PG 137Theodori Balsamonis
From the Preface of William Beveridge
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 935–936page 459 of 741
PG 137:935Γλυκερία, τῇ Πριγκίπῳ τῇ τοῦ ᾿Αντιγόνου, τῷ Βρο χυνησίῳ, τῇ Τερεβίνθῳ, τῷ ᾿Αγίῳ Ἀνδρέᾳ, τῷ Αγίῳ Τρύφωνι, τῷ Ἁγίῳ Ἐλευθέρῳ τῷ Κωδώνης, καὶ Πελάγει, τῇ Θεοτόκῳ, τῷ Μεσόγης, τῇ Ἰατρῷ καὶ τῷ ᾿Αγίῳ Δημητρίῳ, καὶ τοῖς ἐν ταῖς κτήσεσι τῶν πορτῶν καὶ ἄχρι τῆς περιοχῆς τῆς ᾿Αθύρας καὶ ἁπλῶς τοῖς περὶξ τῆς βασιλίδος τῶν πόλεων ἀσκουμένοις μοναχοῖς, ἄνδρασι τε και γυναιξί, πολλὰ τούτοις φιλοτιμησαμένη δίκαια, καὶ τὸ ἀδιά σειστον αὐτοῖς δωρησαμένη ἐπὶ τῇ κατοχῇ καὶ δε σποτείᾳ τῶν ἀκινήτων τῶν ἀπό τίνων δικαιωμάτων διαφερόντων τούτοις, καθὼς ὁ τοιοῦτος χρυσόβουλλος λόγος πλατύτερον ταῦτα διέξεισιν. Ἐπεὶ δὲ τοὺς θηρολέκτας οὐκ ἦν ἠρεμεῖν, ἀλλὰ τῷ τοῦ δη μοσίου προσχήματι βαρείαν τούτοις ἐπῆγον οὗτοι τὴν κάκωσιν, ἡ βασιλεία μου ἅμα μὲν τὸ θεῖον ἐξευμενίσαι καὶ ἐξιλεώσασθαι, ἐφ᾽ οἷς ὡς ἄνθρωπος τοῦτον προσκεκρουκεν, ἅμα δὲ βουλομένη καὶ τοὺς στρατιώτας τοῦ μεγάλου βασιλέως, Χριστοῦ δηλονότι, τοὺς δι' αὐτὸν τὸν μονήρη βίον προελομένους, καὶ τὴν πανοπλίαν ἐνδυσαμένους τοῦ Πνεύ ματος, συμμάχους ἔχειν καὶ συνασπιστὰς ἰσχυρούς κατὰ τῶν ὁρωμένων καὶ ἀοράτων ἐχθρῶν τῷ ἀγαθῷ ἐκείνῳ θεμελίῳ, καὶ ὄροφον ἐπιθεῖναι ἀνάλογον ᾔρε τίσατο, καὶ τὸν παρόντα χρυσόβουλλον ἀπολέλυκεν εὐλόγως, δι' οὗ θεσπίζει καὶ διορίζεται πάντα τα σήμερον νεμόμενα ἀκίνητα παρὰ τῶν ἄνωθεν ἀριθ μηθέντων μοναστηρίων, ἢ καὶ ἡσυχαστηρίων, καὶ ἀναχωρητικῶν κελλίων καὶ λαυρῶν, καὶ ἁπλῶς κατ οικητηρίων μοναχικῶν, κάν ᾧ ἂν καλοῦντο ἀνό ματι, τούς τε παροίκους, τὰ αὐτούργια, τὰ; πανη γύρεις, τους φόρους, τους πόρους, τὰς λίμνας, τοὺς ποταμοὺς, τὰ θαλάσσια δίκαια, καὶ καθολικῷ λόγῳ οιονδηποτοῦν δίκαιον ἐν ἀκινήτοις κτήμασι θεωρούμενον, καὶ οἰῳδήτινι τόπῳ διακείμενον παρ' αὐτῶν κατεχόμενον νῦν, ἐφ᾽ ᾧ δηλονότι μέχρι τοῦ νῦν ἐδόθη τούτοις διάγνωσις παρὰ τῶν κατὰ χώραν ἀναγρα φέων, τὸ τοῦ δημοσίου μέρος ἐπὶ τούτῳ προσδι καιοῦσα, ἔχειν τὰς ῥηθείσας μονὰς κατὰ διηνεκή δεσποτείαν ὡς δῶρον καὶ φιλοτίμημα τῆς βασιλείας μου, καὶ δεσπόζειν αὐτῶν εἰς τοὺς ἑξῆς ἅπαντας καὶ διηνεκεῖς χρόνους, κἂν εὐλόγως κἂν παραλόγως τούτων τινὰ ἢ τὰ ὅλα ἴσως ἕως τοῦ νῦν κατείχον, κἂν δίχα τινὸς δικαιώματος, ἢ ἀπὸ δικαιωμάτων μὲν, κακῶς δὲ ἐχόντων, ἢ ψευδῶς συντεθέντων. Πάντα γὰρ τὰ παρ' αὐτῶν κατεχόμενα ἐν οἴῳ δή τινι θέ ματι κατά τε δύσιν καὶ ἀνατολὴν, κἂν ἐξ αὐτῶν τῶν εἰς ἐνδιαίτημα τῶν κατὰ τὴν ἡμέραν βασιλέων, κἂν ἀπὸ κλασμάτων ὦσι, κἂν ἀπὸ συμπαθειών, ἢ ἀποκεκινημένων, ἢ ὁλοπτώτων, ἢ ἀπὸ ταπεινῶν τελουμένων διαρίων, ἢ ἀπὸ ταπεινῶν κλαματισθέν των, ἢ καὶ δυνατοῖς διαπραθέντων, ἢ τοὐναντίον, ἢ ἐξορθώσει κακῶς γεγονυιῶν διαπράσεων, καν ἐν ἄλλοις τόποις ορισθέντων δωρηθῆναι, ἐν ἄλλοις παρεδόθησαν, ἢ δωρηθέντα οὐ παρεδόθησαν, ἢ παρα δοθέντα οὐκ ἐδωρήθησαν, ἢ καθ᾿ ἑτερόν τινα λόγον κακῶς παρ' αὐτῶν κατέχονται, ἀδιασείστως καὶ ἀπολυπραγμονήτως κατέχεσθαι παρὰ τῶν ῥηθεισῶν πασῶν μονῶν ἡ βασιλεία μου βούλεται εἰς τὸν αἰῶνα
col. 937–938page 460 of 741
PG 137:937τὸν ἅπαντα, ὡς δῶρον τῆς βασιλείας μου, καὶ κα θαρὸν φιλοτίμημα. Μόνης γὰρ τῆς παρ' αὐτοῖς εὑρισκομένης νῦν κατοχῆς τῶν ἀκινήτων ἐφειλούσης ἀρκεῖν αὐτοῖς ἀντὶ παντός δικαιώματος, περιττόν ἐστι τὸ πολυπραγμονεῖν περὶ ἑτέροις. Ἐπὶ πᾶσι γὰρ οἷς κατέχουσι σήμερον, ἄνευ μέντοι τῶν ἐφ᾽ οἷς ἐδόθησαν αὐτοῖς διαγνώσεις παρὰ τῶν κατὰ χώραν ἀναγραφέων τὸν δημόσιον δικαιοῦσαι, ὡς εἴρηται, ὀφείλει ἀρκεῖν ἡ παροῦσα χρυσόβουλλος γραφή τῆς βασιλείας μου, καὶ ἀντὶ δωρεᾶς, καὶ ἀντὶ πράσεω·, καὶ ἀντὶ ἑτέρου παντός δικαιώματος, κἂν οιονδηποτε οὖν σεκρέτον ἐπ' αὐτῷ δικαιοῖτο. Οὐδὲ ἀναγκασθήσον και αἱ μοναὶ ἐφ᾽ οἷς κατέχουσι ἀκινήτοις προκομίζειν ἕτερα παλαιγενῆ προσόντα αὐταῖς δικαιώματα· ἀλλὰ τῇ παρούσῃ χρυσοβούλλῳ γραφῇ τῆς βασιλείας μου ἀντὶ παντὸς δικαιώματος χρώμεναι ἀρκεσθήσονται ταύτῃ καὶ μόνῃ ὀφειλούσῃ ἀρκεῖν αὐτοῖς, ὡς προς γράφη, καὶ ἀντὶ δωρεᾶ;, καὶ ἀντὶ παραδόσεως, καὶ ἀντὶ παντὸς ἑτέρου δικαιώματος. Εἰ δ᾽ ἴσως καιροῦ καλοῦντος θελήσει οιονδηποτούν μοναστήριον χρή σασθαι καὶ τοῖς προσοῦσιν αὑτῷ δικαιώμασιν ὑπὲρ ἑαυτοῦ ταῦτα προκομίζον, παρ' οιουδήτινος πρὸς τοῦτο οὐ κωλυθήσεται. ᾿Αναγκαστικῶς γὰρ τοῦτο οὐ ποιήσει· εἰ δὲ οἰκείῳ θελήματι αὐτὸ αἱρεθήσεται, οὐδεὶς ὁ ἐμποδίζων ἐσεῖται. Οὐ μόνον δὲ ἐπὶ τῇ δικαιώσει τῆς γῆς συμβαλεῖται τοῖ; μοναστηρίοις ἡ παροῦσα χρυσόβουλλος γραφή, ἀλλὰ καὶ ἐπὶ τοῖς παρ οίκοις τοῖς νῦν παρ' αὐτῶν κατεχομένοις, καὶ τοῖς αὐτουργίοις, φόροις, πανηγύρεσι, διαβατοῖς, λίμναις, ποταμεῖς, θαλασσίνοις δικαίοις, καὶ ἑτέρῳ οἰῳδήτινι δ καίῳ παρ' αὐτῶν κατεχομένῳ, ἄνευ μέντοι τῶν ἐφ' οἷς ἔλαβον διαγνώσεις ὑπὲρ τοῦ δημοσίου, ὡς πολ λάκις ἀνώτερον διείληπται. Εἰ δὲ προσετάχθησαν λ γιαθῆναι ἡ ἐκκοπῆναι τι να τελέσματα, ἢ πάντα, ἡ στρατεῖαι, ἢ δημόσια, ή λιβελλικά, ἢ ἑτερόν τι τῷ δημοσίῳ ἀνῆκον, καὶ οὐ γέγονε τὸ λελογισμένον, ἢ ἕτερόν τι ἔχει ἐπιλήψιμον τὸ δικαίωμα, οὐδέν τι ἐκ τούτου βλαβήσεται τα μοναστήρια. Τί δὲ χρὴ τὰ πολλὰ καταλέγειν, καὶ ἀπαριθμεῖσθαι καὶ χάριν παραδείγματος ἀπογράφεσθαι; τὴν πολυλογίαν ἡ βασιλεία μου παρατρέχουσα, ἵνα μή τις τῶν παρὰ ταῦτα δεινῶν τινων μὲν ἐκφωνηθέν των ἐκ τῶν τὰ ἀκίνητα κατασειόντων αἰτίων, τινῶν δὲ παρασιωπηθέντων, ἐπιδράττοιτο τῶν ῥημάτων, καὶ κατὰ Ἰουδαίους τῷ γράμματι ἐπικάθηται, καὶ ἐπιχειρῇ ἐπὶ τοῖς μὴ ἐκφωνηθείσι διασείειν καὶ παρενοχλεῖν ταῖς μοναῖς, καθολικῷ λόγῳ καὶ προ εκτικῷ τοῦτο ἡ βασιλεία μου βούλεται, καὶ διορίζεται, καὶ ὡς ἂν πᾶν ὅπερ ἐπὶ τοῖς σήμερον παρὰ τῶν μοναστηρίων κατεχομένοις ἢ ἐπ᾿ αὐταῖς ταῖς καθέδραις τῶν μοναστηρίων νοηθῇ ὑπὲρ τοῦ δημο σίου, παρά τινος ἢ νῦν ἢ ὁτεδήποτε αὐτὸ τοῦτο δεδω ρημένων λογίζεσθαι τῇ μονῇ. Καὶ ἅμα τις τοῦτο διανοήτεται καὶ φθέγξεται, καὶ εὐθὺς ἀντιλήψεται αὐτοῦ ἡ μονὴ, ὡς σήμερον δεδωρημένου ταύτῃ παρὰ τῆς βασιλείας μου. Οσον γὰρ ἐφ' οἷς κατέχουσι νῦν ἀκινήτοις, περὶ ὧν ὑπὲρ τοῦ δημοσίου οὐκ ἔλα σου τὰ προγραφέντα μοναστήρια, δημόσιον βούλεται ἡ βασιλεία μου λογίζεσθαι ἓν ἕκαστον τούτων κατά
col. 939–940page 461 of 741
PG 137:939μόνον τὸ ἔχειν τὸ ἀδιάσειστον, καὶ μὴ ὑπ' ουδενός μια η ἀνακρίνεσθαι· καὶ ἂν τρόπον ὁ δημόσιος οὐ πολυπραγμονεῖται ὑφ᾽ ἑαυτοῦ, οὕτως οὐδὲ τὰ ἱερὰ σε μνεῖα ἢ ἡσυχαστήρια, μοναστήριά τε καὶ λοιπά ὑπό τινος τῶν τοῦ δημοσίου φροντιστῶν ἀνακριθή σεται καν τι εύλογον δικαιολογεῖταί τις, κάν παράλογον, κἂν ὁποῖον ἂν εἴη τὸ λαληθησόμενον. Πάς γὰρ ὁ τοιοῦτόν τι ἐπιχειρήσων ποιῆσαι ἀνίσχυρα δόξει λέγων καὶ τῷ ὄντι ἀβέβαια, καὶ ἀσυμπαθώς ἡ τούτου περιουσία τῷ δημοσίῳ καθωσιωθήσεται, καὶ αὐτὸς ἄτιμο; ἐσεῖται παντάπασιν, ὡς ἀντιπίπτων βασιλεῖ εὐσεβῶς τε καὶ φιλοθέως τὸ ἀνενόχλητον ταῖς μοναῖς ἀποχαριζομένῳ ἐπὶ τοῖς δεδι ρημένοις αὐταῖς διὰ τοῦ παρόντος χρυσοβούλλου λόγου, καὶ δι' αὐτοῦ βραχύ τι δῶρον προσάγοντι τῷ Θεῷ, ἀνθ' ὧν μυρίων εὐεργεσιῶν παρὰ τῆς πλου σιοπαρόχου δεξιᾶς αὐτοῦ παραπήλαυσεν. Οὐκ ἐξέσται οὖν ἀναγραφεί, οὔτε προκαθημένῳ οἰουδήτινος σεκρέτου ἢ ἐξισωτῇ, ἢ ἐνεργοῦντι ἑτέρῳ τινὶ προσ ώπῳ τοῦ δημοσίου, τὰ τῶν μοναστηρίων ἀκίνητα ἀναγράφεσθαι, ἢ καπνολογεῖν, ἢ ἀναζητεῖν μέσ τρον γῆς ἢ τὸ ὑπέρπλεον, ἢ τὸ ἀδίκως κατεχόμενον ἐξετάζειν· ἀλλ' ἐπεὶ ἐκ προστάξεως τῆς βασιλείας μου μέλλουσι γενέσθαι πρακτικά τῶν σήμερον κατά εχομένων παρὰ τῶν μονῶν ἀκινήτων καὶ παροικῶν, τότε μόνον οχληθήσεται ἡ μονὴ καὶ τὸ ἀδίκως κατεχόμενον ἀφαιρεθήσεται, ὅτι ὁ ἀναγραφείς δεν κνύει, ὡς ἐπέκεινα τοῦ περιορισμού κατέχει ἡ μονὴ τοπία ἢ παροίκους ἤ ἕτερον δίκαιον. Οὐδὲ γὰρ ἐπ' ἀδείας ἕξουσιν αἱ μοναὶ τὰ σήμερον παρ' αὐτῶν κατεχόμενα, εἴτε πάροικοι εἶεν, εἴτε τόποι, εἴτε αυτ τούργια, ἐπαύξειν, καὶ εἰς πληθυσμὸν ἄγειν πλεί ονα. Πλὴν τῇ τοιαύτῃ προφάσει οὐκ ἐξέσται πρότ κτορι ἢ ἀναγραφεί οἱῳδήτινι ή καπνικόν, ἢ ἔτε ρόν τι ἀναγραφικόνπρακτορικών φορολόγημα ἀπὸ τῶν ὑποκειμένων ταῖς δηλωθείσαις μοναῖς ἀκινήτων ἀναλαμβάνεσθαι. Εἰδέναι γὰρ ἐφείλει ὁ τοῦτο τολμήσων ὡς οὐ μόνον ἐπὶ τὸ πολλαπλοῦν ἀντιστρές ψει όπερ ἂν ἀναλάβηται, αλλὰ καὶ τελείᾳ δημεύσει ὑποβληθήσεται, καὶ ἄτιμο; ἔσται καὶ ἀπολίτευτος. Οὕτω γὰρ θέλει ἡ βασιλεία μου τα τῶν δηλωθέντων μονῶν ἀκίνητα πάντα λογίζεσθαι ὑφ᾽ ἑκάστου τῶν πρακτόρων, ὡς μὴ ὄντα ὑπὸ τὴν ἑαυτοῦ ἀρχὴν καὶ ἐξουσίαν. Καὶ ἂν τρόπον οἱ πράκτορες ἐπὶ τοῖ; μὴ υποκειμένοις αὐτοῖς θέμασιν οὐδέν τι δίκαιον ἔχουσιν ἐνεργεῖν, ἢ ὅλως ποιεῖν τι ἐπ᾿ αὐτοῖς, οὕτως οὐδὲ ἐπὶ τοῖς τῶν μοναστηρίων ἀκινήτοις οἱ πράκτορες τῶν θεμάτων, ὑφ᾽ οὖς τελοῦσι τὰ τοιαῦτα ακίνητα, πράκτορες λογισθήσονται. Τὰ μέντοι γεννησόμενα πρακτικὰ καὶ οἱ περιορισμοί παρ' ὧν ἂν ὁρίσῃ ἡ βασιλεία μου εἰς παράστασιν τῶν σήμερον παρὰ τῶν μοναστηρίων νεμομένων τοῖς προσφόροις σεκρέτοις δι' εἴδησιν ἐγκαταστρωθήσονται. Οφεί λουσι δὲ εἰδέναι πάντα τὰ μοναστήρια, ὡς οἷον ἂν ἐξ αὐτῶν εὐρεθῇ ῥᾳδιουργίαν τινὰ ποιησάμενον ἐπὶ τοῖς σήμερον παρ' αὐτῶν κατεχομένοις, η συμπαί γνίαν, ἢ δόλον πλημμελησάν τινα, οὐ μόνον τῆς ἀπὸ τοῦ παρόντος χρυσοβούλλου λόγου τῆς βασιλείας μου ὠφελείας οὐκ εὐμοιρήσει τὸ σύνολον, ἀλλὰ καὶ
col. 941–942page 462 of 741
PG 137:941τοῦ προτιμηθέντος αὐτοῦ ἐκπεσεῖται δικαίου διὰ τοῦ προγεγονότος πᾶσι ταῖς δηλωθείσαις μοναῖς ἑτέρου χρυσοβούλλου λόγου τῆς βασιλείας μου. Εφεξῆς δὲ ἀνεῖλε τὸ τοιοῦτον χρυσόβουλλον καὶ πᾶσαν πρόσταξιν εναντιουμένην τούτῳ, γεγονυίαν δηλονότι ἢ καὶ γενησομένην, καὶ διωρίσατο χρᾶσθαι τὰς μονὰς καὶ τοῖς παλαιγενέσιν αὐτῶν δικαιώμασιν. Ἐπεὶ δὲ ἐκ προσαγγελίας χαιρεκάκων τινῶν ἀπελύθη κατὰ τὸν Ἰούνιον μῆνα τῆς θ' ινδικτιώνος τοῦ, σχεδ' ἔτους πρόσταγμα βασιλικὸν ἀνατρέπον σχεδὸν τὸ τοιοῦτον εὐσεβέστατον καὶ εὐεργετικώτα τον χρυσόβουλλον, καὶ διὰ τοῦτο πάντα τὰ μονα στηριακὰ ἀκίνητα ὑπὸ τῶν ἀναγραφέων ἡρπάζοντο, ἀπελύθη κατὰ τὸν Ἰούλιον μῆνα τῆς δ' ινδικτιῶνος τοῦ, ςχπθ' λύσις προσκυνητὴ τῶν θεοσέπτων κρατίστων καὶ ἁγίων ἡμῶν βασιλέων ἐπὶ ὑπομνήσει τῶν μοναστηρίων, εκκόπτουσα τὴν πραιτορικὴν χρείαν καὶ τὴν κατεπανικήν, και διοριζομένη ἔχειν τὸ ἐν εργόν τὰ προγεγονότα χρυσοβούλλου χάριν τοῦ μὴ ἀναγράφεσθαι τὰ τῶν μοναστηρίων ἀκίνητα κατά μημα οὕτω διαλαμβάνουσα Η βασιλεία μου, τῆς ἐκ τῶν ὑμετέρων εὐχῶν συνάρσεως χρήζουσα, καὶ ἐν πᾶσι κατ' ίχνος βαίνειν τοῦ ἐν μακαρίᾳ τῇ λήξει βασιλέως αὐθέντου καὶ πατρὸς αὐτῆς θέλουσα, καὶ τὸ περὶ τοὺς ἀνατε θειμένους ὑμᾶς τῷ Θεῷ εὐεργετικὸν ἐκείνου μιμεῖσθαι προῄρηται. Ταύτη τοι καὶ διὰ μιᾶς ταύτης τῆς ἐφ' ὑμῖν ἀγαθοποιίας καὶ τῷ βασιλεύσαντι ταύτην Θεῷ χαρίζεται, καὶ τῇ τοῦ αὐθέντου καὶ πατρὸς τῆς βασιλείας μου ἁγίᾳ ψυχῇ, καὶ τῷ ἡμετέρῳ κράτει τῆς εἰς τὸ ἀγαθὸν προκοπῆς ὑποβάθρα " καὶ θεμέλιος τίθεται, καὶ ἐπικλινής τῇ ὑμῶν γενο μένῃ αἰτήσει, τὸ ἐνεργὸν ἔχειν καὶ ἀπαρασάλευτον καὶ ἀμετακίνητον τοὺς ἐπ᾿ εὐεργεσίᾳ τῶν καθ᾽ ὑμᾶς μονῶν ἀπολυθέντας τρεις χρυσοβούλλους λόγους παρὰ τῆς ἁγίας ἐκείνου βασιλεία; διορίζεται, καὶ ἐπὶ τῆς αὐτῆς ἀμετακινήτως μένειν δυνάμεως, ἐφ᾽ ἧς κατὰ τὴν ἀρχὴν ἐξετέθησαν, καὶ τὰ ἀκολούθως δὲ τούτοις προσάντα τῆς παραδόσεως πρακτικά τὸ ἀσφαλὲς ἀποφέρεσθαι, κἂν μετὰ διετίαν γεγόνασι, κἂν ἴσως τινὰ τούτων τοῖς προσφόροις σεκρέτοις καταστρωθῆναι οὐκ ἔφθασαν, τῶν εἰς ἑρμηνείαν ἢ ἀνατροπὴν τῆς τῶν χρυσοβούλλων δυνάμεως μερικὴν ἢ καθόλου ἀπολυθέντων παντοίων προσταγμάτων, τῶν καὶ ἐν ὑπομνήσει ἡμῶν δηλουμένων, κἂν ὅπως ἄρα καὶ ἀπελύθησαν, τὸ ἄπρακτον καὶ ἀνίσχυρον αποφερομένων διὰ τῆς παρούσης λύσεως, καὶ ὥσπερ εἰ μηδὲ ὅλως γεγόνασι λογιζομένων. Αργήσει δὲ καὶ ἡ μέχρι τοῦ νῦν ἐπεισκωμάσασα τοῖς ὑπὸ τὰς καθ' ὑμᾶς μονὰς ἀκινήτοις, τοῖς κατὰ τὸ θέμα Θρακίας καὶ Μακεδονίας διακειμένοις, ἀπαίτησις τῆς τε πραιτορικῆς καὶ κατεπανικῆς γύρας καὶ χρείας, ἢ καὶ τοῦ στυππείου καὶ ἀξουγγίου ἐξώνησις ἢ ἀπαίτησις, ὡς διὰ τῆς παρούσης λύσεως ἐκ κοπτόμεναι καὶ ῥιζοτομούμεναι, καὶ εἰς ἀνύπαρκτον καὶ ἀνονόμαστον ἀποκαθιστάμεναι, τῶν πραιτέρων καὶ πρακτόρων καὶ κατεπάνων, καὶ τῶν τὴν ἐξώνησιν ἢ ἀπαίτησιν τοῦ στυππείου καὶ τοῦ ἀξουγγίου κατὰ καιρούς ποιουμένων, καὶ τῶν ἐξυπηρετούντων αὐτοῖς,
col. 943–944page 463 of 741
PG 137:943οὕτω παρατρέχειν ἅτε καὶ αὐτῶν ἀκαταζητήτων μελ λόντων διατηρεῖσθαι ἀπὸ τοῦ δημοσίου, ἐπὶ πᾶσι τοῖς τοιουτοτρόπως επιγνωσθεῖσιν αὐτῷ ἀπ᾿ ἀρχῆς τῆς σήμερον ἀπαιτουμένης ἐγχρονίας, καὶ εἰς τοὺς ἑξῆς ἅπαντας καὶ διηνεκείς χρόνους δεχομένοις ἀναντιρρήτως, καὶ ὡς μηδὲ ἐν δημοσιακοῖς πρακτικες καταγραφεῖσι λογιζομένοις· κἂν μὴ κατεγράφησαν δὲ ἐν πρακτικοῖς, ἄλλως δέ πως ἐγνώσθησαν· δεχο μένοις καὶ οὕτω, τοῦ κατατολμήσοντος ἕτερόν τι παρὰ διωρισμένα τοῖς τοιούτοις χρυσοβούλλοις, καὶ τῇ παρούσῃ λύσει τῆς βασιλείας μου, ἐπὶ ταῖς ὑπὸ τὰς καθ' ὑμᾶς μονὰς παντοίαις ἀκινήτοις κτήσεσι διαπράξασθαι, σὺν τῷ καὶ καθοσιώσει ὑποπίπτειν (καθὼς διὰ τῶν τοιούτων χρυσοβούλλων διωρίσθη.) καὶ παρὰ τοῦ κατὰ τὴν ἡμέραν μεγαλεπιφανεστάτου Μυστικοῦ, καταναγκαζομένου εἰς τὴν ἐπενεχθεῖσαν τινι τῶν ὑφ ὑμᾶς κτήσεων βλάβην αποθεραπεύειν αὐτῇ. Μελήσει μέντοι καὶ τῷ μέρει τῶν μονῶν παν σῶν, τῶν τε ἐντὸς τῆς μεγαλοπόλεως καὶ ἐκτὸς ὑπὸ τοὺς ἐμπεριειλημμένους μέντοι ὅρους τοῖς τοιούτοις χρυσοβούλλοις διακειμένων, τοῦ ἐν τοῖς μνημο. σύνοις τοῦ ἐν βασιλεῦσιν ἱἀοιδίμου αὐθέντου καὶ πατρὸς τῆς βασιλείας μου ἐκτελεῖν ὅσα ἐν τῇ ὑπομνήσει ὑμῶν δεδούλωται, εἰ μὴ βούλονται τῆς τοιαύτης ἐξκουσίας διαπεσεῖν ἐκ τοῦ ἅπαξ τούτων καταμελήσαι. ᾿Αλλὰ καὶ τῇ ἁγιωτάτῃ τοῦ Θεοῦ Μεγάλῃ ἐκκλησίᾳ ἐπωρέχθη χρυσόβουλλον τοῦ κραταιοῦ ἡμῶν βα σιλέως, ταῦτα κατὰ ῥῆμα διαλαμβάνον Καὶ τῷ παλαιῷ μὲν ἐκείνῳ καὶ περιπύστῳ τῆς τοῦ Σολομῶντος σοφίας ναῷ τὸ κατὰ δύναμιν προσ έφερον ξύμπαντες· καὶ τῷ ἱερῷ δὲ τούτῳ καὶ παμ μεγίστῳ τεμένει τῷ ἐπ' ὀνόματι τῆς τοῦ Θεοῦ Σου φίας, τοῦ καὶ ἐκ Σολομῶντος κατηγμένου καὶ ἐκ Δαβὶδ κατὰ τὸ ἀνθρώπινον, φιλοτίμως ὄντας ἐνιδρυ μένῳ καὶ τῷ ὄντι βασιλικῶ;, οὗ κἀκεῖνος ἦν ὁ Σολω μώντειος προεκτύπωμα, τῇ νέα λέγω Σιών, τῇ τοῦ ἁγιάσματος κιβωτῷ, τῇ τοῦ Σωτῆρος ἡμῶν ἐκκλησίᾳ, ἣν τῇ πέτρᾳ ἐπῳκοδόμησε τῶν ἀποστολικῶν διατάξεων τὸ Πνεῦμα τὸ ἅγιον ὄντως ἀῤῥαγῆ καὶ ἀκλόνητον, διάφορα πολλοὶ προσήγαγον ἀναθέματα, ἐν ἀκινήτοις θεωρούμενα κτήσεσι κατά τε τὴν ἕω διακειμέναις καὶ πρὸς δυσμάς, ἀλλὰ δὴ καὶ κατὰ τῶν νήσων τινάς. Εἰσὶ δ᾽ ἃ περιῆλθον τούτῳ καὶ και ἐξώνησιν. Τούτων πολλὰ (ἵνα μὴ λέγω τὰ πλείω ἐκ διαφόρων αίτιαμάτων τῷ δημοσίῳ προσαρμόττειν διεγινώσκοντο παρά τε τῶν ἀναγραφέων καὶ τῶν άλλων περὶ ταῦτα δεινῶν. Ἐπεὶ δὲ ταῖς ἀκοαῖ, ἐνη λήθη τῆς βασιλείας μου ἐξ ἀναφορᾶς τῶν κατὰ τὸν μέγιστον τοῦτον καὶ θεῖον οἰκονομούντων ναὸν, αὐτίκα μηδὲν μελλῆσαν τὸ ἡμέτερον κράτος τὸν παρόντα χρυσόβουλλον λόγον τῷ πανσέπτῳ τούτῳ σηκῷ ἐπ εβράβευσε, δι' οὗ καθαρῶς αὐτῷ δωρεῖταί τε καὶ ἀπο χαρίζεται ἡ ἡμετέρα εὐσέβεια ἅπαντα τὰ τῷ δημοσ σίῳ ὁπωσδήποτε διαφέροντα από τε τῶν ἐν τῇ ἀνα τολῇ καὶ τῇ δύσει καὶ ταῖς ὅλαις νήσοις κατεχομένων παρ' αὐτοῖς παντοίων ἀκινήτων ἐπιχτήσεων, ὡς δῶρον ταύτης καὶ ἱερόν τι ἀνάθημα, κἂν πάροικοι ὦσι, κἂν γῆ, ἀρόσιμος τυχὸν ἢ λιβαδιαίαὑπάμπε λος ἢ κηπεύσιμος, κἂν αὐτούργια οιαδήτινα, καν ένοικοι πραγματευταὶ ἢ ἐργαστηριακοί, κἂν κάστρα Εν τισ: τούτων ᾠκοδομήθησαν, κἂν ἕτερόν τι όποιον
col. 945–946page 464 of 741
PG 137:945δηποτοῦν τῷ δημοσίῳ διαφέρον ἐν τούτοις εφεύρηται. Επανορθοῖ δὲ ἡ βασιλεία μου διὰ τοῦ παρόντος εὐ σεβοῦς χρυσοβούλλου λόγου καὶ ὅσα που χωλεύοντα εὑρίσκονται ἐπὶ τοῖς προσοῦσι τῇ διαληφθείσῃ τοῦ Θεοῦ Μεγάλῃ ἐκκλησίᾳ δικαιώμασιν, ἐν πᾶσι τοῖς τοιούτοις ἀκινήτοις, ὁποῖα ἂν καὶ ὦσι, καὶ πάντα τὰ προσόντα αὐτῇ κατά τε δύσιν καὶ ἀνατολὴν καὶ τὰς όλας νήσους, ὡς νῦν παρὰ τῆς βασιλείας μου δωρούμενα καὶ παραδιδόμενα ταύτῃ λογίζεσθαι διὰ τῆς παρούσης εὐσεβοῦς χρυσοβούλλου γραφής ή γαληνό της ἡμῶν θεσπίζει καὶ διορίζεται. Διὰ γὰρ τοῦτο καὶ περιορισμούς προβῆναι λεπτομερείς παντοίων ἀκινήτων δηλωτικοὺς καὶ τῶν ἐν αὐτοῖς προσκαθημένων παροίκων τε καὶ ἐνοίκων, ἔτι δὲ καὶ τῶν ἐν τούτοις εὑρισκομένων παντοίων αὐτουργίων, παρὰ τῶν κατὰ τόπους ἀναγραφέων, καὶ ταῖς πιστωθῆναι υπογραφαῖς, καὶ τῷ μέρες τῆς ἁγιωτάτης Μεγάλης ἐκκλησίας ἐπιδοθῆναι εἰς ἀσφάλειαν αἰωνίζουσαν τὸ κράτος ἡμῶν ἐγκελεύεται, ὡς ἂν ὦσι δῆλα και ἀναμφίλεκτα ξύμπαντα, καὶ μηδέποτε τῶν καιρῶν ὑπ' ἀνάκρισιν ἄγοιντο παρ' ούτινοτοῦν τῶν κατὰ και ρος ἀναγραφέωνἐπίπτων ἢ ἐξισωτῶν καὶ τῶν ἄλλως ἀνερευνώντων τα δημοσιακά, τῶν δηλωθέντων περιορισμῶν ἐγκαταστρωθῆναι ὀφειλόντων τοῖς προσφόροις σεκρέτοις δι' εἴδησιν. Οὐδὲ γὰρ ἐξέσται τινὶ τούτων ἐν οἰῳδήποτε χρόνῳ καθ' οιονδήτινα τρόπ πον ἐν τοῖς τοιούτοις πᾶσιν ἀκινήτοις εἰσέρχεσθαι ἐπωσδήποτε, ἢ ταῦθ' ὑπὸ ζήτησιν ἄγειν καὶ ἐξέτασιν οἰανδήτινα. Αλλ' οὐδὲ δικαιώματα ἐπὶ τούτοις ἐπι ζητητέον, οὐ καπνικὸν ἀναλαμβάνεσθαι, οὐ μετρη τίκιον, οὐχ ἕτερόν τι οιονδηποτούν φορολόγημα εἰς κέρδος τοῖς ἀναγραφεῦσιν ἐπινοούμενον, ἀποτρεπο μένοις τῇ ἐμφανείᾳ καὶ μόνῃ τοῦ παρόντος χρυσο Επύλλου λόγου τῆς βασιλείας μου, καὶ τῶν προβησο μένων περιορισμῶν, ὡς διείληπται. Πᾶσα δὲ πρόσταξις γεγονυία, εἴτε περὶ προαφωρισμένων, εἴτε περὶ κλασμάτων, εἴτε περὶ συμπαθειών, εἴτε περὶ τῶν ἀπὸ ταπεινῶν στίχων, εἴτε περὶ τῶν ὑποκειμένων ταῖς χαραγαῖς, εἴτε περὶ στρατειών συμπεπαθημέ νων, κἂν μὴ ἀντισήκωσις τούτων ἐγένετο, εἴτε περὶ τοῦ τὰς ἀπόσους μή στέργειν δωρεάς, εἴτε περὶ ο!ουδήτινος ἑτέρου κεφαλαίου ἐξεφωνήθη, καὶ κατά τι ἐναντιῶται τῷ παρόντι χρυσοβούλλῳ λόγῳ τῆς βασιλείας μου, ὅσον ἐπ᾿ αὐτῷ ἀποίσεται τὸ ἀνίσχυσ ρον, κἂν τὸ μὴ ἀνατρέπεσθαι ἔχη εγκείμενον ἐν αὐτῇ, εἰ μὴ ῥητῶς ἐκφωνηθῇ. Ἐν εἰδήσει γὰρ πα σῶν τῶν γεγενημένων προστάξεων ἡ ἡμετέρα θεο σέβεια, τὸ κατὰ μέρος ταύτας ἀπαριθμήσασθαι παρέλκον ἡγήσατο, καὶ ὡς ἰδιαιτάτως ἀριθμηθείσας καὶ ἀνατραπείσας ὅσον ἐπὶ τῷ παρόντι χρυσοβούλλῳ λόγῳ, λογίζεσθαι ταύτας θεσπίζει ἡ βασιλεία μου. Αλλ' οὐδὲ γενησομένη οιαδήτις ἑτέρα πρόσταξις τῆς παρούσης εὐσεβοῦς κατισχύσει γραφῆς· ἀλλὰ κάτ κείνη ἐφ᾽ οἷς ἐναντιῶται τῷ παρόντι τῆς βασιλείας μου ὁρισμῷ, ὅσον ἐπ' αὐτῷ τὸ ἀνίσχυρον ἀποίσεται καὶ ἄχυρον, κἂν τὸ μὴ ἀνατρέπεσθαι ἔχῃ ἐγκείμενον ἐν αὐτῇ (εἰ μὴ ῥητῶς ἐκφωνηθῇ), κἂν ἑτέραν διά στιξιν οιανδήτινα. Ινα οὖν εἴη δῆλα τὰ προσόντα τῇ ἁγιωτάτη τοῦ Θεοῦ Μεγάλῃ ἐκκλησίᾳ ἀκίνητα Με
col. 947–948page 465 of 741
PG 137:947310 ἅπαντα, ἐν τῷ παρόντι χρυσοβούλλω λόγῳ ῥητῶς ἐνεγράφησαν, ἃ ἔχουσιν οὕτως πρὸς ὄνομα· ἐν τῷ θέματι Θρακίας και Μακεδονίας τὸ δεῖνα καὶ δεῖνα, καὶ ἐφεξῆς καταλέγει τὰ ἀκίνητα πάντα. Καὶ μετὰ τὴν τούτων ἀπαριθμησίν φησιν· Οἱ πανταχοῦ εὑρι σκόμενοι Στροβιλιῶται Ἰουδαῖοι, καὶ ἐξκουσεία πλοίων χωρήσεως χιλιάδων τριάκοντα. Ἐπὶ τούτοιςπᾶσι τὸ ἀπερικλόνητον ἔχειν καὶ ἀδιάσειστον τὴν Μεγάλην ἐκκλησίαν καὶ τὸ μέρος ἅπαν αὐτῆς θεσπίζει τὰ κράτος ἡμῶν, περιορισμῶν ὀφειλόντων προβῆναι λεπτομερῶν παρὰ τῶν κατὰ τόπους ἀνα γραφέων, ὡς πολλάκις διείληπται· πλὴν τῇ τοιαύτῃ προφάσει οὐκ ἐξέσται τοῖς δηλωθεῖσιν ἀναγραφεῦσιν ή καπνικὸν ἀπαιτῆσαι ἢ μετρητίκιον, ἢ χρειῶν δό σιν, ἢ ἑτέραν οποιανδήτινα εισπραξιν ἀπὸ τῶν ὁπου δήποτε ἀκινήτων αὐτῆς· ἀλλ᾿ ἄνευ τῆς οἰασούν συνεισφοράς τε καὶ ἀπαιτήσεως τοὺς δηλωθέντας περιορισμούς συντελέσουσι· τοῦ κατατολμήσοντος ἀθετῆσαί τι τῶν διωρισμένων τῷ παρόντι χρυσοβούλλῳ λόγῳ τῆς βασιλείας μου, πρὸς τῷ τὴν βασι λικὴν ὑποστήσεσθαι ἀγανάκτησιν, ὑποστῆναι ὑφορωμένου καὶ δόσιν προστίμου λιτρῶν ὑπερπύρων τριά κοντα, ἀπαιτηθησομένων ἀσυμπαθῶς ἐξ αὐτοῦ παρέ τοῦ σεκρέτου τῶν οἰκείων ἐκ προσελεύσεως τῆς ἁγιωτάτης Μεγάλης Εκκλησίας, ὡς βεβαίου καὶ ἀσφαλοῦς τοῦ παρόντος χρυσοβούλλου λόγου τυγχάνοντος γεγενημένου κατὰ τῶν Αὐγούστου μῆνα τῆς α' Ινδικτιώνος τοῦ ςχξαν ἔτους, ἐν ᾧ καὶ τὸ ἡμέτερον εὐσεβὲς καὶ θεοπρόβλητον ὑπεσημήνατο κράτος. Προσέτι τούτοις ἀπελύθη καὶ ἕτερος χρυσόβουλλος λόγος τοῦ αὐτοῦ κραταιοῦ ἁγίου ἡμῶν βασιλέως κατὰ μήνα Φεβρουάριον ἐνδικτιῶνος ια', τοῦ σχνς' ἔτους ὁ καὶ ἱατὴρ λεγόμενος, ὡς ἰώμενος τὰ χωλεύοντα ἴσως δικαιώματα τῶν ἁπανταχοῦ ἐκκλησιῶν, ἐπσκοπών δηλονότι καὶ μητροπόλεων, καὶ αὐτῆς τῆς Μεγάλης ἐκκλησίας, δ; καὶ κατὰ ῥῆμα ούτωσι διαλαμβάνει. Ὁ μὲν μετὰ Μωϋσέα τοῦ ἐκλεκτοῦ λαοῦ ἐκεῖνος στρατηγὸς Ἰησοῦς, τὰ Ἱεριχούντεια καθελεῖν ἐπει γόμενος ὀχυρώματα, τοῖς ἱερεῦσι κύκλῳ σαλπίζειν ἐκέλευε, καὶ οὕτως παραδόξως τὰς τῶν τειχῶν ἐπάλο ξεις κατέῤῥιπτε· τῇ δὲ τοῦ νέου τῷ Θεῷ ἐκλεκτοῦ καθηγουμένῃ τούτου λαοῦ βασιλείᾳ μου μετὰ τὸν ἐν βασιλεῦσιν ἐκεῖνον ἄλλον Μωϋσέα τοῦ λαοῦ σωτῆρα καὶ ὁδηγὸν, τὸν ἀοίδιμον λέγω αὐθέντην τῆς βασι λείας μου καὶ γεννήτορα, ὥσπερ τινὰ τείχη καθελεῖν η επειγομένῃ Ἱεριχούντεια, τὰς τοῦ κοινοῦ τῶν Χρισ στιανῶν ἐχθροῦ ὀχυρώσεις (τοῦ δυτικοῦ λέγω δράσ κοντος, τοῦ τῆς Σικελικῆς κατατυραννοῦντος γῆς, κἀκεῖθεν κατὰ τῆς τῶν Ῥωμαίων ἐπικρατείας λα θρῶς ἑρπύσαντος) ἀναλόγως οἷα πνευματικάς τινας σάλπιγγας, τὰς τῶν τὸν Θεὸν ἐξιλεουμένων καθ᾿ ἑκάστην ὑπὲρ ἡμῶν ἀρχιερέων εὐχὰς, πρὸς ἐκείνου καθαίρεσιν συνεργούσας, εδέησεν. ᾿Αλλὰ καὶ αὐτὸς ὁ Θεόπτης Μωϋσῆς, ὁπηνίκα τῷ ᾿Αμαληκ συνεκρότει μάχην, ἑκατέρωθεν στηριζόμενος, οὕτω τοῦτον κατετροποῦτο καὶ ὑπερίσχυε. Κατ' ἐκεῖνον οὖν καὶ ἡ βασιλεία μου τοῦ ἀρχιερατικοῦ δεομένη υποστηρί ματος εἰς τὴν κατὰ τοῦ νέου τούτου Αμαληκ προκειμένην ἀντιπαράταξιν, καὶ ὥσπερ τινὰ στῦλον φωτός
col. 949–950page 466 of 741
PG 137:949τοῦ νέου Ἰσραήλ προηγούμενον, καὶ τὰ τούτου κατ ευθύνοντα διαβήματα, τὰς τούτων ἔχειν εὐχὰς ἐθέ λουσα, τὸν παρόντα χρυσόβουλλον λόγον τῇ μητρὶ πασῶν τῶν ἐκκλησιῶν, τῇ νέα Σιών, τῷ τῆς τοῦ Θεοῦ σοφίας ἐνδιαιτήματι, καὶ τοῖς κατὰ τὰς νήσους πάσας καὶ τὴν ἀνατολὴν καὶ τὴν δύσιν ἐβράβευσε, τὰς ὑπὲρ τῆς βασιλείας μου τούτων εὐχὰς ἐπὶ πλέον Αναῤῥωνύουσα. Ακριβῶς γὰρ οἷδεν ἡ βασιλεία μου ὡς οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ ὡς γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ· ψευδής δὲ ἵππος εἰς σωτηρίαν, κατὰ τὸν θεῖον φάναι προ φήτην και ψαλμογράφον καὶ θεοπάτορα. Τοιγάρτοι καὶ τὸ ἀπερικλόνητον πάντη περιφυλάττεσθαι, τῇ τε πασῶν προκαθημένῃ ἐκκλησιῶν, καὶ τοῖς μνημονευθεῖσι πᾶσιν ἀρχιερεῦσι, τῶν ὁπουδήποτε ἁγίων ἐκκλησιῶν, καὶ τὸ ἀσφαλὲς τῶν προσόντων ταύταις δικαιωμάτων ἐπὶ τῇ κατοχῇ τῶν ἀκινήτων αὐτῶν βεβαιότερον καθιστῶσα· προσεπανορθοῦσα δὲ καὶ εἴ τι που χωλευόν ἐστιν ἐν τοῖς αὐτῶν δικαιώμασιν, καὶ τῆς ἀκριβείας λειπόμενον· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ εἴ τι ὀφεῖλον ἐπακολουθῆσαι δικαίωμα πρὸ; τὴν ἀσφαλῆ τῶν τοιούτων ἀκινήτων δεσποτείαν, κατοχήν τε καὶ κυριότητα γενέσθαι ἴσως οὐκ ἔφθα σεν αὐτὸν δὴ τὸν παρόντα χρυσόβουλλον λόγον ἱατῆρα ἡ βασιλεία μου τούτου δὴ τοῦ ἐλλείποντος αὐτοῖς ἐπιδέδωκεν, οἷον ἄρτιον καὶ ὁλομελὲς δεικνύντα τὰ ἐπὶ τούτοις δίκαιον, καὶ εἰς τὸ παντελὲς ἀδιάσειστον, δι' οὗ βεβαιοί μὲν, καὶ ἀσφαλέστερον τίθησι, πᾶν προσόν ταῖς κατ' αὐτοὺς ἁγιωτάταις τοῦ Θεοῦ ἐκκλησίαις, καὶ αὐτῇ τῇ τούτων προκαθημένη, δι καίωμα ἐπὶ τοῖς αὐτῶν ἀκινήτοις, ὅποι ἂν καὶ καθα έστηκε, κἂν ὁπουδήποτε ταῦτα διάκεινται, καὶ τὸ καλὸν κάλλιον τίθησι τῇ ἐπικρίσει καὶ ψήφῳ τῆς βασιλείας μου. Πᾶν δὲ ἐν αὐτοῖς, ἐν ὁποίοις εἴποι τις θεωρούμενον, εἴτε ἐν χρυσοβούλλῳ λόγῳ διαφόρων βασιλέων, εἴτε ἐν σιγιλλίοις, εἴτε ἐν ἁπλαῖς προστάξεσιν, εἴτε ἐν λύσεσιν, τουτέστι πρακτικοῖς, ὑποσκάζον, καὶ κατά τι τοῦ ἀκριβοῦς καὶ τῆς ὀφειλομένης ἀκολουθίας λειπόμενον, ἀπό τε βασιλικών προσταγμάτων καὶ νόμων, ἐπανορθοῖ, καὶ διορίζεται μὴ κατά τι πρόκριμα ἐκ τούτων εἶναι ταῖς δηλωθείσαις πάσαις ἁγιωτάταις ἐκκλησίαις εἰς τὸν αἰῶνα ἅπαντα, ἀλλὰ τὸ ὑπόσαθρον ἐκείνων καὶ ἀσθενὲς εὐτονώτατον εἶναι καὶ ἀνάλωτον πάσῃ δικαιολογίᾳ τοῦ βουλομέ που λέγειν τι ὑπὲρ τοῦ δημοσίου, τῷ παρόντι χρυσοβούλλῳ λόγῳ τῆς βασιλείας μου ῥωννύμενον καὶ σφόδρα ἐνδυναμούμενον. Καὶ ἵνα ἀπὸ τῶν πολλῶν, ὧν ἄν τις ἐννοήσειεν, ὀλίγων τινῶν ἡ βασιλεία μου ἐπιμνησθείη, ἐὰν τυχὸν δωρεὰ αὐτοῖς παροίκων ἄτοπος εἴη, ἢ μέτρον γῆς, ἢ αὐτούργιά τινα ἐκαινί σθησαν ἐν τοῖς τοιούτοις κτήμασι, τυχόν μὴ δεδω ρημένα αὐτοῖς, ἢ καὶ ἐδωρήθησαν μὲν, οὐκ ἀνετράπησαν δὲ αἱ περὶ τούτων προστάξεις, ἢ ἐπὶ προαφω ρισμένοις δεδωρημένοις αὐτοῖς, αἱ περιπροαφωρι σμένα: προστάξεις οὐκ ἀνετράπησαν, ή τινα τῶν πορισθέντων αὐτοῖς βασιλικῶν προσταγμάτων οὐδ' ὅλως κατεστρώθησαν, ἢ κατεστρώθησαν μὲν εἰς τινα τῶν σεκρέτων, ἢ καταστρωθέντα ἀπώλοντο, ἴσα δὲ τούτων πεπιστευμένα εὑρίσκονται, ἢ πρακτικὰ ὀφεί
col. 951–952page 467 of 741
PG 137:951λοντα προβῆναι οὐ προέβησαν, ἢ προβάντα οὐ κατ αὐτούργια (αὐτούργια εστρώθησαν, ή ωρισθέντα γενέσθαι λογίσιμα, οὐκ ἐγένοντο, ἢ κατά τινα ἴσως ἄλλην ὁποίαν ἄν τις εἴποι, αἰτίν εἴτε κατὰ μέρος είτε καθολόκληρον, τὰ προσ ὄντα ταῖς πολλάκις διαληφθείσαι; ἁγίαις τοῦ Θεοῦ ἐκκλησίαις καὶ τῇ μητρὶ πασῶν χωλεύουσι δικαιώματα, κἀντεῦθεν οὐκ ἔχουσι τὸ ἀπερικλόνητον, καν μὴ ῥητῶς ἐνταῦθα πᾶσα ὁποιαδήτις αἰτία ὑποσχάζειν ποιοῦσα τὰ δικαιώματα εκπεφώνηται· ἢ ἐφείλον τυχὸν καὶ ἕτερα δικαιώματα προσεπορεχθῆναι αὐτ ταῖς ἐπὶ τοῖς τοιούτοις ἀκινήτοις, ὡς τινῶν πάντων προβάντων ἐν αὐταῖς ἀκινήτων κέκτηνται, οὐδέν τι ἀπὸ τοῦ παρόντος χρυσοβούλλου λόγου ὠφεληθήσονται, κατὰ μηδέν τι ταῦτα πάντα, καὶ ὅσα ἄν τις ἄλλα εἰς νοῦν λάβῃ ποτὲ ὑπὲρ τοῦ δημοσίου ἀγωνιζόμενος, καταβλάψαι ποτὲ τὰς τοῦ Θεοῦ ἁγιωτάτας ἐκκλησίας, τόν τε τῆς τοῦ Θεοῦ σοφίας οἶκον, καὶ τὰς λοιπάς μητροπόλεις, ἀρχιεπισκοπάς, ἐπισκοπάς, δυνήσεται ἐπὶ τοῖς, ὡς εἴρηται, διαφέρουσιν αὐτοῖς ἀκινήτοις ἀφ' οιωνδήποτε δικαιωμάτων. Εἰ γὰρ μηδέν τι μηδαμῶς δικαίωμα ἐκτήσαντο ἐπί τισιν ἴπως τῶν προσόντων αὐταῖς ἀκινήτων, οὐδεμίαν ἀπὸ τοῦ παρόντος χρυσοβούλλου λόγου ὠφέλειαν ἕξουσιν, ὥστ περ οὐδὲ ἐφ᾽ οἷς ἔσχε την κατοχὴν ὁ δημόσιος ἀφ' οἰασδήτινος εὐλόγου αἰτίας μέχρι τῆς σήμερον· ἐπὶ τούτοις γὰρ πᾶσι τὸ ἀκριβὲς παραφυλαχθήσεται. Εί τις οὖν θελήσει διὰ φιλοχρηματίαν ἢ δι᾽ ἑτέραν αἰτίαν τινὰ καταφρονῆσαι τῶν ἐν τῷ παρόντι χρυσοβούλλε λίγῳ τῆς βασιλείας μου διωρισμένων, πρῶτα μὲν οὖν τὸ τῆς ἁγίας Τριάδος φέγγος, ὅτε περιστάμεθα τῷ φοβερῷ βήματι, μὴ θεάσαιτο, ἐκπέσοι δὲ καὶ τῆς τῶν Χριστιανῶν μερίδος, ὡς Ἰούδας τῆς δυοδεκάδος πρὸς ἔτι τούτοις καὶ τὴν ἀρὰν ἐπισπάσαιτο τῶν ἀπ᾿ αἰῶνος προκεκοιμημένων πρωτοτόκων ἁγίων, δι καίων καὶ θεοφόρων Πατέρων. ΖΩΝΑΡ. Τὰ αὐτούργια τῶν ἐκκλησιῶν ἀνεκποίητα ὁ κανὼν οὗτος κελεύει φυλάττεσθαι (αὐτούργιον δ' ἐνταῦθα πᾶν εὐπρόσοδον νοητέον)· καὶ τὸν ἀποστολικὸν κανόνα παράγουσιν, ὅστις τῷ ἐπισκόπῳ ἀνατίθησι τὴν φροντίδα τῶν ἐκκλησιαστικῶν πραγμάτων, ἵν' αὐτὰ διοικῇ ὡς τοῦ Θεοῦ ἐφορῶντος, καὶ μηδὲν ἐξ αὐτῶν σφετερίζηται, ἤτοι οἰκειῶται, ἢ συγγενέσι χαρίζηται ἑαυτοῦ. Εἰ δὲ προφασίζοιτο ἐπίσκοπος, φασὶν οἱ Πατέρες οὗτοι, ὅτι ἀπρόσοδός ἐστι τυχὸν ὁ ἀγρὸς, καὶ οὐδεμίαν ὠφέλειαν τῇ ἐκκλησίᾳ ἐμποιεῖ, μηδὲ οὕτως ἄρχουσιν αὐτὸν ἐκδιδότω, ἀλλὰ κληρικοῖς ἢ γεωργοῖς· τοῖς μὲν κληρικοῖς ὡς ὑποκειμέν νοις αὐτῷ καὶ ὑπείκουσι, τοῖς δὲ γεωργοῖς ὡς ἀγρο ταις ἀνθρώποις, καὶ εὐτελοῦς καὶ ταπεινοτέρας καταστάσεως. Εἰ δὲ πανούργως καὶ μετὰ δόλου ἐκ δοθείη μὲν ὁ ἀγρὸς κληρικῷ ἡ γεωργῷ, ἐξ ἐκείνου δὲ μετατεθείη εἰς ἀρχοντικόν πρόσωπον, ἄχυρον εἶναι τὸ πραχθέν, εἴτε πρᾶσις λέγοιτο, εἴτε συνάλλαγμα ἕτερον, καὶ ἀποκαθίστασθαι τὸ πρᾶγμα τῇ ἐκκλησίᾳ. Ὁ δὲ τοῦτο ποιῶν, τὸ μετὰ δόλου δηλονότι ἢ καὶ φανερῶς προδιδόναι δυνάσταις τὰ ἐκκλησιαστικά, εἴτε ἐπίσκοπος εἴη, εἴτε ἡγούμενος, ἐκδιωκέσθω ὡς διασκορπίζων κακῶς ἃ οὐ συνήγαγεν. Εἰ γὰρ ἁ ἕκαστος ἐκτήσατο διασκορπίζων κακῶς κρίματί
col. 953–954page 468 of 741
PG 137:953ἐστιν ἔνοχος, πόσῳ μᾶλλον ὁ διασκορπίζων & ἕτεροι τῷ Θεῷ ἀφιέρωσαν; Οὗτος μὲν οὖν ὁ κανὼν περὶ αὐτουργίων λέγει· ὁ δὲ τῆς ἐν Καρθαγένη συνόδου εἰκοστὴς ἔνατος κανὼν οὐδὲ ἀπρόσοδον ἐξ ἐκπο:εί σθαι, εἰ μὴ μετὰ παρατηρήσεως καὶ τοὺς μὴ φυ λάσσοντας τὸν κανόνα εκπτώσειν κολάζει τῆς οἰκείας τιμῆς. Ο δὲ μέγας Κύριλλος Δόμνῳ ἐπιστέλλων, κειμήλια καὶ κτήσεις ἀκινήτους ἐκκλησιῶν ἀνεκ ποίητα είναι διατάττεται· ἀλλὰ ταῦτά τισι τῶν ἡγουμένων λῆρος δοκεῖ ΑΡΙΣΤ. «Κατὰ τὸ δόξαν τοῖς ἁγίοις ἀποστόλοις, τὸ ἐκποιηθὲν παρὰ ἐπισκόπου ἢ ἡγουμένου πράγμα τῆς ἐπισκοπῆς ἢ τοῦ μοναστηρίου ἄκυρον ἔστω. Καὶ ὁ τοῦτο ποιῶν ἐπίσκοπος ἢ ἡγούμενος ἐκ διωκέσθω, Τὰ τῶν ἐκκλησιῶν πράγματα ἀνεκποίητα εἶναι ἐφείλουσι, καὶ μάλιστα τὰ αὐτούργια. Οσα δὲ τῶν ἀκινήτων εἰσὶν ἀκερδῆ, καὶ ζημίαν τῇ Ἐκκλησία ἐπάγοντα, οὐ τοῖς κατὰ τόπον ἄρχουσιν ἐκδοθήσονται, ἀλλὰ κληρικοῖς ἢ γεωργοῖς· ὁ δὲ παραβαίνων τὰ ὁρισθέντα, εἰ μὴ ἐπίσκοπός ἐστιν, ἐκδιωχθήσε ται τοῦ ἐπισκοπείου, εἰ δὲ ἡγούμενος, τοῦ μοναστηρίου, ὡς διασκορπίζοντες κακῶς ἃ οὐ συνήγαγον. ΚΑΝΩΝ ΙΓ΄. Ἐπειδὴ διὰ τὴν γενομένην κατὰ τὰς ἁμαρτίας ἡμῶν συμφορὰν ἐν ταῖς ἐκκλησίαις καθηρπάγησαν τινες εὐαγεῖς οἶκοι ὑπό τινων ἀνδρῶν, ἐπι σκοπεῖά τε καὶ μοναστήρια, καὶ ἐγένοντο κοινὰ καταγώγια· εἰ μὲν οἱ διακρατοῦντες ταῦτα προ αἱροῦνται ἀποδιδόναι, ἵνα κατὰ τὸ ἀρχαῖον ἀποκα < τασταθῶσιν, εὖ καὶ καλῶς ἔχει· εἰ δὲ μή γε, εἰ μὲν τοῦ καταλόγου τοῦ ἱερατικοῦ εἰσι, τούτους και θαιρεῖσθαι, ὡς ὄντας κατακρίτους ἀπὸ τοῦ Πατέ «ρος, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, καὶ τετάχθωσαν, ὅπου ὁ σκώληξ οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται· ὅτι τῇ τοῦ Κυρίου φωνῇ ἐναντιοῦνται, τῇ λεγούσῃ· Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου. ΒΑΛΣ. Διὰ τὴν τῶν εἰκονομάχων μανίαν πολλοί ὀρθόδοξοι ἐκ τῶν ἐπισκοπῶν καὶ τῶν μοναστηρίων αὐτῶν φυγόντες εἰς τὰ ὄρη κατέλαβον. κατεσχέθησαν οὖν οἱ εὐαγεῖς οὗτοι οἶκοι καὶ ἕτερα ἱερὰ φρον τιστήρια παρά τινων, καὶ ἐγένοντο κοσμικά καταγώγια. Διὸ καὶ ὥρισαν οἱ Πατέρες ἀποκαταστῆναι αὐτὰ εἰς τὴν ἀρχαίαν κατάστασιν· τοὺς δὲ μὴ εὐπειθοῦν τὰς πρὸς τοῦτο, ἀλλὰ ἀντεχομένους τοῦ κακοῦ, ἱερω μένους μὲν ὄντας, καθαιρεῖσθαι, λαϊκοὺς δὲ ἢ μου ναχούς, ἀφορίζεσθαι. Καὶ ταῦτα μὲν ἐξεφωνήθησαν πρὸς τὴν τότε κατάστασιν. Ελκυσον δὲ τὸν κανόνα καὶ εἰς τοὺς κατέχοντας ἱερὰ φροντιστήρια σήμερον κοινωθέντα ἐξ ἐπιδρομῆς ἐθνῶν. Οὐδὲ γὰρ ἔχουσιν εἰπεῖν μὴ παρ' αὐτῶν τολμηθῆναι τὸ κακὸν, κάνε
col. 955–956page 469 of 741
PG 137:955τεῦθεν μηδὲ ὀφείλειν ποιῆσαι τὴν ἀποκατάστασιν. Ωσαύτως οὐδὲ χρόνων πολλῶν προβαλοῦνται παρα δρομὴν, εἰς τὸ κυρωθῆναι τὸ ἀνυπόστατον, καὶ κοι νωθῆναι τὸ ἅγιον. Ταῦτα γὰρ ἐπὶ τῶν ἄλλων ἔχουσι χώραν, τῶν ἀνθρωπίνων δηλαδή πραγμάτων, οὐ μὴν ἐπὶ τῶν ἁγίων καὶ ἱερῶν. Σημείωσαι ταῦτα διὰ τοὺς ἀνατολικοὺς μητροπολίτας, τοὺς ἀνακαλουμένους τὰς οἰκείας ἐπισκοπὰς καὶ τὰ μοναστήρια ἀπὸ τῶν κατα εχόντων αὐτὰ λαϊκῶν, καὶ ἀκούοντας τοιαῦτα. Αρα δὲ τῶν ἁγίων τούτων φροντιστηρίων μὴ κοινωθέν των, ἀλλὰ συντηρουμένων, καθώς πρότερον, ἀναγ κασθήσονται οι κατέχοντες ταῦτα ποιῆσαι τὴν ἀπο κατάστασιν τούτων; Λύσις. Αἱ μὲν ἐπισκοπα. ἐξ ἀνάγκης εἰς τοὺς ἐπισκόπους ἵνα περιέλθωσιν, καὶ διὰ χρόνου τινὸς οὐκ ἀποκλεισθήσονται εἰς τὴν τού των ἀποκατάστασιν οἱ ψηφισθέντες, καθώς γέγονε καὶ εἰς τὴν ἐπισκοπὴν τῶν Μεγάρων, τὴν πρὸ χρό νων ἀμνημονεύτων ἀμαυρωθεῖσαν, καὶ διὰ προστάξεως βασιλικῆς καὶ συνοδικῆς πράξεως πρὸ μικρού ἐπανασωθεῖσαν τῇ μητροπόλε: ᾿Αθηνῶν. Τὰ μονα στήρια δὲ, ὡς ἐμοὶ δοκεῖ, ἐὰν κατεσχέθησαν πρ τεσσαρακονταετίας παρά τινων, οὐκ εὐχερῶς ἵνα περιέλθωσιν εἰς τοὺς προκατέχοντας αὐτά· ἐὰν ἔχωσιν εἴδησιν δηλονότι, παρά τινων κατέχονται, καὶ κατὰ ῥαθυμίαν μὴ ἀνακαλεσαμένους αὐτὰ ἐπὶ τοσοῦτον καιρόν. Ἐπεὶ δὲ ὁ μὲν παρὼν κανὼν ἐξη νέχθη ἀκολούθως τῷ κδ' κανόνι τῆς ἐν Χαλκηδόνι συνόδου· ὁ δὲ μθ' κανὼν τῆς ἐν τῷ Τρούλλῳ συνόδου, τὰ αὐτὰ διοριζόμενος, προστίθησι μὴ ἐκδίδοσθαι κοσμικοῖς ἀνδράσι τὰ μοναστήρια ἐλαλήθη ποτὲ ὡς ὀφείλουσιν ἀκολούθως τῷ τοιούτῳ κανόνι καὶ τῷ παρόντι ἀνατραπῆναι αἱ προγενόμεναι πιο τριαρχικαί δωρεαὶ μοναστηρίων πρὸς κοσμικούς, ἀλλὰ μὴν καὶ ἐπιδόσεις τῶν προκυρωθέντων ἑτέροις μοναῖς μοναστηρίων, καὶ ἐπανασωθῆναι τῇ Μεγάλη ἐκκλησίᾳ. ᾿Ανεγνώσθη δὲ καὶ τόμος τοῦ πατριάρχου ἐκείνου κυρίου Σισιννίου τὰ αὐτὰ διοριζόμενος, καὶ τάχα ἔμελλε τοῦτο καὶ εἰς ἔργον ἐλθεῖν. "Οτι δὲ προεκομίσθη ἕτερος τόμος τοῦ ἁγιωτάτου πατριο άρχου ἐκείνου κυρίου Σεργίου γενόμενος· κατὰ μῆνα Μάϊον, Ινδικτιώνος ιδ' ἔτους σφκδ', υπογραφή βασι λικῇ κατησφαλισμένος, ἑρμηνεύων τε τὸν μθ' κανόνα τῆς ἐν τῷ Τρούλλῳ συνόδου, καὶ γνωματεύων τὴν ἔκδοσιν μὴ ἐκλαμβάνεσθαι εἰς τὰς δωρεὰς τὰς συντηρούσας τὴν τῶν μοναστηρίων κατάστασιν, ἀλλὰ εἰς τους λαμβάνοντας μοναστήρια, ἐφ᾽ ᾧ ἔχειν αὐτὰ κοσμικά καταγώγια, περὶ δὲ τὸ τέλος καὶ ταῦτα ῥητῶς διεξιών· ἀνατρέπομεν οὖν συνοδικῶς διὰ τῆς δοθείσης ἡμῖν παρὰ τοῦ ἁγίου Πνεύματος ἐξουσίας τὴν τὰς δωρεὰς καὶ τὰς ἐπιδόσεις ἀναιροῦσαν ἐκεί νην πρᾶξιν, ὡς ἐξ οὐδεμιᾶς ἐπισκοπικῆς συναινέσεως, ἐξ αὐτονόμου δὲ γνώμης γεγενημένην, καὶ 'Ανδράσι τὰ μοναστήρια. Σημείωσαι τὰ ἐν τῇ παρούσῃ ἑρμηνεία γραφέντα, χρησιμώτατα όντα χάριν τῶν κατὰ δωρεὰν καὶ κέρδο, δεδομένων μοναστηρίων παρὰ τῶν ἀρχιερέων. Καὶ μὴ προσχῆς τοῖς ἐν τῷ α' κεφ. τοῦ ια' τιτλ. γρα φεῖοι παρὰ τοῦ ἐκθεμένου τὸ νομοκανονον. "Οτι ἡ α' διάταξις τοῦ β' τίτλου τῶν Νεκρῶν ἦτις ἐστὶ κεφ. ι' τῆς ζ' Ἰουστινιανείου Νεαρᾶς, οὐκ ἐτέθη εἰς τὰ βασιλικά, καὶ διὰ τοῦτο οὐκ ἐνεργεῖ.
col. 957–958page 470 of 741
PG 137:957μηδὲ βασιλεῖ τῷ φιλοχρίστῳ δεχθεῖσαν, καθώς φαί γεται καὶ αὐτὸς δωρούμενος μοναστήρια παρὰ τὴν ταύτης ἰσχὺν, καὶ προσέτι φανεῖσαν ἀπ᾿ αὐτῶν τῶν πραγμάτων οὐ πρὸς ὠφέλειαν τῶν μοναστηρίων, ἀλλὰ πρὸς τέλειον ὄλεθρον καὶ ἀφανισμόν. Ἐπιδε βαιοῦντες δὲ καὶ ἐπιχυροῦντες τὸ παλαιὸν καὶ και νὸν λυσιτελὲς ἔθος τῶν μακαρίων καὶ θεοφόρων Πατέρων ἡμῶν, ὁρίζομεν γίνεσθαι δωρεάς και ἐπιδόσεις ακωλύτως ἐπὶ συστάσει καὶ βελτιώσει τῶν ἐπιδιδομένων καὶ δωρουμένων φροντιστηρίων. δοξε δὴ τὰ τῶν ῥηθέντων κανόνων ὀφείλειν ἑρμη νεύεσθαι κατὰ τὸν παρόντα τόμον, καὶ τὰς πρὸς κοσμικούς γινομένας δωρεάς τῶν μοναστηρίων, πολλῷ δὲ πλέον τὰς ἐπιδόσεις ἔχειν τὸ ἀπαρεγχείρητον. Διὸ καὶ μέχρι τοῦ νῦν ἀκωλύθως τοιαῦτα γίνονται. Τὰ ἐν τῇ ἐξηγήσει τοῦ παρόντος κανό νος γεγραμμένα παρ' ἡμῶν ἀρκέσουσι τῷ βουλομένῳ εἰς τὸ μὴ προσέχειν τοῖς παρὰ τοῦ πατριάρχου ἐκείνου Αντιοχείας κυροῦ Ἰωάννου γραφεῖσι, χάριν τοῦ μὴ δίδοσθαι προσώποις μονα στήρια, καὶ ὀνομάζουσι τὸ ἔργον τοῦτο ἀσέβειαν. τάτου πατριάρχου οἰκουμενικοῦ κυροῦ Σεργίου γεγονώς τόμος, ἑρμηνεύων πῶς ὀφείλουσι νοεῖσθαι τὰ τῶν κανόνων μετὰ συνοδικῆς συμπράξεως. Πάντως γὰρ κατακρατήσει τούτων ὁ παρὰ τοῦ ἁγιω ΖΩΝΑΡ. Ἐν τῷ καιρῷ τῆς αἱρέσεως τῶν Εἰκον μάχων πολλὰ ἐτολμήθησαν κατὰ τῶν ὀρθοδόξων. Πλέον δὲ τῶν ἄλλων οἱ ἱερωμένοι καὶ οἱ μοναχοί ἐδιώχθησαν, ὡς καὶ τὰς ἐκκλησίας αὐτῶν καὶ τὰ μοναστήρια τοὺς πλείονας καταλιπεῖν καὶ φυγεῖν. Ἐρήμων τοίνυν τῶν ἐκκλησιῶν καὶ τῶν μονῶν και παλιμπανομένων κατεῖχόν τινες καὶ ᾠκειοῦντο αυτ τάς, καὶ εἰς κοσμικὰ μετεποίουν καταγώγια. Φησίν οὖν περὶ τῶν τοιούτων ὁ κανὼν ὅτι, εἰ μὲν οἱ ἔχον τις ταῦτα βούλονται ἀποδοῦναι αὐτά, ἵνα ἀποκατα στῶσιν, οἷα πρότερον ἦσαν, ήγουν ἐπισκοπαὶ καὶ μοναστήρια, καλῶς ἂν ἔχοι, ἀντὶ τοῦ καλῶς ποιή σουσιν· εἰ δὲ ἀντέχονται τούτων, εἰ μὲν ἱερατικοί εἰσι, καθαιρείσθωσαν· εἰ δὲ μοναχοὶ ἢ λαϊκοί, ἀφοριζέσθωσαν, ὡς ἀπὸ τῆς ἁγίας Τριάδος διὰ τοῦτο κατακεκριμένοι. ΑΡΙΣΤ. «Οἱ κοινώσαντες ἐπισκοπεία ή μοναστήρια, εἰ μὴ ἀποκαθισταῖεν παρὰ ἐπισκόπῳ ἢ ἡγουμένῳ πρᾶγμα τῆς ἐπισκοπῆς ἢ τοῦ μου ναστηρίου, άκυρον ἔστω· καὶ οἱ ἱερατικοὶ μὲν ὄντες καθαιρείσθωσαν· λαϊκοὶ δὲ ἢ μοναχοί, ἀφοριζέσθωσαν. Εἰ τὰ τῶν ἐκκλησιῶν πράγματα ανεκποίητα εἶναι ὀφείλουσι· πολλῷ μᾶλλον οὐ δεῖ κοινοῦσθαι τὰς Εκκλησίας αὐτὰς, καὶ τὰ μοναστήρια, καὶ κοινὰ για νεσθαι καταγώγια. Οἱ οὖν διακατέχοντες ταῦτα, εἰ οὐ βούλονται εἰς τὸ ἀρχαῖον ἀποκαταστῆσαι σχῆμα, Τὰ ἐν ἐξηγήσει τοῦ παρόντος κανόνος. ἑτέρα έρμης πα λαιὸν καὶ καινὸν λυσιτελὲς ἔθος, παλαιὸν καὶ καλὸν λυσιτελὲς ἔθος. Ει Τῶν εἰκονομάχων. τῶν ἀθέων] εἰκονομάχων,
col. 959–960page 471 of 741
PG 137:959τοῦ μὲν ἱερατικοῦ καταλόγου ὄντες, καθαιρεθήσονται εἰ δὲ λαϊκοὶ ἢ μοναχοί τυγχάνουσιν, ἀφορισθήσονταί, ὡς τὸν οἶκον τοῦ Θεοῦ οἶκον ἐμπορίου ποιοῦντες. ΚΑΝΩΝ ΙΔ'. “Οτι τάξις ἐμπολιτεύεται ἐν ἱερωσύνῃ πάσῃ, ἀρθο δηλόν ἐστι, καὶ τὸ σὺν ἀκριβείᾳ διατηρεῖν τὰς τῆς ἱερωσύνης ἐγχειρήσεις Θεῷ εὐάρεστον. Επει οὖν ὁρῶμεν ἐκτὸς χειροθεσίας νηπιόθεν την κου ρὰν τοῦ κλήρου λαμβάνοντάς τινας, μήπω δὲ παρ' < ἐπισκόπων χειροθεσίαν λαβόντας, καὶ ἀναγινώ ε σκοντας ἐν τῇ συνάξει ἐπ' ἄμβωνος, ἀκανονίστως δὲ τοῦτο ποιοῦντας, ἐπιτρέπομεν ἀπὸ τοῦ παρ όντος τοῦτο μὴ γίνεσθαι· τὸ αὐτὸ δὲ φυλάττεσθαι καὶ ἐπὶ τῶν μοναχῶν. Ἀναγνώστου δὲ χειροθεσίαν ἄδειά ἐστιν ἐν ἰδίῳ μοναστηρίω καὶ μόνῳ ἑκάστῳ ἡγουμένῳ ποιεῖν, εἰ αὐτῷ τῷ ἡγουμένῳ ἐπετέθη χειροθεσία παρὰ ἐπισκόπου πρὸς προεδρίαν ἡγουμένου, δηλονότι ὄντος αὐτ τοῦ πρεσβυτέρου. Ωσαύτως καὶ τὸ ἀρχαῖον ἔθος τοὺς χωρεπισκόπους κατ' ἐπιτροπὴν τοῦ ἐπισκόπου δεῖ προχειρίζεσθαι αναγνώστας.» ΒΑΛΣ. Τάξις συνέχει πάντα τὰ οὐράνια καὶ τὰ ἐπίγεια· πολλῷ δὲ πλέον τὸ τῆς εὐταξίας· καλὸν εἰς τοὺς ἱερουργοῦντας πολιτευόμενον θεραπεύει τὸν Θεόν. Ἐπεὶ οὖν, φασὶν οἱ ἅγιοι Πατέρες, ὁρῶμέν τινας νηπιήθεν μελανειμονήσαντας, ὡς τῷ θεῷ ἀφιερωθέντας, καὶ κουρὰν δεξαμένους μὴ διὰ χειροθεσίας τοῦ ἐγχωρίου ἐπισκόπου, τολμῶντας δὲ μετὰ τὸ ἐνηλικιωθῆναι ἐπ' ἄμβωνος ἀναγινώσκειν τὰς θείας Γραφὰς ἀκανονίστως· θεσπίζομεν μὴ γίνεσθαι τοῦτο, ὡς παραίτιον ἀταξίας, μηδὲ ἄλλως ἀναγινώσκειν ἐπ' ἄμβωνος τας θείας Γραφάς τινα, εἰ μὴ λάβῃ σφραγῖδα ἐπικουρίδος διὰ χειροθεσίας ἐπισκοπικῆς, τὸ αὐτὸ δὲ φυλάττεσθαι καὶ ἐπὶ μοναχῶν. Ὅτι δὲ, ὡς ἔοικεν, ἐνομίσθη δυσχερές εἶναι τοῦτο τοῖς μοναχοῖς τὰς ἐρήμους κατοικοῦσι κατὰ πολύ, καὶ μὴ δυναμένοις τὰς πόλεις περιέρχεσθαι, καὶ τοῖς ἐπισκόποις ἐντυγχάνειν εὐχερῶς, ἐνεδόθη τοῖς ἡγουμένοις τοῖς σφραγισθεῖτι παρά τῶν ἐπισκόπων, πρεσβυτέροις οὖσιν ἐξ ἀνάγκης, αναγνώστας ποιεῖν μοναχοὺς ἐν τῷ ἰδίῳ μονα στηρίῳ, ἐφ᾽ ᾧ ἀκωλύτως ἀναγινώσκειν τούτους ἐπὶ άμβωνος τὰς θείας Γραφάς. Ωσαύτως ἐνεδόθη καὶ τοῖς χωρεπισκόποις ἀναγνώστας προχειρίζεσθαι κατ' ἐπιτροπὴν ἐπισκοπικήν. Καὶ ὁ μὲν και νών ταῦτα. Λέλυται δὲ ἀπὸ τούτου μεγάλη έκ στασις τῶν λεγόντων μὴ εἶναι κληρικούς τους μέσ νας ἐπικουρίδας ἔχοντας διὰ χειροθεσίας ἀρχιερατικῆς, καὶ μήπω καταχθέντας ἐν κλήρῳ, ὥστε ἔχειν ἐπὶ ἀδείας αὐτοὺς μετασχηματίζεσθαι εἰς λαϊκούς. Παρίσταται γὰρ ἀριδήλως ὡς, ἡνίκα τις δέξεται χειροθεσίαν ἐπικουρίδος παρὰ ἀρχιερέως, αὐτίκα κληρικός ἐστιν, ὡς ἐκχωρούμενος ἀναγινώσκειν ἐπὶ ἄμβωνος. Ἐμοὶ δὲ δοκεῖ ὅτι καὶ ὁ ἁπλῶς μελανε; μονήσας ἐπισκόπῳ τοῦ κληρωθῆναι μετασχηματισθῆναι οὐ δύναται, ὡς προθέμενος ἀφιερωθῆναι τῷ Θεῷ· κἀντεῦθεν μὴ ἰσχύων τὴν πρὸς Θεὸν ὑπόσχεσιν ἀθετῆσαι, καὶ ἐμπαῖξαι τὸ ἅγιον σχῆμα κατὰ σκηνικούς· ὅπερ καὶ περὶ τῶν μοναχῶν πολλάκις
col. 961–962page 472 of 741
PG 137:961εἶπον· τοὺς δὲ μετὰ Τρισαγίου μελανειμονήσαντας ἀδιαστίκτως λέγω μὴ δύνασθαι μετασχηματίζεσθαι. Τοῦ δὲ κανόνος λέγοντος ἐπ᾽ ἀδείας ἔχειν πάντα καθηγούμενον σφραγισθέντα παρὰ ἀρχιερέως, δηλον ότι ὄντα ἱερέα, αναγνώστα; ποιεῖν μοναχοὺς ἐντὸς τῆς οἰκείας μονῆς καὶ μόνης, ἐζήτησάν τινες, εἰ ἐφεῖται αὐτῷ ἅμα τῷ σφραγισθῆναι τοῦτο ποιεῖν, καὶ δίχα ῥητῆς ἐπιτροπῆς τοῦ ἀρχιερέως; Καί τινες μὲν εἶπον ἐπακολουθεῖν σιωπηρῶς καὶ τοῦτο τῇ χειροθεσίᾳ τῆς ἡγουμενείας, ὡς τοῦ κανόνος πλέον τι μὴ προστιθεμένου, χρώμενοι καὶ τῷ κδ' κανόνι τῆς ἐν Λαοδικείᾳ συνόδου εἰς συγκρότησιν τοῦ λόγου αὐτῶν. Ἀντέθεντο δὲ καὶ ἕτεροι ὡς, ἐπεὶ καὶ ὁ ἀνα γνώστης κληρικὸς ἐστιν, ὀφείλει ἐξ ἀνάγκης μετά χειροθεσίας ἐπισκόπου ἢ ἐπιτροπῆς αὐτοῦ σφραγίζεσθαι· ὅθεν καὶ ὁ καθηγούμενος τότε αναγνώστου χειροθεσίαν ποιήσει ἐν τῷ ἰδίῳ μοναστηρίῳ, ὅταν καὶ τοῦτο παρὰ τοῦ ἰδίου ἀρχιερέως ἐπιτραπῇ. Εἰ μὴ γὰρ τοῦτο εἴπωμεν δικαιώσομεν ἐξ ἀνάγκης αὐτ τὸν δέχεσθαι χωρίς ἐπιτροπῆς ἀρχιερατικῆς καὶ τους λογισμοὺς τῶν μοναχῶν αὐτοῦ καὶ ἑτέρων, ὅπερ ἀδύνατον. Μόνοις γὰρ τοῖς ἀρχιερεῦσι καὶ τοῖ; ἐκ χωρηθεῖσι παρὰ τούτων ἱερεῦσιν ἐφιλοτιμήθη ἄνω δεν τὸ δεσμεῖν καὶ λύειν. Τῶν δὲ ἀντιθέτων εἰπόν των ὡς, εἰ χρεία ἐστὶ τῷ καθηγουμένῳ πρὸς τοῦτο καὶ ἰδικῆς ἐπιτροπῆς τοῦ ἐγχωρίου ἐπισκόπου, εἰς τὸ μηδὲν καταντᾷ τὸ παρὰ τοῦ κανόνος ἐπιφιλοτιμηθὲν τῷ καθηγουμένῳ, ἀντεῖπον ἐκεῖνοι ὅτι καὶ οὕτω μέγα δίκαιον δέδοται τῷ καθηγουμένῳ. Μηδενὸς γὰρ ἱερέως δυναμένου αναγνώστου χειροθεσίαν ποιεῖν, κἂν ἐπιτραπῇ τοῦτο παρὰ ἀρχιερέως, οἱ ῥηθέντες καθηγούμενοι καθ' ὁρισμὸν ἀρχιερατικὸν τοῦτο ἐν εργήσουσι, ὅπερ ἐστὶ φιλοτίμημα ἰδικών. Ἐμοὶ δὲ κατανοεῖται ἀδιαστίκτως ἐνδοθῆναι τοῦτο τοῖς ἡγου μένοις παρὰ τοῦ κανόνος. Ετι ἀμφιβολίας γενομές νης περὶ τοῦ εἰ γίνονται ἡγούμενοι ἀνίεροι, εἰπόν τινες ὡς, ἐπεὶ κατὰ δοκιμασίαν τοῦ ἐπισκόπου σφραγίζονται, πάντως ἐπιλέξεται ὁ ἐπίσκοπος τὸν εὐδοκιμοῦντα πρὸς ἰατρείαν ψυχῶν, κἂν ἀνἱερός ἐστιν· οὐ μὴν τὸν χειροτονηθέντα καὶ μὴ εὐδοκιμοῦντα· ὥσπερ οὐδὲ ὁ νοσῶν σωματικῶς ἵνα ἐπιλέξηται τὸν πρὸς θεραπείαν ἀνεπιστήμονα περὶ τὰ Ιατρικά, διὰ τὸ ἀρχιατρὸν αὐτὸν χειροτονηθῆναι, καὶ παραδράμῃ τὸν δεξιὸν καὶ ἐπιστήμονα, ὡς ἀχειροτόνητον· ὅτι μηδὲ ἡ χειροτονία, ἀλλ' ἡ ἄκρης ἐπιστήμη τὴν θεραπείαν δίδωσιν. Ετεροι δὲ ἀντέθεντο ὡς, τοῦ κανόνος διοριζομένου ἐκείνους ἔχειν τοῦτο τὸ δίκαιον, τοὺς σφραγισθέντας ἡγου μένους παρὰ ἐπισκόπων, δηλονότι ὄντας ἱερεῖς, ἀναφαίνεται μὴ σφραγίζεσθαι ἡγούμενον, εἰ μὴ καὶ ἱερεύς ἐστιν· ὅπερ ἐμοὶ τέως οὐ δοκεῖ. Οὐδὲ γὰρ διὰ τὴν ἡγουμενείαν προσετέθη παρὰ τῶν ἁγίων Πατέρων τὸ εἶναι πάντως ἱερεῖς τοὺς ἡγουμένους, ἀλλὰ διὰ τὴν τοῦ ἀναγνώστου σφραγίδα, ὡς δυνατοῦ μὴ ὄντος παρὰ ἀνιέρου καθηγουμένου ἀναγνώστην σφραγισθῆναι. Λέγω οὖν ἀπό τε τοῦ παρόντος κανόνος καὶ ἀπὸ τοῦ ιθ' καλῶς προχειρίζεσθαι καὶ ἀνιέρους καθηγουμένους· ὅτι καὶ γυναῖκες ἡγου κενεύουσι. Καὶ ὥσπερ ἐκεῖναι οὔτε λογισμοὺς ἀναδέ
col. 963–964page 473 of 741
PG 137:963ἀνίεροι μοναχοὶ καὶ καθηγούμενοι τοιοῦτόν τι ένερ γήσουσι, διὰ τὸ μηδὲ πεφυκέναι τοιούτου τινὸς ἐπισ τροπὴν λαβεῖν αὐτοὺς ἐκ τοῦ ἐπισκόπου. Τί δέ; τῆς Ἰουστινιανείου Νεαρᾶς, ὡς πολλάκις είπομεν, λεγούσης, μὴ γίνεσθαί τινα ἀναγνώστην, εἰ μὴ ὀκτωκαιδεκαετής ἐστιν, ἐάν τις νήπιος ὢν δέξηται χειροθεσίαν αναγνώστου ἀπὸ ἀρχιερέως, ἀρκεσθήσεται ταύτῃ, ἡ μετὰ τὸν ὀκτωκαιδέκατον χρόνον ἑτέρας σφραγίδος ἀρχιερατικῆς δεηθείη; Λύσις. Εἰ δοθῇ σφραγίζεσθαι καὶ αὖθις τοῦτον, ὡς τῆς πρώτης σφραγίδος οὔσης ἀνυποστάτου, ἕξει ἐπ' ἀδείας πρὸ τῆς δευτέρας μετασχηματίζεσθαι, ὅπερ ἄτοπον. Διὸ καὶ ἀρκέσει τῷ νηπιόθεν σφραγισθέντι, ὡς ἐμοὶ δοκεῖ, ἡ πρώτη σφραγὶς ὑπὸ τοῦ ἀρχιερέως δεχομένη, καὶ λογιζομένη ὥσπερ εἰ μετὰ τὸν ὀκτωκαιδέκατον χρόνον γέγονε παρ' αὐτοῦ· καὶ μᾶλλον, ἐπεὶ οὐδὲ κανὼν εὑρίσκεται λέγων προκριματίζεσθαι τὸν πρὸ τοῦ τοιούτου χρόνου λαβόντα χειροθεσίαν αναγνώστου. Περὶ μέντοι τῶν προνομίων του χωρ επισκόπου ἀνάγνωθι τὸν ι' κανόνα τῆς ἐν Ἀντιοχεία συνόδου. χονται, οὔτε ἀναγνώστης ποιοῦσι, οὕτως οὐδὲ οἱ ΖΩΝΑΡ. Τινές, μή τυχόντες χειροθεσίας ήτοι πρι χειρίσεως αναγνώστου ἐν ταῖς συνάξεσιν, ἀνιέντες ἐν ἄμβωνι ὑπανεγίνωσκον τὰς βίβλους τὰς ἱεράς. Τοῦτο οὖν κωλύει γίνεσθαι ὁ παρὼν κανών, λέγων ὅτι ἀρίσ δηλόν ἐστιν, ἀντὶ τοῦ πάνυ φανερὸν καὶ πρόδηλον, ὅτι τάξις ἐν ἱερωσύνῃ πάσῃ πολιτεύεται. Τὸ δὲ τὸν μὴ τυχόντα χειροθεσίας, μηδὲ τοῖς ἀναγνώσταις συντεταγμένον, οἷοί εἰσιν ὅσοι, νηπιόθεν τῷ Θεῷ τάχα ἀφορισθέντες, κουρὰν μόνον ἔσχον ἐπὶ τῆς κορυ φῆς καὶ πλέον οὐδὲν, ἐπ' ἄμβωνος ἀναγινώσκειν τῷ λαῷ τὰ τῆς θεοπνεύστου Γραφῆς ἀταξίας ἐστί. Κω λύει οὖν μηκέτι τοῦτο γίνεσθαι· τὸ αὐτὸ δὲ καὶ ἐπὶ μοναχῶν. ᾿Αναγνώστου δὲ χειροθεσίαν, φησί, δύνα ται καὶ ἡγούμενος ποιεῖν ἐν μόνῳ τῷ οἰκείῳ μονα στηρίῳ, εἰ σφραγίδα ἔχει ἀρχιερέως καὶ ἱερεύς ἐστι. Καὶ οἱ χωρεπίσκοποι δὲ μετ᾿ ἐπιτροπῆς τοῦ ἐπισκόπου, ὑφ᾽ ἂν τελοῦσι, δύνανται αναγνώστας χειροθετεῖν. Κατὰ δὲ τὸν δέκατον κανόνα τῆς ἐν Ἀντιοχεία συνόδου οἱ χωρεπίσκοποι καὶ ὑποδιακόνους χειροθε τοῦσι καὶ ἐφορκιστάς ΑΡΙΣΤ. «Ἐκτὸς χειροθεσίας ἐπισκόπου οὐκ ἀνα γνώσεται τις ἐπ' ἄμβωνος· κρατήσει τοῦτο καὶ ἐπὶ μοναχῶν. Ηγούμενος δὲ, χειροθεσίαν ἔχων ἐπισκόπου ἐν μόνῳ τῷ ἰδίῳ μοναστηρίῳ χειρο θετήσει αναγνώστην. Προχειρίζεται ἀναγνώστην καὶ χωρεπίσκοπος.» Κἂν κουράν τις ἱερατικὴν ἔχῃ, εἰ μὴ καὶ παρ' ἐπισκόπου χειροθεσίαν δέξεται, οὐκ ἀναγνώσεται ἐν Χειροθετοῦσι καὶ ἐφορκιστάς. καὶ εἰρηνικὰς διδόασιν ἐπι στολὰς κατὰ τὸν κανόνα· ζήτει τῆς ς' συνόδου κανόνα ιγ' περὶ τοῦ ἄνω κεφαλαίου,
col. 965–966page 474 of 741
PG 137:965τῇ συνάξει ἐπ' ἄμβωνος τὰς ἱερὰς τοῦ Θεοῦ βίβλους. Ωσαύτως οὐδὲ μοναχὸς τοῦτο ποιήσει. Τοῖς δὲ ἡγουμένοις, πρεσβυτέροις οὖσι, καὶ παρὰ ἐπισκόπου διὰ χειροθεσίας αὐτοῦ τὴν προστασίαν τῆς μονῆς ἀναδεξαμένοις, άδεια δίδοται χειροθετεῖν ἀναγνώστην ἐν μόνῳ τῷ ἰδίῳ μοναστηρίῳ. ᾿Αλλὰ καὶ οἱ χωρεπίσκοποι αναγνώστας χειροτοτήσουσιν· ὡς δὲ ὁ δέκατος κανὼν τῆς ἐν ᾿Αντιοχείᾳ συνόδου διαλαμβάνει, καὶ ὑποδιακόνους καὶ ἐφορκιστὰς οὗτοι καθε ιστῶσιν· εἰ καὶ ὁ μέγας Βασίλειος οὐ συγχωρεί αὐτοῖς ἄνευ γνώμης αὐτοῦ εἰς ἐκκλησιαστικὴν ὑπο ηρεσίαν τινὰ παραδέχεσθαι, διὰ τὸ καταφρονητικώς αὐτοὺς καὶ ῥᾳθύμως περὶ τὴν ἐπιλογὴν τῶν τοιούτων διατίθεσθαι. ΚΑΝΩΝ ΙΕ΄. Κληρικὸς ἀπὸ τοῦ παρόντος μὴ καταταττέσθω ἐν Β, δυσὶν ἐκκλησίαις· ἐμπορίας γὰρ καὶ αἰσχροκερδείας ίδιον τοῦτο, καὶ ἀλλότριον ἐκκλησιαστικῆς συνηθείας. Ηκούσαμεν γὰρ ἐξ αὐτῆς Κυριακῆς φωνῆς ὅτι «Οὐ δύναταί τις δυσὶ κυρίοις δουλεύειν· ἡ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ τοῦ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει.» Εκαστος οὖν, κατὰ τὴν ἀποστολικὴν φωνὴν, ἐν ᾧ ἐκλήθη, ἐν τούτῳ ὀφείλει μένειν, καὶ προσεδρεύειν ἐν μια ἐκκλησίᾳ. Τὰ γὰρ δι' αἰσχροκέρδειαν γινόμενα «ἐπὶ τῶν ἐκκλησιαστικῶν πραγμάτων ἀλλότρια τοῦ Θεοῦ καθεστήκασι. Πρὸς τὴν τοῦ βίου τούτου χρείαν ἐπιτηδεύματά εἰσι διάφορα· ἐξ αὐτῶν οὖν, εἴ τις βούλοιτο, τὰ χρειώδη του 1 σώματος ποριζέσθω. Εφη γὰρ ὁ Ἀπόστολος Ταῖς χρείας μου, καὶ τοῖς οὖσι μετ᾿ ἐμοῦ, ὑπηρέτησαν αἱ χεῖρες αὗται.» Καὶ ταῦτα μὲν ἐν ταύτῃ τῇ θεοφυλάκτῳ πόλει· ἐν δὲ τοῖς ἔξω χωρίοις διὰ τὴν ἔλλειψιν τῶν ἀνθρώπων παρα χωρείσθωΒΑΛΣ. Σαφής ἐστιν ὁ κανών. Διορίζεται γὰρ μὴ κατατάττεσθαί τινα κληρικὸν εἰς δύο ἐκκλησίας, διὰ τὸ εἶναι τοῦτο αἰσχροκέρδειαν καὶ ἐμπορίαν. Ὡς δέ τινος εἰπόντος, Καὶ πόθεν τὰ πρὸς ζωάρκειαν ἕξου σιν οἱ κληρικοὶ ἀνενδεῶς; εἶπον οἱ Πατέρες πολλά εἶναι καὶ διάφορα ἐπιτηδεύματα, ἐλεύθερα καὶ ἀκατάγνωστα· καὶ ποριζέσθωσαν δι' αὐτῶν τὰ χρειώδη. Παρήγαγον δὲ καὶ χρήσεις χάριν τούτου ἀπὸ τῶν Πράξεων τῶν ἀποστόλων καὶ εὐαγγελικάς. Εἰς μέν τοι τὰς ἔξω τῆς βασιλευούσης τῶν πόλεων χώρας, ἔνθα λειψις ἀνθρώπων εἰδότων γράμματά ἐστι, παρ εχώρησαν καὶ εἰς δύο ἐκκλησίας κατατάττεσθαί τινα κληρικόν. Γίνεται δὲ σήμερον τὸ ἀνάπαλιν. Ἐν γὰρ ταῖς ἔξω χώραις διὰ τὴν βασιλικὴν ἐξκουσείαν τῶν ἱερέων πλείους εἰσὶν οἱ κληρικοὶ παρὰ ταῖς ἐκκλησίαις, καὶ διὰ τοῦτο οὐδεὶς κατατάττεται εἰς δύο έχε κλησίας. Ἐν δὲ τῇ βασιλευούσῃ τῶν πόλεων οὐ μέσ ναν εἰς δύο ἐκκλησίας, ἀλλὰ καὶ εἰς τρεῖς οἱ πλείους κατατάττονται. Ως ἔοικε δὲ, καταφρονήθησαν τὰ τοῦ παρόντος κανόνος, διὰ τὸ μὴν κολάζεσθαι τοὺς τούτου καταφρονητας, ἢ διὰ τὸ πλῆθος τῶν ἐκκλη ΗΘ
col. 967–968page 475 of 741
PG 137:967τῶν πραγμάτων. Οἱ δὲ λέγοντες τὸν κανένα διαλαμβάνειν περὶ τῶν βουλομένων εἰς δύο πόλεις κατατάττεσθαι κλήρους, κακῶς λέγουσι. Τοῦτο γὰρ Ετεροι διάφοροι κανόνες μετά σφοδρότητος έκόλασαν. σιῶν καὶ τὴν στενοχωρίαν τῶν ἀξιολογωτέρων καὶ ΖΩΝΑΡ. Τὸ ἐν δύο ἐκκλησίαις τάττεσθαι κληρικὸν τὸν αὐτὸν ἀπαγορεύει ὁ κανών, αἰσχροκέρδειαν τοῦτο καλῶν καὶ ἐμπορίαν. Οὐδεὶς γὰρ δύναται δυσὶ κυρίοις δουλεύειν, καὶ ἕκαστος, φησί, κατὰ τὸν ᾿Απόστολον, ἐν ᾗ ἐκλήθη τάξει, ἐν ταύτῃ με νέτω, καὶ προσεδρεύειν κελεύει τῇ ἐκκλησίᾳ, ἐν ᾗ ἐξ ἀρχῆς ἐκληρώθη. Όσα γὰρ δι' αἰσχροκέρδειαν γίνονται ἐπὶ τῶν ἐκκλησιαστικῶν, ἀλλοτριοῦσι τοῦ Θεοῦ. Τὸ δὲ ἐν δύο ἐκκλησίαις τάττεσθαι πάντως διὰ τὸ ἀμφοτέρωθεν λαμβάνειν σιτηρέσια γίνεται, ὅπερ κέρδους αἰσχροῦ ἐστιν. Ὥσπερ δέ τινος ἀντειπόντος ὅτι, Καὶ πῶς ζήσονται οἱ κεκληρωμένοι, μὴ ἀρχούμενοι ταῖς διδομένοις αὐτοῖς ἐκ τῆς μιᾶς έχε κλησίας; ἀντιτιθέασιν οἱ ποιηταὶ τοῦ κανόνος ὅτι διάφορά εἰσιν ἐπιτηδεύματα πρὸς τὴν τοῦ βίου χρείαν, καὶ ἐκ τούτων τινὰ μετερχέσθωσαν, ἵνα, ὧν χρήζουσι, διὰ τούτων ταῦτα πορίζωνται, καὶ ἐκ τοῦ ἀποστόλου χρῆσιν παράγουσιν, Α' χειρές μου, εἰπόντος, υπηρέτησαν ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ, ὡς ἐν ταῖς Πράξεσι γέγραπται. Ταῦτα δὲ, φασί, λέγομεν γίνεσθαι ἐν ταύτῃ τῇ βασιλευούση πόλες διὰ τὴν πολυπλήθειαν τῶν ἐν αὐτῇ. Εν 'δὲ ταῖς ἔξω χώραις, ἔνθα ἔλλειψις ἀνθρώπων ἐστί, παραχωρείσθω τὸ ἕνα ἐν δύο ἐκκλησίαις καταδάτο τεσθαι. ΑΡΙΣΤ. «Κληρικὸς ἐν δυσὶν ἐκκλησίαις τὸ λοιπὸν μὴ κατατσττέσθω ἐν Κωνσταντινουπόλει· ἔξω δὲ ταύτης παραχωρείσθω διὰ τῶν ἀνθρώπων τὴν ἔλλειψιν.» Οὐ δύναταί τις δυσὶ κυρίοις δουλεύειν· ἡ γὰρ τὸν ἕνα μισήσει, κατά την Κυριακὴν φωνὴν, καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ τοῦ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει. Διὰ τοῦτο καὶ τὰ δι' αἰσχροκέρδειαν ἐπὶ τῶν ἐκκλησιαστικών πραγμάτ των γινόμενα, ὡς ἀλλότρια Θεοῦ, ἡ σύνοδος αὕτη ἀποβάλλει· καὶ οὐ συγχωρεῖ ἐν Κωνσταντινουπόλει, ἔνθα πλῆθος ιερωμένων ἐστὶν, ἐν δυσὶν ἐκκλησίαις Ένα κληρικὸν κατατάττεσθαι, ἀλλὰ ἐν μιᾷ προς εδρεύειν ἐκκλησίᾳ. Εἰ δὲ οὐκ ἀρκεῖται πρὸς τὴν τοῦ βίου χρείαν τοῖς διδομένοις αὐτῷ, ἐπιτήδευμά τι ἕτερον μετέρχεσθαι τὸν τοιοῦτον διορίζεται, καὶ ἐξ αὐτοῦ πορίζεσθαι τὰ χρειώδη τοῦ σώματος. Καὶ γὰρ οὕτως ἐποίει καὶ ὁ ᾿Απόστολος, ὡς αὐτὸς λέγε. " Ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. ΚΑΝΩΝ 14'. ‹ • Πᾶσα βλακεία καὶ κόσμητις σωματικὴ ἀλλότρια! Οἱ δὲ λέγοντες τὸν κανονα. Εν ταύτῃ τῇ βασιλευούσῃ πόλει. ἐν ταύτῃ μεγαλοπόλει καὶ βασιλευούσῃ,
col. 969–970page 476 of 741
PG 137:969< εἰσι τῆς ἱερατικῆς τάξεως καὶ καταστάσεως. Λ Τοὺς οὖν ἑαυτοὺς κοσμοῦντας ἐπισκόπους ή κληρικούς δι' ἐσθήτων λαμπρῶν καὶ προφανῶν, τούτους διορθοῦσθαι χρή· εἰ δὲ ἐπιμένοιεν, ἐπιτιμίῳ παραδίδοσθαι· ὡσαύτως καὶ τοὺς τὰ μύρα χρισμένους. Ἐπεὶ δὲ ῥίζα πικρίας ἄνω φύουσα μίασμα γέγονε τῇ καθολικῇ Ἐκκλησίᾳ, ι ἡ τῶν Χριστιανοκατηγόρων αίρεσις, καὶ οἱ ταύ ι την δεξάμενοι, οὐ μόνον τὰς εἰκονικὰς ἀναζωγραφήσεις ἐβδελύξαντο, ἀλλὰ καὶ πᾶσαν εὐλά βειαν ἀπώσαντο, τοὺς σεμνῶς καὶ εὐσεβῶς βιοῦντας προσοχθίζοντες· καὶ πεπλήρωται ἐπ' αὐτοῖς τὸ γεγραμμένον «Βδέλυγμα ἁμαρτωλῶν θεοσέβεια. Εἰ εὑρεθῶσι τοίνυν τινὲς ἐγγελῶντες τοῖς τὴν εὐτελῆ καὶ σεμνὴν ἀμφίασιν περιχει μένοις, δι᾿ ἐπιτιμίου διορθούσθωσαν. Ἐκ γὰρ ι τῶν ἄνωθεν χρόνων πᾶς ἱερατικὸς ἀνὴρ μετὰ μετρίας καὶ σεμνῆς ἀμφιάσεως ἐπολιτεύετο. Πᾶν γὰρ ὁ μὴ διὰ χρείαν, ἀλλὰ διὰ καλλωπισμέν παραλαμβάνεται, περπερείας έχει κατηγορίαν, ὡς ὁ μέγας ἔφη Βασίλειος. Αλλ' οὐδὲ ἐκ σηρικῶν ὑφασμάτων πεποικιλμένην ἐσθῆτα ἐνεδέ αυτό τις, οὐδὲ προσετίθεσαν ἑτερόχροα ἐπιβλήματα ἐν τοῖς ἄκροις τῶν ἱματίων. Ηκουσαν γὰρ ἐκ τῆς θεοφθόγγου γλώσσης, ὅτι οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασι λείων εισίν. ΒΑΛΣ. Τῶν Εἰκονομάχων μεταβαλόντων πᾶσαν ἐκκλησιαστικὴν κατάστασιν καὶ εὐλάβειαν πρὸς ἀκα ταστασίαν καὶ ἀνευλάβειαν, ὡς τῶν αὐτοῖς προσ ερχομένων κληρικῶν καὶ ἐπισκόπων ἀνευλαβῶς καὶ ἀδιαφόρως ἐκχωρηθέντων πολιτεύεσθαι, ἵνα τοῖς θελήμασιν αὐτῶν ὑπείκωσι, καὶ διὰ τοῦτο καὶ τῆς ἱερατικῆς ἐνδυμενίας πρὸς τὸ βλαχικώτερον μετα βληθείσης καὶ κοσμιώτερον· διωρίσαντο οἱ Πατέρες ἐπιτιμᾶσθαι τοὺς καλλωπίζοντας ἑαυτοὺς διὰ ἐνδυ μενίας λαμπρᾶς, καὶ μὴ διορθουμένους μετὰ πραγ γελίαν· ὡσαύτως κολάζεσθαι καὶ τοὺς τὰ μύρα χρισ μένους. Ἐπεὶ δὲ οἱ αὐτοὶ αἱρετικοὶ πρὸς τούτοις κατεγέλων τῶν βιούντων μετὰ σεμνότητος καὶ εὐτ λαβείας, καὶ ἐνδύμασι χρωμένων εὐτελεστέροις διὰ ταπείνωσιν· ὥρισαν οἱ θεῖοι Πατέρες τους τοιοῦτόν τι ποιοῦντας δι' ἐπιτιμίων διορθοῦσθαι· "Οτι, φασίν, οἱ ἱερεῖς ἀείποτε μετὰ μετρίας καὶ σεμνῆς διαγωγῆς ἐπολιτεύοντο (καὶ τὸν μὴ διὰ χρείαν τοῦ σώμα τος λαμπρότερον ἱματισμὸν περπερείαν, ήγουν βλακείαν, ὠνόμαζεν ὁ μέγας Βασίλειος), ἀλλ' οὐδὲ ἐσθῆτα σηρικὴν, ήγουν μεταξατὴν (σῆρες γὰρ οἱ σκώληκες), ἐνεδέδυντο ἱερατικοὶ ἄνδρες, οὔτε τινὰ ἑτερόχροα ἐπιβλήματα προσετίθεσαν ἐν τοῖς ἄκροις τῶν ἱματίων αὐτῶν, ήγουν μαργέλια· καὶ ἐφεξῆς ἐπιφέρουσι τὸ εὐαγγελικὸν ῥητόν. Ανάγνωθι καὶ τὸν κι' κανόνα τῆς ς' συνόδου. Αἰτιωμένων δὲ τῶν λαμπρειμονούντων κληρικῶν διὰ ἱματίων λεγο μένων ἐξαμίτων ἐχόντων οὐ μόνον ἑτερόχροα ἀντί τινα, ἀλλὰ καὶ χρυσόπαστα, πρὸς δὲ καὶ γράμματα πολυτελή χρυσά, εἶπόν τινες τὸν κανόνα ἐκφωνηθῆς ναι διὰ τὴν τότε οὖσαν ἀταξίαν εἰς τὰς ἐκκλησίας,
col. 971–972page 477 of 741
PG 137:971ρόν τε μὴ ἔχειν χώραν τὰ τοῦ κανόνος, ὅτε Θεοῦ χάριτι πᾶσά ἐστιν ἐκκλησιαστική κατάστασις καὶ εὐλάβεια, καὶ πρὸς τιμὴν Θεοῦ οἱ κληρικοὶ μετά ἱματίων λαμπροτέρων πολιτεύονται. Ηκουσαν δὲ μὴ καλῶς λέγειν. Καθολικὸς γάρ ἐστιν ὁ κανών, καὶ εἰς τὸν αἰῶνα τῶν αἰώνων τὰ ἐν αὐτῷ κρατεῖν καὶ ἐνεργεῖν ὀφείλουσιν· οἱ δὲ παρὰ τοῦτον πολιτευόμενοι καλῶς ἐπιτιμηθήσονται, εἰ μὴ διορθωθῶσιν. καὶ τὴν πολλὴν ἀνευλάβειαν τῶν κληρικῶν, σήμε ΖΩΝΑΡ. Καὶ ὁ εἰκοστὸς ἕβδομος κανὼν τῆς ἔκτης συνόδου περὶ ἀμφιάσεως ἱερατικῆς διατάττεται ἀλλὰ τῶν εἰκονομάχων συγχεόντων τὰ ἔθη τὰ ἔχε κλησιαστικά, ἦλθε καὶ ἡ παρούσα σύνοδος εἰς τὴν περὶ τούτου θεσμοθεσίαν. Καὶ κελεύει τοὺς ἑαυτοὺς καλλωπίζοντας διὰ λαμπρῶν ἱματίων ἐπισκόπους ή κληρικούς διορθοῦσθαι, ἢ ἐπιμένοντας ἐπιτιμᾶσθαι, όμοίως καὶ τοὺς τὰ μύρα χριομένους. Ἐπεὶ δὲ, φησίν, ἡ τῶν Χριστιανοκατηγόρων αἵρεσις, καὶ οἱ ταύτην δεξάμενοι, καὶ τὰς σεπτὰς εἰκόνας ἑβδε λύξαντο, ἀπώσαντο δὲ καὶ πᾶσαν εὐλάβειαν, με σοῦντες καὶ ἀποστρεφόμενοι τους σεμνῶς βιοῦντας εἰ εὑρεθῶσιν ἐγγελῶντες τοῖς εὐτελῆ καὶ σεμνὰ ἐνδεδυμένοις, ἐπιτιμάσθωσαν, ἵνα διορθωθῶσιν. Ἐκ γὰρ τῶν ἀρχαίων χρόνων, φησὶν ἡ σύνοδος, οἱ ἱερατικοὶ ἄνδρες μετρίως καὶ σεμνῶς ἐπολιτεύοντο. Εἶτα καὶ τὸν μέγαν Βασίλειον εἰς μαρτυρίαν παρ ἄγει, ἑρμηνεύοντα τί ἐστι περπερεία· ός φησιν ὅτι πᾶν, δ μὴ διὰ χρείαν, ἀλλὰ διὰ καλλωπισμὸν πα ραλαμβάνεται, περπερείας έχει κατηγορίαν. Ούτε δὲ περπερεία ἐκ μετάξης ἐσθῆτας πεποικιλμένας αὗται γὰρ α σημικαί, ὡς διὰ σηρῶν γινόμεναι· σῆρες γὰρ οἱ σκώληκες λέγονται) οἱ ἱερατικοὶ πάλαι ἐνεδέδυντο, περπερεία λέγει ἡ σύνοδο;· οὔτε τινὰ ἑτερόχροα ἐπιβλήματα προσετίθεσαν ἐν τοῖς ἄκροις τῶν ἱματίων αὐτῶν. Καὶ ἑξῆς ἐπιφέρει τὸ εὐαγγελικὸν ῥητόν. ΑΡΙΣΤ. «Επίσκοποι, ἢ κληρικοὶ, λαμπραῖς ἑαι τοὺς κοσμοῦντες ἐσθῆσιν, ἢ μύρα χριόμενοι, διορθούσθωσαν· ἐπιμένοντες δὲ ἐπιτιμάσθωσαν.» Σαφής. ΚΑΝΩΝ ΙΖ'. ι. Τινὲς τῶν μοναχῶν καταλιπόντες τὰ ἑαυτῶν μοναστήρια, εφιέμενοι τοῦ ἄρχειν, καὶ τὸ ὑπὸ ακούειν ἀπανανόμενοι, ἐγχειροῦσι κτίζειν εὐκτηρίους οίκους, τὰ πρὸς ἀπαρτισμὸν μὴ ἔχοντ ι τες. Εἴ τις οὖν τοῦτο ἐπιχειρήσει ποιεῖν, κωλυέσθω ὑπὸ τοῦ κατὰ τὸν τόπον ἐπισκόπου εἰ δὲ τὰ πρὸς ἀπαρτισμὸν ἔχει τὰ βεβουλευμένα αὐτῷ, εἰς πέρας ἀγέσθωσαν. Τὸ αὐτὸ δὲ φυλαττέσθω καὶ ἐπὶ λαϊκῶν καὶ κληρικῶν. ΒΑΛΣ. Καὶ πάλιν οἱ ἅγιοι Πατέρες, μὴ ἀνεχή μενοι όλως παρρησιάζεσθαι τὸ τῆς φιλοδοξίας πάθος Τοῦ κατὰ τόπον ἐπισκόπου. κατὰ χώραν. έχει τὰ βεβουλευμένα, ἔχει καὶ τὰ βεβουλευμένα.
