τοῦ προσκυνητηρίου τοῦ παρατηρήματος.» Καὶ δύο δὲ ὀνόματα βάρβαρα τό τε βαρὰ καὶ Μαρουά ἐκ τῶν σεβασμίων εἶναι λέγει τοῦ Θεοῦ· Θεοῦ πάντω; τοῦ οἰκείου καὶ τοῖ; ἡπατημένοις δὲ ὑπ' αὐτοῦ παραγενομένοις, κατὰ τὸ ἐκεῖσε μεμολυμμένον οίκημα τοῦ προσευκτηρίου περιγυροῦσαι εἰς αὐτὸ προστάσε σει· ὡς δὲ παρά τινος ἐξ αὐτῶν εἰς Χριστιανούς ἐλθόντων ἐμάθομεν, εἴδωλόν τι λίθινον κάθηται δῆ θεν μέσον τοῦ οἴκου· καὶ οἱ τὴν πρόσταξιν τοῦ δα μονιώδους τούτου πληροῦντες, κεκλικότες τους αθλίους αὐτῶν αὐχένας, καὶ τὴν χεῖρα ὄρθιον προς αὐτὸ ἐκτετακότες, τῇ τε ἑτέρᾳ τὸ οὖς αὑτῶν κατ έχοντες, κυκλοτερῶς εἰδοῦνται, μέχρις ἂν σκοτεινία ληφθέντες καταπέσωσι τοῦτο οἶμαι ἐκεῖνο εἰ ναι τὸ εἴδωλον, ὡς αὐτοὶ φαίεν, τῆς ᾿Αφροδίτης "Αριστά γε Θεοδώρητος καὶ ἐξ οὐρανοῦ δεδομένη ἡ βίβλος αὕτη ἐκ τούτων δείκνυνται. λη'. Ἐν δὲ πάντων τῶν ζώων τῆς βρώσεως ἀπο πέμπεται μόνον τὸν χοῖρον οὔτε δὲ κύνα, οὔτε λύχον, οὔτε ἄλλο, ἀλλὰ πάντων μετέχειν προτρέ
col. 723–724page 27 of 76
PG 105:723πεται τοῖς ὑπ' αὐτοῦ ἠπατημένοις Φάγετε γάρ, φησίν, ἐκ τῶν ὄντων ἐν τῇ γῇ· καθαρὰ γὰρ καὶ καλά· καὶ μὴ ἐξακολουθεῖτε ἐν τοῖς ἴχνεσιν τοῦ Σα τανᾶ· αὐτὸς ἐχθρὸς ὑμῶν ἐστι φανερός· ο Σατανᾶν δηλονότι καλῶν τὸν τυπώσαντα τὴν διάκρισιν τῶν τε καθαρῶν καὶ ἀκαθάρτων κατὰ τὸν νόμον· ὁρᾶτε πῶς ἀναφανδόν, Σατανᾶν τὸν Θεὸν ὀνομάζει; μὴ συνιεῖς ὁ δείλαιος ἵπερ ἐφθέγξατο, μετ' ὀλίγον φησίν· • Οι τινες δὲ ἀμφιβάλλονται ἐν ταῖς γραφαῖς, εἰσὶν ἐν ἀποστασία μακρῇ.. Ἔστι τούτου εὑρεῖν ἀναισχυντότερον καὶ ἀνοητότερον; Καθάπερ δὲ πίθηκος, ὁρμήν ὑποκριθεὶς λέοντος, πιθήκειον ἀλλ᾽ οὐ λεόντειον τὸ ἄλμα ποιῶν ἐξελέγχεται· οὕτω καὶ ὁ δύστηνος οὗτος τῆς ὑπερτάτου νομοθεσίας ἑαυτῷ ἀξίωμα ἐπιγράψας, τῆς παροικτίστου ἀδελτηρίας μηδὲν ἔχων πλέον ἐλήλεγκται· σχῆμα γὰρ μόνον, μᾶλλον δὲ ὄνομα ψι λόν, ἀλλ᾽ οὐκ αὐτὸ τὸ πρᾶγμα τῆς θεοσεβείας ἑαυτῷ περιτέθεικε· δόξας γοῦν περὶ νηστείας διατάττεσθαι τοῖς ἀθλίοις βαρβάροις, ταῦτά φησιν·. Μήν Ραμίδα ἐστίν, ἐν ᾧ κατήχθη ὑμῖν τὸ ἀνάγνωσμα νηστεύσατε αὐτόν· ἐξέσται δὲ ὑμῖν ἡ νύξ τῆς νη στείας, εἰς μίξιν τῶν γυναικῶν ὑμῶν· αὗται γὰρ ὑμῶν εἰς σκεπάσματα, καὶ ὑμεῖς αὐταῖς ἐστε σκε πάσματα· ἔγνω γὰρ ὁ Θεὸς ὅτι παραβουλεύσετε ταῖς ψυχαῖς ὑμῶν ἐν τῇ νηστείᾳ, καὶ ἵλεως ὑμῖν γίνεται μίχθητε εἰς αὐτὰς εἰς παράκλησιν· καὶ φάγετε ἑσπέ ρας καὶ πίετε, ἕως ἂν τὸ ἀπὸ τοῦ σκότους φαινόμενον βάμμα μέλαν, διὰ τῆς ἡμέρας φανῇ ἄσπρον καὶ πάλιν πληρώσατε τὴν νηστείαν ἕως τῆς ἑσπέ ρας· καὶ [μή] μίχθητε αὐταῖς ὑμῶν συχναζόντων ἐν τῷ προσκυνητηρίω· αὕτη ἐστὶ νομοθεσία Θεοῦ, καὶ? μὴ ἐγγίσητε αὐτάς. ο 'Αρά γε τοσοῦτον πίθηκος λέοντος ὑστερεῖ, ὅσον οὗτος ὁ μυσαρὸς καὶ ἐναγής τοῦ τὴν θείαν Γραφήν νενομοθετηκότος; λθ'. Μετὰ δὲ τὴν ἀθεμιτούργητον ἐκείνην νηστείαν, εἰς τὸν καθ᾿ ἡμῶν αὐτοὺς διεγείρει πόλεμον, ο Φο νεύσατε, λέγων, αὐτοὺς ὅπου δ᾽ ἂν συναντήσητε αυτ τοῖς·, ὅρους δὲ αὐτοῖς ἀγάπης, ὡς εἰκὸς, τιθείς φησίν·. Καὶ ὅστις δὲ μνησικακεῖ ἐφ' ὑμᾶς, ἐχθράνατε αὐτὸν καθὼς ἔχθρανεν ἐπάνω ὑμῶν.» Πρὸς ἐγκράτειαν δὲ καὶ σωφροσύνην αὐτοὺς ψευδώς ἀλείφων φησίν Αἱ γυναῖκες ὑμῶν νεατὸς ὑμῶν εἰσέλθετε εἰς τοὺς νεατοὺς ὑμῶν ὅθεν βούλεσθε· καὶ συνέλθετε ταῖς ψυχαῖς ὑμῶν· ν τουτέστι, Πᾶσαν ἐπιθυμίαν τῶν ψυχῶν ὑμῶν πληρώσατε· ἄρα γε κτηνώδης οὗτός ἐστιν ὁ βίος, ἢ μᾶλλον δαιμονιώδης. Λύσεως δὲ μνημονεύσας γυναικὸς ἐξ ἀνδρὸς, τάδε φησὶ τοῖς βαρβάροις «Ἐάν τις ἀπολύσῃ γυ ναίκα αὐτοῦ, οὐκέτι ἐξέσται αὐτῷ μετὰ τὸ ἀπολυθῆναι αὐτὴν, ἕως ἂν ζευχθῇ ἀνδρὶ ἑτέρῳ· καὶ ἐὰν ἀπολύσῃ αὐτὴν ὁ δεύτερος, οὐκ ἔστι κατάκριμα ἐν ἑαυτοῖς, ἐὰν ἐπιστρέψωσι πρὸς ἀλλήλους· οὗτοι γάρ, φησίν, νόμοι Θεοῦ. ν Ο ἀπὸ τῆς βαρβαρικῆς ἀσω τίας 1 μ'. Ερεθίζων δὲ πρὸς ἀνδροφονίαν τοὺς βαρβάρου:, ἔδοξεν εἰς προτροπὴν ἱστορίαν γραφικὴν αὐτ Ο
col. 725–726page 28 of 76
PG 105:725τοῖς παραθέσθαι, καὶ συγχύσεις τὰ πρόσωπα, ὥσπερ ἀεὶ ποιεῖ, καὶ ἀλλάξας(54), τέθεικε τὰ ἐπὶ Ἰησοῦ τοῦ Ναυῆ ἐπὶ τὸν Γεδεών, καὶ τὰ τοῦ Γεδιὼν εἰς τὰ τοῦ Σαούλ, καὶ ὁμίχρονον αὐτῶν εἶναί φησι τὸν Δι. βίδ τὴν δὲ κιβωτὸν ὑπ' ἀγγέλων ἔλεγε βαστάζεσθαι, ἀλλ' οὐχὶ παρ' ἀνθρώπων· οὕτω τὴν θείαν Γραφὴν καὶ ἐπίστατο καὶ ἐδίδασκεν ὁ τῶν θείων εμπαίκτης καὶ ἄθεος, Πρόνοιαν δὲ τῶν εἰς αὐτὸν εὐσεβούντων ποιῶν ὁ Κύριος, ἐματαίωσεν αὐτοῦ τὴν ἄθεον καρδίαν, μή καθ' 8 εἶχεν καὶ προέσται· περὶ γὰρ τῆς κατὰ τὴν πίστιν βιαίας ἀπαρνήσεως, οὕτω φησί • «Οὐκ ἀναγκάσει δὲ εἰς πίστιν· ἐφανερώθη γὰρ τὸ εὐπρόσδεκτον ἐκ τοῦ σφαλερού.» Επεμ βαλὼν δὲ συνήθως τὰ ψευδῆ αὐτοῦ μυθεύματα, παρεμβάλλει τὸν ᾿Αβραὰμ διαλέξεις ληρώδεις ποιοῦν τα, καὶ πρὸς Θεὸν διαμφιβάλλοντα περὶ νεκρῶν ἀνα στάσεως· καὶ ὅτι διὰ τεσσάρων ὀρνέων παρ' αὐτοῦ ἐπὶ τέσσαρα όρη αποτεθέντων καὶ ἀνακληθέντων, τὴν τῆς ἀναστάσεως πίστιν ἔλαβεν ὁ ᾿Αβραάμ' ὧν οὐδὲν ἡ θεία καὶ ἀρχαιοτάτη μέμνηται Γραφή· οὐκ ἀναιδῶς δὲ μόνον ὁμόσε πρὸς τὰ κακὰ χωρεί ἀλλὰ καὶ τόκον διαβάλλειν δοκεῖ, καὶ ἁρπαγάς όρα νῶν, καὶ συμπάθειαν ποιεῖν παραινεῖ· ὡς ἂν ἐκ τοῦ χρηστός σύμβουλος εἶναι δοκῶν, διαλάθῃ εἰς τὰ χαίρια βλάπτων ὁ δείλαιος· καὶ ἐν τούτοις τὴν καθ' ἡμῶν νίκην ευξάμενος τὸν πρῶτον φλήναφων Έστησεν. ΕΛΕΓΚΤΙΚΟΣ Β'. μα'. Δεύτερος τῆς μυθοπλαστίας τοῦ Μωάμεν Ο λόγος Εἰς τοὺς τοῦ ᾿Αμράν 'Αβραὰμ] ἐπισ ε!. γέγραπται· εὐθὺς δὲ ἐξ εἰσόδου τὸ ἐκ Θεοῦ δεδόσθαι τὸ τοιοῦτον γράμμα ἀποφαίνεται καὶ αἰτίαντούτου προστίθησι, τὸ εἶναι βεβαιωτικὸν τῶν πρὸ αὐτοῦ κατενεχθέντων· τὰ δὲ κατενεχθέντα πρὸ το τοῦ, ὁ νόμος, φησὶν, ἐστὶ καὶ τὸ Εὐαγγέλιον, ὁδήγησις τοῖς ἀνθρώποις καὶ σωτηρία· σκοπεῖτε οὖν εἰ ἄρα κατὰ τὴν ἐπαγγελίαν ταύτην, βεβαιωτικὸν τοῦ νόμου καὶ τοῦ Εὐαγγελίου, ἐν τοῖς ἐξῆς διὰ πραγμάτ των δειχθήσεται· ἤτοι ἐκεῖνα κυροῦν καλῶς καὶ ἀνεν δεῶς ἔχειν, ὡς γέγραπται, ἢ τὰ ἐλλείποντα ἀναπληροῦν· ὡς εἴ γε μηδὲν τούτων ἐπ' αὐτοῦ, ἡ τοιαῦταν θεωρηθείη, ψεύδεται· καὶ ἐκ ψευδούς προεληλυθώς στήματος, καὶ τοῦ πατρὸς τοῦ ψεύδους ἀπελέγχοιτο. Ικανῶς οὖν ἐφεξῆς τὰ συνήθη ἀδολεσχήτας, έτσι ρίδος τινὸς Ιαμβρα ἥτις καὶ ἄπται πώποτε ἀπὸ μέρους, καὶ τὴν ταύτης εὐχὴν καὶ εὐχαριστίαν ικέτιν εποιήσατο ἐπὶ τῇ συλλήψει Μαρίας τῆς μην τρός, φησίν, Ἰησοῦ· καὶ ὅτι ἐν τῷ ναῷ ταύτην ἀνα ἔθετο· καὶ παρὰ τοῦ Κυρίου, φησίν, ἀποδέδεκται, καὶ ὑπὸ τοῦ Ζαχαρίου προσείληπται· καί ποτε αὐτοῦ εἰσελθόντος ἐν τῷ ναῷ, καὶ τροφὴν θείαν παρ' ἑαυτῇ έωρακότος, καὶ ἐπερωτήσαντος πόθεν ἐληλύθει, παρά Θεῷ φάναι, αὐτόν τε ἐκεῖσε αἰτῆσαι παρὰ Θεοῦ τέχνον· καὶ ἐπαγγελθῆναι λαβεῖν Ἰωάννην άνδρα
col. 727–728page 29 of 76
PG 105:727Είκαιον καὶ προφήτην· ἀμφιβάλλοντος δὲ αὐτοῦ πῶς ἐπὶ γήρως ἕξει υἱὸν, ἐπιτίμιον λαβεῖν σιωπὴν ἡμε τῶν τριῶν· ἐφεξῆς δὲ τοὺς ἀγγέλους εἰσάγει πρὸς Μαρίαν εἰρηκότας, ὅτι Σὲ ὁ Θεὸς ἐξελέξατο ὑπὲρ τὰς ἀπ' αἰώνων γυναῖκας· τοῦτο δὲ ἐκ τῆς ἐξηγήσεως τοῦ ἀφανοῦς πράγματός φησι πρὸς τὸν Μωάμετ, ὡς αὐτὸς λέγει ὁ πρὸς αὐτὸν λαλῶν· Ὅπερ κατηνέγκαμεν εἰς σέ, σοῦ μὴ ὄντος ἐκεῖσε ὅτ' ἂν ἤπλωσαν αὐτῶν τὰς ἀγκάλας ἄγγελοι, ποῖος ἐξ αὐτῶν προσδέξεται τὴν Μαρίαν· καὶ οὐκ ἦς ἐκεῖσε· τοὺς δὲ ἀγγέλους πρὸς αὐτὴν φάναι· Ο Θεός, φησίν, εὐαγγελίζεται σε τὸν Λόγον αὐτοῦ· Χριστὸς Ιησούς υιός Μαρίας ἐπιτυγχάνων ἐν τῷ βίῳ τούτῳ, καὶ ἐν τῷ μέλλοντι ὑπάρχων, ὧν ἐκ τῶν ἐγγιζόντων, καὶ λαλῶν τοῖς ἀνθρώποις ἀπὸ σπαργάνων, φησίν, ὑπάρχων πρεσδύτης καὶ ἐκ τῶν χρησίμων· εἶτα εἰσάγει ταύτην πειρωμένην μαθεῖν πῶς ἔσται ταύτῃ υἱὸς ἄνευ ἀνδρός· τοὺς δὲ φάναι· Ο βούλεται ὁ Θεός, τοῦτο καὶ γίνεται· καὶ παρὰ τῶν ἀγγέλων δὲ λέγει αὐτὴν μεμαθηκέναι τὴν σοφίαν καὶ τὴν Γραφὴν καὶ τὴν νόμον καὶ τὸ Εὐαγγέλιον, καὶ ἀπεστάλθαι ἀπό στολον πρὸς τοὺς υἱοὺς Ἰσραήλ. Εἶτα εἰσάγει τὸν Χριστὸν ὄρνει ἐκ πηλοῦ πεποιηκότα, ἐμφυσήσαντα, καὶ ζωώσαντα ταῦτα· καὶ τυφλούς και λε προὺς ἰασάμενον, καὶ νεκροὺς ἀναστήσαντα, καὶ προγνώστην· καὶ ὅτι Θεὸν αὐτοῦ τὸν Θεὸν τῶν ἀν θρώπων ἐκάλει· καὶ ἔτι ἐξελέξατο ἑαυτῷ τοὺς ἀπο στήλους· καὶ ὅτι εἶπεν αὐτῷ ὁ Θεό; Εγώ σε υπου βάλλω θανάτῳ, καγώ σε ανυψώ πρός με, καὶ καθαρίσω σε ἐκ τῶν ἀρνησαμένων· καὶ καταστήσω ο τοὺς ἀκολουθήσαντάς σοι ἐπάνω τῶν ἀρνησαμένων ἐν τῇ ἡμέρᾳ τῆς ἀναστάσεως· τοὺς δὲ ἀρνησαμέ τους κολάσω κόλασιν βαρείαν ἐν τῷ μέλλοντι, καὶ οὐκ ἔστιν αὐτοῖς ἔκδικος· τὸ δὲ εἶδος τῆς ὁμοιώσεως Ἰησοῦ φησιν εἶναι κατὰ τὸ εἶδος τοῦ πρώτου Ἀδὰμ ὃν ἔπλασεν ὁ Θεός· καὶ προστίθησι λέγων· Αὕτη ἐστὶν ἡ ἐξήγησις ἡ ἀληθινή. με. Αληθινὴν δὲ ταύτην εἰπὼν, δηλονότι τῶν θείων Ευαγγελίων, ὡς ψευδῆ ἀπεκρούσατο· τοῦ γὰρ παρὰ τοῖς θείοις Ευαγγελίας Ἰαμβρὰ τῆς Θεοτόκου γεννήτωρ καταγγέλλεται; Τί δὲ ποιήσομεν τους παρὰ τῷ Λουκῷ κειμένους ἐννέα τῆς σιωπῆς Ζαχαρίου μήνας, καὶ τρεῖς ἡμέρας μόνας τούτου ταύτην γεγενῆσθαι λέγοντος; ποῦ δὲ ὄρνεα ἐκ πην τοῦ παρὰ τῷ Ἰησοῦ πλαττόμενα καὶ ψυχούμενα; ἀλλ᾽ ὄντως ὡς ἀληθῶς ἐκ τοῦ ἀφανοῦς διακένου τῆς αὐτοῦ παρανοίας ταῦτα πέπλασται· αὕτη ἐστὶν βεβαιωτικὴ τῶν πρὸ αὐτῆς γραφή; ἀλλ' ὡς ἔοικεν ἐπ ελάθετο ὧν ἐπήγγελτο ή τάχα κακουργεί κανθάδε, κἂν μὴ διέλαθεν· δύο γὰρ αὐτῷ περὶ τὸν Κύριονἡμῶν Ἰησοῦν Χριστὸν προκειμένων τρόπων, καθ' οἷς τὸ Θεὸς ἀληθῆς εἶναι ἀναιρεῖν πειράσεται, ἑνὸς μὲν τοῦ μηδαμή μηδαμώς αὐτὸν ἐληλυθέναι ἀπο δεῖξαι σπουδάσαι, ἑτέρου δὲ τοῦ ἐληλυθότος μὴ Θεὸν, ἀλλ᾽ ἄνθρωπον ψιλὴν ἐπιφημίσαι, ὡς δυσχερούς αὐτῷ ἀγκάλας αστραγάλους, καλά μους.
col. 729–730page 30 of 76
PG 105:729τὸ Μέκεχ καὶ ὅτι εἰσὶ σημεῖα ἐν αὐτῷ φανερά ἐν τῷ στόματι 'Αβραάμ· οὐδὲν δὲ τούτων εύρηται μέχρι δεῦρο ὡς οἱ βαπτιζόμενοι ἐξ αὐτῶν ὁμολογοῦσιν· ἡπάτα δὲ ταῖς ματαίαις αὐτοῦ κενοφωνίαις ὁ ἄθεος τοὺς βαρβάρους· ὄντως ἐφώνησε πέρδιξ, συνήγαγεν ὡς ἃ οὐκ ἔτεκεν· εἶτα μετὰ μα κράς φλυαρίας περὶ ἑαυτοῦ ὡς ἐκ προσώπου τοῦ ἐν αὐτῷ ἐμπνεύσαντος ἀγρίου δαίμονος, τάδε φησί Ο δὲ Μωάμετ οὐκ ἔστιν εἰ μὴ ἀπόστολος Ως ἔοικε γὰρ διὰ τὰς μυρίας ψευδηγορίας πεφόβητας με τις μείζονα δόξαν περὶ αὐτοῦ ὑπολάβοι, καὶ ἤτοι ἀρχάγγελον ἢ ἄγγελον αὐτὸν ὑποτοπάσαι· ὁ δὲ Μάμετ οὐκ ἔστιν εἰ μὴ ἀπόστολος· παρῆλθον δὲ καὶ πρὸ αὐτοῦ ἀπόστολοι. • Ἐὰν ἀποθάνῃ, ἡ σφαγή ἀποστρέφεται εἰς τὰ ὀπίσω ο θαυμαστὸς ὁ τοῦ βαρβάρου θεός, μὴ εἰδὼς ἐντελῶς τὸ ἐκβησόμενον περὶ τὸν αὐτοῦ ἀπόστολον· ἀλλ', ο Ἐὰν ἀποθάνῃ, * σφαγή, φησίν, ἀποστρέφεται εἰς τὰ ὀπίσω· ν εἶτα ἀκριβῶς φησιν· «Οἱ βάρβαροι τὴν ἐντολὴν τοῦ Θεοῦ αὐτῶν φυλάξαντες, ὑπέστρεψαν εἰς τὰ ὀπίσω· ο ἀλλ᾽ ἕξει ἐκ τούτων συνιδεῖν τὴν περιενεχθεῖσαν αὐτοῖς ἐκ τοῦ ἀπαταιῶνος πλάνην· καὶ δυοῖν θάτερον λογι σαμένους δέξαι κατέχειν, ἢ ὅτι τύχῃ τινὶ περιγέγονεν ἡμῖν τὸ κατάρξαι τοσαύτης χώρας (οὐδὲν γὰρ θαύμα βαρβάρους ὄντας τοῦτο ὑπονοῆσαι), ἢ ὅτι ἄξιοι μυρίων αἰκισμῶν οἱ προκατέχοντες τους τόπους τού τους δι' ἁμαρτίας ἐτύγχανον καὶ λόγον ἐκτίσεως αὐτοῖς παρ' ἡμῶν ὁ Θεὸς ἀπαιτῶν, κατακρατεῖν ἡμᾶς πεποίηκε· καὶ οὐδὲ τοῦτο τῷ Μωάμετ δια φέρει, κἂν αὐτὸς ἑαυτὸν εἰς μέσον προέρρηξε, καὶ ξδοξέ τις εἶναι μηδὲν ἄν· ἀλλ᾽ ὄντως ἀνὴρ ἄτρων οὐ γνώσεται, καὶ ἀσύνετος οὐ συνήσει· ἄρχεται δὲ Εφεξῆς εἰς πόλεμον τους βαρβάρους ἐκστρατεύειν, καὶ ἑτοίμους ἀεὶ πρὸς τοῦτο εἶναι παραινεῖ· καὶ ἔτι Ἐὰν ὑμεῖς ἐν τούτῳ πυκτεύητε, ἡ δειλία τοὺς ὑπο εναντίους καθέξει· ταῦτά τε καὶ τούτοις ὅμοια παρ αινέτας, καὶ πρὸς ἀνθρωποκτονίαν αὐτοὺς παραθή €25, τὸν φλήναφὴν ἔπαυσεν. ΕΛΕΓΚΤΙΚΟΣ Γ. με'. Ο τρίτος τῆς μυθοεπείας τῷ Μωάμετ λόγος πιγέγραπται μὲν εἰς τὰς γυναῖκας· διατάττει δὲ εἷς δεῖ μίγνυσθαι καὶ αἷς οὐ δεῖ ἀπὸ συγγενείας, οὐ μακρὰν τοῦ παλαιοῦ νόμου· μετέπειτα δὲ τοῦ πο κευμένου αὐτοῦ πάλιν δράττεται κεφαλαίου, τοῦ μὴ δεῖν τοὺς βαρβάρους οἴεσθαι ἀνθρώπινα τὰ γεγραμμένα εἶναι, ἀλλὰ τῆς ὑπερτάτου φύσεως καὶ γυμνάζειν δοκιμάζει λογισμούς, ὅτι Εἰ καὶ, ὡς εἰκὸς, διαπορεῖτε, Πόθεν εἰσόμεθα εἰ τοῦ Θεοῦ ἐστιν αὕτη ἡ γραφή; μηδέν τι φορτικὴν ἑαυτοῖς ἐπαγάγοιτε, ἐξ ετάζοντες τὰ γεγραμμένα, ἢ συγκρίνοντες πρὸς ἕτερα, ἀλλ' ἀπόδοτε πρὸς τὴν τῆς κρίσεως ἡμέραν, κἀκεῖ μαθήσεσθε, εἴτε ἀληθῆ εἴτε ψευδῆ ταῦτά εἰσιν· ὡς ἂν εἰ ἔλεγε· Μηδὲν τῶν χαρακτηριζόντων τὸ κατ'
col. 733–734page 31 of 76
PG 105:733κείοι τῆς γραφῆς, τοῦ κατενέγκαι ἐπάνω αὐτῶν γρα φὴν ἐκ τοῦ οὐρανοῦ· καὶ γὰρ ᾐτήσαντο τὸν Μωϋσῆν μεγαλύτερα τούτων, καὶ εἶπον· Δεῖξον ἡμῖν τὸν Θεὸν φανερῶς· καὶ ἔλαβεν αὐτοὺς τὸ θεῖον διὰ τὰς ἀδικίας αὐτῶν.» Καίτοιγε οὐ γέγραπται ὅτι ἀνηρέθησαν διὰ θείου, ἀλλ' ὅτι μᾶλλον παρητήσαντο μὴ ὀφθῆναι αὐτ τοῖς τὴν τοῦ Θεοῦ· δόξαν. 'Αλλ' ὁ πεφαλσευμένος οὗτος πάντα πρὸς τὴν οἰκείαν πλάνην καὶ ἀπώλειαν τὰ τῆς θείας Γραφής κατέστρεφεν· τοιγαροῦν τοὺς τὴν ψυχὴν στρεβλωθέντας διὰ τοῦ στρεβλοῦ αὐτοῦ μύθου κατέπε:θεν, ὡς εἰ καὶ παρ' αὐτοῦ τι τοιοῦτον ζητήσειαν οὗτοι, πάντως ἀπολοῦνται· ἕτερόν τινα τοιοῦτον τρόπον ἔχοντα δύο τῶν παρ' αὐτοῦ σπουδαζομένων πιθανότητας, ὡς ἐδόκει, μίαν μὲν εἰς τὸ αὐτὸ τοῦτο συνάδουσαν, τὸ μὴ δεῖν αὐτὸν ἀπιστηθῆ και τοιαῦτα παραφρονοῦντα· ἑτέραν δὲ τὸ ὅλον μυ στήριον τῆς Χριστιανῶν ἐλπίδος ἀποκενοῦσαν· δια βάλλειν γὰρ δῆθεν δοκῶν Ἰουδαίους ὡς ἀπειθεῖς Θεοῦ γεγονότας καὶ προφητοκτόνους, τὸ ἀσφαλὲς ἑαυτῶν ἐκ τῆς εἰς αὐτοὺς ἀγανακτήσεως τοῦ Θεοῦ ἐνόμισεν· φησὶ γάρ· «Διὰ τὴν ἀδικίαν τῶν Ἰου δεισάντων, ἐκωλύσαμεν ἐπάνω αὐτῶν ἅπερ ἐξ ὧν αὐτοῖς εἶπαν· καὶ ἑτοιμάσαμεν ἐξ αὐτῶν κόλασιν ἄνευ δικαίου. σφοδράν· καὶ διὰ τὸ φονεῦσαι αὐτοὺς τοὺς προφήτας μη'. Ἡ δὲ κατὰ τοῦ μυστηρίου τῆς Χριστιανικῆς εὐσεβείας σκαιωρία ἔστιν αὕτη· Προσποιεῖται δῆθεν προΐστασθαι τοῦ Χριστοῦ, καὶ τὴν εἰς αὐτὸν παρά Ἰουδαίων γεγενημένην ἀναιρεῖν ὕβριν, τοῦ τε σταυ τοῦ καὶ θανάτου· ὡς ἂν τούτου ὡς παρὰ εὐνοουμένου παραδεχθέντος καὶ πιστευθέντος, ἡ ἀνάστασις ἐπιλείψῃ· ταύτης δὲ μήτε πραχθείσης μήτε πιστευθείσης, εἰς κενὸν αἱ τῶν Χριστιανῶν ἐλπίδες οἰχήσονται φησί γοῦν· Καὶ τοῦ λέγειν Ιουδαίους, Ημείς ἐξονεύσαμεν τὸν Χριστὸν τὸν Ἰησοῦν υἱὸν Μαρίας ἀπόστολον Θεοῦ· οὐκ ἐφόνευσαν αὐτὸν οὐδὲ ἐσταύρωσαν αὐτόν, ἀλλ' ώμοιώθη αὐτοῖ;· οἵτινες δὲ ἀμφιβάλλουσι δισταγμῷ ἐξ αὐτοῦ, οὐκ ἔχουσιν εἰς αὐτὸν εἴδησιν, εἰ μὴ ἀκολουθίαν τοῦ νομίζειν· καὶ οὐκ ἐφόνευσαν αὐτὸν ἐν ἀληθείς, μᾶλλον ὕψωσεν αὐτὸν ὁ Θεὸς πρὸς ἑαυτόν.» Εντεῦθεν μανθάνομεν ὅτι ὁ διάβολος μετασχηματίζεται εἰς ἄγγελον φωτός καὶ οὐ θαυμαστὸν, εἰ καὶ οἱ αὐτοῦ θεράποντες τοῦτο ποιοῦσιν· καὶ τῶν τοῦ Κυρίου δὲ ῥημάτων νῦν εἴκαι ρον μνημονεῦσαι, ὅτι εἰ δυνατὸν καὶ τοὺς πιστού; ἀπατῆσαι· ὁρᾶτε γὰρ εύνοιαν ἐπιβουλῆς πλήρη, καὶ ἀπολογίαν κατηγορίας μεστὴν, καὶ δόγμα ἀναστρέφον τὴν ὅλην τοῦ Θεοῦ οἰκονομίαν· ἔστω γὰρ μὴ παραχωρεῖν αὐτὸν ὡς Υἱὸν Θεοῦ ἀναστῆναι, διὰ τί μὴ ὡς ἀπόστολον Θεοῦ, ὡς αὐτὸς αὐτὸν ὀνομάζει; τοῦτο δίδωσι διὰ δύο αἰτίας· μίαν μὲν, οἰηθεὶς, ὅτι Πάντως καμὲ ἀναστῆναι ἀπαιτήσουσιν, ὡς αὐτὸν, οἱ βάρβαροι, εἴπερ κἀγὼ ἀπόστολός εἰμι Θεοῦ· τούτου δὲ μὴ γενομένου περὶ ἐμὲ, καύσουσι πάντως καὶ τὰ ὀστα Φησὶν ὁ Μωάμεθ μὴ ὑπὸ τῶν Ἰουδαίων τὸν Χριστὸν ἀναιρεθῆναι μήτε σταυ ρωθῆναι, ἀλλά τινα ἕτερον ἐκείνῳ ὅμοιον· καὶ κατά φαντασίαν ἐδόκει τὸν Χριστὸν ἐσταυρώσθαι, Μανι χαίοις ἀκολουθῶν.
col. 737–738page 32 of 76
PG 105:737τοιοῦτον τὸ φιλάνθρωπον τοῦ ἀπανθρώπου σχῆμα, καὶ ἡ σκηνή τοῦ μυθαρίου αὐτοῦ· ἐλέγχεται δὲ ἐκ τοῦ μηδέν το προφητικὸν σημείον παρ' αὐτοῦ εὑρί σχεσθαι. να'. Τὰ ειωθότα δὲ αὐτῷ ψευδηγορῶν κατὰ τῆς θείας Γραφής μνημονεύει τοῦ θανάτου "Αβελ, καὶ κέρακα λέγει αὐτοῦ σῶμα θάψαι έρωντος του Κάϊν, καὶ ἐκ τούτου εἰς κατάνυξιν ἐληλυθέναι· τῶν ἐπὶ σκηνῆς ταῦτα καὶ μεθυόντων ἢ μαινομένων. Ομαλίζων δὲ τὰς τῶν βαρβάρων καρδίας πρὸς τὸ παραδέξασθαι τὰς αὐτοῦ βλασφημίας, μέμνηται πάλιν Χριστοῦ καὶ τοῦ Εὐαγγελίου, καὶ ἑαυτὸν ἀνα τρέπων οὐ συνερᾷ φησὶ γάρ ο Απεστείλαμεν δὲ ἀκόλουθον τούτων, πάντων δηλαδὴ τῶν προφητῶν, Ἰησοῦν τὸν υἱὸν τῆς Μαρίας εἰς τὸ ἀληθοποιῆσαι τὰ πρὸ αὐτοῦ τὰ τοῦ νόμου, καταγαγόντες αὐτῷ καὶ τὸ Εὐαγγέλιον, ἐν ᾧ ἐστιν ὁδήγησις, φῶς, καὶ δικαιοσύνη, κατὰ τὴν δύναμιν τοῦ πρὸ αὐτοῦ νόμου, εἰς ἐδήγησιν καὶ ἐπαγγελίαν τοῖς φοβουμένοις, καὶ εἰς τὸ κρίναι τοὺς τοῦ Εὐαγγελίου· ἕνεκεν τῶν, κατήγαγεν ὁ Θεὸς ἐν τούτῳ· καὶ ὅστις ἂν κρίνῃ εἰς ἅπερ κατήγαγεν ὁ Θεός, οὗτοί εἰσι παράνομοι. ο 'Αρά γε ἐπεγίνωσκεν ἅπερ παρελάλει ὁ μάταιος; εἰ γὰρ ἀλη θοποιῆσαι τὰ πρὸ αὐτοῦ τὰ τοῦ νόμου, ἦλθεν ὁ Χριστὸς, καὶ τὸ Εὐαγγέλιον φῶς καὶ ὁδήγησιν τοῖς ἀνθρώποις δέδωκεν, ὡς σὺ ὁμολογεῖς, καὶ τὸ κρίσιν αὐτὸς ποιεῖν μέλλει, σοὶ τί περιλείπεται εἰσενεγκεῖν τοῖς ἀνθρώποις; Οὐδὲν, ἀλλ᾽ ἢ κατὰ τὸ σὲν στόμα, ψευδοποιῆσαι τὰ πρὸ σοῦ, καὶ σκότος καὶ παροδηγίαν δοῦναι τοῖς ἀνθρώποις, καὶ ἐν τῇ κρίσει τοῖς σε παι ραδεδεγμένοις καταδικασθῆναι. να'. Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ ὥσπερ εἰς τὴν οἰκείαν ἐπανασφήλας μανίαν, τάδε φησίν·. "Αε ὑμεῖς εἰ πιστεύσαντες (πρὸς τοὺς βαρβάρους φωνῶν), μή γίνεσθε ἀντιλήπτορες Ἰουδαίων ἢ Χριστιανῶν· ὅστις γὰρ ὑπερασπίζεται αὐτῶν ἐξ ὑμῶν, οὗτος ὑπάρχει ἐξ αὐτῶν.» Ταῦτα τῷ ὁδηγηθέντι λαῷ παρὰ τοῦ Εὐαγγελίου Χριστοῦ, ὡς ἔλεγες, τῆς εἰς Θεὸν ἕνεκεν εὐσεβείας ἀποδίδως τὰ γέρα, εἰκότως γε· τί γὰρ καὶ ἄλλο ὁ διάβολος καὶ οἱ τούτου θεράποντες παρέξουσι τοῖς ἐχθροῖς αὐτῶν; ἔστω Χριστιανοῖς μὲν τὴν παντ ουργὸν καὶ ζωαρχικὴν ἁγίαν Τριάδα ὁμολογοῦσι, ταῦτα ὑπομένειν κελεύει· Ἰουδαίοις δὲ τοῖς ἐπαγγελλομέν νας τὴν τοῦ Ἀβραὰμ πίστιν ἀποσώζειν, διά τί τὰ αὐτὰ προξενεῖ; οὐκ ἔξω τῆς κακοφροσύνης αὐτοῦ καὶ τοῦτο· ᾔδει γὰρ ὅτι τὴν Χριστοῦ θεότητα ὁ νόμος ἀποδείκνυσι· διὰ τοῦτο ἀμφοτέροις ἐχθραίνειν κε λεύει, καθ' ὅλου θεομάχος ὑπάρχων· ὅτι δὲ ταῦτα παραπαίων ἔγραφεν, ἢ τὰ πρότερον, ἢ μᾶλλον εἰπεῖν τὰ πάντα, ἐντεῦθεν δῆλον. Επισυνάπτει γὰρ τούτοις ἕτερα όμοια και προσφωνεί Ἰουδαίους τε καὶ Χρι-. στιανούς λέγων· "Με οἰκεῖοι γραφῶν, οὐδέν ἐστε. ἕως ἂν ἐξακολουθῆτε τῷ νόμῳ, καὶ τῷ Εὐαγγελίψ, καὶ τοῖς κατενεχθεῖσι παρὰ τοῦ Κυρίου ὑμῶν· προσ τίθεται γὰρ ἐκ τῶν κατενεχθέντων ἡμῖν παρὰ τοῦ μὴ κρίνη.