col. 973–974page 478 of 741
PG 137:973εἰς τοὺς πολιτευομένους κατὰ Θεὸν, διωρίσαντο τους καταλιμπάνοντας μοναχοὺς τὰ οἰκεία μοναστήρια διὰ φιλοδοξίαν ἢ ἀνυποταξίαν, καὶ ἐγχειροῦντας μὲν κτίζειν εὐκτηρίους οἴκους, μὴ ἔχοντας δὲ αὐτάρκειαν πρὸς ἀπαρτισμόν, κωλύεσθαι παρὰ τοῦ κατὰ χώραν ἐπισκόπου, ὥσπερ συγκροτείσθαι τοὺς ἔχοντας ἀνα ενδεώς. Τὸ αὐτὸ δὲ γίνεσθαι καὶ ἐπὶ λαϊκῶν καὶ κληρικῶν. Σὺ δὲ εἰ θέλεις μαθεῖν πλατύτερον πῶς καὶ παρὰ τίνων κτίζονται τα μοναστήρια, ζήτει κερ. α' του α' τίτλου τοῦ δ' βιβλίου τῶν βασιλικῶν, ὅπερ ἐστὶ μέρος τῆς ραγ᾽ Ἰουστινιανείου νεαρᾶς, καὶ τὸ ὅλον α' κεφ. τοῦ ια' τίτλου τοῦ παρόντος συντάγματος, καὶ τὰ ἐν αὐτῷ· ὡσαύτως καὶ τὸν α' κανόνα τῆς ἁγίας καὶ μεγάλης α' και β' συνόδου τῆς ἐν τῷ ναῷ τῶν Αγίων Αποστόλων συστάσης, καὶ μάθῃς πάντα τὰ περὶ τῆς οἰκοδομής τῶν μοναστηρίων. Το μέντοι προκομισθέν παρὰ τῶν ἁγίων Πατέρων, μὴ ἐξακουόμενον καὶ ἐπὶ λαϊκῶν καὶ κληρικῶν, ἐκλαβοῦ εἰς μόνους τους μοναχούς. Τὸ δὲ κωλύεσθαι τοὺς κτίζοντας μοναστήρια, καὶ μὴ ἔχοντας ἀρκοῦσαν δαπάνην ἔλκυσον εἰς πάντας, ήγουν εἰς λαϊκούς, κληρικούς, ἐπισκόπους, μονα χοὺς καὶ λοιπούς. Ερωτήσει δέ τις, Καὶ πῶς τὴν δαπάνην ἀπαιτηθήσεται ὁ θέλων κτίσαι μοναστή. ριον; "Αρα χρυσίου πολλά τινα τάλαντα ή μετρίους στατῆρας; Λύσις. Οὐδὲν ἐξ ἀμφοῖν. Οὔτε γὰρ ἀναγκάζεται τις προσαγαγεῖν τῷ Θεῷ μεγαλοπρεπῆ καὶ ἀξίαν προσαγωγήν, οὔτε μικροπρεποῦς χρυσίου κερμάτιον, μὴ ἀρκοῦν εἰς 8 προέθετο προφέρων εἰσακουσθήσεται. Ἀλλ᾿ ἐπεὶ τὸ ἐλάχιστον ὑπὸ τριῶν μοναχῶν συνίσταται μοναστήριον, ἀναγκασθήσεται ὁ κτίσαι μέλλων προσαγαγεῖν εἰ μὴ πλείονα, τέως δὲ τὰ ἀρκοῦντα εἰς ἀπαρτισμὸν ναοῦ καὶ οἰκονομίαν αὐτοῦ καὶ τριῶν μοναχῶν. Φησὶ γὰρ ἡ ιδ' νεαρά τοῦ βασιλέως κυρίου Λέοντος τοῦ Φιλοσόφου μετὰ τὸ προοίμιον ταῦτα· Φαμὲν οὖν ὡς, ἐπεὶ τὸ θεῖον ἐπῆγε στόμα· ῞Οπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι ἐν τῷ ὀνόματί μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν, χρῆναι τὸ ἐλάχιστον τρισὶν ἐπαρχεῖν τὸ μοναστηρίου κλῆσιν ὑποδυόμενον ἔρω γον, δηλονότι καὶ τῶν ἄλλων ἱερῶν κειμηλίων, ὅσα τε πρὸς ἁγιστείαν καὶ δοξολογίαν ὁρῶσιν, ὑπαρχούσης τῆς εὐπορίας. Τῷ μὲν οὖν πρὸς ἀνιέρωσιν μου ναστηρίου ἀκώλυτον ἕξοντι τὴν ἐπιχείρησιν, εἰς τοσοῦτον δεήσει τὸ ἐλάχιστον τὸ ἀφιέρωμα συντεD λεῖν. Οτι δὲ οἱ πλεῖστοι, πρὸς τὴν τοιαύτην ἐπι χείρησιν ἑαυτοὺς ἐπιδιδόντες, ἐνίοτε ὀπίσω βουλής ἀπολείπονται, προλαβόντος τοῦ θανάτου, καὶ τῆς ἐν ἀνθρώποις αὐτοὺς συναναστροφῆς ἐξαφανίζοντος, ἐκεῖνο ἡμῖν θεσπίζεται ὡς, διατυπώσεως προελ θεύσης, τὰ ἐν αὐτῇ διορισθέντα ἔσται τῆς ἐκκλησίας. Εἰ δὲ, ὁποῖα πολλὰ φέρει τὸ ἄδηλον, πρὸ τῆς τῶν οἰκείων ἀναρπασθείη διατυπώσεως, παίδων μὲν ὑπόντων ἄχρι τριῶν, τέταρτον μέρος τῆς ὑπάρ ξεως οἰκειώσεται ἡ μονή· ἐπέκεινα δὲ τοῦ τρίτου ἀριθμοῦ προϊόντος τοῦ τῆς γονῆς πλήθους, συγκατ ταλέξεται τὸ μοναστήριον τοῖς παισὶ, καὶ τὰ ἴσα τούτων ἑκάστῳ λήψεται ἐκ πάσης περιουσίας, ἧς σε
col. 975–976page 479 of 741
PG 137:975οὐχ ἅπτεται χρέα τοῦ τεθνηκότος. Απαιδος δὲ ὑπάρχοντος τοῦ τὸν βίον ἀπολιπόντος, ἐπὶ γονεῦσι δὲ λιπόντος, διχῆ τῶν προσόντων διαιρουμένων, ή μὲν γονεῦσι, ἡ δ᾽ ἑτέρα μοῖρα τῷ μοναστηρίῳ παρα σχεθήσεται. Εἰ δ' ἔρημος εἴη κληρονόμων ανιόντων, τοὺς ἐκ πλαγίου δὲ εἰσιόντας ὁ κλῆρος προσίεται· αὐτ τοὶ μὲν, ὅσοι ἂν καὶ ὦσι, τὸ τρίτον μέρος διανεμήσον ται, τί δίμοιρον δὲ προχωρήσει τῇ ᾿Εκκλησίᾳ. Καὶ ταῦτα μὲν εἰς τοὺς κτίζοντας μοναστήρια. Ἐρώτησις. Εἰ δέ τις εὐκτήριον οἶκον, οὐχὶ μοναστήριον, θελήσει κτίσαι, τοσαύτην δαπάνην προσαγαγεῖν ἀπαιτηθήσεται; Λύσις. Οὐδαμῶς. Περὶ γὰρ μονα στηρίων ταῦτα νενομοθέτηται. "Αναγκασθήσεται οὖν ὁ κτίσαι μέλλων προσαγαγεῖν, κατὰ δοκιμασίαν τοῦ ἐπισκόπου, τὸ ἀρκοῦν. Τούτων οὕτως ἐχόντων, ἐν μὲν τῇ βασιλευούσῃ τῶν πόλεων ἄλλως σταυροπή γιον παρὰ τοῦ κατὰ καιροὺς χαρτοφύλακος οὐ δίδοταί τινι ἔξω τῆς πόλεως ταύτης ἀνεγείραι θέα λοντι ναὸν, εἰ μὴ κατὰ τὸν α' κανόνα τῆς πρώτης καὶ δευτέρας συνόδου κατάθηται δι᾿ ἐγγραφῆς προσω ενεγκεῖν - πάντα τὰ πρὸς ἀπαρτισμὸν τούτου, ὡς εἴρηται, καὶ βεβαιώσῃ αὐτὰ κατὰ λεπτὸν ἐν τῷ ἐκκλησιαστικῷ κώδικι· ἐν δὲ ταῖς ἔξω χώρας;, ὡς ἐμοὶ δοκεῖ, οὐδέν τι τοιοῦτον ἀκριβολογείται ἀλλὰ παντὶ τῷ βουλομένῳ ἐφεῖται ἀπολυπραγμονήτως κτίζειν εὐκτήρια. Καὶ ἐνταῦθα δὲ οἱ πλείους χωρὶς εἰδήσεως ἐπισκοπικῆς πολλὰ τολμῶσι τοιαῦτα. Ἐπεὶ δὲ μόνης δαπάνης τοῦ ναοῦ ἐμνήσθη ὁ κανών, τῷ ὀνόματι δὲ τῆς δαπάνης πάντα τὰ χρειώδη τῷ μοναστηρίῳ καὶ τοῖς ἀσκουμένοις ἐν αὐτῷ συμπεριλαμβάνονται, ὀφείλεις καὶ σὺ οὕτως ἐκλαβέσθαι τὴν δαπάνην. Σταυροπήγιον. ΖΩΝΔΡ. Κωλύει ὁ κανὼν τὸ παρὰ μοναχῶν κεί ζεσθαι μοναστήρια, φιλαρχίας λέγων εἶναι τοῦτο καὶ ἀνυποταξία: Απαναινόμενοι γάρ, φησί, τους ἐστιν ἀρνούμενοι τὴν ὑπακοὴν, ἐπιχειροῦσι κτίο ζειν. Καὶ μὴ εὐποροῦντες ἀπαρτίσαι αὐτὰ καταλιμπάνουσιν ἀτελῆ. Τοῦτο κωλύεσθαι παρὰ τῶν ἐπι σκόπων ὁρίζει. Εἰ δὲ ἔχει ἀρκοῦσαν δαπάνην εἰς τὸ ποιῆσαι τέλειον ἔργον, ὃ ἐβουλεύσατο γινέσθω. Τὸ αὐτὸ δὲ διορίζεται κρατεῖν καὶ ἐπὶ κληρικών καὶ λαϊκῶν. ΑΡΙΣΤ. Ο βουλόμενος κτίσαι μοναστήριον, εἰ μὲν ἔχοι τὰ πρὸς ἀπαρτισμόν, ἀρχέσθω τοῦ ἔργου, καὶ εἰς πέρας ἀγέσθω τοῦτο· εἰ δὲ μή, κωλυέσθω παρὰ τοῦ κατὰ χώραν ἐπισκόπου τούτου κρατοῦντος καὶ ἐπὶ λαϊκῶν καὶ μονα χῶν. ο ΚΑΝΩΝ ΙΗ'. Απρόσκοποι γίνεσθε καὶ τοῖ; ἔξωθεν, φησὶν ὁ θεῖος ᾿Απόστολος τὸ δὲ γυναῖκας ἐνδιαιτά
col. 977–978page 480 of 741
PG 137:977σθαι ἐν ἐπισκοπείοις ή μοναστηρίοις παντὸς προσκόμματος αἴτιον. Εν τις οὖν δούλην ἢ ἐλευθέραν ἐν τῷ ἐπισκοπείῳ κτώμενος φωρα θείη, ἢ ἐν μοναστηρίῳ πρὸς· ἐγχείρησιν δια κονίας τινός, ἐπιτιμάσθω· ἐπιμένων δὲ, καθαιρείσθω. Εἰ δὲ καὶ τύχει ἐν προαστείοις γυναῖ καὶ εἶναι, καὶ θελήσοι ἐπίσκοπος ἢ ἡγούμενος πορείαν ἐν τοῖς ἐκεῖσε ποιήσασθαι, παρόντος ἐπισκόπου ἢ ἡγουμένου, μηδ' όλως εγχείρησιν διακονίας ποιεῖσθαι κατ' ἐκεῖνον τὸν καιρὸν γυνή, ἀλλ' ἰδιαζέτω ἐν ἑτέρῳ τόπῳ, ἕως ἂν τὴν ἐπαναχώρησιν ποιήσηται ὁ ἐπίσκοπος, διὰ. τὸ ἀνεπίληπτον. ο ΒΑΛΣ. Μαθόντες, ὡς ἔοικεν, οἱ ἅγιοι Πατέρες ὅτι εἰς ἐπισκοπεῖα καὶ εἰς μοναστήρια διάγουσι γυναῖκες, εἶπον ὡς, ἐπεὶ ὁ μέγας ἀπόστολος Παῦ λος πρὸς Κορινθίους ἐπιστέλλων διωρίσατο ἀπροσκόπους εἶναι ἡμᾶς, μή μόνοις τοῖς ἐντὸς, ἀλλὰ καὶ τοῖς ἔξωθεν, ήγουν μὴ μόνοις τοῖς πιστοῖς, ἀλλὰ καὶ τοῖς ἀπίστοις· τὸ δὲ συνδιάγειν μετά γυναικών ἐπισκόπους ἢ ἡγουμένους ἐν μοναστηρίῳ ἢ ἐν ἐπισκοπείῳ παντός ἐστι προσκόμματος αἴτιον, καὶ λοιδορία οὐ τυχοῦσα τῆς ἐκκλησιαστικῆς καταστάσεως· ὀφείλουσιν ἐπιτιμᾶσθαι οἱ τοιοῦτόν τι ποιή σοντες, ἐπιμένοντες δὲ καθαιρεῖσθαι. Ως δέ τινος εἰπόντος ἀδιάκριτον εἶναι τὸ κολάζεσθαι τούτους, ὁπωσδήποτε μετά γυναικῶν συνειπιτωμένους (συμε βαίνει γάρ τινα ἐξ αὐτῶν κατὰ πάροδον καταλῦσαι εἰς προάστειόν τι γυναῖκας ἔχον, καὶ οὐ δύναται ὁ Επίσκοπος τὴν μετὰ τούτων διαγωγὴν ἀποπέμψασθαι), ὥρισαν, εἰ συμβῇ τοῦτο, μηδ' όλως ὁρῶντος τοῦ ἐπισκόπου ἢ τοῦ ἡγουμένου διακονεῖν τὰς γυναῖκας, ἀλλ' ἐν τόπῳ ἑτέρῳ ταύτας ἀναχωρεῖν καὶ ἡσυχάζειν ἔστ᾽ ἂν οὗτοι αποχωρήσωσι· τὴν δὲ τούτων διακονίαν γίνεσθαι πάντως παρὰ ἀνδρῶν. Οὕτω γὰρ τὸ ἀνεπίληπτον ἤτοι ἀσκανδάλιστον ἐπ᾿ αὐτοῖς συν τηρηθείη. Αρα δὲ, ἐὰν ἐξ ἀντιδιαστολῆς ἐν ἐπισκοπείῳ ἢ μοναστηρίῳ μὴ συνδιάγωσι μετα γυναικῶν, ἀλλ' ἐν ἑτέρα κατοικία, συγγνωμονηθήσονται; Λύσις. Οἱ μὲν κανόνες, καθὼς πολλάκις εἶπομεν, καὶ τὸ νζ' κεφ. τοῦ α' τίτλου τοῦ γ' βιβλίου τῶν Βασιλικῶν ἀπαγορεύουσιν ἱερωμένον τινὰ μετὰ υπό του γυναικός συνδιάγειν, ἄνευ μητρός, θυγα τρὸς, ἀδελφῆς, καὶ τῶν λοιπῶν ἀνυπόπτων προσώπων· τὸ δὲ νε κεφ. αὐτοῦ,, μέρος δν τῆς ρλζ' Ἰουστινιανείου νεαρᾶς, λέγει ταῦτα ῥητῶς· Ἐπί σκοπον δὲ μηδεμίαν παντελῶς γυναῖκα ἔγειν ἢ μετὰ αὐτῆς οἰκεῖν συγχωροῦμεν· εἰ δὲ ἀποδειχθείη τοῦτο, τῆς ἐπισκοπῆς ἐκβαλλέσθω. Εἰ γοῦν ὁ ἁπλῶς συν οικῶν ἐπίσκοπος μετά γυναικός οιασδήτινος καθ αιρείται, πολλῷ πλέον ὁ ἐν ἐπισκοπείῳ τοιοῦτόν τι ποιήσας ἀπεντεῦθεν καθαιρεθήσεται, ὡς ἐμοὶ δοκεῖ, διὰ τὸ τῆς νεαρᾶς ἀδιάστικτον. Τὸ μέντοι ιε κεφ. του α' τίτλου τοῦ δ᾽ βιβλίου κωλύει οὐ μόνον τὸ καταμεῖναι γυναῖκα ἐν μοναστηρίῳ ἀνδρῴῳ, ἢ τὸ ἀνάπαλιν, ἀλλὰ καὶ τὸ ὅλως εἰσελθεῖν ἐν αὐτῷ χάριν οἰασδήτινος ὑποθέσεως. Σημείωσαι οὖν τὸν κανόνα λέγοντα ὅτι οὐδὲ δούλη οὐδὲ ἐλευθέρα ὀφείλει συν διάγειν μετὰ ἐπισκόπου ἢ ἡγουμένου καθ' ο οι δ'
col. 979–980page 481 of 741
PG 137:979οὐσῶν γυναικῶν εἰρημένα ἀπολυπραγμονήτως ἐκλη. φθήσονται εἰς προάστεια θεσποτικῶς τῷ ἐπισκοπείῳ καὶ τῇ μονῇ διαφέροντα· εἰ γὰρ καταλύσουσιν οὗτοι εἰς ξενοδοχεία ἢ εἰς ἀλλότρια προάστεια, δυσχερές ἐστιν, ὡς νομίζω, τὰ τοῦ κανόνος ἐνεργηθῆναι. τινα λόγον. Τὰ μέντοι περὶ τῶν ἐν προαστείοις ΖΩΝΑΡ. Καὶ ὁ τρίτος κανὼν τῆς πρώτης συνήθ δου, καὶ ὁ πέμπτος τῆς ἕκτης περὶ συνεισάκτων γυναικῶν διαλέγονται. Καὶ οὗτος δὲ ὁ κανὼν κωλύει τὸ ἐν ἐπισκοπείῳ ἢ ἐν ἀνδρών μονῇ διάγειν γυα ναῖκα, καὶ τὸν ἐν ἐπισκοπείῳ χάριν υποθέσεώς τινο; ἢ ἐν μοναστηρίῳ ἔχοντα γυναῖκας ἐπιτιμᾶσθαι κελεύει, καὶ εἰ μὴ ἐκβάλοι αὐτὰς, καὶ καθαιρεῖσθαι τοὺς ἱερωμένους. Αλλ᾿ οὐδὲ ἐν προαστείῳ, Ενθα γυναῖκές εἰσιν ὑπηρετοῦσαι, ἀπιέναι βούλεται ἐπίσ σκοπον ἢ ἡγούμενον, εἰ μὴ ἐκεῖναι ἐν ἑτέρῳ τόπῳ μεταστῶσιν, ἕως ἂν ἐκεῖθεν ὁ ἐπίσκοπος ἢ ὁ ἡγού μενος ὑποχωρήσωσιν. Αναγνωστέον καὶ τὴν ιθ' και νόνα τῆς ἐν 'Αγκυρα συνόδου. ΑΡΙΣΤ. «Ο δεῖ γυναίκας ἐνδιαιτάσθαι ἐπισκοπείοις ἢ μοναστηρίοις· εἴ τις οὖν τοῦτο τολμήσει, ἐπιτιμάσθω· εἰ δὲ ἐπιμένει, καθαιρείσθω. ᾿Αλλὰ καὶ ἔνθα παραβάλλει ἐπίσκοπος ἢ ἡγού μενος, μηδεμία γυνὴ διακονείτω, ἢ φαινέσθω ἀλλ᾿ ἰδιαζέτω μέχρις αναχωρήσεως.» Απροσκόπους δεῖ ἡμᾶς γίνεσθαι καὶ τοῖς ἔξωθεν, κατὰ τὸν θεῖον Απόστολον· καὶ διὰ τοῦτο οὐ δεῖ γυναῖκας οἰκεῖν ἐν ἐπισκοπείοις ἢ ἀνδρῴοις μονα στηρίοις· ἀλλὰ τὸν τολμήσαντα ἔχειν δούλην ἢ έλευθέραν ἐν τῷ ἐπισκοπείῳ ἢ ἐν τῷ μοναστηρίῳ διά τινα ὑπηρεσίαν ἐπιτιμᾶσθαι προστάττουσιν οἱ Πατέρες. Τὸν δὲ μετὰ τὴν ἐπιτίμησιν μὴ διώκοντα ταύτας, ἀλλ' ἐν τῇ ἐπισκοπῇ ἡ τῇ μονῇ καὶ εἰς ἔτι μένειν συγχωροῦντα, καθαιρεῖσθαι διορίζονται. Ε! δὲ ἐν προαστείῳ τῆς ἐπισκοπῆς ἢ τοῦ μοναστηρίου ἐπίσκοπος ἢ ἡγούμενος ἀπέλθοι, καὶ τύχοιεν εἶναι ἐκεῖσε γυναῖκας· μὴ διακονείτωσαν αὗται, μέχρις ἂν ἐνδημῶσιν οὗτοι ἐκεῖσε· ἀλλ᾽ ἐν ἑτέρῳ τόπῳ ιδιαζόντως έστωσαν μέχρι τῆς αὐτῶν ἀναχωρήσεως διὰ τὸ ἀνεπίληπτον. ΚΑΝΩΝ ΙΘ'. Τοσοῦτον κατενεμήθη τῆς φιλαργυρίας τὸ μύσος εἰς τοὺς ἡγήτορας τῶν ἐκκλησιῶν, ὥστε και τινας τῶν λεγομένων εὐλαβῶν ἀνδρῶν τε καὶ γυναικῶν ἐπιλαθομένους τῆς ἐντολῆς τοῦ Θεοῦ ἐξαπατηθῆναι, καὶ διὰ χρυσίου τὰς εἰσδοχάς τῶν προσερχομένων τῷ ἱερατικῷ τάγματι καὶ τῷ μονήρει βίῳ ποιεῖσθαι. Καὶ γίνεται ὧν ἡ ἀρχὴ ἀδόκιμος καὶ τὸ ὅλον ἀπόβλητον, ὥς φησιν ὁ μέγας Βασίλειος· οὐδὲ γὰρ Θεῷ καὶ μαμμωνᾶ δουλεύειν ἔξεστιν. Εἴ τις οὖν εὑρεθῇ τοῦ το ποιῶν, εἰ μὲν ἐπίσκοπός ἐστιν ἢ ἡγούμενος «ἤ τις τοῦ ἱερατικοῦ, ἡ παυτάσθω ή καθαιρεί < σθω, κατὰ τὸν δεύτερον κανόνα τῆς ἐν Χαλκη ε δόνι ἁγίας συνόδου· εἰ δὲ ἡγουμένη, ἐκδιωχθή τω τοῦ μοναστηρίου, καὶ παραδοθήτω ἐν ἑτέρῳ μοναστηρίῳ πρὸς ὑποταγήν. Ωσαύτως καὶ
col. 981–982page 482 of 741
PG 137:981ἡγούμενος μὴ ἔχων χειροτονίαν πρεσβυτέρου. Ἐπὶ δὲ τῶν παρὰ γονέων παραδεδομένων δίκην προικῴων τοῖς τέκνοις, ἢ ἰδιοκτήτων αὐτῶν πραγμάτων προσαγομένων, ὁμολογούντων τῶν προσαγόντων ταῦτα εἶναι ἀφιερωμένα τῷ Θεῷ ὡρίσαμεν, καν τε μείνῃ, κἄν τε ἐξέλθῃ, μέσ νειν αὐτὰ ἐν τῷ μοναστηρίῳ κατὰ τὴν ὑπό τι σχεσιν αὐτοῦ· εἰ μὴ εἴη αἰτία τοῦ προεστῶ ι τος ΒΑΛΣ. Ἐν τῷ ε' κανόνι τῆς παρούσης συνόδου ὡρίσθησαν παρὰ τῶν ἁγίων Πατέρων διάφορά τινα χάριν τῆς διαδόσεως χρημάτων κατατασσομένων ἢ χειροτονουμένων ἐν κλήρῳ οἰῳδήτινι. Ακολούθως οὖν αὐτῷ καὶ ὁ παρών κανών, ὀνειδίζων τοὺς ἐπι σκόπους καὶ καθηγουμένους, τοὺς διὰ φιλαργυρίαν δεχομένους τινὰς μετὰ προσενέξεως χρημάτων οὗτοι γάρ εἰσιν οἱ ἡγήτορες καὶ οἷον οδηγοὶ τοῦ λαοῦ), διορίζεται μὴ συναριθμεῖσθαί τινα ἐν ἀδελ-. φότητι μονῆ; ἢ ἐν κλήρῳ ναοῦ διὰ δόσεως χρημάτ των· τοὺς δὲ τούτους δεχομένους, ἐπισκόπους μὲν ὄντας καὶ ἡγουμένους ιερωμένους, ἢ παύεσθαι μετά παραγγελίαν ἢ καθαιρεῖσθαι· εἰ δὲ μονάζουσαι ή ἡγούμενοι ἀνίεροι, ἐκδιώκεσθαι ἀπὸ τοῦ μοναστηρίου, καὶ παραδίδοσθαι ἐν ἑτέρα μονῇ ἐφ᾽ ᾧ ὑποτακτικοὺς εἶναι. Τὰ μέντοι παρά τινων προσφερόμενα τῷ Θεῷ αὐτοπροαιρέτως, καὶ ἀπὸ γονέων αὐτοῖς διαφέροντα, ἢ καὶ ἀλλαχόθεν ποθὲν, ἀναφαίρετα εἶναι τῇ μονῇ, κἄν τε μείνῃ ἐν τῷ μοναστηρίῳ ὁ ἀφιερώσας ταῦτα, κἄν τε ἐξέλθῃ· εἰ μήπω αἴτιος τῆς ἐξελεύσεως ὁ καθηγούμενος γένηται. Είπον οὖν τινες ὡς ταῦτα πάντα κατὰ τὸ ἀναμφίβολον ἕξουσι χώραν εἰς τὰ κοινοβιακά μοναστήρια, εἰς δὲ τὰ κελλιωτικὰ οὐκ ἐνεργήσουσι, διὰ τὸ σιτηρέσια ἐξωνεῖσθαι τοὺς ἀδελφαταρίους, μὴ μέντοι γε και δίκαιον ἀποκάρσεως ἢ κληρώσεως. Ηκουσαν δὲ ἐπὶ πᾶσι καὶ εἰς πάντας τοὺς μοναχοὺς τὴν κανόνα ἐξ ακούεσθαι, διὰ τὸ μὴ διαφορὰν εἶναι μοναχῶν καὶ μοναστηρίων ἀπὸ τῶν κανόνων. Ἠρώτησε δέ τις, ὡς τοῦ εʹ κανόνος διοριζομένου ἀπεντεῦθεν καθα ρεῖσθαι τὸν οὕτως χειροτονήσαντα, πῶς ὁ παρών και νών διορίζεται ἢ παύεσθαι, ἢ καθαιρεῖσθαι τὸν διὰ δόσεως χρημάτων δεχόμενον εξονδήτινα κληρικὸν ἢ μοναχόν; Λύσις. "Οτε μὲν χειροτονία οιαδήτις γένη ται μετὰ δόσεως χρημάτων, κατὰ τὸν ε' κανόνα, ἀπεντεῦθεν καθαιρεθήσεται ὁ χειροτονήσας· ὅτε δὲ μόνη δοχή προσώπου γένηται εἴτε ἐν κλήρῳ εἴτε ἐν μοναστηρίῳ διὰ χρημάτων, ἄλλως οὐ καθαιρεθήσεται ὁ τὸ κακὸν ποιήσας, εἰ μὴ μετὰ ἐπιφώνησιν ἐμε μένει ἐπὶ τῷ κακῷ· ὅτι καὶ οἱ κανόνες διάφοροι εἰσιν. Ὁ μὲν γὰρ περὶ χειροτονίας ἀθέσμου διδά σκει· ὁ δὲ περὶ δοχῆς παραλόγου. Καὶ ταῦτα μὲν περὶ τῶν χειροτονησάντων ἢ δεξαμένων τινὰς παρὰ τὴν τῶν κανόνων περίληψιν διὰ δόσεως χρημάτων η Εἰ μὴ εἴη αἰτία τοῦ προεστῶτος. Σημείωσαι τὸν παρόντα κανόνα διὰ τοὺς διδόντας τὰς λεγο μένας ἀποταγάς, ἢ πωλοῦντας, ἡ ἀγοράζοντας ἀδελ φάτα, καὶ διὰ τοὺς εἰσαγομένους εἰς τὰ μοναστήρια μετὰ δόσεως νομισμάτων. Εφ' οἷς καλόν ἐστιν εἰσ πεῖν, Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, τίς ὑπο στήσεται;
col. 983–984page 483 of 741
PG 137:983οἱ δὲ χειροτονηθέντες ἢ δεχθέντες πῶς κολασθήσονται; Λύσις. Ὁ μὲν χειροτονηθείς, κατὰ τὸν ῥη θέντα κανόνα, καθαιρεθήσεται· ἀπολέσει δὲ καὶ τὰ παρ' αὐτοῦ δοθέντα· ὁ δὲ δεχθεὶς κακῶς ἀπολέσει τὰ παρ' αὐτοῦ δοθέντα, καὶ μόνον, κατὰ τὸν νόμον τὸν λέγοντα, ῾Ο ἐπὶ αἰσχρᾷ αἰτίᾳ διδοὺς οὐκ ἀναλαμβάνει. Ἐπεὶ δὲ, ὡς ἀπὸ τοῦ παρόντος κανόνος ἀναφα νεται ὅτι εἰς δύο διαιροῦνται οἱ καθηγούμενοι, εἰς ἱερωμένους καὶ ἀνιέρους· οἱ μὲν γὰρ καθαιροῦνται, οἱ δὲ διώκονται ἀπὸ τοῦ μοναστηρίου· φαμέν και λῶς προχειρίζεσθαί τινας εἰς ἡγουμενείας καὶ ὄντας ἀνιέρους. Ἐπὶ τούτοις ηρώτησεν, ὡς τοῦ κανόνος διοριζομένου· ἀναφαίρετα εἶναι παρά τῇ μονῇ τὰ ἀφιερωμένα τῷ Θεῷ αὐτοπροαιρέτως παρά τινος, κάν τε ὁ προσαγαγὼν αὐτά ἐστι παρὰ τῇ μονῇ, κἄν τε καὶ μὴ, πῶς ἐν τῷ τέλει γέγραπται άντιστρέφεσθαι αὐτὰ, ἐὰν ἐξ αἰτίας τοῦ προεστῶτος ὁ προσαγαγὼν ταῦτα ἀναχωρήσει ἀπὸ τῆς μονῆς, ὀφείλοντος μᾶλλον τοῦ καθηγουμένου τοῦ ὑπαιτίου ὄντος εὐθύνεσθαι; Λύσις. Ἐνταῦθα τὰ προσενεχθέντα τῷ Θεῷ οὔτε ἐξ ὀρθοῦ προσενέχθησαν, ὥστε ἐκ πά σης αἰτίας ἀναφαίρετα εἶναι τῇ μονῇ, οὔτε χάριν τοῦ ἀποκαρῆναι τινα ὥστε καὶ οὕτως εἶναι παρὰ τῇ μονῇ κατὰ πᾶσαν πρόφασιν, κατὰ τὸν νόμον τὸν λέ γοντα· Τὰ ἐπὶ ἴσῃ αἰτίᾳ τοῦ διδόντος καὶ τοῦ λαμβάνοντος δοθέντα οὐ ῥεπετιτεύονται· ἀλλὰ τῇ προσπ γωγῇ τῇ κατὰ Θεὸν ἐπετέθη βάρος, οἷον ἡ τοῦ προσ αγαγόντος εἰς τὸ μοναστήριον ἄσκησις. Εἰ μὲν οὖν οἰκειοθελῶς ὑποχωρήσει ἐκ τῆς μονῆς ὁ ταῦτα δοὺς, οὐδέν τι τούτῳ ἀντιστραφήσεται διὰ τὰ προῤῥηθέντα εἰ δὲ ἐξ αἰτίας τοῦ καθηγουμένου ἀναχωρήσει, πάνε τους ἀντιστραφήσεται αὐτῷ τὰ χάριν τοῦ διάγειν τοῦτον εἰς τὴν μονὴν δοθέντα. Ἐπεὶ δὲ χάριν τοῦ τῶν προσενέξεων καὶ ἑτέρων ἐκκλησιαστικῶν δικαίων ἀπελύθη πρόσταξις τοῦ ἀοιδίμου βασιλέως κυροῦ Αλεξίου τοῦ Κομνηνοῦ ἐπὶ ὑπομνήσει τινῶν ἐκκλησιαστικῶν διακόνων, ἀναδεξαμένων τῷ τότε τὴν φροντίδα τῶν πατριαρχικῶν μοναστηρίων ἀπὸ τῆς πατριαρχικῆς μεγαλειότητος, μηνολόγημα φέρουσα τὸν Δεκέμβριον μῆνα τῆς εἰ ἰνδικτιῶγος, ὀφείλει εἰδέναι καὶ ταύτην τάδε κατὰ ῥῆμα διαλαμβάνουσαν τὴν ἐπιτήρησιν καὶ διόρθωσιν τῶν ψυχικών σφαλμάτων ἀναμφίβολον ἔχειν τὸν κατὰ τὴν ἡμέραν ἁγιώτατον πατριάρχην ἐπὶ τοῖς ἐλευθέροις μοναστηρίοις καὶ ἐπὶ τοῖς ἐπιδοθεῖσι, καὶ ἐπὶ τοῖς δωρη θεῖσι καὶ κατ᾽ ἐφορείαν ἡ οἰκονομίαν δοθεῖσι. Δί καιον γὰρ κέκτηται εἰσέρχεσθαι καὶ ἀναψηλαφᾷν, τὰ ψυχικά σφάλματα καὶ εἰς τὰ κοσμικὰ καὶ εἰς τὰ τοῦ δημοσίου μοναστήρια, καὶ ἁπλῶς εἰπεῖν, εἰς τὰ ὑπὸ τὴν ἐνορίαν αὐτοῦ πάντα, κἄν τε πατριαρχικά ὦσι, κἄν τε βασιλικὰ καὶ αὐτοδέσποτα· καὶ εἰς μὲν τὰ οἰκεῖα, ἃ οὐκ ἐξέδοντο οἱ πρώην πατριάρχαι εἰς ἐπιδόσεις, ἀκωλύτως, ὅταν βούληται, εἰσελεύσεται, εἴτε αὐτὸς δι᾿ ἑαυτοῦ, εἴτε διὰ προτροπῆς αὐτοῦ, ἐν ἂν οὗτος ἀπὸ τῶν ἐκκλησιαστικῶν ἐπιλέξηται καὶ διακρίνῃ εἶναι ἄξιον τοῦ ἐρευνᾶν ταῦτα· εἰς δὲ τὰ ελεύθερα καὶ αὐτεξούσια μοναστήρια, όταν τις προσ ἔλθῃ καὶ εἴπῃ τῷ ἁγιωτάτῳ μου δεσπότῃ καὶ παν τριάρχη γινόμενον σφάλμα εἰς μοναστήριον, ἢ καὶ
col. 985–986page 484 of 741
PG 137:985ἄλλως ἀπὸ φήμης τινῶν ἢ καὶ ἑνὸς ἀκούσῃ, τότε εἰσ. ελεύσεται, ὡς εἴρηται, καὶ ἐρευνήσει τα ψυχικά σφάλματα, κἂν μὴ ὁ εἰπὼν βούληται ὑπεισελθεῖν ἀγῶνα ἀποδείξεως. Ο γὰρ Χριστιανὸς ἄνθρωπος χρέος ἔχει, ὅταν τι ἀκούσῃ γενόμενον ἐναντίον, λέ γειν τοῦτο τῷ κοινῷ πνευματικῷ Πατρὶ καὶ ἀρχιερεῖ. Ισως δὲ οὐ μὴ βούλεται ὑπεισελθεῖν τὸν ἀγῶνα τοῦτον· καὶ τὸ καταλιμπάνεσθαι διὰ τὴν τοιαύτην αἰτίαν τὰ ψυχικὰ σφάλματα ἀνεπιτήρητα καὶ ἀδιόρθωτα, ἔστι τοῦτο πάντη ἄτοπον, μηδενὸς ἐγγράφου οιουδήτινος βασιλικοῦ ἢ πατριαρχικοῦ κωλύοντος εἰς τοῦτο. Πλὴν τὰ μοναστήρια ὀφείλουσι διατηρεῖσθαι ἀκαινοτόμητα ἐν ταῖς ἐρεύναις τῶν ἀποστελλομένων, μηδεμιᾶς ἐντεῦθεν διδομένης δαπάνης. Τότε γὰρ καὶ ἡ διόρθωσις τῶν ψυχικῶν σφαλμάτων εὐκόλως σὺν Θεῷ γενήσεται. Ἐπὶ δέ γε τοῖς κατ᾽ ἐπίδοσιν δοθεῖσι μοναστηρίοις καὶ κατ᾽ ἐφορείαν ἢ οἰκονομίαν, ἢ παντελῶς ἐλευθερίαν, οὐ μόνον τὰ ἄλλα ψυχικά σφάλματα ἐπιζητήσει, ἀλλὰ καὶ εἰ κατελύθησαν, ἢ καταλύονται μερικῶς ή καθόλου παρὰ τῶν λαβόντων ταῦτα· καὶ εἰ εὑρήσει τινὰς μειώσεις ἐν αὐτοῖς γινομένας, καταναγκάσει τοὺς ταῦτα κατέ χοντας ἀποκαθιστᾷν ταῦτα, καθὼς παρέλαβον, καὶ κατὰ τὴν εὐπορίαν τοῦ μοναστηρίου· πλὴν ἐπ' ἐκείν νοις τοῖς ἐνδεῶς ἔχουσι πρὸς τὴν κατάστασιν καθ' ἣν ταῦτα παρέλαβον· τὰ δέ γε βελτιωθέντα καὶ ἐπαυξηθέντα, καλῶς ἔχοντα, οὐκ ἐλαττωθήσονται, ἀλλὰ μένουσιν ὡς ἔχουσιν. Οἱ δὲ κατ' ἐφορείαν και ρικὴν καὶ ἑτέραν οἰκονομίαν ἐκδοθέντα κατέχοντες, καὶ καταλυμηνάμενοι ταῦτα, εἰ μὴ βούλονται ἀπο καθιστᾷν ταῦτα εἰς δ παρέλαβον σχῆμα, ἵνα ἀφαι ρῶνται, μὴ ὠφελούμενοι ἀφ᾽ ὧν ἔχουσιν ἐγγράφων, προθεσμίας διδομένης αὐτοῖς ἁρμοζούσης. Μεταξὺ δὲ τῆς προθεσμίας ὀφείλουσιν ἐπιτηρεῖσθαι, εἰ φροντίζουσιν ἔργοις αὐτοῖς περὶ τῆς εἰς τὸ ἀρχαῖον αὐτ τῶν καταστάσεως, ὡς δεδήλωται. Τότε γὰρ ἡ προ θεσμία φυλαχθήσεται. Αἱ δὲ ἀποταγαί, ἐπεὶ παρὰ κανόνας δίδονται καὶ λαμβάνονται, σχολάσουσι πινο τελῶς ἀπὸ τοῦ νῦν, καὶ ὁ εὑρισκόμενος λαμβάνων ἢ διδοὺς, εἰ μέν ἐστιν ἡγούμενος, ἵνα ἐκδιώκηται ἀπὸ τῆς ἡγουμενείας· εἰ δὲ χαριστικάριος, ἐκδιωχθήσε ται ἀπὸ τῆς μονῆς. Αἱ δὲ ἀπὸ τῶν προσερχομένων εἰς ἀπόκαρσιν γινόμεναι ἑκουσίως καὶ κατὰ γνώ μην τῶν προσφερόντων προσενέξεις προσδεχθήσον ται, καὶ ἀπογραφήσονται ἐν τῷ βρεβίῳ τῆς μονῆς, εἰδήσεως διδομένης περὶ τῶν προσφερομένων καὶ τῷ ἁγιωτάτῳ πατριάρχῃ, κἂν οἱ τὰ μοναστήρια ἔχοντες ὑπομνήματα κέκτηνται περὶ τοῦ λαμβάνειν ἀποταγάς καὶ προσενέξεις, καὶ ἀποκερδαίνειν ταύτα;· τοῦτο γὰρ ἀπὸ τοῦ νῦν ὀφείλει σχολάσαι, καὶ γίνεσθαι και θὼς ἄνωθεν εἴρηται· ἀλλὰ καὶ αἱ σωζόμεναι προσενέξεις οὐκ ὀφείλουσιν ἐκποιηθῆναι τῇ ἀφορμῇ τῶν ὑπομνημάτων. Η μέντοι φροντὶς οὐ μόνον τῶν ψυ χῶν τῶν μοναχῶν, ἀλλὰ καὶ αὐτῶν τῶν κοσμικῶν, τῷ ἁγιωτάτῳ πατριάρχῃ ἐπίκειται· καὶ ὅταν θεά σηταί τινα τῶν κοσμικῶν διψῶντα τὴν οἰκείαν σωτη ρίαν, πῶς ἐνδέχεται ἵνα κωλύητα: τοῦ τάσσειν ἐν τῇ μονῇ ἐπὶ ψυχικῆς σωτηρίας τοῦ προσερχομένου; Εξει γὰρ ἀκώλυτον ὁ ἀγιώτατος πατριάρχης τὸ
col. 987–988page 485 of 741
PG 137:987τάσσειν ήπερ οἱ χαριστικάριοι, κἂν ὑπομνήματα ἔχωσι· πλὴν εἰ κελεύει ὁ ἁγιώτατός μου δεσπότης λαμβάνειν χρείας ἀδελφάτου τινὰ κοσμικὸν ὄντα, ἢ μοναχὸν ἀπὸ ἑτέρου μοναστηρίου διαφέροντος αὐτῷ, ἵνα μὴ δίδωσι κοσμικῷ ἡ μοναχῷ ἐσωμονιτάτον, ὡς ἂν μὴ ἐπιβαρύνηται ἡ μονὴ ἀπὸ τοῦ ἀδελφάτου. γὰρ ἐπιβαρύνεται, λείψει πάντως καὶ τὸ ἐξωμονικά τον, καὶ γίνεται ἀντὶ μισθοῦ κρίμα. Εἰ δ᾽ ἴσως προσ έρχεταί τις τῶν λαϊκῶν, ἀδύνατος πάντη καὶ πένης. τῷ ἁγιωτάτῳ μου δεσπότῃ, ἢ καὶ ἀπὸ τῶν ἀρχιερέων τῶν ἀπολεσάντων τοὺς θρόνους αὐτῶν, καὶ δεομένων, καὶ θελήσει τυποῦν αὐτὸν λαμβάνειν χρείας ἀπό τινος τῶν εὐπορωτέρων μοναστηρίων, ποιήσει τοῦτο καλῶς μὴ ὑπὲρ τὴν δύναμιν τῆς μετ νῆς τοῦ ἀριθμοῦ τῶν τασσομένων όντος. προτιμότεροι γὰρ ὀφείλουσι εἶναι οἱ ἐσωμονῖται τῶν ἄλλων ἁπάντων εἰς τὸ λαμβάνειν τὰς χρείας αὐτῶν. ΖΩΝΑΡ. Καὶ εἰς κλῆρον κατατάττεσθαί τινας, καὶ εἰς μοναστήριά τινας δέχεσθαι διὰ προσαγωγής χρημάτων τοὺς ἡγήτορας τῶν ἐκκλησιῶν, τουτέστι τοὺς ἐπισκόπους καὶ ἡγουμένους (οὗτος γὰρ προη γεῖσθαι ετάχθησαν τῶν πιστῶν εἰς πίστιν ὀρθὴν καὶ βίον σεμνὸν καὶ κατόρθωσιν ἀρετῆς), ἀπηγόρευται. Ὁ δὲ κανὼν λέγει ὅτι ἐπράττετο τοῦτο τότε, καί τινες τῶν εὐλαβῶν ἀνδρῶν τε καὶ γυναικῶν τὰς εἰσδοχὰς εἰς τε τὰ ἱερατικὰ τάγματα καὶ εἰς τὰ μοναστήρια διὰ δόσεως ἐποιοῦντο χρημάτων, ὡς ἀπόφασιν, λέγοντος· Οὗ ἡ ἀρχὴ ἀδόκιμος, καὶ τὸ συμβαίνειν πληροῦσθαι τὴν τοῦ μεγάλου Βασιλείου πᾶν ἀπόβλητον. Τοὺς οὖν τοῦτο ποιοῦντας ὁ κανών οὗτος ἢ παύσασθαι κελεύει, εἰ ἐπίσκοποι εἶεν ἢ ἡγού μενοι ἱερεῖς ἡ τοῦ ἱερατικοῦ τινες, ἢ παύσασθα ἢ και θαιρεῖσθαι· καὶ μέμνηται τοῦ δευτέρου κανόνος τῆς ἐν Χαλκηδόνι συνόδου, ὃς οὐδὲ οἰκονόμον ἢ ἐκδικον ἢ παραμονάριον ἢ ὅλως τινὰ τοῦ κανόνος προβάλλεσθαι ἀνέχεται ἐπὶ χρήμασιν. Εἰ δὲ ἡγούμενος εἴη ὁ τοῦτο ποιήσας μὴ ὢν ἱερεὺς, ἐκδιώκεσθαι τοῦ μου ναστηρίου αὐτὸν διατάττεται, καὶ ἐν ἑτέρῳ μονα στηρίῳ παραδίδοσθαι εἰς ὑποταγήν ἐκδιώκεσθαι δὲ βούλεται τοὺς μὴ ἔχοντας ἡγουμένους χειροτονίαν πρεσβυτέρου. Εἶτά φησιν ὅτι ἃ οἱ γονεῖς εἰς κλῆρον ἢ προῖκα τοῖς παισὶν ἀφορίζουσι, ταῦτα εἰ προσάγοιντο καὶ ἀφιερῶνται τῷ Θεῷ, ὡρίσαμεν ἀναφαίρετα εἶναι αὐτὰ, κἄν τε ὁ ἀφιερώσας αὐτὰ Παραδίδοσθαι εἰς ὑποταγήν. ὑπο ταγὴν Πῶς δὲ τοῦ κανόνος τῆς τετάρτης συνόδου, οὗ ἐμνή σθησαν οἱ Πατέρες οὗτοι, τὸν ἐπὶ χρήμασι χειροτονήσαντα καθαιροῦντες αὐτίκα καὶ τὸν χειροτονηθέντα, οὗτος τὸν εἰς κλῆρον διὰ χρημάτων τάττοντα ἢ παύ σασθαι ἡ καθαιρεῖσθαι κελεύει; Εἴποιμεν οὖν, ὅτι οὐ περὶ τῶν χειροτονούντων οὗτος ὁ κανὼν κελεύει, ὡς ἐκεῖνος, ἀλλὰ περὶ τῶν τοὺς ἤδη κεχειροτονημένους δεχομένων καὶ καταταττόντων αὐτοὺς εἰς κλῆ ρον. Εἶτά φησιν. εἶτά φησιν ὑποταγὴν εἰ εἶτα Εκδιώκεσθα δὲ βούλεται τοὺς μὴ ἔχοντας ἡγουμένους χειροτονία, πρεσβυτέρου,
col. 989–990page 486 of 741
PG 137:989μείνῃ ἐν τῷ μοναστηρίῳ, κἄν τε ἐξέλθῃ, εἰ μὴ ἡ αἰτία τῆς ἐκ μονῆς αὐτοῦ ὑποχωρήσεως γένηται ἐκ τοῦ ἡγουμένου. ΑΡΙΣΤ.· Ὁ διὰ χρυσίου προσιέμενος τοὺς προσ ιόντας ἱερατικῷ πράγματι ἢ μονήρει βίῳ, ἐπίσ ι σκοπος μὲν ἢ ἡγούμενος, ἢ ὅλως ἱερατικὸς ὤν, «ἢ παυσάσθω, ἢ καθαιρείσθω. Ἡγουμένη δὲ, ἐκδιωκέσθω, καὶ διδόσθω εἰς ὑποταγήν. Ὡσαύ τως καὶ ἡγούμενος, ὁ μὴ ἱερεύς. Τὰ δὲ ἀφαιρούμενα παρὰ τῶν προσιόντων, μενέτω, κἂν ἐπι ι μένοιεν, κἂν μὴ, εἰ μὴ αἰτία εἴη τοῦ προεστῶτος. Οἱ ἀπαιτοῦντες χρυσίον τους προσερχομένους τῷ Ιερατικῷ πράγματι ἢ τῷ μονήρει βίῳ, εἴτε ἐπίσκοποι εἰσιν, εἴτε ἡγούμενοι, εἴτε ὅλως τοῦ ἱερατικοῦ καταλόγου, ἢ παυσάσθωσαν τοῦτο ποιοῦντες, ἢ καθ. αιρείσθωσαν· εἰ δὲ ἡγουμένη ἐστὶν ἡ τοῦτο ποιοῦσα καὶ ἀποταγὰς ἀπαιτοῦσα τὰς ἐπὶ τῷ μονάσαι προσ ερχομένας, ἐκδιωχθήσεται τῆς μονῆς, καὶ ἐν ἑτέ. ρῷ μοναστηρίῳ παραδοθήσεται εἰς ὑποταγήν· ἐκ διωχθήσεται δὲ ὡσαύτως καὶ ὁ μὴ ὢν ἱερεὺς ἡγού. μενος, καὶ τὴν ἐν ἑτέρῳ μοναστηρίῳ ὑποταγὴν ὑπο ενέγκοι. Τῷ γὰρ ὄντι ἱερεῖ ἀρκοῦσα καταδίκη ἐστὶν ἢ καθαίρεσις. Οσα δέ τινες ἑκουσίως, ἢ ὑπὲρ ἑαυτῶν ἡ ὑπὲρ τῶν ἰδίων τέκνων, προσαγάγοιεν πράγματα τῇ μονῇ, καὶ τῷ Θεῷ ταῦτα ἀφιερώσουσιν, ὀφείλουσι ταῦτα μένειν ἐν τῷ μοναστηρίῳ, κατὰ τὴν ὑπόσχεσιν αὐτῶν, κἄν τε αὐτοὶ οἱ προσάγοντες αὐτὰ ἐκεῖσε προσκαρτερήσωσι, κἄν τε ἐξέλθοιεν ἐκ τῆς μονῆς εἰ μήπου δι' αἰτίαν τοῦ προεστῶτος ἐξῆλθον. ΚΑΝΩΝ Κ'. Ἀπὸ τοῦ παρόντος ορίζομεν μὴ γίνεσθαι διπλοῦν μοναστήριον, ὅτι σκάνδαλον και πρόσκομμα τοῖς πολλοῖς γίνεται τοῦτο. Εἰ δέ τινες μετὰ συγγενῶν προαιροῦνται ἀποτάξασθαι, καὶ τῷ μονήρει βίῳ κατακολουθεῖν, τοὺς μὲν ἄνδρας δεῖ ἀπιέναι εἰς ἀνδρεῖον μοναστήριον, τὰς δὲ «γυναῖκας εἰσιέναι ἐν γυναικείῳ· ἐπὶ τούτῳ γὰρ εὐαρεστεῖται ὁ Θεός. Τὰ δὲ ἔντα ἕως τοῦ νῦν διπλά κρατείτωσαν κατὰ τὸν κανόνα τοῦ ἁγίου Πατέρος ἡμῶν Βασιλείου, καὶ κατὰ τὴν διαταγήν αὐτοῦ οὕτω διατυπούσθωσαν. Μὴ διαιτά σθωσαν ἐν ἑνὶ μοναστηρίῳ μοναχοί και μονά 4 στριαι. Μοιχεία γὰρ μεσολαβεῖ τὴν συνδιαίτησιν. Μὴ ἐχέτω μοναχός παρρησίαν πρός μονά ο στρίαν, ἢ μονάστρια πρὸς μοναχὸν ἰδίᾳ προσομιλεῖν. Μηδὲ κοιταζέσθω μοναχὸς ἐν γυναικείῳ μοναστηρίῳ· μηδὲ συνεσθιέτω μονάστρια κατά μόνας· καὶ ὅτε τὰ ἀναγκαῖα τοῦ βίου παρὰ τοῦ Ἐκ τοῦ ἡγουμένου. Τοῦτο οὖν ἔστι νοηθῆναι ἐκ τοῦ παρόντος κανόνος, ὅτι ἀπαιτεῖσθαι τὸν εἰς κλής ρον ἢ εἰς μονὴν δεχόμενον χρήματα οὐ χρή. Εἰ δὲ ἐκεῖνος προσαγάγῃ τινά, ὡς ἀφιερῶν αὐτὰ τῷ Θεῷ, ὁ ταῦτα δεξάμενος ἀνεύθυνός ἐστι.
col. 991–992page 487 of 741
PG 137:991ἀνδρείου μέρους πρὸς τὰς κανονικὰς ἀποκα μίζονται, ἔξωθεν της πύλης ταῦτα λαμβανέτω ἡ ἡγουμένη τοῦ γυναικείου μοναστηρίου, μετά γραός τινος μοναστρίας· εἰ δὲ συμβῇ, καὶ συγ γενῆ τινα θέλει θεάσασθαι ὁ μοναχὸς, ἐπὶ παρ ουσίᾳ τῆς ἡγουμένης ταύτῃ προσομιλείτω διὰ μικρῶν καὶ βραχέων λόγων, καὶ συντόμως ἐξ αὐτῆς ἀπαναχωρείτωΒΑΛΣ. Ἐν μὲν τῷ α' κεφαλ. τοῦ ιβ' τίτλου του παρόντος συντάγματος κατεστρώθησαν διάφορα νότ μιμα χάριν τῶν μοναστηρίων· ὁ δὲ παρών κανὼν διορίζεται μὴ γίνεσθαι διπλά μοναστήρια, διὰ τὸ μὴ σκανδαλίζεσθαι ἐκ τούτου τους πολλούς. Ως δέ τινος εἰπόντος καλὸν εἶναι καὶ εὐπαράδεκτον τοῦτο, ὅταν ὑποψία τις υποτρέχῃ διὰ τὰ ἀστήρικτα πρόσ ωπα, (εἰ γὰρ ἀνύποπτοι, συγγενεῖς τυχὸν, ἀδελφεὶ ἡ ἕτεροι τοιοῦτοι, θελήσουσι μονάσαι, ἵνα τί οὐ παραχωρηθήσονται εἰς διπλοῦν κατοικεῖν μοναστήριον;) φασὶν οἱ Πατέρες ὡς οὐδὲ τηνικαῦτα τοὺς συγγενεῖς δέον ἐστὶ συνοικεῖν, ἵνα μὴ ἐκ τούτου προσκόπτωσί τινες· ἀλλ' ὁ μὲν ἀνὴρ ἀνιέτω εἰς ἀνδρῶν μοναστήριον ἰδιαίτατον· ἡ δὲ γυνὴ εἰς γυ ναικεῖον. Οὕτω γὰρ ζώντες κεχωρισμένοι, εὐαρέστως δουλεύσουσι τῷ Θεῷ. Τὰ μέντοι προγεγονότα διπλά μοναστήρια παρεκελεύσαντο πολιτεύεσθαι, κατὰ τὸν ὁρισμὸν καὶ τὴν διαταγὴν τοῦ μεγάλου Πατρὸς Βασιλείου, ήγουν μή συνδιαιτάσθαι, τουτ ἐστι μὴ συνοικεῖν ἄνδρας καὶ γυναῖκας ἐν ἑνὶ μου ναστηρίῳ· ὅτι ὑποψία ἐστὶ μοιχείας ἀπὸ τῆς συν νοικήσεως. 'Αλλά μηδὲ μοναχὸς ἐχέτω ἄδειαν μετὰ μοναχῆς κατ' ιδίαν προσομιλεῖν ἢ συνεσθίειν, ἢ ἐν γυναικείῳ μοναστηρίῳ διανυκτερεύειν· ὥσπερ οὐδὲ τὸ ἀνάπαλιν. Τὰ δὲ ἀναγκαῖα ταῖς μοναζούσαις ἀποκομίζεσθαι διὰ ἀνδρῶν, οὐχὶ ἐντὸς τοῦ μονα στηρίου, ἀλλὰ ἐκτὸς τῆς πύλης αὐτοῦ διὰ χειρὸ; ήγουμένης καὶ μοναστρίας γραός. Εἰ δήποτέ τις μου ναχὸς θελήσει θεάσασθαι μονάζουσαν συγγενή αυτ τοῦ, μὴ παραχωρείσθω κατ' ιδίαν μετ' αὐτῆς συν είρειν λόγους, ἀλλὰ κατὰ παρουσίαν τῆς ἡγουμένης καὶ ἐν συντόμῳ ἀναχωρεῖν. Τὸ ὄνομα δὲ τῆς διαί της οὐκ ἐκλαμβάνεται εἰς εὐωχίαν, κατὰ τοὺς γραμματικούς, ἀλλ᾽ εἰς κατοίκησιν· δίαιτα γὰρ παρὰ τοῖς νομικοῖς ἡ κατοικία ἐστί. Διπλᾷ δὲ μου ναστήρια εἶπόν τινες λέγεσθαι οὐ τὰ ἔχοντα ἐν Ο ταυτῷ καὶ ἄνδρας καὶ γυναῖκας, ἀλλὰ τὰ πλησίον καὶ ἡνωμένως κτισθέντα, καὶ λογιζόμενα ἓν ὡσανεί διὰ τὴν πολλὴν ἑνότητα. Ἀπὸ δὲ τοῦ κανόνος ἀναφαίνεται μὴ λέγεσθαι διὰ τοῦτο διπλά μοναστήρια, ἀλλὰ ὅτι ἐν ἑνὶ καὶ τῷ αὐτῷ μοναστηρίῳ κα ᾤχουν ποτέ, ὡς ἔοικεν, ἄνδρες καὶ γυναῖκες. Διο ρίζεται γὰρ τοὺς προσγενεῖς ἀφίστασθαι εἰς ἀνδρῷα καὶ γυναικεία μοναστήρια, ὡς οὔσης κεκωλυμένης τῆς εἰς αὐτὸ καὶ ἓν κατοικίας τούτων. Ωσαύτως παρακελεύεται μὴ διαιτᾶσθαι, τουτέστι μὴ συνοικεῖν, ἐν ἑνὶ μοναστηρίῳ ἄνδρας καὶ γυναῖκας. Ανάγνωθι καὶ τὸν ὅλον πρῶτον τίτλον τοῦ δ' βια βλίου, διδάσκοντα περὶ τοιούτων πολλῶν, διοριζόμενον μήτε μοναχὸν μήτε λαϊκὸν εἰσιέναι εἰς γυα ναικεῖον μοναστήριον χάριν οιασδήτινος αἰτίας" δίαιτα, δίαιτα
col. 993–994page 488 of 741
PG 137:993διατυποῦντα δὲ καὶ τὰ περὶ τῶν ὀφειλόντων ἱερουρ Δίαιτα γεῖν ἐν ταῖς γυναικείαις μοναῖς καὶ τὰ περὶ τῶν ἀποκρισιαρίων αὐτῶν καὶ λοιπῶν διακονητῶν. ΖΩΝΑΡ. Κωλύει ὁ κανών διπλᾶ γίνεσθαι μονα στήρια. Οὐχ ὁμοῦ δὲ διήγον τοῖς μονασταῖς αἱ μου νάζουσαι ἐν τοῖς τοιούτοις μοναστηρίοις· ἀλλ᾽ ἔγω γιστα κατώκουν ἀλλήλων· ὥστε καὶ ἄμφω ἀλλήλων ἀκούειν. Τοῦτο οὖν, ὑποκνίζον τε εἰς λογισμούς ἐμπαθεῖς, ἢ καὶ εἰς τὰ πάθη αὐτὰ, καὶ εἰς σκάν δαλον δὲ τοῖς πολλοῖς γινόμενον, ὁρῶσι σχεδόν συνοικούσας ἀνδράσι γυναῖκας, διὰ τὴν πάνυ τῶν κατοι κιῶν ἑκατέρων ἐγγύτητα, ἀποτρέπει ἡ σύνοδος για νεσθαι. Εἰ δέ τινες, φησί, μετὰ συγγενῶν προαιροῦνται ἀποτάξασθαι, οἱ μὲν ἄνδρες εἰς ἀνδρῶν ἀπερχέσθωσαν μοναστήριον, αἱ δὲ γυναῖκες εἰς γυ Ψα:κεῖον. Οὕτω γὰρ εὐαρεστεῖται ὁ Θεὸς, ἀντὶ τοῦ, οὕτως εὐαρέστως δουλεύσουσι τῷ Θεῷ, ἰδίᾳ ζῶντες, καὶ ἀπ' ἀλλήλων κεχωρισμένοι, ὥστε ἀλλήλοις μήτε εἰς παροξυσμὸν εἶναι βιοτῆς ἐμπαθοῦς, μήτε ἄλλοις εἰς σκάνδαλον. "Οσα δὲ ἤδη γεγόνασι διπλά μονα στήρια, Έστωσαν, φησὶ, καὶ οἰκονομείσθωσαν κατὰ τὴν διαταγὴν καὶ τὸν τύπον τοῦ μεγάλου Βα σιλείου, καὶ μὴ διαιτάσθωσαν ἐν ἑνὶ μοναστηρίῳ μοναχοὶ καὶ μονάστριαι. Δίαιτα δ' ἐνταῦθα οὐ τὸ συν εσθίειν ὁμοῦ καλεῖται, ἀλλ᾿ ἡ μετ᾿ ἀλλήλων συνδιαγωγῇ καὶ ἀναστροφή. Μηδ' ἐχέτωσαν πρὸς ἀλλήλους παῤῥησίαν μοναχός τε καὶ μοναχὴ, ὥστε συνιέναι ὅτε βούλοιντο, καὶ ἀλλήλοις προσομιλεῖν, μηδὲ κοιταζέσθω μοναχὸς ἐν γυναικείῳ μοναστηρίῳ, μηδὲ συνεσθιέτω καταμόνας μοναζούσῃ. Αλλὰ κἂν χορηγεῖν αὐταῖς τὰς ἀναγκαῖα μέλλοιεν ἐκ τῆς ἀνδρῴας μονῆς, μὴ εἰσίτων σαν μοναχοὶ ἐντὸς τοῦ γυναικείου μοναστηρίου· ἀλλὰ μέχρι τῆς πύλης ἐλθόντες προσμενέτωσαν ἔξω, ἡ δὲ προεστῶσα μετὰ γηραιῶν μοναζουσῶν ἐλθοῦσα πρὸς τὴν πύλην λαμβανέτω τὰ κομισθέντα. Εἰ δὲ καὶ συγγενῆ οἰκείαν ἰδεῖν ζητεῖ μοναχὸς, παρούσης τῆς ἡγουμένης θεασάσθω αὐτὴν, καὶ προσομι λείτω δι' ὀλίγων λόγων, ὥστε ταχέως ὑποχωρεῖν. ΑΡΙΣΤ. «Μή ήτω διπλα μοναστήρια, μηδὲ διαι τάσθωσαν ἐν αὐτῷ μοναχοὶ καὶ μονάστρια, μηδὲ καταμόνας ὁμιλείτωσαν· ἀλλὰ καὶ εἴ τι διακομίσει ἀνὴρ κανονικῇ, ἔξω μένων διδότω, καὶ τὴν συγγενῆ ὑπὸ παρουσίας τῆς ἡγουμένης θεάσθω. Πᾶσαν ἀσφάλειαν ἔθεντο οἱ Πατέρες, ἵνα μὴ τῇ μοναδικῇ πολιτείᾳ μῶμός τις ἐπιτρίβηται, καὶ προσέταξαν μὴ ἐν ταυτῷ συνεσθίειν μοναχοὺς καὶ μοναστρίας, μηδὲ πρὸς ἀλλήλους ὁμιλεῖν κατ' ἰδίαν ἀλλὰ κἂν συγγενή τινα θέλῃ θεάσασθαι μοναχός, παρουσίᾳ τῆς ἡγουμένης ταύτῃ προσομιλεῖν. Καὶ εἴ τι τῶν αναγκαίων τοῦ βίου ἀπὸ τοῦ ἀνδρῴου μονα στηρίου διακομίσῃ πρὸς τὰς μοναζούσας ὁ μοναχὸς, ἔξω τῆς μονῆς ἑστῶτα διδόναι τοῦτο τῇ ἡγουμένῃ. ΚΑΝΩΝ ΚΑ'. Οὐ δεῖ μοναχὸν ἢ μονάστριαν καταλιμπάνειν τὴν οἰκείαν μονὴν, καὶ εἰς ἑτέραν ἀπέρχεσθαι· εἰ δὲ συμβῆ τοῦτο, ξενοδοχεῖσθαι αὐτὸν ἀναγκαῖον,
col. 995–996page 489 of 741
PG 137:995προσλαμβάνεσθαι δὲ ἄνευ γνώμης τοῦ ἡγουμέν νου αὐτοῦ οὐ προσήκει.» ΒΑΛΣ. Μετὰ τὸ δοῦναί τινα συνθήκας καὶ ὁμολογίας εἰς Θεὸν χάριν τοῦ προσμένειν ἐν ᾗ ἀπεχάρη μονῇ, πῶς παραχωρηθήσεται τὴν οἰκείαν ἀθετῆσαι ὁμολογίαν, καὶ εἰς ἑτέραν ἀπελθεῖν μονήν; Διορίσ ζεται οὖν ὁ κανών μήτε μοναχόν μήτε μοναστριαν ἀσυντάκτως ἀναχωρεῖν ἀπὸ τῆς οἰκείας μονῆς, καὶ εἰς ἕτερον ἀπέρχεσθαι μοναστήριον χάριν τοῦ κατα ταγῆναι ἐν αὐτῷ. Εἰ δὲ πολλάκις διά μικροψυχία, γένηται τοῦτο, μὴ προσλαμβάνεσθαι αὐτὸν παρά τοῦ προεστῶτος ἄνευ εἰδήσεως τοῦ κουρεύσαντος αὐτὸν ἡγουμένου, δηλονότι χωρὶς ἀπολυτικῆς γρα φῆς αὐτοῦ· ἀλλὰ μόνον ξενοδοχείσθαι· ἵνα μὴ βια 'Ο μέντοι μέγας Βασίλειος ἐν τοῖς ἀσκητικοῖς αὐτοῦ σθῇ εἰς κοσμικὰ ἀπιέναι, καὶ διάγειν μετὰ λαϊκῶν. κεφαλαίοις διορίζεται τὸν μοναχὸν, βλαπτόμενον ψ χικῶς, ἀναχωρεῖν ἀφ' ἧς ἀπεχάρη μονῆς· καὶ τοῦτο δὲ ποιεῖν μετὰ τὸ εἰπεῖν καὶ ἅπαξ καὶ δὶς τὰ περὶ τούτου πρὸς τὸν καθηγούμενον καὶ τοὺς μοναχούς, καὶ μὴ διορθωθῆναι τὸ κακόν. Τῷ ὀνόματι δὲ τῆς ξενοδοχίας μὴ εἴπῃς ἐπὶ πολὺν καιρὸν τὸν ξενοκου ρίτην μοναχὸν διάγειν εἰς ἀλλοτρίαν μονὴν, τοῦτο γὰρ καὶ περιγραφὴ τοῦ κανόνος ἐστίν· ἀλλ᾽ ἐφ' ἡμέ ραις μετρίαις. Μὴ θαυμάσῃς δὲ πῶς οὐ κολάζεται παρὰ τοῦ κανόνος ὁ παραβάτης τούτου. Ανάγνωσιν καὶ τὸν π' κανόνα τῆς ἐν Καρθαγένῃ συνόδου, καὶ μάθῃς ὅπως οἱ ξενοκουρίται κολάζονται, καὶ οἱ τού τους δεχόμενοι. ΖΩΝΑΡ. Τοὺς μοναχούς, ἔνθα ἀπετάξαντο τῷ κόσμῳ, συνετάξαντο δὲ τῇ μοναχική πολιτεία, προσ μένειν προσήκει, καὶ μὴ ἐκεῖθεν ἀναχωρεῖν. Εἰ δέ τις ἀναχωρήσῃ, καὶ εἰς ἑτέραν ἀπέλθῃ μονὴν, ξενοδοχεῖσθαι μὲν τοῦτον ἀναγκαῖον, ἵνα μὴ βιασθῇ εἰς κοσμικοὺς ἀπιέναι, καὶ συνδιάγειν τοῖς ζῶσιν ἀδια φόρως προσλαμβάνεσθαι δὲ αὐτὸν καὶ κατατάττειν τῇ ἀδελφότητι οὐ δεῖ, εἰ μὴ ὁ ἡγούμενος ἐπιτρέψη τῆς μονῆς, ἀφ' ἧς ἐξῆλθεν. Ὁ μὲν οὖν κανὼν οὗτος ἀδιάστικτον ἔχει τὴν κώλυσιν τῆς ἀναχωρήσεως· ὁ δὲ μέγας Βασίλειος ἐν τοῖς ἀσκητικοῖς αὐτοῦ περα λαίοις διαστίζει περὶ τῆς τῶν μοναχῶν ἀναχωρήσεως, καὶ οὐκ ἄλλως αὐτοῖς ἀναχωρεῖν δίδωσιν, εἰ μὴ ψυχικῶς βλάπτοιντο· καὶ τότε δὲ τὴν αἰτίαν τῆς βλά ης ἐπαγγέλλειν τῷ ἡγουμένῳ, καὶ εἰ μὲν θεραπεύοιτο τὸ αἴτιον αὖθις, διάγειν βούλεται ἕκαστον ἐν τῇ οἰκείᾳ μονῇ· εἰ δὲ ἀθεράπευτον ᾗ τὸ κακὸν, λέγειν τοῦτο ἐπὶ τῆς ἀδελφότητος. ΑΡΙΣΤ. 4 Μοναχὸν ἢ μονάστριαν μὴ ἐξέστω κατα λιμπάνειν τὴν οἰκείαν μονὴν, καὶ ἑτέρᾳ προσιέ ε ναι· εἰ δ᾽ ἀφίκοιτο, ξενοδοχείσθω· μή μέντοι ι προσδεχέσθω, καὶ ξενοδοχείσθω παρὰ γνώμην τοῦ ἡγουμένου.» Τὸ μὲν ὑποδέχεσθαι καὶ ξενοδοχεῖσθαι μοναχὸν ἢ μοναχὴν ἐν ἑτέρᾳ μονῇ ἀπιοῦσαν ὁ παρὼν κανών οὐκ ἐπιτρέπει, ἵνα μὴ διὰ ἀνάγκην εἰς κοσμικούς ἀπέλθοι ἢ μείνῃ· τὸ δὲ προσλαβεῖν καὶ προσδέξασθαι
col. 997–998page 490 of 741
PG 137:997αὐτὴν, καὶ συντάξαι τῇ ἀδελφότητι παρὰ γνώμην τῆς ἡγουμένης, οὐκ ἐπιτρέπει. ΚΑΝΩΝ ΚΒ'. Θεῷ μὲν τὸ πᾶν ἀνατίθεσθαι, καὶ οὐ τοῖς ἰδίοις θελήμασι δουλοῦσθαι, μέγα χρῆμα τυγχάνει" Εἴτε γὰρ ἐσθίετε, εἴτε πίνετε, ὁ θεῖος ᾿Από στολός φησι, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Χριστὸς δὲ ὁ Θεὸς ἡμῶν ἐν τοῖς Εὐαγγελίοις αὐτοῦ τὰς ἀρχὰς τῶν ἁμαρτημάτων εκκόπτειν προστέταχεν. Οὐ γὰρ ἡ μοιχεία μόνον παρ' αὐτ τοῦ κολάζεται, ἀλλὰ καὶ ἡ κίνησις τοῦ λογισμοῦ 4 πρὸς τὴν τῆς μοιχείας ἐγχείρησιν κατακέκρι «ται, λέγοντος αὐτοῦ· ῾Ο ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ· ἔνθεν οὖν μαθη τευθέντες, λογισμοὺς ὀφείλομεν καθαίρειν. Εἰ γὰρ καὶ πάντα ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει, ὡς ἐξ ἀποστολικῆς φωνῆς διδασκόμεθα. Επάναγκες οὖν ἐστι παντὶ ἀνδρὶ διὰ τὸ ζῆν ἐσθίειν. Καὶ οἷς μὲν βίος ἐστὶ γάμου καὶ τέκνων καὶ λαϊκῆς διαθέσεως, ἀναμὶξ ἐσθίειν ἄνδρας καὶ γυναῖκας τῶν ἀδιαβλήτων ἐστὶ, μόνον τῷ διδόντι τροφὴν τὴν εὐχαριστίαν προσάγοντας, μὴ μετά τινων θυμελικῶν ἐπιτηδευμάτων, εἴτουν σατανικῶν ᾀσμάτων, κιθαρῶν τε καὶ πορνικῶν λυγισμάτων, οἷς ἐπέρχεται προφητικὴ ἀρά, οὔ τως ἡ λέγουσα· Οὐαὶ οἱ μετὰ κιθάρας καὶ ψαλτηρίου τὸν οἶνον πίνοντες, τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσι, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσι. Καὶ εἴ πού ποτε εἶεν τοιοῦτοι ἐν τοῖς Χριστιανοῖς, διορθούσθωσαν· εἰ δὲ μή γε, κρατείτωσαν ἐπ' αὐτοῖς τὰ παρὰ τῶν πρὸ ἡμῶν κανονικῶς ἐκτεθέντα. Οἷς δὲ ὁ βίος ἐστὶν ἡσύχιος καὶ μονότροπος, ὁ συν ταξάμενος Κυρίῳ τῷ Θεῷ ζυγὸν μονήρη ἆραι, ε καθίσεται κατά μόνας καὶ σιωπήσῃ· ἀλλὰ μὴν καὶ τοῖς ἱερατικὸν ἐκλεξαμένοις βίον οὐδ᾽ ὅλως Εξεστι κατ' ἰδίαν γυναιξὶ συνεσθίειν, εἰ μή που μετά τινων θεοφόρων καὶ εὐλαβῶν ἀνδρῶν καὶ γυναικῶν, ἵνα καὶ αὐτὴ ἡ συνεστίασις πρὸς κατο όρθωσιν πνευματικὴν ἀπάγῃ. Καὶ ἐπὶ συγ γενῶν δὲ τὸ αὐτὸ ποιείτω. Εἰ δὲ καὶ αὖθις ἐν ὁδοιπορίᾳ συμβῇ τὰ τῆς ἀναγκαίας χρείας μὴ ἐπιφέρεσθαι μοναχὴν ἢ ἱερατικὸν ἄνδρα, καὶ διὰ τὸ ἀναγκαῖον καταλῦσαι βούλεται εἴτε ἐν πανδοχείῳ εἴτε ἐν οἴκῳ τινὸς, ἄδειαν ἔχειν αὐτ «τὸν τοῦτο ποιεῖν, ὡς τῆς χρείας κατεπειγούσης. ΒΑΛΣ. Ο παρών κανὼν κωλύει τοὺς λαϊκοὺς μετὰ θυμελικῶν παιγνίων καὶ ὀρχήσεων ἐσθίειν, καὶ παρεγγυάται τοῖς τοιοῦτόν τι ποιοῦσι Χριστιανοῖς διορθοῦσθαι· εἰ δὲ μή, κρατεῖν ἐπ' αὐτοῖς τὰ παρὰ τῶν κανόνων προορισθέντα. Τους μέντοι μοναχούς καὶ τοὺς ἱερωμένους παρακελεύεται μὴ συνεσθίειν μετὰ γυναικῶν κατ' ἰδίαν, κἂν τῇ ἀληθείᾳ ὦσι προσ γενεῖς αὐτῶν· ἀλλ᾽ ἐν φωτὶ καὶ μετὰ εὐλαβῶν τι νων, διὰ τὸ μήτε αὐτοὺς ὑπὸ λογισμῶν ἐναντίων κατατείεσθαι, μήτε ἄλλους σκανδαλίζειν. Ἐν όδοι το
col. 999–1000page 491 of 741
PG 137:999πορίᾳ δὲ ἢ ἐν ἑτέρᾳ ἀναγκαία διακονία ἀποδημούντα καθα! ρειν, τινα ἐκ τούτων, καὶ τὰ πρὸς ζωὴν ἐπιτήδεια μὴ ἔχοντα, διωρίσατο ἀποκριματίστως καταλύειν ἐν ξενοδοχείῳ ἢ ἐν ἀλλοτρίῳ οἴκῳ, διὰ τὸ κατεπείγον τῆς σωματικῆς τροφῆς καὶ ἀναπαύσεως. Καὶ ὁ μὲν σκοπὸς τοῦ κανόνος οὗτος. Τὸ προοίμιον δὲ αὐτοῦ ἐστιν ἀπὸ τῆς πρὸς Κορινθίους πρώτης Επιστολῆς τοῦ μεγάλου ἀποστόλου Παύλου, οὕτω λεγούσης ἐν μέρει· Εἴτε ἐσθίετε, εἴτε πίνετε, πάντα εἰς δό ξαν Θεοῦ ποιεῖτε· τὸ δὲ, Οφείλομεν καθαίρειν λογισμούς, ἀπὸ τῆς πρὸς Κορινθίους δευτέρας Επι στολῆς τὸ, Πάντα ἔξεστιν, ἀλλ' οὐ πάντα συμ φέρει, ἀπὸ τῆς πρὸς Κορινθίους πρώτης Επιστολής καὶ τὸ, Οὐαὶ οἱ μετὰ κιθάρας καὶ ψαλτηρίου τὸν οἶνον πίνοντες, καὶ τὰ ἑξῆς, ἐκ τῆς τοῦ 'Ησαΐου προφητείας. Κανονικὰς δὲ παραδόσεις οἱ Πατέρες φασὶ τὸν μὲν καὶ μγ' τῶν ἁγίων ἀποστόλων, τὸν τῆς ἐν Καρθαγένῃ συνίδου καὶ τὸν ξῶν τῆς ἐν τῷ Τρούλλω. ΖΩΝΑΡ. Ο παρών κανών κωλύει μοναχοὺς καὶ ἱερωμένους κατ' ιδίαν συνεσθίειν γυναιξί. Προοιμά ζεται δὲ, καί φησιν ὅτι πάντα χρὴ τῷ Θεῷ ἀνατίθεσθαι, καὶ χρῆσιν ἐκ τοῦ ᾿Αποστόλου παράγει, λέο γοντος, Εἴτε ἐσθίετε, εἴτε πίνετε, πάντα εἰς δό ξαν Θεοῦ ποιεῖτε. Εἶτα μεταχειρίζεται τὸν λόγον, φάσκων ὅτι ὁ Χριστὸς τὰς ἀρχὰς τῶν ἁμαρτημάτων περιαιρεῖν τοὺς πιστοὺς κελεύει. Ἐν γὰρ τῷ λέ γειν, ῾Ο ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐ τοῦ, οὐ τὴν μοιχείαν κολάζει μόνον, ἀλλὰ καὶ αὐτὴν τὴν τοῦ πάθους ἀρχήν. Οταν γάρ τις περιέργως ἴδῃ, δεξάμενος τὴν τοῦ πάθους ἀρχὴν, τὴν ἐπιθυμίαν δηλαδή, τότε αὐτῷ ὁ λογισμὸς κινεῖται πρὸς τὸ ἁμάρ τημα. Ενθεν, φησί, λογισμοὺς ὀφείλομεν καθαιρεῖν (καὶ τοῦτο δὲ ἀποστολικὸν), τουτέστι, διὰ τοῦτο χρεω στοῦμεν καταβάλλειν τους λογισμούς, καὶ μὴ ἐᾷν πιο τοὺς ἐπαίρεσθαι καὶ κατεξανίστασθαι ἡμῶν ἢ καθαίρειν (γράφεται γὰρ καὶ οὕτως), ἀντὶ τοῦ, μὴ ἐᾷν μολύ νεσθαι τὸν λογισμὸν δι᾿ ἐνθυμήσεων πονηρῶν, ἀλλ' αποπέμπεσθαι ταύτας· ἢ καὶ διὰ τῆς παραδοχῆς τῶν ὑπόπτων διαλογισμῶν μολυνθέντα καθαίρειν αὐτὸν, ἐκπλύνειν τοῦ μολυσμοῦ διὰ μετανοίας, καὶ μὴ ἐν περαιτέρω χωρῆσαι. Εἰ γὰρ καὶ πάντα μοι ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει. Ταῦτα δὲ τοῦ μεγάλου Παύλου τὰ ῥήματα. Εξεστιν οὖν, φησὶ, τὸ ἐσθίειν διὰ τὸ ζῇν. Καὶ οἱ μὲν κατὰ κόσμον βιοῦντες, καὶ γυναιξί συζῶντες καὶ τέκνοις, οὐ κωλύονται γυναιξί συνεσθίειν, οὐδὲ διαβολῆς αὐτοῖς αἴτιον τοῦτο, εἰ μετ' εὐχαριστίας τῆς πρὸς Θεὸν γίνοιτο, καὶ οὐ μετ σολαβοῦσιν ἐν ταῖς τραπέζαις αὐτῶν θυμελικὰ ἐπι τηδεύματα, ήγουν σατανικά ᾄσματα. Τί δὲ ταῦτά εἰσι; Κιθάραι και λυγίσματα πορνικά. Διὰ δὲ τῶν λυγισμάτων ἢ τὰς ἀσέμνους ορχήσεις ᾐνίξατο, ἢ τὰ ἐν ταῖς ᾠδαῖς λυγίσματα τῶν φωνῶν. Οἷς ἐπέρχεται φησί, προφητικὴ ἀρά, τὸ, Οὐαὶ οἱ μετὰ κιθάρας καὶ ψαλτηρίου οἶνον πίνοντες, καὶ τὰ ἑξῆς. Εἰοὖν εἰσι τοιοῦτοί τινες ἐν Χριστιανοῖς, διορθούσθωσαν· εἰ δὲ μή, οι παλαιοί κανόνες κρατείτωσαν ἐπ' αὐτοῖς. Καὶ ταῦτα μὲν περὶ λαϊκῶν ὁ κανὼν διετάξατο. Οἷς δὲ,
col. 1001–1002page 492 of 741
PG 137:1001φησὶν, ὁ βίο; ἡσύχιος καὶ μονότροπος, ἀλλὰ μὴν καὶ ἡ; τοῖς ἱερατικοῖς οὐκ ἔξεστι κατ' ιδίαν γυναιξὶ συν εσθίειν. Εἰ δέ ποτε τοῦτο γίνεσθαι δεήσει, συμπαρόντων αὐτοῖς τιμίων ἀνδρῶν τε καὶ γυναικῶν συν εστιαθήσονται γυναιξίν, ἵνα καὶ ἡ συνεστίασις πρὸς κατόρθωσιν πνευματικὴν ἀπάγῃ κατορθοῖ γὰρ ὁ οὕτως ἀνυπόπτως συνεσθίων γυναιξὶ τὸ δοξάζεσθαι τὸν Θεόν. Οἱ γὰρ ὁρῶντες αὐτῶν ἔξω πάσης διατηροῦντα ἑαυτὸν ἀποψίας, δοξάζουσι τὸν Θεὸν, κατὰ τὸν εὐαγ γελικὸν λόγον τὸν λέγοντα· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, όπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καὶ οὐ μόνον ἀλλοτρίαις γυναιξί συνεσθίειν ὁ μοναχὸς ἢ ὁ ἱερωμένος ἐπὶ παρουσίᾳ τινῶν εὐλαβῶν ἀπαιτεῖται, ἀλλὰ καὶ ὅτε συγγενέσι γυναιξί συνεσθίει. Ἐν δὲ ὁδοιπορίαις Ιερωμένος ή μοναχός, εἰ μὴ ἔχοι ὅπου ἀναπαύσεται, άδεια έσται αὐτῷ καὶ ἐν πανδοχείῳ καὶ ἐν οἴκῳ τινὸς καταλύσαι 330 χρείας κατεπειγούσης· πλὴν κἀκεῖ μετ᾿ εὐλαβείας βούλεται ὁ κανὼν καὶ σωφρόνως αὐτοὺς τὴν διαγω- ". γὴν ποιεῖσθαι. ΑΡΙΣΤ. «Λαϊκοὺς μὲν ἄνδρας συνεσθίειν γυναιξὶν ἀδιάβλητον μονοτρόποις δὲ οὐκ ἔξεστι κατ' ιδίαν γυναιξὶ συνεσθίειν, εἰ μὴ που μετὰ θεοφόβων καὶ εὐλαβῶν ἀνδρῶν τε καὶ γυναικῶν. Ἐν ὁδῷ δὲ μοναχὸς ἢ ἱερατικὸς ἀνὴρ, μὴ ἐπιφερόμενος «τὰ ἀναγκαῖα, ἐν πανδοχείῳ καταλύσουσι. ο Τὸ μὲν μετ' εὐχαριστίας καὶ φόβου Θεοῦ, μὴ διά τινων θυμελικῶν καὶ σατανικῶν ᾀσμάτων, λαϊκούς ἄνδρας γυναιξὶ συνεσθίειν τῶν ἀδιαβλήτων ἐστί· τοῖς καὶ βίον ἡσύχιον ἔχουσι, καὶ μονοτρόπως, ώς συνταξαμένοις Θεῷ καὶ καταμόνας καθίσαι, καὶ σιω πῆσαι, κατ' ἰδίαν ὅλως οὐκ ἔξεστι γυναιξὶ συνεσθίειν, εἰ μή που μετά τινων θεοφόβων ἀνδρῶν τε καὶ γυ ναικῶν συνεστιαθῆναι θελήσουσιν· ἵνα καὶ αὐτὴ ἡ συνεστίασις πρὸς κατόρθωσιν πνευματικήν γένηται. Ἐν ὁδῷ δὲ, εἰ τὰ ἀναγκαῖα οὐκ ἐπιφέρονται, ἄδεια δίδοται καὶ μοναχῷ καὶ ἱερατικῷ ἀνδρὶ ἐν πανδοχείῳ εἴτε καὶ ἐν οἴκῳ καταλύειν διὰ τὴν κατεπείγουσαν χρείαν.

Canons of the First and Second Council of ConstantinopleCanones Concilli primi et secundi Cpolitani

col. 1003–1004page 493 of 741
PG 137:1003ΚΑΝΟΝΕΣ ΕΚΤΕΘΕΝΤΕΣ ΠΑΡΑ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΜΕΓΑΛΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΠΡΩΤΗΣ ΚΑΙ ΔΕΥΤΕΡΑΣ ΣΥΝΟΔΟΥ, ΤΗΣ ΣΥΣΤΑΣΗΣ ΕΝ ΤΩ ΠΑΝΣΕΠΤΟ ΝΑΟ ΤΩΝ ΑΓΙΩΝ ΚΑΙ ΠΑΝΕΥΦΗΜΩΝ ΑΠΟΣΤΟΛΩΝ. ΒΛΑΣ. Τινὲς τὴν ἐπιγραφὴν ἀναγινώσκοντες ἀποροῦσε πῶς μία οὖσα αὕτη ἡ σύνοδος, πρώτη καὶ δευτέρα λέγεται. Λύσις. Ἐπὶ τῶν ἡμερῶν τοῦ ἁγιωτάτου ἐκείνου πατριάρχου κυροῦ Φωτίου, τοῦ τὸ νομοκάνονον συνθεμένου, συνεκροτήθη κατὰ τοῦ μακαριωτάτου πατριάρχου Ιγνατίου οικουμενική σύνοδος. Λαληθεισῶν δὲ καὶ δογματικῶν ὑποθέσεων καὶ ἀλλοίων ἐκκλησιαστικών, γέγονε διάστασις καὶ μερισμὸς τῆς συνόδου, ὡς τῶν ἑτεροδόξων μὴ ἀνα εχομένων διὰ τὴν ἦταν ὁμογνωμονῆσαι τοῖς ὀρθοδόξοις. Διά τοι τοῦτο καὶ ἐδέησε τοῖς θείοις Πατράκ γενέσθαι καὶ δευτέραν συνέλευσιν, καὶ γραφῆναι τὰ προλαληθέντα καὶ κυρωθέντα. Ἀνομάσθη οὖν ἐνα τεῦθεν ἡ τοιαύτη σύνοδος πρώτη καὶ δευτέρα, καὶ οἱ ὑποτεταγμένοι κανόνες εξετέθησαν. ΖΩΝΑΡ. Η σύνοδος αὕτη ἐπιγέγραπται σὕτως· Ἡ ἁγία καὶ μεγάλη πρώτη καὶ δευτέρα σύνοδος ή ἐν Κωνσταντινουπόλει συστᾶσα ἐν τῷ πανσέπτῳ ναῷ τῶν Ἁγίων καὶ πανευφήμων Αποστόλων. Απορεῖν τοίνυν ποιεῖ τοὺς τὴν ἐπιγραφὴν ἀναγινώσκοντας ταύτην, πῶς μία οὖσα, πρώτη καὶ δευτέρα καλε!. ται. Λέγεται τοίνυν σύνοδον ἐν τῷ ῥηθέντι ναῷ τῶν Αγίων Αποστόλων συγκροτηθῆναι, καὶ διαλεχθῆναι τοὺς ὀρθοδόξους τοῖς ἑτεροδόξοις, καὶ δόξαι τοὺς ὀρθοδόξους ἐπικρατεστέρους, μέλλειν τε γραφή παραδοθῆναι τὰ λαληθέντα· τοὺς δὲ αἱρετικοὺς μὴ ἀνασχέσθαι γραφῆναι τὰ δόξαντα, ἵνα μὴ φανεῖεν ἡττηθέντες, καὶ ἐκκηρυχθῶσι τῆς τῶν πιστῶν ὁμηγύρεως, καὶ στασιάσαι διὰ τοῦτο, καὶ ἐς τοσοῦτον τήν στάσιν αὐτοῖς προελθεῖν, ὡς καὶ μέχρι ξιφουλκίας καὶ φόνων χωρῆσαι, καὶ οὕτω διαλυθῆναι τὴν πρώτην ἐκείνην συνέλευσιν, μή σχοῦσαν δῆλόν τι ἀποτέλεσμα. Εἶτ᾽ αὖθις παραῤῥυέντος καιροῦ δευτ τέραν ἐν τῷ αὐτῷ ναῷ γενέσθαι συνέλευσιν, καὶ πάλιν περὶ τῶν αὐτῶν γενέσθαι διάλογον, καὶ τότε συγγραφῆναι τὰ λαληθέντα περὶ δογμάτων. Καὶ διὰ τοῦτό φασιν αὐτὴν, μίαν οὖσαν κυρίως, πρώτην και δευτέραν ὀνομασθῆναι, ὡς δὶς γεγονυίας τῆς συνελεύσεως τῶν Πατέρων· ἐν δὲ τῇ δευτέρα, συγγραφέντων
col. 1005–1006page 494 of 741
PG 137:1005τῶν λαληθέντων καὶ συνδοξάντων, ὅτε καὶ τεταγμένοι κανόνες ἐξεφωνήθησαν. οἱ ὑπο ΚΑΝΩΝ Α'. Πράγμα σεμνὸν οὕτω καὶ τίμιον, καὶ τοῖς μακαρίοις καὶ ὁσίοις Πατράσιν ἡμῶν πάλαι καλῶς ἐπινοηθὲν, ἡ τῶν μοναστηρίων οἰκοδομή, κακῶς ὁρᾶται πρατ τόμενον σήμερον. Τινὲς γὰρ ὄνομα μοναστηρίου ταῖς οἰκείαις περιουσίαις καὶ ὑπάρξεσι περιθέμενοι, καὶ Θεῷ καθαγιάζειν ταύτας ἐπαγγελλόμενοι, κυρίους τε τῶν ἀφιερωθέντων ἑαυτοὺς ἀναγράφουσι, καὶ μόνῃ τῇ προσηγορίᾳ τὸ θεῖον ἀφοσιοῦν ἐκμηχανάσθαι διεγνώκασι. Τὴν αὐτὴν «γὰρ ἐξουσίαν καὶ μετὰ τὴν ἀφιέρωσιν οὐκ ἐρυθριῶσι σφετερίζεσθαι, ήνπερ ἔχειν οὐκ ἐκωλύοντο πρότερον· καὶ τοσαύτη καπηλεία προσετρίβη τῷ πράγματι, ὥστε πολλὰ τῶν ἀφιερωθέντων παρ' αὐτῶν γε τῶν ἀφιερωσάν < των ὁρᾶσθαι πιπρασκόμενα, θάμβος καὶ μέσος τ τοῖς ὁρῶσι παρεχόμενα· καὶ οὐ μόνον οὐκ ἔστιν αὐτοῖς μεταμέλεια, ἐφ' οἷς τῶν ἅπαξ ἀνατεθειμένων Θεῷ τὴν ἐξουσίαν ἑαυτοῖς ἐπιτρέπουσιν, ἀλλὰ καὶ ἑτέροις ταύτην ἀδεῶς παραπέμπουσιν. Ώρισεν οὖν διὰ ταῦτα ἡ ἁγία σύνοδος μηδενὶ ἐξεῖναι μοναστήριον οἰκοδομεῖν ἄνευ τῆς τοῦ ἐπισκόπου γνώμης καὶ βουλῆς. Ἐκείνου δὲ συνειδότος καὶ ἐπιτρέποντος, καὶ τὴν ὀφειλομένην ἐπιτελοῦντο; εὐχὴν, ὡς τοῖς πάλαι 030 φιλῶς νενομοθέτηται, οἰκοδομεῖσθαι μὲν τὸ μοναστήριον πάντα δὲ νὰ ἐν αὐτῷ προσήκοντα σὺν αὐτῷ ἐκείνῳ βρεβίῳ ἐγκαταγράφεσθαι, «καὶ τοῖς ἐπισκοπικοῖς ἀρχείοις εναποτίθεσθαι, μηδαμῶς ἄδειαν ἔχοντος τοῦ ἀφιεροῦντος, παρὰ γνώμην τοῦ ἐπισκόπου ἑων τὸν ἡγούμενον ἢ ἀνθ' ἑαυτοῦ ἕτερον καθιστάν. Εἰ γὰρ ἅπερ τις ἀνθρώπῳ χαρίζεται, τούτων οὐκέτι κύριος είναι δύναται, πως ἅπερ τις Θεῷ καθαγιάζει καὶ ἀνατίθησι τούτων υφαρπάζειν τὴν κυριότητα παραχωρηθήσεταιΒΑΛΣ. Ἐν τῷ ζ' κανόνι τῆς η' συνόδου ἐγρά ή μεν διαφορά τινα περὶ τοῦ πῶς ὀφείλουσι γίνεσθαι τὰ μοναστήρια· καὶ ἀνάγνωθι ταῦτα. Ο δὲ παρὼν κανών φησιν ὡς, ἐπεί τινες ὀνόματι μόνῳ μοναστηρίου τὸν Θεὸν δεξιοῦνται, τοῖς πράγμασι δὲ καὶ τῇ ἀληθείᾳ θέλουσε πάλιν κατεξουσιάζειν τῶν ἀφιερωθέντων αὐτῷ, ἐκποιούμενοι ταῦτα καθώς ἂν θελή σουσιν, οὐκ ὀφείλει ἀνεγείρεσθαι μοναστήριον ἄνευ εἰδήσεως τοῦ ἐγχωρίου ἐπισκόπου. Οὗτος γὰρ μετά τὸ ποιῆσαι τὴν ὀφειλομένην εὐχὴν τῷ θεμελίῳ ἤγουν τὸ σταυροπήγιον, ἐπιτρέψει μὲν τὴν οἰκοδομὴν, ἐγκαταγράψεται δὲ καὶ ἐν βρεβίῳ τὰ πρὸς οικονομίαν τῆς μονῆς καὶ αὐτάρκειαν τῶν μοναχῶν μέλλοντα δοθῆναι παρὰ τοῦ δομήτορος καὶ αὐτὸ τὸ Εὐχὴν τῷ θεμελίω. εὐχὴν ἐπὶ τῷ θεμελίῳ,
col. 1007–1008page 495 of 741
PG 137:1007μοναστήριον, ἐφ᾽ ᾧ ἀποκεῖσθαι τὸ βρεβίον ἐν τῇ ἐπισκοπῇ, καὶ ἀπαλλοτριων ῆναι τὸν προσάγοντα ἐκ τῆς τῶν ἀφιερωθέντων τῷ Θεῷ κυριότητος. Προσ τίθησι δὲ ὡς τοσοῦτον ὀφείλει ἀπέχειν ὁ προσαγαγών ἐκ τῆς δεσποτείας τῶν προσαχθέντων τῷ Θεῷ, ὡς μηδὲ ἡγουμενεύειν παρὰ γνώμην τοῦ ἐπισκόπου ἐν τῷ μοναστηρίῳ, ἀλλ᾽ οὐδὲ ἕτερον καθισταν ἡγού μενον. Εἰ γάρ, φησί, τὰ τοῖς ἀνθρώποις δωρούμενα, οὐκέτι ἀφελέσθαι ὁ δωρησάμενος δύναται, πῶς τὰ τῷ Θεῷ ἀνατεθειμένα ὑφαρπάσει, καὶ αὖθις ὑφ᾽ ἑαυτὸν ποιήσεται; Ηρώτησεν οὖν τις, πῶς παρά τὴν τούτου περίληψιν οἱ τῶν μοναστηριων δομή το ρες τυπικά τε εκτιθέασι, καὶ οὐ μόνον ἡγουμένους, ἀλλὰ καὶ ἐφόρους ἐν αὐτοῖς καθιστῶσι, καὶ ἔστινὅτε ὑποτυποῦσι σὺν ἑτέροις ἀκανονίστως τισὶ καὶ τὸ μὴ ἔχειν πάροδον ἐν αὐτῇ τὸν κατὰ χώραν ἐπίσκοπον; Καὶ τινὲς μὲν εἶπον πάντα τὰ τυπικά, καν ὅπως ἔχωσι περιλήψεως· εἶναι ἀνίσχυρα· καὶ τὸ ἅπαξ ἀνατεθὲν τῷ Θεῷ, τελεῖν ἀπολυπραγμονήτω; ὑπὸ τὰ ἐπισκοπικὰ δίκαια, κατὰ τὴν τοῦ παρόντος κανόνος περίληψιν· ἕτεροι δὲ εἶπον ὀφείλειν κραττεῖν αὐτὰ, ὅτε τοῖς νόμοις καὶ τοῖς κανόσι ἀκολούθως γεγράφαται. "Αλλοι δὲ ἤθελον τότε ταῦτα ἔχειν τὸ ενεργόν, ὅτε σὺν τῷ κανονικῶς τε καὶ νομίμως ἐκτεθῆναι, καὶ παρὰ χειρὸς βασιλικῆς ἐπικυρωθώ σιν. Ἐμοὶ δὲ δοκεῖ, ὡς ἐπεὶ τὸ ζ' κεφάλαιον τοῦ α' τίτλου τοῦ εἰ βιβλίου τῶν Βασιλικῶν φησιν, Ο συστησάμενος δωρεατικὸν ἐπὶ τῷ εὐκτήριον οἶκον κτισθῆναι, ἢ ξενώνα ἢ νοσοκομεῖον ἀπαιτείσθω καὶ αὐτὸς καὶ οἱ κληρονόμοι αὐτοῦ παρὰ τῶν ἐπισκόπων καὶ οἰκονόμων τὰ ὑποσχεθέντα διοικούμενα μέντοι κατὰ τὸ δοκοῦν αὐτῷ, ἐπ' ἀ δεία; ἔχουσιν οἱ δομήτορες τούτων τυπικὰ ἐκτίθεσθαι· πλὴν ἀπὸ τοῦ λέγειν τὸν νόμον διοικεῖσθαι τοὺς εὐαγεῖς οἴκους κατὰ τὸ δοκοῦν τῷ κτήτορι, οὐκ ἐφεῖται αὐτῷ ἀκανόνιστά τινα καὶ παράνομα δια τάττεσθαι. Φησὶ γὰρ τὸ λθ' κεφάλ. του α' τίτλου τοῦ γ' βιβλίου τῶν Βασιλικῶν τοὺς παρὰ τῶν κτη τόρων ἐπιλεγέντας εἰς τόπον κληρικῶν, ἀναξίους εὑρισκομένους, ἐκβάλλεσθαι καὶ ἑτέρους παρὰ τῶν "Η ξενώνα. Ξενών ξενοδό χιον, Τὰς δὲ Χριστιανῶν εὐποίας ὁ ἄχρεστος καὶ παραβάτης μιμούμενος, ξένοις τε καὶ πτωχοῖς τὰ πρὸς τὴν χρείαν χορηγεῖσθαι ἐκέλευσεν, Τίνα δὲ ἀδικοῦμεν, καταγώγια τοῖς ξένοις οἰκοδομούντες, τοῖς κατὰ πάροιον ἐπιφοιτώσι; Η νοσοκομείον. νοσοκομεῖον Τίνα δὲ ἀδικοῦμεν, καταγώγια τοῖς ξένοις οἰκοδομούντες, τοῖς κατὰ πάροδον ἐπιφοιτῶσι, καὶ τοῖς θεραπείας τινὸς διὰ τὴν ἀσθέ νειαν δεομένοις; Καὶ τὴν ἀνάγκην τούτοις παραμι θίαν ἐγκαθιστώντες, τοὺς νοσοκομοῦντας, τοὺς ἱατρεύοντας, τὰ νωτοφόρα, τοὺς παραπέμποντας. μετέβαλε δὲ εἰς νοσοκομεῖον καὶ τοὺς βασιλικούς δόμους.
col. 1009–1010page 496 of 741
PG 137:1009ἐπισκόπων χειροτονεῖσθαι. Καὶ τὸ ς' κεφ. τοῦ γ' τίτλου τοῦ εʹ βιβλίου διορίζεται περὶ τὸ τέλος ταῦτα ῥητῶς· Τῶν κατὰ τόπον ἐπισκόπων ἐποπτευόντων, εἰ καλῶς ἡ διοίκησις προβαίνει· καὶ εἰ εὖ ρωσι μὴ χρησίμους ὄντας τοὺς διοικητάς, ἄδειαν ἐχόντων ἄνευ ζημίας ἄλλους ἀντὶ τούτων ἐπιτηδείου; ποιεῖν. Ωστε κἂν ὅπως ἐπιστηριχθῶσι τὰ παρανόμως ἢ ἀκανονίστως τοῖς τυπικοῖς περιεχόμενα, οὐ κρατήσουσιν. Ετι ἐρωτήσει τις, εἰ ἄρα ἀπὸ τοῦ διορίζεσθαι τὸν κανόνα ἔχεῖν τὸν ἐπίσκοπον τοιαῦτα δίκαια ἐν τῷ κτισθέντι παρά τινος μονα στηρίῳ εἰς τὴν ἐνορίαν αὐτοῦ, καὶ ἀποκεῖσθαι ἐν τοῖς ἀρχείοις τῆς ἐπισκοπῆς τὸ βρέβιον τούτου, έχε χωρεῖται αὐτῷ παραπέμπειν τοῦτο ἔνθα βούλεται, καὶ ἁπλῶς κυριαρχικὸν δίκαιον ἔχειν ἐπ' αὐτῷ. Νο μίζω οὖν ὡς ἐκ τοῦ κανόνος τούτου οὐκ ἐνεδόθη τῷ ἐπισκόπῳ κατεξουσιάζειν τοῦ μοναστηρίου, ὡς δε σποτικῶς διαφέροντος τῇ ἐκκλησίᾳ αὐτοῦ· ἀλλ' ἔχειν μόνα δίκαια ἐπισκοπικὰ ἐπ' αὐτῷ. Εἰσὶ δὲ ταῦτα, ἀνάκρισις τῶν ψυχικῶν σφαλμάτων, ἐπιτήρησις των διοικούντων αὐτό, ἀναφορὰ τοῦ ὀνόματος τούτου, καὶ σφραγὶς τοῦ ἡγουμένου. Συντηρηθήσεται οὖν ἡ μονὴ ἐλευθέρα καὶ καθ᾿ ἑαυτὴν διεξαγομένη, ἀνεκ ποίητος καὶ ἀδώρητος. Ὁ δὲ κατὰ χώραν ἀρχιερεὺς ἕξει ἐπ' αὐτῇ μόνα τὰ ῥηθέντα ἐπισκοπικὰ δίκαια. Καὶ ἀπὸ μὲν τοῦ παρόντος κανόνος καὶ ἐξ ἑτέ ων διαφόρων νόμων καὶ κανόνων ἐξεχωρήθη παρὰ τοῦ βουλομένου ἀνεγείρεσθαι μοναστήριον ἐκ καινής, κατὰ τὴν παροῦσαν θεσμοθεσίαν· ἡ δὲ Νεαρὰ τοῦ βασιλέως κυροῦ Νικηφόρου τοῦ Φωκά διορίζεται μὴ κατασκευάζεσθαι νεωστὶ μοναστήρια, ἢ ξε νῶνας, ἢ γηροκομεία, ἢ ἄλλους εὐαγεῖς οἴκους, ἀλλὰ τῶν παρόντων ἐπιμελεῖσθαι· καὶ προστίθησι περὶ τὸ τέλος ταῦτα ῥητῶς· ὥστε ἀπὸ τοῦ νῦν, ὅπερ ἐστὶν ἡ ἀρχὴ τῆς ἑβδόμης Ινδικτιώνος, μηδενὶ ἐξέστω μὴ τόπους, μὴ ἀγροὺς μοναστηρίοις ἢ ξενῶσιν ὁπωσούν παραπέμπειν· ἀλλ᾽ οὐδὲ μητροπόλεσιν ἢ ἐπισκο παῖς· οὐδὲν γὰρ οὐδὲ ἐν ἐκείναις λυσιτελές. Εἰ δέ τινα τῶν φθασάντων εὐαγῶν οίκων, εἴτε μὴν ἐπι σκοπῶν ἢ μοναστηρίων, τοιαύτης φαύλης ἔτυχον χειρὸς καὶ προνοίας, ὡς ἔρημα τόπων καταλελείφθαι, τούτοις γνώμῃ βασιλικῇ καὶ δοκιμασίᾳ ἡ τῶν ἀρκούν των κτῆσις οὐ κωλυθήσεται. Κελλεῖα δὲ καὶ τὰς και λουμένας λαύρας ἐν ἐρήμοις οἰκοδομεῖν, μὴ πρὸ; κτήσεις καὶ ἀγροὺς ἑτέρους ἐκτεινομένοις, ἀλλὰ περιοχῇ μόνῃ τῇ ἰδίᾳ ὁριζομένοις, τοσούτῳ τοὺς βουλομένους οὐκ εἴργομεν, ὅσῳ καὶ δι᾿ ἐπαίνου μᾶλ λον τὸ πρᾶγμα τίθεμεν. "Ην δὲ Νεαρὰν ὁ πορφυρογέννητος κυρὸς Βασίλειος ὁ νέος ἀνῄρησε διὰ Νεαρᾶς αὐτοῦ ἀπολυθείσης κατὰ μήνα Απρίλλιον ἰνδικτιῶνος α' ἔτους συμε, καὶ διαλαμβανούσης ταῦτα ῥητῶς· Ἡ ἐκ Θεοῦ βασιλεία ἡμῶν, καὶ παρὰ μου ναχῶν ἐπ' εὐλαβείᾳ καὶ ἀρετῇ μαρτυρουμένων, καὶ παρὰ πολλῶν ἀναμαθοῦσα τὴν περὶ τῶν ἐκκλησιῶν τοῦ Θεοῦ καὶ τῶν εὐαγῶν οίκων ἢ κατὰ τῶν ἐκκλη ς 'Η δὲ Νεκρὰ τοῦ βασιλέως κυροῦ Νικη φόρου. mΟΥ.
col. 1011–1012page 497 of 741
PG 137:1011σιὼν μᾶλλον καὶ τῶν τοσούτων οίκων παρὰ τοῦ τῆς βασιλείας ἐπιβάντος κυροῦ Νικηφόρου τεθεῖσαν να μοθεσίαν, αἰτίαν καὶ ῥίζαν τῶν παρόντων γενέσθαι κακῶν, καὶ τῆς οἰκουμενικής ταύτης ανατροπής καὶ συγχύσεως, ἅτε μὴ πρὸς ἀδικίαν καὶ ὕβριν τῶν ἐκκλησιῶν μόνον καὶ τῶν εὐαγῶν οίκων, ἀλλὰ καὶ αὐτοῦ τοῦ Θεοῦ γενομένην, ἄλλως τε καὶ ἔργῳ τοῦτο βεβαιωθεῖσαν (ἐξ ὅπου γὰρ τὰ τῆς τοιαύτης έκράτησαν νομοθεσίας οὐδοπωσοῦν οὐδοτιοῦν χρηστὸν ἄχρι καὶ τήμερον τῷ καθ᾿ ἡμᾶς ἀπήντησε βίῳ, ἀλλὰ τούς ναντίον συμφορᾶς μᾶλλον ἐπέλιπεν εἶδος ὅλως ού δὲν), θεσπίζει διὰ τοῦ παρόντος ἐνυπογράφου χρυ σοβούλλου τὸ τὴν παροῦσαν νομοθεσίαν ἀργεῖν ἀπὸ τῆς παρούσης ταύτης ἡμέρας, ἄχυρόν τε καὶ ἄπρα στον τοῦ λοιποῦ διαμένειν· ἐνεργεῖν δὲ τοὺς πρὸ ταύτης κειμένους περί τε τῶν ἐκκλησιῶν καὶ τῶν εὐαγῶν οίκων νόμους. Πρὸς τούτοις γίνωσκε ὅτι ὁ τρισμακάριστος βασιλεὺς κυρὸς Μανουὴλ ὁ Κομνηνὸς διωρίσατο διὰ προστάξεως ἐπιλυθείσης κατά Σεπτέμβριον μῆνα ἐνδικτιῶνος ζ', μὴ ἔχειν ἐπ' ἀδείας τινὰς, λαβόντας ἢ καὶ λαμβάνοντας δωρεάς ἀκινήτων παρὰ βασιλέων, παραπέμπειν αὐτὰς ἀλ λαχοῦ που καθ' οιονδήτινα τρόπον εἰ μὴ εἰς πρόσ ωπα ἀπὸ τῆς συγκλήτου ἢ τοῦ στρατιωτικοῦ κατα λόγου τυγχάνοντα· εἰ δὲ μὴ οὕτω γένηται, ἵνα περιέρχηται τὰ ἀκίνητα εἰς τὸ δημόσιον. Ωσαύτως καὶ κατὰ τὸν Φεβρουάριον μήνα της γ' ινδικτιώνος Νεαρὰ νομοθεσία γέγονε τοῦ αὐτοῦ τῆς αὐτῆς σχεδόν περιλήψεως. Ατινα δὴ προστάγματα ἀνηρέθησα διὰ μεταγενεστέρου χρυσοβούλλου τοῦ υἱοῦ αὐτοῦ ᾿Αλεξίου ἀπολυθέντος κατὰ μῆνα Δεκέμβριον τῆς ινδικτιώνος τοῦ ςχίαν ἔτους. ΖΩΝΑΡ. Ο κανών οὗτος τοὺς βουλομένους μονα στήρια συνιστᾶν καὶ ἀφιεροῦν δι' αὐτῶν τὰς οἰκείας περιουσίας Θεῷ κελεύει μὴ ἄλλως δύνασθαι ἄρχεσθαι τῆς τοῦ μοναστηρίου οἰκοδομῆς, εἰ μὴ ἐν γνώσει γενόμενος ὁ ἐπίσκοπος ὁ κατὰ τόπον ἐπιτρέψει τὴν οἰκοδομὴν, ποιήσας καὶ τὴν ὀφειλομένην εὐχήν. Καὶ οὕτω τὸ μὲν ἀπαρτίζεσθαι, βρέβιον δὲ γίνεσθαι, καὶ ἐν ἐκείνῳ αὐτό τε τὸ μοναστήριον καταγράφεσθαι, καὶ τὰ αὐτῷ ἀνήκοντα πάντα, καὶ βρέβιον τῇ ἐπιο σκοπῇ ἐναποτίθεσθαι, ὥστε μή τι δύνασθαι ἔκτοτε τοῦ μοναστηρίου δημήτορα ἀφαιρεῖσθαί τι τῶν παρ' αὐτοῦ ἀφιερωθέντων ἐν αὐτῷ. "Α γὰρ τις τῷ Θεῷ διὰ τῆς μονῆς ἀνατέθεικεν, ἀποξένωσε τῆς ἐξουσίας ἑαυτοῦ, καὶ οὐκέτι κύριος αὐτῶν ἐστι. Πῶς οὖν ἐπ' αὐτοῖς τι ὡς δεσπότης ἔκτοτε δυνήσεται διαπράξασθαι; Τοσοῦτον δὲ αὐτὴν ἀπαλλοτριοί τῆς μονῆς ὁ κανών, ὥστε οὐδὲ ἡγούμενον αὐτὸν ἐξ γίνεσθαι τῆς μονῆς παρά γνώμην τοῦ ἐπισκόπου, οὐδὲ ἔτε ρον ἀνθ᾿ ἑαυτοῦ ἡγούμενον προχειρίζεσθαι. Εἰ γὰρ τὰ ἀνθρώποις δωρούμενα οὐκέτι αναιτίω; ἀφελ έ σθαι ὁ δωρησάμενος δύναται, την δεσποτείαν τούτῳ ἐφ' ἕτερον ἀφ' ἑαυτοῦ μεταθεὶς, πῶς τὰ τῷ Θεῷ ἀνατεθειμένα υφαρπάσει, καὶ αὖθις πρὸς ἑαυτὸν ἐπισπάσεται τὴν αὐτῶν κυριότητα; Καὶ βιβλίον δὲ Πρὸς τούτοις γίνωσκε.
col. 1013–1014page 498 of 741
PG 137:1013τῶν Βασιλικῶν δ', τίτ. α΄, κεφάλαιον α', ήγουν Νεαρὰ ε', περὶ οἰκοδομῆς μοναστηρίων θεσπίζει, καὶ βι Ελέον ε', τίτλος β', κεφάλαιον ιδ'. ΑΡΙΣΤ. • Παρά γνώμην τοῦ ἐπισκόπου μηδενί ἐξέστω μοναστήριον οἰκοδομεῖν· εἰδότος δὲ καὶ εὐχὴν τελοῦντος, τὸ κτισθὲν μετὰ τῶν αὐτῷ δια φερόντων βρεβίῳ ἐγγραφέσθω, καὶ τῇ ἐπισκοπῇ ἐναποτιθέσθω· καὶ παρὰ γνώμην τοῦ ἐπισκόπου μὴ ἐξέστω τῷ κτίσαντι ἢ ἡγουμενεύειν, ἢ ἡγού μενον ποιεῖν. ΚΑΝΩΝ Β'. Επειδή τινες τὸν μονήρη βίον υποδύεσθαι σχηματίζονται, οὐχ ἵνα Θεῷ καθαρῶς δουλεύσωσιν, ἀλλ᾽ ἵνα τῇ σεμνότητι τοῦ σχήματος δόξαν εἰ λαβείας προσλάβωσι, καὶ τῶν οἰκείων ἐντεῦθεν ἡδονῶν ἄφθονον εὑρήσωσι τὴν ἀπόλαυσιν (τῶν τριχῶν γὰρ μόνην τὴν ἀποβολὴν ποιούμενοι, ἐν τοῖς οἰκείοις οίκοις παρεδρεύουσι, μηδεμίαν τῶν μοναχῶν ἀποπληροῦντες ἀκολουθίαν ἢ κατάστασιν)· ὥρισεν ἡ ἁγία σύνοδος μηδένα τῶν ἀπάν των τοῦ μοναχικοῦ σχήματος ἀξιοῦν ἄνευ παρ ουσίας τοῦ ὀφείλοντος αὐτὸν εἰς ὑποταγὴν ἀναδέχεσθαι, καὶ τὴν ἐπ᾿ αὐτῷ ἡγεμονίαν καὶ τῆς ψυχικῆς αὐτοῦ σωτηρίας τὴν πρόνοιαν ἐπαγ 4 γέλλεσθαι, ἀνδρὸς ὄντος δηλονότι θεοφιλοῦς, καὶ μονῆς προεστηκότος, καὶ ἱκανοῦ σώζειν ψυχὴν ἀρτίως τῷ Θεῷ προσαγομένην. Εἰ δέ τις φωρα θείη ἀποκουρεύων τινὰ χωρὶς παρουσίας τοῦ εἰς ὑποταγὴν αὐτὸν ὀφείλοντος ἀναλαμβάνειν ἡγου μένου, τοῦτον μὲν καθαιρέσει καθυποβάλλεσθαι, ὡς ἀπειθοῦντα τοῖς κανόσι, καὶ τὴν μοναδικὴν εὐταξίαν διαλύοντα· τὸν δὲ παραλόγως καὶ ἀτάκτως ἀποκουρευθέντα ἐν ὑποταγῇ καὶ μου ναστηρίῳ, ἐν ᾧ ἂν ὁ κατὰ τὸν τόπον ἐπίσκοπος δοκιμάσῃ, παραδίδοσθαι. Αἱ γὰρ ἄκριτοι καὶ ἐπισφαλεῖς ἀποκουραὶ καὶ τὸ μοναχικόν σχῆμα ἡτίμωσαν, καὶ τὸ τοῦ Χριστοῦ ὄνομα βλασφημεῖσθαι πεποιήκασιν. ο ΒΑΛΣ. Ἡ ἐν ὑποκρίσει εὐλάβεια μεγάλως κατα κρίνεται καὶ διὰ εὐαγγελικῶν θείων παραγγελμά των, καὶ διὰ γραφικών παραδόσεων. Φασὶν οὖν οἱ Πατέρες ὡς, ἐπεί τινες εὐλάβειαν ὑποκρινόμενοι ὑπεισέρχονται τὸν μονήρη βίον, οὐ διὰ τὴν τοῦ Θεοῦ ἐντολὴν, ἀλλὰ διὰ τὴν ἀπόλαυσιν τῶν οἰκείων ἡδο νῶν, καὶ ἵνα ἀπὸ μόνου τοῦ ἁγίου σχήματος σεμνών ται (κάθηνται γὰρ καὶ μετὰ τὴν ἀπόκαρσιν εἰς τὰς κοσμικὰς κατοικίας αὐτῶν), χρεών έστι μηδένα παρά τινος ἀποκείρεσθαι, εἰ μὴ κατὰ παρουσίαν τοῦ ὀφείλοντος αὐτὸν ἀγαδέξασθαι ἡγουμένου, καὶ μέλλοντος ατατάξαι τῇ ἀδελφότητι τοῦ μοναστηρίου αὐτοῦ. Ὁ δὲ παρὰ τὴν διαταγήν ταύτην ποιήσας ἀπόχαρτιν καθαιρείσθω· καὶ ὁ ἀποκαρεὶς εἰς ὑπο ταγὴν τοῦ μοναστηρίου παραδοθήτω κατὰ δοκιμασίαν τοῦ ἐπισκόπου, ἵνα μὴ ἐκ τοῦ βλέπειν τους ἀπίστους τὰ τοιαῦτα τολμήματα βλασφημῆται μὲν τὸ τοῦ Χριστοῦ ὄνομα, ἀτιμάζηται δὲ καὶ τὸ ἅγιον
col. 1015–1016page 499 of 741
PG 137:1015σχῆμα. Καὶ ταῦτα μὲν, ὅταν τις καθ' ὑπόκρισιν ἀπο χαρῇ· εἰ δὲ διὰ νόσον ἢ διὰ λύπην τοῦτο ποιήσει, παραχωρηθήσεται διάγειν εἰς τὰ κοσμικά ή μετα σχηματισθῆναι; Λύσις. Οὐδαμῶς. Ο γὰρ κανών καθολικῶς ἐξεφωνήθη, καὶ διὰ πάντας τοὺς έπωσε δήποτε ἀποκειρομένους. Εἴδομεν δὲ καὶ πολλοὺς εἰς τὰς τελευταίας αὐτῶν σχεδὸν ἀναπνοὰς ἀποκαρέντας, καὶ μηδὲ εἰδότας διὰ τὴν νόσον τὸ γινόμενον ἐπ' αὐτοῖς, καὶ ὕστερον σπουδάσαντας πολλὰ μετα σχηματισθῆναι διὰ τὴν ἄγνοιαν καὶ τὴν ἀπὸ τῆς νό σου κακότητα, καὶ θέλοντας εἰς τὰ κοσμικὰ διάγειν, καὶ μὴ παραχωρηθέντας, ἀλλὰ καὶ ἐπιτιμηθέντας ἄλλους δὲ ἀσυμβούλως μετασχηματισθέντας, καὶ αὖθις εἰς τὴν προτέραν μοναδικὴν κατάστασιν καὶ ἄκοντας ὑποστρέψαντας. Τί δὲ, ὁ παραλόγως ἀπο χαρείς, ήτοι δίχα παρουσίας τοῦ μέλλοντος τοῦτον ἀναδέξασθαι ἡγουμένου, καὶ μέλλων κατὰ δοκιμασίαν τοῦ ἐπισκόπου νῦν πρώτως καταταγῆναι ἐν μοναστηρίῳ, ἀναγκασθήσεται συνθήκας ἑτέρας δοῦ και, καὶ ὁμολογῆσαι προσμένειν ἐν αὐτῷ, ἐφ᾽ ᾧ καὶ ἔσω κουρίτην λογίζεσθαι, ἢ ταῖς προτέραις ἀρκεσθήσεται; Λύσις. Ο τοιοῦτος δοκεῖ τὰς συνθήκας δοῦναι εἰς 8 πρώτως κατετάγη μοναστήριον· μετά δὲ τὴν ἀπόκαρσιν καὶ ἑτέρας συνθήκας δοῦναι οὐκ ἀναγκασθήσεται. Διὰ γὰρ τοῦτο, ὡς ἔοικε, καὶ εἰς πᾶσαν ἀπόκαρσιν πᾶσαι αἱ ἐρωτήσεις καὶ αἱ συνο θῆ καὶ ἐκφωνοῦνται. ΖΩΝΑΡ. Τινὲς διὰ νόσον ἴσως ἢ διὰ λύπην ἀπω χειρόμενοι ἢ διὰ τὴν παρὰ τοῦ κανόνος εἰσαχθεῖσαν αἰτίαν πάλιν ἐν τοῖς οἰκείοις οίκοις διέτριβον, μή τι μοναχοῖς πληροῦντες ἀρμόδιον. Διὰ τοῦτο τοίνυν ὁ κανὼν οὗτος τῇ συνόδῳ ἐκπεφώνηται, κελεύων μὴ ἄλλως τινὰ ἀποκείρεσθαι μοναχὸν, εἰ μὴ παρῇ ὁ ὀφείλων αὐτὸν εἰς ὑποταγὴν ἀναδέξασθαι, καὶ τῆς ψυχικῆς αὐτοῦ σωτηρίας φροντίζειν ἐπαγγελλόμενος, ἀνὴρ δηλαδὴ μονῆς προεστώς, ἀρετῆς ἐργάτης, ψυχὴν ἄρτι προσερχομένην Θεῷ οἰκονομεῖν πρὸς σωτηρίαν δυνάμενος. Ει δέ τις, φησί, φωραθῇ ἀπο κείρων τινά, μὴ παρόντος ἡγουμένου τοῦ τοῦτον ἀναδέξασθαι μέλλοντος εἰς ὑποταγήν, αὐτὸς μὲν καθαιρείσθω, ὡς τοὺς κανόνας παραβαίνων, καὶ τὴν μοναχικὴν εὐταξίαν ἀνατρέπων, ὁ δὲ παραλόγως καὶ μὴ κατὰ τάξιν κανονικὴν ἀποχαρείς εἰς ὑποταγὴν ἐν μοναστηρίῳ παραδιδάσθω, ἐν ᾧ ἂν ἐπίσκοπος δοκιμάσῃ. Οὕτω γὰρ διὰ τὰς ἀκρίτως καὶ ἐσφαλμένας ἀποκάρσεις τὸ μὲν μοναχικόν σχήμα ἠτίμωται, τὸ δὲ ὄνομα τοῦ Χριστοῦ βλασφημείσθαι παρὰ τῶν ἀπίστων συμβαίνει, δρώντων μοναχούς ζῶντας ἀδιαφόρως καὶ ἀμελῶς· ὥσπερ δοξάζεται παρὰ πάντων ὁ Κύριος, ὅταν ἐναρέτως ὁρῶσι ζῶν τας τοὺς ἀνατεθειμένους αὐτῷ, κατὰ τὸ, Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὴν Πα τέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
col. 1017–1018page 500 of 741
PG 137:1017ΑΡΙΣΤ. Ε' τις φωραθείη αποκείρων τινὰ χωρὶς παρουσίας τοῦ ὀφείλοντος αὐτὸν παραλαβεῖν εἰς ὑποταγὴν ἡγουμένου, αὐτὸς μὲν καθαιρείσθω· ὁ δὲ ἀποκαρεὶς ἐν ὑποταγῇ καὶ μοναστηρίῳ παρὰ τοῦ ἐπισκόπου διδέσθω.» ΚΑΝΩΝ Γ'. Καὶ τοῦτο κακῶς πραττόμενον, κατὰ πολὺ δὲ χεῖρον παροράσει καὶ ἀμελείᾳ παραπεμπόμενον τυχεῖν ἐκρίθη διορθώσεως. Εἴ τις οὖν μονῆς προϊστάμενος τοὺς ὑπ' αὐτὸν τεταγμένους μοναχούς ἀποδιδράσκοντας οὐ μετὰ πολλῆς τῆς ἐπιμελείας ἀναζητοίη, ἢ ἐφευρίσκων οὐκ ἀναλαμ ι βάνοιτο, καὶ τῇ προσηκούσῃ καὶ καταλλήλῳ τοῦ πταίσματος Ιατρείᾳ τὸ νενοσηκὸς ἀνακτᾶσθαι καὶ ἐπιῤῥωννύειν ἀγωνίζοιτο, τοῦτον ὤρισεν ἡ ἁγία σύνοδος ἀφορισμῷ ὑποκεῖσθαι. Εἰ γὰρ ὁ ζώων αλόγων την προστασίαν ἐγχειριζόμενος, καὶ τοῦ ποιμνίου καταμελῶν, οὐκ ἀτιμώρητος καταλιμπάνεται· τῶν Χριστοῦ θρεμμάτων τὴν ποιμαντικὴν ἀρχὴν καταπιστευθείς, καὶ ῥᾳστώνῃ καὶ ῥᾳθυμίᾳ τὴν αὐτῶν σωτηρίαν ἀπεμ πολῶν, πῶς οὐ δίκας τοῦ τολμήματος εἰσπραχθήσεται; ο ΒΑΛΣ. Ὁ μὲν και κανὼν τῆς ζ' συνέδου οὐ παραχωρεί καταλιμπάνειν μοναχοὺς ἢ μοναστρίας τὰς ἐν οἷς ἀπεχάρησαν μενὸς, καὶ εἰς ἕτερον ἀπέρα χεσθαί μοναστήριον ἄνευ ἀπολυτικῆς γραφῆς τῶν ἡγουμένων αὐτῶν· πλὴν οὐ τιμωρεῖ τούτους· ὁ δὲ παρών κανὼν ἀφορισμῷ καθυποβάλλει τοὺς ἡγου μένους τοὺς μὴ μετ' ἐπιμελείας ζητοῦντας τοὺς ὑπ' αὐτοὺς μοναχούς, μηδὲ ἀναλαμβάνοντας σπουδήποτε εὑρισκομένους, μήτε μὴν ἀνακτωμένους τὰ ψυχικά τούτων ἀῤῥωστήματα· τοσοῦτον δὲ τοὺς μοναχούς ἀπαιτεῖ προσμένειν ταῖς ἰδίαις μοναῖς, ὡς τὴν ἐκεῖ θεν αὐτῶν ἀναχώρησιν ἀπόδρασιν όνομάσαι, ὅπερ ἐπὶ δούλων καὶ τῶν ἐν εἰρκταῖς ἢ δεσμοῖς κατεχομένων είωθε λέγεσθαι. Ο μέντοι π' κανὼν τῆς ἐν Καρθαγένῃ συνόδου τιμωρεῖ τὸν ἐπίσκοπον, τὴν εγκαταστήσαντα μοναχόν τινα ἀπὸ ἑτέρας μονῆς ἑτέρᾳ ἐνομίᾳ υποκειμένης εἰς ἑτέραν, κληρικὸν ἢ ἡγούμενον. Κολάζει δὲ καὶ αὐτὸν τὸν μοναχόν· καὶ ἀνάγνωθι τοῦτον. Τί δὲ, τοῦ καθηγουμένου ἀναξης τοῦντος τὸν οἰκεῖον μοναχόν, ἐὰν αὐτὸς ἀποδυσπετῇ, τι γενήσεται; Λύσις. Δι' ἐπισκοπικῶν ἐπιτιμίων ἀναγκασθήσεται ὑποστρέψαι εἰς ἣν ἀπεχάρη μονὴν, εἰ μή πω λέγει τι εύλογον. Σημείωσαι ταῦτα διά τοὺς ξενοκουρίτας μοναχούς. Ανάγνωσον καὶ τὸν ἐπιόντα κανόνα. ΖΩΝΑΡ. Κανόνες διάφοροι ώρισαν μὴ δύνασθαι τοὺς μοναχοὺς τὰ ἐν οἷς ἀπεχάρησαν μοναστήρια καταλιμπάνοντας ἐν ἄλλαις ἀπιέναι μοναῖς, ἢ τῇδε κἀκεῖτε περιπλανᾶσθαι. ᾿Αλλὰ τοῦτο, φησὶν ὁ και νών οὗτος, κακῶς πραττόμενον, χειρόνως δὲ παρ ασώμενον διορθούμεθα. Καὶ εἰ μὴ οἱ τῶν μονῶν προϊστάμενοι, ἀφ᾽ ὧν ὑποχωροῦσιν οἱ μοναχοὶ τολ λὴν ἐπιμέλειαν ποιοῦνται εἰς τὸ ἀναζητεῖν καὶ εὐ ρίσκειν αὐτοῦ; καὶ ἀναλαμβάνεσθαι καὶ ἀγωνίζειν. το καταλλήλως τῷ πταίσματι θεραπεύειν τὸν νοσούν Επ, καὶ σπε δειν ἀνακτᾶσθαι αὐτὸν καὶ ἐπιέδων
col. 1019–1020page 501 of 741
PG 137:1019τοὺς μοναχοὺς ἀπαιτεῖ προσμένειν ταῖς μοναῖς, ὡς τὴν ἐκεῖθεν αὐτῶν ἀναχώρησιν ἀπόδρασιν ὀνομάσαι, ὅπερ ἐπὶ δούλων καὶ τῶν ἐν εἰρκταῖς ἢ καὶ δεσμοῖς κατεχομένων είωθε λέγεσθαι. Εἰ γὰρ ὁ ζώων αλόγων ποιμὴν ἢ βουκόλος, τῶν ὑπ' αὐτοῦ γενομένων κατα μελῶν, οὐκ ἀτιμώρητος ἐᾶται· πόσῳ μᾶλλον δίκας δώσουσιν οἱ τῶν λογικῶν τοῦ Χριστοῦ θρεμμάτων τὴν ποιμαντικὴν ἐγχειρισθέντες, καὶ ῥᾳθύμως περὶ τὴν τούτων σωτηρίαν διατιθέμενοι; νύειν, ἀφορίζεσθαι κελεύει αὐτούς. Τοσοῦτον δὲ ΑΡΙΣΤ. «Ε' τις ἡγούμενος τοὺς ἀποδιδράσκοντας μοναχοὺς μὴ ἀναζητοίη καὶ ἀναλαμβάνοι καὶ Ιατρεύοι, ἀφοριζέσθω.» ΚΑΝΩΝ Δ'. Πολυτρόπως ὁ πονηρὸς τοῦ μοναχικού σχήματος τὸ σεβάσμιον επονείδιστον θεῖναι κατηγωνίσατο, καὶ πολλήν εὗρεν εἰς τοῦτο συνδρομήν της προκατασχούσης αἱρέσεως τὸν καιρόν. Τὰς γὰρ ἰδίας μονὰς τῇ ἀνάγκῃ τῆς αἱρέσεως οι μονά ζοντες καταλιμπάνοντες, οἱ μὲν εἰς ἑτέρας, οἱ δὲ εἰς κοσμικῶν ἀνδρῶν μετέπιπτον καταγώγια. Ἀλλὰ γὰρ, ὅπερ αὐτοὺς δι' εὐλάβειαν τότε πραττόμενον μακαριστοὺς ἀπέφαινεν, εἰς ἔθος ἄλογον μεταπεσόν, καταγελάστους παρ ίστησι. Πανταχοῦ γὰρ νῦν τῆς εὐσεβείας ἐξη πλωμένης, καὶ σκανδάλων τῆς Ἐκκλησίας ἀπηλλαγμένης. ἔτι τινὲς τῶν οἰκείων μοναστηρίων ἀποφοιτῶντες, καὶ καθάπερ τι ῥεῦμα δυσκάθεκτον ὧδε κἀκεῖσε μεταγγιζόμενοί τε καὶ μεταῤῥέοντες, πολλῆς μὲν πληροῦσι τῆς ἀκο σμίας τὰ μοναστήρια, πολλὴν δὲ τὴν ἀταξίαν ἑαυτοῖς συνεισκωμάζουσι, καὶ τῆς ὑποταγῆς τὸ σεμνὸν διασπῶσί τε καὶ καταλυμαίνονται. Αλλά τούτων τὸ ἄστατον τῆς ὁρμῆς καὶ ἀνυπότακτον ἡ ἁγία σύνοδος ἀνακόπτουσα, ὥρισεν, ἵνα, εἴ τις μοναχὸς τῆς ἰδίας ἀποδράσας μονῆς εἰς ἕτερον μεταπέσῃ μοναστήριον, ἢ εἰς κοσμικὸν εἰσχω μάσῃ καταγώγιον· αὐτός τε καὶ ὁ τοῦτον ὑπο δεξάμενος ἀφωρισμένος εἴη, ἕως ἂν ὁ ἀποφυγὼν ἐπανέλθῃ, ἐξ ἧς κακῶς ἐξέπεσε μονῆς. Εἰ ι μέντοι γε ὁ ἐπίσκοπός τινας τῶν μοναχῶν, ἐπὶ εὐλαβείᾳ καὶ βίου σεμνότητι μαρτυρουμένους, εἰς ἕτερον μοναστήριον ἐπὶ καταστάσει τῆς μονῆς θελήσει μετακομίσαι, ἢ εἰς κοσμικὴν α κίαν ἐπὶ σωτηρίᾳ τῶν ἐνοικούντων δοκιμάσει καταστήσαι, ἢ ἀλλαχόσε εὐδοκήσει ἐπιστατῆσαι "Ινα εἴτις μοναχὸς τῆς ἰδίας ἀποδράσας μονῆς. Αποκριματίστως μεταβαίνουσι μοναχοὶ ἐξ ὧν ἀπό εκάρησαν μοναστηρίων πρὸς ἕτερα μοναστήρια, ἢ ου;: Ἐὰν ὁ πρὸς ἄνθρωπον καταθέμενος τὴν οἰκείαν ὁμολογίαν πληροῦν ἀναγ κάζεται, πῶς ὁ πρὸς Θεὸν καταθέμενος ἀναγκασθή. σεται τὴν οἰκείαν ἀθετῆσαι κατάθεσιν; Διά τοι τοῦτο καὶ κατὰ τὸν δ'. κανόνα τῆς ἐν τῷ ναῷ τῆς 'Αγίων Αποστόλων συστάσης ἁγίας καὶ οἰκουμενικῆς συνόδου, τῆς λεγομένης α' και β' τὸν ταῦτα δι εξίοντα ῥητῶς. Εί τις μοναχός, γοῦν δίχα προτροπῆς ἐπισκοπικῆς μεταβαίνοντες εἰς ἕτερα μοναστήρια, ἐξ ὧν ἀπεχάρησαν, πολλῷ δὲ πλέον εἰς κοσμικές κατοικίας διατρίβοντες, καὶ οἱ δεχόμενοι τούτους, ἀφωρισμένοι καὶ ἀκοινώνητος ἔσονται, μέχρις ἂν ὑποστρέψωσιν εἰς μοναστήρια ἐν οἷς τὰς συνθήκας δεδώκασιν. οίκουμενικὴν
col. 1021–1022page 502 of 741
PG 137:1021τοῦτο οὔτε τοὺς ὑποδεχομένους οὔτε τους μονα χοὺς ὑποδίκους ποιεῖ. η ΒΑΛΣ. Τὰ διὰ τὴν κακίαν καὶ τὴν ἐπίθεσιν τῶν εικονομάχων συμπεσόντα δεινὰ τοῖς μοναχοῖς ἐπου νείδιστον ἀπειργάσατο το μοναχικόν σεβάσμιον σχή μα, φησὶν ὁ κανών. Κατέλιπον γὰρ τὰς ἰδίας μονὰς οἱ μονάζοντες διὰ τὴν τῶν αἱρετικῶν ἀπειλήν· καὶ οἱ μὲν εἰς ἕτερον μετέπεσον μοναστήριον, οἱ δὲ εἰς κοσμικά κατέλυσαν καταγώγια. Καὶ τότε μὲν ἀνεύ θυνον ὑπῆρχε τὸ γενόμενον, κατήντησε δὲ τοῦτο εἰς γέλωτα τοῖς πολλοῖς. Παυθείσης γὰρ τῆς ἀπὸ τοῦ διωγμοῦ τῶν Χριστιανῶν ἀπειλῆς, διὰ τὸ ὑφαπλω θῆναι τὴν ὀρθοδοξίαν, τινὲς τῶν μοναχῶν ἀνερυθριάστως τολμῶσι ποιεῖν ἅπερ διὰ τὴν ἀνάγκην ἀκινδύνως εγίνοντο παρά τινων. Τῷ τοι καὶ ὑποχωρεῖν ἐκ τῶν οἰκείων ἀποκάρσεων, καὶ παρὰ ταῖς πόλεσι μετὰ λαϊκῶν διατρίβειν οὐκ αἰσχύνονται, προφασιζόμενοι καὶ παρὰ τῶν πρὸ αὐτῶν μοναχῶν τοιαῦτα πολλά γίνεσθαι. Καὶ ἐπεὶ τοῦτο ἀνυποταξίας κατηγορεί τοὺς μοναχούς, καὶ τὴν κατάστασιν τῶν μοναστηρίων λυμαίνεται, ὥρισεν ἀφωρισμένους εἶναι τόν τε ἀπὸ τῆς ἐν ᾗ ἀπετάξατο μονῆς ἀποδράσαντα μονα χὸν, καὶ εἰς ἕτερον δεχθέντα μοναστήριον, ἀλλὰ μὴν καὶ τὸν τοῦτον δεξάμενον ἡγούμενον, ἔστ' ἂν ὁ ἀπο φυγών μοναχὸς ὑποστρέψῃ εἰς τὴν οἰκείαν μονήν. Καὶ ταῦτα μὲν, ὅταν τοιοῦτόν τι γένηται χωρίς ἐπισκοπικῆς εἰδήσεως εἰ δὲ ὁ κατὰ χώραν ἐπίσκο πως κατανοήσει τήνδε (τυχὸν) τὴν μονὴν μὴ ἔχειν μοναχοὺς εὐλαβεῖς, ἱκανοὺς ἐκ τῶν οἰκείων πράξεων καὶ ἄλλους πρὸς σωτηρίαν μεταγαγεῖν, καὶ δοκιμάσει συμφέρον εἶναι μετενεχθῆναι τόνδε τὸν μοναχὸν ἀφ᾿ ἧς ἀπεχάρη μονῆς εἰς ἑτέραν, ἢ ἐγκαταστῆσαι εἰς κοσμικὰς οἰκίας οἰκονόμους, διὰ σωτηρίαν τῶν κατοικούντων ἐν αὐτῇ, ἢ καὶ ἀλλαχοῦ που ἐπιστατῆσαι, γενήσεται τοῦτο ἀπαρεμποδίστως· μήτε τῶν μοναχῶν μήτε τῶν ὑποδεχομένων αὐτοὺς ὀφειλόντων ὅλως προκριματισθῆναι. Τούτων οὕτως ἐχόντων, εξα πόν τινες ἐναντιοῦσθαι ταῦτα τοῖς θεσπισθείσιν ὑπὸ τοῦ το κανόνος τῆς ἐν Καρθαγένῃ συνόδου, καὶ διοριζομένοις τὸν τοιοῦτόν τι ποιοῦντα ἐπίσκοπον, καὶ ὑποδεχόμενον, ἀπὸ ἀλλοτρίου μοναστηρίου μου ναχὴν, καὶ ποιοῦντα αὐτὸν κληρικὸν ἢ καθηγούμενον, ἀπὸ τῆς τῶν λοιπῶν ἀδελφῶν κοινωνίας χωρίζεσθαι, καὶ τῇ τοῦ ἰδίου λαοῦ κοινωνίᾳ ἀρκεῖσθαι· τὸν δὲ μοναχὸν μηδὲ κληρικὸν εἶναι μηδὲ καθηγούμενον. Ἀλλ᾽ οὐκ εἰσὶν, ὡς ἐμοὶ δοκεῖ, ἐναντία· ἐκεῖνος μὲν γὰρ ἡ κανὼν κολάζει τὸν ἐπίσκοπον τὸν ἀπὸ ἀλλοτρίας ἐνορίας δεχόμενον οιονδήτινα μοναχὸν, καὶ καθιστώντα τοῦτον πρὸς κλήρωσιν ἢ ἡγουμενείαν μονῆς διαφερούσης αὐτῷ χωρὶς εἰδήσεως τοῦ προ τέρου ἐπισκόπου αὐτοῦ· ὡσαύτως τιμωρεῖ καὶ τὸν μοναχόν· ὁ δὲ παρὼν ἐγχωρεῖ τῷ ἐπισκόπῳ ἀπὸ τῶν δύο διαφερουσῶν αὐτοῦ μεταθέσεις ποιεῖν μοναχῶν κατὰ τὸ δόξαν τούτῳ. Γίνωσκε δὲ ὅτι γέγονε καὶ σημείωμα συνοδικὸν ἐπὶ τῆς ἐφημερίας τοῦ ἁγιωτά του πατριάρχου κυροῦ Λουκᾶ, χάριν τοῦ ἀποκριμα τίστως καθηγουμένου εἰς μοναστήρια υποκείμενα
col. 1023–1024page 503 of 741
PG 137:1023προστασίαν μοναχούς, ἀπὸ ἑτέρας μονῆς οὔσης ἐκ τῆς αὐτῆς ἐνορίας, κἂν τὰ τυπικὰ τούτων διορίζων ται ξενοκουρίτην μὴ γίνεσθαι καθηγούμενον. Τὸ μέντοι παρὰ τοῦ κανόνος διορισθὲν περὶ τοῦ κατα τάττεσθαι εἰς κοσμικόν καταγώγιον ἢ ἀλλαχοῦ παρὰ τοῦ ἐπισκόπου μοναχόν τινα ἐνάρετον, ὑποκείμενον αὐτῷ, διὰ ψυχικήν σωτηρίαν τῶν ἐν αὐτῇ, μὴ δόξῃ σοι καινόν. Τοῖς γὰρ ἱεροῖς καὶ θείοις κανότι μόνης τῆς ψυχικῆς τῶν ἀνθρώπων σωτηρίας ἡμέλησε, καὶ ἑτέρου παντελῶς οὐδενός. Ὁ γοῦν κατὰ Θεὸν ἀνα στρεφόμενος ἀπὸ τοῦ τόπου οὐ παραβλαβήσεται ἀλλὰ καὶ τοὺς σὺν αὐτῷ ὠφελήσει τὰ μέγιστα. "Ινα τί γοῦν οὐ γενήσεται κατὰ τὸν κανόνα; διὰ γὰρ τοῦ το καὶ ὁ αὐτὸς ἁγιώτατος πατριάρχης κυρός Λου κᾶς ἐπέτρεψε τῷ μοναχῷ καὶ ἱερεῖ ἐκείνῳ κυρί Μακαρίῳ τῷ Ἱεροσολυμίτῃ διάγειν διηνεκώς μετά τοῦ μακαρίτου πρωτονωβελλισίμοῦ περτάτου καὶ λο γοθέτου τοῦ δρόμου κυροῦ Μιχαὴλ τοῦ ᾿Αγιοθεοδω ρίτου, καὶ συνταξειδεύειν μετ' αὐτοῦ, καὶ τὰ τῶν γραμματικῶν ἐνεργεῖν. Σημείωσαι οὖν ὅτι κατὰ προ τροπὴν καὶ δοκιμασίαν ἐπισκοπικὴν, πολλῷ δὲ πλέον κατὰ βασιλικὴν, καὶ μοναχοὶ καὶ κληρικοὶ ἀποκρι ματίστως ενεργήσουσι τὰ τούτοις ἐπιτραπησόμενα, οἷα ἂν καὶ ὦσιν. τῇ ἐνορίᾳ τοῦ πατριάρχου, μὴ ἔχοντα ἱκανοὺς εἰς ΖΩΝΑΡ. Τῆς τῶν εἰκονομάχων ἐπικρατούσης αἱ ρέσεως καὶ πάντες μὲν οἱ τῶν σεπτῶν εἰκόνων προς κυνηταὶ ἐζητοῦτο καὶ ἐκολάζοντο, πολλῷ δὲ πλέον οἱ μοναχοί. Διὸ καταλιμπάνοντες τὰ ἑαυτῶν μονα. στήρια, ἢ εἰς ἑτέρας ἀπῄισαν μονάς, ἐκεῖσε κρυπτόμενοι, ἢ καὶ εἰς κοσμικῶν οἰκίας μετέπιπτον. ᾿Αλλὰ τοῦτο, φασὶν οἱ τῆς συνόδου Πατέρες, μακα ρίους μὲν τότε ἐποίει, καλῶς γινόμενον καὶ κατὰ καιρόν· νῦν δὲ εἰς ἔθος γενόμενον ἄλογον, καταγελάστους τοὺς ποιοῦντας αὐτὸ τίθησι. Τῆς ζάλης γὰρ τῆς αἱρέσεως παρελθούσης, καὶ τῆς εὐσεβείας παρρησίαν λαβούσης, καὶ πάλιν τῶν οἰκείων ὑπο χωροῦντες μονῶν, ὧδε κἀκεῖσε μεταγγίζονται, 82 θάπερ τι ῥεῦμα μὴ δυνάμενον κατασχεθῆναι, καὶ μεταῤῥέουσι, καὶ πολλῆς ἀκοσμίας πληροῦσι τὰ μοναστήρια. Κόσμος γάρ ἐστι τῶν μονῶν τὸ τοὺς τροφίμους αὐτῶν ἐν ἡσυχίᾳ διάγειν, καὶ προσμένειν αὐταῖς, μηδὲ συνεχώς προϊέναι. Πολλὴν δὲ τῆς κωμάζειν, χωμάζειν. ἀταξίαν ἑαυτοῖς συνεισκωμάζουσι, τουτέστιν ατά κτως εἰσφέρουσιν. Ἵνα γάρ δείξῃ τὸ ἡδέως αὐτοὺς πρὸς τὴν ἀταξίαν δισκεῖσθαι, τῇ λέξει τοῦ κωμά ζειν ἐχρήσατο. Κωμάζειν γάρ ἐστι τὸ μετὰ αὐλῶν καὶ κιθάρας καὶ ᾠδῶν τὸν οἶνον πίνειν. Ὡς γοῦν οἱ οὕτω πίνοντες ήδονται, τὸν ὅμοιον τρόπον, φασί, καὶ οὗτοι πρὸς τὴν ἀτιμίαν ἡδέως διάκεινται καὶ τῆς ὑποταγῆς τὸ σεμνὸν διασπῶσι καὶ καταλυμαινονται. Ἐν γὰρ σῶμα τῆς ἀδελφότητο; οὔσης, ἧς ἡ ὑποταγῇ σεμνότης καὶ καύχημα, οἱ ἐκ ταύτης ἀποῤῥηγνύο μενοι διασπῶσι τὸ σεμνύνον αὐτὴν καὶ εἰς λύμην τοῦ ὅλου σώματος γίνονται. Διό, φασὶν, ὥρισεν ἡ ἁγία σύνοδος τοὺς τῶν ἰδίων μονῶν ἐκδιδράσκοντας, κἂν εἰς ἕτερα μεταπέσωσι μοναστήρια, κἂν εἰς
col. 1025–1026page 504 of 741
PG 137:1025κοσμικὰ εἰσκωμάσωσι καταγώγια, κἀκείνους καὶ ἡ τοὺς ὑποδεξαμένους αὐτοὺς ἀφωρισμένους εἶναι, ἕως ἂν ἐπανέλθωσιν οἱ ἀποφυγόντες εἰς τὴν οἰκείαν μου νήν. Εἰ δὲ ὁ κατὰ χώραν ἐπίσκοπός τινας τῶν μονα χῶν ἐπ' ἀρετῇ μαρτυρουμένοις σονίδῃ εἰς ἑτέραν μονὴν ἐπὶ καταστάσει αὐτῆς καὶ ὠφελείᾳ τῶν ἐν αὐτῇ μεταγαγεῖν, ἢ καὶ εἰς κοσμικὴν οἰκίαν δοκι μάσει καταστῆσαι, ἢ ἀλλοχόσε εὐδοκήσει ἐπιστῆσαι, οὔτε οἱ μοναχοί, οἱ οὕτω μετατιθέμενοι, οὔτε οἱ 339 τούτοις δεχόμενοι τῷ ἀφορισμῷ ὑπόδικοι ἔσονται. ΑΡΙΣΤ. Εἴ τις μοναχὸς τῆς ἰδίας ἀποδράσας μονῆς, ἢ εἰς ἕτερον μεταπέσοι μοναστήριον, ἢ εἰς κοσμικὸν εἰσχωμάσει καταγώγιον, αυτός τε ‹ καὶ ὁ ὑποδεξάμενος ἀφοριζέσθω, ἕως ἐπανέλθοι. ‹ Ο δὲ παρ' ἐπισκόπου ὁπωσδήποτε καταστὰς < ἀναιτίατος.» ΚΑΝΩΝ Ε΄. Τὰς ἀκρίτους καὶ ἀδοκιμάστους ἀποταγὰς ἐπὶ πολὺ τὴν μοναχικὴν εὐταξίαν λυμαινομένας εὑρίσκομεν. Προπετώς γάρ τινες εἰς τὸν μου νήρη βίον ἑαυτοὺς ἐπιρρίπτοντες, καὶ πρὸς τὸ τραχὺ καὶ ἐπίπονον κατολιγωροῦντες τῆς ἀσκής σεως, ἐπὶ τὸν φιλόσαρκον καὶ ἡδονικόν βίον ἀθλίως πάλιν ἐπαναστρέφουσιν. Ωρισεν οὖν διὰ τοῦτο ἡ ἁγία σύνοδος μηδένα τοῦ μοναχικοῦ κατ. αξιούσθαι σχήματος πρὶν ἂν ὁ τῆς τριετίας ο χρόνος εἰς πεῖραν αὐτοῖς ἀφεθεὶς δοκίμους αὐ τοὺς καὶ ἀξίους τῆς τηλικαύτης βιοτῆς παρα στήσῃ. Καὶ τοῦτο κρατεῖν παντί τρόπῳ παρ εκελεύσατο, πλὴν εἰ μήπω τις βαρεία προσπεσοῦσα νόσος τὸν χρόνον ἀναγκάσῃ συσταλής «ναι τῆς δοκιμασίας· ἢ εἰ μή πώ τις εἴη ἀνὴρ εὐλαβὴς, καὶ τὸν μοναχικὸν βίον ἐν τῷ κοσμικῷ διανύων σχήματι. Ἐπὶ γὰρ τοῦ τοιούτου ἀνο δρὸς εἰς ἀπόπειραν παντελῆ καὶ ὁ ἐξαμηνιαίος ἀρκέσει χρόνος. Εἰ δέ τις παρὰ ταῦτα διαπράξεται, τὸν μὲν ἡγούμενον τῆς ἡγουμενείας έχε πίπτονται παιδείαν τῆς ἀταξίας τὴν ἐν ὑποταγῇ διαγωγήν ἐφευρίσκειν· τὸν δὲ μονάσαντα ἐν ἑτέρα μονῇ τὴν μοναχικὴν ἀκρίβειαν φυλατο τούσῃ παραδίδοσθαι.» ΒΑΛΣ. Πολλάκις τινές, φασὶν οἱ Πατέρες, διὰ θλίψιν ἢ ἑτέραν ὀλιγωρίαν τινὰ τὸν μονήρη βίον προ πετῶς ὑποδυόμενοι, καὶ μὴ δυνάμενοι καρτερῆσαι τὸ ἐπίπονον τῆς ἀσκήσεως, μεταμέλονται, καὶ πρὸς τὴν προτέραν κοσμικήν διαγωγήν κακῶς ὑποστρέφουσιν. Ώρισαν οὖν μηδένα καταξιοῦσθαι τοῦ μονα χικοῦ σχήματος πρὸ δοκιμασίας καὶ κατεξετάσεως τῆς διαγωγῆς τοῦ ζητοῦντος αυτό· ἀλλ' ἐπὶ τριετίαν δοκιμάζεσθαι, καὶ οὕτω λαμβάνειν τὸ μοναχικὸν σχῆμα. Τούτου γὰρ οὕτω γινομένου, αυτός τε διὰ τὴν ὀλιγωρίαν οὐ μεταμεληθήσεται, ἀλλ' ὁλοψύχως Φιλόσαρκον καὶ ἡδονικόν. φιλόσαρκον ἢ φιλήδονον.
col. 1027–1028page 505 of 741
PG 137:1027τὸ μοναχικὸν ἀναδέξεται σχῆμα· καὶ εἰ ἀπαρέσκεται, ἀποκριματίστω; ἀναχωρήσει ἀπὸ τῆς μονῆς, καὶ πρὸς τὸν κοσμικὸν ὑποστρέψει βίον· καὶ ὁ καθ ηγούμενος, ἀπόπειραν λαβὼν ἀκριβὴ διὰ τοῦ του ούτου χρόνου τῆς τούτου ἀναστροφῆς, ἐν ἐκ τῶν δύο προέληται, δηλονότι ἢ ἀποκείρῃ αὐτὸν ὡς ἄξιον, ἢ ἐπιτρέψῃ ὑποχωρήσαι ὡς ἀδόκιμον. Τοῦτο δὲ παρεκελεύσαντο κρατεῖν εἰς τοὺς ὑγιαίνοντας. Ε γάρ τις διὰ νόσον βαρείαν θελήσει ἀποκαρῆναι, οὐ κωλυθήσεται διὰ τὸν χρόνον τοῦτο ποιῆσαι, ἀλλ ἀπεντεῦθεν μετασχηματισθήσεται. Εἰ μέντοι βούληται τις εὐλαβὴς μονάσαι, καὶ ἀπὸ τῆς ἐν τῷ κόσμῳ διαγωγῆς αὐτοῦ κρίνεται πρὸς τοῦτο ἄξιος, τοῦτον οὐκ ἐπὶ τριετῆ χρόνον, ἀλλ᾽ ἐπὶ ἐξαμηνιαῖον δοκι μάζεσθαι χρή. Τὸν δὲ παρὰ ταῦτα διαπραξάμενον καθηγούμενον ὤρισαν ἐκπίπτειν ἀπὸ τῆς ἡγουμενείας, καὶ γίνεσθαι ὑποτακτικόν· ἀλλὰ καὶ τὸν ἀπο καρέντα παραδίδοσθαι εἰς ἑτέραν ἀκριβεστέραν μου γήν. Ταῦτα τοῦ κανόνος διοριζομένου, λόγος ἐγένετο κατὰ διαφόρους καιροὺς περὶ τοῦ πῶς ὀφείλουσι δοκιμάζεσθαι οἱ τὸν μονήρη βίον ἐπιλεξάμενοι. Τι νῶν γὰρ εἰσελθόντων εἰς μοναστήρια, καὶ ῥασοφο ρησάντων, ἴσως καὶ μετὰ Τρισαγίου ἐν ναῷ, καὶ μετονομασθέντων, καὶ ἁπλῶς κατὰ μοναχοὺς ἀνα στρεφομένων ἐντός τε καὶ ἐκτὸς τῆς μονῆς· πρὸ δὲ τοῦ τελειωθῆναι διὰ τῆς μοναδικῆς ἀποκάρσεως, μετασχηματισθέντων, καὶ εἰς κοσμικὴν ὑποστρεψάντων διαγωγήν, ἔστι δ' ὅτε καὶ νομίμως γυναιξ συζευχθέντων, εἶπόν τινες μηδὲν αὐτοὺς ἀπεικὸς ποιῆσαι, ἀλλ᾽ ἔχειν ἐπ' ἀδείας ἐντὸς τῆς κανονικής τριετίας, πρὸ τῆς ἀποκάρσεως δηλαδή, ἐξέρχεσθαι τῆς μονῆς ἀποκριματίστως, καὶ ἀποτίθεσθαι μὲν τὰ μοναχικὰ ἄμφια, λαϊκὰ δὲ ἐνδύεσθαι· ὅτι καὶ ὁ κανὼν περὶ τῶν ἀποκειρομένων πρὸ τῆς τριετίας θεσπίζει, οὐ μὴν περὶ τῶν δοκιμαζομένων καὶ ἔτι δι των ρασοφόρων Ετεροι δὲ εἶπον ὡς ὁ κανὼν μὲν μοναχικόν σχήμα καλεῖ τὴν ἀπόκαρσιν· οὐ διορίζεσθαι δὲ τὴν δοκιμὴν γίνεσθαι μετὰ μοναχικῶν καὶ ῥίπτειν ταῦτα καὶ κοσμικὰ ἐνδύεσθαι καὶ ἀναχωρεῖν. Τῷ καὶ ἀναφαίνεται ὀφείλειν τὸν δοκιμαζόμενον μετά λαβ κῶν ἀμφίων δοκιμάζεσθαι. Ο γὰρ ἅπαξ τὰ μοναχικά Καὶ ἔτι ὄντων ρασοφόρων. τινῶν γὰρ εἰσελθόντων εἰς μοναστήρια, καὶ ῥασοφορησάντων. τὴ μοναδικόν σχῆμα ήτησε, καὶ οἱ περὶ αὐτὸν, ὅθεν εὑρόντες τινὸς μου ναχοῦ ράσα, περιδύουσι μὲν αὐτὸν, καὶ ἀπεκδύουσι τὰ μαλακὰ καὶ ἀρχικὰ ἀμφία. Ακολουθία γινομένη εἰς φορέσαι τινὰ ῥάσον μόνον, καὶ καμιλαύχιον με', 'Ακολουθία εἰς ἀρχάριον ρα σοφοροῦντα, οι καμι λαύχιον Καὶ ἐνδύει αὐτὸν χιτῶνα καὶ καμιλαύχιον, μηδὲν ἐπιλέγων. ῥάσον χιτῶνα καμιλαύχιον ὁ ἀδελφὸς ἡμῶν ὁ δεῖνα ἐνδύεται τὸ καμιλαύχιον ἐν τῇ κεφαλῇ αὐτ τοῦ. Πιλίδιον, νῦν καμελαύχιον καλούμενον. Τιάρις, λόφος της περικε λαίας, περιθέμενος τῇ κεφαλῇ, καμελαύχιον. Επ Κίδαρις, περίθεμα κεφαλῆς, ἡ ἐκ τῆς τριχὸς ὕφασμα, ήτοι εἶδας καμελ αυχίου. ῥάσον ρασοφόροι οι ρασοφορούν τες, ῥασοφορῶν δέ τις, ἐκ Κομνηνῶν ἕλκων τὸ γένος, τὴν αὐτὴν τοῖς εἰρημένοις βαδίσας, καὶ ἐκ τοῦ παραχρήμα συσχεθείς απεστέρηται τοῦ φωτός.
col. 1029–1030page 506 of 741
PG 137:1029ἐνδυσάμενος οὐ παραχωρηθήσεται χθὲς μὲν κατὰ μοναχοὺς ἐπὶ ἀγορᾶς ἀναστρέφεσθαι, σήμερον δὲ κατὰ λαϊκοὺς θεατρίζεσθαι, καὶ οἷον ἐμπαίζειν κατά σκηνικοὺς τὸ ἅγιον σχῆμα· μᾶλλον μὲν οὖν ἀναγ κασθήσεται καὶ ἄκων ἀποκαρῆναι. Λέγοντες δὲ ταῦτα κατεσκεύαζον τὸν λόγον αὐτῶν ἀπὸ τοῦ γ' κεφ. τοῦ ια' τίτλου τοῦ παρόντος συντάγματος, λέ γοντος περὶ τὰς ἀρχὰ; οὕτω;· 'Η δὲ ιγ' διάταξις τοῦ α' τίτλου τῶν Νεαρών φησιν ὅτι οἱ παραμένοντες εἰς μονήρη βίον, εἴτε ἐλεύθεροι εἴτε δοῦλοι, πρότερον τριετίαν προσκαρτερείτωσαν, κουρᾷ τε καὶ ἐσθῆτι χρώμενοι τῶν λαϊκῶν, καὶ τὰς Γραφὰς μανθάνοντες, καὶ τὴν τύχην αὐτῶν ὁμολογοῦντες, καὶ τὴν αἰτίαν τοῦ θέλειν μονάσαι, μήποτε πονηρά ἐστι, καὶ νουθετείσθωσαν· καὶ εἰ προσκαρτερήσουσι τὴν τριετίαν καὶ ἄξιοι φανῶσι τοῦ μονάσαι, τότε χειρέσθωσαν. Καὶ ἤθελον ἐκ ταύτης Νεαρᾶς, οὔτης Ἰουστινιανείου, τὴν δοκιμὴν γίνεσθαι μετὰ λαϊκῶν αμφίων. Προσετίθουν δὲ ὡς, ἐπεὶ τὸ ιγ' κεφ. τοῦ α΄ τίτλου τοῦ δ' βιβλίου τῶν Βασιλικῶν, ὅπερ ἐστὶ κεφαλ. ξδ' τῆς ρκγ' Ἰουστινιανείου Νεαράς, διορίζεται τοὺς τολμήσαντας μιμήσασθαι σχῆμα μονα τοῦ ἢ ἀσκητρίας, καὶ κατὰ σκηνικοὺς ἐμπαῖξαι τοῦτο οἱῳδήτινι τρόπω, σωματικώς τιμωρεῖσθαι καὶ ἐξορίζεσθαι· πολλῷ δὲ πλέον κολασθήσεται ὁ ἐπαγγειλάμενος μοναδικὴν διαγωγήν, καὶ εἰς μοναστήριον ἀπελθὼν, καὶ μοναχικὴν ἐσθῆτα περιβαλλόμενος, ἐὰν ὕστερον ἀνερυθριάστως εἰς λαϊκοὺς μετα σχηματισθῇ. "Αλλοι δὲ εἶπον ὡς οἱ ρασοφορήσαντες μετὰ Τρισαγίου οὐ παραχωρηθήσονται μετασχηματισθῆναι εἰς λαϊκούς· οἱ δὲ χωρίς τούτου μετα σχηματισθέντες ἀδιαστίκτως ἐντὸς τῆς τριετίας τῶν μὲν μοναχικῶν ἀμφίων σχολὴν καταψηφίσονται, ἐνδυθήσονται δὲ λαϊκά. Ότι καὶ γυναῖκες πενθοῦσαι τοὺς ἀποβεβιωκότας ἄνδρας αὐτῶν μελανειμο νοῦσιν ἐπὶ καιρὸν, καὶ ἀκινδύνως αὖθις τὰ κοσμικά περιτιθέανται. Καὶ αὐτοὶ μὲν ταῦτα. Τοῖς πλείοσι δὲ καὶ εὐλαβεστέροι, οὐ δοκεῖ τὸ ἔχειν ἐπ' ἀδείας τὴν εἰσελθόντα εἰς μοναστήριον, καὶ, ὡς ἂν ἔχῃ τὸ πράγμα, μελανειμονήσαντα καὶ κατὰ μοναχούς δια τρίβοντα, μετασχηματισθῆναι εἰς λαϊκούς. Ἐξῆν γὰρ, φασὶν, αὐτῷ μετὰ λαϊκῶν ἐσθήτων δοκιμασθῆναι κατὰ τὸν τῆς τριετίας καιρόν· ἐπεὶ δὲ μοναχικά ἐνεδύσατο, ἀναγκασθήσεται περατώσαι τὴν οἰκείαν πρόθεσιν· εἰ δὲ πρὸς τοῦτο ἀποδυσπετήσει, τιμω ρηθήσεται, καθὼς ὁ νόμος φησὶν ἐν τῷ α' τίτλῳ τοῦ 5 βιβλίου. Ἐπεὶ δὲ ἤκουσά τινων μεμφομένων τοὺς καθηγουμένους, τοὺς μὴ μετὰ δοκιμασίαν ἀποκεί ροντας τοὺς προσερχομένους αὐτοῖς, καὶ κατὰ τοῦτο παραβαίνοντας ώσανεὶ τὸν παρόντα κανόνα • νομίζω ὅτι τὸ γ' κεφ. τοῦ α' τίτλου τοῦ δ βιβλίου, όπερ ἐστὶ δ' κεφάλ. τῆς ρκγ' Ἰουστινιανείου Νεαρᾶς, λύει καὶ τὸ τοιοῦτον ἀμφίβολον. Φησί γάρ· Εἴ τις δὲ εἰς μοναχικὸν βίον ἐλθεῖν βουληθείη, κελεύομεν, ἵνα, εἰ μὲν γνώρισμός ἐστιν ὅτι οὐδεμιᾷ τύχῃ ὑπόκειται, ὁ ἡγούμενος τοῦ μοναστηρίου, ὅτε συνίδῃ, τὸ σχῆμα αὐτῷ παράσχῃ· εἰ δὲ μὴ γνωρίζεται, εἰ οἱᾳδήποτε ὑπόκειται τύχῃ, ἐντὸς τριῶν ἐνιαυτῶν μὴ λαμβάνειν αὐτὸν τὸ μοναχικόν σχῆμα, ἀλλ' ἐντὸς τοῦ εἰ
col. 1031–1032page 507 of 741
PG 137:1031Δρημένου χρόνου ἀποκειράσθω τῆς τούτου ἀναστροφῆς ὁ τοῦ μοναστηρίου Ηγούμενος· καὶ τὰ ἑξῆς. Ωστε καλῶς ὁ καθηγούμενος ἀποκείρῃ, ὅτε συνίδῃ, τὸν προσελθόντα αὐτῷ· καὶ ἡ δοκιμασία γίνεται εἰς μόνους τοὺς ἀμφιβόλους, δούλους τυχόν, καὶ λοιποὺς τῷ αὐτῷ κεφαλαίῳ περιεχομένους. ΖΩΝΑΡ. 'Ο παρὼν κανὼν οὐδένα βούλεται ἀποκείρεσθαι, πρὶν ἢ δοκίμιον ἑαυτοῦ δώσει. Τινὲς γὰρ, φησί, προπετῶς εἰς τὸν μοναχικὸν βίον ἑαυτοὺς ἐπιρ ῥίπτοντες, ἀντὶ τοῦ οὐ μετὰ κρίσεως, ἀλλ᾽ ἀπροσέκτως εἰσωθοῦντες. Ωσπερ γὰρ τὸ ῥιπτόμενον οὐκ εὐκόσμως, ἀλλ', ὡς ἔτυχε, κεῖται· οὕτω κἀκεῖνοι ὡς ἐῤῥιμμένοι εἰσὶ, καὶ οὐ κατὰ κόσμον καὶ τάξιν διάγουσιν. 'Απαγορεύοντες γὰρ πρὸς τὸ τραχὺ καὶ ἐπίπονον τῆς ἀσκήσεως, πάλιν ἐπὶ τὸν φιλόσαρκον καὶ φιλήδονον βίον ἐπαναστρέφουσι. Διὸ ἴνα μὴ ταῦτα γίνωνται, ὥρισεν ἡ σύνοδος ἐπὶ τριετίαν δοκιμάζεσθαι τοὺς προσερχομένους ἐπὶ τῷ μονάσαι. Καὶ ὅταν διὰ τοῦ τοσούτου χρόνου δῶσι πεῖραν ἑαυτῶν, καὶ δόκιμοι φανῶσι καὶ ἄξιοι τοῦ μοναχικοῦ βίου, τότε τοῦ σχήματος αὐτοὺς ἀξιοῦσθαι, εἰ μή πού τις ἐν τῷ μέσῳ συμβαίη βαρεῖα νόσος, καὶ θάνατον ἀπειλοῦσα τέτε γὰρ ὁ τῆς δοκιμασίας καιρός συσταλήσεται. Εί δέ τις ἀνὴρ προσέλθῃ εὐλαβὴς, καὶ ἐν τῷ κόσμῳ κατὰ μοναχοὺς ζῶν, καὶ δῆλος κἀκεῖνος ᾖ, καὶ τὸ θεοφιλὲς τῆς αὐτοῦ βιοτῆς, τηνικαῦτα εἰς ἀπόπειραν αὐτοῦ καὶ δοκιμασίαν ἡ σύνοδος ἀρκοῦντα ἐδοκίμασε τὸν ἑξαμηνιαῖον χρόνον. Αλλ' ἔνιοι τῶν ἡγουμένων νυνὶ τὰ οἰκεῖα θελήματα πρὸ τῶν κανόνων τιθέασι καὶ τοὺς μὲν ἄρτι ἐπιδημήσαντας αὐτίκα κείρουσι, τοὺς δὲ μετὰ βραχείας ἡμέρας, καὶ ταῦτα ἀνθρώπους οὐδ᾽ ὅ τι ἐστὶ τὸ μοναχικὸν εἰδότας ἐπάγγελμα· καὶ οὐδὲ τὸ ἐπιτίμιον τοῦ κανόνος ἀναστέλλει αὐτοὺς τῆς ἀλόγου ὁρμῆς αὐτῶν, ὅπερ ἐστὶ τῆς ἡγουμενείας έχε πτωσις, καὶ εἰς ὑποταγὴν αὖθις ἀναστροφὴ διὰ παι δείαν τῆς ἀταξίας. Τὸν δὲ ἀκρίτως μονάσαντα καὶ παρὰ τὸν τεταγμένον καιρὸν ὁ κανὼν εἰς ἑτέραν χει λεύει μονὴν παραδίδοσθαι μοναχικὴν τηροῦσαν ἀκρί βειαν. ΑΡΙΣΤ. < Μηδεὶς ἀξιούσθω τοῦ μοναχινοῦ σχήματος, εἰ μὴ, ἐπὶ τριετίαν δοκιμασθεὶς, ἄξιος ἀνα φανείη • πλὴν εἰ μὴ βαρεία νόσος τὸν χρόνον συστείλεις· καὶ εἰς ἄνδρα δὲ εὐλαβὴ, καὶ κατὰ μοναχοὺς ζῶντα, ἀρκέσει ὁ ἑξαμηνιαῖος χρόνος. Εἰ δὲ παρὰ τοῦτο γένηται, ἐκπεσεῖται μὲν τῆς ἡγουμενείας ὁ ἡγούμενος, καὶ εἰς ὑποταγὴν < ἔσται· ὁ δὲ μονάδας εἰς ἀκριβές μοναστήριον ἀπενεχθήσεται. ΚΑΝΩΝ Γ'. Οἱ μοναχοὶ οὐδὲν ἴδιον ὀφείλουσιν ἔχειν πάνω τα δὲ τὰ αὐτῶν προσκληροῦται τῷ μοναστηρίῳ. Οἱ μοναχοὶ οὐδὲν ἴδιον. ὁ μονάσαν βουλόμενος περὶ τῶν ἑαυτοῦ πρότερον διατιθέσθω. Μετὰ γὰρ τὸ μονάσαι, τῶν αὐτοῦ πάντων κυριεύσει τὸ μοναστήριον. Εἰ δέ τις μοναχὸς φωραθείη ἐκ τῶν αὐτοῦ τι παρυποκρατήσας, αὐτὸς μὲν προσηκόντως ἐπιτιμάσθω· ἐκεῖνο δὲ παρὰ τοῦ προεστῶτος ἢ τοῦ ἐπισκόπου πιπρασκόμενον πτωγοῖς καὶ ἀπόροις δια
col. 1033–1034page 508 of 741
PG 137:1033Φησὶ γὰρ ὁ μακάριος Λουκᾶς περὶ τῶν εἰς Χριστὸν πιστευόντων, καὶ τὴν τῶν μοναχῶν πολιτείαν διατυπούντων, ὡς οὐδείς τι τῶν ὑπο αρχόντων ἔλεγεν ἴδιον εἶναι· ἀλλ᾽ ἦν αὐτοῖς ἅπαντα κοινά. Διὸ τοῖς ἐθέλουσι μονάζειν ἄδεια δίδοται περὶ τῶν ὑπαρχόντων αὐτοῖς διατίθεσθαι πρότερον καὶ οἷς ἂν βούλοιντο προσώποις, ι μὴ κεκωλυμένοις δηλονότι παρὰ τοῦ νόμου, τὰ αὐτῶν παραπέμπεσθαι. Μετὰ γάρ τοι τὸ μου νάσαι τῶν προσόντων αὐτοῖς ἁπάντων τὸ μου ναστήριον ἔχει τὴν κυριότητα, καὶ οὐδὲν περὶ τῶν οἰκείων φροντίζειν ἢ διατάσσεσθαι τούτοις παρακεχώρηται. Εἰ δέ τις φωραθείη κτησιν τινα, ἥτις οὐκ ἀπεκληρώθη τῷ μοναστηρίῳ, ιδιοποιούμενος, καὶ φιλοκτησίας πάθει δουλούμενος, ταύτην μὲν παρὰ τοῦ ἡγουμένου ἢ τοῦ ἐπισκόπου αναλαμβάνεσθαι, καὶ πολλῶν παρουσίᾳ πιπρασκομένην πτωχοῖς καὶ ἀπόροις δια «νέμεσθαι· τὸν δέ γε τὴν τοιαύτην κτήσιν, κατά τὸν παλαιὸν ᾿Ανανίαν, ὑποσυλων μελετήσαντα τῷ προσήκοντι ἐπιτιμίῳ ἡ ἁγία σύνοδος ὥρισε σωφρονίζεσθαι. Δῆλον δὲ ὡς ἅτινα περὶ μοναζόν των ἀνδρῶν ἡ ἁγία σύνοδος ἐκανόνισε, ταῦτα καὶ περὶ μοναζουσῶν γυναικῶν κρατεῖν ἐδι καίωσεν ΒΑΛΣ. Και έτεροι κανόνες διορίζονται ἀκτήμονας εἶναι τοὺς μοναχούς. Φησὶ γοῦν καὶ ἡ παρών ὡς ὁ μακάριος ἀπόστολος Λουκᾶς, ὑποτυπῶν τὴν τῶν μοναχῶν πολιτείαν, ἔγραψεν ἐν ταῖς πράξεσι, μὴ ἔχειν τοὺς πιστεύοντας εἰς Χριστὸν ἰδιόν τι· ἀλλ' ἦσαν αὐτοῖς πάντα κοινά· διὸ καὶ οἱ μοναχοὶ ὀφεί λουσιν οὕτω ποιεῖν, καὶ προσάγειν τῇ μονῇ τὰ προσόντα αὐτοῖς, ἐφ᾽ ᾧ εἶναι κοινά. Ἵνα μὴ γένηται τοῦτο εἰς παρεμποδισμὸν τοῖς θέλουσι μονάσαι (εἰκὸς γάρ ἐστιν εἶναί τινας πολυκτήμονας ἐν τῷ ρίῳ, καὶ ἔχοντας θέλημα πρός τινας περιελθεῖν τὰ οίκεία), ώρισαν οἱ Πατέρες ἔχειν ἐπ' ἀδείας τὸν μου τάται οφείλοντα διατίθεσθαι νομίμως πρὸ τῆς ἀποκάρσεως, διὰ τὸ πρὸς τὴν νεκροποιὸν διαγωγήν Οδεύειν· καὶ παραπέμπειν τὰ ἀνήκοντα αὐτῷ προς τὰ αὐτῷ βουλητέα μέρη, συγγενικὰ δηλονότι καὶ ἀλο λοία, δυνάμενα λαμβάνειν ἀπὸ διαθήκης λεγάτα ή κληρονομίας. Εἰσὶ γάρ τινες μὴ δυνάμενοι ἀπὸ δια θήκης λαμβάνειν τι, αἱρετικοὶ δηλαδὴ καὶ ἕτεροί τινες. Εἰ δὲ πρὸ τῆς ἀποκάρσεως οὐ ποιήσει τοῦτο, ἀλλ' ἀποκαρῇ· ἡ μὲν τοῦ διατίθεσθαι ἐξουσία ἀφο νεμέσθω. sκές 'Η δὲ ρίγ' εκγ') νεαρά, ἡ κειμένη ἐν βιβλίῳ τῶν Βασιλικῶν τίτλο α', καὶ διατίθεσθαι αὐτὸν ἐνδίδωσι μετὰ τὸ μονάσαι, καὶ ἀδιάθετον ἀποθανόντα, νομίμως παρὰ παίδων κληρονομεῖσθαι. 115 193) Γυναικών κρατεῖν ὁδικαίωσεν. Διὸ καὶ οἱ μοναχοὶ ὀφείλουσιν. είναι κοινά
col. 1035–1036page 509 of 741
PG 137:1035στηρίῳ διαφέρουσιν. Εἰ δέ τις παρὰ τὴν τοῦ κανόνος ᾑρήται ἐξ αὐτοῦ, τὰ δὲ πράγματα τούτου τῷ μονα περίληψιν ἐπιχειρήσει μετὰ τὸ μονάσαι ἐκ τῶν πραγμάτων τούτων τινὰ ἰδιώσασθαι, ταῦτα μὲν ὁ ἐπίσκοπος ἢ ὁ ἡγούμενος ἵνα ἀναλάβηται καὶ παρα λήσῃ κατὰ παρουσίαν πολλῶν ἀνθρώπων διὰ τὸ ἀδιάβλητον, καὶ διανείμῃ πτωχοῖς τὸ τίμημα. Ο δὲ μοναχὸς, ὁ ἀποσυλήσας τὰ τῷ Θεῷ ἀνήκοντα, κατά τὸν ᾿Ανανίαν ἐκεῖνον, δι' ἐπιτιμίου σωφρονισθήσεται. Ταῦτα τοῦ κανόνος διοριζομένου, εἶπόν τινες ἐναντιοῦσθαι τούτοις τὸ ζ' κεφάλ. τοῦ α' τίτλου του δε βιβλίου τῶν Βασιλικών, κεφάλαιον ὂν νη' τῆς ραγ Ἰουστινιανείου νεαρᾶς, καὶ οὕτω λέγων· Εἰ δὲ γυνή ἢ ἀνὴρ τὸν μοναχικὸν ἐπιλέξεται βίον, καὶ εἰσέλθη εἰς τὸ μοναστήριον, παίδων οὐχ ὑπόντων, τῷ μονα στηρίῳ ἐν ᾧ εἰσῆλθε τὰ πράγματα αὐτοῦ διαφέρειν κελεύομεν· εἰ δὲ τὸ τοιοῦτον πρόσωπον παῖδας ἔχει, καὶ πρὶν εἰσέλθῃ εἰς τὸ μοναστήριον περὶ τῶν οἱ κείων πραγμάτων μὴ ποιήσει διατύπωσιν, καὶ τὸ νόμιμον μέρος τοῖς παισὶν ἀφορίσει, καὶ οὕτως ἐξέστω αὐτῷ, καὶ μετὰ τὸ εἰσελθεῖν εἰς τὸ μονα στήριον, τὴν ἰδίαν οὐσίαν εἰς τοὺς οἰκείους διελεῖν πεῖδας· οὕτω μέντοι γε, ὥστε μηδὲ ἐπὶ ἑνὶ τῶν ἑαυτοῦ παίδων ἐλαττῶσαι τὸ νόμιμον μέρος. Τὸ δὲ μὴ δεδομένον τοῖς παισὶ μέρος τῷ μοναστηρίῳ δια φερέτω. Εἰ δὲ πᾶσαν τὴν οὐσίαν μεταξὺ τῶν παί δων διελεῖν βουληθείη, τοῦ οἰκείου αὐτοῦ προσώπου τοῖς παισὶ συναριθμουμένου, ἐν ἑαυτῷ μέρος πᾶσι τρόποις παρακρατείτω, ὀφεῖλον τῷ δικαίῳ τοῦ μου ναστηρίου διαφέρειν. Εἰ δὲ ἐν τῷ μοναστηρίῳ διά γων τελευτήσει πρὶν μεταξὺ τῶν οἰκείων παίδων τὰ ἴδια διανείμῃ πράγματα, τὸ νόμιμον μέρος οἱ παῖδες λήψονται· τὸ δὲ λοιπὸν τῆς οὐσίας τῷ μονα στηρίῳ διαφερέτω. Ἐμοὶ δὲ οὐ δοκεῖ ἐναντιοῦσθαι ταῦτα τοῖς ἐν τῷ κανόνι διορισθεῖσιν. Ο μὲν γὰρ κανὼν μόνων ἐμνήσθη τῶν μὴ ἐξ ἀνάγκης γραφομέν νων κληρονόμων, δηλονότι τῶν ἐκ πλαγίου συγγενών καὶ ἀλλοτρίων· ἡ δὲ νεαρὰ εἰποῦσα καὶ τὰ περὶ τοῦ κανόνος, δηλονότι τὸ ἔχειν ἐπ᾽ ἀδείας τὸν μέλλοντα μονάται πρὸ τῆς ἀποκάρσεως διατίθεσθαι, καὶ παρα πέμπειν τὰ οἰκεῖα ἔνθα βούλεται· μετὰ δὲ τὴν ἀπόκαρσιν μὴ ἐξεῖναι αὐτῷ τοιοῦτόν τι ποιεῖν, διὰ τὸ ἐοικέναι νεκρῷ· τὸν δὲ νεκρὸν μήτε πρᾶγμα ἔχειν, μήτε δύνασθαι λέγειν τι περὶ τούτου· ἀλλὰ γίνεσθαι τα πράγματα τούτου τῆς δεσποτείας τοῦ μοναστηρίου * προσέθετο ταῦτα φυλάττεσθαι, ὅταν οὐκ ἔχει ὁ μονάσας παῖδας. Εἰ γὰρ ἔχει, διαθήκην τε ποιή σει, ὡς ἡ νεαρὰ διαστίζει· καὶ μὴ ποιήσας, πάλιν ὑπὸ τῶν οἰκείων παίδων κληρονομηθήσεται, καὶ τὰ λοιπά γενήσεται τὰ τῇ καταστρωθείσῃ νεαρά περι εχόμενα. Οὕτω γοῦν τῆς ἐναντιοφανείας λυομένης, ἐρωτήσει τις, Τί ὀφείλει γίνεσθαι ἐπὶ τοῖς πράγμασι τοῦ ἀποκαρέντος, ἐὰν παῖδας οὐκ ἔχῃ, ἀλλὰ γονείς; Λύσις. Τὸ αὐτὸ δίκαιον ἔχουσιν οἱ παῖδες καὶ ο γονεῖς ἐπ' ἀλλήλοις, ὅσον εἰς τὸν λόγον τῆς κληρον μίας. Εἴ τι γοῦν γέγραπται γενέσθαι μετὰ τὴν ἀπίκαρπιν εἰς τοὺς παῖδας, γενήσεται καὶ εἰς τοὺς γονεῖς. Εἰ δὲ καὶ παῖδας ἔχει καὶ γονεῖς, τί ὀφείλει γενέσθαι; Λύσις. Η ριη' Ἰουστινιάνειος νεαρά κ
col. 1037–1038page 510 of 741
PG 137:1037κειμένη ἐν τῷ τέλει τοῦ γ' τίτλου τοῦ με' βιβλίου πρῶτον τοὺς παῖδας διορίζεται γράφεσθαι ἐξ ἀνάγκης κλη ρονόμους· παίδων δὲ μὴ ὑπόντων, τοὺς γονεῖς. Ἕτερον δὲ οὐδένα αναγκαζόμεθα καὶ ἄκοντες γρά φειν κληρονόμον. Εἰ δὲ ἀδιάθετος τελευτήσει τις, ἔχων γονεῖς καὶ ἀδελφοὺς, ἐπίσης παρὰ τούτων κληρονομηθήσεται. Καὶ ἀνάγνωσον τὴν ῥηθεῖσαν νεαρὰν, ἀναγκαίαν οὖσαν. Καὶ ταῦτα μὲν γενήσεται ἐπὶ τοῖς πρὸ τῆς ἀποκάρσεως προσοῦσι τῷ μέλλοντι μονάσαι πράγμασιν· εἰς δὲ τὰ μετὰ τὴν ἀπόκαρσιν περιελθόντα εἰς αὐτὸν ἀπὸ διαθήκης ἢ ἐξ ἀδιαθέτου τελευτησάντων προσγενῶν αὐτοῦ, ἡ ἑτέρωθεν ποθεν, τί γενήσεται; Λύσις. Ανάγνωθι τὴν ε' νεαράν του ἀοιδίμου βασιλέως κυροῦ Λέοντος τοῦ Σοφού, δια λαμβάνουσαν ἐν ἐπιτόμῳ καὶ τὰ ῥηθέντα μὲν ἄνω θεν, ἐν τῷ τέλει δὲ καὶ περὶ τοῦ μὴ καθόλου ἀπείργεσθαι τοὺς μοναχοὺς ἐκ τοῦ δικαίου τῆς διαθήκης, εὐπορήσαντας ἴσως μετὰ τὸ μονάσαι πραγμάτων. Αλλ' εἰ μὲν ὤφθησάν τι προκαταβαλόντες τῷ μου ναστηρίῳ, κατὰ τὸν καιρὸν ὅτε τούτῳ προσήρχοντο, εἶναι αὐτοὺς περὶ τῶν ὕστερον ἐπικτηθέντων κυ ρίους, ὥστε διοικεῖν αὐτὰ καθὼς αἱροῦνται· εἰ δ' οὐδὲν προκατεβάλοντο πρὸς τὴν μονὴν, αὐτοὺς μὲν περὶ τοῦ διμείρου ἔχειν ἄδειαν ὁρίζειν καὶ διατίθεσθαι κατά νόμους· τὸ μοναστήριον δὲ τὸ ἄλλο μέσ ρος ήτοι τὸ τρίτον ἀναλαμβάνεσθαι. Τί δέ, εἰ μὴ θελήσει ὁ μοναχὸς περὶ τῶν ἐπικτηθέντων μετὰ τὴν ἀπόκαρσιν ὁρίσαι τι, ἀνθέξεται πάντων τῶν πραγμάτων ἡ μονή, ἢ μᾶλλον οἱ καλούμενοι ἐξ ἀδιαθέτου τὰ τοιαῦτα πράγματα ἀναλάβωνται, καὶ μᾶλλον εἴπερ ὁ τελευτήσας προσήνεγκέ τι τῷ μου ναστηρίῳ; Λύσις. Η μὲν νεαρὰ τοῦ Φιλοσόφου ούτ δέν τι περὶ τούτου ἐθέσπισεν· ἐμοὶ δὲ δοκεῖ ὡς ἐκεῖνα τηνικαῦτα γενήσεται, ὅσα ἡ ἄνωθεν καταστρωθεῖσα νεαρά διορίζεται γενέσθαι εἰς τὰ πρὸ τῆς ἀποκάρσεως προσόντα πράγματα τῷ μοναχῷ, ἐπε ηνίκα οὗτος τελευτήσει ἀδιάθετος. Λόγος δὲ γέγονε ποτε εἰς τὸ δικαστήριον περὶ τῶν ἀσωμάτων δικαίων τοῦ μοναχοῦ, τῶν μὴ φθασάντων πρὸ τῆς ἀποκάρσεως οἰκονομηθῆναι παρὰ τούτου. Μοναχοῦ γάρ τινος ελκύσαντος εἰς δικαστήριον περὶ δάνους τινά, συν εζητήθη εἰ δύναται μοναχὸς ἐνάγειν, καὶ ἔδοξεν ἀπαράδεκτος εἰς τοῦτο. Ελθούσης δὲ τῆς μονῆς εἰς τὸ δικαστήριον, καὶ προβαλλομένης τὰ δίκαια τοῦ μοναχοῦ ὡς ἐκ τοῦ κανόνος περιελθόντα εἰς αὐτὴν διὰ τὸ μὴ διοικηθῆναι πρὸ τῆς ἀποκάρσεως, εἶπον οἱ περὶ τοὺς ἐναγομένους ὅτι οὔτε ἡ μονή οὔτε ὁ μοναχὸς ἐνάγειν δύναται. Ο μὲν γὰρ, ὡς ἤδη τε λευτήσας καὶ πράγματα μὴ ἔχων, ἀπαράδεκτός ἐστιν εἰς τὸ δικάσασθαι· ἡ δὲ, ὡς μὴ ἐκχωρηθεῖσα τὸ ἀσώματον δίκαιον τῆς ἀγωγῆς, ἀμετόχως ενάγει. Εμέμνηντο δὲ καὶ νόμου λέγοντος. Τὸ ἀσώματον δίκαιον, εἰ μὴ ἐκχωρηθῇ, οὐ μεταβαίνει πρὸς ἕτε ρον καὶ ἤθελον μὴ ἔλκεσθαι τὴν ἐναγόμενον διὰ τὸ τοιουτοτρόπως σβεσθῆναι τάχα τὴν ἀγωγήν. Αλλ' οὐκ ἤρεφαν, ταῦτα λέγοντες. Διεγνώσθη γὰρ ὡς, ἐπεὶ οὐ κατὰ προαίρεσιν τοῦ ἔχοντος τὸ ἀσώματον δίκαιον μοναχοῦ μεταβαίνουσι τα πράγματα τούτου εἰς τὴν μονὴν, ἀλλ᾽ ἀπὸ τῆς αὐθεντίας τοῦ νόμου,
col. 1039–1040page 511 of 741
PG 137:1039ενδυνάμως καὶ χωρὶς ἐκχωρήσεως οἰκειώσεται αὐτ τη τὴν ἀγωγήν. Ετι εἶπόν τινες ὡς ταῦτα πάντα ἔχουσι τὴ ἐνεργὸν εἰς τοὺς κοινοβιώτας μοναχούς, οὐ μὴν καὶ εἰς τοὺς κελλιώτας· ἤκουσαν δὲ μὴ και λῶς λέγειν, ὅτι οὐδὲ ἔστι διαφορά μοναστηρίων και μοναχῶν ἀπὸ νόμων ἢ κανόνων. ΖΩΝΑΡ. Οἱ τῇ μοναχικῇ ζωῇ συντάστομενοι, ὡς θνήσκοντες τῷ βίῳ λογίζονται. "Ωσπερ οὖν οἱ θα νόντες οὐδὲν ἔχουσιν, οὕτω καὶ τοὺς μονάζοντας ὁ κανὼν ἀπαιτεῖ μηδὲν κεκτῆσθαι, καὶ ἐκ τῶν Πρά ξεων μαρτυρίαν παράγει, ἐν οἷς ὁ θεῖος Λουκάς ἱστορεῖ ὅτι τῶν πιστευόντων οὐδεὶς ἔλεγεν ίδιόν τι ἔχειν τῶν ὑπαρχόντων αὐτῷ, ἀλλ᾽ ἦν ἅπαντα κοινά. Διὶ τοῖς ἀπονεύουσιν εἰς μοναχικὴν διαγωγὴν ἐνδί δωσιν ὁ κανὼν πρὸ τοῦ μονάσαι διατίθεσθαι περὶ τῶν προσόντων αὐτοῖς, καὶ οἰκονομεῖν τὰ οἰκεῖα ὡς βούλονται· ἕνα μέντοι μή κεκωλυμένοις προσ ώποις αὐτὰ καταλείψωσιν, οἷον αἱρετικοῖς ἢ νόθοις παισὶ πλέον τοῦ δωδεκάτου μέρους τῆς περιουσίας αὐτῶν, ὅταν καὶ γνησίους ἔχωσι παῖδας. Εἰ δὲ μονά σουσι πρὸ τοῦ διαθέσθαι, ἡ μονὴ τῶν ἐκείνου πάν των κυρία έσται, καὶ οὐκέτι αὐτῷ ἐκκεχώρηται οἰκονομεῖν περὶ τῶν οἰκείων. Ταῦτα δὲ οὕτω γίνονται, ὅταν μὴ ἀναγκαίους τὸ μονασαν πρόσωπου Εχει κληρονόμους, ἤτοι παῖδας, ἢ γονεῖς, οἷς ἐξ ἀνάγκης ἔχει τὸ νόμιμον καταλιμπάνειν μέρος. Η γὰρ ἑκατοστὴ εἰκοστή τρίτη νεαρά κειμένη εἰς βιο βλίον τῶν Βασιλικῶν τέταρτον, τίτλον πρῶτον, φησί πρὸς τοῖς ἄλλοις ὅτι, εἰ παῖδας ἔχει ὁ πρὸ τοῦ εἶχε νομῆσαι τὰ κατ' αὐτὸν εἰσελθὼν εἰς τὸ μοναστήριον, ἐξέστω αὐτῷ μετὰ τὸ καρῆναι τὴν οἰκείαν οὐσίαν εἰς τοὺς παῖδας αὐτοῦ διελεῖν, καὶ ἑκάστῳ προσ κληρῶσαι τὸ νόμιμον μέρος ἀκαινοτόμητον· τὸ δὲ περιττεύον μετὰ τὴν εἰς τοὺς παῖδας διανομήν προσκυροῦσθαι τῷ μοναστηρίῳ. Εἰ δὲ βούλοιτο ὁ μονάσας πᾶσαν τὴν ἰδίαν οὐσίαν καταλιπεῖν τοῖς παισί, κελεύει ἡ νεαρά συναριθμείσθαι κἀκεῖνον τοῖς ἑαυτοῦ παισίν· ὥστε εἰ τρεις τυχὸν εἴησαν οἱ παῖδες, συναριθμεῖσθαι αὐτοῖς καὶ τὸ μονάσαν πρόσωπον, καὶ εἰ ἑκατὸν νομισμάτων ἦν ἡ περιουσίᾳ, μὴ ἀνὰ τρίτον τῶν ἑκατὸν τοὺς παῖδας λαβείν, ἀλλὰ τετάρτην ἕκαστον μερίδα, ὥστε καὶ τῷ πατρὶ αὐτῶν ἴσην ἀπονεμηθῆναι μοίραν, καὶ ταύτην λαβεῖν την μονήν. Εἰ δὲ ὁ ἀποκαρεὶς τελευτήσει ἐν τῷ μοναστηρίῳ πρὸ τοῦ διανείμεσθαι τοῖς παισὶ τὴν περιουσίαν, τότε οἱ μὲν παῖδες τὸ νόμιμον λήψονται μέρος, τὸ δὲ λοιπὸν ἔσεται τῆς μονῆς. Εἰ δέ τις εὑρεθείη, φησὶν ὁ κανών, κτῆσιν ἔχων τινὰ μετὰ τὸ καρῆναι, τὴν μὲν κτῆσιν ὁ ἡγούμενος τῆς μονῆς ὁ τῆς χώρας ἐπίσκοπος λαβὼν, και πωλήσας παρο ουσίᾳ πολλῶν, ὥστε δῆλον εἶναι πόσου ἐπράθη· ἵνα μὴ ὑποψίαν καθ᾿ ἑαυτοῦ δῷ ὁ ἡγούμενος ἢ ὁ ἐπίσ σκοπος, διανειμάτω πτωχοῖς· τῶν δὲ τὴν κτῆσιν παρακρατήσαντα καὶ οἷον ὑποσυλήσαντα, ἐπιτιμίψ τῷ προσήκοντι σωφρονισάτω. Τὰ αὐτὰ δὲ, φησί, καὶ περὶ μοναζουσῶν κρατείτω, ὅσα περὶ μοναχῶν κεκανόνισται.