col. 739–740page 33 of 76
PG 105:739μου καὶ τὰ γεγραμμένα παρ' ἐμοῦ. Ετέραν δὲ, ὅτι Ο Εἰ δοθείη πιστωθῆναι τὴν ἀνάστασιν, οὐχ ἵσταται μου ὁ λόγος μέχρι τοῦ ἀπόστολον αὐτὸν ἀποκαλεῖν εἰ γὰρ ἀληθῶς ἀνέστη, καὶ ὅτα λέγει πιστευθήσεται λέγων δὲ ὅτι Υιός ἐστι Θεοῦ, τὸν ᾿Αγαρισμὸν παντάπασιν ἀναιρεῖ, μονοπρόσωπόν τινα πλάνην μυθευόμενον ἠνέσχετο οὖν κατὰ τὸν Ἡλίαν αὐτὸν ἀναληφθέντα φάναι, ἢ ἐκ νεκρῶν ἀναστῆναι· τοιαύτη ἡ τοῦ διαβόλου κακουργία. μθ'. Καὶ μετ' ὀλίγα πάλιν ἑαυτὸν ὁ μάταιος κατα αισχύνων, και μηδὲ αἰσθόμενος ὅπερ έπασχε, φη σίν ο Ο Χριστός Ἰησοῦς υἱὸς Μαρίας ἀπόστολος Θεοῦ ἐστι καὶ Λόγος αὐτοῦ, ἐν ἔρριψεν πρὸς τὴν Μαρίαν, καὶ Πνεῦμα ἐξ αὐτοῦ. ο 'Ανόητε καὶ παρά φρον· εἰ Λόγος Θεοῦ ὁ Χριστὸς, ὡς σὺ φῆς, ἀληθεί σει τάντα λέγων· λέγει δὲ ὅτι Υιές ἐστι τοῦ Θεοῦ τὸ γὰρ Εὐαγγέλιον σὺ αὐτὸ; εἴρηκας ἐκ Θεοῦ αὐτὸν μαθεῖν· πιστευθῆναι αὐτὸν δεῖ·· πιστευθέντος δὲ αὐτοῦ, ἡ σὴ δυσσέβεια ἐκ τῆς σῆς μαρτυρίας ἀνατραπήσεται· τοῦτο δὲ ἔστιν θαυμάσαι ὅτι καὶ Θεοῦ Λόγου τὸν Χριστὸν καλῶν, καὶ τὸ Πνεῦμα ἐξ αὐτοῦ λέγων, οὐ δεδύνηται τὰ ἐκ τῆς οὐσίας προερχόμενα του Θεοῦ, καὶ ἰδιοσύστατα ὄντα ὁμοούσια αὐτοῦ νοῆσαι, καὶ οὕτως ἕνα Θεὸν ἐν τρισὶν ὑποστάσεσι προσκυνῆσαι· ἀλλ᾽ οὐδὲν μᾶλλον τυφλοποιῶν ἀπαιδευσίας καὶ ἐν βραχείαις ἑτέραις φλυαρίαις, καταπαύει τὸν φλή ΕΛΕΓΚΤΙΚΟΣ Δ'. ν. Ο τέταρτος τῆς μυθολογίας τῷ Μωάμετ επιγέγραπται μὲν λόγος Εἰς τὴν τράπεζαν, παραλαλεῖ δὲ περὶ βρώσεως κρεῶν τῶν διὰ μαχαίρας, πλην χοιρείου· ὡς δῆθεν ἐκ τούτου καθαροὺς ἀποφήναι τοὺς βαρβάρους ἐπαγγελλόμενος· καὶ ἐπιορκίαν δὲ καὶ πορνείαν καταδικάζει τὸ δόξαι ἀγαθὸς εἶναι νομοθέτης· ἐπελάθετο δέ, ὡς πρότερον ἔλεγεν, ὅτι Συνέλθετε ταῖς ψυχαῖς ὑμῶν· ν καὶ καθαρίζειν αὐτοὺς εἰς εὐχὴν ἰόντας βούλεται, εἰ μὲν πάρεστιν, ὕδατι· εἰ δὲ οὐ πάρεστιν, χώματι· ὅπερ πᾶσι δῆλόνἐστιν οὐ καθαρτικὴν, ἀλλὰ πιναρὰν ἔχον φύσιν. Πάλιν δὲ τῆς περὶ φόβου αὐτοῦ ὑποθέσεως δράττεται ἐπειδὴ γὰρ ἤκουσε τοῦ Χριστοῦ λέγοντος, τέλος προ φητῶν εἶναι τὸν Ἰωάννην· καὶ τοῦ Ἀποστόλου είν πόντος, ο Πλήρωμα νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι, ο φοβηθείς μή τινων πρὸς αὐτ τὸν λεγόντων, Οὐκ ἔχομεν ἐπαγγελίαν ἑτέρου προ φήτου μετὰ Χριστόν· πόθεν οὖν σὺ ἑαυτὸν ἀπόστολον Θεοῦ καὶ προφήτην ονομάζεις; δόξει ψευδής εἶναι, ὁμολογεῖ καὶ αὐτὸς οὕτω ταῦτα ἔχειν εἰδέναι αἰτίαν δὲ τίθησιν τῆς ἐλεύσεως αὐτοῦ, τοῦ μὴ λέγειν ὑμᾶς, φησὶν, Οὐκ ἦλθεν ἡμῖν ὁ εὐαγγελιζόμενος κατασκευάζων ἐντεῦθεν, ὅτι Διὰ τὸ ὑμῶν συμφέρον ὁ Χριστὸς ἐψεύσατο· ψεύσασθαι δὲ αὐτὸν συνέβη πάντως τὰ μέλλοντα μὴ εἰδότα· ὥστε ἐμοῦ ἐλθόντος, ἐκεῖνος ἐψεύσατο· ψευσάμενος δὲ, οὐδὲ θεὸς ἂν εἴη
col. 741–742page 34 of 76
PG 105:741Κυρίου πλάνη καὶ ἄρνησις. Τι οὖν λοιπὸν εἴπωμεν ἡμεῖς, ἀδελφοί, ἐπὶ τούτοις; ὄντως πρὸς μαινομένους ἡμῖν ὁ λόγος, ἐπί τε καλοῖς καὶ κακοίς ἀναισθητούς σιν· ὡσαύτως πρὸς τούτοις έτερα πάμπολλα ψευσάμενος καὶ ματαιολογήσας δέξας τε διαβάλλειν ἐκ τῶν ταπεινῶν τῆς ἐνανθρωπήσεως τὸν Χριστόν, μοναχῶν τε καὶ ἱερέων κατηγορήσας, ὅτι πολλῆς κατανύξεως καὶ δακρύων πληροῦνται, ἐπὶ τῇ ἀναγνῶς σει τῆς αὐτοῦ γραφῆς, ὅπερ παράλογον, πάλιν ἐπε αναλαβών περὶ Χριστοῦ, καὶ εἰσαγαγὼν αὐτὸν παρὰ Θεοῦ ὑπομιμνησκόμενον, ὧνπερ δι' αὐτοῦ, φησί πεποίηκε σημείων· καὶ ἐρωτώμενον, εἰ αὐτὸς ἑαυτὸν καὶ τὴν αὐτοῦ μητέρα θεοὺς ἔχειν τοὺς ἀνθρώπους ἐπέτρεψεν, καὶ διαρνούμενον δῆθεν, ὡς ἐκ τούτου αὐτὸν διαρνησάμενον φάναι ἀποδείξαι ὅτι θεὸς οὐκ ἔστι· καὶ ἀποπαῦσαι Χριστιανοῖς Θεὸν ὁμολογεῖν τὸν Χριστόν· ποὺ δὲ ταῦτα ἀνέγνω δ' ἀμαθέστατος; ἢ διὰ ποίας θεοφανείας ἐπέγνω; μᾶλλον δὲ οἰκειότερον εἰπεῖν, ὅτι οὔτε ἀνέγνω οὔτε ἐπέγνω τι τῶν δεόντων ἀλλὰ κατὰ τὴν ἔνδειξιν τῶν αὐτοῦ ληρημάτων, Μανιχαϊκῆς Γλύος καὶ σκότους ἀναμαξάμενος, τὴν δυσ ωδίαν τούτων ἐξώλεσεν, ἐν τούτοις τὸν τέταρτον ἄθλον ἀπέπαυσεν. ΕΛΕΓΚΤΙΚΟΣ Ε. νγ'. Ο πέμπτος μύθος τοῦ Μωάμετ Περὶ πτηνών ἐπιγέγραπται· δοκεῖ γὰρ καὶ αὖθις περὶ καθαρών διαλαμβάνειν ζώων καὶ ἀκαθάρτων· καὶ προτρέπεται τοὺς βαρβάρους τὰ πάντα ζῶς ἐσθίειν πλήν χαρου· ἐπείτοι τά τε αχθοφόρα, ἄνους τε καὶ ἡμισ νους καὶ καμήλους καὶ παντὸς τετραπόδοῦ ἀδεῶς ρίζων περικόπτει τὸν φλήναφον. μετέχειν. «Καὶ μὴ ἐξακολουθεῖτε, φησί, τῇ ὁδῷ τοῦ Σατανά· ο Σατανᾶν δηλονότι τὴν γράψαντα τὴν πα λαιὰν νομοθεσίαν, ἤτοι καὶ τὸ εὐαγγελικὸν κήρυγμα ὅλος δὲ αὐτοῦ λοιπὸν ὁ σκοπός σχεδὸν ἐν τούτῳ τῷ άθλῳ ἀγωνίζεται μὴ διαπιστηθῆναι, ὅτι ἐκ Θεοῦ τὰ τοιαῦτα τερετίσματα δέδεκται· εἰσὶ δὲ αὐτοῦ τὰ δο κοῦντα τοῦτα συνισταν λογύδρια, οὐ μόνον μή δει κνύντα, ἀλλὰ καὶ ἐκτρεπόμενα διὰ τὸ ἐξ ἀμαθίας ταῦτα προέρχεσθαι· καὶ ἄλλως ἀφωτίστου διανοίας καὶ ἀμεθέκτου θείας ἐλλάμψεως, καὶ οὐδὲ τοῦ πρά γματος φύσιν ἔχοντος συστήναι· παλλιλογία τε γὰρ πάλιν τὰ αὐτὰ κατὰ ταυτὰ, καὶ κατὰ τὰ αὐτὰ ἐπὶ τὰ αὐτά· καὶ τοῦ Χριστοῦ δὲ μνημονεύσας οὐδὲν ἧττον τῷ τρόπῳ ᾧ εἰρήκαμεν μέμνηται· καὶ οὕτως βαττα ΕΛΕΓΚΤΙΚΟΣ Γ. νδ'. Ὁ ἔκτος τῷ Μωάμετ μῦθος ἐπιγέγραπται μὲν Εἰς τὰ γνωρίσματα τουτέστιν εἰς τὰ παραστατικὰ σημεῖα καὶ τὰς ἀποδείξεις, ὅτι ἐκ Θεοῦ ἄθεν αὐτῷ ἡ τοιαύτη δέδοται γραφή· καὶ εὐθέως ἐκ προοιμίων τοῦτο κατεπάδει αὐτῷ ὁ πρὸς αὐτὸν ὑλεκτοδαίο μων, ἵνα δόξῃ καὶ αὐτὸς, ὡς εἰκός, κελευόμενος ταῦτα λέγειν, καὶ ἀνύποπτος πρὸς ἀπάτην γένηται " διδάσκει γὰρ αὐτὸν τὴν ἀρχέγονον τῶν ἀνθρώ
col. 743–744page 35 of 76
PG 105:743των ὑπόστασιν, ὅτι ἐκ πηλού κατ' εἰκόνα γεγένηνται, & καὶ ὅτι προστέτακται τοῖς ἀγγέλοις πάσι προσκυνῆσαι τῷ ᾿Αδάμ· καὶ τῶν λοιπῶν προσκυνησάντων, ὁ Βελίαρ μόνος οὐ προσεκύνησε· καὶ ὅτι ἐρωτηθεὶς διὰ τί μὴ προσεκύνησεν, αἰτίαν ἀποδίδωσι τὸ ἐκεῖνον μὲν ἐκ πηλοῦ γενέσθαι, ἑαυτὸν δ᾽ ἐκ πυρός· καὶ ὅτι ἐπ ετιμήθη παρά θεοῦ, καὶ ὅτι ἀντέλεξε τῷ θεῷ ἐπε απειλούμενος τῷ Ἀδὰμ διὰ τὴν εἰς αὐτὸν ἀγανάκτη σεν, τοῦ μὴ περιλιπεῖν αὐτὸν πλὴν ὀλίγων τῶν ἐξ αὐτοῦ σωζομένων· καὶ τὴν ἱστορίαν τὴν κατὰ τὸν παράδεισον, καὶ τὴν τοῦ Ἀδὰμ ἐξορίαν· οἱ οὖν τῆς Θείας Γραφῆς τρόφιμοι συνίετε πάντως τὰς προτροπὰς καὶ ματαίας προσθήκας τοῦ ἀπαταιώνος. νε'. Ὁ δὲ σκοπὸς αὐτοῦ εἰς τοῦτο ἀφορᾷ, ὅτι δὴ οἱ Θεοῦ ἀθετοῦντες ἐντολὴν, φησίν, ἀπόλλυνται· οἱ δὲ φυλάττοντες, σώζονται· τὸ δὲ τέλος ἑαυτῶν συντηρεῖ· κατασκευάζει δὲ αὐτὸ ἀπὸ ᾿Αδὰμ καὶ τῶν καθε εξῆς· ὡς ἐκ τούτου τῶν αὐτοῦ λόγων τήν πα ραδοχὴν πιστευθήσεσθαι ἐλπίσας· εὐθὺς οὖν παρεισάγει ἀδιάγνωστά τινα ληρήματα ἐξ ἀφανῶν προσ ύπων καὶ ἀνωνύμων εἰς κήρυγμα πρὸ τοῦ Νῶς ἐλθόντων· καὶ ἐν οἷς μὲν ἐπιστεύθησαν θείαν εύλο γίαν προεξενηκότα· ἐν οἷς δὲ ἠπιστήθησαν κατάραν μεγίστην. Μετά Νῶς, Ζάλετ τινὰ προφήτην καὶ ἀπόστολον εἰσηγεῖται ἀδελφὸν Θαμώθ, τὸν οὔτε γεγο νότα οὔτε παρ' ἄλλου ὀνομασθέντα πώποτε· ἐπὶ τὸ αὐτὸ τοῦτο παραγενόμενος καὶ κηρύξας· καὶ ἐφ' οἷς μὲν ἐπιστεύθη καὶ αὐτὸς τὸν Θεὸν εὐμενὴ παρέσχεν ἐφ᾽ οἷς δὲ ἠπιστήθη, διεφαυλίσθησαν, φησί, διὰ σεισμοῦ ἐν ταῖς αὐλαῖς αὐτῶν ἐξαρώμενοι. Μετὰ δὲ τοῦτον ἕτερον λέγει προφήτην καὶ ἀπόστολον καὶ κήρυκα, Μαδιανίτην τῷ ἔθνει αὐτοῦ ἀποσταλῆναι, Σαῖκ ὄνομα αὐτῷ· ὡσαύτως καὶ τοῦτον διαμαρτυρά μενον καὶ ποιήσαντα κατὰ τοὺς πρὸ αὐτοῦ, οὓς οὔτε Μωϋσῆς, οὔτε τις τῶν ἐλλογίμων ἀνδρῶν ἐπίσταται καὶ ἐπὶ τούτοις μέμνηται Μωϋσέως Θεὸν κηρύξαντος· καὶ ὅτι ἐν οἷς μὲν, φησὶν ὑπηκούετο, αἱ τοῦ Θεοῦ ἀντιλήψεις προέφθαζον· ἐν οἷς δὲ παρηκούετο, ἡ δίκη τοὺς ὑπευθύνους ἀνήλισκε· καὶ τῇ τοιαύτη ἀγωγῇ κεχρημένος ἐξ ἑτοίμου περὶ αὐτοῦ λέγει να'. «"Αε άνθρωποι· ἐγὼ ἀπόστολός είμι Θεοῦ πρὸς ὑμᾶς πάντας.» Καλώς γε ἔργον μὲν θείας δυ νάμεως ἐπιφερόμενος οὐδὲν, οὔτε σοφίας, οὔτε ἀρετῆς ἀξιολόγου, αὐτοχειροτονήτως δὲ καὶ πάσης ἀποδείξεως δίχα καὶ προαγγελίας, τὸ τοῦ ἀποστόλου ἀξίω μα δι' αὐτοῦ ἀπενεγκάμενος· καὶ τῆς τοῦτο ποιεῖν οὐ δύναται, τῶν πάνυ ἀφρονεστάτων καὶ ἀγνωσίαν Θεοῦ ἐχόντων; διότι Μωϋσῆς νομοθέτης, καὶ διὰ τί μὴ καὶ Φαραὼ νομοθέτης; ἀλλ' ὅ ποιεῖν, εἰ καὶ κακῶς, ὅμως γοῦν ποεῖν ἐνόμιζες, τούτου ὡς εὐκόλου μέσ μνησαι· δ δὲ προβλέψαι οὐκ εἶχες, παρεσιώπησας ἐγὼ δέ σε καὶ τοῦτο ὑπομνήσω· Μωϋσῆς μετὰ τοῦ νομοθέτης εἶναι, καὶ προφήτης ἐστί· καὶ τῆς προσ φητείας οσημέραι τὰς ἐκβάσεις θεωροῦμεν· σοῦ τὰ τι καὶ θαυμάσομεν; τὰς ἀσωτείας; τὰς σφαγάς; τοὺς ἐμπρησμούς; τὰς λεηλασίας; τὰς δυσφημίας; καὶ
col. 745–746page 36 of 76
PG 105:745τῆς θείας Γραφῆς τοὺς λιθασμούς; λίθων γὰρ χεί ρους οἱ ἀσεβεῖς σου λόγοι· Θεοῦ, φησίν, [εἰμὶ] ἀπό στολος φαίνῃ γάρ όντως ποιου Θεοῦ ἀπόστολος ὑπάρ χεις, τοῦ θεομάχου, τοῦ ψευδηγόρου, του συκοφάν του· οὐδὲν γὰρ τούτου πλέον σου ὁ τῆς ἀποστολής διδάσκει λόγο;· κἂν εἰ δυσωπεῖν ἐπιχειρεῖ; τοὺς ἀκούοντας ἐκ τῆς τοῦ ὄντως Θεοῦ προσηγορίας· ἀλλ' ἐλέγχῃ ἐκ τοῦ μηδὲν τῶν τῷ Θεῷ προσηκόντων γνω μαδοτεῖν, καὶ τοῦ αὐτὸν τὸν Θεὸν ἀνατρέποντα δυδ φημεῖν, καὶ προσάπτειν αὐτῷ ἃ οὐδὲ αὐτὴ τῶν πρα γμάτων ἡ φύσις ἐγχωρεῖ· πῶς γὰρ Σατανᾶς ἔσται, ὁ τὸν Σατανᾶν καταργῶν μετὰ σοῦ; ἢ οὐχὶ ὁδοὶ Θεοῦ αἱ ἐντολαὶ αὐτοῦ καὶ αἱ νομοθεσίαι αὐτοῦ ὀνομάζονται, ἂς σὺ ὁδοὺς φῆς εἶναι τοῦ Σατανά; να'. Εἶτα ἐπὶ τούτοις ὡς τοῦ πατρὸς τοῦ ψεύδους ὢν ἀπόστολος καὶ προφήτης, τῆς κατὰ τὴν ἀκροτόμου θαυματουργίας παρεισάγει τὰ νόθα αὐτοῦ μυ θεύματα, ὡς ἂν δόξῃ καὶ Μωϋσέως σοφώτερος και άκριβέστερος εἶναι ἐξηγητής, καί φησιν· ι Καὶ Εύρυσαν ἐξ αὐτῆς δώδεκα πηγαί.» Και μετ' ὀλίγον προστίθησιν (35)·. Οτ᾽ ἂν δὲ ἐπέμειναν οἱ Ἰου δαῖοι εἰς ἃ ἐκωλύοντο ἐξ αὐτῶν, εἴπομεν αὐτοῖς· Γέ νεσθε πίθηκοι 4 καὶ ἐγένοντο ἔνιοι πίθηκοι πεφίμως μένοι.» Τέω; εἰ καὶ μὴ ἄκαιρον ἦν τὸ τοῦ λόγου ξένον, ἀλλὰ πλείους αὐτὸ οἱ προστάξαντες. Πάλιν δὲ τῆς δι' ὅλου αὐτῷ τοῦ λόγου πλεκομένης μέμνηται δυσφημίας, τοῦ τὸν Θεὸν εἶναι τῶν κακῶν αἴτιον, και φησιν· ο Τὸν ὁδηγεῖ ὁ Θεὸς, ἐκεῖνος ἐστιν ὡδηγημέ νος· καὶ τοὺς πλανᾷ, ἐκεῖνοί εἰσιν ἐλλειμματισμένο... Καὶ μετ' ὀλίγα τὸ αὐτὸ βεβαιῶν, «ὅτι οὐ κυριεύω τῆς ψυχῆς μου ὠφέλειαν οὔτε βλάβην, ἀλλ' ὅπερ ὁ Θεός θέλει.» Καὶ ἐπιλαθόμενος ὅτι προφήτην ἑαυ τὸν πρὸ μικροῦ ἐπεφήμιζεν, λέγει·. Καὶ εἰ ἐγίνωσκον τὰ ἅπαντα, εἶχον πλεονάσαι ἐκ τοῦ ἀγαθοῦ καὶ οὐκ εἶχεν μου άψασθαι δεινόν. Οὐκ εἰμὶ ἐγὼ εἰ μὴ ἀνατάλτης καὶ εὐαγγελιστὴς λαοῦ πιστεύοντος δόξα δὲ μικρόν τι καταγνῶναι τῶν εἰδωλολατούν των· τοῦτο γὰρ ἀεὶ ὑποδύεται τὸ προσωπεῖον, μετά τὸ θεῖναι αὐτόν τι τῶν ἀπευκταίων καὶ ἀδέκτων, αποτέμνει τὸν φλήναφον. ΕΛΕΓΚΤΙΚΟΣ Ζ'. νη'. Ο έβδομος μῦθος τῷ Μωάμετ ανδροκτονίας και μιαιφονίας πεπλήρωται ἐπιγέγραπται γὰρ Περὶ μερισμοῦ σκύλων διανίστησι δὲ καὶ ἐξοπλίζει τοὺς βαρβάρους παντοίῳ τρόπῳ τοῖς τῶν Χρι στιανῶν αίμασι καταχραίνεσθαι· ἐξαιρέτως δὲ τῇ ἐλπίδι τῆς ἀποκειμένης, φησί, παρά Θεῷ μισθαποδοσίας ἐν παραδείσῳ τοῖς ὁμόσε χωροῦσι κατ' αὐτῶν πέμπτην δὲ μοῖραν τῶν σκύλων τῷ Θεῷ φησι διδόναι καὶ τῷ ἀποστόλῳ αὐτοῦ· οὐ γὰρ ἔδει μὴ καὶ τῶν κερδῶν αὐτοῖς κοινωνῆσαι τὸν καὶ τῆς ἀπωλείας απο τοῖς αἴτιον· ἔδει δὲ ἐκ μιαιφόνου λαοῦ καὶ μιαιφονω τέρου ἀποστόλου μιαιφόνους εἶναι τὰς πράξεις· εἰ ρωνευόμενος δὲ καὶ εἰρωνεύειν αὐτοὺς κελεύει· ἡμῶν αιτουμένων καὶ ἐν τούτοις καὶ τοῖς ὁμοίοις, τὴν ἐκε στρατείαν ἀπεσίγησε· τοῦτο δὲ δεῖ εἰδέναι, ὅτι συνιτών
col. 747–748page 37 of 76
PG 105:747τὴν διὰ τὰς ἀμέτρους ἡμῶν πλημμελείας ἐπενεχθεῖσαν ἡμῖν ὀργὴν ἐκ Θεοῦ, ὁ ἄθεος οὗτος βάρβαρος ἤρπασε τὸν καιρὸν εἰς τὴν κατὰ τοῦ Χριστοῦ βλασφημίαν, καὶ δι' οὐδεμίαν ἑτέραν αἰτίαν φησὶν ἡμᾶς εἰς χεῖρας αὐτῶν παραδίδοσθαι, ἢ διὰ τὸ σύνθρονον τῷ Πατρὶ τὸν Χριστὸν ὁμολογεῖν· διὸ συνεχῶς ἀποφαίνεται· οὐ γὰρ ὁδηγεῖ ὁ Θεὸς λαὸν τῶν παρανόμων πολλαχόθεν δὲ ἔστιν αὐτὸν ἀπελέγξαι τοῦτο κακώς τεκμαιρόμενον, φυσικῶς τε καὶ Γραφικῶς· γραφικῶς μὲν ἀπό τε τοῦ εὐσεβοῦς Ἰακὼν καὶ τοῦ βεβή του Ησαύ, Ἰωσὴφ δὲ καὶ Πετεφρή, Δαβίδ τε καὶ τοῦ ἀγνώμονος Σαούλ, Ναβουχοδονοσὼρ καὶ τῶν αἰχμ αλώτων προφητῶν, καὶ ἑτέρων πλείστων ὁμοίων φυ σικῶς δὲ ἀπό τε προβάτων καὶ ἀγρίων θηρίων καὶ τῶν ὁμοίων, ἃ οὐχ ὡς χείρονα καὶ τῆς εἰς Θεὸν εὐ χαριστίας ἀνεπιτήδεια τὴν ἅλωσιν ἐξ αὐτῶν ὑπομένει· ἀλλ' ὡς ἕτερόν τινα ἔχοντα λόγον ἀπόῤῥητον οὕτω τέτακται. ΕΛΕΓΚΤΙΚΟΣ Η'. νθ'. Ο όγδοος μῦθος τῷ Μωάμετ ἐπιγέγραπται μὲν, Εἰς τὴν μετάνοιαν· παραινεῖ δὲ τοῖς βαρ βάροις ὡρισμένον τινὰ καιρὸν τῷ πότε χρόνῳ προσο μεἶναι τοὺς Χριστιανούς, ὡς ἂν βούλοιντο τὰ καθ' ἑαυτοὺς διαθέσθαι· εἰ μὲν οὖν ἑαυτῶν ἐγκρατεῖς γέ νοιντο, καὶ ἀποδιαστῶσι τῆς τῶν βαρβάρων περικρα τήσεως, πόλεμον ἀναίρεσθαι πρὸς αὐτούς· εἰ δὲ μετ ταγνοίεν, φησί, καὶ θρησκεύουσι τὴν αὐτοῦ δυσσέβειαν, ἀδελφοὺς αὐτοὺς προσλαμβάνεσθαι· παραινεῖ οὖν τοῖς Χριστιανοῖς ὅτι κάλλιόν ἐστι μετανοήσαι καὶ ζῆν, ἢ Χριστιανίζοντας ἀποθνήσκειν· αὖθις τε ἀναιδῷς κατατυπεῖ τοὺς ἀθλίους βαρβάρους ἔν τε ἀπειλαῖς καὶ ἐλέγχοις καὶ ὀνείδεσιν ὡς καταρᾳθυ μοῦντας τοῦ σεβάσματος αὐτοῦ· καὶ ἐπὶ τούτοιςκατὰ τὸ πρότερον εἰρημένον πανούργημα ἐν ἑνὶ ἐλέγχῳ ἀμφοτέρους πειρᾶται ἐπιστομίζειν, Ἰου δαίους τε καὶ Χριστιανοὺς οὕτω παραλαλῶν ξ. «Λέγουσιν Ἰουδαῖοι ὅτι ὁ Ισραήλ ἐστιν υἱὸς Θεοῦ· καὶ λέγουσιν οἱ Χριστιανοὶ ὅτι ὁ Χριστός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· τοῦτό ἐστιν ὁ λόγος αὐτῶν διὰ τῶν στομάτων αὐτῶν· ἰσοφωνοῦσι τοῖς λόγοις τῶν ἀρνησαμένων ἐκ πρίν· φονεύσει αὐτοὺς ὁ Θεὸς, ἕνεκεν τῶν ἀρνοῦνται· ἐπελάβοντο τοὺς ἀπο στόλους αὐτῶν καὶ τοὺς ἱερεῖς κυρίους πάρεξ Θεοῦ καὶ τὸν Χριστὸν υἱὸν τῆς Μαρίας· καὶ οὐκ ἐκελεύσθησαν δουλεύειν εἰ μὴ Θεοῦ ἑνός.» Δύσνους ὁ βάρβαρος, ἐπεὶ ἀμαθὴς καὶ ἀπαίδευτος· εἰ γὰρ ὅλως προσῆν αὐτῷ λογικὴ σύνεσι;, ἔδει τὰ πρὸς τοὔνομα τοῦ υἱοῦ σημαινόμενα πρός θατέραν δόξαν τῶν ἐθνῶν προ αναφωνῆσαι, καὶ τοῖς γε πρὸς αὐτὸν μὴ σφόδρα έναν τίως φερομένοις ὁμαλώτερον ἐπιτιμῆσαι· τοὐναντίον δὲ τοῖς τὰ μάλιστα αὐτῷ διαμαχομένοις· οἵ τε γὰρ Ἰουδαῖοι οὐ γνήσιον υἱὸν Θεοῦ τὸν Ἰσραὴλ ὀνομάζουσιν, ἀλλ᾽ ἢ ὅσον ἀποδεῖξαι τὴν περὶ αὐτῶν τοῦ Θεοῦ ὑπερκειμένην πρὸς τὰ λοιπὰ ἔθνη διὰ τοὺς πατέρας στοργήν· πῶς οὖν ὁ υἱὸς τοῦ πατρὸς τοῦ
col. 749–750page 38 of 76
PG 105:749ἐπιλαβέσθαι πάρεξ Θεοῦ; Ερωτάσθωσαν Ἰουδαῖοι εξα ποτε τοῦτο ἐντεθύμηνται, ἢ ἐν Γραφαῖς αὐτῶν εἴρη ται κύριος αὐτῶν ὁ Ἰσραήλ· εἰ δέ γε Χριστιανοὶ τῷ ὄντι ἀληθῶς καθ' 8 πρέπον Θεῷ γνήσιον Υιόν, καὶ τῆς αὐτῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας τὸν Χριστὸν ὁμολογοῦσιν τῇ θεϊκῇ οὐσίᾳ, κατὰ τὴν καὶ παρ' αὐτ τοῦ τοῦ βαρβάρου ὁμολογουμένην ἐκ Θεοῦ δεδόσθαι γραφὴν τοῦ Εὐαγγελίου. Ει γάρ, ὡς ὁμολογεῖ, θεόθεν δέδοται τὸ Εὐαγγέλιον, ἐν αὐτῷ δὲ γέγραπται, ὅτι τρίτον ἄνωθεν ὁ Θεὸς ὑπὲρ Χριστοῦ ἐπεβόησεν· πῆ μὲν, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός; πῆ δὲ, Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω; τί ἄτοπον καὶ ξένον ποιοῦσιν οἱ Χριστιανοί, Θεὸν καὶ Θεοῦ Υἱὸν τὸν Χριστὸν ὁμολογοῦντες; τοῦ Θεοῦ αὐτὸ τοῦτο μαρτυ ψεύδους φάσκει αὐτοὺς κύριον ἑαυτῶν τὸν Ἰσραὴλ Ει ? ροῦντος, καὶ τοῦτο μὲν ἐκ τῆς ἐπαινουμένης παρ' αὐτῷ βίβλου τῶν Εὐαγγελίων· ἀλλ᾽, οἶμαι, οὐκ ἀνέγνω πώποτε τὴν τῶν θείων Εὐαγγελίων γραφὴν ὁ βάρβαρος, μόνην δὲ αὐτῶν τὴν προσηγορίαν ἀκούων ἐξεθείαζε· καὶ οὐκ ᾤετο ἐν αὐτοῖς γεγράφθαι ὅτι ἀληθῶς Υἱὸς Θεοῦ ἐστιν ὁ Χριστός. ξα΄.. Ἐκ δὲ τῶν ἀπείρων τῆς προγενεστέρας τῶν θεοπτικῶν καὶ προφητικῶν Γραφῆς· ἀστέρων γάρ τις ἀριθμῷ σχεδὸν ἁμιλλωμένας εὑρήσει τὰς ἀπο δείξεις, ἀπ' αὐτῆς τῆς πρωτογράφου βίβλου Μωϋ σέως ἕως Δανιὴλ τοῦ προφήτου καὶ τῶν λοιπῶν. Ὅτι γὰρ Μωϋσῆς ᾔδει τοῦ Θείου τὸ τῆς φύσεως μοναδικὸν, καὶ τῶν ἰδιοτήτων, ήγουν τῶν ὑποστάσεων, τὸ διάφορον, φανερόν· ἡνίκα ἔγραφε, Ποιήσωμεν ἄν θρωπον κατ' εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν. Καὶ ὅτι ἔφασκεν, Ἰδοὺ γέγονεν Αδάμ ὡς εἰς ἐξ ἡμῶν. ᾿Αλλὰ καὶ ὅτε ἔγραφεν, "Ακους, Ισραήλ, Κύριος ὁ Θεός σου, Κύριος εἰς ἐστι· τῷ αἰτίῳ καὶ τῇ οὐ σίᾳ καὶ συμπνοίᾳ ἐνιζομένην ἐγίνωσκε την Τριάδα φανερόν· ἢ γὰρ ἐναντία ἑαυτῷ ἔγραφεν, ἄνω μὲν τι θεὶς διάφορα πρόσωπα διαλεγόμενος, μετέπειτα δὲ ἕν μόνον ἐκήρυττεν είναι πρόσωπον τό τε λέγον καὶ ἀκοῦον καὶ ποιοῦν· ὅπερ ἀθέμιτον. Καὶ ὁ πάντων δὲ τῶν πάλαι προφητῶν ἐμφαντικώτατος Δανιήλ, τρα νῶς καὶ τὸν χρόνον ἐδήλωσεν τῆς Χριστοῦ ἐλεύσεως, καὶ τὴν αὐτοῦ ἀξίαν ἐσήμανεν, ἡνίκα λέγει· ἐθεώρουν, καὶ ἰδοὺ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου· καὶ αὐτῷ ἐδόθη ἡ τιμὴ, καὶ ἡ προσκύνησις, καὶ τὰ ἑξῆς· καίτοι τοῦ Παλαιοῦ τῶν ἡμερῶν καθεζομένου ἐπὶ τοῦ θρόνου. ξβ'. Ἀλλ᾽ ἀφείσθω τὰ ἀπὸ τῶν ἀρχαίων Γραφῶν ἀπ' αὐτῶν τῶν τοῦ Χριστοῦ προφρήσεων, καὶ τῶν τούτου ἐκβάσεων, εἴ γε συνιέναι ο μάταιος ίσχυε, τὸ τῆς θεότητος αὐτοῦ σέβας κατέλαβεν ἂν καὶ ἀπὸ τῆς τοῦ Ἰωάννου μαρτυρίας, ὃν προφήτην καὶ ἄνδρα δί καιον αὐτὸς καταγγέλλων ἀποδέδεκται ἢ καὶ ἀπὸ τῶν θαυματουργιῶν τῶν αὐτοῦ συμβόλων, τοῦ τάφου, φημὶ, καὶ τῆς ἀναστάσεως· ἀλλ' οὐδὲν τού των συνεώρακεν ο λοχαγωγός· οὐδὲ γὰρ ἦν αὐτῷ θείας φροντὶς ἐπιγνώσεως πώποτε, πλὴν ὅσον τοῦ
col. 751–752page 39 of 76
PG 105:751θηρᾶσαι διὰ τῆς προσηγορίας τῶν Γραφῶν τοὺς ἀκούοντας. Τί γάρ, φέρε εἰπεῖν, ἀληθῶς λέγων στοι χεῖν τὸν τοῦ φίλου αὐτοῦ λόγον ἐπὶ βεβαιώσει τινῶν πραγμάτων διηρνημένην, ἐπὶ ἔργῳ τίθεται τὴν ἐκείνου πίστιν; Εἰ δὲ καί τίς που εὑρεθείη τοοιοῦτος, ὑπὸ κατάραν ἐστί, κατὰ τὴν Γραφήν· Οὐαὶ γὰρ, φησὶν, ἁμαρτωλῷ ἐπὶ δύο τρίβους πορευομένῳ! ὥσπερ δὴ καὶ οὗτος ὁ ἄφρων τε καὶ ἀπάνθρωπος· οἱ μέν φασιν εἶναι τὸν Ἰσραὴλ υἱὸν Θεοῦ, οἱ δὲ τὸν Χρι στόν. Τί οὖν τοῦτο ἐναργὲς σημεῖον ψεύδους ἀεὶ κρί νεις, τὸ διαφόρων προσώπων ἀμφιβαλλόντων περί τινος μὴ συμφωνεῖν ἀμφοτέρους; καὶ ἀναίρεσιν οἴει τοῦ πράγματος παντελή γίνεσθαι όπηνίκα τινὲς περὶ αὐτοῦ διαφόρους ἔχωσι δόξας, καὶ τῇ τῶν ἑτέρων μερῶν ἀποφάσει; ἢ οὐδέτερον τούτων, ἢ παντάπασιν οὐκ ὢν ἀπελέγχεσθαι νομίζεις; ὑπέρευγέ σου τῆς φιλαλήθους γνώσεως· τί οὖν ποιήσεις ἡμῶν μὴ πι στευόντων τῷ Θεῷ σου, ἀλλὰ τῷ Θεῷ ἡμῶν, καὶ σοῦ τῷ νομιζομένῳ θεῷ σου πιστεύοντος, ἀλλ᾽ οὐχὶ τῷ Θεῷ ἡμῶν, εἰπέ; Σοῦ γάρ ἐστι κατὰ τὸν προφήτην ἀφρόνως εἰπεῖν, Οὐκ ἔστι Θεός· εἰ ἕτερος παρ' ἑκατέρων Θεός, ἴδε ποῦ αὐτῷ ὁ κραταιὸς ἔλεγχος αὐτοῦ κατέστραπτε· Οντως ἐπιστρέψει ὁ πόνος αὐτ τοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ βλασφημία αὐτοῦ καταβήσεται· εὐλόγως δὲ καὶ ὁ τῆς παιδίσκης υἱὸς φύσει δοῦλος, ἵν' οὕτως είπω, τυγχάνων, τὴν τοῦ υἱοῦ προσηγορίαν, οὐδὲ κατὰ χά ριν κατὰ τὸν Ἰσραὴλ φαντασθῆναι ἰσχύει· δουλοπρεπῶς ἀνηνεγμένος, καὶ δουλοπρεπώς μεμυημένος, καὶ τούτου πλέον οὐδέν. ξγ'. Ἐφεξῆς δὲ τὸ περὶ τὸν Ἀντίχριστον εἰρημένον σημεῖον τῷ ᾿Αποστόλῳ, ἐναργῶς ἐν τούτῳ ἔστιν εὐα ρεῖν «Κἂν ἀηδῶς ἔχωσιν οἱ ἀρνησάμενοι, Θεός ἐστιν ὁ πέμψας τὸν ἀπόσολον αὐτοῦ, εἰς ὁδήγησιν καὶ εἰς πίστιν ἀληθινὴν, τοῦ δεσπόζειν αὐτὸν ἐπάνω πάσης πίστεως.» Τοῦτο ταυτόν ἐστι τῷ, ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα· ἁπλῶς τοῦ δεσπόζειν αὐτὸν ἐπάνω πάσης πίστεως· ἐφαυλίσθη ἄρα παρ' αὐτῷ καὶ ἡ τοῦ 'Αβραάμ πίστις, καθ᾽ ἦν αὐτὸς πιστεύειν ἐνόμιζε καὶ οὐχ ὁ νόμος μόνον οὐδὲ τὸ Εὐαγγέλιον· ἐπάνω γὰρ πάσης πίστεώς φησιν· τὸ δὲ ἀληθινὴν, εἴρηται, ὡς πρὸς τὰς λοιπάς· οὐκ ὀκνῷ τοῦ λοιποῦ περὶ αὐτ τοῦ ἐντεθυμῆσθαι, ὅτι καὶ οὗτος Αντίχριστος ἐστιν ἀληθῶς· μετ' ὀλίγον δ' ὅποι φέρεται ὁ σύμπας τῆς θεομαχίας σκοπός, ἔκδηλος γίνεται· ὁ γάρ τοι έως τοῦ νῦν διισχυριζόμενος ὅτι Θεὸς Υἱὸν οὐκ ἔχει, οὐ θαῤῥῶν ἑαυτῷ ταῦτα φιλονεικοῦντι, ἀλλὰ διαλογισάμενος ὅτι τυχὸν καὶ ἔχει, οὐκ ἀναδύεται ἑαυτῷ τοῦτο προσάψαι τὸ πρόσωπον· εἰ καὶ ἐκ πλαγίου τοῦτο ἐπήγαγεν, καὶ προσποιεῖται οιονεί σχηματίζεσθαι βλαχίαν πάνυ αἰσχρὰν, και φησιν • Τινές συη νοῦσι σιαίνουσι] τὸν προφήτην, καὶ λέγουσιν ὅτι αὐτὸς Υἱὸς Θεοῦ ἐστι.» Καὶ οὐκ εἶπεν ὅτι ὁ Υιός, ἡ
col. 753–754page 40 of 76
PG 105:753; Υἱός ἐστιν, λογιζόμενος ἐν ἀνελεῖν ἀγωνίζεται, ἵνα μὴ γυμνὸς παντελῶς τοῦ δούλου καταληφθείς συν σκελισθῇ, ἀλλ' ὅτι αὐτὸς Υἱός ἐστιν· ὡς ἂν εἰ ἔλε γεν, ὅτι Εἰ θέλετε Υἱὸν Θεοῦ ὁμολογεῖν, ἐγὼ τοῦ λα λουμένου ἐγγύτερον· εἶτα βαττολογήσας τινὰ ἀσέ μνως, καὶ τῶν αὐτοῦ φλυαριῶν διὰ φλυαρίας τὰς ἀποδείξεις πιστοῦσθαι ἀβρυνόμενος, μέμνηταί τινων Θαμούτ, καὶ Μαδιάμ, καὶ Ματευχαμάτ πρὸς οὓς ἔφερον, φησίν, οἱ ἀπόστολοι αὐτῶν τὴν φανέρωσιν, ἀδήλων ὄντων τούτων καὶ ἀναποδείκτων, ὥσπερ δὴ καὶ αὐτός· καὶ εὐθέως ἐκστρατεύει καθ᾿ ἡμῶν τοὺς βαρβάρους, καὶ τὰ εἰς τοῦτο αὐτοὺς ἐρεθίζοντα καθυλακτήσας, ἀποκόπτει τὸν φλήναφος. ΕΛΕΓΚΤΙΚΟΣ Θ'. ξδ'. Ὁ ἔνατος τῷ Μωάμετ μῦθος ἐπιγέγραπται μὲν Εἰς τὸν Ἰωνᾶν, οὐδὲν δὲ τοῦ Ἰωνᾶ ἐν αὐτῷ φέρεται· ἀλλ᾽ εὐθέως ἐκ προοιμίων ὥσπερ μα χόμενος καὶ ἐγκαλῶν ἢ εἰρωνευόμενος επεισέρχεται λέγων· ο 'Αρα ἦν τοῖς ἀνθρώποις ξένον ὅτι ἀπεκάλυψεν ὁ Θεὸς πρὸς ἄνθρωπον ἐξ αὐτῶν τοῦ διαμαρτ τύρασθαι τοῖς ἀνθρώποις καὶ εὐαγγελίσασθαι τοῖς πιστεύσασιν ὅτι ἔστιν αὐτοῖς προκοπὴ ἀληθινὴ παρὰ τοῦ Κυρίου αὐτῶν;» ταῦτα δὲ ὡς ἐκ προσώπου δῆ θεν Θεοῦ λέγει περὶ αὐτοῦ· εἶτα εἰσάγει τοὺς καὶ, κατὰ τὸ εἰκὸς, διαπιστοῦντας καὶ λέγοντας, ὅτι οὗτος φαρμακός ἐστιν· τοῦτο αὐτὸς ὑπὲρ ἑαυτοῦ. Ἡμεῖς δὲ πρὸς τὸν πρῶτον λόγον οὐ πάνυ φαμὲν ξένον τὸ παρὰ Θεοῦ ἀποκαλυφθῆναι καὶ εὐαγγελισθῆναι τοῖς πιστεύουσιν, ὅτι ἔστιν αὐτοῖς προκοπὴ ἀληθινὴ παρ' αὐτοῦ· ἕως δ' ἂν ἀληθεύῃ τὸ, προκοπὴ ἀληθινή, περὶ αὐτοῦ· τούτου δὲ ψεύδους πεφηνότος, τὸν λέγοντα ἀποκεκαλύφθαι τι τοιοῦτον, ὡς ἄνομον ἀληθῶς, καὶ, ὡς αὐτός φησι, φαρμακὸν ἀποστρεφόμεθα· τόν τε γὰρ ᾽Αβραὰμ τοιοῦτον ἔγνωμεν, καὶ οὐ ξενιζόμεθα Θέλει γὰρ ὁ Θεὸς πάντας ἀνθρώπους σῶσαι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· ἐκ γὰρ τῆς εἰδώλων ἀγνωσίας προέβη ὁ ᾿Αβραὰμ εἰς προκοπήν ἀληθινὴν θεογνωσίας, διὰ τὸ ἀποκαλυφθῆναι αὐτῷ τοῦτο παρὰ Θεοῦ· καὶ τὰ ἔργα αὐτῷ τῆς θεοσεβείας εκδηλότερα γέγονε βεβαιοῦντα τὴν τῆς ἀληθείας ἐπίγνωσιν. Μετ' ἐκεῖνον πάλιν ἔγνωμεν Μωϋσέα ἀποκαλυφθέντα παρά Θεοῦ διαμαρτύρασθαι τοῖς ἀνθρώποις, ὅτι ἔστιν αὐτ τοῖς προκοπὴ ἀληθινὴ πιστεύουσι παρὰ τοῦ Κυρίου αὐτῶν· καὶ ἐγένετο τοῦτο· ἀπὸ γὰρ τῆς περὶ τὸν Αβραὰμ ἔτι ἀτελοῦς οὔσης θεογνωσίας καὶ πολι τείας, ἐπὶ τὴν μᾶλλον τελείαν θεογνωσίαν καὶ πολι τείαν ἀνῆγεν τοὺς αὐτοῦ ἐκγόνους ὁ τοῦ Θεοῦ νόμο;" εἰ γὰρ μὴ τοῦτο δοθῇ, περιττὰ καὶ ἄκαιρα πάντα τὰ τοῦ νόμου, τό τε σάββατον καὶ αἱ θεόδεκτοι θυσίαι, ἅτινα Αβραὰμ οὐκ ᾔδει, ὅπερ ἀδύνατον. Μετά Μωυ σέα, ἵνα καταχρήσωμαι τῷ τῆς ἀποκαλύψεως ὀνό ματι, ἕως ἂν ἡ ἔκβασις τὸ πᾶν δηλώσῃ, ἀπεκάλυψεν ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ τοῖς ἀνθρώποις, ὅτι ἔστιν αὐτοῖς προκοπὴ ἀληθινὴ τοῖς πιστεύουσι παρὰ Κυρίου" καὶ ἔσχεν ὁ λόγος τὸ ἔργον πέρας· ἥ τε γὰρ θεογνω
col. 755–756page 41 of 76
PG 105:755σία τρανοτέρα, καὶ ἡ πολιτεία ἀκριβεστέρα καθ.; έστηκε· καὶ δῆλον ἐν τῷ ἐκείνοις μὲν λέγεσθαι, μή 31. φονεῦσαι· ἡμῖν δὲ, μὴ ὀργισθῆναι. ξε'. Ἐπεὶ οὖν προκοπή ἀληθινὴ καθορᾶται, ἐπὶ μὲν ᾿Αβραὰμ ἀπὸ τῶν εἰδώλων ἀγνωσίας Θεοῦ ἐπὶ Θεῷ· καὶ μάρτυς ὁ βίος αὐτοῦ· ἀπὸ ᾽Αβραὰμ ἐπὶ τὸν νόμον προκοπὴ ἀληθινή· καὶ μαρτυρεῖ ἡ εὐταξία τῆς νομοθεσίας· ἀπὸ δὲ τοῦ νόμου ἐπὶ τὸν Κύ ριον ἡμῶν Ἰησοῦν Χριστὸν προκοπὴ ἀληθινή· καὶ μαρτυρεῖ τὸ ἀκριβὲς τῆς εὐαγγελικής πολιτείας οὐκ ἔστι ξένον τοῖς ἀνθρώποις, ὅτι ἀπεκάλυψεν δ Θεὸς πρὸς ἄνθρωπον ἐξ αὐτῶν τοῦ διαμαρτύρασθαι καὶ εὐαγγελίσασθαι τοῖς πιστεύουσιν ὅτι ἔστι προ κοπὴ ἀληθινή. Είδωμεν λοιπὸν εἰ καὶ ἐπὶ τοῦ Μωάμετ τοῦτο γεγονός εὕρηται· δοκεῖ γὰρ σεμνύνειν καὶ τὴν ᾿Αβραὰμ πίστιν, καὶ τὸν νόμον, καὶ τὸ Εὐαγγέλιον. καὶ τὸν μὲν ᾽Αβραὰμ καὶ τὸν νόμον, αὐτὸς οὐκ ὀφεί λει παραυξήσαι, τὸ μέντοι Εὐαγγέλιον ἐξ ἀνάγκης. Επισκεψώμεθα οὖν τίνα τῶν ἐντολῶν τοῦ Χριστοῦ ἐπηύξησεν· ἆρά γε τὰ περὶ τῆς ἀκτημοσύνης; ἆρά γε τὰ περὶ σωφροσύνης; ἆρά γε τὰ περὶ ἀοργησίας; ἀλλ᾽ οὐδὲν τούτων παρ' αὐτοῦ καθορᾶται· μᾶλλον μὲν οὖν καὶ ἀπεναντία τούτοις πᾶσιν ἔγραψέ τε καὶ ἔδρασε· λείπεται ἄρα ἐννοεῖν ἐξ ἀνάγκης μὴ ἐκ Θεοῦ αὐτὸν ἀποκαλυφθῆναι· ἢ ὡς μὴ διαμαρτυράμενον τοῖς ἀνθρώποις, μηδὲ εὐαγγελισάμενον τοῖς πιο στεύουσι προκοπὴν ἀληθινὴν, ἀλλ᾽ ἀναστροφὴν, μάλ. λον δὲ καταστροφὴν καὶ ἀπώλειαν· ἰδοὺ δὴ τὸν οἰ κεῖον αὐτοῦ λόγον, γνώμονα καὶ κανόνα λαβόντες, δι' αὐτοῦ αὐτὸν ἀπηλέγξαμεν μὴ ἀποκαλυφθέντα παρὰ Θεοῦ· ἀλλ' ὡς αὐτὸς μὲν ἔφη, φαρμακὸς ἔστι, εἰ βούλοιτο· πλήν γε θεόθεν οὐδὲν ἔλαβε· τούτου δὲ ἐκπεσών, ὅποι δὴ καὶ τετάξεται, οὐκ ἄδηλον· καὶ ἀληθεύσει ὁ εἰρηκώς, Πεσοῦνται ἐν ἀμφιβληστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· τούτων αὐτοῦ τῶν ἀφαυρο τάτων λογίων, ἔτι σαθρότερα ῥησείδια υποτιθέμενα, διὰ τὴν παντελή χαύνωσιν καὶ ἀδράνειαν, εύλογον παριδείν ἐκρίναμεν φύσεως μὲν γὰρ τῷ ὄντι πονη ρᾶς καὶ πολυλάλου, μᾶλλον δὲ φλυάρου καὶ γρασ πρεποῦς ἐτύγχανεν· ἔτι δὲ καὶ δειλῆς καὶ ὀργίλου καὶ ὑπούλου καὶ μεγαλορήμονος· καὶ οὐκ οἶδ' ὅ τι κακὸν ἐνέλιπε τῷ διαβόλῳ ὅπερ αὐτῷ οὐ προσῆν ὀρθῆς δὲ κρίσεως καὶ διανοίας εὐστόχου παντάπασιν άμοιρος αὐτοῦ ὁ πᾶς λόγος τυγχάνει· διὸ αὐτὸν παρ ήσομεν ἐν τούτοις ἀδολεσχοῦντα καταλύσαι τὸν φλή. νατον. ΕΛΕΓΚΤΙΚΟΣ Ι. ξς'. 'Ο δέκατος μῦθος τῷ Μωάμετ, Λόγος Σούδ ἐπιγέγραπται (β), καὶ τὸ προοίμιον καυχήσεως πε πλήρωται κομψῆς, ὅτι, φησίν, ὑπὸ σοφοῦ ἀνδρὸς ἐσοφίσθη καὶ ἐστίχθη καὶ διεκρίθη· τέως μέντοι τῆς παρὰ ἀνθρώπων γνώσεως ἐπιδεῖ ὁμολογεῖ τὴν τοῦ Θεοῦ αὐτοῦ Γραφήν· ἄρχεται δὲ πάλιν καταπλήττειν τοὺς βαρβάρους, ὅτι δὲ Θεοῦ εἰσιν νομοθεσία: τὰ τοιαῦτα παίγνια· καὶ καταφοβεῖ αὐτοὺς, εἰ μὴ πείθοιντο, ἀπό
col. 757–758page 42 of 76
PG 105:757τε τῆς μελλούσης κολάσεως, ἀπό τε τῶν συμβαινόν των παρὰ προσδοκίαν ἀνιαρῶν τοῖς ἀνθρώποις· εἴ τι δ᾽ ἂν γὰρ, φησί, συμβαίνῃ ὑμῖν, εἰ τε ἐν γῇ εἴτε ἐν θαλάσσῃ, διὰ τὴν περὶ ταῦτα ἀπιστίαν πείσεσθε καὶ παράγει εἰς μαρτυρίαν προφήτην καὶ ἀπόστολον γεγονότα τὸν Νῶς· καὶ ὅτι πάντων ἀρνησαμένων, οἱ πάντες ἀπώλοντο· καὶ ὅτι εἷς τῶν αὐτοῦ υἱῶν μὴ πιστεύσας ἀπεπνίγη ὁρῶντος τοῦ γέροντος· καὶ ὅτι ἐξ ἑκάστου είδους ζώων, οὐχ ἑπτὰ καὶ δύο ζυγὰς, ἀλλ᾽ ἀνὰ μίαν μόνην ζυγὴν μετ' αὐτοῦ ἔλαβε· καὶ προστίθησιν ὡς ἐκ τοῦ πρὸς αὐτὸν δῆθεν ἐμπνέοντος, ὅτι Ἐκ τῶν ἐξηγήσεων τῶν ἀπόντων δηλοποιού μεν ταῦτα πρὸς σέ· οὐκ ἦς γινώσκων αὐτὰ σύ· οὔ τε ὁ λαός σου πρὸ τούτου· ἰδοὺ δὲ αὐτὸς περὶ αὐτοῦ ὁμολογεῖ ὅτι τὴν Μωσαϊκὴν Γραφὴν οὐκ ἀνέγνω, ἐπειδὴ αὐτὴν οὐ προφέρει ὀρθῶς, ἀλλὰ πάνυ ἐνδιαστρόφως καὶ ἀκαταλλήλως πρὸς ἑαυτήν πρόδηλον ὅτι οὐ τοῦ ὑπαγορεύσαντος αὐτήν ἐστιν ἡ πρὸς αὐτ τὸν ὁμιλία, καὶ ἡ τῆς Γραφῆς νόθευσις, ἀλλ᾽ ἢ πα ρὰ ἀνδρὸς Μανιχαίου, ἢ παρὰ δαίμονος, ἢ τάχα και εθελοντής κακουργεῖ, ὑπὲρ Μωϋσέα ἑαυτὸν ἐπᾶραι θέλων. Καὶ πρὸς τούτοις τὸν Ζάλεθ εἰσηγείται προ φήτην καὶ διδάσκαλον λαοῦ ἀγνώστου· καὶ ὅτι διεστείλατο αὐτοῖς τοῦ μὴ βλάψαι κάμηλον τινα νεμομένην ἐν ἀγροῖς· καὶ ὅτι ἐκεῖνοι παραβάντες, ἐφόνευσαν αὐτὴν, καὶ κατελείφθησαν διὰ τὴν κάμη λον ἐν ὀργῇ Θεοῦ εἰς τὰς αὐλὰς αὐτῶν ἐξαρώμενοι ὡς μὴ φανέντες· φοβερὸν τὸ τοῦ βαρβάρου ὑπό δειγμα ἐν πᾶσι, πλὴν τὸ ἀληθὲς πεφηνέναι· μέσ μνηται δὲ καὶ τῆς περὶ τὸν ᾿Αβραὰμ κατὰ τὴν τῆς μεσημβρίας οπτασίαν, καὶ τοῦ Λώτ· καὶ παρασολοι κίζει πάντα καὶ συγχεῖ· ὅμως τὴν ἐπὶ Σόδομα κατενεχθεῖσαν ὀργὴν ἐξέθετο· πάλιν δὲ τοῦ ἀδήλου Σωαηπ μέμνηται τοῦ Μαδιανίτου, εἴ τις ἄρα καὶ ἐγεγόνει, καὶ τῶν ἐπὶ Φαραώ· καὶ ἐπισυνάπτει, καὶ τὴν αὐτοῦ ματαιοκηρυξίαν, ὅτι Ενός τινος τούτων ἴσον, καὶ τοὺς ἐμοὺς παραδέξασθε λόγους· καὶ ἐν τούτοις τὸν φλήναφον ἐπετέμετο· σκοπεῖν δὲ δεῖ τὸ τοῦ βαρβάρου ἀλόγιστον ἐν τοῖς τοιούτοις αὐτοῦ ὑπου δείγμασιν, ὅτι τῶν μὲν ἐνδόξων προσώπων ἀδεῶς ἐμνημόνευσεν, τὴν ἐναντίαν δὲ αὐτοῖς πορευόμενος, δυοῖν θάτερον ἔπασχεν· ἡ γὰρ οὐ συνίει τοῦτο πε πονθώς, ἢ λαθεῖν πάντως ἐνόμισεν· ἔστι δὲ τὸ μὲν πρῶτον ἀνοίας ἁπλῶς, τὸ δὲ δεύτερον παρανοίας καὶ ἀναισχυντίας. ΕΛΕΓΚΤΙΚΟΣ ΙΑ'. ξζ'. Ο ενδέκατος μῦθος τῷ Μωάμετ ἐπιγέγραπται μὲν Εἰς τὸν Ἰωσὴς, διηγεῖται δὲ τὰ περὶ τοῦ σώφρονος Ἰωσήφ, πῆ μὲν ἐλλιπή, πῆ δὲ παρεμβε βλημένα καὶ ἐκτεταμένα καὶ γελοιώδη καὶ αἰσχρά Καὶ ὅτι, φησὶν, ἡ Ραχήλ ἔπεσεν εἰς τοὺς πόδας αὐτοῦ σὺν Ἰσραὴλ τῷ πατρὶ αὐτοῦ ἐν Αἰγύπτῳ. Καίτοιγε ὁ Μωϋσῆς προτελευτῆσαι αὐτὴν λέγει ἐν τῷ τόκῳ Βενιαμίν· οὕτως ἀεὶ ψευδόμενον φιλονεικεῖ δεικνύναι τὸν θεόπτην· καὶ προστίθησιν, ὅτι Τοῦτο ἐκ τῶν διηγήσεων τῶν ἀπόντων ἀποκαλύπτομεν ταῦτα πρὸς σὲ διὰ ᾿Αραβικών γραμμάτων",
col. 759–760page 43 of 76
PG 105:759καίτοιγε ἀλλαχοῦ φησιν ὅτι ἀγράφως τὰς τερθρείας ταύτας δέδεκται· ὁ δὲ σκοπὸς αὐτῷ τοῦ λόγου τοιοῦτος· ὅτι Εἰ τὸν Ἰωσὴφ ἡ Αἰγυπτος παρεδέξατο, πολλῷ μᾶλλον ἐμὲ δέξασθαι ὑμεῖς ἐποφείλετε· του σοῦτον αὐτῷ τὸ περιὸν τῆς ἀπονοίας· καὶ ἐν τούτοις τὴν φλήναφον ἀπεστόμισεν. ΕΛΕΓΚΤΙΚΟΣ ΙΒ'. ξη'. Τὸ δωδέκατον μυθάριον τῷ Μωάμετ ἐπιγέγραπται μὲν Εἰς τὴν βροντήν· ὑπομιμνήσκει (9)δὲ τοὺς ἀκούοντας ὅτι τὸν οὐρανὸν καὶ τὴν γῆν ὁ Θεὸς ἐποίησεν, καὶ αὐτὸς βρέχει, καὶ χάλαζαν καταφέρει ὡσανεὶ οὐδέπω ἄλλοτε τούτου φημισθέντος, ὅτι τε ὁ Θεὸς ταῦτα ἐποίησεν, καὶ ἐνεργεῖν ἐκέλευσεν· καὶ λοιπὸν ὥσπερ ἀρχάς τινας ὁμολογουμένας ταύτας προσθεὶς, ὡς ἀναγκαίως ἕπεσθαι ὀφειλομένην τὴν ἑαυτοῦ νεκυομαντείαν ἐπισυνάγει, καὶ τοιαῦτά τινα παραληρεῖ· Ο Θεὸς βροντᾷ· ἐκ τούτου γνῶτε ὅτι προφήτης αὐτοῦ εἰμι ἐγώ· ὁ Θεὸς ἀστράπτει, γνῶτε ὅτι προφήτης αὐτοῦ εἰμι ἐγώ· ὁ Θεὸς ἔθηκεν ἐν τῇ γῇ των ζῶον καὶ φυτόν - γνῶτε ὅτι προφήτης αὐτοῦ εἰμι ἐγώ· ἴδε πόθεν εἷλε τοὺς ἀθλίους βαρβάρους. Λοιπὸν δὲ καὶ ἡμεῖς ὡς ἐκ τούτου μαθόντες, καὶ τὰ κατὰ μέρος κατανοοῦντες, καθ᾽ ὁ αὐτὸς διδάσκει εὐφυῶς περὶ αὐτοῦ λέγειν δυνάμεθα· Ονος ὀγκᾶται· γνώ οἱ βάρβαροι, ὅτι Μωάμετ Θεοῦ αὐτοῦ προφήτης βόες μυκῶνται, γνῶτε οἱ βάρβαροι, ὅτι Μωάμετ Θεοῦ αὐτοῦ ἀπόστολος· ὡσαύτως δὲ καὶ περὶ κυνῶν ὑλακῆς, καὶ βομβύθρων ἠχῆς, καὶ τῶν ὁμοίων· τίνι τῶν δυσσεβῶν αὐτὸν ἀπεικάσαι δι᾽ ὑπερβολὴν θεομαχίας, οὐκ ἔχω· καὶ οὐδὲ συναισθόμενος ὁ παραπαίων τῆς ἀθέου φλυαρίας, ἀλλὰ καὶ μέγα ἐπ᾿ αὐτῇ φρονῶν, ὅτι δῆθεν ἀκούει βροντῶντος Θεοῦ καὶ ἀστράπτοντος ὁρᾷ, καὶ ἄλλοις ταῦτα λέγει· ἐκβοάτω τοῦτο μέγα καὶ ἐξαίσιον ἔργον ὡς ἐκ στόματος τοῦ πηρώσαντος αύτ τοῦ τὰς νοητὰς αἰσθήσεις οὕτως ξθ'. ᾿Απεστείλαμέν σε πρὸς ἔθνος οὗ παρ ἦλθον παρ' αὐτοῦ ἔθνη τοῦ ἐντυγχάνειν ἐπάνω αύτ τῶν τὰ δηλοποιηθέντα πρὸς σέ. ν Ὢ ἀπὸ τῆς ἀνω- 0! κάτω σοφίας τῷ Μωάμετ ὄντως νῦν εὔκαιρον τὸ Γραφικὸν ἐκεῖνο φάναι ῥητόν· Ο μωρὸς μωρὰ λα λήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει· περὶ δὲ τῆς βροντῆς, δι' ἦν καὶ ἡ ἐπιγραφὴ κεῖται, φησί Καὶ δοξάζει ἡ βροχὴ ἐν τῇ εὐχαριστίᾳ αὐτοῦ τουτέστι εὔνους καὶ λογική φωνή ἐστιν ἡ βροντή; τοῦτο δὲ τῆς ἐγκρινομένης γραφῆς οὐκ ἔστιν· καὶ εἰκότως· ἦν γὰρ ἂν καὶ περὶ φλοίσβου θαλάσσης, καὶ ῥοίζου ἀνέμου, καὶ ἑτέρων πλειόνων τοῦτο δια νοεῖσθαι· ἀλλ' ἔσονταί τινες ἀπηχέστατοι ψόφοι, οἷς οὐχ ἁρμόσει τὸ εἰρημένον· τῆς δὲ δυσφήμου αὐτοῦ δόξης τῆς τὸν Θεὸν αἴτιον τῶν κακῶν τιθείσης, ὥσπερ δὴ καὶ τῶν καλῶν, ἀναιδέστερον ἐπιμνησθεὶς, φησίν Ἐὰν γὰρ ἤθελεν ἦλθεν] ὁ Θεός, ὁδηγῆσαι εἶχεν αὐτοὺς ἀνθρώπους πάντας· καὶ ἂν πλανά ὁ Θεός, οὐκ ἔστιν αὐτοῦ ὁδήγησις.» Οντως οὗτος Ει
col. 761–762page 44 of 76
PG 105:761ΕΛΕΓΚΤΙΚΟΣ ΙΔ'. οα'. Τὸ τεσσαρεσκαιδέκατον μυθάριον ἐπιγέγραπται μὲν Εἰς τὸν Νίγερ· μέμνηται δὲ αὐτοῦ πρὸς τῷ τέλει τοῦ μύθου ὅτι ἑταῖρος ἦν τῶν Σοδομι τῶν ὁ πᾶς δὲ σκοπὸς τούτου τοῦ μύθου περί τοῦ μὴ διαπιστηθῆναι αὐτόν· καί φησιν, ὅτι Πάντως ἐροῦσί σοι ἔτι δαιμονιάρις εξ λέγων ἐκ Θεοῦ δέξα σθαι ταῦτα εἰ γὰρ ἧς ἀληθινὸς, ἄγγελον ἂν κατῆγες. Αἰτίας δὲ τίθησι τοῦ μὴ δεῖν ἔρχεσθαι ἄγ γελον, δύο· ὅτι τε εἰσί τινες δι' οὖς τοῦτο κωλύεται καὶ ὅτι ἐκείνων ἐλθόντων, τὸ ὅλον ἤνυσται. Καὶ τίς χάρις τοῖς ἀνθρώποις; Εἰ δὲ καὶ τὸν οὐρανὸν, φησίν, Ανοίξαμεν, ἵσταντο ἂν οἱ ὁρῶντες αὐτὸν ἔκθαμβοι διὰ τοῦτο οὐδὲν τούτων γίνεται· ἀλλ᾽ ἀντὶ τούτων, φησί, καλῶς εἰδὼς τὰ μετέωρα· «Ιδετε τὸ ὕψος τοῦ οὐρανοῦ καὶ τοὺς ἀστέρας, καὶ τὰς ἀστροτοξίας γινομένας, όπηνίκα ἀναβαίνει ὁ Σατανᾶς παρακρο σθαι θέλων τὰ ἐν τῷ οὐρανῷ λαλούμενα· καὶ διὰ τοῦτο πιστεύσατε ὅτι ἀπόστολός εἰμι· ἄλλος γὰρ τοῦτο πρὸ ἐμοῦ οὐκ ἐδίδαξεν.» Εἶτα πάλιν μέμνηται τῆς τοῦ ᾿Αδάμ πλάσεως, καὶ τῆς γενέσεως τοῦ Βελίαρ, καὶ τῆς αὐτοῦ ἀπειθείας, καὶ τοῦ ᾽Αβραὰμ, καὶ τῆς ἱστορίας τῆς κατὰ τὸν Λώτ· καὶ παρεμβαλὼν τινα ἔξωθεν ἕτερα, κατορθώσας τε ἐκ τῆς τού των ἐξηγήσεως, ὡς ἐνόμιζε, τὸ πιστωθῆναι, καθώ άπτεται λοιπὸν τῶν τιθέντων κοινωνόν Θεῷ καὶ ἐν τούτοις τῷ φληνάφῳ τέλος τίθησιν. ΕΛΕΓΚΤΙΚΟΣ ΙΕ'. οβ'. Τὸ πεντεκαιδέκατον μυθάριον ἐπιγέγραπται μὲν Εἰς τὰ μελίσσια· μέμνηται δὲ τῶν μελισσῶν περὶ τὰ μέσα του μύθου, ὅτι ἐργάζονται κη ρὸν καὶ μέλι· προστίθησι δὲ τὴν ἀπάτην αὐτοῦ, ὅτι δὴ ἐκ Θεοῦ ταῦτα δέδεκται· καὶ ἐπιτρέχειν δοκεί, τὰς ἐν τῇ κτίσει τοῦ Θεοῦ δυναστείας· καὶ ὅτι ἐποίησεν ὁ Θεὸς τὰ κτήνη, καὶ διοικεῖ πάντα· καὶ ἐξ όμνυται ὅρκον φρικτὸν κατὰ τοῦ ὀνόματος τοῦ Θεοῦ, ὅτι ὅσοι λέγουσιν ἔχειν τὸν Θεὸν θυγατέρας ἀγγέλους, τιμωρηθήσονται· τὴν δὲ τελείαν σαφήνειαν τοῦ προ χρηματισμοῦ τούτου, ἐν τῷ ἐπιόντι αὐτοῦ μύθῳ εψόμενοι ἐκπλαγήσεσθε. Μέμνηται δὲ πάλιν περὶ βρώσεως κρεῶν, καί φησι· ι Μή είπητε ὅτι τοῦτό ἐστι λελυμένον, καὶ τοῦτο κεκωλυμένον· τοῦ βλασ φημεῖν ἐπάνω τοῦ Θεοῦ ψεῦσμα· ο βλασφημίαν καὶ ψεῦσμα καλῶν τὸν νόμον τοῦ Θεοῦ· καὶ παραινεί τῇ πίστει ᾽Αβραὰμ μοναρχίαν τοῦ πιστεύειν· Ἔθεσ το γάρ, φησί, τὸ Σάββατον ἐπάνω τῶν ἀμφιβαλλόν των εἰς αὐτόν· καίτοιγε οὐκ ἐγίνωσκε σαββατισμὸν Αβραάμ· ὡς ἐκ τούτου στοχάσασθαι, ὅτι καὶ σαβ βατίζειν ἐβούλετο τοὺς βαρβάρους· ἀλλ᾽ ἴσως οὐκ ἀκουσθεὶς ἐν τῷ λόγῳ τούτῳ, οὐκ ἐτόλμησε περὶ αὐ τοῦ τι προσθεῖναι· καὶ ἐν τούτοις ὁ φλήναφος αὐτῷ περιέστη. ΕΛΕΓΚΤΙΚΟΣ ΙΓ'. ογ'. Τὸ ἐκκαιδέκατον μυθάριον τῷ Μωάμετ
col. 765–766page 45 of 76
PG 105:765όντι κεφαλαίῳ διαπίπτει αὐτοῦ πᾶσα ἐλπίς· φανε ρῶς τοῦ Μωϋσέως υἱοὺς Θεοῦ ὀνομάζοντος· αὐτῷ δὲ ἦν ἡ σπουδὴ μηδένα αὐτῷ παραχωρῆσαι· καὶ ὥσπερ ἐνθουσιάσας ἀνταμείβει τοὺς χαρακτῆρας τῶν προσ ώπων καὶ τὰ εἴδη· καὶ τῶν θυγατέρων τῶν ἀνθρώ των αναπλάττει θηλείας ἀγγέλους κατὰ τὸν Ἕλληνα μῦθον Ιρις δ᾽ αὖ Ἑλένη λευκωλένῳ ἄγγελος ἦλθεν ἀντὶ δὲ τῶν υἱῶν τοῦ Θεοῦ παραλαμβάνει τοὺς υἱοὺς τῶν ἀνθρώπων· καὶ οὕτω τὰ Εθνα τῆς αὐτοῦ ἀλο γίας καὶ δυσφημίας τοῖς ἀθλίοις βαρβάροις προικί ζει. οε'. Τὸ δὲ πάντων ἐλεεινότερον, ὅτι παρὰ Θεοῦ τοῦτο γενέσθαι καταγγέλλει. «Ἐπελέξατο γὰρ ὑμῖν ὁ Κύριος ἡμῶν τέκνα· καὶ ἐπελάβετο ἐκ τῶν ἀγγέλων θηλείας· ὑμεῖς δὲ λέγετε λόγους μεγάλους.» Τοὺς περὶ τοῦ Θεοῦ φησιν, ὅτι δὴ φημίζετε τῷ Θεῷ υἱοὺς ἔχειν, καὶ τούτους πεποιηκέναι γαμβροὺς ἀνθρώπων μᾶλλον μὲν οὖν ἀγγέλους θηλείας νύμφας δέδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων· ὡς ἐπὶ διορθώσει τῶν Μωσαϊκῶν τοιαῦτα φάσκων· τούτου χάριν ἐν τῷ πρὸ τούτου μύθῳ ἐξόμνυται ὅτι αἱ θήλειαι ἄγγελοι οὐκ εἰσὶ Θεοῦ θυγατέρες· πλὴν ὅτι θήλειαι εἰσι κραταιῶς ἀγωνίζεται· ἀλλ' οίμοι τῷ ἁμαρτωλοτέρῳ πάσης σαρ κός! ὅτι ἀναγκάζομαι θέλων ἐλέγξαι τὸν ἐχθρὸν τοῦ Θεοῦ, ταῦτα καὶ τὰ τοιαῦτα λαλεῖν· τί οὖν λοιπὸν πρὸς ταῦτα ἐροῦσιν οἱ ἀρνησίθεοι Σαρακηνοί; ἆρα φιλονεικήσουσι μετὰ ταῦτα, θεόπτην Μωάμετ καλείν; ἢ μᾶλλον ἐπαοιδὸν καὶ γόητα καὶ ἀπατεῶνα αὐτὸν πεφηνότα διαπτύουσι; βαττολογήσας δὲ καὶ δυσφημήσας τούτοις ὅμοια πλείονα, ὥσπερ ἤδη σαφεῖς καὶ ἀναντιῤῥήτους ἐκ τούτων τὰς ἀποδείξεις ποιησάμενος ἐπάγει· ι Καὶ εἰπέ· Εὐχαριστῶ τῷ Θεῷ τῷ μὴ ἐπιλαβόντι υἱόν.» Καὶ ἐν τούτοις τῷ φληνάφῳ πέρας τίθησιν. ΕΛΕΓΚΤΙΚΟΣ ΙΖ΄. ος'. Τὸ ἑπτακαιδέκατον μυθάριον τῷ Μωάμετ ἐπιγέγραπται μὲν, Εἰς τοὺς ἑταίρους τοῦ σπη λαίου, ἀφηγεῖται δὲ τὴν τῶν ἁγίων ἑπτὰ παίδων τῶν ἐν Ἐφέσῳ κατὰ τὸ σπήλαιον φυγὴν, καὶ τὸν θά νατον, καὶ τὴν ἀνάστασιν· τούτων δὲ ἐμνημόνευσεν ὁ ἰδιώτης καὶ βάρβαρος κατὰ τρόπους δύο, ἕνα μὲν τοῦ δόξαι γραφῶν πολλῶν ἔμπειρος εἶναι, ἕτερον δὲ τοῦ σφετερίσα: εἰς τὸ ἑαυτοῦ δόγμα τὸ κατ' αὐτούς θαῦμα· ἐπειδὴ δὲ σαφῶς ᾔδει Χριστιανοὺς αὐτοὺς ὄντας καὶ σωζομένους ακεραίους μετὰ θάνατον, ἐτῶν πλειόνων προσεποιήσατο ἄγνοιαν ἐπαινετήν· καὶ σχηματισάμενος ἀκίνδυνον ὑπόληψιν περὶ Θεοῦ ὅτι αὐτὸς οἶδεν ὅσα ποιεῖ, καὶ πῶς αὐτὰ ποιεῖ, ἐκφεύγειν οἶεται τὴν τῶν πολλῶν πραγμάτων ἔρευναν, ἣν οὐδὲ θέλων ἐγίνωσκε· πλὴν μέντοι οὐδ᾽ αὐτοὺς παρῆλθε δίχα ψόγου" φησί γάρ·. Νομίζεις αὐτοὺς ἐγρηγορότας, καὶ αὐτοὶ κοιμῶνται· ἀναστρέφεις αὐτοὺς ἐπὶ δεξιὸν καὶ ἐπὶ τὸ ἀριστερὸν, καὶ τὸ σκυλίν αὐτ σκυλίν,