col. 1041–1042page 512 of 741
PG 137:1041ΑΡΙΣΤ. Ἐξὸν ἦν τοῖς μονάσαι βουλομένοις διπ θέσθαι πρότερον, εἰ μὴ διάθοιντο, τῶν αὐτοῖς προσόντων κυριεύσει τὸ μοναστήριον. Εἰ δέ τι ἰδιοποιήσαιτο, καὶ μὴ ἀποκληρώσειε τὸ μονα στήριον, παρὰ τοῦ ἡγουμένου ἢ τοῦ ἐπισκόπου φανερώς πιπρασκόμενον, πτωχοίς διανεμηθήσεται καὶ ὁ νοσφισάμενος ἐπιτιμηθήσεται. Κρατήσει ταῦτα καὶ εἰς μοναζούσας.» ΚΑΝΩΝ Ζ'. Πολλὰς τῶν ἐπισκοπῶν ὁρῶμεν καταπιπτούσας, καὶ ἀφανισμῷ τελείῳ κινδυνευούσας παραδίδο 4 σθαι, ὅτι περ οἱ τούτων προεστηκότες τὴν περί αὐτῶν φροντίδα καὶ ἐπιμέλειαν εἰς νεουργίας μοναστηρίων καταναλίσκουσι, καὶ ταύτας δια 4 σπώντες, καὶ τὸν σφετερισμὸν τῶν εἰσόδων ἐκμηχανώμενοι, τὴν ἐκείνων ἐπαύξησιν πραγ 4 ματεύονται. Ὥρισεν οὖν διὰ τοῦτο ἡ ἁγία σύν οδος μηδενὶ τῶν ἐπισκόπων ἐξεῖναι μοναστήριον ἴδιον ἐπὶ καταλύσει τῆς οἰκείας ἐπισκοπῆς νεουργεῖν. Ει δέ τις φωραθείη τοῦτο τολμῶν, αὐτὸν μὲν τῷ προσήκοντι ἐπιτιμίῳ καθυπου βάλλεσθαι, τὸ δὲ νεουργηθὲν ὑπ' αὐτοῦ, ὡς μηδὲ τὴν ἀρχὴν μοναστηρίου δίκαιον ἀπειλη 4 φός, ὡς ἰδιωτικὸν τῷ ἐπισκοπείῳ προσκυρού. σθαι. Οὐδὲν γὰρ τῶν παρανόμως καὶ ἀτάκτως παρυφισταμένων τὸ πρόκριμα τῶν κανονικῶν συνισταμένων ἀποφέρεσθαι δύναται. ο ΒΑΛΣ. Επισκόπων τινῶν, ὡς ἔοικε, νεουργούν των μοναστήρια και καταναλισκόντων τὰς εἰσόδους τῶν ἐπισκοπῶν, ὅσπερ ὤφειλον μετὰ τὴν ἀναγκαίαν τούτων δαπάνην εἰς περιποίησιν τῶν τῆς ἐπισκοπῆς ταμιεύειν κατὰ τὸν ἀποστολικὸν κανόνα, κάντεῦθεν τῶν ἐκκλησιῶν αὐτῶν καταπιπτουσῶν, καὶ εἰς τὸ μηδὲν σχεδόν περιισταμένων· ὥρισαν οἱ Πατέρες μὴ νεουργεῖν ἐπίσκοπον μοναστήριον ἴδιον διὰ τὸ ἐπὶ καταλύσει τῆς ἐπισκοπῆς τοῦτο καινίζεσθαι. Εἰ δὲ παρὰ ταῦτά τις επίσκοπος ποιήσει, αὐτὸς μὲν ἐπιτιμίῳ καθυποβληθήσεται· τὸ δὲ καινουργηθὲν μοναστήριον ὑπὸ τὴν κυριότητα ἐσεῖται τῆς ἐπι σκοπῆς. Καὶ ὁ μὲν κανὼν ἐν τούτοις. Καλῶς δὲ εἶπε μὴ ἔχειν ἐπ' ἀδείας τὸν ἐπίσκοπον ἐκ νέου καινίζειν μοναστήριον ἐπὶ καταλύσει τῆς ἰδίας ἐπισκοπής. Εἰ γὰρ τὴ προὸν μοναστήριον ἀνακαινίζει τις, φθά σαν καταπτωθῆναι, καὶ μηδὲ τὰ τῆς ἐπισκοπῆς αὐτοῦ λυμαίνεται, οὐ κωλυθήσεται ποιῆσαι τὰ βουλητέα αὐτῷ· ὥσπερ οὐ κωλυθήσεται, ὡς ἐμοὶ δοκεῖ, καὶ μοναστήριον ἐκ καινῆς ἀνεγεῖραι, εἴπερ τὰ τῆς ἐπισκοπῆς οὐ λυμαίνεται, ἀλλ' οίκοθεν τὴν δαπάνην ποιεῖ. Τὸ γὰρ ἀδιαστίκτως οὕτω, καὶ ὅτι μὴ βλά πτεται ἡ ἐπισκοπὴ, κωλύσεται τὸν ἐπίσκοπον και νουργεῖν· μοναστήριον εἰς δοξολογίαν Θεοῦ καὶ σω τηρίαν ψυχῶν οὐκ ἔστιν εὐπαράδεκτον, οὐδὲ τῆς τῶν Πατέρων διακρίσεως επάξιον. Καὶ αὐτὸς γὰρ ὁ τῆς παρούσης συνόδου πρῶτος, ὁ μακαριώτατος Φώτιος, τὴν τοῦ Μανουήλ μονὴν ἐκ κρηπίδων αὐτῶν σχεδὸν εἰς ὅ νῦν ὁρᾶται κάλλος καὶ μέγεθος κατέ στησε. Καὶ ὁ ἁγιώτατος ἐκεῖνος πατριάρχης κυρός
col. 1043–1044page 513 of 741
PG 137:1043φροντιστήριον, ὀφείλε: λογίζεσθαι ὥσπερ εἰ μηδὲ ἐκτίσθη παρὰ τοῦ ἐπισκόπου· καὶ ἐπεὶ τὰ παρά τινων προσαγόμενα τῷ Θεῷ οὐκ εἰσὶ τῆς τοῦ κτί ζοντος κυριότητος, ἀλλὰ τῆς τοῦ Θεοῦ, καὶ ἀπὸ τῶν εἰσόδων δὲ τῆς ἐπισκοπῆς ἐκτίσθη, ὀφείλει καὶ τὸ τοιοῦτον ὡς ἰδιόκτητον τῇ ἐπισκοπῇ προσκυνοῦσθαι. Ερωτήσει δέ τις, Εἰς ποῖον ἐπίσκοπον ὀφείλει τὸ μοναστήριον περιέρχεσθαι, εἰς τὸν διαδεξάμενον τὸν κτίσαντα τοῦτο ἀρχιερέα, ἢ εἰς τὸν ἐγχώριον ἐπί σκοπον; Λύσις. Τὰ δαπανηθέντα εἰς ἀνέγερσιν τοῦ μοναστηρίου, ὡς ἀπὸ τοῦ κανόνος ἀναφαίνεται, ἀπὸ τῶν εἰσόδων ἦσαν τῆς ἐπισκοπῆς· διὸ καὶ ὀφείλει τοῦτο εἰς τὴν ἐπισκοπὴν ταύτην περιέρχεσθαι, ὡς Αλέξιος μετὰ ταῦτα τὴν μονὴν τὴν λεγομένην τοῦ κυροῦ ᾿Αλεξίου ἀνέγειρεν. Καὶ ὁ ἁγιώτατος πατριάρχης κυρὸς Θεοφύλακτος τὴν παραβόητον μονὴν τῶν Ρουφινιανῶν· καὶ ἄλλοι δὲ πατριάρχαι, μητροπολῖται τε καὶ ἐπίσκοποι διάφορα μοναστήρια έκαι νούργησαν ἔν τε τῇ βασιλευούσῃ τῶν πόλεων και ἔξωθεν, καὶ οὐδὲν ἐκ τούτων κατὰ τὴν τοῦ κανόνας περίληψιν εἰς τὰ δίκαια τῶν ἐπισκοπῶν περιήλθε πάντως, διὰ τὸ μὴ γενέσθαι τὴν τούτων ἀνέγερσιν παρὰ τῶν ἀρχιερέων ἐπὶ καταλύσει τῶν οἰκείων ἐπισκοπῶν. Ὥσπερ δέ τινος εἰπόντος, Ἵνα τί ἡ παρά τοῦ ἐπισκόπου ἀνεγερθεῖσα μονὴ οὐ συντηρείτα ὑπὸ τὰ δίκαια τούτου, ἢ κἂν ἐλευθέρα, ἀλλ' ὑπὸ τὴν ἐπισκοπικὴν μεταβαίνει κυριαρχίαν εἶπον οἱ Πατέρες ὡς, ἐπεὶ ἀρχῆθεν καὶ ἐκ κρηπίδων αὐτῶν – ὑπεναντίως τοῖς κανότι συνέστη τὸ τοιοῦτον εὐαγές δικαιουμένην ἐπ' αὐτῷ, διὰ τὸ κτισθῆναι ἀπὸ τῶν εἰσόδων ταύτης. Καὶ εἰ μὲν ἐκτίσθη εἰς τὴν ἐνορίαν αὐτῆς, λόγος οὐδείς· εἰ δὲ καὶ εἰς ἑτέραν ἐνορίαν, καὶ οὕτω μοναστήριον περιελεύσεται εἰς τὴν ἐπι σκοπήν. Ο δὲ κατὰ χώραν ἐπίσκοπος ἕξει ἐπ᾿ αὐτῷ μόνα τὰ ἀρχιερατικὰ δίκαια. Καὶ ἡ μὲν ἑρμηνεία τοῦ κανόνος ἐν τούτοις. Εχε δὲ ἐπὶ μνήμης ὅτι ὁ ἅγιος Χρυσόστομος ἐν τῇ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου ἑρμηνείᾳ αὐτοῦ λέγει, ὡς Ἐάν τις ἐρωτήσῃ σε ποῖόν ἐστι κρεῖττον, προσενεγκεῖν ἐχε κλησίᾳ δῶρον, ἢ χαρίσασθαι πτωχοίς, εἰπὲ προτιμήσασθαι τοὺς πτωχούς. Οτι, φησί, τὰ μὲν τῶν ἐκκλησιῶν καὶ χρόνος φθείρει, καὶ τύραννοι ἀφαι ροῦνται· τὰ δὲ δοθέντα πτωχοῖς οὐδὲ ὁ διάβολος δύναται ἀφελέσθαι. Ἐὰν δὲ πρόθηταί τις δωρήσασθαι ἐκκλησίᾳ, οὐκ ὀφείλει περικόπτεσθαι χάριν τοῦ προτιμηθῆναι τοὺς πτωχούς. Καὶ ὅτι ἡ ἀνακαίνισις τῶν ἐκκλησιῶν προτιμοτέρα ἐστὶ τῶν πτω χῶν· οὐ μὴν ἡ πρώτη νεουργία. ΖΩΝΑΡ. Τὸ παρ' ἐπισκόπων κτίζεσθαι μοναστή για κωλύει ο κανών· ἵνα μὴ τὰ τῶν ἐπισκοπῶν αὐτῶν σφετερίζωνται, καὶ εἰς τὰς οἰκοδομὰς τῶν μονῶν δαπανῶσιν αὐτὰ, καὶ τὰς ἐπισκοπὰς διαστών τες τὴν τῶν μονῶν ἐπαύξησιν πραγματεύωνται· διὰ τοῦ, διασπώντες, τὴν τῶν ἐπισκοπὴ παραδηλώσας πτῶσιν καὶ τὸν ἀφανισμόν. Τὸ γὰρ διασπώμενον, κἂν ζῶον εἴη, κἂν ἄψυχόν τι, εἰ; φθορὰν συνελαύνεται καὶ ἀπαγορεύει καθόλου μή τινι τῶν ἐπισκόπων ἐξεῖναι μοναστήριον ἴδιον νεουργεῖν, ὡς ἐπὶ καταλύσει τῆς ἐπισκοπῆς τῆς συστάσεως τῆς μονῆς
col. 1045–1046page 514 of 741
PG 137:1045ἐσομένης. Εἰ δὲ τοῦτο τολμήσει, φησίν, αὐτὸς μὲν ἐπιτιμηθήσεται παρὰ τοῦ χειροτονοῦντος αὐτόν· τὸ δὲ νεουργηθὲν παρ' αὐτοῦ τῇ ἐπισκοπῇ προσκύρω θήσεται, καὶ ἔσται αὐτῇ ἰδιόκτητον, ὥσπερ εἰ μηδὲ μοναστήριον ἐγένετο. Τὰ γὰρ παρανόμως γινόμενα οὐκ ἔσονται εἰς βλάβην καὶ ἀνατροπὴν τῶν πραττομένων κανονικῶς ΑΡΙΣΤ. 4 Μηδενὶ τῶν ἐπισκόπων ἐξέστω μοναστήριον ἴδιον ἐπὶ καταλύσει τῆς ἰδίας ἐπισκοπῆς νεουργεῖν. Ο δὲ τοῦτο τολμῶν ἐπιτιμάσθω· καὶ τὸ νεουργηθέν, ὡς ἰδιωτικόν, τῇ ἐπισκοπῇ προσο κυρούσθω.» Ο θεῖος καὶ ἱερὸς τῶν ἁγίων ἀποστόλων κανών τοὺς ἐκτέμνοντας ἑαυτοὺς αὐτοφονευτές κρίνει καὶ ἱερεῖς μὲν ὄντας, καθαιρεῖ· μὴ ὄντας δὲ, «τῆς ἐπὶ τὴν ἱερωσύνην προκοπῆς ἀπείργει δῆλον ἐντεῦθεν καθιστῶν ὡς, εἴπερ ὁ ἑαυτὸν ἐκτέμνων αὐτοφονευτής ἐστιν, ὁ ἕτερον ἐκτές μνων πάντως φονευτής ἐστι. Θείη δ᾽ ἄν τις τὸν τοιοῦτον δικαίως καὶ τῆς δημιουργίας αὐτ τῆς ὑβριστήν. Διόπερ ὥρισεν ἡ ἁγία σύνοδος ὡς, εἴ τις ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος ευνουχίζων τινα ελεγχθείη, ή αυτοχειρία, ἢ ἐξ < ἐπιτάγματος, τοῦτον καθαιρέσει καθυποβάλλεσθαι· εἰ δὲ λαϊκὸς εἴη, ἀφορίζεσθαι· πλὴν εἰ 4 μήπω νόσημά τι περιπεσὸν πρὸς ἐκτομὴν τοῦ πεπονθότος βιάζοιτο. Ὥσπερ γὰρ ὁ τῆς ἐν Ν καίᾳ συνόδου πρῶτος κανὼν τοὺς ἐν νόσῳ χει ρουργηθέντας οὐ κολάζει διὰ τὸ νόσημα· οὕτω καὶ ἡμεῖς οὔτε τοὺς ἱερεῖς ἐπιτάσσοντας εὐνουχίζεσθαι τοὺς νοσοῦντας κατακρίνομεν, οὔτε 4. μὴν τοὺς λαϊκοὺς αὐτοχειρίᾳ πρὸς τὴν ἐκτομὴν χρωμένους αἰτιώμεθα. Τοῦτο γὰρ ἱατρείαν τοῦ «σώματος, ἀλλ' οὐκ ἐπιβουλὴν τοῦ πλάσματος, ἢ τῆς πλάσεως ύβριν λογιζόμεθα.» ΒΑΛΣ. ᾿Αποστολικὴν κανόνα φασὶν οἱ Πατέρες τὸν κα', κδ', κγ' καὶ κδ'. Οὗτος γὰρ διορίζονται πῶς ἐφείλουσι κολάζεσθαι οἱ τοὺς διδύμους ἑαυτῶν ἐκτέ μοντες. Ὁ δὲ παρὼν κανὼν θεσπίζει πῶς τιμω ρεῖσθαι μέλλουσιν οἱ ἑτέρους εὐνουχίζοντες αὐτοχεί. ρως, καὶ οἱ τοῦτο ἐπιτρέποντες. Φησὶ γοῦν ὡς, ἐπεὶ ὁ ἐκτεμὼν ἑαυτὸν αὐτοφονευτής ἐστι, πάντως & ἕτερον ἐκτεμών, ἢ ἐπιτρέψας ἐκτμηθῆναι, φονεύς ἐστιν. Αποκαλεῖ δὲ αὐτοὺς καὶ ὑβριστὲς τοῦ Θεοῦ. Οὓς γὰρ ὁ Θεὸς διὰ τῆς παιδοποιίας ἀθανάτους σχεδὸν ἀπειργάσατο, καὶ εἰς ἄρσεν καὶ θῆλυ ἐδη μιούργησεν, εἰπὼν πρὸς τούτους, Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν οἰκουμένην, αὐτοὶ ὑπεναντίως τῷ προστάγματι τοῦ Θεοῦ ἕτερόν ει τούτους εἶναι πεποιήκασι διὰ τῆς τῶν διδύμων ἀφαιρέσεως· ὡς τῶν ἐκτετμημένων μήτε ἀν δρῶν ὄντων διὰ τὸ μὴ παιδογονεῖν, μήτε γυναικῶν διὰ τὸ μὴ τίκτειν. Ωρισαν οὖν οἱ Πατέρες τοὺς τόλο
col. 1047–1048page 515 of 741
PG 137:1047μήσοντας ευνουχίσαι οἰονδήτινα ἢ αὐτοχείρως ἢ διὰ προτροπής, ἱερωμένου; μὲν ὄντας, καθαιρείσθαι, λαϊκοὺς δὲ ἀφορίζεσθαι· ε! μήπω εἰς νοσοῦντάς τινας τοιοῦτόν τι διαπράξωνται· τούτους γὰρ ἀνευ θύνους εἶναι παρεκελεύσαντο· ὅτι ἰατρεία τοῦ πλά σματος τοῦ Θεοῦ, οὐχὶ ὕβρις ἐστὶ, τὸ διὰ νόσον οὗτα γινόμενον. Ανάγνωθι τὰ ἐν τοῖς ῥηθείσιν ἀποστολικοῖς κανόσι γραφέντα, καὶ τὸν σ' κανόνα τῆς πρώτης συνόδου, καὶ τὰ ἐν αὐτῷ, καὶ τὴν ρμβ΄ Ἰουστινιάνειον νεαρές, καταστρωθεῖσαν ἔξωθεν τοῦ ιδ' κεφ. τοῦ α' τίτλου τοῦ παρόντος συντάγματος. Σημείωσαι δέ τι καινὸν ἀπὸ τῆς τοῦ κανόνας περι λήψεως ἀναφαινόμενον. "Ανωθεν μὲν γὰρ τοὺς ἱερω μένους ευνουχίζοντας ἢ αὐτοχείρω; ἢ ἐξ ἐπιτροπῆς καθαιρεῖσθαι διορίζονται οἱ Πατέρες· κάτω δὲ περὶ τῶν διὰ νόσον ἀκρωτηριαζομένων τὸν λόγον ποιούμενοι, τοὺς μὲν λαϊκοὺς αὐτοχείρως ευνουχίζοντας ἢ τὸν ἀκρωτηριασμὸν ἐπιτρέποντας οὐκ αἰτιώνται τοὺς δὲ ἱερωμένους, ἐπιτάττοντας καὶ μόνον, οὐ κατακρίνουσι· μὴ μέντοι γε καὶ αὐτοχείρους τοῦ ἀκρωτηριασμοῦ γενομένους. Σημείωσαι οὖν τοῦτο, ὀφείλον συμβαλέσθαι σοι πολλὰ, εἰς τὸ μὴ εἶναι ἀτιμωρήτους τοὺς ἱερωμένους διὰ νόσον προδιδόντας εἰς ἐκτομὴν ἑαυτοὺς δίχα ἐπιτροπῆς ἐκκλησιαστικῆς. Εἰ γὰρ τιμωρεῖται ὁ ἱερωμένος ὁ ἕτερον αυτο χείρως διὰ νήσον ἐκτέμνων, πολλῷ πλέον τιμωρηθήσεται ὁ ἑαυτὸν ἀκρωτηριάζων ιερωμένος δι νόσον. ΖΩΝΑΡ. Τὸ εὐνουχίζειν καὶ τοῖς πολιτικοῖς νό μοις ἀπηγόρευται. Ο μὲν οὖν ἑαυτὸν ἐκτέμνων, καθὼς ἐν τῷ πρώτῳ κανόνι τῆς οἰκουμενικῆς πρώ της συνόδου είπομεν, ἱερωμένος ων, καθαιρεῖται, μέλλων δ' ἱερωθῆναι κωλύεται ὡς αὐτοφονευτής. Ει δὲ ἐκεῖνος αὐτοφονευτής κρίνοιτο, ὁ ἄλλον εὐνουχία ζων πάντως ἂν λογίζοιτο φονευτής. Εἴη δ' ἂν καὶ τῆς τοῦ Θεοῦ δημιουργίας υβριστής. Ὃν γὰρ ἐκεί νος εἰς ἀνδρώαν φύσιν προήνεγκε, τοῦτον οὗτος εἰς φύσιν ἄλλην μεταμείβει ἀλλόκοτον. Οὔτε γὰρ ἀν δρώας ἐστὶ φύσεως ὁ ἐκτετμημένος, ἐπεὶ συνουσιά ζων οὐ δύναται τέκνον ἐγεῖραι· οὔτ᾽ αὖθις γυναικείας ἐστὶν, ἐπεὶ μὴ τίκτει. Διὰ τοῦτο, φησὶν ὁ κανών, εἴ τις ἱερωμένος ευνουχίζων τινὰ ἐλεγχθείη, εἴτε δι' ἑαυτοῦ εἴτε δι' ἑτέρου, καθαιρείσθω· εἰ δὲ η λαϊκός, ἀφοριζέσθω. Εἰ δέ τις περιπέσῃ νοσήματι, ἐξ οὗ βιάζοιτο ἐκτμηθῆναι, τότε ἐφίησιν αὐτὸν ευνουχίζεσθαι, καὶ οὔτε τοὺς χειρουργοῦντας οὔτε τοὺς ἐπιτάττοντας κολάζει. Οὐ γὰρ ὕβρις τοῦ πλά στου τοῦτό ἐστιν, οὔτε μὴν ἐπιβουλή τις τοῦ πλά σματος, ἀλλὰ νόσου θεραπεία. ΑΡΙΣΤ. «Ε: τις ἐπίσκοπος ἢ πρεσβυτερος ἢ διάκονος ευνουχίσειέ τινα ἢ αὐτοχειρίᾳ ἡ ἐπιτάγματι, καθαιρείσθω· εἰ δὲ λαϊκὸς εἴη, ἀφοριζέσθω πλὴν εἰ μὴ νοσήματι πρὸς τὴν ἐκτομὴν ἐκδιά «ζοιτο· ἰατρεία γὰρ τοῦτο, οὐκ ἐπιβουλή.
col. 1049–1050page 516 of 741
PG 137:1049ΚΑΝΩΝ Θ'. Τοῦ ἀποστολικοῦ καὶ θείου κανόνος τοὺς ἱερεῖς, τύπτειν ἐπιχειροῦντας πιστοὺς ἁμαρτήσαντας, ἢ ἀπίστους ἀδικήσαντας, καθαιρέσει καθυποβάλλοντος, οἱ τὸν οἰκεῖον ἀποθεραπεύειν μηχανών μενοι θυμόν, καὶ τὰς ἀποστολικές διατάξεις παραχαράσσοντες, τοὺς αὐτοχειρία τύπτοντας ἐξειλήφασι, μήτε τοῦ κανόνος μηδὲν τοιοῦτον υποσημαίνοντος, μήτε τοῦ ὀρθοῦ λόγου τοῦτο νοεῖν ἐπιτρέποντος. Μάταιον γὰρ ὡς ἀληθῶς καὶ λίαν ἐπισφαλὲς τὸν αὐτοχειρίᾳ μὲν ἐν τῷ τύπτειν τρὶς ἢ τετράκις πλήξαντα καθαιρεῖσθαι· ἀδείας δὲ διδομένης, τύπτειν ἐξ ἐπιτάγο ματος τὸν ἀπηνῶς καὶ μέχρι θανάτου τὴν πιο μωρίαν ἐπαύξοντα παρορᾶσθαι ατιμώρητον. Διόπερ τοῦ κανόνος τὸ τύπτειν ἁπλῶς κολάζον «τος, καὶ ἡμεῖς οὕτω συμψηφιζόμεθα. Χρὴ γὰρ τὸν τοῦ Θεοῦ ἱερέα διδασκαλίας καὶ νουθεσίας, ε ἔσθ' ὅτε δὲ καὶ τοῖς ἐκκλησιαστικοῖς ἐπιτιμίοις, «τὸν ἀτακτοῦντα παιδαγωγεῖν, ἀλλὰ μὴ ταῖς μάστιξι καὶ ταῖς πληγαῖς εἰς τὰ τῶν ἀνθρώπων σώματα ἐπιπηδαν. Εἰ δέ τινες εἶεν παντελῶ; ἀνυποτακτοῦντες, καὶ τῷ σωφρονισμῷ τῶν ἐπιτιμίων μὴ ὑπείκοντες, τούτους διὰ τῆς πρὸς τοὺς κατὰ τὸν τόπον ἄρχοντας ἐγκλήσεως οὐ ο δεὶς κωλύει σωφρονίζεσθαι· καὶ γὰρ ὁ τῆς ἐν Αντιοχεία συνόδου πέμπτος κανὼν τοὺς θορυ βοῦντας καὶ στάσεις τῇ Ἐκκλησίᾳ παρεισάγοντας διὰ τῆς ἔξωθεν χειρὸς ἐκανόνισεν ἐπι ο στρέφεσθαι, ο ΒΑΛΣ. Ὁ μὲν κι' ἀποστολικὸς κανὼν καθαιρεῖσθαι διορίζεται τοὺς ἱερωμένους τύπτοντας οἱονδήτινα πιστὸν ἢ ἄπιστον ἀδικήσαντα ἢ ἁμαρτήσαντα ὁ δὲ παρὼν κανών φησιν ώς τινες ἱερωμένοι, τὴν ἀπὸ τοῦ κανόνος ἐπαγομένην ἐκ τούτου καθαίρεσιν πτοούμενοι, αὐτοχείρως μὲν οὐ πλήττουσι, τὸν δὲ οἰκεῖον θυμὸν θεραπεύοντες, δι' ἑτέρων τύπτουσιν ὡς τοῦ ἀποστολικού κανόνος μὴ ῥητῶς τάχα κωλύ σαντος καὶ τοῦτο. Κάντεῦθεν περιγράφουσι την ἀποστολικὴν παραγγελίαν. Εστι δὲ καὶ ἐπισφαλές, μᾶλλον μὲν οὖν καὶ ἄτοπον, τὸ λέγειν περὶ τῶν ἀποστόλων ὡς τιμωροῦσι μὲν τὸν ἅπαξ ἢ δὶς τυχὸν οἰκειοχείρως πλήξαντα· τὸν δὲ ἐξ ἐπιτροπῆς θανα σίμους καὶ πολλὰς πληγάς τινι ἐπάγοντα μὴ κολά ζεσθαι. Διὸ καὶ ὥρισαν οἱ Πατέρες ἀκολούθως τοῖς παρὰ τῶν ἁγίων ἀποστόλων διορισθείσι μήτε αὐτοῦ χείρως τοὺς ἱερωμένους κολάζειν οιονδήτινα μήτε δι' ἑτέρας χειρός, ἀλλὰ διὰ νουθεσιῶν ἢ καὶ ἐπιτιμίων παιδεύειν τοὺς ἁμαρτάνοντας· τοὺς δὲ μὴ ἐπιστρέφοντας διὰ τούτων διὰ προσελεύσεως ἀρχοντικῆς τιμωρεῖσθαι. Ωσπερ δέ τινος εἰπόντος καὶ τοῦτο ἀπρεπὲς εἶναι καὶ ἀνοίκειον τοῖς ἱερωμένοις, φησὶν ὁ κανὼν ὡς ἡ ἐν ᾿Αντιοχείᾳ σύνοδος ἐν ε' και νόνι τοὺς θορυβοῦντας τὴν Ἐκκλησίαν κληρικούς σωφρονίζεσθαι διὰ τῆς ἔξωθεν χειρός ήτοι τῆς πολιο τικῆς διωρίσατο. Εἴποι δέ τις, Καὶ πῶς, τοῦ κανόνος ταῦτα διοριζομένου, οἱ τῶν ἐλευθερίων σπουδασμά των διδάσκαλοι, γραμματικοὶ δηλονότι καὶ τοιοῦτοι ἕτεροι, ἱερωμένοι όντες, ἀπροκριματίστως τύπτουσι
col. 1051–1052page 517 of 741
PG 137:1051τοὺς μαθητὰς αὐτῶν Λύσις. Τὸ ἐξ ἀμύνης καὶ β μοῦ τύπτειν κολάζεται, οὐ μὴν ἡ διὰ παίδευσιν καὶ μάθησιν μετὰ λόγου καὶ χειρὸς μετρία παίδευσις τῶν διδασκάλων. Διὰ τοῦτο γὰρ καὶ ὁ κανὼν εἶπε κολάζεσθαι τὸ ἐπιπηδᾷν τοὺς ἱερωμένους εἰς τὰ τῶν ἀνθρώπων σώματα παριστῶν διὰ τοῦ ἐπιπης δεν ῥήματος τὴν κατὰ μαινομένους ἄλογον ὄρεξιν τῶν μετὰ θυμοῦ τυπτόντων. Επεί τοί γε, εἰ έχω λύετο ἡ τοιαύτη τῶν διδασκάλων πληγή, οὐδὲ οἱ ἐκκλησιαστικοί κληρικοὶ διὰ σκυτάλης ἂν ἐσωφρό νιζον κατά προτροπήν πρωτε δικικὴν τοὺς ἁμαρ τάνοντας δούλους καὶ ἐλευθέρους τῷ πρωτεκδίκῳ προσερχομένους. Αλλ' ὅμως τοῦτο ἀπροκριματίστως γίνεται. Οστε, εἴ τις ἱερωμένος τύψει τινὰ διὰ τῆς πρωτεκδικικῆς σκυτάλης μετὰ θυμοῦ καὶ μανίας, ὡς καὶ ἄλλοτέ ποτε συνέβη ἐπὶ τῆς ἱερατείας τοῦ ἁγιωτάτου πατριάρχου κυροῦ Λουκᾶ, οὐκ ἐκφευξεῖται τὴν κόλασιν· καὶ αὖθις, εἰ καὶ μετὰ θυμού τύψει τὸν μαθητὴν ὁ διδάσκαλος, φονευτηρίῳ ῥοπάλῳ χρησάμενος, οὐκ ἀτιμώρητος ἔσται. η ΖΩΝΑΡ. Ὁ τῶν ἁγίων ἀποστόλων εἰκοστὸς ἕβδο μος κανὼν οὔτε ἐπίσκοπον οὔτε πρεσβύτερον οὔτε διάκονον ἐξ τύπτειν τοὺς ἁμαρτάνοντας· καθαιρεῖσθαι γὰρ τὸν τοῦτο ποιοῦντα κελεύει. Τινὲς οὖν παρερμηνεύοντες τὸν κανόνα ἔλεγον, ὅτι διὰ τῶν οἰκείων χειρῶν τύπτειν τοὺς ἱερωμένους εκώλυσεν ὁ κανών· ἑτέρῳ δὲ προστάσσειν καὶ δι' ἐκείνου τύπτειν ἀκώλυτον. Τοῦτο οὖν ὁ παρὼν κανών διορ θούμενος, λέγει ἄτοπον εἶναι καὶ ἐπισφαλὲς τὸ οἴε σθαι τοὺς ἱεροὺς ἀποστόλους προστάξαι τὸν μὲν διὰ τῶν οἰκείων χειρῶν τρὶς ἢ τετράκις πλήξαντα καθαιρεῖσθαι, τὸν δὲ ἐξ ἐπιτάγματος δι' ἑτέρου τύπτοντα ἀπηνῶς καὶ λίαν σφοδρότατα (τοῦτο γὰρ τὸ μέχρι θανάτου δηλοῖ ἀτιμώρητον ἐᾶσθαι, καὶ ταῦτα τοῦ ἀποστολικού κανόνος μὴ διαστίζοντος, ἀλλ᾽ ἁπλῶς τὸ τύπτειν κολάζοντος. Διό φασιν οἱ τῆς συνίδου Πατέρες, Καὶ ἡμεῖς ὁμοίως τοῖς ἀποστόλοις ψηφιζόμεθα - ἵνα μήτε διὰ τῶν οἰκείων χειρῶν οἱ ἱερωμένοι μήτε ἐξ ἐπιταγῆς δι' ἑτέρου τύπτωσε τινα ἁμαρτήσαντα. Τοὺς γὰρ τοῦ Θεοῦ ἱερεῖς διδα σκαλίαις καὶ νουθεσίαις χρὴ παιδεύειν καὶ σωφρονίζειν τοὺς σφαλλομένους· ἔσθ' ὅτε δὲ καὶ τοῖς ἐκκλη. σιαστικοῖς ἐπιτιμίοις, τουτέστιν, ὅτε μὴ διδασκόμενοι καὶ νουθετούμενοι οἱ ἁμαρτάνοντες σωφρονίζονται. Οὐ γὰρ ἐξ ἐπιτιμίων ἄρχεσθαι τῆς παιδείας καὶ τῆς διορθώσεως δεῖ, ἀλλὰ διδάσκειν αὐτοὺς πρότερον καὶ νουθετεῖν, καὶ οὕτω τὴν δραστικωτέραν καὶ ἐπιπονωτέραν ἰατρείαν ἐπάγειν. Τὸ δὲ μαστίζειν καὶ πληγὰς ἐπιτιθέναι τοῖς τῶν ἀνθρώπων σώμασι, καὶ τοῦτον᾽ αὐτοῖς ἐπιπηδὲν τὸν τρόπον, τελείως ἀπαγορεύει. Διὰ τοῦ ἐπιπηδἂν δὲ τὴν μανικὴν αὐτῶν καὶ ὀργίλον φορὰν ᾐνίξατό τε καὶ ὑπέφηνεν. Εἰ δέ τινες, φησί, μήτε διδασκαλίαις, μήτε νουθεσίαις, μήτε μὴν ἐπιτιμίοις κανονικοῖς διορθοῦνται, τοὺς τοιούτους διὰ τῶν κατὰ τόπους ἀρχόντων σωφρονίζεσθαι δεί, υπομιμνησκομένων παρὰ τῶν ἱερέων, οἷς νουθετοῦσι καὶ ἐπίως θεραπεύουσιν οὐκ ἐπείσθησαν. Τὸ δὲ διὰ τῶν ἀρχόντων τοὺς ἀτάκτους
col. 1053–1054page 518 of 741
PG 137:1053σωφρονίζεσθαι καὶ ἐπιστρέφεσθαι καὶ πάλαι δεικνύ σωσιν ὁρισθέν παρὰ τῆς ἐν Ἀντιοχείᾳ συνόδου ἐν πέμπτῳ αὐτῆς κανόνι. ΑΡΙΣΤ. «Οἱ ἱερεῖς, ἢ πιστοὺς ἁμαρτήσαντας ἢ ἀπίστους ἀδικήσαντας τύπτοντες, ἢ αὐτοχειρία «ἢ ἐπιτάγματι, καθαιρείσθωσαν χρὴ γὰρ δια 4· δασκαλίαις, νουθεσίαις, καὶ ἐκκλησιαστικοῖς ἐπιτιμίοις τοὺς ἀτάκτους παιδαγωγεῖν, οὐ μάτ στιξιν ή πληγαῖς· εἰ δὲ μὴ ὑπακούοιεν, διὰ τῆς πρὸς τοὺς ἄρχοντας ἐγκλήσεως αὐτοὺς σωφρονίζειν.» ΚΑΝΩΝ. Γ'. Οἱ τοῖς πάθεσιν ἑαυτοὺς ἐκδότους παραστήσαντες οὐ μόνον τὴν ἀπὸ τῶν ἱερῶν κανόνων τιμωρίαν οὐ φρίττουσιν, ἀλλὰ καὶ αὐτῶν ἐκείνων κατορ ο χεῖσθαι τετολμήκασι. Στρεβλοῦσι γὰρ αὐτούς, ε καὶ πρὸς τὸ ἐμπαθὲς αὐτῶν ἀποκιβδηλεύουσι τοῦ θελήματος, ἵνα τῇ φιλοτιμίᾳ τῆς ἐμπαθείας, κατὰ τὸν Θεολόγον Γρηγόριον, μὴ μόνον ἀνεύ θυνον αὐτοῖς ᾖ τὸ κακὸν, ἀλλὰ καὶ θεῖον νομί ζοιτο. Τὸν γὰρ ἀποστολικόν κανένα τὸν λέ γοντα· Σκεύος χρυσοῦν ἢ ἀργυροῦν ἁγιασθὲν ἢ ἐθόνην, μηδεὶς ἔτι εἰς οἰκείαν χρείαν σφετεριζέσθω παράνομον γάρ· εἰ δέ τις φωραθείη, ἐπιτιμάσθω ἀφορισμῷ· τοῦτον εἰς συνηγορίαν τῶν οἰκείων παρανομημάτων ἐκλαμβάνοντες, οὐ φασὶ δεῖν καθαιρέσεως ἀξίους κρίνεσθαι τοὺς τὴν σεβασμίαν τῆς ἁγίας τραπέζης ἐνδυτὴν εἰς οἰκεῖον χιτώνα, ἢ εἰς ἕτερόν τι τῶν ἀμφίων με τασχηματίζοντας· οὐ μὴν ἀλλ' οὐδὲ τοὺς τὸ ἅγιον ποτήριον· ὦ τῆς ἀσεβείας! ἢ τὸν σεπτὸν ο δίσκον, ἢ τὰ τούτοις παραπλήσια εἰς ἰδίαν ἐκ δαπανώντας χρείαν, ἢ καταχραίνοντας. Ο γὰρ κανών, φασί, τοὺς εἰς τοῦτο περιπίπτοντας ἀφο ρισμῷ μὲν καθυποβάλλεσθαι, ἀλλ᾽ οὐ καθαιρέσει ἐδικαίωσεν. ᾿Αλλὰ τίς ἂν ἀνάσχοιτο τοῦ τῆς τοσαύτης παραποιήσεως καὶ δυσσεβείας μεγέ θους; Τοῦ γὰρ κανόνος τοῖς τὸ μόνον ἁγιασθέν σ· εἰς χρῆσιν, ἀλλ᾽ οὐκ εἰς τελείαν ἁρπαγὴν, σφε περιζομένοις τὸν ἀφορισμὸν ἐπιπέμποντος, αυτ τοὶ καὶ τοὺς καθαρπάζοντας καὶ ἱεροσυλοῦντας τὰ τῶν ἁγίων "Αγια ελευθεροῦσι τῆς καθαιρέσεως, καὶ τοὺς εἰς βρωμάτων υπηρεσίαν ὅσον γε τῇ ὑφ' ἑαυτῶν κρίσει τοὺς σεβασμίους δίσκους, ἢ τὰ ἱερὰ ποτήρια καταμολύνοντας ἀκαθαιρέτου, εἰσάγουσι· καίτοι φανερού καθ εστηκότος τοῦ μιάσματος, καὶ δῆλον ὅν ὡς οἱ 1 τὰ τοιαῦτα πράττοντες οὐ μόνον καθαιρέσεως, ἀλλὰ καὶ τῆς ἐσχάτης δυσσεβείας τῷ ἐγκλήματι ι περιπίπτουσι. Διόπερ ὥρισεν ἡ ἁγία σύνοδος τοὺς ἔν τι τῶν ἐν τῷ θυσιαστηρίῳ ἱερῶν καὶ ἁγίων σκευῶν ἢ ἀμφιασμάτων εἰς ἴδιον κέρδος ὑφαρπάζοντας, ἢ εἰς χρῆσιν ἀποχρωμένους ἀνίερον, παντελεί καθαιρέσει καθυποβάλλεσθαι. Τὸ μὲν γάρ ἐστι βεβηλῶσαι, τὸ δὲ συλῆσαι τὰ ἅγια. Τους μέντοι τὰ ἔξωθεν τοῦ θυσιαστηρίου
col. 1055–1056page 519 of 741
PG 137:1055ἀφωρισμένα σκεύη τινὰ ἢ ἄμφια εἰς χρησιν ἀνίερον ἑαυτοῖς ἢ ἑτέροις παρέχοντας, τούτους ε καὶ ὁ κανὼν ἀφορίζει, καὶ ἡμεῖς συναφορίζου μεν· τοὺς δὲ παντελῶς ἀφαρπάζοντας τῇ τῶν ἱεροσύλων καταδίκη καθυποβάλλομεν. ΒΑΛΣ. Τινὲς καθαρπάζοντες τὰ ἅγια καὶ κοινοποιοῦντες αὐτὰ, ὡς τυχὸν τὴν ἐνδυτὴν τῆς ἁγίας τραπέζης εἰς ἐνδυμενίαν μεταποιούμενοι, κἀντεῦθεν 75 καθαιρέσει καθυποβαλλόμενοι, τῷ ογ' ἀποστολικῷ 350: κανόνι ἐχρῶντο, λέγοντι· Σκεύος χρυσοῦν ἡ ἀργυ ροῦν ἁγιασθὲν ἢ οθόνην μηδεὶς ἔτι εἰς οἰκείαν χρείαν σφετεριζέσθω· εἰ δὲ μή, ἀφοριζέσθω. Καὶ ἤθελον διὰ μόνου ἀφορισμού κολασθήναι φησὶ γοῦν ὁ παρ ὼν κανών καθαιρεῖσθαι τοὺς εἰς ἴδιον κέρδος ὑφαρπάζοντας καὶ κοινοποιοῦντας ἢ ἀποχρωμένους εἰς κοινὴν καὶ ἀνίερον χρῆσιν ἁγιόν τι σκεῦος ἐκ τῶν τοῦ ἁγίου θυσιαστηρίου. Τους μέντοι κοινοποιοῦντας διὰ χρήσεως ἀνιέρου, ἢ ἑτέροις διδόντας χάριν ὁμοίας χρήσεως, τὰ ἐκτὸς τοῦ βήματος ἱερὰ σκεύη καὶ ἔπιπλα, διορίζεται εἶναι ἀφωρισμένους· τοὺς δὲ ἀφαρπάζοντας αὐτὰ, ὡς ἱεροσύλους κατακρίνεσθαι. Τούτων οὕτως ἐχόντων, ἠρώτησέ τις, "Δρα πλέον τι παρὰ τὸν ἀποστολικόν κανόνα διορίζεται ο κανών οὗτος; Λύσις. Ὁ μὲν ἀποστολικὸς κανὼν περὶ τῶν κοινοποιούντων μόνον, μὴ μέντοι καὶ ἰδιουμένων τὰ ἱερά, θεσπίζει· ὁ δὲ παρὼν περὶ τῶν σφετεριζομένων ή καταχραινόντωνμεταμεϊδόντων αὐτὰ εἰς ἴδιων τικὴν χρήσιν. Καὶ διὰ τοῦτο ἐκεῖνος μὲν δι' ἀφορι Ει σμοῦ μόνου κολάζει τὸν ἡμαρτηκότα, οὗτος δὲ διὰ καθαιρέσεως, πλέον ἐκείνου λιπαίνων τὴν κόλασιν. Ὅτι τοίνυν εἰσὶ τὰ ἁμαρτήματα διάφορα, έχουσι καὶ τὴν κόλασιν διάφορον. Ἐκεῖνος γάρ, φησὶν ὁ κανών, ἐβεβήλωσε μόνον τὸ ἅγιον, οὐ μὴν καὶ μετε ποίησεν· οὗτος δὲ ἔκλεψαν καὶ ἠχρείωσεν αὐτὸ, διὰ καὶ καθαιρέσει καθυποβληθήσεται. "Ετι ἠρώτησε τις, Διὰ τί περὶ τὸ τέλος τὸν λόγον ποιούμενος ὁ κανὼν χάριν τῶν ἔξωθεν τοῦ βήματος ἱερῶν, τοὺς μὲν κοινοποιοῦντας αὐτὰ ἀφορίζει, τοὺς δὲ ἀφαρ πάζοντας ὡς ἱεροσύλους κατακρίνει; ώφειλεν εἰπεῖν καὶ τούτους καθαιρεῖσθαι. Λύσις. Ταυτόν ἐστι τὸ καθαιρεῖσθαι τὸν ἁρπάζοντα, καὶ τὸ καταδικάζεσθαι ὡς ἱερόσυλον. Ὅτι καὶ ὁ ἱερόσυλος ἀτιμοῦται, τῇ δὲ ἀτιμίᾳ ἕπεται καὶ καθαίρεσις. Ανάγνωθι τὸ β' 2 2 κεφάλαιον τοῦ δευτέρου τίτλου τοῦ παρόντος συντ τάγματος, δ᾽ περὶ ἱερῶν σκευῶν καὶ ἀναθεμάτων δια δάσκει πλατύτερον, καὶ τὰ ἐν αὐτῷ παρ' ἡμῶν γραφέντα. Εξαιρέτως δὲ ἀνάγνωθι τὸ κα' κεφάλαιον τοῦ β' τίτλου τοῦ εʹ βιβλίου τῶν Βασιλικῶν, οὗ ἡ δύναμις κατεστρώθη παρὰ Φωτίου ἐν τῷ β' κεφ. τοῦ β' τίτλου τοῦ παρόντος συντάγματος. ΖΩΝΑΡ. Ο έβδομηκοστός τρίτος τῶν ἁγίων ἀπο στόλων κανών φησι· Σκεῦος χρυσοῦν ἢ ἀργυροῦν ἁγιασθὲν ἡ ὀθόνην μηδεὶς ἔτ: εἰς οἰκείαν χρήσιν σφετεριζέσθω· παράνομον γάρ· εἰ δέ τις φωραθείη, ἐπιτιμάσθω ἀφορισμῷ. Τούτῳ οὖν τῷ κανόνι κει χρημένοι τινὲς ἔλεγον ὅτι τὸν τὰ ἅγια, ὁποῖα ἂν εἶεν, εἰς οἰκείαν μετασχηματίζοντα χρείαν ἀφορίζεσθαι, ἀλλ᾽ οὐ καθαιρεῖσθαι χρεών, στρεβλοῦντες καὶ διαστρέφοντες τὴν τούτου διάνοιαν. Τοὺς γούν
col. 1057–1058page 520 of 741
PG 137:1057οὕτως ἐκλαμβάνοντας τὸν κανόνα κακίζων ὁ παρών κανών, διαστίζει τοὺς κοινοῦντας τὰ ἅγια, καὶ αὐτὰ δὲ τὰ ἱερὰ διαστίζει ἀπ' ἀλλήλων. Τὰ μὲν γάρ, φη σὶν, ἐνεργοῦσι περὶ τὸ θυσιαστήριον, οἷον δίσκος ἱερὸς, καὶ ποτήριον, καὶ τὰ τῆς παναγούς τραπέζης ἐνδύματα, καὶ ὅσα τοιαῦτα· τὰ δὲ ἔξω που τὸν ναὸν. αιωρούμενα Επιπλα. καὶ ἄλλα τοιαῦτα. Τοὺς μὲν οὖν τὰ περὶ τὸν ναὸν εἰς οἰκείαν χρείαν λαμβάνοντας, ἢ ἑτέροις παρέχοντας, καὶ οὕτω κοινοῦντας αὐτά, ἀφορίζεσθαι διορίζεται. Περὶ τούτου γάρ, φησι καὶ τὸν ἀποστολικὸν διατάττεσθαι κανόνα, ὡς ἁπλῶς ἁγιασθέντων τῇ πρὸς τὸν ναὸν ἀναθέσει. Τοὺς δὲ ἐκ τῶν τοῦ θυσιαστηρίου λαμβάνοντάς τι καὶ νοσφιζομένους αὐτὸ, ἢ εἰς χρῆσιν μετάγοντας κοινὴν καὶ ἀνίερον, καθαιρεῖσθαι κελεύει. Τὸ μὲν γὰρ ἰδιώτα σθαι ταῦτα συλῆσαί ἐστι τὰ ἅγια, καὶ ἱερόσυλος ὁ τοιοῦτος κρίνεται· τὸ δὲ χρήσασθαι αὐτοῖς καὶ κοι νῶσαι βεβηλῶσαι ἐστι τὰ ἅγια, καὶ ἑκατέρωθεν τοῖς τοιούτοις δικαίως ἐπάγεται ἡ καθαίρεσις. Εἰ δὲ καὶ ἐκ τῶν ἔξω καὶ περὶ τὸν ναὸν ὄντων σκευῶν ἢ ἀ φίων, ήγουν ἐνδυμάτων, ὑφαρπάσουσι τινές τι, ἵνα κέρδος αὐτὸ ποιήσωνται, καὶ ἐκείνους ἱεροσύλους ὁ κανὼν οὗτος καταδικάζει. ΑΡΙΣΤ. «Οἱ τὸ ἅγιον ποτήριον, ἢ τὸν δίσκον, ἢ ἐνδυτήν, ἢ λαβίδα, ἢ τὸ λεγόμενον ἀέρα, ἢ ἁπλῶς ἔν τι τῶν ἱερῶν σκευῶν, ἡ ἀμφιασμάτ των, εἰς ἴδιον κέρδος υφαρπάζοντες ἢ εἰς χρήσ 4 σιν ἀνίερον ἀποχρώμενοι καθαιρείσθωσαν. Τὸ μὲν γὰρ ἐστι βεβηλῶσαι, τὸ δὲ ἱεροσυλῆσαι. Οἱ δὲ τὰ ἔξω τοῦ θυσιαστηρίου σκεύη, ἢ ἄμφια εἰς χρῆσιν ἀνίερον ἑαυτοῖς, ἢ ἄλλοις, παρέχοντες ἀφοριζέσθωσαν· οἱ δὲ παντελῶς ἀφαρπάζοντες ὡς ἱερόσυλοι καταδικαζέσθωσαν.» ΚΑΝΩΝ ΙΑ'. Τοὺς πρεσβυτέρους ἢ διακόνους κοσμικὰς ἀρχὰς η φροντίδας ἀναδεχομένους, ἢ τὰς ἐν τοῖς οἴκοις τῶν ἀρχόντων λεγομένας κουρατωρείας οἱ θεῖοι καὶ ἱεροὶ κανόνες καθαιρέσει καθυποβάλλουσι. Τοῦτο οὖν καὶ ἡμεῖς ἐπιχυροῦντε;, καὶ περὶ τῶν λοιπῶν τῶν ἐν κλήρῳ κατειλεγμένων διοριζόμεθα ὡς, εἴ τις αὐτῶν κοσμικὰς ἀρχὰς μεταχειρίζοιτο, ἡ τὰς ἐν τοῖς τῶν ἀρχόντων οἴκοις ἢ προαστείοις λεγομένας κουρατωρείας ἀναδέ χοιτο, τοῦτον τοῦ οἰκείου κλήρου εκδιώκεσθαι. Οὐδεὶς γὰρ δύναται, κατὰ τὴν τοῦ Χριστοῦ τοῦ Τους πρεσβυτέρους ἢ διακόνους. ὁ τοῦ ᾿Αγχιάλου καὶ ὕπατος τῶν φιλοσόφων Η δύναμις τοῦ σημειώ ματος τοῦ κυρίου Μιχαήλ ἐστιν οὕτως, Μηνὶ “Ια νουαρίῳ ιγ', ἡμέρᾳ δ', ἐπινεμήσεως δ', καὶ ἐφεξῆς, διατάττεται καὶ τοὺς αναγνώστας ἐπίσης τοῖς διακό ναις καὶ τοῖς ἱερεῦσι μὴ ἀναδέχεσθαι κοσμικὰ ὀφφίκια, η πρακτορικὰς ἐνεργείας, ἢ κουρατωρείας, διὰ τὸν ια' κανόνα τῆς ἐν Κωνσταντινουπόλει α' και β' συνόδου.
col. 1059–1060page 521 of 741
PG 137:1059Η Θεοῦ ἡμῶν ἀληθινοῦ αὐτόλεκτον καὶ ἀψευδεστάτην φωνήν, δυσὶ κυρίοις δουλεύειν. ο ΒΑΛΣ. Ο παρών κανών, ἐπικρατύνων τοὺς προεκφωνηθέντας κανόνας χάριν τοῦ μὴ ἐνεργεῖν τοὺς ἱερωμένους κοσμικαῖς δουλείαις, προστίθησι μὴ μόνον τοὺς ἐντὸς τοῦ ἁγίου βήματος, ἀλλὰ καὶ τοὺς ἐκτὸς αὐτοῦ κληρικούς τοιοῦτόν τι ποιοῦντας ἐκ τοῦ κλήρου διώκεσθαι. Ἐπεὶ δὲ ἐν τῷ ς' ἀποστολικῷ κανόνι καὶ ἐν τῷ πα' καὶ ἐν ἑτέροις κανόσιν. ἀλλὰ μὴν καὶ ἐν τῷ ιγ΄ κεφ. τοῦ γʹ τίτλου τοῦ παρόντος συντάγματος ἱκανῶς περὶ τούτου ἐγρά ψαμεν, ἀνάγνωθι ταῦτα, καὶ ἀρκέσουσιν εἰ; ἑρμη νείαν. ΖΩΝΑΡ. Πολλὴν ἔθεντο σπουδὴν καὶ οἱ σεπτοί ἀπόστολοι καὶ οἱ τῶν συνόδων Πατέρες τοὺς ἱερω μένους κοσμικὰς ἀρχὰς ἢ διοικήσεις πραγμάτων μὴ ἀναδέχεσθαι. Καὶ διάφοροι κανόνες περὶ τούτου ἐξεφωνήθησαν, οὓς οἱ Πατέρες οὗτοι διὰ τοῦ παρόντος κανόνος ἐπικρατύνουσι, προστιθέντες και τι πλέον παρὰ τὰ ἐκείνοις διωρισμένα. Οἱ μὲν γὰρ περὶ ἱερέων καὶ διακόνων τους κανόνας ἐξέθεντο, κωλύοντας αὐτοὺς ἀρχὰς καὶ φροντίδας ἀναδέχεσθα κοσμικάς· οὗτοι δὲ πάντα κληρικόν διορίζονται μὴ μεταχειρίζεσθαι κοσμικὰς ἀρχὰς, ἢ τὰς ἐν οἴχοις ἀρχοντικοῖς καὶ ἀγροῖς καλουμένας κουρατωρείας. Τοὺς δὲ τὸν κανόνα παραβαίνοντας ἐκδιώκεσθαι τοῦ κλήρου κελεύουσιν. Οὐδεὶς γὰρ δύναται, φασί, δυσί κυρίοις δουλεύειν, κατὰ τὴν παρ' αὐτοῦ λεχθεῖσαν τοῦ Κυρίου φωνήν. ΑΡΙΣΤ. «Εἴ τις τῶν ἐν κλήρῳ κατειλεγμένων και ο σμικάς αρχάς μεταχειρίζοιτο, ἢ τὰς ἐν τοῖς οίκοις ἢ προαστείος κουρατωρείας, ἐκδιωκέ σθω τοῦ κλήρου· οὐ γὰρ δύναται Θεῷ δουλεύειν καὶ μαμμωνα. ΚΑΝΩΝ ΙΒ'. Τῆς ἁγίας καὶ οἰκουμενικῆς ἔκτης συνόδου τους ἐν τοῖς εὐκτηρίοις οἴκοις, ἔνδον οἰκίας οὖσι, λειτουργοῦντας ἢ βαπτίζοντας κληρικοὺς παρὰ γνώμην τοῦ ἐπισκόπου καθαιρέσει καθυποβαλλούσης, καὶ ἡμεῖς τούτῳ συμψηφιζόμεθα. Της «γὰρ ἁγίας Εκκλησίας ὀρθοτομούσης, καὶ τὸν ἀληθῆ πρεσβευούσης λόγον, καὶ τὸ σεμνὸν τῆς ι πολιτείας συντηρούσης τε καὶ ἐνδιδασκούσης, ἀπηχὲς καὶ ἀνόσιον παραχωρεῖν τοὺς ἀπαιδευσία καὶ ἀναρχία συζῶντας, εἰς τὰς οἰκίας ὑπου δυομένους, τὴν ταύτης ευταξίαν διασπᾷν, καὶ πολλῆς ταραχῆς καὶ σκανδάλων ἀποπληροῦν. Διόπερ ἡ νῦν ἱερὰ καὶ θεοσυνέργητος σύνοδος, τῇ οἰκουμενικῇ ἕκτῃ συνόδῳ συμφωνοῦσα, ἀπο κεκληρωμένους εἶναι τοὺς ἐν τοῖς εὐκτηρίοις οἴκοις ἔνδον οἰκίᾳς οὖσι λειτουργοῦντας διωρία σατο, τῆς ἀποκληρώσεως δηλονότι παρὰ τοῦ κατὰ τὸν τόπον ἐπισκόπου αὐτοῖς ἐπινεμηθεί σης. Εἰ,δέ τινες παρὰ τούτους, τοῦ ἐπισκόπου μὴ εὐδοκοῦντος, εἰς τὰς οἰκίας εἰσπίπτοντες ἅπτεσθαι τῆς λειτουργίας αποτολμῶσι, τούτους μὲν καθαιρεῖσθαι· τοὺς δὲ τῆς αὐτῶν κοινω «νίας μετασχόντας τῷ ἀφορισμῷ καθυποβάλλεσθαι. ο
col. 1061–1062page 522 of 741
PG 137:1061ΒΑΛΣ. Καὶ ὁ παρών κανών, παρακελευόμενος καθαιρεῖσθαι τοὺς λειτουργοῦντας ἢ βαπτίζοντας εἰς εὐκτήρια παρὰ γνώμην τοῦ ἐπισκόπου, ἡρμηνεύθη ἐν τῷλα κανόνι τῆς ἐν τῷ Τρούλλῳ συνόδου, καὶ ἐν τῷ ἀποστολικῷ λα κανόνι· καὶ ἀνάγνωθι τὰ ἐν ἐκείνοις γραφέντα. ΖΩΝΑΡ. Ὁ τῆς ἔκτης συνόδου τριακοστὶς πρῶτος κανών, οὗ μέμνηται ὁ κανών οὗτος, ἡρμήνευται ἐκεῖ, ᾧ σύμψηφοι γεγόνασι καὶ οἱ τοῦτον ἐκθέμενοι τὴν κανόνα, ὁρίσαντες ἀποκεκληρωμένους εἶναι, ήγουν ὡρισμένους καὶ ἐπιτετραμμένους, έκκεχω ρημένους, τοὺς ἐν εὐκτηρίοις ἐντὸς οἴκων οὗσι λει τουργεῖν μέλλοντας τῆς ἀποκληρώσεως, τουτέστι τῆς ἐκχωρήσεως, παρὰ τοῦ κατὰ χώραν ἐπισκόπου γινομένης. Εἰ δ' ἕτεροί τινες παρὰ τοὺς ἐκχωρη θέντας τολμήσουσι λειτουργῆσαι ἐν εὐκτηρίοις, οὔσιν ἐντὸς οἰκιῶν, ἄνευ γνώμης τοῦ ἐπισκόπου, ἐκείνους μὲν καθαιρεῖσθαι, τοὺς δὲ συγκοινωνήσαντας αὐτοῖς ἀφορίζεσθαι. ΑΡΙΣΤ. «Μηδεὶς ἐν ναῷ, ἔνδον οἰκίας τυγχάνοντι, λειτουργείτω ἢ βαπτιζέτω κληρικός παρά γνώ μην τοῦ ἐπισκόπου· καθαιρεῖται γάρ. ἀποκεκληρωμένοι οὖν παρὰ τοῦ ἐπισκόπου ἔστωσαν ι οἱ ἐν εὐκτηρίοις ἔνδον οἴκων οὖσι λειτουργοῦντες. Οἱ δὲ παρὰ τοῦτο τολμῶντες καθαιρείσθωσαν· καὶ οἱ κοινωνοῦντες ἀφοριζέσθωσαν, ο ΚΑΝΩΝ ΙΓ'. Τὰς τῶν αἱρετικῶν ζιζανίων ἐπισπορὰς ἐν τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ ὁ παμπόνηρος καταβαλών, 4 καὶ ταύτας ὁρῶν τῇ μαχαίρᾳ τοῦ Πνεύματος Ο τεμνομένας προῤῥίζους, ἐφ' ἑτέραν ἦλθε μεθο δείας ὁδὸν, τῇ τῶν σχισματικῶν μανίᾳ τὸ τοῦ Χριστοῦ σῶμα μερίζειν ἐπιχειρῶν· ἀλλὰ καὶ ταύτην αὐτοῦ τὴν ἐπιβουλὴν ἡ ἁγία σύνοδος αναστέλλουσα, παντελῶς ὥρισε τοῦ λοιποῦ ἵνα, εἴ τις πρεσβύτερος ἢ διάκονος, ὡς δῆθεν ἐπ' ἐγκλήμασί τισι τοῦ οἰκείου κατεγνωκὼς ἐπι ε σκόπου, πρὸ συνοδικῆς διαγνώσεως, καὶ ἐξετάσεως, καὶ τῆς ἐπ' αὐτῷ τελείας κατακρίσεως ἀποστῆναι τολμήσοι τῆς αὐτοῦ κοινωνίας, καὶ τὸ ὄνομα αὐτοῦ ἐν ταῖς ἱεραῖς τῶν λειτουργιῶν εὐχαῖς κατὰ τὸ παραδεδομένον τῇ ἐκκλησίᾳ μὴ ἀναφέροι, τοῦτον ὑποκεῖσθαι καθαιρέσει, καὶ πάσης ἱερατικῆς ἀποστερεῖσθαι τιμῆς. Ο γὰρ ἐν πρεσβυτέρου τάξει τεταγμένος, καὶ τῶν μητροπολιτῶν ἁρπάζων τὴν κρίσιν, καὶ πρὸ κρίσεως αὐτὸς κατακρίνων, ὅσον τὸ ἐπ᾿ αὐτῷ 4 τὸν οἰκεῖον πατέρα καὶ ἐπίσκοπον, οὗτος οὐδὲ τῆς τοῦ πρεσβυτέρου ἐστὶν ἄξιος τιμῆς ἢ ἀνο μασίας. Οἱ δὲ τούτοις συνεπόμενοι, εἰ μὲν τῶν ἱερωμένων εξέν τινες, καὶ αὐτοὶ τῆς οἰκείας Καὶ τῆς ἐπ' αὐτῷ τελείας κατακρίσεως. ΑΓ. Καὶ τὸ ὄνομα αὐτοῦ ἐν ταῖς ἱεραῖς. καὶ ὑπὲρ ἀρχιεπισκόπου ἡμῶν, ὁ δεῖνος,
col. 1063–1064page 523 of 741
PG 137:1063τιμῆς ἐκπιπτέτωσαν· εἰ δὲ μοναχοὶ ἢ λαϊκοί, ἀφοριζέσθωσαν παντελῶς τῆς Ἐκκλησίας, μέσ «χρις ἂν, τὴν πρὸς τοὺς σχισματικοὺς συνάφειαν διαπτύσαντες, πρὸς τὸν οἰκεῖον ἐπίσκοπον ἐπιστραφεῖεν.» ΒΑΛΣ. Παυθείσης τῇ χάριτι τοῦ Θεοῦ τῆς ἀπὸ τῶν αἱρέσεων διαστάσεως, εώρων οἱ Πατέρες τινὰ; Ιερωμένους ὑποκλεπτομένους κατὰ μεθοδείαν σατα νικὴν εἰς τὴν τῶν σχισματικῶν μανίαν, ὡς ἀφισταμένους ἀπὸ τῆς τῶν ἐπισκόπων αὐτῶν κοινωνίας, μὴ ὄντων ἀσεβῶν ἢ ἀδίκων, κατὰ τὸν λα' ἀποστολικὸν κανένα· διὰ μόνον δὲ τὸ λαληθῆναι τινα ἴσως ἐγκληματικά κατ' αὐτῶν. Τοῦτο γοῦν, ὡς καταμετ ρίζον τὸ σῶμα τοῦ Χριστοῦ, ἤτοι τὴν Ἐκκλησίαν, διορθούμενοι, ώρισαν καθαιρεῖσθαι τοὺς τολμήσαντας ἱερεῖς ἢ διακόνους ἀνευλόγως οὕτως ἀποστῆναι τῆς τοῦ ἐπισκόπου αὐτῶν κοινωνίας πρὸ ἐντελοῦς συνοδικῆς καταδίκης τούτου, καὶ μὴ ἀναφέρειν ἐν ταῖς θείαις ἱεροτελεστίαις τὸ ὄνομα αὐτοῦ κατὰ τὴν ἐκκλησιαστικὴν παράδοσιν. "Οτι, φασίν, οὐκ ἔστιν ἄξιος πρεσβυτέρου όνομα ή τιμὴν ἔχειν ὁ ἁρπάζων ἀναιδῶς τὴν τοῦ μητροπολίτου κρίσιν, ἦν ἔμελλε κατὰ τοῦ ἐπισκόπου ίσως ἐξαγαγεῖν, καὶ κατακρίνων, ὅσον κατὰ τὸ οἰκεῖον συνειδός, τὸν οἰκεῖον πατέρα τὸν ἐπίσκοπον, διὰ τοῦ μὴ συγκοινωνεῖν αὐτῷ, ὡς δῆθεν ἀληθῶς ὄντι κατακεκριμένῳ· καὶ οὐ μόνον τούτους, ἀλλὰ καὶ τοὺς συνακολουθήσαντας αὐτοῖς, ἱερωμένους μὲν ὄντας, διορίζονται καθαιρεῖσθαι, λαϊκούς δὲ, ἀφορίζεσθαι, καὶ εἶναι ἐπιτετ μημένους μέχρις ἂν ἐν ἐπιγνώσει τοῦ κακοῦ γένωνται, καὶ τῷ οἰκείῳ ἐπισκόπῳ προσέλθωσιν. ᾿Ανάσ γνωθι καὶ τὸ α' κεφάλι τοῦ ιβ' τίτλου τοῦ παρόντος συντάγματος, καὶ τὸν α' κανόνα τοῦ ἁγίου Βασιλείου. Ερωτήσει δέ τις, ὡς Τοῦ κανόνος μόνους κολάζοντ τος τους σχισματικούς πρεσβυτέρους καὶ διακόνους, ἐὰν ἕτερός τις κληρικός παρὰ τούτους ἀποστῇ ἐκ τῆς τοῦ ἐπισκόπου αὐτοῦ κοινωνίας, κολασθήσεται ἢ οὐ; Λύσις. Τοῦ κανόνος ἐφεξῆς καθαιροῦντος μὴ μόνους τους πρωταιτίους ἱερωμένους, ἀλλὰ καὶ τοὺ; συνεπομένους αὐτοῖς, ἐξ ἀνάγκης πάντες οἱ πρωτ ταίτιοι τοῦ σχίσματος κληρικοί, οἷοι ἂν καὶ ὦσιν, ἐκ τῶν οἰκείων βαθμῶν διωχθήσονται. Καλῶς δὲ πρε σβυτέρων καὶ διακόνων μόνων εμνήσθη ὁ κανών, ὅτι κυρίως τὸ σχίσμα παρὰ τούτων γίνεται, ὡς ἐνερ γούντων τὰ τοῦ ἁγίου θυσιαστηρίου, καὶ δυναμένων ἀναφέρειν ἢ μὴ ἀναφέρειν τὸ ὄνομα τοῦ ἐπισκόπου, Καὶ μή μοι εἴπῃς, Καὶ πῶς ὑποκατιὼν ἡ κανὼν πρεσβυτέρου μόνου ἐμνήσθη, οὐ μὴν καὶ διακόνου; διακόνων τὰ περὶ τῆς ἀναφορᾶς τῶν ἐπισκόπων πλείονα λόγον. Ακούσεις γὰρ ὅτι τοῖς ἱερεῦσι πάλαι πλέον τῶν ἀνήκουσι· καὶ διὰ τοῦτο περὶ αὐτῶν ἐποίησε τὸν ΖΩΝΑΡ. Ποικίλως, φησὶν ὁ κανών, ἐπιβουλεύει τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ ὁ πονηρός. Ἐπεὶ γὰρ τὰ ζιζάνια τῶν αἱρέσεων εἶδεν εκτετμημένα τῇ μπ χαίρᾳ τοῦ Πνεύματος, ἑτέραν έμηχανήσατο μέθοδον, ἵνα τὸ σῶμα τῆς Ἐκκλησίας μερίσῃ, καὶ διασπάσῃ τὴν ἔνωσιν. Αὕτη δ' ἔστιν ἡ τῶν σχισματικῶν μανία, ἣν ἀναστέλλοντες, φασὶν οἱ τῆς συνόδου, ορίζομεν μηδένα πρεσβύτερον ἢ διάκονον τολμών ἀφίστασθαι τοῦ ἐπισκόπου, ὑφ᾽ ἂν τελεῖ, καὶ μὴ
col. 1065–1066page 524 of 741
PG 137:1065συγκοινωνεῖν αὐτῷ, μηδὲ ἀναφέρειν τὸ ὄνομα αὐτοῦ κατὰ τὸ ἔθος, ὡς τάχα κατεγνωκότα τοῦ ἐπισκόπου αὐτοῦ, πρὶν ἢ συνοδικῶς ζητηθῇ ἡ κατὰ τοῦ ἐπι σκόπου φερομένη αἰτία καὶ τελεία προενεχθῇ ψῆφος κατακρίνουσα αὐτόν· τὸν δὲ τοῦτο ποιήσαντα καθαιρεῖσθαι. Ο γὰρ ἐν πρεσβυτέρου ἀξίᾳ ὤν, καὶ τῶν μητροπολιτῶν ἁρπάζων τὴν κρίσιν (τοὺς γὰρ ἐπι σκόπους οἱ μητροπολίται κρίνουσι), καὶ πρὸ κρίσεως τὴν οἰκεῖον ἐπίσκοπον, ὃς πατήρ ἐστιν αὐτοῦ κατὰ πνεῦμα, κρίνων, οὐκ ἔστιν ἄξιος ὡς πρεσβύτερος τιμᾶσθαι ἢ ὀνομάζεσθαι. Καὶ οἱ συνεπόμενοι δὲ τῷ σχισματικῷ, καὶ ἀποσχίζοντες καὶ αὐτοὶ, ἱερωμένοι μὲν ὄντες, καθαιρείσθωσαν, λαϊκοὶ δὲ τυγχάνοντες ἢ μοναχοί, ἀφοριζέσθωσαν παντελῶς τῆς ἐκκλησίας, ἀντὶ τοῦ ἐξωθείσθωσαν, ὥστε μηδὲ εἰσιέναι εἰς ἐκκλησίαν. Εστι γὰρ ἀφορισμὸς καὶ τὸ μόνης είρ γεσθαι τῆς μεταλήψεως τῶν θείων μυστηρίων ἔστι δὲ καὶ τὸ ἔξω τῆς Ἐκκλησίας εἶναι, ὅν παν τελῆ ὠνόμασαν, ὡς βαρύτερον. Καιρὸν δὲ τῷ ἀφο ρισμῷ τούτῳ ὁρίζουσι τὴν ἐκείνων ἐπιστροφήν. Εσονται γὰρ, φησὶν, ἀφωρισμένοι μέχρις ἂν τῷ οἰ κείῳ ἐπισκόπῳ προσέλθωσι, μισήσαντες τὴν πρὸς τοὺς σχισματικοὺς οἰκείωσιν. ΑΡΙΣΤ. «Εἴ τις πρεσβύτερος ἢ διάκονος, ὡς δῆθεν ἐπ' ἐγκλήματι τοῦ οἰκείου κατεγνωκὼς ἐπισκό «που, πρὸ συνοδικῆς διαγνώσεως ἀποστῇ τῆς αὐτοῦ κοινωνίας, καὶ μὴ ἀναφέρει αὐτοῦ τὸ όνομα, καθαιρείσθω, καὶ πάσης ἱερατικής στε ρείσθω τιμῆς. Οἱ δὲ συνεπόμενος, ἱερατικοί μὲν ὄντες, τῆς οἰκείας τιμῆς ἐκπιπτέτωσαν, μοναχοὶ δὲ ἢ λαϊκοί, ἀφοριζέσθωσαν μέχρις ἐπιστραφεῖεν.» ΚΑΝΩΝ ΙΔ'. Εἴ τις ἐπίσκοπος, ἐγκλήματος πρόφασιν ποιούμενος κατὰ τοῦ οἰκείου μητροπολίτου πρὸ συνοδικῆς διαγνώσεως, ἀποστήσει ἑαυτὸν τῆς πρὸς αὐτὸν κοινωνίας, καὶ μὴ ἀναφέρει τὸ ὄνομα 4 αὐτοῦ κατὰ τὸ εἰθισμένον ἐν τῇ θείᾳ μυσταγωγία, τοῦτον ὥρισεν ἡ ἁγία σύνοδος καθῃρημένον εἶναι, εἰ μόνον ἐλεγχθείη, ἀποστὰς τοῦ οἰκείου μητροπολίτου καὶ σχίσμα ποιήσας· δεῖ γὰρ ἕκαστον τὰ οἰκεῖα μέτρα γινώσκειν, καὶ μήτε τὸν πρεσβύτερον καταφρονεῖν τοῦ οἰκείου < ἐπισκόπου, μήτε τὸν ἐπίσκοπον τοῦ οἰκείου μητροπολίτου, ο ΒΑΛΣ. Καὶ ὁ παρών κανὼν ὅμοιος κατὰ πάντα ἐστὶ τῷ πρὸ αὐτοῦ, κἂν διαλλάττῃ περὶ τὰ πρόσ ωπα. ΖΩΝΑΡ. Τὰ αὐτὰ τοῦ ἀνωτέρου κανόνος καὶ ὁ κανὼν οὗτος περὶ ἐπισκόπων ἀποσχιζόντων ἐκ τῶν ἰδίων μητροπολιτῶν, καὶ μὴ κοινωνούντων αὐτοῖς, μηδὲ ἀναφερόντων αὐτοὺς, διορίζεται. ΑΡΙΣΤ. «Καὶ εἴ τις ἐπίσκοπος αὐτὸ τοῦτο τυλ μήσει κατὰ τοῦ οἰκείου μητροπολίτου, καθαιρείσθω. Δεῖ γὰρ ἕκαστον τὰ οἰκεῖα μέτρα γινώ σχειν.
col. 1067–1068page 525 of 741
PG 137:1067ΚΑΝΩΝ ΙΕ'. «Τὰ ὁρισθέντα ἐπὶ πρεσβυτέρων καὶ ἐπισκόπων καὶ μητροπολιτῶν πολλῷ μᾶλλον καὶ ἐπὶ πατριαρχῶν ἁρμόζει. "Ωστε, εἴ τις ἐπίσκοπος, ἡ πρεσβύτερος, ἡ μητροπολίτης τολμήσειεν απου στῆναι τῆς πρὸς τὸν οἰκεῖον πατριάρχην κοινων νίας, καὶ μὴ ἀναφέροι τὸ δν μα αὐτοῦ κατὰ τὸ ὡρισμένον καὶ διατεταγμένον ἐν τῇ θείᾳ μυσταγωγία, ἀλλὰ πρὸ ἐμφανείας συνοδικῆς καὶ τελείας αὐτοῦ κατακρίσεως σχίσμα ποιήσει· τοῦτον ὥρισεν ἡ ἁγία σύνοδος πάσης ἱερατείας παντελῶς ἀλλότριον εἶναι, εἰ μόνον ἐλεγχθείη τοῦτο παρανομήσας. Καὶ ταῦτα μὲν ώρισται καὶ ἐσφράγισται περὶ τῶν προφάσει τινῶν ἐγκλημάτων τῶν οἰκείων ἀφισταμένων προέδρων, 4 καὶ σχίσματα ποιούντων, καὶ τὴν ἕνωσιν τῆς Εκκλησίας διασπώντων. Οἱ γὰρ δι' αἱρεσίν τινα παρὰ τῶν ἁγίων συνόδων ή Πατέρων κατεγνωσμένην τῆς πρὸς τὸν πρόεδρον κοινωνίας ἑαυτοὺς διαστέλλοντες, ἐκείνου τὴν αἵρεσιν ι δηλονότι δημοσίᾳ κηρύττοντος, καὶ γυμνῇ τῇ κεφαλῇ ἐπ' ἐκκλησίας διδάσκοντος, οἱ τοιοῦτος οὐ μόνον τῇ κανονικῇ ἐπιτιμήσει οὐχ ὑποκείσονται, πρὸ συνοδικῆς διαγνώσεως ἑαυτοὺς τῆς πρὸς τὸν καλούμενον ἐπίσκοπον κοινωνίας ἀποτειχίζοντες, ἀλλὰ καὶ τῆς πρεπούσης τιμῆς ὀρθοδόξοις ἀξιωθήσονται· οὐ γὰρ ἐπισκόπων, ἀλλὰ ψευδεπισκόπων διδασκάλων κατέγνωσαν, καὶ οὐ σχίσματι τὴν ἔνωσιν τῆς Ἐκκλησίας κατέτεμον, ἀλλὰ σχισμάτων καὶ μερισμῶν τὴν Εκκλησίαν ἐσπούδασαν ῥύσασθαι.» ΒΑΛΣ. Καὶ οὗτος ὁ κανὼν τὰ αὐτὰ τῷ ιγʹ καὶ το κανόνι παρακελεύεται μέχρι τινός. Φησὶ γὰρ πλέον ἁρμόζειν τὰ προδιορισθέντα καὶ ἐπὶ πατριάρχου, ὅταν ἐκ τῆς τούτου κοινωνίας ἀποστήσῃ τις ἑαυτὸν τολμηρῶς. Ὡς δέ τινος εἰπόντος, Ἐὰν δὲ ἐξ εὐλόγου αἰτίας τυχὸν προφάσει αἱρέσεως, ἀποστῇ τις ἀπὸ τῆς τοῦ οἰκείου ἀρχιερέως κοινωνίας, διά τί κολασθήσεται; ἐπάγουσιν οἱ Πατέρες ὡς ταῦτα πάντα τότε γίνονται, ὅταν προφάσει ἐγκληματικῆς τινος ὑποθέσεως καθ᾿ ἑαυτόν τις τοῦ οἰκείου ποιμένος καταγνώσεται, καὶ ἀποσχίσῃ ἑαυτὸν ἐκ τούτου, καὶ τοιουτοτρόπως διαῤῥήξῃ τὴν ἕνωσιν τῆς Ἐκ κλησίας. Εἰ γὰρ μὴ δι' ἐγκληματικὴν αἰτίασιν, ἀλλὰ δι' αἵρεσιν χωρίσῃ τις ἑαυτὸν ἀπὸ τοῦ ἐπισκόπου αὐτοῦ ἢ τοῦ μητροπολίτου ἢ τοῦ πατριάρχου, ὡς ἐπὶ ἐκκλησίας διδάσκοντος ἀνερυθριάστως διδά ματά τινα ἀπηλλοτριωμένα τοῦ ὀρθοῦ δόγματος, τοιοῦτος καὶ πρὸ ἐντελοῦς διαγνώσεως, πολλῷ δὲ πλέον καὶ μετὰ διάγνωσιν, ἐὰν ἑαυτὸν ἀποτειχίση, ήγουν χωρίσῃ ἐκ τῆς κοινωνίας τοῦ πρώτου αὐτοῦ, οὐ μόνον οὐ τιμωρηθήσεται, ἀλλὰ καὶ τιμηθήσεται, ὡς ὀρθόδοξος. Οὐ γὰρ ἀπέσχισεν ἑαυτὸν ἀπὸ ἐπισκέ που, ἀλλὰ ἀπὸ ψευδεπισκόπου καὶ ψευδοδιδασκάλου. Καὶ τὸ παρὰ τούτου γεγονὸς ἐπαίνου ἄξιόν ἐστιν, ὡς μὴ κατατέμνον τὴν Ἐκκλησίαν, ἀλλὰ μᾶλλον συνάπτον αὐτὴν καὶ τοῦ μερισμοῦ ἀπαλλάττον. Εἴρηται δὲ τῷ κανόνι τὸ πάσης ἱερατείας παντελώς ἀλλότριον εἶναι τὸν σχισματικών διὰ τοὺς λέγοντας
col. 1069–1070page 526 of 741
PG 137:1069ὀφείλειν τοὺς τοιούτους ἐπὶ καιρόν τινα τῆς ἱερατείας παύεσθαι, καὶ μὴ καθαιρεῖσθαι. Ἐγκληματικὰ δὲ αἰτιάματά εἰσι πορνεία, ιεροσυλία, καὶ τῶν κανόνων ἀθέτησις. Καλῶς δὲ εἶπεν ὁ κανὼν ἐπαινετέους εἶναι τοὺς ἀποσχίζοντας ἑαυτοὺς καὶ πρὸ καταδίκης ἀπὸ τῶν δημοσίᾳ διδασκόντων αἱρετικά διδάγματα, καὶ ὄντων προφανώς αἱρετικῶν. Εἰ γὰρ ἀπόκρυφα, καὶ μετὰ ὑποστολῆς ψιθυρίζονται τὰ τῆς αἱρέσεως παρὰ τοῦ πρώτου ὡς ἂν ἀμφιβάλλοντος, οὐκ ὀφείλει τις ἐξ αὐτοῦ πρὸ καταδίκης ἀποσχισθῆναι· εἰκὸς γάρ ἐστι μεταῤῥυθμισθῆναι τοῦτον πρὸς τὸ ὀρθόδοξον πρὸ τῆς ἐντελοῦς ἀποφάσεως, καὶ ἀποστῆναι τῆς αἱρέσεως. Σημείωσαι ταῦτα ἴσως ὠφελήσοντα κατά τῶν λεγόντων μὴ καλῶς ἡμᾶς ἀποσχισθῆναι ἀπὸ τοῦ θρόνου τῆς παλαιᾶς Ῥώμης, πρὸ τοῦ καταδικασθῆναι τοὺς περὶ ταύτην ὡς κακόφρονας. Καὶ ὁ μὲν παρὼν κανὼν τοὺς διὰ δογματικὴν αἰτίαν ἀπο τειχίζοντας οὐ κολάζει· ὁ δὲ λα' ἀποστολικός κανών καὶ τοὺς κατεγνωκότας τῶν οἰκείων ἐπισκόπων ὡς προδήλως ἀδικούντων καὶ ἀποσχίσαντας ἐξ αὐτῶν, ἀνευθύνους συντηρεί. ΖΩΝΑΡ. Απερ ὥρισαν οἱ τῆς συνόδου Πατέρες περί μητροπολιτῶν καὶ ἐπισκόπων, ταῦτα λέγουσι πλέον ἁρμόζειν καὶ περὶ πατριαρχῶν. Εἰ γάρ τις, φασί, μη τροπολίτης ἢ ἐπίσκοπος ἢ πρεσβύτερος τολμήσει ἀπο στῆναι τοῦ συγκοινωνεῖν τῷ πατριάρχῃ αὐτοῦ, καὶ ἀναφέρειν τὸ ὄνομα αὐτοῦ πρὶν ἢ ἐμφανίσῃ τῇ συνόδῳ κατὰ τοῦ πατριάρχου, καὶ πρὸ τοῦ ἐξετασθῆναι ταῦτα, καὶ κατακριθῆναι ἴσως αὐτόν· ὁ τοιοῦτος ός σχίσμα ποιήσας πάσης ιερατείας ἀλλότριος ἔσται παντελῶς. Εἴρηται δὲ τὸ πάσης ἀντὶ τοῦ, οἱ μὲν ἀρχιερεῖς τῆς αρχιερατικῆς, οἱ δὲ ἱερεῖς τῆς ἱερατικῆς· τὸ δὲ παν τελῶς, ὅτι οὐκ ἐπί τινα χρόνον εἰρηθήσονται τοῦ ἱερουργεῖν, εἶτα ἀποκαταστήσονται αὖθις εἰς τὴν οἰκείαν τιμήν· ἀλλὰ τελείως ἐκπεσοῦνται τῆς ἀξίας αὐτῶν, καὶ οὐδὲ τιμὴν ἔξουσι μόνην ἀρχιερεύσι καὶ ἱερεῦσιν ἀνήκουσαν. Εἶτα ἐπάγουσιν ὅτι ταῦτα μὲν ὥρισται καὶ ἑσφράγισται, τουτέστι βεβαίως τετύπωται (ἡ γὰρ σφραγὶς εἰς βεβαίωσίν ἐστι τῶν σφραγιζομένων καὶ φυλακήν), περὶ τῶν προφάσει τι ὢν ἐγω κλημάτων τῶν οἰκείων ἀφισταμένων προέδρων, καὶ τὴν ἕνωσιν διασπώντων τῆς Ἐκκλησίας, ότε δηλαδή πορνείαν ἴσως αίτιωμένῳ προσάπτουσιν, ἱεροσυλίαν, ἡ ἐπὶ χρήμασι χειροθεσίαν, ἢ ἄλλα τοιαῦτά τινα. Εἰ δ' ὁ πατριάρχης τυχὸν ἢ μητροπολίτης, ἢ ὁ ἐπίσκοπος αἱρετικὸς εἴη, καὶ τοιοῦτος ὡς δημοσίᾳ κηρύττειν τὴν αἵρεσιν, καὶ γυμνῇ τῇ κεφαλῇ, αντὶ τοῦ, ἀνυποστόλως καὶ μετὰ παῤῥησίας, διδάσκει τὰ αἱρετικά δόγματα, οἱ ἀποσχίζοντες αὐτοῦ, ὁποῖο: ἂν εἶεν, οὐ μόνον κολάσεως ἄξιοι οὐκ ἔσονται διὰ τοῦτο, ἀλλὰ καὶ τιμῆς, ὡς ὀρθόδοξοι, ἀξιωθήσονται, χωρίζοντας ἑαυτοὺς τῆς τῶν αἱρετικῶν κοινωνίας. Τοῦτο γὰρ δηλοῖ τὸ ἀποτειχίζοντες. Τὸ γὰρ τεῖχος τῶν ἐντὸς αὐτοῦ πρὸς τοὺς ἐκτὸς χωρισμό; ἐστιν. Οὐ γὰρ ἐπι σκόπου ἀπέστησαν, ἀλλὰ ψευδεπισκόπου καὶ ψευδαι διδασκάλου. Οὐδὲ σχίσμα τὰ τῆς Ἐκκλησίας ἐποίησ σαν, ἀλλὰ μᾶλλον σχισμάτων τὴν Ἐκκλησίαν ἀπήλε λαξαν ὅσον τὸ ἐπ' αὐτοῖς.