col. 767–768page 46 of 76
PG 105:767ἐπιγέγραπται Εἰς τοὺς υἱοὺς ᾿Ισραήλ ἀπο φαίνεται δὲ ὁ τοῦτο συγγράψας, ὅτι Ημείς δεδώκα μεν τῷ Μωϋσεῖ τὴν Γραφήν, καὶ ὅτι ἡμεῖς ἐκρίνα μεν εἰς τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῇ Γραφῇ τὸ ἀφανίζειν ἐν τῇ γῇ δεύτερον, καὶ ἐξαρθῆναι ἔπαρσιν μεγάλην σκοπεῖτε δὲ ἐκ τῶν ἑξῆς, εἰ ἀληθῶς οὗτός ἐστιν ὁ τῷ Μωϋσεῖ τὴν Γραφὴν δεδωκώς· μικρὸν γὰρ προ σας φλυαρών φησι· «Καὶ ἡμεῖς ἑκάστου ἀνθρώπου ἐκολλήσαμεν αὐτῷ τὴν μοῖραν αὐτοῦ εἰς τὸν τράχηλον αὐτοῦ· καὶ ἐκβαίνει αὐτῷ ἐν τῇ ἡμέρᾳ τῆς ἀνα στάσεως γραφὴ ὑπαντῶσα αὐτῷ αὕτη· Ανάγνωσον τὴν γραφήν σου.» Τοῦτο δὲ σχεδὸν πᾶσιν ἐστι φανε ρόν, ὅτι μοιρογραφίαν καὶ είμαρμένην, οὐ μόνον οὐκ ἐνουθέτει, ἀλλ᾽ οὔτε μνημονεῦσαι ἡνέσχετο Μωϋσῆς οὐκοῦν εἰ μὲν πρὸς Θεοῦ δόξαν συντείνει τὸ ἀποδέξασθαι είμαρμένην, οὐδὲν ξένον εἰ ὕστερον τὰ τότε σιωπηθέντα αὐτῷ δέδοται· εἰ δὲ κακῶν αὐτὸν αίτιον, ὥσπερ δὴ καὶ τῶν καλῶν ἀποφαίνει, καὶ ἐκ τούτου ἐπὶ ματαίῳ τὰς νομοθεσίας αὐτῶν τεθεῖσθαι, καὶ τὰς κολάσεις ἀπειλῆσαι ἐλέγχει· τοῦτο δὲ ἀδύνατον· ψεύ δεσθαι πάντως ἀνάγκη τὸν γράψαντα, ὅτι τὸ ληρῶδες τοῦτο μυθάριον τοῦ δεδωκότος Μωϋσῃ τὸν νόμον ἐστί· τοῦ αὐτοῦ δὲ σκοποῦ αὐτῷ καὶ τὰ ἑξῆς ἔχεται φησί γάρ· Οτ᾽ ἂν ἠθέλομεν ἀπολέσαι χωρίον, έχει λεύομεν τοὺς ἑστῶτας ἐν αὐτῷ, καὶ ἡσώτευσαν ἐν αὐτῷ· καὶ ἐδικαιώθη ἐπάνω αὐτοῦ λόγος· καὶ ἐδα μάσαμεν αὐτοὺς δάμασιν· καὶ πολλοὺς ἀπωλέσαμεν ἐκ τῶν γενεῶν μετὰ τὸν Νῶς.» Ταῦτα τὰ ῥήματα τίνι μᾶλλον ἁρμόττει; τῷ φιλανθρώπῳ Θεῷ, ἢ τῷ μισανθρώπῳ δαίμονι; Θεὸς κελεύει ἀσωτεύειν, ἢ διάβολος; ἔτι ταύτης σαφεστέραν ἀπόδειξιν τίς ἐπι ζητεῖ τοῦ πεπληροφορῆσθαι ὅτι τὸ ὅλον τοῦ Μωάμετ βιβλίον ὁ Σατανᾶς ἐξέδωκεν; εἰ δέ τινες ἐξ αὐτῶν εἴποιεν· Καὶ πῶς ἴσχυσε Σατανᾶς πολλοὺς ἀπολέσαι ἐκ τῶν γενεῶν μετὰ τὸν Νῶς, ἐροῦμεν ὡς ἐξ ἐπι κρατείας καὶ δεσποτείας θεϊκῆς οὐδ᾽ ὅλως· ὡς ἐξ ἀπάτης δὲ καὶ τοῦ ἐρεθίσαι αὐτοὺς εἰς τὸ παροργίσαι τὸν Θεὸν, ἴσχυσε· καθ᾽ ἃ καὶ νῦν τοῦτο ποιεῖν δύνα η ται· καὶ εἰκότως ἐν τούτῳ ἐκ τοῦ αὐτομάτου ἀληθεύσει λέγων, ὅτι αὐτὸς ἀπόλλυσι τοὺς ἀνθρώ τους. οδ'. Εἰ δὲ μὴ πείθοιντο ἐκ τῶν ἐλέγχων τούτων, ἐκ τῶν ἐφεξῆς πιστεύσουσι· κατὰ συνέχειαν γὰρ τῆς περὶ Νῶς ἐξηγήσεως προϊὼν ἐπισυνάπτει καὶ τοῦτο περὶ τῶν εἰρημένων Μωϋσεῖ υἱῶν Θεοῦ καὶ θυγατέρων τῶν ἀνθρώπων, οὕτω λέγων· «Καὶ ἐπελέξατο ὑμῖν ὁ Κύριος ἡμῶν τέκνα, καὶ ἐπελάβετο ἐκ τῶν ἀγγέλων θηλείας· ὑμεῖς δὲ λέγετε λόγους μεγάλους.» Ορᾶτε τὴν ἀσέβειαν, ὁρᾶτε τὴν ἄνοιαν τοῦ βαρβάρου! ἐπειδὴ γὰρ εἴρηται τῷ Μωϋσεῖ, ὅτι 'Ιδόντες οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας· καὶ ὅτι ἐκ τῶν τικτομένων αὐτοῖς ἦσαν οἱ γίγαντες, μή εἰδὼς τίνα καλεῖ Θεὸν Μωϋσῆς ὅτι τὸν Ἐνώς· καὶ τίνες αὐτοῦ εἰσιν υἱοὶ ἀμηχανήσας, ὅτι δὴ μετὰ τοσοῦτον πόνον τῶν προλαβόντων λόγων, ἐν τῷ παρ
col. 769–770page 47 of 76
PG 105:769εἰσάγει τὸν Θεὸν αὐτοῦ Μωάμετ ἐξομνύμενον ὅρκον τοῦτον· «Μὰ τὰ φολκἢ τῶν φολκῶν, καὶ προσθήματα προσθημάτων καὶ ἐντυγχανόμενα μνήμῃ· Θεὸς γὰρ ὑμῶν ἐστιν εἷς Κύριος τῶν οὐρανῶν καὶ τῆς γῆς, καὶ τῶν μέσα αὐτῶν· καὶ Κύριος τῶν ἀνατολῶν· ο εἶτα ἀποφαίνεται ὡς ἐκ προσώπου πολλῶν οὕτω λέ γων· «Ἡμεῖς ἐκοσμήσαμεν τὸν οὐρανὸν τὸν ἐγγί ζοντα διακοσμήσεως ἀστέρων· καὶ ἐτηρήσαμεν ἐξ ἑκάστου Σατανᾶ ἐκστασίμου· οὐκ ἀκούουσι πρὸς τὰ ὄχλη τὰ ὑψηλὰ, καὶ ἀκοντίζονται ἐξ ἑκάστου μέρους ὠθούμενοι.» Τὸν δὲ παράδεισον τέσσαρας που ταμούς λέγει ἔχειν ἐξ ὕδατος ἀθολώτου καὶ γάλακτος καὶ ἀλλασσομένου τοῦ νόστου αὐτοῦ, καὶ οἴνου ἡδέος, καὶ μέλιτος ὑλιστοῦ· ἐν τούτοις πρόεισι μέχρι τοῦ πεντηκοστοῦ. Ἐν δὲ τῷ πεντηκοστῷ μύθῳ, οὕτως εἰσάγει τὸν θεὸν αὐτοῦ ἐξομνύμενον·. Μὰ τὰ λιχμοῦντα λιχμὸν καὶ βαστάζουσαι γόμους, και τρέχουσαι εὐθείας, καὶ τὰ μερίζοντα πράγματα, ὑπ ισχνύεσθαι γὰρ τὸ ἀληθές· καὶ ὅτι ἡ κρίσις φθάσαι ἔχει.» Ἐν δὲ τῷ πεντηκοστῷ πρώτῳ μύθῳ οὕτως ἐξόμνυται· «Μὰ τὸ ὄρος, καὶ γραφὴν στιχιζομέ νην ἐν μεμβράνῳ λιτῷ, καὶ τὸ ὀσπίτιν τὸ ᾠκοδομημένον, καὶ τὸ στέγος τὸ σηκούμενον, καὶ τὴν θάλασσαν ἐλεύσεται.» οθ. Ἐν δὲ τῷ πεντηκοστῷ δευτέρῳ μύθῳ τῷ ἐπι γράφοντι, Εἰς τὸν ἀστέρα, οὕτως ἐξόμνυται πρὸς τοὺς Αραβας ὑπὲρ τοῦ Μωάμετ • «Μὰ τὸ ἄστρον τὸ δυόμενον· οὐκ ἐπλανήθη ὁ ἑταῖρος ὑμῶν, οὐδὲ ἠνόμησεν· οὐκ ἐφθέγξατο ἐκ θελήματος· οὐκ ἔστιν αὐτῷ εἰ μὴ ἀποκάλυψις ἀποκαλυφθεῖσα· ἔδειξεν αὐτῷ ὁ ἰσχυρὸς εἰς δύναμιν ὁ εὐθεώρητος· καὶ ἐκάθισε καὶ αὐτός ἐστιν ἐν τῷ στερεώματι τῷ ἀνωτέρῳ· καὶ ἤγγισε, καὶ ἐκρεμάσθη, καὶ ἐγένετο μέτρον δύο τόξων ἢ ἐγγύτερον· καὶ ἀπεκάλυψε πρὸς τὸν δοῦλον αὐτοῦ ὁ ἀπεκάλυψεν· οὐκ ἐψεύσατο τὰ ἐντὸς τὸ εἶδεν· καὶ γὰρ εἶδεν αὐτό· κατάβασιν ἄλλην ἐγγὺς τοῦ δένδρου τοῦ σιδηρίτου ἐνέδωκε· ν καὶ μετ' ὀλίγον ἀποφαίνεται καταγγέλλων οὕτω λέγων· «Καὶ πῶς οἱ ἄγγελοι εἰσιν εἰς τοὺς οὐρανούς, μὴ ὠφελοῦσα ἡ παράκλησις αὐτῶν τί ποτε; ν Ἐν δὲ τῷ πεντηκοστῷ τρίτῳ μύθῳ βουληθεὶς εἰπεῖν περὶ τῶν τῆς σελήνης παθῶν, καὶ μὴ εἰδὼς ὅτι ἐκ τοῦ ἀποσκιάσματος τῆς γῆς σκοτίζεται, φησίν. 'Ήγγικεν ἡ ὥρα καὶ ἐσχίσθη ἡ σε λήνη καὶ ἐὰν θεωρῶσι σημείον, ἀποστρέφονται, καὶ λέγουσι· Φαρμακεία ἐστὶ παρεχομένη, καὶ ἐψευ δοποίησαν.» Καὶ οὕτως ἀδολεσχῶν πρόεισιν ἕως έξη κοστοῦ μύθου. Ἐν δὲ τῷ ἑξηκοστῷ μύθῳ συγκαλυψάμενος ὥσπερ σκότῳ τῷ τῆς ἀνοίας ἢ ἀναισθησίας τὴν δεδομένην ὅτι ἡ κόλασις τοῦ Κυρίου η
col. 771–772page 48 of 76
PG 105:771τῶν ἁπλῶν ἁπλῶνον] τοὺς βραχίονας αὐτοῦ εἰ τὸν χοῦν· ὁ Κύριος οἶδε τὰ περὶ αὐτούς· λέγουσιν οἶ τινες ἐνίκησαν ἐπάνω τοῦ πράγματος αὐτῶν· Ἐπε ελάβομεν ἐπάνω αὐτῶν προσκυνητήριον· ἔχουσιν εἰπεῖν τρεῖς· τέταρτος αὐτῶν τὸ σκυλὶν αὐτῶν δοκοῦντες τὰ ἀπόντα λέγειν· καὶ τοῦτο, φησίν, ἕως τῶν ἑπτά· ὁ Κύριος οἶδε τὸ μέτρον αὐτῶν, καὶ οὐκ οἴδασιν αὐτοὺς εἰ μὴ ὀλίγοι.» Εἶτα φλυαρήσας ἑτερά τινα ἀλλόκοτα, μνημονεύει τοῦ παραδείσου, καὶ ἐκε φράζει τὰ περὶ αὐτοῦ λέγων οὕτως· «Ἡμεῖς οὐκ ἀποῤῥίπτομεν τὸν μισθὸν τοῦ καλῶς ἐργασαμένου ἐκείνοις ἔστι παράδεισος ἐν Ἐδὲμ, τρέχονται ὑπου κάτω αὐτὸν ποταμοί· ὀρνεύονται ἐν αὐτῷ ἐκ βρα χιολίων χρυσέων, φοροῦσιν ἱμάτια πράσινα ἀπὸ σιν δόνος ἢ σταυράκιν ἀκουμβίζοντες ἐν αὐτῷ ἐπάνω ἀνακλιτορίων· ἀγαθὴ ἀνταπόδοσις, καὶ καλὴ ἡ ἀπό λαυσις.» Έφεξῆς δὲ φλυαρεῖ & καὶ πρότερον περί τοῦ πατρὸς αὐτοῦ Βελίαρ καὶ Ἀδὰμ καὶ Μωϋσέως, ξένα τινὰ καὶ παράφορα· εἶτα μέμνηται ᾿Αλεξάνδρου τοῦ Μακεδόνος, καί φησιν, ὅτι ο ᾿Απῆλθεν ἕως δυ σμῶν ἡλίου, καὶ εὗρε τὸν ἥλιον δύναντα εἰς θερμόν ὕδωρ· καὶ ὅτι εἰς τὸν βοῤῥᾶν ἀπετείχισε τὸν ἂγ καὶ Μάγωγ· καὶ ὅτι μοναρχίτης ἦν τὸ σέβας Αλέξανδρος, κατὰ τὸν Ἀβραὰμ, καὶ οὐχ Ελλην. Καὶ προστίθησιν, ὅτι Ἡμεῖς διηγούμεθα ἐπάνω σου τὴν ἐξήγησιν ταύ την ἐν ἀληθείᾳ.» Οποία δὲ ἐν τούτοις ἀλήθεια πρόσεστιν, καὶ ἡμῶν μὴ λεγόντων πάντες ἴσασι· τὰ δὲ συνήθη αὐτῷ σαπρολογήσας, έστη του μύθου. ΙΗ'. ΕΛΕΓΚΤΙΚΟΣ ΚΟΙΝΗ Πάντων τῶν ἐφεξῆς μυθαρίων δι' ἐκθέσεως τῶν προκεκριμένων αὐτοῖς δυσφημιών. οξ. Τὰ μεταξὺ τοῦ ὀκτωκαιδεκάτου μυθαρίου καὶ τοῦ τριακοστοῦ ἔκτου μεστὰ ὄντα τῆς συνήθους αὐτῷ ἀδολεσχίας τε καὶ τερθρείας, μᾶλλον δὲ δυσφημίας τε καὶ ψευδηγορίας, παρήκαμεν πάντα γὰρ ἀνατετραμμένα καὶ παράλογα, τά τε ἀπὸ τῆς Παλαιᾶς, τά τε ἀπὸ τῆς Νέας Διαθήκης καταφλυαρεί· τὴν γὰρ Μαρία» παρὰ φο!νικά φησι τεκεῖν τὸν Χριστὸν, ἀπο λεγομένην τὴν ἑαυτῆς ψυχήν· καὶ τὸν Χριστὸν ἀπὸ τῆς γαστρὸς αὐτῆς προσπεφωνηκέναι, ὡς ἂν σείσοι τὸν φοίνικα καὶ κατενέγκοι καὶ φάγοι φοινίκων καρπὸν χλωρόν Τὸν δὲ Δαβὶδ καὶ Σολομῶντα μετὰ τῶν ὀρνέων καὶ ἀλόγων διαλεγομένους τερα τεύεται δαίμονάς τε βοηθοὺς τῷ Σολομῶντι, καὶ γουνδάς τινας παρεῖναι λέγει καὶ τῶν ἀνέ μων ἄρχειν, καὶ τῶν μυρμήκων μυστήρια κατα νοεῖν, καὶ ἄγριόν τινα αλέκτορα τούτου διδάσκαλον, καὶ τὸν ἥλιον καὶ τὴν σελήνην καβαλαρίους είναι καὶ τὸν θώρακα δὲ τὸν σιδηροῦν παρὰ τοῦ Δαδίδ πρῶτον λέγει ἐφευρεθῆναι· ἑαυτόν τε κριτὴν μετὰ τοῦ Θεοῦ φημίζει κρινοῦντος τὴν οἰκουμένην· καὶ ἕτερα αἰσχρότερα καὶ ἀλογώτερα, μᾶλλον δὲ δαιμονιωδέστερα καταφλυαρεί. ση'. Ἐν μέντοι τῷ τριακοστῷ ἔκτῳ μυθαρίῳ
col. 773–774page 49 of 76
PG 105:773ΤΙΣ <: τοὺς τῆς ἀθλίας αὐτοῦ ψυχῆς ὀφθαλμοὺς, καὶ κατὰ κρημνὸν ἀῤῥήτου ψεύδους ἑαυτὸν ὠθήσας, οὕτω παραλαλεῖ· ι Καὶ ὅτ' ἂν εἶπεν Ἰησοῦς Υιός Μα ρίας· "Με υἱοὶ Ἰσραήλ, ἐγὼ ἀπόστολός είμι Θεοῦ πρὸς ὑμᾶς, ἀληθοποιῶν τὰ ἔμπροσθέν μου ἐκ τοῦ νόμου, καὶ εὐαγγελιζόμενος εἰς ἀπόστολον ἐρχόμενον μετ' ἐμὲ, ὄνομα αὐτῷ Μωάμετ· καὶ ἅμα ἤνεγκεν αὐτοῖς τὴν φανέρωσιν· εἴπασιν, Αὕτη ἐστὶ φαρμακεία· καὶ τὶς ἀδικώτερος τοῦ βλασφημοῦντος ἐπάνω τοῦ Θεοῦ ψεύσμα;, οὐδὲ τὸν συγγραψάμενον τοῦτο τολμήσαις κἂν κατὰ συκοφαντίαν ἐξονομάσαι· ᾔδει γὰρ ἀμήχανον ὡς ἦν σιωπῇ τὸ μέγα τοῦτο διάγγελμα, εἴ γε καὶ ὅλως πρὸς Χριστὸν ἀναπεφώνητο, παραδοθήσεσθαι· διὸ οὔτε τινὶ τοῦτο ὀνομαστὶ προστ αναρτᾷ, οὔτε τόπου, οὔτε χρόνου, οὔτε τινὸς εὐλόγου αἰτίας ἀπομέμνηται, καθ᾽ ἣν ἐλεύσεσθαι τοῦτον ἐνὸν ἦν, διὰ τὸ τούτων, καὶ τῶν τούτοις ὁμοίων, ἐπὶ πάν των τῶν ἀληθῶς λεγομένων φυλαττομένων τὸ ψεῦδος αποίχεσθαι· καὶ ἄλλως τῶν Χριστοῦ ῥητῶν οὐδὲν ὁμῶν παρὰ Χριστιανοῖς ἀποστυγούμενον· ὅθεν ἁπλῶ; ἀποφαίνεται, «Οτ' ἂν εἶπεν, ώσανεί παῖδας ἀνοήτους διαπαίζων τοὺς βαρβάρους. π'. Ἐν δὲ τῷ ἑξηκοστῷ ἑβδόμῳ μύθῳ ἐξ όμνυται οὕτως· «Μὰ τὸν κάλαμον καὶ τὰ στιχίζουσιν, οὐκ εἶσε εἰς τὰ ἀγαθὰ αὐτοῦ δαιμονιάρις· καὶ ἔστι σοι μισθὸς ἄνευ ὀνειδισμού καὶ εἶσε ἐπάνω πλάσματος μεγάλου.» Ἐν δὲ τῷ ἑξηκοστῷ ὀγδόψ μύθῳ ἐπιγράφοντι Εἰς τὰ ἀκκὰ οὕτως ἄρχεται Τῷ ἀκκά· τί ἐστι τὸ ἀκκά; καὶ πόθεν οἶδες τί ἐστι τὸ ἀκκά; καὶ ἐψευδοποίησε Θαμούθ καὶ ᾿Αἀδεἰς τὴν ὥραν» Ταῦτα δὲ ἐφλυάρει ἀπατῶν τοὺς βαρβάρους, ὅτι πάντως ἀπόῤῥητά τινα γινώσκει· καὶ ἄνεισι βατταρίζων ἕως ἑβδομηκοστοῦ τετάρτου δεν τέρου]. Ἐν δὲ τῷ ἑβδομηκοστῷ τετάρτῳ δεν τέρῳ] μύθῳ ἐπιγράφοντι, Εἰς τὴν ἀνάστασιν, οὕτως ἀπόμνυται «Οὐκ ὀμνύω εἰς τὴν ἡμέραν της ἀναστάσεως· καὶ οὐκ ὀμνύω εἰς τὴν ψυχὴν τὴν μετ μορφωμένην» Τὸ δὲ ἑβδομηκοστὸν ἔκτον μυθάριον ἐπιγέγραπται, Εἰς τὰς ἀπολυομένας· ἄρχε ται δὲ οὕτως· «Μὰ τὰς ἀπολυομένας ὀρδίνου, καὶ καταιγίδων καταιγίς, καὶ τῶν ἁπλωθέντων ἄπλωμα καὶ χωρησάσης χώρημα, καὶ ῥιπτούσης μνήμην ἀπο λογητικὴν καὶ διαμαρτυρίαν· ὑπισχνύεσθαι γὰρ τὴν ἔλευσιν.» Τὸ ἑβδομηκοστὸν ὄγδοον μυθάριον οὕτω ἐξ ὅρκου ἄρχεται· «Μὰ τὰς ἀνασπωμένας βόλισμα, καὶ ἀφελομένας ἀφέλωμα, καὶ κολυμβούσης κόλυμβον, καὶ προβαλλούσης προβάλωμα, καὶ διοικούσης πράγμα ᾗ ἡμέρᾳ ἐν ᾗ σείει ὁ σεισμός.» Τὸ ὀγδοηχο στὸν τέταρτον μυθάριον ἐκ τοιούτου ἄρχεται ὅρκου· «Μὰ τὸν οὐρανὸν τὸν πεπυργωμένον, καὶ τὴν ἡμέραν τῆς συνταγῆς· καὶ μάρτυς καὶ μαρτυρούμενος· ἐσφράγισαν οἱ ἑταῖροι τοῦ ἄλα μεμορφωμένην. μεμφομένην
col. 775–776page 50 of 76
PG 105:775χουθ τὸ πῦρ ἔχον τὴν καῦσιν. Τὸ ὀγδοηκοστὸν πέμπτον μυθάριον ἐξ ὅρκου ἄρχεται οὕτως «Μὰ τὸν οὐρανὸν καὶ τὸν ἀλταρικόν· καὶ τί οἶδες τό τὸ ἀλταρικόν; ὁ ἀστὴρ ὁ τρυπητής, ὅτι πᾶσα ψυχὴ τῶν ὄντων ἐπάνω αὐτῆς φύλαξ.» Τὸ ὀγδοηκοστὸν ὄγδοον μυθάριον ἐξ ἄρχον ἄρχεται τοιού του·. Μὰ τὸ αὖγος, καὶ αἱ νύκτες δέκα, καὶ ἡ ζυγὴ, καὶ ἡ ἀποζυγὴ, καὶ ἡ νὺξ ὅτ᾽ ἂν ἐφαπλοῦται· ἄρα ἔστιν ἐν τούτοις ὅρκος τοῖς ἔγερ;» πα'. Τὸ ὀγδοηκοστὸν ἔνατον μυθάριον ἐξ ἀπο ομόσεως τοιαύτης ἄρχεται· «Οὐκ ὀμνύω εἰς ταύτην τὴν χώραν· καὶ σοῦ ὄντος ἐν ταύτῃ τῇ χώρᾳ· καὶ γονεὺς καὶ τὰ ἐγέννησε· καὶ γὰρ ἐπλάσαμεν τὸν ἄνθρωπον ἐν ἰσχύϊ» Τὸ ἐνενηκοστὴν μυθάριον ἐκ τοιούτων ἄρχεται ὄρκων· «Μὰ τὸν ἥλιον καὶ τὰς ἀκτῖνας αὐτοῦ, καὶ τὴν σελήνην ὅτ' ἂν ἀκολουθῇ αὐτῷ· καὶ τὴν ἡμέραν ὅτ' ἂν ἐπιφαίνῃ αὐτῷ· καὶ ἡ νὺξ δτ᾽ ἂν ἐπιφαύσῃ αὐτῇ· καὶ τὸν οὐρανὸν, καὶ τὸ ἔκτισεν αὐτόν· καὶ τὴν γῆν, καὶ τὸ ἥδρασεν αυτήν καὶ τὴν ψυχὴν, καὶ τὸ ἴσασεν·» κατὰ πάσης γῆς νῦν ἐξόμνυται. Τὸ ἐνενηκοστὸν πρῶτον μυθάριον ἐκ τοιούτου ἄρχεται ὄρχου·. Μὰ τὴν νύκτα ὅτ' ἂν παρ ἔσταται· καὶ τὴν ἡμέραν ὅτ' ἂν ἐκκαθαίρῃ· καὶ τὸν ποιήσαντα τὸν ἄρρενα καὶ τὴν θήλειαν, ὅτι ὁ βίος ὑμῶν ἐστι πολλαχώς.» Τὸ ἐνενηκοστόν δεύτερον μυθάριον οὕτως ἐξ ὅρκου ἄρχεται·. Μὰ τὴν πρωίαν καὶ τὴν νύκτα δτ᾽ ἂν ἠρεμῇ· οὐκ εἴασέν σε δ Κύριος ὧν οὐδὲ ἐξεκάκησε.» Τὸ ἐνενηκοστὸν τρίτον μυθάριον ἐν τούτοις πληροῖ· Οτ᾽ ἂν δὲ εὐκαιρήσῃ;, ἀγώνιζε, πρὸς τὸν Θεὸν δεήθητι. Τὸ ἐνενηκοστὸν τέταρτον μυθάριον οὕτως ἄρχεται· Μὰ τὰς συκῆς καὶ τὰς ἐλαίας· τὸ Σινὰ καὶ τὴν χώραν τὴν ἄφοβον· καὶ γὰρ ἐπλάσαμεν τὸν ἄνθρωπον εἰς καλὸν ἀνάστημα, καὶ ὑπεστρέψαμεν αὐτὸν κάτω τῶν κατωτάτων.» Ὡς μέγας ὁ τοῦ Δημιουργοῦ τῶν ἀν θρώπων ὅρκος! τούτου δὲ μείζον τὸ περὶ οὗ ὄμνυσι κατόρθωμα· ι Καὶ ὑπεστρέψαμεν αὐτὸν, φησὶ, κάτω τῶν κατωτάτων· ν εἰκότως τοῦ Μωάμετ οὗτος ὤρει λεν εἶναι θεός. Τὸ ἐνενηκοστὸν ἔκτον μυθάριον οὕτως ἄρχεται «Ἡμεῖς καὶ ἠνέγκαμεν αὐτὸν εἰς τὴν νύκτα τὴν ὡρισμένην· καὶ τί οἶδας τί ἐστιν ἡ νὺξ ή ὡρισμένη; καλλίων ἐστὶ χιλίων μηνῶν· κατα φέρουσιν οἱ ἄγγελοι, καὶ τὸ πνεῦμα ἐν αὐτῇ ἐπιτροπῇ τοῦ Κυρίου αὐτῶν ἐξ ἑκάστου πράγματος· εἰρήνη ἐστὶν ἐκείνη, ἕως ἂν ἀνατείλῃ τὸ αὖγο;.» Τὸ ἐνενηκοστὸν ἕβδομον μυθάριον ἐπιγέγραπται, Εἰς τοὺς ἀρνησαμένους καὶ δοκεῖ καταπείθειν τοὺς ἐν τυγχάνοντας τῇ ἀφιλοσογραφίᾳ αὐτοῦ ὅτι ἐκ Θεοῦ ἐστιν, ἐκ τοῦ ἐνέγκαι βιβλία ἁγνιζόμενα ὄντα, ἐν αὐτοῖς γραφαὶ ὀρθαί· τὴν δὲ ὀρθότητα αὐτῶν ἀκροαταὶ κρινέτωσαν. Τὸ ἐνενηκοστὸν ὄγδοον μυθάριον
col. 791–792page 51 of 76
PG 105:791?? Ο! εκρούσατο. Σφόδρα δὲ καὶ Δαβὶδ υἱὸς τοῦ Ἰεσσαὶ, ἐκ τούτου δὲ ὁ Χριστὸς καταγόμενος ἀποδείκνυται τοῦτο θεία Γραφή; τοῦτο οὐράνιον βιβλίον; ἢ ἀπὸ τῆς ἀλογίας! ὢ ἀπὸ τῆς ἀνοίας τῶν ἀθλίων βαρ βάρων! 18. Τοιγαροῦν ἀπό τε τῆς κατὰ Γραφὴν διανοίας ξένης καὶ ἀλλοτρίας τυγχανούσης τῆς ἐπαράτου αὐτ τῶν βίβλου πρὸς τὴν θείαν Γραφήν, ἀπό τε τοῦ τὸν Θεὸν τῆς αὐτοῦ διαθήκης ἀναξίους αὐτοὺς κρῖναι, συνιδεῖν ἔστιν ὅτι τοῦ οὐρανόθεν πεσόντος ἐστὶ δαί. μονος ή καμηλόθυτος ἐκείνη βίβλος· πᾶν γὰρ τὸ ἀπηλλοτριωμένον Θεοῦ, εἰς τὴν ἐναντίαν καὶ δαιμονιώδη περιίσταται μοῖραν· εἰ γὰρ τοῦ Θεοῦ εἶναι τὸν Ἰσαάκ, τοῦ ὄντως δὲ Θεοῦ σημεῖον ἐμφανές, τὸ στῆσαι αὐτὸν πρὸς αὐτῷ τὴν αὑτοῦ διαθήκην («Στή σω γάρ, φησί, τὴν διαθήκην μου πρὸς αὐτὸν, εἶναι αὐτοῦ Θεὸς καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτὸν» ), σημεῖον τοῦ μὴ εἶναι Θεὸν τῶν Ἰσμαηλιτών κατ' οἰκείωσιν, εἰ καὶ τῷ δημιουργικῷ λόγῳ ἔνεστι, τὸ μὴ ἠξιῶσθαι στῆναι πρὸς αὐτοὺς τὴν τοῦ Θεοῦ διαθήκην. Ο διάβολος ἄρα θεὸς αὐτῶν, ὁ τοῦ Θεοῦ καταψευδόμενος· εἰ καὶ φόβῳ τοῦ ἐκπεσεῖσθαι τοῦ τοιούτου σκοποῦ τὸ ἑαυτοῦ δολερῶς ἀποσιωπήσας ὄνομα, διὰ τὸ ἤδη διαβεβλήσθαι παρά πάντων ἀνθρώπων τὴν τοῦ ὄντος Θεοῦ προσηγορίαν προβάλλεται· σύνηθες δὲ τῷ πονηρῷ τούτῳ ἡ τοιαύτη μεθοδία. Εἰ οὖν θεὸν ἑαυτῶν ἔχειν τὸν τοῦ Ἀβραὰμ Θεὸν οἱ βάρβαροι γλιχόμενοι, τὴν ἀθέμιτον ἐκείνην καὶ ἀπατηλὴν βία ὅλον, καὶ τὸν ταύτην σκαιογραφήσαντα μάταιον ἄνθρωπον ἐξαρνείσθωσαν, καὶ στοιχείτωσαν μόνη τῇ θείᾳ Γραφῇ, καὶ ὑπ' αὐτῆς ποδηγείσθωσαν· ἡ ἐκείνην ταύτης προκρίναντες, τὸν ἀντικείμενον τοῦ Θεοῦ τοῦ ᾿Αβραὰμ προσκυνοῦντες, ἐγκαλυπτέσθωσαν, ὡς ψιλῷ τῷ τοῦ ᾽Αβραὰμ ὀνόματι μόνον καλλω πιζόμενο: καὶ ἀκατάλληλα τοῖς πράγμασι καὶ γράμ μασι κενοφωνοῦντες, ἐξελεγχέσθωσαν· μαινομένου γὰρ οὐδὲν διενήνοχεν ὁ λέγων τὸν Φαραὼ καὶ Αὔγουστον κατὰ ταυτὸν συμβασιλεύειν χρόνον. Τοῦτο γὰρ ἕπεσθαι ἀνάγκη τῆς ἀδελφῆς Μωϋσέως Χριστὸν κυούσης ἢ Χριστὸν μετὰ δισχιλίων ἐτῶν περιόδους γέροντα ὀφθῆναι τῷ Πιλάτῳ ἢ τὴν Μαρίαν τοσαῦτα περιδιῶναι ἢ τὰ πλείονα ἔτη. "Οτι οὐδεμία γνησις τοῖς ᾿Αγαρηνοῖς περι τεμνομένοις, καὶ διὰ τοῦτο οιομένοις ἑαυτῶν θεὸν ἔχειν τὸν τοῦ ᾿Αβραάμ Θεὸν, πρὸς τὸ δεῖξαι ὅτι ἀληθῶς αὐτῶν ὁ Θεὸς τοῦ ᾿Αβραάμ. με. Τῶν δεσποτικῶν προσταγμάτων τὰ μὲν εἰς τοὺς ὑπηκόους φέρει το κέρδος ὅτ᾽ ἂν φυλάττηται, τὰ δὲ εἰς τὸν δεσπότην, τὰ δὲ ἐπ' ἀμφοῖν· ὥσπερ δὴ καὶ ἀποκρουόμενα, τὰ μὲν εἰς τοὺς ὑπηκόους, τὰ δὲ εἰς τοὺς δεσπότας, τὰ δὲ καὶ εἰς ἀμφοτέρους τὴν ζημίαν ἐπάγει. Πάντες οὖν τοῦτο ἴσασιν, ὅτι κἂν ὁποίαν τις; ἂν εἴη ἠθετηκὼς τοῦ δεσπότου ἐντολὴν, αὐτὸν δὲ ἑαυτοῦ ἐπιγράφοιτο κύριον, έχει αὖθις ἐλπίδα εἰς τὴν πρώην εὔνοιαν ἐπισπάσασθαι τὸν δεσπότην ἕτερον δὲ ἑαυτοῦ κύριον ἐπιγραφόμενος, ἀνύποιστον τὴν ὀργὴν καθ᾿ ἑαυτοῦ τὴν τοῦ δεσπότου εφέλκεται, κἂν πάσας τὰς ἐντολὰς αὐτοῦ σπουδαίως ἐπιτελη καὶ οὐ τοσοῦτον ὁ οἰκέτης ἐκεῖνος γνώριμόν τε έχυ τὸν καθίστησι τοῦ ἑαυτοῦ δεσπότου δοῦλον εἶναι, ἐκ
col. 793–794page 52 of 76
PG 105:793τοῦ τὰ ἐκείνου ἀρεστὰ ἐπιτελεῖν, ὅσον ἀλλότριος ἀναφαίνεται, ἐκ τοῦ ἕτερον ἑαυτοῦ εἰσποιεῖσθαι δε σπότην. Ποῖον γὰρ σημεῖον οἰκέτης ἰατροῦ ἐπάγεται, τοῦ εἶναι αὐτὸν κύριον νῦν τὸν ἰατρόν; ὅτ' ἂν τὰ μὲν τῆς τέχνης καλῶς γινώσκει και πράττει ὡς ἑαυτοῦ βούλεται δεσπότης, ἑτέρου δὲ δεσπότου δοῦ λον ἑαυτὸν ὑπογράφει; οὐδὲν γάρ εἰσιν ἕτερον αἱ λοιπαὶ ἐντολαὶ τοῦ Θεοῦ, ἀλλ᾽ ἢ αὐτῶν ἰατρεία καὶ ὠφέλεια· ἡ δὲ εἰς Θεὸν πίστις, εἰς αὐτὸν τὴν δόξαν ἀποκομίζει, βεβαιούντων ἡμῶν ὅτι Θεὸς ἀληθῆς ἐστι, καὶ ὅτι ἡ Δεσποτικὴ σχέσις ἀδιάσπαστος συντηρεῖται. Ωσπερ οὖν καὶ αἱ ἀθετήσεις τῶν λοιπῶν ἐντο λῶν, ἡμῶν μὲν αὐτῶν γίνονται ὄλεθρος, ἡ δὲ τῆς αὐτ τοῦ δεσποτείας παραγραφὴ αὐτὸν ὑβρίζει τὸν Κύριον" πότε οὖν σφοδροτέρως καθ᾿ ἡμῶν ὀργισθήσεται; ἀθετούμενος, οἶμαι, ὁ πάντες ίσασι. Τοῦτον οὖν τὸν λόγον ἐπί τε Ἀβραὰμ καὶ Μωάμετ περὶ Θεοῦ γυ μνάσομεν. Εἶπεν ὁ Θεὸς τῷ ᾿Αβραάμ. Περιτεμεῖσθε τὴν ἀκροβυστίαν τῆς σαρκὸς ὑμῶν·, ποιεῖ τοῦτο καὶ Μωάμετ. Εἶπεν ὁ Θεὸς τῷ ᾿Αβραάμ «Οὐ λα τρεύσεις Θεῷ ἑτέρῳ, πλὴν Κυρίου τοῦ Θεοῦ σου·, τοῦτο ποιῆσαι Μωάμετ οὐκ ἀνέχεται· προσκυνεῖ γὰρ τῷ Χουβὰρ εἰδώλῳ ὄντι ἀρχαιοτάτῳ περὶ τὴν Ἔθρι ον ἔρημον, καὶ τῷ Μάκαρ, ὅπερ φασὶν εἰς τύπον τῆς ᾿Αφροδίτης διαγεγράφθαι Οὐ δύναται οὖν Θεὸν ἑαυτοῦ ἔχειν ὁ Μωάμετ τὸν Θεὸν ᾿Αβραάμ, εἰ καὶ σύμβολον ἐντολῆς αὐτοῦ τὴν περιτομὴν ἐπάγεται, διὰ τὸ εἰς ἕτερον ἑαυτὸν μεθιστάναι Θεόν· αὐτὸς γὰρ εἰρήκει· ο Πλὴν Κυρίου τοῦ Θεοῦ σου·, ἡ γὰρ ἁπλῶς περιτομή, σαρκὸς μόνη ἐστὶν ἀφαίρεσις τοῦ περιτεμνομένου, ἀλλ' οὐκ ἀπόδειξις τῆς κατὰ τὴν δουλείαν καὶ δεσποτείαν σχέσεως· ὥσπερ οὐδὲ τὸ κεχρῆσθαι τὸν ἐκ τοῦ ἰατροῦ δραπετεύοντα οἰκέτην τὰ τῆς ἰατρικῆς, εἰς ἕτερον ἀνακεχωρηκότα δεσπό την, τοῦ εἶναι αὐτὸν τοῦ ἰατροῦ οἰκέτην απόδειξις ἦν· μάτην ἄρα θεὸν αὐτῶν ᾿Αγαρηνοί λέγουσι τὸν Θεὸν τοῦ ᾿Αβραάμ· ἐφάνησαν γὰρ ψευδόμενοι. Εἰ γὰρ καὶ ἦν αὐτῶν ποτε θεός, ἀλλὰ νῦν μετὰ τοῦ Χουβὰρ καὶ τοῦ Μωάμετ, οὐκ ἔστιν αὐτῶν θεός. ΚΖ'. 'Αλλο εἰς τὸ αὐτό. Ας'. Πᾶν τὸ ἐν ἀληθῶς, ἐξ ὀνόματος ἅμα και πράγματος γνωρίζεται· εἰ δὲ διαιροῖτο εἰς δύο, εἰς σε όνομα μόνον, καὶ πράγμα μόνον, πλανᾷ. "Ονομα δὲ μόνον καλῶ τὸ ἔρημον τοῦ οἰκείου ἀληθῶς πρά γματος· πράγμα δὲ μόνον τὸ ἔρημον τοῦ οἰκείου ἀληθῶς ὀνόματος, ἀλλ' οὐκ ἀνώνυμον· ἐξ ἀμφοῖν μὲν οὖν γνῶσις ἀληθὴς συνίσταται, ἐκ δὲ θατέρου ἀπάτη καὶ τοῦτό ἐστι τὸ ποιοῦν ὁμονοεῖν τε καὶ ἀλλοτρίως ἔχειν περί τι πρὸς ἑαυτοὺς τοὺς ἀνθρώπους· διττή δὲ τοῦ μόνου ὀνόματος ἡ ἀπάτη, ὅτ' ἂν μηδὲν μηδαμή σημαίνῃ, καὶ ὅτ' ἂν τοῦ οἰκείου ἀφαιρεθὲν πράγματ τος προσκέοιτο τῷ ἀπεοικότι· τὸ δὲ σημαῖνον διάφορα ἀληθῆ, οἰκεῖον ἂν ἐκάστου καὶ ὁμοῦ καλοῖτο όνομα πράγμα δὲ ἀληθὲς ἔστι καὶ ὀνομάζεται, τὸ τῶν οίο χείων τῆς οὐσίας ἀνενδεῶς καὶ ἀπερίττως σῶζον λό γον· ὄνομα δὲ ἀληθὲς, ὅπερ ὁ τοῦ πράγματος λόγος σημαίνειν βούλεται. Οὔτε οὖν τὸ πρᾶγμα ὡς πρᾶγμα πλανᾷ· οὔτε τὸ ὄνομα, ὡς ὄνομα οἰκείου πράγματος,
col. 795–796page 53 of 76
PG 105:795ἀπατᾷ ἀλλ' ὡς ἄλλου πράγματος ἐν ἑτέρῳ πρά Ο η γματι όνομα, καὶ ὡς ἄλλου ὀνόματος ἐν ἑτέρῳ ἀνό μάτι πράγμα ἡ ἀπάτη συμβαίνει. 15. Τούτων οὕτως ἐχόντων βάδιον ἐλέγξαι τὸ βάρβαρον τοῦτο φύλον, ὡς εἰς μάτην τῇ τοῦ Θεοῦ Αβραὰμ κλήσει ἑαυτοὺς ἐξαπατῶσιν, οὐκ αὐτοῦ ἀληθῶς ὑπ' αὐτῶν λατρευομένου, κἂν εἰ μερικά τινα γνωρίσματα αὐτοῦ ἐπιφέρονται τε καὶ ὁμολογοῦσι, τήν τε περιτομὴν καὶ τὸ λέγειν αὐτοὺς λαὸν εἶναι τοῦ Θεοῦ ᾿Αβραάμ. Ὡς γὰρ οὐκ ἀρκεῖ τὴν τοῦ ἀνθρώπου γνώσιν παραστῆσαι τὸ εἰπεῖν δίπουν θνητόν, καίτοι δίπουν θνητὸν ἀληθῶς ὁ ἄνθρωπος· ἀλλ᾽ οὐκ εὐθύ τὸν ἄνθρωπον ταῦτα δηλοῖ, διὰ τὸ μὴ φάναι τὴν κυ ρίως παραστατικὴν τῆς ἀνθρώπου φύσεως διαφοράν οὕτως οὐδὲ τὸ φάναι αὐτοὺς θεὸν ἔχειν τοῦ ᾽Αβραὰμ τὸν Θεὸν, καὶ τὴν σάρκα περιτετμῆσθαι, Θεὸν αὐτὸν δείκνυσι τὸν κυρίως καὶ ἀληθῶς, τῶν χαρακτηρίζειν δυναμένων συμβόλων παρεωραμένων ὑπ' αὐτῶν. Ὅτ' ἂν γὰρ ὁ τοῦ ἔθνους αὐτῶν προαγωγός ἐναντία τῶν τοῦ Θεοῦ ᾿Αβραάμ νόμων προστάσσῃ, ἆρ᾽ οὐχ ἕτερον Θεὸν εἰς τὸ ἐκείνου εἰσάγει όνομα; καθ' όν τρόπον τὴν ἀπάτην λέγομεν συμβαίνειν· σκοπείτε γὰρ ἐν τεῦθεν· Εἶπεν ὁ Θεὸς τοῦ ᾿Αβραὰμ τοῖς υἱοῖς αὐτοῦ Οι προσκυνήσετε πἂν ὁμοίωμα, οὐδὲ μὴ λατρεύσητε αὐτοῖς, ο τουτέστιν ὡς Θεόν Εἶπεν ὁ Θεὸς ᾿Αγαρηνοῖς, ὡς φασι, διὰ τοῦ ἀποστόλου αὐτοῦ Προσκυνείτε τῷ Κουβὰρ ὡς θεῷ εἰδώλῳ ὄντι καὶ ὁμοιώματι τῆς ᾿Αφροδίτης. Είδωμεν οὖν τί κοινὸν έχει Αβραὰμ καὶ Μωάμετ, καὶ τί διενήνοχεν· εἴδω μεν δὲ καὶ ἐν τίσι μᾶλλον χαρακτηρίζεται ὁ Θεός, Θεὸς παρὰ ἀνθρώπων γνωριζόμενος· καὶ ἐν τίσι δοκεῖ μὲν, οὐκ ἔστι δέ· ἐν τίσι δὲ παροργίζεται μᾶλλον. ζη'. Εν αἷς μὲν οὖν ἐντολαῖς μόνως αὐτοὶ κοσμούμεθα, ἐλάττων ἡ δήλωσις τοῦ θείου καὶ ἀμυδρά· ἔστιν δὲ ὅτε οὐδὲ ἐλάττων, ἡνίκα αὐτὸς ἀποκρούοιτο· ἑ οἷς δὲ ἡ αὐτοῦ δόξα συνίσταται, ἀληθὴς καὶ μείζων ὑπερβαλλόντως· ὥσπερ καὶ τὸ ἀνάπαλιν· ἔλαβεν Αβραὰμ περιτομὴν προεπιγνοὺς τὸν Θεὸν, καὶ ἀπὸ ηρνήσατο τὰ εἴδωλα τοῦ πατρὸς αὐτοῦ. Πότε οὖν μᾶλλον Θεῷ εὐηρέστησεν, ἐν τῇ ἀπαρνήσει τῶν εἰς δώλων, ἢ ἐν τῇ περιτομῇ τῆς σαρκός; Πρόδηλον ότι ἐν τῇ ἀπαρνήσει τῆς εἰδωλολατρείας σημείον γὰρ ἔλαβεν τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστία τὴν περι τομήν. Εἰσάγει καὶ ὁ γόης ὁ ἀπόστολος τῶν ᾿Αγαρη νῶν περιτομήν· ἀλλὰ καὶ εἰδωλολατρείαν. "Αρ' οὖν καὶ αὐτὸς ὡς ᾿Αβραάμ Θεῷ εὐηρέτησεν; ἢ μᾶλλον παρώργισεν; ἢ ὡς δοκεῖ, τὰ ἀμφότερα; ἀλλ' εἰ μὲν τὰ ἀμφότερα, ἄρα Θεῷ εὐηρέτησε περιτέμνων, ἢ μᾶλλον πολλῷ πλέον παρώργισεν εἰδωλολατρῶν; Εὖ δηλον ότι μᾶλλον παρώργισεν· ὧν γὰρ ἡ κατόρθωσις μείζων, τούτων πάντως καὶ ἡ ἀπόπτωσις μείζων. Τῶν γὰρ πραγμάτων ἡ φύσις ἐκ τῶν καθ᾿ αὐτὰ ἢ ἐκ τῶν περὶ αὐτὰ δηλοῦται· καὶ ἡ μὲν ἐκ τῶν περὶ αὐτὰ δήλωσις, οὐ τοιαύτη· ἡ δὲ ἐκ τῶν καθ᾿ αὐτὰ, άσφαλής τε καὶ ἀδιάψευστος μάλλον. Καθ' αυτό τις τὴν φύσιν δουλείας καὶ δεσποτείας τότε δηλοῖ, ὅτ' ἂν ἡ σχέσις ἀκίνητος συντηρῆται· οὐ καθ᾿ αὐτὸ δὲ, ὅτ' ἂν τὸν περὶ τὸ πρᾶγμά τινα ἐμφαίνῃ, ἀλλ' οὐκ εὐ
col. 797–798page 54 of 76
PG 105:797τὴν τὴν σχέσιν ἔχον. Η οὖν περιτομὴ περὶ τὴν σχέ σιν τῆς δουλείας, ἀλλ᾽ οὐ κατ' αὐτὴν τὴν σχέσιν· εἰ δὲ εἰδωλολατρεία, οὐ μόνον ὅτι οὐ τῶν καθ᾽ αὑτό τι τῆς θείας σχέσεώς ἐστιν, ἢ τῶν περὶ αὐτὴν, ἀλλὰ καὶ κατ' αὐτῆς στασιάζει της σχέσεως διαστῶσα αὐτ τήν. Εντεῦθεν δηλοῦται τίς Θεοῦ ἐγγὺς, Ἀβραὰμ ή Μωάμετ· ποῖος νόμος τὸν Θεὸν τοῦ ᾿Αβραὰμ εἰσ άγει; ὁ λέγων, ὁ Οὐ προσκυνήσεις θεῷ ἑτέρῳ, ἀλλ' ἡ Κυρίῳ τῷ Θεῷ; ν ἢ ὁ προσκυνῶν τῷ Χουδὰρ εἰδώλῳ ὄντι τῆς ᾿Αφροδίτης; Μὴ δὴ τῷ ὀνόματι τοῦ Θεοῦ Αβραὰμ σεμνυνόμενοι, απεναντίας τῷ Θεῷ ᾽Αβραὰμ φρονοῦντες ἀπατάσθωσαν, ὡς τὸν Θεὸν τοῦ ᾽Αβραὰμ οἰκεῖον καὶ εὐμενὴ ἑαυτοῖς ἔχοντες· παραδειγματί σθησαν γὰρ ὄνομα μόνον, τοῦ πράγματος χωρίς, ἑτέρῳ ἀπεοικότι τεθειμένον ψευδώς σέβοντες· καὶ ἐκ τῶν περὶ τὸ πρᾶγμα τὸ γνώριμον ἔχειν ἐξαπατώμενοι· ἐκ δὲ τῶν καθ᾿ αὐτὸ τὸ πρᾶγμα τὴν ἀλλο τρίωσιν πάσχειν ἐξελεγχόμενοι· εἰ μὴ ἄρα ἡμεῖς φανώμεν ἑαυτοῖς βιαζόμενοι ἕνα Θεὸν ἔχειν· δύο ἐκείνων ὁμολογούντων ἐναντιωτάτους θεούς, ἀληθῆ καὶ ψευδῆ· ἢ τό γε ἀληθέστερον εἰπεῖν, οὐδέτερον ἐχόντων. ΚΗ. Απόδειξις ὅτι οὐ τὸν ὄντως ἀληθινὸν Θεὸν εἰσηγεῖται ὁ Μωάμετ· οὐδὲ αὐτῷ οἱ ᾿Αγαρηνοί λατρεύουσιν, ἀλλὰ τὸν ἀποστάτην δαίμονα σφετερισάμενον εἰς ἑαυτὸν τὴν θείαν προσο ηγορίαν. Εθ'. Πάντων τῶν ὄντων ὑπεροχικῶς ἐξῃρῆσθαι τὸ Θεῖον, εἰ καί τι ἄλλο τό γε ἀναλλοίωτον καὶ ἄτρεπτον χαρακτηρίζει σαφῶς, κατ' αὐτό τε τὸ εἶναι, καὶ τὸ διανοεῖσθαι, καὶ λέγειν, [καὶ] ποιεῖν· ὡς τὸ, Πάντες αλλαγήσονται, σὺ δὲ ὁ αὐτὸς εἶ· καὶ τὸ, Η βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει· καὶ τὸ, Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει καὶ τὸ, Πάντα τὰ ἔργα σου ἀληθινά· θειοτέρως δηλονότι ἢ ἀνθρωπινωτέρως τούτων νοουμένων ἐπισκεπτέον νῦν εἴ γε ταῦτα συντετηρῆσθαι τῷ Θείῳ, ὁ καμηλώδης τοῦ πονηροῦ ἀπόστολος συγχωρεί, την τρίτην καὶ νεωτέραν διαθήκην μυθολογούμενος. ρ'. Τοῦ θείου τοίνυν ὁμολογουμένου πάντη άθλου καὶ ἀσωμάτου, θεωρουμένου δὲ ἀναλόγως καὶ ἐκ τῶν οἰκείων ἔργων, ἐπιγινωσκομένου τε ἐκ τῶν θείων λόγων ὅτ' ἂν συμφωνῇ τοῖς ἔργοις τὰ ῥήματα, ὑμνουμένου τε ἐκ τῶν θεοπρεπῶν θελημάτων· ὅτ᾽ ἂν παρ' αὐτοῦ ἐμφανίζωνται, ἐχομένων δηλαδὴ καὶ αὐτῶν τοῦ κατὰ τοὺς λόγους καὶ τὰ ἔργα σκοποῦ· ὅτ' ἂν ἐν τι τούτων ἀντικειμένως εὑρεθῇ ἔχον πρὸς τὰ λοιπά, τῆς πρὸς τὸ θεῖον ἐκπεπτωκὸς ἂν ἐλέγχοιτο ἀσε βείας, ὁ ταύτης αντεχόμενος τῆς ἀπάτης· σκοπεί σίω δὴ οὖν τοῦτο ἐπὶ τοῦ ᾿Αραβος τὰ κατὰ τὸν Φαραὼ καὶ τὴν Ἐρυθραν θάλασσαν, οὐκ οἶδ' ὅπως, ὡς δέ γε ἐγὼ νοεῖν δύναμαι, κατὰ τὸ, ἐμπεσεῖσθαι τῷ ἰδίῳ ἀμφιβληστρῳ τοὺς ἁμαρτωλούς ειν ρημένον, καὶ αὐτὸς ἀπεδέξατο· τὸν δὲ τοῦ τεμόντος τὸ πέλαγος νόμον, ὡς οὐδὲν ἀποπέμπεται, δηλονότι μετὰ τῶν λόγων, καὶ τὰ θελήματα ἐκποιούμενος φανερὸν ὅτι χειροτόνητόν τινα ἑαυτῷ θεὸν εἰσποιεῖ
col. 799–800page 55 of 76
PG 105:799τὸ πέλαγος, δι' ἄλλο οὐδὲν ἢ διὰ τὸ τοὺς αὐτοῦ φυ λάττεσθαι λόγους τοῦτο πεποίηκεν. Ο γοῦν ἀθετῶν τοὺς αὐτοῦ λόγους, πρότερον αὐτὸν ἀθετεῖ· αὐτὸν δὲ ἀθετῶν, καὶ τὸ παρ' αὐτοῦ γεγενῆσθαι τὸ θαῦμα ἀθετεῖ· γεγενημένον τε ὅλως τὸ θαῦμα ὁμολογῶν, παρ' ἄλλου πάντως αὐτὸ γεγενῆσθαι λέγει, οὐ παρὰ τοῦ γεγραφότος τοὺς λόγους ἐν οἷς καὶ τοῦτο γέγραπται τὸ θαῦμα· ὥστε διττὴ αὐτοῦ ἡ ἀσέβεια, μᾶλλον δὲ καὶ τριττή, ὅτι τε ἀφαιρεῖσθαι τοῦ πεποιηκότος Θεοῦ τὸ θαῦμα· καὶ ὅτι μὴ τῷ πεποιηκότι χαρίζεται. Τίς δέ ἐστιν ὁ ἐξ ἀρχῆς κατὰ τῆς θείας επαιρόμενος δόξης, σαφῶς οἴδαμεν· τοῦτον οὖν ἄρα πάντως ἀνάγκη σέβεσθαι ταῦτα φρονοῦντα· ἡ ἠλλοίωται κατ' αὐτὸν τὸ θεῖον καὶ τέτραπται, καὶ οὐκ εἰς τὸν αἰῶνα ται, ἀλλ' οὐχὶ τὸν ὄντως Θεόν· ὁ γὰρ ἐκεῖνο βήξας ὁ λόγος αὐτοῦ διαμένει, οὐδὲ πάντα τὰ ἔργα αὐτοῦ ἀληθινά· ἀλλ᾽ ἀποῤῥίφθω εἰς κεφαλὰς τῶν αἰτίων τῆς βλασφημίας τὸ ἄτοπον. Εἰ δὲ ἄτρεπτον καὶ ἀναλ λοίωτον διαμένει τὸ θεῖον, αὐτὸς μὲν ἀνατετραμμέν νος ὑπάρξει ὡς δυσσεβής μεταβαλλόμενον καὶ μετα τρεπόμενον βλασφημῶν τὸ θεῖον, καὶ τοὺς αὐτοῦ Αθετηκώς λόγους· μεθέξομεν δὲ τῆς αὐτοῦ ἀτερψίας χάριτι οἱ καὶ τὸ θαῦμα προσδεδεγμένοι, καὶ τοὺς νόμους πληροῦντες καὶ τελειοῦντες, καὶ τὰς θεοπρεπεῖς ἐξ αὐτῶν παιδευόμενοι μαθητείας τε καὶ προ φητείας περί τε Χριστοῦ καὶ πάντων τῶν ὄντων καὶ ἐσομένων. ρα'. Συνήκται τοίνυν ἐκ τούτων φωραθῆναι αὐτὸν λέγοντα, ἢ τὸν Θεὸν μὴ εἶναι Θεόν, ἀλλ᾽ ἕτερον εἶναι θεόν· ἡ ὄντα, μὴ τὸν αὐτὸν ἀεὶ διαμένειν ὡσαύτως ἔχοντα ἀλλὰ κατὰ τοὺς ἐν γενέσει καὶ φθορᾷ, τῆς ἑαυτοῦ ἐξισταμένου ἕξεως, τῷ χρόνῳ μεταβαλλόμενον· ὧν τὸ ἀσεβὲς ὁπόσον, συνιδείν εὔκολον. Τούτῳ οὖν τῷ κανόνι κεχρημένος πᾶς ὅστις ἂν φιλαληθές στατος, κἂν ἄλλο τι τῆς Παλαιᾶς παραδέξηται ἢ καὶ Νέας· τολμᾷ γὰρ καὶ αὐτὸς τὸν παρθενικὸν καὶ μὴ βουλόμενος ὁμολογεῖν τόκον, ἐκ τῆς αὐτοῦ ὁμολογίας τοῦτον περιτρεπέτω· λίαν γὰρ ἀμαθὴς ὁ βάρβαρος καὶ ἀπαίδευτος. Η ΚΘ'. Ὅτι σφάλλονται οἱ λέγοντες τὴν εἰς τὸν Θεὸν καὶ Πατέρα σώζειν εὐσέβειαν τὸ Ἀγαρηνῶν ἔθνος. ρβ. Αληθείας κεκλημένου καὶ ὑπάρχοντος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀνάγκη τοῖς τοῦτο πεπιστευκόσι, μὴ δεῖν κατατίθεσθαι ὡς τὸν Θεὸν Αβραὰμ καὶ Θεὸν Μωϋσέως καὶ ᾿Ααρών παρὰ τοῦ Αγαρηνοῦ λατρεύεσθαι ἔθνους. Φησὶ γὰρ ὁ Κύριος Ὁ μὴ τιμῶν τὸν Υἱόν, οὐδὲ τὸν Πατέρα τιμῇ· ὡς πάντων δηλονότι τῶν ἁγίων ἐκείνων πατριαρχῶν καὶ προφητῶν, τὴν τοῦ Υἱοῦ τοῦ Θεοῦ μεμνημένων καὶ σεβασθέντων ἐπίγνωσιν· Ἀβραὰμ γάρ, φησὶν, ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ εἶδε καὶ ἐχάρη. Μωϋσῆς ἔγραψε, καὶ οἱ καθεξῆς προφῆται ήτοι ἔργῳ ἢ λόγῳ περὶ αὐτοῦ μυστικῶς ἐνεφήναντο· πῶς οὖν τὸ ἀσεβὲς τοῦτο
col. 801–802page 56 of 76
PG 105:801ἔθνος τὴν παντελῆ τοῦ Υἱοῦ ἀναίρεσιν πρεσβεῦον, η τὸν αὐτοῦ Πατέρα σεβάζοιτο; ἢ πῶς ἂν ὁ αὐτὸς ἀπο δέξαιτο Πατήρ τὸν αὐτοῦ ὄντως ὄντα Υἱὸν καὶ Λόγον καὶ Θεὸν εἰς ἀνυπαρξίαν ὑπ' αὐτῶν ὁρῶν βλασφημούμενον; οὐδεὶς πατὴρ φίλος ἐστὶ τῶν ἐχθρῶν τοῦ μονογενοῦς αὐτοῦ· εἰ γὰρ τὸν Πατέρα ἔσεσον, αὐτὸς ἂν ὁ Πατὴρ αὐτοῖς τὸν Υἱὸν ἀπεκάλυψε. Φησὶ γὰρ ὁ Κύριος· Οὐδεὶς γινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ καὶ ᾧ ἂν αὐτὸς ἀποκαλύψῃ· ὅπερ ἐπὶ τῶν πάλαι ἁγίων ὁρῶμεν γεγενημένον· οἱ τὴν ἑαυτῶν περὶ τοῦ Υἱοῦ γνῶσιν καὶ πίστιν, καὶ ἐν γράμμασιν ὡς ἐν στήλαις κατέλιπον· ἄλλως τε πῶς ἂν δύναιντο τὸν Πατέρα ἐπιγινώσκειν, μὴ αὐτοῖς ἀποκαλύπτοντος τοῦ Υἱοῦ; Οὐδεὶς γινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υιός· ὥστε πάντες οἱ τῆς Παλαιᾶς ἔγκριτοι καὶ δι καιοι ἄνδρες, τὸν Θεὸν καὶ Πατέρα σέβοντες, τὴν τοῦ Υἱοῦ τοῦ Θεοῦ ἐμνήσθησαν καὶ ἐμύησαν γνῶσιν. ο γ. Καὶ τοῦτο σημεῖον ἐναργὲς ὁ Υἱὸς δέδωχεν αὐτῶν τε καὶ τῶν μετ' ἐκείνους τῷ Πατρὶ προσκυνούντων, τὸ τὸν Υἱὸν τιμᾷν· καὶ γὰρ ὁρῶμεν ἀληθῶς οὕτως ἔχον ἔν τε νόμῳ καὶ χάριτι. Φανερὸν ἄρα ὅτι οὐ τὸν τοῦ ᾽Αβραὰμ καὶ Μωϋσέως Θεὸν τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ προσκυνοῦσιν Αγαρηνοί, καὶ τὴν γνῶσιν τοῦ Μονογενοῦς ἐξαρνούμενοι· ἀλλὰ τὸν πατέρα τοῦ ψεύδους, ὡς ἐξ ἀνάγκης τοῦτο ἀκολουθοῦντος, διὰ τὸ μὴ προσκυνεῖν τὸν τῆς ἀληθείας Πατέρα. Ο γὰρ θατέρου ἀποστὰς, θατέρῳ περιπίπτει· καὶ ἀψευδής ἐστιν ὁ τοῦ Κυρίου λόγος, ὅτι Ὁ μὴ τιμῶν τὸν Υἱόν, οὐδὲ τὸν Πατέρα τιμᾷ ἀνάγκη οὖν τοῖς τῷ Χριστῷ πιστεύουσι, μὴ ἐξεῖναι λέγειν ὅτι τὸν ἀληθινὸν Θεὸν σέβονται 'Αγαρηνοί τοῦτο λέγοντες, τοὺς περὶ Ἀβραὰμ καὶ Μωϋσέα ἀναγκασθήσονται λέγειν μὴ τὸν Θεὸν τὸν ἀληθινόν προσκυνεῖν· καὶ τὸν Κύριον ψεύδεσθαι, ὅπερ ἀδύνα τον τὴν αὐτοαλήθειαν παθεῖν· καὶ τὴν τῶν παλαιῶν Γραφὴν μὴ συσσημαίνειν διαφόρως τῷ Πατρὶ καὶ τὸ τοῦ Υἱοῦ πρόσωπον ὁποῖόν ἐστι τὸ, Εκ γαστρός πρὸ ἑωσφόρου ἐγέννησά σε. Καὶ τὸ, Ο θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέ σε θεὸς ὁ Θεός σου εἰς τὸν αἰῶνα, καὶ τὰ ὅμοια. Εἰ δὲ τὴν ἀλήθειαν μὴ ψεύδεσθαι, καὶ τοὺς περὶ ᾿Αβραὰμ θεοσεβεῖς ὁμολογοῦσιν, ἀσεβεῖς καὶ ἀθέους τοὺς ᾿Αγαρηνούς πάντως ἀποφανοῦνται, ἀλλ' οὐχὶ θεοσεβεῖς ὁπωσοῦν. Α'. Απάντησις πρὸς τοὺς δυσφημοῦντας 'Αγα ρηγοὺς τὴν Χριστοῦ θεότητα, καὶ λέγοντας ἀφρόνως· Οὐκ ἔστι Θεός· καὶ διὰ τοῦτο οἰομέ τους τὴν Χριστιανῶν αὐτοῖς ἐκδεδόσθαι εἰς προνομὴν χώραν. ρδ. Εἰ καὶ ἐπιτιμᾶσθαι αὐτοὺς εἰκὸς ἦν ἐκ προοιμίων, τοῦτο μὲν παροπτέον, διὰ τὸ εἶναι τὸν τούτους ἐξίως ἐπιτιμήσοντα· κοινὰς δὲ προλαβόντες ἐννοίας τῆς λύσεως τῆς τοιαύτης ἀπορίας, ἐκ τῶν παρ' αὐτ τοῖς ὁμολογουμένων αὐτοὺς ἀπελέγξομεν, ὡς ἐν πᾶσι κἐν τούτῳ κακῶς φρονοῦντας· τὸ θεῖον δεῖν εἶναι, παρ' ἡμῶν μαθόντες, ὁμολογοῦσιν ἀγαθὸν, φιλάν
col. 803–804page 57 of 76
PG 105:803θρωπον, καὶ σοφὸν, καὶ δίκαιον καὶ δυνατόν· εἰ καὶ η ἄλλο εἰς τὸ ἐκείνου σέβουσιν όνομα. Ως γοῦν ἀγαθὸς, θέλει εὐεργετεῖσθαι ἡμῶν καὶ τὰς ψυχὰς, εἰ οἷόν τε, καὶ τὰ σώματα, ἐρεθίζων ἐκ τῶν αἰσθητῶν εἰ; τὰ νοητὰ τὴν ψυχήν· ὡς σοφὸς δὲ καὶ δίκαιος καὶ δυνα τὸς, τὴν ψυχὴν ἀεὶ προκρίνει τοῦ σώματος· τῶν γὰρ ἀνθρώπων οἱ μέν εἰσι θεοσεβεῖς, οἱ δὲ ἀσεβεῖς· καὶ τῶν θεοσεβῶν, οἱ μὲν εὔχρηστοι, οἱ δὲ ἄχρηστοι πά λιν τῶν ἀχρήστων, οἱ μὲν ἰάσιμοι, οἱ δὲ ἀνίατοι· τῶν δὲ ἰασίμων, οἱ μὲν δι' ευπάθειαν, οἱ δὲ διὰ δυσπάθειαν ιώνται· ἀλλ' οἱ μὲν δι' αὐτῶν ἰῶνται, οἱ δὲ δι' ἑτέρων νομοθετοῦνται· καὶ τῶν ἀχρήστων δέ, οἱ μὲν ἀνέσεως οὓς τοῦτο σώζει, οἱ δὲ πόνων ἀξιοῦνται ἀλλὰ τούτων οἱ μὲν ὑπὲρ ἑαυτῶν ἀνιῶνται, οἱ δὲ καὶ ὑπὲρ ἄλλων καὶ ὑπὲρ ἑαυτῶν, ἡ ὡς δοκιμωτέρων ἐσομένων, ἢ ὡς ἐλλείψεις ἔτι ἐχόντων· τῶν δὲ ἀστ δῶν οἱ μὲν εὐπαθοῦσι τυχόν τοῖς οὐ μοχθηροῖς τὴν γνώμην, ὑποτεμνομένης τῆς ἐκεῖσε τιμωρίας, διὰ τῆς ἔνθεν ἀνίας, ἢ διὰ τῆς κακίας παμμοχθηρον, καὶ κατ' ἄμφω ἐκδίδονται· εὐπαθοῦσι δὲ ἀσεβεῖς κατὰ πάσης αὐτοῖς περιαιρουμένης προφάσεως. Θλίψη; τοίνυν καὶ θυμηδία εναντία ὄντα, περὶ ἐν καὶ τὸ αὐτὸ ἀνθρώπειον γένος συμβαίνοντα τοὺς πολλοὺς ἐξηπάτησεν ὡς οἱ μὲν θεάρεστοι εύθυμοῦσι πάντως, οἱ δὲ θεοστυγεῖς ἀνιῶνται. Αλλ' οὐχ οὕτω διανοεῖσύει χρή· μᾶλλον δὲ εἰδέναι δέον, ὅτι ἡ εὐθυμία διττή· ἡ μέν τις αισθητὴ καὶ πρόσκαιρος, ἡ δὲ νοητὴ καὶ αἰώνιος· καὶ ἡ θλίψι; ωσαύτως τοιγαρούν εὐθυμοῦσι μὲν καὶ δίκαιοι, ὡς ὁ ᾿Αβραάμ· εὐθυμοῦσι δὲ καὶ ἄδικοι, ὡς οἱ ὅσοι] κατὰ τὸν Φαραώ· πάλιν ἀνιῶνται δίκαιοι, ὡς ὁ Ἰακὼβ φεύγων τὸν Ἡσαν καὶ θητεύων παρὰ τῷ Λάβαν· πάλιν ἀνιῶνται καὶ ἄδικοι ὡς ὁ ᾿Αμαληκ καὶ Αἰγύπτιοι· ιδού τοίνυν περὶ ἐν καὶ τὸ αὐτὸ ἦθος τοῦ δικαίου, θλίψις καὶ ἀθυμία· καὶ περὶ μίαν καὶ τὴν αὐτὴν ἕξιν τοῦ ἀδί κου, θλίψις τε καὶ ἀθυμία· ἐρεῖ τις ἴσως· Τίς ἡ ἀνισότης ἐπὶ ἴσοις, καὶ πόθεν; Οὐδὲ γὰρ περὶ τὸ πῦρ κρυμὸς καὶ καύσος καθορᾶται· φημὶ κἀγώ· Οὐδὲ γὰρ τὸ δίκαιον ἴσον καὶ ἄνισον· ἀλλὰ περὶ τὰ δεκτικὰ δικαιοσύνης καὶ ἀδικίας, θλίψις και θυμηδία. ρε. Ἐπειδὴ θὰ εἴρηται ὅτι ἡ θλίψις, ήτοι πρόσ καιρος καὶ εὐφορωτάτη, ήτοι αιώνιος καὶ ἀφορω τάτη· καὶ ἡ εὐφροσύνη, ήτοι πρόσκαιρος καὶ βρα χυτερπής, ήτοι αἰώνιος καὶ μεγαλοτερπής· ὁ φιλό ψυχος Κύριος, καὶ οὗ αἱ δωρεαὶ ἀπόρρητοι καὶ άΐδιοι, ἐναλλὰξ ἐν σοφίᾳ τιθεὶς ἔκαστα τούτων, παρὰ μὲν τὴν πρόσκαιρον χαράν, τὴν αἰώνιον θλίψιν παρὰ δὲ τὴν πρόσκαιρον θλίψιν, τὴν αἰώνιον εὐφροσύνην· διὰ τὴν ἀπατήσασαν τὸν ᾿Αδάμ ἡδονὴν οὐκ ηπόρησε, καὶ δι᾿ εὐφροσύνης εἰς εὐφροσύνην πολ ηγῆται· καὶ ἀπὸ θλίψεως εἰς θλίψιν παραπέμψαι εἰς τὸν Κάϊν· καὶ τοῦτο τὸ ποιοῦν τοῖς βαρβάροις τὴν ἀπορίαν· καὶ διὰ τοῦτο ἀλόγως ἀποφαίνεσθαι παρασκευάζον. Ὅτι μὲν οὖν θεοσεβεῖς οἱ Χριστιανοί, οὐ τοὺς βαρβάρους ἐρωτητέον· ψευδεῖς γὰρ οἱ υἱοὶ τῶν ἀνθρώπων· ἀλλὰ καὶ πᾶς ἄνθρωπος ψεύστης· τὴν δὲ αὐτοαλήθειαν ὅς ἐστι Χριστός, καὶ τὸ Πνεῦμα τῆς ἀληθείας 8 παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, τὸ ἐν νόμῳ καὶ προφήταις λαλῆσαν, καὶ τὴν χάριν τε
col. 805–806page 58 of 76
PG 105:805λειῶσαν· ὅτι δὲ ἐκεῖνοι ἀσεβεῖς, ήδη δέδεικται, καὶ δείκνυται, καὶ δειχθήσεται. Αλλ' ὅτι καὶ ἡμῶν αὐτῶν, οἱ μὲν εύχρηστοι, οἱ δὲ ἄχρηστοι, ἡμεῖς αὐτοὶ καὶ ὁρῶμεν τοῦτο καὶ ὁμολογοῦμεν· ὑπὸ γοῦν τῆς τοῦ Θεοῦ σοφίας καὶ ἀγαθότητος τῶν καθ' ἡμᾶς διοικουμένων (οὐ γὰρ δήπου δι᾿ ἡμᾶς ἀφῄρηται τὸ εἶναι ἀγαθὸς καὶ σοφὸς καὶ δίκαιος καὶ δυνατὸς τῷ λόγῳ, ὡς εἰρήκαμεν· τοῦτο γὰρ πᾶσα ἡ θεία διδάσκει Γραφή)· πῶς οὖν οἱ ἄγνωστοι καὶ βάρβαροι, ἐν τῆς διαιρέσεως μόλις καταλαβόντες κρῖμα, καὶ τοῦτο παναθλίως, εἰς τοῦτο τὴν θείαν ἀμαθῶς περιορίσαι δυνήσονται σοφίαν, ὡς οὐδὲν πλέον ᾿Αγαρηνῶν τοῦ Θεοῦ ἐγνωκότος; Εἰ οὖν θεοσεβεῖς οἱ Χριστιανοί, τούτων δὲ οἱ μὲν εὔχρηστοι, οἱ δὲ ἄχρηστοι, Θεοῦ δὲ ἀμφοτέρων προμηθεῖσθαι τὴν σωτηρίαν, οὐκ ἄρα ὡς ἀθέους ἡμᾶς καταληίζονται, ἀλλ' ὡς ὑπὸ Θεοῦ παιδευομένους ἀφηνιάζοντας, καὶ στηριζομένους ἐπλυομένους, καὶ συστελλομένους ὑπερφρονοῦντας, καὶ ἐλεγχομένους τῇ ἀκαταλήπτῳ αὐτοῦ συνέσει ποικίλως τε καὶ πολυτρόπως. Οὐδ᾽ αὖ πάλιν θεοσε Εεῖς ἐκεῖνοι εὐπαθοῦντες πρόσκαιρα· ὅτι μηδὲ οἱ Αἰγύπτιοι θεοσεβεῖς ὄντες τοὺς χρηστούς ἐδουλοῦντα Κυρίου· οὐ γὰρ διότι ἀληθῶς τις ἐρεῖ, τὴν ἐκ τόπου εἰς τόπον μετάβασιν κίνησιν εἶναι, καὶ ὅτι οὐκ ἔστιν άλλη κίνησις, πιστευθήσεται· λέγων γὰρ τὰς πλείους, τῆς μιᾶς παραλέλοιπεν· οὐδ' ὅτι δὴ οὖν καὶ δίκαιοι ἀσεβῶν κατεκράτησαν, ὡς Ἰσραὴλ τὴν γῆν Χαναάν, καὶ ἡμῶν οὗτοι ὡς ἐκεῖνοι κρατεῖν λέγοντες πιστευθήσονται. Εύρηνται γὰρ καὶ ἀσεβεῖς εὐσεβῶν χαλε τώτερον κατακεκρατηκότες· καὶ μάρτυς ὁ Ψάλλων" Ο Θεός, ήλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου· οὐκ ἄρα ὡς κακῶς τὴν περὶ τὸ θεῖον δόξαν ἔχοντας τους Χρι στιανοὺς τὴν τούτων χώραν ποτὲ οἱ ἐκ τῆς "Αγαρ καταληίζονται, καὶ εἰς προνομὴν τούτοις ἐκδέδοται, ἀλλὰ μᾶλλον τἀληθὲς εἰπεῖν, ὡς ὁ τῆς ἀληθείας λό γος παρέστησεν, δι' ἁμαρτίας παιδευομένους. ρϛ΄. Ταῦτα μὲν οὖν ἡμεῖς οἱ ἀσθενεῖς τῷ φιλαλήθει καὶ διελεγκτικῷ τοῦ ψεύδους λόγῳ Επόμενοι, καὶ ῥαπίσματά τινα, κατὰ τοῦ ἀναιδεστάτου προστ ώπου τοῦ ψευδηγόρου λόγου Μωάμετ καθήκαμεν οἷς δὲ πλείων ἰσχύς τε καὶ παῤῥησία πρὸς τὴν ὄντως ἀλήθειαν πρόσεστι, τούτοις πάντως ὁ ἀπαραλόγι στις προστάξει λόγος μάστιξι καὶ βασάνοις προσφό μοις, τῶν αὐτῷ δυσφημηθέντων καθυποβαλεῖν ἀξίως καὶ τὸ τελευταίον πέδαις ἀλύτοις καὶ φρουραῖς ἀπροσίτοις συγκατακλεῖσαι, καὶ ἀφθόγγω σιγή καταδικάσαι· ὡς ἂν πληρωθῇ τὸ εἰρημένον, ὅτι Ενεφράγη στόμα λαλούντων άδικα. Τέλος τοῦ κατὰ τοῦ δυσσεβοῦς Μωάμετ έλεγ κτικοῦ. Ο