col. 1071–1072page 527 of 741
PG 137:1071αποτειχίζοντες. τείχος, ΑΡΙΣΤ. Ὡσαύτως καὶ εἴ τις ἐπίσκοπος ἢ μητροπολίτης κατά του πατριάρχου τοιαῦτα τολμήσ σει, πάσης ιερατείας ἀλλοτριούσθω. Εἰ δέ τινες, ἀποσταλέν τινο;, οὐ διὰ πρόφασιν ἐγκλήματος, ἀλλὰ διὰ αἵρεσιν, ὑπὸ συνόδου ἢ ἁγίων Πατέ ρων κατεγνωσμένην, τιμῆς καὶ ἀποδοχῆς ἄξιοι, ὡς ὀρθόδοξοι.» ΚΑΝΩΝ 14'. Διὰ τὰς φιλονεικίας τε καὶ ταραχάς, τὰς τῆ τοῦ Θεοῦ Ἐκκλησία συμβαινούσας, καὶ τοῦτο ὁρίσαι ἀναγκαῖόν ἐστι· τὸ μηδενὶ τρόπῳ ἐπίσ σκοπον καταστῆναι ἐν τῇ ἐκκλησία, ἧς ἔτι ἐ προεστώς ζῇ, καὶ ἐν τῇ ἰδίᾳ συνίσταται τιμή, εἰ μὴ αὐτὸς ἑκὼν τὴν ἐπισκοπὴν παραιτήσεται. Χρὴ γὰρ πρότερον τὴν αἰτίαν τοῦ μέλλοντος τῆς ἐπισκοπῆς ἐκδιώκεσθαι κανονικῶς ἐξεταζομένην εἰς πέρας άγεσθαι, εἶθ' οὕτω μετὰ τὴν αὐτοῦ καθαίρεσιν ἕτερον ἀντ᾿ αὐτοῦ εἰς τὴν ἐπισκοπὴν προβιβάζεσθαι. Εἰ δέ τις τῶν ἐπισκόπων, ἐν τῇ ἰδίᾳ συνιστάμενος τιμῇ, μήτε παραιτείσθαι βούλοιτο, μήτε τὸν οἰκεῖον ἐθέλοι ποιμαίνεινλαὸν, ἀλλὰ τῆς οἰκείας ἀποστὰς ἐπισκοπῆς ὑπὲρ τὸ ἑξάμηνον ἐν ἑτέρῳ διατρίβο: τόπερ, μήτε βα σιλικῷ προστάγματι κατεχόμενος, μήτε ταῖς κ τοῦ οἰκείου πατριάρχου λειτουργίαις ὑπηρετούμενος, μήτε μὴν ὑπὸ νόσου χαλεπῆς τε καὶ ἀκινησίαν ἐμποιούσης παντελῆ συνεχόμενος· ὁ τοιοῦτος οὖν ὁ κατὰ μηδεμίαν τῶν εἰρημένων προφάσεων κωλυόμενος, τῆς οἰκείας ἀφιστάμενος ἐπισκοπῆς, καὶ ὑπὲρ τὸν ἐξαμηνιαῖον χρό νον ἐν ἑτέρῳ διατρίβων τόπῳ, τῆς τοῦ ἐπισκόπου τιμῆς τε καὶ ἀξίας ἀλλοτριωθήσεται παν «τελῶς. Τὸν γὰρ τῆς ἐμπιστευθείσης αὐτῷ καταμελοῦντα ποίμνης, καὶ ἐν ἑτέρῳ ὑπὲρ τὸ ἐξάμηνον χρονοτριβοῦντα τόπῳ, ὥρισεν ἡ ἁγία σύνοδος τῆς ἀρχιερωσύνης, δι' ἧς ποιμαίνειν ετάχθη, παντελῶς ἀλλότριον καθιστάναι, καὶ «εἰς τὸν αὐτοῦ τῆς ἐπισκοπῆς τόπον ἕτερον ἀντ' αὐτοῦ προχειρίζεσθαι» ΒΑΛΣ. Πολλάκις τινὲς ἐπίσκοποι διὰ ἐπηρείας πρακτορικὰς, ἢ διὰ ἐπιθέσεις γειτονούντων, ἢ δι᾽ ἀνυποταξίαν λαοῦ, παραιτοῦνται ἀπὸ μικροψυχία; τὰς οἰκείας ἐπισκοπάς. Οἱ γοῦν μητροπολῖται, τάς τοιαύτας παραιτήσεις δεχόμενοι, ἑτέρους ἐπισκόπους εχειροτόνουν· ἔστι δ' ὅτε καὶ πρὸ τοῦ κατεξετασθήναι τὰ παρά τινων κατ' αὐτῶν εἰσαγόμενα εγκληματικά αἰτιάματα ἑτέρους ἐψηφίζοντο. Φασὶ γοῦν οἱ Πατέ Αντ' αὐτοῦ προχειρίζεσθαι. Σημείωσαι τὴν παροῦσαν ἑρμηνείαν . καὶ ἔχει ἐπὶ μνήμην τὰ ἐν ταύτῃ γεγραμμένα χάριν τῶν ἀποδημούντων ἐπισκόπων ἐκ τῶν ἐκκλησιῶν αὐτῶν.
col. 1073–1074page 528 of 741
PG 137:1073ρες, ὡς Ἐπεὶ τοῦτο στάσεων καὶ θορυβων ἐκκλησιαστικῶν ἐστι παραίτιον, ὁρίζομεν μὴ ψηφίζεσθαι ἐπίσκοπον, ζῶντος τοῦ προέδρου τῆς ἐκκλησίας, εξ μήπω ἀπὸ κατεξετάσεως ἀναφανῇ δεκτὴ ἡ τοῦ ζῶν τος παραίτησις, ἢ καταδικασθῇ ἀπὸ συνοδικῆς ἀπο φάσεως. Τηνικαῦτα γὰρ καὶ ζῶντος τούτου χειροτονηθήσεται ἕτερος. Ως δέ τινος εἰπόντος, Τί δὲ γενήσεται εἰς τὸν λαὸν τῆς ἐπισκοπῆς, ἐὰν ὁ προῖ στάμενος ταύτης οὐ ποιεῖ παραίτησιν κανονικήν, ἀλλὰ χρονοτριβεῖ ἔξω τῆς οἰκείας ἐπισκοπῆς; ἐπή γαγον, ὡς Εἴ τις ἐπίσκοπος ὑπὲρ τὸ ἐξάμηνον ἀπο δημήτει ἐκ τῆς ἐκκλησίας αὐτοῦ χωρίς βασιλικής ή πατριαρχικής προστάξεως, ἢ δίχα βαρείας νόσου, μὴ παραχωρούσης αὐτῷ ἐκ τόπου εἰς τόπον μετα βαίνειν, ἀλλότριος τῆς ἀρχιερωσύνης γενήσεται, καὶ ἀντ᾽ αὐτοῦ χειροτονηθήσεται ἕτερος. Ἐπεὶ δὲ ἐκ τούτων μὲν ἀναφαίνεται παραδεκτέας εἶναι τὰς παρὰ τῶν ἐπισκόπων ὁπωσδήποτε γινομένας παραιτήσεις· ἕτεροι δὲ κανόνες, καὶ αὐτὴ ἡ πρὸς Δόμνον ἐπιστολὴ τοῦ ἁγίου Κυρίλλου, ήτοι τὸ α' και γ' κεφ. αὐτῆς, διορίζονται μὴ ἀπεριμερίμνως τὰς τῶν ἐπισκόπων παραιτήσεις δέχεσθαι· ὀφείλεις καὶ τὸν παρόντα κανόνα πρὸς ἐκεῖνα συμβιβάσαι. ἀνάγνωσον καὶ τὸ ια' κεφ. τοῦ θ' τίτλου τοῦ παρόντος συν τίγματος καὶ τὰ ἐν αὐτῷ. Οτι δὲ τὸ μὲν β' κεφ. τοῦ η' τίτλου τοῦ παρόντος συντάγματος, ήτοι τὸ ἐν τούτῳ περιεχόμενον τη καὶ ιθ' κεφ. τοῦ α' τίτλου τοῦ γ' βιβλίου τῶν Βασιλικῶν, ὅπερ ἐστὶ μέσ ρος τῆς ρκγ' ουστινιανείου Νεαράς, δοκεῖ ἐναντιοῦσθαι τῷ παρόντι κανόνι συνεζητήθη παρά τινων, τίνι – προσέχειν ὀφείλομεν. Δοκοῦσι δὲ ἐναντιοῦσθαι ἐν τούτοις. Ο κανὼν ἐφιλοτιμήσατο εἰς ἀποδημίαν τῷ ἐπισκόπῳ ἐξαμηνιαῖον καιρόν· ἡ Νεαρὰ εἰς χρονιαῖον διάστημα τοῦτον ἐφήπλωσεν. Ἔτι ὁ κανὼν τοὺς ὑπὲρ τὸ ἑξάμηνον ἀποδημοῦντας ἐκ τῶν οἰκείων ἐκκλησιῶν ἀρχιερεῖς ἀσυζητήτως ἐξ αὐτῶν ἀλλοτριοῦσθαι διωρίσατο· ἡ Νεαρά πρότερον δαπάνας ἀρχιερεῦσι μὴ χορηγεῖσθαι παρὰ τῶν οἰκονόμων μετά τὴν χρόνου παραδρομήν παρεκελεύσατο, καὶ οὕτω μετακαλεῖσθαι αὐτοὺς ὑπὸ τῶν οἰκείων κληρικῶν καὶ εἰ μηδὲ οὕτω πεισθῶσιν, ἑτέρου; χειροτονεῖσθαι. ῾Ο κανὼν ἐκχωρεῖ τοῖς ἀρχιερεῦσι καὶ πλέον τοῦ ἐνιαυτοῦ ἀποδημεῖς, παρὰ βασιλέων ἢ πατριαρχῶν κατεχομένοις, ἢ διὰ νόσον βαρείαν κωλυομένοις ἡ Νεαρὰ οὐδέν τι τοιοῦτον διαλαμβάνει. Μᾶλλον μὲν οὖν τὸ ἐν μέρει τῆς Γ΄ Ἰουστινιανείου Νεαράς περὶ μόνου τοῦ βασιλέως περιεχόμενον, καὶ καταστρωθεν παρὰ τοῦ Φωτίου ἐν τῷ ῥηθέντι β΄ κεφ. τοῦ η' τίο τλου τοῦ παρόντος συντάγματος, ἡ ἀνακάθαρσις οὐκ ἐδέξατο, ἀλλ' ἐδίωξεν· ἔδοξε γοῦν τὰ τοῦ κανόνος μᾶλλον ὀφείλειν κρατεῖν. Ἐγὼ δὲ καὶ ἔτι ἀμφι βάλλω. Καθὼς μὲν γὰρ ἐστι τὸ ζήτημα ἐκκλησιαστικών, πρόσκειμαι τοῖς λέγουσιν ὀφείλειν μᾶλλον τὰ τοῦ κανόνος κρατεῖν· καθὸ δὲ τὰ Βασιλικὰ ἀνεκαθάρθησαν μετὰ τὴν τοῦ νομοκανόνου ποίησιν καὶ τὴν τοῦ κανόνος τούτου ἀπόλυσιν, πρόσκειμαι τῇ ἑτέρᾳ γνώμῃ. Ἑτέρα ερμηνεία Ἐν τοῖς μὲν ἐγράψαμεν ὀφείλειν τὰ τῷ παρόντι Ετέρα ερμηνεία.
col. 1075–1076page 529 of 741
PG 137:1075σκόπων ἐξακούεσθαι πρὸς τὰ κανονισθέντα παρὰ τοῦ ἁγίου Κυρίλλου ἐν τῇ πρὸς Δόμνον ἐπιστολή, ὡς συγκροτούμενα καὶ παρὰ τῆς ἁγίας καὶ εἰκουμε νικῆς τρίτης συνόδου διὰ τῆς γινομένης τηνικαῦτα ἐπιστολῆς πρὸς τὴν ἐν Παμφυλίᾳ σύνοδον· σὺ δὲ γίνωσκε ότι ταῦτα τὰ παρὰ τοῦ ἁγίου Κυρίλλου διορισθέντα οὐκ οἶδ' ὅπως παραβλέπονται. Πολλοὶ μὲν γὰρ καὶ τὰς ὁπωσδήποτε γινομένας παρὰ τῶν ἐπισκόπων παραιτήσεις δεκτέας είναι θέλουσι κατά τὸν παρόντα κανόνα· οἱ ἀκριβέστερο: δὲ ἐκείνας τὰς παραιτήσεις λέγουσι εἶναι δεκτάς, τὰς διαλαμβα νούσας γίνεσθαι ταύτας διὰ τὴν ἀναξιότητα των παραιτουμένων. Ἐγὼ δὲ τοῖς παρὰ τοῦ ἁγίου Κυρίλλου διορισθεῖσιν ἔπομαι. Εἰ γὰρ δοθῇ παραιτήσεις ἐπισκόπων δέχεσθαι, πλείους τῶν ἐπισκότων οἱ ἀποεπίσκοποι ἔσονται διὰ τὴν τῶν πραγμάτων ἀνωμαλίαν, ὅπερ πρὸς μεγάλην ὕβριν ἀφορᾶ τῆς ἐκκλησιαστικῆς εὐταξίας· ἐῶ γὰρ λέγειν καὶ τοῦ Θεοῦ. Εἰ δὲ παραιτεῖσθαι θέλεις ἐπισκόποις δι᾿ ἀποκάρσεως, καὶ διὰ τοῦ ἐπιλέξασθαι διαγωγήν μοναδικὴν, καθὼς καὶ ὁ μέγας Γρηγόριος ὁ Θεολό. γο; ἐποίησε, καὶ περὶ τοιούτων παραιτήσεων λέγει; τὸν κανόνα ταῦτα διαλαμβάνειν, συντίθεμαι καὶ αὐτός. Ἡ μέντοι παραίτησις τοῦ Μάκρης εκείνου Θεοδούλου, δεχθεῖσα συνοδικῶς παρὰ τοῦ ἁγιωτάτου ἐκείνου πατριάρχου κυροῦ Λουκᾶ, μετὰ ἡμέρας ἠπράκτησεν ἐκ παρακλήσεως τοῦ ἐπισκόπου διὰ ψήφου συνοδικῆς, πατριαρχεύοντος τοῦ ἁγιωτάτου ἐκείνου πατριάρχου κυροῦ Μιχαὴλ τοῦ ᾿Αγχιάλου. Ἰδὼν γὰρ τοιοῦτος πατριάρχης τὴν παραίτησιν τοῦ ἐπισκόπου μὴ διαλαμβάνουσαν παραιτεῖσθαι τὸν ἐπίσκοπον ὡς ἀναξίον, ἀλλ' ὡς μὴ ἄξιον, εἶπεν ὅτι ἀπαράδεκτος ἡ τοιαύτη ἀπαίτησίς ἐστιν. Οὐδὲ γὰρ ὁ μὴ ἄξιος εἰς τὸ ἱερουργεῖν ἤδη καὶ ἀνάξιός ἐστι καθὼς τοῦτο καὶ ὁ μέγας Βασίλειος ἐν μιᾷ τῶν ἁγίων εὐχῶν τῆς ἱερᾶς ἁγιαστείας φησίν, οὕτω πως διαλαμβανούσης· Οὐδεὶς ἄξιος τῶν συνδεδεμένων ταῖς σαρκικαῖς ἐπιθυμίαις καὶ ἡδοναῖς προσέρχεσθαι καὶ προσεγγίζειν, ἢ λειτουργεῖν σοι, Βασιλεῦ τῆς δόξης· καὶ διαγνοὺς τὸν μὲν εἰπόντα ἑαυτὴν ἀνάξιον αὐτοκατάκριτον εἶναι, τὸν δὲ μὴ ἄξιον εὐχαριστητέον ὡς ταπεινόφρονα, εδικαίωσε τὸν ἐπίσκοπον ἱερατεύειν, ὡς μὴ κατὰ κανόνας παραιτησάμενον. κανόνι περιεχόμενα χάριν τῶν παραιτουμένων ἐπι ο Ο δὲ λέγοντες ὀφείλειν ὡς κανόνα τὴν περὶ τῶν παραιτήσεων μακρὰν συνήθειαν κρατεῖν κακῶς λ γουσι. Μακρὰ γὰρ συνήθεια ἄγραφος οὐ κρατεί, ἔνθα ἐγγράφῳ νόμῳ ἢ κανόνι ἐναντιοῦται. Καὶ ζήτει τὰ γραφέντα παρ᾽ ἡμῶν χάριν τούτου εἰς κεφάλ. γ' τοῦ α' τίτλου τοῦ παρόντος συντάγματα.. ΖΩΝΑΡ. Τινὲς, ὡς ἔοικε, πάλαι, ἡ αἰτιαμάτων ἁπλῶς λαληθέντων κατ' ἐπισκόπων, ή παραιτήσου. παρ' αὐτῶν δοθεισῶν, πρὸ τοῦ τὰ αἰτιάματα ἐξετασθῆναι ἢ τὰς αἰτίας σκοπηθῆναι τῶν παραιτήσεων, ἑτέρους εἰς τὰς ἐκκλησίας τῶν αἰτεαθέντων ἢ παρ αιτησαμένων ἐχειροτόνουν, ὅπερ στάσεις καὶ θερύ βους ἐνεποίει ταῖς ἐκκλησίαις. Διὰ ταῦτα τοίνυν ἡ σύνοδος ὥρισε μὴ χειροτονεῖσθαι ἐπίσκοπον ἐν ἐκ κλησίᾳ, ἧς ὁ ἐπίσκοπος ζῇ, καὶ οὐκ ἀπεκινήθη τῆς
col. 1077–1078page 530 of 741
PG 137:1077ἰδίας τιμῆς, ἦγουν τῆς ἐπισκοπικῆς ἀξίας. Δεῖ γὰρ, φησί, πρότερον κανονικῶς ἐξετάζεσθαι τὴν αἰτίαν τὴν κατ' αὐτοῦ ἐπαγομένην, καὶ εἰς πέρας ἄγεσθαι, τουτέστιν εἰς ἀπόφασιν, καὶ ὅτε κανονικῶς ἐκεῖνος καθαιρεθῇ, ἕτερον χειροτονεῖσθαι εἰς τὴν ἐπισκοπὴν. Ομοίως φησὶ καὶ ὁ τέταρτος κανὼν τῆς ἐν Σαρδική συνόδου. Εἰ δέ τις ἐπίσκοπος, τοῦ δικαίου τῆς ἐπισκοπῆς ἀντεχόμενος, οὔτε τὸν οἰκεῖον ποι μαίνει λαὸν, οὔτε παραιτεῖται, εἰ εὔλογον αἰτίαν ίσως έχει παραιτήσεως, ἀλλὰ πλέον ἓξ μηνῶν ἐν ἑτέρῳ διατρίβει τόπῳ, ἐκπεσεῖται καὶ τῆς ἐπισκοπῆς καὶ τῆς ἀξίας αὐτῆς, εἰ μή που ἢ ἐκ βασιλικοῦ προστάγματος κατέχεται διά τινα χρείαν, ἢ τῷ οἰκείῳ πατριάρχῃ ἀναγκαίως ὑπηρετεῖ, ἡ νόσῳ τινὶ χαλεπῇ καὶ βαρείᾳ συνέχεται, καὶ τοιαύτῃ, ὡς ἀκινησίας αὐτῷ αἰτίαν γίνεσθαι. Τότε γὰρ συγγνώμη, ἕξει ἀποδημῶν τῆς ἐκκλησίας αὐτοῦ. ῎Ανευ δὲ τῶν τοιούτων αἰτιῶν ἀποδημῶν ὑπὲρ τὸ ἑξάμηνον, καὶ ἀλλαχοῦ διατρίβων, ἀλλοτριωθήσεται τῆς ἀρχιερωσύνης, καὶ ἕτερος εἰς τὴν ἐπισκοπὴν ἐκείνην ἀντεια αχθήσεται. ΑΡΙΣΤ. Κατὰ μηδένα τρόπον ἐπιβαινέτω τις ἐπισκοπῆς, ἧς ὁ προεστὼς ἔτι ζῇ. Δεῖ γὰρ τὴν αἰτίαν πρότερον ζητεῖσθαι τοῦ μέλλοντος ἐκδιώκεσθαι, καὶ μετὰ καθαίρεσιν ἕτερον προβιβάζεσθαι. Ει δέ τις ἀμελοίη τῆς ἰδίας ποίμνης, καὶ μήτε νόσῳ, ἢ βασιλικῷ ή πατριαρχικῷ ο κελεύσματι κατεχόμενος, ὑπὲρ ἐξαμηνιαῖον ἀποδημήσει χρόνον, τῆς τοῦ ἐπισκόπου ἀξίας καὶ τιμῆς ὕτω ἀλλότριο:.» ΚΑΝΩΝ ΙΖ'. Ἐν πᾶσι τῆς ἐκκλησιαστικῆς εὐταξίας φροντίζοντες, καὶ τοῦτο ὁρίσαι ἀναγκαῖον ἐθέμεθα, ὥστε τοῦ λοιποῦ μηδένα τῶν λαϊκῶν ἢ μοναχῶν ἀθρόον εἰς τὸ τῆς ἐπισκοπῆς ὕψος ἀνάγεσθαι, ἀλλὰ ἐν τοῖς ἐκκλησιαστικοῖς βαθμοῖς ἐξεταζόμενον πρότερον, οὕτω τῆς ἐπισκοπῆς τὴν χειροτονίαν ὑποδέχεσθαι. Εἰ γὰρ καὶ Ἐν πᾶσι τῆς ἐκκλησιαστικῆς εὐταξίας. Καὶ ἐν ἓξ ὅλαις ἡμέραις χερσὶν ἀνθρώπων τελειούμενος τῆς ἀποθυ μουμένη: ἐπελαμβάνετο καθέδρας. Καὶ ἦν ἀληθῶς ἐκεῖνον ὁρᾷν αυθημερόν ἅγιον πλαττόμενον κατά τὴν παροιμίαν· πρώτῃ γὰρ ἡμέρᾳ μοναχὸς ἀντὶ λαϊκοῦ· τῇ δευτέρᾳ δὲ ἀναγνώστης, καὶ ὑποδιάκονος τῇ ἑξῆς, εἶτα διάκονος, εἶτα πρεσβύτερος, ἔπειτα τῇ ἕκτῃ, Χοιστοῦ δὲ ἦν Γενέθλια, καὶ αὐτὸς τῷ ἱερατικώ προστὰς θρόνῳ τὴν εἰσήνην τῷ λαῷ προσεφώνει. Προβιβασθήτω εἰς τὴν ἀρχιερωσύνην, ὥστε ἐν τῷ βαθμῷ τοῦ ἀναγνώστου ἐνιαυτὸν τρεῖς, καὶ τέσσαρας ἐν τῷ τοῦ πρεσβυτέρου. τοῦ λοιποῦ
col. 1079–1080page 531 of 741
PG 137:1079μέχρι τοῦ νῦν ἀπὸ τῶν μοναχῶν ἢ λαϊκῶν τινες, ἀπαιτούσης χρείας, παραυτίκα τιμῆς ἄξιοι γεγόνασιν ἐπισκοπικῆς, ἀρετῇ τε διαπρέψαντες, καὶ τὴν κατ' αὐτοὺς ἐκκλησίαν ὑψώσαντες ἀλλὰ τό γε σπάνιον οὐδαμοῦ νόμον τῆς ἐκκλησίας τιθέμενοι, ὁρίζομεν τοῦ λοιποῦ μηκέτι τοῦτο γίνεσθαι· εἰ μὴ κατὰ λόγον ὁ χειροτο «νούμενος διὰ τῶν ἱερατικῶν προέλθοι βαθμών, ἐν ἑκάστῳ τάγματι τὸν νενομισμένον χρόνον ἀποπληρῶν.» ΒΑΛΣ. Αταξίαν ἐκκλησιαστικὴν οἱ Πατέρες καλοῦσι τὸ ἀπερισκέπτως καὶ δίχα δοκιμασίας γίνεσθαί τινα μοναχὸν ἢ λαϊκὸν ἀρχιερέα. Διό φασι μὴ προαναβιβάζεσθαί τινα ἐξ αὐτῶν εἰς τὸ τῆς ἐπισκοπῆς ὕψος, εἰ μὴ πάντας πρότερον τοὺς ἐκκλησιαστικοὺς βαθμούς διέλθῃ διὰ τοῦ νενομισμένου καὶ ἀρκοῦντος καιροῦ ἑκάστῳ τάγματι. Προστιθέασι δὲ ὡς, εἰ καὶ πρότερον γέγονε τι τοιοῦτον διά κατεπείγουσαν χρείαν, καὶ οἱ ἐκλεγέντες καὶ αὐθημερὸν χειροτονηθέντες διέλαμψαν ἐπ' ἀρετῇ, καὶ τὰς ἐκκλησίας εκόσμησαν ὧν προέστησαν· ἀλλὰ τὸ σπι νίως γενόμενον νόμος τῆς Ἐκκλησίας οὐκ ἔστιν, ὥστε τούτῳ ἀκολουθεῖν ἡμᾶς καὶ ἐφεξῆς. Ἐπεὶ δὲ γέγονε πολλάκις αμφιβολία περὶ τοῦ πόσος ἐστὶν ὁ τῷ κανόνι δηλούμενος νενομισμένος καιρός· τινὲς μὲν εἶπον ὡς, ἐπεὶ ὁ ἐν θεολογίᾳ διαλάμψας μέγας Γρηγόριος ἐν τοῖς περὶ ἱερωσύνης λόγοις λέγει τελεῖσθαι δι᾿ ἑπτὰ ἡμερῶν τὸν ἱερέα, ὀφείλομεν παρατηρεῖν καὶ ἡμεῖς, εἰ μὴ πλείονα, ἀλλὰ ἐξ ἀνάγκης τέως τὸν αὐτὸν καιρὸν ἐφ' ἑκάστῳ βαθμῷ. ὃ τευομένων τὸν λόγον ποιεῖται· ὁ δὲ κανὼν τῆς ἐν Ετεροι εἶπον ὡς δ' ι' κανὼν τῆς ἐν Σαρδική συνόδου διορίζεται μηδένα πλούσιον ἢ σχολαστικών ἀπὸ τῆς ἀγορᾶς καθίστασθαι ἐπίσκοπον, εἰ μὴ ἀνα γνώστου καὶ πρεσβυτέρου καὶ διακόνου ὑπηρεσίαν εκτελέσει, ἐν ἑκάστου τάγματος βαθμῷ οὐκ ἐλαχίστου χρόνου διαβιβαζομένου. Εχρήσαντο δὲ καὶ τῷ ἑβδόμῳ κεφαλαίῳ τοῦ α' τίτλου τοῦ γ' βιβλίου τῶν Βασιλικῶν, ὅπερ ἐστὶ κεφάλαιον πρῶτον τῆς ρίζ' Ἰουστινιανείου Νεαράς, λέγοντι εν μέρει μὴ ψηφίζεσθαι ταξεώτην ἢ πολιτευόμενον ἄλλως, εἰ μὴ ἐν μοναστηρίῳ οὐχ ἧττον δεκαπέντε ἐτῶν μοναχικὸν βίον ἀδιαβλήτως ἐξετέλεσε· καὶ ἐνέστησαν εἶναι νενομισμένον καιρὸν τὸν πεντεκαιδεκαετή. Ἐμοὶ δὲ δοκεῖ ὡς ἡ μὲν Νεαρά περὶ ταξεωτῶν καὶ πολι Σαρδική συνόδου περὶ τῶν ἀπὸ ἀγορᾶς πλουσίων καὶ περὶ τοὺς λόγους σχολαστικών διαλαμβάνει· οὐ μέντοι γε καὶ περὶ πάντων τῶν μοναχῶν ἢ τῶν λαϊκῶν. Καὶ εἰσὶ καὶ ἄμφω ἀμέτοχα. Ανάγνωθι οὖν τὴν ρχει Ἰουστινιάνειο Νεαρὰν περὶ τὰς ἀρχὰς λέγουσαν οὕτω· Διδέα μεν δὲ ἄδειαν τοῖς τὰ ψηφίσματα ποιουμένοις, εἴ τινα κοσμικόν δίχα κοσμι 'Εν τοῖς περὶ ἱερωσύνης λόγοις. ἐν τῷ εἰς τὴν Πεντηκοστὴν λόγῳ αὐτοῦ. Ει Ἐν ἑπτὰ μὲν ἡμέραις ὁ ἱερεὺς τελειούμενος, ἐν ἑπτὰ δὲ ὁ λεπρὸς καθαιρόμενος, ἐν τοσαύταις δὲ ὁ ναὸς ἐγκαινικό μενος.
col. 1081–1082page 532 of 741
PG 137:1081κου καὶ ταξεώτου ἄξιον τῆς προειρημένης ἐπιλογῆς εἶναι νομίζουσι, τὸν τοιοῦτον ἅμα ἄλλοις δύο κληρικοῖς ἢ μοναχοῖς ἐπιλέξασθαι· οὕτω μέντοι, ἵνα κοσμικὸς, ὁ τούτῳ τῷ τρόπῳ εἰς ἐπισκοπὴν ἐπιλεγείς, μὴ εὐθέως ἐπίσκοπος χειροτονηθῇ, ἀλλὰ πρῶτον τοῖς κληρικοῖς οὐκ ἔλαττον τριῶν μηνῶν συναριθμηθῇ, καὶ οὕτω τοὺς ἁγίους κανόνας καὶ τὴν ἱερὰν τῆς Ἐκκλησίας λειτουργίαν διδαχθείς, ἐπίσκοπος χειροτονηθῇ. Καὶ μετά τινα πάλιν ταῦτά φησ:· Εἰ δέ τις παρὰ τὴν μνημονευθεῖσαν παρα φυλακὴν ἐπίσκοπος χειροτονηθῇ, κελεύομεν τοῦτον πᾶσι τρόποις τῆς ἐπισκοπῆς ἐκβάλλεσθαι· ἀλλὰ κἀκεῖνον, ὅστις παρὰ ταῦτα ἐτόλμησε χειροτονήσαι, χωρίζεσθαι ἐπὶ ἕνα ἐνιαυτὸν τῆς ἱερατικῆς λειτουργίας, καὶ πᾶσαν αὐτοῦ τὴν περιουσίαν, ἥτις καθ' οιονδήτινα χρόνον ἢ τρόπον εἰς τὴν αὐτοῦ δεσποτείαν περιῆλθε, διὰ τὸ πταῖσμα ὃ ἐποίησε, τῇ δεσποτείᾳ τῆς ἐκκλησίας, ἧς ἐπίσκοπός ἐστιν, ἐκδικεῖσθαι. Ωστε εἰ μὴ ἐμποδίζει τὸ μὴ καταστρωθῆναι τὴν τοιαύτην Νεαρὰν εἰς τὰ Βασιλικά, ἐκ ταύτης τέως το περὶ τῶν λαϊκῶν ἀμφίβολον λύεται. Νομίζω δὲ ἐκ τούτου μηδὲν εἶναι τὸ ἐμποδὼν τῇ ἐπιλύσει τῆς ἀμφιβολίας· διὰ καὶ καταφεύγω εἰς τὸ παρὰ τοῦ ἁγίου Πατρὸς ἡμῶν Γρηγορίου τοῦ Θεολόγου ὑποτυπωθὲν χάριν τῆς τελειώσεως τῶν ἱερέων, καὶ λέγω ἐξ ἀνάγκης ὀφείλειν δι᾿ ἑπτὰ ἡμερῶν τὴν ἑκάστου βαθμοῦ τελειοῦσθαι χειροτονίαν, καὶ μᾶλλον ὅτι καὶ ἡ ἄγραφος ἐκκλησιαστικὴ συνήθεια τοῦτο παραδεξαμένη τὰς τῶν βαθμῶν χειροτονίας ἐνεργεῖ. 'Ανάγνωθι καὶ τὸ κγ' κεφάλαιον τοῦ α' τίτλου τοῦ παρόντος συντάγματος. Καὶ σημείωσαι ἀπὸ τοῦ παρόντος κανόνος ὅτι ἐν τοῖς ἐκκλησιαστικοῖς τάγμασιν οἱ μοναχοὶ οἱ μὲν δεξάμενοι σφραγίδα ἐπισκά που λαϊκοῦ τόπον ἐπέχουσιν. ΖΩΝΑΡ. Κωλύει ὁ κανὼν τὸ εἰς ἐπίσκοπον χειροτονεῖσθαι τινα λαϊκὸν ἢ μοναχὸν, μὴ πρότερον ἐν τοῖς ἐκκλησιαστικοῖς βαθμοῖς ἐξετασθέντα, ήγουν ταχθέντα, δοκιμασθέντα. Βούλεται γὰρ τὴν εἰς ἐπι σκοπὴν προβιβασθήσεσθαι μέλλοντα κατὰ τάξιν εἰς ἕκαστον τῶν ἱερατικῶν βαθμῶν προχειρίζεσθαι, καὶ πληροῦν ἐν ἑκάστῳ τάγματι τὸν νενομισμένον χρόνον, καὶ οὕτως εἰς τὸ τῆς ἐπισκοπῆς ἀνάγεσθαι ὕψος. Εἰ γὰρ καὶ ἔφθασαν, φησὶ, τινὲς ἀπὸ λαϊκῶν ἢ μοναχῶν αὐτίκα εἰς ἐπισκοπικὸν ἀναχθῆναι ἀξίω μα, καὶ ἀρετῇ τε διέλαμψαν καὶ τὰς ἐκκλησίας ἐκόσμησαν, ὧν προέστησαν· ἀλλὰ τὸ σπανίως συμ δὲν οὐ νόμον τῆς Ἐκκλησίας τιθέμεθα, ὥστε τούτῳ ἀκολουθεῖν. Καὶ ὁ δέκατος δὲ κανὼν τῆς ἐν Σαρδική συνόδου ὁμοίως διετάξατο. ΑΡΙΣΤ. Ο χειροτονηθησόμενος ἐπίσκοπος μή ἀθρόον ἐκ λαϊκῶν ἢ μοναχῶν ὑψούσθω· ἀλλ' ἐν ἑκάστῳ τάγματι τῶν ἱερατικῶν βαθμῶν τὸν νενομισμένον ἀποπληρούτω χρόνον. Εἰ γὰρ καὶ τινες αθρόον ὑψωθέντες διέπρεψαν, ἀλλ' οὐ νόμος Εκκλησίας τὸ σπάνιον.» Δίχα κοσμικού. δίχα βουλευτού, Διὸ καὶ καταφεύγω. χειροτονίας ἐνεργεῖ
col. 1083–1084page 533 of 741
PG 137:1083ΚΑΝΟΝΕΣ ΕΚΤΕΘΕΝΤΕΣ ΠΑΡΑ ΤΗΣ ΑΓΙΑΣ ΣΥΝΟΔΟΥ ΤΗΣ ΕΝ ΤΩ ΠΕΡΙΩΝΥΜΟ ΝΑΟ ΤΗΣ ΘΕΟΥ ΛΟΓΟΥ ΣΟΦΙΑΣ ΣΥΣΤΑΣΗΣ, ΚΑΙ ΤΗΝ Ζ' ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΗΝ ΣΥΝΟΔΟΝ ΒΕΒΑΙΩΣΑΣΗΣ, ΠΑΣΑΝ ΔΕ ΣΧΙΣΜΑΤΙΚΗΝ ΚΑΙ ΑΙΡΕΤΙΚΗΝ ΠΛΑΝΗΝ ΑΠΕΛΑΣΑΣΗΣ. Ωρισεν ἡ ἁγία καὶ οἰκουμενική σύνοδος, ὥστε, εἴ τινες τῶν ἐξ Ιταλίας κληρικῶν, ἢ και κῶν, ἡ ἐπισκόπων, ἐν τῇ Ἀσίᾳ, ἡ Εὐρώπη, η Λιβύη διατρίβοντες, ὑπὸ δεσμόν, ἢ καθαίρεσιν, ἢ ἀναθεματισμὸν παρὰ τοῦ ἁγιωτάτου πάππα Ιωάννου ἐγένοντο, ἵνα ωσιν οἱ τοιοῦτοι καὶ παρὰ Φωτίου τοῦ ἁγιωτάτου πατριάρχου Κωνσταντ νουπόλεως ἐν τῷ αὐτῷ τῆς ἐπιτιμίας ὄρῳ, τουτ ἐστιν ἡ καθῃρημένοι, ἢ ἀνατεθεματισμένοι, ἡ ἀφωρισμένοι· καὶ οὓς μέντοι Φώτιος ὁ ἁγιώτατος ἡμῶν πατριάρχης κληρικούς ή λαϊκοὺς ἢ τοῦ ἀρχιερατικοῦ καὶ ἱερατικοῦ τάγματος, ἐν οἷπ δήποτε παροικίᾳ ἀπὸ ἀφορισμόν, ἢ καθαίρεσιν, ἢ ἀναθεματισμὸν ποιήσει, ἵνα ἔχῃ αὐτοὺς καὶ ι ὁ ἁγιώτατος πάππας Ἰωάννης, καὶ ἡ κατ' αὐτὸν ἁγία τοῦ Θεοῦ 'Ρωμαίων Ἐκκλησία, ἐν τῷ αὐτῷ τῆς ἐπιτιμίας κρίματι, μηδὲν τῶν προσόντων πρεσβείων τῷ ἁγιωτάτῳ θρόνῳ τῆς Ρωμαίων Ἐκκλησίας, καὶ τῷ ταύτης προέδρῳ, τὸ σύνολον καινοτομουμένων μήτε νῦν μήτε εἰς τὸ μετέπειτα. Παρὰ τῆς ἁγίας συνόδου. Πᾶσαν δὲ σχισματικήν. κανόνες τρεῖς Καὶ οἰκουμενική. 'Αλλ' ον ἡ ἁγία καὶ οἰκουμενική αὕτη σύνοδος.
col. 1085–1086page 534 of 741
PG 137:1085ΒΑΛΣ. Τινές κατακρινόμενοι ἀκοινωνησία, ἡ ἑτέρα καταδίκῃ ἐπιτιμίου ἐκκλησιαστικοῦ καθυποβαλλόμε ναι, παρὰ τοῦ θρόνου τῆς παλαιᾶς Ρώμης, προσο ἤρχοντο τῷ θρόνῳ τῆς Κωνσταντινουπόλεως· καὶ τὸ ἀνάπαλιν. Καὶ ἐπεὶ ἐκ τούτου σκάνδαλα μέσον τῶν δύο Ἐκκλησιῶν ἀνεφύοντο, ἐλαλήθησαν τὰ περὶ τούτου κατὰ τὸν καιρὸν τῆς οἰκουμενικῆς ταύτης συνόδου. Εἰς περιαίρεσιν οὖν σκανδάλου παντὸς ὥρι σαν οἱ Πατέρες τοὺς ὁπωσδήποτε κατακριθέντας παρὰ τοῦ πάππα εἶναι καὶ παρὰ τῷ πατριάρχη Κωνσταντινουπόλεως καταδεδικασμένους· καὶ τὸ ἀνάπαλιν. Ὡς δέ τινος τοῦ ἐξ Ἰταλίας εἰπόντος ἐπὶ περιγραφῇ τῶν προνομίων τοῦ θρόνου τῆς πα λαιᾶς Ρώμης ταῦτα θεσπίζεσθαι διὰ τὴν ἐξίσωσιν, προσέθεντο ἀκαινοτόμητα συντηρεῖσθαι εἰς τὸ ἑξῆς τὰ πρεσβεῖα, καὶ τὴν τιμὴν τοῦ προέδρου αὐτῆς. Ἐπεὶ γὰρ ἠρώτησάν τινες, ὡς τοῦ κανόνος μόνων τῶν δύο μεγάλων ἀρχιερέων μεμνημένου, τί γενήσεται εἰς τοὺς ἄλλους πατριάρχας; φαμὲν κοινῶς καὶ διὰ πάντας ἐκφωνηθῆναι τὸν κανόνα. "Οτι καὶ ἔτε ροι κανόνες παρομοίως διορίζονται ἀκοινώνητον εξ ναι τὸν προσδεχόμενον ἐπίσκοπον τοὺς παρὰ ἑτέρου ἐπισκόπου ἀφορισθέντας, ἢ καὶ ἄλλως ἐπιτιμηθέντας, διὰ τὸ ἓν σῶμα λογίζεσθαι πάσας τὰς τοῦ Θεοῦ ἐκκλησίας. Ἐγράφησαν δὲ τὰ ἐν τῷ παρόντι κανόνι ἰδικῶς διὰ τὰ τότε συμπεσόντα σκάνδαλα ἐκ τοῦ πολλάκις καταβιβασθῆναι τὸν πατριάχρην Φώτιον ἐκ τοῦ πατριαρχικού θρόνου, καὶ πολλάκις ἀποκαταστῆναι, κάντεῦθεν πολλά σχίσματα συμπεσεῖν. ΖΩΝΑΡ. Μὴ διαφέρεσθαι θέλοντες οἱ τῆς συνόδου πρὸς ἀλλήλους τόν τε τῆς πρεσβυτέρας Ρώμης πάππαν καὶ τὸν τῆς νέας ταύτης τῆς Κωνσταντινουπόλεως πατριάρχην, ἀλλ' ὁμονοεῖν ἀλλήλοις· ἔτι γὰρ ἦσαν ὁμόδοξοι καὶ ὁμόθρονοι· ρισαν καὶ τοὺς ὑπὸ τοῦ πάππα δεδεσμημένους, ήγουν ἀφωρισμένους, καὶ τοὺς καθῃρημένους, καὶ τοὺς ἀναθέματι ὑποβεβλημένους ἐκ τῶν ἐξ Ἰταλίας κληρικῶν ἢ λαϊκῶν, ἢ ἐπισκόπων, κἂν ἐν τῇ ᾿Ασίᾳ διάγοιεν, ήγουν τῇ ἀνατολῇ, κἂν ἐν τῇ Εὐρώπῃ, ήγουν τῇ δύσει, κἂν ἐν τῇ Λιβύῃ (κἀκείνη γὰρ τότε ὑπὸ τὰ δίκαια τῆς βασι λείας ταύτης ἐτέλει), εἶναι ὑπὸ τὸ αὐτὸ ἐπιτίμιον τοῦ ἀφορισμοῦ ἢ τῆς καθαιρέσεως, ἢ τοῦ ἀναθέματος, καὶ παρὰ Φωτίῳ τῷ τότε πατριαρχοῦντι ἐν Κων σταντινουπόλει. Ἰταλία δ᾽ ἔστιν ἡ πᾶσα χώρα ή περὶ τὴν 'Ρώμην, καὶ ἡ κατὰ ταύτην διοίκησις. Ῥώμη δὲ καλεῖται ἡ πόλις, ἐκ τοῦ ταύτην δομησα μένου Ρωμύλου κληρωσαμένη όνομα. Καὶ αὖθις δὲ τοὺς ὑπὸ τοῦ πατριάρχου Φωτίου ἁπανταχοῦ, φασί, κληρικούς, ἢ λαϊκοὺς, ἢ τοὺς ἐξ ἱεραρχικοῦ τάγμα της γενησομένους ὑπὸ ἀφορισμόν, ἢ καθαίρεσιν, ἢ ἀνάθεμα, ἔχειν αὐτοὺς καὶ τὸν ἁγιώτατον πάππαν καὶ τὴν τῶν Ῥωμαίων Ἐκκλησίαν ἐν τῷ αὐτῷ ἐπιτιμίῳ. Τὰ δὲ πρεσβεῖα, ήγουν τὴν προτίμησιν, καὶ τὰ προνόμια, ὧν ἠξιώθη, ἔχειν τὴν Ῥωμαίων Ἐκκλησίαν ἀκαινοτόμητα. ᾿Αλλὰ ταῦτα τότε, ὅτε οὔπω περὶ τὴν πίστιν ἡ 'Ρωμαίων Ἐκκλησία ἐσφάλλετο, καὶ πρὸς ἡμᾶς διεφέρετο· νῦν δὲ ἡμῖν τὰ πρὸς ἐκείνην ἀσύμβατα. το
col. 1087–1088page 535 of 741
PG 137:1087ΑΡΙΣΤ. Ὁ ὑπὸ δεσμὸν, ἢ καθαίρεσιν, ἢ ἀνάθεμα, παρά τε Ρώμης γενόμενος καὶ παρὰ Κων σταντινουπόλεως οὕτω μενέτω.» ΚΑΝΩΝ Β'. Εἰ καὶ μέχρι νῦν ἔνιοι τῶν ἀρχιερέων εἰς τὸ κ τῶν μοναχῶν κατιόντες σχῆμα ἐν τῷ τῆς ἀρχιερωσύνης ἐβιάζοντο διαμένειν ὕψει, καὶ τοῦτο πράττοντες παρεωρῶντο· ἀλλ' οὖν ἡ ἁγία καὶ οἰκουμενικὴ αὕτη σύνοδος τοῦτο ρυθμίζουσα τὸ ο παρόραμα, καὶ πρὸς τοὺς ἐκκλησιαστικούς θε σμοὺς τὴν ἄτακτον ταύτην ἐπανάγουσα πρᾶξιν, ὥρισεν ἵνα, εἴ τις ἐπίσκοπος, ἢ εἴ τις ἄλλος τοῦ ἀρχιερατικοῦ ἀξιώματος, πρὸς τὸν μοναδικὸν θελήσει κατελθεῖν βίον, καὶ τὸν τῆς μετα νοίας τόπον ἀναπληρῶσαι, μηκέτι λοιπὸν τῆς ἀρχιερατικῆς ἀντιποιεῖσθαι ἀξίας. Αἱ γὰρ τῶν μοναχῶν συνθῆκαι ὑποταγῆς ἐπέχουσι λόγον καὶ μαθητείας, ἀλλ᾽ οὐχὶ διδασκαλίας ἢ προε δρίας, οὐδὲ ποιμαίνειν ἄλλους, ἀλλὰ καὶ ποι μαίνεσθαι ἐπαγγέλλονται. Διό, καθά προείρη σται, θεσπίζομεν μηκέτι τινὰ τῶν ἐν ἀρχιερατι Εἰ καὶ μέχρι νῦν. Φώτιος ὁ πατριάρχης εἶπε, Πῶς ὑμῖν δοκεῖ τῶν ἀπὸ τοῦ ἀρχιερατικού τάγματος ἑαυτοὺς εἰς τὴν τῶν μοναχῶν καταλεγόντων χώραν, ἄρα εἰς ὑπος ταγὴν ἑαυτοὺς παραδόντες, δύνανται ἔτι οἱ αὐτοὶ τῆς αὐτῆς ποιμνιαρχίας έχεσθαι; Οἱ ἁγιώτατοι του ποτηρηταὶ τῆς πρεσβυτέρας Ρώμης εἶπον, Τοῦτο παρ' ἡμῖν οὐκ ἔστιν, οὐδὲ σώζεται· ὅστις γὰρ ἐὰν ἀπὸ ἀρχιερατικοῦ τάγματος εἰς τὴν τῶν μοναχῶν, τουτέστι μετανοούντων, καταριθμηθῇ χώραν, οὐ δύναται ἔτι τὸ τῆς ἀρχιερωσύνης ἑαυτῷ διεκδικεῖν ἀξίωμα. Βασίλειος καὶ Ηλίας οἱ τοποτηρηταὶ τῶν ἀνατολικῶν θρόνων εἶπον. Οὐδὲ παρ' ἡμῖν ἐφωράθη τοῦτό ποτε γενόμενον· τοὐναντίον μὲν οὖν, μονάζοντες πρόεισιν εἰς ἀρχιερέας, ὑπὸ δὲ ἀρχιερέων εἰς μοναχοὺς κατερχόμενοι ἀρχιερεῖς μένειν οὐ δύνανται. Ἡ ἁγία σύνοδος εἶπεν, Ορισθήτω δὲ περὶ τούτου κανών, πολλάκις γὰρ δὲ ἐν ἡμῖν ἀμφιβολίαι γίνονται περὶ τῆς ὑποθέσεως ταύτης, τῶν μὲν λεγόντων μὴ κωλύεσθαι τοὺς ἀρχιερεῖς μοναχούς γενομένους τὰ τῶν ἀρχιεσέων τελεῖν, τῶν δὲ οὐ συνευδοκούντων ἐπὶ τούτῳ. Οἱ ἁγιώτατοι τοποτηρηταὶ εἶπον, Εκτε θήτω κανών. Αγία σύνοδος εἶπεν, Ἔτι δὲ ἀξιοῦμεν ἐκτεθῆναι κανόνας περὶ τῶν εἰς τοῦτο μανίας και ἀπονοίας ἐλθόντων λαϊκῶν, ὥστε ἀρχιερεῖς ἢ ἱερεῖς τύπτειν ἢ φυλακίζειν, καὶ τὰ λοιπά. Φώτιος ὁ πατριάρχης εἶπεν, Εἰ κελεύει ἡ ὑμετέρα ἁγιωσύνη. ἀναγνωσθήτωσαν οἱ κανόνες· καὶ λαβὼν Πέτρος δ θεοφιλέστατος διάκονος και πρωτονοτάριος ἀνέγνω. Εἰ καὶ μέχρι νῦν ἔνιοι τῶν ἀρχιερέων,
col. 1089–1090page 536 of 741
PG 137:1089κῷ καταλόγῳ καὶ ποιμένων ἐξεταζομένων εἰς τὴν τῶν ποιμαινομένων καὶ μετανοούντων χώ ραν ἑαυτὸν καταβιβάζεσθαι· εἰ δέ τι; τοῦτο τολμήσεις πρᾶξαι μετὰ τὴν ἐκφώνησιν καὶ διάγνωσιν τῆς νῦν ἐκπεφωνημένης ψήφου, αὐτὸς ἑαυτὸν τοῦ ἀρχιερατικοῦ ἀποστερήσας βαθμοῦ εὐκέτι πρὸς τὸ πρότερον, ὅπερ διὰ τῶν ἔργων ἠθέτησεν, ἀξίωμα ἐπαναστρέψει. μου ΒΑΑΣ. Περὶ ἐπισκόπων θελόντων καὶ μετὰ τὴν ἀπόκαρσιν ἐνεργεῖν ἀρχιερατικὰ δίκαια οὐκ ἐγράφη κανών. Καὶ διὰ τοῦτο ἐπεχείρουν τινὲς ἐπίσκοποι μετὰ τὸ ἀποκαρῆναι ἔχειν τὰ τῶν ἐπισκόπων προνόμια παρὰ τὴν κρατήσασαν ἄγραφον ἐκκλησιαστικὴν συνήθειαν. Τοῦτο οὖν διορθούμενοι οἱ ἅγιοι Πατέρες, εἶπον ὡς, ἐπεὶ τὸ μὲν ὕψος τῆς ἀρχιερωσύνης διδασκαλικὸν ἐστιν ἀξίωμα, τὸ δὲ μοναχικὴν ἐπάγγελμα μαθητείας καὶ ὑποταγῆς ἔργον, καὶ ἀδύνατόν ἐστι τὸν ὑποτακτικὸν ἐπὶ θρόνου καθῆσθαι καὶ διδάσκειν, χρεών ἐστι τὸν ἀποστάντα ἐκ τοῦ ὕψους τῆς ἀρχι ερωσύνης, και καταγνόντα οἷον ἑαυτοῦ, καὶ πρὸς μετάνοιαν ἀποδιδόντα, καὶ διὰ τοῦ μοναχικοῦ σχή ματος ὑποταγὴν ἐπαγγειλάμενον, μὴ ἐνεργεῖν διδασκαλικὸν τι, καὶ ἀντὶ τοῦ ποιμαίνεσθαι, ἐπιχειρεῖν ἄλλους ποιμαίνειν· τὸν δὲ τοῦτο ποιῆσαι ἐπιχειρήσαντα μὴ παραχωρεῖσθαι ἀρχιερατικόν τι ἐνεργεῖν ὅτι αὐτὸς ἑαυτὸν διὰ τῆς ἀποκάρσεως ἐκ τούτου ἀπεξένωσεν. Εἶπον δὲ οἱ Πατέρες περὶ τῶν ἀρχιερέων τὸ μὴ καταβιβάζειν ἑαυτοὺς εἰς χώραν μετανοούντων, καὶ τὸ, Εἰ δέ τις τολμήσεις τοῦτο πρᾶξαι, οὐκ ἀπαγορεύοντες τὴν μετάνοιαν, ὡς στυγητόν τι πρᾶγμα καὶ ἀποτρόπαιον (τοῦτο γὰρ καὶ πολλοῦ ἐπαίνου ἐστὶν ἄξιον), ἀλλὰ παραγγέλλοντες τοιούτους είναι τοὺς ἀρχιερεῖς καὶ οὕτω βιοῦν, ὡς μὴ δεῖσθαι μετανοίας σχεδόν, ἀλλὰ καὶ τοῖς ἄλλοις διὰ τῶν οἰκείων ἐντεύξεων τὸ θεῖον ἐξιλεοῦν. Ἐζητήθη δὲ, εἰ μοναχὸς, μετὰ τὴν ἀρχιερωσύνην ἀξιωθεὶς τοῦ μεγάλου σχήματος, δύναταί τι ἐνεργεῖν ἐπισκοπικόν. Εἶπον γάρ τινες ὡς. ἐπεὶ τοιοῦτος πρὸ τοῦ ψηφισθῆνα: ἀπεχάρη, οὐκ ἐδεῖτο καὶ δευτέρας ἀποκάρσεως, κἀντεῦθεν οὐδὲ ἔχουσιν ἐπ' αὐτῷ χώ ραν τὰ τοῦ κανόνος. Οὐκ ἤρεσαν δὲ ταῦτα λέγοντες, ἀλλ᾽ ἤκουσαν ὡς κυρίως ἀπόκαρτις ἡ τοῦ μεγάλου καὶ ἀγγελικοῦ σχήματος περιβολή ἐστι. Τὸ γὰρ μικρὸν σχῆμα ἀῤῥαβὼν ἐκείνου τοῦ τελείου λέγεται. Εἰ γοῦν τὸ μικρὸν σχῆμα τὴν ἀρχιερωσύνην παύο:, πολλῷ πλέον σχολάσει ταύτην ἡ τελεία ἀπόκαρσις. Εἰ δέ τις καὶ περὶ τῶν ἀποκειρομένων ἱερέων έρω τήσει, πώς μετὰ τὴν ἀπόκαρσιν ἱερουργοῦσι, καὶ οὐ παύονται· ἀκούσει μὴ εἶναι διδασκάλους τοὺς ἱερεῖς, καὶ διὰ τοῦτο μηδὲ τὰ τοῦ κανόνος χώραν ἔχειν ἐπ᾿ αὐτοῖς. ΖΩΝΑΡ. Οὗτος ὁ κανὼν οὐ παραχωρει αρχιερεῖ οἰῳδήτινι μετὰ τὸ ἀποκαρῆναι αὖθις ἐνεργεῖν τι ἀρχιερατικὸν δίκαιον. Καὶ ἕως ἄρτι τινὲς τῶν ἀρχιερέων εἰς τὸ μοναχικὸν κατιόντες σχῆμα πάλιν τὰ τῆς ἀρχιερωσύνης ποιεῖν ἐβιάζοντο • (προσφόρως δὲ τὸ κατιόντες ἐτέθη· ἐκ γὰρ τῆς ἀρχιερατικῆς περιωπῆς κατέρχεται ὁ ἀποκειρόμενος εἰς τὴν τῆς ο
col. 1091–1092page 537 of 741
PG 137:1091ταπεινώσεως χθαμαλότητα, καὶ ἐκ τοῦ πατρικοῦ καὶ διδασκαλικοῦ ἀξιώματος εἰς υἱοῦ τάξιν καὶ μαθητοῦ) ἀλλ᾿ ὥρισε νῦν ἡ σύνοδος τοὺς ἀρχιερατικοῦ ἀξιώματος τυγχάνοντας, εἶτα εἰς τὸν μονήρη βίον θελήσαντας ἀποκλῖναι, μηκέτι τῆς ἀρχιερατικῆς ἀξίας ἀντιποιεῖσθαι· καὶ τὴν αἰτίαν ἐπάγει λέγων ὅτι ὁ κειράμενος ταπείνωσιν ἐπαγγέλλεται, καὶ μαθητής εἶναι συντίθεται, καὶ ποιμαίνεσθαι, ἀλλ᾽ οὐχὶ ποιμαίνειν. Πῶς οὖν ὁ αὐτὸς καὶ προ εδρεύων ἔσται διὰ τὴν ἀρχιερωσύνην, καὶ διὰ τὸ σχῆμα τὸ μοναχικόν ταπεινούμενος Πῶς δὲ διδά σκων ἔσται καὶ διδασκόμενος; Διδ, φησί, θεσπίζομεν τοὺς ἀρχιερεῖς μηκέτι καταβιβάζειν ἑαυτοὺς εἰς τόπον μετανοούντων (μετανοίας γὰρ ὁ μοναχικός βίος ἐπάγγελμα). Εἰ δὲ τοῦτό τις πράξῃ, αὐτὸς ἑαυ τὸν ἀποστερεῖ τῆς ἀρχιερατικῆς ἀξίας, καὶ οὐκέτι πρὸς τὸ πρότερον τῆς ἀρχιερωσύνης επαναστρέψει ἀξίωμα. Ταῦτα δὲ, ἤγουν τὸ μὴ καταβιβάζειν ἑαυ τοὺς εἰς χώραν μετανοούντων, καὶ τὸ, Εἰ δέ τις τολμήσειε τοῦτο πρᾶξαι, οὐκ ἀπαγορεύοντα τὴν μετάνοιαν τοῖς ἀρχιερεῦσιν εἴρηται, ἀλλ' ἐκδείκνυσι τοιούτους εἶναι δεῖν τοὺς ἀρχιερεῖς, καὶ οὕτω βιοῦν, ὡς μηδὲ δεῖσθαι μετανοίας σχεδόν, ἀλλὰ καὶ τοῖς ἄλλοις διὰ τῶν οἰκείων ἐντεύξεων τὸ θεῖον ἐξιλεοῦν. ΑΡΙΣΤ. «Εἴ τις ἀπὸ ἱεραρχικοῦ ὕψους εἰς τὸν μοναδικὸν, καὶ ἔμπαλιν, κατέλθοι βίον, μηκέτι ἱεραρχικῆς ἀντιποιείσθω ἀξίας. ΚΑΝΩΝ Γ'. Εἴ τις τῶν λαϊκῶν αὐθεντήσας καὶ καταφρονήσας μὲν τῶν θείων καὶ βασιλικῶν προσταγμάτων, καταγελάσας δὲ καὶ τῶν φρικτῶν τῆς ἐκκλησίας θεσμῶν τε καὶ νόμων, τολμήσειεν ἐπίσ σκοπόν τινα τύψα: ἢ φυλακίσαι, ἢ χωρὶς αἰτίας ι ἡ καὶ συμπλασάμενος αἰτίαν, ὁ τοιοῦτος ἀνά θεμα ἔστω.» ΒΑΛΣ. Τὸ τῆς ἀρχιερωσύνης ἀξίωμα σχεδὸν ὑπέρ κειται πάσης τιμῆς. Τῆς γὰρ ἀποστολικῆς ἀξίας ισοστάσιόν ἐστι διὰ τὸ τῆς διδασκαλίας ἐπάγγελμα. Ἐπεὶ οὖν τινες αυθάδεις καὶ καταφρονηταὶ τῶν θείων παραγγελμάτων, ἐκκλησιαστικῶν δηλονότι καὶ βασιλικῶν, ἄτοπά τινα καὶ ἐφύβριστα εἰς τινες εἰργάσαντο ἀρχιερεῖς, ὥρισαν οἱ ἅγιοι Πατέρες ὡ:, εἴ τις λαϊκὸς αὐθεντήσας, ήγουν ἀρχοντικῆς αὐθεντίας καὶ ἐξουσίας δραξάμενος, δικαστής τυχὸν ἢ πράκτωρ καταστάς, τολμηρῶς οἱονδήτινα ἐπίσκοπον τύψει, ἢ ἐν φυλακῇ ἀποκλείσει, ἢ χωρὶς αἰτίας, η μετὰ τῆς ἐπιπλάστου καὶ ψευδοῦς αἰτίας, τουτέστιν ἀνευλόγως, ὁ τοιοῦτος ἀνάθεμα ἔστων, ήγουν κεχω ρισμένος ἀπὸ τοῦ Θεοῦ ἔστω, καὶ παραδιδόσθω τῷ δαίμονι, ὡς ἀνάθεμα. Ακούων δὲ τοῦ κανόνος λέγοντος ὡς ἐκεῖνος ὁ λαϊκὸς ἀναθεματίζεται, ὁ χωρὶς αἰτίας, ἢ μετὰ αἰτίας πεπλασμένης, τους ἐστιν ἀνευλόγως, κατὰ μόνην αὐθεντίαν ἀρχοντικὴν τύψας ἢ φυλακίσας ἐπίσκοπον, μή εἴπῃς ἐξ ἀντι διαστολῆς ἔχειν ἐπ' ἀδείας τοὺς λαϊκοὺς ἄρχοντας ἐξ ευλόγου αἰτίας τύπτειν καὶ φυλακίζειν τοὺς ἐπισκέ
col. 1093–1094page 538 of 741
PG 137:1093τους. Απὸ γὰρ διαφόρων κανόνων καὶ νεαρών σπισμάτων ἔμαθες ὡς κατὰ ἐπισκόπων οἱ λαϊκοί ἄρχοντες οὐδεμίαν δικαιοδοσίαν ἔχουσιν. Οθεν ὁ τύπτων λαϊκὸς ἢ φυλακίζων τὸν τυχόντα ἀρχιερέα, κἂν ἐξ αἰτίας πάντη εὐλογωτάτης, κἂν τὴν μείζονα ἀρχὴν ἔχῃ, κολασθήσεται· καὶ τὸ εὔλογον τῆς αἰτίας οὐκ ὠφελήσει αὐτόν. Ακούσει γὰρ ὡς ταῖς συνόδοις καὶ μόναις ἐνεδόθη τοὺς ἀρχιερεῖς κολά ζειν καὶ ὤφειλε τὴν τοῦ ἀρχιερέως ἀνάκρισιν πρὸς τὴν πρόσφορον σύνοδον ἀποστεῖλαι, καὶ ἑαυτὸν διατηρῆσαι ἀμέτοχον τῆς ἀρχιερατικῆς ἀνακρίσεως. Προσετέθη δὲ τῷ κανόνι τὸ χωρὶς εὐλόγου αἰτίας, καὶ τὰ λοιπὰ, διὰ τὸν ἀναθεματισμόν. Οὐδὲ γὰρ ἦν δίκαιον ἀναθεματισθῆναι τὸν ἄρχοντα, τὸν προφάσει δικαίας αἰτίας τοιοῦτόν τι ἐφύβριστον πεποιηκότα πρὸς ἐπίσκοπον· ἀλλὰ ἀλλοτρόπως κολασθῆναι. " Γὰ ἀνάθεμα δὲ χωρισμός έστι τοῦ Θεοῦ. Ως γὰρ τὰ προσαγόμενα ἀναθήματα τῷ Θεῷ χωρίζονται ἀπὸ τῶν κοινῶν τε καὶ ἀνθρωπίνων πραγμάτων οὕτω καὶ ὁ ἀνάθεμα γενόμενος εκκόπτεται καὶ διαι ρεῖται ἀπὸ τῆς τῶν πιστῶν ὁμηγύρεως τῶν ἀνατεθειμένων καὶ ἀφωρισμένων τῷ Θεῷ, καὶ ἀπ' αὐτοῦ τοῦ Θεοῦ, καὶ προσκυρούται τῷ Σατανό, κατὰ τὸν μέγαν Παῦλον γράψαντα Κορινθίοις περὶ τοῦ περ πορνευκότος εἰς τὴν ἑαυτοῦ μητρυιὰν ὅτι, Παράδοτε αὐτὸν τῷ Σατανῇ· καὶ ἐπιστείλαντα Τιμοθέῳ περί Ὑμηναίου καὶ ᾿Αλεξάνδρου, Οὓς παρέδωκα τῷ Σατανᾷ, ἵνα μὴ βλασφημεῖν παιδευθῶσιν. Εἰ δὲ ταῦτα οὕτως ἔχει, πολλῷ γε μᾶλλον ὁ ὑπὸ ἀνάθεμα γεγονώς, ἀποδιίσταται μὲν τοῦ Θεοῦ, προσενοῦται δὲ καὶ προσκυρούται τῷ Σατανᾶ, καὶ ἀνάθεμα ἐκείνου αὐτὸς ἑαυτὸν ποιεῖ. Καλῶς δὲ ἐμνήσθη ὁ κανὼν αὐθεντίας ἀρχοντικής. Ο γὰρ μὴ προφάσει τοιαύτη, ἀλλὰ ίδιο βρύθμου κακίας τοιοῦτόν τι τολμήσας, κάν ἐξ εὐλόγου αἰτίας τοῦτο ποιήση, μειζόνως κολασθήσεται διὰ τὴν ἄκραν ἀναίδειαν. ΖΩΝΑΡ. Οὐδέποτε τῷ βίῳ ἐνέλιπον τὰ κακά. ᾿Αληθής δ' ἄρα καὶ ἀσφαλῆς ἡ τοῦ σοφοῦ γνώμη, ἡ τοὺς πλείονας ἀποφηναμένη κακούς. Ἰδοὺ γὰρ καὶ πάλαι παρὰ λαϊκῶν ἐτύπτοντο ἀρχιερεῖς, καὶ εἱρκταῖς συνεκλείοντο. Οθεν ἡ σύνοδος αὕτη δια τάττεται ὡς, εἴ τις τῶν λαϊκῶν αὐθεντήσας, τουτο ἐστιν αρχικῆς ἐξουσίας καὶ αὐθεντίας δραξάμενος, ἢ ἑαυτῷ ψυχικοῦ θανάτου γενόμενος αἴτιος (λέγεται γαρ αὐθέντης καὶ ὁ αὐτοφονευτής), καὶ καταφρονήσας τῶν βασιλικών προσταγμάτων, καταγελάσας δὲ καὶ τῶν φρικτῶν τῆς Ἐκκλησίας θεσμῶν καὶ νόμων (θεσμοὺς δὲ τοὺς ἀγράφους τύπους λέγει, καὶ τὰς ἀρχαίας παραδόσεις ἐνταῦθα, νόμους δὲ τοὺς ἐγγράφους), τολμήσειεν ἐπίσκοπόν τινα τύψαι (τόλμης γὰρ ὄντως καὶ ἀμέτρου θρασύτητος τὸ τύψαι ἐπίσκοπον τια), διὰ δὲ τοῦ εἰπεῖν τινα, ἐνέφηνεν ὅτι οὐ μόνον ἐπίσημον ἐπίσκοπον οὐ δεῖ τύπτεσθαι ή καθείργνυσθαι, ἀλλ' οὐδὲ τὸν τυχόντα καὶ ἄσημον καὶ τοῖς πλείοσιν ἄγνωστον, ήγουν εὐτελῆ καὶ πενέστατον, ἢ ἄνευ αἰτίας, ἢ καὶ συμπλασάμενος αἰτίαν, ὁ αὐθέντης θεσμούς, νόμους

Canons of the Council of CarthageCanones Concilli Carthaginensis

col. 1095–1096page 539 of 741
PG 137:1095το οὗτος ἀνάθεμα έστω, ήγουν κεχωρισμένος ἔστω τοῦ Θεοῦ. Ω; γὰρ τὰ ἀναθήματα προσαγόμενα τῷ Θεῷ χωρίζονται ἀπὸ τῶν κοινῶν καὶ ἀνθρωπίνων πραγμάτων· οὕτω καὶ ὁ ἀνάθεμα γενόμενος ἐκκό πτεται καὶ ἀποδιαιρεῖται ἀπὸ τῆς τῶν πιστῶν ὁμηγύρεως τῶν ἀνατεθειμένων καὶ ἀφωσιωμένων τῷ Θεῷ καὶ ἀπ' αὐτοῦ τοῦ Θεοῦ, καὶ προσκληροῦται τῷ διαβύλῳ, ἢ ἀνατίθησιν αὐτὸς ἑαυτόν. Εἰ γὰρ ὁ μόνον ἀφορισθεὶς παραδίδοται τῷ Σατανά, κατὰ τὴν μέγαν Παῦλον γράψαντα Κορινθίοις περὶ τοῦ πεπορνευκή τος εἰς τὴν ἑαυτοῦ μητρυιάν, ὅτι Παράδοτε αὐτὸν τῷ Σατανᾷ, καὶ ἐπιστείλαντα Τιμοθέω περὶ Ὑμε ναίου καὶ ᾿Αλεξάνδρου, Οὓς παρέδωκα τῷ Σατανά, Ένα παιδευθῶσι μὴ βλασφημεῖν· πολλῷ δὲ τῷ μέσῳ μᾶλλον ὁ ὑπὸ ἀνάθεμα γεγονώς ἀποδιαιρείται μὲν τοῦ Θεοῦ, προσενοῦται δὲ καὶ προσκληρούται τῷ Σατανά, καὶ ἀνάθεμα ἐκείνου αὐτὸς ἑαυτὸν ποιεῖ. ΑΡΙΣΤ. «Εί τις των λαϊκῶν ἐπίσκοπον φυλακίσειεντυπτήσειεν χωρὶς αἰτίας, ἢ καὶ συμπλασάμενος, εἴη ἀνάθεμα. Η ΕΝ ΚΑΡΧΗΔΟΝΗ ΓΕΝΟΜΕΝΗ ΣΥΝΟΔΟΣ ΗΣ ΕΞΗΡΧΕΝ Ο ΜΕΓΑΣ ΚΥΠΡΙΑΝΟΣ ΚΑΙ ΙΕΡΟΜΑΡΤΥΣ ΕΠΙΣΚΟΠΟΣ ΩΝ ΚΑΡΧΗΔΟΝΟΣ, ΒΑΛΣ. Αὕτη ἡ σύνοδος πασῶν τῶν συνόδων προγενεστέρα ἐστί. Γέγονε γὰρ ἐπὶ Δεκίου βασιλέως, 167) Η έν Καρχηδόνι γενομένη σύνοδος. Σύνοδος ἡ γενομένη ἐπὶ Κυπριανοῦ τοῦ ἁγιωτάτου Επισκόπου Καρχηδόνος καὶ μάρτυρος,
col. 1097–1098page 540 of 741
PG 137:1097καὶ μετ' αὐτὴν ἐν Ἀντιοχείᾳ τῆς Συρίας κατὰ Παῦλον τοῦ Σαμοσατέως ἐπὶ Αυρηλιανοῦ βασιλέως. Συνηθροίσθησαν δὲ εἰς Καρχηδόνα ὀγδοήκοντα πρὸς τοῖς τέσσαρσιν ἅγιοι Πατέρες, καὶ συνεζήτησαν, εἰ χρὴ βαπτίζεσθαι τοὺς ἐξ αἱρέσεως ἐπιστρέφοντας εἰδωλοθύτας, κατὰ τὴν περὶ τούτου ἐρώτησιν τοῦ ἐπισκόπου Ιοβιανοῦ. Ὅτι δὲ τότε καὶ ὁ Ναυάτος πρεσβύτερος ὢν τῆς Ῥωμαίων Ἐκκλησίας καθη ρέθη, ὡς μὴ δεχόμενος εἰς μετάνοιαν τοὺς θύσαντας τοῖς εἰδώλοις, κάντεῦθεν ἐποίει σχίσμα μετά τινων ἀσυνέτων, ἐπολυπραγμονήθη, εἰ χρὴ καὶ τοὺς σχισματικοὺς βαπτίζεσθαι, ὡς καὶ τοῦτο ἐρωτήσαντος τοὺς Ἰοδιανοῦ. ς ΖΩΝΑΡ. Αὕτη ἡ σύνοδος πασῶν τῶν συνόδων προγενεστέρα ἐστί. Προτερεύει μὲν γὰρ τῶν ἄλλων ἡ ἐν 'Αντιοχείᾳ τῆς Συρίας γεγονυία σύνοδος κατά Παύλου τοῦ Σαμοσατέως, ἥτις ἐπὶ Αὐρηλιανοῦ βα σιλέως ηθροίσθη· αὕτη δὲ κακείνης αρχαιοτέρα ἐστίν. Ο γὰρ μέγας Κυπριανὸς ἐπὶ Δεκίου βασιλέως τὸν τῆς μαρτυρίας ήνυσε δρόμον· πολλοστὸς δ' ἔστιν ὁ Αὐρηλιανὸς πρὸς τὸν Δέκιον. Πολλοὶ γὰρ μετὰ τὸν Δέκιον ἐκράτησαν αὐτοκράτορες, μεθ' οὓς Αὐρηλιανός τῆς βασιλείας ἠξίωτο. Οὕτω μὲν οὖν προγενεστέρα πασῶν ἐστιν. Ἠθροίσθησαν δ' ἐν αὐτ τῇ ἐπίσκοποι πρὸς τέσσαρσιν ὀγδοήκοντα, ζητήσεως γενομένης, εἰ τοὺς ἐξ αἱρέσεως ἐπιστρέφοντας καὶ τοὺς σχισματικοὺς βαπτίζεσθαι δεῖ προσερχομένους τῇ καθολικῇ Ἐκκλησίᾳ. Ἰοδιανὸς γάρ τις ἐπίσκοπος ἐπέστειλε περὶ τούτου τῷ θείῳ Κυπριανῷ, ἐρω τῶν, εἰ δεῖ τοὺς τοιούτους βαπτίζεσθαι. Τότε γὰρ καὶ ὁ Ναυάτος τῆς τῶν λεγομένων Καθαρῶν αἱρέσεως ἦρξε, πρεσβύτερος γεγονώς τῆς Ἐκκηλείας Ρω μαίων, σχισματικὸς ὢν κυρίως, ἀλλ' οὐχ αἱρετικός. Οὐ γὰρ πρὸς δόγμα τι τοῖς ὀρθόφροσι διεφέρετο ἀλλὰ τοῖς ἐν διωγμοῖς ὑποκύψασί τε καὶ θύσασιν ἀπηγόρευε τὴν μετάνοιαν. Ἐπειδὴ ὁ τότε τῆς Ῥω μαίων Ἐκκλησίας προεστηκώς Κορνήλιος μετά τῶν ὑπ' αὐτὸν ἐπισκόπων, ζητήσαντες περὶ τοῦ εισαγομένου, εψηφίσαντο δέχεσθαι εἰς μετάνοιαν καὶ τοὺς ἐπιθύσαντας, ὁ δὲ Ναυάτος τῆς οἰκείας ενστάσεως οὐ μεθίετο· ἐξέκοψαν τῆς Ἐκκλησίας ἐκεῖνον καὶ ἀπεκήρυξαν ὡς μισάδελφον. Ο δὲ καὶ ἄλλους ὁμόφρονας ἐσχηκώς καθ᾿ ἑαυτὸν ἐποιεῖτο παρασυνάξεις, καὶ σχίσμα παρὰ τῇ Ἐκκλησίᾳ ὑπ' ἐκείνου καὶ τῶν αὐτῷ συγκοινωνούντων ἐγένετο. Περὶ σχισματικῶν τοίνυν καὶ αἱρετικῶν ἐρωτήσαν τοῦ Ἰοδιανοῦ, ἀντεπέστειλεν αὐτῷ τε καὶ τοῖς συνεπισκόποις αὐτοῦ ὁ μέγας Κυπριανὸς καὶ ἡ αὐτῷ σύνοδος τὴν ἐπιστολὴν ταύτην. σύν ΚΑΝΩΝ Α'. Εκ κοινοβουλίῳ ὄντες, ἀγαπητοὶ ἀδελφοί, ἀνέ γνωμεν γράμματα ἀφ' ὑμῶν σταλέντα περὶ
col. 1099–1100page 541 of 741
PG 137:1099κ τῶν παρὰ τοῖς αἱρετικοῖς ἢ σχισματικοῖς δου κούντων βεβαπτίσθαι, ἐρχομένων πρὸς τὴν καθολικὴν Ἐκκλησίαν, ἥτις ἐστὶ μία, ἐν βαπτιζόμεθα καὶ ἀναγεννώμεθα· περὶ ὧν καὶ πεποίθαμεν καὶ ὑμᾶς αὐτοὺς ἐκεῖνα πράτο τοντας τὴν στερρότητα της καθολικῆς Ἐκ κλησίας κρατεῖν, ὅμως ἐπεὶ συγκοινωνοί ἡμῶν ἐστε, καὶ ζητῆσαι περὶ τούτου διὰ τὴν κοινὴν ἀγάπην ἠθελήσατε, οὐ πρόσφατον γνώ μην, οὐδὲ νῦν ἡδρασμένην προσφέρομεν, ἀλλὰ τὴν πάλαι ὑπὸ τῶν προγενεστέρων ἡμῶν μετὰ πάσης ἀκριβείας καὶ ἐπιμελείας δεδοκιμασμένην, καὶ ὑφ᾽ ἡμῶν παρατηρηθεῖσαν, κοιννωούμεθα ὑμῖν καὶ συζεύγνυμεν, τοῦτο καὶ νῦν χειρῶτο νοῦντες, όπερ διὰ παντὸς ἰσχυρῶς καὶ ἀσφα λῶς κρατοῦντες, μηδένα βαπτίζεσθαι δύνασθαι ἔξω τῆς καθολικῆς Ἐκκλησίας· ἑνὸς ὄντος βα πτίσματος, καὶ ἐν μόνῃ τῇ καθολικῇ ἐκκλησίᾳ ὑπάρχοντος. Γέγραπται γάρ; «Εμὲ ἔγκα τέλιπον πηγὴν ὕδατος ζώντος, καὶ ὤρυξαν ἑαυ τοῖς λάκκους συντετριμμένους, τοὺς μὴ δυ να μένους ύδωρ συσχείν.» Καὶ πάλιν ἡ ἁγία Γραφή προμηνύουσα λέγει ο ᾿Από ὕδατος ἀλλοτρίου απέχεσθε, καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ 4 πίητε. ο Δεῖ δὲ καθαρίζεσθαι καὶ ἁγιάζεσθαι τὸ ὕδωρ πρῶτον ὑπὸ τοῦ ἱερέως, ἵνα δυνηθῇ τῷ vος, ἰδίῳ βαπτίσματι τὰς ἁμαρτίας τοῦ βαπτιζομέν νου ἀνθρώπου ἀποσμήξαι.» Διά τε Ἰεζεκιήλ τοῦ προφήτου λέγει Κύριος· «Καὶ ῥαντίσω ὁμᾶς καθαρῷ ὕδατι, καὶ καθαριῶ ὑμᾶς, καὶ δώσω ὑμῖν καρδίαν καινὴν, καὶ πνεῦμα καινὸν δώσω ὑμῖν.» Πῶς δὲ δύναται καθαρίσαι καὶ ἁγιά σαι ὕδωρ ὁ ἀκάθαρτος ὢν αὐτὸς, καὶ παρ᾽ ᾧ Πνεῦμα ἅγιον οὐκ ἔστι; λέγοντος τοῦ Κυρίου ἐν τοῖς ᾿Αριθμοῖς· «Καὶ πάντων ὧν ἄψεται ὁ ἀκάθαρτος, ἀκάθαρτα ἔσται. Πῶς βαπτίζων δύναται ἄλλῳ δοῦναι ἄφεσιν ἁμαρτιῶν ὁ μὴ δυνητ ε θεὶς τὰ ἴδια ἁμαρτήματα ἔξω τῆς Ἐκκλησίας ἀποθέσθαι; 'Αλλὰ καὶ αὐτὴ ἡ ἐρώτησις, ἡ ἐν ι τῷ βαπτίσματι γινομένη, μάρτυς ἐστὶ τῆς ἀληθείας. Λέγοντες γὰρ τῷ ἐξεταζομένῳ, Πι στεύεις δώνιον ζωὴν καὶ ἄφεσιν ἁμαρτιῶν ι λαμβάνειν; οὐκ ἄλλο τι λέγομεν εἰ μὴ ὅτι ἐν τῇ καθολικῇ Ἐκκλησίᾳ δοθῆναι δύναται. Παρά δὲ τοῖς αἱρετικοῖς, ὅπου Ἐκκλησία οὐκ ἔστιν, ἀδύνατον ἁμαρτημάτων ἄφεσιν λαβεῖν. Καὶ διὰ τοῦτο οἱ τῶν αἱρετικῶν συνήγοροι ἢ τὴν ἐπερώτησιν ἐναλλάξαι ὀφείλουσιν, ἢ τὴν ἀλήθειαν ι ἐκδικῆσαι. Ανάγκη δέ ἐστι χρίεσθαι τὸν βεβαπτισμένον, ἵνα λαβὼν χρίσμα μέτοχος γένη τα Χριστοῦ. 'Αγιάσαι δὲ ἔλαιον οὐ δύναται ὁ αἱ ρετικός, ὁ μήτε θυσιαστήριον ἔχων, μήτε ἐκκλησ ε σίαν· οὐ δύναται δὲ χρίσμα τὸ παράπαν παρὰ τοῖς αἱρετικοῖς εἶναι. Πρόδηλον γάρ ἐστιν ἡμῖν μηδαμῶς δύνασθαι παρ' ἐκείνοις ἁγιάζεσθαι ἔλαιον εἰς εὐχαριστίαν. Εἰδέναι γὰρ καὶ μὴ ἀγνοεῖν ὀφείλομεν ὅτι γέγραπται, ο Έλαιον
col. 1101–1102page 542 of 741
PG 137:1101κεφαλήν μου.» Α' Πνεῦμα τὸ ἅγιον ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν Ο δὴ καὶ πάλαι ἐμήνυσε τὸ ἐν Ψαλμοῖς, μήπως εξιχνιασθῇ τίς, καὶ ὑπὸ τῆς εὐθείας ὁδοῦ πλανηθεὶς παρὰ τοῖς αἱρετικοῖς τοῖς τοῦ Χριστοῦ ἀντιπάλοις χρισθῇ. Πῶς δὲ < εὔξεται ὑπὲρ τοῦ βαπτισθέντος οὐχὶ ἱερεὺς, ἀλλ᾽ ἱερόσυλος καὶ ἁμαρτωλός, λεγούσης τῆς Γραφῆς ὅτι ἡ Ὁ Θεὸς ἁμαρτωλῶν οὐκ ἀκούει, ἀλλ' ἐάν τις θεοσεβής ἦν καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει;» Διὰ τῆς ἁγίας ἐκκλησίας νοοῦμεν ἄφεσιν ἁμαρτιῶν· τὶς δὲ δύνα < ται δοῦναι ὅπερ αὐτὸς οὐκ ἔχει; ἢ πώς δύναται * πνευματικὰ ἐργάζεσθαι ὁ ἀποβαλών Πνεῦμα ἅγιον; Διὰ τοῦτο καὶ ἀνανεοῦσθαι ὀφείλει σ ο πρὸς τὴν Ἐκκλησίαν ερχόμενος, ἵνα Εσω ἡ διὰ τῶν ἁγίων ἁγιασθῇ. Γέγραπται γάρ, ότι ο "Αγιος ἔσεσθε, καθὼς ἐγὼ άγιός είμι, ο λέγει Κύριος, ἵνα καὶ ὁ πλάνη βουποληθεὶς ἐν τῷ ἀληθεῖ καὶ ἐκκλησιαστικῷ βαπτίσματι καὶ αὐτὸς τοῦτο ἀποδύσηται, ὅστις πρὸς Θεὸν ἐρ χόμενος άνθρωπος, καὶ ἱερέα ἐπιζητῶν, ἐν πλάνῃ εὑρεθείς Ιεροσύλῳ προσέπεσε. Δοκιμάζειν * γάρ ἐστι τὸ τῶν αἱρετικῶν βάπτισμα, τὸ συνευδοκεῖν τοῖς ὑπ' ἐκείνων βεβαπτισμένοις. Οὐ γὰρ δύναται ἐν μέρει υπερισχύειν. Εἰ ηδυνήθη βα πτίσαι, ίσχυσε καὶ ἅγιον Πνεῦμα δοῦναι· εἰ οὐκ ηδυνήθη, ὅτι ἔξω ὢν Πνεύμα άγιον οὐκ ἔχει, οὐ δύναται τὸν ἐρχόμενον βαπτίσαι, ἑνὸς ὄντος τοῦ βαπτίσματος, καὶ ἑνὸς ὄντος τοῦ αγίου Πνεύματος, καὶ μιᾶς Ἐκκλησίας ὑπὸ Χριστοῦ τοῦ Κυρίου ἡμῶν ἐπάνω Πέτρου τοῦ ἀποστόλου, ἀρχῆθεν λέγοντος, ἐνότητος τεθεμελιωμένης. Καὶ διὰ τοῦτα τὰ ὑπ' αὐτῶν γενόμενα ψευδή καὶ κενὰ ὑπάρχοντα πάντα ἐστὶν ἀδόκιμα. Οὐδὲ γὰρ δύναται δεκτὸν καὶ αἱρετὸν εἶναι παρὰ Θεῷ ε τῶν ὑπ' ἐκείνων γενομένων, σᾶς ὁ Κύριος που λεμίους καὶ ἀντιπάλους αὐτοῦ λέγει ἐν τοῖς Ευαγγελίοις· «Ὁ μὴ ἐν μετ᾿ ἐμοῦ κατ᾿ ἐμοῦ < ἐστι, καὶ ὁ μὴ συνάγων μετ᾿ ἐμοῦ, σκορπίζει. Καλό μακάριος ἀπόστολος Ιωάννης, ἐντολὰς Κυρίου τηρῶν, ἐν τῇ Ἐπιστολη προέγραψεν Ἠκούσατε ὅτι ὁ ἀντίχριστος ἔρχεται, καὶ νῦν δὲ ἀντίχριστοι πολλοὶ γεγόνασιν ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ώρα ἐστίν.» Εξ ἡμῶν ἐξῆλθον, ἀλλ ε οὐκ ἦσαν μεθ᾿ ἡμῶν, ὅθεν καὶ ἡμεῖς συν είναι ὀφείλομεν καὶ νοεῖν, εἰ οἱ ἐχθροὶ Κυρίου, καὶ οἱ ἀντίχριστοι ὠνομασμένοι, δυνατοὶ οὐκ είεν χάριν δοῦναι τοῦ Κυρίου, καὶ διὰ τοῦτο «ἡμεῖς οἱ σὺν Κυρίῳ ἰόντες, καὶ ἑνότητα Κυρίου κρατοῦντες, καὶ κατὰ τὴν ἀξίαν αὐτοῦ χορηγούμενοι, τὴν ἱερατείαν αὐτοῦ ἐν τῇ Εκκλησία λει τουργοῦντες, όσα σὲ ἀντικείμενοι αὐτῷ, τουτέστι πολέμιοι καὶ ἀντίχριστοι ποιοῦσιν, ἀποδοκι μάσα, καὶ ἀποποιῆσαι καὶ ἀπορρίψαι, καὶ ὡς βέβηλα ἔχειν, ὀφείλομεν· καὶ τοῖς ἀπὸ πλάνης καὶ στρεβλότητος ἐρχομένοις ἐπὶ γνώσει τῆς καθόλου θείας δυνάμεως μυστήριον, ἀληθινῆς καὶ ἐκκλησιαστικῆς πίστεως δοῦναι Ενότητός τε καὶ πίστεως καὶ ἀληθείας.»
col. 1103–1104page 543 of 741
PG 137:1103ΒΑΛΣ. Ἐν τῷ προοιμίω γέγραπται τίνος χάριν ἡ παροῦσα ἐξετέθη ἐπιστολή· καὶ αὕτη μὲν διορίζεται τοὺς προσερχομένους τῇ καθολική ἐκκλησίᾳ ἀπὸ αἱρετικῶν ἡ σχισματικῶν βαπτίζεσθαι, καν ὑπ' ἐκείνων προεβαπτίσθησαν· ὁ δὲ ζ' κανὼν τῆς οἰκουμενικῆς β' συνόδου, ποιούμενος διαίρεσιν τῶν ὀφειλόντων βαπτίζεσθαι καὶ μὴ, ἕτερά τινα παρα κελεύεται. Ανάγνωθι οὖν τοῦτον, καὶ πρόσεχες τοῖς ἐν αὐτῷ μεταγενεστέροις ουσιν. Ανάγνωθι καὶ τὸν β' κανόνα τῆς ἐν τῷ Τρούλλῳ συνόδου, καὶ μάθῃς ὅτι τὰ τῆς παρούσης επιστολῆς οὐκ ἐδέχθησαν παρά πάντων τῶν Πατέρων. Φησὶ γὰρ οὕτω ρήμασιν αὐ τοῖς· Ετι μὴν καὶ τὸν ὑπὸ Κυπριανοῦ, γενομέν νου ἐπισκόπου τῆς ᾿Αφρων χώρας καὶ μάρτυρος, καὶ τῆς κατ' αὐτὸν συνόδου ἐκτεθέντα κανόνα δς καὶ ἐν τοῖς τῶν προειρημένων προέδρων τόποις καὶ μόνοις κατὰ τὸ παραδοθεν αὐτοῖς ἔθος ἐκράτησε. Δείκνυται οὖν ἐντεῦθεν ὅτι ἀρχῆθεν οὐ παρὰ πᾶσινἦν ἐνεργῶν ὁ κανών. Σημείωσαι δὲ ὅτι Αφροι λέ γονται οι Καρχηδόνιοι. Ἐπὶ δὲ ἄν τισιν ἀντιγράφοις ῥητῶς εὑρίσκονται καταγεγραμμέναι αἱ τῶν ὀγδοήκοντα πρὸς τοῖς τέσσαρσιν ἐπισκόποις γνῶμαι τῶν συνομογνωμονησάντων μετὰ τοῦ ἁγίου Κυπριανοῦ, ἐμέλλομεν καὶ ταύτας γράψαι καὶ ἑρμη νεῦσαι· ὅτι δὲ, ὡς εἴρηται, ὁ ζ' κανὼν τῆς β' συνό δου ἕτερά τινα ἐθέσπισε παρὰ τὰ περιεχόμενα τη παρούσῃ ἐπιστολῇ χάριν τῶν προσερχομένων τῇ πίστει αἱρετικῶν καὶ σχισματικών, παρείθη ή τούτων ἐξήγησις. ΖΩΝΑΡ. Αὕτη ἡ ἐπιστολὴ καθάπαξ τοὺς ὑπὸ αίρε τικῶν ἢ σχισματικῶν βαπτισθέντας προσερχομένους τῇ καθολικῇ Ἐκκλησίᾳ βαπτίζεσθαι διατάττεται, καὶ ἐκ διαφόρων ἐνθυμημάτων καὶ ἐπιχειρημάτων καὶ ῥη τῶν γραφικῶν τὸν οἰκεῖον λόγον κατασκευάζει. Η δὲ δευτέρα οἰκουμενική σύνοδος, ἐν κανόνι αὐτῆς ἑβδόμῳ οὐ πάντας ἐξ αἱρέσεων επιστρέφοντας ἄνωθεν κελεύει βαπτίζεσθαι, ἀλλ' ἀπαριθμεί τι νας μὲν δεῖ δέχεσθαι διδόντας λιβέλλους, καὶ ἀναθεματίζοντας τήν τε οἰκείαν αίρεσιν έκαστον, καὶ πᾶσαν μὴ φρονοῦσαν ὡς ἡ ἁγία τοῦ Θεοῦ καθολικὴ καὶ ἀποστολική Εκκλησία φρονεί, σφρα γιζομένους ήτοι χρισμένους τῷ ἁγίῳ μύρῳ· τοὺς δὲ λοιποὺς πάντας, ὧν τινας καὶ ὀνομαστὶ καταλέγει, βαπτίζεσθαι ορίζεται, δεχομένους ὡς Ελλη νας· ὃς δῆτα κανὼν καὶ ἐν τῷ ἰδίῳ τόπῳ ἐξήγηται. Οθεν φαίνεται ὅτι οὐκ ἐδέχθη παρὰ τῶν μετέπειτα ἁγίων Πατέρων ἡ διαταγή αύτη. Εναντία τοίνυν ἐν τούτῳ τῷ κεφαλαίῳ τῶν δύο συνόδων εἰσαγουσῶν, τὰ τῆς δευτέρας κρατεί συνόδου, ὅτι τε μεταγενέστερα ἐστὶ, καὶ ὅτι οἰκουμενικὴ, ἐν ᾗ πάντως ἐκ πάν των τῶν πατριαρχικών θρόνων συνῆσαν ἢ οἱ πα τριάρχαι αὐτοί, ή τοποτηρηταί. Οτι δὲ οὐκ ἐδέχθη ὁ παρὼν κανών παρὰ πάντων τῶν ἁγίων Πατέρων, δηλοῦται καὶ ἐκ τοῦ δευτέρου κανόνος τῆς ἐν τῷ Τρούλλῳ γενομένης συνόδου λεγομένης έκτης. ἀπαρίθμησιν γὰρ ἐν αὐτῷ οἱ συνόδου ἅγιοι Πατέρες ἐκείνης ποιούμενοι τῶν ὀφειλόντων κρατεῖν κανό νων, ταῦτα περὶ τοῦ κανόνος τούτου βήμασιν αὐτ τοῖς διεξίασιν· ἔτι μὴν καὶ τὸν ὑπὸ Κυπριανοῦ τοῦ
col. 1105–1106page 544 of 741
PG 137:1105γενομένου ἀρχιεπισκόπου τῆς "Αφρων χώρας καὶ μάρτυρος, καὶ τῆς κατ' αὐτὴν 'συνόδου, ἐκτεθέντα κανόνα, ὃς ἐν τοῖς τῶν προέδρων τόποις καὶ μόνοις κατὰ τὸ παραδοθὲν αὐτοῖς ἔθος εκράτησεν. Ἐντεῦ δεν οὖν δείκνυται ὅτι καὶ ἀρχῆθεν οὐ παρὰ πᾶσινἦν ἐνεργῶν ὁ κανών. Ταῦτα μὲν οὖν τὰ τῆς ἐπιστολῆς· αἱ δὲ ἐν τῇ κοινῇ διασκέψει δοθεῖσαι γνώμαι παρ' ἑκάστου τῶν ἐν τῇ συνόδῳ συνειλεγμένων ἔχουσιν οὕτω κατ' ἐπιτομήν. Κυπριανὸς εἶπεν. Ἠκούσατε, ἀγαπητοί συνεπίσκοποι, τί μοι ἔγρα ψεν Ιοβιανός ὁ συνεπίσκοπος ἡμῶν συμβουλήν παρὰ τῆς μετριότητός μου βουλόμενος λαβεῖν περὶ τοῦ ἀνοσίου καὶ ἀνόμου βαπτίσματος τῶν αἱρετικῶν, καὶ τί ἐγὼ αὐτῷ ἀντέγραψα, δογματίζων, ὁ ἅπαξ καὶ δεύτερον καὶ πολλάκις ἐκρίναμεν, τοὺς αἱρετικοὺς τοὺς προσερχομένους τῇ Ἐκκλησίᾳ βαπτίσματι βαπτίζεσθαι δεῖν καὶ ἁγιάζεσθαι. Επειτα δὲ ἀγε γνώσθη ὑμῖν καὶ ἄλλα γράμματα Ἰοδιανού, δι' ὧν κατὰ τὸ αὐτοῦ εὐσεβὲς ἀντίγραμμα οὐ μόνον ἡμῖν συνευδόκησεν, ἀλλὰ καὶ τῇ ἐπιγνώσει τῆς ἀληθείας χάριν ὡμολόγησεν. Υπόλοιπον οὖν περὶ αὐτοῦ τι ἕκαστος ἡμῶν φρονεῖ εἰπεῖν, μηδενὸς ἀφ' ἡμῶν ἐν τούτῳ κρινομένου, μηδέ, εἰ ἐναντία φρονοίη, καὶ ἀκοινωνήτου γινομένου. Ούτε γάρ τις ἐπίσκοπον ἑαυτὸν καθίστησιν, οὐδὲ τυραννικῇ αὐθαδείᾳ εἰς ἀνάγκην τοῦ ἔπεσθαι αὐτῷ τοὺς συνεπισκόπους βιάζεται, ὁπότε εἷς ἕκαστος ἐπίσκοπος ἐξουσίαν ἔχει πράττειν ἐλευθερίως & φρονεί. Ως γὰρ αὐτὸς ἄλλον κρῖναι οὐ δύναται, οὕτως οὐδὲ ὑπὸ ἄλλου κριθῆ και. Περιμένομεν γὰρ πάντες τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κρίσιν, ὃς μόνος ἐξουσίαν ἔχει ἐπίσκοπον καθιστῶν ἐν τῇ αὐτοῦ Ἐκκλησίᾳ καὶ ἑνὸς ἑκάστου τὴν πράξιν ἐξετάζειν καὶ δοκιμάζειν. Καικίλλιος Λιβεράριος είπεν Εν βάπτισμα ἐν μόνῃ τῇ Ἐκκλησίᾳ οἶδα, καὶ ἐκτὸς τῆς Ἐκκλησίας οὐδαμοῦ. Ενθα γάρ ἐστι τὸ ἐν βάπτισμα, ὄντως καὶ ἐλπὶς ἀληθείας ἐστὶ, καὶ πίστις. Οὕτω γὰρ γέγραπται, Μία πίστις, εν βάπτισμα. Οὐ γὰρ τοῖς αἱρετικοίς, παρ᾽ οἷς οὐ δεμία πίστις καὶ ἐλπὶς, ὅπου πάντα ψευδῆ, ὅπου εξορκίζει δαιμονιζόμενος, μυστήριον ἐρωτᾷ, οὗ τὸ στόμα λοιμώδη καὶ ιώδη φθέγγεται· πίστιν δὲ δι δωσιν ἄπιστος, ἄφεσιν ἁμαρτιῶν παρέχει ἁμαρτωλὸς, καὶ εἰς ὄνομα Χριστοῦ βασπτίζει ἀντίχριστος, ὑπισχνείται ζωὴν νεκρός, εἰρήνην δίδωσιν εἰρήνης ἀλλότριος, Θεὸν ἐπικαλεῖται βλάσφημος, ἱερατεία κέχρηται ἀσεβής. Οἱ αὐτοῖς συνηγοροῦντες εἰπάτωσαν ταῦτα πάντα ψευδή είναι περὶ τῶν αἱρετικῶν. Ἰδοὺ τίσιν ἀναγκάζεται η Εκκλησία συνευδοκεῖν, ἵνα χωρὶς βαπτίσματος καὶ ἀρέσεως ἁμαρτιῶν τοιούτοις συγκοινωνήσῃ. Ὅθεν, ἀδελφοί, φεύγειν καὶ ἐκκλίνειν ὀφείλομεν, καὶ χωρίζειν ἑαυτοὺς ἀπὸ τοιούτων πλημμελημάτων, καὶ ἐν βάπτισμα κατέ χειν τὸ μόνον ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ δεδωρης μένον.
col. 1107–1108page 545 of 741
PG 137:1107Πρίαμος ἀπὸ Μαστρίτης εἶπε. Δογματίζω πάντα ἄνθρωπον ἀπὸ αἱρέσεως ερχό μενον δεῖν βαπτίζεσθαι. Μάτην γὰρ αὐτὸν ἐκεῖ βεβαπτίσθαι, μὴ ὄντος εἰ μὴ ἑνὸς βαπτίσματος ἐν τῇ Ἐκκλησίᾳ μόνῃ· ἐπεὶ καὶ ὁ Θεὸς εἷς, καὶ βά πτισμα ἐν, καὶ Ἐκκλησία μία, ἐν ᾗ τὸ βάπτισμα καὶ ὁ ἁγιασμὸς καὶ ὅσα ἄλλα εἰς σωτηρίαν καὶ εἰς ζωὴν αἰώνιον ἐπιτελεῖται. Τὰ γὰρ ἔξω τῆς Ἐκ κλησίας γινόμενα εἰς οὐδὲν τούτων ἀφικνεῖται. Πολύκαρπος Αδραμέντου εἶπεν. Οἱ τὸ τῶν αἱρετικῶν βάπτισμα δοκιμάζοντες τὸ ἡμέτερον ἀδόκιμον ποιοῦσι. Νουβάτος ἀπὸ σαντουβασιλέως εἶπεν. Πᾶσαι αἱ Γραφαι μαρτυρούσι περὶ ἑνὸς καὶ μόν νου τοῦ ἐν τῇ Ἐκκλησίᾳ βαπτίσματος σωτηρίου ὀφείλομεν τὴν ἡμετέραν πίστιν ὁμολογήσαι, ἵνα τοὺς αἱρετικοὺς καὶ σχισματικούς προσερχομένους τῇ Ἐκκλησίᾳ μετὰ τὸ ψευδές ἐκείνων βάπτισμα τῷ ἀληθεῖ βαπτίσωμεν. Καὶ διὰ τοῦτο ἐγὼ τοὺς ἐκεῖθεν ἐλθόντας πάντας εβάπτισα, καὶ τοὺς ἀπὸ κλήρου αὐτῶν λαϊκούς έστησε. Νεμεσιανὸς ἀπὸ βουβούνων εἶπε. Βάπτισμα ὁ δίδωσιν αἱρετικός και σχισματικός μὴ εἶναι ἀληθὲς πᾶσαι αἱ Γραφαὶ μαρτυροῦσιν ἐπεὶ αὐτοὶ οἱ προεστώτες αὐτῶν ψευδόχριστοί εἰσι καὶ ψευδοπροφῆται. Ιαννουάριος ἀπὸ Λαβῆς εἶπε. Κατὰ τὰ προστάγματα τῶν ἁγίων Γραφών κρίνω δεῖν πάντας τοὺς αἱρετικούς βαπτίζεσθαι, καὶ οὕτως εἰς τὴν ἁγίαν Εκκλησίαν προσδέχεσθαι. Λούκιος ἀπὸ Γαστρογαλβῆς εἶπεν. Ο Κύριος ἐν τῷ Βαγγελίῳ φησιν· Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι αλισθήσεται; ὁπότε οὖν σαφές ἐστι τοὺς αἱρετικούς, τουτέστιν ἐχθροὺς τοῦ Θεοῦ, μὴ δεῖν δύνασθαι ζωοποιῆσαί τινα πνευματικῇ ὁμολογία, μωρανθέντας αὐτοὺς καὶ ἔξω ὄντας ἡ τῆς ἐκκλησίας, ἁγίῳ βαπτίσματι βαπτίζειν αὐτοὺς ἐρχομένους ὀφείλομεν. Κρίσκης ἀπὸ Κρήτης είπε. Καὶ αὐτὸς τοὺς αἱρετικοὺς καὶ σχισματικούς, ὁπόταν εἰς τὴν Ἐκκλησίαν τὴν καθολικὴν ἔλθωσι, μὴ πρότερον δεχθῆναι, πρὶν ἐξορκισθῶσι καὶ βαπτισθῶσι, χωρὶς ἐκείνων τῶν τῇ Ἐκκλησίᾳ βαπτισθέντων καὶ ἀποστάντων· οὗτοι γὰρ ὀφείλουσι μετ τανοήσαντες χειροθεσίας μόνης τυχεῖν. Νικομήδης ἀπὸ Σερτομέων είπεν. Ἡ ἐμὴ ἀπόφασις αὕτη ἐστίν· ἶναι οἱ αἱρετικοί τῇ Ἐκκλησίᾳ προσερχόμενοι βαπτισθῶσιν· ἐπεὶ μηδεμίαν ἔξω ἄφεσιν ἁμαρτιῶν εἰλήφασιν ὑπὸ τῶν αἱρετικῶν βαπτισθέντες. Σεκουνιανὸς ἀπὸ Καρινθίας εἶπεν. Ὅτι ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός λέγει· Ὁ μὴ ἐκ μετ' ἐμοῦ κατ' ἐμοῦ ἐστι· καὶ Ἰωάννης ὁ ἀπόστολος τοὺς ἐξερχομένους τῆς Ἐκκλησίας ἀντι χρίστους ονομάζει. Αδύνατον γάρ ἐστιν αὐτους
col. 1109–1110page 546 of 741
PG 137:1109ὑπηρετῆσαι χάριτι Θεοῦ καὶ σωτηρίῳ βαπτίσματι καὶ διὰ τοῦτο κρίνω τοὺς τῇ Ἐκκλησίᾳ προσελ. θόντας βαπτισθῆναι παρ' ἡμῶν. Φήλιξ ἀπὸ Γαμετῶν εἶπεν. Ως τυφλός τυφλὸν ὁδηγῶν ἅμα εἰς βόθρον ἐμπίπτουσιν, οὕτως αἱρετικὸς ἀἱρετικὸν βαπτίζων τῷ βαπτιζομένῳ συναποθνήσκει. Καὶ διὰ τοῦτο παρ' ἡμῖν τὸν αἱρετικὸν βαπτισθῆναι δεῖ, ἵνα μὴ ἡμεῖς οἱ ζῶντες νεκροῖς κοινωνήσωμεν. Σουκέντιος ἀπὸ ᾿Αβιργεμανικιανῆς εἶπεν. Αιρετικοῖς ἢ οὐδὲν ἔξεστιν, ἢ πάντα. Ει δύνανται βαπτίσα, δύνανται καὶ Πνεῦμα ἅγιον δοῦναι. Έπει δε μὴ ἔχουσιν, οὐδὲ πνευματικῶς βαπτίζουσι καὶ διὰ τοῦτο κρίνω δεῖν τοὺς αἱρετικοὺς βαπτίζεσθαι. Φορτουνάτος ἀπὸ Βουκγαβῶρ εἶπεν Οἱ ἔξω τῆς Ἐκκλησίας ὄντες εναντίοι τῷ Χριστῷ, ὡς τὰ πρόβατα καὶ τὴν ἀγέλην αὑτοῦ σκορπίζον τις, βαπτίζειν ἔξω σὺ δύνανται. Θήδατος ἀπὸ Βουρβών είπε. Πάσῃ δυνάμει ἀγωνιστέον ἵνα μὴ ὁ τὴν τῶν αἱ ρετικῶν πλάνην ἀφεὶς τὸ μόνον τῆς Ἐκκλησίας βάπτισμα διστάσῃ λαβεῖν, ᾧ τις μὴ βαπτισθεὶς ἀλλοτριοῦται τῆς τῶν οὐρανῶν βασιλείας. Προβατιανὸς ἀπὸ Σαφετίης εἶπεν. Εἰ ἀπὸ Θεοῦ ἡ αἵρεσίς ἐστιν, ἕξει αἱρετικὸς καὶ δωρεὰν Θεοῦ· εἰ δὲ μή ἐστιν ἀπὸ Θεοῦ, πῶς δύνα ται αὐτὸς ἔχειν τὴν χάριν τοῦ Θεοῦ καὶ ἄλλῳ δια Είναι; Μονούαλος ἀπὸ Γέρξης εἶπε. Τοῦ Κυρίου λέγοντος· Βαπτίσατε πάντα τὰ ἔθνη εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Αγίου Πνεύματος, οἴδαμεν σαφῶς τοὺς αἱρετικούς μὴ Πατέρα ἔχειν μήτε Υιόν μήτε Πνεῦμα ἅγιον. Δεῖ οὖν ἐρχομένους εἰς τὴν Ἐκκλησίαν βαπτίζειν, ἵνα ἀναγεννηθῶσι. Πολιτιανὸς ἀπὸ Μίλεως εἶπεν. Ορθόν ἐστι τὸν ἀπὸ αἱρέσεως ἐρχόμενον ἐν τῇ Εκκλησίᾳ βαπτίζεσθαι. Θέογνις ἀπὸ Ιππώνος Ρηγίου είπεν. Ακολούθως τῷ μυστηρίῳ τοῦ Θεοῦ καὶ τῆς οὐρα νέου χάριτος, ἣν ειλήφαμεν, βάπτισμα, ὅ ἐστιν ἐν τῇ ἁγίᾳ Ἐκκλησίᾳ, οίδαμεν. Διατίους ο Στάθης είπαν, Ἡμεῖς, ὁ ἐφ' ἡμῖν ἐστιν, αἱρετικοῖς οὐ κοινωνοῦμεν, ἐὰν μὴ ἐν τῇ Ἐκκλησίας βαπτισθῇ, καὶ ἄφεσιν ἁμαρτιῶν λάβῃ. Προβάτος ἀπὸ Σοφιστοῦ 8.πεν. Ο δοκιμάζων παρά τοις αἱρετικοῖς βάπτισμα εἶναι τί ἄλλα 7 τοῖς αἱρετικούς κοινωνεί; Ορτησιανὸς ἀπὸ Λαβούρνης εἶπε, Καὶ ἡμεῖς ἐν βάπτισμα, ὅπερ ἐν τῇ Ἐκκλησία οἴδαμεν, τοῦτο τῇ Ἐκκλησίᾳ ἐκδικούμεν Κάσιος ἀπὸ Κομαζών είπεν. . Ἐπεὶ δύο βαπτίσματα είναι οὐ δύναται, συγχωρῶν τοῖς αἱρετικοῖς βάπτισμα ἑαυτὸν τοῦ βαπτίσματος ἀποστερεῖ. Διὸ ἐπιχυρῶ αἱρετικοὺς βαπτίζειν δεῖν, ΧΧΤΗ,
col. 1111–1112page 547 of 741
PG 137:1111δταν πρὸς τὴν Ἐκκλησίαν ἔρχωνται, χωρὶς τῶν τῆς Ἐκκλησίας τῶν πιστῶν χωρισθέντων, καὶ ἑαυ τοὺς τῷ σκότει τῆς αἱρέσεως προδόντων, οὓς δεί ἐπανελθόντας μόνῃ τῇ χειροθεσία προσλαβέσθαι. Ιαννουάριος ἀπὸ Οὐδικοῦ εἶπεν. Εἰ μὴ συγκατατίθεται ἡ πλάνη τῇ ἀληθείᾳ, πολύ μάλλον ἢ ἀλήθεια οὐ συγκατατίθεται τῇ πλάνη. Διὸ καὶ ἡμεῖς συνιστάμεθα τῇ Ἐκκλησίᾳ, ἐν ᾗ καὶ προκαθηδράσθημεν, ἵνα τοὺς ἐν αὐτῇ μὴ βαπτισθέντας βαπτίσωμεν. Σεκουνδῖνος ὁ ἀπὸ Καρπῶν εἶπεν. Εἰ Χριστιανοί εἰσιν οἱ αἱρετικοί, διὰ τί ἐν τῇ Εκκλησίᾳ τοῦ Θεοῦ οὐκ εἰσὶν; Εἰ δὲ μὴ Χριστιανοὶ, γενέσθωσαν. Δῆλον οὖν, ἐπάνω υἱῶν ἀλλοτρίων καὶ σπορᾶς ἀντιχρίστου διὰ μόνης χειρεπιθεσίας μὴ δύνασθαι ἅγιον Πνεῦμα κατελθεῖν. Οὐικτερῖνος ἀπὸ Θαβάκων εἶπεν. Εἰ ἔξεστι τοῖς αἱρετικοῖς βαπτίσαι, καὶ ἅγιον Πνεῦμα δοῦναι καὶ ἄφεσιν ἁμαρτιῶν, τί αὐτῶν και ταψευδόμεθα, ἵνα αὐτοὺς αἱρετικοὺς ὀνομάσωμεν; Αλλος Φῆλιξ ἀπὸ θυΐνης εἶπεν. Οφείλομεν διαβεβαιώσαι, ἵνα πάντες οἱ αἱρετικοί οι προσερχόμενοι τῇ 'Εκκλησίᾳ βαπτισθῶσιν, όπως Η έξω γενομένη διαστροφή επανορθωθῇ καὶ ἁγια σθῇ. Κούιντος ἀπὸ Οὐῤῥοὐκ εἶπεν. Εἰ οἱ παρὰ τοῖς αἱρετικούς βαπτιζόμενοι ἀφέ σεως ἁμαρτιῶν καὶ αἰωνίου ζωῆς τυγχάνουσι, εί πρὸς τὴν Ἐκκλησίαν ἔρχονται; Εἰ δὲ εἰς μετάνοιαν Ερχονται, ἐν ᾗ ζωοποιοῦνται βαπτίσματι, ὅπερ ἐν καθολικῇ Ἐκκλησίᾳ ἐστὶ, βαπτισθῆναι καὶ ἁγια σθῆναι ὀφείλουσιν. Κάστος ἀπὸ Δίκας εἶπεν. Ο παραπεμπόμενος τὴν ἀλήθειαν καὶ τῇ συνη θείᾳ επόμενος ἢ περὶ τοὺς ἀδελφοὺς φθονερός, οἷς ἡ ἀλήθεια ἀπεκαλύφθη, ἢ περὶ Θεὸν τὸν ἀποκαλύψαντα ἀχάριστος. Ευκράτιος ἀπὸ θενῶν εἶπε. Τοὺς αἱρετικοὺς ἐρχομένους εἰς τὴν Ἐκκλησίαν ὀρθῷ καὶ καθολικῷ βαπτίσματι βαπτίζεσθαι δεῖ, ἐν' ἀπονιψάμενοι τὰς ἁμαρτίας ἁγιασθώσιν. Λίβυσσος ἀπὸ Οὐργάσης εἶπεν. Ο Κύριός φησιν· Ἐγώ εἰμι ἡ ἀλήθεια. Οπε ἀποκαλυφθείσης τῆς ἀληθείας παραχωρείτω ή συνήθεια, ἵνα, εἰ καὶ τὸ πρότερόν τις ἐν τῇ Ἔχο κλησία τοὺς αἱρετικοὺς μὴ ἐβάπτισε, νῦν βαπτίσῃ. ευκῖνος ἀπὸ θιονίστου εἶπε. Τοὺς γὰρ αἱρετικούς, ὡς βλασφήμους καὶ ἀνα στους πλάνοις λόγοις τας θείας Γραφάς παραχαράσσοντας, ἀναθεματίζειν δεῖ· καὶ διὰ τοῦτο τους τοιούτους ἐξορκίζειν καὶ βαπτίζειν ὀφείλομεν. Εὐγένιος Αμμεδάρων εἶπε. Κἀγὼ τοῦτο κρίνω, δεῖν τοὺς αἱρετικοὺς βαπτίζεσθαι.
col. 1113–1114page 548 of 741
PG 137:1113Αλλος Φήλιξ ἀπὸ Με κόρας εἶπε. Καὶ αὐτὸς ἑπόμενος τῷ κανόνι τῶν θείων Γραφών τοὺς αἱρετικοὺς καὶ σχισματικούς βαπτίζεσθαι ἀπο φαινόμαι. Ιανουάριος ἀπὸ Μουκούζης εἶπεν Εἰ αἱρετικοὶ ἔχουσι βάπτισμα, ἡμεῖς οὐκ ἔχομενο εἰ ἡμεῖς ἔχομεν, αἱρετικοὶ ἔχειν οὐ δύνανται. ἀμφισβητήσιμον δὲ οὐκ ἔστι τὴν Ἐκκλησίαν τὴν καθολικὴν τῷ τοῦ Χριστοῦ βαπτίσματι κεχρῆσθαι, τὴν μόνην κεκτημένην χάριν καὶ ἀγάπην καὶ ἀλήθειαν τοῦ Χριστοῦ. Αδέλφιδος ἀπὸ βασιέλθης είπε. Μάτην τινὲς τῇ ἀληθείᾳ πολεμοῦσι, λέγοντες ἡμᾶς ἀναβαπτίζειν. Ἡ γὰρ Ἐκκλησία τοὺς αἱρετικοὺς οὐκ ἀναβαπτίζει, ἀλλὰ βαπτίζει. Δημήτριος ἀπὸ πολιμόνου εἶπεν. Οἱ λέγοντες ὅτι οἱ αἱρετικοὶ ἀληθῶς καὶ νομίμως βαπτίζουσιν, οὗτοι οὐ μόνον δύο, ἀλλὰ καὶ πολλὰ βαπτίσματα εἰσάγουσιν. Οπότε γὰρ διάφοροι καὶ πολλαὶ αἱρέσεις εἰσί, κατὰ τὸν ἀριθμὸν αὐτῶν καὶ τὰ βαπτίσματα ἀριθμεῖται. Οὐκέντιος ἀπὸ Θιβάρης είπε. Τοὺς αἱρετικοὺς οἴδαμεν χείρονας τῶν σχισματικῶν. Ἐὰν δὲ μετανοήσωσιν ἐλθεῖν εἰς κανόνα τῆς ἀληθείας, πρότερον ἐξορκίζειν, ἔπειτα βαπτίζειν αὐτοὺς δεῖ. Τότε γὰρ δύνανται τῆς Χριστοῦ ἐπαγ γελίας τυχεῖν. Μάρκος ἀπὸ Μαθάρων εἶπε. Κρίνω, ὡς μηδὲν ἔχοντας, τοὺς αἱρετικούς βαπτίζεσθαι, Σάτιος ἀπὸ Σακιλιβύης εἶπεν Εἰ τοῖς αἱρετικοῖς ἐν τῷ βαπτίσματι αὐτῶν ἄφε τις ἁμαρτιῶν γίνεται, μάτην τῇ Ἐκκλησίᾳ προσέρχονται. Οὐδὲν γάρ ἐστι τὸ δυνάμενον φοβῆσαι αὐτ τοὺς ἐν τῇ κρίσει τοῦ Χριστοῦ, ἄφεσιν ἁμαρτιῶν εἰληφότας. Αυρήλιος ἀπὸ Ἀττικῆς εἶπε. Λέγοντος τοῦ ᾿Αποστόλου ἀλλοτρίαις ἁμαρτίαις μὴ κοινωνεῖν, κρίνω βαπτίζεσθαι τοὺς αἱρετικούς, ἵνα λάβωσι πρότερον ἄφεσιν ἁμαρτιῶν, καὶ οὕτως αὐτοῖς κοινωνήσωμεν. Ιαμβὺς ἀπὸ Γερμανικείας εἶπεν. Οἱ τὸ τῶν αἱρετικῶν δοκιμάζοντες βάπτισμα, τὸ ἡμέτερον ἀποδοκιμάζουσιν. Λουκιανὸς ἀπὸ Ρουκούμης εἶπεν. Εἰ δυνατὸν φῶς καὶ σκότος κοινωνεῖν, δύναται καὶ ἡμῖν καὶ τοῖς αἱρετικοῖς εἶναι τι κοινόν. Κρίνω οὖν τοὺς αἱρετικοὺς βαπτίζεσθαι. Πελάγιος ἀπὸ Λουπερκιανῆς εἶπεν. Εἰ αἵρεσις οὐκ ἔστιν ἐν Ἐκκλησίᾳ, πῶς δύναται παρὰ τοῖς αἱρετικοῖς εἶναι τὸ τῆς Ἐκκλησίας βά πτισμα; Ιάδερ ἀπὸ Μηδείας είπε. Μία πίστις, εν βάπτισμα· ἀλλὰ τῇ καθολικῇ Εκκλησία Έξεστι βαπτίζειν. Αλλος Φήλιξ ἀπὸ Μαρδιανῆς εἶπε, Τὰ αὐτά. Παῦλος ἀπὸ Σαβᾶς εἶπεν. Εἰ ὁ Θεὸς ἀληθῆς ἐστι, πῶς ἔσται παρὰ τοῖς αἰ
col. 1115–1116page 549 of 741
PG 137:1115Α' ρετικοῖς ἀληθὲς βάπτισμα, παρ' οἷς οὐκ ἔστι Πείτε Ο Θεός; Πομπώνιος ἀπὸ Διονυσιακῆς εἶπεν. Οἱ αἱρετικοὶ οὐ δύνανται βαπτίζειν, οὐδὲ ἄφεσιν ἁμαρτιῶν δοῦναι, οι μὴ ἔχοντες ἐξουσίαν λύσαί τι ἐπὶ τῆς γῆς ἢ δήσαι. Οὐινάτος ἀπὸ συνίσης εἶπεν. Ο τὸ βάπτισμα τῆς Ἐκκλησίας τοῖς αἱρετικοῖς κοινῶν τὴν Νύμφην τοῦ Χριστοῦ μοιχοῖς παραδίδωσιν. Λυμμὸς ἀπὸ 'Ασυάγης εἶπεν. Ἡμεῖς ἐν βάπτισμα ειλήφαμεν, καὶ τούτῳ ἐξακολουθοῦμέν. 'Ο δὲ λέγων, Καὶ τοῖς αἱρετικοῖς ἔξεστι βαπτίζειν, δύο βαπτίσματα εισάγει. Σατορνῖνος ἀπὸ Οικτοριανῆς εἶπεν. Εἰ ἔξεστι τοῖς αἱρετικοῖς βαπτίζειν, ἀνέγκλητοί εἰσιν ἄνομα ποιοῦντες· οὐδὲ εὑρήσεις διὰ τί αὐτοὺς ὁ Χριστὸς ἐναντίους ἢ ὁ ᾿Απόστολος ἀντιχρίστους όνο μάζει. Σατορνίνος άλλος ἀπὸ Σνκῆς εἶπεν. Οἱ ἐθνικοί, εἰ καὶ εἴδωλα σέβονται, ὅμως τὸν Θεὸν Πατέρα καὶ Κτίστην ἐπιγινώσκουσι καὶ ὁμολογοῦσι Δεσπότην. Εἰς τοῦτον Μαρκίων βλασφημεῖ, καὶ πῶς οὐκ αἰσχύνονται οἱ Μαρκίωνος βάπτισμα δοκιμάζοντες; Μάρκελλος ἀπὸ Ζάμης εἶπεν. Οπότε ἄφεσις ἁμαρτιῶν οὐδαμοῦ εἰ μὴ ἐν τῇ Εκκλησίᾳ δίδοται, δ αἱρετικὸν μὴ βαπτίζων ἁμαρ τωλῷ κοινωνεί Εἰρηναῖος ἀπὸ Οὐλῶν εἶπεν. Εἰ διὰ τοῦτο ἡ Ἐκκλησία τὸν αἱρετικὸν οὐ βαπτίζει, ὅτι ἤδη λέγεται βεβαπτίσθαι, προκρίνει ἡ αἵρε σις καὶ μείζων γίνεται. Δονάτος ἀπὸ Κιβαλινῆς εἶνει. Ο λέγων παρὰ τοῖς αἱρετικοῖς χάριν βαπτίσματος εἶναι, πρότερον ἀποδειξάτω ἐκεῖ Εκκλησίαν. Ζώσιμος ἀπὸ Θαραζοῦ εἶπεν. Αποκαλυφθείσης τῆς ἀληθείας παραχωρείτω ἡ πλάνη τῇ ἀληθείᾳ. Ἰουλιανὸς ἀπὸ Φιλίππου εἶπε. Γέγραπται· Οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδὲν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. Εἰ ἡ αἵρεσις ἐξ οὐρανοῦ ἐστιν, δύναται καὶ οὐρά νιον βάπτισμα δοῦναι. Φαῦστος ἀπὸ Θημίδης είπεν. Οἱ τὸ τῶν αἱρετικῶν πρὸς τὸ τῆς Ἐκκλησίας βά πτισμα ενιστάμενοι, ἐκείνους μὲν Χριστιανούς, ἡμᾶς δὲ αἱρετικοὺς ποιοῦσι. Γερῖνος ἀπὸ όρμης εἶπεν. ῾Ο ἅπαξ ἐκρίναμεν, τοῦτο καὶ κατέχομεν· ἵνα τοὺς ἀπὸ αἱρέσεων ἐρχομένους βαπτίζωμεν. Ῥογατιανὸς ἀπὸ οὔσης εἶπεν. Τὴν Ἐκκλησίαν ὁ Χριστὸς ᾠκοδόμησε, τὴν αἵρε σιν ὁ διάβολος· πῶς οὖν δύναται ἔχειν βάπτισμα Χρι στοῦ ἡ συναγωγὴ τοῦ διαβόλου
col. 1117–1118page 550 of 741
PG 137:1117Θεράπιος ἀπὸ Βουλισμίου εἶπεν. Ο τοῖς αἱρετικοῖς τὸ βάπτισμα τῆς Ἐκκλησίας προδιδοὺς, τί ἄλλο ἡ τῆς Νύμφης τοῦ Χριστοῦ προ δάτης γίνεται; Λούκιος ἀπὸ Με ερέσης εἶπε. Γέγραπται ὅτι 'Ο Θεὸς ἁμαρτωλῶν οὐκ ακούει, Ο δὲ αἱρετικὸς ὢν ἁμαρτωλός, πῶς ἀκούεται ἐν τῷ βαπτίζειν; Αλλος Φήλιξ ἀπὸ Οὐαγλακηνῆς εἶπεν. Ἐν τῷ προσδέχεσθαι τοὺς αἱρετικοὺς ἄνευ τοῦ τῆς Ἐκκλησίας βαπτίσματος μηδεὶς τὴν συνήθειαν λόγου καὶ τῆς ἀληθείας προκρινέτω. *Αλλος Σατορνῖνος ἀπὸ Πλουτίμνης εἶπεν. Εἰ δύναται ᾿Αντίχριστος δοῦναι τὴν χάριν τοῦ Χριστοῦ, δύνανται καὶ οἱ αἱρετικοί βαπτίζειν, οι ὀνομασθέντες ἀντίχριστοι, Κόντος ἀπὸ οὐβας είπεν. Ο Θεός εἷς ἐστι, καὶ Ἐκκλησία μία καὶ ἓν βά πεισμα· καὶ πῶς δύναταί τις βαπτισθῆναι ἐκεῖ, ὅπου οὔτε Θεὸς οὔτε Χριστὸς οὔτε Εκκλησία ἐστί; Ἰουλιανὸς ἀπὸ Μαρκελλιανῆς εἶπεν. Εἰ δύναται άνθρωπος δυσὶ κυρίοις δουλεύειν, Θεῷ καὶ μαμμωνα, δύναται καὶ τὸ βάπτισμα δυσὶν ὑπη ρετεῖν. Τέναξ ἀπὸ Ορίων Κελλίων εἶπε. Βάπτισμα ἐν ἐστιν, ἀλλὰ τῆς Ἐκκλησίας, ἧς τὸ βάπτισμα ἀληθές. Αλλος Οὐίκτωρ ἀπὸ ᾿Ασούρας εἶπεν Ομοίως. Για Δουνατοῦλος ἀπὸ Κάμψης εἶπεν 'Αεὶ τοῦτο ἐγὼ ἐφρόνησα, ἵνα οἱ αἱρετικοί, μηδὲν ἔξω λαβεῖν δυνάμενοι, ἦταν πρὸς τὴν Ἐκκλησίαν ἔλθωσι, βαπτισθῶσιν. Οὐήρουλος ἀπὸ Ῥουσικκάδος εἶπεν. Ανθρωπος αἱρετικός δύναται δοῦναι ὁ μὴ ἔχει, πολὺ μᾶλλον σχισματικός, ὅπερ εἶχεν ἀπολέσας. Πουδεντιανὸς ἀπὸ Κενινκόλης εἶπεν. Ἐάν τις ἀπὸ αἱρέσεως ἔλθῃ, βαπτισθῆναι αὐτὸν ὀρθῶς καὶ δικαίως κέκριται. Πέτρος ἀπὸ Ἱππῶνος Διαῤῥύτου εἶπεν Ἐπεὶ ἓν βάπτισμά ἐστὶν ἐν μόνῃ τῇ Ἐκκλησία. διὰ τοῦτο τοὺς ἀπὸ τῶν αἱρετικῶν καὶ σχισματικῶν ἐλθόντας, ὡς μηδὲν ἐκεῖθεν εἰληφότας, ἐν τῇ Ἐκ κλησίᾳ βαπτίζεσθαι κρίνω. Άλλος Λούκιος ἀπὸ Αυσάφης εἶπεν. Ἑνὸς ὄντος Θεοῦ καὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, καὶ μιᾶς ἐλπίδος, καὶ μιᾶς Ἐκκλησίας, τὰ παρὰ τοῖς αἱρετικοῖς πραττόμενα λύεσθαι δεῖν φημι, καὶ τοὺς ἀπ' αὐτῶν ἐρχομένους ἐν τῇ Ἐκ κλησίᾳ βαπτίζειν. Άλλος Φήλιξ ἀπὸ Τουριτῶν εἶπεν. Ἐγὼ κρίνω, ἵνα ἀκολούθως ταῖς θείαις Γραφαῖς ἄνομοι παρὰ τοῖς αἱρετικοῖς βαπτισθέντες, ἂν πρὸς τὴν Ἐκκλησίαν καταφύγωσι, τῷ τῆς Ἐκκλησίας βαπτίσματι, ἔνθα πᾶσα ἐξουσία παρὰ τοῦ Θεοῦ δέ δοται, βαπτισθῶσιν. Πλουτιανὸς ἀπὸ Λαβάνης εἶπεν. Εγώ πιστεύω βαπτίσματι σωτηρίαν μὴ εἶναι, εί
col. 1119–1120page 551 of 741
PG 137:1119μὴ ἐν μόνῃ τῇ καθολικῇ Ἐκκλησίᾳ, καὶ ὅταν ἔξω τῆς Ἐκκλησίας γένηται, πιθηκισμὸν εἶναι. Σαλονιανὸς ἀπὸ Συφάλης εἶπεν. Τοὺς αἱρετικοὺς μηδὲν ἔχειν συνέστηκε, καὶ διὰ τοῦτο πρὸς ἡμᾶς ἔρχονται, ἵνα λάβωσιν, δ μὴ ἔχουσιν. Ονωράτος ἀπὸ Λούγκης εἶπεν. Οπότε ὁ Χριστὸς ἀληθῆς ἐστι, μᾶλλον τῇ ἀλη θείᾳ ἡ τῇ συνηθείᾳ ἕπεσθαι ὀφείλομεν, ἵνα τοὺς αἱρετικοὺς, διὰ τοῦτο πρὸς ἡμᾶς ἐρχομένους, ὅτι Έξω μηδὲν λαβεῖν ἡδυνήθησαν, τῷ τῆς Ἐκκλησίας βαπτίσματι ἁγιάσωμεν. Ούΐκτωρ ἀπὸ Οκτύβου εἶπε. Τοῦτο καὶ αὐτὸς φρονῶ ἵνα οἱ ἀπὸ αἱρέσεως έρ χόμενοι ἀδιστάκτως βαπτισθῶσι. Κλάριος ἀπὸ Μασκούλης είπε. Πρόδηλός ἐστιν ἡ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρισ στοῦ ἀπόφασις ἀποστέλλοντος τοὺς ἑαυτοῦ ἀποστή. όλους, καὶ αὐτοῖ; μόνοις τὴν ἐξουσίαν ἐπιτρέποντος, οἷς ἡμεῖς ἐξακολουθοῦμεν, τῇ αὐτῶν ἐξουσίᾳ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ κυβερνῶντες, καὶ τοὺς πιο στεύοντας βαπτίζοντες. Καὶ διὰ τοῦτο οἱ αἱρετικοί, οἱ μήτε τὴν ἐξουσίαν ἔχοντες, μήτε τὴν ἐκκλησίαν, οὐδὲ βαπτίζειν τῷ τῆς Ἐκκλησίας βαπτίσματι δύνανται. Σεκουνδιανὸς ἀπὸ θάμβης εἶπεν. Οὐδαμῶς ὀφείλομεν τοὺς αἱρετικοὺς τῇ ἡμετέρα Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μὴ βαπτισθέντες, φιλονεικίᾳ ἐνεδρεύειν, ἵνα οἱ ἐν τῇ Ἐκκλησίᾳ τοῦ ὁπόταν ἡ ἡμέρα τῆς κρίσεως ἔλθῃ, ἡμᾶς αἰτιάσωνται, ὅτι δι' ἡμᾶς οὐκ ἐβαπτίσθησαν, οὐδὲ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν ἔλαβον. Διόπερ μιᾶς οὔσης τῆς Εκκλησίας καὶ ἑνὸς βαπτίσματος, ὅταν πρὸς ἡμᾶς ἔλθωσι, μετὰ τῆς Ἐκκλησίας καὶ τοῦ βαπτίσματος τυχεῖν ὀφείλουσιν. Αυρήλιος ἀπὸ Χολλαβῆς εἶπεν. Ιωάννης ὁ ἀπόστολος ἐν Ἐπιστολῇ αὐτοῦ ἔφη Ε' τις έρχεται πρὸς ὑμᾶς, καὶ τὴν διδαχὴν τοῦ Θεοῦ οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ χαίρειν αὐτῷ μὴ λέγετε. Ο λέγων αὐτῷ χαί ρειν, κοινωνεῖ τοῖς λόγοις αὐτοῦ καὶ τοῖς ἔργοις τοῖς πονηροῖς. Πῶς οὖν οὗτοι εἰσδεχθῆναι εἰς οἰκίαν τοῦ Θεοῦ δύνανται, ἢ πῶς αὐτοῖς χωρὶς τοῦ τῆς Εκκλησίας βαπτίσματος κοινωνήσαι δυνάμεθα, εἰ Ο μὴ τοῖς πονηροῖς αὐτῶν ἔργοις κοινωνοῦμεν; Βίκτωρ ἀπὸ Γεμέλλων εἶπε. Τυφλός τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βά θυνον πεσοῦνται. Ἐπεὶ οὖν σαφές ἐστι μὴ δύο νασθαι αἱρετικόν τινα φωτίσαι, ἅτε δὴ τυφλών αὐτῶν ὄντων, τῶν τοιούτων τὸ βάπτισμα οὐδέν ἐστι. Ματόλιος ἀπὸ Οίας εἶπε. Κἀγὼ παρών, καὶ Πομπήϊος ἀπὸ Σαβράτων, καὶ Διογὰς ἀπὸ Λεπτιμάγνης, οἵπερ ἐνετείλαντό μοι, σώματι μὲν ἀπόντες, τῷ δὲ πνεύματι παρόντες, κρίνομεν, ὅπερ καὶ πολλοὶ συνεπίσκοποι ἡμῶν, τοὺς αἱρετικοὺς κοινωνεῖν ἡμῖν μὴ δύνασθαι, ἐὰν μὴ παρ' ἡμῶν βαπτισθῶσιν.

Canons of the Council of AncyraCanones Concilli Ancyrani

col. 1121–1122page 552 of 741
PG 137:1121Ιούνιος ἀπὸ Νεαπόλεως εἶπεν. Ἀπ᾿ ἐκείνου, οὗ ἅπαξ ἐκρίναμεν, οὐ χωρίζομαι ἵνα τοὺς αἱρετικοὺς τοὺς ἐρχομένους εἰς τὴν Έχο κλησίαν βαπτίζωμεν. Κυπριανὸς ἀπὸ Καρχηδόνος εἶπε. Τὴν ἐμὴν ἀπόφασιν ὁλόκληρος δείκνυσιν ἐπιστολὴ πρὸς Ἰοδιανὸν συνεπίσκοπον ἡμῶν γραφεῖσα· τοὺς αἱρετικοὺς κατὰ τὴν εὐαγγελικὴν καὶ ἀποστολικὴν μαρτυρίαν ἐναντίους τοῦ Χριστοῦ καὶ ἀντιχρίστους ὀνομασθέντας, οπόταν τῇ Ἐκκλησία προσέλθωσι, τῷ ἑνὶ τῆς Ἐκκλησίας βαπτίσματι βαπτίζεσθαι δεῖν· ἵνα δυνηθῶσι γενέσθαι ἀντὶ ἐχθρῶν φίλοι, καὶ ἐξ ἀντιχρίστων Χριστιανοί. ΖΩΝΑΡ. Αὗται μὲν οὖν αἱ γνῶμαι τῶν ἐν τῇ συντ όδῳ ταύτῃ συνελθόντων Πατέρων τῷ μεγάλῳ Κυπριανῷ· ἀλλ᾽ οὔτε ἐπὶ τοῖς αἱρετικοῖς ἐκράτησαν Ι πᾶσιν, οὔτε ἐπὶ τοῖς σχισματικοῖς. Η γὰρ δευτέρα οἰκουμενικὴ σύνοδος, ώς ήδη είρηται, υπεξειλέ τινας τῶν αἱρετικῶν, καὶ ἄνευ βαπτίσματος δέχεσθαι τούτους θεσπίσασα, χρισμένους μόνον τῷ θείῳ μύρῳ καὶ ἀναθεματίζοντας τὴν οἰκείαν αἵρεσιν ἕκαστον, καὶ πάσας ἁπλῶς. Καὶ διὰ τοῦτο οὐδὲ ἐξηγήθησαν αἱ γνῶμαι αὗται, ὡς μὴ ἀναγκαῖαι, οἷα μηδὲ ἐνεργοῦσαι, ἀλλὰ καὶ κατὰ σύνοψιν ἐγράφησαν. ΚΑΝΟΝΕΣ ΤΗΣ ΕΝ ΑΓΚΥΡΑ ΣΥΝΟΔΟΥ ΒΑΛΣ. Είπομεν πρὸ μικροῦ ὡς ἡ ἐν Καρχηδόνιο σύνοδος πρώτη ἐστὶ πασῶν τῶν συνόδων, καὶ δευτέρα ἢ ἐν 'Αντιοχείᾳ, καὶ μετὰ ταύτας ἡ ἐν ᾿Αγκύρᾳ τῇ μητροπόλει τῆς Γαλατίας συστᾶσα πρὸ τῆς ἐν Νι Κανόνες τῆς ἐν 'Αγκύρᾳ συνόδου. της ἐν 'Αγκύρα συνόδου κανόνες κε'. Κανόνες τῶν ἐν ᾿Αγκύρα συνελθόντων μακαρίων Πατέρων, οίτινες προγενέστεροι μέν εἰσι τῶν ἐν Νικαίᾳ ἐκτεθέντων κανόνων, δευτερεύουσι δὲ διὰ τὴν τῆς οἰκουμενικῆς συνόδου αυθεντείαν, τῆς ἐν 'Αγκυρα συνόδου κανόνες κς', οι τινες,
col. 1123–1124page 553 of 741
PG 137:1123καίᾳ πρώτης οίκουμενικῆς συνόδου. Ἐξήρχον δὲ ταύτης Οδϊτέλιος Αντιοχείας τῆς Συρίας, ᾿Αγρικές λαος Καισαρείας Καππαδοκίας, καὶ ὁ μάρτυς Βασί λειος ἐπίσκοπος Αμασείας· καὶ συνεζήτησαν εἰ χρὴ δέχεσθαι τοὺς θύσαντας τοῖς εἰδώλοις, καὶ προτερχομένους τῇ Ἐκκλησίᾳ. ΖΩΝΑΡ. Πρώτη πασῶν τῶν συνόδων ἢ ἐν ᾿Αντιοχείᾳ γεγονυία σύνοδος κατὰ Παύλου τοῦ Σαμοσατέως, βασιλεύοντος ἐν Ρώμῃ Αὐρηλιανοῦ, ἐστίν. Καὶ αὐτη δὲ, ἡ ἐν 'Αγκύρᾳ τῇ μητροπόλει τῆς Γαλατία: ΣΥΣΤΑΣΕ σύνοδος, προγενεστέρα ἐστὶ τῆς ἐν Νικαίᾳ πρώτης οικουμενικῆς συνόδου. Ηθροίσθησαν δὲ ἐν αὐτῇ Πατέρες ἱεροὶ, ὧν ἐξῆρχεν Οὐτέλιος ᾿Αντιοχείας τῆς Συρίας, Αγρικόλαος Καισαρείας Καππαδοκίας, καὶ ὁ μάρτυς Βασίλειος ἐπίσκοπος Αμασείας. Ἐν γὰρ Β' τοῖς διωγμοῖς τῶν Χριστιανῶν πολλῶν μὴ δυνηθέντων μέχρι τέλους έγκαρτερῆσαι ταῖς βασάνοις, ἀλλ' ὑποκυψάντων· εἶτα τίνων μετανοούντων καὶ προς ερχομένων τῇ Ἐκκλησίᾳ εἰς μετάνοιαν, ζήτησις ἐγένετο, πῶς χρὴ τοὺς ἀρνησαμένους τὸν Χριστὸν προσδέχεσθαι, καὶ περὶ τούτων ἡ σύνοδος αὕτη κανόνας ἐξέθετο, οἵτινὲς εἰσιν οὗτοι, ΚΑΝΩΝ Α'. Πρεσβυτέρους τοὺς ἐπιθύσαντας, εἶτα ἀναπαλαί ε σαντας, μήτε ἐκ μεθόδου τινὸς, ἀλλ' ἐξ ἀληθείας, μήτε προκατασκευάσαντας καὶ ἐπιτηδεύσαντας, καὶ πείσαντας, ἵνα δόξωσι μὲν βασάνοις υπου βάλλεσθαι, ταύτας δὲ τὸ δοκεῖν καὶ τῷ σχήματι προσαχθῆναι· τούτους ἔδοξε τῆς μὲν τιμῆς τῆς δε κατὰ τὴν καθέδραν μετέχειν· προσφερειν δὲ αὐτοὺς καὶ ὁμιλεῖν ἢ ὅλως λειτουργείν τι τῶν ἱερατικῶν λειτουργιῶν, μὴ ἐξεῖναι.» ΒΑΛΣ. Κατὰ τὸν καιρὸν τοῦ διωγμοῦ τῶν Χρισ στιανῶν ἱερεῖς τινες ἠναγκάσθησαν θύσαι τοῖς ειδώλοις· καὶ οἱ μὲν, μέχρι θανάτου κολασθέντες, τὸν τοῦ μαρτυρίου ἀνεδήσαντο στέφανον· οἱ δὲ, καὶ ἕως τέλους τὰς βασάνους μὴ καρτερήσαντες, ἡττή θησαν καὶ τὴν πίστιν ηρνήσαντο, καὶ τοῖς εἰδώλοις ἔθυσαν· ἄλλοι καὶ πρὸ τοῦ βασανισθῆναι, ὅλως ενέ δωκαν. Ἵνα δὲ μὴ δόξωσιν αὐθαιρέτως θύειν, ἐσπούδασαν διὰ χρημάτων ἢ παρακλήσεων ἢ ἄλλως πως ἀπειλὰς βασάνων μεγάλων εἰς αὐτοὺς γενέσθαι. Διορίζονται οὖν οἱ Πατέρες μόνους ἐκείνους τοὺς μετὰ ἀληθείας μὲν βασανισθέντας, διὰ δὲ τὴν δρο μύτητα τῶν κολάσεων, μὴ ὑπομείναντας καὶ τὸν τῆς τελειώσεως στέφανον ἀναδήσασθαι, ἀλλὰ θύσαντας, εἶτα πάλιν ἀναπαλαίσαντας, τουτέστι νικήσαντας τὸν Σατανᾶν, ἐν τῇ πάλῃ. ρίψαντα αυτούς, καὶ μετὰ καθαρᾶς ἐξομολογήσεως μετανοήσαντας, δέ χεσθαι εἰς μόνην τιμὴν καὶ καθέδραν, μήτε δὲ προσφέρειν, μήτε ὁμιλεῖν, τουτέστι διδάσκειν, μήτε Όμιλεῖν. λόγους διδασκαλικούς ποιεῖσθαι τῷ λαῷ. Πῶς γὰρ ἕτεροι ὑποθοῖντο βέλτιστα, αὐτοὶ παρασφαλέντες τοῦ κρείττονος;
col. 1125–1126page 554 of 741
PG 137:1125τι ἄλλο ἐνεργεῖν ἱερατικόν· ὥστε ἐξ ἀντιδιαστολής οἱ ἕτεροι, οἱ παρὰ τούτους μὴ πραγματικῶς, ἀλλὰ μετὰ σκήψιν τὰς βασάνους προφασισάμενοι, καὶ τὸν Θεὸν ἀρνησάμενοι, οὐδὲ τιμῆς ἢ καθέδρας ἀξιωθήσονται. Τί δὲ, ὡς Χριστιανοὶ ἁπλῶς μετὰ δακρύων μετανοοῦντες καὶ ἐξομολογούμενοι τὸ ἁμάρτημα δεχθήσονται; Ἐμοὶ τέως δοκεῖ. Οὐ γάρ ἔστιν ἁμαρ τία νικῶσα τὴν τοῦ Θεοῦ φιλανθρωπίαν ΖΩΝΑΡ. Τῶν ὑποκυψάντων ἐν τοῖς διωγμοῖς τοῖς τυράννοις καὶ θυσάντων οἱ μὲν βασάνοις ὑποβληθέν. τες, καὶ τῇ βίᾳ τούτῳ καὶ τῇ δριμύτητι μέχρι τέλους ἀντίσχειν μὴ δυναμένοις, ἡττήθησαν καὶ τὴν πίστιν ἠρνήσαντο· οἱ δὲ καὶ πρὸ τῆς πείρας τῶν βασάνων μαλακισθέντες ἐνέδωκαν, καὶ, ἵνα μὴ δοκοῖεν αὐτ θαιρέτως θύειν, Επεισαν τοὺς κολαστὰς ἡ χρήμασιν & ἢ παρακλήσεσι πικρότερον προσενεχθῆναι τάχα αὐτοῖς, καὶ κολάσεις αὐταῖς τῷ δοκεῖν ἐπαγαγεῖν, ἵν' οὕτω θύσαντες δόξωσι τῇ βίᾳ νικηθέντες ἀρνής σασθαι τὸν Χριστὸν, καὶ μὴ μαλακισθέντες. Τους γοῦν μετὰ ἀληθείας κολασθέντας, καὶ τῇ τῶν βασά νων πικρίᾳ ἐγκαρτερήσαντας μέχρι τινὸς, καὶ οὕτως ἡττηθέντας τῶν ἀφορήτων κολάσεων καὶ ἐπιθύσαντας τῷ βωμῷ, εἶτα ἀναπαλαίσαντας, ἀντὶ τοῦ τὸν ἐχθρὸν ἐν τῇ πλάνῃ ρίψαντα αὐτοὺς, διὰ τῆς μετα νοίας ἡττήσαντας, καὶ καταβαλόντας, καὶ ἐπὶ τῶν τυράννων αὖθις τὴν πίστιν ὁμολογήσαντας· εἰ προ σδύτεροι ἦσαν, ἔδοξε τῇ συνόδῳ τῆς τιμῆς μὲν τῆς ἐν ταῖς καθέδραις μετέχειν αὐτοὺς, μήτε δὲ προσφέρειν μήτε ὁμιλεῖν, ἀντὶ τοῦ διδάσκειν, μήτε ὅλως λει τουργεῖν, ἀντὶ τοῦ ἐνεργεῖν τι τῶν ἱερατικῶν δικαίων. ΚΑΝΩΝ Β. Διακόνους ὁμοίως θύσαντας, μετὰ δὲ ταῦτα ἀναπαλαίσαντας, τὴν μὲν ἄλλην τιμήν ἔχειν, πεπαῦσθαι δὲ αὐτοὺς πάσης τῆς ἱερατικής λειτουργίας, τῆς τε τοῦ ἄρτον ἡ ποτήριον αναφέρειν ἢ κηρύσσειν. Εἰ μέντοι τινὲς τῶν < ἐπισκόπων τούτοις συνίδοιεν κάματόν τινα ἢ ταπείνωσιν πραότητος, καὶ ἐθέλοιεν πλέον τι διδόναι ἢ ἀφαιρεῖν, ἐπ' αὐτοῖς εἶναι τὴν ἐξου ι σίαν. ο ΒΑΛΣ. Καὶ ὁ παρὼν κανὼν τὰ αὐτὰ περὶ διακόνων διοριζόμενος προστίθησιν ὡς, εἴπερ οἱ ἐγχώριοι Επίσκοποι κατανοήσουσι τοὺς μετὰ ἀληθείας βατα νισθέντας ἀξίους ἐλέους διὰ τὰ δάκρυα καὶ τὴν ταπείνωσιν αὐτῶν ἢ τοὐναντίον κολάσεως πλείονος διὰ τὴν ἀναίδειαν· ποιήσουσι κατὰ τὸ δόξαν αὐτοῖς, τουτέστιν ἢ ἐπαυξήσουσι τὴν τιμωρίαν, ἢ προσθή. σουσι μᾶλλον τὴν παρηγορίαν. Παρὰ γὰρ τῇ ἐξουσίᾳ καὶ τῇ διακρίσει αὐτῶν τὰ περὶ τούτου ἀνέθεντο. μας Τὴν τοῦ Θεοῦ φιλανθρωπίαν. πλὴν καὶ οὗτοι καὶ εἰ δεχόμενοι εἰς μένην τιμὴν ἐπιτιμηθήσονται κατὰ τοὺς ῥηθησομένους κανόνας.
col. 1127–1128page 555 of 741
PG 137:1127Εἰ δέ τις ἐρεῖ μὴ χώραν ἔχειν τὰ τῶν παρόντων κανόνων Θεοῦ χάριτι σήμερον, ὅτι τύραννος οὐ προκάθηται· ἀκούσει ὅτι παρὰ τοῖς 'Αγαρηνοῖς καὶ τοῖς ἄλλοις ἀπίστοις πολλὰ τοιαῦτα γίνονται· καὶ καλῶς τὰ τῶν κανόνων καὶ νῦν ἐνεργήσουσι. Ση μείωσαι καὶ ἀπὸ τοῦ παρόντος κανόνος ὅτι πᾶσα ψυχική θεραπεία εἰς τὴν ἐπισκοπικὴν ἀναρτήθη διάκρισιν. ΖΩΝΑΡ. Τὰ αὐτὰ καὶ περὶ διακόνων ὁ κανὼν οὗτο; διατάττεται, όσα περὶ πρεσβυτέρων ὁ ἀνώτερος. Πεπαῦσθαι γὰρ καὶ αὐτοὺς, ἀνεπιτηδεύτως ἡττηθέντας τῶν βασάνων καὶ ἐπιθύσαντας, εἶτα ἀναπαλαίσαντας, πάσης τῆς ἱερᾶς λειτουργίας θεσπίζει. Προστίθησι δ' ἐνταῦθα ὅτι, ἐὰν τοῖς μετανοοῦσι τούτοις συνίδοιεν οἱ ἐπίσκοποι κάματόν τινα, τουτο έστι κόπον ἐν τῇ μετανοίᾳ διὰ τὴν ἄρνησιν, ἢ ὅτι, συντριβέντες διὰ τὸ ἁμάρτημα, έταπεινώθησαν, καὶ πραότητα ἐκτήσαντο, τοῖς ἴσως αὐτοῖς ὀνειδίζουσι τὸν ὄλισθον πράως καὶ μετὰ ταπεινώσεως προσφερόμενοι, ἀλλ᾽ οὐ θρασυνόμενοι καὶ τούτοις ἐμπικραινόμενοι, καὶ ἐθέλοιεν ἐπίσκοποι ὑφ᾽ ος τελοῦσι πλέον τι τῶν παρὰ τῇ συνόδῳ ὡρισθέντων αὐτοῖς παρασχεῖν, διὰ τὴν τῆς μετανοίας θερμότητα, ἢ ἀφελεῖν τι τῶν ὀρισθέντων, ὡς μὴ γνησίως αὐτῶν μεταμελομένων, μηδὲ ταπεινουμένων· ταῦτα τῇ ἐξουσίᾳ τῶν ἐπισκόπων ἀνατίθησιν ὁ κανὼν καὶ τῇ διακρίσει αὐτῶν. Ἀνάγνωθι καὶ τὸν ια' κανόνα τῆς πρώτης οἰκουμενικῆς συνόδου. ΑΡΙΣΤ. «Καν. α' και β', πρεσβύτεροι καὶ διάκονοι τὸ πρὶν ἐπιθύσαντες, εἶτα ἐξ ἀληθείας ἀναπαλαί ο σαντες, μόνης τῆς καθέδρας καὶ τῆς τιμῆς μετεχέτωσαν, μηδὲν τῶν ἁγίων ἐπιτελοῦντες. Οσοι τῶν πρεσβυτέρων καὶ διακόνων ἐν καιρῷ διωγμού βιασθέντες ἔθυσαν, εἶτα ἐν ἀληθείᾳ προστ ἦλθον ἀναπαλαίοντες ὅπερ ἔπραξαν, μόνης τῆς και θέδρας καὶ τῆς τιμῆς μετέχειν ὀφείλουσιν· ἱερατικὸν δέ τι ἐνεργεῖν οὐκ ἐξέσται αὐτοῖς, οἷον ἄρτον ἢ ποτήριον ἀναφέρειν ἢ λόγους διδασκαλίας τῷ λαῷ ποιεῖσθαι, ἢ ὅλως τι τῶν ἁγίων λειτουργιῶν ἐπιτελεῖν. ΚΑΝΩΝ Γ'. Τους φεύγοντας καὶ συλληφθέντας, ἢ ὑπὸ οἰκείων παραδοθέντας, ἢ ἄλλως τὰ ὑπάρχοντα άφαιρε «θέντας, ἡ ὑπομείναντας βασάνους, ἢ εἰς δε ο σμωτήριον εμβληθέντας, βοῶντάς τε ὅτι εἰπὶ Χριστιανοὶ καὶ περισχισθέντας, ἤτοι εἰς τὰς «χείράς τι πρὸς βίαν ἐμβαλόντων τῶν βιαζομέν ε νων, ή βρῶμά τι πρὸς ἀνάγκην δεξαμένους, ὁμολογοῦντας δὲ δι᾿ ὅλου ὅτι εἰσὶ Χριστιανοί, καὶ τὸ πένθος τοῦ συμβάντος ἀεὶ ἐπιδεικνυμένους τῇ πάσῃ καταστολῇ καὶ τῷ σχήματι καὶ τῇ τοῦ βίου ταπεινότητι, τούτους ὡς ἔξω ἀμερ τήματος όντας τῆς κοινωνίας μὴ κωλύεσθαι. Εἰ δὲ καὶ τὸ ἐκωλύθησαν ὑπό τινος, περισσοτέρας ἀκριβείας ένεκεν ἢ καί τινων ἀγνοίᾳ, εὐθὺς προσδεχθήτωσαν. Τοῦτο δὲ ὁμοίως ἐπί τε τῶν ἐκ κλήρου καὶ τῶν ἄλλων λαϊκῶν. Προσεξητά σθη δὲ κἀκεῖνο, εἰ δύνανται καὶ λαῖκο!, τῇ αὐτῇ
col. 1129–1130page 556 of 741
PG 137:1129ἡ ἀνάγκῃ ὑποπεσόντες, προάγεσθαι εἰς τάξιν. Εδοξεν οὖν καὶ τούτους, ὡς μηδὲν ἡμαρτηκότας, κ εἰ καὶ ἡ προλαβοῦσα εὑρίσκοιτο ὀρθὴ τοῦ βίου Η πολιτεία, προχειρίζεσθαι.» ΒΛΑΣ. Τινὲς κληρικοὶ καὶ λαϊκοί φεύγοντες τὰς τῶν τυράννων χεῖρας, καὶ συλληφθέντες, ἢ παρά τινων προδοθέντες, καὶ γυμνωθέντες τῶν προσόντων αὐτοῖς, ἔστι δ' ὅτε καὶ βασανισθέντες καὶ φυλακ σθέντες, ἐξέων εἶναι Χριστιαγο!. "Οτι δὲ κατὰ βίαν ἐνεβλήθη παρὰ τῶν δημίων ταῖς χερσὶ τούτων λι βανωτὸν τυχόν, ὅπερ τοῖς εἰδώλοις θύεται, ἢ ἐν τῷ στόματι αὐτῶν βρῶμα εἰδωλόθυτον, ἐκωλύοντο τῆς μετὰ τῶν πιστῶν κοινωνίας, διὰ τὸ δῆθεν γε νέσθαι αὐτοὺς εἰδωλοθύτας· φασὶ γοῦν οἱ Πατέρες, τὸ κατὰ βίαν γενόμενον μὴ παρεμποδίζειν αὐτοὺς ὁμολογοῦντας διόλου είναι Χριστιανούς, ἀποκλαιομένους μετὰ κατανύξεως τὸ παρὰ τῶν τυράννων κατὰ βίαν γενόμενον εἰς αὐτούς. Οὐδὲν γὰρ ἡμαρτον, ὥστε καὶ παρ' ἡμῶν κολάζεσθαι. Εἰ δὲ παρά τινων διὰ περισσοτέραν ἀκρίβειαν ἢ δι᾽ ἄγνοιαν τοῦ προστ ήκοντος ἐκωλύθησαν τῆς κοινωνίας, εὐθὺς δεχθῆναι τούτους ἐγνωμοδότησαν. Ως δέ τινος εἰπόντος ἐπὶ μόνοις τοῖς λαϊκοῖς ἔχειν χώραν τὰ τοῦ κανόνος (οἱ γὰρ κληρικοὶ κατὰ τοὺς προῤῥηθέντας κανόνας δεχθήσονται), ἐπήγαγον μὴ μόνους τοιούτους λαϊκοὺς συγκοινωνεῖν ἡμῖν, ἀλλὰ καὶ κληρικούς. Είρηται δὲ τοῦτο, διὰ τὸ μεγάλην είναι διαφορὰν τῶν ἀρνησαμένων ἑκουσίως τὸν Θεὸν, ἐκ τοῦ μὴ δύνασθαι τὰς κολάσεις ὑπενεγκεῖν, καὶ τῶν τοιοῦτόν τι μὴ πεποιηκότων διὰ φάκτου οἰκείου, ἀλλὰ ἀκουσίως κατὰ @ βάιν υποδεξαμένων ειδωλόθυτα ἢ λιβανωτὸν, καὶ καταπτυσάντων αὐτῶν· οἱ μὲν γὰρ ἥμαρτον, ὡς ἐνδόντες· ὤφειλον γὰρ ἀποθανεῖν διὰ τὸν Χριστόν οἱ δὲ κατὰ βίαν ὑπεδέξαντο μόνον τὸ λιβανωτὸν, ἔργον δέ τι οὐκ ἐνήργησαν ἀτεβές. Οτι γοῦν οὐδὲν ἥμαρτον, καὶ κληρωθήσονται οἱ λαϊκοί, ἐὰν ἄξιοι. εὑρίσκωνται, πάντως δὲ καὶ οἱ κληρικοὶ εἰς μείζονας βαθμοὺς διὰ τὸν αὐτὸν λόγον προαναβιβασθήσονται. Ἐπεὶ δὲ ᾐτιῶντό τινες τούτους, ὡς τὸ μαρτύριον, φυγόντας καὶ κατασχεθέντας, εἶπον οἱ Πατέρες μηδὲ ἐκ τούτου αὐτοὺς βλάπτεσθαι. Καὶ πάντως ἄριστα καὶ τοῦτο ἐνομοθέτησαν. Φησὶ γὰρ ὁ μέγας ἐν θεσ λογία Γρηγόριος μὴ ἐθέλοντας εἰς τὸν ἀγῶνα χω ρεῖν φειδοῖ τῶν διωκόντων καὶ τῶν ἀσθενεστέρων. Καὶ ἐν Εὐαγγελίοις ὁ Κύριος εἶπεν· Οταν διώκωσιν ὑμᾶς ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν ἑτέραν, καὶ τὰ μὲν τοῦ κανόνος ἐν τούτοις· τοῦ δὲ χρηματισθέντος ἐπισκόπου ᾿Αμυκλείου κυροῦ Νικο λάου τοῦ Μουζάλωνος κατὰ βίαν πρακτορικὴν ἀποκαρέντος, καὶ πολλὰ παρακλητεύσαντος, τὸ κατὰ βίαν εἰς αὐτὸν γεγονός περιαιρεθῆναι, καὶ πάλιν ἐνεργεῖν τὰ ἐπισκοπικά, ὁ ἁγιώτατος ἐκεῖνος πατριάρχης κυρός Λουκᾶς, βλέπων τοῦτον παρουσιάζοντα μετὰ ἐπισκοπικῶν ἀμφίων συνοδικῶν, οὐ παρεδέξατο αὐτὸν, εἰπὼν ὡς, εἰ μὲν τὴν συνοδικήν ἐκδίκησιν καὶ διόρθωσιν ἀνέμενεν ὁ ἐπίσκοπος, εὖ ρεν ἂν κανονικὴν βοήθειαν· ἐπεὶ δὲ τὰ κατὰ βίαν τιt
col. 1131–1132page 557 of 741
PG 137:1131περιβληθέντα αὐτῷ μοναχικὰ ἄμφια ἀσυντάκτως ἀπέθετο, καὶ αὐτεκδίκητος γέγονεν, οὐ τεύξεται βοηθείας. ᾿Αλλὰ τοῦ ἁγιωτάτου πατριάρχου τούτου μεταστάντος πρὸς Κύριον, ὁ μετ' ἐκεῖνον ἁγιώτατος πατριάρχης κυρὸς Μιχαήλ, τὴν μὲν κατὰ βίαν γενο μένην ἀπόκαρσιν ὡς μηδὲ γενομένην λογιζόμενος, ἐδικαίωσε συνοδικῶς τὸν ἐπίσκοπον, καὶ μᾶλλον ὡς μηδὲ ἀναγκαζόμενον ὅλως μετὰ τῶν μοναχικῶν ἐμφανισθῆναι. Εἰ γάρ, φησὶν, ἔβλεπε τοῦτο μετὰ τῶν μοναχικών παριστάμενον, οὐκ ἂν αὐτὸν ἀποκατέστησαν, ὡς καταδεξάμενον τὸ γεγονός ότι και τινων εἰπόντων, δεκτὸς εἶναι τὰς περιστατικάς ἀποκάρο σεις, αὐτὸς διέγνω τὴν κατά βίαν ἀπόκαρσιν μὴ είναι περιστατικὴν, ἀλλὰ τὴν διὰ νόσον. Καὶ τὴν μὲν ἀποκατάστασιν οὕτως ἐποιήσατο μετά σημειώ ματα· τὸν δὲ ἐπίσκοπον, ὡς ὀλιγωρήσαντα, καὶ ἑαυτὸν δικαιώσαντα, καιρικῆς ἀλειτουργησίας ἐπισ τιμίῳ ὑπέβαλε. Καὶ ἄλλοι δὲ πολλοὶ κατά βίαν περιτμηθέντες παρὰ Ἀγαρηνῶν, καὶ ἄλλα τιν πεποιηκότες ἢ καὶ παθόντες ἀσειδή, μετὰ ἐξομολόγησιν καθαρὰν καὶ προσήκουσαν μετάνοιαν παρὰ τῇ Ἐκκλησίᾳ ἐδέχθησαν, καὶ δι᾽ ἐπιτιμίων ἐθεραπεύθησαν. Τὴν μέντοι Κομνηνήν χυραν Θεοδώραν τὴν χρηματίσασαν σύμβιον τοῦ Λαπαρδά ἐκεῖ. του κυρού Ανδρονίκου, ἀποκαρεῖσαν κατὰ βίαν τοῦ τυράννου, ἡ ἐν Κωνσταντινουπόλει σύνοδος οὐ παρεχώρησε μετασχηματισθῆναι, καὶ συζυγής νας τῷ Κράτῃ Οὐγηρίας, ἐκθύμως τοῦτο ζητή σαντι, διὰ τὸ μετὰ θάνατον τοῦ ἀνδρὸς αὐτῆς στον χῆσαι τῇ ἀποκάρσει, κἂν κατὰ βίαν ἐγένετο, καὶ ἐν κοινοβιακῇ διάγειν μονῇ. Ετέρας δὲ γυναῖκας εὐγενεῖς οὕτως ἀποχαρεῖσας ἐδικαίωσεν ἡ αὐτὴ σύνοδος μετά θάνατον τοῦ τυράννου μετασχηματισθῆναι, ἢ ὡς ἔτι περιόντων τῶν ἀνδρῶν αὐτῶν, ἢ διὰ τὸ μὴ καταδέξασθαι ὅλως τὴν ἀπόκαρσιν' μετά θάνατον τοῦ τυράννου. ΖΩΝΑΡ. Νόμος μαρτυρίου, φησὶν ὁ μέγας ἐν θεολογία Γρηγόριος, μήτε ἐθέλοντας εἰς τὸν ἀγῶνα χωρεῖν φειδοί τῶν διωκόντων καὶ τῶν ἀσθενεστέρων, καὶ τὰ ἑξῆς. Διὰ γοῦν τοῦτον τὸν λόγον τινὲς ἑαυτοῖς συνειδότες ἀσθένειαν, ἐν τοῖς διωγμοῖς ἔφευγον καὶ κρύπτοντο, κανταῦθα εὐαγγελικὴν πληροῦντες δια ταγήν, τοῦ Κυρίου εἰπόντος· "Οταν διώκωσιν ὑμᾶς ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν ἑτέραν. Του; οὖν φεύγοντας καὶ συλληφθέντας, ἢ ὑπὸ οἰκείων παραδοθέντας (καὶ τοῦτο δὲ τοῦ Κυρίου οι ἀπόφατις φήσαντος· Παραδώσουσι δὲ γονεῖς τέτ κνα, καὶ ἀδελφὸν ἀδελφὸς), καὶ τοὺς ἀφαιρεθέν Εδικαίωσε συνοδικῶς. μετὰ σημειώματα Την μέντοι Κομνηνήν. Την μέντοι Κομνηνὴν κυράν Θεοδώραν, τὴν τοῦ Λαπαροῦ χρηματίσασαν σύζυγον, ἀποκαρεῖσαν παρὰ τοῦ βασιλέως κυροῦ ᾿Ανδρονίκου, ἡ ἐν Κωνσταντινουπόλει σύνοδος οὐ παρεχώρησε μετασχηματισθῆναι,
col. 1133–1134page 558 of 741
PG 137:1133τας τὰ ὑπάρχοντα αὐτοῖς, ἢ ὑπομείναντας βασάνους, ἢ ἐγκλεισθέντας δεσμωτηρίοις, διόλου δὲ ὁμολογοῦντας ότι Χριστιανοί εἰσι, καὶ περισχισθέντας τοὺς χιτῶνας, καὶ γυμνωθέντας, καὶ ἢ εἰς τὰς χεῖρας αὐτῶν πρὸς βίαν ἀκόντων ἐκείνων ἐμβαλόντων τι τῶν βιαζομένων, οἷον λιβανωτὸν ἢ ἑτερόν τι εἰς θυ σίαν τοῖς εἰδωλολάτραις προσαγομένων, ἢ βρῶμά τι τῶν εἰδωλοθύτων δεξαμένους εἰς τὸ στόμα, πρὸς ἀνάγκης αὐτὸ τῶν βιαστῶν ἐμβαλόντων, τους τοιοῦ τόν τι πεπονθότας, βοῶντας δὲ διόλου ὅτι εἰσὶ Χριστιανοί, καὶ διὰ τοῦτο πενθοῦντας, καὶ τῇ τε καταστολῇ καὶ τῷ σχήματι τὸ πένθος ἐνδεικνυμένους (καταστολὴ δὲ τὸν μέτριον καὶ κατεσταλμένον τοῦ ἤθους ἐστὶν), ἢ τὰ περιβλήματα καὶ ἡ στολή σχῆμα δὲ, ἡ ἔξωθεν φαινομένη κατήφεια, την λύπην δηλοῦσα, δ καὶ βίου ταπεινότητα ὠνόμασεν ὁ και νών· τούτους οὖν μηδὲν ἁμαρτῆσαι οἱ Πατέρες φασίν· οὔτε γὰρ τὸ εἰδωλόθυτόν τι έχοντας δέξα σθαι εἰς τὸ στόμα, οὔτε τὸ ἐν ταῖς χερσὶν αὐτῶν ἐκβληθῆναι λιβανωτὸν ἁμαρτία ἐστὶν, εἰ ἐκεῖνοι καὶ τούτων γινομένων ἐπεκαλοῦντο τὸ ὄνομα τοῦ Χρι στοῦ, καὶ Θεὸν ὡμολόγουν αὐτόν· καὶ ὡς μηδὲν ἁμαρτάνοντας, μὴ κωλύεσθαι τῆς κοινωνίας παρα σκελεύσαντο. Κάν τινες ἴσως ἀγνοήσαντες το προσ ἧκον, ἢ πλέον τοῦ δέοντος τῆς ἀκριβείας εχόμενοι, ἐκώλυσάν τινας τῆς κοινωνίας, εὐθὺς δεχθῆναι τούτους ἐγνωμοδότησαν, καν τε τῶν τοῦ κλήρου ἦσαν, και τε τῶν τοῦ λαοῦ. Τοσοῦτον δὲ, φασίν, οὐ λογισθήσεται τὰ ἄνω εἰρημένα εἰς ἁμάρτημα, ὥστε κἂν λαϊκός τις ᾖ ὁ ταῦτα ὑπομείνας, κωλυθήσεται & διὰ ταῦτα εἰς ἱερωσύνην προβιβασθῆναι, εἰ ὁ βίας αὐτοῦ ὁ πρὸ τούτου ἀνεπίληπτος ἦν καὶ ὀρθῶς περ πολίτευτο. ΑΡΙΣΤ. «Οι βασανισθέντες και βιασθέντες ἀληθῶς καὶ μετὰ τυραννίδος βρώματα λαβόντες εἰδώ «λου, τῆς κοινωνίας μή κωλυέσθωσαν. Καὶ λαϊκοὶ δὲ τοῦτο παθόντες, ὡς οὐδὲν ἡμαρτηκό ◊ τες, αν βούλοιντο χειροτονίας τυχεῖν, τυγχα νέτωσαν, ἄλλως ἀνεπίληπτοι ὄντες. ο Οἱ μετὰ βασάνων ειδωλόθυτον βρώμα δέξασθαι βιασθέντες τῶν βιαζόντων τῷ στόματι αὐτῶν τοῦτο εμβαλόντων μετὰ ἀνάγκης, ὡσαύτως δὲ καὶ οἱ σκουτοτρόπως λιβανωτὸν εἰς τὰς χεῖρας αὐτῶν δε ξάμενοι, καὶ πρὸς βίαν εἰς τὸν τρίποδα επιρρίψαι τοῦτο καταναγκασθέντες· ὁμολογοῦντες δὲ διόλου ὅτι εἰσὶ Χριστιανοὶ, καὶ τούτου συμβάντος πένθος ἀεὶ ἐπιδεικνύμενοι τῇ πάσῃ καταστολῇ καὶ τῷ σχή ματι, καὶ τῇ τοῦ βίου ταπεινότητι, οὗτοι ὡς ἔξω ἁμαρτήματος ὄντες, τῆς κοινωνίας μὴ κωλυέσθωσαν, ἀλλ' ἐν τῇ οἰκείᾳ τιμῇ μενέτωσαν. Εἰ δὲ λαϊκοί εἰσιν οἱ τοιοῦτοι, καὶ βούλοιντο χειροτονίας τυχεῖν, συγχαγέτωσαν, ἐὰν ὁ προλαβών βίος αὐτῶν ἐστιν ἀνεπίληπτος· ἐκ τούτου μόνον οὐ κωλυθήσονται τῆς τοιαύτης επιτυχεῖν τιμῆς. ΚΑΝΩΝ Δ'. Περὶ τῶν πρὸς βίαν θυσάντων, ἐπὶ δὲ τούτοις καὶ τῶν δειπγησάντων εἰς τὰ εἴδωλα ὅσοι μὲν ἀπαγό καταστολή, σχήμα,
col. 1135–1136page 559 of 741
PG 137:1135μενος, καὶ σχήματι φαιδροτέρῳ ἀνῆλθον, καὶ ἐσθῆτι ἐχρήσαντο πολυτελεστέρα, καὶ μετέσχον τοῦ παρασκευασθέντος δείπνου ἀδιαφόρως, ἔδο ξεν ἐνιαυτὸν ἀκροᾶσθαι (75;, ὑποπεσεῖν δὲ τρία ἔτη, εὐχῆς δὲ κοινωνῆσαι ἔτη δύο, καὶ τότε ἐλθεῖν ἐπὶ τὸ τέλειον.» ΒΑΛΣ. Τοῦ διαληφθέντος τρίτου κανόνος συγγνω μονήσαντος ἀδιαστίκτως τοῖς κατὰ βίαν ὑποδεξομέν ναι; εἰδωλόθυτα· ἐπεί τινες ήθελον καὶ τοὺς κατὰ βίαν φαγόντας αὐτὰ, ἢ καὶ θύσαντας, συγγινώσκεσθαι, ὥρισαν οἱ Πατέρες διὰ τούτου τοῦ κανόνος καὶ τοῦ πέμπτου, ὡς ὅσοι μὲν ἀπαγόμενοι πρὸς τὴν εἰδωλικὸν δεῖπνον σχῆμα χαιρόντων ἐνεδείξαντο, καὶ μετὰ λαμπροτέρων ἐσθήτων ἀνέπεσον, καὶ μετα ἔσχον τῶν εἰδωλοθύτων, ἐπιτιμηθήσονται, ὡς ὅλως ἐνδόντες πρὸς τὴν ἀσέβειαν. Διὸ ἐπὶ ἕνα μὲν ἐνιαυ τὸν ἀκροάσονται τῶν θείων Γραφῶν ἐν τῷ νάρθηκι, καὶ μετὰ τοῦτο ἐπὶ τριετίαν ὑποπέσωσι, τουτέστιν ἐκκλησιάσουσιν ὀπίσω τοῦ ἄμβωνος ἱστάμενοι, μέσ χρι τῆς τῶν κατηχουμένων ἐξελεύσεως" τηνικαῦτα γὰρ καὶ αὐτοὶ ἐξέλθωσι. Συμπληρωθέντων δὲ καὶ τούτων τῶν τριῶν ἐνιαυτῶν, ἐπὶ ἔτη δύο συγκοι νωνήσουσι τοῖς πιστοῖς, καὶ ἔκτοτε εἰς τὸ τέλειον Ελθωσι, τουτέστι, καὶ τῶν θείων ἁγιασμάτων μετα. λάβωσιν. Οσοι δὲ ἀπαγόμενοι τὴν βίαν ἀπεκλαίοντα, καὶ μετὰ πενθικῆς ἐσθῆτος ἀνέπεσον καὶ ἔφαγον, μετὰ τὴν τριετίαν τῆς ὑποπτώσεως εἰς κοινωνίαν ἐκκλησιαστικὴν δεχθήσονται· οὐ μέντοι γε δὲ καὶ τῶν θείων ἁγιασμάτων ἀξιωθήσονται. Τοῦτο γάρ ἐστι τὸ δεχθῆναι τούτους χωρίς προσφοράς. Εἰ δὲ ἀνέπεσον μὲν, οὐκ ἔφαγον δὲ, ἐπὶ διετίαν ὑποπέτω σι, καὶ εἰς τὸν τρίτον χρόνον συνεκκλησιάσουσι τοῖς πιστοῖς χωρίς προσφορᾶς· μετὰ γὰρ τὴν παραδρομὴν καὶ τούτου τῆς θείας μεταλήψεως ἀξιωθήσονται Ταῦτα δὲ πάντα εἰς τὴν ἐπισκοπικὴν διάκρισιν ἀν ἔθεντο οἱ Πατέρες, ὡς ἂν πρὸς τὴν ἐπιστροφὴν τοῦ ἡμαρτηκότος καὶ τὴν ῥᾳθυμίαν ἢ προστεθήσονται τὰ ἐπιτίμια, ἢ ἐκκοπήσονται. Εξετάζεται δὲ καὶ ή προτέρα τούτων ἀναστροφὴ ἵνα ἡ φιλανθρωπίες ἢ αὐστηρίας τύχωσιν. Ερωτήσει δέ τις, Καὶ διὰ τί οἱ μὲν τῷ γ' κανόνι δηλούμενοι κληρικοὶ ἡ λαϊκοὶ κατὰ βίαν ὑποδεξάμενοι λίβανον ἢ εἰδωλόθυτον εὐκ ἐπιτιμῶνται, ὡς μὴ ἑπταικότες, ἀλλὰ καὶ εἰς βαθμοῦ; ἐκκλησιαστικούς προκόπτουσιν· οἱ δὲ ἐν τῷ τέλει τοῦ ε' κανόνος περιεχόμενοι, καὶ κατὰ βίαν ἀναπεσόντες, ἐπιτιμῶνται, ὡς ἡμαρτηκότες, καὶ ταῦτα δακρυῤῥοοῦντες, καὶ μηδὲ γευσάμενοι τῶν εἰδωλοθύτων; Δύσις. Διαφορά ἐστι τῶν κατὰ βίαν Ενιαυτὸν ἀκροᾶσθαι.