col. 807–808page 59 of 76
PG 105:807ΤΟΥ ΑΥΤΟΥ ΝΙΚΗΤΑ ΒΥΖΑΝΤΙΟΥ Εκθεσις κατασκευαστικὴ μετὰ ἀποδείξεως τοῦ Χριστιανικού δόγματος ἐκ κοινῶν ἐννοιῶν, καὶ διαλεκτικῆς μεθόδου, καὶ φυσικῶν ἐπιχειρημάτων, καὶ συλλογιστικής πολυτεχνίας προαγομένη καὶ ἀντίῤῥησις τῆς σταλείσης επιστολῆς ἐκ τῶν ᾿Αγαρηνῶν πρὸς Μιχαὴλ βασιλέα υἱὸν Θεοφίλου ἐπὶ διαβολῇ τῆς τῶν Χριστιανών πίστεως. α'. Δυσθήρατόν τι χρῆμα ἀλήθεια, καὶ τούς γε λίαν ὀξυωποῦντας λαθεῖν δυνάμενον, εἰ μή που ἄρα τέλεον τοῦ σωματικοῦ τοῦδε γνόφου τὸ πάχος δια σχοῦσα ψυχὴ, μῦσαι ἡ ἀργῆσαι τὰς αἰσθήσεις κατα πείσασα, ίχνους τινὸς αὐτῆς ἐφικέσθαι δυνήσηται ἕως μέντοι τοῦ καπνοῦ τῶν περὶ τὴν ὕλην ὁ νοητὸς ἔτι ἀντιλαμβάνηται ὀφθαλμός, ὡς δρίμυξιν τὴν τού των ὑπομένων προσπάθειαν, τάχα καὶ πρὸ τῶν που δῶν κειμένην οὐκ ἐπιγνώσεται, μήτιγε πόρρω που λίαν ἀπῳκισμένην· καὶ ὅσον ἂν μᾶλλον δριμυτέρας τῆς τούτων αἴσθηται αντιλήψεως, μᾶλλον τὴν ταύ της υποστήσεται ἄγνοιαν· διττῆς τοιγαροῦν τυγχανούσης αὐτῆς, καὶ τῆς μὲν περὶ τὴν κτίσιν θεωρουμένης, τῆς δὲ περὶ τὸν κτίσαντα, ὅσον ὑποβέβηκε τοῦ Πεποιηκότος τὰ Κτίσματα, τοσοῦτον ὑπερελήλα ται ἡ ἀκραιφνὴς τοῦ Πεποιηκότος ἐπίγνωσις· ὅθεν ὅσοι λογισμοῖς μόνοις τὴν πάντων γνῶσιν ἀπέδοσαν, πόρρω που ταύτης έληλαχότες εὑρέθησαν· ὅσοι δὲ πάσῃ τῇ κατὰ βίον ραστώνη χαίρειν εἰπόντες, πρὸς μόνην τὴν ταύτης έρευναν απησχόληνται, τῆς θείας αὐτοῖς ἐπαμυνούσης χειρός, αὐτοί τε ἀσφαλῶς κατειλήφασι· καὶ τοὺς ἐκείνων κατακολουθοῦντας τοῖς ἴχνεσι, πρὸς αὐτὴν εὐθυδρόμως εχειραγώγησαν. Τοῦ τοίνυν πρώτου τρόπου περὶ τοὺς τὰ θεῖα δια αγορεύειν βουλομένους εὑρισκομένου, ἀναμφιβόλως καὶ ὁ δεύτερος ἔψεται· οὐχ ἔψεται δὲ, μὴ φαινομέν νου ἐκείνου. Μέχρι μὲν οὖν τοῖς ὧδέ πη καταφθάσα σιν οἱ ἀγνοίᾳ καὶ ῥαθυμίᾳ κεκρατημένοι παρέπονται, οὐδὲν ἧττον τῆς αὐτῆς ἐκείνοις θειότητος ἀπολαύσονται· ὁπηνίκα δὲ μηδὲ τὸν δεύτερον πλοῦν, ἀναβληθέντος τοῦ πρώτου, μεταδιώκειν ἀνέχονται, οὐκέτι που πάντως τὸ τῆς κακουργίας έγκλημα δια δρᾶναι δυνήσονται. Εἰ γὰρ βίου μὲν ἑξησκημένου φροντίδα οὐ τίθενται, ὡς ἂν εἰς τὸ τῆς ἀπλανούς θεογνωσίας καταφθάσωσι μέτρον, τοῖς τε κατειλη φόσιν οὐ καταπείθονται, μόνοις δὲ τοῖς οἰκείοις επερείδονται λογισμοῖς, πόθεν τοῦ δι᾿ ἄλλης ὁδοῦ λαμβανομένου ἑτέραν ἐπιτρέχοντες καταλήψονται; πλὴν ἀβίαστον ἀληθῶς ἐν πᾶσι τὸ αὐτεξούσιον. Τοι γαροῦν ἐπειδὴ φροντὶς μᾶλλον τῇ λογιότητί σου, πολυπειρότατε φίλε, τοῖς ἐκ φύσεως λογισμοῖς τῶν αἱρετῶν τὰς ἀποδείξεις καθυποβάλλειν· τοῦτο γὰρ τὸ σὸν σαφῶς παρίστησιν ἐν προοιμίοις γράμμα, εἰ καὶ μὴ τοῦτο προηγουμένως ὁ τῆς καθ' ἡμᾶς πίσ
col. 809–810page 60 of 76
PG 105:809στεως ἐπιτρέπει λόγος διὰ τὸ πάσης ἐννοίας οὐ μύ-; τον ἀνθρωπίνης ἀλλὰ καὶ ἀγγελικῆς ὑπερβαίνειν τὸ Θεῖον, σῆς ἕνεκα χάριτος, πρῶτον μὲν ἐκ τοιούτων λόγων κατασκευαστικῶς, ὅσον κατὰ τὸ δυνατὸν τὴν περὶ τὸ θεῖον ἡμῶν δόξαν ἐκθέμενοι, τὸ τηνικαῦτα τῶν σῶν προβλημάτων τὴν ἡμετέραν διαβαλλόντων Θρησκείαν ἐπισκεψόμεθα τὴν ἰσχύν· ἄρξομαι δ' ἐν τεῦθεν ῾Ο πάνσοφος καὶ φιλάγαθος κ. τ. λ. δό γμα κατεσκεύασεν β'. Καιρός ήδη λοιπὸν καὶ τὰς ἐν τῷ σῷ συγ γράμματι διαβολὰς κατὰ τῆς ἡμετέρας πίστεως, εἰ εὐθυδόλως ἔχουσιν, ἐπισκέψασθαι· ἄρξομαι δὲ ἐν τεῦθεν· Ἔχει τὸ σὸν γράμμα οὕτως· «Καὶ ἔδωκεν ὁ Θεὸς αὐτοῖς, δηλονότι τοῖς δημιουργηθεῖσιν ἀνθρώποις, νοῦν τοῦ γινώσκειν ὅτι ἡ δημιουργία κεχω ρισμένη ἐστὶ, καὶ πόῤῥω ἀφέστηκε τῆς πρὸς τὸν Δημιουργὸν ὁμοιότητος· καὶ ὅτι πᾶν ποίημα ἐνδεές ἐστι τοῦ ποιήσαντος.» Τοῦτο σύμφημι κἀγώ, ὅτι πᾶν παραγόμενον, ἀλλότριόν ἐστι τῆς οὐσιώδους τοῦ παράγοντος ὁμοιότητος· διὸ καὶ ὡς ὡμολογημένον καὶ παρ' ἡμῶν εἰλήφθω· εἶτα τὸ ἑξῆς τούτου συν απτόμενον τὸ λέγον, ὅτι ο Εκαστος γεννήτωρ πρό τερός ἐστι τοῦ οἰκείου γεννήματος.» Ἐπί τι μὲν τὸ ἀληθὲς ἔχει ἁπλῶς τιθέμενον· ἐπί τι δὲ τὸ ψεῦδος καὶ ὅτι ἐπὶ Θεοῦ ἀλλότριον ἐστι καὶ χώραν οὐκ ἔχει, οὔτε ἀποδέξομαι, οὔτε ὁμολογήσω· ἐλέγξω δὲ, καὶ ἐν οἷς χώραν ἔχει παραστήσω· τοῦτο οὖν σὺ λαβὼν ὡς ὡμολογημένον, δοκεῖς μὲν ἡμᾶς παρακρούειν, ἤτοι εἰς τὸν τῆς ὁμοουσιότητος λόγον,, ἢ εἰς τὴν τοῦ γεννήτορος καὶ γεννήματος σχέσιν· καὶ πῶς, ἐρῶ. Ημῶν γὰρ ὁμολογούντων ὁμοουσιότητα καὶ ταυτότητα τοῦ τε Πατρὸς καὶ Υἱοῦ, καὶ τὸν μὲν ὡς γε γεννηκότα Πατέρα καλεῖσθαι, τὸν δὲ ὡς γεγεννημέν νον Υιόν, λαβὼν σὺ ἐκ τῶν καθ' ἡμᾶς ἀξίωμα τὸ λέγον, ὅτι ο Εκαστος γεννήτωρ πρότερός εστι τοῦ οἰκείου γεννήματος· ἡ καὶ τοῦτο ἐπὶ τῆς θείας φύσεως κακῶς ἐπισυνάψας, ὅπερ μᾶλλον ἐπὶ γενητῆς καὶ κτιστῆς φύσεως χώραν ἔχει, ἐπὶ δὲ Θεοῦ οὐκ ἔῤῥω ται (καὶ γὰρ πολλὰ μὲν, καὶ εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἄπειρα ἐφ' ἡμῶν χώραν ἔχει, ἐπὶ δὲ Θεοῦ παντελῶς ἀλλότριά έστι), τοῦτο οὖν ὡς ἀληθὲς ἐπὶ Θεοῦ λαβών, ὧδέ πως συνάγεις· Εἰ ἕκαστος γεννήτωρ πρότερός ἐστι τοῦ οἰκείου γεννήματος, οὐκ ἔσται ὁ παρ' ἡμῶν πιστευόμενος Υἱὸς τῷ Πατρὶ συναϊδιός τε καὶ ὁμο ούσιος· εἰ δ᾽ αὖ πάλιν συναΐδιος ὁ Υἱὸς τῷ Πατρί, ἀληθὲς δὲ τὸ λέγον, «Εκαστος γεννήτωρ πρότερός ἐστι τοῦ οἰκείου γεννήματος, ο καταναγκάζεται ἡ σχέσις ἐξ ἀλλήλων διακεχωρίσθαι. γ. Οὐδὲν ξένον, ὦ βέλτιστε, ἑνὸς ἀτόπου δοθέντος, μυρία έψεσθαι· καὶ γὰρ εἴ τις τὸν ἄνθρωπον λίθον ἀξιώσειε, πολλοῖς ἀτόποις, μᾶλλον δὲ ἀπείροις αὐτ τὸν ἐπισυνάψει· τοιοῦτόν τι καὐτὸς λημμάτιον λα βὼν ἐπὶ Θεοῦ τὸ λέγον, ὅτι • Εκαστος γεννήτωρ πρό
col. 811–812page 61 of 76
PG 105:811η τερός ἐστι τοῦ οἰκείου γεννήματος, ο τον παραλογισμὸν συνεσκευώρησας. Τούτου οὖν ἐληλεγμένου καὶ χώραν μὴ ἔχοντος τὸ παράπαν ἐπὶ Θεοῦ λέγεσθαι, τὴν εἰς ἑκάτερα ἀτοπίαν ἐκφευξόμεθα· καὶ γὰρο παρὸν αἴτιον, ἀπὸν τοῦ ἐναντίου· εἰ οὖν τὸ, ἔκα στος γεννήτωρ, ἀπὸ τῆς κτιστῆς φύσεως κακῶς λαμβανόμενον, εἰς ἄτοπον τὸν λόγον ἀπάγει, τούτου χώραν ἐπὶ Θεοῦ μὴ ἔχοντος, δῆλον ὅτι καὶ ἄτοπα έκφευξόμεθα, τό τε συναΐδιον καὶ ὁμοούσιον, καὶ τὴν τῆς πατρότητος καὶ υἱότητος σχέσιν, άτρωτον δια φυλάξομεν. «Εκαστος γεννήτωρ πρότερός ἐστι τοῦ οἰκείου γεννήματος. Βαβάὶ τοῦ θαύματος! περὶ ἐμὲ καὶ σὲ τοῦτο, οἳ τὸ μὲν ἐνεργείᾳ ἐσμὲν ἄνθρωποι, εἰ τύχοι, ἢ ἄλλο τι· τὸ δὲ γινόμεθα δυνάμει όντες, οἷον γεννήτορες ἢ ἐπιστήμονες, ἢ ἄλλο τι· ἐν οἷς δὲ τὸ δυνάμει χώραν οὐχ ἕξει, δῆλον ὅτι τὸ προτερεύειν τὸν γεννήτορα τοῦ γεννήματος οὐκ ἔῤῥωται· εἰ τοί νυν ἐπὶ Θεοῦ τὸ δυνάμει ἀλλότριον (καὶ γὰρ τὸ δυ νάμει μετὰ πάθους, τὸ δυνάμει τῶν ἔξωθεν προσδεῖται, τὸ δυνάμει τῶν ἀτελῶν· ὁ δὲ Θεὸς ἀνῴκιστα τούτων πάντων), δῆλον ὅτι καὶ προτερεύειν οὐχ έξει χώραν διὰ τὸ ἄνευ τοῦ δυνάμει τοῦτο μὴ εἶναι. Εκαστος γεννήτωρ πρότερός ἐστι τοῦ οἰκείου γεννήματος.» Τοῦτο τῆς κτιστῆς φύσεως, τοῦτο τῆς ῥευ στῆς γεννήσεως· καὶ γὰρ ὧν τὸ εἶναι διάφορον, τούτων καὶ τὸ γενναν διάφορον. Τριῶν οὖν ἀντιθέσεων λαμβανομένων, φημὶ δὴ κτιστοῦ τε καὶ ἀκτί στου, ἐμπαθοῦς τε καὶ ἀπαθοῦς, προτέρου τε καὶ ἅμα, εἰ ἡ ἐνσώματος ἐμπαθὴς, ἔπεται δὲ ταύτῃ τὸ πρότερον καὶ ὕστερον, φανερὸν ὅτι ἡ ἀσώματος ἀπαθὴς καὶ ἅμα· τοῦτο γὰρ αι λογικαί μέθοδος ἡμῖν διαγορεύουσιν. δ. «Εκαστος γεννήτωρ πρότερός ἐστι τοῦ οἰκείου γεννήματος.» Τοῦτο νομοθετοῦντός ἐστιν ἐπὶ Θεοῦ, τὸ ἀληθὲς δὲ οὐδαμῶς λέγοντος· τὸ τοίνυν γεννήτωρ όνομα, ήτοι τῶν καθ᾿ αὐτό ἐστιν, ἢ τῶν πρός τι ἀλλὰ μὴν τῶν καθ᾿ αὐτὸ οὐκ ἔστιν· οὐ γὰρ ἂν πρὸς γέννημα τὴν ἀναφορὰν εἶχε· δῆλον ὅτι τῶν πρός τι· εἰ οὖν τὸ γεννήτωρ τῶν πρός τί ἐστιν, τὰ δὲ πρός τι ἅμα τῇ φύσει, τὰ δὲ ἅμα τῇ φύσει, ἅμα τέ εἰσιν καὶ οὐκ εἰσὶν, τὸ γεννήτωρ ἄρα καθ' 8 γεν νήτωρ, πρὸς ὂν τὴν ἀναφορὰν ἔχει, τὸ πρότερον καὶ ὕστερον οὐχ ἕξει. Εἰ οὖν τὸ γεννήτωρ τὸ πρότερον καὶ ὕστερον οὐχ ἕξει, ἔφης δὲ ὅτι ἕκαστος γεννήτωρ πρότερός ἐστι τοῦ οἰκείου γεννήματος· φανερὸν ὅτι τὸ γεννήτωρ, οὐ καθ' & γεννήτωρ, ἀλλὰ κατ' ἄλλο τι, καθ' ὁ Σωκράτης ή Πέτρος. Εἰ οὖν τὸ γεννήτωρ ὄνομα ἐπὶ Θεοῦ καὶ Πατρὸς ὑποστατικόν ἐστι, καὶ κατὰ τοῦτο μόνον τὸ ἴδιον τῆς ὑποστάσεως χαρακτηρίζεται· τοῦτο δὲ δέδεικται πρὸς ὄν τὴν ἀναφορὰν τὸ πρότερον καὶ ὕστερον μὴ ἔχον, φανερὸν ἄρα ὅτι ὁ Θεὸς καὶ Πατήρ γεννήτωρ ων, τοῦ οἰκείου γέγο νήματος, τὸ πρότερον οὐχ ἕξει· εἰ δὲ οὐχ ἔξει, δῆλον ὅτι ἅμα· εἰ δὲ ἅμα, καὶ συναΐδιος· ὁ Υἱός ἄρα τοῦ Πατρὸς συναΐδιός ἐστι· καὶ οὕτως δι' οὗ ἐδόκεις παρακρούειν, παρακέκρουσαι. ο Εκατ στος γεννήτωρ πρότερός ἐστι τοῦ οἰκείου γεννήματ τος.» Τοῦτο ἐν ἡμῖν χώραν ἔχει· καὶ ὅτι οὕτως ἔχει, δῆλον ἐντεῦθεν· Πᾶσα δύναμις, τινὸς ἕνεκα δῆλον ὅτι ἅμα
col. 813–814page 62 of 76
PG 105:813εἰ γὰρ μὴ ἕνεκά τινος, μάτην· μάτην δὲ οὔτε ὁ Θεό; ποιεῖ, οὔτε ἡ φύσις· δῆλον ὅτι ἕνεκα· εἰ οὖν ἡ δύναμις ἕνεκά τινος, δῆλον ὅτι καὶ τὸ δύνασθαι πᾶν δὲ τὸ δύνασθαί τι ποιεῖν, καὶ ποιήσει. εἰ μή τι τὸ παρεμποδίζον· εἰ οὖν ἐν ἡμῖν ἔστιν ἔμφυτος ού ναμις τὸ τεκνοποιείν, κεκωλύμεθα δὲ, δῆλον ὅτι παρ εμποδίζοντές τινος· ἐν δὲ τῷ Θεῷ οὐδὲν ἀντίσθενον ἢ παρεμποδίζον· φανερὸν ἔτι καὶ ἡ γέννησις σύμ φυτος· εἰ δὲ σύμφυτος, καὶ ἅμα· εἰ δὲ ἅμα, οὐ πρότερον καὶ ὕστερον· ὥστε δῆλον ὅτι τὸ πρότερον καὶ ὕστερον ἐπὶ Θεοῦ χώραν οὐκ ἔχει. Εκαστος γεννήτωρ πρότερός ἐστι τοῦ οἰκείου γεννήματος.» Πόθεν τὰς ἀρχάς, ὦ οὗτος, εἴληφας; οἱ μὲν γὰρ μηδὲν κοινὸν τοῦ κτίστου καὶ τῶν κτισμάτων υπο τιθέμενοι, ἑαυτοὺς παραλογίζονται, ταυτῶς ἐπὶ Θεοῦ καὶ τῶν κτισμάτων τὰς θείας φωνὰς ἐκλαμβάνοντες· καὶ τὸ πρότερον λήμμα διὰ τοῦ δευτέρου Εξοστρακίζεται, καὶ πάλιν διὰ τοῦ προτέρου τὸ δεύτερον· καὶ γὰρ εἰ πᾶν ποίημα ἐνδεές ἐστι τοῦ ποιήσαντος διὰ τὸ πρῶτον ἀξίωμα· ὁ δὲ ἐκ τοῦ γεννήτορος Λόγος, ἐκ τῶν ποιημάτων τὸν ποιητὴν πρόσ τερον κατασυλλογίζεται, ἐνδεές τέ ἐστι καὶ οὐκ ἐγα δεές, καὶ ταυτὸν οὐ ταυτὸν πᾶν ποίημα τοῦ ποιή σαντο;, ὅπερ ἀδύνατον. ε'. Είδωμεν δὲ καὶ τὸ ἐπιφερόμενον· ἔχει δὲ καὶ οὕτως· 4 Ἐπειδὴ ἐὰν ἡγῆσαι μίαν ἀρχὴν ἀμφοτέροις, τοῦ τε Πατρὸς καὶ Υἱοῦ, ἀπόλλυτα: ἡ τάξις τῆς σχέσεως ἡ οὖσα ἐκ τοῦ γεννήτορος πρὸς τὸ γέν σημα· καὶ καταναγκάζεται ἡ κλῆσις τῶν ἀμφοτέρων χωρισθῆναι τοῦ γεγεννηκότος καὶ γεννήματος, τοῦ προϋπάρχοντος καὶ μεταγενεστέρου.» ἀπήλλαξας ἡμᾶς πραγμάτων, ὦ φίλος, ἐξειπὼν τὸ ἀπόῤῥη τον· εἰ μὲν γὰρ ἑώρων τὸ παρὰ σοῦ προτεθὲν λημ μάτιον τὸ λέγον, «"Εκαστος γεννήτωρ πρότερός εστι τοῦ οἰκείου γεννήματος, ο ἐπὶ Θεοῦ χώραν ἔχον, τάχα ἂν καὶ μὴ θέλων τῇ ἀληθείᾳ συνεφελκόμενος, καὶ τὸ δεύτερον ὡμολόγουν· ἐπεὶ δὲ τοῦτο ἔωλον καὶ πάντη ψευδὲς ἐπὶ Θεοῦ καὶ ἀλλότριον ὁ λόγος ἔδειξεν, οὐ με λόγος καταναγκάσει καὶ τὸ ἐπιφερόμενον τιθέ και καὶ γὰρ ἐὰν δύο τινὰ ὦσι, καὶ τὸ μὲν ἐν τάξει ἡγουμένου είληπται, τὸ δὲ ἐν τῇ τοῦ ἑπόμενου; δῆλον ὅτι τοῦ ἡγουμένου ὁμολογηθέντος, καὶ τὸ ἑπόμενον ἔψεται· οὐχ έψεται δὲ, τοῦ ἡγουμένου μηδαμῶς ὁμολο. γηθέντος· τοῦτο δὲ δῆλον ὧδε· Εστω άνθρωπος καὶ ζῶον· καὶ τὸ μὲν ἄνθρωπος ειλήφθω ἡγού μενος, τὸ δὲ ζῶον ἑπόμενον· φανερὸν τοῦ ἀνθρώπου τιθεμένου, καὶ τὸ ζῶον ἐξ ἀνάγκης ἔψεται· οὐχ ἔψεται δὲ, μὴ τιθεμένου ἐκείνου· τοιοῦτόν ἐστι καὶ τὰ παρὰ σοῦ δραματουργηθέν· διὸ εἰ μὲν χώραν ἐπὶ Θεοῦ εἶχεν τό, «Εκαστος γεννήτωρ πρότερός εστι τοῦ οἰκείου γεννήματος, ο ἡμῶν ὁμολογούντων τὸ συν αἴδιον ἔχειν τὸν Πατέρα καὶ τὸν Υἱόν, φανερὸν ὅτι κατηναγκάζετο ή κλῆσις ἐξ ἀλλήλων χωρισθῆναι ἐπεὶ δὲ τὸ πρότερον οὐκ ἀληθὲς, οὐδὲ τὸ δεύτερον καὶ οὕτως ἠλίθιον ἀνέφανεν τὸ παρὰ σοῦ λεχθέν. ς'. Καὶ ἄλλως· Εἰ διὰ τὴν συναϊδιότητα τοῦ Πα τρὸς καὶ Υἱοῦ ἐξ ἀνάγκης φῆς τὰς σχέσεις κεχωρίσθαι, καταναγκάσει μᾶλλον ὁ λόγος διὰ τὴν σχέσιν ο
col. 815–816page 63 of 76
PG 105:815Τὸ γεννήτωρ ὄνομα τῶν πρός τι δν, πρὸς υἱὸν ἔχει τὴν ἀναφοράν· τὰ δὲ πρός τι, ἅμα τῇ φύσει· τὰ δὲ ἅμα τῇ φύσει, ὁμοῦ τέ εἰσι καὶ οὐκ εἰσί· συνάγεται ἄρα διὰ τὴν σχέσιν ἅμα εἶναι· ὅπερ ἐστὶν ἀλη θές· καὶ πῶς σύ, ὦ φίλος, τὸ ἐναντίον εἰσάγεις, καὶ διὰ μὲν τὸ συναΐδιον, εἰς τὴν σχέσιν τῆς πατρότητος καὶ υἱότητος ἡμᾶς δοκεῖς παρακρούειν, διὰ δὲ τὴν σχέσιν τοῦ γεννήτορος καὶ γεννήματος, εἰς τὸ συναΐδιόν τε καὶ ὁμοούσιον; Καὶ ἄλλως· Εἰ τὸ γε νήτωρ όνομα τὴν τοῦ εἶναι ἅμα ύπαρξιν δίδωσι, τὰ δὲ ἅμα τῇ ὑπάρξει κατὰ σὲ λαμβανόμενα, ἀπόλλυσι την σχέσιν τὴν οὖσαν ἐκ τοῦ γεννήτορος πρὸς τὸ γέννημα, συνάγεται ἄρα, τὸ γεννήτωρ ὄνομα, καὶ τὸ γέννημα, ἐν σχέσει ὄντα, άσχετα εἶναι· ὅπερ ἐστὶν καὶ τὸ συναΐδιον εἰσάγεσθαι· καὶ τοῦτο δῆλον ὧδε άτοπον. Ι, 79: Ενυπόστατον, τὸ κατὰ τὴν οὐ ζ· Ἐπιφέρεις δὲ πάλιν οὕτως· Ἐπειδὴ ἐὰν ἡγῆς σαι μίαν ἀρχὴν ἀμφοτέροις τοῦ τε Πατρὸς καὶ Υἱοῦ.» Θαυμάζειν μοι ἐπέρχεται, ὦ φίλος, ὁποίαν ἅμα βούλῃ ἀρχὴν ἐπὶ Θεοῦ τιθέναι· τῆς γὰρ ἀρχῆς πολ λαχώς λεγομένης, τῆς μὲν ὡς ποιητικῆς, οἷον ὁ τέ κτων τῶν οἰκημάτων· τῆς δὲ ὡς ὑλικῆς, οἷον αἱ σα νίδες τοῦ πλοίου· τῆς δὲ ὡς εἰδικῆς ἰδικῆς. οἷον τοῦ ἀνδριάντος τὸ σχῆμα τῆς δὲ ὡς τελικῆς, οἷον τὸ πλοῖον πρὸς ἀγωγὴν τῶν χρειῶν τῆς δὲ ὡς ὀργανικῆς, οἷον τέκτονος τὸ σκέπαρνον τῆς δὲ ὡς παραδειγματικῆς, καθάπερ τὸ πρωτότυπον τοῦ παραγώγου τῆς δὲ ὡς χρονικής, καθάπερ τὰ γινόμενα ἐν χρόνῳ γίνονται καὶ εἰσί· τῆς δὲ ὡς αἰτίας καὶ μόνης, καθὰ ὁ Σηθ ἐξ ἀρχῆς τινος καὶ αἰτίας ἀνέφυ τοῦ ᾿Αδάμ· εἰ μὲν γὰρ ὡς ἐξ ἀρχῆς τινος ὡς αἰτίας φὴς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ μίαν ἀρχὴν εἶναι, οὐκέτι τὸν μὲν γεννήτορα, τὸν δὲ γέν νημα φυλάξεις. Τίνος γὰρ ἂν καὶ εἴη γεννήτωρ, ἐπ' ἂν ὡς ἐξ ἄλλης ἀρχῆς τε καὶ αἰτίας τὸν Πατέρα καὶ Υἱὸν τῆς ἀναφύναι; οὐδ᾽ αὐτὴν ὡς ποιητικήν· αἱ γὰρ τοῦτο δῷς, ἔσται τοῦ Θεοῦ Θεὸς, καὶ πάλιν τού του ἄλλος, καὶ τοῦτο ἐπ' ἄπειρον· οὐδ᾽ αὐτὴν ὡς υλικήν· οὐ γάρ ἐστιν ὁ Θεὸς σύνθετός τε καὶ ἔνυλος ἀλλὰ μὴν οὐδὲ τὴν ὡς εἰδικήν· τίνα γὰρ καὶ ἔχοιεν εἰδικὴν ἀρχὴν ὁ Πατήρ καὶ Υἱός; καὶ οὕτως τὴν σύνθεσιν οὐκ ἐκφεύξονται· οὐδ᾽ αὐτὴν ὡς τελικήν, αναίτιος γὰρ ὁ Θεός· λείπεται κατὰ σὲ τὴν χρονικὴν ἀρχὴν εἶναι τοῦ Πατρὸς καὶ Υἱοῦ· εἰ δὲ τοῦτο, καὶ γίνεσθαι ἂν αὐτοὺς συμβαίνει, καὶ φθείρεσθαι, καὶ ἄλλα μυρία· τὰ γὰρ ἐν χρόνῳ τοιαῦτα· φανε ρὶν ὅτι οὐκ ἔστιν ἐπὶ Θεοῦ ἀρχὴν ἀνωτέραν εὑρεῖν καὶ πῶς, ὦ φίλος, ὡς ἡγεῖσθαι λαβὼν τὸν παραίο γισμόν, συρράπτεις; Καὶ οὕτω δέδεικται καὶ τοῦτό σοι ἠλίθιον. τ'. Αλλ' ίδωμεν τί καὶ μετὰ βραχέα γράφεις . Ὁ δὲ Θεὸς τὸ πᾶν τῇ σοφίᾳ αὐτοῦ ἐκυβέρνησε.» Σύμφημι κἀγὼ καὶ μάλα ἡδέως· τῇ μὲν γὰρ ἐνυποστάτῳ αὐτοῦ σοφίᾳ, ἣν ὁ λόγος δύναμιν τὴν σίαν κοινὸν, ήγουν τὸ εἶδος, τὸ ἐν τοῖς ὑπ' αὐτὸ ἀτό μας πραγματικῶς ὑφιστάμενον, καὶ οὐκ ἐπινοία
col. 817–818page 64 of 76
PG 105:817αὐτὴν καὶ Λόγον καὶ Υἱὸν τρανῶς ἔδειξε, τὸ πᾶν συνεστήσατο, καὶ ἐφανέρωσεν ἐν τοῖς ἔργοις τὴν ἑαυτοῦ ποίησιν· καὶ ὅτι ἔστι Θεὸς εἷς ἐπὶ πάντων ὑπερούσιος καθ᾽ ἅ πού τις τῶν παρ' ἡμῖν θεολόγων συνδέ τούτοις ἔφη·. Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἤ τε αίδιος αὐτοῦ θειότης· καὶ τὰ τούτοις σύστοιχα· διὸ κἂν μὴ θέλῃς, ταῖς ἡμετέραις ὁμολογίαις συνάδης· παρακατιὼν δὲ μικρὸν εἰς τὴν μοναρχίαν τοῦ Θεοῦ καὶ ὑπερουσιότητα, γράφεις οὕτως· «Διότι ἐὰν εἶχε κοινωνὸν εἰς τὴν ἑαυτοῦ βασιλείαν, ἔμελλε δέχεσθαι εναντίωσιν, ἢ ἐνδεής εἶχεν εἶναι ὑπουργοῦ τοῦ διοικεῖν τὴν δημιουργίαν αὐτοῦ.» Θαυμάζειν μοι ἔπεισι τοιαῦτα γράφοντος σου· οὐδὲ γὰρ συνορῶ ἐπὶ Θεοῦ τίς ἡ ἀνάγκη, ἢ και νωνούς τινας τῆς βασιλείας, ἢ ἔνδειαν ὑπουργίας τοῦ διοικεῖν τὸν ἑαυτοῦ κόσμον εἰσάγεσθαι· καὶ ὅσα τούτοις ἐπιφέρεις· τὸν γὰρ Θεὸν καὶ Πατέρα τὸν ἑαυτοῦ Υἱὸν κατὰ πάντα ὅμοιον ἔχοντα, πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως· ἡμῶν δὲ μηδ' ὅλως τὸ κοινωνὸν ὁμολογούντων ἐπὶ τοῦ Πατρὸς τὸν Υἱόν, οὐκ οἶδ' ὅπως ἡμᾶς παραλογίζῃ ἢ σεαυτὸν καὶ τοῖς ἑαυτοῦ πτεροῖς ἁλίσκῃ· ἔστι δὲ τὸ παρὰ σοῦ σόφισμα τοιοῦτον· Ἐὰν δύο τινὰ ὦσι, καὶ τὸ μὲν καθολικών τερον, τὸ δὲ ἐπὶ μέρους, οἷον τό τε ύειν, καὶ τὸ βεβρέχθαι τὴν γῆν· τὸ μὲν γὰρ νειν, ἐπέλαττόν ἐστι τοῦ βεβρέχθαι· οὐ γὰρ ἀντιστρέφει· τούτου δὲ ὄντος, δῆλον ὅτι καὶ τὸ λοιπὸν ἔσται, οἷον τὸ ύειν καὶ τὸ βεβρέχθαι· εἶτα τοῦ λοιποῦ ὄντος, φήσει τις καὶ τὸ λοιπὸν εἶναι· τὸν παραλογισμὸν ποιεῖ οὕτω καλούμενον παρὰ τὸ μὴ ἀντιστρέφον, καὶ τὸ ἑπόμενον. θ'. Τοιοῦτόν τι καὐτὸς ἐν τοῖς παρὰ σοῦ γραφεῖσι πεποίηκας· δύο γὰρ ὄντων, κοινόν τε καὶ κοινωνός καὶ τὸ μὲν ἐπιπλέον, οἷον τὸ κοινόν· τὸ δὲ ἐπέλατο τον, οἷον τὸ κοινωνός· ὁ μὲν γὰρ κοινωνὸς οὗ λέγε ται κοινωνός, ὡς κοινόν τι ἔχων λέγεται κοινωνός" οὐκ εἴ τι δὲ κοινόν τι ἔχων μεθ' ἑτέρου, ἀνάγκη καὶ κοινωνὸν αὐτοῦ λέγεσθαι· λίθος γὰρ λίθῳ οὐ λέγεται κοινωνός, ἐπεὶ κοινὴ ἀμφοτέρων ἡ οὐσία· ὡσαύτως δὲ καὶ ἵππος?ππῳ, κοινὴν καὶ μίαν οὐσίαν ἔχοντες, οὐ λέγονται κοινωνοί· εἰ οὖν τὸ κοινὸν ἐπιπλέον, τὸ δὲ κοινωνὸς ἐπέλαττον· ἡμῶν δὲ λεγόντων κοινὴν καὶ ἀμέριστον ἔχειν τὸν Πατέρα τὴν ἑαυτοῦ βασιλείαν πρὸς τὸν ἑαυτοῦ Υἱον, αὐτὸς μεταφέρων γράφεις· «Εί κοινὴ βασιλεῖα καὶ ἐξουσία πρὸς Υἱόν, πάντως καὶ κοινωνὸς ἔσται ὁ Υἱὸς τοῦ Πατρὸς τῆς αὐτοῦ βασι λείας· ο καὶ παραλογίζῃ μᾶλλον ἤπερ ἡμᾶς, ποιῶν τὸν παραλογισμὸν παρὰ τὸ μὴ ἀντιστρέφον καλούμενον· καὶ τοῦτο ποιῶν δοκεῖς μᾶλλον ἀγνοεῖν τὸ κοι τωνὸς ὄνομα ἐπὶ τίνων εἰκότως καὶ ἔστι καὶ κυρίως λέγεται, καὶ διὰ τοῦτο κακῶς ἐπὶ Θεοῦ μεταφέρεις τὸ γὰρ κοινωνὸς ὄνομα οὐκ ἐπ' ἄλλου δοκεῖ τίθε σθαι, ἀλλ᾽ οἷς ιδιαζόντως καὶ ἀποτετμημένως ἑνὸς ἑκάστου τὸ ἔργον ἀποτελεῖται, καὶ κατὰ σύμβασιν προαιρετικὴν, καὶ συμπεθισμὸν ἐν ταυτῷ πρά. ψιλῇ θεωρούμενον.