col. 1137–1138page 560 of 741
PG 137:1137ὑποδεξαμένων τὰ βέβηλα δώρα, καὶ μηδὲν ἐξ οἰ κείου φάκτου ἑπτα:κότων, καὶ τῶν ἀπὸ βίας έργα σαμένων ἀσεβές τι, ὅπερ ἐστὶ τὸ ἀναπεσεῖν εἰς τὸν δείπνον. Καντεῦθεν ἐκεῖνοι μὲν, ὡς μὴ διαπραξά μενο! τι κακόν (παρὰ ἄλλων γὰρ εἰς τὸ στόμα ἢ εἰς τὰς χεῖρας αὐτῶν ἐνεβλήθη τὸ εἰδωλόθυτον), οὐκ ἐπιτιμῶνται· οὗτοι δὲ, ὡς ἀσέβειαν πλημμελήσαν τις μετὰ οἰκείου φάκτου, δηλονότι ἀναπεσόντες, ἐπιτιμῶνται. Ταῦτα δὲ ἐθέσπισαν ἀκολούθως τοῖς 1, ὑπὸ νόμον διορισθεῖσι. Φησὶ γὰρ ἐν βιβλίῳ δεκάτῳ τῶν Βασιλικῶν τίτλῳ α', ὡς τὸ μὲν κατὰ βίαν ἀφαι ρεθὲν ἀπό τινος μένει πάλιν τῆς δεσποτείας τούτου, καὶ οὐδέποτε παρ' οιουδήτινος δεσπόζεται κατὰ τὸν νόμον τὸν λέγοντα· Τὰ φούρτιδα καὶ τὰ βιπόσεσα οὐδέποτε οὐσουκαπιτεύονται, ἤτοι οὐ δεσπόζονται. Τὸ δὲ κατὰ φόβον δοθὲν πρός τινα παρά τινος, ούτ σουκαπιτεύεται παρὰ τοῦ καλῇ πίστει νομέως, καν; υπεστ: τῷ φόβῳ καὶ βίᾳ· μετετέθη γὰρ τοῦτο διὰ οικείου φάκτου τοῦ ἀληθοῦς δεσπότου. Εὐλόγως τοίνυν ὁ μηδὲν ἐνεργήσας ἀσεβὲς οὐκ ἐπιτιμᾶται, ὥσπερ συγγινώσκεται καὶ ὁ κατὰ βίαν ἀφαιρεθείς τὸ οἰκεῖον, καὶ ἀνακαλεῖται αὐτὸ μέχρι τριακονταετίας· ὁ δὲ ἐργασάμενός τι ἀσεβὲς, ὡς ὁ ἀνα πεσὼν κατὰ βίαν ἐπὶ τὸν βέβηλον δεῖπνον, ἐπιτιμᾶται, καθώς οὐ συγγινώσκεται καὶ ὁ κατὰ φόβον οἰκειοχείρως παραδούς πρός τινα τὸ οἰκεῖον. Μετά γὰρ δεκαετίαν ἀπόλλυσι τὴν δεσποτείαν αὐτοῦ. ΖΩΝΑΡ. Οσοι, φησὶν ὁ κανών, βιασθέντες ἔθυσαν, ἢ καὶ ἐν τοῖς εἰδώλοις ἐδείπνησαν μετασχόντες τῶν εἰδωλοθύτων, τούτων τὴν διάθεσιν χρὴ σκοπεῖν, καὶ πρὸς ἐκείνην τυποῦν αὐτοῖς καὶ τὰ ἐπιτίμια. Εἰ μὲν γὰρ ἀπαγόμενοι πρὸς τὸ θῦσαι ἡ δειπνήσαι, καὶ σχήμα φαιδρὸν ἐπεδείκνυντο, καὶ ἐσθῆτι λαμ περ εκόσμησαν ἑαυτοὺς, καὶ τῶν εἰδωλοθύτων μετ ἔσχον ἀδιαφόρως, τουτέστι μὴ διαφερόμενοι καὶ εικνύμενοι ὡς μεμιασμένων γευόμενοι, ἀλλ᾽ ἐμφορούμενοι τούτων, ὡς εἰ ἦσαν ἀμίαντα· τούτους ἐνιαυτὸν μὲν ἀκροᾶσθαι κελεύει, ἐν τῷ νάρθηκε ἱσταμένους, καὶ ἀκούοντας τῶν Γραφών, τρία δὲ Στη ὑποπίπτειν ἤτοι ὄπισθεν τοῦ ἄμβωνος ἵστασθαι, καὶ μετὰ τῶν κατηχουμένων ἐξιέναι, εὐχῆς δὲ μέ της κοινωνῆσαι ἔτη δύο, ὅπερ ἐστὶ τὸ μέχρι τέλους συνίστασθαι καὶ συνεύχεσθαι τοῖς πιστοῖς, καὶ μετὰ ταῦτα ἐλθεῖν ἐπὶ τὸ τέλειον, ὅπερ ἐστὶν ἡ τῶν ἁγιασμάτων μετάληψις. ΑΡΙΣΤ. «Οσοι ἀπαγόμενοι μετὰ θυμηδίας ἀνῆλθον «καὶ ἔφαγον, ἐπὶ ἐξαετίαν ὑποπιπτέτωσαν ο Οσοι θῦσαι ἐβιάσθησαν, ἢ καὶ δειπνῆσαι ἐν τῷ εἰδωλείῳ, ἐὰν μετὰ τοῦτο ὑπείξαντες μετὰ σχήματος φαιδροτέρου ἀνῆλθον, καὶ ἐσθῆτι ἐχρήσαντο που λυτελεστέρᾳ, καὶ τοῦ δείπνου μετέσχον, ἢ καὶ τὴν θυσίαν προσέφερον· οὗτοι ἐπὶ ἐνιαυτὸν μετὰ τῶν ἀκροωμένων ταχθήσονται, ἐπὶ δὲ τρία ἔτη ὑποπε φούνται, καὶ ἐφ' ἕτερα δύο ἔτη μετὰ τῶν πιστῶν τὴν σύστασιν δέξονται, καὶ μόνων τῶν εὐχῶν κοινωνήσουσι· μετὰ δὲ τὴν ἐξαετίαν ταύτην της τελειότητος τύχωσι, καὶ τῶν θείων ἁγιασμάτων μετά σχεδια
col. 1139–1140page 561 of 741
PG 137:1139ΚΑΝΩΝ Ε. Οσοι δὲ ἀνῆλθον μετὰ ἐσθῆτος πενθικῆς, καὶ ἀνα πεσόντες ἔφαγον, μεταξὺ δι' ὅλης τῆς ἀνακλίσεως δακρύοντες, εἰ ἐπλήρωσαν τὴν τῆς ὑποπτώσεως τριετή χρόνον, χωρὶς προσφοράς δεχθήτωσαν εἰ δὲ μὴ ἔφαγον, δύο υποπεσόντες ἔτη, τῷ τρίτῳ κοινωνείτωσαν ἔτει χωρίς προσφοράς, ἵνα τὸ τέλειον τῇ τετραετίᾳ λάβωσιν. Τοὺς δὲ ἐπισκόπους ἐξουσίαν ἔχειν τὸν τρόπον τῆς ἐπιστροφῆς δου κιμάσαντας φιλανθρωπεύσασθαι ή πλείονα προσ τιθέναι χρόνον. Πρὸ πάντων δὲ καὶ ὁ προάγων ο βίος, καὶ ὁ μετὰ ταῦτα, ἐξεταζέσθω, καὶ οὕτως ἡ φιλανθρωπία επιμετρείσθω. ο τουτέστι ΒΑΛΣ. Περὶ τοῦ παρόντος κανόνος διελάβομεν ἐν τῇ ἑρμηνείᾳ τοῦ δ' κανόνος, καὶ πλέον τι μὴ ζήτει, ΖΩΝΑΡ. Είρηται τὴν διάθεσιν σκοπεῖν τῶν θυσάν των ἐκ βίας, καὶ πρὸς ἐκείνην οἰκονομεῖν αὐτοῦ. Εἰπὼν οὖν ὁ κανὼν τὰ περὶ τῶν θυσάντων, καὶ μὴ πενθούντων, ἀλλὰ φαιδρότερον διακειμένων; νῦν καὶ περὶ τῶν φαγόντων μὲν εἰδωλόθυτα, διανομένων δ' ἐπὶ τούτῳ καὶ δακρυόντων, φησίν. Ου; μετὰ τριετίαν τῆς ὑποπτώσεως δέχεσθαι παρακελεύεται εἰ; σύστασιν χωρίς προσφοράς, ήγουν συνίστασθαι μὲν ἐν τῇ ἐκκλησίᾳ τοῖς πιστοῖς, μὴ μεταλαμβάνειν δέ. Εἰ δὲ οὐκ ἔφαγον, φησί, διετίαν ὑποπεσόντες, μετὰ τῶν κατηχουμένων ἱστάμενοι, καὶ σὺν ἐκείνοις Εξερχόμενοι, τοῦ τρίτου ἀψάμενοι ἐνιαυτοῦ κοινωνη σάτωσαν χωρίς προσφοράς, ήγουν τῆς μετὰ τῶν πιο & στῶν στάσεως. Κοινωνίαν γὰρ ἐνταῦθα οὐ τὴν μετά. ληψιν τῶν ἁγιασμάτων λέγει, ἀλλὰ τὴν μετὰ τῶν πιστῶν σύστασιν. Διὸ ἐπήνεγκε, χωρίς προσφοράς, ἵνα τὸ τέλειον τῇ τριετίᾳ λάβωσιν, ἵνα πληρουμένης τῆς τριετίας καὶ τοῦ ἀγαθοῦ μετάσχωσι. Ταῦτα μὲν ώρισαν οἱ τῆς συνόδου. Ἐπειδὴ ᾔδεισαν ὅτι οὐ πάντες ομοίως μετανοοῦσιν, ἀλλ' οἱ μὲν ἐπιμελέστερον ἔχον ται τῆς μετανοίας, οἱ δὲ ῥᾳθυμότερον, τὸ πᾶν τῆς ἐπ' αὐτοῖς οἰκονομίας τοῖς ἐπισκόποις ἀνέθεντο, ὥστε δοκιμάζειν ἐκείνους τὸν τρόπον τῆς ἑκάστου ἐπιστροφῆς, καὶ φιλανθρωπεύεσθαι, καὶ συστέλλειν τὸν χρό τον τῶν ἐπιτιμίων τοῖς θερμότερον μετανοοῦσι, καὶ πλείονα προστιθέναι χρόνον τοῖς νωθρότερον, σκοπείν δὲ καὶ τὸν προλαβόντα βίον αὐτῶν, καὶ τὸν μετά ταῦτα, εἰ σωφρόνως ἔζων καὶ συντετηρημένως, καὶ ζώσιν, ἢ ἀνειμένως καὶ ἀδιαφόρως, καὶ οὕτως ἐπι μετρεῖν αὐτοῖς τὴν φιλανθρωπίαν. ΑΡΙΣΤ. «Οἱ μετὰ πενθικῆς στολῆς ἀνεληλυθότες, καὶ φαγόντες μετὰ δακρύων, τριετίαν ὑποπιπτέτωσαν· εἰ δὲ μὴ ἔφαγον, διετίαν. Ο προξ 4 γων δὲ βίος, καὶ ὁ ἐπόμενος σπουδαῖος ὤν, ἢ οὐ σπουδαῖος, τὸν ἐπίσκοπον φιλανθρωπότερον ἢ * ἀφιλανθρωπότερον δείκνυσιν. Οἱ εἰς τὸ εἰδωλεῖον ἀνελθεῖν βιασθέντες, καὶ φα γεῖν ἐν αὐτῷ, ἐὰν μετὰ πενθικῆς ἀνῆλθον στολῆς, καὶ ἐν τῷ ἐσθίειν ἐδάκρυον, οὗτοι ὡς τῇ κολάσει
col. 1141–1142page 562 of 741
PG 137:1141υπείξαντες, καὶ τὸ πᾶν μὴ λογιζόμενοι ἀκουσίως ποιῆσαι, διὰ τὸ τοῖς οἰκείοις μέλεσι χρήσασθαι εἰς τὴν τῶν ἀπαιτουμένων ἀθέσμων ἐκπλήρωσιν, τριετίαν μόνην ὑποπιπτέτωσαν. Εἶτα χωρὶς τῆς μετα οχῆς τῶν θείων ἁγιασμάτων δεχθήτωσαν μετὰ τῶν πιστῶν. Εἰ δὲ μὴ ἔφαγον, ἀνῆλθον δὲ μόνον, ἐπὶ διετία» ἔσονται ὑποπίπτοντες, ἐπὶ ἐνιαυτὸν τοῖς πιο στοῖς συνιστάμενοι. Καὶ μετὰ ταύτην τὴν τριετίαν τὴν τελειότητα λάβωσι. Παρὰ τῇ ἐξουσίᾳ δὲ κείσεται τοῦ ἐπισκόπου, ὡς ὁρᾷ αὐτοὺς εἴτε σπουδάζοντας εἴτε καὶ ἀμελοῦντας, οὕτω καὶ διατεθῆναι, καὶ ἡ φιλανθρωπεύσασθαι καὶ συντεμεῖν τὸν χρόνον τῆς με τανοίας, ἢ μᾶλλον προσθείναι. Κατεξετάσει δὲ καὶ τὸν προλαβόντα βίον αὐτῶν ὁποῖος ἦν· καὶ ἐξ ἀμφοτέρων τῶν καταστάσεων, τῆς τε νῦν ὑπούσης καὶ τῆς προ τέρας, ἡ μειώσει, ἢ ἐπαυξήσει τὰ ἐπιτίμια. ΚΑΝΩΝ Γ'. Περὶ τῶν ἀπειλῇ μόνον εἰξάντων κολάσεως καὶ ἀφαιρέσεως υπαρχόντων, ἢ μετοικίας, καὶ θυ σάντων, καὶ μέχρι τοῦ παρόντος καιροῦ μὴ μετ ετανοησάντων, μηδὲ ἐπιστρεψάντων, νῦν δὲ παρὰ τὸν καιρὸν τῆς συνόδου προσελθόντων, καὶ τ εἰς διάνοιαν τῆς ἐπιστροφῆς γενομένων, έδοξε μέχρι τῆς μεγάλης ἡμέρας εἰς ἀκρόασιν δεχθῆναι, καὶ μετὰ τὴν μεγάλην ἡμέραν ὑπο 4 πεσείν τρία έτη, καὶ μετὰ ἄλλα δύο έτη κοινωνή ο σας χωρίς προσφορᾶς, καὶ οὕτως ἐλθεῖν ἐπὶ τὸ τέλειον, ὥστε τὴν πᾶσαν ἐξαετίαν πληρῶσαι. Εἰ δέ τινες πρὸ τῆς συνόδου ταύτης ἐδέχθησαν εἰς μετάνοιαν, ἀπ' ἐκείνου τοῦ χρόνου λελογίσθαι αὐτοῖς τὴν ἐξαετίαν. Εἰ μέντοι κίνδυνος καὶ θα νάτου προσδοκία ἐκ νόσου ἢ ἄλλης τινός προ 4 φάσεως συμβαίη, τούτους ἐπὶ ὄρῳ δεχθῆναι. ο ΒΑΛΣ. Εἰπόντες οἱ ἅγιοι Πατέρες τί ὀφείλει γίνε σθαι εἰς τοὺς θύσαντας διὰ τὸ ἀνυπόστατον τῶν βα πάνων, ἀρτίως διαλαμβάνουσι περὶ τῶν θυσάντων διὰ μόνην ἀπειλὴν κολάσεως ἢ ἀφαίρεσιν τῶν προς όντων τούτοις ἢ ἐξορίαν, καὶ μὴ μετανοησάντων μέ χρι τοῦ καιροῦ τῆς συνόδου. Διορίζονται οὖν, ὡς ἐπεὶ ἀρτίως προσέρχονται τῇ ἐκκλησίᾳ, ὀφείλουσιν ἐπιτιμηθῆναι· καὶ πρῶτον μὲν ἀκροᾶσθαι τῶν θείων Γραφῶν ἐν τῷ νάρθηκι μέχρι τῆς μεγάλης ἡμέρας, ἤτοι τοῦ Πάσχα, καὶ μετὰ τοῦτο ὑποπίπτειν ἐπὶ ἔτη τρία, καὶ ἔκτοτε ἐκκλησιάζειν μετὰ τῶν πιστῶν ἐπὶ ἔτη δύο· καὶ οὕτω μεταλαμβάνειν τῶν ἁγιασμάτων, ὡς ήδη εξαετίας πληρωθείσης. Ἐπεὶ δὲ, φασί, τινὲς η Νῦν δὲ παρὰ τὸν καιρόν. μηδὲ περὶ τὸν καιρὸν τῆς συνόδου προς ελθόντων. Μέχρι τῆς μεγάλης ἡμέρας. Σάββατον, μεγάλη Παρασκευή, μεγάλη Εβδομάς
col. 1143–1144page 563 of 741
PG 137:1143τῶν λογισθῆναι αὐτοῖς ἡ ἐξαετία ἀφ' οὗ καιροῦ ἐπέστρεψαν εἰς μετάνοιαν. Οσοι μέντοι ἐξ αὐτῶν πιδυνεύουσι τελευτῆσαι ἀπὸ νόσου ἢ ἑτέρας τινὸς αἰτίας, θείων ἁγιασμάτων ἀξιωθήσονται. Πλὴν εἰ συμβαίη αὐτοὺς μὴ ἀποθανεῖν, μηκέτι αὖθις κοινωνείτωσαν; ὡς ἀνεπιτίμητοι, εἰ μὴ παρέλθῃ ἡ ὡρισμένη εξαετία. Τοῦτο γὰρ ἐστι τὸ ἐπὶ ὄρῳ; ἤγουν ἐπὶ διαστάξει, δε χθῆναι τούτους εἰς τὴν τῶν θείων ἁγιασμάτων μετά ληψιν. Ὥστε σημείωσαι ότι πλείονος ἐπιτιμῶνται οἱ μὴ βασανισθέντες καὶ θύσαντες, παρὰ τοὺς βασανισ σθέντας καὶ θύσαντας. ἀπὸ τούτων προσεδέχθησαν εἰς μετάνοιαν, ὀφείλει ΖΩΝΑΡ. Τοὺς μὴ μέχρι πείρας βασάνων ἐληλυθη. τας, ἀλλὰ ἀπειλαῖς εἴξαντας, καὶ ἀφαίρεσιν φοβη θέντας χρημάτων, ἢ μετοικίαν, τουτέστιν ἐξορίαν, καὶ θύσαντας μὴ ἐπιστρέψαντας νῦν δὲ; φασ οἱ Πατέρες, κατὰ τὸν καιρὸν τῆς συνόδου προσελθόντας, καὶ μετανοῆσαι θελήσαντας, ἔδοξε μέχρι τῆς μεγάλης ἡμέρας εἰς ἀκρόασιν δεχθῆναι. Μεγάλην δὲ ἡμέραν τὸ ἅγιον Πάσχα ὠνόμασαν, τὴν τοῦ Κυρίου δηλονότι ἀνάστασιν. Καὶ μετὰ τὸ Πάσχα τρία ἔτη εἶναι ἐν ὑποπτώσει, μετὰ τῶν κατηχουμένων δηλαδή συνισταμένους, καὶ σὺν αὐτοῖς ἐξιόντας, καὶ ἄλλα δύο ἔτη κοινωνῆσαι χωρίς προσφορᾶς, ἀντὶ τοῦ συνε ίστασθαι τοῖς πιστοῖς μὴ μεταλαμβάνοντας, καὶ οὗ τως ἐλθεῖν ἐπὶ τὸ τέλειον, ἤγουν τὴν τῶν ἁγιασμό των μετάληψιν· ὥστε διὰ πάντων τῶν τόπων τῶν ἐπιτιμίων πληρῶσαι τὴν ἐξαετίαν. Εἰ δέ τινες, φασί, πρὸ τῆς συνόδου προσῆλθον, καὶ ἐδέχθησαν εἰς μετά νοιαν, έκτοτε λογίζεσθαι, ήγουν συμψηφίζεσθαι αὐτ τοῖς τὸν χρόνον τῆς ἑξαετίας. Εἰ δὲ τοῖς ἐν ἐπιτιμίοις ἀκοινωνησίας οὖσι νοσήσασιν, ἢ ἄλλως πως κίνδυνος θανάτου γένηται προσδοκήσιμος, τούτους δεχθήσεσθαι μὲν εἰς κοινωνίαν τῶν ἁγίων δώρων, ἐπὶ ἔρῳ δὲ, ἤγουν ἐπὶ διαστάξει, ὥστε, εἰ συμβαίη αὐτοὺς με ἀποθανεῖν, ἀλλὰ ἀναῤῥωσθῆναι, μηκέτι αὖθις κοινακι νῆσαι, εἰ μὴ ὁ ὡρισμένος παρέλθῃ χρόνος τῆς ἑξαετίας. μετοικία ο ΑΡΙΣΤ. «Ανήρ ἀπειλῇ μόνον είξας, καὶ θύσας, εἶτα μετανοήσας, πενταετίαν ὑποπιπτέτω.» Οἱ μὴ ὑπενεγκόντες βάσανα, ἀλλ' ὑπὸ μόνης ἀπειλῆς πτοηθέντες, καὶ θύσαντες, καὶ ἐπὶ καιρὸν τῇ πλάνῃ ταύτῃ προσκαρτερήσαντες, εἶτα μετανοήσαντες καὶ ἐπιστρέψαντες, ἐνιαυτὸν μὲν ἐπ' ἀκρεωμένοις ἔσονται, ἐπὶ τριετίαν μετὰ τῶν ὑπου πιπτόντων, ἐπὶ διετίαν συστήσοντα: μετὰ τῶν πιστῶν, καὶ τῶν εὐχῶν κοινωνήσουσι μόνον· καὶ μετὰ τὸ πληρῶσαι τὴν πᾶσαν ἐξαετίαν, ἐλεύσονται ἐπὶ τὸ τέλος, καὶ τῆς θείας μετάσχωσι μεταλήψεως. ΚΑΝΩΝ Ζ'. Περὶ τῶν συνεστιαθέντων ἐν ἐθνικῇ ἑορτῇ ἐν τόπῳ < ἀφωρισμένῳ τοῖς ἐθνικοῖς, ἴδια βρώματα ἐπισ Καὶ θύσαντας μὴ ἐπιστρέψαντας. θύσαντας καὶ μηδὲ μετὰ ταῦτα μετανοήσάντα; ἢ ἐπιστρέψαντας. (10
col. 1145–1146page 564 of 741
PG 137:1145κομισαμένων ἢ καὶ φαγόντων ἔδοξε διετίαν ὑπο πεσόντας δεχθῆναι τὸ δὲ, εἰ χρὴ μετὰ τῆς προσ φορᾶς, ἕκαστον τῶν ἐπισκόπων ἐστὶ τὸ δοκιμά ο σαι, καὶ τὸν ἄλλον βίον ἐφ' ἑκάστου ἐξετάσαι. ΒΑΛΣ. Τινὲς πιστοὶ εὑρεθέντες ἐν χώραις ἀλλο εθνῶν κατά τινα καιρὸν ἑορτῆς ἐθνικῆς συνέφαγον τούτοις ἐν τόπῳ τινὶ ἀφωρισμένῳ εἰς τοῦτο αὐτό. Οτι δὲ οὐκ ἦταν τὰ βρώματα ἀπὸ ἐθνικῶν, ἀλλ᾽ οἰκεῖα, ἤθελον συντηρηθῆναι ἀκαταιτίατοι. Φασί γοῦν οἱ Πατέρες ὡς, εἰ καὶ μὴ ἐμολύνθησαν διὰ βρωμάτων μυσαρῶν, ἀλλ᾽ ἐπεὶ συνανέπεσον μετὰ ἀπίστων, καὶ διὰ κοινῆς τραπέζης συνεκοινώνησαν ὥσπερ αὐτοῖς ἑορτάζουσιν, ἐπιτιμηθήσονται εἰς ὑπόπτωσιν ἐπὶ διετίαν· καὶ μετὰ τοῦτο δεχθήσονται κατὰ δοκιμασίαν τοῦ ἐπισκόπου, εἴτε εἰς μόνην κοινωνίαν, εἴτε καὶ εἰς ἁγίαν μετάληψιν. Τί δὲ, ἐὰν μὴ κατὰ τὸν ἑορτάσιμον καιρὸν, ἀλλ' ἐν ἑτέρᾳ ἡμέρᾳ καὶ ἐν ἑτέρῳ τόπῳ συνέφαγον μετὰ τῶν ἀπί στων, ἀνεπιτίμητοι ἔσονται; Λύσις. Οὐδαμῶ;. Καὶ οὕτω γὰρ ἐπιτιμηθήσονται. Εἰ μὲν γὰρ ἐξ ἀνάγκης συνέφαγον μετὰ τῶν ἀπίστων, ὡς προσόενταὶ τυχών ὄντες ἢ αἰχμάλωτοι, διὰ μετρίου φαρμάκου θερα πευθήσονται· εἰ δὲ ἀπὸ καταφρονήσεως καὶ ἀδια φορίας, πλειόνως ἐπιτιμηθήσονται· πλὴν οὐ κατ' ἐκείνους τοὺς δέξαντας συνεορτάζειν μετὰ τῶν ἀπί στων. Ὥσπερ πάλιν ἐπέκεινα καὶ τούτων τιμωρητ θήσονται, οἱ μὴ φαγόντες οἰκεῖα βρώματα, ἀλλὰ τὰ τῆς ἐθνικῆς ἑορτῆς. Ταῦτα δὲ πάντα εἰς τὴν τοῦ ἐπισκόπου διάκρισιν ἀναρτήθησαν. Σημείωσαι ταῦτα, πολλὰ χρησιμεῦσαί σοι ὀφείλοντα εἰς τοὺς μετὰ τῶν ᾿Αγαρηνῶν συμφυγόντας, ἢ ἄλλων ἐθνι κῶν. Οἱ Ιβηρες δὲ ἀδιάφορον λέγουσιν εἶναι τὸ μετὰ τῶν ὀρθοδόξων καὶ αἱρετικῶν ἐσθίειν· καὶ πῶς τοῦτο γίνεται ἀγνοῶ. ΖΩΝΑΡ. Εἰ δὲ τινες ἐν ἑορτῇ ἐθνικῇ συνεστιάθησαν ἐθνικοῖς, ἐν ἀπίστοις ἐν τόπῳ ἀφωρισμένῳ τοῖς ἐθνι τοῖς, ἐν εἴδωλείω τυχὸν ἢ ἄλλῳ τόπῳ εἰς τελετάς αὐτοῖς τελουμένας ἀνειμένῳ, κἂν ἴδια βρώματα Εκόμισαν καὶ ἔφαγον οἱ πιστοὶ, δι' αὐτὸ μέντοι τὸ συνεστιαθῆναι τοῖς ἐθνικοῖς, καὶ οὕτω δόξαι συνεορτάσαι αὐτοῖς, ἔδοξε τῇ συνόδῳ διετίαν ύποπεσεῖν αὐτοὺς, τουτέστι, μετὰ τῶν κατηχουμένων ίστασθαι καὶ σὺν αὐτοῖς ἐξιέναι, καὶ μετὰ τὴν διετίαν δε χθῆναι. Οπως δὲ χρὴ ἕκαστον αὐτῶν δεχθῆναι εἴτε καὶ εἰς μετάληψιν τῶν ἁγιασμάτων, εἴτε εἰς μόνην τὴν μετὰ τῶν πιστῶν σύστασιν, τῶν ἐπισκόπων ἐστί, το φασί, δοκιμάσαι, καὶ τὸν ἄλλον βίον ἑκάστου ἐξετάσαι. ΑΡΙΣΤ. ὁ Ἐάν τις, ίδια βρώματα ἔχων, συνειστιάθη ι τοῖς ἔθνεσιν ἐν ταῖς ἑορταῖς αὐτῶν, διετίαν «ὑποπιπτέτω. ο Εἴ τις ἐν ταῖς ἑορταῖς τῶν ἐθνῶν ταῖς ἐν ἀφωσ ρισμένῳ τινὶ τόπῳ γινομέναις συνῆλθε, καὶ ἴδια βιώματα έχων, συνέφαγε μετ᾿ αὐτῶν, διετίαν μό νην ὑποπιπτέτω· εἰ δὲ χρὴ αὐτὸν ἔκτοτε εἴτε τῶν εὐχῶν μόνων μετὰ τῶν πιστῶν κοινωνεῖν, ἢ καὶ τῶν
col. 1147–1148page 565 of 741
PG 137:1147θείων ἁγιασμάτων μεταλαμβάνειν, παρὰ τῇ κρίσει ἔσται τοῦ ἐπισκόπου τὸν ἄλλον αὐτοῦ δὴ τοῦ μετα νοοῦντος βίου κατεξετάζοντος. ΚΑΝΩΝ Η. Οἱ δὲ δεύτερον καὶ τρίτον θύσαντες μετά βίας, τετραετίαν ὑποπεσάτωσαν, δύο δὲ ἔτη χωρίς προσφοράς κοινωνησάτωσαν, καὶ τῷ ἑβδόμῳ τε λείως δεχθήτωσαν.» ΒΑΛΣ. Ειπόντες οἱ ἅγιοι Πατέρες περὶ τῶν ἅπαξ θυσάντων, νῦν καὶ περὶ τῶν δὲς ἢ τρὶς θυσάντων φασίν. Ἐπεὶ γὰρ ἔλεγον τινες ταυτὸν εἶναι τὸ ἅπαξ καὶ τὸ πολλάκις ούσαι, ὥρισαν οἱ Πατέρες πλειόνως ἐπιτιμᾶσθαι τοὺς δὲς ἢ τρὶς θύσαντα; κατὰ βίαν, ὥστε διὰ τὸ μέγεθος τοῦ κακοῦ μεγε θύνεται καὶ ἡ κόλασις. Καὶ πάντως τοῦτο προχω Βρήσει καὶ ἐφεξῆς. ΖΩΝΑΡ. "Α μὲν ἐν τοῖς ἀνωτέρω κανόσιν είρηται περὶ τῶν ἅπαξ θυσάντων οἱ τῆς συνόδου ταύτης Πατέρες διετάξαντο· νῦν δὲ καὶ περὶ τῶν δὲς ἢ τρὶς ἐκ βίας τεθυκότων φασὶν, οἷς καὶ τες τραετίαν διάγειν ἐν ὑποπτώσει κελεύουσιν, ἐπὶ διετίαν δὲ ἄλλην κοινωνεῖν τοῖς πιστοῖς, ήτοι συνο ἔστασθαι αὐτοῖς, καὶ συνεύχεσθαι ἄνευ προσφορᾶς, ἤγουν τῆς τοῦ ἀγαθοῦ μεταλήψεως, καὶ τῷ ἑβδόμω Ετει τελείως δέχεσθαι, τουτέστι καὶ εἰς μετάληψιν τοῦ ἀχράντου σώματος καὶ αἷματος τοῦ Κυρίου. ΑΡΙΣΤ. «Ο δεύτερον καὶ τρίτον θύσας, ἀλλὰ μετὰ βίας, επταετίαν ὑποπιπτέτω.» Οσοι οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον καὶ τρίτου Εθυσαν βιασθέντες, οὗτος τετραετίαν ὑποπεσάτω σαν, διετίαν χωρίς προσφορᾶς τῶν εὐχῶν μόνων μετὰ τῶν πιστῶν κοινωνησάτωσαν· καὶ τῷ ἑβδόμῳ ἔτει δεξάσθωσαν τὴν τελείωσιν. ΚΑΝΩΝ Θ'. Οσοι δὲ μὴ μόνον ἀπέστησαν, ἀλλὰ καὶ ἐπανέστησαν, καὶ ἠνάγκασαν ἀδελφούς, καὶ αἴτιοι ἐγέ νοντο τοῦ ἀναγκασθῆναι, οὗτοι ἔτη μὲν τρία τὸν τῆς ἀκροάσεως δεξάσθωσαν τόπον, ἐν δὲ ἄλλη ἐξ αετίς τὸν τῆς ὑποπτώσεως ἄλλον ἐνιαυτὸν κοινω νησάτωσαν χωρίς προσφοράς· ἵνα τὴν δεκαετίαν πληρώσαντες τοῦ τελείου μετάσχωσιν. Εν μέντοι τούτῳ τῷ χρόνῳ καὶ τὸν ἄλλον αὐτῶν ἐπιτηρεῖσθαι βίον. ΒΑΛΣ. Τοσοῦτόν τινες ἐδειλάνδρησαν πιστοὶ διὰ τὰς βασάνου;, καὶ ἀπέστησαν ἐκ τῶν ὀρθοδόξων, ὡς καὶ χωρῆσαι κατά τούτων, ποτὲ μὲν ἀναγκάζοντες αὐτοὺς φρονῆσαι τὰ τῶν τυράννων, ποτὲ δὲ καὶ καταμηνύοντες κρυπτομένους· τούτους γοῦν ἐπὶ δεκαετίαν ἐπιτιμᾶσθαι οἱ ἅγιοι Πατέρες διωρίσαντο Μὴ εἴπῃς δὲ τοὺς ῥηθέντας πιστοὺς οὕτως ἀπαλλοτριωθῆναι τῆς πίστεως τῶν Χριστιανῶν, ὡς καὶ γενέσθαι ἀπίστους, και διώκειν τοὺς ὀρθοδόξους. Τοὺς τοιούτους γὰρ ἀλλοτρόπως ἡ Ἐκκλησία δέχε ται, ὥσπερ καὶ τοὺς ἐκ γενετῆς ἀπίστους, μᾶλλον δὲ καὶ μετὰ πλείονος ἐξετάσεως· ἀλλ᾽ εἰπὲ αὐτοὺς φρονεῖν μὲν καὶ εἰσέτι τὰ τῶν ὀρθοδόξων, διὰ δὲ τὰς βασάνους ταχέως ἐνδοῦναι καὶ κατὰ σκήψιν ὑπο κρίνεσθαι τὰ τῶν κακοδόξων· ὥστε τοὺς βλέποντας
col. 1149–1150page 566 of 741
PG 137:1149αἱρετικοὺς μὴ σκανδαλίζεσθαι, ἀλλὰ συντίθεσθαι παρομοίως τούτοις καὶ αὐτοὺς πιστεύειν. Διὰ γὰρ τοῦτο καὶ ἐπιτιμίας καθυποβάλλονται, και οὗ δέχονται ὡς οἱ εἰδωλολάτραι καὶ οἱ ἄπιστοι. ΖΩΝΑΡ. Εἰ δί τίνες οὐ μόνον ἀπέστησαν τῆς εἰς τὸν Κύριον πίστεως, ἀλλὰ καὶ ἐπανέστησαν, ἀντὶ τοῦ κατ' αὐτῆς ἐγένοντο, καὶ ἠνάγκασαν, ἀδελφοὺς θύσαι, ἢ καὶ αἴτιοι ἐγένοντο ἀναγκασθῆναι αὐτοὺς, οἷον φυγόντας καὶ κρυπτομένους καταμεμηνυκότες αὐτ του, ἢ ἀγνοουμένους ὅτι Χριστιανοί εἰσι δήλους αὐτοὺς θέμενοι τοῖς διώκταις, τοὺς τοιούτους ᾠκονόμησαν οἱ Πατέρες τρία μὲν ἔτη ἐν ἀκροάσει πληρῶτα: ἐκτὸς τοῦ ναοῦ ἱσταμένους ἐν τῷ προνάῳ, ἓξ δὲ ἄλλα ἐν ὑποπτώσει διαγαγεῖν, καὶ ἐνιαυτὸν ἕτερον κοινωνῆσαὶ τῶν εὐχῶν τοῖς πιστοῖς, καὶ μετά τὴν δεκαετίαν ταύτην μετασχεῖν τοῦ τελείου. Ἐν δὲ τῷ χρόνῳ τούτῳ, τῆς μετανοίας αὐτῶν δηλονότι, φασί, χρὴ καὶ τὸν ἄλλον αὐτῶν ἐπιτηρεῖσθαι βίον. Εἰ γὰρ ἀμελῶς ἢ καὶ πλημμελῶς διαγνωσθῶσι ζῶντες, ἐπιταθήσεται χρόνος τῶν ἐπιτιμίων αὐτῶν. ΑΡΙΣΤ. † Ὁ μὴ μόνον ἐθελουσίως τεθυχώς, ἀλλὰ καὶ ἕτερον ἀναγκάσας, δεκαετίαν ὑποπιπτέτω. Οὗτος, ὡς καὶ ἑαυτὸν ἀπολέσας, καὶ ἑτέρους συνωθήσας καὶ βιάσας εἰς τὴν ἀπώλειαν, εἰ ὑπου στρέψει; ἐπὶ τριετίαν μὲν ἔστω μετὰ τῶν ἀκροωμές νων, ἐν δὲ ἄλλῃ ἐξαετία, μετὰ τῶν ὑποπιπτόντων, ἐπὶ δὲ ἕτερον ἕνα ἐνιαυτὸν μετὰ τῶν συνισταμές νων, καὶ κοινωνείτω μέχρι τέλους τῆς θείας μυσταγωγίας τῶν εὐχῶν μετὰ τῶν πιστῶν, καὶ οὕτω τοῦ δεκαετούς χρόνου παραῤῥυέντος μετασχέτω τῆς τε λειώσεως, καὶ τῶν θείων ἁγιασμάτων ἀξιωθήτω ἐὰν μέντοι καὶ ἄλλος αὐτοῦ βίος ἐπιτηρούμενος οὐκ ἀπείργῃ τοῦτον τῆς θείας μεταλήψεως. ΚΑΝΩΝ Ι'. Διάκονος ὅσοι καθιστάμενοι, παρ' αὐτὴν τὴν κα * τάστασιν εἰ διεμαρτύραντο καὶ ἔφασαν χρῆναι τ γαμῆσαι, μὴ δυνάμενοι οὕτω μένειν· οὗτοι μετὰ ταῦτα γαμήσαντες έστωσαν ἐν τῇ ὑπηρε τ σίᾳ, διὰ τὸ ἐπιτραπῆναι αὐτοὺς ὑπὸ τοῦ ἐπι τ σκόπου. Τοῦτο δὲ εἰ τινες παρασιωπήσαντες, η καὶ καταδεξάμενοι ἐν τῇ χειροτονία μένειν ου «τω, μετὰ ταῦτα ἦλθον ἐπὶ γάμον, πεπαῦσθαν αὐτοὺς τῆς διακονίας. ΒΑΛΒ. Τῷ κανόνι τούτῳ μὴ προσοχής διοριζομένῳ τους διακόνους· μετὰ τὸ χειροτονηθῆναι συνάπτεσθαι γυναιξὶν, ὅτι ἐν τῷ χειροτονεῖσθαι διεμαρτύραντο, τουτέστιν, εἶπον προς τους ἐπισκόπους αὐτῶν ἀναγκαῖον εἶναι αὐτοῖς εἰς γάμον ἐλθεῖν, καὶ οἱονεὶ ἔλαβον τὸ ἐνδόσιμον. Είτε γὰρ προανεφώνησαν τι περὶ τούτου, εἴτε ἐσιώπησαν χειροτονούμενοι, οὐ παραχωρηθήσονται μετὰ τὴν χειροτονίαν γυα ναιξὶ συζευχθῆναι, ὅτι ὁ ς' κανὼν τῆς ἐν τῷ Τρούλλῳ συνόδου διορίζεται καθαιρεῖσθαι τοὺς μετά τὴν χειροτονίαν γάμους συναλλάττοντας προσω δυτέρους, διακόνους καὶ ὑποδιακόνους. Τὸ δὲ ακανόνιστον οὔτε ἀπὸ ἐπιτροπῆς ἐπισκοπικῆς οὔτε ἀπὸ μόνου τοῦ σιωπῆσαι ἐκχωρηθήσεται, ὡς ἀνυ πόστατον. Ανάγνωθι καὶ τὴν ς Νεαρὰν τοῦ βασι ο
col. 1151–1152page 567 of 741
PG 137:1151λέως κυροῦ Λέοντος τοῦ Σοφού, λέγουσαν ὡς, εἰ καὶ ἀπὸ συνηθείας ἀγράφου εἶχον ἄδειαν οἱ ἱερωμένος εντός διετίας ψηφιζομένης μετὰ τὴν χειροτονίαν λαμβάνειν νομίμους γυναῖκας, ἀλλὰ καὶ τοῦτο ὡς ὑπὸ τῶν κανόνων κεκωλυμένον, οὐκ ὀφείλει κρατείν. ΖΩΝΑΡ. Φησὶν ὁ κανὼν οὗτος, ὅτι ὅσοι ἐν τῷ καθίστασθαι εἰς διακονίαν, ήγουν ἐν τῷ μέλλειν χειροτονεῖσθαι διεμαρτύραντο, ἀντὶ τοῦ φανερώς, εἶπον ὡς ἐπὶ μάρτυσιν ὡς ἀναγκαῖόν ἐστιν αὐτοῖς εἰς γάμον ἐλθεῖν, μὴ δυναμένοις παρθενεύειν, οὗτοι μετὰ τὴν χειροτονίαν εἰς γάμον ἐλθέντες μενέτωσαν ἐν τῇ ὑπηρεσία, ἤτοι τῇ διακονίᾳ. Δοκοῦσι γάρ ἐπιτραπῆναι τὸ μετὰ τὴν χειροτονίαν ἐλθεῖν εἰς γάμον ὑπὸ τοῦ ἐπισκόπου. Εἰ δέ τινες σιωπήσαντες ἐν τῷ μέλλειν χειροτονεῖσθαι, καὶ καταδεξάμενα διὰ τῆς σιωπῆς ἄγαμοι μένειν· κἀνταῦθα γὰρ ἡ σιωπὴ συγκατάθεσιν δηλοῖ· μετά την χειροτο ναν ἔγημαν, πεπαῦσθαι τῆς διακονίας ὁρίζει. Ταῦτα μὲν τοῦ παρόντος κανόνος· ὁ δὲ εἰκοστὸς ἕκτος τῶν ἁγίων ἀποστόλων κανὼν μόνοις ἀναγνώσται; καὶ ψάλται, ἐνδίδωσι, μετὰ τὸ εἰς κλῆρον καταταγένει γαμεῖν. Καὶ ὁ ἔκτος τῆς ἕκτης συνόδου κανών, τῷ ἀποστολικῷ κανόνι ἑπόμενος, ἀπαγορεύει παντί πρεσβυτέρῳ καὶ διακόνῳ καὶ ὑποδιακόνῳ μετά τὴν χειροτονίαν εἰς γάμον ἔρχεσθαι· καὶ τοὺς με τὸν κανόνα φυλάττοντας καθαιρείσθαι κελεύει. Προ δὲ τῆς χειροτονίας τοὺς εἰρημένους θεσπίζει συν αλλάττειν γάμον, εἰ βούλοιντο. Εναντίων οὖν προ δήλως τῶν κανόνων τούτων ὄντων, ὁ τῆς ἕκτης συνόδου κρατεῖν ὀφείλει, ὡς μεταγενέστερος καὶ τῷ ἀποστολικῷ συμφωνῶν κανόνι. Οὐ γάρ ποτε πρε σβύτερος ἢ διάκονος, μετὰ τὴν χειροτονίαν γυναῖκα παραχωρηθήσεται. λαβὼν, ἐν τῇ οἰκείᾳ ἔσται ἐπιτιμίς, ἢ ἱερουργείν ΑΡΙΣΤ: «Ο μέλλων διάκονος χειροτονεῖσθαι, εἰ προεμαρτύρατο τῷ ἐπισκόπῳ μὴ δύνασθαι χορο τερεῖν ἄγαμον, γαμήσας ἔστω διάκονος· εἰ δὲ σιωπήσας έγημεν ὕστερον, ἀποβαλλέσθω.». Οὗτος ὁ κανὼν διαγορεύει τὴν πρὸ τῆς χειροτο γίας προμαρτυράμενον τῷ ἐπισκόπιο μὴ δύνασθαι παρθενεύειν, ἀλλ᾽ εἰς γάμου βούλεσθαι κοινωνίαν ελθεῖν, μὴ κωλύεσθαι, καὶ μετὰ τὴν χειροτονίαν εἰς γάμον ἔρχεσθαι, καὶ μένειν ἐπὶ τῆς αὐτῆς αὖθις ὑπηρεσίας τε καὶ τιμῆς. Τὸν δὲ σιωπήσαντα, καὶ καταδεξάμενον ἐν τῇ χειροτονίᾳ ἄγαμον μένειν, τῆς διακονίας πεποῦσθαι, εἴπερ μετὰ τοῦτο γάμου νόμῳ γυναικὶ συναφθῇ. Πλὴν τῷ παρόντι κανόνι ἀντίκειται ὁ ἔκτος κανὼν τῆς ἕκτης συνόδων, μὴ παραχωρών όπως τῷ προελθόντι ἀγάμῳ εἰς υπου διακόνου ἢ διακόνου ή πρεσβυτέρου βαθμὸν μετά την χειροτονίαν γαμικὸν ἑαυτῷ συνιστᾷν συνοικέσιον, ἀλλὰ τὸν τοῦτο τολμήσαντα ποιῆσαι διαταττό. μενος καθαιρεῖσθαι. Καὶ κρατεῖ ὁ κανὼν ἐκεῖνος, καὶ οὗτος ἤργησε. ΚΑΝΩΝ ΙΑ'. Τάς μνηστευθείσας κόρας, καὶ μετὰ ταῦτα ὑπὸ
col. 1153–1154page 568 of 741
PG 137:1153ἄλλων ἁρπαγείσα;, ἔδοξεν ἀποδίδοσθαι τοῖς προμνηστευσαμένοις, εἰ καὶ βίαν ὑπ' αὐτῶν πάθοιεν. ΒΑΛΣ. Περὶ τῶν ἁρπαζόντων κέρας οιασδήτινας τὰ εἰκότα διελήφθη ἐν τῷ λ' κεφ. τοῦ θ' τίτλου του παρόντος συντάγματος, καὶ ἀνάγνωθι τοῦτο· ὡσαύ τως ἀνάγνωθι καὶ τὸν Ιβ' κανόνα τῆς ἐν τῷ Τρούλλω συνόδου, καὶ τὸν νη' ὅλον τίτλον τοῦ ξ' βιβλίου. Ακούων δὲ τοῦ κανόνος λέγοντος ἀποδίδοσθαι τὰς ἁρπαγείσας τοῖς μνηστευσαμένοις· μὴ εἴπῃς ἀναγ κάζεσθαι τούτους ταύτας λαβεῖν, ἀλλὰ θέλειν καὶ ζητεῖν αὐτοὺς αὐτάς. Τοῦτο γὰρ καὶ ἐπὶ μοιχαλίδων γυναικῶν εἴρηται ἐν βιβλίου κη' τίτλου ζ' κεφαλ. α', ὅπερ ἐστὶ Νεαρὰ Ἰουστινιάνειος ριζ'. Εἰ δὲ θέλεις εἰπεῖν καὶ ἄκοντας λαμβάνειν αὐτὰς τους μνηστῆρας, ἑρμήνευσον τὸν κανόνα κατὰ τὴν ἐπιστολὴν & τοῦ ἁγίου Γρηγορίου τοῦ θαυματουργοῦ· ἦν καὶ ἀνάγνωθι περὶ τὰς ἀρχάς· πρὸς δὲ καὶ τὰ εἰς ἐρω μηνείαν τῆς αὐτῆς ἐπιστολῆς γραφέντα, ἀλλὰ καὶ τὸν κβ' κανόνα τοῦ ἁγίου Βασιλείου οὕτως ἑρμής νευτο. ΖΩΝΑΡ. Καὶ ὁ μέγας Βασίλειος ἐν εἰκοστῷ δευτέρῳ κανόνι αὐτοῦ τὸν ἐξ ἁρπαγῆς ἔχοντα γυ ναῖκα μὴ πρότερον παραδέχεσθαι εἰς μετάνοιαν βούλεται, εἰ μὴ ἀφαιρεθῇ ἐξ αὐτοῦ ἡ ἁρπαγεῖσα, καὶ τῷ μνηστευσαμένῳ αὐτὴν δοθῇ, εἰ τέως βού λοιτο λαβεῖν αὐτήν. Οὕτω καὶ τὸν κανόνα τοῦτον νοητέον λέγειν τὸ ἀποδίδοσθαι τὰς ἁρπαγείσας τοῖς μνηστευσαμένοις αὐτὰς, εἰ αἱροῖντο δηλον ότι λαβεῖν αὐτάς. Ακοντες γὰρ οὐκ ἀναγκασθή ε σονται, ΑΡΙΣΤ. «Ε' έμνηστεύθη κόρη, ἡρπάγη δὲ παρ᾽ ἄλ λου, τῷ προτέρῳ ἀποκαθίσταται. Ὁ μὲν κανὼν οὗτος τὴν μνηστευθεῖσάν τινι κόρην, καὶ μετὰ ταῦτα ὑφ᾽ ἑτέρου ἁρπαγεῖσαν, προστάττει ἀποκαθίστασθαι τῷ προτέρῳ μνηστήρι, κἂν ὑπὸ τοῦ ἁρπάσαντος αὐτὴν ἡ παρθένος ἐφθάρη, 'Ο δὲ πεντηκοστός όγδοος τίτλος τοῦ ξ' βιβλίου Βα σιλικῶν μεγάλαις ποιναῖς ὑποβάλλει τὸν ἁρπαγὴν ποιησάμενον γυναικὸς, καὶ τὸν βοηθήσαντα αὐτῷ ἐν τῇ ἁρπαγῇ, καὶ τοὺς ἄλλους τοὺς οιανδήποτε σπουδὴν τούτῳ εἰσενεγκόντας. Καὶ οὐδὲ συγχωρεῖ, κἂν ἡ ἁρπαγεῖσα θέλῃ γυνή, κἂν οἱ γονεῖς αὐτ τῆς, τῷ ἁρπάσαντι συναφθῆναι πρὸς γάμον. Ἀλλὰ καὶ εἰ συναινέσουσιν οἱ γονεῖς τῷ τοιούτῳ συνοικεσίῳ, περιορίζονται. ΚΑΝΩΝ ΙΒ'. Τοὺς πρὸ τοῦ βαπτίσματος τεθνηκότας, καὶ μετὰ ταῦτα βαπτισθέντας, ἔδοξεν εἰς τάξιν προάγε ο σθαι, ὡς ἀπολουσαμένους.» ΒΛΑΣ. Τινὲς ἄπιστοι τὸ μὲν κήρυγμα ἐδέχοντο, καὶ ἐπίστευον τῷ Χριστῷ· βαπτίζεσθαι δὲ ὑπερετί Ρεντο. Ἐπεὶ οὖν οὗτοι κατὰ τοὺς λοιποὺς ἀπίστους θύσαντες ἠξίουν, μετὰ τὸ βαπτισθῆναι, ἱερωθῆναι, καὶ οὐ παρεχωροῦντο, ὥς τινων λεγόντων μὴ ὀφεί Ει Επεὶ οὖν οὗτοι κατὰ τοὺς λοιποὺς ἀπί στους. ἐπεὶ οὗτοι κατὰ τοὺς λοιπούς.
col. 1155–1156page 569 of 741
PG 137:1155λειν τούτου; εἰς βαθμούς ἐκκλησιαστικούς προανα βιβάζεσθαι κατὰ τοὺς προῤῥηθέντας κανόνας, τοὺς Ο ἐπιτιμώντας τοὺς θύσαντας τοῖς εἰδώλοις· διωρί φαντο οἱ Πατέρες τούτους εἰς ἱερωσύνην προάγεσθαι ὡς διὰ τοῦ ἁγίου βαπτίσματος ἀπολουσαμένους καὶ καθαρισθέντας ἀπὸ παντὸς τύπου ἁμαρτίας. Ερω τήσει δέ τις, Καὶ τίνος χάριν τούτους μὲν ἐκοντὶ καὶ μὴ κατὰ βίαν θύσαντας δεχόμεθα καὶ βαπτίζομεν, καὶ τῷ κλήρῳ συντάττομεν, τοὺς δὲ Χριστιανούς κατὰ βίαν θύσαντας οὐ μόνον ἱερωσύνης οὐκ ἀξιοῦ μεν, ἀλλὰ ἐπιτιμίοις καθυποβάλλομεν, ώς προείρητ ται; Λύσις. Ἐκεῖνοι μὲν, Χριστιανοὶ ὄντες καὶ τὰς βασάνους μὴ ἀναμείναντες, ἀλλὰ θύσαντες, ἀρνησίθεος γεγόνασι, καὶ ὡς τὰ ἔσχατα ἑπταικότες εἰς ἱε ρωσύνην οὐ παραδέχονται, ἀλλὰ καὶ ἐπιτιμῶνται οὗτοι δὲ, ἐκ γενετῆς ὄντες ἄπιστοι καὶ πρὸ τοῦ θείου βαπτίσματος θύσαντες, οὐκ ἠρνήσαντο τὸν Θεόν. Πῶς γὰρ, ἂν ἔτι οὐ παρεδέξαντο, διὰ τὸ μηδὲ βαπτισθῆς ναι, καὶ κατὰ τοῦτο οὐδὲ ἥμαρτον ποιήσαντες καὶ κατὰ τὴν οἰκείαν θρησκείαν; κἀντεῦθεν καὶ προσερχόμενοι τῇ Ἐκκλησίᾳ δέχονται ὡς ἄπιστοι· καὶ ἐπεὶ οἱ τοιοῦτοι βαπτιζόμενοι καὶ ἱερωσύνης ἀξιοῦντα. μετὰ δοκιμασίας ἐπισκοπικῆς, οὐδὲ αὐτοὶ κωλυθής σοντα: ἱερωθήναι, ἀλλὰ γενήσεται καὶ ἐπὶ τούτοις πάντα τὰ τοῖς θείοις Πατράσι διωρισμένα χάριν τῶν ἐξ ἀπίστων βαπτισθέντων καὶ θελόντων ἱερωθήναι, Ετέρα ερμηνεία Τῷ παρόντι κανόνι χρησάμενος ὁ ἁγιώτατος ἐκεῖνος πατριάρχης κύρας Πολύευκτος πρῶτον μὲν ἐξώθησεν ἐκ τῶν ἱερῶν περιβόλων τῆς ἁγιωτάτης τοῦ Θεοῦ Μεγάλης Εκκλησίας τὸν βασιλέα κύριον Ἰωάννην τὸν Τζιμισκὴν ὡς φονεύσαντα τὸν βασιλέα κύριον Νικηφόρον τὸν Φωκᾶν· ὕστερον δὲ ἐδέξατο. Εἶπε γὰρ μετὰ τῆς ἁγίας συνόδου ἐν τῇ γενομένῃ τηνικαῦτα συνοδικῇ πράξει, τῇ ἐν τῷ χαρτοφυλακείῳ ἀποκειμένη, ὡς, ἐπεὶ τὸ χρίσμα τοῦ ἁγίου βαπτίσματος τὰ πρὸ τούτου ἁμαρτήματα ἀπαλείφει, οἷα καὶ ὅτα ἂν ὦτι, πάντως καὶ τὸ χρίσμα τῆς βασιλείας τὴν πρὸ ταύτης γεγονότα φόνον παρὰ τοῦ Τζιμισκῇ ἐξήλειψεν. Ακολούθως οὖν τῇ τοιαύτῃ πράξει λέγουσιν ὅσοι μᾶλλον εἰσι συμπαθέστεροι καὶ τὸν τοῦ Θεοῦ ἔλεον τῆς κρίσεως προαρπάζουσι, διὰ τοῦ χρίσματος τῆς ἀρχιερωσύνης τὰ πρὸ ταύτης ἀπαλείφεσθαι ἁμαρτ τήματα, καὶ διενίστανται τῶν πρὸ τῆς ἀρχιερωσύνης ψυχικῶν μολυσμάτων τοὺς ἀρχιερεῖς μὴ εὐθύνεσθαι ὡς γὰρ οἱ βασιλεῖς χριστοὶ κύριοι λέγονται καὶ εἰσὶν, οὕτω καὶ ἀρχιερεῖς εἰσί τε καὶ ὀνομάζονται. κατασκευάζονται δὲ τὸν οἰκεῖον λόγον καὶ ἀπὸ τοῦ εἶναι τὰς ἀναγινωσκομένας εὐχάς, ὅτε στέφονται οἱ βασι λεῖς, τῆς αὐτῆς δυνάμεως καὶ ὅτε χειροτονοῦνται οἱ ἀρχιερεῖς. Ἀντὶ δὲ τοῦ χρισμένου ἐλαίου τοῖς βασι λεῦσι καὶ τοῖ; ἀρχιερεῦσι, κατὰ τὸν παλαιὸν νόμον, εἶπον ἀρκεῖν τοῖς ἀρχιερεῦσι τὸν ἐπικείμενον ζυγὸν 'Ετέρα έρμηνεία.
col. 1157–1158page 570 of 741
PG 137:1157τοῦ Εὐαγγελίου τῷ τραχήλῳ αὐτῶν, καὶ δι' ἐπικλή Ει σεως τοῦ ἁγίου Πνεύματος σφραγίδα τοῦ χειροτονοῦντος. Εἰς σύστασιν δὲ τούτων πάντων ἀναντίῤῥητον χρῶνται καὶ τῷ τοῦ μεγάλου Γρηγορίου τοῦ Θεολό του λόγῳ, οὗ ἡ ἀρχὴ, Πάλιν ἐπ' ἐμὲ χρίσμα καὶ πνεῦμα. Αφ' οὗ μάθῃς ὅτι οὐδὲν ἧττον ἀξιοῦται τῆς τοῦ παναγίου Πνεύματος χάριτος ὁ ἀναξίως χειροτονηθεὶς, καὶ ἐν καθαρότητι τὸν μετὰ τὴν χειροτονίαν βίον ἀνύσας, τοῦ ἀξίως χειροτονηθέντος, καὶ μετὰ τῆς αὐτῆς καθαρότητος τὴν ἐν ἡμῖν βίον ἀπολιπόντος. Ταῦτα περὶ ἀρχιερέων· περὶ γὰρ ἱερέων καὶ ἑτέρων κληρικῶν ζήτει συνόδου Νικαίας κανόνα 10, συνόδου Νεοκαισαρείας κανόνα θ', ια', Βασιλείου και νόνα και, καὶ Θεοφίλου ἐκ τοῦ ὑπομνηστικοῦ κανένα δ', ε', η'. Καὶ σημείωσαι ἐκ τούτων ὅτι ἡ χειροτονία τῶν ἀρχιερέων καὶ τὸ χρίσμα τῶν βασιλέων ἀπα λείφουσι τὰ πρὸ τῆς χειροτονίας καὶ τοῦ χρίσματος ἁμαρτήματα, οἷα ἂν ὦσι· διὰ γάρ τοῦτο ἔχουσιν οἱ ἐπίσκοποι ἐξουσίαν ἀφιέναι ἁμαρτήματα, ὡς ἀκού σαντες ἅμα τῷ χειροτονηθῆναι, "Οσα δήσετε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ, καὶ ὅσα λύο σετε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ. Η δὲ τῶν ἱερέων καὶ τῶν λοιπῶν χειροτονία μικρά ἁμαρτήματα απαλείφε:, οἷον συγκατάθεσιν, ψεῦδος καὶ τοιαῦτα, μὴ ἐπάγοντα καθαίρεσιν, πορνείαν δὲ οὐχι. Οθεν οὐδὲ ἀφιέναι ἁμαρτίας οἱ ἱερεῖς δύνανται. Καὶ ἀνάγνωσον τῆς ἐν Νεοκαισαρεία συνόδου κανόνα θ', τὰ αὐτὰ περὶ ἱερέων λέγοντα. Μὴ ἐναντιωθῇ δέ σοι ο ις κανὼν τῶν ἁγίων ἀποστόλων, λέγων· 'Ο δυσὶ γάμοις συμπλακεὶς μετὰ τὸ βάπτισμα, ή παλλακὴν κτησάμενος, οὐ δύναται εἶναι ἐπί σκοπος, πρεσβύτερος ἢ διάκονος, ἢ ὅλως τοῦ ἱερατικοῦ καταλόγου, μηδὲ ὁ ιη' τὰ αὐτὰ σχεδὸν διοριζόμενος. Αλλ' ἐκλαβοῦ τὸ εἶναι εἰς τὸ γίνεσθαι, καὶ εἰπε, οὐ δείς οὕτως ὀλισθήσας ἀξιωθήσεται ἐπισκοπικοῦ ἢ ἱε ματικοῦ ἀξιώματος. Αξιωθεὶς δὲ παρὰ τὰ δεδογμένα, εἰ μέν ἐστιν ἐπίσκοπος, οὐκ ἀνακριθήσεται διὰ τὰς βηθείσας αἰτίας, καὶ οἱ ἀρχιερεῖ; ἅμα τῷ χειροτονηθῆναι οὐ μόνον ἀποστολικοῦ χαρίσματος ἀξιοῦνται, ἀλλὰ καὶ προφητικού. Οὕτω γὰρ καὶ Σαούλ ἐν προ φήταις, καὶ Καϊάφας ἄκων προεφήτευσεν· ἦν γὰρ, φησίν, ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου· εἰ δὲ ἱερεύς ἐστιν ἡ ἕτερος ἱερωμένος, καθαιρεθήσεται. Ανάγνω σεν καὶ τὸ κι κεφ. τοῦ θ' τίτλου τοῦ παρόντος συν τάγματος, καὶ εὑρήσεις ἐν αὐτῷ νόμους διαφόρους πολλὰ περὶ ἱερέων καὶ ἑτερων ἱερωμένων διαλαμβάνοντας, ἐπισκόπων δὲ ὅλως μνείαν μὴ ποιουμένους. ΖΩΝΑΡ. Τὸ παλαιὸν τὸ μὲν κήρυγμα ἐδέχοντο οἱ πλείους, καὶ ἐπίστευον τῷ Χριστῷ, βαπτίζεσθαι δὲ ὑπερετίθεντο. Διὸ καὶ ὁ Θεολόγος Γρηγόριος καὶ δ' μέγας Βασίλειος τοὺς εἰς τὸ ἅγιον βάπτισμα προτρεπτικοὺς συνεγράψαντο λόγους. "Ησαν οὖν ἐν τοῖς και ροῖς τῶν διωγμῶν τοιοῦτοι πολλοί, Χριστιανοὶ μὲν ὄντες, μήπω δὲ βαπτισθέντες. Φησὶν οὖν περὶ τού των ὁ κανὼν ὅτι, ἐάν τινες έθυσαν κατασχεθέντες ὡς Χριστιανοί, ἀφώτιστοι δὲ ὄντες μετὰ ταῦτα ἐβαπτίσθησαν, οὐδὲν αὐτοὺς κωλύει τὸ θῦσαι εἰς τὸ προαρ
col. 1159–1160page 571 of 741
PG 137:1159χθῆναι εἰς τάξιν, τουτέστιν εἰς ἱερωσύνης βαθμόν, τὸ γὰρ ἅγιον βάπτισμα ἅπαντα τὰ πρώην μολύσματα ἀπολοῦσαι καὶ ἐκκαθάραι πιστεύεται ὁποῖα ἂν εξεν. ΑΡΙΣΤ. 4 Ο πρὸ τοῦ βαπτίσματος θύσας ἀνεύθυνη μετὰ τὸ βάπτισμα. Ἐπεὶ τὸ ἅγιον βάπτισμα πάντα ῥύπον ψυχικών ἀποπλύνει, εἰκότως ὁ πρὸ τοῦ βαπτίσματος θύσας μετὰ τὸ βάπτισμα ἔσται ἀνεύθυνος, καὶ εἰς ἱερατικὸν βαθμὸν προαχθήσεται, εἴπερ ὁ μετὰ ταῦτα βίας αὐτοῦ εὑρεθῇ ἀνεπίληπτος. ΚΑΝΩΝ ΙΓ'. Χωρεπισκόπους μὴ ἐξεῖναι πρεσβυτέρους διακόνους χειροτονεῖν· ἀλλὰ μὴν μηδὲ πρεσβυτέρους πόλεως, χωρὶς τοῦ ἐπιτραπῆναι ὑπὸ τοῦ ἐπισκόπου μετά γραμμάτων, ἐν ἑτέρα ο παροικία. ο ΒΑΛΣ. Εἰ θέλεις μαθεῖν τίνες εἰσὶν οἱ χωρεπίσκοποι καὶ τίγα τὰ τούτων προνόμια, ἀνάγνωθι τῆς ἐν Νεο καισαρείς συνόδου κανόνα ιγ', τῆς ἐν ᾿Αντιοχείς και νόνα ι', καὶ τὴν πρὸς τοὺς χωρεπισκόπους ἐπιστολὴν τοῦ ἁγίου Βασιλείου. Διορίζονται δὲ καὶ οἱ τῆς παρούσης συνόδου Πατέρες μὴ χειροτονεῖν χωρεπίσκοπ πρεσβυτέρους ἢ διακόνους χωρὶς ἐγγράφου ἐπιστολῆς τοῦ ἐγχωρίου ἐπισκόπου· ἀλλὰ μηδὲ πρεσβύτερον το λεω;. Περὶ μέντοι τοῦ παρόντος κανόνος ἠθέλομεν γράψαι τινά· ἐπεὶ δὲ ὁ τῶν χωρεπισκόπων βαθμό; παντελῶς ἐπράκτησεν, οὐδὲ ἡμεῖς ματαιοπονῆσαι ἠθελήσαμεν. ΖΩΝΑΡ, Ο τῆς ἐν Ἀντιοχείᾳ συνόδου δέκατος κανὼν τὰ αὐτὰ περὶ τῶν χωρεπισκόπων ὁρίζει, ἀπαγορεύων αὐτοῖς χειροτονίαν πρεσβυτέρου ἢ διακόνου, μόνους δὲ ἐπιτρέπων χειροτονεῖν ὑποδιακόνους καὶ ἀναγνώστας καὶ ἐφορκιστά;· ἄνευ δὲ ἐπιτροπῆς τῶν ἐπισκόπων οἷς ὑπόκεινται μὴ ἐξεῖναι αὐτοῖς πρεσβύτερον ἢ διάκονον χειροτονεῖν, ἀλλὰ μηδὲ πρεσβυτέρους ἐν πόλεσι καθιστᾷν, Εἰ γὰρ ἐν ταῖς χώραις ἐν αἷς ἐπισκοποῦσιν οὐ δύνανται χειροτονεῖν τοὺς εἰρημένους, μᾶλλον ἐν πόλεσε τοῦτο ποιεῖν κωλύονται. Τὴν δὲ ἐπιτροπὴν βούλεται ὁ κανὼν διὰ γραμμάτων γίνεσθαι, ήτοι ἔγγραφον, ἵνα μή τις εἴη περὶ τούτου ἀμφιβολία, τοῦ μὲν χωρεπισκόπου λέγοντος ἐπιτραπῆναι, τοῦ δὲ ἐπι Ο σκόπου αρνουμένου ἴσως ἢ διὰ λήθην ἢ ἄλλως. ΑΡΙΣΤ. + Χωρεπίσκοπος οὐ χειροτονεῖ ἄνευ ἐπι ι τροπῆς ἐπισκόπου. Ὁ μὲν κανὼν οὗτος ἀδιαστίκτως τους χωρεπισκόπους κωλύει χειροτονεῖν ἄνευ ἐπιτροπῆς ἐπισκόπου· ὁ δὲ δέκατος κανὼν τῆς ἐν Ἀντιοχεία συνόδου συγχωρεῖ αὐτοῖς μόνον ἀναγνώστας, καὶ ὑποδις κόνους, καὶ ἐφορκιστές καθιστᾷν, μὴ μέντοι γε πρεσβύτερον ἢ διάκονον χειροτονεῖν τολμῶν δίχα γνώμης τοῦ ἐν τῇ πόλει ἐπισκόπου ᾗ ὑπόκειται αὐτός τε καὶ ἡ χώρα. 'Ο δὲ μέγας Βασίλειος, εὐρὼν ἀνεξετάστως γινομένους τοὺς ὑπηρέτας τῆς ἐκκλησίας παρὰ τῶν χωρεπισκόπων, πολλάκις δὲ καὶ παρὰ τῶν πρεσβυτέρων και διακόνων εἰσαγομένους,
col. 1161–1162page 572 of 741
PG 137:1161κατ' ἐπιτροπὴν αὐτῶν ἐπισκόπων, οὐ συγχωρεῖ τοῖς χωρεπισκόποις ἄνευ γνώμης αὐτοῦ τινα εἰς ἐκκλησιαστικὴν ὑπηρεσίαν παραδέχεσθαι· ἀλλὰ κατεξε τάζεσθαι μὲν τοὺς ἀξίους παρὰ τῶν χωρεπισκόπων, καὶ παραδέχεσθαι. μὴ συναριθμεῖν δὲ αὐτοὺς τῷ κλήρῳ πρὸ τοῦ ἀνενεγκεῖν αὐτῷ τὰ περὶ αὐτῶν. Χωρεπίσκοπο: δέ εἰσιν οἱ σήμερον ἔν τισι κώμαις καὶ χώραις πρωτοπαπάδες λεγόμενος. ΚΑΝΩΝ ΙΔ'. Τοὺς ἐν κλήρῳ, πρεσβυτέρους ἢ διακόνους ὄντας, ἀπεχομένους χρεῶν, ἔδοξεν ἐφάπτεσθαι, καὶ οὕτως, εἰ βούλοιντο, κρατεῖν ἑαυτῶν· εἰ δὲ μὴ βούλοιντο, ὡς μηδὲ τὰ μετὰ κρεῶν βαλλόμενα λάχανα ἐσθίειν, καὶ μηδὲ ὑπείκοιεν τῷ κανόνι, πεπαῦσθαι αὐτοὺς τῆς τάξεως.» ο ΒΑΛΣ. Τὰ μὲν περιεχόμενα τῷ ἀποστολικῷ να κανόνι χάριν τῶν ἀπεχομένων γάμου, οἴνου καὶ κρεῶν, προηρμηνεύθησαν ἐκεῖσε· ἐπεὶ δὲ διελήφθη ἐν τῷ τοιούτῳ κανόνι μὴ κολάζεσθαι τοὺς διὰ ἄσκη σιν νηστεύοντας, ἀλλὰ τιμωρεῖσθαι τοὺς βλασφημοῦντας κατὰ τῶν οἰκονομιῶν τοῦ Θεοῦ· εἰκὸς δὲ εἰπεῖν τινας, Καὶ πόθεν ἀναφανήσονται οι διὰ ἀγαθὸν τρόπον καὶ οἱ διὰ φαῦλον νηστεύοντες; οἱ τῆς παρούσης συνόδου Πατέρες εὐμαρῶς καὶ τοῦτο διηυλήτωσαν. Ἔφασαν γὰρ, ὡς Εἰ βούλονται οἱ νησ στεύοντες ἅπαν σκάνδαλον περιαιρῆσαι, ἐφαπτές σθωσαν μόνον τῶν χρεῶν, καὶ πάλιν νηστευέτωσαν, εἰ αἱροῦνται. Εἰ δὲ τοῦτο οὐ ποιήσουσιν, ἀλλ' οὐδὲ τὰ λάχανα τὰ μετὰ τῶν χρεῶν βαλλόμενα ἐσθίουσιν, αναγκαζόμενοι πάντως παρὰ τοῦ ἐπισκόπου ἐκ προσώ αγγελίας τινών, καταλαμβάνονται διὰ τρόπον οὐκ ἀγαθὸν ἀπέχεσθαι τῶν χρεῶν, καὶ καθαιρείσθωσαν, ὡς μὴ τῷ κανόνι ὑποτασσόμενοι. Καλῶς δὲ ἐκεῖσε μὲν ὁ κανὼν εἶπεν ἢ παύεσθαι ἡ καθαιρεῖσθαι τού τους· ἐνταῦθα δὲ παύεσθαι τῆς τάξεως οἱ Πατέρες διωρίσαντο. Ετι γὰρ τοῦ ἀμφιβόλου μὴ λυθέντος, ὤφειλε πάντως ὁ αἰτιώμενος παρεγγυηθῆναι περιαιρῆσαι διὰ τοῦ κρεωφαγῆσαι τὸ σκάνδαλον, καὶ οὕτω κατακριθῆναι. Ἐνταῦθα δὲ τῆς ὑποψίας περιαιρουμένης διὰ τῆς ὑποτυπωθείσης οικονομίας παρὰ τῶν Πατέρων, ἐξ ἀνάγκης ὁ μὴ κατὰ ταύτην ποιῶν καθαιρεῖται ἀπεντεῦθεν. Ἐπεὶ δὲ πρεσβυτέρων καὶ διακόνων μόνων εμνήσθη ὁ παρών κανών, ὁ δὲ ῥη θεὶς ἀποστολικός κανών πάντων τῶν ἀνθρώπων μέμνηται, ὀφείλεις καὶ σὺ τὰ ἐνταῦθα διορισθέντα εἰς πάντας ἑλκύσαι. Ὡς ἔοικεν οὖν, καὶ οἱ αἰτιώμενοι διὰ Βωγομιλικὴν αἵρεσιν ἀκολούθως τῷ παρ όντι κανόνι ἀναγκάζονται κρεωφαγήσαι ή τυροφα γῆσαι, καὶ περιαιρῆσαι τὴν ὑποψίαν τῆς Βωγομιλια κῆς νηστείας· ἀλλὰ καὶ οἱ πλείους τῶν εὐλαβεστέρων μοναχῶν, μή θέλοντες καταλῦσαι εἰς ἰχθύας διὰ τὸ τῆς ἁγίας Τεσσαρακοστῆς αἰδέσιμον, κατὰ τοῦτον δῆθεν τὸν κανόνα τούτων μὲν ἀπέχονται, ἐσθίουσι δὲ τὰ ἀποβράσματα αὐτῶν καὶ τὰ σὺν αὐ τοῖς εψόμενα λάχανα. Καὶ τὸ μὲν οὕτω γινόμενον εἰς τοὺς κατηγορουμένους διὰ Βωγομιλικὴν αἵρεσιν καλῶς εἴποι τις γίνεσθαι· ὥσπερ καὶ τὸ ἀπογεύσασθαι τινα κρέατος ἢ τυροῦ εἰς τὰς ἑβδομάδας καθ' &; Αρμένιοι ἢ ἄλλο: αἱρετικοὶ νηστεύουσι· καὶ
col. 1163–1164page 573 of 741
PG 137:1163μᾶλλον ὅταν εἰς ὑποπτον χώραν διάγῃ. Ποιεῖ γὰρ τοῦτο ἵνα μὴ λογισθῇ συννηστεύειν τοῖς αἱρετικοῖς. Τὸ δὲ γινόμενον παρὰ τῶν νηστευόντων ἐν ταῖς ἁγίαις τεσσαρακοσταῖς, καὶ καταλυόντων, ὡς εἴρηται, οὐ δοκεῖ μοι ἀκατάγνωστον. "Εδει γὰρ τοὺς νηστεύοντας μὴ καταλύειν ἐν τοιούτοις καὶ ἀτιμάζειν τὴν νη στείαν. Ὁ δὲ κανὼν εἶπε τὸ ἐσθίειν τοιαῦτα λάχανα, οὐχ ὡς προτρέπων ἀπέχεσθαι μὲν τῶν χρεῶν, τὰ δ' ἐν αὐτοῖς λάχανα ἐσθίειν, ἀλλ' ὡς μισῶν τοὺς διὰ βδελυρίαν καὶ ἀποστροφὴν τῶν χρεῶν ἀποτασσυμέν νους καὶ αὐτοῖς τοῖς λαχάνοις τοῖς μετὰ τῶν χρεῶν ἐψομένοις. Ὥστε πανταχοῦ ἡ διάθεσις σκοπεῖται τοῦ καταλύοντος καὶ μὴ καταλύοντος. Οἱ δὲ Λατίνοι μοναχοί, τῶν χρεῶν μὲν ἀπεχόμενοι, τὸ δὲ στέαρ τούτων μετὰ λαχάνων ἀδιαφόρως ἐσθίοντες, οὐ δου κοῦσί μοι ποιεῖν κατὰ τὸν παρόντα κανόνι. Οὐ γὰρ, ἵνα μὴ αἰτιαθῶσιν ὡς ἀπεχόμενοι τῶν χρεῶν, καταλύουσιν εἰς τὸ στέαρ, ἀλλ᾽ ἵνα τὴν γαστέρα ἐμπλήσωσι καὶ τὸν φάρυγγα θεραπεύσωσιν. ΖΩΝΑΡ. Εν πεντηκοστῷ τρίτῳ κανόνι οἱ ἅγιοι ἀπόστολοι διετάξαντο τοὺς μὴ μεταλαμβάνοντας κρεῶν καὶ οίνου ἐπισκόπους ἢ πρεσβυτέρους ἢ διακόνους, ὡς βδελυσσομένους αὐτὰ, καὶ οὐ δι' ἄσκησιν, καθαιρεῖσθαι. Ἐπεὶ δὲ εἰκὸς ἦν τινας, βδελυττομένους τὸ κρέας καὶ τὸν οἶνον, ἀπέχεσθαι αὐτῶν, λέγειν δὲ, ὅτι Δι᾽ ἄσκησιν αὐτῶν ἀπεχόμεθα ὥρισεν ἡ σύνοδος αὕτη ἅπτεσθαι τῶν κρεῶν τοὺς ἀπεχομένου; αὐτῶν, ἀντὶ τοῦ ἀπογεύεσθαι αὐτῶν, κατά τινας καιρούς συνάξεων, καὶ οὕτως αὖθις, εἰ βούλοιντο, ἐγκρατεύεσθαι. Εἰ δὲ οὕτως βούλονται ἀπέχεσθαι αὐτῶν, ὡς μηδὲ λάχανα μετὰ χρεῶν εψόμενα ἐσθίειν, πεπαῦσθαι αὐτοὺς τῆς τάξεως, τουτέστιν, ἐξωθεῖσθαι τοῦ βαθμοῦ καὶ τῆς τιμῆς ἐν ᾗ τυγχάνουσιν. ΑΡΙΣΤ. «Ιερατικός, κρεῶν ἀπεχόμενος γευσάμενος μόνον, οὕτως ἀπεχέσθω· εἰ δὲ μηδὲ «τῶν μετὰ κρέατος γεύοιτο λαχάνων, πεπαύ ο σθω. ο ῾Ο ἀπεχόμενος κρεῶν πρεσβύτερος ἢ διάκονος ἀπογευσάσθω. Εἰ δὲ οὐ πείθεται, ὡς μηδὲ τῶν λα χάνων τῶν μετὰ κρέατος γεύσασθαι, καθαιρείσθω, ὡς τὴν τοῦ Θεοῦ ἀποδοκιμάζων δημιουργίαν, καὶ διαβάλλων αὐτήν. Καὶ ζήτει καὶ τῶν ἁγίων ἀποστόλων κανόνα να'. ΚΑΝΩΝ ΙΕ'. Περὶ τῶν διαφερόντων τῷ Κυριακῷ ὥσπ Περὶ τῶν διαφερόντων τῷ Κυριακῷ. Το Κυριακὸν Κατηχούμενος ἐὰν εἰσ ερχόμενος εἰς Κυριακήν, 5. ἐν τοῖς Κυριακοῖς ἢ ἐν ταῖς ἐκκλησίαι;, κατὰ τὰ Κυριακά δὲ τὰ οἰκεῖα ὅπως κατασκευάζοιεν, συγχωρείται. ἱερὰ καὶ τεμένη ἑνὶ τῷ πάντων βασιλεῖ Θεῷ τῷ δὴ καὶ τῶν ὅλων Δεσπότῃ καθιερώσθαι, ἔνθεν καὶ τῆς τοῦ Δεσπότου προσηγορίας ηξίωται τὰ καθιερωμένα οὐκ ἐξ ἀνθρώπων τυχόντα τῆς ἐπικλήσεως, ἐξ αὐτοῖ δὲ τοῦ τῶν ὅλων Κυρίου, παρὰ καὶ Κυριακῶν ἠξίων καὶ τῶν ἐπωνυμιών. Τῷ κγ', καὶ δ', καὶ ε' ἔτει τὸ ἐν Ἀντιοχείᾳ ἐκτάγωνον Κυριακὴν ἤρξατο οίκο δομείσθαι. Κυριακz
col. 1165–1166page 574 of 741
PG 137:1165ἐπισκόπου μὴ ὄντος πρεσβύτεροι ἐπώλησιν, ἀνακαλεῖσθαι τὸ Κυριακόν. Ἐν δὲ τῇ κρίσει τοῦ ἐπισκόπου εἶναι, εἴπερ προσήκει ἀπολαβεῖν τὴν τιμήν, εἴτε καὶ μὴ, διὰ τὸ πολλάκις τὴν πρόσοδον τῶν πεπραμένων ἀποδεδωκέναι αὐτοῖς τούτοις πλείονα την τιμήν.» ΒΑΛΣ. Ἐν τῷ ιβ' κανόνι τῆς ἐν Νικαίᾳ συνόδου τὸ δεύτερον ἱκανῶς διελάβομεν περὶ ἐκποιήσεως ἀκινήτων ἐκκλησιαστικῶν. Οἱ δὲ τῆς παρούσης συνε όξου Πατέρες, μαθόντες παρὰ ἱερέων διαπραθῆναι, χηρευούσης τῆς ἐπισκοπῆς, ἀκίνητα ἐπισκοπικά, καὶ τὰ Κυριακὰ λεγόμενα, ὡς τῷ Κυρίῳ ἀνατεθειμένα, μὴ ἀνεκτὸν τὸ γεγονὸς ἡγησάμενοι, διω ρίσαντο ἀνακαλεῖσθαι ταῦτα τὸ Κυριακὸν, ήγουν τον τοῦ Κυρίου λαόν, ὡς τῆς πράξεως οὔσης ἀνυποστάτου, καὶ δι᾿ ἄλλα μὲν πολλὰ, οὐχ ἧττον δὲ καὶ διὰ τὸ χηρεύειν τὴν Ἐκκλησίαν ἐπισκόπου κατά τὸν τῆς διαπράξεως καιρόν. "Ωσπερ δέ τινος είν πόντο;, Τί ἄρα καὶ γενήσεται εἰς τὸ δοθὲν τίμημα παρὰ τοῦ ἀγοραστοῦ; ἀπεφήναντο οἱ Πατέρες παρὰ τῇ διακρίσει τοῦ ἐπισκόπου τὰ περὶ τούτου εἶναι ἀνατεθειμένα, καὶ αὐτὸς δοκιμάζει, εἰ προσήκει τὸν ἀγοραστὴν λαβεῖν τὸ παρὰ τούτου δοθέν τίμημα, εἴτε καὶ μή. Εἰ μὲν γὰρ ἀπὸ τῆς εἰσίδου τοῦ δια πραθέντος ἱκανώθη αὐτό, ἀναργύρως πρὸς τὴν ἐπι σκοπὴν ἀντιστραφήσεται τὸ ἀκίνητον· εἰ δ᾽ οὔ, ἐξ ἀντιδιαστολής λάβῃ τοῦτο ἀπὸ τοῦ ἐπισκόπου. Και τὰ μὲν τοῦ κανόνος ἐν τούτοις. Ερωτήσει δέ τις, Τίνος χάριν ὁ κανὼν πρεσβυτέρων μόνων ἐμνήσθη, καὶ οὐχὶ καὶ τῶν λοιπῶν κληρικῶν; Λύσις. Διὰ τοῦ ὀνόματος τῶν πρεσβυτέρων τὸν ἅπαντα κληρικὸν Ανίξατο. Μνησθεὶς γὰρ αὐτῶν, ὡς ὑπερεχόντων ἐν τῷ βαθμῷ, ἔδοξε καὶ περὶ ἄλλων διαλαβεῖν. "Αν γὰρ ἀνατρέπηται ή γεγονυία πρᾶσις παρὰ τῶν πρεσβυτέρων, πολλῷ πλείων ἀνατραπήσεται ἡ παρὰ ἑτέρων γινομένη κληρικῶν. Ωστε μὴ κατὰ ἀντι διαστολὴν δήσῃς τὴν παρὰ ἄλλων κληρικῶν οὕτω γινομένην πρᾶσιν ἐῤῥωμένην είναι. Τῆς δὲ πράσεως ὡς ἀνυποστάτου ανατρεπομένης, πῶς οἱ Πατέρες λέγουσι τῆς ἐπισκοπικῆς εἶναι διακρίσεως τὸ ἀν τιστραφῆναι τὸ τίμημα εἴτε καὶ μή; Πάντως ὤφειλεν ὁ ἀγοραστής μὴ ζητεῖν τὸ τίμημα, κατὰ τὸν καθόλου νομικὸν κανόνα τὸν λέγοντα Ὁ ἐπὶ παρα νόμῳ συναλλάγματι διδοὺς ἀγωγὴν οὐκ ἔχει εἰς τὸ τότε καθιστά Κωνσταντίνος τους ἰδίους παῖδας Καίσαρας, καὶ Κυριακὰς πρὸς ἐπιστροφὰς τῶν ἐθνῶν κατὰ τόπους εἰς τιμὴν τοῦ Θεοῦ ποιεῖν. Κυριακά Κυριακόν ἐν τῷ Κυριακῷ τῆς πόλεως
col. 1167–1168page 575 of 741
PG 137:1167ἀναλαβεῖν τὸ δοθέν. Λύσις. Οὐ διωρίσαντο οἱ Πα τέρες ἐξ ἀνάγκης Αντιστρέφεσθαι τὸ τίμημα ὑπεναντίως τῷ ῥηθέντι κανόνι ἀλλὰ μᾶλλον ὁ ἐπιστατικώτερον ἀναγινώσκων τὸν κανόνα εὑρήσει τούτους ἀρνησαμένους τὴν ἀντιστροφὴν τοῦ τιμή ματος. Ἐπεὶ γὰρ παρὰ τῇ ἐπισκοπικῇ διακρίσει τὰ περὶ τούτου ἀνέθεντο, κατὰ λόγον συμπαθέστερον καὶ εἶπον ὡς ἀληθὴς ἀρχιερεὺς καὶ πρὸς τὸ τῆς Ἐκκλησίας ἀποβλέψει ἀζήμιον, καὶ πρὸς τὸ τοῦ ἀγοράσαντος, καὶ ποιήσει τὸ δόξαν αὐτῷ ἀγαθοθε λὲς καὶ ἀκατάγνωστον. Κἂν μὴ ἀκριβές ἐστιν, 80 ξαν ἀποφαίνεσθαι μὴ ἔχειν ἐνδύναμον ἀγωγὴν τὸν Αγορακότα καὶ διὰ τοῦτο ὀφείλειν αὐτὸν πα ρακαλεῖν καὶ μὴ ἐνάγειν. 'Ανάγνωσον καὶ κεφάλαιον δ' τῆς πρὸς Δόμνον ἐπιστολῆς τοῦ ἁγίου Κυρίλλου, τῆς ἐν Καρθαγένῃ συνόδου κανόνα κς' καὶ τῆς ἐν Νικαία συνόδου τὸ δεύτερον κανόνα ιβ', ὡσαύτως καὶ τὰς ἑρμηνείας τούτων. ΖΩΝΑΡ. Ἐὰν μὴ ὄντος ἐπισκόπου ἐκποιήσωνται τινα τῶν διαφερόντων ἀκινήτων τῇ Ἐκκλησίᾳ οἱ τοῦ κλήρου, διά τινα ίσως κατεπείγουσαν χρείαν διὰ γὰρ τῶν πρεσβυτέρων τὸν κλῆρον ᾐνίξατο δ κανών, μνησθεὶς αὐτῶν τὸ ὑπερέχον τοῦ βαθμοῦ ἀνακαλεῖσθαι ταῦτα δύναται ἡ Ἐκκλησία, ήτοι ὁ ἐπίσκοπος. Οὗ τῇ κρίσει ἀνατίθησιν ὁ κανών δοκι μάσαι εἰ χρὴ ἀντιστραφῆναι τὸ τίμημα, ἢ μή. Ίσως γὰρ εὐπρότοδον ἐν τὸ ἀκίνητον περιεποιήσατο τῷ ἀγοραστῇ πλείονα την τιμήν. Ο δὲ τῆς ἐν Καρθαγένῃ συνόδου είκοστὸς ἔκτος κανὼν ἀπρόσοδα ἀκίνητα δίδωσιν ἐκποιεῖσθαι, ἀνάγκης επικειμένης, ἀλλὰ καὶ τὰ τοιαῦτα μετὰ διαστίξεως. ΑΡΙΣΤ. • Ἐάν τι τῆς Ἐκκλησίας πρεσβύτεροι διαπράσοιεν, ἔστω ἀβέβαιον, καὶ μενέτω τῇ ι κρίσει τοῦ ἐπισκόπου. Τελευτήσαντος ἐπισκόπου τὰ τῆς Ἐκκλησίας πράγματα ἀμείωτα ὀφείλουσι φυλάττεσθαι παρὰ τῶν κληρικῶν· ἡ κληρικῶν μὴ ὑπόντων, παρὰ τοῦ μητροπολίτου· ὥστε πάντα ἀποδοθῆναι τῷ χειροτονη θησομένῳ ἐπισκόπῳ, καὶ μήτε παρὰ τοῦ μητροπολίτου, ἢ τῶν κληρικῶν σφετερίζεσθαί τι, ἢ ἀφαι ρεῖσθαι τούτων· μήτε μὴν τὴν χηρεύουσαν ἐκκλησίαν ἐπὶ πολὺ ἀνεπίσκοπον μένειν· ἀλλ' ἐντὸς μη νῶν τριῶν, τὰς χειροτονίας τῶν ἐπισκόπων γίνεσθαι εἰ μή πού τις ἀπαραίτητος ἀνάγκη τὸν καιρὸν ἐπι ταθῆναι παρασκευάσει. Εἴ τι οὖν τῶν τῆς Ἐκκλησίας πραγμάτων ἐν τῷ μεταξὺ τοῦ καιροῦ οἱ κληρικοὶ διαπράσωσι, καθ᾽ ὅν ἐπισκόπου ἡ ἐκκλησία χηρεύει ἔσται ἀβέβαιον, καὶ παρὰ τῇ ξουσίᾳ τοῦ Ἐπισκόπου κείσεται ἢ τὴν πρᾶσιν ἀνατρέψαι, καὶ ἐπαναλαβεῖν τὸ πρᾶγμα, ἢ στέρξαι ταύτην, καὶ ἀπολαβεῖν τὴν τιμήν. Ζήτει τῆς ἐν Χαλκηδόνι συνόδου κανένα λεʹ. Περὶ τῶν ἀλογευσαμένων, ἢ καὶ ἀλογευομέ νων ὅσοι πρὶν εἰκοσαετείς γενέσθαι ήμαρ Ἀγωγὴν τὴν ἡγορακότα. κατὰ τῆς ἐκκλησίας Περὶ τῶν ἀλογευσαμένων ἤτοι ἀπογενομένων.
col. 1169–1170page 576 of 741
PG 137:1169τον, πέντε καὶ δέκα ἔτεσιν ὑποπεσόντες, κοι νωνίας τυγχανέτωσαν τῆς εἰς τὰς προσευχές. Εἶτα καὶ ἐν τῇ κοινωνία διατελέσαντες ἔτη πέντε, τότε καὶ τῆς προσφορᾶς ἐφαπτέσθωσαν. Εξεταζέσθω δὲ αὐτῶν καὶ ὁ ἐν τῇ ὑποπτώσει βίος· καὶ οὕτως τυγχανέτωσαν τῆς φιλανθρω 4 πίας. Εἰ δέ τινες κατακόρως ἐν τοῖς ἁμαρτήμασι γεγόνασι, τὴν μακρὰν ἐχέτωσαν ὑπό πτωσιν. Οσοι δὲ ὑπερβάντες τὴν ἡλικίαν ταύ 4 την, καὶ γυναῖκας ἔχοντες περιπεπτώκασι τῷ ἁμαρτήματι, πέντε καὶ εἴκοσι ἔτη ὑποπεσάτω ι σαν, καὶ κοινωνίας τυγχανέτωσαν τῆς εἰς ι τὰς προσευχάς· εἶτα, ἐκτελέσαντες πέντε ἔτη ἐν τῇ κοινωνίᾳ τῶν εὐχῶν, τυγχανέτωσαν τῆς προσφοράς. Εἰ δέ τινες, καὶ γυναῖκας ἔχοντες καὶ ὑπερβάντες τὸν πεντηκοστόν χρόνον, ήμαρ ν τον, ἐπὶ τῇ ἐξόδῳ τοῦ βίου τυγχανέτωσαν τῆς η κοινωνία;.» ΒΑΛΣ. Θαυμασίαν διαίρεσιν καὶ πολλοῦ ἀξίαν ἐπαίνου ποιοῦσιν οἱ Πατέρες ἐνταῦθα. Διατάττονται γὰρ ὡς οἱ μετὰ ἀλόγων ζώων συμφθαρέντες ἢ καὶ συμφθειρόμενοι, ῥητέον δὲ καὶ συμφθαρησόμενοι, εἰκοσαετεῖς μὲν μὴ ὄντες, πεντεκαίδεκα ἔτη ὑπο πιπτέτωσαν, καὶ μετὰ τοῦτο τῆς μετὰ τῶν πιστῶν εὐχῆς ἀξιούσθωσαν ἐπὶ πενταετίαν· καὶ ταύτης δὲ πληρωθείσης, μεταλαμβανέτωσαν τῶν θείων ἁγιασμάτων, τοῦ ἐπισκόπου ὀφείλοντος φιλανθρωπότερον τι ἐπ' αὐτοῖς ποιεῖν, εἴπερ ἴσως τοῦτο παι ρακαλεῖ ἡ κατὰ τὴν ὑπόπτωσιν θεάρεστος αὐτῶν ἀναστροφὴ καὶ μετάνοια. Ταῦτα δέ φασιν οὕτω γί νεσθαι εἰς τοὺς ἀπὸ φυσικῆς ἀνάγκης ἐνίοτε ἁμαρ τάνοντας. Οἱ γὰρ κατακόρως, τουτέστιν ὑπὲρ τὴν χρείαν καὶ ἀδιαφόρως χρησάμενοι τῇ ἀλογίστῳ ταύτῃ ἁμαρτίᾳ, ἐπὶ μακρὸν χρόνον ὑποπιπτέτωσαν. Τους μέντοι ὑπερβάντας τὸν εἰκοσαετή χρόνον, καὶ γυναῖκας ἔνοντας περιπεσόντας τῷ ἁμαρτήματι ἀλογευόμενοι ἀλόγοις, ἐν ἀλόγοις τὴν ἑαυτῶν ἀσέβειαν ἐξαγορεύουσι, ζωοφθόρους φθορία κτηνοβάται. οἱ ἀλογευόμενοι ήτοι κτηνοβάται καυλοπείσθω ἱπποπόρνοι Ει εἰ Ι, Ει δέ τινες κατακόρως ἐν τοῖς ἁμαρτήμασι. κατακόρως κακούργως. κακούργως Υποπεσάτωσαν καὶ κοινωνίας τυγχανές τωσαν. ύποπεσόντες κοινωνίας τυγχανέτωσαν τῆς εἰς τὰς προσευχάς,
col. 1171–1172page 577 of 741
PG 137:1171τούτῳ, ἐπὶ πέντε καὶ εἴκάτι χρόνους ὑποπίπτειν διορίζονται, καὶ οὕτω τῆς μετὰ τῶν πιστῶν κοινων νίας ἀξιοῦσθαι ἐπὶ χρόνους πέντε· πληρωθέντων δ καὶ τούτων τυγχάνειν καὶ τῶν θείων ἁγιασμάτων. Οἱ δὲ τὸν πεντηκονταετή χρόνον ὑπερβάντες, ἐὰν καὶ γυναῖκας ἔχοντες εἰς τοιοῦτόν τι. περιπέσωσιν, οὐδέποτε τῆς θείας ἀξιωθήσονται μεταλήψεως εξ μὴ ἐν τῇ ἐξόδῳ τοῦ βίου. Ἐπεὶ δὲ εἰς τρία διεῖλον οἱ ἅγιοι Πατέρες τοὺς ἁμαρτάνοντας, καὶ παρεχε λεύσαντο ἄλλως κολάζεσθαι τοὺς μὴ φθάσαντας εἰς εἰκοσαετή χρόνον, καὶ ἄλλως τοὺς εἰς πεντηκοντας τίαν καταντήσαντας, καὶ ἄλλως τοὺς ὑπερβάντας τὸν πεντηκονταετή χρόνον τοῖς μὲν γὰρ ἐλάττονος ἡλικίας οὖσι συγγνωμονοῦσιν ἁμαρτάνουσι διὰ τὴν ἀνάγκην τῆς φύσεως, καὶ διὰ τὸ ὀλισθηρὸν τοῦ φρονήματος· τοὺς δὲ μείζονος ὄντας ἡλικίας καὶ κατὰ τοῦτο στερεωτέρους περὶ τὸ ναεῖν πλειόνως πολάζουσι, ὥσπερ καὶ τοὺς εἰς γῆρας ἐληλακότα; τοιοῦτόν τι ἑπταικότας ἐπὶ πλέον τιμωροῦσιν, ὡς συνετωτέρους καὶ μὴ δυναμένους φυσικὴν ἀνάγκην προβαλέσθαι)· ἐρωτήσει τις, Διὰ τί τοὺς μὲν ὑπερ βάντας τὸν κ χρόνον καὶ τὸν ν', γυναῖκας ἔχοντας καὶ πταίσαντας οἱ Πατέρες κολάζουσι, τοὺς δὲ μὴ πληρώσαντας τὴν εἰκυαετίαν, κἂν γυναῖκα; οὐχ έχωσι, τιμωροῦσι; Λύσις. Εἰς τοὺς ἔτι διὰ τὴν ἡλικίαν περὶ τὸ κακὸν ἀκμάζοντας, καὶ ὄντας ἀφρο νεστέρους, φιλανθρωπότερον οἱ Πατέρες διετέθησαν, καὶ οὐ προσέθεντο τὴν περὶ τῶν γυναικῶν διάστιξιν, ἀδιάφορον ἡγησάμενοι τὸ ἔχειν τούτους γυναῖκας είτε καὶ μή· τοὺς δὲ λοιποὺς πλέον βαρύνοντες ὡς μὴ συγγέ νωσκομένους ἢ ἀπὸ παθημάτων ἀκμῆς ἢ ἀπὸ ἡλικίας ἀστηρίκτου, ἐπήγαγον ἐπὶ πλέον τούτους τιμωρεῖσθαι, εἴπερ ἔχουσι καὶ γυναῖκας. Πλην γίνωσκε ὡς καὶ μὴ ἔχοντες γυναῖκας οὐκ ἐκφεύξονται τὰ ἐπιτίμια, ἀλλὰ παρομοίως κολασθήσονται. Μακρὰν μέντοι ὑπόπτωσίν τινες εἶπον τὴν εἰκοσαετή, κατασκευάζοντες τοῦτο ἀπὸ τοῦ νόμου, τοῦ λέγοντος διὰ μάτ προῦ χρόνου, τουτέστιν εἰκοσαετούς, δεσπόζεσθαι παρὰ τοῦ καλῇ πίστει νομέως τὸ τοῦ ἀπόντος ἀκίνητον. Οὐκ ἤρεσαν δὲ τοῦτο λέγοντες, διὰ τὸ λέγε σθαι μακρόν χρόνον καὶ τὸν δεκαετή, δι' οὗ ὁ καλῇ πίστει νομεὺς δεσποτείαν κτᾶται ἀκινήτου διαφέροντος παρόντι τινί· ἀλλ᾽ ἤκουσαν μακρόν χρόνον ἐκεῖνον εἶναι, τὸν ὑποτετυπωμένον παρὰ τοῦ ἐπι σκόπου. Ακούων δὲ τοῦ κανόνος λέγοντος δι' ἑνὸς ἐπιτιμίου, τῆς ἀποχῆς δηλονότι τῶν θείων ἅγια σμάτων, τιμωρεῖσθαι τοὺς ἐν γήρει οὕτως ἐπταικότας, μὴ εἴπῃς τὰ ἄλλα ἐπιτίμια μὴ ἐπάγεσθαι ὡς παρασιωπηθέντα. Τῷ γὰρ φρικτῷ τούτῳ ἐπιτιμίῳ ἐξ ἀνάγκης ἔπονται καὶ τὰ λοιπά, καὶ εἰ μὴ πλείονα, ἀλλὰ τέως τριάκοντα ἔτη καὶ αὐτοὶ δουλεῦσαι τοῖς ἐπιτιμίοις ἀναγκασθήσονται. Οὐ προσετέθησαν δὲ οἱ τοσοῦτοι χρόνοι παρὰ τῶν Πατέρων, διὰ τὸ με τρητοὺς πάντη ανθρώπους ζῆν ἐπὶ χρόνοις τριάκοντα ψηφιζομένοις μετὰ τὴν πεντηκονταετίαν. ΖΩΝΑΡ. Τους ζώοις ἀλόγοις συμφθαρέντας οὐχ ὁμοίω; πάντας οἰκονομεῖσθαι ὁ κανών δικτάττες, ἀλλὰ διαφοράς ποιεῖται κατὰ τὰς ἡλικίας αὐτῶν. Τοὺς μὲν γὰρ μήπω τὸν εἰκοστὸν φθάσαντας χρόνον
col. 1173–1174page 578 of 741
PG 137:1173πεντεκαίδεκα έτη βούλεται ὑποπιπτειν, εἶτα ἐν ἄλ λοις πέντε ἔτεσι κοινωνεῖν τοῖς πιστοῖς τῶν εὐχῶν, ἀντὶ τοῦ συνίστασθαι αὐτοῖς καὶ συνεύχεσθαι, καὶ μετὰ τὰ πέντε έτη τῆς συστάσεως μεταλαμβάνειν καὶ τῶν θείων δωρεῶν. Χρὴ δέ, φησί, καὶ τὴν δια γωγὴν αὐτῶν ἐξετάζεσθαι, τὴν ἐν τοῖς χρόνοις τῶν ἐπιτιμίων, ὡς εἴ γε άδιαφόρως καὶ ἐν τοῖς καιροίς τούτοις ζῶσι, καὶ οὐκ ἐνδείκνυνται θερμότητα ἐν τῇ μετανοίᾳ, οὐκ ἂν τύχωσι φιλανθρωπίας. Εἰ δέ τινες, φησίν, ἐπὶ μακρόν χρόνον ἥμαρτον, καὶ εἰς κόρον ἐνεφορήθησαν τοῦ κακοῦ, οἱ τοιοῦτοι τὴν μακράν ἐχέτωσαν ὑπόπτωσιν, ἤτοι τὸν εἰκοσαετῆ χρόνον. Καὶ παρὰ τοῖς πολιτικοῖς γὰρ νόμοις μακρὸς χρόνος ὁ εἰκοσαετής λέγεται. Καὶ ταῦτα μὴν περὶ νέων φησὶν ὁ κανών, καὶ μηδὲ γυναῖκας ἐχόντων ὅσοι δὲ, τὴν τῆς νεότητος ἡλικίαν ὑπερβάντες, καὶ εἰ: ἄνδρας καταστάντες, καὶ γυναιξί συζώντες, πε ριέπεσον τῷ ἁμαρτήματι τούτῳ, τοὺς τοιούτους ὑπο πίπτειν μὲν λέγει ὁ κανών είκοσι, καὶ πέντε ἔτη, καὶ οὕτως ἕτερα πέντε κοινωνεῖν τοῖς πιστοῖς τῶν εὐχῶν, καὶ μετὰ τὰ τριάκοντα έτη τυγχάνειν τῆς Αγίας μεταλήψεως· τοὺς δὲ καὶ γυναῖκας ἔχοντας, καὶ εἰς γῆρας ήδη κλίναντας, καὶ ἔτι τῷ κακῷ τούτῳ συνεχομένους, οὐδέποτε βούλεται ἀξιοῦσθαι τῆς θείας μεταλήψεως, εἰ μὴ ἐν τῇ ἐξόδῳ τοῦ βίου. ΑΡΙΣΤ. • Ο ἀλογευσάμενος πρὸ τῶν εἴκοσι χρό νων, πεντεκαίδεκα έτεσιν ὑποπιπτέτω· εἰ δὲ καὶ τὴν ἡλικίαν ταύτην ὑπερβας, καὶ γυναῖκα ἔχων, περιπέπτωκε, πέντε καὶ εἴκοσιν ἔτεσιν ὑποπιπτέτω. Ο δὲ καὶ γυναῖκα ἔχων, καὶ ὑπὲρ κ τὰ πεντήκοντα τελῶν ἔτη, ἄχρι τῆς ἐξόδου ὑπο πιπτέτω. ο Τὸ μὲν ὀγδοηκοστὸν πρῶτον κεφάλαιον τοῦ τρια ιστοῦ ἑβδόμου τίτλου τοῦ ἑξηκοστοῦ βιβλίου τῶν Γασιλικῶν ἀλογευσαμένους λέγει τους κτηνοβάτας" οὖς καὶ προστάττει καυλοκοπεῖσθαι· καὶ τοὺς μετά ἀρξένων τὴν ἀσχημοσύνην ἐργαζομένους· ου; καὶ διορίζεται ὁ κανών, εἰ μὲν ἥττονες τῶν εἴκοσι χρό νων εἰσὶν, ἐπὶ πεντεκαίδεκα ἔτεσιν ὑποπίπτειν, καὶ ἐφ᾽ ἕτερα πέντε συνίστασθαι μετὰ τῶν πιστῶν, καὶ μόνων τῶν εὐχῶν κοινωνεῖν· εἶτα τῶν θείων ἁγιασμάτων ἐφάπτεσθαι. Τοὺς δὲ τοὺς εἴκοσιν ὑπερ βάντας χρόνους, καὶ γυναῖκας ἔχοντας καὶ τῷ τοιούτῳ περιπεσόντας πάθει, εἴκοσι καὶ πέντε έτη τελέσαντας ἐν τῇ ὑποπτώσει, καὶ ἕτερα πέντε ἐν τῇ κοινωνίᾳ τῶν εὐχῶν, μετὰ ταῦτα τυγχάνειν τῆς μετοχῆς τῶν θείων ἁγιασμάτων· τοὺς δὲ τὸν πεν τηκονταετή χρόνον ὑπερελάσαντας, γυναῖκας ἔχον τας, ὑποπίπτειν διὰ βίου παντὸς, καὶ ἐν τῇ ἐξόδῳ τοῦ ἀγαθοῦ ἐφοδίου ἐπιτυγχάνειν. ΚΑΝΩΝ ΙΖ'. Τοὺς ἀλογευσαμένους καὶ λεπρούς όντας Τοὺς ἀλογευσαμένους, καὶ λεπρούς δι τας. Λεπρὸς ὢν ήγουν ἀκάθαρτος καὶ μεμολυσμένος· ἀκάθαρτοι γὰρ οἱ λεπροί παρὰ τῷ Μωσαϊκῷ νόμῳ· τὸ δὲ λεπρώσις ἀντὶ τοῦ μάνας, τὰ ζωα δηλονότι ο χειμαζομένους δὲ τοὺς δαιμονῶντας λέγει, ὥς τινές φασιν.
col. 1175–1176page 579 of 741
PG 137:1175ήτοι λεπρώσαντας, τούτους προσέταξεν ἡ ἁγία σύνοδος εἰς τοὺς χειμαζομένους εύχεσθαι. ΒΑΛΣ. Περὶ τῶν ἀλογευσαμένων ἱκανῶς διελάβο μεν ἐν τῷ προλαβόντι κανόνι. Ο δὲ παρών κανών, λεπρούς τούτους κατονομάζων, ἤτοι ἀκαθάρτους, καὶ μεμιασμένους, κατὰ τὸν Μωσε κὸν νόμον, δι ορίζεται εύχεσθαι αὐτοὺς εἰς τοὺς χειμαζομένους. Εἶπον οὖν τινες χειμαζομένους εἶναι τοὺς δαιμονῶντας· οὐκ ἔστι δὲ τοῦτο ἀληθὲς, ὡς ἐμοὶ δοκεῖ. οι γὰρ δαιμονῶντες ἢ διόλου μεμήνασι καὶ οὐδέποτε εξ χονται, ἢ ἐκ διαλείμματος, καὶ μεταλαμβάνειν παραχωροῦνται· ὅπερ εἰς τοὺς ἀλογευομένους ἀπεντεῦθεν οὐ παραχωρεῖται. Χειμαζόμενοι τοίνυν κληθήσονται κυρίως οἱ ἐν τῷ νάρθηκι ἱστάμενοι, καὶ ἀκρο ώμενοι τῶν θείων Γραφῶν, τόπον ἐπέχοντε; χειμαζομένων, καὶ εἰς τὸν ἐκκλησιαστικών λιμένα της σωτηρίας εἰσελθεῖν μὴ παραχωρούμενοι. "Οτι δὲ τοῦτο οὕτως ἔχει, δῆλον καὶ ἀπὸ τῶν ῥηθέντων εἰς τὸν διελθόντα κανόνα. Ἐπεὶ γὰρ ἐκείνῳ περὶ μὲν τῶν ἄλλων τόπων, ήγουν τῆς ὑποπτώσεως καὶ τῆς κοινωνίας, τὰ εἰκότα οἱ Πατέρες παρεκελεύσαντο, περὶ δὲ τῆς ἀκροάσεως οὐδέν τι διέλαβον· ὥρισαν ἐνταῦθα καὶ τὰ περὶ τοῦ τοιούτου τόπου, ὡς ἂν κάτ κεῖσε ἐξακούηται. Αδύνατον γὰρ ἦν τὸν οὕτως ἐπι τιμώμενον μὴ στῆναι εἰς τὸν τόπον ἀκριωμένων προ τῆς ὑποπτώσεως. ΖΩΝΑΡ. Τοὺς ζώοις ἀλόγοις συμφθαρέντας και λεπροὺς ὄντας, ἀντὶ τοῦ ἀκαθάρτους, μεμιασμένους (τοῦτο δὲ κατὰ τὸν Μωσαϊκὸν νόμον, ός τους λεπρούς ἀκαθάρτους ἐνόμιζεν) ἤτοι λεπρώσαντας, ήγουν καὶ αὐτὰ τὰ ζῶα μιάναντας, τούτους ή σύνοδος διετάξατο εἰς τοὺς χειμαζομένους εύχεσθαι, ἤτοι μετὰ τῶν χειμαζομένων. Χειμαζομένους δέ τινες καλοῦσι τοὺς δαιμονῶντας· οὐκ οἶμαι δὲ τούτους λέγειν ἐνταῦθατοὺς τῆς συνόδου Πατέρας. Οἱ γὰρ δαιμονῶντες ἢ διόλου με μήνασι, καὶ οὐδέποτε εύχονται, ἀδιάλειπτον ἔχοντες τὴν μανίαν, ἢ ἐκ διαλειμμάτων πάσχουσι, καὶ ἐν τοῖς διαλείμμασιν, ὅτε σω ρονοῦσι, καὶ μετα λαμβάνειν παραχωροῦνται, κατὰ τὸν γ' κανόνα τοῦ Αλεξανδρέως Τιμοθέου. Εἰ οὖν τοῖς ἐκ διαλειμμά των δαιμονῶσι συνεύξονται ἀδιαστίκτως οἱ ἀπογευσάμενοι, ἠπράκτησαν διὰ τούτου τοῦ κανόνος αἱ α! ρέσεις καὶ διαστίξεις του προλαβόντος κανόνος. Τι οὖν ἐστι τὸ εἰς τοὺς χειμαζομένους εὔχεσθαι, οὐκ ἔχω εἰπεῖν. λεπρώσαντας Εἰς τοὺς χειμαζομένους. χειμαζομένους δαιμονῶντας.