col. 819–820page 65 of 76
PG 105:819γματι, δύο ἢ τρεῖς ἢ καὶ πλείονες τούτων εἰς τὸ Ο η αὐτὸ πρᾶγμα συνέρχοντα· οἷον ῥητορεύει τις καθ' ἑαυτὸν τὸ οἰκεῖον σπούδασμα ἐκτελῶν, ἐὰν ἄλλος τις πρὸς αὐτὸν ἀφίκοιτο καὶ κατὰ σύμβασιν προαιρετικὴν καὶ συμπειθισμὸν εἰς τὸ τῆς ῥητορείας ἔργον ὁμογνωμόνως συνέλθοιεν λέγοιντο ἂν ἑκάτερος εἰς τοῦτο κοινωνο!· οἷς δὲ τὸ ἔργον καὶ ἡ θέλησις, βού λησίς τε καὶ ἐνέργεια καὶ ὁμόνοια ἀδιάστατος φυσι κῶς ἐν αὐτοῖς πρόσεστι, πῶς ἂν καὶ χώραν ἔξει τὸ τοῦ κοινωνοῦ ὄνομα; οὐ μὲν οὖν· διὸ τὸν Πατέρα λέγοντες ποιεῖν τι, καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἀδιασπάστως ἅμα λέγομεν ποιεῖν· καὶ τοῦ ἑνὸς ἡ ἐνέργεια, τῶν τριῶν πώς ἐστι μὴ διασχιζομένη καὶ γὰρ πᾶσα ἐνέργεια ἡ θεόθεν διήκουσα, καὶ κατά τὰς πολυτρόπους ἐννοίας όνομαζομένη, ἐκ Πατρίς ἐφορμᾶται, καὶ διὰ τοῦ Υἱοῦ πρόεισι, καὶ ἐν τῷ Πνεύματι τῷ ἁγίῳ τελειοῦται· διά τοι τοῦτο, ου δίκαιόν ἐστι τὸ τοῦ κοινωνοῦ ὄνομα ἐπὶ τῆς ἁγίας Τριάδος τίθεσθαι. ι'. Ἐπιφέρεις δὲ εἰς τὸν κοινωνόν γράφων ού τως• • Έμελλε δέχεσθαι ἐναντίωσιν καὶ στάσιν. ο Ω τῆς ἀποπληξίας τῶν σῶν ῥημάτων! Εἰ μὲν γὰρ τὸ κοινωνὸς ὄνομα ἐπὶ Θεοῦ χώραν είχεν, ἴσως καὶ ἡ ἐναντίωσις καὶ στάσις εὑρίσκεται· ἐπεὶ δὲ τοῦτο οὐ δέδοται, οὐδὲ τὸ δι᾽ ἐκείνου δοθήσεται· καὶ οὕτως ἄκων καὶ μὴ βουλόμενος ἐκ τοῦ ἐπιφερομένου τὸ προτεθὲν δῆλον ἡμῖν παρέστησας, καθ' ὧν κυρίως λέγεται. Εἰ γὰρ τὸ κοινωνὸς ὄνομα τιθέμενον, τήν τε ἐναντίωσιν καὶ στάσιν ἀκολουθοῦσαν έχει, φανερόν δήπουθεν, ὅτι κοινωνὸς ἐπὶ τῶν κατὰ σύμβασιν προαιρετικὴν καὶ συμπειθισμὸν προερχομένων χώ ραν ἕξει· ἐξ οὗ καὶ ἡ στάσις καὶ ἡ ἐναντίωσίς ποτε ἐγγίνεται· τούτων γὰρ μόνων ἐστὶ τὴν στάσιν καὶ ἐναντίωσιν δέχεσθαι, διὰ τὸ εὐμετάβολον τῆς προαιρέσεως· οἷς δὲ ἀγαθότης ἄτρεπτός ἐστι, πῶς ἂν καὶ ἐναντίωσις καὶ στάσις συνεισφρήσεται; Καὶ μετὰ βραχέα γράφεις οὕτως·. Η ἐνδεής εἶχεν εἶναι ὑπουργοῦ, τοῦ διοικεῖν τὴν δημιουργίαν αὐτοῦ. Καλῶς, ὦ φίλος, ἔφησθα· εἰ μὲν γὰρ τὸ κοινωνός ὄνομα ἐπὶ τοῦ Υἱοῦ χώραν εἶχεν, ἔσχεν ἂν κατὰ σὲ καὶ τὸ τῆς ἐναντιώσεως καὶ στάσεως καὶ ἡ ἔνδεια τῆς ὑπουργίας· ἐπεὶ δὲ ἐκεῖνο δέδεικται ἕωλον καὶ ἀνίσχυρον, δῆλον ὅτι καὶ ταῦτα· καὶ γὰρ ἐὰν τῇ θέσει τινός τινὰ τίθενται, τῇ ἀναιρέσει τούτου δῆλον ὅτι συνανῄρηται. ια'. Ἔχει δὲ πάλιν τὸ σὸν γράμμα οὕτως· «Καὶ κατὰ τὴν ἐπέκτασιν τῶν αἰώνων, καὶ τὴν πρὸς ἄλληλα εναντίωσιν, ἠφανίζετο ἡ τούτου κυριότης μετὰ τῶν κτισμάτων, καὶ ἐκυρίευεν ὁ εἷς τοῦ ἑτέ ρου, καὶ ἐκόπτετο ἡ συμπάθεια τῶν ποιημάτων, ο Τοῦτο οὖν, ὦ φίλος, τὸ τῶν δύο ἀρχῶν καὶ ἐναντιώσεως ἔγκλημα ἡμῖν οὐ πρόσεστιν, ἀλλ᾽ ἄλλοις παρὰ σοῦ ἐγκαλεῖσθαι ὤφειλε, τοῖς καὶ δύο ἀρχὰς καὶ δύο θεοὺς εἰσάγουσιν, ἀγαθόν τε καὶ κακόν· καὶ τὸν μέν φασι τὸν αἰσθητὸν κόσμον δεδημιουργηκέναι καὶ συνέχειν και κρατεῖν· τὸν δὲ, τὸν νοητόν· ἣν δόξαν ἡμεῖς καὶ μυσαττόμεθα καὶ λίαν ἀποστρεφόμεθα, καὶ τοὺς ταύτην σεμνύνοντας κεφαλική τιμωρία καθώ
col. 821–822page 66 of 76
PG 105:821υποβάλλομεν ὑμεῖς δὲ καὶ προσίεσθε καὶ ἐπι θάλπετε· ἡμῖν γὰρ μία ἀρχὴ τὸ σεβαζόμενον· ἐπεὶ καὶ εἷς Θεὸς, κἂν ταῖς ἰδιότησιν εἶτ᾽ οὖν ὑποστάσεσι τρία πιστεύηται· εἰ δέ σοι τὸ διάφορον τῶν ὑποστάσεων, διάφορον καὶ τὴν φύσιν ἐννοεῖν δίδωσι, καὶ ὅπως τὰς ὑποστάσεις, τοσαύτας καὶ τὰς φύσεις εἰσ άγεσθαι, ἀμαθαίνοντός ἐστι τοῦτο, ὅπερ εἰδότος· οὐ γὰρ ταυτὸν φύσις καὶ ὑπόστασις· ἦν γὰρ ἂν οὐδὲν τῶν ὄντων ὁμοφυές, καὶ ταυτὸν κοινόν τι καὶ ἴδιον χρήμα· ὅπερ οὐχ εύρηται. ιβ. Καὶ ἄλλως· Εἰ τὸ διάφορον τῶν ὑποστάσεων, διάφορον καὶ φύσιν εἰσάγεσθαι δίδωσιν, ἀνάγκη τὸ μὴ διάφορον τῶν φύσεων, μηδὲ διάφορον καὶ τῇ ὑποστάσει καθίστασθαι· συνάγεται ἄρα ὅτι τὰ ταυτά τῇ φύσει, ταυτὰ καὶ ταῖς ὑποστάσεσιν. Εσται άρα Παῦλος καὶ Πέτρος ταυτοὶ ὄντες τῇ φύσει καὶ ἀδιά φορο:· καὶ τῇ ὑποστάσει ταυτοί, ὅπερ ἐστὶ γελοῖον Εστι γάρ σου τὸ σόφισμα παρὰ τὴν ὁμωνυμίαν οὕτω καλούμενον. Τοῦ γὰρ ἑνὸς πολλαχῶς λεγομένου, ὡς αἱ λογικαὶ μέθοδοι ἐκδιδάσκουσιν, ή γένει, ἢ εἴδει, ἢ ἀριθμῷ, ἢ ἀναλογίᾳ, δῆλον ὅτι καὶ τὸ πολλά ὁσαχῶς γὰρ τὸ προκείμενον ἀντικ.], Τοσαυταχῶς καὶ τὸ ἀντικείμενον ἔχει· τοῦτο γὰρ δεδιδαγμε Γα· ἡμῶν δὲ ταῖς ὑποστάσεσι τὰ τρία διδόντων, σὺ δὲ καὶ τὸ τῶν φύσεων διάφορον εἰσάγεις· ταῦτα δὲ οὐχ οὕτως ἔχει· καὶ γὰρ ἡ ἐνάργεια τῶν πραγμάτων δήλη, καὶ αἱ μαθήσεις ἐκδιδάσκουσι· καὶ οὕτως σοι πᾶσαι αἱ διαβολαί τῆς καθ' ἡμᾶς πίστεως ἕωλοι καὶ ἀπίθανοι καὶ ψευδεῖς ἀποδεδειγμέναι εἰσί· καὶ τῶν διαβολῶν δηλονότι ἀναιρεθεισῶν, καὶ τὰ λοιπὰ πάντα συνέψεται. Καὶ ταῦτα πέρα τοῦ μέτρου, ἐπεὶ καὶ κόρος λόγου πολέμιος ἀκοαῖς· διὸ ἱκανὰ μὲν καὶ ταῦτα τοῖς θέλουσι μικρῶς πως συνορᾶν, καὶ τῇ πα ραθέσει τῶν κρειττόνων, τὸ ἀληθὲς διώκειν, καὶ τὸ ψεῦδος ἀπωθεῖσθαι· διὸ καὶ μέχρι τούτων τὸν λόγον στήσω ΤΟΥ ΑΥΤΟΥ ΝΙΚΗΤΑ Αντίρρησις καὶ ἀνατροπὴ τῆς δευτέρας ἐπιστολῆς τῆς σταλείσης παρὰ τῶν ᾿Αγαρηνῶν πρὸς Μι χαὴλ βασιλέα υἱὸν Θεοφίλου ἐπὶ διαβολῇ τῆς τῶν Χριστιανῶν πίστεως. α. δουλόμην, ὦ φίλος, τὸν περὶ πίστεως ἡμῶν, τοῦ Χριστιανικοῦ, λέγω, δόγματος, λόγον, ἀληθῆ πρῶτον ταῖς ἀποδεικτικαῖς ἀνάγκαις καθυποβάλλειν, καὶ ὡς οἷόν τέ ἐστιν ἐκ τῶν φυσικῶν λογισμῶν βεβαιόν τε τοῦτον καὶ ἀτρεκέστατον παριστάνο ἔπειτα δὲ καὶ τὰ παρὰ σοῦ ἀλλοκότως ἐπὶ τῇ δια βολῇ τῆς καθ' ἡμᾶς θρησκείας γραφέντα διελέγχειν τοῦτο γὰρ ἐξ ἁπαντος ὁ ἀντιλογικὸς λόγος ἀπαιτεῖ.
col. 823–824page 67 of 76
PG 105:823Ἀλλ᾽ ἐπεὶ πρὸς τὴν ἑτέραν ἐπιστολὴν σου τὸ οἰκεῖον δόγμα ἡμῶν, ὡς εἰκὸς ἦν, ταῖς ἀποδείξεσι κατασκευαστικῶς προσάγεσθαι μεγάλως τε πεπραγμάτευται καὶ σαφῶς ἐξήνυσται, ἵνα μὴ δόξωμεν νυνὶ παρέλκειν ἐν τῷ γράφειν σοι, μόνον ἀπὸ τῶν σταλέντων ἡμῖν ἐπ' ἀνατροπῇ τῆς καθ' ἡμᾶς ἀμώ μου πίστεως, τὰς ἀντιῤῥήσεις ποιησόμεθα· διὸ καὶ εἰ εὐθυβόλως αἵ τε τῆς πίστεως ἡμῶν διαβολαί, καὶ αἱ λοιπαὶ ἀντιῤῥήσεις σου ἔχουσιν, ὧδε ἐπισκεψώμεθα· ἔχει δὲ τὸ σὸν γράμμα οὕτως· ο Θεός ἐστιν εἷς, κοινωνὸν μὴ ἔχων τῆς αὐτοῦ ἐξουσίας· καὶ διὰ τὸ μὴ ἔχειν κοινωνόν, οὐκ ἔσχεν οὐδὲ παῖδα.» θαυμάζειν μοι ἔπεισι τοιαῦτα γράφοντός σου οὐδὲ γὰρ συνορῶ ἐπὶ τοῦ Θεοῦ καὶ Πατρὸς, τίς ἡ ἀνάγκη ὡς κοινωνόν τινα, ἢ ὡς συνεργὸν τῆς ἑαυτοῦ βασιλείας τὸν ἑαυτοῦ Υἱὸν εἰσάγεσθαι, καὶ ὅσα τοιαυτότροπα πολλάκις γράφεις· τὸν γὰρ Θεὸν καὶ Πατέρα τὸν ἑαυτοῦ Υἱὸν κατὰ πάντα ὅμοιον ἔχοντα, πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως, ἡμῶν δὲ μηδ' ὅλως ὁμολογούντων κοινωνὸν ὄντα τοῦ Πατρὸς τὸν Υἱόν, οὐκ οἶδ' ὅπως ἡμᾶς παραλογίζῃ, ἢ σεαυτὸν τοῖς ἑαυτοῦ πτεροῖς ἁλίσκῃ· ἔστι γάρ του σόφισμα τοιού τον· Ἐὰν δύο τινὰ ὦσι, καὶ τὸ μὲν ἐπιπλέον, τὸ δὲ ἐπέλαττον, οἷον ὅ τε ἄνθρωπος καὶ ζῶον· ὁ μὲν γὰρ ἄνθρωπος ἐπέλαττόν ἐστι τοῦ ζώου· οὐδὲ γὰρ ἀντι στρέφει· τὸ δὲ ζῶον ἐπιπλέον· τούτου δὲ ὄντος, οἷον τοῦ ἀνθρώπου, δῆλον καὶ τὸ ζῶόν ἐστιν· οὐ μὴν τοῦ ζώου ὄντος, καὶ ὁ ἄνθρωπος· εἶτα τοῦ ζώου ὄντος, φήσειέν τις καὶ τὸν ἄνθρωπον εἶναι, τον παραλογε σμὸν ποιεῖ, παρὰ τὸ μὴ ἀντιστρέφον, καὶ τὸ ἑπό μενον οὕτω καλούμενον. ἐπὶ τῆς ἁγίας Τριάδος τίθεσθαι. β'. Καὶ ἄλλως· ο Θεός ἐστιν εἷς, κοινωνὸν μὴ ἔχων τῆς αὐτοῦ ἐξουσίας.» Ὅτι μὲν εἷς Θεός ἐστιν ἐπὶ πάντων τοῖς οὖσιν ἅπασιν, τό τε ἁπλῶς εἶναι καὶ τὸ εὖ χαριζόμενος, καὶ οὐδενὶ τῶν ὄντων τὸ παράπαν κοινωνὸν ἢ συνεργόν, ὡς σὺ φής, κεκτημένος, καὶ ἀνωτέρω παρ' ἡμῶν ἀποδέδεικται καὶ ὡμολόγηται καὶ πεπίστευται· ὅτι δὲ καὶ ὁ παρ᾽ ἡμῶν Υἱὸς Θεοῦ πιστευόμενος, καὶ Θεὸς ἀληθινὸς ὢν καὶ αὐτὸς, καθ' ἃ καὶ ὁ Πατήρ, καὶ Θεὸς εἷς μετὰ Πατρὸς καὶ Πνεύ ματος παρ' ἡμῶν καλῶς θεολογούμενος, οὐχ ὡς κοι νωνὸς τοῦ Θεοῦ καὶ Πατρὸς, οὔτε τῆς μιᾶς ἀρχῆς καὶ τοῦ ἑνὸς Θεοῦ τοῦ ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι θεωρουμένου, ἔστι καὶ παρ' ἡμῶν εἰσάγεται, ὧδε δῆλον· Ὁ παρ' ἡμῖν Υἱὸς Θεοῦ καὶ Θεὸς ἀληθινὸς θεολογούμενος, εἴπερ ἐστὶ κατὰ σὲ κοινωνὸς τοῦ Θεοῦ, ἤτοι τοῦ παρ' ἡμῖν Θεοῦ καὶ Πατρὸς πρεσ δευομένου, ἢ τῆς μιᾶς ἀρχῆς καὶ τοῦ ἑνὸς Θεοῦ τοῦ ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι θεωρουμένου ἀλλ᾽ εἰ μὲν τοῦ ἑνὸς Θεοῦ τοῦ ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι θεωρουμένου, ἀποδέδεικται δὲ ἡμῖν ἐν τῇ ἀντιῤῥήσει τῆς προτέρας σου ἐπιστολῆς, ὅτι εἷς Θεὸς καὶ μία ἀρχὴ ὁ Υἱός μετὰ Πατρὸς καὶ Πνεύματος ἁγίου καὶ ἔστι καὶ παρ' ἡμῶν καλῶς θεο
col. 825–826page 68 of 76
PG 105:825λογεῖται· εἰ δὲ τοῦτο, συμβαίνει ἂν ὁ Υἱὸς αὐτὸς; ἑαυτοῦ εἶναι κοινωνός, ὅπερ ἄτοπον· οὐδὲν γὰρ τῶν ὄντων αὐτὸ ἑαυτοῦ λέγεται εἶναι κοινωνόν· οὐκ ἄρα ὁ Υἱὸς τῆς μιᾶς ἀρχῆς καὶ τοῦ ἑνὸς. Θεοῦ τοῦ ἐν Πα τρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι θεωρουμένου ἐστὶ κοινωνός· οὔτε μὴν τοῦ Θεοῦ καὶ Πατρός· ἐπὶ τούς των γὰρ καὶ μόνον ἔστιν υἱὸν εὑρεῖν τοῦ ἰδίου πατρὸς λεγόμενον κοινωνὸν, ἐν οἷς γνώμης παραλλαγή παρ εισδύνεται, καὶ βουλήσεως ἑτερότης πάρεστιν, καὶ ἀπορία καλοῦσα πρὸς τὴν χρείαν, καὶ ἐνέργεια ἀπο τετμημένη ιδίως πρόσεστιν· οἷς δὲ γνώμη μία, καὶ βούλησις ἀεὶ ἀδιάκοπος, καὶ φύσεως ταυτότης, καὶ μία ἐξουσία, καὶ θέλησις ἄτρεπτος πάρεστι, πῶς ἂν ὁ κοινωνὸς εἰσφρήσεται; οὔκουν κοινωνὸν ἐπὶ τοῦ ἑνὸς Θεοῦ, οἱ ἐπὶ τῇ θεολογίᾳ Υἱὸν καὶ Πνεῦμα θεο λογοῦντες συνεισάγουσιν, εἰ καὶ κακῶς παρ' ὑμῶν ἡμῶν] ἐπιφημίζονται. γ. Καὶ ἄλλως· ο Θεός εἷς ἐστι, κοινωνὸν μὴ ἔχων τῆς αὐτοῦ ἐξουσίας· καὶ διὰ τὸ μὴ ἔχειν κοινωνὸν, οὐκ ἔσχεν οὐδὲ παῖδα. ο ᾿Απήλλαξας ἡμᾶς πραγμά των ἐξειπὼν τὸ ἀπόῤῥητον· εἰ μὲν γὰρ ἑώρων τὸ κοινωνὸς ἐπὶ τῆς θεολογικῆς γεννήσεως επόμενον καὶ χώραν ἔχον, τάχα ἂν καὶ μὴ θέλων τῇ ἀληθείᾳ συνεφελκόμενος τῇ ἀναιρέσει τούτου, καὶ τὸ ἡγούμενον συνανῄρουν· τουτέστι τὸ ἐπὶ τὴν θεολογίαν τὸν Υἱὸν ἀποκηρύττεσθαι. Ἐπεὶ δὲ τοῦτο ἔωλον καὶ πάντη ψευδές, ἐπὶ τῆς θεολογικῆς γεννήσεως, καὶ ἀνακό λουθο, ἂν ὁ λόγος ἔδειξεν, οὗ με λόγος καταναγκάσει καὶ τὸ ἡγούμενον, τουτέστι τὸν Υἱόν, ἐπὶ τῆς θεολογίας ἀπαρνεῖσθαι. Ἐπὶ μὲν γὰρ τῶν ἐξ ἀνάγκης ἑπομένων, καὶ τούτων ἀναιρουμένων, δῆλον ὅτι καὶ τὰ ἡγούμενα συνανῄρηται· οὐ μὴν δὲ ἐπὶ τῶν ἥκιστα ἑπομένων, ὡς αἱ μαθήσεις ἐκδιδάσκουσι· διὸ ἦν τὸ παρὰ σοῦ συλλογιζόμενον δυνάμει τοιοῦτον· Εἰ ἔστιν Υἱὸς ἐπὶ τῆς θεολογίας πιστευόμενος, ευρεθήσεται καὶ κοινωνὸν ὁ εἷς Θεὸς ἔχων· ἀλλὰ μὴν Θεὸς εἰς ἐστιν ἐπὶ πάντων κοινωνὸν οὐκ ἔχων· οὐκ ἄρα οὐδὲ Υἱὸς ἐπὶ τῆς θεολογίας εύρηται. Καὶ πρῶτον μὲν, ὡς αἱ φιλοσοφικαὶ μέθοδοι ἡμᾶς ἐκδιδάσκουσι, τὸ ἑπόμενον ἔσφαλται. Αποδέδεικται γὰρ ὅτι οὐχ ἵπεται ἐπὶ τῆς θεολογικῆς γεννήσεως τὸ κοινωνὸν λέγεσθαι τὸν Υἱὸν τοῦ Πατρός· διά τοι τοῦτο καὶ ἀναπόδεικτος ὁ λόγος πρόεισιν· ἔπειτα μικρῶς πως τὴν καθ᾿ ἡμᾶς θεολογίαν ἐπισκεψώμεθα, ὅπως εὐφωρατώτερον ἅπασι τὸ ἀδρανὲς ἦν καὶ ἀπίθανον τοῦ παρὰ σοῦ δογματίζο μένου λόγου παραδείξωμεν. δ. Τὰ τοίνυν ἐπὶ τῆς θεολογίας παρ' ἡμῶν ἀληθῶς λεγόμενα, τὰ μὲν κοινῶς ἐπὶ τῶν τριῶν ὑποστάσεων λέγεται, ὡς ἐπὶ μιᾶς οὐσίας ήτοι θεότητος, καὶ ἑνὸς Θεοῦ ὄντος· οἷόν φημι τὸ Θεὸς ὄνομα, καὶ τὸ Κύριος καὶ τὸ φιλάνθρωπος, καὶ τὰ παραπλήσια, & καὶ οὐ συναριθμεῖται διὰ τὸ ἐνιαίως λέγεσθαι, ὡς καὶ ἀπο δέδεικται· τὰ δὲ ἰδίως, ἃ καὶ τῶν ὑποστάσεων πρώτ τως καὶ κυρίως εἰσίν· οἷόν φημι τὸ Πατὴρ καὶ τὸ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον· ὰ καὶ διὰ τὸ ἰδίως λέγεσθαι, συναριθμεῖται ἡ γὰρ συναρίθμησις, κυ ρίως τῶν ἰδίως λεγομένων ἐστὶν, οὐ τῶν κοινῶς, ὡς ἐν ἄλλοις δέδεικται· ἐνίοτε δὲ εὕρηται καὶ ἐπὶ δύο
col. 827–828page 69 of 76
PG 105:827τῶν θεαρχικῶν ὑποστάσεων, οἷον τὸ αἰτιατόν· καὶ τὰ μὲν κοινῶς λεγόμενα, καὶ κοινώς ἅμα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, ὡς ἑνὸς ὄνο τος Θεοῦ καὶ νοουμένου, λέγεται. Καὶ ἰδίως ἀνὰ μέρος τῶν ὑποστάσεων κατηγορείται· καὶ γὰρ ὁ Πατήρ Θεὸς ἀληθῶς· καὶ ὁ Υἱὸς ὡς ἐκ τοῦ Θεοῦ Θεὸς, καὶ φῶς ἐκ φωτός· ὡσαύτως καὶ τὸ Πνεῦμα τὸ ἅγιον τὰ δὲ ἰδίως ἐπὶ τῶν ὑποστάσεων λεγόμενα, ἰδίως μὲν λέγονται, κοινῶς δὲ οὐ λέγονται· ἐπειδὴ τὰ ἐλάττω τῶν ἐπιπλέον ἀδυνατεῖ κατηγορεῖσθαι καὶ ἐξισάζειν. Καὶ τοῦτο ἂν εὔροις καὶ ἐπὶ τῆς γενητής φύσεως λε γόμενον· οἷον ὡς ἐν παραδείγματι σαφηνείας χάριν τὸ μὲν ἄνθρωπος καὶ τὸ βροτὸς καὶ τὸ μέρος, ἔκαν στον αὐτῶν καὶ κοινῶς μὲν ἅμα λαμβανομένων τῶν καθ᾿ ἕκαστα ἀνθρώπων λέγεται, καὶ ἰδίως ἑκάστου νοουμένου· καὶ γὰρ Πέτρος καὶ Παῦλος καὶ οἱ κατὰ μέρος ἄνθρωποι, καὶ ἅμα μὲν κοινῷ λόγῳ λέγονται ἄνθρωπος, καὶ ἰδίως ἕκαστος λέγεται. Πέτρος γάρ ἄνθρωπος λέγεται καὶ Παῦλος καὶ παραπλήσιοι. ε'. Αλλ' εἰ καὶ ἐπὶ τῆς καθ' ἡμᾶς θεολογίας, τὰ μὲν κοινῶς λέγεται ἐπὶ τῶν τριῶν ὑποστάσεων, τὰ δὲ ἰδίως· καὶ τὰ μὲν κοινῶς, καὶ κοινῶς ἅμα κατά ηγορεῖται, καὶ ἰδίως ἀνὰ μέρος· ὅτ' ἂν μὲν γὰρ και νῶς ἅμα ἐπὶ τοῦ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, οἷόν φημι τὸ Θεὸς ὄνομα ἢ τὸ Κύριος λέγηται, δῆλον ὅτι εἰς μὲν Θεὸς τὰ τρία λέγεται, ἐν οἷς ἐστιν ἡ θεότης, καὶ παρ' ἡμῖν καλῶς οὕτως θεολογεῖται. Οτ' ἂν δὲ ὡς ἐπὶ τοῦ Πατρὸς λέγηται ἰδίως καὶ ἀνὰ μέρος τὸ Θεὸς ὄνομα, ἢ τὸ Κύριος, ἢ ἐπὶ Υἱοῦ ἢ Πνεύματος, τότε μὲν Θεὸς λέγεται ὁ Πατήρ, οὐ μὴν ἰδίως καὶ ἀνὰ μέρος καὶ ἑτεροφυῶς εἰς Θεὸς ὁ Πα τήρ· καὶ πάλιν εἷς ἄλλος Θεὸς ὁ Υἱός· ὡσαύτως δὲ καὶ Πνεῦμα τὸ ἅγιον· ἄπαγε τῆς τοιαύτης πολυθείας ἐξ ἡμῶν τὸ βλάσφημον! ἐπειδὴ ἡμῖν ἀρχὴ μία τὸ σεβαζόμενον· καὶ εἷς Θεὸς, κἂν ταῖς ἰδιότησιν, ήγουν ὑποστάσεσι, τρία πιστεύηται· ὅθεν Υἱὸν Θεοῦ θεολογοῦντες, ἕτερον μέν φαμεν τῇ ὑποστάσει παρὰ τὸν Πατέρα, οὐ μὴν δ᾽ ἕτερον τῇ οὐσίᾳ καὶ τῇ θεότητι, ἀλλ᾽ ἕνα καὶ τὸν αὐτὸν, ὡς ἐν τῇ προτέρᾳ ἐπιστολῇ δέδεικται. ς'. Μενοῦνγε ἡ καθ᾿ ἡμᾶς θεολογία ἐκ τῶν κοινῶν ἐννοιῶν καὶ τῶν θείων προφητῶν ἠρτημένη, καὶ τὸ βέβαιον καὶ πάγιον κληρωσαμένη, Πατέρα καὶ Υἱὸν καὶ Πνεῦμα ἅγιον ἐπὶ τῆς θεολογίας ως ένα Θεὸν τὰ τρία θεολογεῖ· σὺ δὲ οὐχ οὕτως ἐκλαβὼν, ἀλλὰ τὸ Ένα Θεὸν λέγεσθαι τὸν Πατέρα ἰδίως καὶ ἀνὰ μέρος εἶτα τὸν Υἱὸν ὡς ἔξωθεν τοῦ ἑνὸς Θεοῦ παρεισκρινό μενον λογισάμενος καὶ νοήσας, τὸν παραλογισμὸν συνεσκευώρησας· διὸ καὶ ψευδώς ὧδε συνάγεις ἔστιν Υἱὸς ἐπὶ Θεοῦ, καὶ κοινωνός ἐστιν· ἀλλὰ μὴν κοινωνὸς οὐκ ἔστιν ἐπὶ Θεοῦ· οὐκ ἄρα οὐδὲ Υἱός.» Τοῦτο δὲ λέγων, πολλοῖς ἀτόποις περιπέπτωκας· καὶ πρῶτον μὲν ταυτὸν ποιεῖς ὑπόστασιν καὶ φύσιν ἐπὶ Θεοῦ, ὅπερ ἤδη προαπελήλεγκται· ἔπειτα καὶ τὸν Υἱὸν οὐ δίδως μετὰ Πατρὸς καὶ Πνεύματος ἕνα θεὸν ὄντα, καὶ παρ᾽ ἡμῶν καλῶς θεολογούμενον· καὶ τοῦτο πάλιν ἡμῖν προαποδέδεικται· διά τοι τοῦτο
col. 829–830page 70 of 76
PG 105:829καὶ ἠλίθιον ἀνέφανε τὸ παρὰ σοῦ δογματιζόμενον. Εἴδωμεν δὲ καὶ ἐπιφερόμενον· ἔχει δὲ καὶ αὐτὸ ὧδε Ος ἐποίησε τὴν πίστιν τῶν Σαρακηνών, φῶς· καὶ ἑτέρα πίστις οὐκ ἔστι, δι' ήν τις τῷ Θεῷ δύναται προσεγγίσαι, ο καὶ ὅσα ἄλλα γράφεις ἀποσεμνύνων τὴν οἰκείαν πίστιν. Ἀλλὰ τὸ μὲν οὕτω ψιλαῖς τὴν λόγον χωρὶς ἀποδείξεως τὴν ἀλλοτρίαν πίστιν ύβρεσι. βάλλειν, καὶ τὴν οἰκείαν μεγάλως ἀποσεμνύνειν, ῥᾷστον καὶ εὐπετὲς ἂν εἴη παντὶ τῷ βουλομένῳ· τὸ δὲ τὴν ἑαυτοῦ πίστιν μετ' ἀποδείξεως εύχρηστον και ὠφέλιμον καὶ ἐκ Θεοῦ δοθεῖσαν ἀποδεικνύναι, ἀνδρὸς ἂν εἴη εὐσεβοῦς καὶ νοῦν ἔχοντος. Οὐκοῦν καὶ ὑμᾶς ἔδει τοῦτο ποιεῖν· καὶ μὴ ἁπλῶς βρενθυνομένους τὴν ὑμετέραν πίστιν ὡς φῶς παρὰ Θεοῦ ποιηθεῖσαν καὶ δοθεῖσαν ἀποφαίνεσθαι· ὅθεν ἡμεῖς μᾶλλον τῆς ὑμετ τέρας πίστεως τὴν πλάνην καὶ τὸ ψεῦδος, καὶ τῆς ἡμετέρας τὴν ἀλήθειαν καὶ τὸν κόσμον μετὰ ἀποδείξεως παραθεῖναι πειρασόμεθα. ζ'. Απασι τοῖς νοῦν ἔχουσιν ὡμολόγηται ὅτι πιο στις μὲν εύχρηστος καὶ ὠφέλιμος καὶ ὡς φῶς οὖσα καθέστηκεν· καὶ τοὺς ταύτην ἐπισπωμένους Θεῷ οἰκειοῦσθαι παρεγγυᾷ· ἧς τὰ θεσπιζόμενα τῶν χει ρίστων καὶ βλαβερῶν τὴν ἀπόθεσιν ἔχει, καὶ τὸ γένος τῶν ἀνθρώπων ἀπὸ τῶν παρὰ φύσιν ἐπὶ τὰ κατὰ φύσ σιν καὶ ὑπερφυή μετατίθησιν· ἧς δὲ τὰ θεσπιζόμενα ῶν καλῶν τὴν ἀπόθεσιν, καὶ τῶν φαύλων τὴν οἰο κείωσιν ἐπαγγέλλεται, καὶ τὸ γένος τῶν ἀνθρώπων ἀπὸ τῶν κατὰ φύσιν ἢ καὶ ὑπερφυῶν ἐπὶ τὰ παρὰ φύσιν κατασπᾷ, αὕτη πάντως δύσχρηστός τε καὶ βλα βερά, καὶ ἥκιστά τις τῷ Θεῷ προσοικειοῦσθαι δι' αὐ τῆς δύναται. Ἐπεὶ οὖν καὶ ἡ ὑμετέρα πίστις τῶν φαύλων τὴν οἰκείωσιν, καὶ τῶν καλῶν τὴν ἀπόθεσιν προθεσπίζει, καὶ ἐκ τῶν ὑπερφυῶν, ἢ καὶ κατὰ φύ σιν, ἐπὶ τὰ παρὰ φύσιν τοὺς ταύτην ἐπισπωμένους κατασπᾷ, φανερὸν ὅτι δύσχρηστός τε καὶ βλαβερά, καὶ οὐδεὶς δι' αὐτῆς τῷ Θεῷ οἰκειοῦται· καὶ ὅτι τοῦτο ἀληθὲς, ἐντεῦθεν ἄβρει· Τὸ παρὰ φύσιν πάντες ἴσα σιν εἰδήμονες μετάθεσιν εἶναι τοῦ κατὰ φύσιν ἐπὶ τὸ χείριστον· τὸ δὲ ὑπὲρ φύσιν, μετάθεσιν ἀπὸ τοῦ κατὰ φύσιν ἐπὶ τὸ κρεῖττον. Εἰ οὖν ὁ ἄνθρωπος μέσος πως δεδημιούργηται τῆς αἰσθητῆς, φημί, κτίσεως καὶ νοητῆς, καὶ διὰ τοῦτο ἑκατέρας τῆς τε ἀλόγου φύσεως καὶ ἀγγελικῆς ἐπικοινωνεῖ· καὶ τῆς μὲν ἀγγελικῆς κοινωνεῖ κατὰ τὸ λογιστικόν τε καὶ τὸ διακριτικόν τῆς δ' αὖ ἀλόγου, κατὰ τὸ θυμικὸν καὶ ἐπιθυμητικὸν· πεφύλακται δὲ καὶ διατετήρηται κατά φύσιν ὁ ἄνθρωπος, ὅτ' ἂν τὸ λογιστικὸν τοῦ θυμικοῦ τε καὶ ἐπιθυμητικοῦ ἀρχῇ. Ετι γε μὴν καὶ τῇ ἀγγελική φύσει οἰκειοῦται μᾶλλον, καὶ πρὸς τὰ ὑπερφυῆ ἄνει σιν, ἡνίκα τὸ ἄλογον μέρος τῆς ψυχῆς ὑποπιάζεται καὶ ὑποθλίβεται. Ὅτ᾽ ἂν δ' οὖν τὸ ἐναντίον ἐν αὐτῷ καθορᾶται, καὶ τὰ μὲν πάθη τοῦ λόγου ἐπικρατεῖ, ὁ δὲ λόγος ὑπηρετεῖ, τοῦτο δὲ συμβαίνει ανενδοιάστως ἐπὶ τῶν ἀκολάστως ἢ καὶ φονικῶς βιούντων φανε ρὸν ὅτ' ἂν τὰ χείρονα διαπράττηται, ἐκ τῶν κατὰ φύσιν ἢ καὶ ὑπερφυῶν, ἐπὶ τὰ παρὰ φύσιν κάτεισιν ὅθεν ὅσον ἂν μᾶλλον τὸ θυμικόν τε καὶ ἐπιθυμητικὴν ἀνετόν ἐστιν, τοσοῦτον καὶ τὰ πάθη σκαίρει· καὶ ὅσον ἂν μᾶλλον σκαίρῃ, τοσοῦτον καὶ ἐπαύξεται· καὶ
col. 831–832page 71 of 76
PG 105:831ὅσον ἂν ἐπαύξηται, τοσοῦτον ὁ ἄνθρωπος τοῖς ἀλόγος ο ζώοις ἐπικοινωνεῖ· καὶ τοῦτο ποιῶν σπεύδει ἀποκτηνωθῆναι. Διά τοι τοῦτο καὶ ὁ προφητικός λόγος τὸν ἐν τοῖς πάθεσι κυλινδούμενον ἄνθρωπον, ἀλ ωμοιωμένον τοῖς κτήνεσιν ὧδε ἀποφαίνεται" "ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς· ἀνοήτοις, καὶ ώμοιώθη αὐτοῖς. η'. Ἐπεὶ οὖν ἡ ὑμετέρα πίστις επαγγέλλεται καὶ προσθεσπίζει τὸν ἀκόλαστον βίον, καὶ τῶν παθῶν τὴν αὔξησιν καὶ ἐπικράτειαν, ἤπερ τοῦ λόγου, καὶ πρὸς τα χείρω κεχηνέναι τοὺς ἀνθρώπους προσωθεί, τοῦτο δέ ἐστι τὸ ἐκ τῶν κατὰ φύσιν καὶ ὑπερφυῶν ἐπὶ τὰ παρὰ φύσιν τοὺς ἀνθρώπους κατασπάν· ὡμολόγηται δὲ ἡμῖν ὅτι ἧς τὰ θεσπιζόμενα τοιαῦτα καθίσταται, βλαβερά ἐστι καὶ δύσχρηστος, καὶ οὐδεὶς δι᾽ αὐτῆς οἱ κειοῦται Θεῷ· συνάγεται ἄρα ὅτι ἡ ὑμετέρα τῶν Σα ρακηνῶν πίστις, σκότος μᾶλλον ἤπερ φῶς, καὶ οὐδεὶς δι' αὐτῆς τῷ Θεῷ οἰκειοῦται· εἰ δὲ τοῦτο, οὐδὲ παρὰ Θεοῦ δέδοται, καὶ μάτην ἐπὶ τὴν ψευδώνυμον πίο στιν, μᾶλλον δὲ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἀπιστίαν ἐπαυχῇ καὶ ἐπαίρῃ καὶ ἡμᾶς προσκαλῇ. Ἐπειδὴ δὲ καὶ ἡ ἡμετέρα πίστις, τὸ ἐναντίον τῆς ὑμετέρας επαγ γέλλεται, ἐκείνη μὲν ἀκολασίαν, αὕτη σωφροσύνην ἐκείνη γαστριμαργίαν, αὕτη ἐγκράτειαν· ἐκείνη ἀσω τίαν, αὕτη ἐλευθεριότητα, δέδεικται δὲ ἐκείνη ἄχρηστος καὶ βλαβερὰ καὶ οὐ Θεῷ οἰκειοῦσα, διὰ τὸ τοῖς ἀλό γοις μᾶλλον κοινωνεῖν παρασκευάζουσα, φανερὸν ὅτι ἡ ἡμετέρα εύχρηστος καὶ ὠφέλιμος καὶ Θεῷ οἰκειοῦσά, διὰ τὸ τοὺς ἀνθρώπους μᾶλλον τοῖς ἀγγέλοις ἐπι συνάπτειν· διὸ μᾶλλον ἡμῖν ἔστιν ἀραρότως φθέγ γεσθαι, ὅτι οὐκ ἔστι πίστις παρὰ τὴν ἡμετέραν τῶν Χριστιανῶν, δι' ἧς δύναταί τις Θεῷ οἰκειωθῆναι, καὶ τῶν καλῶν ἐν μετουσίᾳ γενέσθαι. Καὶ ταῦτα μὲν περί τε τῆς ὑμετέρας καὶ ἡμετέρας πίστεως ἀπο χρώντως ὧδε λελέχθω. θ'. Παρακατιὼν δὲ μικρὸν πειρᾶσαι δεῖξαι τὸν ἄν θρωπον μὴ κατ' εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν διαπεπλάσθαι, ὡς ἡμεῖς τῇ κατὰ Μωϋσέα ἱστορίᾳ καὶ αὐτοῖς τοῖς πράγμασι πειθόμενοι πρὸς σὲ γεγράφαμεν· διὸ καὶ μετ' εὐλόγου αἰτίας δοκεῖς γράφειν οὕτως· «Ο Θεὸς ἀνεκδιήγητός ἐστι καὶ ἀπεριόριστος καὶ ἀπερίληπτος· ἀεὶ γὰρ ἦν ὁ Θεὸς, καὶ ὅμοιος αὐτῷ οὐκ ἦν· τὸ γὰρ ὕψος αὐτοῦ ἀόριστόν ἐστιν· ὃς ἔπλασε τὸ πλάσμα αὐτοῦ χωρὶς τῆς ὁμοιότητος τῆς πρὸς αὐ τόν· › ὡς ἐντεῦθεν δοκεῖς συνάγειν, ὅτι ὁ ἄνθρωποςοὐ πέπλασται κατ' εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν. Ἐπεὶ γὰρ ὁ Θεὸς ἀπεριληπτός ἐστι καὶ ἀόρατος καὶ φόρε στος καὶ τὰ παραπλήσια, καὶ οὐδὲν τῶν ὄντων ἔοικεν αὐτῷ, δῆλον ὅτι οὐδὲ ὁ ἄνθρωπος, ἐπειδὴ καὶ αὐτός τι τῶν ὄντων ἐστίν· εἰ δὲ τοῦτο, κατ' εἰκόνα Θεού καὶ ὁμοίωσιν οὐ γεγένηται. Ταῦτα νομοθετοῦντός ἐστιν ἐπὶ Θεοῦ καὶ τῶν αὐτοῦ κτισμάτων, τὸ ἀληθὲ; δὲ οὐδαμῶς λέγοντος. Διὸ εἰ μὲν τὸν ἄνθρωπον κατ' εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν ἡμεῖς λέγοντες γεγενῆσθαι, τὴν κατ' οὐσίαν ὁμοίωσιν ἐλέγομεν, ἥτις τὸ ἀπαράλλακτον καὶ ταυτὸν τῆς οὐσίας πρὸς τὸν Θεὸν ἔχει
col. 833–834page 72 of 76
PG 105:833εἶτα τὸν Θεὸν ὁμολογοῦντες ἀνεκδιήγητον καὶ ἀπεριόριστον καὶ ἀκατάληπτον καὶ ἄπειρον, καὶ οὐδὲν τῶν ὄντων τι τοιοῦτον, τάχα ἂν εἰς ἑαυτοὺς περιεπίπτομεν, καὶ εἶχεν εύλογον τὸ παρὰ σοῦ γραφόμενον. Ἐπεὶ δὲ οὐ τὴν κατ᾽ οὐσίαν ὁμοίωσιν ἐν τῷ λέγειν ἡμᾶς τὸν ἄνθωπον κατ' εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν γεγενῆσθαι ἐκλαμβάνομεν, ἀλλὰ τὴν τὸ ἀνάλογον ἔχουσαν πρὸς Θεὸν, ἢ καὶ ἐπὶ τῶν κτισμάτων εὕρη ται, οὐδὲν ἀπεικὸς ἔνεστιν ἡμᾶς γράφειν, ὅτι ὁ ἄν θρωπος κατ' εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν πέπλασται Τοῦτο γὰρ καὶ πείθει ἡμᾶς ὁμολογεῖν ἡ κατὰ Μωϋ. σέα τῆς γενέσεως τοῦ κόσμου Ιστορία· διὸ κατ' είν κόνα μέν φαμεν, κατὰ τὸ ἀρκτικόν τε καὶ αὐτεξούσιον. Ἔτι γε μὴν ἐν τῷ ἀνθρώπῳ ἔστι νοῦς καὶ λόγος καὶ πνεῦμα· καὶ ὁ μὲν νοῦς, γεννήτωρ ἐστὶ τοῦ ἐν ἡμῖν λόγου· ὁ δὲ λόγος, γέννημά ἐστι νοός· καὶ τὸ πνεῦμα διὰ τοῦ λόγου ἐκδίδοται. Καὶ ὥσπερ δίχα λόγου νοῦς ἄλογος οὐκ ἔστιν, οὕτω καὶ ὁ λόγος δίχα νοὸς ἄνους οὐχ εὕρηται, ἀλλ᾽ ἅμα συνυπο άρχει, καὶ οὐ προτερεύει θάτερος θατέρου· ὁμοίως δὲ καὶ ὁ λόγος, ἄνευ πνεύματος οὐκ ἔνεστιν, οὐδὲ τὸ πνεῦμα τὸ εἰς φωνὴν ἐκτυπούμενον ἄνευ λόγου. ι'. Ἐπεὶ οὖν ἡ ὑπερούσιος καὶ ἄκτιστος οὐσία, ἥτις ἐστὶν ὁ Θεὸς, ἐν τρισὶν ὑποστάσεσι θεωρεῖται, ἕν τε τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Πνεύματι τῷ ἁγίῳ, ὡς ἡμῖν ἀποδέδεικται καὶ καλῶς πιστεύεται, ἀναλογεί μὲν ὁ καθ᾿ ἡμᾶς νοῦς, γεννήτωρ ὢν τοῦ ἐν ἡμῖν λό του, τῷ Θεῷ καὶ Πατρὶ τῷ ἀϊδίως καὶ ἀχρόνως τὸν ἑαυτοῦ Υἱὸν γεννήσαντι· ὁ δὲ λόγος ὁ ἐν ἡμῖν, γέν νημα ῶν τοῦ ἐν ἡμῖν νοός, ἀναλογεῖ τῷ ἐκ τοῦ Θεοῦ ἀρεύστως καὶ ἀπαθῶς γεννηθέντι Υἱῷ καὶ Θεῷ ἀλη θινῷ ὄντι· τὸ δὲ ἐν ἡμῖν Πνεῦμα, τῷ Πνεύματι ἁγίῳ, τῷ ἐκ Πατρὸς μὲν ἐκπορευομένῳ, καὶ δι' Υἱὸν τοῖς οὖσιν ἐκχεομένῳ καὶ διαδιδομένῳ· καὶ κατὰ τοῦτο πάλιν λέγεται ὁ ἄνθρωπος κατ' εἰκόνα Θεοῦ πεπλάσθαι· καθ᾽ ὁμοίωσιν δὲ πάλιν φαμὲν τὸν ἄνθρωπον Θεοῦ γεγενῆσθαι, διὰ τὴν τῶν ἀρετῶν τελείωσιν, καὶ τῶν ἀγαθῶν τὴν μετουσίαν· ἐπειδὴ πάντα ὅσα πρώτως καὶ ἀναιτίως ἡ δημιουργὸς αἰτία, ὅπερ ἐστὶν ὁ Θεὸς, ταῦτα δευτέρως καὶ μεθεκτῶς καὶ αἰτιατῶς ὁ ἄνθρωπος· οἷόν ἐστι τὸ πρῶτον καὶ ὑπερούσιον, ζωή, φῶς, σοφός, δυνατὸς, ἀγαθὸς, πράος, δίκαιος ἐστιν καὶ οὗτος σοφὸς, καὶ ζωὴ, καὶ δυνατὸς, καὶ ἀγαθὸς, καὶ πρᾶος, καὶ δίκαιος ὁ ἄνθρωπος· ἀλλὰ φύσει μὲν ὁ Θεὸς καὶ οὐσιωδῶς, θέσει δὲ καὶ χάριτι καὶ ἐπουσιωδῶς ὁ ἄνθρωπος. Εἰ δὲ τοῦτο, εἰκότως καθ᾽ ὁμοίωσιν τοῦ Θεοῦ γεγενήσθαι τὸν ἄνθρωπον φ. μεν, τὸ ἐξ ἀνακλάσεως ἔσχατον ἀπήχημα φέροντα. Καὶ οὕτω πάλιν ἠλίθιον ἀνέφανε τὸ παρὰ σου γραφέν. Δια'. Μεταβαίνων δὲ ἐπ' ἄλλο τῶν παρ' ἡμῶν γρα φέντων, καὶ τοῦτο πειρώμενος ἀναιρεῖν, πάλιν γρά φείς· ι θεωροῦμεν τὰ εἴδη τῶν θηρίων ὅτι ὁ ίσχυ ρότερος ἐπανίσταται κατὰ τοῦ ἀσθενεστέρου, καὶ ὁ
col. 835–836page 73 of 76
PG 105:835μείζων κατὰ τοῦ ἐλάσσονος, καὶ ὁ κρείττων κατὰ τοῦ χείρονος, καὶ πολλάκις ποιεῖται τροφὴν αὐτοῦ ἔστιν ὅτε καὶ διαφθείρε: αὐτόν, ἀντιζηλῶν τοῦ διω χθῆναι αὐτὸν ἀπὸ τῆς κοίτης αὐτοῦ, ὁ καὶ τὰ ἑξῆς. Ἐνταῦθα δοκεῖς ἡγνοηκέναι τὰς ἀποδείξεις, πῶς δεῖ προάγειν, καὶ πῶς οὐ δεῖ. Εἰ μὲν γὰρ τὸ παρ' ἡμῖν γραφὲν περὶ παντὸς ἀλόγου ζώου, πρός τε τὸ ὁμογενὲς ἢ καὶ ἑτερογενές, τὸ συναλίζεσθαί τε καὶ ἐνοῦ σθαι ὑπισχνεῖτο, διὰ τὴν πρὸς ἄλληλα ἡμερότητα, ὡς φειδόμενα τῆς ἑαυτῶν σωτηρίας· εἶτα ἐπί τινων ζώων τοῦτο εὑρὼν σὺ μὴ θεωρούμενον, μᾶλλον δὲ τὸ ἐναντίον τὸ ἐπανίστασθαι καὶ διαφθείρειν καὶ ἀπο διώκειν τὸν ἰσχυρότερον τὸν ἀσθενέστερον, καὶ τὸν κρείττονα τὸν χείρονα, ἃ καὶ ἐν τῷ σῷ γράμματι παρετίθεις, οἷον λέοντά φημι καὶ ἄρκον καὶ τὰ πα ραπλήσια· εἶχες ἂν γενναίως τὸν ἡμέτερον λόγον ἀναιρεῖν. Ἐπεὶ δὲ τὸ παρ' ἡμῖν γραφὲν οὐ περὶ πανω τὸς ἀλόγου ζώου τοῦτο ἐπαγγέλλεται, καὶ ματαιολογεῖς, τὸ κακόπλαστον εἰσάγων ὁρᾶμα καὶ ὑποκρινόμενος· τίνα γὰρ καὶ τῶν μικρὰ συνορᾷν δυναμένων λέληθεν, ὅτι οὐχ ἅπαντα τὰ εἴδη τῶν ζώων συναλίζεσθαι καὶ συνδιαιτάσθαι πρὸς ἄλληλα πέφυκε; Τῶν γὰρ ζώων τὰ μὲν εἰσι μοναδικά, τὰ δὲ ἀγελαῖα, καὶ τῶν ἀγελαίων τὰ μὲν ὑφ᾽ ἡγεμόνι τάττονται, τὰ δὲ οὔ. Εκατέρων δὲ τούτων τὰ μέν εἰσι πολιτικά, τὰ δὲ οὔ· ὡς αἱ περὶ αὐτῶν φυσιολογίαι καὶ ἱστορίαι ἐκδι δάσκουσιν. Εἰ οὖν τὰ μέν εἰσι μοναδικά, τὰ [δὲ] ού, φανερὸν ὅτι τὰ μὲν συναλίζεσθαι μετὰ τῶν ὁμογενν πέφυκε, τὰ δὲ μή. Εἰ δὲ τοῦτο οὕτως ἔχει, οὐδεὶς ἂν ἀδιάστροφον φρένα ἔχων, οὔτε νοεῖ οὔτε γράφει τὸ, Πάντα τὰ ζῶα ἔχει τὸ συναλίζεσθαι πρὸς ἄλληλα καὶ συνδιαιτᾶσθαι· ὅθεν οὐδὲ ἡμεῖς· ἀλλ' ἐπειδὴ Ιδιαίτατον γνώρισμα καὶ χαρακτηριστικὸν ἔνεστι τοῦ κυρίως κοινωνικοῦ ζώου, ὅ τε λόγος καὶ ἡ φρόνησις καὶ ἡ μετὰ λόγου κρίσις, διά τοι τοῦτο καὶ λόγου του ἔξωθεν ἐδεήθη ὁ ἄνθρωπος, ὡς ἂν τὰ ἐν βάλει κεί μενα νοήματα εἰς φῶς ἔξωθεν ἄγηται καὶ τοῖς πέτ λας κοινοποιήται· ὅθεν καὶ φύσει ήμερον ζώον ὁ ἄνθρωπος, καὶ κοινωνικὴν ζῶον κυρίως ἐνταῦθά ἐστιν. Ἐν δὲ τοῖς ἀλέγοις ζώοις ἅπασι τό τε κοινωνικὸν καὶ φύσει ἡμερον κυρίως οὐκ ἔνεστιν· εὕρητα δὲ ὡς ἐπί τινων τῶν ἀλόγων ζώων τοῦτο συναλίζεσθαι καὶ συνδιαιτάσθαι καὶ κοινοποιεῖσθαι· πολλῷ μᾶλλον καὶ ἐπὶ τῶν ἀνθρώπων τοῦτο θεμιτὸν ἂν εἴη. γὰρ τὸ ἧττον δοκοῦν ὑπάρχειν ὑπάρχει, πολλῷ μᾶλλον καὶ τὸ μᾶλλον· ὅπερ προσῆκόν ἐστι καὶ μᾶλο λον ὀφείλει τὸ συναλίζεσθαι καὶ συνδιαιτᾶσθαι πρός τὸ ὁμογενὲς τὸν ἄνθρωπον ὡς κοινωνικὸν ζῶον κυρίως καὶ ἤμερον φύσει. Εἰς τοῦτο γὰρ καὶ ἡμεῖς ἀφορῶντες πρὸς ὑμᾶς γεγράφαμεν. ιβ'. Καὶ πάλιν δὲ μεταβαίνων ἐφ' ἕτερον τῶν παρ' ἡμῖν γραφέντων, καὶ τοῦτο ὡσαύτως πειρώμενος ἀνασκευάζειν, γράφεις ὧδε· «Τῶν φόνων οἱ μέν εἰσι θεμιτοί, οἱ δὲ ἀθέμιτοι· καὶ ἀθέμιτόν ἐστιν, δ ἀπο τέτραπται παρὰ Θεοῦ, τὸ φονεύειν πιστὸν τῇ ἰδίᾳ προαιρέσει· ἔννομον δὲ καὶ θεμιτὸν, τὸ φονεύειν τὸ δοξάζονται συγκοινωνὸν τοῦ Θεοῦ καὶ ἀναπλάττοντα
col. 837–838page 74 of 76
PG 105:837Ισοδύναμον. Ταῦτα μὲν γράφων ὡς ἀμαθῆ καὶ ἀμύητον πάντη τῶν πραγμάτων σεαυτὸν εἰσάγεις οὐδὲ γὰρ συνῆκας ὅτι πᾶς φόνος, ᾗ φόνος ἐστί, φευ κτὸς καὶ ἀποτρόπαιος, είπερ κακός· τὸ δὲ κακὸν ἅπαν οὐ θεμιτόν· καὶ ὅτι κακὸν ὁ φόνος, ἐντεῦθεν δῆλον· Πᾶς φόνος, ή φόνος ἐστὶν, ή φθορά ἐστιν ἀν θρώπου, η φθορᾶς ποιητικός ἐστιν ἀνθρώπου· ὁ δὲ ἄνθρωπος μᾶλλον καλὸν καὶ μᾶλλον ἀγαθὸν τῶν ἐπὶ γῆς· εἴπερ τὸ πρώτιστον κτίσμα Θεοῦ τῶν ἐπὶ γῆς συνάγεται ἄρα· Πᾶς φόνος, ᾗ φόνος ἐστὶν, ἀγαθοῦ τινος ἡ φθορὰ ἡ φθορᾶς ποιητικόν· εἰ δὲ τοῦτο, καθ᾽ αὑτὸ κακόν. Τῶν γὰρ ἀγαθῶν αἱ φθοραί, καὶ τὰ τούτων φθαρτικά, πάντως ἐστὶ κακά· ὥσπερ τῶν κακῶν αἱ φθοραί, καὶ τὰ φθαρτικὰ τούτων ἀγαθά· οὕτω γὰρ ἡμῖν αἱ κοιναὶ ἔννοιαι καὶ αἱ φιλοσοφικαὶ μαθήσεις ἐκδιδάσκουσιν. Εἰ οὖν πᾶς φάνες, ᾗ φόνος ἐστὶν, δέ δεικται ὢν κακός, δῆλον ὅτι καὶ οὐ θεμιτός· τὸ γὰρ κακὸν πᾶν, οὐ θεμιτόν γίνεται δὲ ἐνίοτε κατὰ συμπ 6:ηκὸς ἀγαθόν. Τῶν γὰρ ὄντων τὰ μὲν εἰσι καθ᾽ αὐτὰ ἀγαθά γίνεται δὲ κατὰ συμβεβηκός κακά, οἷον ἐλεημοσύνη· τὰ δὲ καθ᾽ αὐτὰ μέν εἰσι κακά· γίνεται δὲ κατὰ συμβεβηκός ἀγαθα, οἷον τὸ ψεῦδος τὰ δὲ καθ᾿ αὐτὰ μὲν τὸ οὐδέτερον ἔχει· κατά συμβεβηκὸς δὲ ἐπαμφοτερίζει, οἷον πλοῦτος, ἰσχὺς, καὶ τὰ παραπλήσια· καὶ τὰ μὲν καθ᾿ αὐτὰ ἀγαθὰ, ἀεὶ μὲν δεῖ γίνεσθαι, ἢ ὡς ἐπὶ τὸ πολύ· τοιαύτη γὰρ ἡ φύσ εις τῶν καθ' αὐτὸ ἀγαθῶν. Τὰ δὲ καθ᾿ αὐτὸ κακά, ἔμπαλιν· ἢ ἀεὶ μὲν οὐ δεῖ γίνεσθαι, ἢ ὡς ἐπὶ τὸ πολύ, ἀλλ' ἐπέλαττον τοιαύτη γὰρ καὶ τούτων ἡ φύσις· τὰ δὲ καθ᾽ αὑτὰ τὸ οὐδέτερον ἔχοντα ἐπ' ἴσης Έχει τό τε γίνεσθαι καὶ μή. Ἐπεὶ οὖν καὶ φόνος τῶν καθ᾽ αὑτὸ κακῶν ἐστι (τοῦτο γὰρ ἡμῖν ἀποδέδεικται) τὸ δὲ καθ' αὐτὸ κακὸν, κατὰ πρῶτον λόγον, ἢ ὅλως οὐ δεῖ γίνεσθαι, ἢ ὡς ἐπὶ τὸ πολύ· καὶ τοῦτό ἐστι τὸ πρῶτον ἀγαθόν· σπανιάκις δὲ γίνεται κατὰ συμβε θηκὸς ἀγαθόν· καὶ τοῦτό ἐστι τὸ δευτέρως ἀγαθὸν καὶ ἐπέλαττον. Τὸ δὲ κατὰ πρῶτον λόγον ἀγαθὸν καὶ ἐπιπλέον, τοῦ κατὰ τὸ δεύτερον καὶ ἐπέλαττον ὄντος, αἱρετώτερον καὶ κρεῖττον, ὡς αἱ λογικαὶ ἡμᾶς μέθο οδοι ἐκπαιδεύουσι· τὸ μὴ φονεύειν ἄρα, τοῦ φο νεύειν, εἰ καὶ κατὰ συμβεβηκὸς ἐνίοτέ ἐστιν ἀγαθὸν, κρεῖττον καὶ αἱρετώτερον· εἰ δὲ τοῦτο, οἱ τὸ φονεύειν ἐφιέμενοι ἀναιρεῖν ἐκ τῶν ἀνθρώπων, κατὰ πολὺ ἂν κρείττονες καὶ τιμιώτεροι δειχθεῖεν τῶν μὴ προαιρουμένων τοῦτο ποιεῖν, ὡς τὸ κρεῖττον ἀγαθὸν ἐφιέ μενοι. Ἡμεῖς ἄρα κρείττονες ανεφάνη μεν διὰ τῆς ἀποδείξεως, τον φόνον ἀναιρεῖν ἐκ ποδῶν προ αιρούμενοι. ιγ'. Οτι δὲ καὶ ὁ ἐξ ὑμῶν εἰς ἡμᾶς ἐνεργούμενος καθ' ἑκάστην φόνος οὔτε τῶν κατὰ συμβεβηκός
col. 839–840page 75 of 76
PG 105:839ἡ ἀγαθῶν ἐνδέχεται εἶναι, ἐντεῦθεν δῆλον· Τὸ κατὰ συμβεβηκὸς ἀγαθὸν γινόμενον, δι' οἰκονομίαν γίνε ται· τὸ δι' οἰκονομίαν γινόμενον, διὰ καλὸν γίνεται τὸ ἄρα κατὰ συμβεβηκός γινόμενον, διὰ καλὸν γίνε ται· ὁ δὲ ἐξ ὑμῶν εἰς ἡμᾶς γινόμενος φόνο;, οὐ δι' ἄλλο τι γίνεται, ὡς αὐτοί φατε, εἰ μὴ διὰ τὸ Σαρα κηνίζειν ὑμᾶς· τοῦτο δὲ οὐ καλόν· συνάγεται ἄρα ὅτι ὁ ἐξ ὑμῶν εἰς ἡμᾶς γινόμενος φόνος, οὐδὲ τῶν κατά συμβεβηκός ἐστιν ἀγαθῶν· καὶ ὅτι τὸ Σαρακη νίζειν οὐ καλόν ἐστιν, ὧδέ ἐστι δῆλον· Τὸ Σαρακηνί. ζειν οὐδὲν ἄλλο ἐστὶν, ἀλλ᾽ ἢ τὸ ἐκ τῶν κατὰ φύσιν ἢ καὶ ὑπερφυῶν εἰς τὸ παρὰ φύσιν κατασπἂν τοὺς ἀνθρώπους· τοῦτο γὰρ ἡμῖν καὶ ἀποδέδεικται τὸ δὲ τοῦτο ποιεῖν, πᾶσιν ἀρίδηλόν ἐστιν ὅτι οὐ καλόν ἐστιν. Ἐπεὶ οὖν οὔτε τῶν καθ᾽ αὐτὸ ἀγαθῶν ἐστιν ὁ φόνος ὁ ἐξ ὑμῶν εἰς ἡμᾶς ἐνεργούμενος, οὐδὲ κατὰ συμβεβηκός· τὸ δὲ οὔτε καθ᾽ αὑτὸ ἀγαθὸν, οὔτε κατὰ συμβεβηκός, οὐ χρὴ γίνεσθαι τὸ παράπαν· ὁ ἄρα εἰς ἡμᾶς ἐξ ὑμῶν καθ' ἑκάστην ἐνεργούμενος φόνο;, οὐ δεῖ γίνεσθαι· εἰ δὲ τοῦτο, καὶ οὐ θεμιτόν· ὃ γὰρ οὐ δεῖ γίνεσθαι, οὐδὲ θεμιτόν ἐστι. «Τῶν φόνων, οἱ μέν εἰσι θεμιτοὶ, οἱ δὲ ἀθέμιτοι.» Σύμφημι κἀγώ, ὅτι τῶν φόνων οἱ μέν εἰσι θεμιτοί, δηλονότι κατά συμ βεβηκός, εἴπερ τῶν κατὰ συμβεβηκός ἀγαθῶν εἰσιν οἱ δὲ ἀθέμιτοι, δῆλον ὅτι καθ᾽ αὑτό· ἐπεὶ καὶ ὁ φό νος, ᾗ φόνος ἐστὶν, τῶν καθ᾽ αὑτὸ κακῶν εἶναι ἀπο δέδεικται· διὸ καὶ ὡς ὡμολογημένον καὶ παρ' ἡμῖν εἰλήφθω. ιδ'. Εἶτα τὸ βραχὺ τούτου συναπτόμενον τὸ λέγον Εννομον δὲ καὶ θεμιτὸν τὸν δοξάζοντα φονεύειν συγκοινωνὸν τοῦ Θεοῦ καὶ ἀναπλάττοντα Ισοδύναμον, ποίας αλαζονείας καὶ φυσιώσεως, ἡ οἰκειότερον φάναι, ἐκπληξίας τε καὶ ἐμβροντησίας ἀνάμεστον οὐκ ἂν εἴη; Εκ γὰρ πολλῆς εὐηθείας καὶ ἀπιστίας αλογιστί, οὐκ οἶδ' ὅτῳ τρόπῳ δόξαν, καὶ οὐχ ὡς ἡμεῖς κηρύττομεν, σκιομαχῶν καὶ μάταια ερευγόμεν νος, ἡμᾶς ἀναπλαστικῶς διακωμωδείς κοινωνούς τινας καὶ ἰσοδυνάμους τοῦ ἑνὸς Θεοῦ καὶ τῆς μιᾶς ἀρχῆς ἐπεισάγοντας· τίς γὰρ τῶν ἐν ἡμῖν μικρὸς ἢ μέγας ποτὲ ἐνενόησεν ἢ ἔπλασεν ἐπὶ τοῦ ἑνὸς Θεοῦ καὶ τῆς μιᾶς ἀρχῆς κοινωνὸν ἰσοδύναμον, ἵνα καὶ ὁ εἰς ἡμᾶς ἐνεργούμενος φόνος θεμιτός ἂν εἴη, ὡς σὺ φής; εἰ γὰρ καὶ παρ' ἡμῖν Υἱὸς Θεοῦ ὡς Θεὸς ἀλη θινὸς καὶ αὐτὸς ὢν ὁμοφυὴς τῷ Θεῷ καὶ Πατρὶ θεο λογεῖται καὶ δοξάζεται, ἀλλ' οὐχ ὡς κοινωνὸς τῆς μιᾶς ἀρχῆς, ἡ τοῦ Πατρὸς ἔξωθεν ὢν Θεὸς παρεισ κρινόμενος, ὡς σὺ ἐπινοεῖς, θεολογεῖται (τοῦτο γὰρ ἡμῖν καὶ ἀποδέδεικται [])· ἀλλ' ὡς εἷς Θεὸς μετά Πατρὸς καὶ Πνεύματος ἁγίου, καὶ ἔστι καὶ παρ ἡμῶν τῶν Χριστιανῶν καλῶς πιστεύεται τε καὶ δο ξάζεται. Εἰ δὲ τοῦτο, μάτην τὸν οὐτωσὶ μῶμον τὴν ἐκ τοῦ κοινωνοῦ ἡμῖν προστρίβεις· ἔτι γε μὴν καὶ τὸν ἐξ ὑμῶν εἰς ἡμᾶς ἐνεργούμενον φόνον ἔνθεον καὶ ἔννομον λογίζῃ, ὡς γράφεις· εἰ γὰρ διὰ τὸ κοι νωνὸν καὶ ἰσοδύναμον Θεοῦ, ὡς αὐτοί φατε αναπλάτα τειν ἡμᾶς, ἐννομόν ἐστι τὸ ὑφ᾽ ὑμῶν φονεύεσθαι,
col. 841–842page 76 of 76
PG 105:841δηλονότι τούτου ψευδῶς ἡμῖν ἐπιφημιζομένου, φα νερὸν ὅτι καὶ τὸ φονεύεσθαι ἡμᾶς παρ' ὑμῶν οὐ θε μιτόν. Εἰ δέ σε τὸ διάφορον τῶν ὑποστάσεων Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἐπιθορυβεῖ καὶ ἐπι ταράττει, ὡς τοῦ ἑνὸς Θεοῦ καὶ τῆς μιᾶς ἀρχῆς ἔξωθεν τὸν Υἱὸν ὡς κοινωνὸν παρ' ἡμῖν παρεισ κρινόμενον, καὶ διάφορον ὄντα τῇ φύσει τοῦ Θεοῦ καὶ Πατρός, ἀμαθαίνοντός ἐστι τοῦτο ἤπερ εἰδότος· οὐ γὰρ ταυτὸν φύσις καὶ ὑπόστασις· ἦν γὰρ οὐδὲν τῶν ὄντων ὁμοφυὲ;, καὶ ταυτὴν κοινόν τι καὶ ἴδιον χρῆμα ὅπερ οὐχ εύρηται. ιε΄. Καὶ ἄλλως Εἰ τὸ διάφορον τῶν ὑποστάσεων, διάφορον καὶ τὴν φύσιν εἰσάγεσθαι δίδωσιν, ἀνάγκη τὸ μὴ διάφορον τῶν φύσεων, μηδὲ διάφορον τῇ ὑπο στάσει καθίστασθαι· συνάγεται ἄρα ὅτι τὰ ταυτὰ τῇ φύσει, ταυτὰ καὶ ταῖς ὑποστάσεσιν· ἔσται ἄρα Σω κράτης και Πέτρος, ταυτοὶ ὄντες τῇ φύσει καὶ ἀδιάφοροι, καὶ τῇ ὑποστάσει ταυτοί, ὅπερ ἐστὶ γε λοῖον ἔστι γὰρ τὸ ούτωσὶ σόφισμα παρὰ τὴν όμω νυμίας ούτω καλούμενον· τοῦ γὰρ ἑνὸς πολλαχώς λεγομένου, ὡς αἱ λογικοὶ μέθοδοι ἡμᾶς ἐκδιδάσκουσιν, ἢ γένει, ἢ εἴδει, ἢ ἀριθμῷ, δῆλον ὅτι καὶ τὰ πολλοί· ἐσαχῶς γὰρ τὸ κείμενον τοσαυταχώς καὶ τὸ ἀντικείμενον· τοῦτο γὰρ καὶ δεδιδάγμεθα ἡμῶν δὲ ταῖς ὑποστάσεσι τὸ τρία διδόντων, σὺ καὶ τὸ τῶν φύσεων διάφορον εἰσάγεις· ταῦτα δὲ οὕτως ἔχει· καὶ ἡ ἐνάργεια τῶν πραγμάτων δήλη, καὶ αἱ μαθήσεις ἐκδιδάσκουσιν· καὶ οὕτως σοι πᾶσαι αἱ διαβλαὶ τῆς καθ' ἡμᾶς πίστεως, καὶ αἱ πρὸς ἡμᾶς αντιρρήσεις σου ἕωλοι καὶ ἀπίθανοι καὶ ψευδείς ἀποδεδειγμέναι εἰσί· καὶ τῶν διαβολών δηλονότι ἀναιρεθεισῶν, καὶ τὰ λοιπά σοι πάντα συνέψεται· καὶ ταῦτα πέρα τοῦ μέτρων· ἐπεὶ καὶ κόρος λόγου που λέμιος ἀκοαῖ;· διὸ ἱκανὰ μὲν καὶ ταῦτα τοῖς ἐπέ λουσιν μικρῶς πως συνορᾷν, καὶ τῇ παραθέσει τῶν κρειττόνων, τὸ ἀληθὲς μεταδιώκειν, καὶ τὸ ψεῦ δος ἀπωθεῖσθα στήσω (13). διὸ καὶ μέχρι τούτων τὸν λόγον μετέχων θεότητος, Θεός ἐστιν... οὐδεὶς τῶν κατὰ μετοχὴν θεῶν, ὡς ὁ Κύριος Ἰησοῦς Χριστὸς εἶναι δύναται ἀντικείμενον. ῾Ο ἀποκηρυχθεὶς παρὰ τοῦ Βυζαντίου καὶ φιλοσόφου και χρυσοεποῦς κυρίου Νικήτα Αραψ Μωάμετ, ἦν ὀρφανος ξένος προσαίτης περιπολεύων ἐν πάσῃ χώρα καὶ πόλει· ἐν τῇ ᾿Αραβίᾳ δὲ ἐλθὼν, καὶ ἐκεῖσε τὴν διατριβὴν ποιῶν, προσῆλθε γυναικὶ χήρα πλουσία, καὶ ἐστοίχησεν μισθωτός ἐξυπηρετεῖν καὶ καμή λεύεσθαι αὐτῇ. Πονηρὸς δὲ ὢν καὶ ἐν λόγοις εἰρων κός, ἐξαπατήσας αὐτὴν ἐγήματο, ὑπάρχων αὐτὸς κάτοχος. Εδυσφόρησεν ἡ γυνὴ τοῦτο οὕτω μαθούσα καὶ ἤχθετο λέγουσα, ὅτι Απόλωλα πτωχὸν καὶ δαι μονιάριν λαβοῦσα· καὶ ἔμελλεν αὐτὸν ἀπ' αὐτῆς ἀποδιώξαι. Τοῦτο οὗτος ὁ πονηρός νοήσας, προσηλωθέν τινι φίλῳ αὐτοῦ μοναχῷ ὄντι, δ; ἀπὸ τῆς μετ γάλης πόλεω; ἐξώρισται· καὶ πρὸς αὐτὸν ταῦτα παρήγγειλεν λέγων, ὅτι Οιδά σε γνωστὸν ὄντα τῆς ἐμῆς γαμετῆς, ὅτι ἐξειπεῖν θέλῃ πρὸς σὲ τὰ κατ' ἐμὲ, καὶ πῶς σκοτοδινῶν πίπτω· σὺ δὲ πρὸς τοῦτο υποστηρίξας τάδε εἰπὲ, ὅτι τοῦτο οὐκ ἦν ἄλλο ἀλλ᾽ ἢ ἀγγέλου Θεοῦ ὀπτασία, Γαβριήλ όνομα, καὶ ὅτι τοῦ Θεοῦ προφήτης ὑπάρχω· ἐπὶ τούτοις ὑπεραγά θησεν ἡ γυνὴ καὶ ἥλετο· καὶ παρ' ἐκείνης ἑξῆς ἀκουσθὲν ἐκρατήθη μέχρι τοῦ νῦν ἐν τῇ 'Αραβία.
Page scan enlarged

Notebook

Full View