col. 1177–1178page 580 of 741
PG 137:1177ΑΡΙΣΤ. Ο λεπρὸς ἀλογευσάμενος, ἢ καὶ λεπρώ ο σας, τοῖς χειμαζομένοις συνεύχοιτο. ο Ἐπειδὴ ἀκάθαρτος ἦν ὁ λεπρὸς ἐν τῷ νόμῳ τῷ τοῦ Μωσέως, κατὰ τοῦτο καὶ ὁ κανὼν τὸν ἀλογευ σάμενον ὡς ἀκάθαρτον κατονομάζει λεπρόν. βούλεται οὖν τοὺς τοιούτους τοὺς ἐν γυναιξὶ παρὰ φύσιν, ἢ ἐν ἄῤῥεσιν, ἢ ἐν ἀλόγοις τὴν αἰσχύνην ἐργαζομένους, καὶ λεπρώσαντας ἑαυτοὺς, ἢ καὶ ἑτέροις τῆς οἰκείας μεταδόντας ἀκαθαρσίας, ὡς κατακόρως χρη σαμένους τῷ πάθει, μετὰ τῶν χειμαζομένων συνεύχεσθαι. Χειμαζόμενοι δέ εἰσι, κατὰ τὸν μέγαν Διο νύσιον, οἱ ὑπὸ πνεύματος πονηροῦ κατεχόμενοι, οι μετὰ τῶν πιστῶν οὐ συνεχωροῦντο εὔχεσθαι, ἀλλὰ τόπους εἶχον ἀφωρισμένους, καὶ ηύχοντο ἐν αὐτοῖς. Ζήτει τοῦ μεγάλου Βασιλείου κανόνα ξβ' καὶ ἑξηκοστὸν τρίτον· καὶ εὑρήσεις ἐπὶ τῶν τοιούτων ἀσελγειῶν ἧττονα τὰ ἐπιτίμια. Εἴ τινες ἐπίσκοποι κατασταθέντες, καὶ μὴ δεν χθέντες ὑπὸ τῆς παροικίας ἐκείνης εἰς ἣν ὠνοι μάσθησαν, ετέραις βούλοιντο παροικίαις ἐπι ιέναι, καὶ βιάζεσθαι τοὺς καθεστῶτας, καὶ στά σεις κινεῖν κατ' αὐτῶν, τούτους ἀφορίζεσθαι. Ἐὰν μέντοι βούλοιντο εἰς τὸ πρεσβυτέριον καθέζεσθαι, ἔνθα ἦσαν πρότερον πρεσβύτεροι, μὴ ἀποβάλλεσθαι αὐτοὺς τῆς τιμῆς· ἐὰν δὲ διαστασιάζωσι πρὸς τοὺς καθεστῶτας ἐκεῖ ἐπισκόπους, ἀφαιρεῖσθαι αὐτοῖς καὶ τὴν τιμὴν τοῦ πρεσβυτερίου, καὶ γίνεσθαι αὐτοὺς ἐκκη Η ρύκτους. ο ΒΑΛΣ. ῾Ο ιδ' κανὼν τῶν ἁγίων ἀποστόλων καὶ δ ιε' καὶ ὁ λς', ἀλλὰ μὴν καὶ ὁ ιζ', καὶ ὁ ιη' κανὼν τῆς ἐν ᾿Αντιοχείᾳ συνόδου, πολλά τινα διαλαμβάνουσι περὶ τῶν χειροτονουμένων ἐπισκόπων, καὶ μη δεχομένων ὑπὸ τῶν παροικιῶν αὐτῶν· καὶ ἀνάγνωθι τούτους. (1 μέντοι παρών κανών διορίζεται τοὺς μὴ δεχθέντας ἐπισκόπους, εἰς ἃς ὠνο μάσθησαν παροικίας, μὴ ἀπέρχεσθαι εἰς ἑτέρας, καὶ βιάζειν τοὺς προέδρους αὐτῶν, καὶ μήτε μὲν διεγείρειν κατά τούτων τοὺς ὑπ' αὐτοὺς κληρικούς τε καὶ λαϊκούς. Τοὺς δὲ τοιοῦτόν τι ποιοῦντας ορίζεσθαι. Ως δέ τινος εἰπόντος, Καὶ ποῖος ἔσται τύπος κατοικίας τοῖς τοιούτοις; ἐπήγαγον οἱ Παν τέρες ὡς, εἰ βούλοιντο οι χειροτονηθέντες διάγειν εἰς ἑτέρας παροικίας, ήγουν εἰς τὰς προτέρας κατο οικίας αὐτῶν, καὶ ἀνέχονται εἰς πρεσβυτέρου τόπου καθῆσθαι, οὐ κωλυθήσονται· τοίνυν καὶ οὕτω μὲν ποιοῦντες ἀνενόχλητοι διατηρηθήσονται, ἔχοντες τὴν τοιαύτην τιμήν. Ἐὰν δὲ στάσεις καὶ διαφοράς ἔχωσι μετὰ τοῦ ἐγχωρίου ἐπισκόπου, ἀφαιρεθήσονται καὶ τὴν τοῦ πρεσβυτέρου τιμὴν, καὶ γενήσονται ἐκκήρυκτοι. Ταῦτα του κανόνος διοριζομένου, μὴ εἴπῃς τοὺς μὴ δεχθέντας ἐπισκόπους καθῆσθαι εἰς τους τόπους τῶν πρεσβυτέρων διὰ ὑπόπτωσιν τῆς τιμῆς τοῦ ἐπισκοπικοῦ ἀξιώματος, ἀλλὰ διὰ τὸ μὴ εἶναι ἕτερον τόπον τοῦ πρεσβυτερίου μείζονα. Τυ γὸν γάρ τινος ἐξ αὐτῶν διτος ἀπὸ Ἡρακλείας, καὶ υποστρέψαντος εἰς ταύτην, οἱ μὲν πρεσβύτεροι,
col. 1179–1180page 581 of 741
PG 137:1179ὡς εἰς ποτε ἦν καὶ ὁ ψηφισθείς, τοὺς τῶν ἱερέων ἔξουσι τόπους· οὗτος δὲ εἰς ἐπισκοπικὸν ἀξίωμα προαναβιβασθεὶς μετὰ τῶν λοιπῶν ἐπισκόπων τοῦ Ηρακλείας καθίσει· καὶ ὑπὲρ τὰ ἐσκαμμένα πη δῶν, τουτέστιν, ἰδιούμενος τὸν τοῦ μητροπολίτου τόπον, οὐκ εἰσακουσθήσεται. Τὸ γὰρ καθήσθαί τοῦτον μετὰ τῶν πρεσβυτέρων, ὅτε καὶ ἑτέρων ἐπισκόπων καθέδρα ἐστὶν, ὕβρις ἐστὶ τῆς ἀρχιε ρωτύνης. Οφείλεις οὖν ἐνταῦθα θεματίσαι, ὅτι ὁ ἐγχώριος ἐπίσκοπος οὐκ εἶχε συνόντας αὐτῷ καὶ ἑτέρους ἐπισκόπους, ἀλλὰ μόνους πρεσβυτέρους. εἰ καὶ συνεκάθηντο. Τὸ ἀφαιρεῖσθαι δὲ τὸν παρὰ ταῦτα ποιοῦντα τὴν τιμὴν τοῦ πρεσβυτερίου, καὶ γίνεσθαι ἐκκήρυκτον, μὴ νοήσῃς ἐκλαμβάνεσθαι εἰς καθαίρεσιν, ἀλλ᾽ εἰς μόνην ὑπόπτωσιν τῆς τιμῆς τούτου, ἤγουν οὐδὲ μετὰ τῶν πρεσβυτέρων καθῆσθαι ἀξιωθήσονται. ΖΩΝΑΡ. Εάν τινες ἐπίσκοποι κατασταθέντες, ἀντὶ τοῦ χειροτονηθέντες, μὴ δεχθῶσι παρὰ τῆς παρ οικίας εἰς ἣν ὠνομάσθησαν, ἧς ἐπεκλήθησαν δη λονότι ἐπίσκοποι· ἐπέλθωσι δὲ ἑτέρᾳ παροικία, ήγουν ἑτέρᾳ ἐκκλησίᾳ καὶ ἀθροισμῷ πιστῶν, καὶ βιάζωνται τοὺς καθεστῶτας ἐκεῖ, τοὺς κεχειροτ νημένους ἐν τῇ παροικίᾳ ἐκείνῃ, καὶ στάσεις κινῶσι κατ' αὐτῶν, τούτους ὁ κανὼν ἀφορίζεσθαι κελεύει, ὥστε μὴ συντιμᾶσθαι τοῖς ἐπισκόποις. Εἰ δὲ βού λοιντο συγκαθῆσθαι τοῖς πρεσβυτέροις, τούτου τυγ χάνειν, ἤτοι πρεσβυτέρου ἔχειν τιμήν. Ἐὰν δε στά σεις κινῶσι πρὸς τοὺς ὄντας ἐκεῖ ἐπισκόπους, τότε καὶ τῆς τοῦ πρεσβυτέρου τιμής στερεῖσθαι αὐτοὺς, καὶ γίνεσθαι ἐκκηρύκτους, τουτέστι καὶ τῆς Ἐκ κλησίας ἐκπτώτους. ΑΡΙΣΤ. «Ο επίσκοπος καταστὰς, εἰ οὐ δέχεται παρὰ τῆς παροικίας εἰς ἣν ἐκλήθη, ἀλλ' ἑτέροις ι ἐπισκόποις ἐνοχλεῖ, ἀφοριζέσθω. Εἰ δὲ τοῖ, 4 πρεσβυτέροις ἐθέλει συναριθμεῖσθαι, συναριθμείσθω· εἰ δὲ καὶ τοῖς ἐκεῖ ἐπισκόποις δια στασιάζοι, ἀπωθείσθω καὶ τῆς πρεσβυτέρ τιμής.» Ο γενόμενος ἐπίσκοπος, καὶ μὴ προσδεχθεὶς παρ τοῦ λαοῦ, ὧν τὴν φροντίδα ενεχειρίσθη, εἰ ἐπιχειρήσει ἐν ἀλλοτρίᾳ παροικίᾳ ἐπισκοπικόν τι δίκαι ἐνεργῆσαι, καὶ τοῖς ἐκεῖσε ἐπισκόποις ὄχλησίν τιν ἐπαγαγεῖν, ἀφορισθήσεται. Εἰ δὲ μετὰ τῶν πρεσβι τέρων ἐθέλει συναριθμεῖσθαι, καὶ συγκαθῆσθαι αὐ τοῖς, καὶ τῆς ἴσης ἀπολαύειν τιμῆς, συγκαταλεγί σεται τούτοις. Εἰ δὲ καὶ πρὸς τοὺς ἐκεῖσε καθεστῶτας ἐπισκόπους διαστασιάζει, καὶ ἐπισκοπικ τινα δίκαια ύφαρπάζει, καὶ τὴν τιμὴν ταύτη τῶν πρεσβυτέρων ἀφαιρεθήσεται, καὶ ἀφορισθέ σεται. ΚΑΝΩΝ 10'. Όσοι, παρθενίαν ἐπαγγελλόμενοι, ἀθετοῦσε τή ἐπαγγελίαν, τὸν τῶν διγάμων ὅρον ἐκπληρούσ < τωσαν. Τὰς μέντοι συνερχομένας παρθένου, τισὶν, ὡς ἀδελφοῖς εκωλύσαμεν. ῾Ως ἀδελφοῖς. ἀδελφούς. ὡς ἀδελφάς.
col. 1181–1182page 582 of 741
PG 137:1181ΒΑΛΣ. Τοὺς ἀθετήσαντας τὴν πρὸς Θεὸν γενομέ την παρ' αὐτῶν ἐπαγγελίαν χάριν τοῦ παρθενεύειν οἱ Πατέρες καθυποβάλλουσι δρῳ διγάμων, τουτέστιν ἐπιτιμίῳ. Ἐπεὶ δέ τινες, ὡς ἔοικε, παρθενεύειν ὁμολογήσασαι ἐσκανδάλιζον πολλοὺς διὰ τὸ συνοικεί» μετά τινων ἀνδρῶν, λεγομένων εἶναι ἀδελφῶν αὐτῶν, ἐκώλυσαν οἱ Πατέρες καὶ τοῦτο. ᾿Αθέτησιν δὲ ἐν ταῦθα τῆς διὰ τὴν παρθενίαν ἐπαγγελίας μὴ εἴπῃς πορνείαν, ἀλλὰ τὸν νόμιμον γάμον. Διὰ τοῦτο γὰρ καὶ ὑπὸ μόνου ἐπιτιμίον διγάμων κολάζουσι τούτους. Εἰ γὰρ ἐπόρνευσαν τινες ἐξ αὐτῶν, τιμωρηθήσονται διὰ ἐπιτιμίων τους πόρνους κολαζόντων. Παρθένους μέντο: ὀφείλεις εἰπεῖν ἐνταῦθα, ἄνδρας δηλονότι καὶ γυναῖκας, μὴ τοὺς ἀποταξαμένους τῷ κόσμῳ, καὶ ἐπιλεξαμένους τὸν μονήρη βίον, ἀλλ᾽ ἑτέρους τινὰς μετὰ λαϊκοῦ σχήματος προσερχομένους τῷ Θεῷ, ὅ καὶ παρθενεύειν ἐπαγελλομένους. Οἱ γὰρ τὸν μου νήρη βίον ἐπιλεξάμενοι, ἀθετοῦντες τὴν πρὸς Θεὸν ὁμολογίαν αὐτῶν, καὶ γάμοις προσομιλοῦντες, οὐκ ἐπιτιμίῳ διγάμων καθυποβληθήσονται, ἀλλὰ δια σπωμένου τοῦ γάμου ὡς ἀνυποστάτου, μεγάλως πολασθήσονται, καὶ τῷ μοναστηρίῳ, ἐν ᾧ ἀπεκάρησαν, παραδοθήσονται, καθὼς καὶ ἐν ἑτέροις κανόσιν είπομεν διαφόροις. Ἐπεὶ δὲ ὁ μέγας Βασί λειο; διορίζεται ἐν της κανόνι αὐτοῦ ὡς μοιχαλίδα κατακρ νέσθαι τὴν ἀθετήσασαν παρθενίαν, τὴν πρὸς Θεὸν ὁμολογίαν αὐτῆς· ἀνάγνωθι τοῦτον, καὶ τῆς ο συνόδου κανόνα ις'. ΖΩΝΑΡ. Οἱ παρθενεύειν ἐπαγγελλόμενοι, καν ἄνδρες εἶεν κἂν γυναῖκες, ἀθετοῦντες τὰς ἐπαγγελίας αὐτῶν, τῷ ἐπιτιμίῳ τῶν διγάμων ὑποβαλλέ σθωσαν. Ὅρον γὰρ τὸν τύπον καὶ τὸν κανόνα λέγει, ἤγουν ὅσα περὶ τῶν διγάμων κεκανόνισται καὶ διατετύπωται, ταῦτα κρατήσει καὶ ἐπ' αὐτῶν, ὥστε μετ᾿ ἐνιαυτὸν δέχεσθαι. Κωλύει δὲ ὁ κανὼν τὰς παρθενίαν ἐπαγγελλομένας συνέρχεσθαι ἀνδράσιν, ἀντὶ τοῦ συζήν, συνοικεῖν, ἀδελφὰς ἑαυτὰς ονομαζούσας τῶν οἷς συνδιάγουσιν, ἵνα μηδὲ ὑπο ψία τις ἦ κατ' αὐτῶν ἀπρεπής. Ο δὲ μέγας Βασί λειος ἐν ὀκτωκαιδεκάτῳ κανόνι αὐτοῦ, τῷ κρίματι τῆς μοιχείας ὑποκεῖσθαι τὴν ὁμολογήσασαν παρθενεύειν, καὶ μὴ τὴν ὁμολογίαν φυλάξασαν, ἀπεφή. νατο. συνείσακτοι τὰς συνερχομένας παρο θένους τισὶν, ὡς ἀδελφοῖς. ἀγαπηταὶ ἀγαπητοὶ Επαγγελλομένας συνέρχεσθαι. ἐπαγγελλομένας φυλάττειν συνέρχεσθαι,
col. 1183–1184page 583 of 741
PG 137:1183ΑΡΙΣΤ. Ὁ ἐπαγγειλάμενος παρθενίαν, καὶ ἄθε ι τῶν, τετραετίαν ἀφοριζέσθω· καὶ αἱ παρθένοι, ι ὡς ἀδελφοῖς τισι μή προσίτωσαν.» Ὁ μὲν κανών οὗτος, ἐν τῷ πλάτει τὸν ἐπαγ γειλάμενον παρθενίαν, καὶ ἀθετοῦντα αὐτήν, τὸν τῶν διγάμων ὅρον ἐκπληροῦν ἀπαιτεῖ. Τὸ δὲ ἐπισ τίμιον τοῦ διγάμου, ὡς ὁ τέταρτο; κανὼν τοῦ μεγά λου Βασιλείου λέγει τοῦτό ἐστι· τὸ ἐπὶ ἐνιαυτὸν ἀφορίζεσθαι· κἂν ἄλλοι τῶν Πατέρων ἐπὶ διετίαν τοῦτον ἀγώρισαν. Ο δὲ αὐτὸς μέγας Βασίλειος, ἐν τῷ ἐννεακαιδεκάτῳ κανόνι αὐτοῦ παρίστησιν ὡς Ομολογίας ἀνδρῶν περὶ παρθενίας οὐκ ἔγνωμεν· εἰ μή πού τινες ἑαυτοὺς τῷ τῶν μοναζόντων τάγματι κατηρίθμησαν· πλὴν καὶ ἐπ' αὐτῶν τῶν ἀνδρῶν παρθενίαν ἐπαγγελλομένων, ἐκεῖνο προσῆκον ἡγεῖ και εἶναι, τὸ ἐρωτᾶσθαι αὐτοὺς, καὶ τὴν ὁμολογίαν αὐτῶν ἐναργῇ λαμβάνειν· ὥστε, ἐπειδὰν τὴν ὁμο λογίαν αὐτῶν ἀθετήσωσι, καὶ πρὸς τὸν φιλόσαρκον καὶ ἡδονικὸν βίον μετατεθῶσι, τῷ τῶν πορνευόντων ἐπιτιμίῳ αὐτοὺς καθυπάγεσθαι. Ο γοῦν συνοψίσας τὸν παρόντα κανονα τὸν μὲν ἐν τῷ πλάτει κείμενον αφορισμὸν τῶν διγάμων τῷ ἀθετοῦντι τὴν παρθενίαν παρέδραμε· τὸ δὲ παρὰ τοῦ μεγάλου Βασιλείου ἐπαγόμενον τῷ τοιούτῳ προσέθετο· ἔγουν τὸ τῶν πορνευόντων ἐπιτίμιον. Ἐπεὶ δὲ ἡ ἐπιτίμησις τῶν τοιούτων ἐν ἑπτά ἐστιν ἔτεσ:· δύο μὲν προσκλαιόν των, δύο δὲ ἀκροωμένων, ἐφ' ἑτέροις δὲ δυσὶν ὑπο πιπτόντων, καὶ ἐν ἑνὶ τοῖς πιστοῖς συνισταμένων, τῷ δὲ ὀγδό παραδεχομένων εἰς τὴν μετοχὴν τῶν ἁγιασμάτων, καθὼς ὁ πεντηκοστὸς ἔννατος τοῦ αὐτ τοῦ μεγάλου Βασιλείου κανών διορίζεται· εὑρίσκον. ται δέ ποτε καί τινες τῷ τῆς πορνείας ἐπιτιμίῳ ὑπεύθυνοι ὄντες, καὶ ἐν τέσσαρσιν ἔτεσι τὴν ἐπιτίμησιν ἔχοντες· ἐν ἑνὶ δὲ προσκλαίοντες, ἔξω τῶν περιβόλων τῆς ἐκκλησίας ιστάμεναι, ἐν δὲ τῷ δευ τέρῳ εἰς ἀκρόασιν παραδεχόμενοι, ἐν τῷ τρίτῳ εἰς μετάνοιαν μετὰ τῶν ὑποπιπτόντων ταττόμενοι· ἐν δὲ τῷ τετάρτῳ εἰς σύστασιν μετὰ τοῦ λαοῦ, τῆς προσφορᾶς ἀπεχόμενοι· καὶ ἐν τῷ πέμπτῳ τῆς τοῦ ἀγαθοῦ κοινωνίας ἐπιτυγχάνοντες· ὡς οἱ γυναῖκα ἔχοντες ἐκ διαφορᾶς λαθραίας, ἢ καὶ βιαιοτέρας, καθὼς ὁ εἰκοστὸς δεύτερος κανὼν τοῦ αὐτοῦ ἁγίου διαλαμβάνει κατ' αὐτὸν τὸν κανόνα, ὡς ἔοικεν, τὸν παρόντα συνοψίσας κανόνα, τὸ ἧττον ἐπιτίμιον τῶν πορνευόντων, ἤγουν τὴν τετραετίαν, προσέθετο. Κωλύει δὲ ὁ κανὼν οὗτος καὶ τὰς παρθένους μετὰ ἀνδρῶν ὅλως συναναστρέφεσθαι καθ' οιανδήτινα πρόφασιν. ΚΑΝΩΝ Κ'. Εάν τινος γυνή μοιχευθῇ, μοίχευσῃ τις, ἐν ἑπτὰ ἔτεσι δεῖ αὐτὸν τοῦ τελείου τυχεῖν κατὰ τοὺ; βαθμούς τους προάγοντας.» ΒΑΛΣ. Ἐν τῷ πζ' καὶ μη' κανόνι τῆς ἐν τῷ Τρούλλῳ συνόδου ἀρκούντως διελάβομεν περὶ μοιχαλίδος καὶ μοιχοῦ. Ὁ δὲ παρών κανον διορίζεται ἀξιοῦσθαι τούτοις τῆς ἁγίας μεταλήψεως μετὰ ἑπτὰ ἔτη και ταμεριζόμενα εἰς τοὺς βαθμοὺς τῶν ἐπιτιμίων. Ανάγνωθι καὶ τὸν κα' κανόνα καὶ καν τοῦ ἁγίου Βασιλείου.
col. 1185–1186page 584 of 741
PG 137:1185ΖΩΝΔΡ. Τὴν μοιχαλίδα καὶ τὸν μοιχὸν δι᾽ ἑπτὰ ἐτῶν ὥρισεν ἡ σύνοδος αὕτη εἰς τὸ τέλειον ἔρχεσθαι, ήγουν εἰς τὴν ἁγίαν μετάληψιν· τοὺς δὲ ἑπτὰ ἐνιαυτούς καταμερίζεσθαι εἰς τοὺς τῶν ἐπιτιμίων βαθμούς. ΑΡΙΣΤ. • Η μοιχαλὶς καὶ ὁ μοιχὸς ἑπταετίαν ἀφο οριζέσθωσαν.» Καὶ ὁ ὀγδοηκοστός έβδομος κανὼν τῆς ἐν τῷ Τρούλλῳ ἔκτης συνίδου ἐν ἑπτὰ ἔτεσι τῷ μοιχῷ ἐπάγει τὴν ἐπιτίμησιν, καθώς δὴ καὶ ὁ παρὼν διατ λαμβάνει κανών· ὥστε ἐνιαυτὸν μὲν ἕνα προσκλαίειν, διετίαν ἐπικροᾶσθαι, τριετίαν ὑποπίπτειν, καὶ τῷ ἑβδόμῳ συνίστασθαι τοῖς πιστοῖς, καὶ οὕτω κατο αξιοῦσθαι τῆς προσφορᾶς, ἐὰν μετὰ δακρύων ποιή σεται τὴν μετάνοιαν. Ὁ δὲ πεντηκοστός όγδοος κανὼν τοῦ μεγάλου Βασιλείου ἐν πεντεκαίδεκα ἔτε σιν ἐπιτιμᾷ τὸν μοιχόν· ὥστε ἐν τέσσαρσι μὲν προσο κλαίειν, ἐν πέντε δὲ ἀκροᾶσθαι, ἐν τέσσαρσιν ὑπου πίπτειν, ἐν δυσὶ συνίστασθαι τοῖς πιστοῖς, καὶ μετὰ ταῦτα ἀξιοῦσθαι τῆς κοινωνίας. ΚΑΝΩΝ ΚΑ'. Περὶ τῶν γυναικῶν τῶν ἐκπορνευουσῶν, καὶ ἀναι ρουσῶν τὰ γεννώμενα καὶ σπουδαζουσῶν φθόρια ποιεῖν· ὁ μὲν πρότερος όρος μέχρις ἐξόδου εκώλυσεν, καὶ τούτῳ συντίθενται· φιλανθρωπότερον δέ τι εὑρόντες, ωρίσαμεν δεν καέτη χρόνον κατὰ τοὺς βαθμούς τους ώρι ο σμένους πληρῶσαι.» ΒΑΛΣ. ᾿Απὸ δρου αρχαιοτέρου ἐκκλησιαστικού κατὰ μόνας τὰς τελευταίας ἀναπνοὰς τῆς τῶν θείων ἁγιασμάτων μεταλήψεως ἠξιοῦντο αἱ συλλαβοῦσαι λαθραίως, καὶ διὰ τὸ μὴ ἐπιγνωσθῆναι ἀναιροῦσαι τὰ ἔμβρυα αὐτῶν καθ' οιονδήτινα λόγον. Οἱ δὲ τῆς συνόδου ταύτης Πατέρες, φιλανθρωπευσάμενοι, ὥρι σαν μετὰ δέκα ἐνιαυτούς μεριζομένους εἰς τοὺς τέσ σαρας βαθμούς τῶν ἐπιτιμίων, ήγουν εἰς τὸν τοῦ προσκλαίοντος, τὸν τοῦ ἀκροωμένου, τὸν τοῦ ὑποπίπτοντος, καὶ τὸν τοῦ συνεστῶτος, μεταλαμβάνειν αὐτάς. Φθόριον δέ ἐστιν ἅπαν φάρμακον φθεῖρον τὸ ἐγκυμονούμενον. Ανάγνωθι τὸν β' κανόνα τοῦ ἁγίου Φθόρια Καὶ ἀναιρουσῶν τὰ γεννώμενα. φθόρια ἀμβλωθρίδια Καὶ οἱ τὰς τοῖς ἀμβλωθριδίοις χρωμένας, ἀνδροφονεῖν τε καὶ λόγον ὑφέξειν τῆς ἐξαμβλώσεως τῷ Θεῷ φαμεν, κατὰ ποῖον ἀνδροφονοῦμε, λόγον. ἀμβλωθρίδια καὶ αἱ ἀμβλωθρίδια διδοῦσαι φάρμακα φονεύτρια εἰσι, καὶ αὐταὶ καὶ αἱ δεχόμεναι τὰ ἐμβρυοκτόνα δηλη τήρια. ἀμβλωθρίδιον αυτό τε τὸ φθόριον φάρ μακον, καὶ δὴ καὶ τὸ διαφθαρέν
col. 1187–1188page 585 of 741
PG 137:1187Βασιλείου καὶ τὸν μα' τῆς ἐν τῷ Τρούλλῳ συνόδου, καὶ τὴν ἑρμηνείαν αὐτῶν. ΖΩΝΑΡ. Γυναίκες λάθρα τισ. μιγνύμεναι καὶ συλ λαμβάνουσαι, ἵνα μὴ γνωσθῶσιν, ἀναιροῦσι τὰ ἔμπ βρυα ἐξεπίτηδες ἢ βάρη ταῖς κοιλίαις ἑαυτῶν ἐπι τιθεῖσαι καὶ συμπιέζουσαι ταύτας, ἢ φάρμακά τινα πίνουσαι, καὶ φθείρονται τὰ κυοφορούμενα. Ταύτας οὖν, φησὶν ὁ κανὼν οὗτος, ὅτι ὁ πρότερος όρο; ἐπετίμησεν ἀκοινωνησία μέχρι θανάτου, καὶ ὥστε ἐν τῷ θνή σκειν μόνον ἀξιοῦσθαι τῆς θείας μεταλήψεως. Ἡμεῖς δὲ, φασὶν οἱ τῆς συνόδου Πατέρες, φιλανθρωπότερόν τι εὑρόντες, δεκαετίαν ὡρίσαμεν, ὥστε διὰ δέκα ἐτῶν καταμεριζομένων εἰς τοὺς ὡρισμένους βαθμοὺς, ἤτοι τοὺς τόπους τῶν ἐπιτιμίων, τὸν τοῦ προσκλαίοντος, τὸν τοῦ ἀκροωμένου, τὸν τοῦ ὑπου πίπτοντος, τὸν τοῦ συνιστῶτος, ἀξιοῦσθαι τῆς θείας μεταλήψεως. Καὶ ὁ μέγας δὲ Βασίλειος ἐν δευτέρῳ αὐτοῦ κανόνι, ταῖς κατ' ἐπιτήδευσιν φθει ρούσαις τὰ ἔμβρυα δεκαετίαν ἐπιτιμᾷ. Λέγει δὲ δεῖν μὴ χρόνῳ, ἀλλὰ τρόπῳ τῆς μετανοίας ὁρίζειν την θεραπείαν. ΑΡΙΣΤ. Α' πόρναι, λαμβάνουσαι φθόρια, δεκας τίαν ὑποπιπτέτωσαν.» Δί δεχόμεναι δηλητήρια ἐπὶ τῷ τὰ ἔμβρυα αὐτῶν ἀνελεῖν, ἐπὶ δέκα ἐπιτιμάσθωσαν ἔτεσι· δύο μὲν ἔτη ἔξω τοῦ περιβόλου τῆς ἐκκλησίας ἱστάμεναι καὶ προσκλαίουσαι, τρία δὲ παρὰ τοῖς βασιλικοῖς ἑστῶσαι πυλῶσι, καὶ τῶν θείων Γραφῶν ἀκρο μετ ναι· ἄλλην δὲ τετραετίαν ἐντὸς τοῦ περιβόλου τῆς ἐκκλησίας ἐν τῷ ὀπισθίῳ μέρει τοῦ ἄμβωνος υπου πίπτουσαι, καὶ μετὰ τῶν κατηχουμένων συνεξιοῦσαι, ἐπὶ δὲ ἐνιαυτὸν συνιστάμεναι τοῖς πιστοῖς, καὶ τῶν εὐχῶν κοινωνοῦσαι· καὶ οὕτω μετὰ τοὺς βαθμούς μούτους τῆς τελειώσεως ἀξιούμεναι. ΚΑΝΩΝ ΚΕ. Περὶ ἀκουσίων φόνων ὁ μὲν πρότερος όρος ἐν Επταετία κελεύει τοῦ τελείου μετασχεῖν κατὰ τοὺς ὡρισμένους βαθμούς· ὁ δὲ δεύτερο; τὸν πενταέτη χρόνον πληρῶσαι.» ΒΑΛΣ. Ο μέγας Βασίλειος ἐν τῷ τ' κανόνι αυτ τοῦ καὶ ἐν τῷ νζ' πλατύτερον περὶ φόνων εκουσίων καὶ ἀκουσίων διαλαμβάνει. Καὶ ἀνάγνωθι τούτους, καὶ μάθοις ἀκριβέστερον ποιοί τε εἰσὶν οἱ ἀκούσιε φόνοι, καὶ τίνα τὰ κατὰ τούτων ἐπιτίμια. Ανάγνωθε καὶ τὰ παρ' ἡμῶν γραφέντα εἰς τὴν ἑρμηνείαν τοῦ κα κανόνος τῆς ἐν τῷ Τρούλλῳ συνόδου. ΖΩΝΑΡ. Οὗτος μὲν ὁ κανὼν ἀκοινωνησίας ἐπιει μίῳ κολάζει τὸν ἐκούσιον φόνον, μὴ συγχωρών μετέχειν τῶν ἁγιασμάτων τὸν ἑκουσίως φονεύσαντα εἰ μὴ ἐν τῷ τέλει τοῦ βίου· ὁ δὲ μέγας Βασίλειος ἐν πεντηκοστῷ ἔκτῳ κανόνι είκοσαετίαν ὁρίζε: ἐπὶ τούτῳ, οὕτως αὐτὴν διαιρῶν· προσκλαίειν μὲν τε τραετίαν, ἀκροᾶσθαι δὲ πέντε ἔτη, υποπίπτειν δε ἐπτὶ, καὶ συνίστασθαι τοῖς πιστοῖς ἐπὶ τετραετίαν, καὶ τούτων εκμετρουμένων μετέχειν τω ἁγιασμάτων.
col. 1189–1190page 586 of 741
PG 137:1189ΑΡΙΣΤ. Ο άκουσίως φονευτής πενταετίαν ὑπο πιπτέτω. Περὶ τοῦ ἀκουσίου φονευτοῦ οὗτος μὲν ὁ κανὼν πενταετίαν ὁρίζει εἰς ἐπιτίμησιν· ὁ δὲ νζ' τοῦ Βα σιλείου κανὼν δύο έτη προσκλαίειν τὸν τοιοῦτον παρακελεύεται, τρία ἔτη ἐν ἀκροωμένοις διατελεῖν, τέσσαρα ὑποπίπτειν, καὶ ἐν ἐνιαυτῷ συνίστασθαι τοῖς πιστοῖς· ὥστε διὰ δεκαετίας τυγχάνειν τῆ; τελειώσεως, καὶ ἀξιοῦσθαι τῆς κοινωνίας. ΚΑΝΩΝ ΚΓ. Περὶ ἑκουσίων φόνων ὑποπιπτέτωσαν μὲν τοῦ δὲ τελείου ἐν τῷ τέλει τοῦ βίου καταξιού σθωσαν. ο ΒΑΛΣ. Τὰ τῶν ἑκουσίων φόνων ἐπιτίμια ὁ νς' κα νὼν τοῦ ἁγίου Βασιλείου ὑποτυποί· καὶ πρόσχες μᾶλλον τοῖς ἐν αὐτῷ. ΖΩΝΑΡ. Τίνες εἰσὶν ἀκούσιοι φόνοι καὶ τίνες ἑκούσιοι, ὁ μέγας Βασίλειος ἐν ὀγδόῳ αὐτοῦ κανόνι ὁρίζεται. Ἐν δὲ τῷ νζ' κανόνι ἐπὶ δεκαετίαν ἀκοινώνητον εἶναι τὸν ἀκουσίως φονεύσαντα διορίζεται. Οὕτω δὲ τὴν δεκαετίαν καταμερίζει εἰς τοὺς τόπους τῶν ἐπιτιμίων. Δύο μὲν, φησίν, ἔτη προσκλαύσει ἔξω τοῦ ναοῦ ἑστώς· τρία δὲ ἔτη ἐν ἀκροάσει ἔσται τέσσαρα δὲ ἔτη ὑποπεσεῖται, καὶ ἐνιαυτὸν σταθήσεται, καὶ τῷ ἑξῆς εἰς τὰ ἅγια δεχθήσεται. ΑΡΙΣΤ. «Ο αυθαίρετος ἀνδροφόνος ἐν τῷ τέλει τοῦ τελείου τυγχανέτω.» Ο εκουσίως φονεύων ἐν τῷ τέλει τοῦ βίου κατα αξιοῦται τῆς τελειώσεως, καὶ τῶν θείων ἁγιασμά των μεταλαμβάνει, κατὰ τὸν παρόντα κανόνα. Ο δὲ πεντηκοστὸς ἔκτος κανὼν τοῦ μεγάλου Βασιλείου ἐπὶ εἴκοσι ἔτεσιν τὸν ἑκούσιον φονέα ἀπείργει τῆς κοινωνίας· τέσσαρα μὲν ἔτη διοριζόμενος προσ κλαίειν αὐτὸν, πέντε δὲ ἔτη ἀκροᾶσθαι, ἐν ἑπτὰ ἔτεσιν υποπίπτειν, καὶ ἐν τέσσαρσι συνίστασθαι τοῖς πιστοῖς, καὶ μετὰ ταῦτα μετασχεῖν τῶν ἁγια σμάτων. ΚΑΝΩΝ ΚΔ'. Οι καταμαντευόμενοι, καὶ ταῖς συνηθείαις τῶν Ὑποπιπτέτωσαν μέν. ὀπόπτωσις τῶν ἀκροωμένων, Υπόπτωσίς ἐστιν ἡ ἔσω τοῦ περιβόλου τῆς ἐκκλησίας ἐν τῷ ὀπισθίῳ μέρει τοῦ ἀμβῶνος στάσις, ὅτε αὐτὸς τῇ τῶν κατηχουμένων συνεξέρχεται ἐκφωνήσει· σύστασις ἡ μέχρι τῆς πληρώσεως τῆς θείας λειτουργίας σὺν τοῖς πιστοῖς στάσις. Μετοχὴ τῶν ἁγιασμάτων, ἡ τοῦ ζωοποιοῦ ἄρ του κοινωνία. πρόσκλαυσις τὸ ίστασθαι ἔξω τοῦ περιβόλου τῆς ἐκκλησίας τὸν ἁμαρτήσαντα, καὶ ἑκάστῳ τῶν εἰσιόντων ἐπιλέγειν μετὰ κλαυθμοῦ, εὔχεσθαι ὑπὲρ αὐτοῦ, προπίπτοντα καὶ τοῖς πόσιν αὐτοῦ. Υπό πτωσις Σύστασις Πρόσκλαυσις νοχ ὑποπιπτέτωσαν ὑπόπτωσιν, ὑποπιπτέτωσαν μέν,
col. 1191–1192page 587 of 741
PG 137:1191ἐθνῶν κατακολουθοῦντες, ἢ εἰσάγοντές τινας εἰς τοὺς ἑαυτῶν οἴκους ἐπὶ ἀνευρέσει φαρμακειών, ἢ καὶ καθάρσει, ὑπὸ τὸν κανόνα πιπτέτωσαν «τῆς πενταετίας κατὰ τοὺς βαθμούς ὡρισμένους τρία έτη ὑποπτώσεως, καὶ δύο ἔτη εὐχής, χωρίς προσφοράς.» Οὐ μόνους τοὺς γόητας καὶ τοὺς μάντεις καλά ζουσιν οἱ κανόνες, ἀλλὰ καὶ τοὺς χρωμένους αὐτοῖς. Ἐπεὶ οὖν τινες νοσηλευόμενοι, καὶ νομίζοντες ἀπὸ φαρμακειῶν πάσχειν, ἢ καὶ ἀπολέσαντές τινα τῶν προσόντων αὐτοῖς, μετεκαλοῦντο γόητας εἰς τοὺς οἴκους αὐτῶν, ἐφευρεῖν ἐπαγγελλομένους ἐν αὐτοῖς τὰς μαγείας, ἐξ ὧν δῆθεν κατεκλίθησαν οἱ νοση λευόμενοι, καὶ καθᾶραι τὸ ἀπὸ τούτων μύσος, ἢ καὶ τὸ ἀπολεσθὲν καταμηνύσαι· ἄλλοι δὲ συνηθείαις ἐθνικαῖς προσέχοντες περὶ εὐτυχημάτων καὶ δυστυχημάτων ἐρωτήσει; ἐποιοῦντο ἀπὸ ἀστρολόγων καὶ ἑτέρων δαιμωνιώδη μεταχειριζομένων ἔργα ὥρισαν οἱ Πατέρες ἐπὶ πενταετίαν τούτους ἐπιτιμᾶσθαι, ήγουν ἐπὶ μὲν τρισὶν ἔτεσιν ὑποπίπτειν, ἐν δὲ δυσὶν εὔχεσθαι μετὰ τῶν πιστῶν, καὶ μετὰ ταῦτα ἀξιοῦσθαι τῶν θείων ἁγιασμάτων. 'Ανάγνωθι καὶ τὸν ξα' κανόνα τῆς ἐν τῷ Τρούλλῳ συνόδου, καὶ τὰ ἐν αὐτῷ γραφέντα, καὶ τὸν πγ' κανόνα τοῦ ἁγίου Βασιλείου ἐπὶ ἐξαετίαν ἐπιτιμῶντα τούτους. Εχε δὲ ἐπὶ μνήμης ὅτι τοῖς αὐτοῖς ἐπιτιμίοις ὑποβάλο λονται καὶ οἱ προσερχόμενοι γοητευτρίαις καὶ κρι τρίαι; καὶ ταῖς μετὰ κριθῶν μαντευομέναις. ΖΩΝΑΡ. Τὸ κεχρῆσθαι μαντεύμασι και ταῖς εθνικαῖς ἢ καὶ Ἑλληνικαῖς ἀκολουθεῖν συνηθείαις τοὺς Χριστιανούς, καὶ γέητας προσδέχεσθαι ἐπὶ ἀνευρέσει φαρκακειῶν ἤτοι μαγειῶν ὡς τάχα παρά τινων περιεργασθέντας, ἢ ἐπὶ καθάρσει τῶν γοη τειῶν προσκαλεῖσθαι αὐτοὺς, ἀπηγόρευται, καὶ τοὺς τούτοις χρωμένους ὁ κανὼν ὑπὸ ἐπιτίμιον ποιεῖται πενταετίας, ὡς τρία ἔτη ὑποπίπτειν, καὶ δύο ἔτη συνεύχεσθαι τοῖς πιστοῖς· μετὰ δὲ τὴν πενταετίαν ἀξιοῦνται καὶ τῆς τοῦ ᾿Αγαθοῦ μεταλήψεως. Ο ε μέγας Βασίλειος ἐν ὀγδοηκοστῷ τρίτῳ κανόνι ἑξαετίας ἐπιτιμίῳ τοὺς τοιούτους κολάζει. ΑΡΙΣΤ. «Ο καταμαντευόμενος, καὶ ὁ εἰσάγων τινὰ ἐν τῷ οἴκῳ ἐπὶ ἀνευρέσει φαρμακειῶν, ἢ καθάρσει, πενταετίαν ὑποπιπτέτω. ο Ο μάντεσιν, ἢ γοητευταῖς, ἢ φυλακτηρίοις, ἑτέροις τισὶ τοιούτοις ἑαυτὸν ἐκδεδωκώς, ἐπὶ τῷ ἐκκαλυφθῆναι & δι' ἐπιθυμίας ἔχει, ἢ ἐπὶ φαρμακείας κακῷ τὸ κακὸν ἰώμενος· ἐπὶ τριετίαν ὑπλο πεσεῖται, καὶ ἐπὶ διετίαν συστήσεται τοῖς πιστοίς, καὶ μόνων τῶν εὐχῶν κοινωνήσει· καὶ οὕτω μετά τὴν πενταετίαν μεθέξει τῆς προσφορᾶς. Ο δὲ ξα κανὼν τῆς ἐν τῷ Τρούλλῳ ἔκτης συνόδου ἐπὶ ἐξαετίαν ὁρίζει τὸν τοιοῦτον τῆς κοινωνίας ἀπείρε γεσθαι. ΚΑΝΩΝ ΚΕ. Μνηστευσάμενός τις κόρην, προσεφθάρη τῇ ἀδελ φῇ αὐτῆς, ὡς καὶ ἐπιφορῆσαι αὐτὴν, ἔγημε δὲ τὴν μνηστὴν μετὰ ταῦτα· ἡ δὲ φθαρεῖσα
col. 1193–1194page 588 of 741
PG 137:1193ἀπήγξατο· οἱ συνειδότες ἐκελεύσθησαν ἐν δε καετία δεχθῆναι εἰς τοὺς συνεστῶτας κατὰ τοὺς ὡρισμένους βαθμούς.» ΒΑΛΣ, ᾿Απὸ φάκτου τινὸς οἱ Πατέρες παρεκινήθησαν τὸν παρόντα κανόνα ἐκθέσθαι. Προσηγγέλθη γὰρ αὐτοῖς ὅτι ἄνθρωπός τις, μνηστευσάμενος και ρην, συνεφθάρη μετὰ τῆς ἀδελφῆς αὐτῆς, ὡς καὶ κατὰ γαστέρα ταύτην ἐκ τούτου συλλαβεῖν (τοῦτο γάρ ἐστι τὸ ἐπιφορῆσαι), καὶ μετὰ τοῦτο κατὰ γά μου κοινωνίαν συνηρμόσθη τῇ οἰκείᾳ μνηστή. Η δὲ αὐταδέλφη ταύτης σὺν τῷ ἁμαρτήματι τῆς αἱμο μιξίας ἐφόνευσεν ἑαυτήν. Ωρισαν οὖν τοὺς συνειδή τας ταῦτα τὰ κακά, μετὰ δεκαετίαν ὀφείλουσαν διὰ τῶν συνήθων βαθμῶν παρελθεῖν, δεχθῆναι εἰς τὴν μετὰ τῶν πιστῶν εὐχήν. Μὴ ἐναντιωθῇ δέ σοι πρὸς ταῦτα ὁ οη' κανὼν τοῦ ἁγίου Βασιλείου, διοριζόμενος μετὰ ἑπτὰ χρόνους ἀξιοῦσθαι τῶν θείων ἁγιασμά των τὸν συναρμοσθέντα κατὰ νόμον γάμου δυσὶν ἀδελφοῖς: ἐνταῦθα γὰρ πολλὰ ἐτολμήθησαν άτοπα, πορνεία, ἀθεμιτογαμία καὶ φόνος· ἐκεῖσε δὲ μόνη ἀθεμιτογαμία. Καὶ διὰ τοῦτο βαρύτερον ὡρίσθη ὧδε τὸ ἐπιτίμιον. Ερωτήσει δέ τις, Διὰ τί ὁμοίως ἐπιτιμῶνται τοῖς αὐτουργοῖς καὶ οἱ συνειδότες Λύσις. Ἐπὶ τῶν ἀθεμίτων γάμων πλέον ὤφειλον ἐπιτιμᾶσθαι οἱ συνειδότες παρὰ τοὺς αυτουργούς. Τούτους γὰρ πολλάκις ἀκολασία ερωτική, καὶ μὴ βουλομένους, κατάγει πρὸς τὸ ἀθέμιτον· ἐκεῖνοι δὲ συγγνωστέοι οὐκ εἰσὶν, ὡς ἐπὶ τῷ κακῷ συμπρά ξαντες χωρὶς ἀνάγκης τινὸς, καὶ εὐχαριστείτωσαν, ὅτι ὁμοίως τοῖς αὐτουργοί; κολάζονται. Συνειδότες δέ εἰσιν οἱ συμπράξαντες, οὐ μὴν οἱ ἔχοντες ἁπλῶς εἴδησιν, καὶ κωλύσαι μὴ δυνάμενοι. ΖΩΝΑΡ. Μνηστείαν τις συνεστήσατο ἐπί τινι κόρῃ· μήπω δὲ τῶν γαμηλίων ἐπ' αὐτοῖς τελεσθέν των, ὁ μνηστήρ συνεφθάρη τῇ ἀδελφῇ τῆς μνηστής, ὡς ἔγκυον ἐκείνην γενέσθαι. Τοῦτο γάρ ἐστι τὸ ἐπιφορῆσαι αὐτήν. Εἶτα ὁ ἀνὴρ ἔγημε τὴν μνη στην, ἡ φθαρεῖσα δὲ ἀπήγξατο. Κατὰ τῶν συνειδό των οὖν τὴν ἄτοπον ταύτην πράξιν δεκαετία ωρί σθη, ὥστε αὐτοὺς ταύτης παρελθούσης δεχθῆναι εἰς τοὺς συνεστῶτας. Ο δὲ τοῦ μεγάλου Βασιλείου ἑβδομηκοστὸς ὄγδοος κανών, τον δύο ἀδελφὰς εἰς συνοικέσιον ἀγαγόμενον κατὰ ἄλλον καὶ ἄλλον χρό νον, ἐνιαυτὸν προσκλαίειν ὁρίζει, δύο δ' ἐπακρον σθαι, τρεῖς ὑποπίπτειν, τῷ ἑβδόμῳ συνίσταθαι τοῖς πιστοῖς, καὶ οὕτω τῆς προσφορᾶς καταξιοῦσθαι, ἐὰν μετὰ δακρύων μετανοήσῃ. Εἴποι οὖν ἄν τις, Πῶς ἐνταῦθα βαρύτερον τους συνειδότας οἱ τῆς συνόδου ἐκόλασαν; Οἶμαι τοίνυν ὅτι ἔνθα δύο ἀδελφὰς ὁ α τὸς εἰς γάμον ἄγεται, αθεμιτογαμία μόνη πλημμελεῖται· ἐπὶ δὲ τῆς παρούσης ὑποθέσεως πολλὰ τὰ τολμηθέντα ἦσαν, φθορὰ τῆς παρθένου, αθεμιτογα μία, ὡς δύο ἀδελφαῖς τοῦ αὐτοῦ μιχθέντος, καὶ φόνος. ἐκ τῆς αἰτίας ταύτης γενόμενος, καὶ διὰ τοῦτο βα ρύτερον ὠρίσθη τὸ ἐπιτίμιον. ΑΡΙΣΤ. «Κόρην τίς τινος μνηστευσάμενος προσ 4 εφθάρη τῇ ἀδελφῇ αὐτῆ;, εἶτα τὴν μνηστὴν ἔλα ἐπιφορῆσαι), επιφορῆσαι.)

Canons of the Council of NeocaesareaCanones Concilli Neocaesariensis

col. 1195–1196page 589 of 741
Canones Concilli Neocæsariensis
PG 137:1195Γεν· ἡ πρώτη ἀπήγξατο· καὶ οἱ συνειδότες δεκαετίαν ὑποπιπτέτωσαν. Καὶ οἱ συνειδότες γὰρ τὸ γενόμενον, καὶ τὴν ἀγχόνην δυνάμενοι κωλύσαι, καὶ μὴ κωλύσαντες, ὡς αἴτιοι φόνου κρίνονται, καὶ δεκαετίαν ἐπιτιμῶνται· καὶ οὕτως συνίστανται καὶ συνεύχονται τοῖς πιστεῖς. ΚΑΝΟΝΕΣ ΤΗΣ ΕΝ ΝΕΟΚΑΙΣΑΡΕΙΑ ΣΥΝΟΔΟΥ ΒΑΛΣ. καὶ ΖΩΝΑΡ. Ἡ ἐν Νεοκαισαρείᾳ τῇ κατὰ Πόντον συστᾶσα σύνοδος δευτέρα μέν ἐστι τῆς ἐν ᾿Αγκύρα· τῶν δὲ λοιπῶν προγενεστέρα, καὶ αὐ τῆς τῆς πρώτης οικουμενικῆς τῆς ἐν Νικαία. Οι γοῦν ἐν ταύτῃ συναθροισθέντες ἅγιοι Πατέρες, οἷς συνῆν καὶ ὁ ἅγιος μάρτυς Βασίλειος ἐπίσκοπος Αμάσεως, κανόνας ἐπὶ καταστάσει εκκλησιαστική ἐξεφώνησαν, οἵτινές εἰσιν οὗτοι. ΚΑΝΩΝ Α'. Πρεσβύτερος, ἐὰν γήμῃ, τῆς τάξεως αὐτοῦ μετατιθέσθω· ἐὰν δὲ πορνεύσῃ ἢ μοιχεύσῃ, ἐξωθείσθω τέλεον, καὶ ἀγέσθω εἰς μετά Κανόνες τῆς ἐν Νεοκαισαρεία συνόλου. νίνες τῆς ἐν Νεοκαισαρείᾳ συνόδου δεκαπέντε, Κανόνες τῶν ἐν Νεοκαισαρείᾳ συνελθόντων ἁγίων καὶ μακαρίων Πατέρων, οἵτινες δεύτεροι μέν εἰσι τῶν ἐν Ἀγκύρα, τῶν δὲ ἐν Νικαίᾳ προγενέστεροι. Διὰ δὲ σεβασμιότητα προτέτακται αὐτῶν οἱ ἐν ἡ ἐν Νεοκαισαρεία σύνοδος, Κανόνες τῶν ἁγίων Πατέρων τῶν ἐν Νεοκαισαρεία συνελθόντων. Ἡ ἐν Νεοκαισαρεία. κατὰ Πόντον νοιαν.. Τῆς τάξεως αὐτοῦ μετατιθέσθω. τῆς τάξεως αὐτὸν κατατίθεσθαι· ἐὰν δὲ πορνεύσῃ, η μοιχεύσῃ. ἐξωθεῖσθαι αὐτὸν τέλεον, καὶ ἄγεσθαι αὐτὸν εἰς με τ τάνοιαν. κατατίθεσθαι ἱωί μετατίθεσθαι.
col. 1197–1198page 590 of 741
PG 137:1197ΒΑΛΣ. Ὁ ἀποστολικός κς' κανὼν τοὺς τοῦ βή ματος, συναπτομένους μετὰ τὴν χειροτονίαν γυ ναιξί κατά νόμον γάμου, καθαιρείσθαι διατάττεται. Καὶ ὁ παρὼν κανὼν παρομοίως αὐτῷ διορίζεται. Ἐπάγει δὲ ὅτι, ἐάν τις ἐξ αὐτῶν πορνεύσῃ ἢ μοιχεύσῃ, οὐ μόνον καθαιρεθήσεται, ἀλλὰ καὶ τῆς μετά τῶν πιστῶν κοινωνίας ἐκβληθήσεται, καὶ ἀναγκαι σθήσεται τους τέσσαρας τόπους τῆς μετανοίας διελ θεῖν, καὶ οὕτω μετασχεῖν τῶν θείων ἁγιασμάτων. Τὰ περὶ τούτων δὲ ἀνῃρέθησαν ἀπὸ τοῦ κι' κανόνος τῆς ἐν Καρθαγένῃ συνόδου, καὶ ἀπὸ τοῦ λβ' κανόνος τοῦ μεγάλου Βασιλείου, λέγοντος· Οἱ τὴν πρὸς θάν νατον ἁμαρτίαν ἁμαρτάνοντες κληρικοὶ τοῦ βαθμοῦ κατάγονται· τῆς κοινωνίας δὲ τῶν λαϊκῶν οὐκ ἐξείργονται. Οὐ γὰρ ἐκδικήσεις δὶς ἐπὶ τὸ αὐτό. ΖΩΝΑΡ. Εάν γάμον νομιμόν τάχα ἑαυτῷ προ σβύτερος συναλλάξῃ, μετατίθεται τῆς τάξεως αὐτοῦ, ἀντὶ τοῦ, ἐκβάλλεται τῆς ἱερωσύνης· καθαιρεῖται γάρ. Ἐὰν δὲ πορνεύσῃ ἢ μοιχεύσῃ, τελείως ἐξωθεῖ καὶ τῆς Ἐκκλησίας, καὶ εἰς μετανοούντων ἄγεται τόπου, ὥστε προσκλαίειν, καὶ ἀκροᾶσθαι, καὶ τὰ λοιπά ἀναπληροῦν. Ὁ δὲ μέγας Βασίλειος ἐν λβ' και νόνι ταῦτα λέγει ῥητῶς· Οἱ τὴν πρὸς θάνατον ἁμαρτίαν ἁμαρτάνοντες κληρικοὶ τοῦ βαθμοῦ κατά γονται· τῆς κοινωνίας δὲ τῶν λαϊκῶν οὐκ ἐξείργονο ται. Οὐ γὰρ ἐκδικήσεις δὶς ἐπὶ τὸ αὐτό. Τὰ αὐτὰ δὲ τῷ μεγάλῳ Βασιλείῳ καὶ ἡ ἐν Καρθαγένῃ σύνοδος διατάττεται ἐν κζ' κανόνι αὐτῆς. Ζητητέον οὖν τὰ ἐκεῖ εἰρημένα. Οίμαι δὲ τὸν τοῦ μεγάλου Βασιλείου καὶ τὸν τῆς ἐν Καρθαγένῃ συνόδου επικρατεστέρους εἶναι, ὡς μεταγενεστέρους, καὶ ὡς τῷ ἀποστολικῷ συμφωνοῦντας κανόνι, ὃς τοὺς ἐπὶ πορνείᾳ ἀλόντας ξερωμένους καθαιρεῖσθαι, καὶ μὴ ἀφορίζεσθαι λέγει. ΑΡΙΣΤ. • Γήμας πρεσβύτερος μετατιθέσθω τῆς τάξεως· ἐξωθείσθω δὲ μοιχεύσας, ἢ πορνεύσας, καὶ ἀγέσθω εἰς μετάνοιαν. κ Ο γυναῖκα λαβὼν πρεσβύτερο; τῆς μὲν ἱερωσύνης μετακινεῖται, τῆς δὲ τιμῆς καὶ τῆς καθέδρας μετέχει. Ο δὲ πορνεύσας, ἢ μοιχεύσας, τέλειον ἐξωθεῖται, καὶ εἰς μετάνοιαν ἄγεται. ΚΑΝΩΝ Β'. Γυνή, ἐὰν γήμηται δύο ἀδελφοῖς, ἐξωθείσθω μέχρι θανάτου μή πειθομένη λῦσαι τὸν γάμον πλὴν ἐν τῷ θανάτῳ διὰ τὴν φιλανθρωπίαν, 4 εἰποῦσα ὡς ὑγιάνασα λύσει τον γάμον, ἕξει τὴν μετάνοιαν. Ἐὰν δὲ τελευτήσῃ ἡ γυνὴ ἐν τοιούτῳ γάμω οὖσα, ήτοι ὁ ἀνὴρ, δυσχερής τῷ μείναντι ι ἡ μετάνοια. ΒΑΑΣ. Οἱ τῆς παρούσης συνόδου ἅγιοι Πατέρες διώκουσιν ἀπὸ τῆς Ἐκκλησίας μέχρι θανάτου, ήγουν μέχρις ἂν τῷ βίῳ περίεστι, τὴν λαβοῦσαν κατὰ νό μεν γάμου δύο ἀδελφοὺς, καὶ μὴ ἀποστᾶσαν τῆς ἀθεμιτογαμίας. Ὡς δέ τινος εἰπόντος, Εἰ δὲ καταντήσει εἰς θάνατον, οὐδὲ τότε τῶν θείων ἁγιασμάτων
col. 1199–1200page 591 of 741
PG 137:1199403 ἀξιωθήσεται; Επήγαγον ὡς, εἴπερ ἐν τῷ τελευτᾷν ἡ τοιαύτη γυνή κατάθηται διαζευχθῆναι μετά ὑγείαν, τότε μὲν μεταλαβεῖν παραχωρηθήσεται μετὰ δὲ τὸ ἀπαλλαγῆναι τῆς νόσου, καὶ ἀποστῆναι τῆς ἀθεματογαμίας, προσδεχθήσεται εἰς μετάνοιαν. Καὶ τοῦτο μὲν γενήσεται ὅταν προςῇ ἐν ζωῇ αὐτῶν διαζύγιον. Ἐὰν δὲ τὸ ἐν τῶν προσώπων ἐν τῷ ἀθε μίτῳ γάμῳ τελευτήσῃ, δυσχερής ἡ μετάνοια τῷ περιλειφθέντι. Ο γὰρ μετανοῶν, ἀφιστάμενος τῆς ἁμαρτίας, πιστεύεται μετανοεῖν· ὁ δὲ μέχρι θανάτου μὴ ἀποστὰς αὐτῆς δείκνυσιν ὅτι, εἰ καὶ ἔτι περιἦν τὸ τελευτῆσαν μέρος, οὐκ ἂν ἀπέστη τῆς ἁμαρτίας. Ότ οὖν ὁ ζῶν ἀναφαίνεται ὅσον τὸ ἐπ' ἐκείνῳ τῷ κακῷ ἐπιμένων, δυσχέρειαν ἔξει πρὸς μετάνοιαν. Τούτων οὕτως ἐχόντων μὴ εἴπῃς ἐναντιοῦσθαι τῷ παρόντι κανόνι τὸν τοῦ μεγάλου Βασιλείου της κανόνα λέ γοντα τὸν δύο ἀδελφὰς εἰς συνοικέσιον ἀγαγόμενο μετὰ ἑπταετίαν ἀξιοῦσθαι τῶν θείων ἁγιασμάτων. Ὁ μὲν γὰρ παρών κανών νομοθετεί περὶ γυναικός ἀθέμιτον γάμον ποιησάσης, καὶ μὴ διαζευχθείσης ἐξ αὐτοῦ δι' ὅλης τῆς ζωῆς αὐτῆς, καὶ διὰ τοῦτο οὔσης ἀπαραδέκτου εἰς μετάνοιαν· ὁ δὲ ῥηθεὶς θε ματίζει τὸν ἀθεμιτο γαμήσαντα ἀποστῆναι τῆς ἁμαρτ τίας, καὶ διὰ τοῦτο προσδέχεται αὐτὸν εἰς μετά νοιαν. 'Ανάγνωθι καὶ τὸν λθ' κανόνα τοῦ ἁγίου Βα σιλείου, ὀνομάζοντα μοιχαλίδα τὴν ἔτι τῷ μοιχα συζῶσαν· ὥστε σημείωσαι ὅτι τῷ ἁμαρτάνοντι καὶ ἀφισταμένῳ τοῦ κακοῦ ἐπιτίμια δίδονται, οὐ μὴν τῷ ἐπιμένοντι· οὗτος γὰρ πάντη ἀπόβλητό; ἐστιν. Ερωτήσει δέ τις, Εἰ δὲ οὐ θελήσει ἡ ῥηθεῖσα γυνή καταθέσθαι τὴν μετὰ τὴν ὑγείαν ἀπόστασιν τοῦ τοιούτου ἀθεμίτου γάμου, οὐ μετάσχῃ τελευτώσα τῆς ἁγίας μεταλήψεως;; Λύσις. Ο μὲν παρών και νὼν οὐδέν τι περὶ τούτου φησίν· οἶμαι δὲ ἀσυμπαθὲς εἶναι τὸ μὴ ἀξιωθῆναι ταύτην τοῦ καλοῦ ἐρος δίου ἐν ταῖς τελευταίαις ἀναπνοαίς, ὀρθόδοξον οὖσαν. Διὸ κἂν μὴ ποιήσῃ τοιαύτην κατάθεσιν, διὰ τῆς θείας μεταλήψεως ἐφοδιασθήσεται· καὶ εἰ μὲν ὑγιάνασα λύσῃ ἀθέμιτον γάμον, παραδεχθήσεται εἰς μετάνοιαν· εἰ δὲ μή, τῆς Ἐκκλησίας παντάπασιν ἐξοστρακισθήσεται, ώ, τῷ κακῷ ἐπιμένουσε. ΖΩΝΑΡ. Εάν γυνὴ κατὰ γάμον δύο ἀδελφοί; συνοικήσῃ, ἐξωθείσθω τῆς ἐκκλησίας μέχρι θανάτου μὴ πειθομένη λῦσαι τὸν γάμον· εἰ δὲ θνήσκουσα ἐπαγγέλληται ὅτι ὑγιάνασα λύσει τὸν γάμον, τεύξεται τῆς ἁγίας μεταλήψεως τότε, καὶ ἀναῤῥωσθεῖσα, ἕξει μετάνοιαν, ἀντὶ τοῦ, δεχθήσεται εἰς μετάνοιαν. Ἐὰν δὲ τὸ ἐν τῶν προσώπων τούτων ἐν τῷ ἀθεμία τῳ γάμῳ τελευτήσῃ, δυσχερής ἡ μετάνοια τῷ περι λειφθέντι. Ο γὰρ μετανιῶν ἀφιστάμενος τῆς ἁμαρτίας πιστεύεται μετανοεῖν. Εἰ δ' ἔτι τὸ κακὸν πράττει, πώς λογισθήσεται μεταμέλεσθαι, ἢ πῶς δεχθήσεται εἰς μετάνοιαν; Ὁ δὲ μέχρι θανάτου τῆς γυναικό, μὴ ἀποστὰς τῆς ἀθεμιτογαμίας δείκνυσιν ὅτι, εἰ καὶ ἔτι περιήν, οὐκ ἂν ἀπέστη τῆς ἁμαρτίας, ὡς γοῦν ὅσον τὸ ὑπ' ἐκείνῳ τῷ κακῷ ἐπιμένων, δυσχέρειαν ἕξει πρὸς τὴν μετάνοιαν· καὶ ὥσπερ ὁ
col. 1201–1202page 592 of 741
PG 137:1201μέγας Βασίλειος ἐν λθ' κανόνι φησίν· Ἡ τῷ μοιχῷ συζῶσα μοιχαλίς ἐστι πάντα τὸν χρόνον· οὕτω καὶ ὁ ἀθεμιτογαμῶν, ἕως ἂν μὴ λύσῃ τὸν ἀθέμιτον γάμον, ἁμαρτάνει καὶ εἰς μετάνοιαν ἄδεκτος ἔσται. ΑΡΙΣΤ. «Ἡ ἀδελφοῖς γημαμένη δισσοίς διὰ βίου ἐξωθείσθω· εἰ δὲ κατὰ τὸν θάνατον ὑπισχνοῖτο α λύσειν τὴν γάμον, ἂν ἐπιβιῴη, ἕξει μετάνοιαν εἰ δὲ τελευτήσει, τῶν συνοίκων ὁ εἶ;, δυσχερής «τῷ μείναντι ἡ μετάνοια. ο 11 δυσὶν ἀδελφοῖς γαμηθεῖσα, καὶ τῷ ἀθέσμῳ γάμῳ ἐπιμένουσα, διὰ βίου παντὸς αὐτῆς ἐξωθείσθω τῆς ἐκκλησίας. Ζήτει καὶ τοῦ μεγάλου Βασιλείου κανόνα κγ'. Εἰ δὲ πρὸς θάνατον ἐλθοῦσα ὑποσχεθῇ λύσειν τὸν γάμον, ἐὰν ἐπιζήσει· δέχεται εἰς μετά νοιαν. Οπως δὲ, ζήτει κανόνα ξβ' καὶ ξγ με γάλου Βασιλείου. Ως δέ τινος εἰπόντος, Εἰ δὲ καταντήσει εἰς θάνατον, οὐδὲ τότε τῶν θείων ἁγιασμάτων ἀξιωθήσεται; ἐπήγαγον, ὡς Ἐὰν δὲ ἐν τῷ παρανόμῳ τούτῳ γάμῳ εἷς ἐξ αὐτῶν τελευτήσῃ, δυσχερής τῷ ζῶντι ἡ μετάνοια, διὰ τὸ μὴ διακοπῆναι τὸ ἄθεσμον παρὰ τὴν αὐτοῦ γνώμην τε καὶ προαίρεσιν. ΚΑΝΩΝ Γ'. Περὶ τῶν πλείστοις γάμοις περιπιπτόντων ὁ μὲν ο χρόνος σαφὴς ὁ ὡρισμένος, ἡ δὲ ἀναστροφὴ καὶ ἡ πίστις αὐτῶν συντέμνει τὸν χρόνον ΒΑΛΣ. Τοὺς πολυγάμους φησὶν ὁ κανὼν ἐπιτιμᾶσθαι διὰ χρόνου ὡρισμένου ἤτοι προεγνωσμένου ἀπὸ συνηθείας· πλὴν παρὰ τῇ ἐπισκοπικῇ διακρίσει ἐστὶ καὶ τὸν τοιοῦτον χρόνον συντεμεῖν διὰ τὴν ἀγαθὴν τοῦ ἁμαρτάνοντος ἐπιστροφήν. Ἐπεὶ δὲ ἀπὸ τούτου οὐ παρίσταται τίνες εἰσὶ οἱ πολυγαμοῦντες, οὐδὲ τίς ἐστιν ὁ ὡρισμένος χρόνος, κἀντεῦθεν ἄλλως καὶ ἄλλως τὰ περὶ τούτου ἐξελήφθησαν· οὐδὲ ἡμεῖς ηδυνήθημεν γράψαι τι ἐνταυθεῖ. Ἐν μέντοι τῷ δ κανόνι τοῦ μεγάλου Βασιλείου, τοῦ Θεοῦ διδόντος, εἴποιμεν τὰ εἰκότα περὶ τῶν τριγάμων καὶ πολυ γάμων καὶ περὶ τοῦ χρόνου τῶν διδομένων ἐπιτιμίων ἑκάστῳ αὐτῶν. ΖΩΝΑΡ. Ἐν τετάρτῳ κανόνι ὁ μέγας Βασίλειος, τοὺς τριγάμους ἐπὶ πενταετίαν ἀφορίζεσθαι λέγει, καὶ τοῦτον τὸν χρόνον οὐκ ἀπὸ κανόνος εἶναί φησιν, ἀλλ᾽ ἐκ συνηθείας καὶ τῆς τῶν προειληφότων ἀκο λουθίας, καὶ τὴν τριγαμίαν δὲ εἰς πολυγαμίαν ἀνάγει. Τίνα δὲ λέγει χρόνον ὡρισμένον ὁ παρών Συντέμνει. τέμνει, Τον χρόνον. σχόλιον Τοῦτον ἐξηγούμενος δὲν κανόνα ο μέγας Βασίλειος φησιν, Οὕτω περί τριγάμων καὶ πολυγάμων, καὶ δείκνυσιν, ὅτι πολυ γάμους οἱ Πατέρες τους τριγάμου;, οὐκ ἄλλου; φασίν.
col. 1203–1204page 593 of 741
PG 137:1203τοῦ μεγάλου Βασιλείου ή σύνοδος αὕτη· καὶ παντελῶς, εἰ ὥριστο προ ταύτης χρόνος ἐπὶ τῶν τριγάμων, οὐκ ἂν ἡγνοήθη τῷ τὰ πάντα σοφῷ Βασιλείψ εἰ μή που λέγει καὶ αὕτη ἡ σύνοδος ώρισμένον χρόνον τὴν συνήθειαν. Ὁ μὲν οὖν χρόνος, φησίν, ὡρισμέν νος ἐστίν· ἡ δὲ τῶν ἐπὶ τῇ τριγαμία μετανοούντων ἀναστροφὴ καὶ ἡ πίστις ἡ πρὸς τὸν Θεὸν συντέμνει τὸν χρόνον. Εἰ γὰρ ὁ τούτους οἰκονομῶν ὁρᾷ αὐτοὺ; σπουδὴν ἐνδεικνυμένους καὶ θερμότητα περὶ τὴν μετάνοιαν, καὶ οὐκ ἀπογινώσκοντας, ἀλλὰ πιστεύοντας ὅτι διὰ τὴν πολλὴν ἀγαθότητα τοῦ Θεοῦ ἀφε θήσεται αὐτοῖς τὸ ἁμάρτημα, συντεμεῖ τὸν χρόνον καὶ ἐλαττώσει αὐτόν. κανών, ἡγνόηται· προγενεστέρα γάρ ἐστι πολλῷ ΑΡΙΣΤ. «Τῶν πολυγάμων ὁ χρόνος σαφής· τὸ δὲ τῆς μετανοίας σπουδαῖον, αὐτὸν ὑποτέμνεται.» Ο χρόνος τῆς ἐπιτιμίας τῶν τριγάμων καὶ πολυγάμων κεῖται ἐν τῷ τετάρτῳ κανόνι τοῦ μεγάλου Βασιλείου καὶ ἐν τῷ ὀγδοηκοστῷ κανόνι αὐτοῦ. Ἐπὶ πέντε γὰρ ἔτεσί φησι τὸν τρίγαμον ἀφορίζεσθαι, πλὴν μὴ πάντη ἀπείργειν αὐτὸν τῆς ἐκκλησίας ἀλλ' ἐν δυσὶν ἢ καὶ τρισὶν ἔτεσι τῆς τῶν θείων Γραφῶν ἀκροάσεως αὐτὸν ἀξιοῦν· καὶ μετὰ ταῦτα, μέχρι τοῦ πληρωθῆναι τὴν πενταετίαν, συστήκειν μετὰ τῶν πιστῶν· τῆς δὲ τοῦ ἀγαθοῦ κοινο νίας ἀπέχεσθαι· καὶ οὕτω γνησίως μετανοοῦντα, εἰς κοινωνίαν παραδεχθῆναι· τοὺς δὲ πολυγάμους, ὡς πλέον τι καὶ πορνείας ἁμαρτάνοντας, ἐνιαυτὸν προσκλαίειν, τρεῖς ὑποπίπτειν, καὶ οὕτω δέχεσθαι μετὰ τῶν πιστῶν. Παρὰ τῇ ἐξουσία δὲ κεῖται τοῦ ἐπισκόπου, ὡς ὁ παρὼν κανών λέγει, ἐλαττῶσαι τὸν χρόνον τῆς μετανοίας, πρὸς τὴν διαγωγήν καὶ τὴν πίστιν ὁρῶντος τοῦ μετανοοῦντος. ΚΑΝΩΝ Δ'. Ἐὰν πρόθηταί τις, ἐπιθυμήσας γυναικός, συγκαθευδῆσαι αὐτῇ, μὴ ἔλθῃ δὲ εἰς ἔργον αὐτοῦ ἡ ἐνθύμησις, φαίνεται ὅτι ὑπὸ τῆς χάριτος ἐξ ῥύσθη.» ΒΑΛΣ. Ἐπὶ τῶν ἁμαρτημάτων τέσσαρας εἶναι βαθμοὺς οἱ ἅγιοι Πατέρες φασί, προσβολήν, πάλην, συγκατάθεσιν, καὶ πρᾶξιν· ὧν τὰς δύο τὰς πρώτας ἀνεπιτιμήτους εἶναι, τὰς δὲ μετ᾿ αὐτὰς δύο ὑπὸ ἐπιτίμιον. Οὔτε γὰρ ἡ προσβολή κρίνεται, οὔτε ἡ πάλη, ἐὰν τὴν προσβολὴν παραδεξάμενος ὁ λογι σμὸς καὶ παλαίσας ἀπεπέμψατο τὸ ἐνθύμιον· ἡ δὲ συγκατάθεσις κρίνεται καὶ αἰτιᾶται, καὶ ἡ πρᾶξις κολάζεται. Ἐὰν οὖν ἐπιθυμία προσέβαλε τινι για ναικὸς, καὶ νικηθείς συγκατέθετο μιγῆναι αὐτῇ, οὐκ ἦλθε δὲ εἰς ἔργον, ἤτοι οὐ τὴν πρᾶξιν ἐπλήρωσε, φαίνεται ὅτι ἡ χάρις τοῦ Θεοῦ αὐτὸν ἐῤῥύσατο πλὴν οὐκ ἀνεπιτίμητος ἔσται. Καὶ ἡ συγκατάθεσις γὰρ ὑπὸ ἐπιτίμιον γίνεται. Καὶ τοῦτο δῆλον ἐκ τοῦ ο κανόνος τοῦ ἁγίου Βασιλείου, λέγοντος· διάκονος ἐν χείλεσι μιανθείς ήγουν μέχρι φιλήματος φθάσ σας γυναικός, καὶ μέχρι τούτου ἡμαρτηκέναι όμως λογήσας, τῆς λειτουργίας επισχεθήσεται, τουτέστι μέχρι καιροῦ κωλυθήσεται· τοῦ δὲ μετέχειν τῶν ἁγιασμάτων μετὰ τῶν διακόνων ἀξιωθήσεται. Τὸ
col. 1205–1206page 594 of 741
PG 137:1205μέντοι μιανθῆναι ἐν χείλεσί τινες ἄλλως ἑρμηνεύουσι· καὶ ῥηθήσεται τὰ περὶ τούτου ἐν τῷ σ' κανόνι τοῦ ἁγίου Βασιλείου. ΖΩΝΑΡ. Ἐπὶ τῶν ἁμαρτημάτων τέσσαρας εἶναι βαθμοὺς οἱ ἅγιοι Πατέρες φασί, προσβολήν, πάλην, συγκατάθεσιν καὶ πρᾶξιν· ὧν τὰς δύο καὶ πρώτας ἀνεπιτιμήτους εἶναι, τὰς δὲ μετ᾿ αὐτὰς δύο ὑπὸ ἐπιτίμιον. Οὔτε γὰρ ἡ προσβολή κρίνεται, οὔτε ἡ πάλη, ἐὰν τὴν προσβολὴν παραδεξάμενος ὁ λογισμὸς καὶ παλαίσας ἀπεπέμψατο τὸ ἐνθύμημα· ἡ δὲ συγκατάθεσις κρίνεται καὶ αἰτιᾶται, καὶ ἡ πρᾶξις κολά ζεται. Ἐὰν οὖν ἐπιθυμία προσέβαλέ τινι γυναικός, καὶ νικηθεὶς συγκατέθετο μιγῆναι αὐτῇ, οὐκ ἦλθε δὲ εἰς ἔργον, ἤτοι οὐ τὴν πρᾶξιν ἐπλήρωσε, φαίνεται ὅτι ἡ χάρις τοῦ Θεοῦ αὐτὸν ἐῤῥύσατο. Πλὴν οὐκ ἀνεπιτίμητος ἔσται. Καὶ ἡ συγκατάθεσις γὰρ ὑπὸ ἐπιτίμιον γίνεται. Καὶ τοῦτο δῆλον ἐκ τοῦ ἑβδομηκοστοῦ κανόνος τοῦ ἁγίου Βασιλείου, λέγοντος Διάκονος ἐν χείλεσι μιανθείς, ήγουν μέχρι φιλήματος φθάσας γυναικὸς, καὶ μέχρι τούτου ἡμαρτηκέναι ὁμολογήσας, τῆς λειτουργίας επισχεθήσεται, τουτέστι μέχρι καιροῦ κωλυθήσεται· τοῦ δὲ μετέ χειν τῶν ἁγιασμάτων μετὰ τῶν διακόνων ἀξιωθήσεται. Τὸ αὐτὸ δὲ καὶ πρεσβύτερος. Εἰ δέ τι πλέον φωραθῇ τις ἡμαρτηκώς, ἐν οἴῳ ἂν εἴη βαθμῷ, καθε αιρεθήσεται. Εντεῦθεν δῆλον ὅτι ἄλλο δηλοῖ τὸ ἐπισχεθήσεται, ὡς εἴρηται, δηλαδή τό, προσκαίρως τῆς λειτουργίας εἰρχθήσεται. Εἰ καί τισιν οὐχ ούτως νοεῖται, οἷς καὶ τὸ χείλεσι μιανθῆναι ἑτέρως ἐκλαμ. βάνεται, οὐκ εὐστόχως μέντοι, ὡς οἶμαι. ο ΑΡΙΣΤ. Ο ἐπιθυμήσας μὲν, μὴ δράσας δὲ, Θεῷ ἐῤῥύσθη.» Οστις μέχρι ψιλῆς προθέσεως συγκαθευδῆσαι γυναικὶ ἐπεθύμησεν, ἐχόμενον δέ τι σπουδῆς οὐκ ἔπραξεν, οὔτε εἰς ἔργον ἡ ἐνθύμησις αὐτοῦ ἦλθε, φαί νεται ὡς ὑπὸ τῆς ἄνωθεν ἐῤῥύσθη χάριτος. Εἰ γὰρ καὶ ἐπεθύμησε, καὶ ἐσπούδασε, καὶ μέσοις τισὶν εἰς ἀπάρτισιν τοῦ μέσους ἐχρήσατο· ἀποτέλεσμα δὲ ἡ σπουδὴ αὐτοῦ οὐκ ἔσχε διά τινα παρεμπεσόντα ἐμπόδια ἔξωθεν· ἐπιτιμίοις ὑπόκειται, ὡς ὁ ἑβδομηκοστός κανὼν τοῦ ἁγίου Βασιλείου διαγε ρεύει περὶ τοῦ ἐν χείλεσι μιανθέντος διακόνου. ΚΑΝΩΝ Ε'. Κατηχούμενος, ἐὰν εἰσερχόμενος εἰς κυριακόν ἐν τῇ τῶν κατηχουμένων τάξει στήκῃ, οὗτος Κατηχούμενος ἐὰν εἰσερχόμενος. Κατηχουμένους λέγει πιστοὺς βαπτίζεσθαι μέλλοντας. Δύο δὲ τούτων εἴδη· οἱ μὲν γὰρ ἄρτι προσέρχονται, διὸ καὶ ὡς ἀτελέστεροι μετὰ τὴν ἀκρόασιν τῶν Γραφῶν καὶ τῶν θείων Εὐαγγελίων εὐθὺς ἐξίασιν· οἱ δὲ ἤδη προσῆλθον, καὶ γεγόνασι τελειότεροι τῶν ἄρτι προσερχομένων, ὅθεν καὶ τὴν ἐπὶ τοῖς κατηχουμένοις εὐχὴν ἀναμένοντες, τὸ γόνυ κλίνουσιν ἐν ταύτῃ. Δύο τῶν κατηχουμένων ἦσαν τάξεις, ἡ μὲν τῶν γονυκλινόντων, ἡ τελειοτέρα, ἡ δὲ τῶν ἀκροωμένων, ἡ ἀτελεστέρα. Λέγει γοῦν, εἰ τῶν γονυκλι νόντων εἴη, καὶ ἁμάρτοι, παυσάμενος τοῦ ἁμαρτάνειν γενέσθω τῶν ἀκροωμένων· εἰ δὲ τῶν ἀκρου
col. 1207–1208page 595 of 741
PG 137:1207δὲ ἁμαρτάνων· ἐὰν μὲν γόνυ κλίνων, ἀκροάσθω μηκέτι ἁμαρτάνων· ἐὰν δὲ καὶ ἀκροώμενος ἔτι ἁμαρτάνῃ, ἐξωθείσθω.» ΒΛΑΣ. Δύο τάξεις τῶν κατηχουμένων εἰσίν. Οι μὲν γὰρ ἄρτι προσέρχονται, και, ὡς ἀτελέστεροι, μετὰ τὴν ἀκρόασιν τῶν Γραφῶν καὶ τῶν θείων Εὐαγγελίων εὐθὺς ἐξίασιν· οἱ δὲ ἤδη προσῆλθον, καὶ γεγόνασι τελεώτεροι ὅθεν καὶ τὴν ἐπὶ τοῖς κατηχουμένοις εὐχὴν ἀναμένοντες, τὸ γόνυ κλίνουσιν ἐν ταύτῃ. Οταν δὲ ἐκφωνηθῇ τὸ, Οι κατηχούμενοι προέλθετε, τότε ἐξέρχονται καὶ οὗτοι. Φησὶν οὖν ὁ κανὼν ὅτι, ἐὰν κατηχούμενος ἁμαρτάνῃ, εἰ μὲν τῶν τελεωτέρων ἐστὶν, ἐὰν ἀπόσχηται τοῦ ἁμαρτάνειν, ἐλθέτω εἰς τὸν τόπον τῶν ἀτελεστέρων, τουτέστι, στήτω μέχρι τοῦ Εὐαγγελίου ἐν τῷ ναῷ· εἰ δὲ τῶν ἀτελεστέρων, τῶν καὶ ἀκροάσεως μόνης ἀξιουμένων, καὶ οὐκ ἀφίσταται τῆς ἁμαρτίας, ἐξωθείσθω, ἀντὶ τοῦ, ἔξω τῆς ἐκκλησίας στήτω μετὰ τῶν προσο κλαιόντων. Τί δὲ, ἐὰν ἀποστῇ ὁ ἀτελέστερος τῆς ἁμαρτίας, οὐκ ἐπιτιμηθήσεται καθὼς ὁ τελεώτερος, ἀλλ᾽ εἰς τὸν πρότερον τόπον στήσεται; Λύσις. Δύο τόποι εἰσὶ τῶν κατηχουμένων, ὡς εἴρηται, ὁ μέχρι τῆς ἀναγνώσεως τῶν θείων Εὐαγγελίων, καὶ ὁ μέχρι τῆς ἐξελεύσεως τῶν κατηχουμένων. Οἱ γοῦν τελεώτεροι, ἁμαρτάνοντες καὶ ἀφιστάμενοι δὲ, εἰς τὸν τόπον τῶν προσκλαιόντων στήσονται. Οἱ δὲ ἀτελέστεροι ἁμαρτάνοντες, μὴ ἀφιστάμενοι, μυκρὸν ὑποβιβασθήσονται εἰς τὸν τόπον τῶν ἀτελεστέρων μή ἀφιστάμενοι, μὲν, εἰς τὸν τόπον τῶν προσκλαιόντων ἀπαχθήσονται· ἀφιστάμενοι δὲ, οὐκ ἔχουσι τόπον Ενθα καταταχθήσονται. Εἰ γὰρ εἴπω μεν τούτους μετὰ τῶν προσκλαιόντων στῆναι, ἀπογνώσεως θλίψει καταβαπτίσομεν, καὶ οὐδεμία ἔσται διαφορὰ ἀφισταμένων καὶ μὴ ἀφισταμένων. Διά τοι τοῦτο, ὡς ἀπο στάντες τοῦ κακοῦ, στήσονται καὶ πάλιν μετὰ τῶν ἀκροωμένων. ΖΩΝΑΡ. Δύο τάξεις ἦσαν τῶν κατηχουμέν νων τὸ παλαιόν. Οἱ μὲν γὰρ πιστοὶ ὄντες, ὑπερ τιθέμενοι δὲ τὸ βάπτισμα, μετὰ τῶν κατηχουμένων ἵσταντο, καὶ τῆς ἐπὶ κατηχουμένοις εὐχῆς λεγομένης ἔκλινον τὸ γόνυ, ὅτε δ' ἐξεφωνήθη τὸ Οἱ κατηχού μενο: προέλθετε, τότε ἐξήρχοντο· οἱ δὲ ἄρτι προσελθόντες καὶ ἀτελέστεροι ὄντες τῶν ἁγίων Γραφών ἤκουον, καὶ μετὰ τὴν ἀνάγνωσιν τοῦ Εὐαγγελίου ἀπῄεσαν. Οταν οὖν ὁ κατηχούμενος ἁμαρτάνῃ, εἰ μὲν τῶν τελεωτέρων τῶν γόνυ κλινόντων δηλονότι μένων, ἔξω στήτω τῆς ἐκκλησίας. Καὶ οἱ ἀκροώμενοι γὰρ ἐκτὸς ἵσταντο τῆς ἐκκλησίας μέχρι τῆς ἀνα γνώσεως τοῦ ἁγίου Εὐαγγελίου. Δύο τάξεις ἦσαν. Ἡ ἐν Νικαίᾳ πρώτη σύνοδος εἰς κανόνα εδ' ὁρίο ζει χρόνον τοῦ ἐπιτιμίου ἐν τοῖς τοιούτοις. Κατα ηχουμένους δὲ λέγει τοὺς βαπτίζεσθαι μέλλοντας δύο δὲ εἴδη τούτων· οἱ μὲν ἄρτι προσέρχονται· οἱ δὲ ἤδη προσῆλθον, καὶ γεγόνασι τῶν ἤδη προσερχομένων τελειότεροι· ὅθεν καὶ τὴν ἐπὶ τοῖς κατηχουμένοις εὐχὴν ἀναμένοντες τὸ γόνυ κλίνουσιν ἐν ταύτῃ. ἐν τοῖς τοιούτοις,
col. 1209–1210page 596 of 741
PG 137:1209ἐν τῇ εὐχῇ ἐστιν, ἀκροάσθω, τουτέστι μετὰ τῶν μέχρις ἀκροάσεως ἱσταμένων στήτω, εἰ ἀπόσχηται τοῦ ἁμαρτάνειν· εἰ δὲ τῶν ἀκροωμένων ἐστὶν, ἔτι καὶ ἁμαρτάνει, ἐξωθείσθω, ἀντὶ τοῦ ἔξω τῆς ἐκκλησίας στήτω μετὰ τῶν προσκλαιόντων. ΑΡΙΣΤ. «Ο ἐν τῷ κατηχεῖσθαι ἁμαρτάνων, ἐὰν γόνυ κλίνων μηκέτι ἁμαρτάνοι, ἀκροάσθω· εἰ δὲ καὶ ἀκροώμενος ἁμαρτάνοι, τέλεον ἀπωθείσθω, ν Δύο είδη τῶν κατηχουμένων εἰσιν· οἱ μὲν γὰρ ἄρτι προσέρχονται· διὸ καὶ ὡς ἀτελέστεροι μετὰ τὴν ἀκρόασιν τῶν Γραφῶν, καὶ τῶν θείων εὐαγγελίων εὐθὺς ἐξίασιν· οἱ δὲ πρὸ καιροῦ προσῆλθον, καὶ γεγόνασι τελεώτεροι· ὅθεν καὶ μετὰ τὸ Εὐαγγέ- " λιον τὴν ἐπὶ τοῖς κατηχουμένοις εὐχὴν ἀναμένουσι καὶ ἐν τῷ προσφωνείσθαι τὸ Οἱ κατηχούμενοι, τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε, τὸ γόνυ κλίνουσιν. Οι γοῦν τελεώτεροι, ὡς γενόμενοι καλοῦ Θεοῦ ῥή ματα, καὶ παραπεσόντες, μετακινοῦνται τῆς στά σεως, καὶ τοῖς ἀκροωμένοις συντάττονται· εἰ δὲ καὶ ἀκροώμενοι ἁμαρτάνουσι, τῆς Ἐκκλησίας τέλεον ἐξωθοῦνται. ΚΑΝΩΝ Γ. Περὶ κυοφορούσης, ὅτι δεῖ φωτίζεσθαι, ὁπότε βούλεται. Οὐδὲν γὰρ ἐν τούτῳ κοινωνεῖ ἡ τίκτουσα τῷ τικτομένῳ διὰ τὸ ἑκάστου ἰδίαν την προαίρεσιν τὴν ἐπὶ τῇ ὁμολογία δείκνυσθαι. ο ΒΑΛΣ. Τινὲς ἔλεγον μὴ ὀφείλειν βαπτίζεσθαι τὰς ἐξ ἀπίστων τῇ Ἐκκλησίᾳ προσερχομένας κυοφορούσας, ἀλλ' ἀναμένειν τὴν εἰς τὸ φῶς τοῦ τοκετοῦ εξέλευσιν, ἵνα μὴ, ταύτης βαπτιζομένης, δόξῃ συμ βαπτίζεσθαι καὶ τὸ ἐγκυμονούμενον, ὡς ἡνωμένον διόλου αὐτῇ· κἀντεῦθεν μετὰ τὸ γεννηθῆναι, ἢ ἀφώ τιστον καταλειφθῇ, ἢ βαπτιζόμενον λογισθῇ καὶ αὖθις βαπτίζεσθαι. Οἱ γοῦν Πατέρες, τὴν ἀντίθεσιν ταύτην μὴ παραδεξάμενοι, ώρισαν ἀποκριματίστως βαπτίζεσθαι τὰς κυοφορούσας, ότε βούλοιντο, διὰ τὸ μηδεμίαν κοινωνίαν ὑπεῖναι τῇ τικτούσῃ μετὰ τοῦ τικτομένου, ὅσον εἰς τὸν λόγον τοῦ φωτίσματος. "Αλλως τε, φασὶν, ἀναγκαία ἐστὶν ἡ ἑκάστου ὁμο λογία ἐν τῷ βαπτίζεσθαι· τὸ δὲ ἔμβρυον ἐστερημένον διαθέσεως οὐ δύναται τὰς ἐπὶ τῷ βαπτίσματι ὁμολογίας ποιῆσαι. Προσετέθη δὲ τῷ κανόνι τὸν ὅτε βούλοιντο, διὰ τοὺς λέγοντας πρὸ μὲν τοῦ εἰδο ποιηθῆναι τὸ ἔμβρυον εἰς ἄνθρωπον ἀκινδύνως βαπτίζεσθαι τὴν μητέρα εγκυμονούσαν, μετὰ δὲ τοῦτο μὴ καλῶς αὐτὴν βαπτίζεσθαι· διὰ τὸ εἶναι τοιαύτης διαθέσεως τὸ ἐγκυμονούμενον, οἷας εἰσὶ καὶ ἀρτιγέννητα νήπια, τὰ μὴ δυνάμενα ὁμολογεῖν. Διό τοι καὶ εἶπον οἱ Πατέρες ἐπ᾽ ἀδείας ἔχειν τὴν ἐγκυμονοῦσαν, ὅτε θέλει βαπτίζεσθαι. Τὰ μὲν γὰρ Εμβρυα, ὅπως ἔχουσι διαθέσεως, οὐδεὶς περιεργάσασθαι δύναται ἢ ἀναδέξασθαι· τὰ δὲ νήπια διὰ τῶν ἀναδεχομένων αὐτὰ κατατίθενται, καὶ πραγματικῶς φωτιζόμενα θείας καταξιοῦνται ἐλλάμψεως. Ανά
col. 1211–1212page 597 of 741
PG 137:121110 4 γνωθι καὶ τὰ ἐν τῷ ι κεφαλ. τοῦ δ᾽ τίτλου τοῦ παρόντος συντάγματος παρ' ἡμῶν γραφέντα. ΖΩΝΑΡ. Τὰς ἐν τῇ γαστρὶ φερούσας δεῖ βαπτίζειν, φησὶν ὁ κανών, ὅτε βούλονται. Τινῶν δὲ λεγόντων ὅτι λοιπὸν τὸ κυοφορούμενον συμβαπτίζεται τῇ μητρί, καὶ οὐ χρὴ αὐτὸ μετὰ τὸ γεννηθῆναι βαπτίζεσθαι, ἵνα μὴ δὶς δοκῇ βαπτίζεσθαι, ἐπήγαγε τὸ, Οὐδὲν γὰρ ἐν τούτῳ κοινωνεῖ ἡ τίκτουσα τῷ τικτομένω, ἀντὶ τοῦ, Αὐτὴ γὰρ μόνη τοῦ ἁγίου ἀξιοῦται βαπτίσματος, καὶ οὐχὶ κἀκεῖνο διὰ μέσης αὐτῆς. Οτ!, φησὶν, ἐπὶ τῇ ὁμολογία συντάττεσθαι τῷ Χριστῷ ἡ ἑκάστου προαίρεσις ἀπαιτεῖται, καὶ ἐξ αὐτῆς δεί κνυται εἰ προθύμως πρόσεισι τῷ ἁγίῳ βαπτίσματι. Ἐπεὶ δὲ τὰ ἔμβρυον ἐστέρηται προαιρέσεως οὐδὲ βαπτίζεσθαι δοκεῖ, ὥστε αὐτὸ χρήζει αὖθις βαπτίσματος ὅτε προαιρείσθαι δυνήσεται. ο ΑΡΙΣΤ. «Η κυοφοροῦσα, ὅτε θέλει, βαπτίζεται ἑκάστου γὰρ ἡ προαίρεσις κρίνεται.» Οὐ γὰρ ἐμποδισθήσεται ἡ κυοφοροῦσα διὰ τὸ τιο κτόμενον βαπτισθῆναι· οὐδὲ γὰρ λογίζεται τὸ ἔμε ρυον συμβαπτίζεσθαι τῇ τικτούσῃ, ὥστε, ἐὰν μετὰ τὸ γεννηθῆναι βαπτισθῇ, νομισθῆναι βαπτίζεσθαι δεύτερον. Ἐκεῖνο γὰρ, μήπω εἰς φῶς ἐλθὸν, ούτε καθ᾿ ἑαυτὸ ὑπεστιν, οὔτε προαίρεσιν ἔχει. ΚΑΝΩΝ Ζ'. Πρεσβύτερον εἰς γάμου διγαμοῦντος μή ἑστιᾶσθαι. Ἐπεὶ μετάνοιαν αιτοῦντος τοῦ δι γάμου τίς ἔστα: ὁ πρεσβύτερος, ὁ διὰ τῆς Εστιάσεως συγκατατιθέμενος τοῖς γάμοις. Ο διγαμήσας λαϊκὸς οὐ παραχωρείται μετασχεῖν τῶν θείων ἁγιασμάτων ἀπεντεῦθεν, ἀλλὰ μετὰ ἐνιαυτόν. Φησὶ γοῦν ὁ κανών ὡς, ἐπεὶ τὸ ἐπιτίμιον τοῦτο παρὰ τοῦ ἱερέως ἐπάγεται τῷ διγαμήσαντι, οὐκ ὀφείλει οὗτος συνεστιάσθαι αὐτῷ εἰς τὸν γά μον. Δοκεῖ γὰρ ὥσπερ διὰ τῆς παρουσίας συναινεῖν, Πρεσβύτερον εἰς γάμον διγαμοῦντος. Τοὺς εἰς δεύτερον συνοικέσιον ἐρχομένους εἰ δεῖ λα ᾿Αλλὰ καὶ τὸν ἱερολογήσαντα τούτοις πρεσβύτερον συνδειπνεῖν αὐτοῖς οὐ νενόμισται, κατὰ τὸν ζ' κανόνα τῆς ἐν Νεοκαισαρείᾳ συν άδου. δεῖν τὴν τοῦ διγάμου εὐχὴν παρὰ τοῦ κατά χώραν, ἀρχιερέως; Η μὲν ἀκρίβεια τους διγάμους οὐκ οἶδε στεφανοῦν ἡ δὲ ἐν τῇ Μεγάλη Εκκλησίᾳ συνήθεια τὰ τοιαῦτα οὐ παρατηρεῖται· ἀλλὰ καὶ τοῖς διγάμοις τοὺς νυμφικοὺς στεφάνους ἐπιτίθησι, καὶ οὐδεὶς οὐδέποτε διὰ τοῦτο ἐνεκλήθη. Ωστε οὐδέ τις φοβηθήσεται τὸ ἐπίσ κλημα, τοὺς τοιούτους στεφανώσας· πλὴν ὀφείλουσιν ἕνα ἢ καὶ δεύτερον ἐνιαυτὸν κωλυθῆναι τῆς τῶν ἁγίων μυστηρίων μεταλήψεως, καὶ οὐδὲ τὸν ἱερολο γήσαντα χρή συνεστιαθῆναι τούτοις. Επεὶ μετάνοιαν αιτοῦντος τοῦ διγάμου.
col. 1213–1214page 598 of 741
PG 137:1213καὶ οὐ δυνήσεται ἐπιτιμῆσαι τὸν διγαμήσαντα. Κα. λῶς δὲ διωρίσαντο συνεστιᾶσθαι τούτῳ τὸν ἱερέα μετὰ τὸν καιρὸν τοῦ γάμου. Μετὰ γὰρ τὸν γάμον οὐ κωλυθήσεται συνανακεῖσθαι αὐτῷ, ὡς μηδὲ ἀκοινωνήτῳ ὄντι. Εἰπὼν δέ τίς ποτε ὀφείλειν τὸν διγαμήσαντα μετὰ τὴν ἀπόστασιν τῆς διγαμίας δέχεσθαι εἰς μετάνοιαν, καὶ ἐπιτιμᾶσθαι (ἔτι γὰρ τοῦ γά μου συνισταμένου, ταῦτα χώραν οὐκ ἔχουσι, κατά τὸν καθόλου κανόνα), ήκουσε μὴ εἶναι γάμον ἀθέ μιτον, ὥστε διασπᾶσθαι. Καὶ διὰ τοῦτο ἔῤῥωται μὲν, ἐπιτιμᾶται δὲ μετρίως, ὡς εἴρηται. 'Ετέρα ερμηνεία Ο παρὼν κανὼν κωλύει τοὺς πρεσβυτέρους ἐστιᾶσθαι μετὰ διγάμων, καὶ παριστᾷ διὰ τούτου οι ἐπιτετιμημένον εἶναι τὸν δεύτερον γάμον. Τὸ αὐτὸ δὲ φαίνεται καὶ ἀπὸ τοῦ γ' καν. τῆς ἐν Νεοκαισαρείᾳ συνόδου καὶ ἀπὸ δ' καν. τοῦ ἁγίου Βασιλείου. Ἐπεὶ δὲ βλέπομέν τινας σκανδαλιζομένους ἐκ τοῦ μηδέ τινα δευτερογαμήσαντα ἐπιτιμηθῆναι ποτε, μήτε τὴν τοιαύτην ἱερολογίαν ἐμποδίζεσθαι, μᾶλλον μὲν οὖν ἔστιν ὅτε ἐπιτρέπεται διὰ πιττακίου χαρτοφύ λακας - είδομεν δὲ πατριάρχας καὶ ἀρχιερεῖς πολ λούς συνεσθίοντας μετὰ βασιλέων διγαμούντων, καὶ ἄλλων μεγιστάνων, φαμὲν ὅτι κἂν ἐπιτιμίω καιρικῆς ἀκοινωνησίας ἐκ τοῦ ῥηθέντος κανόνος οἱ δευτερο γαμοῦντες ὑπέκειντο, ἀλλ᾽ ὁ τῆς ἑνώσεως τόμος, καταστρωθεὶς παρ' ἡμῶν εἰς τὸν δ᾽ κανόνα τοῦ ἁγίου Βασιλείου, ἐξισώσει τῷ πρώτῳ γάμῳ διόλου τὸν δεύτερον· καὶ εἰπὼν πότε καὶ οὗτοι ἐπιτιμᾶσθαι ὀφείλουσιν, ἔλυσε τὸ ἐπιτίμιον. Φησὶ γὰρ ἐν μέρει ταῦτα μὲν περὶ τοῦ τρίτου γάμου· οὐ μὴν οὐδὲ τὸν δεύτερον οὐδὲ τὸν α' ἐκτὸς ἀσφαλείας ἐῶσ μεν· ἀλλὰ κἀκείνους ορίζομεν οὕτω συνίστασθαι, ὥστε μηδεμίαν ἔχειν πονηρὰν αἰτίαν ἢ ἐξ ἁρπα γῆς ἢ προηγησαμένης λαθραίας φθορᾶς, ἀλλὰ νο μίμους καὶ καθαρεύοντας τῶν τοιούτων μολυ σμάτων καὶ πονηρᾶς ἀκαθαρσίας· καὶ ἐφεξῆς ἐπιτιμῶμεν τούτους μόνους· τοὺς δὲ λοιποὺς ἀν επιτιμήτους συντηρεί. ΖΩΝΑΡ. Η διγαμία ὑπὸ ἐπιτίμιόν ἐστιν. Ενιαυ τὸν γὰρ τῆς ἁγίας μεταλήψεως εἴργεται. Τὸ δὲ ἐπιτίμιον οἱ ἱερεῖς ἐπάγουσιν, εἰς μετάνοιαν έρχο μένου τοῦ διγαμήσαντος. Ο γοῦν διὰ τῆς παρου-D σίας αὐτοῦ συναινεῖ» δοκῶν τῷ δευτέρῳ γάμῳ λε ρεὺς τίς ἔσται, φησὶν ὁ κανών, τουτέστι, πῶς οὐκ αἰδεσθήσεται ἐπιτιμῶν τῷ δευτερογαμοῦντι δ διὰ τῆς παρουσίας αὐτοῦ συνευδοκῶν τῇ δευτερο γαμία; ᾿Αλλὰ ταῦτα ἐν γράμμασιν. Ἡμῖν δὲ καὶ πατριάρχης ὤφθη, καὶ μητροπολῖται διάφοροι συνεστιώμενοι δευτερογαμήσαντι βασιλεῖ. Ετέρα έρμηνεία.
Page scan enlarged

Notebook

Full View